Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section, line and part.
This pointer pattern extracts section and line.
This pointer pattern extracts section.
ἘΤΕΟΚΛΗΣ παραλαβὼν τὴν τῶν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν αὐτοῦ Πολυνείκην· φυγὰς δ’ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστους κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος, καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ
Ἡ μὲν ὑπόθεσις τοῦ δράματος ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀργείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. ἐδιδάχθη ἐπὶ Ναυσικράτους
Περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέοντος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών. ἀπέθανον δὲ καὶ οἱ δύο ἀδελφοὶ ὑπ’ ἀλλήλων καὶ Ἰοκάστη, ἡ μήτηρ, ἑαυτὴν ἀνεῖλεν ἐπὶ τοῖς παισί. καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο· καὶ ἄταφος Πολυνείκης πρόκειται. καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται, καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ
Τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλὸν, ἐπεὶ καὶ παρα πληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι δράματος, καὶ ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ πᾶσι μετ’ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρραπται διὰ κενῆς.
Ἁρπασθείσης Εὐρώπης ὑπὸ Διὸς γενομένου ταύρου καὶ μετακομισθείσης ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην, ὁ μὲν πατὴρ αὐτῆς Ἀγήνωρ ἔπεμψε τὸν υἱὸν Κάδμον εἰς ζήτησιν τῆς κόρης, εἰπὼν, εἰ μὴ ταύτην εὑρὼν ἄξοι, μηδ’ ἂν αὐτὸν ἐπανελθεῖν οἴκαδε. Κάδμος δὲ οὐκ ἔχων ὅ τι καὶ δράσειε μόνην ἔγνω τῆς ἀπορίας λύσιν καταφυγεῖν εἰς Ἀπόλλω κἀκ τούτου γνῶναι τί δεῖ ποιεῖν. ἐλθὼν οὖν εἰς Δελφοὺς
Κάδμος οὖν γήμας τὴν Ἀφροδίτης καὶ Ἄρεως παῖδα Ἁρμονίαν ἐγέννησε Πολύδωρον, ὁ δὲ Λάβδακον, ὁ δὲ Λάϊον. οὗτος ἀφικόμενός ποτε εἰς Ἦλιν καὶ τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον ἰδὼν, ὃς ἦν ἐξ ἄλλης αὐτῷ γυναικὸς καὶ οὐκ ἐκ τῆς θυγατρὸς Οἰνομάου Ἱπποδαμείας, καὶ ἁλοὺς τούτου κατάκρας τῷ ἔρωτι, ἁρπάσας εἰς Θήβας ἤνεγκε. καὶ συνῆν αὐτῷ τὰ ἐρωτικὰ, πρῶτος ἐν ἀνθρώποις τὴν ἀρρενοφθορίαν εὑρὼν, καθὼς δὴ καὶ ὁ Ζεὺς ἐν θεοῖς τὸν Γανυμήδην ἁρπάσας. ὁ δὲ Πέλοψ μαθὼν τοῦτο κατηράσατο τῷ Λαΐῳ μηδέποτε μὲν παῖδα τεκεῖν, εἰ δ’ ἄρα καὶ συμβαίη, ὑπ’ αὐτοῦ τοῦτον ἀναιρεθήσεσθαι. διὰ ταῦτα πολὺν ἤδη χρόνον ὁ Λάϊος ἄπαις ὢν παραγίνεται εἰς Πυθίαν καὶ παίδων αἰτεῖ γονήν. καὶ ἀκούει τοιόνδε χρησμὸν,
Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς;
ὡντινῶν θεσπισμάτων τῇ τῆς γυναικὸς Ἰοκάστης ἐπιθυμίᾳ καὶ ἡδονῇ ὥσπερ ἐκλαθόμενος Λάϊος, ἢ, ὥς τινές φασι, μιᾷ τῶν ἡμερῶν βαρυνθεὶς τῷ οἴνῳ καὶ συνελθὼν τῇ αὐτοῦ γυναικὶ Οἰδίποδα σπείρει. καὶ μετὰ τὸ τεχθῆναι αὐτὸν, ἀναπεμπάσας τοὺς χρησμοὺς καὶ φόβον λαβὼν, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσέους κρίκους διαπερονησάμενος ῥίπτει διὰ τῶν οἰκείων βουκόλων εἰς τὸ ὄρος τὸν Κιθαιρῶνα, ὡς ὑπὸ θηρίων ἐνταῦθα ἀναιρεθησόμενον. ἔτυχε δὲ κατ’ ἐκεῖνο καιροῦ καὶ τοὺς Πολύβου νομέας, βασιλέως Κορίνθου, βόσκειν ἐκεῖ· οἳ καὶ τὸ βρέφος εὑρόντες καὶ ἀνελόμενοι φέρουσι πρὸς τὴν Πολύβου γυναῖκα Μερόπην. ἦν γὰρ ἀπαιδίαν δυστυχοῦσα· καί πως πείθει τὸν ἄνδρα Πόλυβον αὐτὴ τοῦτο τεκεῖν. ἀνδρωθεὶς δὲ ὁ παῖς καί τινι τῶν ἐκεῖ συνελθὼν εἰς ἔριν, οἷα δὴ γίνεται, ὡς οὐκ εἴη Πολύβου παῖς, ὄνειδος ἔσχε παρ’ αὐτοῦ. ὅθεν ἀναστὰς ἀφικνεῖται πρὸς τὸν Ἀπόλλω πευσόμενος περὶ τούτου, καὶ ὡς ἔσται φονεὺς τοῦ πατρὸς μανθάνει, καὶ ὡς τῇ τεκούσῃ συνέσοιτο, ταυτὶ μόνα· τίνες δὲ εἶεν αὐτῷ οἱ γονεῖς σαφῶς οὐ μανθάνει. ἐπανιὼν δὲ ἐκεῖθεν ὑπήντησε τῷ Λαΐῳ, ἀφικνουμένῳ καὶ αὐτῷ πρὸς Ἀπόλλω, ἐφ’ ᾧ περὶ τοῦ ἐκτεθέντος παιδὸς γνῶναι εἰ τέθνηκε. καὶ ὁ τοῦ Λαΐου θεράπων αὐτῷ κελεύει μικρὸν ὑποχωρῆσαι τῷ βασιλεῖ. Οἰδίπους δὲ ὑπεροψίᾳ κρατούμενος καὶ τοῦτο μηδὲν ἐνεγκὼν κτείνει τε τὸν θεράποντα καὶ σὺν αὐτῷ τὸν δεσπότην, οὐκ εἰδὼς ὡς πατροκτόνος γέγονεν, ἑνὸς μόνον τῶν συνεπομένων Λαΐῳ διαφυγόντος, ὃς δὴ καὶ τὸν φόνον ὕστερον διεσάφησεν, ὥς φησι Σοφοκλῆς ἐν Οἰδίποδι τυράννῳ. τότε οὖν Οἰδίπους τοὺς τοῦ Λαΐου ἵππους λαβὼν καὶ πάντα τὰ αὐτοῦ καταλαμβάνει τὴν Κόρινθον, καὶ διδοὺς ταῦτα πάντα Πολύβῳ τροφὰς ἐκεῖθεν ἀναχωρεῖ, τὸν
τέξεις μὲν φίλον υἱὸν, ἀτὰρ τόδε σοι μόρος ἔσται,
παιδὸς ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε
Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας,
οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα.Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία μορφὴ,
οὗπερ ἀγνοουμένου ἐκήρυξε Κρέων ὁ ἀδελφὸς Ἰοκάστης τῆς βασιλίσσης ὡς ὅστις εὕροι τὸ αἴνιγμα, τούτῳ συνάψειν τὴν ἀδελφήν. Οἰδίπους δὲ, ὡς ἔφημεν, διάγων ἐκεῖ τότε, ἀκούσας τὰ κηρύγματα λύει τε τὸ αἴνιγμα τῆς Σφιγγὸς καὶ τὴν μητέρα οὐκ εἰδὼς εἰς γυναῖκα λαμβάνει. ἔλυσε δὲ οὕτως, ὥς φασι
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα μένος γυίοισιν ἀφαυρότερον πέλει αὐτοῦ·Κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων,
ἀκούσασα δὲ τὴν λύσιν ἡ Σφὶγξ ἑαυτὴν ἀναιρεῖ παραχρῆμα ῥίψασα τοῦ ἀέρος. Οἰδίπους δὲ συνὼν τῇ μητρὶ καὶ παῖδας ἐξ αὐτῆς φύσας τέσσαρας, ἄρρενας μὲν Ἐτεοκλέα καὶ Πολυνείκην, θηλείας δὲ Ἀντιγόνην καὶ Ἰσμήνην, ὡς ἔγνω τὸ μίασμα ὕστερον, ἐτύφλωσεν ἑαυτόν. Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης, θέλοντές πως ἀφανίσαι τὸ ὄνειδος, κατακλείουσιν αὐτὸν ἐν οἰκίσκῳ, ἵν’ ὑπὸ μηδενὸς θεωρούμενος εἰς λήθην ἥξοι τὸ κατ’ ἐκείνου. καὶ ὃς τοῦτο ὑπεραλγήσας ἀρᾶται τούτοις τὴν βασιλείαν σιδήρῳ μερίσαι. οἱ δὲ τὰς τοῦ πατρὸς ἀρὰς δεδιότες μηχανῶνται τοιόνδε· ἔχεσθαι τῆς ἀρχῆς ἕνα παρ’ ἕνα καὶ ταύτης παραχωρεῖν θατέρῳ θάτερον. ὁ τοίνυν Ἐτεοκλῆς, ἅτε πρῶτος ὢν τοῦ ἀδελφοῦ, καὶ πρῶτος τῆς ἀρχῆς ἥψατο, Πολυνείκης δὲ ὑπεχώρησε, καὶ τελεσθέντος ἐνιαυτοῦ ἀφίκετο πρὸς τὸν ἀδελφὸν, αἰτῶν καὶ αὐτὸς ἄρξειν ἐνιαυτόν. Ἐτεοκλῆς δὲ οὔτε ἐξέστη τῆς ἀρχῆς καὶ ἄτιμον τὸν ἀδελφὸν ἀπέπεμψεν· ὃς καὶ πλανώμενος ἦλθεν εἰς Ἄργος, καὶ τὴν τοῦ βασιλέως Ἀδράστου λαβὼν θυγατέρα πείθει τὸν κηδεστὴν συνάρασθαι τούτῳ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν, καὶ πλείστην ὅσην παραλαβὼν στρατιὰν ἐπιστρατεύει τῷ ἀδελφῷ. ὅπως δὲ ἡ μήτηρ ἐθέλουσα πρὸ τῆς συμπλοκῆς διαλλάξαι τοὺς παῖδας οὐδὲν ἴσχυσε, καὶ ὡς ἔχρησε Τειρεσίας, εἰ ὁ τοῦ Κρέοντος υἱὸς Μενοικεὺς ἀνέλοι ἑαυτὸν ἐπὶ τὸν τοῦ δράκοντος φωλεὸν, κρατήσειν Ἀργείων Θηβαίους, καὶ ὡς γέγονε ταῦτα, καὶ οἱ τῶν Ἀργείων ἡγεμόνες πεπτώκασι πάντες πλὴν Ἀδράστου, καὶ ὡς μονομαχήσαντες πρὸς ἀλλήλους Ἐτεοκλῆς καὶ Πολυνείκης ὑπ’ ἀλλήλων ἑκάτεροι ἀνῃρέθησαν, καὶ ὡς ἐλθοῦσα πρὸς αὐτοὺς Ἰοκάστη καὶ τεθνηκότας εὑροῦσα συναπέσφαξεν ἑαυτὴν καὶ ὡς Κρέων ἁψάμενος τῆς ἀρχῆς Ἐτεοκλῆν μὲν θάπτει, Πολυνείκην δὲ ἄταφον εἴασε, καὶ Οἰδίπουν τῆς πόλεως ἐξήλασε, πάντα ταῦτα Εὐριπίδης ἔνδον κατὰ λεπτὸν διηγεῖται.
φωνῆς ἡμετέρης, σὸν τέλος ἀμπλακίης.
ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει,
πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων·
γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει,
αὐχένα φορτίζων, γήραϊ καμπτόμενος.
Ἔστι δὲ τὸ παρὸν δρᾶμα τῶν ἄγαν ἐξαιρέτων, διανοίαις καὶ γνώμαις πολλαῖς καὶ καλαῖς καὶ ποικίλαις ἀνθοῦν καὶ μεταχειρίσει ἀρίστῃ, καὶ διὰ πάντων ἀκμάζον, εἰ καὶ ἀπίθανον ἔχει τὴν εἰς Θήβας
Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς;
δώσω τοι φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται,
παιδὸς ἑοῦ χείρεσσι λιπεῖν φάος. ὣς γὰρ ἔνευσε
Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας,
οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα.
Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνὴ,
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.
Λάϊος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἡξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὐτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάϊος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι.
Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πζ′, ὧν τελευταῖος τὸν αὐτὸν ἀεὶ δυστυχῆ καθεστάναι.
ἐπὶ τῷ τέλει δὲ κορωνίς.
Σύστημα προκαταστατικὸν τῶν ἑξῆς ἀλλοιοστρόφων συστημάτων, στίχων ἰαμβικῶν τριμέτρων ιε′. ἐπὶ τῷ τέλει παράγραφος.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀνομοιόστροφα κυρίως, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα γ′. τὸ α′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων τετάρτων δύο καὶ σπονδείου. τὸ β′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον ἐξ ἀντισπάστου καὶ διιάμβου. τὸ γ′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι γ′, εἶτα παράγραφος.
Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ γ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου α′. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ τροχαϊκὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου· εἰ δὲ βούλει, παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ′ καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.
Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ σπονδείου. τὸ β′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος α′ καὶ δακτύλου. τὸ γ′ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ. τὸ δ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν καθαρὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.
Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. Bar.
Ἡ πέμπτη αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος, παίωνος β′ καὶ συλλαβῆς. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ γ′ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ ἀναπαιστικὸν δίμετρον ἀκαταλήκτον· εἰ δὲ βούλει, προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. B.
Ἡ ἕκτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους· τὰ γὰρ δ′ δίμοιρα τῶν ἕξ. τὸ β′ ὅμοιον ἑφθημιμερές. τὸ γ′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ δ′ ἴαμβος τρίμετρος. ἐπὶ τῷ τέλει παράγραφος.
Ἡ ἑβδόμη αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἴαμβος τρίμετρος. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον εἰς δισύλλαβον. τὸ γ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ′ ὅμοιον τῷ πρώτῳ. τὸ ε′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάσσονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ ἰάμβου. ἐπὶ τῷ τέλει παράγραφος.
Ἡ ὀγδόη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους. τὸ β′ ὅμοιον πενθημιμερές· εἰ δὲ βούλει τὸ ι′ βραχὺ, ἔστω παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος α′ καὶ ἀναπαίστου. τὸ γ′ ὅμοιον τῷ α′, καταληκτικὸν εἰς δισύλλαβον. τὸ δ′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, παίωνος δ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος. Bar.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.
Ἡ ἐνάτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς, δακτύλου ἀρχομένου. τὸ β′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ′ καὶ δακτύλου, ἢ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ γ′ ὅμοιον ἡμιόλιον. τὸ δ′ ἴαμβος τρίμετρος. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. Bar.
. Ἡ δεκάτη αὕτη στροφὴ ἑτέρως μέν ἐστιν ἐσχηματισμένη, ὡς ἄνω τεθέντος τοῦ προσώπου, κώλων δέ ἐστιν η′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ ὅμοιον καταληκτικὸν εἰς δισύλλαβον. τὸ γ′ ὅμοιον πενθημιμερὲς ἐκ δύο προκελευσματικῶν, ἤτοι γ′ τριβραχέων. τὸ δ′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰάμβου καὶ ἀναπαίστου καὶ δύο χορείων· εἰ δὲ βούλει, ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παιώνων δευτέρου καὶ πρώτου, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χορείου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον Στησιχόρειον. τὸ ζ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ δύο ἀντισπάστων καὶ ἰάμβου. τὸ η′ ὅμοιον ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι ε′, εἶτα παράγραφος. Bar.
Ἡ ἑνδεκάτη αὕτη στροφὴ ἑτέρως μέν ἐστιν ἐσχη ματισμένη κατὰ τὸ τέλος, κώλων δέ ἐστιν ἕξ. τὸ α′ δακτυλικὸν ἑφθημιμερές. τὸ β′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ ἐπιτρίτου α′. τὸ γ′ ὅμοιον καταληκτικόν· εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ′ ὅμοιον ἐκ χοριάμβου καὶ ἀμφιβραχέος· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερές. τὸ ε′ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον· εἰ δὲ βούλει, ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ϛ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ′ καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος.
Σύστημα κατὰ περικοπὴν ἴαμβοι γ′, εἶτα παράγράφος. τὸ παρὸν σύστημα ἄλλως ἐστὶν ἐσχηματισμένον, ὡς ἄνω τιθέντος τοῦ προσώπου. οὕτω δὲ χρὴ τὸν δεύτερον στίχον γράφειν, ὡς διωρθώθη παρ’ ἡμῶν, ἵν’ ᾖ τέλειος ἴαμβος, καὶ μὴ τὸ Καπανεὺς μόνον κείμενον εἴη, ὡς πολλαχοῦ εὕρηται. Bar.
Ἡ δωδεκάτη αὕτη στροφὴ κώλων ἐστὶ ιδ′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ καὶ ἰωνικοῦ. τὸ β′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ σπονδείου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, ἀντισπάστου καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ χοριάμβου. τὸ ε′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ′ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, ἐπιτρίτου γ′ καὶ τροχαίου. τὸ η′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ὃ καλεῖται Σαπφικὸν, ἢ Ἱππωνάκτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ τρίτου καὶ συλλαβῆς. τὸ θ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου πρώτου, χοριάμβου καὶ ἀμφιβραχέος. τὸ
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων θ′. ἐπὶ τῷ τέλει κορωνὶς διὰ τὸ εἰσέρχεσθαι τὸν χορὸν καὶ ὑποχωρεῖν τοὺς ὑποκριτάς.
Τὰ παρόντα εἴδη ἑτέρως εἰσὶν ἐσχηματισμένα· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ [καὶ μερικὰ] κατὰ σχέσιν ἄτακτα, καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. εἰσὶ δὲ τὰ κατὰ σχέσιν μιᾶς στροφῆς. εἰσὶ γοῦν τῆς μονοστρόφου στροφῆς τὰ κῶλα λϛ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου, διαλελυμένης τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας, καὶ διιάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ συλλαβῆς. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, περίοδος ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου. τὸ δ’ ὅμοιον ἐκ δισπονδείου καὶ βακχείου. τὸ ε′
Τῆς δὲ κατὰ σχέσιν στροφῆς εἰσιν ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ τὸ μὲν θ′ καὶ τὸ ια′ τροχαϊκὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, ἃ καλεῖται κυρίως Εὐριπίδεια, ἢ ληκύθια, τὸ δὲ ι′ ὅμοιον τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ μέντοι τῆς ἀντιστροφῆς ἔνατον κῶλον οὐ καλῶς ἔχον θούριος μολὼν Ἄρης
ἔφη. ἐπὶ ταῖς ἀποθέσεσι τῆς μονο στρόφου στροφῆς τῶν συστημάτων καὶ ἐπὶ τῷ ϛ′ τῆς κατά σχέσιν στροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τῆς ἀντιστροφῆς κορωνίς.
Ἰστέον δὲ ὅτι τῷ τοιούτῳ χρῶνται οἱ ποιηταὶ σχηματισμῷ ἐν τοῖς χοροῖς, τὰ μὲν μονοστρόφως καὶ κατὰ συστήματα ἐκφέροντες, τὰ δὲ κατὰ σχέσιν, ὅτε διηγηματικὸν ποιοῦσι τὸν λόγον. τούτου τοῦ σχήματός ἐστι παρὰ μὲν Σοφοκλεῖ τὸ Τελαμώνιε παῖ τῆς ἀμφιῥυτοῦ Σαλαμῖνος
ἐν Αἴαντι, παρὰ δὲ Αἰσχύλῳ ἐν ἑπτὰ ἐπὶ Θήβαις τὸ θρέομαι φοβερὰ μεγάλ’ ἄχη.
ἐν δ’ Ἀγαμέμνονι ὀνομαζομένῳ δράματι αὐτοῦ τὸ δέκατον μὲν ἔτος τόδ’, ἐπεὶ Πριάμου μέγας ἀντίδικος Μενέλαος ἄναξ.
Bar.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων καὶ κώλων ι′. ὁ α′ καὶ ὁ β′ ἴαμβοι τρίμετροι. τὸ γ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ δ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ε′ ἐκ διιάμβου, ἐπιτρίτου δευτέρου καὶ βακχείου. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐκ δύο ἀντισπάστων, τοῦ πρώτου καθαροῦ, τοῦ δευτέρου ἑξαβράχεος. τὸ ζ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ η′ ἀντισπαστικὸν δίμετρον, ὅμοιον τῷ ϛ′, ἐξ ἀντισπάστου καὶ διτροχαίου. τὸ θ′. . . ἐκ παίωνος τρίτου καὶ ἰωνικοῦ, διὰ τὴν ἀδιάφορον. τὸ ι′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς πενθημιμεροῦς. ἐπὶ τῷ τέλει παράγραφος.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, μονόστροφα καὶ μετρικὰ ἄτακτα καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. ἔστιν οὖν ἡ παροῦσα στροφὴ κώλων νη′. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β′ ἰαμβικὸν ῾εφθημιμερές. τὸ γ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ χοριάμβου· κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης.
τὸ ια′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ ἰάμβου. τὸ ιβ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ′ ἰαμβικὸν τρίμετρον ὅμοιον τῷ α′. τὸ ιδ′ καὶ ιε′, ὅμοια τῷ β′ ἰαμβικά. τὸ ιϛ′ τροχαῖκὸν, ὅμοιον τῷ η′, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ ιζ′ ἰαμβικὸν, ὅμοιον τῷ β′. τὸ ιη′ ἰωνικὸν, ὅμοιον τῷ ιϛ′, ἐκ παίωνος τετάρτου καὶ διτροχαίου. τὸ ιθ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου. τὸ κ′ ἰαμβικὴ βάσις, ὅμοιον τῷ ε′. τὸ κα′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πεντασυλλάβου καὶ ἰάμβου, διὰ τὸ ἀδιάφορον· εἰ δὲ βούλει, καταληκτικὸν ἐξ ἀντισπάστου, παίωνος πρώτου καὶ δακτύλου. τὸ κβ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ μολοσσοῦ. τὸ κγ′ καὶ κδ′ τροχαϊκὰ ἰθυφαλλικά. τὸ κε′ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ διιάμβου. τὸ κϛ′ ὅμοιον, ἐξ ἀντισπάστου πεντασυλλάβου
Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων σγλ′, ὧν ὁ τελευταῖος καὶ ξύμβασίν τιν’ Οἰδίπου τέκνοις δότε.
ἐπὶ δὲ τῷ τέλει ὁμοίως παράγραφος· οὐ γὰρ ἐξῆλθον οἱ ὑποκριταί. Bar.
Τροχαϊκοὶ στίχοι τετράμετροι ν′, ὧν τελευταῖος ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
ἐπὶ τῷ τέλει κορωνίς. ἐχρήσατο δὲ ἐνταῦθα τῷ τροχαϊκῷ μέτρῳ διὰ τὸ μετὰ ὀργῆς καὶ ὁρμῆς τινος καὶ σπουδῆς εἰσιέναι τὸν Ἐτεοκλέα. Bar.
Τὰ τοιαῦτα εἴδη τοῦ χοροῦ καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα τριὰς ἐπῳδική. τὰ κῶλα δὲ τῆς μὲν στροφῆς κ′, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ δευτέρου ποδὸς χορείου. ἐχρήσατο τῷ τοιούτῳ μέτρῳ ἐνταῦθα διὰ τὴν τοῦ Κάδμου κίνησιν. τὸ β′ ὅμοιον ἱωνικὸν ἀπ’ ἐλάττονος ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου. τὸ γ′ ὅμοιον τῷ α′ δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος πρώτου, ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ συλλαβῆς· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἀναπαίστου.
Τῆς ἐπῳδῆς ταύτης τὰ κῶλα ιϛ′. τὸ α′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ β′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.
Αἱ συστηματικαὶ αὗται περίοδοι καὶ οἱ ἑξῆς ἀμοιβαῖοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι κδ′, ὧν τελευταῖος προσευξόμεσθα τήνδε διασῶσαι πόλιν.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται τριὰς ἐπῳδικὴ, ὡς εἴρηται. οὕτω δὲ χρὴ γράφειν τά τε κῶλα καὶ τοὺς στίχους ὡς διωρθώθη παρ’ ἐμοῦ· ἀτάκτως γὰρ ἦσαν καὶ ἀναρμόστως ἐν τοῖς ἀντιγράφοις κείμενα, καὶ πολύν μοι παρέσχον πόνον εἰς τάξιν ταῦτα καὶ ἁρμονίαν μετενεγκεῖν. τὰ μὲν γὰρ ἦσαν δακτυλικὰ, τὰ δὲ ἀναπαιστικὰ κῶλα, οὐ μὴν δὲ καὶ κατὰ λόγον κείμενα. ἀλλ’ εἴ τις ὀρθῶς λογίζοιτο, καλῶς ἂν εὕρῃ ταῦτα διορθωθέντα. ἔστι τοίνυν τῆς στροφῆς τὰ κῶλα καὶ οἱ στίχοι ιζ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τὰ πάντα μέντοι δακτυλικά. τὸ α′ τετράμετρον ἀκατάληκτον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. ὁ β′ καὶ ὁ γ′ καὶ ὁ δ′ ἑξάμετροι. τὸ ε′ ὅμοιον τῷ α′. ὁ ϛ′, ὁ ζ′, ὁ η′ καὶ ὁ θ′ πάλιν ἑξάμετροι. τὸ ι′ ὅμοιον τῷ α′. τὸ ια′ ἑξάμετρον, τὸ ιβ′ δίμετρον, τὸ ιγ′, τὸ ιδ′, τὸ ιε′ καὶ τὸ ιϛ′ ὅμοια τῷ α′. τὸ ιζ′ ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.
Αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν· ἔστι δὲ τὸ ᾆσμα στροφῆς μιᾶς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς κδ’, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά σύνθετον, ἤτοι ἀσυνάρτητον, ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου. ἥνωσε δὲ ταῦτα ἐνταῦθα, ὡς ἐμοὶ δοκεῖ, δυοῖν ἕνεκα, κινήσεώς φημι καὶ στάσεως· ὡς μὲν γὰρ ἐξ ὄρους φοιτώσης τῆς Σφιγγὸς, τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ, ὡς δ’ ἐν τοῖς τείχεσι καθημένης καὶ φθεγγομένης, ὅπερ στάσεώς ἐστι, τῷ ἰαμβικῷ· καὶ ἐν τοῖς ἑξῆς δὲ τούτοις τοῖς μέτροις διῃρημένως ἐχρήσατο. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν ἡμιόλιον ἐκ δισπονδείου καὶ ἡμίσεος ἀντισπάστου, ἤτοι ἰάμβου. τὸ δ’ ἰαμβικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ σύνθετον ἐκ δύο τροχαϊκῶν πενθημιμερῶν· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τρίτου καὶ ἰάμβου, ἢ πυρριχίου. τὸ ϛ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον, ἐξ ἐπιτρίτων πρώτου καὶ τετάρτου καὶ συλλαβῆς. τὸ ή ἰαμβικὸν ἑφθημιμερές. τὸ θ′ καὶ ί ἰθυφαλλικὰ, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος τετάρτου καὶ ἀμφιβράχεος. τὸ ιά τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ δ’ χορείων. τὸ ιβ’ ὅμοιον ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου καὶ δευτέρου ποδὸς χορείου. τὸ ιγ′ τροχαϊκὸν ἰθυφαλλικὸν καθαρόν. τὸ ιδ′ καὶ ιέ ἰαμβικὰ ὅμοια τῷ δ’. τὸ ις′ ὅμοιον τῷ ιγ′. τὸ ιζ′ καὶ ιή ὅμοια τῷ δ’ ἰαμβικά. ἐλλιπῆ δὲ ὄντα τὰ κῶλα πρὸς τὰ τῆς ἀντιστροφῆς ἀνεπληρώθη παρ’ ἐμοῦ ὁμοίαις λέξεσι. τὸ ιθ′ τροχαϊκὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ κ′ τροχαϊκὸν ἑφθημιμερὲς τοῦ πρώτου ποδὸς χορείου. τὸ κά ἰθυφαλλικόν. τὸ κβ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου τετάρτου καὶ παίωνος πρώτου. τὸ τῆς στροφῆς δὲ κῶλον πεντασύλλαβον
Αἱ ἑξῆς αὗται περίδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σιέ, ὧν τελευταῖος θανοῦσα δ’ αὐτοῖς συνθανοῦσα κείσομαι.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν. ἔστι δὲ τὸ παρὸν ᾆσμα μιᾶς στροφῆς, τὰ κῶλα δὲ τῆς μὲν στροφῆς ιέ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον. τὸ β′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ὅμοιον τῷ ά, ἐξ ἀναπαίστων, οὐκ ἐκ σπονδείων, ὡς ἐκεῖνο. τὸ δ’ τροχαϊκὸν ἰθυφαλλικὸν ἐκ τριῶν χορείων. τὸ ζ’. τροχαϊκὸν πενθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, παιωνικὸν ἡμιόλιον. τὸ ή ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ θ′ ὅμοιον ἀντισπαστικὸν ἡμιόλιον. τὸ ί καὶ ιά ὅμοια τῷ ζ′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ′ ὅμοιον καταληκτικὸν ἑφθημιμερές. τὸ ιδ’ ἰαμβικὸν ὅμοιον πενθημιμερὲς, ἐκ δύο χορείων, καὶ συλλαβῆς. τὸ ιέ ὅμοιον δίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου, τοῦ δὲ δευτέρου ἀναπαίστου. ἑξῆς δὲ μετὰ τὰ κῶλα τῆς ἀντιστροφῆς ἐν ἐκθέσει σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν δύο. ἐχρήσατο δὲ τούτῳ διὰ τὴν σπουδὴν τοῦ Κρέοντος καὶ τοῦ δρόμου. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς σαύτως, τοῦ δὲ συστήματος κορωνίς.
Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων κέ. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἑτερόστροφα· εἰσὶ δὲ τοῦ μὲν πρώτου συστήματος στίχοι τροχαϊκοὶ, διὰ τὴν τοῦ ἀγγέλου σπουδὴν, τετράμετροι καταληκτικοὶ έ.
Ἡ ἑξῆς στροφὴ κώλων β′. τὸ ά ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. τὸ β′ σύνθετον ἐκ δύο παιωνικῶν ἡμιολίων.
Τὸ ἑξῆς σύστημα στίχων ἰαμβικῶν τριμέτρων γ.
Ἡ ἑξῆς στροφὴ κώλων β′. τὸ ά ἐπιχοριαμβικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου τετάρτου, χοριάμβου καὶ κρητικοῦ. τὸ β′ ἴαμβος τρίμετρος.
Τὸ ἑξῆς σύστημα στίχων ἰαμβικῶν τριμέτρων γ′.
Ἡ τελευταία στροφὴ κώλων β′. τὸ ά ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου ἑξασυλλάβου καὶ διιάμβου, διὰ τὴν ἀδιάφορον. τὸ β’ ὅμοιον τρίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διιάμβου, διτροχαίου καὶ συλλαβῆς. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ συστημάτων παράγραφος.
Αἱ περίοδοι αὗπαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρκή, ὧν τελευταῖος τῇδ’ ἐξέβησαν, οἱ δὲ δυστυχέστατοι.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν έ· ἐπὶ τῷ τέλει παράγραφος.
Τὰ τοιαῦτα εἴδη καλεῖται συστηματικὰ ἐξ ἀνομοίων, κατὰ περιορισμοὺς ἀνίσους, καὶ μετρικὰ ἄτακτα, εἰσὶ δὲ πάντα τὰ τῆς στροφῆς κῶλα νή. τὸ ά προσοδιακὸν τρίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου, ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ διιάμβου. τὸ β′ δακτυλικὸν δίμετρον· οὐδέτερον γάρ ἐστι τὸ ἁβρά, καὶ οὐ θηλυκὸν, ὥς τινες οἴονται. τὸ γ′ ὅμοιον τῷ ά. τὸ δ’ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ έ ὅμοιον τῷ γ′. τὸ ς′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ′ ὅμοιον. τὸ ή δακτυλικὸν τετράμετρον. τὸ θ′ ἰαμβικὸν πενθημιμερές. τὸ ί ὅμοιον τῷ ή. τὸ ιά δακτυλικὸν πενθημιμερές. τὸ ιβ′, τὸ ιγ′, τὸ ιδ’ ὅμοια τῷ ή. τὸ ιέ ὅμοιον τῷ θ′. τὸ ις′ καὶ τὸ ιζ′ ὅμοια
Ἑτέρα στροφὴ δοκεῖ εἶναι αὕτη, ἐπεὶ καὶ τὰ κῶλα ἐνηλλαγμένα ἐστί. συστηματικὰ δέ ἐστι καὶ ταῦτα ἐξ ἀνομοίων. εἰσὶ δὲ πάντα τὰ τῆς στροφῆς λδ′. τὸ ά ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου πρώτου καὶ τροχαίου. τὸ β′ περιοδικὸν δίμετρον καταληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ γ′ ἰαμβικὸν πενθημιμερές. τὸ δ’ χοριαμβικὸν δίμετρον κατα ληκτικὸν ἐκ χοριάμβου καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ έ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ς′ ὅμοιον τῷ δ’. τὸ ζ′ ὅμοιον, τοῦ δευτέρου ποδὸς προκελευσματικοῦ τετραβράχεος· εἰ δὲ βούλει, τροχαϊκὸν ἰθυφαλλικὸν τοῦ δευτέρου καὶ τοῦ τρίτου ποδὸς χορείου. τὸ ή ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον ἐξ ἀντισπάστου καὶ βραχείου. τὸ θ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ χοριάμβου. τὸ ί ἀναπαιστικὸν πενθημιμερές· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ ἀναπαίστου. τὸ ιά χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ δύο χοριάμβων. τὸ ιβ′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου, ἰωνικοῦ καὶ ἰάμβου. τὸ ιγ′ ἰαμβικὸν πενθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου τριβράχεος. τὸ ιδ’ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ δακτύλου. τὸ ιέ ἰαμβικὸν ὅμοιον τῷ έ. τὸ ις′ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ δύο ἱωνικῶν ἀπ’ ἐλάττονος καὶ συλλαβῆς. τὸ ιξ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ή ὅμοιον τῷ έ, τοῦ πρώτου ποδὸς χορείου. τὸ ιθ’ παιωνικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ κά ὅμοιον. τὸ κβ ἀντισπαστικὸν ὅμοιον τῷ ή. τὸ κγ′ δακτυλικὸν δίμετρον· εἰ δὲ βούλει, χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ κδ’ ὅμοιον τῷ κά· ἔστω δὲ, εἰ βούλει, ἀμφότερα χοριαμβικὰ καθαρὰ δίμετρα ὑπερκατάληκτα. τὸ κέ ἀναπαιστικὴ βάσις· δι’ ἑνὸς γὰρ τ’ ὀφείλει γράφεσθαι. τὸ κς′ τροχαϊκὸν πενθημιμερές. τὸ κζ′ περίοδος ἐκ τροχαϊκῆς συζυγίας, τοῦ πρώτου ποδὸς χορείου, καὶ ἰαμβικῆς. τὸ κη ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ τετάρτου ποδὸς ἀναπαίστου. τὸ κθ′ ἀντισπαστικὸν
Τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα συστηματικὰ, ἔστι δὲ τὰ κῶλα τῆς παρούσης στροφῆς ζ′. τὸ ά ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ β′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον καθαρόν. τὸ δ’ χοριαμβικὸν δίμετρον καταληκτικὸν καθαρόν· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ έ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον.
Ὦ tὴν ἐν ἄστροις
: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
Ἄλλως. παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι προέταξεν ἐν Ἠλέκτρᾳ ὁ Σοφοκλῆς τὸ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ.
Ἄλλως. ὦ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζωδιακοῦ κύκλου· ὅτι γὰρ ἄστρα τοὺς οἴκους φασὶ τοῦ ζωδιακοῦ κύκλου Ἄρατος εἴρηκεν,
αὐτὰρ ἑκάστη
- A.
B.
C.
M.
I.
ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.
ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουισιν.
ὦ τὴν ἐν ἄστροις
: ταῦτα πάντα πρὸς τὸν ἥλιον ἀποτείνει Ἰοκάστη δυσχεραίνουσα διὰ τὰ συμβάντα. Gu.
χρυσοκολλήτοισιν
: χρυσοκολλήτῳ, ἐκ χρυσοῦ ἡρμοσμένῳ, ἀντὶ τοῦ χρυσοειδεῖ. Gr. Flor. 5.
6.
9.
21.
56.
59.
76.
Mosq.
ἐμβεβώς
: ἐπιβεβηκώς. Gr. Florr. iidem. ἐποχούμενος. Gu. Fl. 33.
θοαϊς ἵπποισι
: λείπει ἡ σύν, ἵν’ ᾖ σὺν θοαῖς ἵπποισι. καὶ παρ’ Ὁμήρῳ αὐτῇ κεν γαίῃ ἐρύσαιμι,
καὶ ἐν Βάκχαις αὐτῇσιν ἐλάταις,
καὶ ἐν Ἱππολύτῳ αὐτῇσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
καὶ ἐστὶν Ἀττικὴ ἡ συνήθεια. ἔδει δὲ ἐκ τοῦ ἐπικρατοῦντος ἀρσενικὼς τὰν ἵππον,
καὶ ἐν Ἱππολύτῳ αἱ δ’ ἐνδακοῦσαι στόμια,
καὶ παρ’ Ὁμήρῳ αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
A.
B.
C.
M.
I.
εἱλίσσων
: ἐπειδὴ κυκλοτερὴς ὁ οὐρανὸς, ἢ ἐπειδὴ ἑλικοειδὴς ὁ ζωδιακὸς κύκλος, καθ’ ὃν φέρεται ὁ ἥλιος. A.
C.
M. στρέφων, παράγων τὴν ἀκτῖνα. M. στρέφων, περιφέρων. Gr. Fl. 5.
6.
9.
21.
56.
59.
76.
Mosq. στρέφων, περιελαύνων, περιάγων. Fl. 33. διὰ συστροφῆς ποιῶν. Gu.
φλόγα
: τὰς ἀκτῖνας. Gr. Florr.
Mosq.
ὡς δυστυχῆ
: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ ἡλίου δυστυχῆ καλῶν. πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος ἀποφαίνει πονηράς τινας τῶν ἡμερῶν; Ἄλλως. οἱ κακοδαιμονοῦντες καὶ τὰς πρώην εὐδαιμονίας ἀτυχίας νομίζουσι, τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι. A.
B.
M.
I.
ὡς δυστυχῆ
: καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα.
καὶ ἐν Ὀρέστῃ σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν ἀπώλεσάς με.
κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ἀρχεκάκους,
καὶ Εὔμαιος συμπαθῶς ἔχων πρὸς τὸν Ὀδυσσέα φησὶν ὣς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι,
καίτοι τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως γενεαλογήσαντι· εἰ μὲν γὰρ ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέγειν, ἐχρῆν τὴν ἐκ Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ ἐκ τῆς ὑπογύου ἀρχῆς, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος, ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων, πολλὰς ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι κύνες διεσπάσαντο, Πενθέα τε τὸν υἱὸν Ἀγαυὴ, Σεμέλην τε ἐκεραύνωσεν ὁ Ζεὺς, καὶ τὸν Ἰνοῦς υἱὸν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθάμας ἀπέκτεινε, Μελικέρτης
ὡς δυστυχῆ
: λίαν ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ ἐν ἐκείνῃ, ὅτε ὁ Κάδμος τὴν οἰκίαν καταλιπὼν ἦλθεν ἐνταῦθα δυστυχῆ ἀκτῖνα ἐφῆκας, ἀνέτειλας. M. δυστυχῆ ἀκτῖνα λέγει οὐ δι’ ἑαυτὴν, ἀλλὰ διότι ἐν αὐτῇ ἐγένετο ἡ ἀρχὴ καὶ ἡ αἰτία τῆς δυστυχίας αὐτῶν. Gr.
Bar.
Mosq.
Θήβαισι
: νῦν οὕτω καλουμέναις. Gu.
τῇ τόθ’ ἡμέρᾳ
: κατὰ τὴν τότε ἡμέραν, ἡνίκα ὁ Κάδμος ἦλθεν εἰς τὴν γῆν τήνδε. Gr. Florr.
ἐφῆκας
: ἐπέβαλες, ἀνέτειλας. ἐμφαντικὸν δὲ πάνυ τὸ ἀκτῖν’ ἐφῆκας. M. ἐφῆκας ταῖς Θήβαις, ἤγουν ἐπάνω τῶν Θηβῶν ἀφῆκας. Gr. Florr.
Κάδμος ἡνίκ’ ἦλθε
: λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος δὲ καὶ Ἀντιόπης τῆς Βήλου Κάδμος, Κίλιξ, Φοῦνιξ, ἀφ’ οὗ οἱ Φοίνικες. ἐκ Φοίνικος καὶ Τηλέφης τῆς Ἐπιμεδούσης Πείρως, Ἀστυπάλη, Εὐρώπεια, Φοινίκη. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν γῆμαι αὐτόν φασι. A.
B.
C.
M.
I.
Κάδμος
: Ἀγήνορος θυγάτηρ Εὐρώπη, ἣν λαβὼν Ζεὺς εἰς Κρήτην ἀγνοίᾳ τοῦ πατρὸς ἤγαγεν. ὁ δὲ περιήρχετο ζητῶν καὶ τοὺς υἱοὺς αὑτοῦ, Κάδμον, Θάσον, Κίλικα καὶ Φινέα, ἀπέστειλε ψηλαφήσαντας μαθεῖν. Κάδμος οὖν τὸν χρησμὸν λαβὼν εἰς τὸ Ἀπόλλωνος ἱερὸν
Φοίνισσαν ἐναλίαν χθόνα
: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν, εἰ δ’ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς φησι Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου,
τουτέστι τῆς Φοινίκης νήσου Τύρου. καὶ Κάδμος ἔμολε τάνδε γᾶν Τύριος.
Ἄλλως. τὴν Τύρον· νησιάζεται γάρ. προληπτικὸς δὲ ὁ λόγος. οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ φησὶν ἦσαν γὰρ Ἀγήνορος κόροι,
—A.
B.
C.
M.
I.
Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται,
φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει.
καὶ Θάσος.
γήμας Κύπριδος
: Δερκύλος Θηβαίου τινὸς, Δράκοντος τοὔνομα, βασιλέως δὲ Θηβαίων, φησὶν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν
γαμεῖ δὲ Λάϊος
: Ἐπιμενίδης Εὐρύκλειαν τὴν Ἐκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάϊόν φασι γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τὴν μητέρα γεγαμηκέναι, καὶ Εὐρυγάνην.
χρόνια
: χρονίως, ἐπὶ πολλὴν παράτασιν χρόνου ἔχων τὴν μετ’ ἐμοῦ συνοίκησιν ἐν τοῖς δώμασιν. Gr.
Cant. ἐκ πολλοῦ χρό νου γήμας με. B.
Gu. Fl. 33.
λέκτρα τἄμ’ ἔχων
: σὺν ἐμοὶ καθεύδων. M.
ὦ Θήβαισιν
: ὦ ὁ ἀνάσσων ἐν ταῖς Θήβαις ταῖς εὐίπποις. Gr.
μὴ σπεῖρε τέκνων ἄλοκα
: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγορῶν, φασὶ, σχιστοὺς λιμένας Ἀφροδίτης καλεῖ ἐν οἷς ἡ τῶν παίδων
ἄλοκα
: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου. μεταφορικῶς δὲ λέγει αὔλακα μὴ σπεῖρε
ἀπὸ τῆς ἀρουμένης γῆς, μὴ συνέρχου τῇ γυναικί. A.
C.
M.
T. μὴ παιδοποίει. M.
δαιμόνων βίᾳ
: κατὰ δυναστείαν τὴν πρὸς τοὺς θεούς. Gr. Florr. iidem. ἄνευ θελήματος τῶν θεῶν. Gu.
τἀμπλάκημα
: τὸ ἁμάρτημα. Gr. Florr. iidem.
τὴν φάτιν
: τὸν χρησμόν. Gr. Florr. iidem. τὴν μαντείαν. Gu. Fl. 33.
λειμῶν’ ἐς Ἥρας
: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας, ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν. ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδὸς, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστι τῆς ἀκροπόλεως εὐαγής τε καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ὅμως ἀνείλοντο τὸ βρέφος, ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῇ νομίσαντες αὐτοῦ ὑπὸ τῆς βασιλείας ἔσεσθαι. A.
B.
C.
M.
I.
σφυρῶν
: διὰ τῶν σφυρῶν, ἤγουν τῶν ἀστραγάλων, ἐλάσας κατὰ τὸ μέσον σιδηρᾶ κέντρα. Gr.
σφυρῶν σιδηρᾶ κέντρα
: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας. Ἄλλως. ὡς θηριώδης, φησὶ, καὶ ἀνόητος ἀνελεῖν μὲν οὐκ ἔμελλε τὸ βρέφος, ὁ δὲ χαλεπῶς ἐλωβήσατο. ῥητέον μὲν οὖν ὅτι τὸ μὲν ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτοῦ κέντροις τὼ
σφυρῶν σιδηρᾶ
: καὶ πῶς τετρημένους ἔχων τοὺς πόδας, ἤτοι τοὺς ἀστραγάλους, εὑρέθη ὑπὸ τῶν βουκόλων ἢ καὶ πρώτης τῆς Μερόπης; καί φασιν ὅτι τῷ κάλλει ἐνικήθησαν τοῦ παιδὸς, ἢ καὶ τὴν ἴασιν εὐμαρῆ ἐνόμισαν ὑπὸ τῆς βασιλίδος ἔσεσθαι. A. rec.
ὅθεν νιν Ἑλλάς
: ἀφ’ οὗ ὁ Οἰδίπους, παρὰ τὸ οἰδεῖν τοὺς πόδας ἐκ τῶν περονῶν. Α.
C.
M. ἡ μὲν Μερόπη πρώτη αὐτὸν ἐκάλεσεν Οἰδίπουν, ἡ δὲ Ἑλλὰς ἀπ’ αὐτῆς διεδέξατο τὸ ὄνομα. A.
B.
C.
M.
Ἑλλάς
: ἐκ Μερόπης παραλαβοῦσα τοὔνομα πρώτης καλεσάσης. Gu.
Πολύβου
: τύραννος καὶ αὐτὸς ἐν ἑτέρῳ μέρει τῆς Βοιωτίας. οἱ δὲ τῆς Κορίνθου φασὶ βασιλέα. A.
C.
M.
T.
ἱπποβουκόλοι
: ἱπποφορβοί. τὸ δὲ βουκόλοι ἀπὸ τοῦ ἐπισήμου ζώου, ὡς τὸ τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.
τινὲς δὲ ἐν λάρνακι βληθέντα καὶ εἰς θάλασσαν ῥιφέντα τὸν παῖδα προσπελασθῆναι τῇ Κορίνθῳ φασί. A.
B.
C.
M.
I. ἀπίθανον δὲ τοῦτο, τοὺς βουκόλους βρέφος ἀνελέσθαι καὶ οὕτω λελωβημένον· ῥητέον ὅτι ἄγροικοι ὄντες τῇ δεσποίνῃ χαριεῖσθαι ἐδόκουν· καὶ γὰρ τὸ εἶδος τοῦ παιδὸς καλὸν ἑώρων. A.
C.
M.
T.
ἱπποβουκόλοι
: ἱπποβουκόλους ἐνταῦθα καλεῖ ἤτοι μεγάλα βουκόλια νέκταρ ἐῳνοχόει.
ἔλαβον δὲ οἱ βουκόλοι τὸ βρέφος ὑπὸ τῆς δεσποίνης αὐτῶν παραγγελθέντες, εἴ που εὕροιεν αὐτῇ ἀγαγεῖν παιδίον ἐκτεθὲν παρὰ τῆς μητρός· ἀπαιδίαν γὰρ ἦν νοσοῦσα, καὶ διὰ τοῦτο φοβουμένη μὴ ὑπὸ τοῦ ἀνδρὸς ἀτιμασθείη νενευκότος πρὸς ἄλλην. ἐποίησε δὲ πιθανὴν τοῦ βρέφους τὸ λελωβημένον εἶναι καὶ οὐχ ὑγιές. Gu.
Bar.
Leid.
δεσποίνης
: ἡ γυνὴ Πολύβου Μερόπη. B.
τὸν ἐμὸν ὠδίνων πόνον
: ἀντὶ τοῦ τὸν πόνον τῶν ἐμῶν ὠδίνων. ἔχει δέ τι τοῦτο παραλλάττον πρὸς τὸ, τὸ ἐμὸν αὐτοῦ πρᾶγμα, καὶ τὰ τοιαῦτα. ἐν μὲν γὰρ ἐκείνοις δυοῖν ὄντων, προσώπου καὶ πράγματος, εἶτα πρωτοτύπου ἀντωνυμίας κατὰ γενικὴν ὀφειλούσης κεῖσθαι ἐπὶ τοῦ προσώπου, διὰ τὴν προσοῦσαν ἑτέραν γενικὴν, κτητικὴ τίθεται πρὸς τὸ πρᾶγμα ἀντωνυμία. ἐνταῦθα δὲ τριῶν ὄντων, προσώπου, καὶ δυοῖν πραγμάτων, τῶν τε ὠδίνων καὶ τοῦ πόνου, καὶ τῶν μὲν ὠδίνων τοῦ προσώπου οὐσῶν, τοῦ δὲ πόνου τῶν ὠδίνων, ὤφειλεν ἡ κτητικὴ ἀντωνυμία ἐπὶ τῶν ὠδίνων κεῖσθαι· οὕτω γὰρ ἂν ἐφαίνετο προδήλως ὅτι αἱ μὲν ὠδῖνές εἰσι τοῦ προσώπου, ὁ δὲ πόνος τῶν ὠδίνων. νυνὶ δὲ ἐπὶ τοῦ πόνου κεῖται, καὶ συγχεῖ καὶ δυσδιανόητον ποιεῖ τὸν λόγον. Gr.
I.
τὸν ἐμὸν ὠδίνων πόνον
: τὸν πόνον, ἤγουν τὸ ἔργον τῶν ἐμῶν ὠδίνων, τουτέστιν ὃν ἐγὼ ὠδινήσασα ἔτεκον. Gr. Fl. 5.
59.
76.
μαστοῖς ὑφεῖτο
: ὑπέβαλεν. εὔηθες δὲ, φασὶν, εἰ λελωβημένον ὑπεβάλετο παιδίον, ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρωμένα.
καὶ πόσιν πείθει
: πείθει τὸν ἄνδρα τεκεῖν αὑτὴν, καὶ ἀναπείθει λέγειν τοῖς ἔξω αὐτοῦ τέκνον εἶναι. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν; ὅτι οὐκ ἤθελε τοῖς ἔξω περὶ αὑτῆς δοῦναι ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλ’ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ἰδοὺ λελωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον οὐκ ἀσινῆ ὄντα. C.
M.
T.
παῖς οὑμός
: παῖς Πολύβου, ἀλλὰ θετός. M.
ἢ γνούς
: γνοὺς ὅτι οὐκ εἴη Πολύβου παῖς γνήσιος, ἀλλὰ νόθος, ἢ μαθὼν παρά τινος τῶν ἡλικιωτῶν ὀνειδίσαντος ὅτι νόθος εἴη. ἔνιοι δέ φασιν εἰς Πυθῶνα
τὸν ἐκτεθέντα παῖδα
: ἤτοι τότε ὀνείρων ταραξάντων αὐτὸν, ἢ ὅτε λοιπὸν ὑπώπτευσεν αὐτὴν τὴν ἡλικίαν τοῦ παιδὸς προκόπτειν. ἐβούλετο γὰρ ἢ τεθνεῶτα αὐτὸν ἀκούσας διάγειν ἀδεῶς, ἢ ζῶντα ἀκούσας φυλάττειν ἑαυτὸν. A.
B.
C.
M.
T.
I.
καὶ ξυνάπτετον πόδα
: καὶ εἰς ταυτὸν τῆς σχιστῆς ὁδοῦ τῆς Φωκίδος συνάπτουσι τὸν πόδα, ἤτοι συντυγχάνουσι τὸν πόδα ἐπὶ τῆς σχιστῆς ὁδοῦ. οὕτως δὲ καλεῖται, ἐπειδὴ σχίζει τὴν ἐπὶ Βοιωτίαν καὶ Θήβας καὶ Ἀττικὴν καὶ Κόρινθον ὁδόν. B.
C.
M.
T.
I. εἰς
καί νιν κελεύει
: καὶ ἐκέλευσεν αὐτὸν ὁ ἡνίοχος τοῦ Λαΐου ὑποχωρεῖν τῷ βασιλεῖ, ὤφειλεν εἰπεῖν· ὁ δὲ ἄλλως ἀρξάμενος ἄλλως ἀποδίδωσι τὸν λόγον, ὥσπερ ἐκ μεταμελείας. Gr.
I.
καί νιν κελεύει
: εἰ δὲ ληφθείη τὸ κελεύει ἀντὶ τοῦ προστακτικῶς ἔφη πρὸς αὐτὸν, σώζεται ὁ λόγος ἅπας ἐπὶ τοῦ αὐτοῦ σχήματος. τὸ δὲ κελεύω πρὸς δοτικὴν μὲν συντάσσεται, ὥσπερ καὶ τὰ τούτου σημαινόμενα, οἷον τὸ προστάσσω καὶ τὸ ὁρίζω, ἐνταῦθα δὲ πρός αἰτιατικὴν συντάσσεται, τῆς πρὸς ἔξωθεν λαμβανομένης. Fl. 21.
τροχηλάτης
: ὁ ἡνίοχος. Πολυφήτην δὲ τὸν κήρυκα τοῦτον Φερεκύδης Πολυποίτην φησί. M.
T. ὁ ἡνίοχος λέγων. Gr.
ὦ ξένε
: καλῶς ἑκατέρῳ περίκειται φρύαγμά τι, Λαΐῳ μὲν διὰ τὸ τῆς ἀρχῆς ἀξίωμα, Οἰδίποδι δὲ, ὅτι βασιλέως υἱὸς ἦν καὶ προπετὴς ὡς νέος, καὶ ὁδοῦ τῆς πᾶσι κοινῆς εἴργετο. C.
M.
ἐκποδὼν μεθίστασο
: ὑποχώρει. Gr. Fl. iidem. ἐκ τοῦ μέσου ὑποχώρει. Fl. 33.
εἷρπ’ ἄναυδος
: ἔτρεχε μὴ φθεγγόμενος ἢ ὅτι τέλος λοιπὸν εἶχε καὶ ἐδεδοίκει μήποτε ἄλλος τὴν ἀρχὴν διαδέξηται. M.
T. ἐβάδιζε μὴ φθεγγόμενος. B. ἀντὶ τοῦ ἐπορεύετο μηδὲν ἀποκρινόμενος. Gr. Cant.
πῶλοι δέ νιν
: ἤγουν οἱ ἵπποι τοῦ Λαΐου ἐξῄμασσον αὐτὸν, ἤγουν τὸν Οἰδίποδα, τοῖς ἑαυτῶν ὄνυξι κατὰ τοὺς τένοντας τῶν ποδῶν· ὅμοιον τῷ ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
Gr. I.
χηλαῖς
: ἐν ταῖς χηλαῖς τοὺς τῶν ποδῶν τοῦ Οἰδίποδος τένοντας ἐξῄμασσον, οὐχ ὑποχωροῦντος αὐτοῦ τῆς ὁδοῦ. A.
B.
C.
M.
T.
I. χηλὴ διὰ τὸ ὥσπερ κεχηνέναι τοὺς ὄνχας. M.
T. τοῖς ὄνυξι. M.
Gr. νεῦρα λέγει τὰ ἐπάνω τῶν ποδῶν. Gu. τὰ ἐπάνω τῶν ποδῶν ἐξῄμασσον. M.
ποδῶν
: τῶν τοῦ Λαΐου. B.
ὅθεν—τί τἀκτός
: ὑποστικτέον εἰς τὸ ὅθεν· ἔμελλε δὲ ἴσως τὴν λοιδορίαν καὶ τὴν μάχην ἀμφοτέρων λέγειν. Ἄλλως. τί οὖν, φησὶ, ταῦτα τὰ περιττὰ καὶ τὰ ἐκτὸς τῶν παθῶν λέγω; A.
B.
C.
M.
T.
I. Ἄλλως. ποία μοι χρεία λέγειν τὰ ἔξω τῶν κακῶν, τὰς παρακολουθησάσας ὕβρεις; τοὺς διαπληκτισμοὺς οὐ λέγω, ἀλλ’ αὐτὸ τὸ κακὸν ἐν συντόμῳ ὅτι παῖς πατέρα καίνει-.
A.
B.
C.
T.
I.
καίνει
: φονεύει. M.
λαβὼν ὀχήματα
: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλθεν ὁ Οἰδίπους. φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν Εἶπε δὲ φωνήσας, Πόλυβε, θρεπτήρια ταῦτα
ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν πεποίηνται τεθνεῶτος αὐτοῖς τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ ἐπεζήτησαν, ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφάντων γενομένων, ληστῶν ἐδόκει τούργον γεγονέναι. Ἄλλως. δεῖ νοεῖν ὅτι ὁ Οἰδίπους φονεύσας τὸν Λάϊον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου, καὶ καθαρθεὶς τοῦ φόνου πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς, διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς, κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος. A.
B.
C.
M.
T.
I. ὀχήματα ἀντὶ τοῦ ὄχημα. ἓν γὰρ ἦν ὄχημα, ὡς παρὰ Σοφοκλεῖ
ἵππους τοι δώσω δυσμενέων ἐλάσας.ἀπήνη δ’ ἦγε Λάϊον μία.
Gr.
Bar.
ὡς δ’ ἐπεζάρει
: ἐζήτησε
ὡς δ’ ἐπεζάρει
: ἐπέκειτο κακοποιοῦσα. ἁρπασθῆναι δέ φασιν ὑπ’ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα. τινὲς
ἐπεζάρει
: ἐπεβάρει, ἐπεκράτει. M. ἥρπαζε, κατεβάρυνε, ἔθλιβε. B. ἐπέκειτο δίκην ζάρου, ὅ ἐστιν ὄρνεον ἁρπακτικόν· ἢ ἐπεβάρει, κατὰ τροπὴν τοῦ β εἰς ζ. Gu. τὸ ἐπεξάρει γράφεται καὶ ἐπεζάρει. παρήχθη δὲ ἡ λέξις ἀπὸ τοῦ ζάρου. ἔστι δὲ ὁ ζάρος εἶδος ὀρνέου λίαν ἁρπακτικώτατον. Fl. 21. ἐπέκειτο βλάπτουσα. Gr. Fl. 5.
6.
9.
21.
56.
59.
76. ἐπεκάθητο, ἠφάνιζε. Gu.
Σφίγξ
: τὴν Σφίγγα ἱστοροῦσι παρθένου μὲν ἔχειν πρόσωπον, χεῖρας δὲ καὶ πόδας λέοντος καὶ στῆθος, πτερὰ δὲ ὄρνιθος· λέγουσι δὲ καὶ θυγατέρα εἶναι Τυφῶνος καὶ Ἐχίδνης, ἄλλοι δὲ Χιμαίρας. Gu.
Bar.
οὐκ ἦν
: οὐ παρῆν. M.
Κρέων δ’ ἀδελφός
: ἀνοήτως, φασὶν, ἐπὶ τὸν τῆς ἀδελφῆς γάμον τὸν τυχόντα καλῶν. ἀγνοοῦσι δὲ ὅτι ἡ κατεπείγουσα συμφορὰ καὶ παρὰ τὸ πρέπον τι πράττειν προτρέπεται. ἔπειτα καὶ ἄριστόν τινα ᾤετο τὸν ἐγχειρήσαντα τῷ ἀγῶνι. κατὰ γὰρ Πίνδαρον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
A.
B.
C.
M.
T.
I.
Κρέων ἀδελφός
: ὁ Κρέων ὁ ἐμὸς ἀδελφὸς ἐκήρυξε τὰ ἐμὰ λέχη, ἀντὶ τοῦ τὸν ἐμὸν γάμον, ὑπισχνούμενος ξυνάψειν τὰ λέκτρα τὰ ἐμὰ δηλονότι, ἀντὶ τοῦ ἐμὲ, εἰς γάμον ἐκείνῳ ὅστις ἂν νοήσειεν τὸ αἴνιγμα τῆς σοφῆς παρθένου, ἤγουν τῆς Σφιγγός. Gr.
Leid.
Κρέων τ’ ἀδελφός
: σκόπει ὡς ἐνταῦθά ἐστιν ἡ ἀπόδοσις, καὶ μή
μάθοι
: ἐπιγνοίη. B. λύοι. B. a m. sec.
αἴνιγμ’ ἐμὸς παῖς
: αἴνιγμά ἐστι τὸ ἀποκεκρυμμένον εἰς τὴν διάνοιαν καὶ δυσεύρετον. M. αἴνιγμα λέγει τὰ ἀποκεκρυμμένην ἔχοντα τὴν διάνοιαν καὶ δυσεύρετον. Gu. παρεγένετο γὰρ εἰς Θήβας μετὰ χρόνον. M. τινὲς γράφουσι Μούσας ἐμὸς παῖς,
ὃ καὶ βέλτιον. Μούσας δέ φησι τὰ αἰνίγματα, διότι ἐμμελῶς προσεφέρετο τότε ἡ Σφίγξ. τὸ δὲ αἴνιγμα Ἀσκληπιάδης οὕτως ἀναγράφει Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνὴ,
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.Κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων,
τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ δακτυλοδεικτεῖν ὅ ἐστι τὸν ἄνθρωπον, ἑαυτὴν διεσπάραξεν. A.
C.
M.
T.
φωνῆς ἡμετέρης, σὸν τέλος ἀμπλακίης,
ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει,
πρῶτον ἔφυ τετράπους, νήπιος ἐκ λαγόνων,
γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει,
αὐχένα φορτίζων, γήραϊ καμπτόμενος.
καὶ σκῆπτρ’ ἔπαθλα
: παρ’ οὐδενὶ κεῖται τὸ ἔπαθλα ἢ μόνῳ τῷ Εὐριπίδῃ· ὅθεν μεταγράφουσι τινὲς καὶ σκῆπτρα χώρας ἆθλα τῆσδε λαμβάνει.
τὸ δ’ ἑξῆς, καὶ σκῆπτρα χώρας τῆσδε ὡς ἆθλα λαμβάνει. A.
B.
C.
M.
ἔπαθλα
: καὶ τὴν βασιλείαν τῆσδε τῆς γῆς ἔλαβεν ἔπαθλον. Gr. τιμὴν, νικητήρια. B. a m. sec. βραβεῖα τῆς εὑρέσεως τοῦ αἰνίγματος. Gu.
γαμεῖ δὲ τὴν τεκοῦσαν
: Φερεκύδης τὰ κατὰ τοὺς Οἰδίποδος παῖδας καὶ τὰς γημαμένας οὕτως ἱστορεῖ· Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν καὶ τὴν γυναῖκα Λαΐου, μητέρα δ’ αὐτοῦ
παιδί
: ᾔδει δηλονότι. M.
μαθὼνδὲ τἀμὰ λέκτρα
: γνοὺς δὲ τὰ ἐμὰ λέκτρα τὰ τῆς μητρὸς, ἀντὶ τοῦ ἐπιγνοὺς μητρὶ συγκοιμώμενος. τὸ δὲ μητρῴων γάμων περιφραστικῶς τῆς μητρός. A.
B.
C.
M.
I.
μαθὼν δέ
: τὰ λέκτρα τῶν ἐμῶν μητρῴων γάμων, ἀντὶ τοῦ τὴν κοίτην τοῦ γάμου ἐμοῦ τῆς μητρὸς, τουτέστιν, ᾗ ἔγημεν ἐμὲ τὴν μητέρα. Gr.
Leid.
Mosq.
μαθών
: ἴσως παρὰ τοῦ Τειρεσίου. Gu.
εἰς ὄμμαθ’ αὑτοῦ
: τινές φασιν ἐξ ἰδίας κατάρας ἐπελθεῖν αὐτῷ τὴν πήρωσιν. A.
B.
M. Ἄλλως. ὅμοια καὶ Ἑλλάνικος. ἐν δὲ τῷ Οἰδίποδι οἱ Λαΐου θεράποντες ἐτύφλωσαν αὐτόν· ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδῳ
πῶς δὲ, φασὶν, Ἰοκάστη μετὰ τοιαῦτα καὶ τοσαῦτα δυστυχήματα ἔξη; ῥητέον ὅτι πᾶσα γυνὴ πρὸς θάνατον δειλόν. Μένανδρος,
ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.ὀκνεῖ δὲ νοῦν ἔχουσ’ ἴσως,
-A.
B.
M.
I.
ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ
τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει.
ἐπεὶ δὲ τέκνων
: ὅτε δὲ ἥβησαν οἱ παῖδες, κλείθροις ἔκρυψαν τὸν πατέρα, ἵνα ἡ τύχη λήθῃ παραδοθείη, καίπερ δυσαπόνιπτος οὖσα καὶ πολλῆς δεομένη μηχανῆς εἰς τὸ λαθεῖν. A.
B.
C.
M.
I.
ἐπεὶ δὲ τέκνων τῶν ἐμῶν ἡ σιαγὼν κατάσκιος γέγονε, γενείοις δηλονότι, διὰ κλείθρων ἐν οἴκῳ ἀσφαλισάμενοι ἔκρυψαν, ἵνα ἡ συμβεβηκυῖα παρανομία ἀμνήμων γένοιτο, ἤγουν ἀφανισθείη τῆς μνήμης τῶν ἀνθρώπων, πολλῶν μηχανῶν χρῄζουσα εἰς τὸ ἀμνήμων γενέσθαι δηλονότι. Gr. Mosq. Leid.
σκιάζεται
: κατάσκιος γέγονε γενείοις δηλονότι. Gr. Fl. 5. 6. 21. 56. 59. 76. κατάσκιος γίνεται, καλύπτεται ὑπὸ τῶν τριχῶν. Gu.
τύχη
: δυστυχία. B.
ἵν’ ἀμνήμων
: ἵνα τὸ κατ’ αὐτὸν ἐλεεινὸν δρᾶμα εἰς λήθην ἔλθῃ, δυσαπόνιπτον δοκοῦν καὶ πολλῆς δεόμενον μηχανῆς εἰς τὸ λαθεῖν, κρύπτουσι μὲν αὐτὸν ἐντὸς οἴκου, ἵνα μηδενὸς ὁρῶντος τῷ χρόνῳ ἀμνήμων ἡ συμφορὰ γένηται· ἀρᾶται δὲ καὶ αὐτὸς τούτοις σιδήρῳ διελέσθαι τὴν βασιλείαν, τουτέστιν ὑπ’ ἀλλήλων φονευθῆναι. Gu.
Bar.
ζῶν δ’ ἔστ’
: ἔστι δὲ ἐν οἴκοις ζῶν· παρὰ δὲ τοῦ συμβεβηκότος
τῆς τύχης
: βαρέως ἐπικειμένης αὐτῷ. Gu.
νοσῶν
: κάμνων. Gu. Fl. 33.
ἀρὰς ἀρᾶται
: κατάρας χαλεπὰς καταρᾶται τοῖς υἱοῖς μηδὲν ἀδικήσασιν. M. ἢ διότι εἰσήγαγον αὐτὸν ἐντὸς οἴκου ἄκοντα, καὶ οὐκ εἴασαν αὐτὸν ἐξελθεῖν, ἢ δι’ ἣν αἰτίαν αὐτὸς ὑπ’ αὐτῶν κέκρυπται, ἵνα τῇ λήθῃ παραδοθῇ τὸ δυστύχημα, διὰ ταύτην καὶ οὗτος αὐτοῖς κατηράσατο, νομίζων ὡς, εἴ τις αὐτοὺς ζῶντας ὁρῴη, ἀναπολεῖν ἔχῃ τῷ νῷ τὰ κατὰ τὸ γένος αὐτῶν συμβάντα παρανομήματα. Gu.
Bar.
εὐχάς
: τὰς κατ’ αὐτῶν δηλονότι. Gr.
Florr. iidem, Mosq.
κραίνωσιν
: πληρῶσιν. M. ἐκ παραλλήλου φησὶ τελεσφόρους τελειώσωσιν· ὤφειλε γὰρ ποιήσωσιν. Gr. Florr. iidem. τελειώσωσι, ποιήσωσιν ὤφειλε. Mosq.
οἰκούντων
: τῶν παίδων. M.
ξυμβάντ’
: οὗτος ὁ τόπος εἰς ἀσυμφωνίαν ἄχει τὸ δρᾶμα. ἔδει γὰρ ἐξέλασιν ὑποθέσθαι τοῦ Πολυνείκους, ἵνα διὰ τῶν ἑξῆς δεόντως λέγοι ποτὲ μὲν ἐπ’ ἦμαρ εἶχον, εἶτ’ οὐκ εἶχον.
εἰ γὰρ ἀλλήλοις ὑπεχώρησαν ἐνιαυτὸν παρ’ ἐνιαυτὸν ἄρχειν, πάντως καὶ τὰ ἐπιτήδεια ἐπεφέρετο ὁ Πολυνείκης. δεῖ οὖν εἰδέναι ὅτι οὐ παρὰ πᾶσι συμφωνεῖ ἡ Πολυνείκους εἰς Ἄργος ἄφιξις. Φερεκύδης γὰρ ἐκβεβλῆσθαι τὸν Πολυνείκην φησὶ μετὰ βίας, Ἑλλάνικος δὲ ἱστορεῖ κατὰ συνθήκην αὐτὸν παραχωρῆσαι τὴν βασιλείαν Ἐτεοκλεῖ, λέγων αἵρεσιν αὐτῷ προθεῖναι τὸν Ἐτεοκλέα, εἰ βούλοιτο τὴν βασιλείαν ἔχειν, ἢ τὸ μέρος τῶν χρημάτων λαβεῖν καὶ ἑτέραν πόλιν οἰκεῖν. τὸν δὲ λαβόντα τὸν χιτῶνα καὶ τὸν ὅρμον Ἁρμονίας ἀναχωρῆσαι εἰς Ἄργος, κρίναντος τοῦ μέρους τὴν βασιλείαν Οἰδίποδος παραχωρῆσαι. ὧν τὸν μὲν ὅρμον Ἀφροδίτη, τὸν δὲ χιτῶνα Ἀθηνᾷ αὐτῇ ἐχαρίσατο· ἃ καὶ δέβωκε τῇ θυγατρὶ Ἄδραστος Ἀργείᾳ. ὅθεν Εὐριπίδης ταῖς δύο ἱστορίαις ἐχρήσατο, ἐνταῦθα μὲν τῇ Φερεκύδου, ὕστερον δὲ τῇ Ἑλλανίκου. A.
B.
C.
M.
I.
συμβάντ’ ἔταξαν
: συνελθόντες, συσκεψάμενοι ὥρισαν· ἢ συμβάντες, εἰς φιλίαν ἐλθόντες. C. φιλιωθέντες. B. συμβιβασθέντες. Gr. Fl. iidem. ξυμφωνήσαντες. Gu.
Ἐτεοκλέα δέ
: τὸν Ἐτεοκλέα δὲ κρατεῖν τῆς βασιλείας τῆς γῆς μένοντα. Gr. Fl. 5.
6.
21.
59.
76.
ἐνιαυτὸν ἀλλάσσοντ’
: διαδεχόμενον τὴν βασιλείαν κατ’ ἐνιαυτόν. B.
M.
Fl. 21. ἐπὶ χρόνον πληρούμενον καὶ διαδεχόμενον ἕτερον. Gr. Fl. 5.
6.
21.
56.
59.
76. τὴν ἀρχὴν διαδεχόμενον. Gu.
ἐπεὶ δ’ ἐπὶ ζυγοῖς
: ἀντὶ τοῦ ἐπὶ τῆς βασιλείας. μετενήνοχε δὲ ἀπὸ τῶν κυβερνητῶν. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ Ζεὺς ὑψίζυγος.
ἐπὶ γὰρ τοῦ ὑψίστου ζυγοῦ καθήμενος ὡς κυβερνήτης πάντως φέρει τοὺς οἴακας. A.
B.
C.
T.
I.
ἀπὸ τῆς τιμῆς καὶ τῆς καθέδρας δηλοῖ τὴν βασιλείαν. A. C. M. ζυγὸς κυρίως ἐπὶ τῶν κυβερνητῶν, ἐν ᾧ καθήμενοι τὰ ἱστία μεταχειρίζονται· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλης ἐξουσίας τοῦτό φασι. Gu. Bar.
κῆδος
: ἐπιγαμβρίαν. ὄνομα δὲ ἦν τῇ γαμηθείσῃ Ἀργεία. M. λείπει ὁ καί, καὶ κῆδος, ὅ ἐστιν ἐπιγαμβρίαν. B.
ἀσπίδ’
: ἀντὶ τοῦ συμμαχίαν, στράτευμα. B.
M.
Gr. Cant. συμμαχίαν. Gu. Fl. 33.
ἄγγελος
: ὃς ἦν ὁ παιδαγωγός. Gu.
πτυχάς
: ἀντὶ τοῦ ἀκρωρείας. C.
M.
I. ἐξοχάς. B.
Gu. πύλας. Gr. ἐὰν ἀπὸ τοῦ πτύξ, πτύχας, ἐὰν δὲ ἀπὸ τοῦ πτυχή, πτυχάς. A.
B.
M.
Gu. I.
τὸν αὐτὸν αἰεί
: τοῦτο λέγει ἀπιδοῦσα πρὸς τὰς πολλὰς τοῦ Οἰδίποδος δυστυχίας. Gu.
Ὁμηρικῷ ζήλῳ ἀνάγει Εὐριπίδης Ἀντιγόνην ἰδεῖν τὸ στράτευμα, ὥσπερ ἐκεῖνος Ἑλένην ἐποίησε, πλὴν ὅσον ἐκείνη μὲν τῷ Πριάμῳ δεικνύει τὰ τοῦ στρατεύματος, Ἀντιγόνῃ δὲ ὁ παιδαγωγὸς διηγεῖται. Gu. I.
ὦ κλεινόν
: ὦ Ἀντιγόνη, ἔνδοξον τῷ πατρὶ βλάστημα ἐν τοῖς οἴκοις, ἐπεί σε ἡ μήτηρ κατέλιπε διὰ τὰς ἱκεσίας τὰς σὰς ἐκλιπεῖν τοὺς παρθενῶνας καὶ ἀνελθεῖν δηλονότι εἰς τὸ ἔσχατον ὑπερῷον τῶν δωμάτων, ὥστε ἰδεῖν τὸ στράτευμα τὸ Ἀργεῖον, ἐπίσχες, σαυτὴν δηλονότι, ἤγουν ἀνάμεινον, ὡς ἂν προεξερευνήσω καὶ ἴδω τὴν ὁδὸν, μή τις ἀπὸ τῶν πολιτῶν φαίνεται ἐν τῇ ὁδῷ, καὶ ἐμοὶ μὲν ἔλθοι καὶ καταλάβοι κακὸς ψόγος ὡς δούλῳ, σοὶ δὲ καθὰ ἀνάσσῃ καὶ κυρίᾳ. πάντα δὲ φράσω καὶ εἴπω ἅτινα ἐθεασάμην καὶ εἰσήκουσα παρὰ τῶν Ἀργείων, ὅτε ἦλθον φέρων τῷ σῷ ἀδελφῷ σπουδὰς ἐνθένδε, ἀπὸ τούτου τοῦ τόπου, ἐκεῖσε, παρ’ ἐκείνου δὲ πάλιν ἐνταῦθα. ἀλλ’ οὐδεὶς ἀπὸ τῶν πολιτῶν πλησιάζει ἐν τοῖς δόμοις. διέρχου δὲ διὰ τοῦ ποδὸς τὴν παλαιὰν κλίμακα τὴν ἀπὸ τοῦ κέδρου, καὶ σκόπει τὰ πεδία καὶ τὰ ῥεύματα τοῦ Ἰσμηνοῦ καὶ τὸ νᾶμα τῆς Δίρκης τῆς πηγῆς, ὅσον ὑπάρχει τὸ στράτευμα τῶν πολεμίων. I.
ὦ κλεινὸν οἴκοις
: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα ἀγωνιστικωτέρα γίνεται. τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τῆς παρθένου εἰκών ἐστι τῆς
διῆρες ἔσχατον
: διῆρες τὸ διῃρημένον καὶ ὑπερκείμενον τῶν ὑπερῴων, τὸ δίστεγον ὑπερῷον, οἷον δύο διῆρες, ὡς μόνον μονῆρες, ἀπὸ τοῦ δὶς, κατὰ δύο οὔσης τῆς ὀροφῆς. καταχρηστικώτερον δὲ κἂν τριώροφος ᾖ, κἂν πολύστεγος, οὕτως λέγεται. οἱ δὲ διῆρες τὸ
εἰς διῆρες
: ἀνελθεῖν δηλονότι. Mosq.
κἀμοὶ μὲν ἔλθῃ φαῦλος
: εἰ γάρ τις ἐθεάσατο Ἀντιγόνην, ἐμέμψατο μὲν καὶ τῷ παιδαγωγῷ, ἀλλ’ ἐλάχιστον δούλῳ τυγχά νοντι, ἐκείνῃ δὲ ὡς μάλιστα, ἅτε ἀνάσσῃ. εἶπεν οὖν ὁ παιδαγωγὸς εἰς ἑαυτὸν μὲν τὸ κἀμοὶ ἔλθῃ φαῦλος ψόγος ὡς δούλῳ, ἀπεσιώπησε δὲ τὸ, σοὶ δὲ ἔλθῃ μέγας ὡς ἀνάσσῃ, καὶ ἀφῆκε νοεῖσθαι. Gu.
Bar.
ἅ τ’ εἶδον εἰσήκουσά τ’
: οἰκονομικῶς φησιν αὐτὸν ὁ ποιητὴς ἀπεστάλθαι εἰς τὸ στρατόπεδον, ὅπως εὔλογον ἔχῃ πρόφασιν τοῦ ἐπιγινώσκειν ἅπαντας. B.
C.
M.
T.
I.
Gu.
κέδρου παλαιὰν κλίμακ’
: τὴν ἀπὸ κέδρου πολυετῆ κλίμακα διέρχου. Gr. λεληθότως τὸν πλοῦτον τῶν βασιλείων παρίστησιν, ὅπου γε κεδρίνην τὴν κλίμακά φησι. A.
C.
M.
I.
Gu.
ἐκπέρα
: ἀνάβαινε, διέρχου. Gu.
Δίρκης τε νᾶμα
: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρκην. Α.
Μ. Ἄλλως. Δίρκη κρήνη Θηβῶν, πλησίον τοῦ Ἰσμηνοῦ, ἀπὸ Δίρκης ὀνομασθεῖσα. οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν. καὶ ὁ τόπος, ἔνθα ἐσύρη, Δίρκη καλεῖται. A.
B.
M.
I.
Δίρκης τε νᾶμα
: Ἀμφίων καὶ Ζῆθος ὑπὸ τῆς μητρὸς ἐκτεθέντες ἐν βουκολίοις τινὸς γυναικὸς Θηβαίας καλουμένης Δίρκης ἐτρέφοντο. μετὰ ταῦτα αὐτὴ ἡ Δίρκη ὀργισθεῖσα Ἀντιόπην ἔπεμψεν αὐτὴν εἰς τούτους ὑπὸ ταύρων ἀναιρήσεσθαι. οἱ δὲ γνόντες αὐτὴν μητέρα οὖσαν αὐτῶν ταύτην μὲν εἴασαν, ἐλθοῦσαν δὲ Δίρκην ὑπὸ ταύρων διασπασθῆναι ἐποίησαν. ἐκλήθη οὖν ἀπ’ αὐτῆς Δίρκη, ἀφ’ ἧς ὁ Ἰσμηνὸς ποταμὸς ἔχει τὸ ὕδωρ, καὶ ὁμώνυμος ταύτῃ Δίρκῃ λεγόμενος. Gu.
ὄρεγε νῦν
: πάρεχέ μοι τὴν χεῖρα ὁδηγὸν, ὅ ἐστιν ὁ δήγει με.
ἐπανατέλλων
: προφαίνων καὶ προβαίνων καὶ προαναφαίνων. Ἄλλως. ἐπανάγων. ἀπὸ τοῦ ἡλίου ἡ μεταφορά· καὶ γὰρ οὗτος εἰς τὸ ὑψηλὸν τοῦ οὐρανοῦ ἀναβαίνει. A.
B.
C.
M.
T.
I.
ὄρεγε καὶ πάρεχε ἀρτίως ἀπὸ τῶν κλιμάκων τὴν χεῖρα τὴν γεραιὰν τῇ ἐμῇ νέᾳ χειρὶ, ἐπανατέλλων καὶ ἀναβιβάζων τὸ ἴχνος τοῦ ποδός. I. ἡ δευτέρα ἐπαγωγὴ τοῦ ὄρεγε τὴν πολλὴν προθυμίαν τῆς κόρης ἐμφαίνει, ἣν εἶχεν ἰδεῖν τὸ στράτευμα. Gu.
νέᾳ
: τῇ ἐμῇ χειρὶ δηλονότι τῇ νέᾳ. Gr.
ἰδού
: ὦ παρθένε, ἰδοὺ σύναψον· ἐγκαίρως γὰρ ἐπορεύθης· κινούμενον γὰρ ὑπάρχει τὸ Ἀργεῖον στράτευμα, χωρίζουσι δὲ καὶ ἀποχωροῦσιν ἀλλήλων τοὺς λόχους καὶ τὰ τάγματα. I.
ἰώ
: φεῦ, ὦ θύγατερ τῆς Λητοῦς σεβασμία Σελήνη· ἅπαν
ἰὼ πότνια
: τοξότις ἡ Ἄρτεμις. ὡς παρθένος δὲ τὴν παρθένον καλεῖ, ἢ θαυμάζουσα τὸ φῶς τὴν Ἑκάτην καλεῖ· ἡ αὐτὴ γάρ ἐστι τῇ Σελήνῃ. B.
C.
M.
ἰὼ πότνια
: ὡς παρθένον ταύτην ἀνακαλεῖται, ἢ ἐπειδὴ τὸ πεδίον ἀστράπτον ἑώρα, τὸ δὲ τῆς σελήνης εἶδος τοιοῦτον· εἰς γὰρ τὴν σελήνην ἀλληγορεῖται ἡ Ἄρτεμις. διὰ τοῦτο ἐκπληττομένη πρὸς τὴν Ἄρτεμιν ποιεῖται τὸν λόγον. εἰ δέ τις εἴποι ὅτι καὶ καιρὸν εἶχε τὸ ταύτην ἐπιβοᾶσθαι ὡς πολεμικὴν, οὐδὲν βλάβος τῷ λόγῳ. Gu.
I.
ἀστράπτει
: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλῆθος τῶν ὅπλων. οἰκονομικῶς δὲ καὶ τοῦτο, ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν. A.
C.
M.
T. Ἄλλως. τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει, ὅλον λέγων ἀστράπτειν τὸ πεδίον, καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ ἀστράπτειν ἐνταῦθα· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις, εἴ τις ἐν ἡλίῳ κινήσειεν αὐτόν. πῶς δὲ ἐνταῦθα κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι λεύκασπιν εἰσορῶμεν Ἀργείων
ἀλλ’ οὐ πάντες ἦσαν λευκάσπιδες. περὶ γοῦν τινός φησι πάγχαλκον ἀσπίδ’ ἀμφὶ βραχίονι κουφίζων.
ἢ καὶ ἀπὸ τῶν ἄλλων ὅπλων κατάχαλκόν φησι τὸ πεδίον, θωράκων τε καὶ κνημίδων καὶ κρανῶν. A.
B.
C.
M.
I.
ἆρα πύλαι κλῄθροις
: ὁ νοῦς, ἆρα, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ, καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς λαϊνέοις Ἀμφίονος ὀργάνοις, ὅ ἐστι τῷ λαϊνέῳ τείχει, τῷ ὑπὸ Ἀμφίονος κτισθέντι; ὀργάνοις δὲ τοῖς ἔργοις, ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. καὶ Σοφοκλῆς ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον,
ἀντὶ τοῦ ἔργον. καὶ ἔμβολα οἱ μὲν τοὺς καθέτας, οἱ δὲ τοὺς στροφεῖς. A.
B.
C.
M.
I.
ἆρα πύλαι
: ἆρα αἱ πύλαι τοῖς κλείθροις ἡρμόσθησαν, καὶ τὰ χαλκόδετα ἔμβολα ἡρμόσθη τοῖς λιθίνοις ἔργοις τοῦ τείχους τοῦ Ἀμφίονος; Gr. Fl. 5.
6.
9.
21.
56.
59.
76. καλῶς συνηρμόσθησαν
χαλκόδετά τ’ ἔμβολα
: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλεῖθρα. C.
M. ἔμβολα τινὲς τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ ὀπῇ τοῦ οὐδοῦ. χαλκόδετα δὲ, ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στροφεῖς, διὰ τὸ μὴ προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ, καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς κλῄθροις καὶ περὶ τῶν στροφέων φησὶ, μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν ἀναβαλεῖν δυνήσονται οἱ Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά φασι τοὺς καθέτας, τὰ νῦν καλούμενα πτερὰ, ἅπερ ἐστὶ τῇ κατασκευῇ τοιάδε. θύραν κατασκευάσαντες ἴσην κατά τε μῆκος καὶ πλάτος τῇ πύλῃ τοῦ τείχους ἔξωθεν αὐτῆς χαλκᾶ πέταλα καθηλοῦσιν, ὡς ὁλόχαλκον τὴν θύραν νομίζεσθαι. ταύτην ἐπάνω [τῆς θύρας] ἱστᾶσιν οὐχ ἑδραίαν, ἀλλ’ ὥσπερ κρεμαμένην. τῶν δὲ πυλῶν κλειομένων καθίεσαν ἄνωθεν τὴν κεχαλκωμένην
χαλκόδετα ἔμβολα
: τὰς σιδηροῖς πετάλοις ἐνδεδυμένας διόλου πύλας λέγει, ἃς μετεώρους οὔσας διὰ μηχανημάτων τινῶν καθιᾶσιν ἔμπροσθεν τῶν πυλῶν τῆς πόλεως, ἃς νῦν καταράκτας φασίν. Gr. Flor. 5.
6.
9.
21.
56.
59.
76. καὶ τὰ χαλκόδετα ἔμβολα, ἤτοι αἱ στρόφιγγες, ἡρμόσθησαν καὶ ταῦτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος. λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ αἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τῆς ξουθὰ μελίσσης κληρόπλαστον ὄργανον.
Fl. 33.
λαινέοις Ἀμφίονος ὀργάνοις
: τοῖς ὑπὸ τοῦ Ἀμφίονος κατασκευασθεῖσι τείχεσι. Gu. ἀντὶ τοῦ ἔργοις τοῖς μουσικῶς γινομένοις. φασὶ γὰρ ὡς Ἀμφίων ὁ οἰκοδομησάμενος Θήβας, ὅτε διετίθει τὸν τειχισμὸν, οὐ χερσὶν ἐχρῆτο πρὸς τοῦτο, οὐδὲ ἦσαν οἱ συναιρόμενοι αὐτῷ τῆς οἰκοδομίας, ἀλλὰ τῆς αὐτοῦ μουσικῆς ἐποιεῖτο τὸ ἔργον, μέλος ἀνακρουόμενος, κἀντεῦθεν τοὺς λίθους κινῶν, καὶ κατασκευάζων τὰ τείχη. ἐγένετο δὲ τὸ τεῖχος ἑπτάπυλον, ὅσοι καὶ οἱ τῆς λύρας τόνοι. Gu. Leid.
I. ὄργανα δὲ λέγει τὰ ἔργα, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον, ὡς ἔχει καὶ τὸ τοῦ Σοφοκλέους ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον
συνάμα δὲ Ἀμφίονι καὶ Ζῆθος κατεσκενάζετο τὸ τεῖχος. Ἑρμῆς δὲ τὴν λύραν πρῶτος εὑρὼν Ἀμφίονι δοῦναι λέγεται. Gu. Leid.
θάρρος ἔχε· τὰ ἔνδον γὰρ καὶ τὰ ἐντὸς ἀσφαλῶς καὶ βεβαίως ἔχει ἡ πόλις. βλέπε εἰ βούλει καὶ θέλεις γνῶναι τὸν πρῶτον στρατηγόν. τίς ἔστιν οὗτος ὁ λευκὴν φέρων κόρυθα, ὅστις ἔμπροσθεν προοδοποιεῖ τοῦ στρατοῦ, κρατῶν ἀμφὶ τὸν βραχίονα ἀσπίδα πάγχαλκον. ταξίαρχος, ὦ δέσποινα· τίς καὶ ἐκ ποίου τόπου γεγονώς; εἰπὲ, ὦ γεραιὲ, τίς καλεῖται κατὰ τὸ ὄνομα; οὗτος ὀνομάζεται Μυκηναῖος τὸ γένος Ἱππομέδων βασιλεὺς, οὐχ ὅμοιος ἀνθρωπίνῃ γενεᾷ, ἀλλ’ ἀνημέρῳ τινὶ καὶ θηριώδει. I.
τὸν πρῶτον
: τὸν ταξίαρχον. Gu.
πρόπαρ ὃς ἁγεῖται
: ὅστις ἔμπροσθεν ἡγεῖται τοῦ στρατοῦ ὁλόχαλκον ἀσπίδα περὶ τὸν βραχίονα βαστάζων. B.
M.
I.
ὃς ἁγεῖται στρατοῦ
: ἤγουν ὃς προηγεῖται τοῦ στρατοῦ. Gr. Flor. idem.
κουφίζων
: βαστάζων. B. κούφως αἴρων. Gr. Fl. iidem. βαστάζων, ἀναφέρων. Gu.
λοχαγός
: ταξίαρχος, ἡγεμών. B.
I. λοχαγὸς λέγεται ὁ ταξίαρχος, εἷς τῶν ἑπτὰ λοχαγῶν. ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαις
Σοφοκλῆς ἐν Ἀντιγόνῃ. A.
C.
M.
τίς
: τὸ μὲν τίς ζητεῖ τὸ ὄνομα, τὸ δὲ πόθεν τὸν τόπον Gr. Cant. τίς ἐστιν ὤφειλεν· τὸ γὰρ τίς καὶ μόνον δῆλον ὅτι τὸ ὄνομα ζητεῖ, ὥστε τὸ ὀνομάζεται ἀδολεσχίαν ἔχει. Gr. Flor. idem. λόχος ἡ παράταξις καὶ ἡ ἐνέδρα. B. rec.
οὗτος Μυκηναῖος
: οἱ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασί. Μυκηναῖος οὖν ἐστιν, οἰκεῖ δὲ παρὰ τὴν Λέρνην, τὴν ἐν Μυκήναις πηγὴν, ὅ ἐστι τὴν ἐν Ἄργει. A.
B.
C.
I.
οὗτος Μυκηναῖος
: οὗτος Ἱππομέδων ἄναξ ὀνομάζεται, Μυκηναῖος μὲν κατὰ τὸ γένος, οἰκεῖ δὲ τὰ Λερναῖα νάματα, ἀντὶ τοῦ περὶ τὰ νάματα τῆς Λέρνης. ἔστι δὲ Λέρνη πηγὴ ἐν τῷ Ἄργει. τὸ ἑξῆς οὕτως· οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Ἱππομέδων ἄναξ, ἵνα τὸ αὐδᾶται πρὸς τὸ Ἱππομέδων ῥᾳδίως ἀποδίδοιτο τῇ συνεπείᾳ τοῦ λόγον. Gr. Fl. 5.
6.
9.
21.
56.
59.
76.
Mosq.
Ἱππομέδων
: ὃς ἦν Ταλαοῦ υἱὸς, Ἀδράστου δὲ ἀδελφός. Gu. Ἀρίσταρχρς, τοῦ Ἰολάου τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ
Λερναῖα
: ἀπὸ μέρους τὸ Ἄργος· Λέρνη γὰρ κρήνη καὶ πόλις τοῦ Ἄργους. A.
B.
M.
I. Δέρη πηγὴ Ἄργους. Δερναῖα δὲ ἀπὸ μέρους. Λέρνη γὰρ πηγὴ Ἄργους. Gu.
ἓ ἓ ἓ, ὡς γαῦρος
: ὁ φοβερὸς, ἐπῃρμένος τῇ σώματι καὶ διὰ τοῦ σχήματος ἐμφανίζων τὸ αὔθαδες τῆς ψυχῆς. Ἄλλως. τὸ ἑξῆς, ἓ ἓ, ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, ἀστερωπὸς ἐν γραφαῖσι, γίγαντι γηγενέτᾳ προσόμοιος, οὐχὶ πρόσφορος ἁμερίῳ γένᾳ. B.
M.
I. σοβαρός. Gr. Fl. 5.
6.
9.
21.
56.
59.
76. ἐπφμένς. Gu. ἀλαζών. Fl. 33.
ἀστερωπός
: ἀστεροειδὴς τὸ σῶμα καὶ τὴν ἐσθῆτα γραπτός. τοὺς Γίγαντας πρὸς τὸ φοβερὸν αὐτῶν γράφουσιν. ἴσως οὖν καὶ αὐτὸς κατάστικτον ἔχει τὴν πανοπλίαν. τὸ δὲ ἑξῆς, γραπτῷ γίγαντι παραπλήσιος. διὰ μέσου δὲ τὸ ἀστερωπὸς ἔθηκε, δηλῶσαι θέλων τὸν ὄμμα λαμπρὸν ἔχοντα ὁμοίως ἀστέρι. Ἄλλως. λαμπρὸς ἐν ζωγραφίαις, ἢ ἀστεροειδὴς καὶ ποικίλος ἐν ταῖς γραφαῖς τῆς ἀσπίδος· εἰσὶ γὰρ κατάστικτα τὰ ὅπλα. A.
B.
M.
I.
ἐν γραφαῖσιν
: ἐν τῷ τύπῳ καὶ χαρακτῆρι τοῦ προσώπου, ἢ τῶν ὅπλων (κατάστικτα γὰρ καὶ ποικίλα ταῦτ’ εἶχεν), ὃ καὶ κρεῖττον.
πρόσφορος ἁμερίῳ γέννᾳ
: ὅμοιος. B.
M. τῇ ἀνθρωπίνῃ φύσει οὐχ ὅμοιος, ἀλλ’ ἀνημέρῳ τινὶ καὶ θηριώδει γηγενεῖ ἐοικώς. A.
B. ἀνθρωπίνῃ. M. ὅμοιος, προσφέρων, προσεοικὼς τῇ τῶν ἀνθρώπων γενέσει καὶ φύσει· ἁμέριοι γὰρ ἀπὸ τοῦ πρὸς ἡμέραν ζῆν. Ἄλλως. οὗτος, φησὶν, ἀνήμερος καὶ θηριώδης φαίνεται, οὐκ ἐοικὼς ἀνθρώπῳ, ἀλλ’ ἀνημέρῳ τινὶ γηγενεῖ. A.
T.
Ἄρη δ’ Αἰτωλόν
: ὡς ἔχοντος αὐτοῦ ἐπὶ τῆς ἀσπίδος τὸν περὶ τοῦ συὸς πόλεμον. Καλλίμαχος εἶμι τέρας Καλυδῶνος, ἄγω δ’ Αἰτωλὸν Ἄρηα.
τινὲς δὲ Ἄρη τὴν τῶν ὅπλων σκευήν. θέλει δὲ εἰπεῖν ὅτι ἐγχωρίως καθώπλισται ὡς οἱ Αἰτωλοί· τὸ δὲ στέρνον ἀντὶ τοῦ ὅλου σώματος εἶπεν. οἱ δὲ τὴν τῶν πολεμίων ἐπιθυμίαν καὶ τὴν ἐπιστήμην, ὡς τῶν Αἰτωλῶν ἄριστα πολεμούντων. A.
B.
C.
M.
I.
τὰ δὲ ὅπλα Αἰτωλὰ, ἐπεὶ τῆς Ἀσιάτιδος ἔχει. M. τὸ ὄνομα ἀντὶ τοῦ σκευὴν ὅπλων Αἰτωλικήν. Gr. Flor. 5. 6. 9. 21. 56. 59. 76.
ἐν στέρνοις
: ἀντὶ τοῦ ἐν ὅλῳ τῷ σώματι. Iidem.
οὗτος ὁ τᾶς Πολυνείκεος
: οὗτός ἐστιν, ὦ γέρον, ὃς ὁμόγαμος καὶ ἀνὴρ τυγχάνει τῆς ἀδελφῆς τῆς νύμφης τοῦ Πολυνείκους, ἀντὶ τοῦ ὃς ἔχει τὴν ἀδελφὴν τῆς γυναικὸς Πολυνείκους, ὅς ἐστι σύγγαμβρος Πολυνείκους. Ἀργεία δὲ ἐλέγετο ἡ γυνὴ Πολυνείκους, ἀφ’ ἧς Θέρσανδρος, Δηϊπύλη δὲ ἡ τοῦ Τυδέως, ἀφ’ ἧς Διομήδης. M.
T.
οὗτος ὁ τᾶς Πολυνείκεος
: οὗτός ἐστιν, ὦ γέρον, ὁ τῆς αὐταδέλφης τῆς γυναικὸς τοῦ Πολυνείκους— ἀνὴρ ὤφειλεν· ὁ δὲ λέγει σύγγαμβρος, ἀποδιδοὺς τὸν λόγον πρὸς τὸν Πολυνείκην· ὁ γὰρ τῆς αὐταδέλφης τῆς γυναικὸς αὐτοῦ ἀνὴρ δηλονότι σύγγαμβρος αὐτοῦ ἐστιν. Gr. Mosq.
οὗτος ὁ τᾶς Πολυνείκεος
: Ἀργεία μὲν ἐλέγετο ἡ γυνὴ τοῦ Πολυνείκους, ἀφ’ ἧς Θέρσανδρος, Δηϊπύλη δὲ ἡ τοῦ Τυδέως, ἀφ’ ἧς Διομήδης. ἔχων δὲ Ἄδραστος τὸν δοθέντα αὐτῷ χρησμὸν, ὡς λέοντα
ὁμόγαμος κυρεῖ
: ἀντὶ τοῦ σύμβιος, παρὰ τὸ ὁμοῦ καὶ ἐπίσης ἄνδρα τε καὶ γυναῖκα τῆς συνουσίας μετέχειν. ἐγάμει δὲ Δηϊπύλην ὁ Τυδεὺς, ὁ δὲ Πολυνείκης Ἀργείαν. A.
B.
C.
M.
I. ὁ Ἄδραστος εἶχε θυγατέρας δύο· καὶ τὴν μὲν μίαν, τὴν Ἀργείαν, εἶχεν ὁ Πολυνείκης, τὴν δ’ ἑτέραν ὁ Τυδεὺς, ἤγουν τὴν Δηϊπύλην. C.
ὡς ἀλλόχρως
: ἴσως ὅτι ἐξηλλαγμένοι οἱ Αἰτωλοὶ περὶ τὰς ὁπλίσεις, καταστίκτους αὐτὰς ἔχοντες, καθάπερ καὶ τὴν ὑπόδεσιν, ὥστε τὸν δεξιὸν μὲν ὑποδεδέσθαι πόδα, γυμνὸν δὲ ἔχειν τὸν ἀριστερόν.
λόγχαις
: εὔστοχοί εἰσι πρὸς τὸ ἀκοντίζειν τὰς λόγχας. M.
αἰσθάνῃ
: γινώσκεις. Gr. Fl. iidem. καταλαμβάνεις. Gu.
σαφῶς
: ἀληθῶς, ἀκριβῶς. Gu.
μιξοβάρβαρος
: ἐν τέλει γὰρ οἰκοῦντες τῆς Εὐρώπης οἱ Αἰτωλοὶ Ἑλληνικῶν τε καὶ βαρβαρικῶν ἅπτονται φρονημάτων· ἢ ἐπεὶ δοκοῦσι βαρβαρικὸν φρόνημα ἔχειν, διὰ τὸν κατ’ ἀλλήλων πόλεμον. καὶ Ὅμηρος Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα.
A.
B.
M.
I.
μιξοβάρβαρος
: μεμιγμένος δοκῶν τὸ γένος ἐξ Ἕλληνος καὶ βαρβάρου.
σημεῖ’—ἀσπίδων
: παρὰ τὸ Ὁμηρικὸν ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ.
ὁ δὲ νοῦς, ἃ τότε ἰδὼν σημεῖα ἐπιγινώσκω νῦν ἐξ αὐτῶν τοὺς ὡπλισμένους. A.
B.
M.
ἐγνώρισα
: ἀντὶ τοῦ γνωρίζω. Gr.
λοχαγός
: στρατηγός.
ὡς
: ἀντὶ τοῦ λίαν.
ἀλλά νιν
: ἀλλ’ αὐτὸν ἀπολέσειεν ἡ Ἄρτεμις, ἡ μετὰ τῆς μητρὸς αὐτοῦ κυνηγετοῦσα. εἰκότως δὲ τὴν Ἄρτεμιν κατ’ αὐτοῦ ἐπικαλεῖται, ὡς θυμουμένην κατὰ τῆς Ἀταλάντης, ἐπεὶ πρότερον τὴν παρθενίαν ἠγάπα, ὕστερον δὲ τῷ Μειλανίωνι γαμηθεῖσα κατεφρόνησε τῆς Ἀρτέμῐδος. αὕτη δ’ ἐστὶν καὶ Μελεᾰγρῳ συγκυνηγετήσασα. A.
B.
M.
ἀλλά νιν
: εἰκότως Ἄρτεμιν Ἀντιγόνη κατὰ τοῦ Παρθενοπαίου ἐπιβοᾶται, ὡς θυμουμένην κατὰ τῆς τούτου μητρὸς Ἀταλάντης· ἱέρεια γὰρ οὖσα πρότερον τῆς θεοῦ καὶ παρθενίᾳ ζῆν αἱρουμένη ἔφθαρται Μειλανίωνι, καὶ ὀργῆς ὑπὸ τῆς Ἀρτέμιδος πλείστης πεπειραμένη ἀπηξίωται τῆς πρὸς αὐτὴν ὑπηρεσίας. Gu.
Leid. ἀλλ’ εἴθε ἡ Ἄρτεμις ἡ κατὰ τὰ ὄρη μετὰ τῆς μητρὸς αὐτοῦ διατρίβουσα ὀλέσειεν αὐτὸν τόξοις δαμάσασα. Gr.
Cant.
ἁ κατ’ ὄρη
: ἡ κατὰ τὰ ὄρη, ὁ ἐστιν ἡ Ἄρτεμις. M.
σὺν δίκῃ δ’ ἥκουσι γῆν
: μετὰ τοῦ δικαίου δὲ ἦλθον εἰς τὴν γῆν τήνδε. Gr.
ὃ καὶ δέδοικα
: διὸ καὶ εὐλαβοῦμαι μὴ τὸ δίκαιον σκοπήσαντες οἱ θεοὶ ἀπολέσωσιν ἡμᾶς τοὺς μὴ θεὸν φοβουμένους. A.
B.
M.
T.
I.
ὃ
: ᾧ, διό. Gr.
ποῦ ὑπάρχει ὃς ἐγένετο ἐμοὶ ἐκ μιᾶς μητρὸς ἐν πολυπόνῳ καὶ πολυωδύνῳ μοίρᾳ καὶ τύχῃ. ὦ φίλτατε γέρον, εἰπὲ ποῦ ἐστιν ὁ Πολυνείκης. I. ἐκεῖνος πλησίον τοῦ τάφου τῶν ἑπτὰ παρθένων τῆς Νιόβης παρίσταται τῷ Ἀδράστῳ. ὁρᾷς; ὁρῶ κατά τινα τρόπον χαρακτῆρα τοῦ προσώπου ἐκείνου καὶ στέρνα ἐξωμοιωμένα τοῖς στέρνοις ἐκείνου. Gr. Cant.
Πολυνείκης
: Πολυνείκης ὁ Οἰδίποδος τοῦ Λαΐου τοῦ Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου τοῦ Ἀγήνορος τοῦ Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου καὶ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου. M.
ἑπτὰ παρθένων
: καὶ Σοφοκλῆς ἐν Νιόβῃ ἑπτά φησιν αὐτὰς καὶ δίς ἕπτ’ αὐτῆς τέκνα
ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ καὶ Ἀριστοφάνης δὲ ἐν δράματι Νιόβης ὁμοίως ἑπτὰ αὐτὰς λέγουσιν, εἶναι δὲ ἑπτὰ καὶ τοὺς ἄρρενας. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες, ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πατρικὴν θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. ἄλλοι δὲ ἄλλως ἱστοροῦσι περὶ αὐτῆς. ὁ μὲν γὰρ Φερεκύδης φησὶν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα , Φηρέα, Εὔδωρον,
Νιόβης θανόντα Λοξίου τοξεύμασιν.
τύπωμα
: ἀπεικόνισμα. M.
ἐξεικασμένα
: ὡμοιωμένα. Β.Μ. 10
ἀνεμώκεος εἴθε
: εἴθε ἐξήνυσα τοῖς ποσὶν, ἤγουν ἠδυνήθην, τελέσαι δρόμον νεφέλης ταχείας διὰ τοῦ ἀέρος πρὸς τὸν ἐμὸν ἀδελφὸν, τὸν φυγάδα τὸν ἄθλιον, περιέβαλον δὲ διὰ χρόνου τὰς ἐμὰς ὠλένας τῇ δέρῃ αὐτοῦ τῇ φιλτάτῃ. Gr.
Cant.
ἀνεμώκεος
: ὀξυτάτης, ταχείας. M. ταχείας, ἢ τῆς ἀνέμῳ κινουμένης νεφέλης ἴσως. διὰ γὰρ ἀνέμου κινοῦνται. τὸ δὲ ἑξῆς, εἴθε δρόμον νεφέλας ἐξανύσαιμι ποσὶ δι’ αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα, φυγάδα μέλεον, περὶ δὲ ὠλένας βάλοιμι τῇ φίλῃ δέρῃ διὰ χρόνου. αὕτη δὲ ἡ σύνταξίς ἐστιν, ἐὰν μὴ ἔγκειται τῷ ἐδαφίῳ τὸ ὡς ἴδω·
ἐὰν δὲ κεῖται, οὕτω συντακτέον, χρόνῳ φυγάδα μέλεον ὡς ἴδω. Α.
Β.
Μ.
Η.
Ι.
ἐξανύσαιμι
: πληρώσαιμι. M.
περὶ δ’ ὠλένας
: περιβάλλοιμί τε τὰς χεῖρας διὰ χρόνου. M.
μέλεον
: ἄθλιον. M.
— 174. ἥξει εἰς τούσδε τοὺς δόμους ἠσφαλισμένος σπονδαῖς, ὥστε πληρῶσαί σε χαρᾶς. οὗτος δὲ, ὦ γεραιὲ, τίς ὑπάρχει, ὃς ἵππους λευκοὺς ἡνιοχεῖ ἐπιβεβηκώς; οὗτός ἐστιν ὁ μάντις Ἀμφιάραος· ζῶα δὲ ἐν τῷ ἅρματι αὐτοῦ ἐπὶ τῷ σφαγιασθῆναι καὶ ῥεῦσαι τὸ αἷμα αὐτῶν προσφιλῶς τῇ γῇ. Cant.
Ἀμφιάραος Οἰκλέους τοῦ Ἀντιφάτου τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος τοῦ Ἕλληνος τοῦ Διὸς, μητρὸς δὲ Ὑπερμνήστρας τοῦ Θυέστου τοῦ Ἄρεως. M.
σφάγια δ’ ἅμ’ αὐτῷ
: σφάγια μὲν τὰ ἱερεῖα, ῥοαὶ δὲ αἱ σπουδαί. ἢ οὕτως· ὧν τὸ αἷμα τῆς γῆς ῥοαὶ γίνεται, ἢ ὧν τὸ αἷμα
σφάγια δ’ ἅμ’ αὐτῷ
: ἤγουν ζῶα δὲ ἐν τῷ ἅρματι αὐτοῦ ἐπὶ τῷ σφαγιασθῆναι καὶ ῥεῦσαι τὸ αἷμα αὐτῶν προσφιλῶς τῇ γῇ. ὅτι δὲ ἐν τῷ ἅρματι αὐτοῦ ἔφερεν ὁ Ἀμφιάραος ζῶα ἕτοιμα εἰς σφαγὴν, ἵνα, ὅτε δοκεῖ αὐτῷ καλὸν, ἀποσφάξῃ καὶ μαντεύηται δι’ αὐτῶν, δῆλον ἀφ’ ὧν λέγει ἔμπροσθεν εἰς δὲ Προιτίδας πύλας ἐχώρει, σφάγι’ ἔχων ἐφ’ ἅρμασιν Ἀμφιάραος.
Gr.
Cant.
Leid. σφάγια λέγει ἢ ἐσφαγμένα ἱερεῖα πρὸ αὐτοῦ ὄντα, δι’ ὧν ἐμαντεύετο, ἢ, ἐπειδὴ μάντις ἦν, σημεῖα τῆς ἑαυτοῦ τέχνης γεγραμμένα ἱερεῖα εἶχεν ἐπὶ τοῦ ἅρματος. κρείττων δὲ ἡ πρόσθεν ἔννοια. Gu.
ἅμ’ αὐτῷ
: σύν. ἤγουν ἐπάνω τοῦ ἅρματος ὑπάρχουσιν. Gu.
φιλαιμάτου
: τὸ ἐπίθετον τῆς γῆς ἐπὶ τὰ σφάγια μετήγαγεν. οἱ δὲ γράφουσι γῆς φιλαιμάτου, οἱ δὲ τὸ τέλειον φιλαιμάτοιο λέγουσιν. A.
B.
C.
H.
M.
T.
I. ὁ νοῦς, ἅτινα σφάγια ῥοαὶ φιλαίματοί εἰσι τῆς γῆς, ἡδομένης ἐπὶ τῶν σφαγίων, ἢ αἱ εἰωθυῖαι δι’ αἱμάτων γίνεσθαι. Ἄλλως. τὰ σφάγια τῶν ἱερείων αὐτῷ τῷ Ἀμφιαράῳ ἢ διὰ τὸ εἶναι αὐτὸν μάντιν, ἢ πολεμικῶν φίλα, καὶ αἱ ῥύσεις τῶν αἱμάτων προσφιλεῖς εἰσιν αὐτῷ ἐπὶ τῆς γῆς. Α.
Η.
Μ.
λιπαροζώνου
: εὐδαίμονος. M. εὐπρεπεστάτου. M.
I. μεγαλοζώνου, τουτέστι τοῦ πλουσίου εἰς φαῦσιν. Gu. Fl. 33. τουτέστιν ἔχοντα πολλὰς ζώνας· τὸ γὰρ λιπαρὸν οὕτω δηλοῖ, ἤγουν πολυφώτου καὶ εὐπρεπεστάτου. Gu.
θύγατερ Ἀελίου
: Ἡσίοδός φησιν ἀδελφὴν Ἡλίου εἶναι τὴν Σελήνην, Θεία δ’ Ἡέλιόν τε μέγαν λαμπράν τε Σελήνην
Αἰσχύλος δὲ καὶ οἱ φυσικώτεροι θυγατέρα, παρόσον ἐκ τοῦ ἡλιακοῦ φωτὸς μεταλαμβάνει ἀμέλει καὶ πρὸς τὰς ἡλιακὰς ὑποστάσεις μεταμορφοῦται ἡ σελήνη. A.
B.
C.
H.
M.
T.
I.
γείνατο.
Κατὰ μὲν τὴν μυθικὴν ἱστορίαν ἀδελφὴ Ἡλίου Σελήνη· (ἄμφω γὰρ ἐκ Λητοῦς καὶ Διὸς) κατὰ δὲ τὸν φυσικὸν λόγον θυγάτηρ, ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς ἀρυομένη τὸ φῶς. Gu. Leid.
ὡς ἀτρεμαῖα κέντρα
: εἰκότως ἡσυχῆ καὶ σωφρόνως ἐλαύνει ὁ Ἀμφιάραος. οἶδε γὰρ ὡς μάντις τὰ ἀποβησόμενα. A.
B.
C.
H.
Gu.
I.
ὡς ἀτρεμαῖα κέντρα
: λίαν ἡσύχως καὶ εὐτάκτως τὴν μάστιγα ἔνθεν κἀκεῖθεν φέρων τοῖς πώλοις ἰθύνει αὐτοὺς δηλονότι, ἤγουν εἰς ὀρθὸν ἄγει. Gr.
Cant.
ἀτρεμαῖα
: πάνυ ἥσυχος. M.
ποῦ δ’ ὃς τὰ δεινά
: ποῦ δέ ἐστιν ὁ Καπανεὺς, ὃς κατὰ τῆσδε τῆς πόλεως τὰς δεινὰς ὕβρεις ὑβρίζει; Gr.
Cant.
ἐφυβρίζει
: ἐπαπειλεῖ, ὑβρίζει. Gu.
Καπανεύς
: Καπανεὺς Ἱππονόου τοῦ Ἀναξαγόρου τοῦ Ἀργείου
Μετὰ τοῦ Ἀδράστου ἑπτὰ λοχαγοὺς οὗτος ὁ ποιητὴς ἀριθμεῖ, ὁ δὲ Αἰσχύλος, ὅτι τοῦτον οὐκ ἀριθμεῖ, διὰ τοῦτο τὸν Ἐτέοκλον τοῖς ἓξ συναριθμεῖ. Gu.
προσβάσεις τεκμαίρεται
: τὰς πύλας σκέπτεται. I.
φεῦ, ὦ Νέμεσις, Δίκη, καὶ Διὸς μεγαλόηχοι βρονταὶ, καὶ φῶς κεραύνιον, καυστικὸν, σὺ κοιμίζοις καὶ ταπεινοῖς τὴν κενοδοξίαν τὴν ὑπεράνορα καὶ ὑψηλήν. I.
ἰώ
: ἐπὶ ἀγανακτήσεως. Gr.
ὅδ’ ἐστίν
: λείπει τὸ ἐπαγγέλλεται. ὁ δὲ νοῦς, οὗτός ἐστι ὁ τὰς Θήβας δορὶ καὶ πολέμῳ παραδώσειν αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν, ἀποκαταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτου δούλας γενομένας. H.
M.
T. τὸ ἑξῆς οὕτως, ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβάλλων αἰχμαλωτίδας γυναῖκας δώσειν Μυκήναισι Λερναίᾳ τε τριαίνᾳ τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύϋδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο, φάσκοντα πρὸς Ἀνδρομάχην καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης.
- A.
B.
H.
T.
I.
ὅδ’ ἐστίν
: οὗτός ἐστιν ὃς ἀπειλεῖ δηλονότι δώσειν τὰς Θηβαίας γυναῖκας διὰ τοῦ πολέμου αἰχμαλώτιδας ταῖς Μυκήναις καὶ τῇ Λερναίᾳ τριαίνῃ, ἀντὶ τοῦ τῇ Λέρνῃ τῇ πηγῇ τῇ ἀναδοθείσῃ τῇ τριαίνῃ τοῦ Ποσειδῶνος, λέγω τοῖς ὕδασι τοῖς Ἀμυμωνίοις, ἤγουν τῆς Ἀμυμώνης, (ἥτις ἐστὶν ἡ αὐτὴ τῇ Λέρνῃ, τοῖς Ποσειδωνίοις, ἤγουν τοῖς ὑπὸ τοῦ Ποσειδῶνος ἀναδοθεῖσι, πήξαντος αὐτόθι τὴν τρίαιναν, ὅτε ἀπήρχετο συγγενησόμενος τῇ Ἀμυμώνῃ, ἀφ’ ἧς δηλονότι καὶ Ἀμυμώνη ἡ πηγὴ ὠνομάσθη) δουλείαν περιβαλὼν τῇδε τῇ γῇ δηλονότι. Gr.
Cant.
Mosq.
Μυκήναισι
: λείπει τὸ ἐπαγγέλλεται. M.
Τριαίνᾳ
: Τρίαινα τόπος Ἄργους, ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγενόμενος τῇ Ἀμυμώνῃ, ὅπου καὶ πηγὴ ἀνεδόθη καὶ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης. εἰπὼν οὖν τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδανίοις Ἀμυμωνίοις. A.
B.
C.
H.
M.
I. Ἀμυμώνῃ τῇ
Τριαίνᾳ
: ἦνπερ ἐποίησεν ὁ Ποσειδῶν ἀναδοθῆναι διὰ τὴν Ἀμυμώνην, ἤγουν τῆς Ἀμυμώνης τῆς πηγῆς, ἥτις ἡ αὐτή ἐστι τῇ Λέρνῃ. Ἀμυμώνης τῆς Δαναοῦ θυγατρὸς ἀπερχομένης εἰς Λέρνην ἀρύσασθαι, ἰδὼν καὶ εἰς ἔρωτα Ποσειδῶν καταστὰς ἥρπασέ τε αὐτὴν καὶ ἐμίγη, ἐν ᾧ δὲ τόπῳ ἐμίγη τήν τε τρίαιναν ἔπηξε καὶ πηγὴ ἀνεδόθη, ἐξ Ἀμυμώνης λαβοῦσα τοὔνομα. εἰπὼν δὲ τὸ τριαίνῃ ὥσπερ ἐπεξηγεῖται διὰ τοῦ Ποσειδωνείοις Ἀμυμωνείοις ὕδασιν. Gu.
Bar.
Λερναίᾳ τε δώσειν
: ἀντὶ τοῦ τῇ Λέρνῃ τῇ πηγῇ τῇ ἀναδοθείσῃ τῇ τριαίνῃ τοῦ Ποσειδῶνος. Gr.
Ποσειδωνίοις Ἀμυμωνίοις
: τινὲς οὕτως· λείπει ὁ καί (εἰσὶ γὰρ τὰ κτητικὰ ἀντὶ τῶν πρωτοτύπων), ἳν’ ᾖ Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασιν. A.
B.
H.
M.
I.
Ἀμυμωνίοις
: Δαναοῦ θυγατέρες Ἵππη, Ἀμυμώνη, Φῦσα. A.
μήποτε
: τὸ ἑξῆς· εἴθε μήποτε τήνδε τὴν δουλοσύνην, ἤγουν τὴν δουλείαν, τλαίην, τουτέστιν ὑπομείναιμι. Gr.
ἔρνος
: κλάδος, τέκνον. Gr.
ὦ ὦ τέκνον, εἴσβα δῶμα
: εἴσελθε εἰς τὸν οἶκον. I.
ὄχλος γὰρ ὡς ταραγμός
: τὸ ἑξῆς, ὡς ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, ὄχλος γυναικῶν χωρεῖ εἰς τὰ βασίλεια· ἵν’ ᾖ ὁ νοῦς πόλιν
καὶ τὸ χώρει
παροξύνουσι, καὶ οὕτως ἐξηγοῦνται· ὅτι γὰρ ὄχλος καὶ ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, χώρει πρὸς δόμους τυραννικοὺς, καὶ μένε ὅπου αἱ γυναῖκες· φιλόψογον γὰρ χρῆμα θηλειῶν ἔφυ· ἳν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. A.
B.
M.
I.
ταραγμός
: παρὰ τοῦ Ἀργείου στρατεύματος. Gu.
χρῆμα — θηλειῶν
: τὸ — τῶν. Gr.
Τὴν θάλασσαν τῆς Τύρου λιποῦσα ἦλθον ἐξαίρετον ἀνάθημα τῷ Λοξίᾳ, ἤγουν τῷ Ἀπόλλωνι, ἀπὸ χερρονήσου τῆς Φοινί κης, δούλη τῶν οἰκημάτων τοῦ Φοίβου, ὅπου ὑπὸ τοῖς ἀκρωτηρίοις τοῖς χιονοβλήτοις τοῦ Παρνασοῦ ἐκληρώθην οἰκῆσαι, νηῒ πλεύσασα κατὰ τὸν πόντον τὸν Ἰόνιον, Ζεφύρου σφοδρῶς πνεύσαντος ἐν τῷ ἀέρι κάλλιστα κελαδήματα ὑπὲρ τῶν πεδίων τῆς Σικελίας τῶν πολυκάρπων, ἐκ τῆς ἐμῆς πόλεως ἐκλεχθεῖσα ἐξαίρετος τῷ Λοξίᾳ. Gr. Cant. Mosq.
Τύριον οἶδμα
: ὁ χορὸς ἐκ Φοινισσῶν. ἐπειδὴ οἱ Ἀγηνορίδαι ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμαλώτους ἔλαβον σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε.
ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων, ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὐκ εἰσὶν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν· οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς.
ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν,εἰ ὑπ’ αὐτοῦ ἐβασιλεύοντο; A.
B.
H.
M.
T.
I.
Τύριον
: πόλις Φοινίκης. M.
Τύριον οἶδμα
: δέον ἐκ Θηβαίων γυναικῶν συνιστάμενον τὸν χορὸν Ἰοκάστην παραμυθεῖσθαι ἐπὶ τοῖς συμβᾶσιν, ἐπίτηδες οὐκ ἐξ ἐγχωρίων, ἀλλ’ ἐκ ξένων συνέστηκεν, ὅπως ἀδεῶς ἀντιλέγοιεν τῇ Ἐτεοκλέους πλεονεξίᾳ, ὥστε πῶς ἔμελλον τὸν βασιλέα ἐλέγχειν,
Φοινίσσας ἀπὸ νάσου
: οὐ νῆσος, ἀλλ’ ἤπειρος ἡ Φοινίκη παράλιος. κατεχρήσατο τοίνυν τῇ φράσει. τινὲς δὲ Φοινίσσας φράσει. νήσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπ’ Ἀγήνορος καταγόμενοι, συγγένειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα, ἃς ἔλαβον αἰχμαλώτους τὴν Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐπεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύθεισαν αὗται, πεποίηκε τὴν κατ’ αὐτὰς τύχην ἀπαγγεῖλαι. A.
B.
C.
H.
M.
I.
Φοινίσσας ἀπὸ νάσου
: οὐ νῆσος ἡ Φοίνισσα, ἀλλὰ παράλιος μόνον. ἀγνοοῦντες τοίνυν τινὲς πῶς τοῦτο Εὐριπίδης φησὶ νῆσον τὴν Φοίνισσαν ἀπατώμενοι λέγουσι. τὸ δέ ἐστι τοιοῦτον· ἔβαν ἀπὸ τῆς νήσου τῆς Τύρου. ἡ δὲ νῆσος τῆς Φοινίσσης ἐστί. δῆλον δ’ ἐντεῦθεν· αὐτὸς γὰρ ὁ χορὸς τοῦτο παριστᾷ λέγων Τύριον οἶδμα προλιποῦσα,
καὶ μετὰ ταῦτα ἐπιφέρων Φοινίσσας ἀπὸ νάσου.
Gu.
Παρνασοῦ
: τῶν Δελφῶν, ἀπὸ Πάρνηθος βασιλέως. τοῦ ὄρους ἐγγύς. Gu.
Ἰόνιον κατὰ πόντον
: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν χορὸν ἀπὸ Φοινίκης εἰς Δελφοὺς πλεύσασαι κατὰ τὸν Ἰόνιον πόντον καὶ Σ κελίαν γεγονέναι, καὶ ταῦτα Ζεφύρου πνεύσαντος καὶ ἐναντιουμένου τῷ πλῷ. δεῖ οὖν τὸ ἑξῆς ἀκούειν, Τύριον οἶδμα λιποῦσα ἔβαν ἐλάτᾳ πλεύσασα δικώπῳ. λοιπὸν τὴν αἰτίαν τοῦ κώπαις αὐτὰς, καὶ μὴ οὐρίᾳ, πεπλευκέναι, ἀποδιδόασι τὴν τοῦ Ζεφύρου πνοὴν, ὃς ἐκ
περιρρύτων
: τῶν σφοδρῶς ῥεομένων, ἢ κύκλῳ χεομένων. ἀκάρπιστα δὲ πεδία τὴν θάλασσάν φησιν. ἱππεύσαντος δὲ ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον, ὡς καὶ Ἴων, ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω.
καὶ Αἰσχύλος Νηρεΐσι δελφινοφόρον πεδίον πόντου
A.
B.
C.
H.
M.
T.
I. Ἄλλως. τὸ ἑξῆς τοῦ λόγου, ἐπλεύσαμεν ἐλάτῃ Ζεφύρου πνεύσαντος ἄνωθεν ἐξ αἰθέρος διὰ τοῦ σφοδροτάτου πελάγους
διαμειψάμεναι.
ὑπὲρ ἀκαρπίστων
: ὑπεράνωθεν πολυκαρπίστων. M.
Ζεφύρου πνοαῖς ἱππεύσαντος
: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος. καλῶς δὲ τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σικελία. A.Η.M.
T. Ἄλλως. σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίον τῷ χορῷ γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρυυς ὥρᾳ πνέων εἰς εὐρωστίαν. καὶ Ὅμηρος ἀλλ’ αἰεί ζεφύροιο λιγυπνείοντος ἀήτας,
τὸ φύσει οὖν κάλλιστόν φησιν, οὐ τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν. A.
B.
H.
M.
T.
I.
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.
ἱππεύσαντος
: δραμόντος. M.
κλεινῶν Ἀγηνοριδῶν
: οἱ αὐτοὶ Καδμεῖοι καὶ Ἀγηνορίδαι, ἐπεὶ πατὴρ τοῦ Κάδμου ὁ Ἀγήνωρ. Gr.
Cant. ἢ εἰς τὸ γᾶν ὑπο στικτέον ἢ εἰς τὸ Ἀγηνοριδῶν. Gu.
κλεινῶν Ἀγηνοριδᾶν
: τινὲς εἰς τὸ Ἀγηνοριδῶν στίζουσιν. τὸ δὲ ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν. Ἄλλως. ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Λαΐου πεμφθεῖσα ἐνθάδε. Ἀγήνορος δὲ παῖδες Κάδμος, Θάσος, Κηφεὺς, Κίλιξ, Φοῖνιξ, Εὐρώπη, Φινεύς. ἐπὶ Λαΐου δὲ ἤγουν ἐπὶ τοὺς πύργους τοῦ Λαΐου πεμφθεῖσα, ὅ ἐστιν εἰς Θήβας. ἢ πύργους φησὶ τοὺς νἱοὺς τὸν Ἐτεοκλέα καὶ Πολυνείκην, ὁμογενεῖς δὲ τῶν Φοινίκων. A.
B. Η.M.
T.
I.
πεμφθεῖσ’
: παρὰ τῶν Ἀγηνοριδῶν τῶν ἐν τῇ Φοινίκῃ. Gu.
ἴσα δ’ ἀγάλμασι
: ἀντὶ τοῦ ὁμοίως καὶ ἴσως ἀγάλμασι χρυσέοισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην. B.
M.
I. ἐπίσης. Gr. ἢ ὁμοίως. Gu. ἀγάλμασι
χρυσοτεύκτοις
: ἀντὶ τοῦ οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην. M.
Gu. οἷον τρίποσι, στεφάνοις, δίσκοις καί τισιν ἑτέροις. Gu. ἀναθήμασι. Gr.
χρυσοτεύκτοις
: ἐκ χρυσοῦ κατεσκευασμένοις. Gr.
ἔτι δὲ Κασταλίας
: ἔτι δέ μοι ταῦτα περιλιμπάνεται ἀτελῆ, τὸ λούσασθαι ἐν τῇ Κασταλίᾳ. A.
B.
M.
I. Ἄλλως. λείπει οὖν, φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτω τοῖς θεοῖς λατρεύοιμι. B.
C.
H. Fl. 33. I. Κασταλία δὲ πηγὴ ἐν Πυθίᾳ, εἰς ἣν λέγουσι τὰς ἱεροδούλους παρθένους λούεσθαι, μελλούσας θεοπρόπιον φθέγγεσθαι παρὰ τῷ τρίποδι. A.
B.
C.
H.
T. Fl. 33. I. παρθένιον
Κασταλία πηγὴ ἐν Πυθίᾳ, παρ’ ἧς ἐλούοντο αἱ ἱερόδουλοι παρθένοι, αἵτινες ἔμελλον θεοπρόπιον, ἤτοι μάντευμα, ᾄδειν παρὰ τοῦ τρίποδος. μυθεύονται δὲ ὅτι καὶ τὸ τῆς Κασταλίας ὕδωρ λάλον ἦν, πλασάμενοι τοῦτο οὐκ ἀπὸ τοῦ λαλεῖν ἐκεῖνο, — ἀδύνατον γἀρ — ἀλλ’ ἀπὸ τοῦ ποιεῖν τοὺς ἄλλους μαντικοὺς καὶ λέγειν δυναμένους τὰ τῶν ἄλλων ἀγνοούμενα καὶ διασαφεῖν. τὸ αὐτὸ δὲ νόει καὶ περὶ τῆς ἐν Δωδώνῃ δρυός. Gu. Leid.
δεῦσαι
: ἆρα οὖν, φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτως τοῖς θεοῖς λατρεύοιμι. Ἄλλως. τὰς κόμας δεῦσαι Φοιβείαισι λατρείαις. A. λοῦσαι. Gr. βρέξαι. Gu. παρθένων γὰρ τρυφὴ τὸ λούεσθαι. ἢ παρθένιον χλιδὴν λέγει τὰς κόμας. Gu. λοῦσαι τὰς ἐμὰς κόμας. λέγω τὴν χλιδὴν, ἤγουν τὴν τρυφὴν τὴν παρθένιον. Gr.
δικόρυφον σέλας
: διπλοῦν. B.
M. δικόρυφον αὐτὸν εἶπεν, ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασσοῦ εἰσιν ἱερὰ, τὸ
σέλας
: ἐκ τῶν τόπων ἐν οἷς βακχεύει ὁ Διόνυσος. Fl. 33.
δικόρυφον σέλας
: δικόρυφος ὢν ὁ Παρνασὸς ἐν μὲν τῇ μιᾷ κορυφῇ Ἀρτέμιδος ἱερὸν καὶ Ἀπόλλωνος εἶχεν, ἐν δὲ θατέρᾳ Διονύσου καὶ Σεμέλης. ὅθεν καὶ δικόρυφον σέλας καλεῖ ἀπὸ τοῦ ἐν αὐταῖς ἀναπτομένου πυρὸς εἰς τὴν τῶν θεῶν θυσίαν ὀνομάσας. φασὶ δὲ καὶ ὅτι ἄμπελος ἦν ἐν τῷ τοῦ Διονύσου ἱερῷ, ἥτις καθ’ ἡμέραν ἑκάστην ἔφερε βότρυν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγένετο. ἐδηλοῦτο δὲ ἐντεῦθεν ὅτι Διόνυσος πρῶτος ἐχαρίσατο τοῖς ἀνθρώποις τὴν ἄμπελον, Ἰκαρίῳ δοὺς πρώτῳ, ὥσπερ καὶ Δημήτηρ τὸν σῖτον, καὶ Ἀθηνᾶ τὴν ἐλαίαν, καὶ ἕτεροι τῶν θεῶν ἕτερα. Gu.
Leid.
ὑπὲρ ἄκρων βακχείων
: εἰς τὴν τοῦ Διονύσου κορυφὴν εἶναί φασιν ἄμπελον, ἥτις καθ’ ἑκάστην ἡμέραν ἕνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπιοντα. ἔστι γᾶς τις ἐναλία
A.
B.
H.
M.
T.
I.
Εὐβοιὶς αἶα, τῇδε βάκχειος βότρυς
ἐπ’ ἦμαρ ἕρπει· πρῶτα μὲν λαμπρᾶς ἕω
κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας,
εἶτ’ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον
καὶ κλίνεταί γε κἀποπερκοῦται βότρυς,
δείλῃ δὲ πᾶσα τέμνεται βλαστουμένη
ὀπώρα καλῶς κἀνακίρναται πότον. —
οἴνα θ’ ἅ
: καὶ ὦ ἄμπελε, ἥτις τὸν πολύκαρπον βότρυν ἀποστάζεις, ἀπὸ τῆς οἰνάνθης καθ’ ἑκάστην τῷ Διονύσῳ αὐτὸν ἐκπέμπουσα. οἰνάνθη δὲ ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς. A.
B.
H.
M.
I.
οἴνα
: οἰνάνθης, ἤγουν τοῦ λεπτοτάτου οἴνου διδοῦσα. Gr. οἰνάνθη ἡ πρώτη ἔκφυσις τῶν βοτρύων λέγεται. οἰνάνθας οὖν βότρυν νοητέον ἐνταῦθα τὸν ἐξ οἰνάνθης καὶ ἐκ πρώτης ἐκφύσεως ὕστερον βότρυν γινόμενον. Gu. ἣ καθ’ ἑκάστην ἡμέραν στάζεις οἶνον δηλονότι τὸν ἀεὶ καρποφορούμενον. Gr. καὶ ὦ οἴνη, ἤγουν ὦ ἄμπελε, ἥτις καθ’ ἑκάστην ἡμέραν στάζεις οἶνον, διδοῦσα τὸν ἀεὶ καρποφορούμενον βότρυν τῆς οἰνάνθης, τουτέστι τὸν τὴν οἰνάνθην ποιοῦντα, ἤγουν τὸν λεπτότατον οἶνον. Gr.
Cant.
Mosq.
ζάθεά τ’ ἄντρα
: ὦ θεῖα ἄντρα καὶ ὑψηλοὶ τόποι τῶν νυμφῶν.
δράκοντος
: σπήλαιόν ἐστιν ἐν τῷ Παρνασῷ δράκοντος, ὃν ἀνεῖλεν Ἀπόλλων, καὶ τὸ δέρμα αὐτοῦ παρὰ τὸν ναὸν εὕρηται, τὴν τοῦ θεοῦ παριστῶν νίκην. λέγουσι δὲ καὶ τὴν Πυθίαν οὕτω παρωνομάσθαι ἀπὸ τοῦ ἐκεῖ κατασαπέντος δράκοντος· πύθω γὰρ τὸ σήπω. οἱ δὲ ἀπὸ τοῦ πεύθω, τὸ ἐρωτῶ καὶ μανθάνω, φασὶν, ἅτε κοινὸν χρηστήριον πᾶσιν ἀνθρώποις οὖσαν, ἐρωτῶσι περὶ ὧν βούλονται καὶ μανθάνουσιν. ἦν δὲ τὸ ὄνομα τοῦ δράκοντος Δελφὶν, ὅθεν καὶ ὁ τόπος τοὔνομα ἔσχηκε, Δελφοὶ καλούμενος. Gu.
Leid.
εἴθε καταλιποῦσα τὴν Δίρκην, τουτέστι τὰς Θήβας, γενοίμην τῆς ἀθανάτου θεοῦ, ἤγουν τῆς Ἀρτέμιδος, χορὸς ἑλισσόμενος, ἤγουν στρεφόμενος, ἄφοβος κατὰ τοὺς ναοὺς τοῦ Ἀπόλλωνος τοὺς κατὰ τὸ μέσον τῆς γῆς. Gr.
ἱερὸν ἑλίσσων
: τινὲς στίζουσιν εἰς τὸ ἱερόν· τὸ γὰρ ἑλίσσων ἀντὶ τοῦ περιχορεύων. (περισσὸς ὁ τε), ἵν’ ᾖ, καὶ σὺ, ὦ Ἂπολλον, περιέπων τὸν Παρνασσόν. οἱ δὲ στίζουσιν εἰς τὸ ὄρος ἱερὸν ἑλίσσων,
ἵν’ ᾖ, γενοίμην χορὸς τῆς θεοῦ ἑλίσσων ἐν ταῖς χορείαις τοῦτο τὸ ὄρος. A.
B.Η.M.
I.
ἄφοβος
: τοῦτο λέγει διὰ τὸ παρὰ πάντων τὰς τῶν θεῶν ἱερείας τιμᾶσθαι καὶ μηδένα κίνδυνον ὑποπτεύειν ποτέ. Gu.
μεσόμφαλα
: μεσόμφαλον εἶπε τὴν Πυθίαν, ἐπεὶ κατὰ τὰ κοιλώματα τοῦ ὄρους μέσον τῆς γῆς κεῖται, ἐν ᾗ οἱ Δελφοί. M.
μεσόμφαλα γύαλα Φοίβου λέγει τὸν ἐν Δελφοῖς τοῦ θεοῦ ναὸν, μέσην τῆς πάσης γῆς ἐσχηκότα χώραν, ὡς οἱ τοῦ μύθου ἀετοὶ ἔδειξαν. γύαλα δὲ κυρίως αἱ τῶν ὀρῶν κοιλότητες. Gu. Leid. γύαλα τὰ κοιλώματα τοῦ ὄρους. τοιαῦται γὰρ αἱ φύσεις τῶν ὀρῶν ἐν βάθει καὶ ἐν ὕψει συγκειμένων. B. Gu. I.
Δίρκαν προλιποῦσα
: ἐκεῖ ὁ Κάδμος τὸν Δελφῖνα φονεύει προνοίᾳ τῆς Ἀθηνᾶς μετὰ λίθου. οὗτος δὲ ὁ δράκων λέγεται εἶναι Ἄρεος ὃς ἐφύλαττε τὰ νάματα τῆς Δίρκης. A.
νῦν δέ μοι πρὸ τειχέων
: ὁ δέ ἀντὶ τοῦ γάρ. κατὰ ἀνάκλασιν δὲ ὁ πᾶς λόγος προῆκται, ἔχων οὕτως· ἰὼ Παρνάσσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι, σύ τε, ὦ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, θεῖά τε ἄντρα τοῦ δράκοντος, οὔρειαί τε σκοπιαὶ θεῶν, σύ τε, ὦ δέσποτα Ἄπολλον, ὃς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέμιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκφοβεῖ, καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρ’ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοποῦ διάξαιμι. A.
B.
H.
M.
T.
Fl. 33.
I.
δάϊον φλέγει
: τὸν ἀπὸ τῆς μάχης ἀνάπτει. Gr.
κοινὸν αἷμα τὸ γένος τὸ ἐν τῇδε τῇ γῇ καὶ τῇ Φοινίκῃ. Gr. Cant. τουτέστι καὶ οἱ ἐκ Θηβῶν καὶ οἱ ἐκ Φοινίσσης ἕν εἰσι γένος, τέκνα ὄντες Ἰοῦς τῆς ἐρασθείσης μὲν ὑπὸ τοῦ Διὸς, εἰς βοῦν δὲ ἀμειφθείσης παρ’ αὐτοῦ, ἵνα λάθῃ τὴν Ἥραν· διὸ καὶ κερασφόρον καλεῖ. σκόπει δέ· ἀπὸ Ἰοῦς Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Φοῖνιξ καὶ Ἀγήνωρ, οὗ Κάδμος, οὗ Πολύδωρος, οὗ Λάβδακος, οὗ Λάϊος, οὗ Οἰδίπους, οὗ Ἐτεοκλῆς καὶ Πολυνείκης. Gu. Bar. Leid.
ὧν μέτεστί μοι πόνων
: ὧν τῶν ἐκγόνων τῆς Ἰοῦς φροντίζω τῆς εὐτυχίας καὶ οἰκειοῦμαι τοὺς πόνους. A.
B.
M.
ὧν μέτεστί μοι πόνων
: ὧν τῶν πόνων μέτεστί μοι, ἤγουν μετουσία ἐστί μοι. Gr.
Cant. τὸ ὧν μέτεστί μοι διπλῶς νοητέον, ἢ ὧν Θηβαίων τῶν πόνων καὶ τῶν δυστυχιῶν μέτεστί μοι ὡς συγγενεῖ, ἢ ἐπειδὴ ἄνωθεν ἔφη ὡς, ἐάν τι πείσωνται Θηβαῖοι, τούτου κοινωνεῖ καὶ ἡ Φοίνισσα, νῦν
πυκνὸν φλέγει
: λάμπει, ὅ ἐστι πῦρ. M.
ἃν Ἄρης
: ἣν ὁ Ἄρης γνώσεται. ὁ δὲ νοῦς, ἣν μάχην φέρων τοῖς παισὶν Οἰδίπου ὁ Ἄρης ταχέως πορευθήσεται. ἄμεινον δὲ τὸ οἴσεται, ἀντὶ τοῦ ὁρμήσει. A.
B.
C.
H.
M.
I.
ἅν
: ἣν τὴν μάχην. Gr.
τάχ’
: ἴσως. Gr.
παισὶν Οἰδίπου
: κατὰ τῶν παίδων τοῦ Οἰδίποδος. Gr.
ἔνοπλος
: γρ. ἔνοπλον. B.
δι’ εὐπετείας
: δι’ εὐμαρείας, δι’ εὐχερείας. B.
M.
I. διὰ
εἰσεδέξατο
: ἤγουν εὐκόλως οἱ πυλωροὶ ἠνέῳξάν μοι τὰς πύλας, καὶ οὐκ ἐπέσχον πρὸς τὴν εἴσοδον. Gu.
ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
: ἀνόητόν φασι τῷ ξίφει πιστεύειν, ταῖς σπονδαῖς δὲ μήπω, εἰ καὶ μόνος ὢν κρατῆσαι ἠδύνατο ἐπιβουλευόντων τοσούτων. ἀγνοοῦσι δὲ ὅτι οἱ μετὰ ἀνάγκης ἐπί τινα κίνδυνον ἐρχόμενοι οὐχὶ ἐκ τῶν ἐνδεχομένων θηρᾶσθαι τὴν
τὰ πίστ’ ἐμαυτῷ
: τὴν πίστιν τοῦ θαρρεῖν, ὅ ἐστι τὴν ἀσφάλειαν τοῦ θαρρεῖν. A.
B.
C.
M.
T.
I. τὸ δὲ θράσους οἷον ἄρα θρασύνομαι τῷ ξίφει πιστεύων. C.MT.
τοῦ θράσους
: εἰ καὶ θράσος ἐνειδειξάμην μόνος εἰς πολεμίων εἰσιὼν πόλιν, ἀλλ’ ἐν χερσὶν ἔχων τὸ ξίφος, τὰ πιστὰ ἐμαυτῷ τοῦ θράσους παρέξομαι, τουτέστι, πίστιν καὶ πληροφορίαν καὶ ἀσφάλειαν ἐμαυτῷ περιποιησαίμην, ἐντεῦθεν τὸν ἐπιόντα ἀμυνόμενος. οὐκ ἀρκεῖται δὲ εἰς τοῦτο· τί γὰρ ἂν ἐποίησε μόνος πρὸς πολλοὺς μαχόμενος; ἀλλ’ εὗρεν ἑτέραν καταφυγὴν, τοὺς τῶν θεῶν βωμούς. Gu.
I. ἀμείβηται
: ἀλλάσσει, πορεύεται. M. φέρηται. Gr.
Florr. iidem.
ὑπόσπονδον μολεῖν
: μετὰ φιλίας. M. φιλικὸν, ὑπὸ ἀσφαλείᾳ σπονδῶν. Gr.
Florr. iidem.
ἀλκή
: βοήθεια. M.
Gr.
Florr. iidem. ἐγγὺς τῶν πυλῶν Ἀθηνᾶς ἱερὸν ἵδρυται, καὶ οἱ καταφεύγοντες εἰς ἱερὰ σωτηρίας τυγχάνουσιν. ἀλκὴ δὲ καλεῖται ἡ Ἀθηνᾶ κατὰ τὴν τῶν Φοινίκων γλῶσσαν. Gu.
βώμιοι γὰρ ἐσχάραι
: ὥστε καταφυγεῖν ἐπ’ αὐτοὺς, εἰ δέοι. τοῦτο δὲ οὐ συνῳδὸν τῷ ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ.
θρασύδειλον γὰρ τὸν Πολυνείκην παρίστησι, πρῴην μὲν φάσκοντα ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστ’ ἐμαυτῷ τοῦ θράσους παρέξομαι,
νῦν δὲ τοὺς βωμοὺς πλησίον εἶναί φησιν, οἷς προσφυγὼν νομίζει σωθήσεσθαι καθάπερ ἱκέτης γενόμενος. B.
C.
M.
T.
I.
Τὸ παῖδες ἐκ παίδων ἢ ὡς τῶν παίδων ἐκείνου ἀπόγονος, ἢ τὸ παῖδες ἀντὶ τοῦ ἀπόγονος μόνον νοητέον, τὸ δὲ ἐκ παίδων ἀντὶ τοῦ ἐκ τῶν ἄλλων τῶν ἐκεῖ οὐσῶν παρθένων, οὕτως· ἔπεμψαν ἐμὲ ἐνθάδε τῷ Φοίβῳ ἀκροθίνιον τοῦ πολέμου ἐκ τῶν παίδων. Gu.
παῖδες
: ἀπόγονοι. Gr.
τὸ ἑξῆς, δορὸς ἀκροθίνιον ἐνθάδε με ἔπεμψαν τῷ Φοίβῳ. Gr.
ἀκροθίνιον
: τὴν ἐκ πόλεως τῆς λείας ἀπαρχήν. B.
C.
I. ἀπαρχήν. M. ἀκροθίνιον λέγεται ἡ ἐκ πόλεως λαφυραγωγία πεμπομένη δῶρον. C. m. sec.
μέλλων δὲ πέμπειν
: σολοικοφανὲς τοῦτό ἐστιν, ἤτοι μέλλοντος πέμπειν με Οἰδίποδος ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως, μέλλων δὲ πέμπειν με, πρὶν ἰδεῖν τοὺς Ἀργείους ἐπιστρατεύσαντας, ἐν τοσούτῳ οἱ Ἀργεῖοι ἐπὶ τὴν πόλιν ἐστράτευσαν. B.
C.
M.
I. μέλλων ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς.
Οἰδίπου
: ἀντὶ Οἰδίποδος.
μέλλων δὲ πέμπειν με
: λέγουσιν ἁπαξάπαντες ὡς ἡ σύνταξις αὕτη καθαρῶς σόλοικος. ἐποίησε δὲ Εὐριπίδης ἑκὼν, ὥσπερ καὶ Ὅμηρος πολλάκις. τέχνης γὰρ ὄντες ὡς ἀληθῶς ἐπιστήμονες καὶ οἷον ἀρχηγοὶ, εἰ καὶ τοῖς ὑπὲρ τέχνην ἅπαξ ἐχρήσαντο, τί θαυμαστόν; σὺ δὲ, τούτους ὡς ἠπατημένους χαίρειν ἐάσας, μὴ νόμιζε τὸ ἐπεστράτευσαν πρὸς τὸ μέλλων ἀποδοθῆναι, ὥσπερ ἐκεῖνοι οἴονται· τοῦτο γὰρ καθαρῶς σόλοικον· ἀλλὰ πρὸς τὴν ἐπανάληψιν τὸ ἐν τῷδε.
οἶσθα γὰρ ὡς, ἡνίκα ἂν ποιῶμεν ἐπαναλήψεις, ποτὲ μὲν τὴν ἀπόδοσιν πρὸς τὴν πρόσθεν ἐπιφέρομεν σύνταξιν, ποτὲ δὲ ἐναλλάττομεν ὡς ἐθέλομεν. τοῦτο οὖν κἀνταῦθα γέγονε. παραδείγματα τῆς ἐναλλαγῆς ταύτης ἄλλα τε πολλὰ καὶ ταῦτα· παραμείψαντες δὲ τῶν ὀρῶν τοὺς ἑλιγμοὺς, ἐπεὶ φανείη τὸ ἄστυ, - τοῦτο δὲ ἐγίγνετο τῆς ἀποστάσεως ἐν ν′ σταδίοις οὔσης καὶ ἑκατόν - ὁπότε οὖν ἐκλάμψειε, παρὰ μὲν τῶν ἄλλων σιγὴ ἦν.
ἐνταῦθα γὰρ οὐ πρὸς τὸ παραμείψαντες ἐποίησε τὴν ἀπόδοσιν τὸ σιγὴ ἦν,
ἀλλὰ πρὸς τὰς ἐπαναλήψεις. καὶ πάλιν ὁ αὐτὸς Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ἐπιταφίῳ οὕτω φησί· διεξιὼν γὰρ πολίχνιον τὸ πρῶτον ἧς παρελάμβανε γῆς στέφανόν τινα κλάδων - πολλοὺς δὲ ἐκ καλωδίων τεταμένων εἰς κίονας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώρους - τούτων εἷς τῶν στεφάνων, ᾧ καλλωπίζομεν τὰς πόλεις, ἐκλυθεὶς τοῦ δεσμοῦ καταβαίνων ἦν ἐν τῇ τοῦ βασιλέως κεφαλῇ καὶ ἥρμοσε.
καὶ ἑτέρωθι τὸν δὲ ἐμοί τε καὶ σοὶ φίλτατον, καὶ ᾧ μὴ χαριζόμενος αἰσχυνοίμην ἂν, Παγκράτιον, τὸν ἄρχειν ἐπιστάμενον καὶ λέγειν, καὶ ᾧ τὸ τιμᾶσθαι κατὰ τοὺς τρόπους μᾶλλον ἢ τὴν δόξαν ἐγένετο τοῦ πατρὸς, οὗτος δὲ ὁ
καὶ μυρία ἂν τοιαῦτα σκοπῶν εὑρήσεις. Gu.
Leid.
ἐν τῷδ’
: ἀντὶ τοῦ ἐν τοσούτῳ. M.
Gr. ἐν τῷ μέλλειν πέμψαι. Gu. ἤγουν ἐν τῷ μέλλειν πέμπειν ἐμέ. Mosq.
ἐπεστράτευσαν
: κατὰ τῆς πόλεως ἐστράτευσαν. Gr.
γονυπετεῖς
: ἐδαφιαίας. Gu. ὡς τῶν Φοινίκων διὰ γονυκλισίας τιμώντων τοὺς βασιλεῖς. B.
C.
M.
Gu.
I. γονυπετεῖς ἀντὶ τοῦ γονυπετῶς. C. ἀντὶ τοῦ γονυπετῆ προσκύνησιν προσκυνῶ σε. Gr.
Cant.
Mosq.
ἕδρας
: ἕδρα κυρίως ἡ καθέδρα· ἐπεὶ δὲ καὶ ὁ γονυπετῶν ἔοικε καθεζομένῳ, διὰ τοῦτο ἕδρας τὰς προσκυνήσεις λέγει. Gu. προσκυνήσεις. Gu.
πρόδρομος (
: ἔμπροσθεν τῶν δόμων. Gu.
Φοίνισσαν, ὦ νεάνιδες
: οἱ τούτων ἐπιλαμβανόμενοι καὶ λέγοντες, πῶς ὅτι, οὐδὲν αὐτῶν εἰπουσῶν Φοινικικῶς, φησὶν Ἰοκάστη Φοίνισσαν βοὰν κλύουσα,
ἀγνοοῦσιν ὅτι κατὰ φωνὴν ὑποτίθεται ὁ Εὐριπίδης αὐτὰς τῇ κοινολογίᾳ τῶν Φοινίκων, οὐχ οἷον βαρβαρικῶς διαλαλούσας, ἐπεὶ οὐδ’ ὁ Πολυνείκης αὐτῶν ἤκουσεν, ἀλλὰ τῷ τῆς λαλιᾶς ἤχῳ ποιούσας τι τοιοῦτον ὥστε σημαίνειν ὅτι εἰσὶ Φοίνισσαι καὶ ἐμφαίνειν τινὰ χαρακτῆρα τῆς πατρίας φωνῆς. (C.
M.
T.) εἰ γὰρ καὶ Ἑλληνικῶς ἐλάλουν, ἀλλ’ οὖν γε τὴν πάτριον ἔσωζον ἀπήχησιν τῆς φωνῆς, ὡς Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει, καὶ γὰρ χαρακτὴρ αὐτὸς ἐν γλώσσῃ τί με
— A.
B.
C.
M.
T.
I.
παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου.
γηραιῷ
: ἀντὶ τοῦ γεροντικῷ. Gr.
γηραιῷ ποδὶ ἕλκω
: ἤγουν βίᾳ ἀνύω, ἀπὸ τῶν βοῶν τῶν τὸν ζυγὸν ἑλκόντων καὶ τὴν ἅμαξαν. Gr.
Cant.
Mosq.
χρόνῳ
: τὸ χρόνῳ καὶ τὸ μυρίαις ἐν ἁμέραις ἐκ παραλλήλου. Gu.
κυανόχρωτα
: καὶ τὸν κυανόχρωτά σου πλόκαμον περίβαλλε τῷ τραχήλῳ μου, καὶ κατασκίαζε τοῦτον τοῖς βοστρυχώδεσί σου πλοκάμοις· ἐκ κοινοῦ γὰρ τὸ ἀμφίβαλλε· οὐ γὰρ τὸν ἑαυτῆς πλόκαμον λέγει, ὡς μικρὸν ὕστερόν φησιν ἑαυτὴν ἐξυρῆσθαι διὰ τὸ πένθος A.
B.
C.
M.
T.
I.
κυανόχρωτα
: ὄρεγε ταῖς ἐμαῖς παρειαῖς καὶ τὸν πλόκαμον τῶν βοστρύχων τῆς σῆς χαίτης, ὄρεγε δηλονότι, σκιάζων τὴν ἐμὴν δέρην. Gr.
Cant.
Mosq.
σκιάζων
: περικαλύπτων. Gu.
τί φῶ σε
: τί σοι εἴπω, πῶς προσφθέγξομαί σε; καὶ πῶς τὰ πάντα λάβω, τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις, ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περισκιρτῶσα πανταχῆ. A.
B.
C.
M.
I. ὀνομάσω σε. Gr. et gl.
Gu.
ἅπαντα
: τὰ μέλη. Gu.
πῶς ἅπ αντα
: θέλουσα ἡ Ἰοκάστη ὅσην ἔσχεν ἐπὶ Πολυνείκει φανέντι ἡδονὴν παραστῆσαι πῶς ἅπαντα λάβω; φησὶ, τουτέστι πῶς καὶ διὰ λόγων καὶ δι’ ἔργων καὶ πανταχόσε σκιρτῶσα λάβω ἡδονὴν πολύτροπον καὶ παντοίαν, δι’ ἔργου καὶ λόγου καὶ σκιρτημάτων γινομένην· ταῦτα γὰρ οἱ ἀπροσδοκήτως τοὺς αὑτῶν ὁρῶντες δρᾶν εἰώθασι. τὸ δὲ παλαιὰν χαρμονάν ἀντὶ τοῦ ἧς ἐκ πολλοῦ τυχεῖν συνηυχόμην ἐπὶ τῷ σὲ ἰδεῖν καὶ προσπτύξασθαι. σκόπει δὲ τὸ ποικίλον· δέον γὰρ εἰπεῖν, πῶς ἅπαντα λάβω καὶ ἐν χερσὶ καὶ ἐν λόγοις καὶ ἐν ποσὶν, ὁ δὲ οὐχ οὕτως ἐξήνεγκεν, ἀλλὰ τὸ μὲν χερσὶ καὶ λόγοις πρὸς τὸ λάβω συνῆψεν, ἐκ δὲ τοῦ εἰπεῖν ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα τὸ ποσὶν ἐδήλωσε· ποδῶν γὰρ τὸ χορεύειν. Gu.
Bar.
καὶ χερσίν
: καὶ διὰ τῶν χειρῶν καὶ διὰ τῆς κόμης πολύστροφον ἡδὺ σκίρτημα. Gr.
ὅθεν ἐμάν
: ἀφ’ οὗ σὺ ἔφυγες, κείρομαι τὴν πεπολιωμένην κόμην, ἀντὶ τοῦ ἐπὶ σοὶ ἐκειράμην ἀποβαλοῦσα ἐπὶ τῷ σῷ πένθει.
λευκόχροα
: τὴν πεπολιωμένην. M.
κείρομαι
: ἐκειράμην. M.
ἄπεπλος φαρέων
: ἀντὶ τοῦ ἀμέτοχος διαλεύκων φαρέων οὖσα τὰ δυσόρφναια καὶ σκότια τρύχη διαδέχομαι. A.
B.
C.
M.
T. Ἄλλως. ἀντὶ τοῦ μελανοφόρος. καὶ στικτέον εἰς τὸ τέκνον. A.
B.
C.
M.
T. ἀνείμων λευκῶν ἱματίων ὑπάρχουσα τὰ δυσόρφναια καὶ σκότια τρύχη διαδέχομαι. I. ἀμέτοχος ἐνδυμάτων λευκῶν. ἀλλάσσω δὲ ἀντὶ τοῦ ἤλλαξα ταῦτα τὰ τρίχινα ἐνδύματα τὰ δυσόρφναια, τὰ σκότια, ἐκ παραλλήλου ἀντὶ τοῦ μέλανα. Gr.
ὀμματοστερής
: ὁ Οἰδίπους ἐστερημένος τῶν ὀμμάτων. M. ὁ τῶν ὀμμάτων ἐστερημένος ζεύγους συγγενικοῦ. Gr.
ὁ δ’ ἐν δόμοισι πρέσβυς
: ἤγουν ὁ Οἰδίπους ὁ τῶν ὀμμάτων ἐστερημένος τοῦ ζεύγους τοῦ συγγεννικοῦ, ἤγουν ὑμῶν τῶν δύο ἀδελφῶν τῶν χωρισθέντων
αὐτόχειρα
: αὐτουργόν. Gr.
Florr. iidem. et 5.
ὑπὲρ τέραμνα, καὶ εἰς τὰ μετέωρα τῆς ἀγχόνης, ἀπὸ κοινοῦ τὸ ἀνῇξεν. A. B. C. M. I. Ἄλλως. καὶ ἐπὶ ἀγχόνας ὥρμησε τὰς ὑπὲρ τέραμνα, ὅ ἐστιν ὑψηλότατα. τέραμνα δέ ἐστι τὰ ὀροφώματα. A. B. C. M. Ἄλλως. καὶ ἐπὶ ἀγχόνας ὥρμησε μὲν, καὶ κατὰ τοῦ ξίφους ὥρμησε, καὶ ἐπὶ σφαγὴν ὁμοίως καὶ ἀγχόνης αὐτόχειρα. I.
ξένοισιν ἐν δόμοις
: ταῦτα διὰ μέσον. τὸ γὰρ ἑξῆς, σὲ δ’, ὦ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι, καὶ ξένην συγγένειαν ἔχειν, καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοί τε καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη. A.
B.
C.
M.
I.
σὲ δ’, ὦ τέκνον, ἀκούω καὶ παιδοποιὸν ἡδονὴν ἔχειν ἐν ξένοις δόμοις γυναικὶ συζυγέντα, καὶ ξένην συγγένειαν περιέπειν, γάμων ἐπακτὴν ἄτην, ἤγουν λέγω γάμων βλάβην ἐπείσακτον, τουτέστι ξένων καὶ ἀπ’ ἀλλοτρίου γένους. τὸ δὲ ἄλαστα μητρὶ τάδε καὶ Λαΐῳ τῷ παλαιγενεῖ
διὰ μέσου, ἤγουν οὐκ εἰσὶ τάδε δυνάμενα ὑπὸ τῆς μητρὸς ἐπιλησθῆναι καὶ ὑπὸ τοῦ Λαΐου τοῦ παλαιοῦ. Gr.
Cant.
ἄλαστα μητρὶ τάδε
: τουτέστιν οὐ μόνον ἡμῖν τοῖς ζῶσιν οὐ δυνατὸν ἐπιλαθέσθαι ὧν ἐποίησας, μὴ παρ’ ἡμῖν γήμας, ἀλλ’ ἐν ἀλλοτρίοις τόποις, ἀλλὰ καὶ οἱ τεθνηκότες, εἴπερ αἴσθησις, ἴσασί τε ταῦτα καὶ μέγιστα δυστυχήματα ἡμῖν τε καὶ σφίσιν αὐτοῖς λογιζόμενοι διατελοῦσιν. Gu.
ἐπακτόν
: ξένην αὐθαίρετον, ἣν αὐτὸς ἑαυτῷ ἐπήγαγες. Gu. τὸ δὲ ἐπακτὴν γάμων ἄτην ἢ διὰ τὸ μὴ μετασχεῖν αὐτὸν ὁμοφύλου γυναικὸς, ἀλλ’ ἑτερογενοῦς νοητέον, ἢ διότι συνέβαλλον αὐτῷ οἱ τοιοῦτοι γάμοι κατὰ τῆς πατρίδος στρατεῦσαι καὶ τῆς ἐπ’ αὐτῇ βλάβης κατέστησαν πρόξενοι. ἐπακτῶν δὲ γάμων ὀφείλων εἰπεῖν ἄτην, πρὸς τὸ ἄτην ἐπήνεγκεν Ἀττικῶς, ἐπακτὴν ἄτην εἰπὼν, ὥσπερ ὅταν λέγωμεν τὰ ἡμέτερα αὐτῶν, δέον εἰπεῖν τὰ ἡμῶν αὐτῶν, καὶ ἕτερα μυρία τοιαῦτα. Gu.
ἀνυμέναια
: ἀνυμεναίως, ἀπορεύτως. Ἄλλως. οὐ μετέσχε τῶν σῶν ὑμεναίων, οὐδὲ τῇ σῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρείᾳ συνήσθη· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά. εἰώθασι γὰρ οἱ νυμφίοι τὸ παλαιὸν ἀπολούεσθαι ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς καὶ περιρραίνεσθαι λαμβάνοντες ὕδωρ τῶν ποταμῶν καὶ πηγῶν, συμβολικῶς παιδοποιίαν εὐχόμενοι, ἐπεὶ ζωοποιὸν τὸ ὕδωρ καὶ γόνιμον. A.
B.
C.
M.
T. ἀνυμεναίως δὲ καὶ ὁ Ἰσμηνὸς ἐκηδεύθη καὶ πρὸς ἐπιγαμβρείαν ἐδόθη τῷ Ἀδράστῳ, ἐπειδὴ Θηβαῖος ὁ ποταμός. ἐκηδεύθη δὲ καὶ
ἔθος ἦν τοῖς παλαιοῖς, ὅτε ἔγημέ τις, ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς ἀπολούεσθαι, ἐμοὶ δοκεῖν, ἵνα κατὰ ῥοῦν αὐτοῖς τὰ πρὸς τὸν βίον χωρῇ. ἐπειδὴ οὖν καὶ ὁ Πολυνείκης, Θηβαῖος ὢν, οὐκ ἐνταῦθα ἔγημεν, ἵνα καὶ τῶν τοῦ ποταμοῦ μετάσχῃ λουτρῶν, ἀλλ’ ἑτέρωθι, διὰ τοῦτο ἀνυμέναια λουτροφόρου χλιδῆς κηδευθῆναι τὸν Ἰσμηνὸν λέγει· τουτέστιν ἐκηδεύθη μὲν Ἰσμηνὸς τῷ Ἀδράστῳ διὰ τὸν Πολυνείκην, ὅτι δὲ οὐ μετέδωκε τούτῳ τῶν παρ’ αὐτοῦ λουτρῶν, ἀνυμέναια καὶ ἀμέτοχα λουτροφόρου χλιδῆς ἐκηδεύθη. Gu. Bar. Leid.
ὄλοιτο τάδ’
: ἀπόλοιτο ταῦτα τὰ κακὰ καὶ μεταβληθείησαν εἰς ἀγαθὰ, εἴ τίς ἐστιν αὐτῶν αἴτιος· λείπει γὰρ τὸ αὐτῶν. Ἄλλως. ὄλοιτο τάδε ἀντὶ τοῦ τῶνδε, ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν
ὁ οὖν τούτων αἴτιος καὶ πρόξενος ἀπόλοιτο, ὅστις ποτὲ ἄρα ἐστίν. A.
B.
C.
M.
I. φθειρέσθω, ἤγουν ἀποπέμπομαι ταῦτα καὶ φθορᾶς ἄξια κρίνω. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
Mosq.
ἔρις
: ἡ τοῦ ἀδελφοῦ. Gu.
δεινὸν γυναιξί
: τίμιον, ἢ μέγα κακόν. Ἄλλως. δεινὸν ἀντὶ τοῦ τίμιον, θαυμαστόν. ὁ δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται, ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σώζεται. Ἄλλως. αἱ δι’ ὠδίνων γοναὶ, καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡς εἰ ἔλεγε, καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν, ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες. A.
B.
C.
M.
I.
δεινὸν γυναιξίν
: ἐπειδήπερ αἱ γυναῖκες μεγάλους ὑφίστανται πόνους πρὸς τὸ τεκεῖν, διὰ τοῦτο γυναιξὶν εἶπε καὶ οὐκ ἀνδράσιν· εἰ γὰρ καὶ ἄμφω συμβάλλουσι πρὸς τὰς τῶν παίδων γονὰς, ἀλλ’ αἱ
διάκειται τὸ πρᾶγμα. Gr. μῆτερ, φρονῶν
: φρονῶν μὲν, καθὸ πεισθείς σοι ἦλθον, οὐ φρονῶν δὲ, καθότι κατὰ τῆς πατρίδος ὡπλίσθην καὶ πρὸς ἐχθροὺς ἄνδρας παραγέγονα· ὅθεν ἐπιφέρει ἀλλ’ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας,
ἀπολογούμενος ὑπὲρ τῆς ἀφίξεως. B.
Gu. 1.
ἀναγκαίως
: ἀπαραιτήτως. ἐπιδιόρθωσις τοῦτο τοῦ οὐ φρονῶν. Gu.
οὕτω δὲ τάρβους εἰς φόβον τ’ ἀφικόμην
: ἀντὶ τοῦ εἰς τοσοῦτον τάρβους, ἢ ταραχθείς. M. εἰς τοσοῦτον τοῦ τάρβους καὶ εἰς τὸν φόβον τοσοῦτον ἀφικόμην. Cant. εἰς τοῦτο, ἤγουν εἰς τοσοῦτο, τάρβος ἀφικόμην. οὐκ οἶμαι ταυτὸυ εἶναι τάρβος καὶ φόβον· οὐ γὰρ ἂν ἄμφω τέθεικεν ἐνταῦθα καὶ ἐν Ὀρέστῃ λέγων καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ’ ἐκ δεμνίων ἀποδέχου.ἔστιν οὖν, ὡς ἐμοὶ δοκεῖ, τάρβος μὲν ἡ ἐν ψυχῇ δειλία, ἥτις τὴν καρδίαν πατάξασα καὶ αὐτὴν τὴν βοὴν τείρει καὶ δαμάζει, καὶ ἀφώνους ἡμᾶς
τάρβος οὖν χρὴ γράφειν καὶ ἐνταῦθα. Bar.
σπονδαί τε
: σπονδὰς λέγει τοὺς ὅρκους τοὺς ἐπὶ ταῖς καταλλαγαῖς γινομένους· μὴ γὰρ τούτων προβάντων, οὐκ ἂν αὐτὸς εἰς προφανῆ κίνδυνον ἑαυτὸν ἔδωκε. νῦν δὲ ταύταις θαρρῶν καὶ τῇ τῆς μητρὸς πίστει, ὡς αὐτὸς λέγει, τὴν πόλιν εἰσῄει. ἔθος δὲ ἦν τοῖς παλαιοῖς, ὅταν ἔμελλον πρὸς ἀλλήλους καταλλαγῆναι, θύειν τοῖς θεοῖς καὶ μάρτυρας τούτους ποιεῖσθαι τῶν πραττομένων, ἵνα τῶν παραβεβηκότων τιμωροὶ γένοιντο· ὅτι δὲ ἔθυον μαρτυρεῖ τὸ ὄνομα τῆς σπονδῆς ἀπὸ τοῦ σπένδω γινόμενον. Gu.
Bar.
γυμνάσια
: τοὺς τόπους τῶν γυμνασίων ἐν οἷς ἀνετράφην. Gr.
Bar.
Florr. iidem. ὁ τόπος ἔνθα οἱ ἀγῶνες ἐτελοῦντο. Gu.
δι’ ὄσσων
: ποιητικὴ ἡ περίφρασις. τὸ αὐτὸ γὰρ σημαίνει, ὡς τὸ ποδάνιπτρα ποδῶν.
ἐκ παραλλήλου δὲ τὸ αὐτὸ σημαίνει, τουτέστι τοὺς ὀφθαλμοὺς ἔχων δακρύοντας. A.
M. τῶν ὀφθαλμῶν ποδάνιπτρα ποδῶν.
B.
I.
ὄσσα κυρίως λέγονται τὰ περιέχοντα κοιλώματα τοὺς ὀφθαλμούς. Gu. ὅσσος λέγεται ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὄμμα δὲ τὸ ἔξωθεν δέρμα τοῦ ὀφθαλμοῦ. A. rec. Fl. 33.
ἀλλ’ ἐκ γὰρ ἄλγους
: ἀλλὰ γὰρ ἐκ τῆς παλαιᾶς δυστυχίας τῆς κατεχούσης με ἕτερον ἄλγος ὁρῶ σε ἔχουσαν, κάρα ξυρηκὲς, ἐξυρημένην τὴν κεφαλὴν, καὶ πέπλους μέλανας ἔχουσαν. B.
C.
M.
I.
κάρα ξυρηκές
: τὸ ξυρηκές ὡς ἀπηνές τῷ τόνῳ· παραγώγῶς γὰρ ἐξηνέχθη, καὶ οὐκ ἔχει τὴν ἀκὴν ἐγκειμένην, ὡς τὸ ἄμφηκες. A.
B.
C.
M. Ἄλλως. ὑπερβολικῶς εἴρηκεν· ἐκέκαρτο γὰρ, ὡς ἀνωτέρω εἶπεν ὅθεν ἐμάν τε λευκόχροα κείρομαι χαίταν·
οὐ ξυρῷ δὲ, ἀλλ’ ὡς ἐν πένθει. A.
B.
C.
M.
T.
I. ξυρισμένον. M. ἐξυρημένον. Gr. κεκαρμένον. ὑπερβολικῶς δὲ τοῦτο εἶπεν· οὐ γὰρ ἦν τοιοῦτος, ἀλλ’ ἁπλῶς κεκαρμένος. Gu.
ὡς δεινόν
: πάνυ. M. ὄντως. Gu. λίαν χαλεπὸν πρᾶγμά ἐστιν, ὦ μῆτερ, ἔχθρα οἰκείων φίλων. Gr. λίαν χαλεπὸν πρᾶγμ’ ἐστὶ, μῆτερ, ἔχθρα συγγενῶν· δυσδιορθώτους γὰρ ἔχει τὰς φιλιώσεις. ἀλλὰ τί μοι πράττει ἐν οἴκοις ὁ γέρων πατὴρ ἐν σκότει διατρίβων; καὶ τί δρῶσιν αἱ δύο ἀδελφαί; ἆρα λυποῦνται διὰ τὰς ἐμὰς φυγάς; I.
οἰκείων
: συγγενῶν. M.
Οἰδίπου
: ἀντὶ τοῦ Οἰδίποδος. M.
φῦναί τε σέ
: τὸν Οἰδίπουν. B. ἐπειδὴ γὰρ ἐξ ἀθέσμων καὶ αὐτὸς ἐγένετο, διὰ τοῦτο κακῶς αὐτὸν φῦναι λέγει. Gu.
Bar.
φῦναι
: γεννῆσαι. Gu. 15
δέδοιχ’ ἃ χρῄζω
: δέδοικα δὲ μὴ ὅπως ἔρωμαι ἃ χρῄζω καὶ δάκω σου τὴν φρένα, ὅμως ἐπιθυμῶ σε ἐρέσθαι, κἂν λυπῶ σε. A.
B.
C.
M.
T.
Fl.33.
I. τοῦτο οὕτω συντακτέον· δέδοικα ὅπως ἔρωμαι ἐκεῖνα ἃ χρῄζω, μὴ δάκω καὶ λυπήσω τὴν σὴν φρένα, τῶν πάλαι δυσχερῶν, ὧν πεπείρασαι φυγαδευόμενος, ἀναμιμνήσκουσά σε νυνί. Gu.
Bar.
πόνου
: γρ. διὰ πόθου. B. rec.
τυχεῖν
: ἀκοῦσαι, μαθεῖν. Fl. 33.
τίς ὁ τρόπος
: τίς ὁ τρόπος τῆς δυστυχίας τῶν φυγάδων δηλονότι. B.
I. τίς ἡ διάθεσις αὐτοῦ τοῦ πράγματος, ἡ δυστυχία τοῖς ἐξορίστοις. Gr.
Cant. τί τὸ ποιοῦν αὐτὸ μέγιστον κακόν. Gu.
δυσχερές
: γρ. καὶ δυστυχές. M.
οὐκ ἔχει παρρησίαν
: ἐξουσίαν, ἐλευθερίαν. M. διὰ γὰρ τὸ ξένος εἶναι οὐ δύναται παρρησιάζεσθαι, συμβουλῆς ἑστώσης, λέγειν τε τὰ δέοντα, εἰ νοήσειε, καὶ πρὸς ἔργα παραλαμβάνεσθαι ὑποπτευόμενος ὡς ξένος, ἀλλ’ ἃ τοῖς αὐτοῦ δεσπόταις δοκεῖ, εἰ καὶ πρὸς ταύτην ἥξει τὴν τύχην, κἂν ᾖ τὰ φαυλότατα, καὶ αὐτὸν ἀνάγκη πείθεσθαι καὶ δρᾶν ταυτὶ, ὃ πάσης ἀπολείπει λύπης ὑπερβολὴν, καθάπερ ἐν ἀρχῇ τοῦ Πλούτου Ἀριστοφάνης ἔδειξεν εἰπὼν ὡς ἀργαλέον πρᾶγμ’ ἐστὶν, ὦ Ζεῦ καὶ θεοὶ,
καὶ τὰ ἑξῆς. Gu.
Bar.
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου
μὴ λέγειν ἅ τις φρονεῖ
: δυοῖν ὄντων ἐνταῦθα, τοῦ μὴ λέγειν καὶ τοῦ ἃ φρονεῖ, καὶ τοῦ μὲν ζητοῦντος αἰτιατικὴν, τοῦ δὲ ἃ φρονεῖ εὐθεῖαν, εἰ μὲν τὸ μὴ λέγειν ἐλάμβανε τὴν αἰτιατικὴν, τὸ ἃ φρονεῖ μόνον ἂν ἐπήγετο· νυνὶ δὲ, ἐπεὶ τὸ ἃ φρονεῖ λαμβάνει τὴν εὐθεῖαν, τὸ μὴ λέγειν πάλιν οὐδὲν ἐξ ἀνάγκης ἔχει. οὗτος δὲ ὁ τρόπος καὶ παρὰ τῷ πεζῷ λόγῳ συνήθης. Gr.
Cant.
τὰς τῶν κρατούντων
: τοῦτο ὡς Ἀθηναῖος ὢν ὁ ποιητὴς εἶπε. κἂν μὴ φυγὰς γὰρ ᾖ τις, ὅμως φέρει τὰς τῶν κρατούντων ἀμαθίας, κἂν μὴ θέλῃ· γράφουσι δέ τινες τὰς τῶν πολιτῶν·
κρατοῦσι γὰρ οἱ πολῖται. A.
B.
C.
M.
T.
I.
ἀλλ’ εἰς τὸ κέρδος
: οὐκ ἀξιόχρεως ἥρωος ὁ λόγος. B.
M.
I. διά. Gr.
Fl.
5.
6.
9.
21.
56.
59.
76. ἕνεκα. Fl. 33. τὴν γὰρ ζωὴν ἡμῶν καὶ τὸν βίον διὰ τούτου περιποιούμεθα καὶ πραγματευόμεθα. Gu. εἰ καὶ λυπηρὸν συνανοηταίνειν τοῖς ἄφροσιν, ἀλλ’, ἐπειδὴ τοῦτο συμφέρει μᾶλλον καὶ πρὸς κέρδος ἀφορᾷ, δεῖ φέρειν, καὶ παρὰ φύσιν τοῦτο δοκοῦν· μαρτυρεῖ δὲ καὶ ἡ παροιμία λέγουσα κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι,
ἐπὶ τῶν εἰς κινδύνους κέρδους χάριν ἑαυτοὺς ῥιπτούντων λαμβανομένη. ἔστι δὲ ῥὶψ πλέγμα τι ψιαθῶδες. ἐκφέρεται δὲ οὕτως θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
Gu.
Bar.
καλοῖς βλέπουσιν
: καλὰ πρὸ ὀφθαλμῶν τιθέμεναι, βραδύνουσι δέ. A.
B.
C.
M.
T.
Gu. Ἄλλως. δοκοῦσιν αἱ ἐλπίδες τρέφειν,
ἔχουσιν ἀφροδίτην
: ἡδονήν τινα ἔχουσιν ἐν κακοῖς τοῦ ἐλπίζειν. Ἄλλως. ἡδονὴν ἡδεῖαν ἔχουσιν, ἀλλὰ βλαβερὰν οἱ ἐν τοῖς κακοῖς ἐξεταζόμενοι καὶ ἐλπίζοντες ἀγαθά. A.
B.
C.
M.
T. ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ, δοκεῖ τὴν ἐλπίδα τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην. C. τέρψιν τινὰ ἡδεῖαν ἔχουσι πρὸς τὰς δυστυχίας. Gr.
I.
ἡδεῖαν
: ἡδίονα, τὸ ἁπλοῦν ἀντὶ συγκριτικοῦ, ὥσπερ καὶ τοὔμπαλιν εὕρηται. γίνεται ἡ τοιαύτη ἐναλλαγὴ καὶ χρῆσις καὶ ἐπὶ τοῖς ἁπλοῖς τε καὶ κτητικοῖς, τοῖς μὲν ἀντὶ ἁπλῶν λαμβανομένοις, ὡς ἔχει τὸ παρθενική καὶ τὸ ῥητορικός καὶ ἕτερα μυρία, τοῖς δὲ ἀντὶ κτητικῶν, ὡς ἔχει τὸ Σκύθην ἐς οἶμον ἤτοι Σκυθικὸν, καὶ τὸ Γαλάτης ῥοῦς ἤγουν Γαλατικός. ἢ τὸ ἡδεῖαν μὴ ἔστω ἀντὶ συγκριτικοῦ, ἀλλ’ ἁπλοῦν, οὕτω· ἔχουσί τινα ἀφροδίτην καὶ ἡδονὴν τῶν προσόντων αὐταῖς κακῶν ἡδεῖαν καὶ εὐφράντην, τουτέστιν αἱ προσοῦσαι ταῖς ἐλπίσι κακίαι—αἱ δέ εἰσι τὸ μὴ τάχιον ἀποκαθίστασθαι, ἀλλ’ ἀεὶ μέλλειν—ἔχουσί τινα χάριν· ἡ δέ ἐστι τὸ θέλγειν καὶ παράγειν τοὺς πάσχοντας καὶ μὴ ἐᾶν ἀπειπεῖν, ἀλλὰ προσδοκᾶν διδόναι τάχιστα τῶν πιεζόντων δεινῶν ἀπηλλάχθαι. Gu.
ποτὲ μέν
: ἐν μιᾷ ἡμέρᾳ εἶχον τροφὴν, ἐν ἄλλῃ δὲ οὔ. I.
ἐπ’ ἦμαρ
: στάσιν ἐνταῦθα δηλοῖ ἡ ἐπί, ὡς καὶ ἐν τῷ ἀλλ’ ἐπὶ γαῖαν εἰσὶ δύο.
Gu.
Florr. iidem.
ἄν
: τυχόν. Gr.
Florr. iidem.
φίλοι δὲ πατρὸς καὶ ξένοι
: τὸ φίλοι καὶ ξένοι ἐκ παραλλήλων, ὥσπερ καὶ τὸ ἑταῖρος καὶ φίλος. Gu.
εὐ πρᾶσσε
: εὔχου σὺ πράττειν καλῶς· τὰ γὰρ τῶν φίλων οὐδέν ἐστιν, ἐάν τις δυστυχῇ. A.
C.
M. εὔχου εὐτυχεῖν. Gr.
I.
τὰ φίλων δ’ οὐδέν
: ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
πῶς δὲ ταῦτά φησιν, ὅπου γε ὑπὸ τῶν φίλων εἰς τὴν πατρίδα κατάγεται; ἢ τάχα πρὸ τοῦ γάμου ὑπὸ τῶν φίλων δυστυχῶν ἠγνοεῖτο, γήμας δὲ καὶ τῆς δυστυχίας ἀπαλλαγεὶς, τότε πάλιν φίλους ἔσχε; πρὸ τοῦ τοίνυν ἐντυχεῖν τῷ Ἀδράστῳ ταῦτα παθεῖν φησιν. A.
B.
C.
M.
I.
οὐδέν
: οὐδαμῶς ὠφελοῦσι. Fl. 5.
ᾖρεν
: ὕψωσεν. Gu. Fl. 5.
ἡ πατρίς
: συμπεραίνει ἐκ πάντων ἡλίκον τὸ τῆς πατρίδος ἐστὶ φίλτρον. Gu.
ὀνομάσαι
: δηλῶσαι διὰ λόγου. Gu.
ἐπίνοιαν
: σκοπόν. Gr. βουλήν. B. rec. πρόφασιν, ἀφορμὴν, λογισμὸν, σκοπὸν τῆς ἐκεῖσε ἀφίξεως. Gu. νοῦν. Gu.
ἔσχεθες
: εἰχες. Gr.
Ἀδράστῳ
: Αἰόλου Κρηθεὺς, οὗ Ἀμυθάων, οὗ Βίας, οὗ Ταλαὸς, οὗ Ἄδραστος. Gu.
χρησμόν τινα
: ἀφ’ οὗ δηλονότι δείκνυται ὅτι ὁ Λοξίας με ἤγαγεν εἰς τὸ Ἄργος. Gr.
κάπρῳ λεοντί θ’
: ὁ χρησμὸς ὑπὸ Μνασέου οὕτως ἀναγέγραπται κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι,
καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’, ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν λέοντι, τὸν δὲ Τυδέα κάπρῳ, ὃς ἔγημε Δηϊπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν. A.
B.
C.
M.
T.
I. ὁ μὲν Τυδεὺς διὰ τὸν ἐγχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν Σφίγγα· λεοντοπρόσωπος γὰρ αὕτη. A.
C.
M.
οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο
ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῆς.
ἔχρησ’ Ἀδράστῳ
: δύο δέρματα ἔκειντο εἰς τὰ οἰκήματα τοῦ Ἀδράστου εἰς ἀνάπαυσιν τῶν ξένων, τὸ μὲν ἓν λέοντος, τὸ δὲ ἕτερον κάπρου. καὶ ἐλθόντες εἰς τὰ προλεχθέντα οἰκήματα τοῦ Ἀδράστου ὁ Τυδεύς τε καὶ Πολυνείκης φιλονεικίαν ἐποίησαν ἄμφω, ἵνα αὐτὰ
κάπρω
: ἔχρησεν ὁ θεὸς ἑνῶσαι τὰς θυγατέρας λέοντι καὶ κάπρῳ. I.
λέχος
: τὴν συνοίκησιν μετὰ τῆς θυγατρὸς τοῦ Ἀδράστου. Gr.
Florr. iidem.
ἦν ταῦτα
: τοῦτο τὸ δεύτερον. Gr.
Florr. iidem. καὶ ὅτι φυγὰς ἐπλανώμην, καὶ ὅτι κοίτας ἐζήτουν. Gu.
Bar.
στρωμνῆς ἐς ἀλκήν
: διότι ἤλθομεν εἰς μάχην ἕνεκα στρωμνῆς. Gr.
I. στρωμνῆς νῦν τοῦ τόπου τῆς κατακλίσεως. ὅτι θηριωδῶς ἐμαχεσάμεθα πρὸς ἀλλήλους, θηρσὶν ἡμᾶς εἴκασεν. ἔνιοι δὲ οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ὁ μὲν κάπρου, ὁ δὲ λέοντος δορὰν ἠμφίεστο. B.
C.
M.
I.
ἐνταῦθα Ταλαοῦ παῖς
: ἐν τούτῳ ὁ τοῦ Ταλαοῦ παῖς, ἤγουν ὁ Ἄδραστος, συνῆκεν, ἤγουν συνέβαλεν, ἥρμοσε τὸν χρησμόν. Gr.
I. Αἰόλου Κρηθεὺς, οὗ Ἀμυθάων, οὗ Βίας, οὗ Ταλαὸς, οὗ Ἄδραστος. B.
C.
M.
I.
ἐνταῦθα
: ἀντὶ τοῦ ἐν τούτῳ τῷ καιρῷ. M.
κἄδωκεν
: ναὶ δηλονότι· καὶ ἔδωκεν ἡμῖν τοῖς δυσὶν τὰς δύο αὐτοῦ θυγατέρας. I.
κατάξειν
: εἰς τὴν πατρίδα ἕκαστον τὴν ἑαυτοῦ. Gr.
πρόσθεν δ’ ἐμέ
: ἐπείπερ οὗτος εἶχε τὴν πρεσβυτέραν τῶν θυγατέρων. Gu.
ὁμογενεῖς φίλους
: τουτέστι διὰ διαλλαγῶν ἐχθροὺς ὄντας τοὺς ὁμογενεῖς ἤτοι τοὺς ἀδελφοὺς ποιήσασαν φίλους. Gu.
ἀνθρώποις
: παρὰ τοῖς ἀνθρώποις. Gr.
πένης γάρ
: καὶ γὰρ πένης ἀνὴρ οὐδαμῶς εὐγενής. Gr. (εὐτυχής. Flor.) Florr. iidem.
οἷς
: οἷον δι’ ὧν. B.
ὡς ἀμφί
: ὅτι ἐπέσχον, ἐμαυτὸν δηλονότι, τάσσων τοὺς πολίτας περὶ τὰ τείχη καὶ τὰς συντάξεις τῶν ταγμάτων, ὅπως ἀκούσαιμί σου τὰς κοινὰς βραβείας. Gr.
τάσσων ἐπέσχον
: ὅτι διὰ σὲ τὰ ἄρματα τῶν στρατευμάτων τῶν ἐνσάρκων στρατολογῶν, ἔσχον τὴν διακόσμησιν τοῦ στρατοῦ. C. διακόσμησιν τοῦ στρατοῦ. C.
κοινὰς βραβείας
: τὰς διαλλαγὰς, τὰς κρίσεις, ἐφ’ αἷς ἤγουν δι’ ἃς ἐδέξω μολεῖν τόνδε ὑπόσπονδον εἴσω τῶν τειχέων, πείσασά με. Gr.
Mosq.
κοινάς
: ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου. Gu.
σχάσον
: στῆσον, κατάπαυσον καὶ ἄνες ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων· σχάσαι γὰρ τὸ ἐπισχεῖν τῶν κωπῶν τὴν εἰρεσίαν. B.
C.
M.
I. χάλασον, στῆσον. Gu. παῦσον. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων. Gr. σχάσαι γὰρ τὸ ἐπισχεῖν τῶν κωπῶν τὴν εἰρεσίαν. Gu.
ὅταν
: ὁπόταν τις φίλος θυμωθεὶς ἀνδρὶ φίλῳ, συνελθὼν, ἐκείνῳ δηλονότι, τὰ αὑτοῦ ὄμματα τοῖς ἐκείνου δώσῃ, ταῦτα μόνον πρέπει σκοπεῖν δι’ ἅπερ ἦλθε, τῶν προτέρων δὲ κακῶν μὴ μνήμην ἔχειν. I.
ταῦτα
: ἤγουν τὴν διαλλαγήν. Gu.
λόγος μὲν οὖν σός
: νόμος τὸν διώκοντα πρῶτον λέγειν, εἶτα τὸν φεύγοντα πρὸς ἃ ὁ διώκων προὐβάλλετο κατ’ αὐτοῦ ἀπολογεῖσθαι. ἐπεὶ οὖν καὶ ὁ Πολυνείκης ἐν σχήματι διώκοντος ἦν, διὰ τοῦτο πρῶτος λέγειν Ἐτεοκλέους παρὰ τῆς Ἰοκάστης προτρέπεται. Gu.
Bar. διὰ τοῦτο προσέθηκε καὶ τὸ ὡς σὺ φῄς,
ἵνα μὴ δόξῃ ἐπαχθὴς τῷ Ἐτεοκλεῖ, πρὶν ἀμφοτέρων ἀκοῦσαι, τὴν ψῆφον ἐκφέρουσα. Gu.
Bar.
σὸς πρόσθεν
: ἀντὶ τοῦ σὺ πρῶτος ὀφείλεις λέγειν. M.
Gu. πρόσθεν: λεγέτω. B. ὑπαρχέτω. Gu. ἀντὶ τοῦ πρότερος γενέσθω. I. γενέσθω, ἤγουν προηγείσθω. Gr.
Fl. 5.
6.
9.
21.
56.
κοὺ ποικίλων δεῖ τἄνδιχ’
: γράφεται, δεῖτ’ ἄνδιχ’ ἑρμηνευμάτων, ἵν’ ᾖ, καὶ οὐ ποικίλης δεῖται ἔξωθεν ἀπολογίας ἡ ἀλήθεια· ἔχει γὰρ αὐτὰ τὰ ἀληθῆ ἀφ’ ἑαυτῶν τὸ εὔκαιρον. ἔνδικα γὰρ ἀντὶ τοῦ δίκαια. τὸ δὲ χ διὰ τὴν δασεῖαν. A.
B.
C.
M.
I.
δεῖ τ’ ἄνδιχ’
: ἀντὶ τοῦ δεῖται τὰ δίκαια ἐξαγγελιῶν. Gr.
Cant. σημείωσαι τὴν σύνταξιν, ὡς τὸ παρ’ Ὁμήρω χρεὼ βουλῆς ἐμέ τε καὶ σέ.
καὶ οὕτω μὲν λέγω αἰτιατικῶς νοήσας τὸ ἔνδικα· εὐθεῖαν δὲ λέγων οὕτω συντάξεις· καὶ οὐ ποικίλων ἑρμηνευμάτων δεῖται καὶ χρῄζει τὰ ἔνδικα. πρὸς μὲν οὖν τὸ πρῶτον τἄνδικα γράψεις, πρὸς δὲ τὸ δεύτερον τ’ ἔνδικα, κουφίζων τὴν αι δίφθογγον, ὡς τὸ βούλομ’ ἐγώ,
ἔστι δὲ ὅμοιον τοῦτο καὶ τῷ παρ’ Αἰσχύλῳ αὐτὸν γάρ σε δεῖ Προμηθέως.
Τὸ αὐτὸ ἄλλως. οὕτως ἔδει εἰπεῖν, οὐ δεῖ τοῖς ἐνδίκοις οὐ δεῖ ποικίλων τὰ ἔνδικα ἑρμηνευμάτων
τοῦτο συνάγει, οὐ δεῖ ποικίλως ἑρμηνεύειν τὰ ἔνδικα. ἔστι δὲ Ὁμηρικὴ σύνταξις, ὡς τὸ χρεὼ βουλῆς ἐμέ τε καὶ σέ,
ἀντὶ τοῦ χρεία βουλεύσασθαι ἐμέ τε καὶ σέ. Gu.
προὐσκεψάμην
: ἀντὶ τοῦ προσκεψάμενος. ῥῆμα ἀντὶ μετοχῆς. B.
M. ἐγὼ, φησὶ, προνοησάμενος τῆς πατρικῆς οὐσίας, καὶ βουλόμενος ἐμέ τε καὶ τοῦτον ἐκφυγεῖν τὰς Οἰδίποδος ἀρὰς ἐξῆλθον ἀπὸ τούτων τῶν ὅρων τῆς γῆς. B.
C.
Gu.
I. Ἄλλως. ἐγὼ δὲ προνοησάμενος τὸ ἐμὸν καὶ τὸ τούτου συμφέρον, χρῄζων τὰς ἀρὰς τοῦ πατρὸς ἐκφυγεῖν, ἃς ὁ Οἰδίπους ἐφθέγξατο, ἐξῆλθον ἔξω τῆς ἐμῆς πατρίδος. A.
B.
C.
M.
T.
I.
ἀνὰ μέρος λαβών
: ἀναλαβὼν τὸ μέρος. A.
B.
C.M Ἀττικὴ ἡ σύνταξις λαβών ἀντὶ τοῦ λαβόντα, αὐτὸν ἐμὲ λαβόντα, ὡς τὸ ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων,
ἀντὶ τοῦ ἔχοντα. A.
B.
C.
M.
I.
ἀνὰ μέρος
: κατὰ διαδοχὴν, ἐκ μέρους. Gu.
δι’ ἔχθρας
: ἤγουν μισηθεὶς παρ’ αὐτοῦ καὶ φονευθείς. Gu.
τῷδε
: ὑπὸ τοῦδε. M.
καὶ φόνου
: γρ. καὶ φθόνου. M.
ἀλλ’ ἔχει βίᾳ
: βίᾳ φυλάττει. M.
καὶ νῦν ἕτοιμος
: ἕτοιμός εἰμι τὸν μὲν στρατὸν ἀποστεῖλαι, οἰκεῖν δὲ κατὰ διαδοχὴν τὸν ἐμὸν οἶκον λαβών. A.
B.
C.
M.
T.
I.
ἔξω- ἀποστεῖλαι
: ἐκπέμψαι τῆσδε τῆς χθονός. Gr.
καὶ μήτε πορθεῖν
: ἀπὸ κοινοῦ τὸ ἔτοιμός εἰμι. M.
ἃ μὴ κυρήσας
: ἅτινα πειράσομαι δρᾶν μὴ κυρήσας τῆς δίκης. A.
B.
C.
M.
T.
Flor. 33. Ἄλλως. μὴ κυρήσας τῆς δίκης. καὶ λύεται ἡ εἰς, εἰς ἃ μὴ κυρήσας πειράσομαι δρᾶν τὰ ἀπὸ τῆς δίκης. ΑM.
T. ἅτινα ἀπόπειραν ποιήσομαι πράττειν μὴ ἐπιτυχὼν τοῦ δικαίου. ἢ ἄλλως. καὶ λείπει ἡ εἰς· εἰς ἃ μὴ κυρήσας πειράσομαι δρᾶν τὰ ἀπὸ τῆς δίκης. I. ἅτινα ἐπιχειρήσω δρᾶν μὴ τυχὼν τοῦ δικαίου. Gr.
Flor. 5.
6.
9.
21.
56.
59.
76. ἐπιτυχών. Gu.
ταῦτ’ αὔθ’ ἕκαστα
: τὰ ἁπλᾶ χωρὶς ποικιλίας τινός· τὸ δὲ ἑξῆς, ταῦτ’ αὔθ’ ἕκαστα εἶπον. Ἄλλως. τὰ κεφάλαια καὶ τὰ ἀναγκαιότερα
οὐχὶ περιπλοκάς
: ταῦτα ἕκαστα εἶπον, οὐ συστροφὰς συνάξας λόγων, ἀλλ’ ἃ καὶ λογίοις καὶ ἀτέχνοις ὑπάρχειν δίκαια φαίνεται. I.
λόγων
: ἤγουν δυσχερεῖς ὑποθέσεις. Gu.
εἰ πᾶσι
: ὥστε εἴ σοι τοῦτο δίκαιον φαίνεται, ἀλλ’ οὐκ ἐμοί· εἰ γὰρ ταυτὸ καλὸν ἦν καὶ σοφὸν ὁμοῦ πᾶσι, καὶ τὰ ἑξῆς. B.
C.
M.
T. εἰ ταὐτὸ καλὸν ἦν καὶ σοφὸν πᾶσιν ὁμοῦ, οὐκ ἦν ἀμφίβολος φιλονεικία καὶ μάχη ἐν ἀνθρώποις. I. εἰ παρὰ πᾶσιν ἅμα τοῖς ἀνθρώποις ἦν τὸ αὐτὸ πρᾶγμα καλὸν καὶ σοφὸν, ἤγουν φρόνιμον, καὶ μὴ τῷ μὲν, δηλονότι ἐδόκει, τόδε καλὸν, ἑτέρῳ δὲ τοὐναντίον. Gr.
Bar.
Mosq.
νῦν δ’ οὔθ’ ὅμοιον οὐδὲν οὔτ’ ἴσον βροτοῖς
: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σώζεται τοῖς ἀνθρώποις. ὀνομάζομεν γὰρ κοινῇ πάντες Ἕλληνες χρυσὸν, καὶ τὸ μὲν ὄνομα ὁμοίως προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν τούτου δόξαν, οἱ μὲν ἀγαθὸν, οἱ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ ἐπὶ τῆς σωφροσύνης καὶ ἐπὶ πάντων τῶν ἄλλων. A.
B.
C.
M.
T.
Gu.
I.
οὔθ’ ὅμοιον
: οὐ σύμφωνον. M.
ἴσον
: τῆς αὐτῆς προαιρέσεως. M.
νῦν δ’ οὔθ’ ὅμοιον
: νῦν δὲ οὔτε ὅμοιον οὐδέν ἐστι παρὰ τοῖς ἀνθρώποις οὔτε ἴσον, πλὴν ὀνομάσαι· ὀνομάζεται μὲν γὰρ παρὰ πᾶσιν ἀνθρώποις ὅμοιον καὶ ἴσον, καὶ συμφωνοῦσι κατὰ τοῦτο πάντες ἄνθρωποι, τὸ δὲ ἔργον τοῦτο οὐκ ἔστι παρ’ αὐτοῖς· ἤγουν ὅμοιον μὲν ὄνομα καὶ ἴσον ἐστὶ παρὰ τοῖς ἀνθρώποις, ἔργον δὲ ὅμοιον καὶ ἴσον οὐκ ἔστιν· ἔκαστος γὰρ τὸ πλέον ζητεῖ καὶ τὸ κρεῖττον. Gr.
Cant.
Bar.
Mosq. ὃ λέγει, τοῦτό ἐστι· τὸ ἰσότητος ὄνομα παρὰ πάντων λέγεται, τὸ δὲ ἔργον αὐτῆς παρ’ οὐδενί ἐστιν. ὃ γὰρ σὺ καλὸν νομίζεις, ἐμοὶ οὐ καλὸν φαίνεται. λέγει οὖν ταῦτα ὁ Ἐτεοκλῆς, ὡς, εἰ καὶ δοκεῖ σοι, ὦ Πολύνεικες, καλὸν τὸ ἐπίσης μετέχειν ἡμᾶς τῆς βασιλείας, ἀλλ’ ἐγὼ τοῦτο κακὸν νομίζω. Gu. καθ’ ἑαυτοῦ λέγει τοὺς λόγους τούτους Ἐτεοκλῆς, εἰ καὶ ὑπὲρ αὑτοῦ λέγειν δοκεῖ. Gu. ὅμοιον ἐπὶ ποιοῦ, ἴσον ἐπὶ ποσοῦ. Gr.
Cant. τὸ ὅμοιον καὶ τὸ ἴσον ἐκ παραλλήλου. Gu.
ὅμοιον
: σύμφωνον, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως. Gu.
πλὴν ὀνομάσαι
: πλὴν ὀνόματι μόνον οὐκ ἔστιν ὅμοιον καὶ ἴσον ἐν ἀνθρώποις. Ἄλλως. τοῖς ὀνόμασι μόνοις σύμφωνοί ἐσμεν οἱ ἄνθρωποι. A.
C.
M. τὸ ἴσον καὶ τὸ δίκαιον εἰ μὴ μόνῳ ὀνόματι οὐσώζεται παρὰ τοῖς ἀνθρώποις. B. ἐξ ὀνόματος καλέσαι. ἤτοι
τὸ δ’ ἔργον
: τὸ δίκαιον δηλονότι. M.
τὴν θεῶν
: τουτέστι βασιλεύειν κατὰ τοὺς θεοὺς, ἥπερ ἐστὶ μεγίστη τυραννὶς, οὐρανίων καὶ ὑποχθονίων ἄρχειν καὶ τῶν ἐν μέσῳ. πρέποντες δέ εἰσιν οὗτοι οἱ λόγοι ἀνδρὶ πλεονέκτῃ, καὶ οἷος ἦν ὁ Ἐτεοκλῆς. Gu.
τοῦτ’ οὖν τὸ χρηστόν
: ἀλόγιστος ὁ Ἐτεοκλῆς· ἐξὸν γὰρ αὐτῷ τῷ τοῦ πρεσβυτέρου χρήσασθαι δικαιώματι, ᾧ μᾶλλον ἐπέβαλλεν ἡ ἀρχὴ, ἀδικεῖν ὁμολογεῖ ἑαυτὸν, ἢ πλεονεκτεῖν φησι. πρὸς ὃ ῥητέον ὅτι μίμησιν ἀνδρὸς ἀδίκου ἐξεικονίζει ἡμῖν ὁ Εὐριπίδης, μηδὲ
παρεῖναι
: καταλεῖψαι. B. συγχωρῆσαι, παρεᾶσαι, δοθῆ ναι. M. συγχωρηθῆναι, δοθῆναι εἰς τὸ σώζειν. C. παραχωρῆσαι. Gu. ἀφεῖναι. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
σώζειν
: διατηρεῖν ἐμαυτῷ. Gr.
Fl. iidem.
ἀνανδρία γάρ
: δειλία γάρ ἐστι τῷ ἀνθρώπῳ ἐκείνῳ, ὅστις φθείρας τὸ μεῖζον τὸ ἔλαττον ἐδέξατο. I.
τὸ πλέον
: τὸ μεῖζον. B.
πρὸς δὲ τοῖσδ’
: πρὸς δὲ τοῖσδε, οἷς εἶπον δηλονότι. I. αἰσχύνη ἐστὶν ἃ χρῄζει, τούτων τυχεῖν ἐπὶ πορθήσει παραγενόμενον. B.
M.
I. Ἄλλως. αἰσχύνη, φησὶν, ἐστὶν, εἰ συγχωρήσαιμι τὴν ἐμὴν βασιλείαν τῷ Πολυνείκει λαβεῖν τῷ φόβῳ τοῦ Μυκηναίου πολέμου. ἔπρεπε δ’ αὐτὸν τὸν Πολυνείκην, ὦ μῆτερ, οὐ δι’ ὅπλων ποιεῖσθαι τὰς φιλίας· πᾶν γὰρ πρᾶγμα κατορθοῖ ὁ λόγος, ὅπερ καὶ ὁ σίδηρος τῶν πολεμίων ποιήσειεν ἄν. I.
πορθοῦντα
: ἐπιχειροῦντα πορθεῖν. Gr.
Florr. iidem.
ὄνειδος
: αἰσχύνη, ἔλεγχος, ὕβρις. B.
M. αἰσχύνης πρόξενον. Gr.
Florr. iidem.
φόβῳ παρείην
: συγχωρήσαιμι. M. καταλείψαιμι. B. διὰ φόβον ἀφείην, συγχωρήσαιμι τὴν βασιλείαν τὴν ἐμὴν, ὥστε ἔχειν αὐτήν. Gr.
Florr. iidem.
ἐκεῖνο δέ
: ἤτοι τὸ βασιλεύειν, ἑκὼν οὐκ ἀπολύσω. βασιλεύειν ἐξόν μοι, τῷδ’ ὑποταγήσομαι; I.
πεδία πίμπλαθ’ ἁρμάτων
: ἔτρεψε τὸν λόγον πρὸς τὸν Πολυνείκην. B.
M. πληροῦτε ὀχημάτων. Gr.
Cant. πίμπλημι, ἐπίμπλην παρατατικὸς, πιμπλὰς πιμπλάντος μετοχὴ, πίμπλαθι προστακτικὸν, τὸ δεύτερον τῶν πληθυντικῶν πίμπλατε. Fl. 21.
τυραννίδος πέρι
: ἕνεκα τῆς βασιλείας. Gr.
οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς
: ἐπὶ τοῖς ἔργοις τοῖς μὴ καλοῖς. ὁ νοῦς, οὐ δεῖ, φησὶ, λόγῳ μὲν σοφίζεσθαι, ἔργῳ δὲ πονηρὸν εἶναι. A.
C.
M.
T. Ἄλλως. οὐ χρὴ τὰ φαῦλα τῶν ἔργων λόγοις καλλωπίζειν· οὐ γάρ ἐστι τοῦτο καλὸν, ἀλλ’ ἐναντίον τῷ δικαίῳ. B.
C.
M.
T.
I. οὐ δεῖ σεμνολογεῖν τὰς φαύλας πράξεις. Gu.
Bar. οὐ κεκαλλωπισμένους λόγους χρὴ λέγειν ἐπὶ τοῖς μὴ καλοῖς ἔργοις. Gr.
Cant.
ἀλλ’ ἡ ’μπειρία
: ὁ ἀλλά ἀντὶ τοῦ γάρ. A.
B.
C.
M.
Gu. ἡ γὰρ ἐμπειρία ἔχει τι λέξαι σοφώτερον, ὥστε μή μου καταφρονήσῃς ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
B.
M.
I.
ἡ ’μπειρία
: ἡ πολυχρόνιος τριβή. Gr.
τί τῆς κακίστης
: τῆς ἐν τοῖς δαίμοσι κακίστης, ὡς τὸ δικαιότατος Κενταύρων
ἀντὶ τοῦ δίκαιος ἐν Κενταύροις. B.
C.
M.
Gu.
I.
τί τῆς κακίστης
: διὰ τί ἐφίεσαι, ἤγουν ἐπιθυμεῖς, ὦ παῖ, τῆς φιλονεικίας, τῆς κακίστης ἀπὸ τῶν θεῶν; μετὰ τῆς ἀπό, ἵν’ ᾖ ἀντὶ τοῦ τῆς κακίστης θεοῦ· τὸ γὰρ χωρὶς τῆς ἀπό δεικνύει καὶ τοὺς ἄλλους θεοὺς κακοὺς, εἶτα αὐτὴν κακίστην, ὅπερ ὁ Εὐριπίδης οὐ βούλεται. τὸ τοιοῦτο δὲ καὶ ἐν ἄλλοις πλείστοις συμβαίνει. δεῖ οὖν ἐπὶ τῶν τοιούτων ἐπιστατεῖν, καὶ μὴ διὰ τὸ ὑπερθετικὸν ἐξαπατᾶσθαι καὶ προδιδόναι τὴν τοῦ λόγου ἔννοιαν. Gr.
Bar.
Leid.
Mosq.
ξυνδεῖ
: συναρμόττει. B. rec.
M.
Gu. ἑνοῖ. Gu. συνενοῖ. Flor. 35. συνάπτει. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
τῷ πλέονι
: ἀντὶ τοῦ, τῷ πλεονέκτῃ δ’ ἀεὶ ἐναντίον ἐστὶ τὸ μικρόν. B.
M.
Flor. 33. ἐπειδήπερ ἐχθρὸν αὐτῷ τοὔλασσον, ἐξ ἐκείνης παρασκευάζει ἐχθρᾶς ἡμέρας κατάρχεσθαι λέγει. ἕως μὲν γάρ ἐστιν ἰσότης παρ’ ἀνθρώποις, καὶ φιλία πάρεστιν, ἐπειδὰν δέ τις πλειόνων ἐγκρατὴς καταστῇ, πάντας τοὺς λειπομένους αὐτοῦ τῇ οὐσίᾳ ἐχθροὺς αὑτῷ καθιστᾷ, καὶ βασκάνους οὐκ ἀνεχομένους τὴν τῆς τύχης ὑπεροχήν. ἢ τὸ ἐχθρᾶς ἡμέρας οὕτω νοητέον, ὅτι οἱ πλεονεκτοῦντες ἐπὶ κακῷ ἑαυτῶν τοῦτο ποιοῦσι. δῆλον δὲ ἐξ ὧν πρόσθεν εἶπε περὶ τῆς φιλοτιμίας πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ’ ἐπ’ ὀλέθρῳ τῶν χρωμένων.
Gu.
Bar. τοῖς πολλὰ ἔχουσιν οἱ ὀλίγα κεκτημένοι φθονοῦσι. Gu.
πολέμιον
: τὸ ἴσον δηλονότι. Gu.
καθίσταται
: ὑπάρχει. Gr.
καὶ γὰρ μέτρ’ ἀνθρώποισι καὶ μέρη σταθμῶν
: ἐν τούτοις γὰρ σώζεται τὸ ἴσον· καὶ γὰρ διὰ τῶν μέτρων καταλαμβάνεται τὸ ἴσον. A.
B.
C.
M.
I.
σταθμῶν
: ἀντὶ τοῦ ζυγά. M.
καὶ γὰρ μέτρ’ ἀνθρώποισι
: καὶ γὰρ ἡ ἰσότης ἔταξε μέτρα ἀνθρώποις, ἀντὶ τοῦ διὰ τὴν ἰσότητα καὶ μέτρα ἐτάχθησαν τοῖς ἀνθρώποις καὶ μέρη σταθμῶν καὶ ἀριθμὸς. Gr.
ἡλίου τε φῶς
: καὶ ἡ ἡμέρα. ὀφθαλμὸς γὰρ αὐτῆς ὁ ἥλιος. Gu.
εἶθ’ ἥλιος μέν
: εἶτα ὁ ἥλιος μὲν καὶ ἡ νὺξ τῷ ἴσῳ δουλεύουσι, σὺ δ’ ἐν βροτοῖς οὐκ ἀνέξῃ, τῶν δωμάτων ἔχων τὸ ἴσον, δουλεύειν τῇ ἰσότητι; A.
B.
M.
I.
δουλεύει
: ἐξ ἴσου. κατὰ διαδοχὴν δηλονότι καὶ ἰσότητα. Gu.
Cant. εἰς τὸ δουλεύει τοῖς βροτοῖς ἐξίσου ἄνωθεν λάμβανε· τουτέστιν εἰς ὑπουργίαν ἀνθρώπου ἥ τε νὺξ καὶ ὁ ἥλιος γενόμενοι, ὁ μὲν, ἵνα ἐργάζωνται, ἡ δὲ, ἵνα ὕπνῳ τοὺς κόπους ἀναπαύωσιν, οὐκ ἔχουσι πλεονεξίαν πρὸς ἀλλήλους. τὸ δὲ ἐξίσου, εἴτε οὕτως εἴτε ἐκείνως εἴπῃς, ἔξωθεν νοητέον. Gu.
Bar.
ἴσον
: τὸ ἥμισυ. Gu.
τί τὴν τυραννίδ’ εὐδαίμονα
: λείπει τὸ οὖσαν καὶ τὸ ὡς. τί τιμᾷς τὴν τυραννίδα, ἀδικίαν οὖσαν, ὡς εὐδαίμονα καὶ μακαρίαν; Ἄλλως. τί τὴν τυραννίδα εὐδαίμονα νομίζεις, ἀδικίαν οὖσαν; ἔδει,
τί τὴν τυραννίδ’
: τί τὸ τυραννεῖν εὔδαιμον τιμᾷς, τουτέστιν ἡγῇ, ἄδικον ὄν; ἢ καὶ οὕτως· τί τὸ τυραννεῖν εὔδαιμον ἄδικον ἡγῇ, ἤγουν ἀδικίαν καλλίστην; ὥσπερ καὶ αὐτὸς ὄπισθέν φησιν εἴπερ γὰρ ἀδικεῖν χρὴ, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν.
ὤφειλε δὲ εἰπεῖν ἡγῇ· ἐπεὶ δὲ, ὅπερ νομίζει τις κάλλιστον, τοῦτο καὶ τιμᾷ, ἀντὶ τοῦ ἡχῇ τὸ τιμᾷς εἶπε, τὸ δὲ ὑπέρφευ, σχετλιαστικὸν ὂν, διὰ μέσου ἔθηκεν. Bar.
Gu,
εὐδαίμονα
: εὐδαίμονα κρίνεις ὤφειλεν· ἵνα δὲ δηλώσῃ τὸ πρὸς αὐτὴν αὐτοῦ σέβας, καὶ ὅπως αὐτῆς αὐτὸς ἡττᾶται, καὶ ὅπως αὐτὴν θαυμάζει, οὐχ ἁπλῶς λέγει κρίνεις, ἀλλὰ τιμᾷς, ὅμοιον ὡς ἐάν τις εἴπῃ, δίκαιον σέβομαι τὸν θεὸν, ἅμα τῇ πίστει τοῦ εἶναι αὐτὸν δίκαιον ἐμφαίνων διὰ τῆς λέξεως καὶ τὸ περὶ αὐτὸν σέβας. Cant.
Gr.
Mosq. τίμιον. M.
ὑπέρφευ
: ὑπεράγαν. B.
I. ὑπὲρ τὸ δέον, πάνυ. M. ἀντὶ τοῦ φεῦ. C. κατὰ πολὺ φεῦ. Gu. ἀντιστροφὴ ἡ ὑπέρ. Fl. 59.
τόδε
: τὸ τιμᾶν τὴν τυραννίδα. Fl. 59.
περιβλέπεσθαι τίμιον
: τὸ γὰρ περιβλέπεσθαι τίμιον τὸ ἄρχειν δηλοῖ. A.
B.
C.
M.
I. Ἄλλως. ἐν ἤθει πευστικόν. μέγα νομίζεις
περιβλέπεσθαι
: περίβλεπτον εἶναί τινα, ἤγουν περιφανῆ. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. ἤγουν τὸ περίβλεπτον εἶναί σε παρὰ πάντων σοι δοκεῖ τίμιον. Fl. 59.
κενὸν μὲν οὖν
: μᾶλλον μὲν οὖν μάταιον. Gr.
ὄνομ’ ἔχει μόνον
: ἔργον δὲ δηλονότι οὐκ ἔχει. εἶτα ἐπάγει τὴν αἰτίαν, ἐπεὶ τά γε ἀρκοῦντα ἱκανὰ, εἴ τις τὸ πρᾶγμα σὺν φρονήσει λογίζοιτο. εἰ οὖν ἱκανὰ τὰ ἀρκοῦντα, τὸ πλέον, δηλονότι τοῦ ἀρκοῦντος, ἄχρηστον ἂν εἴη καὶ περιττόν· εἰ δὲ περιττόν ἐστι καὶ πρὸς οὐδὲν χρησιμεῦον, εἶτα πλέον λέγεται, ὀνόματι δηλονότι μόνον λέγεται, ἔργῳ δὲ τί ἂν πλέον ποιήσειεν ἐκεῖνο οὗ χρεία οὐδεμία ἐστίν; Cant.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
Gr.
Leid.
ἴδια
: φυσικὰ, ἤγουν παρεπόμενα τῇ ἰδίᾳ φύσει. I. οὔτοι
τὰ τῶν θεῶν
: τὰ ἀπὸ τῶν θεῶν δὲ ἔχοντες χρήματα φροντίζομεν· ὁπόταν δὲ θέλωσιν, αὐτὰ πάλιν ἀφ’ ἡμῶν λαμβάνουσιν. ὁ δὲ πλοῦτος οὐ μόνιμος, ἀλλὰ πρόσκαιρος. I.
ἄγ’, ἤν σ’ ἔρωμαι
: ἄγε, ἄν σε ἐρωτήσω δύο λόγους προβαλλομένη,
ἢν δὲ νικήσῃ σ’ ὅδε
: ἐὰν δὲ νικήσῃ σε οὗτος, τί; λείπει τὸ τί. M.
ὀδυνηρός
: πονηρός. M. γράφεται καὶ δαπανηρός, ὅ ἐστιν ὃν ζητεῖς ἔχειν ἐπιζήμιος· ἀνάγκη γὰρ εἰς πόλεμον συμμάχους προτρέψασθαι καὶ δαπανᾶν. B.
M.
I.
φέρ’
: εἰπέ. Gr.
τρόπαια
: εἰώθασιν οἱ παλαιοὶ, ἐπειδὰν ἐνίκων τοὺς ἀντιπάλους, ἀνιστᾶν τείχη, γράφοντες ἐνταῦθα τὴν κατὰ τούτων νίκην, ἀείμνηστον ἐνταῦθα καθιστάντες τὴν σφῶν αὐτῶν ἀρετὴν, ἅπερ ἐκάλουν τρόπαια, ὡς δεικνύντα τὴν τῶν ἐναντίων τροπήν. ἔμελλεν οὖν καὶ Πολυνείκης, εἴπερ ἐνίκησεν Ἐτεοκλέα, τοῦτο ποιήσειν, ἐπιγράψειν τε τὴν κατὰ τῆς πόλεως πόρθησιν· ὃ ἐπειδὴ πλείω μέμψιν εἶχεν αὐτῷ ἢ φιλοτιμίαν, ἀποτρέπει ἡ μήτηρ τῆς πρὸς τὸν ἀδελφὸν συμβολῆς. οὐ μόνον δὲ τοῦτο ἐποίουν, ἀλλὰ καὶ τὰς ἀσπίδας τῶν πολεμίων σκυλεύοντες τοῖς θεοῖς ἀνετίθουν, ὡς αἰτίοις τῆς νίκης, ἐπιγράφοντες εἰς αὐτὰς ἃ καὶ ἐν τοῖς τροπαίοις. Bar.
Gu.
τρόπαια
: οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν. B. νικητήρια, ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους. λέγει δὲ τὰ ἱστάμενα συμβόλαια τῆς νίκης. B.
I.
ἀναστήσεις
: ἀναθήσεις τοῖς θεοῖς. Fl. 59. ἀναστηλώσεις, ἀνεγερεῖς. Gu.
πῶς δ’ αὖ κατάρξει
: ἀντὶ τοῦ καταρχὴν ποιήσεις. M.
Fl. 59. ἐπιστατήσεις. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. ἁγνὸν γὰρ
ἑλών
: παραστησάμενος τὴν πατρίδα τὴν σήν. Gr.
πάτραν
: γρ. πόλιν. C.
Θήβας πυρώσας
: τοῦτο ἔχεις ἐπιγράψαι, τοῦτο ἔχεις εἰπεῖν. A.
M. ἆρα ἐπιγράψεις τοῦτο τὸ ἐπίγραμμα; Gr.
Fl. iidem.
πυρώσας
: ἀφανίσας. Gu.
ἔθηκε
: ἀντὶ τοῦ ἀνέθηκε. M.
ὦ κακὰ μνηστεύματα
: τὸ ὦ κακὰ μνηστεύματα
καὶ τὸ Ἀδραστε
ταυτόν ἐστιν· οὕτω γὰρ ἄν τις εἶπεν· ὦ Ἄδραστε, ὁ κακὴν μνηστείαν καὶ κῆδος πρὸς Πολυνείκην ποιήσας, προσθεὶς καὶ τοῦτο, διὰ μιᾶς γυναικὸς,
τῆς σῆς θυγατρὸς, ἡμεῖς ἀπωλόμεθα. ἐποίησε δὲ οὕτω κατὰ ποιητικὴν ἄδειαν, ὅπερ, εἰ καὶ ταῖς λέξεσι διὰ μιᾶς νύμφης,
ἳν’ ᾖ οὕτως, ὦ μνηστεύματα κακὰ προσθεὶς, τουτέστι μετὰ τοιαύτης προσθήκης ταῦτα ἀναβοήσεται. Gu.
Bar. ἐπιγαμβρεύματα, γάμοι. B.
M. ὦ κακῶς θυγατρὶ μνηστευσάμενος. A.
M. δυστυχεῖς συμφωνίας γάμων. Gr.
μέθετον τὸ λίαν
: μέθετον, ἄφετε τὸ λίαν φιλονεικεῖν. Ἄλλως. μέθετον τὸ λίαν ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ τῷ λίαν χρῆσθαι καλῶς.
Ἄλλως. ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοινωφελὲς, ἀλλὰ τῷ μὲν λέγει, εἰς τί φιλοτιμῇ τυραννεῖν; τῷ δὲ, εἰς τί πολεμεῖς τὴν πατρίδα; ἐχρῆν δὲ τούτοις συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι
τὸ λίαν μέθετον
: ἐάσατε. M. ἄφετε τὴν ὑπερβολὴν τῶν ὀρέξεων, καταλείψατε τὸ ὑπερβάλλον τῆς ἐνστάσεως. Gu.
Bar. τὸ θυμοῦσθαι κατ’ ἀλλήλων. Fl. 59.
ἀμαθία δυοῖν
: αἱ τῶν δύο ἀμαθίαι, ὅταν μόλωσιν εἰς ταυτὸν, μέγιστον κακὸν γίνεται. Ἄλλως. δεινὸν κακὸν, ὅταν εἰς τὸ αὐτὸ κακὸν τῆς ἀμαθίας ἔλθητε. A.
B.
C.
M.
T.
Gu.
I. Ἄλλως. ὅταν διὰ τὸ αὐτὸ κακὸν τῆς ἀμαθίας ἔλθητε ἀμφότεροι, δεινὸν κακόν. A.
C. ὅμοιον δέ ἐστι τῷ μηδὲν ἄγαν
τὸ ἄφετε τὸ λίαν φιλονεκεῖν. B.
I. ἀπαιδευσίαι ἀνθρώπων εἰς ταυτὸ ὅταν ἔλθωσιν, ἤγουν ὅταν συνδράμωσι, πάνυ μεμισημέναι. Gr.
Cant.
οὐ λόγον
: οὐκ ἔριδός ἐστ’ ἀγών· ἀπώλετο γὰρ ὁ καιρὸς ὁ ἐν μέσῳ ἀκαίρως, περαίνει δὲ, ἤτοι πληροῖ, οὐδαμῶς ἡ σὴ προθυμία. ὁ δὲ νοῦς, περαίνει δ’ οὐδὲν ἡ προθυμία, ἀντὶ τοῦ προθυμουμένη ἡμᾶς εἰς φιλίαν ἀγαγεῖν οὐ πείθεις· οὐ γὰρ φιλιωθείημεν καὶ εἰς ξύμβασιν καὶ φιλίαν ἔλθοιμεν ἄλλως ἢ ἐπὶ τοῖς εἰρημένοις ὑπ’ ἐμοῦ, ὥστε
ἢ ’πὶ τοῖς εἰρημένοις
: ἤγουν αὐτὸν ὡς ἰδιώτην οἰκεῖν τὴν πόλιν, ἐμὲ δὲ ἄρχειν. Gu.
τῶν μακρῶν
: τῶν παλαιῶν. M.
πρὸς τίνος
: παρὰ τίνος
ἀποθανοῦμαι
: τίς δ’ οὕτως ἄτρωτός ἐστιν ὅστις, εἰς ἡμᾶς φονικὸν ἐμβαλὼν ξίφος, τὸν ὅμοιον οὐκ ἀπολαβὼν οἴσεται θάνατον; I.
τίς δ’ ὧδ’
: οὕτως εὔτολμος. M.
ἀποίσεται
: ἀπολήψεται, ἀπαγάγοι, κατ’ ἐρώτησιν. M.
ἐγγὺς, οὐ πρόσω
: οὗτινος ἐγγὺς καὶ ἔμπροσθεν ἵστασαι. τὸ δὲ εἰς χέρας λεύσσεις ἐμάς
ἐν ἐρωτήσει, λεύσσεις εἰς χεῖρας ἐμάς; ἐκ τούτων ἀποθνήσκεις. A.
B.
C.
M.
I. τοῦτο λέγει ἐπειδήπερ
ἐς χέρας λεύσσεις
: δείκνυται αὐτῷ ξίφος. Fl. 59.
εἰσορῶ
: ὁρῶ.
δειλὸν δ’ ὁ πλοῦτος
: παρόσον οἱ πλούσιοι δειλοί εἰσι πρὸς θάνατον, ὡς μεγάλων ἀγαθῶν στερούμενοι· οἱ δὲ πένητες ῥιψοκίνδυνοί εἰσιν, ἐπιλογιζόμενοι ὡς λυσιτελεῖ κινδυνεύσαντας κτήσασθαι καὶ ἀποθανεῖν μᾶλλον ἢ πτωχὸν ὄντα ζῆν. φησὶν οὖν ὅτι φιλόψυχος εἶ σύ. A.
B.
C.
M.
I.
δειλὸν δ’ ὁ πλοῦτος
: ἐπειδὴ οἱ πλουτοῦντες μὲν δειλιῶσι διὰ τὴν ὑπάρχουσαν αὐτοῖς τύχην, οἱ δὲ πένητες ῥιψοκίνδυνοι, ἵνα τῆς πενίας ἀπαλλαγῶσι. διὰ τοῦτο καὶ αὐτὸς πρὸς τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐτῷ θεωρῶν τοῦτό φησι. Gu. καὶ οὐ μέλλεις συνᾶραι πόλεμον, οἷα δειλός. Fl. 59.
ἀσφαλὴς γάρ
: ναί. καὶ γὰρ ὁ ὠχυρωμένος ἐν ὅπλοις στρατηλάτης κρείττων ἐστὶ τοῦ θρασέος. I.
ἀσφαλής
: ἤγουν ἠσφαλισμένος γὰρ δυνάμει ἀξιολόγῳ στρατηλάτης ἐστὶν ἀμείνων ἢ χωρὶς δυνάμεως θρασυνόμενος. Gr.
Cant. ὁ ἀσφάλειαν ἔχων εἰς ἑαυτόν. Gu. οὐ δειλός εἰμι, ἀλλ’ ἀσφαλής. Gu.
κομπὸς εἶ
: ἀλαζονικὸς ὑπάρχεις, θαρρῶν ἐν σπονδαῖς, αἵ σε τηροῦσι θανεῖν. I.
κομπός
: κόμπος ἡ ἀλαζονεία, κομπὸς δὲ ὁ κομπαστὴς ἤτοι ὁ ἀλαζών. Gu.
κόμπος
: τὸ μὲν προσηγορικὸν ὡς τὸ τέμπος, τὸ δ’ ἐπίθετον ὡς τὸ καρπός. κόμπος γὰρ λόγος, κομπὸς δὲ ὁ κομπαστής. ὁ δὲ νοῦς, μεγαλοφρονεῖς ἐπὶ ταῖς γενομέναις σπονδαῖς καὶ συνθήκαις, αἵτινές σε ῥύονται τοῦ ἤδη τεθνήξεσθαι. A.
B.
C.
M.
T.
Gu.
I. Ἄλλως. κομπὸς ὁ κομπηρὸς καὶ ἐπῃρμένος, πρὸς ἀντιδιαστολὴν τοῦ κόμπος ἡ ἔπαρσις. γράφεται δὲ καὶ κομψός. κρεῖττον δὲ τοῦ κομψὸς τὸ κομπός. σπονδαῖς ταῖς εἰρηνηκαῖς καταλλαγαῖς λέγει. A.
κομπός
: κομπηρὸς (εἶ
καί σε δεύτερον
: ἰδοὺ, φησὶ, δεύτερόν σοι λέγω ἀποδοῦναί μοι τὸ μέρος τῆς βασιλείας. ἅπαξ γὰρ εἶπεν ἄνω καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσδ’ ἀποστεῖλαι χθονός
A.
B.
C.
M.
I.
τοῦ μέρους
: τοῦ ἐπιβάλλοντός σοι μέρους κεκτημένος τὸ περισσότερον; I. τοῦ σοῦ, ἤγουν τοῦ ἀνήκοντός σοι; Gr.
Fl. 5.
6.
9.
21.
56.
76. ἤγουν τὸ ὅλον μέρος. Gu.
φήμ’
: ναὶ λέγω· ἐλευθεροῦ δὲ καὶ ἀπαλλάσσου τῆς γῆς. I.
πατρῷοι
: πατρικοὶ, οὓς οἱ πρόγονοι ἡμῶν ἐσέβοντο. Gu.
ἀνακάλει
: ἐν ταῖς Μυκήναις ἀνακάλει καὶ μὴ ἐνθάδε. A.
M. ἐν τῷ Ἄργει. Gr. ἀντὶ τοῦ κάλει. Gr.
Fl. 5.
6.
9.
21.
56.
76. μεγάλως, ἐκ δευτέρου κάλει. Gu.
Λέρνης ὕδωρ
: ἤγουν τὰς Μυκήνας· ἀπὸ μέρους τὸ πᾶν. Gu.
ἀλλά
: εἰ καὶ μὴ πατέρα δώσεις ἰδεῖν. Gu.
ὦ κασίγνηται
: ἄφατος ἡ οἰκονομία. M.
ἀλλά
: ἀντὶ τοῦ κἄν. I. κἄν. Gr.
Florr. iidem. ἀντὶ τοῦ κἂν σύ· οὕτως γάρ. M. εἰ καὶ μὴ ὁ πατὴρ καὶ αἱ ἀδελφαί μου· σὲ γὰρ εἰσορῶ. Gu.
εἰς πόλλ’ ἀθλία
: ἀντὶ τοῦ κατὰ πολλὰ ἀθλία γέγονα ἐγώ. M. πατέρα γὰρ τὸν σὸν παρὰ τὴν τῶν θεῶν βουλὴν συλλαβοῦσα ἔτεκον. τοῦτό μοι πρῶτον τῆς ἀθλιότητος. ἔπειτα συνῆλθον αὐτῷ παρανόμως, καὶ τυφλὸν εἶδον, καὶ πρόσθεν τὴν σὴν ἀπουσίαν ἤνεγκα, καὶ νῦν ὁρῶ πολεμοῦντας ὑμᾶς ἀλλήλοις καὶ τὸν περὶ ψυχῆς κινδυνεύοντας. ἆρα ἔστι τις ἀθλιώτερος βροτῶν; Gu.
Bar.
ἀντιτάξομαι
: ἐπὶ τῷ κτενεῖν σε. Gr.
Fl. 5.
6.
9.
21.
56.
76. εἰ μὲν τὸ κτανων βαρύνεις, ἀντιστρόφως συντάξεις κατά τινας
ἐρινῦς
: τὰς βλαβερὰς κατάρας. B.
M. ἤγουν τὰς ἀρὰς, ἃς ὑμῖν ἠράσατο. σπεύδοντες γὰρ ἀλλήλους φονεῦσαι οὐ ταύτας φεύξεσθε. εἰ δὲ κατ’ ἐρώτησιν εἴποις, οὕτως ἐρεῖς· οὐ φεύξεσθε τὰς ἐριννῦς τοῦ πατρός; τουτέστιν, οὐ πάντα τρόπον σπουδάσετε ἔξω τῶν ἀρῶν γενέσθαι; τοῦτο δ’ ἂν γένοιτο, εἰ τοῦ πολεμεῖν παύσεσθε. ἐριννῦς δὲ ἐνταῦθα λέγει τὰς διὰ τῶν ἀρῶν ἐπαγομένας αὐτοῖς φθορὰς, ἐκ μεταφορᾶς τῶν φθοροποιῶν Ἐριννύων. Bar.
Gu.
ἐρρέτω
: φθειρέσθω πᾶσα ἡ γενεά. Gr. ἀπὸ τοῦ νῦν οὐ φροντίζω τοῦ οἴκου, ἀλλὰ χρήσομαι τῷ ξίφει, καὶ ἴσως οὐκ ἔσται ἀργόν. Bar.
Gu. τὸ ἔρρω ἐνεργητικὸν ὂν ῥῆμα παθητικὴν σημασίαν ἔχει· οὐδὲ γὰρ ἀντὶ τοῦ φθείρω, ἀλλ’ ἀντὶ τοῦ φθείρομαι κεῖται. καὶ τὸ ἐρρέτω ἀντὶ τοῦ φθερέσθω. Fl. 21.
πρόπας δόμος
: εἰ βούλει, ἡ πρό περισσή. Fl. 59.
κἄν τί σοι
: καὶ ἐάν τι δέ σοι συμβῇ κακὸν ὑπ’ ἐμοῦ, ὦ πόλις, μὴ ἐμὲ αἰτιῶ, τόνδε δὲ, ἤγουν Ἐτεοκλέα. οὕτω χρὴ γράφειν τὸν στίχον, καὶ οὕτω συντακτέον, οἱ δὲ τὸ ο μεγεθύνοντες καὶ τὸ δέ ἀφαιροῦντες τὸ δεύτερον οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων. Bar. καὶ ἐάν τι δέ σοι συμβῇ κακὸν ὑπ’ ἐμοῦ, ὦ πόλις, μή με τούτων αἰτιῶ, ἤγουν αἴτιον νόμιζε. ὅμοιον τῷ κοινὰ δ’ εἴ τι πείσεθ’ ἑπτάπυργος ἅδε γᾶ.
Bar.
Gr. τὸ τῶνδε εἰ μὲν μέγα γράψεις, οὕτως εἴποις· μὴ αἰτιῶ καὶ αἴτιον ἡγοῦ, ὦ πόλις, ἐμὲ τῶνδε ὧν μέλλεις παθεῖν· εἰ δὲ μικρὸν, οὕτως· μὴ αἰτιῶ ἐμὲ ὧν μέλλεις παθεῖν δηλονότι, τὸν δὲ αἰτιῶ. ἔστι δὲ ἀσύνδετον. Gu. κἄν τί σοι συμβῇ, ὦ πόλις, κἂν πορθηθῇς. τοῦτο δὲ καλεῖται μαρτύριον. M.
Fl. 33.
ἀγυιεῦ
: προπύλαιε. τὸν ἀγυιέα πρὸ τῶν πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ ἀπολήγων. ἐπεὶ πρὸ τῶν πυλῶν ἵστασαν ἀγάλματα τοῦ Ἀπόλλωνος ὡς ἀλεξικάκου δεσπότου καὶ φύλακος τῶν ὁδῶν. διὰ γὰρ τοῦτο ἀγυιεύς. A.
C.
M.
T. ἐν τοῖς προπυλαίοις καὶ οἰκήμασιν ἱδρυμένε, ὅτι τὸν ἀγυιέα πρὸ πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ λήγων. I.
ἐλπίδες δ’ οὔπω
: πρῶτον μὲν ἐλπίδας εἶχον περὶ τοῦ δόμου ἀβεβαίους καὶ σκοτεινὰς, νῦν δὲ οὐ καθεύδουσιν αὗται, ἤγουν οὐκ ἄδηλοί εἰσιν, ἀλλὰ προφανεῖς καὶ βέβαιοι. Bar.
Gu.
Leid.
καθεύδουσ’
: ὑπνοῦσιν. Gr.
οὔπω καθεύδουσ’
: ἀλλὰ γρηγοροῦσιν, ἀπαγορεύουσιν, ἐκβέβληνται. Gu.
νεικέων ἐπώνυμον
: παρετυμολογεῖ τὸ ὄνομα Πολυνείκους. ὄνομα νεικέων φερώνυμον, τουτέστιν ἀπὸ τῶν νεικέων τὴν ἐπωνυμίαν λαβόν. I.
Κάδμος
: ὁ Κάδμος ἦλθεν εἰς τήνδε τὴν γῆν ὁ Τύριος, οὗ χάριν ἡ τετράπους μόσχος ἔρριψεν ἑαυτὴν αὐτόματον πτῶμα, μὴ ὑπό τινος πληγῆς γεγονὸς, διδοῦσα τέλος φέροντα τὸν χρησμὸν, ὅπου οἰκεῖσθαι ἐποίησε. πεδία δὲ σιτοφόρα τῶν δόμων ὁ χρησμὸς ἔχρησε, γενέσθαι δηλονότι, ὅπου τε ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης ἐπέρχεται τὰς βοτανηφόρους αὔλακας τῆς γῆς καὶ βαθυσπόρους, ἔνθα τὸν Διόνυσον ἔτεκεν ἡ μήτηρ αὐτοῦ ἡ Σεμέλη διὰ τοῦ γάμου τοῦ Διός. ὅντινα τὸν Διόνυσον εὐθὺς ἔτι βρέφος ὄντα κισσὸς φύσιν ἔχων ἑλίσσεσθαι κύκλῳ ἐσκέπασε, μακάριον δείξας, κλάδοις χλοηφόροις κατασκίοις. κισσός δὲ εἰπὼν ἐπάγει βακχεῖον χόρευμα, ἤγουν λέγω χόρευμα βακχικὸν τῶν παρθένων τῶν Θηβαίων, καὶ τῶν γυναικῶν τῶν εὐΐων, ἤγουν τῶν βακχικῶν. Gr.
Florr.
I.
Κάδμος ἔμολε τάνδε γᾶν
: Κάδμος ζητῶν τὴν ἰδίαν ἀδελφὴν Εὐρώπην μαντεῖον ἔλαβε περὶ τῆς ἀδελφῆς οὐδὲν αὐτῷ σημαῖνον, ἀλλ’ Φράζεο δή μοι μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε·
ταῦτα ἀκούσας ὁ Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος τοῦ Ἀμφιδάμαντος, παρ’ οὗ ἀγοράσας βοῦν καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ ποιησάμενος κτίζει τὰς Θήβας ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν,
ἠοῦς ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν,
ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ,
τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος, εὖτ’ ἂν ἵκηαι
βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος.
ἔνθα δὲ προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον
τὴν ἥ κεν νώτοισιν ἐπ’ ἀμφοτέροισιν ἔχῃσι
λευκὸν σῆμ’ ἑκάτερθε, περίτροχον ἠΰτε μήνης·
τήνδε σὺ ἡγεμόνα σχὲ περιτρίπτοιο κελεύθου.
σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδὲς, οὐδέ σε λήσει·
ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο
ἵζηται κλίνῃ τε πέδῳ γόνυ ποιήεντι,
καὶ τότε τὴν μὲν ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν
ἁγνῶς καὶ καθαρῶς, γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς,
ὄχθῳ ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν,
δεινὸν Ἐνυαλίου πέμψας φύλακ’ Ἄιδος εἴσω.
καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις,
ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε.
Εὐρώπης ἁρπασθείσης ὑπὸ Διὸς ταύρου γεγονότος καὶ ἀπαχθείσης εἰς Δικταῖον ἄντρον τῆς Κρήτης, Ἀγήνωρ ὁ ταύτης πατὴρ ἀγνοῶν τὸ συμβὰν ἔπεμψε τοὺς ἀδελφοὺς αὐτῆς κατὰ ζήτησιν. ἄλλων οὖν ἄλλοσέ πη ἰόντων Κάδμος ἐλθὼν εἰς τὸν Πύθιον αἰτεῖται μαντεῖον περὶ τῆς ἀδελφῆς. καὶ ὃς αὐτῷ μὲν οὐδὲν περὶ τούτου ἔχρησεν, ἐξελθόντα δὲ ἕπεσθαι βοῒ, καὶ ὅπη ἂν ἐκείνη αὐτομάτως καὶ μηδενὸς δαμάσαντος πεσεῖται, πόλιν ἀνεγείρειν ἐκεῖ. ἀκούσας οὖν Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος, ἀφ’ οὗ πριάμενος βοῦν, καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ ποιησάμενος, ἔνθα πέπτωκεν αὕτη, κτίζει τὰς Θήβας, ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν· Αἰγύπτιος γὰρ ἦν τὸ ἀνέκαθεν Κάδμος. ἀπὸ δὲ τῆς βοὸς ταύτης καὶ ἡ Βοιωτία τοὔνομα ἔσχε. Gu.
τάνδε γᾶν
: λείπει εἰς, εἰς τήνδε γῆν. λέγει δὲ τὰς Θήβας. M.
Τύριος
: οὐδέπω ἐκαλεῖτο Φοινίκη, ὅτε κατέλιπεν αὐτὴν Κάδμος, ἀλλὰ Τύρος. μετὰ ταῦτα ἀπὸ Φοίνικος τὴν προσηγορίαν ἔσχεν, ὡς καὶ αἱ λοιπαὶ πόλεις ὁμοίως ὠνομάσθησαν ἀπὸ τῶν ἀδελφῶν. C.
ᾧ
: ἤγουν οὗ χάριν. Gr.
ἀδάμαστον πέσημα
: τὸ μὴ ὑπό τινος ἠναγκασμένον πτῶμα, ἀλλ’ αὐτορριφές. πέσημα δὲ τὸ πτῶμα τοῦ σώματος. Ἄλλως. ἀδάμαστον ἀντὶ τοῦ αὐτόματον ἔβαλε τὸ σῶμα ἐπὶ τὴν γῆν· δικεῖν γὰρ τὸ βαλεῖν, ὅθεν καὶ δίσκος. τινὲς δὲ ἀδάμαστον πέσημα τὸ μηδέπω δαμασθὲν ζεύγλῃ σῶμα. ἐμφαίνει δὲ τὸν νέον μόσχον. A.
B.
C.
M.
I.
οὗ κατῴκισε
: ὅπου κατῳκίσθη πόλις. Ἄλλως. ἐνταῦθα ἔπεσεν ὅπου κατῴκισε Κάδμος τὴν πόλιν. A.
B.
C.
M.
I. ἐν ἐνίοις τῶν ὑπομνημάτων ἀντὶ τοῦ οὗ κατῴκισε
κατοικίσαι. ὁ δὲ λόγος, πλεονάζοντος τοῦ μέν, οὕτως· οὗ κατοικίσαι μὲν καὶ οἱονεὶ κτίσαι τὰ πεδία τῶν δόμων ὁ θεὸς ἐμαντεύσατο, ἔνθα ἡ τῆς Δίρκης πηγὴ καταρδεύει τὰς γύας. A.
B.
C.
M.
I.
οὗ κατῴκισεν
: οὗ οἰκεῖσθαι ἐποίησεν. τοῦτο κατὰ σύνταξιν οὐ συνδεῖται τῷ προτέρῳ, ἀλλ’ ἔστι κομματικὸν, συναπτομένου τοῦ κατῴκησε πρὸς τὸ ὄπισθεν. ἢ πρὸς τὸ χρησμόν στίξον, καὶ κομματικῶς, οὗ κατῴκησε
σύναψον τοῦτο πρὸς τὸ πεδία μὲν τὸ θέσφατον,
λέγων οὕτως· οὗ καὶ ὅπου κατῴκησεν ὁ Κάδμος, ἔχρησε τὸ θέσφατον καὶ ἡ μαντεία πεδία δόμων πυροφόρων, τουτέστι γῆν πίονα καὶ ἱκανὴν τοὺς ἐνοικοῦντας αὐτῇ τρέ φειν. Gu.
πεδία μέν
: τοῦτο ἀπ’ ἄλλης ἀρχῆς· κεῖται γὰρ νῦν ὁ μέν ἀντὶ τοῦ δέ, ἵν’ ᾖ, πεδία δὲ τὸ θέσφατον ἔχρησε πυροφόρα ἔσεσθαι. Ἄλλως. πεδία δόμων δι’ ὧν αἱ συστάσεις τῶν δόμων ἔσονται. ὁ δὲ νοῦς οὕτως, τὸ θέσφατον δὲ ἔχρησεν ἐκεῖ τοὺς ἀγροὺς γενέσθαι, ὅπου ἡ καλλιπόταμος νοτὶς ἐπινέμεται τὰς γύας τῆς Δίρκης. A.
B.
C.
M.
I. τῆς δὲ πόλεως κτισθείσης καὶ τὴν χώραν πυροφόρον ἔσεσθαι ὁ χρησμὸς ἐσήμηνε διὰ τοῦ τῆς Δίρκης ὕδατος. ἐμφαίνει δέ τινα ποταμὸν ὑπὸ τῆς Δίρκης ἀποτελεῖσθαι Δίρκην ὁμωνύμως καλούμενον. ὁ δὲ νοῦς οὕτως, ἔνθα τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης ταῖς βαθυσπόροις ἐπεμβαίνει γύαις. A.
C.
M.T
βαθυσπόρους
: εὐκάρπους χώρας. M. τὰς εἰς βάθος δεχιμένας τὸν σπόρον, διὰ τὸ μεγαλόβωλον εἶναι τὴν γῆν καὶ οὐ λεπτόγεων, ὅπερ γῆς ἀρετή· ἢ βαθυσπόρους διὰ τὴν τῆς γῆς πιότητα, ἣν ἀπὸ τῶν τῆς Δίρκης ναμάτων ἔχει. Bar.
Gu. ἃς Ὅμηρος ἐριβώλακας λέγει. ἔπαινος δέ ἐστι τῆς γῆς τὸ μὴ ξηρὰν αὐτὴν εἶναι, ἀλλὰ λιπαρὰν καὶ εἰς βάθος παρέχουσαν ῥιζοῦσθαι τὰ σπέρματα. Gr.
Cant.
κισσὸς ὃν περιστεφής
: ὁ πανταχόθεν αὐτὸν σκέψας· τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιείλιξεν. Ἄλλως. ὅντινα Διόνυσον κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, ὅπως μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ καλυφθέν. διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις. A.
B.
C.
M.
T.
I.
μάτηρ
: ἡ μήτηρ αὐτοῦ δηλονότι, ἡ Σεμέλη. Gr.
γάμοις
: διὰ τοῦ γάμου, ὃν ὁ Ζεὺς αὐτὴν ἔγημεν. Bar.
Gr. Ζεὺς ἤρα Σεμέλης καὶ συνῆν αὐτῇ τὰ ἐρωτικά. ζηλοτυπήσασα οὖν ἡ Ἥρα τοιόνδε τι μηχανᾶται πρὸς ἔρωτος ἄμυναν, ὡς οὐκ εἴη Ζεὺς ὁ σοί γε συνὼν, φράζουσα πρὸς Σεμέλην· εἰ γὰρ ἔστιν ἀληθῶς, ἀφικέσθαι αὐτὸν μετὰ κεραυνοῦ παρακάλεσον. ἀπατηθεῖσα οὖν Σεμέλη αἰτεῖται τοῦτο τὸν Δία· καὶ ὃς ἐπιὼν μετὰ κεραυνοῦ κατέφλεξε τὴν Σεμέλην κύουσαν· καὶ πεπτωκὼς ὁ Διόνυσος περιέστεπται ὑπὸ κισσοῦ, μέχρις ἂν Ζεὺς ἐρράψατο τῷ μηρῷ, ἕως ἂν ὡραῖον τὸ βρέφος γενήσεται. διὰ τοῦτο οὖν αἱ βάκχαι πρὸς τιμὴν τοῦ θεοῦ κισσοῦ κλάδους ἔφερον χορεύουσαι περὶ τὸν θεὸν, καὶ βοῶσαι εὐοῖ εὐὰν ὕης, ἤγουν υἱὲ τοῦ Διός· τοῦτο γάρ ἐστι τὸ εὐΐοις. Gu.
Bar.
Leid.
κατασκίοισιν
: κατασκιάζουσιν. M. κατάσκιος τόπος ὁ ὑπό τινων σκιαζόμενος· ἐνταῦθα δὲ κατάσκιοι κλάδοι οἱ σκιὰν ἐμποιοῦντες τῇ πυκνότητι τῶν φύλλων. Cant.
Gr. σκιεροῖς. Gu.
γυναιξὶν εὐΐοις
: ἤγουν ταῖς Βάκχαις ταῖς βοώσαις εὖ οἷ, ἤγουν εὗ καὶ καλῶς ἔστω οἷ καὶ αὐτῷ τῷ Διονύσῳ. Gu.
ἔνθα φόνιος
: ἔνθα δράκων ἦν τοῦ Ἄρεος φονικὸς, ἄγριος, ἀπηνὴς φύλαξ, τῆς πηγῆς δηλονότι, τὰ νάματα τὰ εὔυδρα καὶ τὰ ὑγρὰ ῥεῖθρα ἐφορῶν ὀφθαλμοῖς ἐπὶ πολλὰ διάγουσι τὸ βλέμμα καὶ σκοπουμένοις· ὃν ὁ Κάδμος ὁ ὀλεσίθηρος ἐπὶ θυσίας ἐλθὼν, ὀλέσας λίθῳ, βαλὼν αὐτὸν βολαῖς χειρῶν κατὰ τὸ κρᾶτα τὸ φόνιον κατὰ τὰς βουλὰς τῆς ἐνδόξου Ἀθηνᾶς τῆς ἀμήτορος, ἔσπειρε χαμαιριφεῖς τοὺς ὀδόντας αὐτοῦ εἰς αὔλακας βαθυσπόρους, ὅθεν ἀνέδωκεν ἡ γῆ ὡπλισμένους ἄνδρας ἐπάνω τῆς ἐπιφανείας τῆς γῆς· σιδηρόφρων δὲ φόνος πάλιν ἥνωσεν αὐτὴν τῇ προσφιλεῖ γῇ. ἀπὸ τοῦ αἵματος δὲ αὐτῆς ἔδευσε τὴν γῆν, ἥτις, ἤγουν ἡ γῆ, ἔδειξεν αὐτὴν ταῖς πνοαῖς τοῦ ἀέρος ταῖς εὐκόλως ὑπὸ τοῦ ἡλίου φωτιζομέναις. Gr.
Cant.
I. ἐν τῇ Δίρκῃ δράκων ἦν φύλαξ υἱὸς Ἄρεος, ὃν ἀνεῖλε Κάδμος λίθῳ βαλὼν Ἀθηνᾶς συμβουλῇ. εἶπε γὰρ Ἀπόλλων αὐτῷ τὴν ἡγησαμένην βοῦν θῦσαι τῇ γῇ, ὅτι σύμβολον αὐτῷ αὐτόθι γέγονε τοῦ κτίσαι
ἐπισκοπῶν
: ἵνα μή τις ὑδρεύσηται. M.
ὃν ἐπὶ χερνίβας μολών
: ὅντινα δράκοντα θηρίον ὄντα χαλεπὸν ἐλθὼν ὁ Κάδμος ἐπὶ τὴν κρήνην τοῦ νίψασθαι ἕνεκα ἀπώλεσε λίθῳ
ὤλεσε μαρμάρῳ
: ὤλεσε ταῖς τῆς χειρὸς ῥίψεσι. M.
Κάδμος ὤλεσε
: ὃν ὁ Κάδμος ὤλεσε, σπείρας τοὺς ὀδόντας αὐτοῦ εἰς τὰς αὔλακας τῆς γῆς. ἀντιστρόφως τοῦτο λέγεται, ἀντὶ τοῦ ὃν ὁ Κάδμος ὀλέσας ἔσπειρε τοὺς ὀδόντας βαλὼν αὐτὸν κατὰ τὸ κρᾶτα τὸ φόνιον. ὅμοιον τῷ ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
Gr.
Cant.
Bar.
Mosq. ἔστιν ὅλον καὶ μέρος τὸ ὃν καὶ τὸ κρᾶτα. Gu.
ὀλεσίθηρος
: τοῦ ἀπολέσθαι ἀξίου θηρός. ἢ ὀλεσίθηρος αὐτὸς ὁ Κάδμος, ὁ τὸν θῆρα ὀλέσας. A.
B.
C.
M.
Gu.
I.
δίας ἀμάτορος
: ταῖς ὑποθήκαις τῆς ἐνδόξου Ἀθηνᾶς πεισθεὶς τῆς ἀμάτορος καὶ μὴ ἐκ μητρὸς γεννηθείσης. A.
C.
M.
T. τῆς ἐνδόξου Ἀθηνᾶς τῆς μὴ ἐχούσης ὄνομα μητρός· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθε. C. τῆς ἐκ Διὸς μόνου καὶ οὐκ ἀπὸ μητρός. Bar.
Gu. ἀμήτωρ ἡ Ἀθηνᾶ, ἐπειδὴ ἄνευ μίξεως τῆς πρὸς γυναῖκα γέγονε τῷ Διὶ, ἐκ τῆς κεφαλῆς ἀναδοθεῖσα. ἤρισαν γὰρ πρὸς ἀλλήλους Ζεύς τε καὶ Ἥρα ἄνευ τῆς πρὸς ἕτερον μίξεως τεκεῖν. καὶ ἡ μὲν τὸν Ἥφαιστον ἔτεκεν, ὁ δὲ τὴν Ἀθηνᾶν. Gu.
Fl. 33.
γαπετεῖς
: χαμαιρριφεῖς. Gr. εἰς τὴν γῆν πεσόντας, πεπτωκότας. ἐποίησε δὲ τὴν τοιαύτην αἰτιατικὴν πρὸς τὸ ὀδόντας. Gu.
ἔνθεν ἐξανῆκε γᾶ
: ἔνθεν ἐκ τῶν ὀδόντων ἐξεκύησεν ἡ γῆ
σιδαρόφρων δέ νιν
: τὸ νίν πρὸς τὸ ὄψιν. B.
I. οὗτοι δὲ, φησὶν, οἱ ἀναφανέντες ἐκ γῆς ὁμοῦ τῇ πανοπλίᾳ εὐθὺς ἅμα τῷ φανῆναι ἀλλήλους ἐφόνευσαν. τὸ οὖν νίν πρὸς τὴν ὄψιν ἀπέδωκε, τουτέστιν αὐτὴν δὲ τὴν πάνοπλον ὄψιν τὴν ἀναδοθεῖσαν ἐκ γῆς ὁ κατ’ ἀλλήλων φόνος γενόμενος πάλιν εἰς γῆν κατήνεγκε. τὴν δὲ ὄψιν ὅταν λέγῃ, τοὺς ἄνδρας σημαίνει. A.
B.
C.
M.
I.
ἔδευσε
: ἔβρεξεν ὁ φόνος. Gu.
καί σε τόν
: καὶ δή σε, ὦ γένεθλον τοῦ Διὸς, τὸν
Ἔπαφον
: Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν. B.
C.
M.
I. ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς. M. ἐπικαλούμεθα σὲ, ὦ Ἔπαφε, ὃς Ἰοῦς καὶ Διὸς γένεθλον ὑπάρχεις, ἐλθὲ δὴ σωτήριος εἰς τὰς Θήβας ταῖς ἡμῶν λιταῖς ἐπινεύσας· οἱ γὰρ σοὶ ἔκγονοι, καὶ τὰ ἑξῆς. B.
I. ἀπὸ γὰρ τῆς τοῦ Διὸς ἐπαφῆς πρὸς Ἰὼ Ἔπαφος ἐγένετο, ὃν νῦν ἐπιβοᾶται πρὸς ἀρωγὴν, ὡς πρόγονον. Gu.
σοί νιν ἔκγονοι
: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ τοῦ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων· ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα,
A.
B.
M.
T.
Fl. 33.
I.
τήν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ,
ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσεσθαι ἔμελλε,
νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην.
σοί νιν ἔκγονοι
: γράφεται καὶ σῷ νιν ἐκγόνῳ κτίσαν,
ἵν’ ᾖ, τῷ ἐκγόνῳεσου, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἕως ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδοῦ,
σοί νιν ἔκγονοι κτίσαν
: τὸ νὶν ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφησαν, διὰ τὸ Φοίνικα ἀπ’ Ἰοῦς γένος κατάγειν· Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ. C.
T. Ἄλλως.
σοί νιν ἔκγονοι
: ἀντὶ τοῦ ὁ σὸς ἔκγονος αὐτὴν
ᾇ διώννμοι θεαί
: ἀντὶ τοῦ ἔνθα. M. ἀντὶ τοῦ ὅπου. ἢ ἄρθρον ἐστὶ καὶ λείπει ὁ καί σύνδεσμος. M. Ἄλλως. τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ ὀρικτίτου συός
παρὰ Πινδάρῳ ἀντὶ τοῦ ὀρειοίκου. ἱερὰν δὲ Δήμητρος τὴν Θήβην εἶπεν ἢ διὰ τὸ εὔκαρπον, ἢ ἐπειδὴ πάντα τὰ ἐκ γῆς φυόμενα ἱερὰ τῇ θεῷ, καὶ οἱ σπαρτοὶ δὲ ἐκ τῆς γῆς. διώνυμοι δὲ παρόσον ἡ μὲν Κόρη καὶ Περσεφόνη, ἡ δὲ Δημήτηρ καὶ Γῆ ὀνομάζεται, ἢ ὅτι δύο οὖσαι ἑνὶ ὀνόματι χρῶνται· ἑκατέρα γὰρ Δημήτηρ καλεῖται, ἡ μὲν πρεσβυτέρα, ἡ δὲ νεωτέρα. A.
B.
C.
M.
I. ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν
διώνυμοι θεαί
: ἢ ὀνομασταὶ καὶ ἐξάκουστοι, ἢ αἱ δύο ὀνόματα ἔχουσαι. ἡ γὰρ Γῆ καὶ Δημήτηρ ἡ αὐτὴ καὶ ἡ Περσεφόνη καὶ Κόρη ἡ αὐτή. B.
διώνυμοι θεαί
: διωνύμους λέγει τὰς θεὰς, ἢ διὰ τὸ ἑκάστῃ δύο ὀνόματα εἶναι· τήν τε γὰρ Δήμητρα καὶ Γῆν καλοῦσι, τήν τε Περσεφόνην καὶ Κόρην· ἢ ἐπειδὴ δύο ἦσαν καὶ δύο ὀνόματα εἶχον. τὴν οὖν Περσεφόνην πάντων ἄνασσαν καλεῖ, τὴν δὲ Δήμητρα πάντων τροφόν. Gu.
Bar. Τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν ἄρθρον τὸ αι, ἀλλὰ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐνταῦθα, ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγουσιν, ὡς καὶ παρ’ Ὁμήρῳ ἐΰκτιτον Αἰπύ
ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ αἱ θεαὶ αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας; οὕτως· τῆς γὰρ γῆς ἀναδιδούσης τοὺς σπαρτοὺς ἐκ τῶν τοῦ δράκοντος ὀδόντων ὁ Κάδμος τοὺς μὲν ἀπεθέριζε, τοὺς δὲ εἶχε συνεργοὺς εἰς τὴν τῆς πόλεως κατασκευήν. ἐπεὶ οὖν πάντα τὰ ἐκ γῆς ἀναδιδόμενα τῆς Δήμητρος ἂν εἰκότως νομίζοιτο, διὰ τοῦτο καὶ τούτους ὥσπερ βλάστημά τι ἐκ γῆς ἀναδεδόσθαι τῷ Κάδμῳ φαμὲν συνοικίσαντας αὐτῷ τὴν πόλιν. ὅθεν εἰκότως ἔφη τὰς θεὰς ταύτας συνεκτικέναι τὴν πόλιν. τί δ’ ἂν εἶεν οἱ ἀναδοθέντες ἐκ γῆς ἔνοπλοι; οἱ καρποί· ἄντικρυς γὰρ τούτων φυομένων ἀφθόνως εὐμαρές ἐστι πολεμικοὺς ἄνδρας τρέφειν, καὶ
φίλα
: πᾶσιν. Gu.
Δαμάτηρ θεά
: γῆ· ἐπ’ αὐτῆς γὰρ οἰκοῦμεν καὶ τῶν ἐξ αὐτῆς σπερμάτων ἀπολαύομεν. Gu.
ἐκτίσαντο
: ᾤκισαν. M. ᾤκησαν. B. rec. τὸ δὲ ἐκτί σαντο ἀντὶ τοῦ ᾤκισαν· οὗ γὰρ κτίζει τις, ἐνταῦθα καὶ οἰκεῖ. φησὶ δὲ καὶ Πίνδαρος ὀρείκτιτον σῦν τὸν ἐν τῷ ὄρει οἰκοῦντα. κατῴκουν δὲ ἐν Θήβαις Δημήτηρ καὶ Περσεφόνη, ὡς μέν τινές φασι, διὰ τὸ δωρήσασθαι Θήβας Περσεφόνῃ τὸν Δία χάριτός τινος ἕνεκα προϋπαρξάσης αὐτῷ παρὰ τῆσδε· ὡς δ’ ὁ ἀληθὴς ἔχει λόγος, διὰ τὸ τὴν γῆν πυριφόρον (sic) εἶναι, διὰ τοῦτο ἐμυθεύσαντο Δήμητρα ἐνταῦθα οἰκεῖν, ἐξ ἀνάγκης δὲ καὶ τὴν αὐτῆς θυγατέρα Περσεφόνην. Gu.
πυροφόρους θεάς
: τοῦτο πρὸς τὸ ἄνω ληπτέον· τουτέστιν, ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπειδὴ δᾳδουχίαι αὐταῖς γίνονται, τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταυτόν. A.
C.
M.
T.
Πυρφόρους δὲ καλεῖ, ἐπειδὴ ἐν νυκτὶ γινομένων τῶν μυστηρίων οἱ μυούμενοι πῦρ ἔφερον, ὅθεν καὶ ταύτας πυρφόρους εἰκόνιζον. ἢ πυρφόρους τὰς παρεχούσας τὸν σῖτον. εἰ γὰρ καὶ μόνη Δημήτηρ παρέσχεν, ἀλλὰ μετ’ αὐτῆς καὶ ταύτην συνέλαβεν. κρεῖττον δέ ἐστι τὸ πρόσθεν· ἐπὶ γὰρ τῷ ποιῆσαι ὄλεθρον τοῦ τῶν πολεμίων στρατεύματος διὰ τοῦ πυρὸς ἐπιβοᾶται τοῦτον αὐτὰς πέμψαι. Gu. Bar.
ἀμῦναι τᾷδε γᾷ
: βοηθῆσαι τῇδε τῇ χώρᾳ. ἢ οὕτως, ἀμῦ ναί τᾷδε γᾷ ἀντὶ τοῦ ἀμύνετε, τουτέστιν ἀντὶ τοῦ ἀμείβετε, ὡς καὶ Θουκυδίδης ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι,
τουτέστιν, οἶδεν εὐχαριστεῖν ταῖς θεαῖς ἡ χώρα, εἰ εὐεργετήσουσιν αὐτήν. γράφεται καὶ ἀμύνεται δὲ γᾶ,
ὅ ἐστιν ἱκανή ἐστιν ἡ πόλις ἀμείψασθαι ταῖς εὐεργεσίαις. A.
B.
C.
M.
T.
χώρει σύ
: δεῖ νοεῖν ὅτι τοῦ χοροῦ ἄδοντος ἔσω ἦν ὁ
χώρει
: ἀντὶ τοῦ ἀπέρχου. χωρῶ τὸ δέχομαι, οἷον τοσοῦτον ὕδωρ τόδε τὸ ἀγγεῖον χωρεῖ·
ἀφ’ οὗ χώρα, ἡ ἄδεια καὶ ἡ ἐλευθερία, καὶ τὸ ἐγχωρεῖν τὸ ἐνδέχεσθαι. χωρῶ καὶ τὸ ἔρχομαι, ἀφ’ οὗ συγχωρῶ, ὅταν ἑκὼν ἀπολύω τι, καὶ παραχωρῶ, ὅταν ἄκων ἀπολύω, καὶ προχωρεῖ ἀντὶ τοῦ προβαίνει, καὶ ἀναχωρεῖ ἀντὶ τοῦ ἐπαναστρέφει, καὶ ἀποχωρεῖ ἀντὶ τοῦ ἀφίσταται, καὶ ὑποχωρεῖ ἀντὶ τοῦ ὑπεξίσταται. Gr.
Cant.
Bar.
Leid.
Mosq.
ὡς οἰκεῖα
: συγγενῶν. M. ἤγουν ἴδια ἐμοῦ, τουτέστι περὶ ἐμοῦ ἰδίως, καὶ κοινὰ τῆς χθονὸς, ἤγουν καὶ ὁμοῦ περὶ πάσης τῆς γῆς. διττῶς δὲ δύναται ταῦτα νοεῖσθαι· λέγοιτο γὰρ ἂν βουλεύματα ἴδια ἐμοῦ, ἢ διότι ἐγὼ αὐτὰ ἰδίως συνεβούλευσα, ἢ διότι περὶ ἐμοῦ ἐγὼ αὐτὰ συνεβούλευσα, ἢ ἕτερος. καὶ κοινὰ τῆς χθονὸς, ἢ διότι κοινῶς αὐτὰ ἡ γῆ συνεβούλευσεν, ἢ διότι ἕτερος αὐτὰ περὶ αὐτῆς ὁμοῦ πάσης συνεβούλευσεν, ἢ αὐτὴ περὶ ἑαυτῆς. Gr.
Bar.
Florr.
χθονός
: δημόσα. M.
καίτοι ποδῶν σῶν
: κατὰ τὸ σιωπώμενον εἶδεν αὐτὸν ἐρχόμενον· διὸ καὶ ἐπιφέρει ὁρῶ γὰρ αὐτόν.
M. ἀντιστρόφως λέγεται ἀντὶ τοῦ ἐλευθεροῖ τοὺς σοὺς πόδας τοῦ μόχθου. οἱ πόδες γὰρ ἐδέοντο τῆς ἐλευθερίας, καὶ ἐπὶ τούτων ἁρμόζει ἡ ἐλευθερία, καὶ οὐκ ἐπὶ τοῦ μόχθου. Gr.
Bar.
Mosq.
καὶ μὴν ἐγώ
: πάντως κἀγὼ ἤθελόν σε ἰδεῖν, ὦ Κρέον· κατὰ πολὺ γὰρ εὗρον ἐνδεεῖς τὰς φιλιώσεις, ἡνίκα εἰς λόγους ἐλθὼν ἡνώθην τῷ Πολυνείκει. ἑλθὼν γὰρ εἰς λόγους τῷ Πολυνείκει πολὺ εὗρον ἀτελεῖς τὰς διαλλαγὰς ἡμῶν. ἢ οὕτως· πολὺ λειπομένας τὰς συμβουλὰς εἰς τὸ γενέσθαι, δοκῶν διαλλάττεσθαι πρὸς Πολυνείκην. ὥστε ὑπολείπεται πολεμεῖν. I.
πολλῷ γάρ
: πολλῷ μέτρῳ, ἤγουν κατὰ πολὺ μέτρον ἐλλιπεῖς. Gr. ἢ καθὰ ἤλπιζον. Gu. τὰς φιλιώσεις. Gr. τοῦ πεῖσαι ἡμᾶς ἀλλήλους. Gu.
ἐνδεεῖς
: ἀτελεῖς. M.
συνῆψα
: ἡνίκα συνέτυχον. A.
M. Ἄλλως. εἰσελθὼν εἰς λόγους τῷ Πολυνείκει πολὺ εὗρον ἀτελεῖς τὰς διαλλαγὰς ἡμῶν. ἢ οὕτω· πολλῷ λειπομένας τὰς συμβολὰς εἰς τὸ γενέσθαι, δοκῶν διαλλάττεσθαι πρὸς τὸν Πολυνείκην, ὥστε ὑπολείπεσθαι τὸ πολεμεῖν. A.
M. συνάπτω ἕτερον ἑτέρῳ καὶ συνάπτω ἐγώ τινι, ἤγουν ἑνοῦμαι, καθὸ λέγεται ἐνταῦθα. Gr.
Cant.
κήδει
: τῇ ἐπιγαμβρίᾳ. M.
ἀλλ’ εἰς θεούς
: ὡς Ὅμηρος ἀλλ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται.
B.
M. ἀλλὰ ταῦτα μὲν τῷ θεῷ ἀναθετέον· καὶ ἔστιν ὅμοιον τῷ παρ’ Ὁμήρῳ ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις.
ἃ δ’ ἔστιν ἐμπόδιον, ταῦτα παρῆλθον λέξων. I.
ταῦτα
: ἤγουν τὸ μεῖζον ἐκεῖνον φρονεῖν ἢ τὰς Θήβας. Gu.
ἔχειν
: τὰς ἐλπίδας εἰς τοὺς θεούς. Fl. 59.
μέλλειν πέριξ
: λέγει πέριξ ἑλίξειν ἀντὶ τοῦ περιελίξειν, ἤγουν κυκλώσειν.
ὅπλοις ἑλίξειν
: περιβαλεῖν, πολιορκήσειν, κυκλώσειν. M.
Gu. πολιορκήσειν κυκλώσαντα αὐτὴν τοῖς ὅπλοις. B.
αὐτίκα
: οὐκ εἰς ἀναβολάς. Gr.
Florr. iidem. εὐθύς. Gu.
Fl. 59.
713. μῶν νεάζων οὐχ ὁρᾷς
: οὐ λογίζῃ. ἐρωτηματικῶς τοῦτο ἀναγνωστέον. οὐκ ἐᾷ δὲ αὐτὸν ἐξελθεῖν. B.
C.
M.
I. ἆρα νηπιάζων οὐκ οἶδας τὰ πρέποντα ποιεῖν τῷ παρόντι καιρῷ; Gu. ἆρα νέα φρονῶν οὐ λογίζῃ ἃ πρέπει λογίζεσθαι; Gu.
ὁρᾷς — ὁρᾶν
: νοεῖς — νοεῖν. Gr.
Florr. iidem.
ἐκτὸς τάφρων
: ἀντὶ τοῦ ἔξω τάφρων. ἡ εὐθεῖα ἡ τάφρος. Gr.
Florr. iidem. τάφροι τὰ κοινῶς λεγόμενα χαντάκια. Fl. 59.
ἄφθονοι
: οἱ Ἀργεῖοι πολλοί. M.
Gr.
Florr. iidem.
ἔχει τιν’ ὄγκον
: ὅ ἐστιν, ὑπολήψεις ἔχει παρὰ τοῖς Ἕλλησι. τινὲς δὲ τὸ Ἄργος Ἑλλήνων, τὸ Ἑλληνικὸν Ἄργος, ἵνα πλεονάζῃ ἡ παρά. ὁ δὲ νοῦς, ἔχει τινὰ δύναμιν τὸ Ἑλληνικὸν Ἄργος. A.
B.
C.
M.
I.
ὄγκον
: ὑπερηφανίαν, φρόνημα. M. μεγαλοπρέπειαν, μέγεθος ἰσχύος. Bar. μεγαλοπρέπειαν, ἰσχύν. Gr.
Florr.
θάρσει
: θάρρει, τῷ αὐτῶν φόνῳ τὸ ἐμὸν πεδίον πληρώσω. B.
I. οἷον, ταχέως πληρώσω τὰ ἡμῶν πεδία τοῦ αἵματος αὐτῶν, τουτέστι τὸ ἐμὸν πεδίον. M. ἴσως ἐμπλήσω τὸ πεδίου τοῦ αἵματος αὐτῶν. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
ἐμπλήσω
: κορέσω. Fl. 59.
ὡς οὐ καθέξω
: ὡς ἀντὶ τοῦ ὄντως. M. ἴσθι ὅτι οὐκ ἐπισχήσω τὸν στρατὸν ἐντὸς τῶν τειχῶν. I. γίνωσκε ὅτι. Gr. λείπει τὸ γίνωσκε. Bar. ὅρα. Fl. 33. καὶ δὴ οὐ καθέξω τὸν στρατὸν εἴσω τειχέων. Α.C. εἰ γὰρ καὶ ἀποτρέπεις ἡμᾶς τῆς ἐξόδου, ἀλλ’ οὐχ ὑπακούσομαί σου, ἀλλ’ ἐξελθὼν μετὰ τοῦ στρατοῦ μαχοῦμαι. Gu.
καὶ μὴν τὸ νικᾶν
: ἀκολουθεῖ γὰρ τῇ εὐβουλίᾳ τὸ νικᾶν, καὶ ἡ εὐβουλία ἔχει τὸ κράτος ἐν ταῖς νίκαις, ὡς τὴν δύναμιν τῆς νίκης καὶ τὴν ἐνέργειαν οὐκ ἄλλο τι εἶναι ἢ εὐβουλίαν αὐτόχρημα. Gr.
Cant. πᾶσα νίκη εὐβουλία ἐστὶ, τουτέστι δι’ εὐβουλίας γίνεται· ὥστε καὶ αὐτὸς θέλων νικῆσαι μὴ μετὰ θράσους μεταχειρίζου τὰ πράγματα, ἀλλ’ εὐβουλίᾳ χρώμενος. Gu.
καὶ μὴν τὸ νικᾶν εὐβουλία
: ἐν παντὶ τὸ νικᾶν ἐστιν εὐβουλίας· ὅθεν ἐκεῖνός φησιν, εἰ οὖν εὐβουλίας ἐστὶ τὸ νικᾶν, βούλει ἑτέραν μέθοδον μετέλθω γνῶναι; Ἄλλως. τὸ κεφάλαιόν ἐστι τὸ νικᾶν· καθέξεις οὖν, ἢ οὐ καθέξεις περὶ τοῦ νικᾶν σκόπησον, ἀλλ’ οὐ τοσοῦτον ἐν δυνάμει τὸ νικᾶν, ὅσον ἐν εὐβουλίᾳ καὶ συνέσει. A.
C.
M.
T. καὶ μὴν τὸ νικᾶν οὐ τοσοῦτον ἐν δυνάμει ἐστὶν ὅσον ἐν εὐβουλίᾳ. B.
βούλει τράπωμαι
: θέλεις βουλευσόμεθα γνώμας, προφάσεις, αἰτίας βουλευμάτων; M.
T. βούλει ἵνα διανοήσωμαι μεθόδους
εἰ νυκτός
: εἰ συμπλακείημεν αὐτοῖς νύκτωρ ἐκ λόχου, καλόν σοι δηλονότι τοῦτο δοκεῖ; ναὶ καλόν μοι δοκεῖ, εἴπερ ἀποτυχὼν δυνατὸς ἔσῃ πάλιν δεῦρο σωθῆναι. Gr.
Cant.
I.
εἰ νυκτὸς αὐτοῖς
: λείπει τὸ περιεσόμεθα. ἐρωτηματικὸς δέ ἐστιν ὁ λόγος· εἰ νυκτὸς αὐτοῖς ἐπέλθοιμεν, περιγενησόμεθα, ἵνα ἐξ ἐνέδρας αὐτοὺς λάβωμεν. A.
B.
C.
M.
T.
ἐκ λόχου
: ἐξ ἐνέδρας. Gr.
Florr. iidem.
Mosq. εἰ ἐπέλθοιμεν, περιγενησόμεθα, ἢ καλὸν τοῦτο, ἤγουν ἐξ ἐνέδρας αὐτοὺς λάβοιμεν. Fl. 33. τὸ ἤ γράφεται καὶ δίφθογγον ἀντὶ τοῦ ἑάν, οὕτως· εἰ νυκτὸς αὐτοῖς προσβάλλοιμεν ἐκ λόχου, τί σοι δοκεῖ δηλονότι. πρὸς ὃ οὐδὲν ἀπεκρίνατο Κρέων, ἀλλὰ ἄλλον νοῦν ἐρωτᾷ. Gu.
εἴπερ σφαλείς
: τοῦτο ποίει, εἴπερ σφαλεὶς δύνασαι ὑποστρέψαι ὧδε. B.
M. ἀποτυχών. B.
M. εἰ μὲν τὸ σφαλῇς η γράψεις, κατ’ ἐρώτησιν εἴπῃς. οἷον, ἐπειδή με ἐρωτᾷς, ὦ Ἐτεοκλεις, εἰ ἄρα δέον ἐστὶ νυκτὸς προσβαλεῖν αὐτοῖς, ἀντερωτῶ σε καὶ αὐτὸς, ἐὰν σφαλῇς τοῦ κατὰ τὴν νύκτα τολμήματος, σωθήσῃ δεῦρο πάλιν; τουτέστι δυνατόν ἐστί σοι, ἀποτυχόντι τῆς κατ’ ἐκείνων ἐγχειρήσεως, καταφυγεῖν εἰς τὴν πόλιν καὶ σωθῆναι, ἀλλ’ οὐχ ὑπὸ τῆς νυκτὸς ἐμποδισθῆναι; εἰ δὲ δίφθογγον, κατ’ ἀπόφασιν οὕτω, σύναψον τοῖς πολεμίοις ἐν νυκτὶ, εἰ σωθήσῃ πάλιν δεῦρο, σφαλεὶς τῆς κατ’ ἐκείνων ἐλπίδος. Gu.
Bar.
ἴσον φέρει νύξ
: ἑκατέρῳ μὲν στρατεύματι ἐπίσης ἐμποδίζει τὸ τῆς νυκτὸς σκότος, τοῖς μέντοι προεπιτιθεμένοις πλέον τι παρέχει πρὸς νίκην τὸ ηὐτρεπίσθαι. ἢ οὕτως, καὶ τοῖς ἐπιχειροῦσι καὶ τοῖς ἐπιχειρουμένοις ἴσον παρέχει ἡ νὺξ ἐμπόδιον, τοῖς δὲ τολμηροτέροις τὴν νίκην χαρίζεται. A.
B.
C.
T.
I.
ἴσον φέρει
: ἴσην ὠφέλειαν ἐπάγει ἡ νὺξ ἀμφοτέροις τοῖς μέρεσι τοῖς ἀντιταττομένοις, τοῖς ἐπιτιθεμένοις δὲ, ἡσυχάζοντι τῷ ἑτέρῳ μέρει, πλέον. Gr.
Cant.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
τοῖς δὲ τολμῶσι
: εἴπερ οὗτοι μὲν ἀμερίμνως ἔχουσιν, οἱ δὲ γρηγοροῦσιν οἱ τολμῶντες. Gu.
ἔκπληξις ἂν γένοιτο
: εἰ δειπνοῦσιν αὐτοῖς ἐπέλθοιμεν, ἔκπληξις ἂν καὶ ταραχὴ γένοιτο· οὐ μέντοι νίκην ἐπιφέρει τὸ τοιοῦτον πρᾶγμα· δεῖ δὲ νικᾶν. M.
T. ἀντὶ τοῦ ταραχὴ μόνον γίνεται αὐτοῖς, οὐ μέντοι ἧττα, ἐπεὶ εἰκὸς αὐτοὺς ἐνόπλους δειπνεῖν. A.
B.
C.
M.
I. θόρυβος, ταραχὴ ἂν γένοιτο οὕτως, οὐ νίκη· νικῆσαι δὲ χρεία ἐστί. Gr. ταραχή. τουτέστι ταραχὴν ποιήσεις, οὐ νίκην· ταύτης δὲ χρεία. καὶ γὰρ οἱ πολέμιοι ἐν ἑσπέρᾳ γρηγοροῦσιν, ἐν δὲ νυκτὶ οἱ πλείους αὐτῶν καθεύδουσιν. Gu.
βαθὺς γένοιτο
: τοῦτό φησιν ὡς συντιθέμενος καὶ ἐπαινῶν· οὐ δεῖ ἐξαίφνης ἐπιθέσθαι, μή πως τροπῆς γενομένης καθ’ ἡμῶν φεύγοντες περᾶν τὸν ποταμὸν βαθὺν ὄντα οὐ δυνησόμεθα. Δίρκη δὲ ποταμὸς ὁμώνυμος τῇ κρήνῃ. A.
B.
C.
M.
T.
I.
βαθύς
: ἀντὶ τοῦ πλατύς. Gr. Florr. I. Ἄλλως. οὐκ ἔστιν ἡμῖν εὐχερὲς ἀναχωρῆσαι διὰ τῆς Δίρκης οὔσης βαθείας, καὶ μάλιστα ἐπειγομένοις, ἀλλὰ δύσκολον. A.
C.
M.
T.
εἰ καὶ μὴ παντελῶς νικήσω, ἀλλὰ πολλοὺς αὐτῶν ἀπολέσω. ἐπιχειρήσαντες γὰρ φεύγειν οὐχ οἷοί τε ἔσονται Δίρκην περᾶν, τὸ πολὺ τοῦ ὕδατος ὑποπτεύοντες. εἰ δ’ οὖν πᾶς τις ἂν ἴδῃ ὡς οὐκ ὀλίγοι πεπνίξονται τῷ τε νύκτα εἶναι, τῷ τε μετὰ σπουδῆς καὶ ἀσκόπως τὸν πόρον ποιεῖσθαι, ἃ μέγιστα σφίσιν ἔσται ἐναντιώματα. Gu. Bar.
ἅπαν κάκιον
: ἀντὶ τοῦ δεύτερον. ὁ νοῦς, πᾶν ὁτιοῦν φυλαττόμενον τοῦ φυλάττειν ἀκριβῶς χεῖρόν ἐστιν, ὅ ἐστι φύλαττε σαυτόν. τοῦ γὰρ φυλάττεσθαι καλῶς πᾶν ὁτιοῦν ἀσθενέστερόν ἐστι. A.
C.
T.
I. ἅπαν δεύτερον καὶ χεῖρον. I. πᾶν ὁτιοῦν μὴ φυλαττόμενον τοῦ φυλαττομένου ἀκριβῶς χεῖρόν ἐστι. B.
I. τουτέστι δεύτερα πάντα τῆς εὐλόγου ἀσφαλείας. Gr. ἅπαντα ἐλάττονα πρὸς τὸ φυλάττεσθαι καὶ μὴ κινδυνεύειν, ὥστε καὶ αὐτὸς τουτὶ μόνον, ὅπως μὴ κινδυνεύσῃς, τηρῶν πᾶσιν ἐπιχείρει πράγμασιν. Gu.
Bar.
τί δ’, εἰ καθιππεύσαιμεν
: τί δὲ ἄρα πλέον ἡμῖν ἔσται, εἰ πάντες ἐφ’ ἵπποις ἐπέλθοιμεν κατ’ αὐτῶν; B.
C.
M.
I. τί δέ σοι δοκεῖ, εἰ ἔφιπποι ὁρμήσαιμεν ἐπὶ τὸν στρατὸν τῶν Ἀργείων; Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. δι’ ἵππων καταδράμοιμεν. Gu.
γίνεται
: ἀντὶ τοῦ γίνηται. σύνηθες τούτοις χρῆσθαι ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ, ὡς καὶ ἐν ἄλλοις οὗτος ὡς ἂν προυξερευνήσω στίβον, μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται.
καὶ παρ’ Ὁμήρῳ ἵνα εἴδομεν ἄμφω,
ἀντὶ τοῦ εἰδῶμεν. Gr.
Cant.
Leid.
γίνεται
: ἐστί. Gr.
ἕπτ’ ἄνδρας
: τὸ ἑξῆς λόχων ἀνάσσειν. C. ἀκούσας ἐξαίφνης ἑπτὰ ἄνδρας Ἐτεοκλῆς οὐκ ἐνενόησε στρατηγοὺς, θεραπείαν συχνὴν περὶ αὐτοὺς ἔχοντας, ἀλλ’ ἁπλῶς ἑπτὰ ἄνδρας μόνους· καὶ διὰ τοῦτό φησιν ὡς τῶν ἑπτὰ τὸ σθένος βραχύ. τοῦτο δὲ ἔπαθεν οὐκ ἀνασχόμενος ἀκοῦσαι πάντα τὸν λόγον Κρέοντος, ἀλλ’ ἐν ἀρχῇ τοῦτον ὑποτεμών. Gu.
Bar.
τί προστετάχθαι
: τί προστετάχθαι φησὶ τοὺς ἑπτὰ ἄνδρας δρᾶν. B.
M. τί λέγουσιν αὐτοῖς προστετάχθαι; τὸ γὰρ σθένος τῶν ἑπτὰ βραχύ. I.
ἕπτ’ ἄνδρας
: ἐπ’ αὐτοῖς, ἤγουν κατ’ αὐτῶν. Gr.
λόχων ἀνάσσειν
: πότερον, φησὶ, κρίνω τοὺς ἑπτὰ τῶν λόχων ἄρχειν, ἢ διὰ μονοστόλου δορὸς, ὅ ἐστιν εἷς πρὸς ἕνα, ὡς ἑπτὰ πρὸς τοὺς ἑπτά. C.
M. πότερον, φησὶ, προκρίνων ἑπτὰ ἄνδρας τῶν τάξεων ἄρχειν, ἢ εἷς πρὸς ἕνα, οἱ ἑπτὰ κατ’ ἰδίαν περιεσταλμένοι δόρασι. I. ταγμάτων ἀνάσσειν ἕκαστον, ἢ μόνης τῆς ἑαυτοῦ λόγχης ἕκαστον ἀνάσσειν; Gr.
Bar. ἕκαστον στρατηγὸν περὶ αὑτὸν θεραπείαν ἔχειν, ἢ πάντας ὁμοῦ ἡνωμένους ἄρχειν παντὸς στρατοῦ καὶ οὐ μεμερισμένου. Gu.
Bar.
προκρίνας
: ἐπιλέξας τοὺς ἰσχυρούς. M. ἐκλεξάμενος ἐκείνους τοὺς στρατιώτας, ἤγουν στρατηγοὺς, οἵπερ εἰσὶν ἀνδρειότατοι. Bar.
ἀμύνειν τειχέων προσαμβάσεις
: τῇ πόλει βοηθεῖν καὶ μὴ ἐᾶν τοὺς πολεμίους κλίμακας θέντας ἀναβαίνειν ἀνὰ τὰ τείχη. τὸ γὰρ ἀμύνειν προσαμβάσεις τοῦτό ἐστι τὸ βοηθεῖν τῇ πόλει τὰς προσαμβάσεις καὶ ἀναβάσεις τῶν τειχέων· ταύτας γὰρ τὰς προσαμβάσεις καλεῖ βοήθειαν, ὡς πλείστης σπουδῆς δεομένας καὶ φυλακῆς, ὅπως μὴ γένωνται. οὕτω λέγε, καὶ μὴ λάμβανε τὸ εἰς ἔξωθεν. ἢ οὐ λαμβάνων ἔξωθεν πρόθεσιν, ἀλλὰ τὸ ἀμύνειν ἀντὶ τοῦ ἀποσοβεῖν λέγων, καλῶς ἂν εἴπῃς. Gu.
Bar.
θάρσει
: γρ. θράσει. λείπει δὲ ἡ ἐν, ἵν’ ᾖ ἐν θάρσει ἐπιλεξάμενος γενναίους ἢ φρονίμους. M. λείπει ἡ ἐν. B. ἀνδρείᾳ. I.
ἀμφότερον
: κατὰ τὰ δύο· οὐδὲν γάρ ἐστι τὸ ἕτερον ἀπολειφθὲν τοῦ ἑτέρου. I. ἀμφότερα ἔστω, ἤγουν καὶ τὰ δύο ἔστω· στερηθὲν γὰρ τὸ ἕτερον τοῦ ἑτέρου οὐδέν ἐστιν. Gr.
Fl. 6.
9.
21.
56.
59.
76. πρόκρινε καὶ ἰσχυροὺς καὶ φρονίμους. Gu.
ἀπολειφθέν
: χωρισθέν. M.
οὐδέν
: ἀσθενές. M.
καταργῶμεν χέρα
: βραδύνωμεν τὴν κίνησιν. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. μὴ ἀργοὶ καὶ ἄπρακτοι ὦμεν. Gu. περισσὸν τὸ κατά. Fl. 33.
χέρα
: τὸ ἔργον, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον. Gu.
καί μοι γένοιτο
: ταῦτα κατ’ εὐχὴν ἐγένετο. καὶ γένοιτό
λαβεῖν
: κρατῆσαι. Fl. 59.
ξυσταθέντα
: συστάδην μαχεσάμενον. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. καὶ σύστασιν πολεμήσαντα, μαχησάμενον. Fl. 59. συμπαραταξάμενον. Gu.
ἑλεῖν δορί
: γρ. καὶ ἐλθεῖν. χειρώσασθαι. M.
παιδός τε σοῦ
: τῆς ἐκ τοῦ σοῦ αἵματος. ἀνεψιὰ αὐτοῦ ἦν πρὸς μητρός. M.
ἐπ’ ἐξόδοις ἐμαῖς
: ἐπὶ τῇ ἐμῇ ἐξόβῳ. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. πρὸς τῆς ἐμῆς ἐξόδου καὶ ἀποδημίας. Fl. 33.
μητρὸς δ’
: ὁ δέ ἀντὶ τοῦ δή. M.
τρέφ’ ἀξίως
: τρέφε αὐτὴν καὶ σοῦ ἀξίως καὶ διὰ τὴν ἐμὴν χάριν. Gr.
ἓν δ’ ἐστὶν ἡμῖν ἀργόν
: ἀργὸν, ἄπρακτον καὶ παραλελειμμένον, ὀφεῖλον γενέσθαι καὶ μὴ γενόμενον. Ἄλλως. ἐκεῖνο, φησὶ, μόνον ἡμῖν παραλέλειπται, τὸ παρὰ τοῦ μάντεως ἀκοῦσαι περὶ τοῦτῶν·
λαβόντα πέμψω
: ὡς τοῦ Μενοικέως ἐν τῷ στρατοπέδῳ ὄντος τοῦτό φησιν. Ἄλλως. ἐγὼ δὲ τὸν παῖδά σου πέμψω δεῦρο, λαβόντα τὸν Τειρεσίαν, ὅ ἐστιν ἐνεγκόντα. A.
B.
C.
M.
I.
πέμψω
: μετακαλέσομαι. Fl. 33.
δεῦρο
: ὥστε ἀγαγεῖν. Fl. 59.
ἤδη
: πάλαι. Fl. 59. πρὸ ὀλίγον· ἤγουν ὅτε οὗτος ὁ μάντις τούτους ἐμέμψατο διὰ τὸ μὴ τὴν προσήκουσαν τιμὴν τῷ σφῶν πατρὶ διδόναι, οὔτε ἔξοδον ἐκ τοῦ οἴκου. Gu. πρὸ ὀλίγου ἐνώπιον αὐτοῦ ἐμεμψάμην τὴν μαντικὴν, ὥστε μέμψασθαί μοι ἔχειν. I.
πρὸς αὐτόν
: φανερῶς. B.
ἐκφέρετε τεύχη
: τεύχη τὰς ἀσπίδας. πάνοπλα δὲ ἀμφι βλήματα τὰ ἐνδύματα πάντα τὰ τὸν ἄνθρωπον ὁπλίζοντα. λέγει δὲ θώρακα, περικεφαλαίαν, κνημῖδας. οἱ δὲ γράφουσι τὰ σάγματα. A.
B.
C.
M.
I. ἔξω φέρετε τὰ ὅπλα. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
πάνοπλά τ’ ἀμφιβλήματα
: ἤγουν τὰ ἐνδύματα τα πάνοπλα, τουτέστι τὰς πανοπλίας. Gr.
Florr. iidem. περιβλήματα, κράνος, θώρακα, ἀσπίδα, ξυστίδα, κνημῖδας καὶ τἄλλα, ἤγουν τὰς πάντα τὸν ἄνθρωπον ὁπλιζούσας περιβολάς. Gu.
Leid. ταῦτα τινὲς εἴδη δορατίων φασί. B.
I. τουτέστι τὰ ἑκατέρῳ περιβαλλόμενα. B. τὰ κυκλοῦντα τὸ σῶμα. B.
τῇ δ’ εὐλαβείᾳ
: σωματοποιεῖ τὴν Εὐλάβειαν, ὡς Ὅμηρος Δεῖμός τε Φόβος τε.
τῇ δ’ Εὐλαβείᾳ εὔχονται, ἵνα αὐτοὶ ἀφόβως ἐπέλθωσιν, ἢ ἵνα τοῖς πολεμίοις φόβον ἐμβάλῃ. B.
C.
M.
T.
I. Εὐλάβεια θεὰ παρ’ Ἕλλησιν ἔφορος φόβου. λέγει οὖν ταύτῃ προσεύξασθαι, ἢ ἵνα εὐμενῶς εἰς αὐτοὺς βλέψῃ καὶ ἀφόβως ἐπελθεῖν παρασκευάσῃ τοῖς πολεμίοις, ἢ ἵνα φόβον ἐμβάλη τοῖς ἐχθροῖς. Bar.
Gu. τῇ συστολῇ, τῇ προμηθείᾳ. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. φόβῳ. Fl. 33.
ὦ πολύμοχθος Ἄρης
: ἔδει ὦ πολύμοχθε Ἄρες. Ἀττικὴ δέ ἐστιν ἡ σύνταξις καὶ ἡ κλίσις. A.
B.
C.
M.
T.
Fl. 33. ὦ πολλῶν καμάτων μεστὲ Ἄρες. M.
Fl. 33. ὦ πολλῶν καμάτων αἴτιε Ἄρες, διὰ τί πρὸς φόνον καὶ πρὸς θάνατον ἐνθουσιᾷς, ἀνάρμοστος ὑπάρχων ταῖς ἑορταῖς τοῦ Διονύσου; Gr.
I. ὦ πολύμοχθε καὶ πολύπονε Ἄρη, τί ἄρα κατέχῃ ἐν φόνῳ καὶ θανάτῳ, ἤγουν φόνους καὶ θανάτους ποιεῖς, παράμουσος καὶ ἐναντίος ταῖς ἑορταῖς τοῦ Διονύσου. Gu.
κατέχῃ
: χαίρεις καὶ ἐνθουσιᾷς. I.
—790. οὐκ ἐπὶ καλλιχόροις
: οὐκ ἐπὶ στροφαῖς καὶ κύκλοις χορῶν καλλιχόρων, εὐπρεπείαις λέγω νεάνιδος, ἤγουν ἐφ’ οἷς διαπρέπουσιν αἱ νεάνιδες, τὸν σὸν βόστρυχον ἀναπετάσας κατὰ τὰ ἀπηχήματα τῆς σύριγγος περιηχῇ μέλος, ἐν ᾧ χάριτές εἰσι χαρὰν.
ἐμποιοῦσα
: καὶ ἀγαλλίασιν. ἀλλὰ σὺν ὁπλοφόροις ἀνδράσι πρὸ τῶν Θηβῶν χορεύεις χορείαν ὑβριστικὴν, κακομουσοτάτην, διεγείρας τὸν στρατὸν τῶν Ἀργείων ἐπὶ φόνον. Gr.
I. οὐκ ἐν ταῖς ὥραις, ἤτοι τῷ ἔαρι ἔκλυτον ἐάσας τὸν πλόκαμον ἐπὶ καλλιχόροις στεφάνοις νεάνιδος, ἤγουν ἐπὶ ἐστεφανωμένῃ καὶ χορευούσῃ νεάνιδι, καθάπερ ὁ Διόνυσος ποιεῖ, ᾄδεις ᾠδὴν κατὰ τὰ ἀπηχήματα τοῦ αὐλοῦ, ἐν ᾗ ᾠδῇ χαροποιοὶ ἡδοναί εἰσιν, ἀλλὰ ἐπὶ τὰς Θήβας ἐν φόνῳ ἀγαγὼν στρατὸν Ἀργείων σὺν ὁπλοφόροις ἀνδράσιν ἔμπροσθεν ἐκείνων χορεύεις καὶ μετὰ χοροῦ ᾄδεις κῶμον καὶ ᾠδὴν ἀναυλότατον καὶ λύπης γέμοντα. Gu.
καλλιχόροις
: δέον καλλιχόρου εἰπεῖν πρὸς τὸ νεάνιδος
καλλιχόροις εἶπε πρὸς τὸ στεφάνοις
ἔθει ποιητικῷ, ὡς καὶ κατωτέρω ἐρεῖ τὸ ψαλίοις τετραβάμοσιν. Gu. ἤγουν ἐν τῇ συζεύξει. Fl. 59.
νεάνιδος ὥραις
: τῆς νεανικῆς ἀκμῆς. M. ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δ’ ἑξῆς, οὐ μέλπῃ, τουτέστιν οὐκ ᾄδεις, οὐδὲ ὑμνεῖς, ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς, οὐδὲ αὐλῶν μέλεσι γαμηλίων χορεύεις, ἀνασείσας τὸν πλόκαμον, ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέμους ὁρμᾷς. A.
C.
M.
T. Ἄλλως
νεάνιδος ὥραις
: ἐν ἔαρι γινομένων τῶν Διονυσιακῶν, ὅσαι τῶν παρθένων ἦσαν βάκχαι ἀναπετῶσαι καὶ ἔκλυτον ἐῶσαι τὸν αὐτῶν βόστρυχον, ἐχόρευόν τε καὶ ᾖδον πρὸς αὐλὸν, ὃν νῦν καλεῖ λωτόν. καὶ εἰκότως παρείκασε τῷ λωτῷ τὸν αὐλὸν, κάλαμόν τε ὄντα καὶ ἐμμελῆ καὶ γλυκύτητος γέμοντα, καθάπερ ἐκεῖνος· ἔφερον δὲ αἱ βάκχαι καὶ κλάδους κισσοῦ, ἀλλὰ καὶ νεβρίδας ἐφόρουν. νεβρὶς δέ ἐστι δέρμα ἐλάφου μικροῦ κατάστικτον, ἣν καλοῦσι δορκάδα, ὡς νεβρόν. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες κατάστικτον ποιοῦσι τοῖς μώλωψι, διὰ τοῦτο καὶ αὗται μανίαν ὑποκρινόμεναι σώφρονα ἐνεδέδυντο νεβρίδας. Bar.
Gu.
λωτοῦ
: τοῦ αὐλοῦ. M.
κατὰ πνεύματα πέμπει
: γρ. μέλπει. M. ἡ κατά ἀντὶ τῆς πρός, πρὸς πνεύματα, ὅ ἐστιν ἀπηχήματα τοῦ αὐλοῦ. A.
B.
C.
M.
I.
λωτοῦ
: πάνυ ἡδέως λωτὸν ἐκάλεσε τὸν αὐλόν. λωτὸς γὰρ τὸ γλυκοκάλαμον, ἀλλὰ καὶ ὁ αὐλὸς καὶ κάλαμος μὲν, ἀλλὰ καὶ γλυκὺς διὰ τὴν τοῦ μέλους ἡδύτητα. Ἄλλως. λωτὸν ἐνταῦθα τὸν αὐλόν. σημειωτέον δὲ ὅτι καὶ τὸ λο μικρὸν γράφεται πρὸς ἀντιδιαστολὴν τοῦ λωτοῦ τῆς βοτάνης. A.
μοῦσαν
: ᾠδήν. οὐ τοιαύτην, φησὶν, ἔχεις μοῦσαν, ἐν ᾖ χάριτές εἰσι χορείας αἴτιαι γενόμεναι. ἢ οὕτως, οὐ μέλπῃ τοιαύτην ἔχων μοῦσαν, ἐν ᾖ χάριτές εἰσι, τουτέστι ποιητικαὶ εἰρήνης. A.
C.
M.
T.
Fl. 33.
χάριτες
: ἡδοναί. B.
ἀλλὰ σὺν ὁπλοφόροις
: τοῦτο μὲν οὐ ποιεῖς, ἀλλὰ τόδε. τὸ δὲ ἑξῆς, ἀλλὰ προχορεύεις. Ἄλλως. σὺ δὲ, φησὶν, ὦ Ἄρες, ἀνασκιρτᾷς σὺν ὁπλοφόροις ἀνδράσιν, καὶ χορεύεις χορείαν ἄτοπον, τὸν Ἀργείων στρατὸν παροξύνας κατὰ τοῦ τῶν Θηβαίων αἵματος. A.
C.
M.
T. Ἄλλως. ἀλλὰ σὺν ὁπλοφόροις κῶμον ἀναυλότατον προχορεύεις, στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβας, τουτέστι τῷ γένει τῶν Θηβαίων. καὶ Ὅμηρος αἵματος εἷς ἀγαθοῖυ, φίλον. τέκος
A.
B.
C.
T.
I. Ἄλλως. τὸ ἑξῆς, ἀλλὰ σὺν ὁπλοφόροις Θήβαις στρατὸν Ἀργείων ἐπιπνεύσας, ὅ ἐστιν ἐνθουσιάσας ἑκάτερον στράτευμα, καὶ κατόχους αὐτοὺς ποιήσας ἑαυτοῦ, αἵματι κῶμον ἀναυλότατον προχορεύεις, ὅ ἐστι προκαλῇ αὐτοὺς εἰς ἄμουσον κῶμον σὺν αἵματι·
κῶμον ἀναυλότατον
: κακόαυλον ἢ ἐκμελῆ καὶ ἄμουσον. σάλπιγξ γάρ ἐστιν ὁ πολεμικὸς αὐλός. κῶμος δέ ἐστιν εἶδος ὀρχήσεως. A.
M.
κῶμον
: ὄρχησιν, ᾠδήν. κῶμος κυρίως ἡ μετὰ μέθης ᾦδή. Gu.
οὐδ’ ὑπὸ θυρσομανεῖ
: οὐδὲ ὑπὸ τῷ Διονύσῳ τῷ μετὰ θύρσων μαινομένῳ χορεύεις, δέρματα ἐλάφων ἐνδεδυμένος, καὶ ἐπὶ τοῖς ῥεύμασι τοῦ Ἰσμηνοῦ τοῦ ποταμοῦ πορενόμενος σὺν ἅρμασι καὶ χαλινοῖς τετραπόδων μονωνύχων ἵππων ἱππεύσεσιν ὁρμᾷς, διεγείρας τοὺς Ἀργείους κατὰ τῆς γενεᾶς τῶν ἀπὸ τῆς σπορᾶς τῶν ὀδόντων τοῦ δράκοντος ἀναδοθέντων, λέγω θίασον ἀσπιδηφόρον ἔνοπλον, ἀντίπαλον κατὰ τὰ λίθινα τείχη ὁπλίσας χαλκῷ. Gr.
I. οὐδὲ, ὥσπερ αἱ Βάκχαι, χορεύεις ὑπὸ τῷ θυρσομανεῖ Διονύσῳ μετὰ νεβρίδων, ἀλλὰ καὶ ἐπὶ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ βαίνων θοάζεις καὶ θηριωδῶς ὁρμᾷς ἐν ἅρμασι καὶ χαλινοῖς τετραβαμόνων μωνύχων πώλων (πρὸς γὰρ τὸ ψαλίοις τὸ τετραβάμοσιν εἶπεν) ἐν ἱππεύσεσι καὶ ἵππων καταδρομαῖς, ἐπαγαγὼν ἐπὶ τοῖς Θηβαίοις κατὰ τὰ λάϊνα λέγω τείχη Ἀργείους, θίασον καὶ χορὸν ἀσπίδας φέροντα, ἔνοπλον, ἐναντίον Θηβαίοις ἢ τῷ Διονύσου χορῷ, καὶ οὐ κλαδηφοροῦντα μετὰ νεβρίδων, ὥσπερ ἐκεῖνος, κοσμήσας τοῦτον ἐν χαλκῷ. Gu.
οὐδ’ ὑπὸ θυρσομανεῖ
: οἷον οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλάφων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς, ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις, τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας
νεβρίδων
: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον, ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτω τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα. A.
B.
C.
M.
T.
I.
δινεύεις
: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ τῷ κώμῳ μετὰ νεβρίδων, ἐν ἄρμασι καὶ ἵπποις ἀναστρεφόμενος, τουτέστιν οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλ’ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅρμασι δὲ τοῖς τετραπόδεσιν ἅρμασιν οἷς τετράποδα ὑπέζευκται. καὶ ψαλίων, χαλινῶν· ἀντίπτωσις δέ ἐστι, σὺν ἅρμασι καὶ ψαλίοις μωνύχων πώλων. τετραβάμοσι δὲ τετραπόδων. A.
C.
M.
T. Ἄλλως. ψαλίων τῶν ἵππων, παρὰ τὸ ψαύεσθαι αὐτοὺς λίαν, ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς καταψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε οὐ χρὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψελλίον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν ἤτοι ψιθυρισμὸν ἀποτελεῖν. οὕτως συντάξεις τὸ ὅλον χωρίον, οὐ δινεύεις καὶ συστρέφεις μώνυχα πῶλον μετὰ νεβρίδων
ἅρμασι
: λείπει τὸ ἀλλά. M.
ἀσπιδοφέρμονα
: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν, τὸν πολεμικὸν, παραγώγως. A.
B.
I.
ἀσπιδοφέρμονα θίασον ἔνοπλον
: ποιεῖς δηλαδὴ θίασον ἀσπιδηφόρον. Ἄλλως. ὁ νοῦς οὕτω, κοσμήσας χορὸν οὐ θυρσσφόρον, ἀλλ’ ἀσπιδοφέρμονα, οὐ συνθιασώτην καὶ σύγκωμον χορὸν, ἀλλ’ ἀντίπαλον, οὐ κισσῷ κοσμήσας, ἀλλὰ χαλκῷ. εἰ δὲ ἦν ἐπὶ Διονύσου, οὕτως ἂν ἔφη, θυρσοφόρον θίασον σύγκωμον κατὰ σύμφυτα ὄρη κισσῷ κοσμήσας, οὐ κατὰ τὰ τείχη. B.
C.
M.
T.
I. Ἄλλως. κυρίως θίασος ὁ τοῦ Διονύσου χορὸς λέγεται ὁ μετὰ νεβρίδων ἐκείνῳ συγχορεύαν. διὰ τοῦτο ἐνταῦθα ἀντίπαλον θίασον καὶ ἀσπιδοφέρμονα καὶ ἔνοπλον τοὺς Ἀργείους καλεῖ τοὺς σὺν Ἄρει τὴν ἔνοπλον χορείαν ποιουμένους. A. ἀσπιδηφόρον. Cant.
Gr.
χαλκῷ κοσμήσας
: τουτέστιν ὁπλισθείς. M.
ἦ δεινά τις Ἔρις θεός
: ὄντως χαλεπή τις θεὸς ἡ Ἔρις, ἥτις ἐβουλεύσατο τάδε τὰ δυστυχήματα τοῖς βασιλεῦσι τῆς γῆς τοῖς πολυπόνοις τοῖς ἀπὸ Λαβδάκου καταγομένοις. Gu.
I.
πολυμόχθοις
: πολυπαθέσι. Gu.
ὦ ζαθέων πετάλων
: ὦ Κιθαιρὼν, περίβλεπτον καὶ διάδηλον ὄρος τῆς Ἀρτέμιδος, ἄγαν θείων δένδρων πεπληρωμένον, πολυειδῶν θηρίων ἀγρευομένων περιεκτικὸν, τῶν χιόνων φυλακτικὸν, οὐκ ὤφειλες τὸν Οἰδίποδα τὸν ἐκτεθέντα τῷ θανάτῳ, τὸν ἐκβεβλημένον τῶν οἴκων, τὸν ἐπίσημον ἤγουν διάδηλον ταῖς χρυσοδέτοις περόναις, τὸν τόκον τῆς Ἰοκάστης θρέψαι βρέφος ὄντα. Gr.
I. ὦ Κιθαιρὼν, ὄρος φύλλων ζαθέων θαυμαστῶν, ἤγουν θείων, πολλὴν θήραν ἔχων, χιονῶδες ὄμμα Ἀρτέμιδος, ἤγουν ὃ ἐφορᾷ Ἄρτεμις, εἴθε μὴ ἔμελλες θρέψαι ποτὲ βρέφος τὸν Οἰδίποδα, τὸ Ἰοκάστης γέννημα, τὸν ἐκριφέντα ἐν σοὶ ἐν θανάτῳ, ἔκβολον καὶ ἐκβεβλημένον τῶν οἴκων, σεσημασμένον ἐν χρυσαῖς περόναις. Gu.
ὦ ζαθέων πετάλων
: ὦ νάπος τῶν ζαθέων πετάλων. νάπος
χιονοτρόφον
: τὸ οἱονεὶ τρέφον χιόνα, διὰ τὸ ἀεὶ εἶναι κεκαλυμμένον ὑπ’ αὐτῆς. Gu. χιονῶδες. Gu.
Bar. ἀντὶ τοῦ τῶν χιόνων φυλακτικόν. Gr.
ὄμμα
: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη, καὶ ἔστιν ὅραμα· ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα· πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς ἡ Ἄρτεμις ὑπάρχει. A.
B.
M.
T.
I. Ἄλλως. ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρὼν ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν, ἢ ἁπλῶς ἐκπρεπέστερον χρῆμα αὐτὸ ἂν εἴη λέγων, λέγων τὸν Κιθαιρῶνα, ὥσπερ τὰ ἄλλα πάντα ὄρη τῇ Ἀρτέμιδι, ὥσπερ ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι καὶ δένδροις διαφόροις ἔξωθεν κεκοσμῆσθαι. A.
M.
T. ὄμμα καὶ καλλίστευμα Ἀρτέμιδος, ὁ καλλιστεύων παρὰ τῇ θεᾷ, ὥσπερ ἐν σώματι ὄμμα. Gu. καλλωπίσματα. C.
ἔκβολον
: τὸ ἐκβεβλημένον τῶν οἴκων, τὸ ἐκριφὲν βρέφος ἐκ τῶν οἴκων· ἐξετέθη γὰρ εἰς τὸ ὄρος. M.
χρυσοδέτοις
: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εὐδυῖα εἶπε σιδηρᾶς τὰς περόνας, αὗται δὲ ὡς βάρβαροι οὐκ ἀκριβῶς ἴσασιν. A.
B.
M.
I.
ἐπίσαμον
: τὸν ὕστερον γενόμενον διὰ τὴν τύφλωσιν ἐπίσημον, τουτέστι διάδηλον διὰ τὰς περόνας, αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν· εἶπε γὰρ τὰ δὲ σφυρῶν σιδηρᾶ κέντρα διαπείρας.
CT.
περόναις ἐπίσαμον
: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν. εἶπε γὰρ ἐν ἐκείνοις σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον,
’ ὅθεν δῆλον ὅτι οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον,
ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι· μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων.
οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται. ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέροις συγκατατίθεται. A.
M.
T.
τὸ χρυσοδέτοις περόναις λέγει, ἢ ὅτι φέρεται λόγος ἢ σιδηρᾶς αὐτὰς εἶναι ἢ χρυσᾶς, ἢ ὅτι ὡμολογημένως σιδηραῖ ἦσαν, ὡς καὶ ἐν ἀρχῇ τοῦ δράματος εἴρηται τῷ ποιητῇ σφυρῶν σιδηρᾶ κέντρα δια πείρας.
τιμῶν δὲ τοῦτον ὡς βασιλέα οὕτω ταύτας καλεῖ. Gu.
μηδὲ τὸ παρθένιον
: οὐδὲ ἡ ὑπόπτερος Σφὶγξ ἡ παρθένος, τὸ ὀρεινὸν τέρας, τὸ πένθος τῆς γῆς ταύτης ὤφειλε δηλονότι ἐλθεῖν σὺν αἰνίγμασιν ἐμμέτροις κακομουσοτάτοις, ἥτις ποτὲ τὴν γενεὰν τὴν ἀπὸ τοῦ Κάδμου καταγομένην διὰ τῶν ὀνύχων τῶν τεσσάρων αὐτῆς ποδῶν ἠφάνιζε τοῖς τείχεσιν ἐπικαθίζουσα, ἣν ὁ κατὰ χθονὸς Ἅιδης ἔπεμψε κατὰ τῶν Καδμείων. Gr.
Bar.
I.
Τὸ παρθένιον πτερὸν πρὸς τὸ Σφιγγὸς συντακτέον, ἵν’ ᾖ τὸ πτερὸν τῆς παρθένου Σφιγγὸς, τὸ ὄρειον τέρας· ὃ μὴ ὤφειλε, κατὰ κοινοῦ, ἐλθεῖν πένθεα τῆς γῆς, τουτέστιν ἐπὶ πένθει καὶ δυστυχίᾳ Θηβῶν· ἥτις ἐν ᾠδαῖς ἀμουσοτάταις καὶ κακαῖς τοῖς τείχεσι πλησιάζουσα ἔφερεν ἐν ταῖς τετραβάμοσι χηλαῖς Θηβαῖον εἰς τὸ ἄβατον φῶς τοῦ αἰθέρος, ἤτοι εἰς ὕψος τὸ μὴ βατὸν τισὶν ἄλλοις, ἢ τοῖς ὀφθαλμοῖς μὴ ἀφικνουμένοις καὶ φθάνουσι πρὸς τὴν τούτου κατάληψιν· ἥντινα Σφίγγα ἐπιπέμπει τοῖς Θηβαίοις ὁ ὑποχθόνος Ἅιδης. τοῦτο δέ φησι διὰ τὸ αὐτὴν θανάτους ἐπάγειν Θηβαίοις ἐκ τῶν αἰνιγμάτων. ἣν καὶ ὡς αἰτίαν τῶν παρόντων κακῶν ἀπεύχεται μὴ ἐλθεῖν· εἰ μὴ γὰρ τὰ ταύτης αἰνίγματα εὗρεν, οὔτε εἰς ἀθέμιτον γάμον τὸν τῆς μητρὸς ἀφίκετο, οὔτε τὰ νῦν συμβεβήκει, τυφλωθέντος ἐκείνου καὶ ἐπαρασαμένου τοῖς τέκνοις. Gu.
μηδὲ τὸ παρθένιον
: ἀπὸ κοινοῦ τὸ ὤφειλεν. τουτέστι μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι· αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπ’ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατ’ ἄγνοιαν· προέκειτο γὰρ εἰς γάμον τῷ συνιέντι. A.
B.
C.
M.
I.
παρθένιον πτερόν
: παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα, διότι λέγε
οὔρειον τέρας
: ὀρεινὸν, ἄγριον. ἢ ἴσως, ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, οὔρειον τέρας αὐτήν φησι. τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς, μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφειλεν ἐλθεῖν εἰς πένθεα ταῦτα τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν, παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν σῶμα, μιξοφυὴς οὖσα. A.
B.
C.
M.
T.
I. Ἄλλως. ἀπὸ μέρους τὴν ὅλην, μηδὲ τὸ πτερωτὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς. Ἄλλως. οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν. A.
ἀμουσοτάταισι
: σὺν κακομούσοις προβλήμασι καὶ σοφίσμασι τῆς Σφιγγός. ᾠδὴν δὲ κακόμουσον τὸ αἴνιγμά φησιν, ἐπεὶ ἐμμελῶς τε καὶ εὐρύθμως καὶ ἐμμέτρως ἐλέγετο, ἐξαπώλλυε δὲ πολλοὺς
ἀμουσοτάταισι
: κακαῖς, ἀσαφέσιν, ἀηδέσι διὰ τὸ τῶν φόνων αἰτίαν εἶναι. Gu. τὸ ἀμουσοτάταις σὺν ᾠδαῖς ἢ πρὸς τὸ ἄνω, ἢ πρὸς τὸ κάτω σύναπτε. Gu.
ᾠδαῖς
: ἀοιδοῖς. M.
ἅ ποτε
: ἥτις ἐπικαθεζομένη τοῖς τείχεσι τετραβάμοσι χηλαῖς τὴν Καδμογενῆ γένναν, τουτέστι τοὺς Θηβαίους, εἰς αἰθέρος ἄβατον φῶς ἀνῆγεν. A.
B.
C.
M.
I. τὸ ἑξῆς Καδμογενῆ γένναν. B.
M.
χαλαῖσι
: γρ. χηλαῖσι. M.
τετραβάμοσι χαλαῖς
: τετραδακτύλοις ποσίν. M.
δυσδαίμων δ’ ἔρις
: ἄλλη δὲ πάλιν ἔρις δυστυχὴς αὔξει κατὰ τὰ δώματα καὶ τὴν πόλιν τῶν παίδων τοῦ Οἰδίποδος. καὶ
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ’ ἔφυ καλόν
: τὸ πρῶτον οὐ περιττόν ἐστιν. A.
B.
M.
T. οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, ὅπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλῆς. τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν φησι, τὸ μὴ καλὸν γενόμενον οὔποτε ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτοῖς γέγονεν, ἢ ἔστι καλόν. A.
B.
C.
M.
T.
I.
παῖδες ματρὶ λόχευμα
: κατὰ κοινοῦ τὸ οὐ καλὸν, τουτέστιν οὐ καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα. οὐ καλὸν οὖν, φησὶ, γέννημα, ἀλλὰ κατάρατον, παῖς τῆς τοῦ πατρὸς καὶ μητρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους ἡρμόσθαι ὁ λόγος, καὶ ἐροῦμεν οὕτως· οὐ καλὸν γέννημα οἱ μὴ νόμιμοι παῖδες τῇ μητρὶ, οἷον Ἐτεοκλῆς καὶ Πολυνείκης, ἐκ λέχους τοῦ αὐτοῦ πατρὸς καὶ ἀδελφοῦ ἐλθόντες εἰς φῶς, ἵν’ ᾖ τὸ συναίμονος ἀντὶ τοῦ ἀδελφοῦ, τὸ δὲ εἰς λέχος ἀντὶ τοῦ ἐκ λέχους, λόχευμα δὲ τὸ γέννημα. Ἄλλως. οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ δι’ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν, ἢ διότι ἑαυτὸν ἔκρυψεν· πατρὸς δὲ, τοῦ καὶ συναίμονος, ἐκ λέχους ἦλθον. A.
M.
T.
μίασμα πατρός
: πῶς μίασμα πατρός; ὅτι σύναιμος εἰς λέχος ἦλθεν, ὅ ἐστι τοῦ ἀδελφοῦ αὐτῶν Οἰδίποδος. A.
M.
μίασμα πατρός
: μεμιασμένον σπέρμα πατρὸς ὄντες. τόκος μητρὸς ὄντες, ἥτις εἰς συγγενικὸν ἦλθε λέχος. Gr.
συναίμονος
: γρ. σύναιμον. M.
ἔτεκες
: ἔτεκες, ὦ γῆ τῶν Θηβῶν, ποτὲ, καθὰ ἐν τῇ ἐμῇ πατρίδι ποτὲ ἤκουσα λόγον βαρβαρικὸν, τὴν γενεὰν τὴν ἀπὸ τῶν ὀδόντων γεννηθεῖσαν, τὴν ἀπὸ τοῦ δράκοντος τοῦ θηρσὶ τρεφομένου, τοῦ φοινικοῦ τὴν κεφαλὴν, κλέος κάλλιστον τῶν Θηβῶν. εἰς τὸν γάμον δὲ τῆς Ἁρμονίας τῆς θυγατρὸς τῆς Ἀφροδίτης, ἣν ἔγημεν ὁ Κάδμος, ἦλθον οἱ θεοὶ, καὶ ὑπὸ τῆς φόρμιγγος καὶ τῆς λύρας τοῦ Ἀμφίονος τὰ τείχη τῶν Θηβῶν καὶ ὁ πύργος ἀνῳκοδομήθη περὶ τὸ μέσον τῶν δύο ποταμῶν τῆς Δίρκης τῆς πηγῆς, ἤγουν τοῦ Ἰσμηνοῦ καὶ τῆς Δίρκης, ἥτις ὁμωνύμως λέγεται τῇ πηγῇ, ἥτις, ἤγουν ἡ Δίρκη, ἡ πηγὴ, τὸ ἔμπροσθεν τοῦ Ἰσμηνοῦ πεδίον τὸ βοτανηφόρον ἄρδει καὶ κάθυγρον ποιεῖ. καὶ ἡ Ἰὼ, ἡ κέρας ἔχουσα, ἡ προμήτωρ, τοὺς βασιλεῖς τῶν Θηβαίων ἔτεκεν· ἡ πόλις δὲ ἥδε, μυριάδας ἀγαθῶν ἑτέρας ἐφ’ ἑτέραις κατὰ διαδοχὴν ἔχουσα, νῦν ἐπὶ μεγίστῃ καὶ ἐσχάτῃ πολιορκίᾳ τοῦ Ἄρεος ἕστηκεν. Gr.
Cant. ἐγέννησας ποτὲ, ὦ γῆ, ὡς ἔμαθον ἐν τοῖς οἴκοις ἀκοὴν βάρβαρον (ὡς γὰρ Φοῖνιξ ὁ χορὸς, οἱ δὲ Φοίνικες βάρβαροι, βάρβαρον ἀκοὴν ἐδάην φησίν·) ἐγέννησας οὖν τὴν ὀδοντοφυῆ γένναν, τουτέστι τοὺς ἐξ ὀδόντων φύντας καὶ γεννηθέντας Γίγαντας, τὴν ὑπάρχουσα ἀπὸ δράκοντος θηριώδους καὶ φοινικοῦν λόφον καὶ κεφαλὴν ἔχοντος. κάλλιστον οὖν ὄνειδος ταῖς Θήβαις ἦσαν οἱ Γίγαντες, ὄνειδος μὲν ὡς ἐξ ὀδόντων δράκοντος γεννηθέντες, κάλλιστον δὲ ὡς αὐτόχθονες καὶ ἀνδρεῖοι· ἀφ’ ὧν Γιγάντων Θηβαῖοι κατήγοντο. εἰς τοὺς ὑμεναίους δὲ καὶ τοὺς γάμους τῆς Ἄρεος καὶ Ἀφροδίτης θυγατρὸς Ἁρμονίας, ἣν ἔγημε Κάδμος, ἦλθον οἱ θεοὶ, καὶ ἀνέστη τῆς πόλεως τὰ τείχη ἐν τῇ λύρᾳ τοῦ Ἀμφίονος, καὶ ὁ πύργος ἀνέστη ὑπὸ τῆς Ἀμφιονίας λύρας. ἔστι δὲ ἀμφότερα ταῦτα τὰ κῶλα ταυτοσήμαντα. ἀνέστη δὲ περὶ τὸ μέσον τῶν δύο ποταμῶν τῆς Δίρκης, ἤγουν οὓς ἡ Δίρκη ποιεῖ σχιζομένη, ἥτις καταρρέει εἰς τὸ πεδίον ἔμπροσθεν τοῦ Ἰσμηνοῦ ποταμοῦ. καὶ ἡ κερασφόρος Ἰὼ ἐγέννησε τοὺς βασιλέας τῶν Θηβαίων. μεταμειβομένη
ἔτεκες, ὦ γᾶ
: εἰπὼν τὰ ὀνείδη τῆς πόλεως ἄρχεται ἤδη καὶ ἅπερ εἰς κλέος ἦσαν ταύτῃ εἰπεῖν. Gu. ταῦτα ἐφεξῆς μέχρι τοῦ τέλους τοῦ χοροῦ ἀνακλητικῶς προφέρουσι, μακαρίζουσαι τῆς ἀρχαίας εὐδαιμονίας τὰς Θήβας. τὸ δὲ ἑξῆς, ἔτεκές ποτε, ὦ γᾶ, γένναν ὀδοντοφυῆ σπαρτῶν τῶν ἀπὸ τοῦ φοινικολόφοιο δράκοντος, ὥς ποτε ἠκούσαμεν κατὰ τὴν βάρβαρον ἀκοὴν ἡμῶν, ἐν τῇ πατρίδι οὖσαι. A.
B.
C.
M.
I.
θηροτρόφου
: τοῦ ἐν θηρσὶ τραφέντος δράκοντος θηριώδους. M. τὸ ἀπὸ φοινικολόφοιο δράκοντος συναπτέον, θηρότροφον δὲ γένναν περιφραστικῶς τοὺς σπαρτοὺς, ἐπεὶ ἀπὸ θηρίου τοῦ δράκοντος ἐτέχθησαν. συντέτακται δὲ τὸ τραφῆναι καὶ ἐπὶ τοῦ γεννηθῆναι, ἢ ἐπὶ τοῦ αὐξηθῆναι καὶ ἀναδοθῆναι ἀπὸ τῆς γῆς. A.
B.
C.
M.
T.
I. πορφυροκαρήνου, τοῦ ἔχοντος κοκκίνην κεφαλὴν, ἢ λόφον τοιοῦτον αὐτοφυῆ. Gu.
διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον
: τὸν περάσιμον τόπον. B.
M. λείπει τὸ ὅς· ὃς ὁ πόρος κατὰ τὸ πεδίον τῆς Δίρκης ἔμπροσθεν τοῦ Ἰσμηνοῦ καταδεύει. οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἥ τε Δίρκη καὶ ὁ Ἰσμηνός. A.
B. Ἄλλως. περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν τῆς Δίρκης, ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς, οὓς καὶ Διδύμους ἐκάλεσαν, ἐπεὶ ἐξ ἑνὸς οἱ δύο ἀποτελοῦνται. A.
B.
C. ἥτις Δίρκη εἰς δύο σχιζομένη τὸ ἔμπροσθεν τοῦ Ἰσμηνοῦ πεδίον καταρδεύει. οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἥ τε Δίρκη καὶ Ἰσμηνός. C.
πρόπαρ
: τὸ ἔμπροσθεν τοῦ Ἰσμηνοῦ ποτίζει. I.
καταδεύει
: ἀντὶ τοῦ καταδύεται. λείπει δὲ ἥτις, ἥτις ἐπαρδεύει τὸ πεδίον ἡ Δίρκη. M.
μυριάδας δ’ ἀγαθῶν
: εἰ δὲ δεῖ, φησὶ, φράσαι συντόμως, ἡ πόλις αὕτη μυρία ἀνδραγαθήματα καὶ νίκας συνάπτουσα εἰς ἄκρον ἐν τῷ πολέμῳ προελήλυθεν ἀνδραγαθημάτων, ὡς εἰ ἔλεγε, τὴν οὕτω μακαρίαν
ἐπ’ ἄκροις ἔστακ’ Ἀρηΐοις στεφάνοισιν
: ἤγουν ὑπὸ πολεμίων κεκύκλωται καὶ πρὸς κίνδυνόν ἐστι. τοιαύτην γὰρ ἔμφασιν ἔχει τὸ ἄκροις, ἐπειδὴ καὶ οἱ ἐπ’ ἄκρου τινὸς ἱστάμενοι πρὸς τὸ πεσεῖν ἕτοιμοί εἰσιν. Gu.
ἡγοῦ πάροιθε
: προοδοποίει ἔμπροσθεν, ὦ θύγατερ, ὅτι ὀφθαλμὸς ὑπάρχεις σὺ τῷ τυφλῷ καὶ ὁδηγουμένῳ μοι ποδὶ, καθὰ τοῖς ἐπιβάταις τῆς νεὼς τὸ ἄστρον, εἰς ὃ δηλονότι ἀποβλέπουσιν· ἄγε πρόβαινε, προέρχου, τιθεῖσα τὸ ἐμὸν ἴχνος, ἤγουν ἐμὲ, εἰς ὁμαλὴν καὶ ἰσόπεδον γῆν, ἵνα μὴ προσπταίσωμεν, μὴ δυνάμενοι πορεύεσθαι· ἀσθενὴς γὰρ ὁ πατήρ σου. καὶ τὰς σημειώσεις τῶν ἀποβάσεων φύλασσε τῇ παρθενικῇ σου χειρί. I.
ἡγοῦ πάροιθε, θύγατερ
: Μαντὼ ἐκαλεῖτο ἡ θυγάτηρ Τειρεσίου. καὶ πρὸς ἐκείνην λέγει τοὺς λόγους Τειρεσίας. B.
C.
M.
I. Πείσανδρος ἱστορεῖ ὅτι ξάνξη Τειρεσίᾳ γαμηθεῖσα ἐποίησε παῖδας τέσσαρας, φαινέηφερ σεκέρδην, χλώρην, Μαντώ. M.
T.
θύγατερ
: ἰστέον ὅτι Σοφοκλῆς ἐν τῷ τῆς Ἀντιγόνης δράματι υἱὸν εἶναι λέγει τὸν χειραγωγοῦντα τὸν Τειρεσίαν, ἐνταῦθα δὲ Εὐριπίδης θυγατέρα, ἥτις Μαντὼ ἐκαλεῖτο. Gu.
ἀσθενής
: ὅτι καὶ τυφλὸς καὶ γέρων. M.
οὓς ἔλαβον
: οἱ γὰρ οἰωνοσκόποι ἐν δέλτοις ἐσημειοῦντο τὰς πτήσεις, ἵνα διὰ μνήμης ἄγοιεν. εἰ δὲ τυφλὸς ἦν, μὴ θαυμάσωμεν· ἡ γὰρ θυγάτηρ ἔμπειρος οὖσα τὰς γινομένας πτήσεις ἐσημειοῦτο. φασὶ δὲ αὐτὴν μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀρίστην μάντιν γενέσθαι. A.
B.
C.
I.
οἰωνίσματ’ ὀρνίθων μαθών
: ἀποροῦσί τινες πῶς τυφλὸς ὢν ὁ Τειρεσίας ἠδύνατο καταλαμβάνειν τὰς τῶν ὀρνίθων πτήσεις. καὶ φαμὲν ὡς ἡ θυγάτηρ αὐτοῦ ἔμπειρος οὖσα ἔλεγεν αὐτῷ τοιώσδε καὶ τοιῶσδε πέτεσθαι τοὺς ὄρνις· ἐκ τούτου οὖν ἐκεῖνος ἐμαντεύετο. φασὶ δὲ καὶ μετὰ θάνατον αὐτοῦ μάντιν ἀρίστην γενέσθαι τὴν θυγατέρα. Gu.
Bar. τὰς μαντείας τῶν ὀρνίθων.
μαθών
: νοήσας, σκεψάμενος. Gr.
τέκνον Μενοικεῦ
: ἀντὶ τοῦ τέκνον ἐμὸν καθ’ ἡλικίαν, πόσου διαστήματός ἐστιν ἡ ἐπίλοιπος ὁδὸς μέχρι τοῦ ἄστεος, ἡ πρὸς τὸν πατέρα σου; κοπιῶσι γὰρ οἱ πόδες μσυ, καὶ μόλις περιπατῷ συνεχῆ βαδίσας βάδισιν. I.
θάρσει
: θάρσει, ὦ Τειρεσία· ἔξεστί σοι γὰρ πλησίον τῶν φίλων στῆσαι τὸν πόδα. ἅψαι δ’ αὐτοῦ καὶ ἀντιλαβοῦ, τέκνον Μενοικεῦ, ὅτι πᾶσα ἀπήνη καὶ πᾶς πρεσβύτου ποὺς εἴωθε περιμένειν χειρὸς ἀλλοτρίας χειραγωγήματα. I.
. . . . . . . . .
: γράφεται καὶ ἐξόρμισαι, ἀντὶ τοῦ στῆσον τὸν σὸν πόδα. I. ἡ μεταφορὰ ἀπὸ τῶν νηῶν τῶν εἰς λιμένα καταγομένων. B.
I.
ἐξόρμισαι
: ἔστησας. Ἄλλως. ἀντὶ τοῦ ἐξώρμισαι, ἀντὶ τοῦ ἐκβέβηκεν, ἢ ἐξόρμισον προστακτικῶς, ἀντὶ τοῦ στῆσον, ἐκ μεταφορᾶς τῶν εἰς λιμένα καταγομένων νεῶν. M.
ὡς πᾶσ’ ἀπήνη
: ὥσπερ γὰρ ἅρμα, μὴ ὄντος τοῦ κινοῦντος αὐτὸ ἡνιόχου, ἀκίνητον μένει, οὕτω καὶ πρεσβύτης, εἰ μή τις αὐτὸν ἀνακουφίζει, ἑαυτῷ χρῆσθαι οὐ δύναται. Gu.
I.
ὡς πᾶσ’ ἀπήνη
: καὶ οἱ γεγηρακότες, φησὶν, ὑπὸ ξένης χειραγωγεῖσθαι ὀφείλουσιν. ἤτοι ἐν τῷ μὴ δύνασθαι αὐτὴν καθ’ ἑαυτὴν ἄνευ
εἶεν
: ἔστω ταῦτα· διὰ τί με, ὦ Κρέον, μετεκαλέσω ἐν σπουδῇ; I. διῃρημένως ἀναγνωστέον. ἔστι δὲ ἐπίρρημα τοῦ μὲν προτέρου λόγου ληκτικὸν, ἑτέρου δὲ ἀρκτικόν. C. ἔστω ταῦτα. Gr. ταῦτα μὲν οὕτως ὑπάρχουσι. Gu.
πάρεσμεν
: ἀντὶ τοῦ παραγεγόναμεν. Gr.
πνεῦμ’
: τὴν πνοήν. Gr.
καὶ πνεῦμ’ ἄθροισον
: διὰ τοῦτο πνεῦμα αὐτὸν ἀθροῖσαί φησιν, ἵνα τὴν ἔνδον ἐκ τῆς ὁδοῦ αὐτῷ συμβᾶσαν θερμότητα ἀναψύξῃ διὰ τοῦ ἔξωθεν πνεύματος. Gu.
I.
κᾶπος
: νῦν τὸν κάματον, ἢ τὸ ἐκ τῆς ὁδοῦ ἆσθμα γινόμενον. ἄλλοι δὲ ἆπος τὸ ὕψος, νῦν δὲ καταχρηστικῶς τὸ μῆκος, ὡς καὶ αἰπὺς ὄλεθρος.
[ἐν Καλλιμάχῳ.] A.
B.
C.
M.
I.
δεῦρ’
: ἐς τὰς Θήβας. Gu. ὧδε κομισθεὶς, ἤγουν παραπεμφθείς. Gr. ὡς ὑπὸ θυγατρὸς κουφιζόμενος ἐκκομισθεὶς εἶπεν. Gu.
ἐκκομισθείς
: ἐνταῦθα ἐνεχθείς. M.
κἀκεῖ γὰρ ἦν
: καὶ ἐκεῖ γὰρ ἦν πόλεμος, ὅντινα ἐποίησεν Εὔμολπος, ὅπου νικηφόρους τοὺς Ἀθηναίους ἐποίησα, καὶ τοῦτον τὸν χρυσοῦν στέφανον, ὡς βλέπεις, φορῶ, λαβὼν ὡς ἐξαίρετον ἀπαρχὴν ἀπὸ τῶν πολεμίων σκυλευμάτων αὐτόν. I.
οὗ καλλινίκους
: νικηφόρους τοὺς Ἀθηναίους. C. ἐπίτηδες πρὸς ἔπαινον τῶν Ἀθηναίων ἀνακεχρόνισται, τέσσαρσι γενεαῖς προύχοντος τοῦ Θηβαϊκοῦ πολέμου. Ἄλλως. τέσσαρσι γενεαῖς τοῦ Θηβαϊκοῦ πολέμου πρεσβύτερός ἐστιν Εὐμόλπου ὁ πρὸς Ἐρεχθέα πόλεμος. Ἐρεχθέως μὲν γὰρ
Εὐμόλπου
: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθήνας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρ’ αὐτοῦ. ἕτεροι δὲ καὶ ἄλλοι δύο υἱοὶ παρ’ αὐτοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ συμμαχοῦντες
πόλεμος Εὐμόλπου δορός
: ὃν τὸ δόρυ τοῦ Εὐμόλπου ἐποίει, ἤγουν ἡ δύναμις. Bar.
Gr.
Florr. Εὔμολπος Θρᾴκης βασιλεὺς, υἱὸς Ποσειδῶνος καὶ Χιόνης, ἀμυνόμενος Ἀθηναίους, ὡς ἡττηθέντος αὐτοῦ τοῦ πατρὸς Ἀθηνᾷ τὴν περὶ τῆς πόλεως κρίσιν, ἐστράτευσε κατ’ αὐτῶν· μηκυνομένου δὲ τοῦ πολέμου ἑκὼν αὐτὸς τοῦτον διέλυσεν, οὐ νενικηκότων Ἀθηναίων καὶ καλλινίκων γενομένων, ὡς αὐτός φησιν. Bar.
Gu.
οἰωνὸν ἐθέμην
: σημεῖον ἐθέμην τοῦ ἡμᾶς νικῆσαι τὸν ἐπὶ τῇ νίκῃ δοθέντα σοι στέφανον. ἐν ταραχῇ γὰρ ἐσμὲν, ὡς αὐτὸς οἶδας, τοῦ πολέμου τῶν Ἀργείων. καὶ δὴ καὶ μεγάλη ἐστὶ ταῖς Θήβαις ἀγωνία· ὁ μὲν βασιλεὺς Ἐτεοκλῆς πρὸ ὀλίγου ὁπλισθεὶς ὅπλοις ἐξῆλθε πρὸς μάχην τῶν Ἀργείων, ἐμοὶ δ’ ἐνετείλατο παρὰ σοῦ μαθεῖν τί ποιοῦντες τὴν πόλιν ῥυσαίμεθ’ ἄν. I. ἀγαθὸν σημεῖον ἐδεξάμην. Cant.
Gr. μαντείαν τοῦ καὶ ἡμᾶς νικῆσαι. Gu.
ἐπέσταλκ’
: ἔγραψε, δι’ ἐπιστολῆς ἐνετείλατο. M.
Ἐτεοκλέους μέν
: προεῖπεν ὁ Ἐτεοκλῆς τὴν αἰτίαν τῆς λύπης τοῦ μάντεως, σοὶ μὲν γὰρ ἡδὺς εἰς λόγους ἀφίξεται, ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
ἀντὶ τοῦ ἐξεφαύλισα. A.
B.
C.
M.
I. τὸ ἑξῆς, ἕνεκα μὲν τοῦ Ἐτεοκλέους κλείσας τὸ στόμα τοὺς χρησμοὺς ἐπέσχον· νοσεῖ γὰρ ἥδε γῆ, τουτέστι νοσεῖ ἡ πόλις, ἐξ οὗ ὁ Λάϊος ἐγεννήθη καὶ ὁ Οἰδίπους ἔφυ, καὶ ἡ τῶν ὀφθαλμῶν τύφλωσις ἐγένετο αὐτῷ. διαφθορὰν δὲ εἶπε τὴν τύφλωσιν. M.
T. ἕνεκα Ἐτεοκλέους κλείσας ἂν τὸ στόμα τὰς μαντείας ἐπέσχον. Gr.
ἐπέσχον
: ἀντὶ τοῦ κατέσχον. Gr.
κλῄσας
: συγκλείσας. M.
χρῄζεις μαθεῖν
: τὰ μαντικά. M.
λέξω
: τὸ ἑξῆς, λέξω δέ σοι. τὸ δὲ νοσεῖ ἀντὶ τοῦ στασιάζει, δυστυχεῖ. M.
θεῶν σόφισμα
: παραλογισμὸς, παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον. M. ἀντὶ τοῦ παραλογισμὸς, ἢ ἐπίνοια θεῶν, ἵνα πᾶσι δειχθῇ μὴ παρακούειν θεῶν. A.
B.
C.
M.
I. κἀπίδειξις δὲ, ἤγουν παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον. B.
I. καὶ ἔνδειξις αὐτῶν πρὸς τὴν Ἑλλάδα. Gr.
Cant.
Florr.
κἀπίδειξις
: τῆς τοῦ Λαΐου παρακοῆς. ἐπέδειξαν γὰρ διὰ τούτου πᾶσιν ὅτι τοιαῦθ’ ἅπαντες πάσχουσιν οἱ θεοῖς ἀπειθοῦντες. Gu.
ἅ
: ἤγουν τὸ τεκνῶσαι τὸν Λάϊον, τὸ Οἰδίπουν γενέσθαι ἄνδρα τῆς οἰκείας μητρὸς καὶ τὸ μὴ τυφλὸν γενόμενον φαίνεσθαι. Gu.
ἁγὼ τί οὐ δρῶν
: γρ. δὲ καὶ, ἐγὼ τί μὴ δρῶν, ποῖα δ’ οὐ λέγων ἔπη. B.
M. λείπει ἡ διά, δι’ ἃ λέγων. τὸ δὲ οὐ ἀπὸ κοινοῦ. B.
M.
I. ὁ δὲ νοῦς, πράττων καὶ λέγων πολλὰ ἐμισήθην ὑπὸ τῶν παίδων τοῦ Οἰδίποδος. I.
ἁγώ
: μὴ λάβῃς εἰς τὸ ἅ ἔξωθεν τὸ διά, ὥσπερ τινὲς, ἀλλ’ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ τί δρῶν, ὁποῖα δ’ οὐ λέγων ἔπη, ἐπειδὴ δρῶ σε φαμὲν καὶ λέγω σε τόδε, οὕτως· ἃ ἐγὼ τί οὐ δρῶν καὶ τί οὐ ποιῶν, ὁποῖα δὲ ἔπη οὐ λέγων, ἀντὶ τοῦ καὶ δι’ ἔργου καὶ διὰ λόγου ταῦτα μεμφόμενος, δι’ ἔργου μὲν, ὅτι καλοῦσι πολλάκις αὐτοῖς οὐχ ὑπήκουσα, (τὸ δὲ ἦν τὰ σφῶν ἔργα μισοῦντος) διὰ λόγου δὲ, ὅτι ὀνειδίζων οὐ πέπαυμαι, εἰς ἔχθος ἦλθον τοῖς παισὶ τοῦ Οἰδίπου. ἢ τὸ ἅ πρὸς τὸ ἦλθον συντακτέον, οὕτως, ἃ ἐγὼ ἦλθον εἰς ἔχθος τοῖς παισὶ τοῦ Οἰδίπου τί δρῶν, ὁποῖα
αὐτόχειρ
: ἀντὶ τοῦ αὐτοχείρως ἀμφότεροι φονευθήσονται. I. ἐγγὺς δὲ αὐτοῖς, ὦ Κρέον, θάνατος αὐτόχειρ. αὐτόχειρ θάνατος κυρίως ὃν αὐτὸς ἑαυτόν τις θανατώσει. ἐνταῦθα δὲ τὸ ταῖς χερσὶν ἀλλήλων αὐτοὺς θανατωθῆναι, καὶ μὴ ὑπὸ χειρῶν ἄλλων, αὐτόχειρα θάνατον ἐκάλεσε, μεταστήσας ἠρέμα τὴν σημασίαν τῆς λέξεως. Gr.
Cant.
τις
: ὁ Κρέων. οὐκ ἠβούλετο δὲ εἰπεῖν τοὔνομα ἵνα μὴ τοῦτον παρόντα λυπήσῃ. Gu.
ἐκεῖνο μὲν γάρ
: ἐκεῖνο γὰρ πρῶτον ἦν ἴαμα τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει, ὡς κακοδαιμονοῦντας. Ἄλλως. πρωτεῦον, αἱρετώτερον. A.
M.
T. ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. Ὅμηρος ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπη ζόφος.
καὶ ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἴστόν.
καὶ Μένανδρος ἐκ γειτόνων οἰκῶ γὰρ, ὦ τοιχωρύχε.
A.
B.CMT.
I.
A.
B.
C.
M.
T.
I.
πρῶτον ἦν
: ἀντὶ τοῦ πρωτεῦον, αἱρετώτερον, ἐπικρατέστερον, μηδένα τῶν καταγομένων ἀπὸ τοῦ Οἰδίποδος μήτε βασιλέα μήτε πολίτην ὑπάρχειν τῆς χθονός. I.
ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν
: πρωτεῦον, αἱρετώτερον. ἐκεῖνο μὲν γὰρ, φησὶν, ἦν πρῶτον τῇ πόλει ἴαμα, ὥστε μηδένα τῶν Οἰδίποδος ἐκγόνων διὰ τὸ ἀσεβῶς γεγονέναι μήτε βασιλέα τῆς χώρας γενέσθαι μήτε ὅλως πολίτην. A.
C. ἐκεῖνο μὲν γὰρ ἦν ἄριστον, μηδένα ἀπὸ τῶν παίδων τοῦ Οἰδίποδος ἄνακτα εἶναι τῆς χθονὸς, μηδὲ πολίτην ἀντὶ τοῦ οἰκήτορα. πολῖται οἱ πόλιν οἰκοῦντες ἁπλῶς καὶ ἐν πόλει τὴν ἀναστροφὴν ποιούμενοι, ἀστοὶ δὲ οἱ ἰθαγενεῖς πολῖται, ὧν τοῖς μὲν ἀντίκεινται οἱ ἐν τοῖς ἀγροῖς τὴν οἴκησιν ἔχοντες, τοῖς δὲ ἀστοῖς οἱ ξένοι. Cant.
Gr. καλὸν καὶ σωτήριον τῇ πόλει. Gu.
μηδένα πολίτην
: πρωθύστερον. Gr.
Fl. iidem.
ὡς δαιμονῶντας
: ὡς ὀργῇ δαιμόνων κατεχομένους, ὡς κακοδαιμονοῦντας, ὡς σκληρῷ δαίμονι καὶ ἀπανθρώπῳ κατεχομένους. A.
B.
κἀνατρέψοντας
: ἀνατρέπειν τὸ τοὺς θεμελίους τῶν οἰκοδομημάτων ἄνω ποιεῖν, τὰ δὲ τείχη κάτω. Gr.
Florr. iidem. ἀνάστατον ποιήσοντας, Gu.
—895. ἐπεὶ δὲ κρεῖσσον
: ἐπικρατέστερον τὸ κακόν. Ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ.
A.
B.
C.
M.
I. ἄλλη μία μέθοδος καὶ ἐπίνοια σωτηρίας. ἀλλ’ οὐκ ἀκίνδυνον οὔτ’ ἐμοὶ τόδε εἰπεῖν, καὶ λυπηρὸν τὸ σύμβαμα τῶν κλήρων τοῖς κεκτημένοις τὴν δυστυχίαν, ὥστε παρασχεῖν τῇ πόλει θεραπείας φάρμακον, ἀπελεύσομαι, χαίρετε· εἷς γὰρ ὢν καὶ αὐτὸς μετὰ πολλῶν Θηβαίων ἀπολοῦμαι· οὕτω γὰρ εἵμαρται. I.
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
: εὐτυχίαν, τὸ ἐκ τοῦ αὐτομάτου προσπῖπτον. ἔστι δὲ, φησὶ, λυπηρὸν τοῖς εὐτυχοῦσι δεσπόταις τὸ δοῦναι φάρμακον τῆς σωτηρίας τῇ πόλει. A.
C.
M. ἢ οὕτως· τοῖς λαχοῦσι τὸ κεκλωσμένον ἐκ τῆς τύχης πικρὸν φανήσεται, εἰ ἐξείπω τὸ παρασχεῖν τὸν Κρέοντα τῇ πόλει φάρμακον τὸν Μενοικέα. A. rec.
φάρμακον
: θεραπείαν. Gu.
εἷς γὰρ ὤν
: κἀγὼ αὐτὸς, φησὶν, εἷς ὢν μετὰ πολλῶν τῶν Θηβαίων ἀπόλλυμαι· τοῦτο γὰρ εἵμαρτο. A.
B.
M.
τὸ μέλλον, εἰ χρὴ, πείσομαι
: Αἰσχύλος σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Gu.
ἐπίσχες
: ἐπίσχες σεαυτὸν, ὦ πρέσβυ, καὶ καρτέρησον. I. ἤγουν καρτέρησον σαυτόν. ἐπίρρημα τοπικόν. ἤγουν ἔνθα ἵστασαι. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. ἐν αὐτῷ τῷ τόπῳ. Gu.
μὴ πιλαμβάνου
: μὴ κρατήσῃς με. M. μή μου ἅπτου. I. ἅπτου, κράτει. Gu. μὴ λαμβάνου μου, ἤγουν μὴ κάτεχέ με. Gr.
Florr. iidem.
ἡ τύχη σ’, ἀλλ’ οὐκ ἐγώ
: ἡ ἀγαθὴ τύχη σε φεύγει, οὐκ ἐγώ. I. ἡ εὐτυχία φεύγει σε, ἀλλ’ οὐκ ἐγώ. μέλλει γὰρ μετ’ ὀλίγον ὁ παῖς αὐτοῦ ἀναιρεῖν ἑαυτόν. A.
B.
C.
M. ἡ εὐτυχία φεύγει σε, ὡς δυστυχοῦντα, οὐκ ἐγώ· ἢ, ἡ δυστυχία φεύγει σε, καὶ οὐκ ἐθέλει ἐμφανισθῆναί σοι, οὐκ ἐῶσα ἐμὲ εἰπεῖν σοι φανερῶς αὐτὴν, ἵνα μή σε λυπήσω. Bar.
Gu.
βούλει σὺ μέντοι, κοὐχὶ βουλήσῃ τάχα
: ταχέως. τουτέστιν οὐκ ἀρκέσει σοι ἡ ἀκοὴ, ἀλλ’ εὐθέως μεταμεληθήσῃ ἐπὶ τῇ ἀκοῇ. Ἄλλως. θέλεις, φησὶ, νῦν ἀκοῦσαι, ταχέως δὲ βουλήσῃ μὴ ἀκηκοέναι τὸ μέλλον σοι γενήσεσθαι. Ἄλλως. νῦν μὲν ἀκοῦσαι ἐπείγῃ, ἐπειδὰν δὲ ἀκούσῃς ἅπαξ, οὐ μὴ θελήσεις πάλιν ἀκηκοέναι. A.
C.
M.
T.
καὶ πῶς πατρῴαν
: ἢ πρὸς τὸ πῶς στίξας τὸ λοιπὸν κατ’ ἐρώτησιν ἔκφερε, ἢ τὸ πᾶν κατ’ ἀπόφασιν. Bar.
Gu.
καὶ πῶς
: οὐ βούλομαι. Fl. 59.
εἰς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν
: ἀντὶ τοῦ μᾶλλον δεῖ πλείονα σπουδὴν ἔχειν ἢ περὶ τὸ σώζειν ἕκαστον τὴν πατρίδα. κακὸς γὰρ, φησὶν, οἰωνὸς ἡμῖν καὶ σύμβολον οὐκ ἀγαθὸν τὸ μὴ ὑπὲρ πατρίδος ἀμύνειν. Ἄλλως. ἢ περὶ τὸ σώζειν πατρίδα. Ὅμηρος εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
A.
M.
T. ἀντὶ τοῦ εἰς ποῖον ἄλλο, οἷον, περὶ οὐδὲν ἄλλο δεῖ σπουδὴν ἔχειν πλείονα ἢ περὶ τὸ σώζειν ἕκαστον τὴν πατρίδα. καὶ Ὅμηρος εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.
B.
C.
I.
ἄπεστι
: τὸ ἀπεῖναι καὶ τὸ ἀφίστασθαι καὶ ἐπὶ τόπου λέγεται καὶ ἐπὶ πράξεως, καὶ ἔτι ἐπὶ πράγματος. δηλοῦσι δὲ τὸ κεχωρίσθαι μόνον, οὐκ ἔτι δὲ καὶ διάστημα μακρὸν ἢ βραχύ. Bar.
Gr.
Leid.
Mosq.
Florr. iidem.
πλησίον δὲ σοῦ
: ἐστὶ δηλονότι· οὐ γὰρ τὸ ἄπεστιν ἀπὸ κοινοῦ ἁρμόζει. Gr.
Florr. iidem.
Mosq.
ἀπελθέτω
: χωρισθήτω τῶν ἐμῶν μαντευμάτων. Gr.
Florr. iidem.
θεσφάτων
: θέσφατα θεσπίσματα, χρησμοὶ τὸ αὐτὸ, ἐλέγοντο δὲ ἐπὶ θεῶν· μαντεῖαι δὲ καὶ μαντεύματα ἐπὶ μάντεων ἀνθρώπων. Cant.
Gr.
—914. ἄκουε δή νυν
: ἄκουε δὴ τῶν ἐμῶν μαντευμάτων τὴν μέθοδον, ἅτινα ποιοῦντες σώσαιτ’ ἂν τὴν πόλιν τῶν Θηβαίων. χρεία ἐστὶν ὑπὲρ τῆς πατρίδος σφάξαι τὸν σὸν παῖδα τοῦτον τὸν Μενοικέα, ἐπειδὴ τὴν εὐτυχίαν τῆς πόλεως αὐτὸς ἀναζητεῖς. I.
σφάξαι Μενοικέα
: ὁ Μενοικεὺς Κρέοντος ἦν υἱὸς, βασιλέως Θηβῶν. πολεμουμένης οὖν τῆς ἰδίας πατρίδος τῶν Θηβῶν ὑπὸ τῶν ἑπτὰ στρατηγῶν καὶ τοῦ στρατοῦ Πολυνείκους, ἐχρησμοδότησε Τειρεσίας μάντις ὢν παραυτὰ παύσεσθαι τὸν πόλεμον, καὶ ἔσεσθαι αὐτοῖς νίκην, εἰ τοῦ βασιλικοῦ γένους τῶν αὐτοχθόνων τῶν ἀναδοθέντων ἐκ τῶν ὀδόντων τοῦ δράκοντός τις ἑαυτὸν δῷ πρὸς ἀναίρεσιν. μαθὼν τοῦτο ὁ Μενοικεὺς, καὶ θέλων ἐλευθερῶσαι τῆς πολιορκίας τὴν πόλιν, δέδωκεν αὑτὸν εἰ, ἀναίρεσιν, δίχα τοῦ πατρὸς αὐτοῦ Κρέοντος, καὶ στὰς ἐπ’ ἄκρων τῶν τειχέων ἔσφαξεν ἑαυτὸν εἰς σκοτεινὸν φωλεὸν τοῦ δράκοντος, ἔνθ’ ὁ μάντις ἐξηγήσατο. Leid.
τὴν τύχην
: τὴν εὐτυχίαν τῆς πόλεως ἀναζητεῖς. Gr.
οὐκ ἔκλυον
: οὐ κλύω, οὐκ ἀκούω. Gr. ὀφείλων εἰπεῖν ὅτι ὡς θέλει πραττέτω ἡ πόλις, τὰ κατ’ αὐτὴν ὡς θέλει οἰκονομείτω, ὁ δὲ εὐφημοτέρῳ χρησάμενος λόγῳ, ὡς ἐν εὐχῆς σχήματι, χαιρέτω, φησὶν, ἤγουν ἐν χαρᾷ ἔστω. σύνηθες δὲ τοῦτο καὶ τοῖς κοινοῖς, τὸ παραιτεῖσθαι ἕτερον καὶ χαίρειν λέγειν ἐᾶν, εἰ δι’ αὐτὸ βλάβη εἰς ἕτερον ἀνακύπτει μείζων. Gr.
Cant.
Mosq.
οὐκέτ’ αὐτός
: ἀντὶ τοῦ, οὐκέτι μένει ὁ αὐτός. τὸ αὐτὸς χωρὶς μὲν τοῦ ἄρθρου ἀναφορὰν δηλοῖ μόνον, μετὰ δὲ τοῦ ἄρθρου ἐνίοτε μὲν ἀναφορὰν, οἷον ὁ δεῖνα ἐποίησε τόδε, ὁ αὐτὸς ἐποίησε καὶ τόδε, ἐνίοτε δὲ ταυτότητα, ἤγουν ὁμοίωσιν ἀπαράλλακτον, οἷον ὁ δεῖνα ὁ αὐτός ἐστι τῷ δεῖνι. καὶ ἀνὴρ ὅδ’ οὐκέτι ὁ αὐτὸς μένει, ἤγουν ἐνήλλακται τὴν γνώμην, καὶ οὐχ ὅπερ ἦν ἤδη πρὸ τούτου, αὐτὸ δὴ τοῦτο ἀπαραλλάκτως φυλάττει. ἐνταῦθα δὲ λείπει τὸ ἄρθρον ποιητικῶς. Gr.
Cant.
ἐκνεύει πάλιν
: ἤτοι ὁ υἱός σου ἀναστρέφεται. C. ἀναχωρεῖ, ἀναστρέφεται εἰς τοὐπίσω. M. ὑποστρέφει εἰς τοὐπίσω, ἀναχωρεῖ, ἔξαρνος γίνεται. B.
C.
M.
I. μετατρέπεται. Bar. ἐκφέρεται τῆς πρόσθεν γνώμης. Bar.
Gu. ἐκκλίνει τοῦ σκοποῦ αὐτοῦ. Gr.
πάλιν
: εἰς τοὐπίσω. Gu.
χαίρων ἴθι
: χαίρων ἄπιθι· οὐ γὰρ χρεία μοί ἐστι τῶν σῶν μαντευμάτων. I.
οὐ γὰρ σῶν με δεῖ μαντευμάτων
: οὐ γὰρ χρή μοι τῶν σῶν μαντευμάτων. M. αὕτη ἡ σύνταξις ὡς τὸ χρεὼ βουλῆς ἐμὲ καὶ σέ.
ἤγουν οὐ δεῖ ἀπὸ σοῦ με μαντεύσασθαι. Gu.
μαντευμάτων
: ἀκοῦσαι. Fl. 59.
ὦ πρός σε γονάτων
: λείπει τὸ ἱκετεύω σε. ὦ Τειρεσία, προσπίπτω σοι κατὰ τῶν γονάτων καὶ τῆς τιμίας τριχός. A.
B.
M.
T.
I.
γονάτων
: ὦ Τειρεσία, ἱκετεύω σε πρὸς τῶν σῶν γονάτων καὶ τῆς σεβασμίου σου τριχός. Gr.
Cant.
Fl. 5.
6.
9.
21.
56.
59.
76. τὸ πρός πρὸς τὸ γονάτων σύναπτε, εἰ καὶ διὰ μέσου τὸ σέ εἴρηται, ἔμφασιν ἔχον τοῦ ἱκετεύων. Gu.
γερασμίου
: ἐντίμου. M.
ἄλλοις μελήσει ταῦτ’
: ὁ Τειρεσίας πρὸς τὸ ἀποκτενεῖς ἀπαντᾷ, καὶ φησὶν, ἄλλοις ἔσται τοῦτο διὰ φροντίδος, τὸ φονευθῆναι δηλονότι αὐτὸν, ὑπ’ ἐμοῦ δὲ εἰρήσεται. Gr.
Leid.
ὀρθῶς μ’ ἐρωτᾷς
: ἁρμοδίως μ’ ἐρωτᾷς καὶ εἰς ἐξέτασιν ἔρχῃ τῶν ἐμῶν λόγων. πρέπει τόνδε ἐν τῷ φωλεῷ, ὅπου ὁ γηγενὴς δράκων ἐγένετο φύλαξ τῶν ναμάτων τῆς Δίρκης, σφαγέντα τὸ ἀπὸ τῆς σφαγῆς αἷμα δοῦναι θυσίας τῇ γῇ, διὰ τὰ μηνίματα τὰ παλαιὰ τοῦ Ἄρεως τὰ κατὰ τοῦ Κάδμου, ὃς Ἄρης ἐκδικεῖ τὸν φόνον τοῦ ἐκ γῆς γεννηθέντος δράκοντος, ὃν ἐφόνευσεν αὐτὸς ὁ Κάδμος. καὶ ταῦτα ποιοῦντες βοηθὸν ἕξετε τὸν Ἄρην. I.
ὀρθῶς
: εὐλόγως. B.
θαλάμαις
: θαλάμαι, καταδύσεις, θῆκαι, ἀγγεῖα κεράμεια, εἰς ἃ ἐμβάλλεται ἅτινα ἀπόρρητα καὶ εἰς γῆν τίθεται. A.
B.
C.
M.
Fl. 33. καὶ ἐν θήκαις. B. ἐν τῷ φωλεῷ. Gr.
ὁ γηγενής
: ὁ τοκεύς. M.
Κάδμου παλαιῶν
: λείπει ἡ κατά, κατὰ Κάδμου. ὁ δὲ νοῦς, διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπ’ ἐκδικίᾳ γὰρ τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν σπαρτῶν ὁ Ἄρης, ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γεγονότες ἐξ αὐτοῦ, οὔτε τοῖς ἀδελφοῖς, ἔμειναν δὲ τοῦ Κάδμου φίλοι, καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα Κάδμου ἔγημεν. ἀλλαχοῦ δέ φησι ταῦτα ὑπὸ Διονύσου πεπονθέναι τὴν πόλιν. A.
B.
C.
M.
Κάδμου παλαιῶν Ἄρεος
: ἕνεκα τῶν μνησικακιῶν τοῦ Ἄρεος τῶν παλαιῶν τῶν ἐκ τοῦ Κάδμου, ἤγουν τῶν ἀπὸ τῶν χρόνων τοῦ Κάδμου, ὃς, ἤγουν ὁ Ἄρης, ἐκδικεῖν ζητεῖ τῷ γηγενεῖ δράκοντι τὸν φόνον ἐν τοῖς σπαρτοῖς δηλονότι, ἐπεὶ ἀπὸ τοῦ δράκοντος γεγονότες οὐκ ἤμυναν αὐτῷ, ἀλλ’ ἔμειναν φίλοι τοῦ Κάδμου, καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν. Gr.
Florr. τὸ Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτων οὕτω νόει· ἐκ τῶν παλαιῶν μηνιμάτων τοῦ Ἄρεος τοῦ Κάδμου, τουτέστιν, ἃ πρὸς τὸν Κάδμον εἶχεν ὁ Ἄρης φονεύσαντα τὸν υἱὸν αὐτοῦ δράκοντα. Bar.
Gu.
γηγενεῖ
: τῷ ἐκ τῆς γῆς γεννηθέντι, ἤγουν τῷ ἰσχυρῷ. Gu.
χθὼν δ’ ἀντὶ καρποῦ
: καρποῦ τοῦ δράκοντος ἢ τῶν γηγενῶν· καρπὸν δὲ πάλιν τὸν Μενοικέα. A.
B.
C.
M.
T. ἐὰν ἡ γῆ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος ἕτερον αἷμα λάβῃ, ἔσται τότε εὐμενὴς ἡμῖν. ἐλυπεῖτο δὲ ἡ γῆ, ὅτι γηγενεῖς ἦσαν. δεξαμένη οὖν τὸ αἷμα ἀντὶ τοῦ αἵματος, ὅ ἐστι καρπὸν ἀντὶ καρποῦ ἰδίου τοῦ φονευθέντος τοῦ ἀπὸ δράκοντος, εὐμενὴς ἐγένετο. A.
M.
T.
χθὼν δ’ ἀντὶ καρποῦ
: ἡ γῆ δὲ ἐὰν ἀντὶ καρποῦ, ἤτοι τοῦ δράκοντος τοῦ υἱοῦ αὐτῆς, λάβῃ καρπὸν, ἤτοι τὸν Μενοικέα, καὶ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος αἷμα βρότειον τοῦ Μενοικέως, ἔσται ἵλεως ὑμῖν. ἐλυπεῖτο γὰρ ἡ γῆ, ὅτι τῶν γηγενῶν σπαρτῶν ἐδέξατο τὸ αἷμα. I. ἐπειδήπερ ἐκ γῆς καὶ Ἄρεος ὁ δράκων ἦν, οὐ μόνον Ἄρης ἐλυπεῖτο διὰ τὸν φόνον τοῦ παιδὸς, ἀλλὰ καὶ ἡ γῆ. λέγει οὖν ὁ μάντις ὡς, εἴπερ ἀντὶ τοῦ καρποῦ καὶ υἱοῦ αὐτῆς δράκοντος ἡ γῆ λάβῃ καρπὸν τὸν Μενοικέα - καρπὸς γὰρ γῆς καὶ ὁ Μενοικεὺς, ἀπὸ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων σπαρτῶν κατάγων τὸ γένος - καὶ αἷμα ἀντὶ αἵματος, ἵλεων αὐτὴν ἕξετε καὶ οὐκ ἔτι ὀργιζομένην. Gu.
γῆν, ἥ ποθ’ ὑμῖν
: ἥτις ἡ γῆ ἀνέδωκε ποτὲ ἡμῖν στάχυν τῶν σπαρτῶν χρυσοπήληκα, ἤτοι ἄνδρας χρυσαῖς περικεφαλαίαις
ἐκ γένους δὲ δεῖ θανεῖν
: ἀνάγκη δὲ ἔστιν ἕνα τῶν ἐκ γένους τῶν σπαρτῶν, ὅ ἐστι τοῦ δράκοντος, ἀποθανεῖν ὑπὲρ τῆς πατρίδος. A.
C.
M.
T.
Fl. 33.
ὃς δράκοντος γένυος
: λέγεται Ἐχίονα εἶναι ἕνα τῶν γηγενῶν. ὅτε ἐφόνευσε τοὺς γηγενεῖς ὁ Κάδμος, ἔσωσε πέντε ἐξ αὐτῶν, συνεργῶν τῇ γνώμῃ τῆς Ἀθηνᾶς εἰς τὸ κτίσαι τὴν πόλιν, καὶ αὐτῷ δέδωκεν ὁ Κάδμος πρὸς γάμον τὴν θυγατέρα αὐτοῦ. C. λέγεται δὲ ἐν τῇ μάχῃ τοῦ Κάδμου πρὸς τοὺς σπαρτοὺς περιλειφθῆναι πέντε. ἐξ ἑνὸς οὖν τούτων κατήγετο ὁ πατὴρ τοῦ Μενοικέως Κρέων. A.
M.
T.
ἀκέραιος
: ἀντὶ τοῦ καθαρὸς καὶ ἀνεπίληπτος καὶ ἀληθὴς ἀπόγονος τῶν σπαρτῶν. τὸ δὲ ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο
ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν, ἀντὶ τοῦ ἀκέραιος καὶ ἀπὸ πατρὸς καὶ ἀπὸ μητρός. A.
B.
C.
M.
I. Ἄλλως. ἀληθὴς ὢν ἔκγονος τῶν σπαρτῶν καὶ ἀπὸ μητρὸς καὶ ἀπὸ πατρός. A.
M. ἀληθὴς, ἀνεπίληπτος υἱὸς, ὅπερ ἑρμηνεύει ἐξ ἀμφοτέρου λέγων τοῦ γένους. Gu. ἀνελλιπὴς λέγω καὶ ἐκ μητρὸς καὶ ἀπὸ ἀρσένων, ἤγουν ἀπὸ πατρός. Gr.
σφαγὰς ἀπείργουσ’
: σφαγὰς καὶ θάνατον κωλύουσι. M. τὴν σφαγὴν αὐτοῦ κωλύει. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
οὐ γάρ ἐστιν ᾔθεος
: ἢ καθὸ ἐμνηστεύσατο, ἢ ἐπεὶ, ὡς λέγουσι, λάθρα αὐτῇ συνῆλθε· τοῦτο δ’ ὡς μάντιν εἰδότα εὐφήμως εἰπεῖν. A.
B.
C.
M.
I.
ᾔθεος
: παρθένος. Gr.
Florr. iidem. ἄγαμος. Gu. καθαρὸς, ἀμόλυντος, μεμνηστευμένος Ἀντιγόνῃ. Gu.
εὐνῆς
: συνουσίας. Gr.
Florr. iidem.
τῇδ’ ἀνειμένος
: τὸ τῇδε ἀντὶ τοῦ οὕτως, ἢ ἀντὶ τοῦ ταύτῃ, ἵν’ ᾖ οὕτως· ὁ μὲν Αἵμων μεμνήστευται Ἀντιγόνῃ, καὶ οὐκ ἔστι καθαρὸς, Μενοικεὺς δὲ ἀνειμένος καὶ ἀπολελυμένος τῇδε καὶ ταύτῃ τῇ πόλει, πῶλος καὶ παρθένος, τουτέστιν ἄνετος διάγων καὶ μὴ γυναικὶ συνημμένος, θανὼν, ὥσπερ ἔφην, ταύτην σώσειεν ἄν. ἔστι δὲ κρεῖττον τὸ τῇδε ἀντὶ τοῦ οὕτως. τοῦτο δὲ λόγῳ δεύτερον. Gu.
Bar.
ἀνειμένος
: ἔφετος, ἀπολελυμένος. M.
μέλαιναν κῆρ’
: κατὰ κοινοῦ τὸ θήσει, ποιήσει θανατηφόρον μοῖραν. M. βαλὼν ἐπὶ τοῖς ὄμμασιν αὐτῶν κῆρα μέλαιναν, ἀντὶ τοῦ ἀμαυρώσεως ποιητικήν. Gr.
Leid.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
μέλαιναν
: σκοτοποιόν. Gu.
κλεινάς τε Θήβας
: τὸ θήσει ἀπὸ κοινοῦ. καὶ τὰς Θήβας κλεινὰς θήσει. B. ἐνδόξους. θήσει ἀπὸ κοινοῦ. Gr.
I.
τοῖνδ’ ἑλοῦ δυοῖν πότμοιν
: τοῖν δυοῖν πότμοιν τὸν ἕτερον ἑλοῦ, ἢ τοῦ παιδὸς τεθνηκότος σῶσαι τὴν πόλιν, ἢ τῆς πόλεως καταστραφείσης σῶσαι μὲν τὸν υἱὸν, οὐ μὴν οὐδ’ αὐτὸν σώσεις· μετ’ οὐ πολὺ γὰρ καὶ αὐτὸς μετὰ τῆς πόλεως ἀπολεῖται. A.
M.
T. τούτων τῶν δύο πότμων ἕνα ἐπίλεξαι, ἢ τὴν τοῦ παιδὸς σωτηρίαν, ἢ τῆς πόλεως. πότμον δὲ λέγει τὴν εἱμαρμένην. C. ἀπὸ τῶν δύο δυστυχιῶν πρόκρινε τὴν ἑτέραν, ἢ τὸν παῖδα σῶσον, ἢ τὴν πόλιν. I.
τοῖνδ’ ἑλοῦ δυοῖν
: τούτων τῶν δύο δυστυχιῶν, ἤγουν τοῦ καταστραφῆναι τὴν πόλιν, ἢ τὸν σὸν παῖδα ἀποθανεῖν, ἑλοῦ, ἤγουν πρόκρινε, ἔκλεξαι τὴν ἑτέραν· ἢ γὰρ τὸν σὸν παῖδα σῶσον καὶ ἄφες δηλονότι καταστραφῆναι τὴν πόλιν. ἢ τὴν πόλιν σῶσον, καὶ ἔασον φονευθῆναι τὸν σὸν παῖδα. Gr.
Bar.
πότμοιν
: τυχῶν. Gu.
ἡγοῦ; ἡγεμόνευε. Gr. ὁδήγει, ὦ θύγατερ, πρὸς τὸν οἶκον. Gr. προοδοποιοῦ, θύγατερ, πρὸς τὸν οἶκον. ὅστις δὲ μαντικῇ χρῆται τέχνῃ μάταιός ἐστιν· ἢν μὲν γὰρ τύχῃ δηλώσας μισητὰ, ἐπαχθὴς ἐγένετο, ἐκείνοις δηλονότι ὧν χάριν τὰς μαντείας ποιῆται· ψευδῆ δὲ τοῖς χρωμένοις λέγων ὑπὸ συμπαθείας ἀδικεῖ εἰς τοὺς θεοὺς ψευδόμενος καὶ κρύπτων τὸ ἀληθὲς, καὶ μὴ διάδηλον ποιῶν τὴν δύναμιν αὐτῶν καὶ τὴν δωρεάν. τὸν Ἀπόλλωνα δὲ μόνον πρέπει χρησμοὺς διδόναι τοῖς βροτοῖς, ὃς οὐ φοβεῖταί τινα. I.
μάταιος
: ἄκαιρος.Gr.
ἐχθρὰ σημήνας
: καθὰ τὸ φίλος λέγεται μὲν ἐπὶ τοῦ φιλουμένου, λέγεται δὲ καὶ ἐπὶ τοῦ φιλοῦντος, οὕτω καὶ τὸ ἐχθρός ἐνίοτε μὲν λέγεται ἐπὶ τοῦ ἐχθραίνοντος, ἐνίοτε δὲ ἐπὶ τοῦ πρὸς ὃν ἡ ἔχθρα. Gr.
Leid.
σημήνας
: δείξας, μαντευσάμενος. Gu.
πικρός
: ἐχθρός. M.
θεσπιῳδεῖν
: μαντεύεσθαι. M.
Κρέον, τί σιγᾷς
: ὦ Κρέον, τί σιωπᾷς, τὴν φωνὴν ἄηχον ἐπισχὼν καὶ οὐκέτι φθεγγόμενος; ὡς εἰ ἔλεγεν, οὐ σιωπῆς σοι καιρὸς ἀκούσαντι τοιαῦτα, ἀλλὰ βουλεύσασθαί τι καὶ πρᾶξαι. κἀγώ σοι οὐδὲν ἧττον συναλγῶ. ἀλλ’ οὐ σιωπῆς, βουλῆς δὲ μᾶλλον καιρός ἐστιν. διὸ ἔδει λέγειν σε. A.
B.
C.
M.
I.
Κρέον τί σιγᾷς
: ἰδὼν ὁ χορὸς ἄφθογγον ὑπ’ ἀπορίας Κρέοντά φησι, τί σιωπᾷς, ὦ Κρέων; οὐ γὰρ καιρὸς σιωπῆς, ἀλλ’ ἐπειδὴ τοιαῦτα ἤκουσας, δεῖ σε βουλεύεσθαί τι πράξειν· καὶ γὰρ κἀγὼ ταῦτα ἀκούσας οὐδὲν ἧττον ἢ σὺ ἐκπλήττομαι, ἀλλ’ οὐχ ἡγοῦμαι νῦν καιρὸν ἔχειν τὴν σιωπήν. Bar.
Gu.
πάρα
: ἀντὶ τοῦ πάρεστι. M.
ἐγὼ γὰρ οὔ ποτ’ εἰς τόδ’ εἶμι
: ἐγὼ γὰρ οὔποτε εἰς ταύτην ἐλεύσομαι τὴν συμφορὰν, ἤγουν εἰς τοῦτο τὸ δεινὸν ὥστε ἔκδοτον ποιῆσαι τῇ πόλει τὸν ἐμὸν παῖδα σφαγησόμενον. Gr. ἐγὼ γὰρ οὐδέποτε εἰς τοῦτο τῆς συμφορᾶς, ἀντὶ τοῦ εἰς τοιαύτην συμφορὰν, ἀπελεύσομαι, ὥστε παραθεῖναι τῇ πόλει τοῦτον σφαγέντα, ἀντὶ τοῦ ὥστε σφαγιασθῆναι ὑπὲρ τῆς πόλεως. πᾶσι γὰρ ἀνθρώποις ὑπάρχει φιλότεκνος ὁ βίος, ἤγουν πάντες ἄνθρωποι τὰ ἑαυτῶν τέκνα φιλοῦσι, οὐδέ τις ἂν δοίη τὸν αὑτοῦ παῖδα, ὥστε φονευθῆναι. μὴ ἐπαινείτω μέ τις λόγους εὐλόγους λέγων, τἀμὰ τέκνα συμβουλεύων με κτείνειν. ἐγὼ δὲ θνήσκειν ὑπὲρ πατρίδος ἕτοιμός εἰμι, ἀπολυόμενος αὐτὴν τῶν περιεστώτων κακῶν· ἐν ζωῇ γὰρ ἐγκαίρῳ καθίσταμαι. ἀλλ’ ἄγε, ὦ παῖ, πρὸ τοῦ τὴν πόλιν μαθεῖν, τὰ ἀπαίδευτα τοῦ μάντεως ἐάσας χρηστήρια, φεῦγε λίαν ταχέως τῆς χθονὸς ταύτης ἐλευθερωθείς. λέξει γὰρ τοῖς ἄρχουσι καὶ τοῖς στρατηγοῖς ταῦτα, ἐπὶ τὰς ἑπτὰ πύλας καὶ τοὺς λοχαγέτας παραγενόμενος. καὶ ἐὰν προφθάσωμεν, ὑπάρχει σοι σωτηρία· ἐὰν δὲ ὑστερηθῇς, ἀπωλόμεθα· ἀποθανῇ γάρ. I.
συμφορᾶς
: νῦν λύπης. M.
πᾶσιν γὰρ ἀνθρώποισι
: ἤγουν πάντες γὰρ οἱ ἄνθρωποι φιλότεκνον
δοίη κτανεῖν
: εἰς τὸ φονευθῆναι. M.
Gu. ἤγουν εἰς τὸ κτανεῖν αὐτόν τινα· ὅμοιον τῷ ἡδὺς ποταμὸς πιεῖν.
Gr.
Cant.
Florr. iidem.
ἐν ὡραίῳ γὰρ ἵσταμαι βίῳ
: τὸ ἑξῆς ἐν εἰρωνείᾳ, αὐτὸς δὲ θνήσκειν ἕτοιμος· ἐν καιρῷ γάρ ἐσμεν τοῦ ἀποθνήσκειν· γέροντες ἐσμέν. A.
M. γηραιῷ. B. ὥραν καὶ καιρὸν ἔχοντι τοῦ θανάτου. B.
C.
M.
αὐτὸς δ’ ἐν ὡραίῳ
: ἐγὼ δὲ αὐτὸς, φησὶν, ἐν τῷ καιρῷ τῆς τελευτῆς ὑπάρχω, γέρων ὤν. C.
M. ἐγκαίρῳ, πρὸς τελευτὴν ἐπιτηδείῳ. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
ἕσταμεν
: γρ. ἵσταμαι. B.
ἀλλ’ εἶα
: ἄγε δή. M.
ἀκόλαστ’
: τὰ τολμηρὰ καὶ προπετῆ, τὰ μὴ ὑποπίπτοντα κολάσει, μετ’ ἐξουσίας λεγόμενα. A.
B.
C.
M. ἀνεξέταστα, ἀβασάνιστα, τόλμης γέμοντα. C.
M. τὰ ἀπαιδεύτως καὶ χωρὶς συστολῆς λεγόμενα. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
Mosq. ἀζήτητα, τολμηρὰ, προπετῆ. Fl. 33.
ἐάσας
: ἀτελῆ. C.
ποῦ δῆτα
: ποῦ λοιπὸν φύγω, εἰς τίνα πόλιν, εἰς τίνα τῶν φίλων; I.
οὐκοῦν σε φράζειν
: πρέπον σε λοιπὸν ὅπου πορευθῶ λέγειν,
ποῖ με χρή
: ποῖ με χρὴ ἀπελθεῖν τοὺς Δελφοὺς διαβάντα; — εἰς τὴν τῶν Αἰτωλῶν γῆν. — ἐκ δὲ τῆσδε ποῖ περάσω; — εἰς τὴν γῆν τῶν Θεσπρωτῶν. Gr.
Cant.
Δελφοὺς περάσας
: παρελθὼν τοὺς Δελφοὺς φεῦγε. M.
ποῖ με χρὴ μολεῖν
: ἐκ τῶν Δελφῶν δηλονότι. εἰς οὐδὲν δὲ χρήσιμον τοπογραφεῖ. μᾶλλον δὲ αὐτὸν ἐχρῆν σκοπεῖν ὅπως τῶν πολεμίων παρακαθεζομένων λήσεται ὁ Μενοικεὺς φεύγων. A.
B.
C.
M.
T.
I.
πῆ με χρή
: ἡ σύνταξις οὕτως, ἐκ δὲ τῶν Δελφῶν πῆ με χρὴ μολεῖν. C.
Αἰτωλίδ’ εἰς γῆν
: ὄνομα ἔθνους ἀπὸ Αἰτωλοῦ οἰκιστοῦ. C.
M. ἡ λεγομένη Βόντιζα, ἐπισκοπῆς Ναυπάκτου. C.
ἐκ δὲ τῆσδε
: ἐκ τῆς Αἰτωλίδος γῆς. M. 15
Θεσπρωτὸν οὖδας
: ἔθνος Θεσσαλίας ἀπὸ Θεσπρωτοῦ τοῦ Διός. A.
B.
M. εἰς τὴν γῆν τῶν Θεσπρωτῶν, εἰς τὴν νῦν κοινῶς λεγομένην Δρυνόπολιν, εἰς τὸν τόπον, ἔνθα ἵδρυται ἡ σεμνὴ Δωδώνη. Gr.
Bar.
Leid. Θεσπρωτοὶ ἔθνος πλησίον τῆς Δωδώνης χώρας· τοῦτο γὰρ λέγει βάθρα, οἱονεὶ θεμέλιοι καὶ ὅροι. Gu.
Bar.
Leid.
Mosq.
ἔγνως
: ἀποφατικῶς, ἐγνώρισας. M.
ἐγὼ πορεύσω
: ἀντὶ τοῦ πέμψω χρυσόν. I. σὺν σοὶ ἀποπέμψω, ἀποστελῶ. εἴποι δ’ ἄν τις, ἕως οὗ ἀποστείλῃ τὸν χρυσὸν, πόθεν ἕξει τὰ ἀναγκαῖα ἐφόδια; A.
B.
C.
M.
T.
εὖ λέγεις
: καλῶς λέγεις, ὦ πάτερ. ἀπέρχου δή. I.
ὡς σὴν πρὸς κασιγνήτην
: ἐκ παραλλήλου· ἢ ἡ εἰς περιττή. I. πρὸς τὴν σὴν ἀδελφὴν ἀπελθὼν, τὴν Ἰοκάστην λέγω, ἧς πρῶτα τὸν μαστὸν εἵλκυσα τῆς ἐμῆς μητρὸς στερηθεὶς καὶ ὀρφανὸς γενόμενος, χωρισθεὶς ἐκείνης συνταξάμενος αὐτῇ ἀπελεύσομαι καὶ διατηρήσω τὴν ἐμαυτοῦ ζωήν. Gr. ἀπελθὼν ὡς πρὸς τὴν σὴν ἀδελφὴν, τὴν Ἰοκάστην λέγω, ἧστινος πρῶτον εἵλκυσα τὸν μαστὸν, στερηθεὶς τῆς μητρὸς καὶ χωρισθεὶς ὀρφανὸς προσηγορήσων καὶ χαιρετίσων αὐτὴν ἀπελεύσομαι καὶ σώσω τὸν βίον, τουτέστι μετὰ τὸ
Ἐναντίως ἱστορεῖ Σοφοκλῆς· μετὰ γὰρ θάνατον τοῦ Μενοικέως ἡ μήτηρ αὐτοῦ ζῇ, ὡς ἐν Ἀντιγόνῃ φησὶ καὶ μὴν ὁρῶ δάμαρτα τὴν Κρέοντος.
A.
B.
C.
Gu.
I.
προσηγορήσων
: προσαγορεύσων, συνταξάμενος αὐτῇ, ἀποχαιρετίσων παρὰ τοῖς κοινοῖς, ἀπελεύσομαι καὶ διατηρήσω τὴν ἐμαυτοῦ ζωήν. Gr.
προσηγορήσων εἶμι αὐτὴν καὶ σώσων τὸν βίον. Ἄλλως. σώσων τὴν πόλιν. οὐ γὰρ ὡς ὁ πατὴρ ᾤετο. B. M. I.
γυναῖκες, ὡς εὖ πατρός
: λίαν καλῶς ἀπὸ τοῦ ἐμοῦ πατρὸς ἔλαβον τὸν φόβον κλέψας λόγοισιν, ἀπατήσας αὐτὸν διὰ λόγων ὥστε τυχεῖν ἐκείνων ἃ βούλομαι. Gr. ὦ γυναῖκες, λίαν ἐπιτηδείως καὶ καλῶς ἐξέβαλον τὸν φόβον τοῦ πατρὸς, διὰ λόγων ἀπατήσας αὐτὸν, ὥστε τυχεῖν ὧν βούλομαι· ὅστις ὁ πατὴρ φυγαδεύει καὶ ὑπεξάγει τῆς πόλεως, τῆς εὐτυχίας ἀποστερῶν με καὶ φόβῳ δίδωσιν ἐμέ. καὶ συγγνώμης ἄξιον τὸ πρᾶγμα τῷ πατρὶ, τὸ κατ’ ἐμὲ δ’ οὐδαμῶς συγγνώμην ἔχει, τὸ γενέσθαι προδότην τῆς πατρίδος, ἥτις ἐγέννησέ με. ἵνα οὖν γνῶτε, ἀπελεύσομαι, καὶ σώσω τὴν πόλιν, τὴν δὲ ζωὴν δώσω, ὥστε ἀποθανεῖν ὑπὲρ τῆσδε τῆς χθονός. αἰσχύνης γὰρ ἄξιον, ἐὰν οἱ τῶν μαντευμάτων ἐλεύθεροι καὶ ὑπὸ τῶν θεῶν μὴ ἀναγκαζόμενοι οὐκ ἀναβάλλονται ἀποθανεῖν παρὰ πόλεμον στάντες, καὶ ὑπὲρ τῆς πατρίδος ἔμπροσθεν τῶν πύργων μαχόμενοι, ἐγὼ δὲ, πατέρα καὶ ἀδελφὸν προδοὺς καὶ πόλιν τὴν ἐμαυτοῦ, ὡς ἄνανδρος ἔξω τῆς χθονὸς ἀπελεύσομαι· καὶ ὅπου ἂν ζῷ, κακότροπος φανήσομαι. οὐ ποιήσω τοῦτο, μὰ τὸν μετ’ ἄστρων Ζῆνα, ὅστις τοὺς ἀναδοθέντας ποτὲ ἐκ τῆς γῆς σπαρτοὺς δεσπότας καὶ βασιλεῖς τῆσδε τῆς γῆς κατεστήσατο. ἀλλ’ ἀπελεύσομαι, καὶ στὰς ἐκ τοῦ ἄκρου τῶν ἐπάλξεων, καὶ σφάξας ἐμαυτὸν εἰς τὴν θαλάμην τὴν σκοτεινὴν τοῦ δράκοντος, ὅπου ὁ Τειρεσίας διηγήσατο καὶ παρῄνεσε φονευθῆναι, ἐλευθερώσω τὴν γῆν. I.
κλέψας λόγοισι
: ἀπατήσας, παραλογισάμενος. τὸ ἑξῆς, εἷλον ἃ βούλομαι τυχεῖν. M.
ὅς μ’ ἐκκομίζει
: ἐκπέμπει, τὴν πόλιν τῆς εὐτυχίας ἀποστερῶν. A.
M. φυγαδεύει, ἐκπέμπει, ὑπεξάγει τῆς πόλεως, τῆς εὐτυχίας ἀποστερῶν με. B.
ἐγείνατο
: ἐγέννησεν. M.
ὡς οὖν
: ἵν’ οὖν. M.
ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος. Gu.
κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
: οὐκ ἀναγκαζόμενοι ὑπὸ θεῶν ὑπὲρ πατρίδος τεθνάναι, ὥσπερ ἐγώ. Gu.
ἐγὼ δὲ πατέρα
: εἰ γὰρ ἐξέλθω τῆς πόλεως ὥσπερ δειλὸς, αὐτὸς μὲν ἴσως σωθήσομαι, πατρὸς δὲ καὶ ἀδελφοῦ καὶ πόλεως προδότης γενήσομαι, ἀπολωλυίας αὐτῆς ὑπ’ ἐχθρῶν, καὶ σὺν αὐτῇ κἀκείνων. Gu.
μὰ τὸν μετ’ ἄστρων Ζῆν’ Ἄρην τε φοίνιον
: τὸν ἥλιόν φησι καὶ τὸν Ἄρην τὸν τοῦ ἐμοῦ φόνου αἴτιον. ὁ γὰρ Ἄρης αἴτιος τῶν σπαρτῶν, δράκοντα καταστήσας αὐτόθι φύλακα τῆς κρήνης, ἐξ
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας
: ἐν Θήβαις ταῖς ἑπταπύλοις τῆς Βοιωτίας λέγεται ὅτι Κάδμος ἢ ἄλλος τις, λαβὼν τοὺς τοῦ Δελφικοῦ δράκοντος ὀδόντας, ἔσπειρον εἰς τὴν γῆν, (ἢ ἐνέσπειρεν) καὶ ἀνεδόθησαν ἔνοπλοι ἄνδρες· ἀνεδόθησαν δὲ ἀπὸ μηρῶν μέχρι τῶν ἄνω, καὶ οὕτως ἱστάμενοι ἐπολέμουν ἀλλήλοις καὶ τοῖς ἄλλοις. Leid.
σπαρτούς
: Ἐχίων γὰρ εἷς τῶν σπαρτῶν Ἀγαυὴν τὴν Κάδμου θυγατέρα ἐγάμησε. λέγει οὖν ἄνακτας τῆσδε γῆς τοὺς σπαρτοὺς, οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς· εἰ γὰρ πρῶτος μὲν βασιλεὺς Κάδμος, μετ’ ἐκεῖνον δὲ Πολύδωρος, ἔπειτα Λάβδακος, καὶ τέταρτος Λάϊος, ὕστερον δὲ Οἰδίπους καὶ οἱ παῖδες ἐκείνου, τίν’ ἔχει λόγον σπαρτοὺς ἄνακτας τῆσδε καλεῖν χθονός. Gu.
Bar.
ἀλλ’ εἶμι
: ἀπὸ κοινοῦ τὸ οὐκ ἄπειμι ἔξω χθονός. A.
B.
M.
T. οὐκ ἐκφεύξομαι, ἀλλ’ εἶμι πρὸς θάνατον A.
B.
M.
T.
ἐξ ἐπάλξεων ἄκρων
: τῶν λίθων τῶν ἐπάνω τοῦ τείχους. A.
M. ἀπὸ τοῦ τείχους. B. τῶν τειχῶν· ἐνταῦθα γὰρ ὁ σηκὸς ἦν τοῦ δράκοντος πλησίον. Gu.
Bar.
σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
: διαφέρει σηκὸς καὶ ἄδυτον. ὁ μὲν γὰρ σηκὸς ἐπὶ ἀνθρώπου τάφου, τὸ δὲ ἄδυτον ἐπὶ θεοῦ. Σωσιφάνης δὲ ὁ τραγικὸς ὑπὸ τοῦ Λαΐου φησὶ τεθνηκέναι τὸν Μενοικέα, Νικόστρατος δὲ ὑπὸ τῆς Σφιγγός. τὸ δὲ ἑξῆς, εἰς τὸν σηκὸν σφάξας ἐμαυτὸν ἀπὸ τῶν τειχέων, ὡς τοῦ σηκοῦ πλησίον τοῦ τείχους ὄντος. A.
B.
C.
M.
I.
Σηκὸς ἔνθα ἱδρύετο τὸ ἄγαλμα· λέγεται σηκὸς καὶ ἔνθα ἐγκλείουσιν οἱ νομεῖς τὰ νεογνὰ, ὅταν τὰς μητέρας αὐτῶν ἀμέλγωσιν, ἢ εἰς νομὴν ἐκπέμπωσιν· ἀφ’ οὗ ἐνταῦθα σηκὸς ὁ φωλεός. Gr.
Cant.
Leid.
Florr.
εἰ γὰρ λαβών
: εἰ γὰρ ἕκαστος, φησὶν, ὃ κατὰ δύναμιν εἶχεν ἀγαθὸν εἰσέφερε τῇ πατρίδι, ἐκτὸς ἂν ἦσαν κακῶν αἱ πόλεις. A.
B.
C.
M. εἰ γὰρ ἕκαστός τις ὅ τι ἂν δύναιτο χρηστὸν λαβὼν τοῦτο γυμνάσαιτο καὶ τῇ πατρίδι φέροι εἰς μέσον πάντων, αἱ πόλεις ἂν κατὰ τὸ ἔμπροσθεν εὐτυχοῖεν πεῖραν λαμβάνουσαι, ἀπολαύουσαι βλαβῶν ἐλαττόνων ἢ νῦν δηλονότι πειρῶνται. Gr.
Cant.
Florr. αὕτη ἡ κατασκευὴ πρὸς τὸ οὐκ αἰσχρόν,
τοῦτο δὲ κατὰ πρῶτον μὲν μερικῶς ἐξήνεγκε, ἔπειτα δὲ καθόλου, πρῶτον μὲν εἰς κοινὸν φέρει πατρίδι
εἰπὼν, ἔπειτα δὲ κακῶν αἱ πόλεις ἐλασσόνων.
ὁ δὲ νοῦς· ἐὰν ἕκαστός τις τῶν πολιτῶν ὡς δύναιτο εἰς καιρὸν βίου ὑπὲρ πατρίδος σπουδάζῃ, ὀλίγου τινὸς πειραθεῖσαι τότε αἱ πόλεις κακοῦ, εἰς ἃς ἡ τοιαύτη σπουδὴ γίνεται, εὐτυχεῖς ἂν εἰς τὸ ἑξῆς. ἐπεὶ δὲ τὸ συμφέρον τῆς πόλεως καὶ διὰ συμβουλῆς καὶ δι’ ἔργου γίνεται, πρὸς μὲν τὸ διὰ συμβουλῆς ἔθηκε τὸ διέλθοι, πρὸς δὲ τὸ δι’ ἔργου τὸ φέρει. λάμβανε δὲ τὸ εἰς κοινὸν πρὸς τὸ διέλθοι κατὰ συνεκδοχήν. Gu.
λαβών
: κτησάμενος. M.
πειρώμεναι
: ἀποπειρώμεναι. M.
ἔβας
: ἦλθες, ἦλθες, ὦ πτερόεσσα Σφὶγξ, γέννημα μὲν τῆς τῶν Θηβαίων γῆς — ἐνταῦθα γὰρ ἐγεννήθης — λόχευμα δὲ τοῦ Τυφῶνος καὶ τῆς καταχθονίου Ἐχίδνης, ἐπὶ ἁρπαγῇ τῶν Θηβαίων, πολλῶν στεναγμῶν αἰτία, πολύφθορε, μιξοπάρθενε, (ἔχεις γὰρ τὰ μὲν παρθένου, τὰ δὲ θηρὸς, ξένης καὶ παραδόξου φύσεως) φονικὸν τέρας τοῖς τε φοιταλέοις καὶ μανικοῖς πτεροῖς καὶ τοῖς ὄνυξι τοῖς ὠμὰ τὰ κρέα ἁρπάζουσι πρὸς σίτησιν. ἥτις πεδαίρουσα τοὺς νέους,
Ἦλθες, ὦ πτερόεσσα Σφὶγξ, γέννημα τῆς γῆς καὶ τῆς καταχθονίου Ἐχίδνης ἐπὶ ἁρπαγῇ τῶν Καδμείων, πολλῶν στεναγμάτων αἰτία, πολλῶν μόχθων αἰτία, ἐκ θηρίου καὶ γυναικὸς συντεθειμένη, ζῶον ξένης καὶ παρὰ φύσιν διαπλάσεως πολέμιον, ἥτις ποτὲ ἐκ τῶν τόπων τῶν τῆς Δίρκης τοὺς νέους μεταίρουσα ἐπέφερες κακόλυρον μοῦσαν καὶ ἀξίαν ἀπωλείας Ἐριννὺν, λέγω λύπας τῇ πατρίδι, ἤγουν ταῖς Θήβαις, ἐπὶ τοῖς φόνοις. φόνιος θεὸς ἦν ἐκεῖνος ὃς ἦν ὁ τάδε πράξας. ὁ Ἄρης δὲ μηνίσας διὰ τὸν φόνον τοῦ δράκοντος ἐπήγαγεν αὐτοῖς τὴν Σφίγγα. θρῆνοι δὲ μητέρων ἐπὶ τέκνοις, θρῆνοι δὲ παρθένων ἐπὶ μητράσιν ἐποίουν ἐπὶ τοῖς οἴκοις θρηνητικὴν βοὴν, θρηνητικὸν μέλος. ἄλλος ἐπ’ ἄλλον ἐσχετλίαζε κατὰ διαδοχὴν ἐν τῇ πόλει. βροντῇ δὲ ἦν ὅμοιος ὁ στεναγμὸς καὶ ἡ βοὴ, ὁπότε ἡ πτερόεσσα παρθένος, ἤγουν ἡ Σφὶγξ, ἠφάνισέ τινα ἀπὸ τῶν ἀνδρῶν τῆς πόλεως. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76.
Ὦ πτεροῦσσα καὶ ἐπτερωμένη Σφὶγξ, λόχευμα καὶ γέννημα τῆς γῆς τῶν Θηβαίων. ἐνταῦθα γὰρ ἐγεννήθη, καὶ τῆς νερτέρου καὶ τῆς ἐν νεκροῖς Ἐχίδνης. θανάτου γὰρ αἰτία εἶ, μιξοπάρθενος καὶ τὸ ἥμισυ παρθένου ἔχουσα, δάϊον καὶ ἀφανιστικὸν τέρας, δάϊον μὲν ὡς ἀφανιστικὴ, τέρας δὲ ὡς πρόσωπον μὲν παρθένου ἔχουσα, χεῖρας δὲ καὶ πόδας καὶ στῆθος λέοντος, πτερὰ δὲ ὄρνιθος, οὐραῖον δὲ δράκοντος, σὺ οὖν, ὦ Σφὶγξ, ἦλθες, ἦλθες ἐν φοιτάσι καὶ μανικοῖς πτεροῖς, καὶ ἐν χηλαῖς καὶ ὄνυξιν ὠμοσίτοις καὶ φονικοῖς ἐπὶ ἁρπαγῇ τῶν Καδμείων, πολύφθορος, πολύστονος, ἤτοι πολλὰς φθορὰς καὶ στεναγμοὺς ποιοῦσα ἐνταῦθα διὰ τῆς ἁρπαγῆς. ἅ ποτε καὶ ἥτις ἔφερες ἔφερες τῇ πατρίδι, ἤτοι ταῖς Θήβαις, ἄχεα καὶ θλίψεις φόνια καὶ φονικὰ, πεδαίρουσα καὶ εἰς ὕψος ἐκ γῆς αἴρουσα νέους ἐκ τῶν Διρκαίων τόπων, ἤτοι τῶν Θηβῶν, περὶ μοῦσαν καὶ ᾠδὴν ἄλυρον καὶ κακόμουσον καὶ
ἔβας ἔβας
: πρὸς οὐδὲν ταῦτα· ἔδει γὰρ τὸν χορὸν οἰκτίσασθαι τὸν θάνατον τοῦ Μενοικέως, ἢ ἀποδέχεσθαι τὴν εὐψυχίαν τοῦ νεανίσκου. ἀλλὰ τὰ περὶ Οἰδίπου καὶ τῆς Σφιγγὸς διηγεῖται τὰ πολλάκις εἰρημένα. A.
B.
C.
M.
T.
I. λόχευμα δὲ γέννημα.
πτεροῦσσα
:
νερτέρου
: γέγονε γὰρ ἡ Σφὶγξ Ἐχίδνης καὶ Τυφῶνος. οὗτος δὲ ὁ Τυφὼν εἷς ἦν τῶν Τιτάνων, οὓς ὁ Ζεὺς ἐκεραύνωσε, καὶ αὐτὸν δὲ ἐν τῷ Αἴτνῃ κατεκεραύνωσεν, ὅθεν ἔκτοτε ἐν τῷ Αἴτνῃ τὸ πῦρ ὑπανάπτεται. A. σκοτεινῆς. Fl. 33. νερτέρου Ἐχίδνης γέννημα λέγει τὴν Σφίγγα, ὡς θανάτου αἰτίαν. Gu.
Ἐχίδνης
: ἐκ Τυφῶνος γὰρ καὶ Ἐχίδνης ἡ Σφίγξ. Gr.
φοιτάσι
: μεμηνόσιν. M.
Gr.
Florr. iidem. ὁρμητικοῖς. Gu.
Fl. 33.
φοιτᾶσιν
: ὁρμητικῶς, φοιτητικῶς, οἷς ἐφοίτα καὶ διίπτατο. Ἄλλως. ἥτις γὰρ ἡ Σφὶγξ ἐν τοῖς πανταχοῦ πετομένοις σου πτεροῖς καὶ ἐν ταῖς σιαγόσιν ὠμὰ τὰ σώματα σιτουμέναις μετεωρίζουσα καὶ ἐξαίρουσα καὶ ἁρπάζουσα ἐκ τῶν Διρκαίων πότων, ἤτοι ἀπὸ τῶν Θηβῶν, τοὺς νέους διὰ τὴν ἄλυρον καὶ ἀνήδυντον καὶ ἀνάρμοστόν σου μοῦσαν, ἤτοι διὰ τὸ αἴνιγμά σου καὶ τὴν τιμωρίαν, τὴν ἀπώλειαν τοῖς ἀνθρώποις ἐμποιοῦσαν ἔφερεν ἄχεα τῇ πατρίδι φόνου προξενητική. A.
χαλαῖσί τ’ ὠμοσίτοις
: τοῖς ὄνυξι τοῖς ὠμὰ τὰ κρέα ἁρπάζουσι πρὸς σίτισιν. A.
B.
M. ὠμοσίτοις δὲ ὁρμητικοῖς, φοιτητικοῖς, οἷς ἐφοίτα καὶ διίπτατο. B.
χαλαῖσι
: χαλαῖσι νῦν ταῖς σιαγόσιν, οἱ δὲ τοῖς ὄνυξι, τὰ ὠμὰ κρέα ἁρπάζουσι καὶ σιτουμένοις. Fl. 33.
πεδαίρουσα
: ἀπὸ τῆς γῆς εἰς ὕψος αἴρουσα. B. rec. περισσὴ ἡ σύνθεσις τοῦ πέδου, ἐπεὶ ἔχει τὸ ἐκ τόπων. ἔστιν οὖν τὸ πεδαίρουσα ἀντὶ τοῦ μεταίρουσα. Gr.
Florr. iidem.
ἄλυρον ἀμφὶ μοῦσαν
: ἄλυρον μοῦσαν τὸν θρῆνον, παρόσον πρὸς αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱεροὶ Ἀπόλλωνος νομιζόμενοι. ἀπενθὴς δὲ θεὸς ὁ Ἀπόλλων. Αἰσχύλος τί ταῦτ’ ἀνωλόλυξας ἀμφὶ Λοξίου; οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερες, τουτέστι, περιέφερες δὲ, περιῆγες ἄναυλον καὶ ἀνήδονον ᾠδήν. λέγει δὲ τὸ αἴνιγμα. A.
B.
C.
M.
T.
I.
Ἐριννύν
: Ἐριννὺς ἡ κατάρα, καὶ ἀπὸ τούτου Ἐριννύες,
ἔφερες ἔφερες
: ὦ Σφὶγξ, ἥτις Ἐρινὺς ἄχεα ἦν τῇ πατρίδι. ἢ καὶ Ἐρινὺν καὶ ἄχεα φόνου λέγει ταῖς Θήβαις ἀντὶ τοῦ τὰ λύπης αἴτια καὶ φόνου κατὰ τῆς πατρίδος ἔφερες. A.
M.
ἄχεα πατρίδι φόνια
: τινὲς τὸ φόνια πρὸς τὰ ἑξῆς, ὃς τάδε τὰ φόνια πράξας φόνιος ἦν θεός. A.
B.
I. λέγω ἄχη, ἤγουν λύπας. Gr. θλίψεις. Gu.
πατρίδι
: τῇ γῇ. Gu.
φόνια
: φονικά. Gu.
ἰάλεμοι δὲ παρθένων
: ἢ πρὸς τὸ παρθένων στικτέον, ἢ τὸ ἰάλεμοι πρὸς τὸ ἐστέναζον συντακτέον. καὶ μὴ ξενισθῇς ἀκούων τὸ ἐστέναζον ἰάλεμοι· πολλὰ γὰρ τοιαῦτα παρὰ ποιηταῖς εὕρηται. Gu.
ἐστέναζον οἴκοις
: οἱ δὲ θρῆνοι ἐστέναζον ἐν τοῖς οἴκοις.
ἰήϊον βοάν
: ἐθρήνει θρηνητικὴν βοήν. M.
ἰήϊον μέλος
: θρηνητικόν. Gr. ἀπὸ τοῦ ἰὼ, ὃ σημαίνει τὸ φεῦ καὶ τροπῇ τοῦ ω εἰς η ἰήϊον. Fl. 21. ἀπὸ τοῦ ἰώ τὸ φεῦ. τοῦτο ἐπὶ μὲν θρήνων ψιλοῦται, ἐπὶ δὲ παιώνων δασύνεται. Gu.
ἰήϊον βοάν
: ἢ θρηνητικὴν, ἢ λοξὴν, διότι καὶ τῷ Λοξίᾳ Ἀπόλλωνι τοιοῦτος ὕμνος ᾒδετο. καὶ τὸ αἴνιγμα τοιοῦτον ἦν. Fl. 33. ἀφανιστικήν.
χρόνῳ δ’ ἔβα
: χρόνῳ δὲ ὕστερον ἔβη ὁ ἄθλιος Οἰδίπους εἰς τήνδε τὴν Θηβαίων γῆν ἐν ἀποστολαῖς Πυθίαις καὶ ταῖς τοῦ Πυθίου, ἀσμένοις καὶ χαίρουσι τοῖς Θηβαίοις τότε, διὰ τὸ θανατῶσαι τὴν Σφίγγα, πάλιν δὲ καὶ ὕστερον ἄχη ὑπῆρξε διὰ τὰς γεγενημένας ἀπ’ αὐτοῦ συμφοράς. καλλίνικος δὲ καὶ νικητὴς ὢν τῶν τῆς Σφιγγὸς αἰνιγμάτων συνάπτει ὁ τάλας τῇ μητρὶ γάμους δυσγάμους, (παρανομώτατοι γάρ) μιαίνει δὲ καὶ μολύνει ἐκ τῆς τοιαύτης παρανόμου συναφῆς τὴν πόλιν. ἀμείβει δὲ καὶ διέρχεται τὴν πόλιν δι’ αἱμάτων καὶ διὰ φόνων καταβαλὼν ὁ μέλεος τὰ τέκνα ἐν ἀραῖς εἰς ἀγῶνα μυσαρὸν καὶ βδελυρὸν καὶ ἀδελφοκτόνον, τουτέστι καταρασάμενος τοῖς παισὶ δι’ αἵματος τὴν ἀρχὴν λαχεῖν εἰς πόλεμόν τε συνῆψε, δι’ οὗ πολὺς φόνος γίνεται καὶ κινδυνεύουσιν ὑπ’ ἀλλήλων καὶ αὐτοὶ φονευθῆναι. ἀγάμεθα, ἀγάμεθα καὶ θαυμάζομεν σφόδρα (ὁ γὰρ τῶν ὀνομάτων τούτων διπλασιασμὸς ὑπερβολὴν θαύματος δηλοῖ) τὸν Κρέοντος υἱὸν Μενοικέα, ὅστις οἴχεται καὶ ἐπορεύθη ἐπὶ θάνατον αὐτόχειρα ὑπὲρ τῆς πατρῴας γῆς, λιπὼν μὲν καὶ καταλείψας τῷ αὑτοῦ πατρὶ Κρέοντι γόους, (ἀπαραμύθητα γὰρ στενάξεται δι’ αὐτὸν) θήσων δὲ τὰ ἑπτάπυλα κλεῖθρα τῆς γῆς καλλίνικα, τουτέστι τὴν ἑπτὰ πύλας ἔχουσαν πόλιν τῶν Θηβαίων νικῆσαι ποιήσων, ὡς ἔφη ὁ μάντις. γενοίμεθα, γενοίμεθα καὶ ὑπάρξαιμεν εὔτεκνοι μητέρες ὧδε καὶ οὕτως, τουτέστι τοιούτους παῖδας ποιήσαιμεν, ὡς ὑπὲρ τῆς αὐτῶν πατρίδος, ἤν δέῃ, εἰς θάνατον ἑαυτοὺς ἑκόντας διδόναι. γενοίμεθα, ὦ Παλλὰς καὶ Ἀθηνᾶ, ἥτις κατειργάσω καὶ διεπράξω αἷμα καὶ φόνον λιθόβολον καὶ διὰ λίθου βολῆς γενόμενον τοῦ ἐν Δίρκῃ δράκοντος. πῶς δὲ τοῦτο ἐποίησας; ὁρμήσασα ἑπί ἐποίησας; ὁρμήσασα ἐπὶ
Πυθίαις ἀποστολαῖς
: ταῖς τοῦ Ἀπόλλωνος παραπομπαῖς. B.
C.
M. ἀντὶ τοῦ ἀπὸ Πυθίου ὁ ἄθλιος ἀπεσταλμένος. κατὰ χρησμὸν γὰρ τούτου ἦλθεν εἰς Θήβας. A.
M.
T. κατὰ τὴν ἀποστολὴν τοῦ Πυθίου, ἤγουν ἣν ἀπέστειλεν αὐτὸν ὁ Πύθιος, τουτέστιν ὁ Ἀπόλλων. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. οὐκ ἐπὶ τὸ ἀνελεῖν τὴν Σφίγγα ἐπέμφθη παρὰ τοῦ Πυθίου Οἰδίπους, ἀλλὰ χρωμένῳ περὶ τῶν γονέων ἀνεῖλεν αὐτῷ ὡς τούτους φονεύσειε. καὶ ὃς, φοβηθεὶς διὰ τὸν χρησμὸν ἀπελθεῖν εἰς Κόρινθον, ἵνα μὴ τὸν δοκοῦντα γονέα Πόλυβον ἀποκτείνῃ, καταλαμβάνει Θήβας. Bar.
Gu.
Οἰδίπους ὁ τλάμων
: πυνθανομένῳ γὰρ Οἰδίποδι περὶ τῶν γονέων εἴρηκεν’ αὐτῷ ὁ θεὸς ὡς ἀποκτείνας τὸν πατέρα γαμήσει τὴν μητέρα. διὸ εἰς Θήβας ἦλθεν, οὐκ εἰς Κόρινθον, φοβούμενος μή πως Πόλυβον φονεύσας γαμήσῃ τὴν Μερόπην. A.
B.
C.
M.
I.
ὁ τλάμων
: γρ. ὁ τάλας. M.
τότε μὲν ἄσμενος
: ἀντὶ τοῦ ἡδύς. I. διὰ τὸ λῦσαι τὸ αἴνιγμα· πάλιν δὲ ἄχη συνάπτει, διὰ τὸν γάμον τῆς μητρὸς, καὶ τὰ λοιπά. B.
C.
M.TI. ὁ αὐτὸς δὲ πάλιν, φησὶ, καὶ λύπας αὐτῷ προσετρίψατο, γήμας τὴν μητέρα καὶ φύσας τοὺς περὶ Πολυνείκην
δι’ αἱμάτων δ’ ἀμείβει
: τὴν πόλιν ἐξ αἱμάτων ἀμείβει. M. τὴν πόλιν δι’ αἱμάτων διαλλάσσει. τὸ δὲ ἀμείβει ἀμείβεσθαι ποιεῖ, ἐμβαλὼν διὰ καταρῶν τοὺς παῖδας εἰς φιλονεικίαν. A.
B.
M.
I. Ἄλλως. τὰ πρῶτα κακὰ δι’ αἱμάτων ἤλλαξε, δευτέρῳ φόνῳ ἐμβαλὼν τοὺς παῖδας διὰ τῶν καταρῶν εἰς φιλονεικίαν. A.
B.
C.
M.
I. Ἄλλως. διὰ φόνων δὲ διέρχεται, εἰς μεμισημένην φιλονεικίαν (λέγει δὲ τὴν μονομαχίαν,) καταβαλὼν διὰ τῶν ἀρῶν τὰ ἑαυτοῦ τέκνα ὁ ἄθλιος. B.
I. καταβαλὼν τὰ ἄθλια τέκνα διὰ τὰς κατάρας. C.
M. εἰς μεμισημένην φιλονεικίαν. λέγει δὲ τὴν μονομαχίαν τῶν ἀδελφῶν. M.
μυσαρόν
: βδελυκτόν. Gr.
Florr. iidem. βδελυρόν· πολεμοῦσι γὰρ ἀλλήλοις. Gu. αἴτιος ὁ Οἰδίπους φόνων γίνεται
καταβαλών
: ἐκβαλὼν, ἀνελών. M.
ἀγάμεθ’ ἀγάμεθα
: θαυμάζομεν καὶ ἐκπληττόμεθα τὸν Μενοικέα ἐκεῖνον, ὃς ἦλθεν ἐπὶ θάνατον ὑπὲρ τῆς ἑαυτοῦ πατρίδος, Κρέοντι μὲν καταλείψας θρήνους, τὰς δ’ ἑπταπύλους Θήβας νικηφόρους καταστήσων, ἀντικαταλλασσόμενος ἑκουσίῳ θανάτω τὴν εὔκλειαν. I.
γενοίμεθ’ ὧδε
: εἴθε, φησὶν, ὦ δέσποινα Ἀθηνᾶ, καὶ ἡμεῖς εὐτυχήσαιμεν τοιούτων τέκνων. ὡς παρθένοι δὲ παρθένῳ θεῷ εὔχονται, ταύτην τέως εἰδυῖαι θεόν. Ἄλλως. ἡμεῖς αἱ γυναῖκες. συμπεριλαμβάνει γὰρ τὸ πᾶν γένος τοῦτο λέγουσα. A.
B.
C.
M.
I.
γενοίμεθ’
: κατὰ τὸν Μενοικέα. M.
γενοίμεθ’ ὧδε
: ἤγουν τοιούτων παίδων ὑπὲρ πατρίδος ἀγωνιζομένων. Gu.
Παλλάς
: διὰ τοῦτο τὴν Ἀθηνᾶν ἐπικαλεῖται νῦν, ὡς γενναῖον καὶ φρόνιμον ἔργον ἐργαζομένου τοῦ Μενοικέως. Bar.
Gu.
ἃ δράκοντος
: λίθῳ γὰρ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδμος Ἀθηνᾶς προνοίᾳ. B. ἥτις τὸν φόνον τὸν διὰ λίθου γενόμενον τοῦ δράκοντος Ὄγκας νηὸς ὅδ’ ἐστὶν Ἀθήνης, ὅν ποτε Κάδμος
B.
C.
M.
I. Ἄλλως. προνοίᾳ γὰρ Ἀθηνᾶς λίθῳ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδμος, ὡς ἀνωτέρω
εἴσατο, βοῦν θ’ ἱέρευσεν, ὅτ’ ἔκτισεν ἄστυ τὸ Θήβης.Παλλάδος φραδαῖς.
A.
C.
M.
κατειργάσω
: κατήνυσας, ἐφόνευσας. M.
Καδμείαν μέριμναν
: τὸν Κάδμον περιφραστικῶς, διεγείρασα καὶ παρορμήσασα εἰς ἔργον, ἤτοι εἰς τὸν φόνον τοῦ δράκοντος. I. ἐν περιφράσει τὸν Κάδμον. B. rec.
M.
ὅθεν
: ἤγουν ἀφ’ ἧς αἰτίας ἐπῆλθεν εἰς τήνδε τὴν πόλιν μεγάλη τις βλάβη ταῖς τῶν θεῶν ἁρπαγαῖς. ἥρπαζε γὰρ ἡ Σφὶγξ, δὲ Μενοικεὺς ἔπαθέν τι ὅμοιον ἁρπαγῇ. I.
ὠή
: τοῦτο καὶ ἐπὶ χαρᾶς λέγεται καὶ ἐπὶ φόβου καὶ θρήνου, ἐνταῦθα δὲ ἐπὶ χαρᾶς. I.
κυρεῖ
: τυγχάνει. M.
διὰ μακροῦ
: βραδέως μὲν ἐξέρχῃ, ὅμως δὲ ἄκουσου, ἔξελθε. A.
B.
M. βραδέως μὲν ἐξέρχῃ, ἀλλ’ ὅμως δὲ ἔξελθε, καὶ ἄκουσον, ἔνδοξε γυνὴ τοῦ Οἰδίποδος, παυσαμένη τῶν θρήνων καὶ τῶν θρηνωδῶν δακρύων. I.
διὰ μακροῦ
: χρόνου ἢ λόγου ἀκούσῃ. Gu.
ἑστᾶσ’ ἄθραυστοι
: ἀβλαβεῖς, στερεαὶ, ἄκλαστοι. ἡ δὲ πόλις οὐ πεπόρθηται. C.
ἦλθον δὲ πρὸς κίνδυνον
: ἀντὶ τοῦ συνέβαλον· συμβαλόντες γὰρ κινδύνου διάπειραν ἔσχον. A.
M. ἀντὶ τοῦ συμβαλόντες τοῖς Ἀργείοις κινδύνου διάπειραν ἔσχον. B.
C.
I. ἦλθον δὲ οἱ περίβολοι, ἀντὶ τοῦ οἱ ἐν τοῖς περιβόλοις, τουτέστιν οἱ Θηβαῖοι, πρὸς ἀγῶνα πολέμου μετὰ τῶν Ἀργείων. λέγει δὲ κίνδυνον ἀντὶ τοῦ ἀγῶνος, ἐπεὶ ὁ τοῦ πολέμου ἀγὼν ἐπικρεμάμενον ἔχει κίνδυνον. Gr.
Cant.
Florr.
ἀκμήν γ’ ἐπ’ αὐτήν
: εἰς αὐτήν εἰσι τοῦ πολέμου τὴν σφοδρότητα. A.
B. MT.
I. Ἄλλως. εἰς αὐτὸ τὸ ἀκμαιότατον τοῦ πολέμου ἦλθον. A.
B.
M. εἰς αὐτὴν τὴν τοῦ πολέμου ὀξύτητα, εἰς αὐτὸ τὸ ἀκμαιότατον τοῦ κινδύνου. C.
Gu. ἐπ’ αὐτὴν τὴν ἀκμὴν ἦλθον τοῦ ἀγῶνος, ἤγουν εἰς ἰσχυρὸν πόλεμον κατέστησαν οὐχὶ μέτριον. Gr.
Florr.
ἀλλ’ ὁ Καδμείων
: ἀλλ’ ὁ τῶν Καδμείων πόλεμος κρείσσων ἐγένετο τῶν Ἀργείων. I.
ὡς μέλει μοι καὶ τόδ’
: ὅτι διὰ φροντίδος ἐστί μοι καὶ τόδε, εἰ ὁρᾷ φῶς, ἤγουν εἰ ζῇ. φάος τὸ φῶς βραχὺ, καὶ Φάρος ὄνομα τόπου. φάρος δὲ τὸ ἱμάτιον ἐνίοτε μὲν μακρὸν, ἐνίοτε δὲ βραχὺ, ὡς τὸ καλόν, τὸ ἴσον, τὸ ἀνήρ, τὸ ὕδωρ, τὸ ἀήρ, τὸ Ἄρης, ὡς δείκνται ἐν τῷ Ἆρες Ἄρες βροτολοιγέ,
τὸ ὑμῖν καὶ ἕτερα. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
ξυνωρίς
: ἡ δυάς. I.
εὐδαιμονοίης
: εὐτυχοίης. λέξον δὲ πῶς τοὺς Ἀργείους ἀπὸ τῶν πυλῶν ἀπεδιώξατε περικυκλούμενοι ὑπ’ ἐκείνων, ὅπως εἰσελθοῦσα εὐφράνω τὸν τυφλὸν Οἰδίποδα, τῆς γῆς ταύτης φυλαττομένης. I.
πῶς γὰρ Ἀργείων δόρυ
: αὕτη ἡ κατασκευὴ οὐ πρὸς τὸ εὐδαιμονοίης, ἀλλ’ ἄνω τοῦ ἀγγέλου εἰπόντος ὡς ὁ Καδμείων Ἄρης κρείσσων κατέστη τοῦ Μυκηναίου δορὸς, θεῖσα αὕτη διὰ μέσου τὴν περὶ τῶν τέκνων ἐρώτησιν, καὶ μαθοῦσα τὰ λῴω ὥσπερ διαπιστοῦσα πρὸς ἐκεῖνον τὸν λόγον ἔοικεν· ὑπονοεῖται γὰρ ἐκ τῆς τοιαύτης κατασκευῆς ὅτι οὐ δέχεται, φάσκουσα, πῶς γὰρ ἀπεστήσασθε τὸ Ἀργεῖον δόρυ τῶν πυλῶν; λέξον, εἰ ἀληθῆ λέγεις, ὡς ὁ Καδμείων Ἄρης κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. Bar.
Gu.
πυργηρούμενοι
: φυλάσσοντες τοὺς πύργους, ἢ ὑπ’ ἐκείνων πολιορκούμενοι. ἢ φυλαττόμενοι ἡμεῖς, τειχήρεις ὄντες. B.
C.
M.
T. κυκλούμενοι, πολιορκούμενοι. Gr. ὑπ’ ἐκείνων. Gu.
ὑπερθανών
: γράφεται ὑπερβαλών. τὸ ὑπερβάλλειν γενικῇ καὶ αἰτιατικῇ, ὥσπερ καὶ τὸ ὑπεραίρω. ἔστι δὲ τὸ ὑπερβὰς τῆς γῆς καὶ τὸ πύργων ἐπ’ ἄκρων στὰς ταυτόν. Gu.
ἔνειμεν
: ἀντὶ τοῦ τὰ τάγματα διέταξεν. M. ἔταξεν ἄγων. Gr.
Florr. iidem.
φύλακας
: ἐπιτηρητὰς καὶ ἀποσοβητὰς τῶν πολεμίων. Gu. διὰ τοῦτο ἑπτὰ ἔταξε στρατηγοὺς πρὸς ταῖς ἑπτὰ πύλαις, ἑαυτὸν οὐ συγκατατάξας, ὅπως αὐτὸς περιέρχοιτο τὰς πύλας, τῷ νοσοῦντι μέρει συμμαχῶν· ἐπάγει γὰρ ἐπειδὴ τάσδ’ εἰσεῖδεν εὐτυχεῖς πύλας, ἄλλας ἐπῄει παῖς σός.
A.
B.
C.
M.
T.
I. Ἄλλως. ἀπὸ
ἐφέδρους
: ἔφεδροι λέγονται οἱ τῶν ἐν τῷ πολέμῳ πιπτόντων ἀναπληροῦντες τὰς ἑαυτῶν τάξεις. M. ἀντιπάλους, ἀνταγωνιστάς. M. ἐπικαθεζομένους ἄλλους ἐποίησεν, ὅπως βοηθήσωσι τοῖς ἀσθενεστέροις. C. ἀντιπάλους, ἀγωνιστὰς ἐπικαθεζομένους ἀντιτάττεσθαι, εἰ ἐπικρατοίη τὸ ἀντίπαλον μέρος. B.
Gr.
I. ἔφεδρος γὰρ ὁ εὐτρεπισμένος, δύο τινῶν παλαιόντων, παλαίειν τῷ νικήσαντι. Gr.
Leid.
Cant. ἔταξε δὲ καὶ ἐφέδρους ἑτέρους, ἱππότας καὶ πεζοὺς ὡπλισμένους πρὸς τοὺς ἐν ταῖς πύλαις ἱσταμένους ἱππότας καὶ πεζοὺς, ἵνα ὦσι βοήθεια καὶ δύναμις τούτοις, εἴποτε κάμοιεν πολεμοῦντες. ἐγγὺς γὰρ ὄντες τούτοις τάχιστα καὶ δι’ ὀλίγου ἐβοήθουν ἂν ὁρμώμενοι. ἔφεδρος γάρ ἐστιν, ὅταν τινῶν παλαιόντων ἕτερός τις ἀναμένῃ τὸν νικήσαντα παλαίσειν. Bar.
Gu. ἐπαλλήλους τούτους ἔταξεν, ἵνα, φησὶν, εἴη τοῖς νοσοῦσι τείχεσι πολέμου βοήθεια ἐγγύς. Gr.
Cant.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
δι’ ὀλίγου
: διὰ βραχέος χρόνου. B. ἐγγύς. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. συντόμως, διὰ ταχέος. Gu.
περγάμων
: νῦν τῶν τειχέων τῶν ὑψηλῶν. M. πέργαμα τὰ ἀκρωτήρια, στέγη δὲ τὰ τείχη τῶν ὑψηλῶν. A.
M.
T. οὕτως πᾶσαν ἀκρόπολίν φασιν. B.
M. ὀρθίων δὲ ὑψηλῶν. B.
λεύκασπιν
: λευκὰς ἀσπίδας ἔχοντα. B.
M. καὶ ἀπὸ τῶν τειχῶν τῶν ὑψηλῶν. Gr.
Florr. iidem.
Τευμησσόν
: Τευμησσὸς ὄρος Βοιωτίας, ἀντὶ τοῦ τὴν τῷ Τευμησσῷ παρακειμένην χώραν. ἐπεὶ πῶς ὁρᾶν ἠδύναντο, πλέον ἑκατὸν
τάφρου πέλας
: πλησίον τῆς σούδας. I.
δρόμῳ συνῆψεν
: περιέλαβον, περιεκύκλωσαν, οἷον, ὀξέως ἐπέβησαν, ἐπλησίασαν. M. καὶ ἥνωσε τὸ ἄστυ τῶν Θηβῶν δρόμῳ, τουτέστι δραμὼν ἦλθεν εἰς Θήβας πλησίον εἰς τὸν τάφρον. δέον δὲ εἰπεῖν συνάψαντα πρὸς τὸ ἐκλιπόντα, καινῶς τὴν σύνταξιν ἐξήνεγκε πρὸς εὐθεῖαν. εὕρηται δὲ τοῦτο πολλαχοῦ, οὐ μόνον παρὰ ποιηταῖς, ἀλλὰ καὶ λογοποιοῖς. Gu.
Bar. ἐπλησίασεν εἰς τὸ ἄστυ. Gr.
Fl, 5.
6.
9.
21.
56.
59.
76. μέχρι τῆς πόλεως ἔδραμεν. Gu.
προσῆγε
: προσήρχετο. M.
Ἀταλάντην
: ἔχει γὰρ ἐν τῇ ἀσπίδι τὴν Ἀταλάντην τοξεύουσαν τὸν Αἰτωλὸν κάπρον τοῖς μακροβόλοις ὀϊκτοῖς. A.
C.
M.
T.
κάπρον
: ὃν ἐπήγαγεν Αἰτωλοῖς ποτὲ Ἄρτεμις λυμαίνεσθαι τὴν σφῶν χώραν, ὀργιζομένη Οἰνεῖ θύσαντι τοῖς ἅλλοις θεοῖς, καὶ οὐ τῇ Ἀρτέμιδι. ἀπέκτεινε δὲ τὸν κάπρον τοῦτον ὁ Μελέαγρος. Gu.
Bar. οὗτος ὁ κάπρος ἐλέγετο Καλυδώνιος· Καλυδὼν δὲ ὄρος Αἰτωλίας. ἱστορεῖται δὲ ὡς τοῦτον τὸν κάπρον ἡ Ἄρτεμις ἐτόξευσε, Μελέαγρος δὲ τῷ συοκτόνῳ δόρατι περὶ τὸ μέτωπον πλήξας ἀνεῖλεν. Gu.
1 11. οὐ σημεῖ’ ἔχων
: οὐκ ἔχων ἐπὶ τῇ ἀσπίδι σημεῖα ὑπερήφανα καὶ μετὰ ἀλαζονείας, ὡς τὰ Καπανέως. B.
C.
M.
T.
I. καὶ παρὰ τῷ Αἰσχύλῳ τοίαν ὁ μάντις ἀσπίδ’ εὔκυκλον ἔχων πάγχαλκον ἕρπει, σῆμα δ’ οὐκ ἐπῆν κύκλῳ.
A.
B.
M.
T.
I. Ἄλλως. οὐχ ὡς οἱ ἄλλοι ἔχων πεποικιλμένην τὴν ἀσπίδα. A.
Ὠγύγια δ’ εἰς πυλώμαθ’
: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ
1 14. ἐν μέσῳ σάκει
: ἐν μέσῳ τῷ Ἱππομέδοντος σάκει ἐνεγέγραπτο ὁ Ἄργος ὁ κύων, ὃν πανταχόσε τοῦ σώματος ὀφθαλμοῖς πεποικίλθαι φασὶ, τοὺς μὲν σὺν ταῖς ἀνατολαῖς τῶν ἄστρων, τουτέστιν ἐν νυκτὶ, ἀνεῳγμένους καὶ βλέποντας κεκτημένον, τοὺς δὲ σὺν τῇ δύσει τῶν ἄστρων καμμύοντας. τοῦτο δὲ ἦν, ἵν’ ἑκάστοτε ἀγρυπνῶν πρόνοιαν ἔχῃ Ἰοῦς, ἧς ἐπιστάτην Ἥρα ἐπέστησεν· ὃν ὑπὸ τοῦ Ἑρμοῦ, Διὸς πέμψαντος, φονευθέντα ἐλεήσασα ἡ Ἥρα ἐποίησεν ἀντ’ αὐτοῦ ταώ. Gu.
Bar.
115. στικτοῖς πανόπτην
: ὁ πανόπτης κύων, ὃς ἐφύλασσε τὴν Ἰώ· ἅπας γὰρ ὀφθαλμὸς ἦν. C. πεποικιλμένοις, ἐχγεγραμμένοις. M.
T.
Fl. 59. Ἄλλως. τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον, τὸν τῆς Ἰοῦς φύλακα. οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκμήριον τῆς πατρίδος σημεῖον στικτὸν
1 16. ἐπιτολαῖσιν
: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τὴν πρὸς δύσιν· θέλει γὰρ αὐτὸν οἷς μὲν ἐξαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν. Ἄλλως. ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν. ὁ μὲν γὰρ Φερεκύδης αὐτὸν ἐπὶ τοῦ ἰνίου φησὶν ἔχειν ὀφθαλμὸν, ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. γράφει δὲ οὕτως· Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται Κρίασος, τοῦ δ’ Ἐρευθαλίων (ἀφ’ οὗ Ἐρευθαλία πόλις καλεῖται ἐν Ἄργει) καὶ Φόρβας. τοῦ δὲ γίνεται Ἀρέστωρ, Καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε,
A.
B.
C.
M.
T.
I.
τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα,
ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος
πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί.
ἐπιτολαῖσιν
: ἀνατολὴ καὶ ἐπιτολὴ διαφέρει. ἀνατολὴ μὲν γάρ ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετ’ ἐκεῖνα. A.
C.
M.
T.
ἐπιτολαῖσιν ὄμματα
: ἐνταῦθα
ὄμματα
: τουτέστιν οἱ μὲν ὀφθαλμοὶ, οἵτινες ἦσαν πρὸς ἀνατολὴν, ἔβλεπον, οἵτινες δὲ ἦσαν πρὸς τὴν δύσιν, ἐκάμμυον. τὸν Ἄργον κύνα λέγει. ἐγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππομέδοντος, ἔχοντα τῶν ὀφθαλμῶν τοὺς μὲν ἐπὶ ἀνατολὰς τῶν ἄστρων τετραμμένους, τοὺς δὲ πρὸς τὰς δύσεις, οὓς καὶ μύειν ἐδόκει. τὸ γὰρ πίπτοντα ἀντὶ τοῦ καμμύοντα. πανόπτης δὲ καλεῖται διὰ τὸ εἶναι αὐτὸν ἄϋπνον, φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας. C. τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα ταῖς ἐπιτολαῖς τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα. M.
βλέποντα, τὰ δὲ κρύπτοντα
: ἰστέον ὅτι τὸ βλέποντα καὶ τὸ κρύπτοντα πρὸς τὸν πανόπτην συντάσσεται, ἀρσενικαὶ αἰτιατικαὶ οὖσαι, καὶ οὐχ, ὥς φασί τινες, οὐδέτεραι, συντάσσοντες πρὸς τὸ τὰ μὲν, τὰ δὲ, οὐ συνάπτοντες τῷ προτέρῳ, ἀλλὰ κομματικὸν ἐκφέροντες, λαμβάνοντες ἔξωθεν τὸ ὑπῆρχον, καὶ λέγοντες οὕτω, τὰ μὲν ὄμματα ὑπῆρχον βλέποντα, τὰ δὲ κρύπτοντα. Gu.
Bar.
ὡς ὕστερον
: ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως ἐγγεγραμμένην ἀποθανόντος τοῦ Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος. C.MT. τὸ ὡς ἀντὶ τοῦ καθὼς ὁρᾶν οὕτως, καθὼς ἦν ἰδεῖν τὴν
Ὁμολωΐσιν
: πύλαι Θηβῶν. αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος. τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος δ’ αὐτάς φησιν οὕτω κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολώου ἥρωος, οὗ τὴν ἐπίκλησιν ἔχουσι· κατὰ δὲ τοὺς ψευδολογεῖν βουλομένους ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων, Ὁμολωΐδος καλουμένης. A.
B.
C.
M.
T.
I.
Ὁμολωΐσιν
: ταῖς ἀπὸ Ὁμολωέως, ἤγουν Ἀμφίονος, κεκλημέναις ἤγουν Ὁμολωΐδος τῆς θυγατρὸς αὐτοῦ. Gu.
Ποτνιάδες
: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας. A.
B.
C.
M.
I. Γλαῦκον τὸν Σισύφου φασὶν ἔχειν ἵππους οὕτω λυττώσας ὡς καὶ αὐτὸν ὕστερον Γλαῦκον καταφαγεῖν. ἔτρεφε δὲ ἐν Ποτνίαις, πόλει τῆς Βοιωτίας, ὅθεν καὶ τοὔνομα ἔσχον αἴ ἵπποι Ποτνιάδες. εἶχε δὲ αὐτὰς ἐπίσημον Πολυνείκης ἐπὶ τῆς ἀσπίδος ἐν μέσῳ τῷ ὀμφαλῷ χαλκᾶς, οὕτως ὑπὸ μηχανῆς κατεσκευασμένας, ὥστε τοῖς ὑποκάτω τῆς ἀσπίδος ἱμᾶσι κινουμένας δοκεῖν μαίνεσθαι καὶ φόβον ποιεῖν τοῖς ὁρῶσιν. Bar.
Gu.
ἐπίσημα πῶλοι
: ἐπίσημον δὲ ἐπὶ τῇ ἀσπίδι αὐτοῦ πῶλοι μανικαὶ καὶ ἐπιτήδειοι εἰς δρόμον ἐσκίρτων ἐν κινήσει, εὐστρόφως κατά τινα τρόπον στρεφόμεναι μηχαναῖς τισιν ἔνδοθεν τῆς ἀσπιδος ὑπ’ αὐτὸν τὸν πόρπακα. Gr.
Leid. ἐφοίτων, ἐσκίρτων. I.
ἐσκίρτων φόβῳ
: τῷ περὶ αὐτὰς φόβῳ ἐδόκουν σκιρτᾶν, τουτέστιν οὕτω φοβεραὶ ἦσαν κατὰ τὴν ἐπιγραφὴν ὡς δοκεῖν σκιρτᾶν, θέας ἀποτελούσης. στρόφιγξι δὲ ταῖς περιστροφαῖς τοῦ δρόμου ἐν τῇ γραφῇ κεκαμμένων αὐτῶν τῶν τραχήλων πάνυ ταῖς ἡνίαις, ὡς δοκεῖν ἀληθῶς τῇ ὄπισθεν τοῦ ὅπλου αὐτὰς κατέχεσθαι, ὡς νομίζεσθαι τὸν βαστάζοντα τὸ ὅπλον καὶ τὰς ἡνίας αὐτῶν ὑπὸ τὸν πόρπακα κατέχειν διὰ τὸ μὴ ἐγγεγράφθαι τὸν ἡνίοχον μηδὲ τὸ ὄχημα, μόνην δὲ τὴν ζεῦξιν τῶν πώλων, ὡς καὶ ἐν ἅρματι, ἐγγίζουσαν τοῦ ὅπλου, καὶ ἔσωθεν αὐτὴν ἡνιοχουμένην. στρόφιγξι δὲ ταῖς ἡνίαις, καθὰ δι’ αὐτῶν στρέφεται τὸ ἅρμα. A.
C.
T.
πόρπαχ’ ὑπ’ αὐτόν
: τὸν ὀμφαλὸν, ὃ καλοῦσι τὸ μέσον τῆς ἀσπίδος. Gu. κατὰ τὸ μέσον τῆς ἀσπίδος. B. rec.
I. πόρπαξ ὁ λῶρος τῆς ἀσπίδος. Fl. 5.
6.
9.
21.
56.
59.
76.
Mosq. πόρπαξ δὲ καλεῖται τὸ κατὰ μέσον τοῦ ὅπλου ὑπὸ τὸ τοῦ ὀμφαλοῦ κοίλωμα, δι’ οὗ καὶ βαστάζεται τὸ ὅπλον. καλῶς πως ὑπὸ τὸν πόρπακα κατεχόμεναι σκιρτηματικῶς, ὡς δοκεῖν μαίνεσθαι αὐτάς. εἴη δ’ ἂν αὐτῷ τῆς τύχης οἰκεῖον καὶ τῆς φυγῆς τὸ σημεῖον. τὸ δὲ ἔνδοθεν δηλοῖ ὅτι τῆς ἄντυγος ἔσωθεν, ἵνα εἴπῃ, κατὰ τὸ μέσον τῆς ἀσπίδος. πόρπακα δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος. ἐν δὲ τῇ ἀσπίδι, φησὶ, τούτου ἐντετύπωντο αἱ Ποτνιάδες ἵπποι οὕτως ἀκριβῶς ὡς δοκεῖν τῇ ἀληθείᾳ σκιρτᾶν κατὰ τὴν γραφὴν καὶ περιθέειν τὸν τῆς ἀσπίδος ὀμφα1128. λόν. A.
C.
T.
ἐπ’ Ἠλέκτραις πύλαις
: ἢ ἀπὸ Ἠλεκτρυῶνος τοῦ πατρὸς Ἀλκμήνης, ἢ ἀπὸ Ἠλέκτρας θυγατρὸς τοῦ Ἀμφίονος. ἔνιοι δὲ ἀπὸ Ἠλέκτρας τῆς τῆς Ἁρμονίας μητρὸς, ἧς εἶναι ἀνάθημά φασι τὸ ἐν Τροίᾳ Παλλάδιον, τὸ κλαπὲν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους. A.
B.
C.
M.
I. Ἄλλως. ἀπὸ Ἠλέκτρας τῆς Ἄτλαντος καὶ Ἡσιόνης. ἱστορεῖται δὲ καὶ ἡ Ἠλέκτρα τρεῖς παῖδας ἔχειν, Δάρδανον, Ἠετί
σιδηρονώτοις
: πῶς οὖν ἀνωτέρω εἶπε λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν,
ἐν δὲ τῇ Ἀντιγόνῃ λέγει ἐπὶ χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως;
λεύκασπιν μὲν οὖν ἀπὸ τοῦ πλεονάζοντός φησι, χρυσόνωτον δὲ τὴν πολυτελῇ, σιδηρόνωτον δὲ τὴν ἰσχυρὰν ἀσπίδα. A.
B.
C.
M.
I. χαλκενδύτοις. B.
M.
I.
ἐπῆν
: ὑπῆρχεν, ἐπέκειτο, ἐζωγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας φέρων ἐπὶ τοῖς ὤμοις πᾶσαν τὴν πόλιν. C.
M. ἐπὶ τοῖς τύποις δὲ, ἤγουν ταῖς γραφαῖς, ταῖς σιδηρονώτοις τῆς ἀσπίδος, ἀντὶ
μοχλοῖσιν
: μεγάλοις ξύλοις. B. rec.
ὑπόνοιαν ἡμῖν
: μὴ λάβῃς ἔξωθεν τὴν εἰς πρόθεσιν εἰς τὸ ὑπόνοιαν, ὥς τινές φασιν, ἀλλ’ οὕτω λέγε· ἐπῆν δὲ καὶ ὑπῆρχεν ἐπὶ τῆς ἀσπίδος ἐν σιδηρονώτοις τύποις γίγας γηγενὴς, καὶ ἐκ τῆς γῆς γεννηθεὶς, φέρων ἐπὶ τοῖς ὤμοις ὅλην τὴν πόλιν, ὑπόνοιαν καὶ ὑποψίαν οἷα πείσεται ἡ πόλις αὕτη· τουτέστι τὸ φέρειν ἐπὶ τοῖς ὤμοις τὴν πόλιν ὑπονοεῖν τοῖς ὁρῶσι παρεῖχε τὴν ἐσομένην τῇ πόλει καταστροφήν. τὸ δὲ ἐξανασπάσας βίᾳ μοχλοῖσι διὰ μέσου, δεικνύον καὶ ἑρμηνεῦον τὸ πῶς αὐτὴν ἐν τοῖς ὤμοις ἔφερε. τὸ δὲ σιδηρονώτοις τύποις ἀντὶ τοῦ ἐν σιδηροῖς τύποις ἐπὶ τῶν νώτων τῆς ἀσπίδος ἐνετετύπωτο. Gu.
ταῖς δ’ ἑβδόμαις
: τινές φασι τὰς ἑβδόμας πύλας Βοιωτίας καλεῖσθαι ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ τῆς σοφῆς Μελανίππης, ἀφ’ οὗ καὶ ἡ πᾶσα Βοιωτία ἐκλήθη. A.
C.
M.
136. ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ
: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα. B.Ι. ἀντὶ τοῦ πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας. A.
M. Ἄλλως. τῷ ἑκατὸν ἐχρήσατο ἀορίστως. ἡ δὲ σύνταξις, πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας, ἐκπληρῶν τὴν ἀσπίδα καὶ ἔχων αὐτὴν ἐπὶ τοῖς λαιοῖς βραχίοσιν. ἐκπληρῶν δὲ ἀντὶ τοῦ ἐκπληρώσας. τὸ δὲ ἑξῆς, ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν, ταῖς ἑκατὸν ἐχίδναις ὕδρας ἐκπληρῶν τῇ γραφῇ, ἀντὶ τοῦ ἑκατὸν κεφαλαῖς. λέγει δὲ τὴν ὕδραν· ἐχιδνώδεις γὰρ ἦσαν αἱ ταύτης κεφαλαί. A.
B.
C.
M.
I.
ἐχίδναις
: κεφαλαῖς ὤφειλεν, λέγει δὲ ἐχίδναις, ὅλον ἀντὶ μέρους τιθείς· ἐχιδνώδεις δὲ ἦσαν αἱ κεφαλαὶ τῆς Ὕδρας. Cant.
ὕδρας-Ἀργεῖον αὔχημα
: τὴν πολυκέφαλον ὕδραν, ἐκπληρῶν τὴν γραφήν. M. αὐτὴν δηλονότι τὴν ἀσπίδα μετὰ τῆς Ὕ δρας, ἥτις ἐν τῇ Λέρνῃ ἦν, τῇ πηγῇ τῇ ἐν τῷ Ἄργει. Gr.
Bar. Fl 5. 6.
9.
21.
56.
59.
76. ἐν Λέρνῃ πηγῇ Ἄργους ἡ Ὕδρα ἡ ἐννεακέφαλος ἦν, ἣν ἀπέκτεινεν Ἡρακλῆς. εἶχεν οὖν Ἄδραστος ὡς
Ἀργεῖον αὔχημ’
: ἀλλὰ γὰρ βασιλεὺς ὢν τοῦ Ἄργους ἔφερε παράδοξα αὐχήματα μαινόμενα καὶ ἐναρπάζοντα τὰς Θήβας. ἐν Λέρνῃ γὰρ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ Ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. οὕτω γοῦν ὁρῶν αὐτὰς Ἡρακλῆς τεμνομένας καὶ πάλιν βλαστώσας ἐκέλευσεν Ἰολάῳ τὰς τεμνομένας παρακαίειν. ἔφερεν οὖν τὴν ἀσπίδα τοῖς ἀριστεροῖς βραχίοσι τῇ γραφῇ τῆς Ὕδρας πεπληρωμένην, καὶ διὰ τῆς γραφῆς τῆς Ὕδρας ἐχίδναις αὐτὴν ἐκπληρῶν καταγραφείσαις, αἳ δὴ καὶ ἀνήρπαζον. Α.C.
M. ἐν γὰρ τῇ ὕδρᾳ Ἀργεῖοι ἐσεμνύνοντο. Gu.
ἐκ δὲ τειχέων μέσων
: ἐκ μέσου δὲ τῶν τειχῶν εἰς τύπον τῶν Θηβῶν ἐζωγραφημένων οἱ δράκοντες, ἀντὶ τοῦ αἱ κεφαλαὶ τῆς Ὕδρας, ἔφερον ταῖς ἑαυτῶν γνάθοις, ἤγουν σιαγόσι, τὰ τέκνα τῶν Καδμείων. Gr.
Cant.
δράκοντες
: ὕδρα ὄφις ἦν ἔχουσα κεφαλὰς ρ′. Καὶ ἄλλως. ἀπὸ τῆς ὕδρας ἐξήρχοντο κεφαλαὶ πολλαὶ, αἳ κεφαλαὶ τῆς ὕδρας ἐχιδνώδεις. αἱ ἔχιδναι ἀπὸ τῆς κεφαλῆς τῆς ὕδρας ἐξήρχοντο. δράκοντας δὲ εἶπεν εἶδος ἀντὶ εἴδους παραλαμβάνων. C. ἤγουν αἱ ἔχιδναι καὶ αἱ κεφαλαὶ τῆς ὕδρας. δράκοντας εἶπεν ἀντὶ τοῦ εἴδους εἶδος παραλαμβάνων. Gu.
ξύνθημα
: ἀντὶ τοῦ σημεῖόν τι ἴδιον εἰ ἐπιγινώσκουσιν, ὑπὲρ τοῦ τοὺς οἰκείους μὴ φονεύειν. λέγει δὲ τὸ κηρύκειον. ταῦτα δὲ, φησὶν, εἶδον ἀκριβῶς πρὸς ἕκαστον τῶν ταξιαρχῶν κῆρυξ ἀποστελλόμενος. A.
M.
T. ἀγγελίαν, μήνυμα. B. rec.
I. σημεῖόν τι ἴδιον εἰ ἐπιγινώσκουσιν, ὑπὲρ τοῦ μὴ τοὺς ἰδίους φονεύειν. B.
I.
μεσαγκύλοις
: τοῖς ἀκοντίοις, διὰ τὸ κατὰ μέσον τοῦ ξύλου τὰ ἀκόντια ἀγκύλον τι καὶ κοῖλον ἔχειν ἐγγλυφὲν, εἰς ὃ ἐμβαλόντες τὸν δάκτυλον τὸν δεύτερον καὶ τοῖν δυοῖν ἑκατέρωθεν κατέχοντες
τί μέλλετε
: διὰ τί κατ’ ὀλίγον ἀναλισκόμεθα, καὶ οὐχὶ πάντες ἐμπίπτομεν ταῖς πύλαις; A.
B.
M.
I. ἀναβάλλεσθε. M. τί βραδύνετε μετεώρῳ κινήματι καὶ διεγηγερμένῳ, ὥστε ἐπιτίθεσθαι ταῖς πύλαις. Gr.
Cant.
Mosq.
ἄρδην
: ὁμοῦ. Gu. 20
149. πολλοὶ δ’ ἔπιπτον
: πολλοὶ δὲ Ἀργείων ἐξ ἡμῶν δηλονότι,
Τυφὼς πύλαισι
: τύφεσθαί ἐστι τὸ τοὺς ὀφθαλμοὺς συγκεχύσθαι. Μένανδρος ἐν Φιλαδέλφοις νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι.
καὶ ἐν Ἐπιτρέπουσιν ἐξετύφην μὲν οὖν κλαίουσα.
155. πῦρ καὶ δικέλλας
: δότε μοι δηλονότι, ἵνα καταβάλω πόλιν. Bar.
κατασκάψω
: καταβάλω, καταστρέψω. Gr.
ἀλλ’ ἔσχε
: ἀλλ’ ἐπέσχε μαινόμενον αὐτὸν ὁ τοῦ Ποσειδῶνος παῖς Περικλύμενος, λίθον ἐπιρρίψας κατὰ τὸ κάρα μέγαν καὶ ἅμαξαν ἱκανὸν πληροῦν, λέγω ἐξέχουσαν πέτραν ἀπὸ τῶν προμαχεώνων. τὴν ξανθότριχα δὲ κεφαλὴν εἰς λεπτὰ κατέθραυσεν, καὶ συνδέσεις ὀστέων ἔσχισεν, τὴν ἄρτι δὲ ξανθότριχα σιαγόνα, ἤγουν τὴν οὐ πρὸ μακροῦ τὰς ξανθὰς τρίχας φύσασαν, ᾑμαγμένην ἐποίησεν, οὐδὲ διασώσει τὴν ἑαυτοῦ ζωὴν, ἤγουν οὐδὲ ἀπάξει ἑαυτὸν ζῶντα, τῇ ἑαυτοῦ μητρὶ τῇ Ἀταλάντῃ, τῇ τοξικῇ, τῇ κόρῃ τοῦ Μαινάλου, ἤγουν τῇ περὶ τὸ Μαίναλον διατριβούσῃ. ἐπεὶ δὲ τάσδε τὰς πύλας εἶδεν εὐτυχεῖς ὁ σὸς παῖς, ἐπ’ ἄλλας ᾔει, ἤγουν ἐπορεύετο, ἠκολούθουν δὲ ἐγώ. ὁρῶ δὲ Τυδέα καὶ πολλοὺς ὑπασπιστάς. Gr.
Cant.
ἀλλ’ ἔσχε
: πρὸς ταῖς Κρηναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβοληθῆναι Ἀριστόδημος. A.
B.
C.
M.
I.
ξανθὸν δὲ κρᾶτα
: ἀμφίβολον πότερον τὰς κρᾶτας εἶπεν, ἢ ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.
καὶ Ὅμηρος ἀμφιβόλως εἴρηκεν εἰπὼν κράτων τυπτομένων.
καὶ Ἴων τύπτων τὸν αὐτοῦ κρᾶτα.
B.
C.
I.
διεπάλυνε
: ἐμόλυνε, ἔκοψε. C. διέσχισε. M. εἰς λεπτὰ διέχεε. παιπάλη γὰρ λέγεται τὸ λεπτὸν τοῦ ἀλεύρου. Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
ἀντὶ τοῦ ἐπέπασσεν. ἢ ἀντὶ τοῦ ἐμόλυνεν. παλάσσετο δ’ αἵματι θώρηξ.
A.
B.
M.
I. διελέπτυνε. I. τὸ δὲ ῥαφάς ἀντὶ τοῦ ἁρμογὰς καὶ συνδέσεις. πέντε δὲ ῥαφὰς εἶναί φασιν οἱ ἰατροὶ τῆς κεφαλῆς. A.
M.
οὐδ’ ἀποίσεται
: οὐδὲ ἀπέρχεται ζῶν πρὸς τὴν μητέρα. B.
M. οὐδὲ κομίσει ἑαυτὸν ζῶντα πρὸς τὴν μητέρα. I. οὐδὲ διασώσει τὴν ἑαυτοῦ ζωὴν, ἤγουν οὐδὲ ἐπάξει ἑαυτὸν ζῶντα τῇ ἑαυτοῦ μητρὶ τῇ Ἀταλάντῃ, τῇ τοξικῇ, τῇ κόρῃ τοῦ Μαινάλου, ἤγουν τῇ περὶ τὸ Μαίναλον διατριβούσῃ. ὄρος Ἀρκαδίας τὸ Μαίναλον. Gr.
Cant.
ἐπῄει
: ἐπήρχετο. I.
ἀκοντίζοντας
: ἀκοντίζειν ἐστὶ τὸ ἀκοντίῳ καὶ λόγχῃ βάλλειν. εἰ οὖν καὶ μόνον τὸ ἀκοντίζειν τὸ λόγχῃ βάλλειν δηλοῖ, περισσόν ἐστι καὶ ἀδολεσχίαν ἔχει, εἴ τις εἴποι λόγχῃ ἀκοντίζειν· λόγχῃ δὲ τοιᾷδε ἀκοντίζειν εἴ τις λέγοι σὺν ἐπιθέτῳ, ἀκολούθως λέγει καὶ οὐδεμίαν ἀδολεσχίαν ποιεῖ. τῆς μὲν γὰρ οὖν λόγχης ἐν τῷ ἀκοντίζειν παρούσης, οὐκέτι καὶ τὸ εἶδος αὐτῆς συμπαρῆν. εἴ τις οὖν ἐπάγειν αὐτὸ θέλοι, ἀνάγκην ἔχει ἐπαναλαμβάνειν τὴν λόγχην· καὶ ἐπὶ πάντων δὲ τῶν ὁμοίων τὸ τοιοῦτον ἐξ ἀνάγκης συμβαίνει. Gr.
Cant.
ἐπάλξεων λιπεῖν ἐρίπνας
: τῶν ἐπάλξεων τὰ ἄκρα. Ἄλλως.
πύργοις δ’ ἐπέστησ’
: κατέστησεν αὐτοὺς πάλιν ἐπὶ τοῖς πύργοις. M.
Καπανεὺς δέ
: ὁ Καπανεὺς θέλων μιμήσασθαι τὸν Δία ἀνῆλθεν εἰς κλίμακα, ἔχων δύο λαμπάδας, τὴν μὲν μίαν κεραυνὸν ἔλεγεν εἶναι, τὴν δὲ ἑτέραν ἀστραπήν· ἐπὶ τούτοις ὀργισθεὶς ὁ Ζεὺς
ὡς
: πῶς. I.
μακραύχενος γὰρ κλίμακος
: ὑψηλῆς κλίμακος ἐπαναβάσεις, περιφραστικῶς, ἀντὶ τοῦ κλίμακα ὑψηλήν. Gr.
Bar.
προσαμβάσεις
: τὰς ἀναβάσεις τῆς ὑψηλῆς κλίμακος βαστάζων ἐπορεύετο. I.
ἀνεῖρφ’
: ἀνέβαινε, ἀνήρχετο. Florr. iidem.
εἱλίξας δέμας
: συστρέψας. M. συστείλας τὸ σῶμα. Gr.
Florr. iidem.
ἀμείβων
: διερχόμενος τὰ ξεστὰ βάθρα, ἤγουν τὰς ξεστὰς βαθμίδας τῶν ἐνηλάτων τῆς κλίμακος, τουτέστι τῶν ὀρθῶν ξύλων, ἐφ’ οἷς πεπήγασιν αἱ βαθμίδες. Gr.
Cant.
Florr.
ἐνηλάτων βάθρα
: ἐν οἷς τὰ ὑπόβαθρα πήγνυται, δι’ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ τείχη. M. τῶν ὀρθίων ξύλων τῆς βαθμίδος. B. περιφραστικῶς τὰ ἐνήλατα, ὅπου ἐπιβαίνομεν, ἢ τὰς βάσεις τῶν ἐνηλάτων τῆς κλίμακος. Ἄλλως. ἐνήλατά ἐστι τὰ ὀρθὰ ξύλα, ἔνθα πήγνυνται καὶ ἐλαύνονται τὰ βάθρα τῆς κλίμακος. B.
C.
M.
I. τὸ δὲ βάθρα ἀντὶ τοῦ εἰς ὕψος. A.
C.
M. Ἄλλως. βάθρων τῶν θεμελίων καὶ τῶν βάσεων. A.
C. βαθμούς. M.
ὑπερβαίνοντα
: ἀπὸ τοῦ νῦν μέλλοντα ἐπιβῆναι τῶν τειχῶν. Gu.
ἐκτύπησε
: ἦχον ἐποίησεν. Gr Florr. iidem. πεσόντος τοῦ κεραυνοῦ. Gu.
κόμαι μέν
: ὡς κοῦφαι. Gu.
εἰς Ὄλυμπον
: εἰς οὐρανὸν ἀνεπέμποντο. Gr.
Florr. iidem. εἰς ὕψος. Gu.
αἷμα δέ
: ὡς γεῶδες. Gu.
κῦλα
: τὰ ἄκρα τῶν ποδῶν. B.
Gu.
I. οἱ πόδες. Gr.
Florr.
ὡς κύκλωμ’
: ὡς ὁ τροχὸς τοῦ Ἰξίονος, περὶ ὃν ἀεὶ στρέφεται. οὗτος γὰρ ὁ Ἰξίων διὰ τὸ τῆς Ἥρας ἐρασθῆναι ταύτην κατεδικάσθη τὴν τιμωρίαν. A.
B.
C.
M.
I.
Ἰξίονος
: ὁ Ἰξίων φόνον δράσας ὑπὸ τοῦ Διὸς ἀνηνέχθη ὑπ’ οὐρανὸν, καὶ μετὰ τὸ καθαρθῆναι ὕβρισε τὴν τοῦ Διὸς φιλίαν. ἐπεθύμησε γὰρ τῆς Ἥρας, καὶ λόγους προσήγαγεν αὐτῇ· ἡ δὲ θεὰ νεφέλην αὐτῷ παρεκοίμισεν εἰς ἑαυτὴν σχηματίζουσα, ᾗ δὴ συγκαθευδήσας ὁ Ἰξίων ἐπεκαυχήσατο τῇ συνουσίᾳ. καὶ Ζεὺς ἀγανακτήσας ἐταρτάρωσεν αὐτὸν καὶ τροχῷ προσέστησεν. C.
Ὁ Ἰξίων τροχῷ κατακριθεὶς τὴν τιμωρίαν ἔχει· ἀναβιβάζει γὰρ τὸν τροχὸν ἐν τόπῳ ὑψηλῷ. οὗτος δὲ πάλιν κατέρχεται. C. Ὁ Ἰξίων Λαπίθης ἦν τὸ γένος, ἠγάγετο δὲ Δίαν τὴν Ἠϊονέως θυγατέρα, τὸν δὲ πενθερὸν αὐτοῦ ἐλθόντα ἐπὶ τὰ ἕδνα συνεσκευάσατο. ὄρυγμα
Οὗτος ὁ Ἰξίων, ὁμοδίαιτος ὢν τῷ Διῒ, ἐφωράθη τῆς Ἥρας ἐρῶν. θέλων οὖν ὁ Ζεὺς γνῶναι τὸν ἔρωτα νεφέλην παρεικάζει τῇ Ἥρᾳ, εἰς ἣν ὁρμήσας ὁ Ἰξίων δῆλον ἐποίησε τῷ Διῒ τὸν ἔρωτα· ὃς ὀργισθεὶς, δήσας αὐτὸν ἐν ταχυτάτῳ τροχῷ ἀφῆκεν ἐν ἀέρι περιελίσσεσθαι, καὶ δίκην οὕτω τίνειν τῆς ἀκολάστου γνώμης, βοῶντα ὡς χρὴ τοὺς εὐεργέτας τιμᾶν. ἐκ δὲ τῆς πρὸς τὴν νεφέλην τοῦ Ἰξίονος μίξεως γέγονεν ὁ Ἱπποκένταυρος, κεφαλὴν μὲν καὶ στῆθος καὶ χεῖρας ἀνθρώπου ἔχων, τὸ δὲ λοιπὸν σῶμα ἵππου, ὅν τις ἰδὼν τὴν ἀρχὴν οὕτως ἀτοπώτατον θέαμα εἶπεν ἀνὴρ ἀποπέρδεται ἵππον, ἵππος δ’ ἀπερεύγεται ἄνδρα.
Gu.
Bar.
ἔξω τάφρου
: καὶ τῆς σούδας. τὸ λεγόμενον χαντάκιον. C.
καθεῖσεν
: καθεσθῆναι ἐποίησεν ἔξω τῆς σούδας. I. καθιέω, καθιῶ, ὁ μέλλων καθιέσω, ὁ ἀόριστος καθίεσα, καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν καθεῖσα καθεῖσας καθεῖσεν. ὅτι δὲ οὕτως ἔχει μαρτυρεῖ καὶ τὸ καθεῖσαν καὶ ἀφεῖσαν καὶ παρεῖσαν, τρίτα τῶν πληθυντικῶν ὄντα. ἃ πειρώμενοί τινες ἐκ τοῦ παρατατικοῦ κανονίζειν, λέγοντες ἵημι, καὶ ὁ παρατατικὸς ἵην, τὸ τρίτον τῶν πληθυντικῶν ἵεσαν, καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν εἷσαν, δοκοῦσι μὲν ἀληθές τι λέγειν, ἐξελέγχονται δὲ τῇ σημασίᾳ. παρεῖσαν γὰρ ἀντὶ τοῦ κατέλειψαν, οὐ κατελίμπανον, τὸ μὲν παρατατικὸν, τὸ δὲ κατέλειψαν ἀόριστον ὄν. πρὸς δὲ καὶ ὃ νῦν Εὐριπίδης φησὶ μέγα τεκμήριον τοῦ ὅτι εἰς ἀόριστον δεῖ κανονίζεσθαι. Gu. ἕω τὸ κάθημαι, ἤγουν τὸ καθῆσθαι ποιῶ, ὁ μέλλων ἕσω, ὁ ἀόριστος εἷσα. ἔστι δὲ ἓν τῶν τὸ ι προσλαμβανομένων ἐπὶ τῶν παρῳχημένων, καὶ μετὰ τῆς κατά καθεῖσεν. Fl. 21. ἀναπαύσασθαι ἐποίησεν. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
οἱ δ’ αὗ παρ’ ἡμῶν
: οἱ δὲ ἀπὸ τοῦ ἡμετέρου μέρους, ἤγουν οἱ ἡμέτεροι. Gu.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
δεξιόν
: ἀγαθόν. Gr.
Florr. iidem. ἐπιτήδειον, κάλλιστον. Gu.
τέρας
: ἀντὶ τοῦ σημεῖον. Gr.
Florr. iidem.
ἐξήλαυνον
: ἐκ τῆς πόλεως ἢ ἐκ τῆς τάφρου. Gu.
νεκροὶ δὲ νεκροῖς
: ἐσωρεύοντο, ἤγουν σωρηδὸν ἐπέπιπτον. τὰς μὲν οὖν κατασκαφὰς τῶν πύργων τῆς γῆς, ἀντὶ τοῦ τὴν καταστροφὴν, ἐπέσχομεν μέχρι τῆς παρούσης ἡμέρας. εἰ δὲ εὐτυχὴς ἔσται κατὰ τὸ ἐπίλοιπον, ἤγουν τὸ ἔμπροσθεν, ἥδε γῆ, τοῖς θεοῖς διὰ φροντίδος ἐστίν. Cant.
καλὸν τὸ νικᾶν
: καλὸν τὸ νικᾶν ἐστίν· εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς βουλεύονται οἱ θεοὶ, εὐτυχοίην ἄν. λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς. A.
B.
C.
M.
I.
καλὸν τὸ νικᾶν
: καλόν ἐστι νικῆσαι ἡμᾶς τοὺς πολεμίους· ἐὰν δὲ ἔχωσιν οἱ θεοὶ κρείττονα γνώμην, διαλλάξαι λέγω πρὸς ἀλλήλους τοὺς ἀδελφοὺς, εἴην ἂν εὐτυχὴς ἐγὼ, ἤγουν, τοῦτο κάλλιστον καὶ εὐτυχία τῆς πόλεώς ἐστι καὶ ἄμεινον τοῦ νικᾶν. Gu.
ἔχουσιν
: γρ. ἔχοιεν. M.
καλῶς τὰ τῶν θεῶν
: καλῶς ἡμῖν ἔχει ἡ τῶν θεῶν γνώμη καὶ ἡ τῆς τύχης· παῖδές τε γάρ μοι ζῶσι καὶ πέφευγε τὸν κίνδυνον ἡ γῆ. Κρέων δὲ φαίνεται τῶν ἑπομένων κακῶν τοῖς
τῶν δ’ ἐμῶν νυμφευμάτων
: τῶν ἐμῶν νυμφευμάτων καὶ τῶν Οἰδίπου κακῶν ὁ Κρέων ἀπήλαυσεν. A.
καὶ τἀπίλοιπα
: χρῄζω ἀκούειν εἰ καλῶς πράσσω, ἤγουν εὐτυχῶ, καὶ κατὰ τὰ ἐπίλοιπα, ἤγουν τὰ ἔμποσθεν. Gr.
Cant. ἤγουν τὰ ἔμπροσθεν. Gr.
Cant.
πράσσω
: ἀντὶ τοῦ πράξω. M.
τί μ’ οὐκ εἴασας
: διὰ τί μετὰ τὴν εὐάγγελον ἀγγελίαν οὐκ ἀφῆκας ἐμὲ ἀπελθεῖν, ἀλλ’ ἀναγκάζεις μηνῦσαι τὰ κακά; τὼ παὶδε τὼ σὼ φροντίζουσι τολμᾶν, λέγω, ἀπρεπέστατα τολμήματα, μονομαχεῖν ἰδίᾳ παντὸς τοῦ στρατοῦ, λέξαντες εἰς μέσον τῶν Ἀργείων καὶ Καδμείων λόγον τοιοῦτον, ὁποῖον μὴ ὤφελον εἰπεῖν. ὁ Ἐτεοκλῆς δὲ ἤρξατο τοῦ λόγου ἀφ’ ὑψηλοῦ πύργου στὰς, κελεύσας τοῖς κήρυξι σιγὴν κηρῦξαι τῷ λαῷ. I.
ψυχὰς ἀπεμπολᾶτε
: τὴν ζωὴν ὑμῶν προδίδοτε. I. ἐκποιεῖτε. ἀπεμπολᾶν δὲ κυρίως ἐστὶ τὸ πιπράσκειν. Ἄλλως. εἰς κίνδυνον ἐκδίδοτε· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ κινδυνευόντων διὰ τὸ κέρδος. A.
B.
C.
M.
I.
μεθείς
: ἐκβαλὼν τὸν θάνατον μόνος συγκροτήσω τῷ ἀδελφῷ μου μάχην. I.
ἐκ τάξεων
: ἐκ τῶν ταγμάτων ὥρμησε καὶ συνῄνεσε τοὺς λόγους. καὶ οἱ Ἀργεῖοι πάντες ἐπευφήμησαν ἃ ὁ Ἐτεοκλῆς εἶπε, καὶ οἱ Καδμεῖοι, ὡς δίκαιον τόδε νομίζοντες. ἐπὶ τούτοις ἐφιλιώθησαν, καὶ ἀπὸ τῶν δύο μερῶν ὅρκους ὤμοσαν ἐμμένειν τοῖς ὅρκοις τοὺς στρατηγούς. I.
ἐπὶ τοῖσδε δ’ ἐσπείσαντο
: ἐπὶ τοῖς ὡμολογημένοις συνθήκας
κὰν μεταιχμίοις:
ἐν τῷ μέσω μέρει τῶν στρατευμάτων. μεταίχμιον γὰρ λέγεται ὁ τόπος ὁ μεταξὺ τῶν δύο στρατευμάτων. ἐπὶ τούτοις τοῖς ὁμιλήμασιν ἐν τοῖς μεταιχμίοις συνχαθέντες ἐπεσπείσαντο ἐμμένειν αὐτοῖς οἱ στρατηγοί. ἔνιοι δὲ γράφουσι στρατηλάταις μετὰ τοῦ ι, ἵνα τοὺς ἄλλους βασιλεῖς καὶ τὰ στρατεύματα ἀκούσωσιν ἐμμένειν τοῖς ῥηθεῖσιν ὑπ’ ἀμφοτέρων A.
B.
C.
M.
I. ἤγουν ἐν τῷ μεταξὺ τόπῳ τῶν παρατάξεων. Gr.
Cant.
Fl. 3.
6.
9.
21.
56.
59.
76.
ἐν σοὶ Ζηνός
: ἐν σοὶ τρόπαιον στῆσαί ἐστιν ἡμῖν ἐλπὶς, τῷ τε Ἄργει εὐκλεῆ ἀπαγγελίαν δοῦναι. ἢ ἀντὶ τοῦ εὐκλείας λόγον καὶ φήμην καταλεῖψαι τῇ πατρίδι. B.
C.
M.
I. Ἄλλως. ἐν σοὶ κεῖται ἀνορθῶσαι τὸ εἴδωλον τὸ νικητήριον· οἱ γὰρ νικῶντες εἴδωλον ἵστασαν τοῦ Διός. B.
I. στῆσαι τὸ ἄγαλμα. M.
Ζηνὸς βρέτας
: τὸ εἴδωλον τοῦ Διὸς, ἢ αὐτὸς ὁ Ζεύς. C.
ἐμπύρους τ’ ἀκμάς
: τὴν βολὴν τοῦ πυρός. B.
M. τὰς
ῥήξεις τ’ ἐνώμων
: τὰς τῆς χολῆς ῥήξεις ἐπεσκόπουν τὴν ὄψιν μεταφέροντες. τηροῦσι γὰρ οἱ μάντεις τὰς χολὰς πῶς τὴν ὑγρότητα ἀκοντίζουσι. Ἄλλως.
ῥήξεις τ’ ἐνώμων
: τῆς κύστεως τὸ στόμα ἐρίῳ δεσμοῦντες ἐπετίθεσαν τῷ πυρὶ, καὶ παρετήρουν πῶς ῥαγήσεται καὶ ποῦ τὸ οὖρον ἀκοντίσει. Σοφοκλῆς ἐν Μάντεσι τὰς μαλλοδέτους κύστεις.
A.
B.
C.
M.
I.
ὑγρότητ’ ἐναντίαν
: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν, τὴν ἐπὶ τῶν ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ γὰρ οἱ ἐχθροί. ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. A.
B.
C.
M.
I.
ὑγρότητ’ ἐναντίαν
: σφάζοντες οἱ μάντεις πρόβατον, ὁπότε τινὰ ὄλεθρον ἢ νίκην τῶν αὐτῶν στρατευμάτων ἐβούλοντο σημειώσασθαι, τέμνοντες τοῦτο, τὸν μὲν μηρὸν περιειλοῦντες πιμελῇ ἐπὶ πῦρ ἐπετίθουν. καὶ εἰ μὲν ἐξήφθη τὸ πῦρ, νικᾶν ἔλεγον, μὴ τούτου δὲ γενομένου, νικᾶσθαι. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὴν κύστιν μεστὴν οὔρου ἐν τῷ στόματι ἐρίῳ δεσμοῦντες ἐπετίθουν τῷ πυρὶ, καὶ ἐπετήρουν πῶς ῥαγήσεται, καὶ ποῦ ἀκοντίσει τὸ οὖρον. καὶ εἰ μὲν εἰς αὐτοὺς, νικητὰς ἑαυτοὺς ἐκάλουν, εἰ δὲ εἰς τοὺς ἐναντίους, καταβολὴν ἑαυτῶν ἐμαντεύοντο. τὴν οὖν ἀκόντισιν τοῦ οὔρου ἐναντίαν ὑγρότητα λέγει. ἐπετήρουν δὲ ἁπλῶς καὶ τὸ ἄκρον τοῦ πυρὸς, τὴν μὲν ἔξαψιν τούτου νίκην, τὴν δὲ εἰς τοὐναντίον ὁρμὴν ἀπώλειαν καὶ φθορὰν σφῶν αὐτῶν λογιζόμενοι. τὸ δὲ ἐνώμων κατὰ συνεκδοχὴν εἰς τὰ τρία λάμβανε, εἴς τε τὸ ἀκμὰς, καὶ εἰς τὰς ῥήξεις, καὶ εἰς τὸ ἄκραν. Gu.
Bar.
ἄκραν τε λαμπάδα
: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκόπουν, ὃ καλεῖται κέρκος. οἱ δὲ τὴν καρδίαν, διὰ τὸ εἶναι πυρώδη καὶ θερμήν. Ἄλλως. τὴν οὐρὰν τοῦ ἱερείου· ἦν γὰρ καὶ δι’ αὐτῆς μαντεία·
ἣ δυοῖν
: ἣ δύο πραγμάτων ὅρους ἔχει· εἰ μὲν ὀξὺ τὸ πῦρ ἔρχεται, νίκην δηλοῖ, εἰ δ’ εἰς πλατὺ, ἧτταν. C.
ἢ φίλτρ’ ἐπῳδῶν
: τὰς ἐπικλήσεις κώλυσον, M. ἐπικλήσεις. B. τῶν ἐπᾳδόντων ἀνδρῶν ἢ ἐπᾳδουσῶν, εἰ δύνασαι εἰς φιλίαν αὐτοὺς ἀγαγεῖν, σπεῦσον· κυρίως γὰρ ἐπῳδαὶ λέγονται αἱ διὰ τῶν ἐπικλήσεων γινόμεναι. B.
C.
M.
I.
φίλτρ’ ἐπῳδῶν
: ἀντὶ τοῦ ἐπῳδὰς φίλτρων. φίλτρον τὸ φιλίαν ἐμποιοῦν, ὥσπερ μίσητρον τὸ ἐμποιοῦν μῖσος, καὶ φόβητρον τὸ φόβου ποιητικὸν, καὶ θέλγητρον τὸ παρακινοῦν εἰς τέρψιν. ἐνταῦθα δὲ φίλτρων ἀντὶ τοῦ φιλίας, ἵν’ ᾖ, ἐπῳδὰς φιλίας, τουτέστιν εἰς φιλίαν συνάγειν δυναμένας. Gr.
Cant. ἃ οἱ ἐπῳδοὶ ποιοῦσιν, ὁπόταν τινὰς εἰς φιλίαν ἀγαγεῖν θέλωσι, ταῦτα φίλτρα καλοῦσιν, οἱονεὶ θελκτήρια καὶ πρὸς φιλίαν ἐπαγωγάς. Gu.
στεῖχ’, ἐρήτυσον
: ἀπέρχου, κώλυσον ἀπὸ τῆς χαλεπῆς ἔριδος τὰ τέκνα, ἐπεὶ ὁ πόλεμος μέγας ἐστί. I.
καὶ τἆθλα δεινά
: ἆθλα τὰ ἀγωνίσματα. B.
M. τὰ δεινὰ ἀγωνίσματα. I. καὶ τὰ ἆθλα ἀμφοτέρων, ἤγουν τὰ ἔπαθλα, τὰ ἐπὶ τῇ νίκῃ γέρα. Gr.
Cant. ἔπαθλον γὰρ ἑτέρῳ ἔσται ἡ τοῦ ἑτέρου ἀπώλεια. ὥστε ἔξελθε, μὴ καὶ ἀμφοτέρων στερηθῇς. A.
C.
M.
Cant.
Gu. ἆθλα τὰ ἐπὶ τῇ νίκῃ διδόμενα γέρα. λέγει οὖν ὁ ἄγγελος ἐνταῦθα τῇ Ἰοκάστῃ ὅτι, ἐὰν νικήσῃ ἅτερος ἀδελφὸς τὸν ἕτερον καὶ ἀποκτάνῃ, σὺ, ἅτε μήτηρ, ἐπὶ τῇ τοιαύτῃ νίκῃ καὶ τῷ θανάτῳ τοῦ υἱοῦ κλαύσεις πικρῶς. ἢ ἆθλα νοητέον τοὺς ἀγῶνας. εὕρηται γὰρ οὐδετέρως τὸ ἆθλον, ὡς ἔχει καὶ τὸ τοῦ Πινδάρου εἰ δ’ ἄεθλα γαρύεν
καὶ τὰ ἑξῆς. Gu.
Bar.
οὐκ ἐν χορείαις
: οὐ προχωρεῖ καὶ ἔρχεταί σοι κατάστασις ἐν χορείαις καὶ πανηγύρεσι δαιμόνων, οὐδὲ ἐν παρθενεύμασι καὶ παρθενικαῖς τέρψεσιν, ἤγουν οὐκ εἰς τοῦτό σοι τὰ παρόντα καθέστηκεν, ὡς παρθενεύειν τε καὶ πανηγυρίζειν· τοὺς γὰρ ἀδελφοὺς μέλλοντας μονομαχεῖν κωλῦσαί σε δεῖ μετ’ ἐμοῦ ἰοῦσαν. ἢ τὸ κατάστασις ἀντὶ τοῦ οἰκονομία, ἵν’ ᾖ οὕτως· ἡ οἰκονομία τῶν θεῶν οὐκ ἐν πανηγύρεσι καὶ τέρψεσιν ἐστί σοι νῦν. Gu.
Bar. παρθενεύμασιν: ὥσπερ θαλαττεύειν τὸ ἐν θαλάττῃ διάγειν, οὕτω καὶ παρθενεύειν τὸ ἐν παρθενίᾳ διάγειν. ἐνταῦθα δὲ τὰ παρθενεύματα οὐ τὴν ἐν παρθενίᾳ διαγωγὴν δηλοῖ· εἰ γὰρ τοῦτο ἐδήλου, προετρέπετο ἂν ὁ λόγος ἀφίστασθαι
νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις
: προβαίνει ἡ τῆς εἱμαρμένης παρουσία. B.
C.
M. κατάστασις ἡ τύχη. ὁ δὲ νοῦς, ἔξελθε τῶν οἴκων. οὐ γὰρ ἐν χορείαις καὶ παρθενῶσιν ἡ παροῦσα τύχη προβαίνει σοι, ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι. A.
B.
C.
M.
I. Ἄλλως. ἔξελθε ἐκ τῶν οἴκων. οὐ γὰρ ἐν χορείαις καὶ παρθενώνων ἀναστροφαῖς ἡ παροῦσα τύχη συγχωρεῖ μένειν, ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι. A.
C.
τίν’, ὦ τεκοῦσα
: ἔκπληξιν τοῖς φίλοις ἀϋτεῖς. ὁ δὲ νοῦς, τίνα, ὦ μῆτερ, καινὴν ἑτέραν συμφορὰν ἐμοὶ τῇ φίλῃ ἀπαγγέλλεις; τὸ γὰρ φίλοις ἀντὶ τοῦ φίλῃ. ἢ φίλοις ἀντὶ τοῦ περὶ φίλων ἡμῖν, Ἐτεοκλέους καὶ Πολυνείκους. A.
B.
M.
I. τὸ φίλοις διπλῶς νοητέον· ἢ τοῖς φίλοις, ἤγουν ἐμοὶ τῇ φίλῃ σοι θυγατρὶ, ἢ τοῖς φίλοις, ἤτοι Ἐτεοκλεῖ καὶ Πολυνείκει, τοῖς ἐμοὶ καὶ σοὶ προσφιλέσιν, ἵν’ ᾖ οὕτως, τίνα, ὦ μῆτερ, ἔκπληξιν τοῖς φίλοις, τῷ Ἐτεοκλεῖ λέγω καὶ Πολυνείκει, νέαν καὶ νεωστὶ φανεῖσαν ἀϋτεῖς καὶ βοᾷς, τουτέστι τί νέον λέγεις περὶ τῶν φίλων, ὃ πᾶς τις ἀκούσας
ἔκπληξιν
: συμφοράν. M.
τί λέξεις, μῆτερ
: δέον εἰπεῖν, τί λέγεις, — εἶπε γὰρ, ὡς πρὸς ἀλλήλους μονομαχήσουσι, καὶ ἡ Ἀντιγόνη οὐκ ἐδεῖτο αὖθις ἀκούειν ἀκούσασα, — ὁ δὲ τί λέξεις εἶπεν, εἰκότως· δείκνυσι γὰρ ἐντεῦθεν τὴν Ἀντιγόνην τῇ τοῦ ἀκούσματος ὑπερβολῇ ἐκπλαγεῖσαν καὶ οὐ παραδεχομένην τοῦτο, ἀλλ’ ὥσπερ κωφεύουσαν καὶ οὐ βουλομένην τοιαῦτα περὶ τῶν ἀδελφῶν ἀκούειν. συμβαίνει δὲ καὶ ἡμῖν τὸ τοιοῦτον ὁπόταν τι παρὰ δόξαν ἐξαίφνης ἀκούωμεν. Gu.
Bar.
οὐ φίλ’, ἀλλ’ ἕπου
: οὐ προσφιλῆ, ἀλλ’ ἀκολούθει. I.
αἶ αἶ
: φεῦ, φεῦ, ἔντρομον ὀρθίασιν τριχῶν ἔχω, τρομερὰν φρένα, ἤτοι ἔντρομον λογισμὸν, ἔχω, τουτέστιν ἐν φόβῳ εἰμί· διὰ δὲ τῆς ἐμῆς σαρκὸς οἶκτος διὰ τοὺς δύο παῖδας τῆς ἀθλίας μητρός. I.
τρομερὰν φρίκαν
: ἀντὶ τοῦ φρίκην τρόμου παραιτίαν. καὶ Πίνδαρος φρίσσοντας ὄμβρους
τοὺς φρίσσειν ποιοῦντας. Ἄλλως. ἀντὶ τοῦ τρομερὰν φρένα ἔχω τῇ φρίκῃ. τρόμου γεννητικὸν, τρομοποιὸν φόβον. A.
B.
C.
M.
I.
τρομεράν
: ἐπίφοβον. Gu.
φρίκᾳ
: φόβῳ.
ἔχω
: κέκτημαι. Gu.
δίδυμα τέκεα
: διπλᾶ. τοῦτο τινὲς σολοικισμὸν ἡγήσαντο· ἔδει γὰρ εἰπεῖν, διδύμων τεκέων πότερος ἄρα πότερον αἱμάξει;
δίδυμα τέκεα
: δέον δὲ εἰπεῖν, ποῖον τῶν διδύμων τεκέων, δίδυμα τέκεα εἶπεν ὀρθόπτωτον. λάβε οὖν τὸ διὰ σάρκα ἐμὴν ἔλεος ἔρχεται τῆς δειλαίας μητρὸς διὰ μέσου, καὶ σύνταξον πρὸς τὸ ἄνω οὕτως, ἐπίφοβον φρένα ἔχω, ποῖος τῶν ἀδελφῶν θανατώσει τὸν ἕτερον. Gu.
πότερος ἄρα
: ὁποῖος ἀπὸ τῶν δύο ποίου αἱμάξει τὴν ὁμογενῆ δέρην. I.
πότερον αἱμάξει
: φονεύσει. M. ποῖος ποῖον ἄρα αἱμάξει; B. τὸ ἑξῆς, πότερος ἄρα πότερον αἱμάξει ὁμογενῆ δέραν ὁμογενῆ ψυχὰν δι’ ἀσπίδων, δι’ αἱμάτων. B.
M.
I.
πότερος ἄρα πότερον αἱμάξει
: πότερος ἄρα πότερον αἱμάξει διὰ πολέμου, διὰ φόνου, τὸ συγγενὲς λέγω σῶμα, τὴν συγγενῆ ψυχήν· ὁμογενῆ γὰρ τοῖς ἀδελφοῖς τὰ σώματα καὶ αἱ ψυχαὶ τῶν ἀδελφῶν. θέλουσαι οὖν αἱ τοῦ χοροῦ αὐξῆσαι τὸ πάθος ταῦτα ἐπάγουσιν, ὡς εἰ ἔλεγον, ὁπότερος ἂν αὐτῶν τὸν ἕτερον αἱμάξῃ, οὐ τὸν τυχόντα ἄνθρωπον αἱμάξει, ἀλλ’ ἀδελφὸν, οὗ τὸ σῶμα καὶ ἡ ψυχὴ ὁμογενῆ εἰσὶν αὐτῷ. Gr.
Bar.
I. τὸ δὲ ἰώ μοι πόνων, καὶ ἰὼ Ζεῦ, καὶ ἰὼ γᾶ, διὰ μέσου. Gr.
Bar.
ἰώ μοι πόνων
: φεῦ μοι τῶν παρόντων πόνων. ὦ Ζεῦ, ὦ γῆ, ποῖον τῶν ἀδελφῶν ἰαχήσω καὶ θρηνήσω ἐγὼ ἡ τάλαινα νέκυν διὰ φόνων καὶ πολέμου, συγγενικὴν δέρην καὶ κεφαλὴν, συγγενικὴν ψυχήν; συγγενεῖς δὲ ὁ Ἐτεοκλῆς καὶ Πολυνείκης τῷ χορῷ, ὡς Φοίνικες τὸ ἀνέκαθεν. ἢ τὸ ὁμογενῆ δέρην καὶ ὁμογενῆ ψυχὴν, ἤτοι ἀδελφικὴν, ἵνα συντάξῃς πρὸς τὸ πότερος ἄρα πότερον αἱμάξει; Gu.
Bar.
φεῦ δᾶ
: ἀντὶ τοῦ φεῦ φεῦ. ἡ δὲ δᾶ συλλαβὴ Ἀττικῶς πλεονάζει ὡς ἐπὶ τοῦ ἦσθα καὶ φῆσθα. Ἄλλως. οἱ μὲν ὡς ἓν μέρος λόγου ἀνέγνωσαν τὸ φευδᾶ ὡς ἐν παρολκῇ τοῦ δᾶ, ἔνιοι δὲ ἀντὶ τοῦ φεῦ δὴ, τινὲς δὲ ἀντὶ τοῦ φεῦ γῇ, κατὰ πάθος μεταβληθέντος τοῦ γάμμα εἰς τὸ δέλτα, ὡς ἐν τῷ Δημήτηρ, πηγὴ, πηδὴ, παρὰ τὸ τὸ ὕδωρ πηδᾶν ἄνω. A.
B.
C.
M.
I.
πέσεα
: τὰ πτώματα. C.
I. θέλει εἰπεῖν ὅτι πεσόντες αἱμάξουσι τὰ σώματα. πέσεα οὖν ἀντὶ τοῦ πεσήματα, πτώματα. B.
C.
M.
πέσεα
: πτώματα διὰ τῆς μάχης ὅσον οὔπω ᾑμαγμένα ποιήσουσιν. Gr.
Florr. iidem.
δάϊ’
: πολέμια. M.
αἱμάξετον
: φονεύσουσιν ἑαυτούς. M.
κρίνει φάος τὸ μέλλον
: τὸ σήμερον δηλονότι. B.
M.
I. ἡ παρεστῶσα ἡμέρα διδάξει τὸ πέρας καὶ τὸ μέλλον. B.
M.
I.
τὸ μέλλον
: τὸ ἀποβησόμενον. Gr.
Florr. iidem. συμβήσεσθαι, ἤγουν ὅσον οὔπω γνωσόμεθα πῶς ἐκβήσεται αὐτοῖς τὸ μονομαχεῖον. Gu.
ἄποτμος
: δυστυχὴς, κακόποτμος ὁ φόνος αὐτοῖς ἔσεται. M. κακόποτμος, δυστυχὴς ὁ θάνατος αὐτοῦ γενήσεται. B. ὁ φόνος τῶν ἀδελφῶν οὐκ ἐν εἰωθότι πολέμῳ γινόμενος οὐκ ἔστιν εὐτυχὴς, ἀλλὰ δυστυχὴς ὡς ἐξ Ἐριννύων συμβεβηκὼς, ἃς ἐπήγαγεν Οἰδίπους διὰ τὰς ἀράς. Gu.
ἄποτμος
: διὰ τὸ ἀσυνήθως γεγονέναι. Gu.
οἴμοι, τί δράσω
: ἵνα δόξῃ φιλόπολις ὁ Κρέων, καὶ μὴ μόνον τοῦ παιδὸς λόγον ποιεῖσθαι, φησὶ, τίνος ἄρξομαι θρῆνον ποιούμενος, τοῦ παιδὸς ἢ τῆς πόλεως; καίτοι εἰδὼς ὅτι διὰ τὸν θάνατον τοῦ παιδὸς εὐτυχεῖ τὰ τῆς πόλεως· μικρὸν γὰρ ὕστερον εἰπὼν ἐμός τε γὰρ παῖς ὄλωλεν
ἐπελάθετο εἰπεῖν πόλις τε,
εἰς τὸ λυπεῖν
δι’ Ἀχέροντος ἰέναι
: ἀντὶ τοῦ διὰ θανάτου ἔρχεσθαι. Gr. διὰ μέσου τοῦ θανάτου, δι’ ἀπωλείας. Ἀχέρων γὰρ ποταμὸς ἐν Ἅιδου. Gu. ὥστε ἐν μέσῳ τοῦ θανάτου εἶναι αὐτήν. B.
M.
Fl. 33. ὥστε διαπέμπεσθαι διὰ τοῦ Ἀχέροντος τὴν πόλιν. M.
Fl. 33. Ἀχέρων ποταμὸς ἐν τῷ Ἄδῃ ἀπὸ τοῦ ἄχη ῥέειν. Fl. 59. Ἀχέρων ποταμὸς ἐν Ἅιδῃ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ χαίρω. Fl. 21.
ἐμός τε γὰρ παῖς
: εἰπὼν, πότερον ἐμαυτὸν ἢ τὴν πόλιν θρηνήσω; καὶ τὴν αἰτίαν εὐθὺς ἀποδεδωκὼς, δι’ ἣν ζητεῖ τὴν πόλιν θρηνεῖν, ὅτι περιέχει αὐτὴν πλῆθος πολεμίων περὶ ἑαυτοῦ δὲ οὐδὲν αὐτίκα εἰπὼν, ἐπαναλαμβάνει ὕστερον καὶ ἀποδίδωσι τὴν αἰτίαν καὶ φησί· καὶ γὰρ ὁ ἐμὸς παῖς ὄλωλεν ὑπὲρ τῆς γῆς ἀποθανών. Gr.
Cant.
κρημνῶν ἐκ δρακοντείων
: ὡς τοῦ Μενοικέως παρὰ τὸν τάφον, ἔνθα ἦν ὁ δράκων, κατακρημνίσαντος ἑαυτόν. Ἄλλως. δεῖ νοεῖν ἔσω τῶν τειχέων τὸν σηκὸν τοῦ δράκοντος εἶναι. πῶς γὰρ εἶχε τὸ σῶμα ἀναλαβεῖν ὁ Κρέων τῶν πολεμίων παρακαθημένων; ἀπὸ δὲ τοῦ τείχους ἔρριψεν ἑαυτὸν ὁ παῖς εἰς ἐπίδειξιν τῆς ὑπὲρ τῆς πατρίδος
ἐκόμισ’
: ἀντὶ τοῦ εἰς τὴν οἰκίαν ἐκόμισα. M.
βοᾷ δὲ δῶμα
: ἀντὶ τοῦ θρηνεῖ τὸ ἐμὸν δῶμα. B.
M. θρηνεῖ δ’ ὁ ἐμὸς οἶκος πᾶς, ἀντὶ τοῦ πάντες οἱ ἐν τῷ ἐμῷ οἴκῳ θρηνοῦσιν· ἐγὼ δὲ ὁ γέρων μεθήκω, ἤγουν μετέρχομαι, ζητῶ, τὴν ἐμὴν ἀδελφὴν τὴν γραῖαν τὴν Ἰοκάστην, ὅπως τὸν ἐμὸν παῖδα οὐδαμῶς ὄντα λούσῃ καὶ πρόθηται, ἤγουν κεκοσμημένον ἐπὶ θρόνῳ προδείξῃ. χρὴ γὰρ τὸν οὐ τεθνηκότα τιμᾶν τὸν ὑποχθόνιον θεὸν, ἤγουν τὸν Ἅιδην, τιμὰς διδόντα τοῖς ἀποθανοῖσιν, ἤγουν διὰ τοῦ διδόναι τιμὰς τοῖς ἀποθανοῦσιν. Gr.
Bar.
Florr. θρηνεῖ δ’ ὁ ἐμὸς πᾶς οἶκος. I.
ἐγὼ δ’ ἥκω μέτα γέρων
: ἐγὼ δὲ ὁ γέρων ἐπὶ τὴν ἀδελφὴν τὴν γραῖαν ἦλθον. M. 15
μεταστέλλων
: μετακαλέσων. I.
λούσῃ
: γρ. κλαύσῃ. M.
μονομάχῳ μέλλειν δορί
: τὰ ἑαυτῆς τέκνα δορὶ μονομάχῳ, ἀντὶ τοῦ ἀντιπαρατάξει, ἣν αὐτοὶ ἀντιπαρατάξονται πρὸς ἀλλήλους μονομαχοῦντες. Ἄλλως. μονομαχῶ, ὅταν μόνος μόνῳ μάχομαι, καὶ μονομαχία τὸ πρᾶγμα, καὶ μονομάχος ὁ μόνος μόνῳ μαχόμενος· ἐνταῦθα δὲ τὴν ἀντιπαράταξιν λέγει μονομάχον, οὐχ ὅτι αὐτὴ μονομαχεῖ, ἀλλὰ θέλει δηλοῦν ἀντιπαράταξιν, ἣν ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης πρὸς ἀλλήλους μονομαχοῦντες ἀντιπαρατάξονται, ὥσπερ ἐν ἄλλοις λέγει ζωὴν φιλότεκνον, ἣν μετὰ τοῦ φιλεῖν τὰ ἑαυτῶν τέκνα τινὲς ἀνύουσιν. τὸ πᾶν οὕτως· ἤκουσε μέλλειν τὰ ἑαυτῆς τέκνα ὑπὲρ τῶν βασιλικῶν δόμων, ἤγουν ἕνεκα τῆς βασιλείας, εἰς πόλεμον ἥξειν ἀντιπαρατάξει μονομάχῳ. Gr.
Cant.
νέκυν τοι
: ἀντὶ τοῦ τὸ νεκρὸν σῶμα τοῦ ἐμοῦ παιδὸς ἐπιμελείας ἠξίουν. B.
C.
M.
I. Ἄλλως. τί, φησὶν, ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλάξασα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδὸς Μενοικέως περιστέλλων καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν, καὶ δι’ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων. Ἄλλως. ἐγὼ προσκαθήμενος, φησὶ, τῷ νεκρῷ τοῦ παιδός μου σώματι καὶ περὶ ἐκεῖνο ἀσχολούμενος οὐκ ἔφθασα τούτων τι μαθεῖν. A.
οὐκ εἰς τόδ’ ἦλθον
: οὐκ ἐπὶ τοῦτο παρεγενόμην. B.
C.
M. εἰς τὸ γνωρίσαι. B. οὐκ εἰς τόδε ἔφθασα, εἰς τὸ γνωρίσαι, οὐκ ἐπὶ τοῦτο παρεγενόμην, ὥστε καὶ τάδ’ εἰδέναι. I. ἐν ἑνὶ λόγῳ εἶπεν ἂν, οὐκ ἦλθον εἰς γνῶσιν τούτου, οὗ λέγεις, ἤγουν οὐκ ἔγνων τοῦτο· νῦν
ψυχῆς
: ζωῆς, αἵματος. Gu.
ἤδη
: ἄρτι. Gu.
οἴμοι, τὸ μὲν σημεῖον
: ἐκ τοῦ προσώπου τοῦ ἀγγέλου στοχάζεται τὰ λεχθησόμενα. B.
C.
M.
I. ἰδὼν τὸν ἄγγελον κατηφῆ ἐρχόμενον ἦλθεν εἰς ὑπόνοιαν τοῦ κακοῦ καὶ ἀνῴμωξεν, εἶτα ἐπάγει καὶ τὴν αἰτίαν δι’ ἣν ᾤμωξε, καί φησιν· ἰδοὺ, τὸ σημεῖον τόδε ὁρῶ, κατηφὲς ὄμμα καὶ πρόσωπον ἀγγέλου ἐρχομένου, ὃς πᾶν ἀγγελεῖ τὸ πραχθέν. Gr.
Fl. 6.
59.
76.
οὐκ εὐπροσώποις
: εὐειδέσι, καλοῖς, φαιδροῖς. M. προοιμίοις οὐ καλοῖς, οὐκ εὐσχήμοσι. B.
I. εὐπρόσωπον μειράκιον, ἤγουν εὐειδὲς, καὶ ἀπὸ τούτου εὐπρόσωπος λόγος ὁ πιθανὸς καὶ ἀρεστὸς φαινόμενος. οὕτω λέγεται καὶ τὸ εὐπρεπὲς, πρότερον μὲν ἐπὶ εἴδους, οἷον εὐπρεπὴς ἄνθρωπος, ὁ εὔστολος καὶ καλὸς καὶ μετὰ τοῦ πρέποντος παραστήματος ἔχων τὴν τῶν μελῶν ἁρμονίαν· εἶτα καὶ εὐπρεπὴς σκῆψις, ἡ ἁρμοδία καὶ εὐπρόσωπος δοκοῦσα, καὶ εὐπρεπὴς λόγος. ἐνταῦθα δὲ οὐκ ἐν εὐπροσώποις φησὶ φροιμίοις, ἀντὶ τοῦ οὐκ ἐν ἀγαθοῖς, μεταφέρων τὴν λέξιν ἐφ’ ἕτερον σημαινόμενον παρὰ τὰ προειρημένα· ὅτι μὲν γὰρ τὸ ἐν μειρακίῳ εὐπρόσωπον ἄλλο τι ἐστὶ παντί που δῆλον. δοκεῖ δὲ καὶ τὸ ἐν ἄλλοις λόγοις ἁπλῶς εὐπρόσωπον ἕτερόν τι εἶναι παρὰ τὸ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ τὸ εὐπρόσωπον τὸ πιθανὸν φαίνεσθαι τὸν λόγον παρίστησι καὶ μηδὲν δοκοῦντα ἔχειν, ὅθεν ἂν αὐτοῦ τις ἐπιλάβοιτο, οὐκέτι δὲ καὶ τοιοῦτον αὐτὸν εἶναι
ἀρχὴ λόγου
: γρ. ἄρχει. C.
τάδε
: οὐ μάτην ἄρα, φησὶν ὁ Οἰδίπους, κατηράσατο. εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί. A.
C.
M. τὸ τάδε ἢ πρὸς τὸ εἰσηκούσατε, ἢ πρὸς τὸ δώματα, τὸ δὲ παίδων πρὸς τὸ Οἰδίπου. Gu.
Bar.
ὥστ’ ἐκδακρῦσαι
: ναὶ ἤκουσαν, ὥστε δακρῦσαι, εἰ αἴσθησιν εἶχον τὰ οἰκήματα. I. οἷον εἰ ἐφρόνει τὰ οἰκήματα, ἐδάκρυσεν ἂν τὰς συμφοράς. A.
C.
M.
I.
φρονοῦντ’
: αἰσθανόμενα. B.
βαρυποτμωτάτας
: δυστυχεστάτης. M. τῆς βαρυποτμωτάτης ἤγουν δυστυχεστάτης. πότμος καὶ δαίμων τὸ αὐτό. καὶ δυσδαίμων καὶ δύσποτμος δηλοῖ τὸ αὐτὸ καὶ βαρυδαίμων καὶ βαρύποτμος πάλιν τὸ αὐτό. ἔστι δὲ βαρυδαίμων ὁ βαρεῖαν ἔχων τύχην, δυσδαίμων δὲ ὁ κακὴν ἔχων τύχην· κακὴ δὲ τύχη καὶ βαρεῖα ταυτὸν, ὥστε καὶ δυσδαίμων καὶ βαρυδαίμων ταυτόν. μέγα δὲ γίνεται τὸ τμω, διὰ τὸ μέτρον μὲν, ὅμως οὐκ ἀλόγως, ἐπεὶ ἡ πρὸ αὐτοῦ συλλαβὴ δύναται μακρὰ εἶναι ἡ αὐτὴ καὶ βραχεῖα. Gr.
Cant.
ἐπὶ κάρα
: γρ. ἐπὶ κρᾶτα. M.
ἐπὶ κρᾶτά τε λευκοπήχεις κτύπους
: τὸ ἀνάγετε ἀπὸ κοινοῦ. λευκοπήχεις δ’ ἂν λέγοι τοὺς διὰ τῶν λευκοπηχέων χειρῶν, ἵνα ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον λέγῃ· ἐν γὰρ ταῖς συμφοραῖς αἰκιζόμεθα τὸ σῶμα, ὡς ἂν ἐξ αὐτῶν διδαχθέντες μὴ χρῄζειν τοῦ σώματος, ἀλλὰ ἀπαλλαγῆναι τοῦ βίου, μάλιστα δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο ποιοῦμεν, ὡς ἂν ἐπὶ κεφαλαιωδεστάτῷ
κτύπους
: τοὺς κτύπους τοὺς ἐκ τῶν χειρῶν γινομένους. M.
ἀρᾶς τ’ ἀγώνισμ’ Οἰδίπου
: τὸ κατάραμα. τουτέστιν, εἰπέ μοι πῶς ἀπέβη ἡ κατάρα τοῦ Οἰδίποδος. A.
B.
C.
I. τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται, οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτ’ ἐνόσουν· ἢ τὸ ἀποτέλεσμα τῆς ἀρᾶς τοῦ πατρός. A.
B.
C.
M. Ἄλλως. ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως, τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος. A. οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδίπους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί. C. ἀγώνισμα ὁ ἀγὼν, ἤγουν ἡ πρᾶξις αὐτὴ τοῦ ἀγῶνος, ὥσπερ βάδισμα ἡ πορεία, καὶ ᾆσμα ἡ ᾠδή. ὥσπερ δὲ λέγεται ἔργον ἡ πρᾶξις, λέγεται δὲ καὶ τὸ πραττόμενον πρᾶγμα, οὕτω λέγεται ἀγώνισμα καὶ τὸ ἀποβαῖνον ἔργον ἀπὸ τοῦ ἀγῶνος, ὃ βούλεται δηλοῦν ἐνταῦθα· ἤγουν καὶ τὸ ἀνυσθὲν ἔργον τῶν καταρῶν τοῦ Οἰδίποδος, τουτέστιν ὃ ἤνυσεν ἡ κατάρα τοῦ Οἰδίποδος. Gr.
Cant. ὁ γὰρ φόνος ἀγώνισμα καὶ οἷον κατόρθωμα ἦν τῶν Οἰδίποδος ἀρῶν. Gu.
οἶσθ’ οὐ
: τινὲς εἰς τὸ οὐ στίζουσιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν. Ἄλλως. καλῶς
ὥστ’ οὐχ ἅπαντα
: τὸ ὡς ἀντὶ τῆς πρός. λείπει ἡ μή, ἵν’ ᾖ οὕτως, πρὸς τὸ μὴ εἰδέναι σε τὰ πραττόμενα. M. ὥστε μὴ εἰδέναι σε πάντα τὰ πραττόμενα. Gr.
Florr. iidem.
νεανίαι
: ἀντὶ τοῦ οἱ παῖδες. Gr.
δισσὼ στρατηγὼ καὶ διπλῶ στρατηλάτα
: ἐκ παραλλήλου τὸ αὐτό. M.
—1369. βλέψας δ’ ἐς Ἄργος
: τὸν νοῦν ἐκεῖσε ἔχων. A.
B.
C.
M. τὸν νοῦν ἐκεῖσε ἔχων ἀφῆκεν εὐχὰς ὁ Πολυνείκης λέγων, ὦ σεβασμία Ἥρα, σός εἰμι· ἐπολιτογραφήθην γὰρ παρὰ σοὶ, ἐμαυτῷ ζεύξας, ἀντὶ τοῦ εἰς ζεῦξιν λαβὼν, τὴν παῖδα τοῦ Ἀδράστου, καὶ οἰκῶ τὴν σὴν χθόνα. δὸς, ὦ Ἥρα, ἐμοὶ κτεῖναι τὸν ἀδελφὸν καὶ καθαιμάξαι τὴν ἐμὴν δεξιὰν νικηφόρον, τὴν ἀντήρη, ἤτοι τὴν ἐκείνῳ ἐναντίαν. κακίστην αἰτῶ νίκην τὸν ἀδελφὸν φονεῦσαι. ἄκρως δὲ δηλοῖ ἦθος ἀνδρὸς μεμφομένου ἑαυτὸν ἐπὶ ὠμότητι. I.
δεξιὰν νικηφόρον
: δεξιὰν χεῖρα νικηφόρον γενομένην. Gr.
Cant.
Florr. iidem.
αἴσχιστον
: ἄκρως δηλοῖ ἦθος ἀνδρὸς μεμφομένου ἑαυτὸν ἐπ’ ὠμότητι. A.
B. παροιμία. Gr.
Florr. iidem.
πολλοῖς δ’ ἐπῄει
: τοσαῦτα, φησὶν, ἐπῄει δάκρυα τοῖς πολλοῖς, ὅση τῆς τύχης ἡ συμφορὰ τοῖς μονομαχοῦσι, τουτέστι συμφώνως τῇ κατ’ αὐτοὺς τύχῃ ἐδάκρυον οἱ ἐκτός. Ἄλλως. πολλοῖς δὲ ἐπῄει δάκρυα τῆς τύχης ὅση. λείπει γὰρ τὸ ἕνεκα, ἕνεκα τῆς τύχης ἡλίκη ἦν. A.
B.
C.
M.
I. Ἄλλως. πολλοῖς δὲ δάκρυα ἐπήρχετο τὴν τύχην αὐτῶν ἐννοοῦσιν ὅση ἦν. A.
C.
M.
I. Ἄλλως. πολλοὶ δὲ τῶν λεγομένων ὑφ’ αὑτῶν τῆς δυστυχίας αὐτῶν τὸ μέγεθος ἐδάκρυον. A.
C. ἕνεκα τῆς τύχης τῶν ἀθλίων ἀδελφῶν, ὅση ἦν καὶ ὁποία· διὰ τὸ μέγεθος τῆς δυστυχίας. Cant. ἤγουν διὰ τὸν ὄγκον τῆς δυστυχίας· τὸ γὰρ δακρύειν διὰ τὴν ποσότητα τῆς δυστυχίας ὄγκον πάντως ἐμφαίνει τῆς δυστυχίας. Gr.
Bar.
χρυσάσπιδος
: πολεμικῆς. Fl. 59.
ἐπεὶ δ’ ἀφείθη
: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχοῦσιν ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρριπτε, σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης. τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κἀν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. A.
C.
M. ὕστερον δὲ μετὰ τὰ Τρωϊκὰ καὶ τὴν εἰς γῆν Ῥωμαίαν Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐφεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλπιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτὸν χρῆσθαι ἀντὶ σάλπιγγος ἀφ’ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δεῖ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι, εἴ γε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. τὸ δὲ ἑξῆς, ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φοινίας μάχης, ταυτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρχεσθαι τῆς μάχης. A.
M. Ἄλλως. οἱ Ἕλληνες ἐπὶ τοῦ Τρωϊκοῦ πολέμου οὐκ ἐχρῶντο ταύτῃ. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλπιγγα, οὐ ποιεῖ δὲ χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις οὐδὲ πυρφόρος ἐσώθη.
Ἄλλως. πυρσός ἐστιν ἡ λαμπὰς, ἣν ἀνατείνουσιν ἐν νυκτὶ σημεῖον τοῦ χρῆναι πολεμεῖν. νῦν δὲ οὐκ ἐπὶ τῆς λαμπάδος τέθεικε τὴν λέξιν, ἀλλ’ ἐπὶ σημείου ἁπλῶς· ἡμέρας γὰρ οὔσης περιττὸν ἦν λαμπάδι σημῆναι, ἀλλ’ αὐτῇ σάλπιγγι μόνον. Καὶ ἄλλως. ἀντὶ τοῦ μεγάλως, ὡς τῶν Τυρσηνῶν γεγωνότερον τῇ σάλπιγγι χρωμένων. ὁ δὲ νοῦς, ἐπεὶ δὲ ἀφείθη τὸ σημεῖον τῆς μάχης ὡς Τυρσηνικῆς σάλπιγγος ἠχὴ, σῆμα τῆς φονικῆς μάχης, ὥρμησαν δρόμον χαλεπὸν κατ' ἀλλήλων. A.
B.
M.
I.
ἐπεὶ δ’ ἀφείθη
: πρὶν εὑρεθῆναι τὴν σάλπιγγα πρὸς τοὺς πολέμους λαμπάσιν ἐχρῶντο σημείῳ τοῦ κατάρξασθαι τῆς μάχης, ἃς ἔφερον δύο ἱερεῖς Ἄρεος, ἐξ ἑκατέρων ὄντες τῶν στρατευμάτων, οὓς καὶ μόνους ἀθώους ἐν μάχαις εἴων· ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἄρδην ἀπολλυμένων λεγομένη οὐδὲ πυρφόρος ἐσώθη.
ὕστερον δὲ πρὸς τοὺς Ἰταλικοὺς πολέμους Τυρσηνοὶ τὴν σάλπιγγα εὗρον, ὅθεν καὶ Τυρσηνικὴ σάλπιγξ κέκληται. ἐν δὲ τοῖς Ἐτεοκλέους χρόνοις παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ.
Gu.
Leid.
Bar.
ᾖξαν
: συέβαλον. B.
κάπροι δ’ ὅπως
: ὡς κάπροι δὲ θήγοντες ἀγρίαν σιαγόνα, ἀντὶ τοῦ τοὺς ὀδόντας, ὑπὸ ἀφροῦ διάβροχοι τὰς σιαγόνας συνέβαλον. Gr.
Cant.
εἰ δ’ ὄμμ’ ὑπερσχόν
: εἰ δὲ ἴδοι ὁ ἕτερος τὸ πρόσωπον τοῦ
εἰ δ’ ὄμμ’ ὑπερσχόν
: ὄμμα φησὶν ἀπὸ μέρους τὸ ὅλον πρόσωπον. εἰ ἴδοι ὁ ἕτερος, εἰ αἴσθοιτο τοῦ ἑτέρου τὸ ὄμμα ὑπερανατεῖναν τῆς περιφερείας τοῦ ὅπλου, ἐν τῷ κατασκοπεῖν ἐκεῖνον ἀνατείναντα καὶ ἀκοντίζοντα, εὐθέως ἠκόντιζε κατ’ αὐτοῦ, βουλόμενος, πρὶν ἐκεῖνον αἰσθηθέντα τῆς βολῆς καταδῦναι, προλαβεῖν κατὰ τοῦ στόματος καὶ καιρίαν ποιήσασθαι τὴν βολὴν, κατὰ τοῦ στόματος ἀκοντίσας, εἴ που καὶ ὑπεισέλθοι ἢ διέλθοι τὸ στόμα αὐτοῦ τὸ δόρυ. A.
C.
M.
ἴτυος
: τῆς περιφερείας τῆς ἀσπίδος. M.
ἀλλ’ εὖ προσῆγον
: διὰ τοῦτο, φησὶν, ἅμα καὶ ἐθεώρουν ἀλλήλους καὶ ἐξέκλινον, τὰ δόρατα ἐγκρύπτοντες ταῖς ἀσπίσι. A.
C.
M.
κεγχρώμασιν
: κέγχρον καλοῦσι τὸν περὶ τὴν ἴτυν τῆς ἀσπίδος κόσμον. μικροὶ δὲ ἧλοί εἰσιν, οἳ ἐκ χρυσοῦ γίνονται. τινὲς δὲ μικρὰς ὀπὰς περὶ τὴν ἴτυν, δι’ ὧν ἐθεῶντο τοὺς ἐναντίους. A.
B.
C.
M.
I.
ἀσπίδων κεγχρώμασιν
: κεγχρώμασι, ταῖς ὀπαῖς, ταῖς ἐοικυίαις κέγχρῳ ἐν τέλει. ὑποκάτω γὰρ τῆς ἀσπίδος εὐρεῖαι οὖσαι, εἰς στενὸν ἔληγον ἐν τῇ ἐπιφανείᾳ, ἵνα οἱ φέροντες τὰς ἀσπίδας αὐτοὶ μὲν δι’ ἐκείνων τοὺς ἀντιπάλους ὁρῷεν, μὴ ὁρῷντο δὲ ὑπ’ αὐτῶν.
πλείων δ’ ἐστάλασσ’
: πλείων δὲ ἱδρὼς ἐστάλαζε τοῖς ὁρῶσι διὰ τὸν φόβον τῶν φίλων ἢ τοῖς ἀγωνιζομένοις. I.
Ἐτεοκλέης
: Ἐτεοκλέης δὲ διὰ τοῦ ποδὸς μετακινῶν πέτρον, ὑποκάτω τοῦ ἴχνους, ἤγουν τοῦ ποδὸς, αὐτὸν τὸν πόδα ἐκτὸς ἀσπίδος ἐποίησε. Πολυνείκης δὲ πληγὴν ἐναντίαν ἤγαγε διὰ τοῦ δόρατος, πόδα πληγῆναι δυνάμενον, τῇ αἰχμῇ παραδοθέντα, ἰδών. Cant. ἐν γὰρ τῷ πεδίῳ, ἐν ᾧ ἐμονομάχουν, πεφυκότος πέτρου, καὶ ἐμποδίζοντος Ἐτεοκλέα, τοῦτον βουλόμενος ἐκβαλεῖν, ἐπειρᾶτο διὰ τοῦ ποδὸς κινῶν· ὅθεν καὶ λαθὼν ἐξήγαγε τῆς ἀσπίδος τὸν πόδα, ὃν ἰδὼν εὐθὺς Πολυνείκης ἔτρωσεν. Gu.
Bar.
μεταψαίρων
: μετακινῶν. B.
I. μεταφέρων, μετακινῶν τῷ ποδὶ λίθον. M. μεταφέρων αὐτὸν τῷ ποδὶ κατὰ τὸ λεληθὸς, οἱονεὶ παρασύρων. ἀπὸ τοῦ ψῶ, οὗ παράγωγον τὸ ψαύω. καὶ οἱ ναῦται ψαίρειν φασὶ τὸ ἄρμενον, ὅταν μὴ πολὺς ὁ ἄνεμος πνέῃ, ἀλλὰ μόνον ψαύῃ. B.
C.
M.
I. ἐν σιωπῇ καὶ ἡσυχίᾳ, μεταφορικῶς ἀπὸ τῆς νηός. Fl. 59.
ἴχνους ὑπόδρομον
: περιφραστικῶς τὸ ἴχνος. ὑπόδρομον δὲ τὸ ἔξω ὑποδεδραμηκός. A.
B.
C.
M.
I. ὑποκάτω τοῦ ἴχνους, ἤγουν τοῦ ποδὸς αὐτοῦ, φερόμενον. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. τὸν ὑποκάτω τῆς πορείας τοῦ ποδός. Gu. ἤτοι ὑποδεδραμηκότα καὶ ὑποβεβηκότα τῷ ποδὶ τὸν λίθον, κοινῶς. Ἐτεοκλῆς τὸ κῶλον ἔξω τῆς ἀσπίδος τίθησι. Fl. 33.
διεπέρασεν
: γρ. διεσπάρασσεν. B.
κἀν τῷδε μόχθῳ
: καὶ ἐκ τούτου ὑπὸ τοῦ μόχθου γυμνὸν τῆς ἀσπίδος τὸν ὦμον τοῦ Πολυνείκους θεασάμενος ὁ πρόσθεν τρωθεὶς Ἐτεοκλῆς εἰς τὰ στέρνα τοῦ Πολυνείκους ἔπεμψε σὺν βίᾳ τὴν λόγχην. λόγχην δὲ νῦν τὸ ξίφος· σύνηθες δὲ τοῦτο τοῖς τραγικοῖς. I.
ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
: τρωθεὶς τῇ βίᾳ τοῦ Πολυνείκους, ἀντὶ τοῦ ὑπὸ τῆς βίας τοῦ Πολυνείκους τρωθεὶς διῆκε τὴν λόγχην τὰ στέρνα, ἀντὶ τοῦ διὰ τῶν στέρνων διῆκε τὴν λόγχην· ἢ λείπει ἡ εἰς, ἵν’ ᾖ εἰς τὰ στέρνα. A.
C.
M. περι φραστικῶς ἀντὶ τοῦ τῷ Πολυνείκει. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. εἰς τὰ στήθη βιαίως καθῆκε τὸ δόρυ. A.
B.
C.
I.
ἀπὸ δ’ ἔθραυσ’ ἄκρον δόρυ
: ἀπεκλάσθη δὲ τὸ δόρυ μὴ δυνηθὲν περᾶσαι τὸν θώρακα. A.
B.
C.
Gu.
I. τὸ ἑαυτοῦ δὲ δόρυ
ἄκρον δόρυ
: τὸ ἔχον τὸν σίδηρον. Gu.
ἐπὶ σκέλος
: ἐπὶ πόδα. Gr.
Cant. ἀνὰ πόδα, ὄπισθεν, ὀπίσω τὸν πόδα ἐκίνησεν. Gu. τουτέστιν εἰς τοὐπίσω πάλιν τὸ σκέλος ἀνῆκε καὶ ὑπανεχώρει. τὸ δὲ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω χωρεῖ. ἐπὶ σκέλος λέγω τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς πολεμίοις τὰ νῶτα· ὅμοιον τὸ ὀλίγον γόνυ γουνὸς ἀμείβων.
τοῦτο δ’ ἐν ταῖς ναυμαχίαις πρύμναν κρούεσθαί φασιν οἱ συγγραφεῖς. A.
C.
M. παρὰ πόδα βαίνει, ἀντὶ τοῦ πλησίον ἀκολουθεῖ, ἐπὶ πόδα δὲ ἀναχωρεῖ, ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνατρέχει. Gr.
Bar.
Mosq.
ἄκοντα
: τὸν κοντόν. Gr.
Cant. τὸ δόρυ. Gu. κατὰ μέσον τὸν ἄκοντα τοῦ Πολυνείκους ἀπέκοψε τῷ πέτρῳ. M.
Fl. 33.
ἐξ ἴσου
: μέτρου.
—1406. ἐνθένδε κώπας
: ἀπὸ τούτου δὲ ἁρπάσαντες τὰς κώπας τῶν φασγάνων συνῆλθον, ἐγγὺς ἀλλήλων ἦλθον, συμβαλόντες δὲ τὰς ἀσπίδας καὶ ἀμφοτέροις τοῖς ποσὶ βάντες καὶ στάντες πολλὴν ταραχὴν ἐποίουν πρὸς ἑαυτοὺς ὡρμηκότες. I.
ἐς ταυτὸν ἧκον
: ἀμφοτέροις τοῖς ποσὶ βάντες καὶ στάντες πολλὴν ταραχὴν ἐκίνουν πρὸς ἑαυτοὺς ὡρμηκότες. A.
B.
C.
M. εἰς ἕν. Gr.
Florr. iidem. ἐγγὺς ἀλλήλων. B.
Gu.
συμβαλόντε
: συνάψαντες. Gr.
Florr. iidem. συρράξαντες. Gu.
τὸ Θεσσαλὸν εἰσήγαγε σόφισμα
: Θεσσαλὸν σόφισμα λέγεται ὅταν ποιῇ τις ἑαυτὸν εἶναι ἀσθενῆ, ὄντα ἰσχυρὸν, ἢ ὄντα πλούσιον, καὶ ποιῇ ἑαυτὸν πτωχόν. C. παροιμία τὸ Θεσσαλὸν σόφισμα, τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν· Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν, ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείνους ὑπερβαλέσθαι καθ’ ἑκατόμβης Πολλοὶ γάρ εἰσιν, ἀλλ’ ἄπιστα Θεσσαλοῖς.
καὶ Ἀριστοφάνης ἐν Πλούτῳ Ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποις.
ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις Γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν.
οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικὸν, οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλ’ ὡς δι’ ἀπάτης νικώντων. A.
B.
C.
M.
I. Ἄλλως. σόφισμα λέγει τὴν ἀπάτην, παρόσον οἱ Θετταλοὶ παραδίδονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑπονοήσας γὰρ τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει, τὸ πρόσω τῆς γαστρὸς φυλάττων, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν, οὕτως ἔτρωσε διαμπάξ. A.
C.
M. ἤγουν μηχανὴν εἰσήγαγε τῇ μάχῃ, ἣν ἂν Θετταλὸς ἐπενόησεν· ἀφ’ ὧν πάροιμία, τὸ Θετταλικὸν σόφισμα. Gr.
Cant. τὸ Θετταλὸν σόφισμα ἢ ἀντὶ τοῦ ὃ ποιοῦσιν οἱ Θετταλοὶ πρὸς πόλεμον, ἢ ἐπειδὴ καὶ οἱ Θετταλοὶ πανοῦργοι. ἦν δὲ καὶ ὃ Ἐτεοκλῆς ἐποίησε πρὸς τὸν Πολυνείκην πανουργία καὶ οἱονεὶ Θετταλικὸν σόφισμα. Gu.
ὁμιλίᾳ χθονός
: ὡσεὶ ἔλεγεν ἑταιρείᾳ καὶ ἔρωτι τῆς πατρίδος ὑπέμεινε σοφίσασθαι τὴν μάχην. ἤρα γὰρ πλέον τῆς πατρίδος, διὰ τὸ εἰθίσθαι ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον, ἐκ Πύλου ἐλθών.
καὶ νῦν δὲ
ὁμιλίᾳ οὖν ἀντὶ τοῦ συμμαχίᾳ, βοηθείᾳ. τουτέστι συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε τὸ σόφισμα τοῦτο. A.
B.
C.
M.
I. συνελεύσει. Fl. 33. ἐπιθυμίᾳ τῆς βασιλείας. Gu. κλίσει, πλησιασμῷ πρὸς τὴν γῆν. Gr. τουτέστι πρὸς γῆν κάμψας τὸ γόνυ. Gu.
Cant.
πρόσω τὰ κοῖλα
: ἐναλλὰξ τοὺς πόδας τιθέμενος καὶ τὸν ἀριστερὸν εἰς τὸ ἔμπροσθεν φέρων, ὡς εἶναι πλάγιον καὶ μὴ βλάπτεσθαι τὰ κοῖλα τῆς γαστρὸς, ἐξ ἐναντίας ἱστάμενος, ὅ ἐστι τὰ περὶ τὴν λαγόνα φυλάττων. C.
M. περιφραστικῶς τὴν λαγόνα τὸ βάθος τῆς κοιλίας. A.
M. τὰ πρόσω κοῖλα τῆς ἑαυτοῦ γαστρὸς φυλάττων, τὰ περὶ τὴν λαγόνα. A.
B.
C.
I. τὰ ἔμπροσθεν τῆς γαστρός. Gr.
Mosq.
προβὰς δέ
: προτείνας δὲ τὸν δεξιὸν πόδα ἐνέβαλε τὸ ἔγχος διὰ τοῦ ὀμφαλοῦ, καὶ ἐνήρμοσε καὶ διεπέρασε μέχρι τοῦ σπονδύλου τῆς ῥάχεως. ἅμα δὲ κλίνας τὴν πλευρὰν καὶ τὴν γαστέρα σὺν σταλαγμοῖς αἱμάτων ἔπεσεν ὁ ἄθλιος Πολυνείκης. ὁ δὲ Ἐτεοκλῆς ὡς νενικηκὼς τὴν μάχην, ῥίψας τὸ ξίφος εἰς γῆν, ἐλαφυραγώγει αὐτὸν, τὸν νοῦν πρὸς τὸν Πολυνείκην οὐκ ἔχων, ἐκεῖσε δὲ πρὸς τὸ σκυλεύειν ἢ πρὸς τὸν νεκρὸν, ἢ πρὸς ἑαυτὸν, οἷον οὐκ ἔχων ἑαυτὸν, ὃ δὴ αὐτὸν ἀποτυχεῖν ἐποίησεν. I.
σφονδύλοις τ’ ἐνήρμοσεν
: μέχρι τοῦ νώτου διεπέρασεν. Gu.
τὸν νοῦν πρὸς αὐτὸν οὐκ ἔχων
: πρὸς τὸν νεκρὸν, ἢ πρὸς ἑαυτὸν, οἷον οὐκ ἔχων ἑαυτόν. A.
B.
C.
M. Ἄλλως. οὐ πρὸς τὸν νεκρὸν ἔχων τὸν νοῦν, ἀλλ’ εἰς τὸ σκυλεύειν τὸν Πολυνείκην· ᾤετο γὰρ αὐτὸν εἶναι νεκρόν. A.
B.
C.
M.
Gu.
I.
ἐκεῖσε
: εἰς τὸ σκυλεύειν. M.
σώζων
: οἷον κατέχων, μὴ ἀποβάλλων. M. φυλάσσων τὸ ξίφος τὸ ἑαυτοῦ ἐν σχετλίῳ, ἀλγεινῷ πτώματι. Gr.
Cant. κατέχων, ἢ οὐκ ἐκ χειρὸς ῥίψας τὴν σπάθην. Gu.
λυγρῷ
: χαλεπῷ, ἐσχάτῳ. Gu.
βοηδρόμος
: ὁ μετὰ βοῆς καὶ ἑτέρους προκαλούμενος εἰς βοήθειαν, ἢ ὁ ἐν τῇ βοῇ, ἤγουν ἐν τῷ πολέμῳ, τρέχων. I.
ὑστέρα βοηδρόμος πάρειμι
: τελευταία βοηθὸς παραγέγονα. I. βοηθὸς, καθ’ ὅν οὐκ ἔδει καιρόν. Ἄλλως. ἡ γὰρ ἔξοδος αὕτη γέγονεν οὐκ εἰς διάλυσιν μάχης, ἀλλ’ εἰς θέαν τῆς τελευτῆς. B.
C.
M.
Florr.
ὑστέρα
: βραδεῖα. Gu.
ξυνάρμοσον
: τοὺς ὀφθαλμοὺς κάλυψον, λαβοῦσα τοὺς περιβάλλοντας τὸ ὄμμα ὑμένας. Gu.
αὐχένος
: ἀντὶ τοῦ λαιμοῦ αὐτῆς. Gr.
Florr. iidem.
ἀμφοῖν χέρας
: γρ. καὶ ἀμφοῖν τέκνα. B.
ἡμεῖς μὲν ὡς νικῶντα
: προσυπακουστέον τὸ ἐλέγομεν οἱ Θηβαῖοι. B. ὑπακουστέον τὸ ἐλέγομεν. M. βουλόμενοι τινὲς ἀποδοῦναι ταύτην τὴν αἰτιατικὴν τὸ ὡς ἀντὶ τῆς εἰς φασὶ, λέγοντες, ἡμεῖς μὲν ἀνῄξαμεν εἰς τὸν ἐμὸν δεσπότην θανόντα. καὶ συγγνώμη γε αὐτοῖς οὐκ εἰδόσι τὸ ἀκριβὲς τῆς συντάξεως. τὸ δέ ἐστι τοιοῦτον· ἡμεῖς μὲν ἀνῄξαμεν εἰς ἔριν λόγων, ὡς νικῶντα τὸν ἐμὸν δεσπότην. δέον δὲ εἰπεῖν ὡς νικᾶν, πρὸς μετοχὴν ἐξήνεγκεν. εὕρηται δὲ τοῦτο οὐ μόνον παρὰ ποιηταῖς, ἀλλὰ καὶ ἐν τοῖς ἀρίστοις τῶν λογοποιῶν. (Gu.
Bar.) φησὶ γὰρ Ἀριστείδης ἐν Κίμωνι πρὸς Πλάτωνα λέγων καὶ ὅλως περὶ τούτους τὰ πλεῖστα διατρίβεις, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθηνοῖ
ὅπερ ἀγνοοῦντες τινὲς τὴν αἰτιατικὴν ἀντὶ γενικῆς λέγουσιν. Gu.
ἦν δ’ ἔρις
: ἐν δὲ τοῖς στρατηλάταις ἦν ἔρις. M.
οἱ μὲν πατάξαι
: λείπει τὸ λέγοντες, λέγοντες τὸν Πολυνείκους πρῶτον πατάξαι. M.
οἱ δ’ εἰς ὅπλ’ ἦσσον
: καὶ ἀμφότερα τὰ μέρη εἰς ὅπλα ὥρμων· καλῶς δὲ κατά τινα τρόπον προνοίᾳ τινὶ ἐκάθητο Κάδμου λαὸς ἐπὶ τῶν ὅπλων, ἀντὶ τοῦ ἐν ὅπλοις, τουτέστιν ἔνοπλος. Gr.
Cant.
εἰσπεσόντες
: ἐπελθόντες. M.
ἔρρει
: ἔρρεε. I. ἔρρει ἀντὶ τοῦ φθείρεται ἐπὶ ἐνεστῶτος, ἔρρει δὲ ἀντὶ τοῦ ἐχεῖτο, ἐπὶ παρεληλυθότος.
συλῶντες
: σκυλεύοντες. Gr.
Florr. iidem. ἀφαιροῦντες, ἀντὶ τοῦ συλήσαντες, κουρσεύσαντες. Gu.
ἐπέμπομεν
: καὶ ἐφέρομεν, ἐκομίζομεν. Gu.
νεκροὺς φέρουσιν
: τὸ νεκροὺς πρὸς τὸ φίλους σύναψον
πόλει δ’ ἀγῶνες
: ὁ πόλεμος, φησὶν, ὁ κατὰ τὴν πόλιν πῆ μὲν εἰς καλὸν ἐκβέβηκεν αὐτῇ· ἐσώθη γὰρ, οὐκ ἀνηρπάσθη ὑπὸ τῶν πολεμίων· πῆ δὲ εἰς τοὐναντίον, διὰ τοὺς τεθνηκότας. οἱ ἀγῶνες ἐξέβησαν τῇ πόλει εὐτυχεῖς μὲν, ἐπεὶ ἐνίκησαν, δυστυχεῖς δὲ, διότι ἐσφάγησαν οἱ βασιλεῖς. A.
B.
C.
M.
I.
πόλει δ’ ἀγῶνες
: ἀγῶνες δὲ τῇ πόλει τῇδε οἱ μὲν εὐτυχέστατοι ἀπέβησαν, οἱ δὲ δυστυχέστατοι. ὅμοιον τῷ δύο σκόπελοι ὁ μὲν εἰς οὐρανὸν εὐρύν.
οὐκ ἔχει δὲ κίνδυνον οὗτος ὁ σχηματισμός· οὐ γὰρ ἀφ’ ἑτέρου προσώπου εἰς ἕτερον ἡ μετάβασις γίνεται, ἵνα δέηται πλαγιασμοῦ, ἀλλ’ ἀπὸ ὅλου εἰς μέρη· ταυτὸν δὲ τὸ ὅλον τοῖς μέρεσιν. Gr.
Cant.
Bar.
οὐκ εἰς ἀκοάς
: οὐκ ἄχρις ἀκοῆς ἐστὶ τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ περὶ Οἰδίποδος. B.
M.
I. ἤγουν οὐκ ἀκοῇ ἔτι γινώσκομεν τὴν συμφορὰν, ἀλλ’ ὄψει καὶ πείρᾳ. I. οὐκέτι μέχρι τῆς ἀκοῆς ἥκει ἡ δυστυχία τοῦ δώματος· πάρεστι γὰρ ὁρᾶν τριῶν νεκρῶν τάδε σώ ματα ἐπὶ τοῖς οἴκοις ἐν ἑνὶ θανάτῳ ζοφερὰν ἀναστροφὴν, ἤγουν τὸν Ἅιδην, κληρωσαμένων. Gr.
Cant.
οὐ προκαλυπτομένα
: οὐ καλύπτουσα τὰ ἁβρὰ καὶ τρυφερὰ τῆς παρειᾶς τῆς βοστρυχώδους, οὐδὲ τὸ ὑπὸ τῆς παρθενίας παρθενικὸν φοίνιγμα τὸ ὑπὸ τοῖς ὀφθαλμοῖς, λέγω τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὸ ἐν τῷ προσώπῳ, αἰδουμένη, φέρομαι βάκχη, ἤτοι ὑπουργὸς, τῶν νεκύων, δικοῦσα καὶ ῥίψασα ἀπὸ τῆς ἐμῆς κόμης τὸ σκέπασμα, ἀφεῖσα τὴν ἀνθηρὰν στολὴν, τὴν ἁρμόζουσαν τῇ τρυφῇ, τὴν ἀπὸ κρόκου βεβαμμένην, διὰ ἡγεμόνευμα, ἤτοι διὰ προπομπὴν, τῶν νεκρῶν πολύστονον καὶ πολλῶν στεναγμῶν πλήρη. Gr.
I.
οὐ προκαλυπτομένα
: οὐκ ἔμπροσθεν τῆς παρειᾶς τῆς πλησίον τῶν βοστρύχων οὔσης σκεπομένη, τρυφῶσα λέγω· τοῦτο γάρ ἐστι τὸ ἁβρά· ἤγουν οὐκ ἐπανθεῖ τῷ προσώπῳ μου αἰδὼς, ὡς παρθένου. ὅτι δέ ἐστι τοῦτο δηλοῖ καὶ αὖθις λέγουσα, οὐδὲ αἰδουμένη ὑπὸ παρθενίας φέρομαι τὸν ὑποκάτω τῶν βλεφάρων, ἤτοι τὸν ἐν ταῖς παρειαῖς, γινόμενον φοίνικα, τὸ ἐρύθημα λέγω τοῦ προσώπου, ὅπερ αἱ παρθένοι πάσχουσιν, ἡνίκα αἰδοῦνται, βάκχη οὖσα, οὐ Διονύσου, ἀλλὰ νεκρῶν· ὥσπερ γὰρ ἐκεῖναι ἄνετον τὴν κόμην ἔχουσαι προπορεύονται τοῦ θεοῦ, οὕτω καὶ ἐγὼ ὑπάρχω πολύστονον ἁγεμόνευμα τοῖς νεκροῖς, τουτέστι προπορεύομαι τῶν ἀδελφῶν ἐν ὀδυρμοῖς, ῥίψασα τὰ κρήδεμνα καὶ τὰ ἐν τῇ κεφαλῇ σκεπάσματα, ἀνεῖσα καὶ ἀποπέμψασα τὴν ἀνθηρὰν στολίδα τῆς τρυφῆς, ἤγουν τὸν κόσμον, ᾧ κοσμοῦνται ἐν τῇ κεφαλῇ αἱ παρθένοι τρυφῆς ἕνεκα. Gu.
οὐ προκαλυπτομένα
: Ἀντιγόνη τραγῳδεῖ· νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω, καθάπερ βάκχη τις, ἐπὶ τοὺς νεκροὺς, ἀπορρίψασα τὸ κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τὴν τῆς ἐμῆς
φοίνικ’ ἐρύθημα
: τὸν πυρρόν. ἀρσενικῶς δὲ εἶπε τὸν φοίνικα ἐρύθημα ἀντὶ τοῦ οὐδετέρου· ἔδει γὰρ εἰπεῖν τοὐπὶ βλεφάροις
φοίνικα
: οὐδὲ ὡς παρθένος αἰδοῦμαι, φησὶ, τὸν ὑπὸ βλεφάροις φοίνικα, ἤγουν τὸ ἐρύθημα τοῦ προσώπου. τὴν γὰρ ἐρυθρότητα τοῦ προσώπου τὴν δι’ αἰδῶ γινομένην φοίνικα ὠνόμασε. βλέφαρον δὲ εἶπεν ἀπὸ μέρους τὸ πρόσωπον λέγουσα. A.
αἰδομένα
: ἀντὶ τοῦ οὐδὲ ὑπαιδουμένη τὸ ὑπὸ τοῖς βλεφάροις φοινικοῦν ἐρύθημα τῆς παρθενίας. B.
C.
M.
I.
φέρομαι βάκχα νεκύων
: παρόσον αἱ βάκχαι ἀπογυμνούμεναι χορεύουσιν· οὐ Διονύσου δὲ βάκχη, ἀλλὰ νεκρῶν. B.
M.
I. προηγουμένη ὥσπερ θρηνήτρια τῶν νεκρῶν τῆς ὄψεως ἐμμανὴς οὖσα. M.
αἰδουμένα
: γράφεται καὶ αἰδομένα διὰ τὸ μέτρον. οὐ γράφεται δὲ ἀπὸ τοῦ αἰδουμένα κατὰ ἀφαίρεσιν τοῦ υ, ἀλλ’ ἀπὸ τοῦ αἴδομαι θέματος παρὰ τοῖς ποιηταῖς γραφομένου. Fl. 21.
κράδεμνα
: τὰ δεσμοῦντα τὴν κάρα. B. τὸ δεσμοῦν τὴν κεφαλήν. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. φακιόλια. Gu. τὰ περικαλύμματα, τὸ κεφαλοδέσμιον. Fl. 59. κεφαλοδεσμούς. Fl. 33.
δικοῦσα
: καταβαλοῦσα. Fl. 59.
1507. αἶ αἶ
: ἰὼ Πολύνεικες, ἐγένου ἄρα ἐπώνυμος, ἤγουν αὐτὸ ὃ ἐπωνομάσθης, τουτέστι φιλόνεικος. ὤμοι μοι Θῆβαι ! -τοῦτο διὰ μέσου-ἡ σὴ δ’ ἔρις οὐκ ἔρις, ἦν δηλονότι, ἀλλὰ φόνος κραθεὶς καὶ ἑνωθεὶς φόνῳ, λέγω αἵματι καὶ φόνῳ δεινῷ καὶ χαλεπῷ, ὤλεσε τὸν δόμον τοῦ Οἰδίποδος. τίνα δὲ στοναχὴν τραγῳδητὴν, ἢ τίνα στοναχὴν ἐμμελῆ ἔνδακρυν, ὦ δόμος, ἀνακαλέσομαι φέρουσα τάδε τὰ τρία σώματα τὰ συγγενικὰ, λέγω τὴν μητέρα καὶ τὰ τέκνα, τὴν χαρὰν καὶ ἡδονὴν τῆς Ἐριννύος καὶ τῆς κατάρας τοῦ Οἰδίποδος· ἣ Ἐριννὺς ὤλεσε παντελῶς τὸν οἶκον τοῦ Οἰδίποδος, ὅτε, ὦ πάτερ, ἔγνως τὸ μέλος, ἤτοι τὸ αἴνιγμα, τῆς δυσερμηνεύτου Σφιγγὸς, συνετὸς γενόμενος, τὸ σῶμα αὐτῆς φονεύσας. I.
αἶ αἶ
: οἱ παλαιοὶ ῥήτορες ψιλοῦντες καὶ περισπῶντες, οἱ δὲ νέοι αἳ αἳ βαρύνοντες. C.
σὰ δ’ ἔρις
: ἡ ἔρις, φησὶν, οὐκ αὐτὸ μόνον ἄχρι φιλονεικίας τὸ τέλος ἔσχεν, ἀλλ’ ἄχρι φόνων ἐπαλλήλων προελθοῦσα ἄρδην τὸν πάντα οἶκον τοῦ Οἰδίποδος ἀπώλεσεν. τινὲς δὲ οὕτως, ἡ σὴ δ’ ἔρις οὐκ αὐτὸ μόνον ψιλὴ γέγονε φιλονεικία, ἀλλὰ φόνος φόνῳ κραθείς. Ἄλλως. τὸ τέλειον κραθεῖσα, οἷον οὐκ ἄχρι ψιλῆς φιλονεικίας προελθοῦσα ἡ ἔρις, ἀλλὰ φόνος ἐμὶ φόνῳ κρανθείς. A.
B.
C.
M.
I.
δόμον
: τὴν βασιλείαν. Gu.
τίνα δὲ προσῳδόν
: συνῳδήτριαν. B. θρηνητικὴν στοναχήν. συνῳδὸν ἀντὶ τοῦ θρῆνον· τὸ δὲ τίνα πρός
ἀναστρεπτέον· τουτέστι πρὸς τίνα πρῶτον τῶν προκειμένων νεκρῶν θρῆνον, ἢ πρὸς τίνα τούτων στεναγμὸν μετὰ δακρύων, ὦ δόμος δόμος, ἀναβοάσω· ἢ τὸ προσῳδὸν ἐξ ὁλοκλήρου τὸν θρῆνον νοητέον, οὐκ ἀποδιαιρουμένης τῆς πρός, ἵν’ ᾖ τοιοῦτος ὁ λόγος· τίνα θρῆνον ἄξιον, ἢ τίνα στεναγμὸν σύμφωνον τῆς προκειμένης συμφορᾶς καὶ τῶν τριῶν τούτων νεκρῶν ἀναβοήσω, προσᾴδοντα, φησὶ, καὶ ἁρμόζοντα τοῖς νῦν πάθεσι; A.
C.
M.
μουσοπόλον
: μουσικὸν στεναγμόν· ἔστι γὰρ καὶ θρῆνος μουσικός. Ὅμηρος παρὰ δ’ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχους, οἵτε στονόεσσαν ἀοιδήν
καὶ τὰ ἑξῆς. A.
B.
C.
M.
I. μοῦσα γὰρ καὶ ὁ θρῆνος, ὡς τὸ ἀοιδὴ τὸ μέλος καὶ ὁ ὕμνος. Fl. 59.
μουσοπόλον
: μουσικὴν θρηνητικὴν στοναχήν. M.
χάρματ’ Ἐρινύος
: ἀντὶ τοῦ ἔργα Ἐρινύος, ἐν αἷς χαίρει. λείπει τὸ ἔφυς, χάρμα ἔφυς Ἐρινύος. M. λέγω ἡδονὴν τῆς παρακολουθούσης ἐπ’ ἐκδικήσει τῶν παρανομιῶν δυνάμεως. Gr.
Florr.
δυσξυνέτου
: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς, ἐπεὶ πᾶσι δυσνόητον ἦν τὸ αἴνιγμα, πλὴν τοῦ Οἰδίποδος μόνου· διὰ γὰρ τοῦτς συνετὸν ἐπὶ τοῦτο εἴρηκε τὸ μέλος, πᾶσι μὲν τοῖς ἄλλοις ἀσαφὲς, αὐτῷ δὲ μόνῳ σαφὲς καὶ καταληπτόν· ξυνετὸν γὰρ τὸ σαφές. Ἄλλως. τῷ Οἰδίποδι ξυνετόν· ἀπὸ κοινοῦ δὲ τὸ Σφιγγός. τινὲς δὲ συνετὸν τὸ βαθύτατον. A.
B.
C.
I.
ὅτε δυσξυνέτου
: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε· ὁ δὲ λόγος, ἥτις Ἐριννὺς τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν, ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα, τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς, γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου· φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ. A.
C.
M.
ἰώ μοι
: διὰ μέσου. I. τίς Ἑλλὰς, ἤτοι’ Ἑλληικὴ γῇ, ἢ βαρβαρικὴ, ἢ τίς ἕτερος τῶν ἔμπροσθεν εὐγενῶν, αἵματος καὶ γένους ὑπάρχων δηλονότι ἀνθρωπείου, τοιαύτας λύπας φανερὰς ὑπέμεινε τοσούτων κακῶν, ὡς ἐγὼ δηλονότι. τάλαινά εἰμι ἐγὼ, πῶς ἐλελίζω καὶ ταράττομαι. Gr.
I.
τοιάδ’ ἄχεα
: τοιαῦτα ἄχη κακά. B.
τίς ἄρ’ ὄρνις
: καὶ τίς ἄρα ὄρνις καθεζομένη ἐπὶ κλάδοις τοῖς κατ’ ἄκρον κομῶσιν ἢ δρυὸς ἢ ἐλάτης, στερηθεῖσα τῆς μητρὸς, συνῳδὸς καὶ σύμφωνος ἔσται τοῖς ἐμοῖς ὀδυρμοῖς ἐν ἄχεσι καὶ λύπαις εἰς αἴλινον καὶ θρῆνον, ἐν αἰάγμασι καὶ θρηνητικοῖς ἀπηχήμασιν· ἥτις ἐπὶ τούτοις κλαίω, μόνη δὲ τὸν ἀεὶ χρόνον, ἤτοι διὰ παντὸς, ἠχήσω καὶ θρηνήσω, διάξουσα τὴν ζωὴν ἐν σταζομένοις δακρύοις. I. τίς ἄρα ὄρνις ἐστερημένη τῆς μητρὸς, ἑζομένη καὶ καθημένη ἐν τοῖς κλάδοις τῆς δρυὸς ἢ ἐν τοῖς κλάδοις τῆς ἐλάτης τοῖς εἰς ἄκρον κομῶσιν ἐστὶν ἐν τοῖς οἰκείοις ἄχεσι συνῳδὸς καὶ συνθρηνήτρια τοῖς ἐμοῖς ὀδυρμοῖς. (λαμβάνων δὲ κατὰ συνεκδοχὴν τὸ κλάδοις καὶ εἰς τὸ δρυὸς καὶ εἰς τὸ ἐλάτης, εἰς μὲν τὸ δρυὸς γυμνὸν τίθει, εἰς δὲ τὸ ἐλάτης μετὰ τοῦ ἀλκροκόμοις.) ἥτις ἐν τοῖσδε τοῖς νεκροῖς κλαίω ἐν αἰάγμασι καὶ θρήνοις αἴλινον καὶ κλαυθμόν, (τοῦτο κομματικὸν οὕτω.) διαβιβάσουσα μονάδα καὶ μεμονωμένον αἰῶνα, ἅτε πάντας τοὺς ἐμοὺς ἀπολέσασα ἰαχήσω καὶ θρηνήσω τὸν ἀεὶ χρόνον ἐν δάκρυσιν ἐκ τῶν ἐμῶν ὀμμάτων καταφερομένοις. Gu.
ἃ τοῖσδε
: ἅτινα ᾄσματα θρηνῶ ἐπὶ τοῖσδε τοῖς νεκροῖς. I. ἂ
ἃ τοῖσδε προκλαίω
: ἅπερ, θρηνητικὰ ἀπηχήματα, ἐπὶ τούτοις τοῖς ἐπὶ τοῖσδε τοῖς νεκροῖς. I. ἃ ἀπηχήματα, ἐπὶ τούτοις τοῖς
ἐν λειβομένοις
: ἐν ὑγροῖς. I.
τίν’ ἐπὶ πρῶτον
: ἐπὶ τίνα πρῶτον βάλω ἀπαρχὰς ἀπὸ τῆς χαίτης, ἤτοι ἀπὸ τῆς κόμης, διὰ σπαραγμῶν; πότερον δηλονότι παρὰ τοῖς δυσὶ μαστοῖς τοῦ γάλακτος τῆς μητρὸς, ἢ πρὸς τὰ οὐλόμενα αἰκίσματα τῶν δισσῶν ἀδελφῶν, ἤτοι πρὸς τὰς ἀξίας ἀπωλείας πληγὰς τῶν δύο ἀδελφῶν; φεῦ, ὦ πάτερ ἀλαὲ, ὁ φέρων ὄμμα τυφλὸν, λίπε τοὺς σοὺς δόμους, δεῖξον, ὦ Οἰδίπους, τὴν σὴν ζωὴν τὴν ἀθλίαν, ὅστις ἐμβαλὼν τοῖς σοῖς ὄμμασιν ἀορασίαν καὶ τύφλωσιν ἐπὶ τοῖς δώμασιν ὀδυνηρῶς ἀνύεις ἐπὶ πολὺ ζωὴν παρατεινομένην καὶ μακροχρόνιον. ἀκούεις σὺ, ὁ πλανώμενος κατὰ τὴν αὐλὴν καὶ κατὰ τὸν οἶκον, ἰαύων καὶ διατρίβων καὶ κινῶν ἐν τοῖς δεμνίοις γηραιὸν πόδα δύστηνον, ἤτοι γεροντικὴν ἀθλίαν πορείαν. I.
τίν’ ἐπὶ πρῶτον
: ἐπὶ τίνα πρῶτον βαλῶ ἀπαρχὰς θρήνου ἐν σπαραγμοῖς ἀπὸ τῆς ἐμῆς χαίτης, τουτέστι τίνα πρῶτον θρηνήσω, τὰς τρίχας σπαράττουσα καὶ πρὸς αὐτὸν ῥίπτουσα παρὰ τοῖς διδύμοις μαστοῖς τῆς μητρὸς τοῦ γάλακτος; -ἐντεῦθεν γὰρ τέθραμμαι ἡ τάλαινα·-ἢ πρὸς τὰ οὐλόμενα καὶ ἐφθαρμένα αἰκίσματα τῶν δισσῶν ἀδελφῶν; Gu.
ἀλαόν
: τυφλὸν ὄμμα. M.
ἀέριον σκότον
: ἀφανῆ. B. ἀὴρ λέγεται καὶ τὸ ὁμιχλῶδες καὶ ἀόρατον· ὡς παρ’ Ὁμήρῳ ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖα.
εἰπὼν οὖν ἐνταῦθα σκότον ἐπάγει ἀέριον ἐπιθετικῶς κατὰ ταύτην τὴν σημασίαν τοῦ ἀέρος, ἵνα δηλώσῃ τὸ εἶδος τοῦ σκότου, ὅτι οἷον τὸ τοῦ ἀέρος, ὥσπερ εἴ τις εἴποι φῶς ἡλιῶδες, ἤγουν οἷον τὸ τοῦ ἡλίου. μεταφορικῶς δὲ λέγει ἀπὸ τοῦ σκότου τοῦ ἐν ἀέρι τοῦ μὴ βλεπομένου τὴν στέρησιν τῆς ὁράσεως καὶ τὴν τύφλωσιν. ἔχει οὖν τὸ πᾶν
τί μ’, ὦ παρθένε
: διὰ τί, ὦ παρθένε, ὁδηγίαις τῆς τυφλῆς πορείας ἐξήγαγές με εἰς φῶς, προσκαλεσαμένη τοῖς δάκρυσι τὸν ἀεὶ ἐν λέχει καὶ κοίτῃ ὑπάρχοντα; I. ὅλως ἐν πᾶσιν
τυφλοῦ
: τῆς τυφλῆς παρειᾶς ἐξήγαγές με προκαλεσαμένη τοῖς δάκρυσιν. M.
αἰθέρος
: ὥσπερ γὰρ οἱ ἐν τῷ ἀέρι τύποι οὐκ ἔχουσι σύστασιν, ἀλλὰ μόνῃ τῇ ὄψει καταλαμβάνονται, καὶ οἱ ἐν Ἅιδου νεκροὶ ὄνομα μόνον εἰσὶ, καὶ τὰ ὄναρ θεάματα τοῖς ἀνθρώποις νοῦ τυγχάνει φαντάσματα, οὕτω καὶ Οἰδίπους τῷ πλήθει καὶ μεγέθει
παρὰ βάκτροις
: παρὰ τῇ σῇ βακτηρία. Gr.
γρ. πόδα σὸν τυφλὸν θεραπεύμασιν ἐμόχθει. B.
ἐμῶν παθέων
: γρ. ὦ μοι ἐγὼ παθέων. M.
πάρα γάρ
: πάρεστι γὰρ στενάζειν διὰ ταῦτα καὶ βοᾶν. I.
τάδε
: διά. Gr.
ποία μοίρᾳ
: γρ. μιᾷ μοίρᾳ. B.
οὐκ ἐπ’ ὀνείδεσιν οὐδ’ ἐπὶ χάρμασιν
: οὐκ ἐπιχαίρουσα, οὐδὲ ὀνειδίζουσα λέγω νῦν τοῦτο, ἀλλ’ ὀδυνωμένη καὶ συναλγοῦσα
οὐκ ἐπ’ ὀνείδεσιν λέγω, οὐκ ἐπ’ ὀνείδεσιν, οὐδ’ ἐπὶ χάρμασιν ἔλιπον τὸ φάος, ἤγουν οὐκ ἄτιμος καὶ τοῖς ἐχθροῖς ἐπονείδιστος ὁ τούτων θάνατος γέγονεν, ἀλλὰ ὁ σὸς ἀλάστωρ ἔβη καὶ ἦλθεν ἐπὶ τοὺς σοὺς παῖδας ἐν ὀδύναις, βρίθων ἐν ξίφεσι καὶ πυρὶ καὶ σχετλίαις μάχαις. δείκνυσι δὲ ἐντεῦθεν ὅτι, εἰ καὶ γενναίως πάνυ καὶ ὑπὲρ φύσιν ὀλώλασιν, ἀλλὰ μεγίστην ὅσην ἐμοὶ τὴν ὀδύνην ἐντεῦθεν προὐξένησαν. Gu.
οὐκ ἐπ’ ὀνείδεσιν
: οὐ δι’ ὄνειδος, ἤγουν οὐχ ἵνα ὀνειδίσω, οὐδ’ ἐπὶ χαρᾷ διακειμένη, ἤγουν χαίρουσα. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
ἐπὶ χάρμασιν
: ἐχθρῶν ἔλιπον φάος· γενναίως γὰρ ὑπὲρ τῆς βασιλείας ἀλλήλους ἐφόνευσαν. Gu.
καὶ πυρί
: καὶ κατὰ πῦρ καὶ κατὰ (τὰς
πυρί
: ἀφανισμῷ, διὰ τὸ καυστικὸν τοῦ πολέμου. Gu.
ἰώ μοι αἶ αἶ
: γρ. ὤμοι ἐγώ. M.
τί τάδε
: λείπει ἡ διά· διὰ τί τάδε καταστένεις, ἐπειδὴ διὰ τί τάδε καταστένεις, ἐπειδὴ
τάδε
: τὴν τύφλωσιν ἢ τὸν τῆς μητρὸς γάμον. Gu.
τέκνα
: διὰ τὰ τέκνα. B.
M.
I. στενάζω δηλονότι. Gr.
Florr. iidem.
1564. δ’ ὀδύνας ἔβας
: περισσοτέρως ὠδυνήθης. B. δι’ ὀδύνας ἀνέβης καὶ εἰ βλέπων ἐτύγχανες. M. διὰ περιωδυνίας, ἤγουν μεγάλης ὀδύνης, ἦλθες ἂν, εἰ βλέπων εἰς τὸ ἅρμα τοῦ ἡλίου τὸ τέθριππον ἐπεσκόπεις ταῖς ἀκτῖσι τοῦ σοῦ ὄμματος τὰ σώματα τῶνδε τῶν νεκρῶν, τουτέστιν εἰ τὴν τοῦ ὁρᾶν δύναμιν ἔχων ἔβλεπες εἰς τάδε τὰ σώματα τῶν νεφρῶν. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. λείπει ἡ ἀνά, ἵν’ ᾖ δι’ ὀδύνας ἀνέβης. Ἄλλως. μειζόνως ἂν ὠδυνήθης, εἰ τοὺς ὀφθαλμοὺς ἔχων ὁρῶντας καθεώρας τούτους κειμένους νεκρούς. τὸ γὰρ ἐπενώμας ἀντὶ τοῦ διέκρινας καὶ ἐπεσκόπεις. B.
C.
M.
I. μεγάλην περιωδυνίαν ἔσχες, ἤτοι μειζόνως ἂν ὠδυνήθης. Gu.
1576. δάκρυα
: δάκρυα θρηνώδη φανερὰ πᾶσι ποιοῦσα μαστὸν ἱκέτιν αἴρουσα ἔφερε τοῖς τέκνοις ἱκέτις αὐτοῖς ἀπελθοῦσα· εὗρε δὲ ἐν ταῖς Ἠλέκτραις πύλαις κατὰ τὸν λειμῶνα τὸν λωτοτρόφον τὰ τέκνα ἡ μήτηρ ἐν πληγαῖς φόνου, ὥστε λέοντας τοὺς ἐν τῇ ἐπαύλει μαχομένους, λόγχαις μαχεσάμενα κοινὸν πόλεμον, θυσίαν διὰ ῥοῆς αἵματος φονικοῦ ἤδη ψυχρὰν, ἣν ὁ Ἅιδης ἐκληρώσατο, παρέσχε δὲ ὁ Ἄρης. Gr.
Cant.
1576. εὗρε δ’ ἐν Ἠ
: εὗρε δὲ τὰ τέκνα ἐν ταῖς Ἡλέκτραις πύλαις κατὰ τὸ ἄλσος τὸ λωτὸν ποιοῦν, πλησίον αὐτοῖς ὂν, ὥσπερ λέοντας ὁμοῦ ὄντας, κοινὸν πόλεμον μαχομένους ἐν λόγχαις ἐπὶ τραύμασιν αἵματος, τουτέστιν ἐπὶ τῷ θανατῶσαι ἀλλήλους. εὗρε δὲ ἤδη καὶ ἀπὸ τοῦ νῦν αὐτοὺς θυσίαν αἵματος φονίαν καὶ φονικὴν, ψυχρὰν, ἣν ἐκληρώσατο ὁ Ἅιδης, παρέσχε δὲ ὁ Ἄρης. ἐπειδὴ γὰρ ὁ μὲν Ἄρης τοὺς πολέμους καὶ τοὺς φόνους ἐργάζεται, ὅθεν καὶ μιαιφόνος κέκληται, ὁ δὲ Ἅιδης τοὺς τεθνηκότας ὑποδέχεται, διὰ τοῦτο τὸν μὲν Ἄρην παρασχεῖν λέγει τὴν θυσίαν, τὸν δὲ Ἅιδην, λαχεῖν. τὸ δὲ ψυχρὰν ἀντὶ τοῦ νεκράν· κἂν γὰρ τὸ αἷμα θερμὸν, ἀλλ’ ἡ τοιαύτη τοῦ αἵματος θυσία ἐκ σφαγῆς γενομένη ψυχρά· ἢ ὅτι καὶ οἱ
λωτοτρόφον
: λωτὸν οὐ μόνον τὸ γλυκοκάλαμον, ἀλλὰ καὶ πόα τις ἡ ἰδιωτικῶς λεγομένη τριφύλιον. Gu. ἀνθηρόν. Fl. 59.
ἐπὶ τραύμασιν
: κατὰ κοινοῦ τὸ εὗρεν.
αἵματος τύχην
: ἀντὶ τοῦ αἵματος τυγχάνοντας, καὶ εἰς τοῦτο τύχης ἀφιγμένους, τουτέστιν ἐλθοῦσα δ’ εὗρεν αἵματι λοιπὸν πεφυρμένους καὶ τὴν τύχην αὐτοῖς τοῦ φόνου πέρας λαβοῦσαν. εὗρεν αὐτοὺς ἡ μήτηρ, ὥσπερ λέοντας δύο ἐν ἐρήμοις τόποις μαχομένους περὶ τραύματα, τουτέστιν ἢ περὶ σώματος ἢ παρδάλεως ἢ ἄλλου τινός. A.
C. Ἄλλως. κοινὸν τὸ εὗρεν· ὁ δὲ λόγος ἀσύνδετος· ἐπὶ τοῖς τραύμασιν εὗρε ψυχρὰν σπονδὴν αἵματος, ὅπερ αἷμα τῶν φονευομένων σπονδή ἐστι τοῦ Ἅιδου καὶ τοῦ Ἄρεως. B.
C.
M.
I.
χαλκόκροτον
: τὸ ὑπὸ χαλκοῦ συγκεκροτημένον καὶ κατεσκενασμένον ξίφος. B.
I. χαλκήλατον, ὑπὸ χαλκοῦ ἠλασμένον. Gr.
Cant. ἐκ χαλκοῦ κατασκευασθὲν, τὸ κρουόμενον παρὰ χαλκοῦ. Gu.
εἴσω
: παρέσω τὸ ξίφος. M.
κατῆρξεν
: ἔφερε. B.
ὑπῆρξεν
: ἀντὶ τοῦ ἦρξεν, ἤγουν ἐπεστάτησεν, ἐξουσίασε κατὰ τῶν δόμων τοῦ Οἰδίποδος. Gr.
Fl. 5.
6.
9.
21.
56.
59.
76. κατὰ τοὺς δόμους τοῦ Οἰδίπου. Mosq.
δόμοις
: γρ. ἢ τέκνοις ἢ γένει. B.
εὐτυχέστερος βίος
: οὐχ ὡς τοῦ προτέρου βίου εὐτυχοῦς ὄντος συγκριτικῷ ἐχρήσατο· ἔσθ’ ὅτε γὰρ τὰ συγκριτικὰ ἐξ ἀνομοιοειδῶν γίνεται, ὡς τὸ πρεσβύτερος παίδων, οὐχ ὡς καὶ τῶν ἄλλων παίδων παλαιῶν ὄντων. A.
B.
C.
M.
I.
οἴκτων μέν
: θρήνων μὲν ἀπὸ τοῦ νῦν λήγετε, ὅτι καιρὸς ταφῆς. Gr.
ἀρχὰς τῆσδε γῆς
: τὰς ἀρχὰς φερνὰς διδούς· ἀπὸ κοινοῦ δὲ τὸ διδούς. φερνὰς οὖν, φησὶν, ἔδωκε τῇ ἑαυτοῦ ἀδελφῇ ἑαυτοῦ τὴν ἀρχήν. A.
B.
M.
I. φερνὰς τὰ διδόμενα δῶρα τῇ νύμφῃ. ἀπὸ κοινοῦ δὲ τὸ διδούς. M. Ἄλλως. φερνὰ ἡ προὶξ ἀπὸ τοῦ ἐπιφέρεσθαι αὐτὴν τὰς εἰς γάμους διδομένας. Α. φερνὰς δέ φησι τὰ διδόμενα χάριν προικὸς τῇ νύμφῃ. B.
I. ἐπειδὴ παρηγγύησε τῷ ἐμῷ παιδὶ Αἵμονι Ἀντιγόνην, ἔδωκεν ἐμοὶ τὴν βασιλείαν φυλάττειν, μέχρις ἂν, πληρωθέντων τῶν γάμων, Αἵμων λαβὼν ταύτην ὡς προῖκα ἄρχῃ σὺν Ἀντιγόνῃ τῆσδε τῆς χώρας. Gu.
Αἵμονι
: τῷ υἱῷ μου. I.
εὖ πράξειν
: εὐτυχήσειν. Gr.
Florr. iidem.
ἐκκομίζου
: ἔξω παραπέμπου. Gr.
Florr. iidem.
ὕβρει
: ἐφ’ ὕβρει. Gr.
Florr.iidem.
διὰ δὲ τοὺς ἀλάστορας
: τὰς δυστυχίας τὰς σάς. I.
ὦ μοῖρ’ ἀπ’ ἀρχῆς
: ὦ μοῖρα καὶ τύχη, λίαν ἐποίησας ἐμὲ ἀπ’ ἀρχῆς ἄθλιον καὶ τλήμονα, ὡς οὐδεὶς ἄλλος τῶν ἀνθρώπων ἐγένετο· ὃν, ἐμὲ δηλονότι, καὶ πρὸ τοῦ ἐλθεῖν εἰς φῶς ἐκ τῆς γονῆς τῆς μητρὸς, ἤτοι ἐκ τῆς γεννήσεως τῆς μητρὸς, ἐθέσπισεν ὁ Ἀπόλλων τῷ Λαΐῳ ἄγονον, ἤτοι μὴ γεννηθῆναι ὀφείλοντα, γενέσθαι φονέα τοῦ πατρός. φεῦ, ἄθλιός εἰμι ἐγώ. ἐπεὶ δὲ ἐγενόμην, ἤτοι εἰς φῶς ἦλθον, πάλιν ὁ σπείρας πατὴρ ἔκτεινέ με, ἤτοι κτεῖναί με ἔκρινε, νομίσας γεγονέναι πολέμιον· ἀπέκειτο δὲ θανεῖν αὐτὸν ἐξ ἐμοῦ. πέμπει δέ με, ἀντὶ τοῦ ἐξέπεμψεν ἐμὲ, ποθοῦντα μαστὸν, ἤτοι ὑπομάζιον ὄντα, βορὰν ἀθλίαν, γενησόμενον δηλονότι, θηρσὶν ἀντὶ τοῦ θηρῶν· οὗ καὶ ὅπου σωζόμεθα, ἀντὶ τοῦ ἐσώθημεν. ὤφελε γὰρ, ἀντὶ τοῦ ἔπρεπεν, ἐλθεῖν ὁ Κιθαιρὼν εἰς τὰ χάσματα καὶ εἰς τὰ σχίσματα τοῦ Ταρτάρου τὰ ἄβυσσα, καὶ τὰ βαθύτατα, ὃς οὐκ ἀπώλεσεν ἐμὲ, ἀλλὰ ἔδωκεν ἐμοὶ ὁ δαίμων δουλεῦσαί τε ἀμφὶ δεσπότην τὸν Πόλυβον. κτανὼν δὲ ὁ δυστυχὴς τὸν ἐμαυτοῦ πατέρα ἦλθον εἰς συνάφειαν τῆς ταλαιπώρου μητρὸς, ἔτεκόν τε παῖδας ἀδελφοὺς, οὓς ἀπώλεσα λαβὼν ἀρὰς παρὰ τοῦ Λαΐου καὶ δοὺς τοῖς παισίν· οὐ γὰρ τοσοῦτον ὑπάρχω ἀσύνετος καὶ ἀνόητος ὥστε ἄνευ του, καὶ τινὸς, τῶν θεῶν ἐμηχανησάμην ταῦτα εἰς τὰ ἐμὰ ὄμματα καὶ εἰς τὸν βίον καὶ τὴν ζωὴν τῶν ἐμῶν παίδων. εἶεν, καὶ ἔστω ταῦτα· τί δῆτα δράσω ὁ δυστυχὴς ἐγώ; τίς ἀκολουθήσει μοι ὁδηγὸς ποδὸς τυφλοῦ; ἡ θανοῦσα ἥδε, ἤγουν ἡ Ἰοκάστη; ζῶσα γὰρ ἂν οἶδα σαφῶς ὅτι ἐγένετο ἡγεμὼν δηλονότι. ἀλλ’ ἡ τῶν καλῶν παίδων δυάς; ἀλλ’ οὐκ ἔστι μοι. ἀλλ’ ἔτι νεάζων, ἤτοι νέος ὢν, εὕροιμι αὐτὸς πόρον ζωῆς; πόθεν, ἀντὶ τοῦ οὐδαμῶς. τί ἀποκτείνεις ἐμὲ, ὦ Κρέον, οὕτως ἄρδην καὶ παντελῶς; ἀποκτενεῖς γὰρ, εἰ ἐκβαλεῖς ἐμὲ ἔξω τῆς γῆς. οὐ μὴν ἑλίξας τὰς χεῖρας περὶ τὸ σὸν γόνυ φανοῦμαι δειλός· τὴν γὰρ ποτὲ οὖσαν ἐμοὶ γενναιότητα οὐκ ἂν καταλίποιμι, καίπερ πράσσων δυστυχῶς. I.
μητρὸς ἐκ γονῆς
: γόνος καὶ γονὴ τὸ σπέρμα τοῦ ἀνδρὸς, ὃ παραλαβοῦσα ἡ γυνὴ καὶ θάλψασα καὶ τὸν τεταγμένον χρόνον κατασχοῦσα, ἀποτίκτει. ὥσπερ δὲ λέγεται σπέρμα τῆς γῆς ὁ σῖτος καὶ ἡ κριθὴ καὶ τὰ τοιαῦτα, διότι εἰς τὴν γῆν σπείρονται, οὕτω καὶ ὁ καταβαλλόμενος πρὸς τὴν γυναῖκα σπόρος τῆς γυναικὸς ἂν λέγοιτο κατὰ τὸν προσήκοντα λόγον. καθ’ ὃ λέγεται ἐνταῦθα τὸ μητρὸς ἐκ γονῆς, ἤγουν ἐκ τοῦ σπέρματος τῆς μητρὸς, ἀντὶ τοῦ ἐκ τοῦ πρὸς τὴν ἐμὴν μητέρα καταβληθέντος σπέρματος. ἀπὸ τούτων καὶ τὸ γόνιμον καὶ τὸ ἄγονον. λέγεται δὲ ταῦτα (ἐναντία γάρ εἰσι, καὶ ἐπὶ τῶν αὐτῶν λέγεται) πρῶτα μὲν ἐπὶ ἀνδρὸς δυναμένου παιδοποιεῖν, ἢ μὴ δυναμένου, καὶ ἐπὶ μήτρας δυναμένης σπέρμα ζωογονεῖν, ἢ μὴ δυναμένης· ἔπειτα καὶ ἐπὶ φυτῶν δυναμένων καρποφορεῖν, ἢ μὴ δυναμένων· καὶ ἐπὶ γῆς ἐπιτηδείου σπέρματα θάλπειν καὶ τρέφειν, ἢ μὴ ἐπιτηδείου· καὶ ἐπὶ ποιητοῦ δυναμένου ποιεῖν ποιήματα, ἢ μὴ δυναμένου· καὶ ἔτι ἐπὶ βρέφους δυναμένου τεχθῆναι, ἢ πρέποντος, ὡς ἐν τούτοις. καὶ τοῦτό φασιν ἑπτὰ μησὶ γόνιμον εἶναι· ἐνταῦθα δὲ ἀντὶ τοῦ δυναμένου τεχθῆναι, ἢ μὴ δυναμένου, ἢ πρέποντος· οἷον ἐνταῦθα τὸ ἄγονον Ἀπόλλων Λαΐῳ μ’ ἐθέσπισεν,
ἀντὶ τοῦ μὴ πρέποντα εἶναι τεχθῆναι. Gr.
I.
ἀλλὰ δουλεῦσαί τέ μοι
: δοῦλον γενέσθαι. I. καὶ τοῦτο εὔηθες· οὐ γὰρ δοῦλον αὐτὸν ἐποίησεν ὁ Πόλυβος, ὡς καὶ ἡ Ἰοκάστη φησὶν ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον μαστοῖς ὑφεῖτο, καὶ πόσιν πείθει τεκεῖν.
ὥστε υἱὸς ἐνομίζετο. ἀλλὰ φαμὲν ὅτι ἕνεκα τοῦ εἰς οἶκτον κινῆσαι τοὺς θεωμένους ταῦτα ὁ Εὐριπίδης ἐτεχνάσατο, ἢ ὅτι οἱ βαρυνόμενοι συμφοραῖς ὑπὸ προκειμένης συμφορᾶς καὶ τὰς προτέρας εὐδαιμονίας δυστυχίας ἀποκαλοῦσιν. A.
B.
M.
I. ἀλλὰ καὶ δουλεῦσαί μοι ἔδωκε πρὸς δεσπότην τὸν Πόλυβον. Gr.
Florr.
ἀρὰς παραλαβών
: θέλει εἰπεῖν ὅτι εἵμαρται ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάϊος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με, κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρ’ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα, φησὶ, καὶ τοῖς ἐξ ἐμοῦ παισίν. A.
B.
M.
I. ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλ’ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο, τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι, ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν. A.
ἀρὰς παραλαβών
: κατάρας παρὰ τοῦ Λαΐου λαβὼν, ἀντὶ τοῦ κληρονομήσας, καὶ πρὸς τοὺς παῖδας παραπέμψας. ἀρὰς δὲ λέγει τὰς παρακολουθούσας τῷ γένει αὐτῶν ἀπὸ τοῦ Πέλοπος, οὐχ ἃς αὐτῷ ὁ Λάϊος κατηράσατο, ἐπεὶ οὐδὲ φέρεταί τι τοιοῦτον ἀπὸ τοῦ Λαΐου πρὸς τὸν Οἰδίποδα, ἀλλ’ ὡς ὁ Πέλοψ Λαΐῳ κατηράσατο δυσθυμήσας ἐπὶ τῇ υἱοῦ αὐτοῦ Χρυσίππου ἁρπαγῇ, ἣν ἡρπάξατο ὁ Λάϊος. Gr.
Cant. τὸ γὰρ δυστυχεῖν με παρὰ πατρὸς λαβὼν, παρανόμως ὑπ’ ἐκείνου σπαρεὶς, καὶ διὰ τοῦτο εἰς Κιθαιρῶνα ῥιφεὶς ἐπ’ ἀπωλείᾳ, παρέδωκα τοῖς παισὶν, ἅτε πεπρωμένου μηδένα τῶν ἐκ Λαΐου εὐτυχῆ γενέσθαι· ὥστε, τούτου ὄντος, κατηρασάμην αὐτὸς τοῖς παισὶν, ὑπὸ τοῦ προσόντος μοι κακοῦ δαίμονος εἰς τοῦτο συνελαθείς. Gu.
οὐ γὰρ τοσοῦτον
: οὐ γὰρ τοσοῦτον ἀνόητος πέφυκ’ ἐγὼ ὥστε χωρίς τινος ἀπὸ τῶν θεῶν εἰς τὰ ἐμὰ ὄμματα ταῦτα ἐμηχανησάμην καὶ εἰς τὴν ζωὴν τῶν ἐμῶν παίδων. ὅμοιον τῷ παρὰ Σοφοκλεῖ ἡ δ’ ὧδε τλήμων ὥστε τῷ μιάστορι ξύνεστιν.
τὸ γὰρ ὥστε, μετὰ ἀπαρεμφάτου οἰκείως ἔχον τάττεσθαι, ἐν τούτοις μετὰ ὁριστικοῦ κεῖται καθ’ ὁμοίαν ἀκολουθίαν. ἴσως οὖν ὁ καί σύνδεσμος ἐπὶ τούτων συνυπακούεται· μετὰ γὰρ τοῦ καί συνδέσμου τὸ ὥστε οὐκ ἀνακολούθως πρὸς ὁριστικὸν λέγεται. Gr.
Cant.
Leid.
ἐμηχανησάμην
: δέον εἰπεῖν μηχανήσασθαι, ὁ δὲ ἐμηχανησάμην εἶπεν, ὅτι γεγόνασιν. Gr.
ἑλίξας
: συστρέψας τὰς ἐμὰς χεῖρας ὑπὲρ τὸ σὸν γόνυ δειλὸς φανοῦμαι· τὴν γὰρ ἐμὴν εὐγένειαν οὐκ ἂν προδώσω, κἂν δυστυχῶ. I.
χεῖρας
: τὰς ἐμάς. B.
κακός
: δειλὸς, ἀγεννής. Gu.
προδοίην
: ἀπολέσαιμι. Gr.
Florr. iidem.
σοί τ’ εὖ λέλεκται
: σοί τε εὖ καὶ καλῶς λέλεκται, μὴ θέλειν τὰ ἐμὰ γόνατα, ἤτοι μὴ χρῄζειν ἅπτεσθαι τῶν ἐμῶν γονάτων, ἐγὼ δὲ οὐκ ἂν ἐάσαιμί σε οἰκεῖν τὴν χθόνα. ἀπὸ τῶνδε δὲ τῶν νεκρῶν τὸν μὲν, ἤγουν τὸν Ἐτεοκλῆν, πρέπον κομίζειν ἤδη εἰς τοὺς δόμους, τόνδε δὲ, λέγω τὸν νέκυν τοῦ Πολυνείκους, ὃς ἦλθε σὺν ἄλλοις πορθήσων τὴν πατρίδα, ἐκβάλετε καὶ ῥίψατε ἄταφον ἔξω τῶν ὅρων τῆσδε τῆς χθονός. κηρυχθήσεται δὲ πᾶσι τοῖς Καδμείοις τάδε, ὃς ἁλῷ καὶ κρατηθῇ ἢ καταστέφων καὶ τιμῶν τόνδε τὸν νεκρὸν, ἢ καλύπτων γῇ, ἤτοι θάπτων, θάνατον ἀνταλλάξεται, ἤγουν ἀντὶ κόσμου καὶ τῆς ταφῆς λήψεται θάνατον. κηρύξεται δὲ, κατὰ κοινοῦ, ἐᾶν ἄκλαυστον, ἄταφον, βορὰν τοῖς ὀρνέοις. σὺ δὲ, ὦ Ἀντιγόνη, ἐκλιποῦσα τοὺς θρήνους τῶν τριῶν νεκρῶν, κόμιζε σεαυτὴν
θεσμοποιεῖς
: νομοθετεῖς. B.
M.
Gr.
I. θεσμὸς καὶ νόμος διαφέρει. θεσμὸς ἀπὸ τοῦ τίθημι, νόμος δὲ ὁ ἐκ πολλῶν συγγεγραμμένος. Fl. 59.
ἄφρονά τε
: τὰ βουλεύματα. καὶ σὺ μωρὸς, ὃς ἐπείσθης τάδε εἰς πέρας ἀγαγεῖν. I.
ὃς ἐπείθου ταδε
: τοῦτο οὕτω συντακτέον, ἄφρονα ὑπάρχουσι ταῦτα, καὶ σὺ μωρὸς, ὃς τούτοις δηλονότι ἐπείθου. ἀγνοοῦντες δέ τινες τὴν σύνταξιν αἰτιατικῇ ἐνταῦθα τὸ πείθεσθαι συντάσσεσθαι λέγουσιν. ἢ οὕτω, καὶ σὺ, ὃς ἐπείθου ἐκείνῳ δηλονότι τάδε. πείθομαι γὰρ τῷ δεῖνι τάδε φαμὲν καὶ πείθω τὸν δεῖνα τάδε. Gu.
πῶς
: εἰμὶ μωρός; Gu.
οὐκ οὖν ἔδωκεν
: οὐχὶ οὖν. κατ’ ἐρώτησιν δὲ ὁ λόγος. οὐκ ἔδωκεν οὖν τῇ ἀποβάσει τὴν κόλασιν; δαίμονα δέ φησι τὸν ἐξ εἱμαρμένης καὶ δαίμονος θάνατον, τύχην δὲ τὴν κατὰ τὸν πόλεμον συντυχίαν. οὐκοῦν, φησὶν, ἀρκέσθητι τῷ θανάτῳ, ὃν ἔτυχεν αὐτὸν ἐν
τῇ τύχῃ
: ἐπὶ πολέμῳ.
κἂν ἀπεννέπῃ
: κἂν ἀπαγορεύῃ ἡ πόλις. I.
ἀλλ’ εὐκλεές τοι
: ἀλλ’ ἔνδοξον δύο φίλους κεῖσθαι πλησίον. I.
ὡς οὔτις
: γίνωσκε ὅτι οὐδεὶς τοῦτον θάψει. I.
ὑγρὰν θήσει κόνιν
: τὴν χυτὴν καὶ λεπτὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἐριβώλακος. Ὅμηρος χυτὴν ἐπὶ γαῖαν ἔχευαν.
ἔστι δὲ ὑγρὰ ἡ νεοσκαφὴς γῆ. A.
B.
M.
I.
ναὶ πρός σε τῆσδε
: λείπει ὁ καὶ, καὶ τῆς μητρὸς Ἰοκάστης. A.
M.
Fl. 33. ὁ δὲ λόγος, ναὶ συγχώρησον ταφῆναι· παρακαλῶ πρὸς τῆς Ἰοκάστης τῆς ἐμῆς μητρός. A. λείπει ὁ καί, καὶ τῆσδε. ἔασον ταφῆναι, ὦ Κρέον, τὸν Πολυνείκην, πρὸς τῆσδε τῆς Ἰοκάστης ἀντιβολῶ σε. B.
I.
ναὶ πρός σε
: τοῦτο οὕτω συντάσσεται· ναὶ, ὦ Κρέον, ταφήτω, ἱκετεύω σε πρὸς τῆσδε τῆς μητρὸς, τουτέστι δι’ αὐτὴν, εἰσακουσθῆναι δέομαι παρακαλοῦσά σε. οὕτω τὸ μὲν ἱκετεύω ἔξωθεν πρὸς τὸ σέ ληπτέον, τὸ δὲ πρός πρὸς τὸ μητρὸς ὑπερβατῶς συναπτέον. Gu.
τῶν ἀπορρήτων
: τῶν ἀπηγορευμένων. Ἀριστοφάνης ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνης.
B.
C.
Fl. 33.
I. ἢ τῶν ἀπράκτων, τῶν ἀποκεκρυμμένων. Fl. 33.
τῶν ἀπορρήτων πόλει
: τῶν ἀπηγορευμένων πρὸς τὴν πόλιν· οὐ γὰρ ἡ πόλις ταῦτα ἀπηγόρευσεν, ἀλλ’ ὁ Κρέων. εὐλαβεῖσθαι οὖν δεῖ, ἵνα μὴ νοῇς ταῦτα περὶ τῶν ἀπηγορευμένων ὑπὸ τῆς πόλεως, εἰ καὶ ἀνωτέρω λέγει κἂν ἀπεννέπῃ πόλις·
ἐκεῖνο γὰρ ὑποθετικῶς ἡ Ἀντιγόνη λέγει. Gr.
Cant.
Fl. 5.
6.
9.
21.
56.
59.
76.
ἀλλ’ ἀμφὶ τραύματα
: εἰώθασι γὰρ ἐπιμελεῖσθαι τῶν τραυμάτων τῶν νεκρῶν ὑπὲρ τοῦ αὐτοὺς εὐσχήμονας φαίνεσθαι. τελαμῶνας δὲ τὰ ῥάκη, οὓς φαμὲν ἐπιδέσμους. B.
C.
M.
I. κἂν περὶ
ἀλλά
: εἰ καὶ μὴ ἐάσεις λοῦσαι τοῦτον. Gu.
τελαμῶνας
: διαζώματα. Fl. 33.
οὐκ εἰς γάμους σούς
: οὐκ ὀφείλεις κλαίειν μέλλουσα γαμεῖν. ἢ οὕτως, οὐχὶ κτήσῃ τοῖς γόοις συμφορὰς εἰς γάμους σούς. B.
C.
M.
I.
οὐκ εἰς γάμους
: τουτέστιν, ἐπειδὴ νύμφη μέλλεις γενέσθαι, οὐ δεῖ σε δακρύειν καὶ συμφορὰν ἔχειν καὶ λύπην, ἀλλὰ μᾶλλον χαίρειν, ἵνα μὴ κακὸς οἰωνὸς δόξῃς τῷ γήμαντι. Gu.
τὸ τόλμημ’ οἷον ἐξωνείδισεν
: τὸ τολμηρὸν γύναιον. B.
C. ἐγκαυχωμένη εἶπεν, ἐξύβρισεν. ὄνειδος γὰρ τούτῳ τὸν τούτου υἱὸν ὑπὸ γυναικὸς ἀπολέσθαι. ἢ ἐπὶ τοῦ κλέους εἴληπται, ἀντὶ τοῦ ἐκλέϊσε καὶ ἔνδοξον ἐποίησε, μιμήσασθαι φήσασα τὰς Δαναΐδας· τὸ γὰρ ὄνειδος καὶ ἐπὶ ἀγαθοῦ τάττεσθαι δύναται καὶ ἡμῖν συνήθως, παρόσον ὄνειδος τῷ Κρέοντι, εἰ ὁ υἱὸς αὐτοῦ ὑπὸ γυναικὸς ἀπολεῖται, ὡς οἱ Αἰγύπτου παῖδες. B.
C.
M.
I. εἶδες οἵαν τολμηρὰν τὴν καύχησιν ἐκαυχήσατο; Gr.
Cant.
ἐξωνείδισεν
: ὀνειδιστικῶς καὶ ἀπειλητικῶς ἐξεῖπεν. Gu.
ἴστω σίδηρος
: γινωσκέτω τὸ ξίφος, φησίν. ὅρκος γάρ μοι τὸ ξίφος αὐτό. B.
C.
M. γινωσκέτω τοῦτο ὁ σίδηρος καὶ τὸ ξίφος, ὃ ὅρκον ἐγὼ ποιῶ. Gr.
Cant.
Fl. 5.
6.
9.
21.
56.
76. δι’ οὗ ἐμὸν φόνον ποιῆσαι ὤμοσα, εἰ μὴ ἐν ἐκείνῳ βάψω αὐτό. Gu.
γενναιότης
: εὐγένεια· ἀντὶ τοῦ γενναίως μὲν πράττεις, μωρῶς δέ. Ἄλλως. ὁ δέ ἀντὶ τοῦ καί, τουτέστιν, εὐγένεια καὶ μωρία ἔνεστί σοι. B.
C.
M.
I.
γενναιότης σοι
: ὅτι μὲν συμπονεῖς τῷ πατρὶ δυστυχοῦντι καὶ οὐκ ἀπολείπεις, γενναῖον ἔργον ποιεῖς, ὅτι δὲ, ἐξόν σοι μετὰ τοὐμοῦ παιδὸς βασιλεύειν, συναφθεῖσα αὐτῷ, σὺ δ’ οὐκ ἐθέλεις, τοῦτο σαφὴς εὐήθεια. Gu.
καὶ τὰ κλείν’ αἰνίγματα
: οἱ ἀσαφεῖς λόγοι ποῦ εἰσί; I.
ἓν ἦμαρ
: γράφεται ἓν ἦμάρ μ’ ὤλβισ’ ἠδ’ ἀπώλεσεν. τὸ δὲ ἠδέ ἀντὶ τοῦ καί. Καὶ ἄλλως. ὁ δέ ἀντὶ τοῦ καί. ἓν ἦμάρ με καὶ ὤλβισε καὶ ἀπώλεσε. ποῖον δέ ἐστι καθ’ ὃ ὄλβιος ἐγένετο καὶ δυστυχής; ὅτε τὸ αἴνιγμα τῆς Σφιγγὸς ἔλυσε. κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἔγημε τὴν μητέρα καὶ τῆς ἀρχῆς ἀντελάβετο. τὸ μὲν οὖν εὐτύχημα τὸ λῦσαι τὸ αἴνιγμα καὶ βασιλεῦσαι, δυστύχημα δὲ τὸ γῆμαι τὴν μητέρα παρὰ τὸν τῆς φύσεως θεσμόν. B.
C.
M.
I.
ἓν ἦμαρ
: ἡ γὰρ ἡμέρα, ἐν ᾗ εὐδαίμων ἔδοξα, εὑρὼν τὰ Σφιγγὸς αἰνίγματα, αὕτη με ἀπολώλεκεν, ἀρχὴ τῶν κακῶν γενομένη· οὐ γὰρ ἂν συνῆλθον μητρὶ καὶ τἄλλα τῶν κακῶν συμβεβήκει, μὴ τῶν αἰνιγμάτων ὑπ’ ἐμοῦ διασαφηθέντων. Gu.
οὐ σωφρονούσῃ γ’
: τὸ οὐ συναπτέον πρὸς τὸ αἰσχρά, τουτέστιν οὐκ αἰσχρὰ ἡ φυγὴ τῇ σωφρονούσῃ, ἀλλὰ καὶ γενναία ἡ τοιαύτη φυγή ἐστι· πρὸς γεννικῆς ἐστι καὶ κοσμίας τὸ παρεῖναι καὶ θεραπεῦσαι
προσάγαγε νῦν με
: προσάγαγέ με, ἵνα ψαύσω τῆς μητρός σου. I.
ἰδού
: ψαῦσον διὰ τῆς χερὸς τῆς φιλτάτης γεραιᾶς. I.
ὦ μῆτερ καὶ γυνή μου ἀθλιωτάτη. I.
οἰκτρά
: ἐλεεινὴ πρόκειται, ὁμοῦ πάντ’ ἔχουσα τὰ κακά.
χερί
: διὰ τῆς χειρός. Gu.
ὦ φίλα πεσήματα
: ἀντὶ τοῦ πτώματα. B.
M. ὦ προσφιλῆ πτώματα ἄθλια πατρὸς ταλαιπώρου καὶ ἀθλίου. I. τὸ φίλα διπλῶς νοητέον, ἢ φίλα ἐμοὶ τῷ πατρὶ, ἢ φίλα ἀλλήλοις· ἑκάτερος γὰρ τὸν ἑκατέρου θάνατον ἐσπούδαζεν, ἵνα τῆς βασιλείας κρατήσῃ. Gu.
ὁ ποῖος
: χρησμός. ἆρα πρὸς τοῖς κακοῖς λέξεις κακά; I. ὁ χρησμὸς ποῖος; ἄρθρον ἐνταῦθα τὸ ὁ, καθ’ ὃ λέγεται καὶ ἐπὶ οὐδετέρου τὸ ποῖον. Gr.
Cant.
ἱερὸς Κολωνός
: δέξεταί με δηλονότι. Κολωνὸς δὲ ἀκρωτήριον τῆς Ἀττικῆς. ἱππείου δὲ θεοῦ τοῦ Ποσειδῶνος. A.
B.
C.
M.
I. ἔστι καὶ ἕτερος Κολωνὸς ἐργάτης. διχῶς δὲ, πληθυντικῶς καὶ ἑνικῶς.
ἱππείου θεοῦ
: περὶ τοῦ ἐν τῷ ἱππείῳ Κολωνῷ τεθάφθαι τὸν Οἰδίπουν
ἱππείου θεοῦ
: τοῦ Ποσειδῶνος· ἐκεῖσε γὰρ ἦν αὐτῷ τὰ ἱπποστάσια. C.
ἀλλ’ εἶα
: ἀλλ’ ἄγε, ὑπηρέτει τῷδε τῷ τυφλῷ πατρὶ, ἐπεὶ πρόθυμος εἶ κοινωνεῖν μου τῆς φυγῆς. I.
ἴθ’ εἰς φυγάν
: διὰ μὲν τοῦ ἐγώ σφε θάψω
σπέρματα τῇ Σοφοκλέους Ἀντιγόνῃ παρέσχε, διὰ δὲ τοῦ φεύγειν τῷ ἐπὶ Κολωνῷ Οἰδίποδι. ὡς βούλονται γὰρ οἰκονομοῦσι τὰ δράματα. B.
C.
Gu.
I.
ἴθʼ εἰς φυγάν
: γεραιὲ, εἰς φυγὴν τάλαιναν, πάρεχε, δίδου, χεῖρα προσφιλῆ, ἔχων ἐμὲ πομπίμην καὶ ὁδηγὸν, καθὰ πνοὴν ναυσίπομπον, ἤτοι τὴν τὰς ναῦς διαπέμπουσαν. I.
φίλαν
: τὴν φίλαν μοι. Florr.
δῆτα Θηβαίων
: τῶν Θηβαίων ἡμεῖς παρθένων ἁπασῶν μάλιστα ἄθλιαι τυγχάνομεν. A.
βᾶθί μοι
: ἑπόμενος ἐμοί. Fl. 21.
- 1725. ἰὼ ἰώ
: ἕνεκα τῆς δυστυχεστάτης φυγῆς καὶ ἐξορίας, ὦ Κρέον δηλονότι, ὁ ἐλαύνων καὶ διώκων τὸν γέροντα, ἐμὲ δηλονότι, ἐκ τῆς πατρίδος. ἰὼ ἐγὼ ὁ τλὰς καὶ ὑπομείνας δεινὰ καὶ χαλεπά. I.
τί τλάς
: τί, φησὶν, ἀεὶ λέγεις ὅτι δεινὰ τλάς; εἰ γὰρ καὶ συνεχῶς αὐτὸ λέγεις, ὅμως ἡ Δίκη τοὺς κακοὺς οὐχ ὁρᾷ, οὐδὲ μετέρχεται αὐτῶν τὰς ἀσεβείας καὶ ἀσυνεσίας. A.
B.
C.
M.
I.
τί τλάς
: τί λέγεις τοῦτο τὸ τλάς; οὐ γάρ ἐστι Δίκη ἡ ἐφορῶσα τἀνθρώπινα καὶ τοὺς κακίστους τιμωρουμένη· εἰ γὰρ ἦν, οὐκ ἂν ἀτίμως αὐτὸς ἐξηλαύνου τῆς πατρίδος. ἢ κατ’ ἐρώτησιν λέγε. Gu.
δίκα κακούς
: πάσχειν δηλονότι. M.
οὐδ’ ἀμείβεται
: τουτέστιν οὐκ ἔστι τῶν κακῶν τιμωρία παρὰ τῷ θεῷ. ἀγανακτοῦσα ταῦτά φησιν. C. οὐ μετέρχεται. B.
ἀμείβεται
: κολάζει, τιμωρεῖται. Fl. 59.
βροτῶν
: κακῶν δηλονότι.
ὅδ’ εἰμί
: ἐγὼ, φησὶν, εἰμὶ ὃς ἔδοξα πάντας ὑπερβεβηκέναι σοφίᾳ, λύσας τὸ αἴνιγμα. ἡ ἐπί πρὸς τὸ μοῦσαν. A.
B.
C.
M.
I. ἐγώ εἰμι ὃς ἦλθον ἐπὶ μοῦσαν καὶ σοφίαν μεγάλην καλλίνικον καὶ νικηφόρον, εὑρὼν τὸ αἴνιγμα τῆς παρθένου κόρης, ἤγουν τῆς Σφιγγὸς, τὸ ἀσύνετον καὶ δυσνόητον. I. μοῦσαν οὐράνιόν φησι τὴν μεγάλην καὶ περίβλεπτον σοφίαν. A.
B.
M.
I.
Σφιγγός
: τὸ ὄνειδος, ἀντὶ τοῦ τὸ κλέος, τῆς Σφιγγὸς ἀναφέρεις καὶ ἀναμιμνήσκεις; ἄπαγε, σαυτὸν δηλονότι, αὐδῶν καὶ λέγων τὰ πάρος καὶ τὰ πρότερον εὐτυχήματα. τάδε τὰ μέλεα καὶ ἄθλια πάθη ἐπέμενεν, ἤτοι ἐξεδέχετο, γενόμενόν σε φυγάδα καὶ ἐξόριστον, θανεῖν, ὦ πάτερ, μακρὰν τῆς πατρίδος που, ἤτοι ἔν τινι τόπῳ. ποθεινὰ δάκρυα λιποῦσα παρὰ παρθένοις φίλαις ἄπειμι καὶ ἀπέρχομαι, ἀπόπρο, ἤτοι λίαν μακρὰν, τῆς πατρίδος γαίης ἀλωμένη, ἀντὶ τοῦ πλανηθησομένη, ἀπαρθένευτα καὶ πολυπαρθένευτα, ἤτοι ἐπὶ πολὺ παρθενεύουσα. I.
ἄπαγε
: διὰ τὸ μνήμην ποιήσασθαι τῆς κατὰ τὴν Σφίγγα σοφίας ἔπεχε, φησὶ, τοῦτον τὸν λόγον· περιττὸν γὰρ, φησὶ, παρελθούσης ὁμιλίας μνημονεύειν, ἐπεὶ πλείων ἡ λύπη γίνεται. ἄπαγε οὖν, πέπαυσο, καὶ παράλειπε λέγων τὰ ἔμπροσθεν εὐτυχήματα δυστυχημάτων παρόντων. A.
B.
C.
M.
I.
ἄπαγε
: σαυτὸν δηλονότι, ἀντὶ τοῦ ἀποχώρει, καὶ ἄπαγε τοῦ σκοποῦ. καὶ ἐνταῦθα ἄπαγε αὐδῶν τὰ πρότερον εὐτυχήματα μετὰ μετοχῆς, ὃ ταὐτὸ δύναται τῷ ἄπαγε τοῦ αὐδᾶν τὰ πρότερον εὐτυχήματα. Gr.
Laud. 89.
Mosq.
αὐδῶν
: γράφεται ἀοιδῶν, ἤτοι μαντευμάτων· ἤγουν κατέλειπόν σε τὰ πάρος εὐτυχήματα τῶν ἀοιδῶν. C.
φεῦ
: θαυμαστικόν. τὸ χρήσιμον τῶν φρενῶν ἡλίκον ἐστὶ δηλονότι, ἤτοι μέγα. I.
εἰς πατρός γε συμφοράς
: εἰς τὰς συμφορὰς τοῦ πατρὸς ποιήσει ἐμὲ τὸ χρήσιμον τῶν φρενῶν εὐκλεᾶ καὶ ἔνδοξον· τάλαινα ἐγὼ ἕνεκα τῶν ὑβρισμάτων τοῦ ἀδελφοῦ, ὃς οἴχεται ἐκ τῶν δόμων, ἤτοι ἐξερρίφη, ἄθαπτος, μέλεος, ὃν, εἰ καὶ ἀποκείμενόν ἐστι θανεῖν ἐμὲ, ὦ πάτερ, καλύψω τῇ σκοτίᾳ, ἤτοι τάφῳ. I.
εὐκλεᾶ
: ποταπήν. B.
ὃν εἴ με καὶ θανεῖν
: ὅνπερ καλύψω τῇ γῇ, εἴ με καὶ χρὴ ἀποθανεῖν, ἀντὶ τοῦ εἰ δέοι με καὶ ἀποθανεῖν. M.
πρὸς ἥλικας
: Δίδυμός φησι συμβουλεύειν αὐτῇ τοῦτο ποιῆσαι, ἵνα ἐρανίσωσιν αὐτήν· οὐδὲν γὰρ λαμβάνουσιν ἐξιόντες ἐφόδιον· ἢ ἵνα συντάξηται αὐταῖς. A.
B.
C.
I.
πρὸς ἥλικας φάνηθι σάς
: ἵνα ταύτας προσείπῃς. Gu.
σὺ δ’ ἀμφὶ βωμίους
: ἀπὸ κοινοῦ τὸ φάνηθι, ἵνα ἱκετεύσῃς τοὺς θεοὺς λῆξιν δοῦναι τῶν κακῶν καὶ εὐμενεῖς πρὸς τὰ λοιπὰ γενέσθαι, παραπέμψαντας ἡμᾶς εἰς Ἀθήνας. A.
B.
M.
Gu.
I.
κόρον ἔχουσιν
: οἱ βωμοὶ δηλονότι τῶν ἐμῶν κακῶν. I.
ἴθ’’ ἀλλά
: καὶ πρὸς τὸν Διόνυσον ἄπιθι, ἔνθα ἐστὶ ταῖς Βάκχαις ὁ νεὼς τοῦ Διονύσου ἄβατος ὢν τοῖς βεβήλοις, ἀντὶ τοῦ ἐν ὄρει. A.
M. ἤγουν ἄπιθι κἂν ἐκεῖσε, ὅπου ὁ ναός ἐστιν ὁ Βρόμιος, ἤγουν ὁ τοῦ Διονύσου, ὁ ἄβατος, ὁ ἐν τοῖς ὄρεσι τῶν Μαινάδων, ἤγουν τῶν Βακχῶν, τουτέστιν ἐν τῷ Κιθαιρῶνι, ἐν ᾧ διατρίβουσιν αἱ Βάκχαι τοῦ Διονύσου. Gr.
Mosq. ἀλλὰ καὶ ἐν τοῖς ὄρεσιν ἴθι, ὅπου ὁ Βρόμιος σηκὸς τῶν Μαινάδων ἐστὶν, τουτέστιν εἰς ὃν αἱ Μαινάδες βακχεύουσιν, ὅς ἐστιν ἄβατος τοῖς πολλοῖς, ὡς ἱερὸς, ἢ ὡς ἐν ὄρεσιν ὤν. Gu.
Βρόμιος
: καὶ ὁ τοῦ Διονύσου, ἐν ᾧ βρόμοι καὶ ἦχοι παρὰ τῶν Βακχῶν γίνονται. τὸ δὲ τε τοιαύτην ἔμφασιν ἔχει ὅτι καὶ ἄλλοι σηκοί εἰσιν ἐκεῖ τῶν θεῶν. Gu.
ἵνα τε σηκός
: ὁ τάφος τῆς Σεμέλης ὅπου ἐστὶν ἐν Κιθαιρῶνι. σηκὸς δὲ ὁ ναός. ἄβατος δὲ δηλονότι τοῖς βεβήλοις. ἐπὶ γοῦν τὸν Βρόμιον, φησὶν, ἴθι. ἄδηλον δὲ πρὸς τί ποτε φησὶν αὐτὴν τοὺς θεοὺς ἀξιοῦν, καὶ μάλιστα τὸν Διόνυσον. ὁ δὲ χορὸς ἀσυμπαθὴς, παρθένον οὕτως ἀτυχῶς φεύγουσαν μὴ οἰκτιζόμενος. A.
B.
M.
I.
Καδμείαν
: στολισαμένη ἐγώ ποτε καὶ ἐνδυθεῖσα νεβρίδα Καδμείαν, ἤγουν ἣν αἱ Καδμεῖαι Βάκχαι φοροῦσιν, ἀνὰ τοῖς ὄρεσιν ἐχόρευσα ἱερὸν θίασον τῆς Σεμέλης, διδοῦσα εἰς θεοὺς χάριν ἀχάριστον, τουτέστιν ἀκάρπωτον, ἀκερδῆ, ἄπρακτον· τιμῶσα γὰρ ἐκείνους καὶ εὐχομένη τοῖς ἐμοῖς πᾶσι τὰ βέλτιστα οὐδὲν ἤνυσα. τὸ δὲ ὠή ἀντὶ τοῦ φεῦ. Gu.
Καδμείαν
: εἰς τὸν ναὸν ἀπελεύσομαι δηλονότι ἐκείνου, ᾧ, ἀντὶ τοῦ οὗ χάριν, ποτὲ ἐγὼ Καδμείαν, ἤτοι Θηβαϊκὴν, νεβρίδα στολιδωσαμένη καὶ ἐνδυσαμένη ἀνεχόρευσα κατὰ τὸν
Καδμείαν
: ἀντὶ τοῦ ἐπιχωρίαν, καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν. Ἄλλως. τούτῳ με κελεύεις χορεῦσαι, ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη, κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης; ἀλλ’ ὅμως χάριν οὐκ ἐδεξάμην, ἀνθ’ ὧν ἐχόρευσα. πῶς οὖν με κελεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου, ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἀλλ’ ἐπὶ τοῦ Οἰδίποδος τοιαῦτα πέπονθα. A.
B.
M.
I.
ὦ πάτρας κλεινῆς
: ὦ πολῖται τῆς κλεινῆς πατρίδος, βλέπετε, ὅδε ὁ Οἰδίπους, ὃς ἐνόησε τὰ κλεινὰ αἰνίγματα, καὶ ἦν ἀνὴρ μέγιστος, ὃς μόνος κατέσχον τὰ κράτη καὶ τὰς νίκας τῆς μιαιφόνου Σφιγγὸς, νῦν αὐτὸς ἄτιμος οἰκτρὸς ἐξελαύνομαι καὶ ἀποδιώκομαι τῆς χθονός. ἀλλὰ διὰ τί ὀδύρομαι ταῦτα ματαίως; τὰς γὰρ ἐκ θεῶν ἀνάγκας, ἤτοι τὰς ἀναγκαίας συμφορὰς, δεῖ φέρειν καὶ ὑπομένειν ὄντα θνητόν. I.
ἦν
: ἤμην, ὑπῆρχον. κατέσχον δὲ ἀντὶ τοῦ ἐνίκησα, ἢ ἔγνων. κάρα γὰρ καὶ κράτη τὰ σοφίσματα, δι’ ὧν ἐκράτει τῆς πόλεως.
ὃς μόνος Σφιγγός
: ἱστορεῖ Πείσανδρος ὅτι κατὰ χόλον τῆς Ἥρας ἐπέμφθη ἡ Σφὶγξ τοῖς Θηβαίοις ἀπὸ τῶν ἐσχάτων μερῶν τῆς Αἰθιοπίας, ὅτι τὸν Λάϊον ἀσεβήσαντα εἰς τὸν παράνομον ἔρωτα τοῦ Χρυσίππου, ὃν ἥρπασεν ἀπὸ τῆς Πίσης, οὐκ ἐτιμωρήσαντο. ἦν δὲ ἡ Σφὶγξ, ὥσπερ γράφεται, τὴν οὐρὰν ἔχουσα δρακαίνης, ἀναπάζουσα δὲ μικροὺς καὶ μεγάλους κατήσθιεν, ἐν οἷς καὶ Αἵμονα τὸν Κρέοντος παῖδα, καὶ Ἵππιον τὸν Εὐρυνόμου, τοῦ τοῖς Κενταύροις. μαχεσαμένου. ἦσαν δὲ Εὐρύνομος καὶ Ἠϊονεὺς υἱοί Μάγνητος τοῦ Αἰολίδου καὶ Φυλοδίκης. ὁ μὲν οὖν Ἵππιος καὶ ξένος ὢν ὑπὸ τῆς Σφιγγὸς ἀνῃρέθη, ὁ δὲ Ἠϊονεὺς ὑπὸ τοῦ Οἰνομάου, ὃν τρόπον καὶ οἱ ἄλλοι μνηστῆρες. πρῶτος δὲ ὁ Λάϊος τὸν ἀθέμιτον ἔρωτα τοῦτον ἔσχεν. ὁ δὲ Χρύσιππος ὑπὸ αἰσχύνης ἑαυτὸν διεχειρίσατο τῷ ξίφει. τότε μὲν οὖν ὁ Τειρεσίας, ὡς μάντις, εἰδὼς ὅτι θεοστυγὴς ἦν ὁ Λάϊος, ἀπέτρεπεν αὐτὸν τῆς ἐπὶ τὸν Ἀπόλλωνα ὁδοῦ, τῇ δὲ Ἥρᾳ μᾶλλον τῇ γαμοστόλῳ θεᾷ θύειν ἱερά. ὁ δὲ αὐτὸν ἐξεφαύλιζεν. ἀπελθὼν τοίνυν ἐφονεύθη ἐν τῇ σχιστῇ ὁδῷ αὐτὸς καὶ ὁ ἡνίοχος αὐτοῦ, ἐπειδὴ ἔτυψε ἀλλ’ ἔτι κάλλιστόν τε καὶ ἱμεροέστατον ἄλλων,
καὶ φασὶν ὅτι οὐκ ἦν θηρίον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ χρησμολόγος, δύσγνωστα τοῖς Θηβαίοις λέγουσα, καὶ πολλοὺς αὐτῶν ἀπώλλυεν ἐναντίως τοῖς χρησμοῖς χρωμένους. C.
παῖδα φίλον Κρείοντος ἀμύμονος, Αἵμονα δῖον.
ὦ μέγα σεμνά
: ὦ νίκη μεγάλως σεμνὴ, εἴθε κατέχοις τὸν ἐμὸν βίοτον καὶ τὴν ἐμὴν ζωὴν, καὶ μὴ λήγοις καὶ παύσαιο στεφανοῦσα καὶ τιμῶσα ἐμὲ δηλονότι. I. ἰδὸν ὁ χορὸς ὅτι οὐ πεπόρθηνται αἱ Θῆβαι, ἀλλὰ καὶ τὸν τῶν Ἀργείων στρατὸν ἡττηθέντα τῶν Θηβαίων, τοῦτό φησιν. Gu. ὁ χορὸς ἐκ προσώπου τοῦ ποιητοῦ. Fl. 5.
6.
9.
21.
56.
59.