Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License
Text encoded in accordance with the latest EpiDoc standards
Ισοκρατησ Θεοδώρου μὲν τοῦ αὐλοποιοῦ ἐγένετο παῖς, Ἡδυτοῦς μητρός· οὐχ ὅτι δʼ
ἰδίαις χερσὶν εἰργάζετο, διὰ τοῦτο αὐλοποιὸς ἐκλήθη, ἀλλʼ ὅτι παῖδας εἶχε
τοὺς ἐργαζομένους καὶ ἐκ τούτου προσεπορίζετο τὸν βίον. γυναῖκα δʼ ἠγάγετο
Πλαθάνην τινὰ, Ἱππίου
τοῦ ῥήτορος ἀπογεννωμένην· ἀτυχήσας δὲ
περὶ τέκνα θετὸν ἐποιήσατο παῖδα τὸν ταύτης υἱὸν, τὸν Ἀφαρέα. μαθητὴς δʼ
ἐγένετο φιλοσόφου μὲν Σωκράτους, ῥήτορος δὲ Θηραμένους, τοῦ μαθητοῦ Γοργίου
(ὁ δὲ Γοργίας μαθητὴς Τισίου), τοῦ καὶ κοθόρνου. ἐκλήθη δὲ οὗτος κόθορνος
διὰ τοιαύτην αἰτίαν. κόθορνος ὑπόδημά ἐστιν ἁρμόζον
γυναιξὶ καὶ
ἀνδράσιν ἢ ἁρμόζον κατὰ δεξιοῦ καὶ ἀριστεροῦ ποδός· εἴτ᾿ οὖν διὰ τοῦτο, εἴτε
δι᾿ ἐκεῖνο, ἁπλῶς κόθορνος ἐκλήθη διὰ τὸ εὐχερὲς τῶν τρόπων, ὥσπερ καὶ ὁ
κόθορνος εὐμετάβλητός ἐστι περί τε δεξιὸν πόδα καὶ ἀριστερὸν, ἤγουν πρὸς
ἄνδρας καὶ γυναῖκας, καὶ μὴ ἐν ἑνί ποτε μόνῳ ἱστάμενος. μέμνηται καὶ
Ἀριστοφάνης
τοῦ κοθόρνου ἐν τοῖς Βατράχοις “τί κόθορνος καὶ
ῥόπαλον συνηλθέ- “την;” ἀεὶ γὰρ πρὸς τὰς πολιτείας μετεβάλετο, καὶ τιμῶν τὴν
παροῦσαν πολιτείαν καταλυθείσης ταύτης ποτὲ ὕστερον κατήγορος ἐγένετο, ἧς
καὶ μετεῖχε πρώην. καὶ δὴ τοῦτο συνειδότες οἱ τριάκοντα πρὸ τῆς καταλύσεως
αὐτῶν ἐφόνευσαν αὐτὸν, ἵνα μὴ ὕστερον
διαβάλῃ καὶ αὐτοὺς ὥσπερ
τοὺς τετρακοσίους, ὡς σὺν θεῷ μαθησόμεθα. ἀπιόντος δὲ τούτου πρὸς θάνατον
συνηκολούθει ὁ Ἰσοκράτης
πεισθεὶς ἀπελθὼν ἐδίδασκεν. ἔγραφε δὲ
λόγους πανηγυρικοὺς καὶ συμβουλευτικούς· τῶν γὰρ δικανικῶν ἀπείχετο
πλεονάκις διὰ τὸ δύο πάθη ἔχειν σωματικὰ, ὅτι τε δειλὸς ἦν καὶ ἀσθενὴς τῇ
φωνῇ. καὶ οὕτως ἦν δειλὸς καὶ αἰδήμων καὶ μὴ φέρων λέγειν ἐν τοῖς πλήθεσι
διὰ τὸ ἀπαρρησίαστον, ὥστε λέγεταί ποτε ὡς αὐτοῦ ἐξηγουμένου
ἐπεισῆλθόν τινες αὐτοῦ ἀκοῦσαι, ὁ δʼ αἰδούμενος ἐσιώπησεν. ἐλάμβανε δὲ
χρήματα πάμπολλα ὑπὲρ τῆς διδασκαλίας, παρὰ μὲν τῶν πολιτῶν οὐδὲν, ὥσπερ
γέρας τοῦτο κατατιθέμενος καὶ τροφεῖα καταβάλλων τῇ πατρίδι, παρὰ δὲ τῶν
ξένων χιλίας δραχμάς. ἀμέλει Ἐφόρου τινὸς αὐτοῦ μαθητοῦ ἀπελθόντος ἐν τῇ
πατρίδι καὶ ἐλθόντος
πάλιν πρὸς τὸ ἀναλαβεῖν καὶ δόντος τὰς
χιλίας ἐκάλει τοῦτον Δισέφορον. πλούσιος δὲ γενόμενος ἐμερίσατο τὸν πλοῦτον
πρὸς τὴν πόλιν διὰ τῆς εὐνοίας, τριηραρχίας καὶ πολλὰς λειτουργίας συντελῶν.
ἔσκωπτον δὲ τοῦτον οἱ κωμικοὶ ὡς κεχρημένον τινὶ πόρνῃ Λαγίσκῃ ὀνόματι.
λέγομεν δὲ ἡμεῖς ἀπολογούμενοι ὅτι μάλιστα μὲν οὐδὲν
τοῦτο
ποιεῖ, εἰ εἶχε μετὰ τὴν τελευτὴν τῆς γυναικὸς ταύτην παλλακίδα· ἔπειτα
λέγομεν ὅτι τοῦτʼ αὐτὸν πολὺ πλέον προσαπολύει τῆς διαβολῆς, ὅτι ψευδὲς τὸ
παρὰ τῶν κωμικῶν σκώπτεσθαι. εἰώθασι γὰρ οἱ κωμικοὶ τὰ μεγάλα πρόσωπα
σκώπτειν διὰ γέλωτα, ὡς Σωκράτην εἰσάγουσιν ἐρῶντα νέων. ἔγραψε δὲ πολλοὺς
λόγους, ὧν εἰσιν
αἱ παραινέσεις, εἰ καί τινες ἠβουλήθησαν αὐτὰς
εἰπεῖν μὴ εἶναι αὐτοῦ διὰ τὸ ἀσθενὲς τῆς φράσεως· ἃς πρῶτον εἰκότως
ἀναγινώσκομεν, οὐχ ὡς βελτίονας οὔσας τῶν ἄλλων λόγων (καὶ γὰρ καὶ ὁ
Πανηγυρικὸς αὐτῶν προέχει καὶ ἄλλοι πολλοί), ἀλλʼ ὅτι περὶ ἠθῶν
διαλαμβάνουσιν. ἀναγκαῖον δὲ τὰ ἤθη πρὸ τῶν λόγων κοσμῆσαι, ὥσπερ ὁ γεωργὸς
ὀφείλει πρὸ τῶν σπερμάτων καὶ ἦς μέλλει καταβάλλειν φυτείας
ἔπειτα τὰς πρὸς Νικοκλέα, καὶ μὴ
ἀδιαφόρως, ὥσπερ ἐν τοῖς ἄλλοις αὐτοῦ λογοις. λέγομεν ὅτι Ἰσοκράτης
βουλόμενος κοινωφελὴς γενέσθαι, φορτικὸν δὲ ἡγούμενος τὸ πρὸς πάντας γράφειν
τὰς συμβουλὰς ἤθελεν ὡς πρὸς τούτους γράφειν. τὸ δὲ ἀληθὲς πᾶσι παραινεῖ διὰ
τῶν τριῶν παραινέσεων, ὥσπερ καὶ ὁ Ἡσίοδος ὡς πρὸς τὸν
ἀδελφὸν
λέγων “ἐργάζευ, νήπιε Πέρση” πᾶσι παραινεῖ. οὕτω καὶ ὁ Ἰσοκράτης. τάττει οὖν
πρῶτον τὸν πρὸς Δημόνικον ὡς πρὸς ἰδιώτας πρῶτον διαλεγόμενος, εἶτα
βασιλεύειν διδάσκων ἐν τῷ πρὸς Νικοκλέα· πρῶτον γάρ τις ἰδιώτης γενόμενος
ὕστερον ἔρχεται ἐπὶ τὴν βασιλείαν. εἶτα λέγει ἐν τῷ πρὸς Νικοκλέα ἢ
συμμαχικῷ, πῶς δεῖ
καὶ τὸν ἰδιώτην βασιλεύεσθαι. σκώπτουσι δὲ
αὐτὸν, ὡς εἶπον καὶ ἄνω, οἱ κωμικοὶ ἐπὶ τῇ Λαγίσκῃ, ὧν εἷς ἐστι καὶ
Στράττις, λέγων ταῦτα ἐν Ἀταλάντῃ·
“εἶναι λόγους.” ἔσχε δὲ
μαθητὰς πολλοὺς μὲν, τοὺς δὲ εὐδοκιμηκότας καὶ ἐπιφανεῖς τούτους· Θεόπομπον,
Ἔφορον, ὧν καὶ ἱστορίαι φέρονται, Ὑπερείδην, Ἰσαῖον, Λυκοῦργον, οἵτινές εἰσι
τῶν δέκα ῥητόρων τῶν κριθέντων τε καὶ ἀναγινωσκομένων, εἶτα Φιλίσκον,
Ἰσοκράτην ὁμώνυμον αὐτοῦ, Θεοδέκτην, Ἀνδροτίωνα τὸν τὴν Ἀτθίδα
γράψαντα, καθʼ οὗ καὶ ὁ Δημοσθένης ἔγραψε, καὶ Πύθωνα τὸν Βυζάντιον, τὸν
ῥήτορα Φιλίππου. περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου φέρεταί τι τοιοῦτον αὐτοῦ καὶ
ἀστεῖον· εἶχε γὰρ καὶ τοῦτο. ὡς ἑώρα τὸν Θεόπομπον μικρὰν ὑπόθεσίν τινα
λαμβάνοντα καὶ ἐπεκτείνοντα ταύτην καὶ διὰ πολλῶν λέγοντα, ὥσπερ ἐν τῇ
Φιλιππικῇ αὑτοῦ ἱστορίᾳ
ἐποίησε, τὸν δὲ Ἔφορον μεγάλην μὲν
ὑπόθεσιν λαμβάνοντα καὶ πολλῶν δεομένην εἶτα διʼ ὀλίγων αὐτὴν λέγοντα καὶ
ἐλλιπῶς, ἔφησεν ὡς ὅτι “ἔχω τινὰς δύο μαθητὰς, ὧν ὁ μὲν δεῖται μάστιγος, ὁ
δὲ “χαλινοῦ,” μάστιγος μὲν λέγων περὶ τοῦ Ἐφόρου διὰ τὸ νωθὲς καὶ βραδὺ τῆς
φύσεως, χαλινοῦ δὲ διὰ τὸ Θεοπόμπου πολύ τε καὶ
ἀκρατὲς τῆς
γλώττης. διατριβὴν δὲ εἶχε πρὸς τῷ Λυκείῳ τῷ γυμνασίῳ. λέγεται δὲ καὶ τοῦτο
περὶ αὐτοῦ, ὡς ὅτι κατηγορηθεὶς ὡς διαβάλλων τὴν δημοκρατίαν ἐν τῷ γράφειν
πρὸς Νικοκλέα ταῖς παραινέσεσι βασιλέα ὄντα, ἤρκει ἀπολογησόμενος πάλιν ἐξ
αὐτῶν τῶν παραινέσεων εἰπὼν ἐκεῖνο, “ὥσπερ γὰρ τὸν ἐν δημοκρατίᾳ πολι-
“τευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ
“κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν.” τοὺς δὲ δικανικοὺς
τῇ λέξει κέχρηται καὶ ἠθικῇ καὶ
πιθανῇ· στρογγύλη δʼ οὐκ ἔστιν οὐδὲ χάριν ἔχουσα, ὥσπερ ἡ τοῦ Λυσίου.
λέγεται γὰρ καὶ τοῦτο, ὡς ὅτι διεφθονοῦντο οὗτοι ἀλλήλοις καὶ ἀντεπαίδευον.
συνεχὴς δέ ἐστι τοῖς ἐνθυμήμασιν· οὔπω γὰρ τελειώσας τὸ νόημα ἄλλο αὐτῷ
συμπλέκει ἐνθύμημα. διὰ πολλῶν δὲ αὐτοῦ καὶ τὰ προοίμια. εἰ δέ τινες
ἐπεισάγουσιν ἄλλους τινὰς λόγους ὡς ὄντας αὐτοῦ, οὐ προσδεκτέον
ἐκείνους παρὰ τοὺς φερομένους. εἰσὶ δὲ οἱ ἐπεισφερόμενοι οὗτοι·
συμβουλευτικοὶ ἐννέα, περὶ παρασκευῆς ἱπποδρόμων, περὶ αὐτονομίας,
Σινωπικὸς, νησιωτικὸς, σύμμικτοι τρεῖς, Ἀμφικτυονικὸς, περὶ τοῦ κατοικισμοῦ
Μιλησίοις· ἐπιδεικτικοὶ ἑπτὰ, Κλυταιμνήστρας
ἐγκώμιον,
Πηνελόπη, Μενεκράτης, ἐπιτάφιος τοῖς ἐν Θυρέᾳ, Νεοπτόλεμος, Παριακός·
ἔγραψε, τῷ δὲ χρόνῳ
ἔτυχεν αὐτὴν ἀπολέσθαι. ἐρεῖ δέ τις. καὶ πόθεν δῆλον ὅτι τοῦτο οὕτως ἔχει;
λέγομεν ὡς ὅτι Ἀριστοτέλης ὁ φιλόσοφος συναγαγὼν τέχνας ῥητορικὰς ἐμνήσθη
καὶ ταύτης. ἐβίωσε δʼ οἱ μὲν λέγουσιν ὡς ὅτι ἑκατὸν ἔτη, οἱ δὲ ἐνενήκοντα
καὶ ὀκτώ. ἀπέθανε δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος μετὰ τὴν ἐν Χαιρωνείᾳ
μάχην, λυπηθεὶς διὰ τὴν ἧτταν καὶ τὴν συμφορὰν τὴν γενομένην ἐκεῖσε τοῖς
Ἀθηναίοις παρὰ Φιλίππου. ἀποκαρτερήσας δὲ ἐτελεύτησεν, ὡς μὲν Δημήτριός
φησιν ἐννέα ἡμέρας, ὡς δὲ Ἀφαρεὺς δεκατέσσαρας.
τούτου. πάλιν ὁ Σιδώνιος Κάδμος
βάρβαρος ὤν (ἡ γὰρ Σιδὼν καὶ αὐτὴ ὑπὸ τοὺς Πέρσας ἦν,) ἐξελθὼν ἐπὶ ζήτησιν
τῆς ἑαυτοῦ ἀδελφῆς Εὐρώπης, ἐλθὼν εἰς Θήβας κατέσχε τούτων. ὁμοίως Πέλοψ ὁ
Φρύγιος (ἡ δὲ Φρυγία καὶ αὐτὴ τῆς Ἀσίας ἦν) φυγὼν τὴν ἐπιβουλὴν τοῦ Ἴλου,
πολεμοῦντος αὐτοῦ πρὸς τὸν αὑτοῦ πατέρα, ἦλθεν εἰς Πῖσαν
καὶ
ὕστερον συμπάσης Πελοποννήσου ἐκράτησεν· ἐξ οὗ καὶ Πελοπόννησος ἐκλήθη.
ταῦτα δʼ αὐτοῦ εἰρηκότος καὶ τελευτήσαντος θαυμάσαντες αὐτοῦ οἱ Ἀθηναῖοι ἣν
εἶχε πρὸς τὴν πόλιν εὔνοιαν δημοσίᾳ φιλοτίμως ἔθαψαν, καὶ σειρῆνα
ἐκκολάψαντες διὰ λίθου ἐπέθηκαν αὐτοῦ τῷ μνήματι, δηλοῦντες τὴν εὐμουσίαν
τοῦ ἀνδρός. καὶ
ταῦτα μὲν περὶ τοῦ θεσπεσίου ῥήτορος.
ΛΟΙΠΟΝ δὲ χωρεῖν ἤδη ἀνάγκη ἐπʼ αὐτὰς τὰς ἐξηγήσεις τῶν
λόγων
αὐτοῦ, πρώτας ποιουμένους τὰς παραινέσεις· ἤδη γὰρ καὶ τὴν αἰτίαν
προειρήκαμεν. ἀνάγονται δὲ αἱ παραινέσεις ὑπὸ τὸ συμβουλευτικὸν εἶδος,
κέκληνται δὲ παραινέσεις παρὰ τὸν αἶνον, ὅ ἐστι τὴν συμβουλὴν, ὡς καὶ
Ἡσίοδος “νῦν δʼ αἶνον βασιλεῦσι·” στάσιν δὲ οὐκ ἐπιδέχονται· οὐ γὰρ
ἔχουσι τὸν ἀντιλέγοντα. καιρὸς μὲν ἤδη,
ὡς εἴπομεν, ἐπʼ
αὐτὰς λοιπὸν χωρεῖν τῶν λόγων τὰς ἐξηγήσεις· ἀλλʼ ἐπειδὴ ἀναγκαῖον πρὸ
αὐτῶν τῶν ἐξηγήσεων προηγεῖσθαι τὰς ὑποθέσεις καὶ τοὺς σκοποὺς τῶν
λόγων, δεικτέον πρῶτον τοῦ λόγου τὴν ὑπόθεσιν. Ἱππόνικός τις, ὡς ἔχει ὁ
πολὺς λόγος, Κύπριος μὲν ἦν τῷ γένει, Ἰσοκράτους δὲ φίλος τοῦ σοφιστοῦ·
οὗτος τελευτήσας
κατέλειψε παῖδα, ὀνόματι Δημόνικον. τοῦτον
Ἰσοκράτης ὁρῶν παῖδα ὄντα καὶ πολλῆς ἐπιμελείας λόγων δεόμενον, γράφει
αὐτῷ ὑποθήκας, ὅπως δεῖ ζῆν αὐτὸν διδάξαι βουλόμενος, ὥσπερ ἣν εἶχε πρὸς
τὸν πατέρα εὔνοιαν παραπέμψαι καὶ μέχρι τοῦ παιδὸς, ὡς καὶ ἐν αὐτῇ τῇ
ἀρχῇ τοῦ λόγου τοῦτο προοιμιάζεται. συμβουλεύει δὲ αὐτῷ, γράψας
διʼ ἐπιστολῆς· οὐ γὰρ ἐδύνατο καταλεῖψαι τὰς Ἀθήνας διὰ
τοὺς μαθητάς. τινὲς δὲ ἐπιχειροῦσι λέγειν τὸν λόγον “ἐπιστολὴ πρὸς
“Δημόνικον.” καὶ ἡ μὲν φαινομένη ὑπόθεσις αὕτη· εἰρήκαμεν δὲ ἐν τοῖς ἄνω
ὡς ὅτι κοινωφελεῖς αὑτοῦ βούλεται ποιήσασθαι τὰς παραινέσεις καὶ
συμβουλεῦσαι πῶς δεῖ ζῆν τὸν ἰδιώτην· καὶ τοῦτο
λοιπὸν καὶ
ἐπὶ τὸ προοίμιον· εἴρηται δὲ προοίμιον παρὰ τὸν οἶμον, ὅ ἐστιν ὁδόν·
Ἡσίοδος “μακρός τε οἶμος καὶ ὄρθιος ἐπʼ αὐτήν.” ὁδὸς δὲ τοῦ λόγου οἱ
ἀγῶνες καὶ αἱ πράξεις.
Ἤδη φθάσαντες εἰρήκαμεν τὴν αἰτίαν διʼ ἣν οὕτως ἀναγινώσκομεν· ἡ δὲ
φαινομένη ὑπόθεσις αὕτη. Νικοκλῆς υἱὸς μὲν ὢν Εὐαγόρου, κατάγων δὲ τὸ
γένος ἀπὸ Τεύκρου καὶ Τελαμῶνος, ὡς σὺν θεῷ μαθησόμεθα ἐν αὐτῷ τῷ
Εὐαγόρᾳ, ἐβασίλευσε Σαλαμῖνος, μιᾶς πόλεως ἐν Κύπρῳ τῆς νῦν Κωνσταντίνου
καλουμένης καὶ μητροπόλεως οὔσης πάσης
τῆς Κύπρου. πρὸς
τοῦτον γράφει πάλιν ὁ Ἰσοκράτης παραινέσεις, πῶς δεῖ βασιλεύειν ὀρθῶς.
Ἕρμιππος δέ φησιν ἐν τῷ περὶ Ἰσοκράτους, παρατιθέμενος Εὔανδρόν τινα
κατὰ τῶν σοφιστῶν εἰρηκότα, ὡς ὅτι λαβὼν εἴκοσι τάλαντα παρὰ τοῦ
Νικοκλέους αὐτὸς ὁ Ἰσοκράτης ἔπεμψεν αὐτῷ τὸν λόγον τοῦτον,
τελευτήσαντος τοῦ Εὐαγόρου,
ὥσπερ καὶ τούτῳ βουλόμενος
χρήσιμος γενέσθαι μετὰ τὴν τοῦ πατρὸς τελευτήν.
Οὗτος ὁ λόγος οὔτε περὶ τῶν αὐτῶν ἐστιν οὔτε μὴν παρὰ τοῦ
αὐτοῦ λέγεται. ἐν γὰρ τῷ πρὸ αὐτοῦ λόγῳ διελέγετο πῶς δεῖ βασιλεύειν,
ὧδς δὲ πῶς δεῖ βασιλεύεσθαι τὸ ὑπήκοον. καὶ πάλιν ἐκεῖ
συμβουλεύων ἀνάγκην εἶχε καὶ φόβον κεράσαι τῷ λόγῳ, ἵνα πάντως πεισθῇ
τοῖς λεγομένοις τὸ πλῆθος. ἐπιγέγραπται δὲ Νικοκλῆς ἢ συμμαχικὸς, οὐχ
ὅτι διὰ τοῦ συνδέσμου ἀναιροῦμεν τὸ ἓν, ἀλλʼ ὅτι καὶ τὰ δύο ἕν ἐστιν,
ὥσπερ καὶ οὗτος· Φαίδων ἢ περὶ ψυχῆς. καὶ λέγεται οὗτος ὁ σύνδεσμος
διαζευκτικὸς, ὁ καὶ τὸ πρότερον πρᾶγμα διαβεβαιούμενος.
καὶ
γὰρ καὶ ὁ λόγος ὑπὸ Νικοκλέους λέγεται, καὶ πρὸς τοὺς ξυμμάχους καὶ
ὑπηκόους. ὅτι δὲ διὰ τοῦτο παῤ Ἰσοκράτους ἐστὶν ὁ λόγος πρὸς τὸν βασιλέα
πεμφθεὶς αὐτὸς ἡμῖν σαφὲς ποιεῖ, ἐν τῷ λόγῳ λέγων “τὸν μὲν οὖν ἕτερον
λόγον, ὡς χρὴ τυραν- “νεῖν, Ἰσοκράτους ἠκούσατε, δὲ δεῖ ποιεῖν τοὺς
ἀρχομένους, ἐγὼ
“πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖνον
ὑπερβαλούμενος, ἀλλʼ ὡς πρέ- “πον μοι περὶ αὐτῶν διελθεῖν.”
Ἰστέον ὡς ὅτι τὸν λόγον τοῦτον ἔγραψε τῷ Φιλίππῳ ὁ Ἰσοκράτης
μετὰ τὴν εἰρήνην τὴν γενομένην ὑπὸ τῶν περὶ τὸν Αἰσχίνην καὶ Δημοσθένην·
διὸ καὶ ἔσχε καιρὸν γράψαι αὐτῷ τῷ Φιλίππῳ, ὡς φίλῳ γενομένῳ τῆς
Ἀθηναίων πόλεως. ἐν σχήματι δὲ τοῦ ἐγκωμιάσαι αὐτὸν παραινεῖ αὐτῷ
διαλλάξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλας, πρὸς ἑαυτὰς στασιαζούσας,
στρατεῦσαι κατὰ Περσῶν. πρέπει
γάρ σοι, φησὶ, τοῦτο
ποιῆσαι, Ἡρακλείδῃ ὄντι καὶ τοιούτῳ δυνατῷ. καὶ ὁ μὲν Φίλιππος λαβὼν τὸν
λόγον καὶ ἀναγνοὺς οὐκ ἐπείσθη τοῖς λεγομένοις, ἀλλʼ ἀνεβάλετο τέως·
ὕστερον δὲ ὁ παῖς ὁ τούτου Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον καὶ ἐρεθισθεὶς
ἐστράτευσε κατὰ Δαρείου τοῦ ὑστέρου καὶ λεγομένου Ὤχου. τὸ μὲν γὰρ
κύριον ὄνομα Ὦχος
Μετὰ τὰ Λευκτρικὰ κατέτρεχον τὴν Λακεδαίμονα Θηβαῖοι, καὶ πολλάκις αὐτὴν
ἐκάκωσαν, ὡς καὶ τὰς Λακεδαιμονίων γυναῖκας ἀπαντῆσαι Λακεδαιμονίοις
συνεχῶς φεύγουσι, καὶ εἰπεῖν “μὴ καὶ
“δεύτερον ὑμᾶς ἔχομεν
ἐν τῇ γαστρὶ δέξασθαι;” καὶ οὕτω συστραφέντες ἐν Μαντινείᾳ ἐνίκησαν, τῶν
Ἀθηναίων ἱππέων καλῶς παραταξαμένων. μετὰ τὰ ἐν Μαντινείᾳ οὖν ἔπεμψαν
Λακεδαιμόνιοι πρὸς Θηβαίους, αἰτοῦντες αὐτοὺς τὴν εἰρήνην· οἱ δὲ
ὑπέσχοντο αὐτοῖς ἡσυχάσειν, εἰ Μεσσήνην ἀνοικίσωσι καὶ αὐτόνομον ἐάσωσι.
τῶν οὖν
ἄλλων συμβουλευόντων Λακεδαιμονίοις ἀνοικίσαι,
Ἀρχίδαμος ὁ νεώτερος συμβουλεύει Λακεδαιμονίοις μὴ ἀνοικίσαι. κατάγεται
δʼ οὕτως ὁ μικρὸς Ἀρχίδαμος· Ζευξίδαμος, οὗ Ἀρχίδαμος, οὗ Ἄγις, οὗ
Ἀγησίλαος, οὗ Ἀρχίδαμος· καὶ οἱ μὲν λέγουσιν ὅτι πέμψας Ἀρχίδαμος ἐν
Ἀθήναις τὸν λόγον παρὰ Ἰσοκράτους ἐδέξατο· ἄλλοι δέ φασι γυμνασίαν
εἶναι τὸν λόγον Ἰσοκράτους, τίνας ἂν εἴποι λόγους Ἀρχίδαμος
συμβουλεύων Λακεδαιμονίοις. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ τοῦ
λόγου πραγματικὴ, κεφάλαιον δὲ τὸ ξυμφέρον.
Ἐν τούτῳ τῷ λόγῳ συμβουλεύει ὥστε τοὺς Ἀρεοπαγίτας ἀναλαβεῖν τὴν προτέραν
πολιτείαν, ἥτις ἦν ἔχουσα πᾶσαν ἐξουσίαν, σχεδὸν
λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ
πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας· δῆθεν μὲν ὡς διʼ αὐτοὺς τοῦτο
ποιοῦντες, τὸ δʼ ἀληθὲς διὰ τοῦτο πάντα κατασκευάζοντες. εἶτα οἱ
Ἀθηναῖοι ἀσμένως ἀκούσαντες τῆς τοιαύτης συμβουλῆς κατέλυσαν αὐτούς. καὶ
ἡ μὲν ὑπόθεσις αὕτη, ἡ δὲ στάσις τοῦ λόγου πραγματικὴ,
κεφάλαιον δὲ τὸ συμφέρον. ἐγράφη δʼ ὁ λόγος ἐν ἀρχαῖς τῶν Φιλιππικῶν
χρόνων, ὡς καὶ αὐτὸς δηλοῖ.
Πεμφθεὶς ὁ Χάρης καταδουλώσασθαι τὴν Ἀμφίπολιν, αὐτονομουμένην
κατʼ ἐκεῖνον τὸν χρόνον καὶ καθʼ ἑαυτὴν γενομένην, ὡς τῶν
Λακεδαιμονίων μὲν κακῶς διακειμένων μετὰ τὰ Λευκτρικὰ, τῶν Ἀθηναίων δʼ
ἀσθενῶν ὄντων, οὗτος νομίζων εὐχερῶς αὐτὴν ὅτε δή ποτε λαβεῖν, καὶ
μᾶλλον βουλόμενος τὴν ἀρχαίαν δύναμιν περιποιῆσαι τοῖς Ἀθηναίοις,
ἐπεχείρησε Χίοις καὶ Ῥοδίοις καὶ τοῖς λοιποῖς συμμάχοις.
εἴτα ἐκεῖνοι ἀντέστησαν, καὶ ἡττήθη ὁ Χάρης οὕτως ὥστε λοιπὸν αὐτὸν
ἀπορεῖν τί δεῖ ποιῆσαι· καὶ γὰρ εἰ ἀνεχώρησεν ἐξ αὐτῶν καὶ ἦλθεν εἰς
Ἀμφίπολιν, αὐτοὶ ἂν ἀμυνόμενοι ἤρχοντο εἰς τὴν Ἀττικήν. ταῦτα δὲ οἱ
Ἀθηναῖοι ἀκούσαντες ᾔτησαν σπονδὰς, καὶ εὐθὺς οἱ Χῖοι καὶ Ῥόδιοι σὺν
τοῖς ἄλλοις συνέθεντο. καὶ οὗτός ἐστιν ὁ συμμαχικὸς
πόλεμος. νῦν οὖν πρόκειται ἐκκλησία περὶ τοῦ καταθέσθαι τὸν
αὕτη, κεφάλαιον δὲ τοῦ λόγου τὸ συμφέρον, ἡ δὲ στάσις πραγματική·
συμβουλὴ γάρ.
Ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτῷ
ἰδίαν πρόσαγε, ὡς ἐν τῷδε τῷ περὶ εἰρήνης Ἰσοκράτους ἡ κατασκευὴ
ἰδία προσετέθη, ὅπου φησί “περὶ μεγάλων ἥκομεν· περὶ γὰρ
“πολέμου καὶ εἰρήνης.” κάλλιστον δὲ ἐν τούτοις καὶ τὸ τῆς
μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ
λόγος εἴη.
Ἰστέον ὅτι τὸν λόγον τοῦτον ἔγραψεν Ἰσοκράτης πρὸς τὸν Νικοκλέα μετὰ τὴν
παραίνεσιν τὴν πρὸς αὐτόν. πόθεν δὲ τοῦτο δῆλον; λέγομεν, ἐπειδὴ αὐτὸς
φανερὸν ἡμῖν τοῦτο καθίστησι περὶ τὸ τέλος τοῦ λόγου τούτου λέγων ὅτι
“οὐ νῦν σὲ παρακελεύομαι σπουδάζειν “περὶ τὴν ἀρετὴν, ἀλλὰ καὶ πάλαι,” ὅ
ἐστιν ἐν ταῖς παραινέσεσιν.
πρῶτον οὖν ἔγραψεν αὐτῷ τὰς
παραινέσεις μετὰ τὸν τοῦ πατρὸς θάνατον, εἶτα δεύτερον τὸν ἐπιτάφιον
τοῦτον, ἵνα πλέον καὶ διὰ τούτου εὔνους αὐτῷ φανῇ τιμῶν τὸν Εὐαγόρου
θάνατον. λέγουσι δέ τινες ὅτι καὶ τριάκοντα τάλαντα ὑπὲρ τούτου
ἐδέξατο.
Τινὲς λέγουσιν ὡς ὅτι καὶ τὸν λόγον τοῦτον ἔγραψε πρὸς Πολυκράτην,
ἐπιλαμβανόμενος αὐτοῦ καὶ ἐν τούτῳ. οὐκ ἔστι δέ· καὶ γὰρ τὸ ἐναντίον
συνέβη. ἐκεῖνος γὰρ ὁ Πολυκράτης ἐπελάβετο τοῦ
ὡς κακῶς
γράψαντος τὸν λόγον τοῦτον, ὥσπερ ἐκείνου ἐπελάβετο ἐν τῷ Βουσίριδι.
ἀλλὰ τί οὖν ἐροῦμεν; λέγομεν ὅτι Γοργίου ἐπιλαμβάνεται τοῦ Λεοντίνου,
τοῦ ἐνεγκόντος τὴν ῥητορικὴν εἰς τὴν Ἑλλάδα, ὡς κακῶς γράψαντος, ὡς καὶ
αὐτὸς ἐν τοῖς προοιμίοις δηλοῖ ὑποκατιών. βέλτιον δὲ λέγειν, ὤσπερ ὁ
Μαχάων, ὅτι πρὸς Ἀναξιμένην
τὸν Λαμψακηνὸν γράφει. φέρεται
δὲ ἐκείνου λόγος, Ἑλένης ἀπολογία μᾶλλον οὖσα ἤπερ ἐγκώμιον. ἐπαινεῖ μὲν
γὰρ αὐτὸν, καθὸ καλὴν ὑπόθεσιν προείλετο γράφων περὶ Ἑλένης, ψέξας δὲ
διὰ πολλῶν ἐν τοῖς προοιμίοις φιλοσόφους τινὰς, τοὺς μὴ αἱρουμένους
τοιαύτας τινὰς καλὰς ὑποθέσεις γράφειν, ἀλλʼ ἁπλῶς ἄτοπά τινα καὶ
παράδοξα λέγειν ἐπιχειροῦντας, μηδεμίαν ὄνησιν ἔχοντα,
ἅτινα καὶ διεξέρχεται.
Τοῦτον τὸν λόγον γράφει πρὸς Πολυκράτη τινὰ σοφιστὴν, ἐξ
ἀνάγκης ἐλθόντα ἐπὶ τὸ σοφιστεύειν διὰ πενίαν, Ἀθηναῖον μὲν τῷ γένει,
σοφιστεύοντα δὲ νῦν ἐν Κύπρῳ. γράφει δὲ αὐτῷ ὡς φίλος. ἐπανορθούμενος
αὐτὸν δῆθεν ὡς σφαλέντα ἐν τούτοις τοῖς λόγοις οἷς ἔγραφεν, ἔν τε τῷ
ἐγκωμίῳ τοῦ Βουσίριδος καὶ ἐν τῇ κατηγορίᾳ τοῦ Σωκράτους, τὸ δὲ ἀληθὲς
ἐπιλαβέσθαι αὐτοῦ βουλόμενος καὶ
αὐτὸν τοῖς ἅποσιν ὡς μηδὲν
εἰδότα ἀμυνόμενος ὥσπερ αὐτὸν ὑπὲρ τοῦ ἰδίου διδασκάλου τοῦ Σωκράτους.
αὐτὸς γάρ ἐστιν ὁ παρασχὼν
κατʼ αὐτοῦ
λόγον εἰσῆλθεν, εἴ γε φείδεται τοῦ διδασκάλου. καὶ λέγομεν, ἵνα μὴ
ὀργισθῶσιν οἱ Ἀθηναῖοι, ἀρτίως τοῦ Σωκράτους καταψηφισάμενοι. δοκεῖ οὖν
διὰ τούτου ὥσπερ ἐλέγχειν αὐτοὺς ὡς κακῶς καταψηφισαμένους. καὶ γὰρ καὶ
αὐτοὶ ὥσπερ μετέγνωσαν ὕστερον, ὅτι ἀσεβῶς ἔπραξαν καταψηφισάμενοι
Σωκράτους, εἶτα καὶ σωφρονισθέντες
διὰ τοῦ λοιμοῦ τοῦ
ἐγκατασκήψαντος αὐτοῖς διὰ τὸν Σωκράτους θάνατον. ἀπέθανε δὲ ἐπὶ Λάχητος
ἄρχοντος. ὅθεν λοιπὸν ἐκέλευσαν μηδένα δημοσίᾳ, οἷον ἐν κοινῷ θεάτρῳ,
λέγειν περὶ Σωκράτους. ἀμέλει λέγεταί τι τοιοῦτον, ὡς ὅτι τοῦ Εὐριπίδου
βουλομένον εἰπεῖν περὶ αὐτοῦ καὶ δεδιότος ἀναπλάσαι τὸ δρᾶμα τὸν
Παλαμήδην,
ἵνα διὰ τούτου σχοίη καιρὸν τοῦ αἰνίξασθαι εἰς
τὸν Σωκράτην καὶ εἰς τοὺς Ἀθηναίους καὶ ποιήσαντός τινα πρὸς τοὺς
Ἕλληνας λέγοντα, τὸ δὲ ἀληθὲς πρὸς Ἀθηναίους διὰ Σωκράτην “ἐκάνετε,
ἐκάνετε τῶν Ἑλλήνων τὸν ἄριστον,” ὅ ἐστιν ἐφονεύσατε. καὶ νοῆσαν τὸ
θέατρον ἅπαν ἐδάκρυσε, διότι περὶ Σωκράτους αἰνίττεται. γράφει οὖν αὐτῷ
τὸν
Ἡ δʼ ὑπόθεσις τοῦ Βουσίριδος τοιαύτη. Βούσιρις τῆς Λιβύης καὶ
Ποσειδῶνος ἐγένετο παῖς· οὗτος τεχθεὶς ἐν Λιβύῃ τῇ χώρᾳ, ὑπεριδὼν τῆς
ἐκεῖ οἰκήσεως εἵλετο τὴν ἐν Αἰγύπτῳ οἴκησιν καὶ ἐλθὼν ἐν τῇ Αἰγύπτῳ
κτίζει πόλιν ὁμώνυμον αὐτῷ Βούσιριν, ἥτις καὶ νῦν οὕτω κέκληται. αἰτίαν
δʼ ἔσχεν ὡς ξενηλάτης καὶ ὡς θύων τοὺς ξένους. ὁ οὖν Πολυκράτης, ἅτε δὴ
σοφιστὴς λογογράφος, ἠθέλησε καὶ ἀπολογίαν
γράψαι ὑπὲρ τοῦ
Βουσίριδος καὶ ὑπὲρ τούτων ὧν ἐνεκαλεῖτο· εἰς ἣν αὐτοῦ ὁ Ἰσοκράτης
ἐπιλαμβάνεται, καὶ ὑποτίθεται αὐτὸς πῶς ἔδει αὐτὸν γράψαι τὸ ἐγκώμιον.
διὸ καὶ ὁ λόγος οὗτος τῶν τεσσάρων ἐγκωμίων ἐστίν.
Οὗτος ὁ λόγος τῶν ἄγαν τεχνικῶς γεγραμμένων ἐστὶν Ἰσοκράτει, εἴ πέρ τις
ἄλλος· ἐν τούτῳ γὰρ σχεδὸν ἅπασαν διέλαβε τὴν ῥητορικήν. διδάσκει γὰρ
ἡμᾶς ἐν αὐτῷ ὁποῖος ὀφείλει εἶναι ὁ μαθητὴς, οἷος δὲ ὁ διδάσκαλος, καὶ
διαιρεῖ τὸν λόγον εἰς δύο, εἴς τε τὴν ἐριστικὴν
φιλοσοφίαν
καὶ εἰς τὴν πολιτικὴν ἀρετὴν, ὅ ἐστι τὴν ῥητορικὴν, τοὺς ἐν αὐταῖς κακῶς
ἐξεταζομένους ἐξελέγξαι βουλόμενος. καὶ λέγει πρῶτον περὶ τῶν ἐριστικῶν,
εἶτα περὶ τῶν πολιτικῶν· τέμνει δὲ τοῦτο εἰς δύο, εἴς τε τοὺς
ἐπαγγελλομένους διδάσκειν, μὴ εἰδότας
ὀνόματι. αὕτη δὲ ἡ αἰτία ὡς ἔστιν εὐήθης οὐ δύσκολον
καταμαθεῖν· οὐδὲ γὰρ κατὰ μόνων φιλοσόφων ποιεῖται τὸν λόγον, ἀλλὰ καὶ
ῥητόρων αὐτῶν. ποία οὖν ἂν εἴη ἀληθὴς αἰτία ἢ αὕτη, διότι ἑώρα ἐν τῷ
χρόνῳ τοῦ λόγου τούτου πολλοὺς ἐπιπηδῶντας ταῖς τέχναις ἀπερισκέπτως,
καὶ ἐπαγγελλομένους διδάσκειν ἅπερ οὐκ ἴσασι,
καὶ
σοφιζομένους τὴν ἀλήθειαν. διὸ καὶ ὁ λόγος αὐτῷ ἐπιγέγραπται “κατὰ τῶν
σοφιστῶν,” οὐχ ἁπλῶς τῶν σοφιστευόντων, ἀλλὰ κατὰ πάντων τῶν σοφιζομένων
τὴν ἀλήθειαν. τριχῶς γὰρ τοῦτο τοὔνομα λέγεται παρὰ τοῖς παλαιοῖς· οἷον
οὕτω, σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν καὶ τὸ φρόνιμον· ὅθεν
καὶ ὁ Πλάτων φιλόσοφον
καλεῖ τὸ πρῶτον αἴτιον, τὸ φιλοῦν
αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν, ὅθεν καὶ ὁ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν
ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται τὸν θεὸν κατὰ τὸ
δυνατόν· καὶ πάλιν σοφιστὴν καλοῦσι αὐτὸν τὸν ῥήτορα, τὸν διδάσκοντα
τοὺς ῥητορικοὺς λόγους· σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν,
περὶ οὗ νῦν
διέρχεται. ἐζήτησαν δέ τινες πάλιν καὶ διὰ τί
καὶ αὐτὸς ὁ λόγος, εἴ γε εἷς ἐστι τῶν τεσσάρων ἐγκωμίων, κατὰ τῶν
σοφιστῶν ἐπιγράφεται, καὶ ψόγος ἐστὶ καὶ μὴ ὅπερ οἰκεῖον ἐγκωμίου, τὸ
μᾶλλον ὑπέρ τινος λέγειν ἢ κατά τινος. καὶ λέγομεν ὅτι, ἐάν τις σκοπήσῃ
ὑπὸ τί ἀνάγεται καὶ ὁ ψόγος καὶ τὸ ἐγκώμιον, ὅτι ἑκάτερον ὑπὸ ἓν
εἶδος τὸ πανηγυρικὸν, εὑρήσει τὴν αἰτίαν· ἡ γὰρ οἰκειότης
πρὸς τὸ
Περὶ τοὺς χρόνους τοῦ λόγου τούτου πολλοὶ πλανῶνται. ζητοῦσι γὰρ πῶς
δυνατὸν εἰρηκέναι τὸν Ἰσοκράτην ὑπὲρ Πλαταιέων, κατασκαφέντων ἐν τῇ γ΄
ἱστορίᾳ τοῦ Πελοποννησιακοῦ πολέμου, τὸν ὕστερον
μετὰ πολλὰ
ἔτη γενόμενον τῶν Πελοποννησιακῶν. ἐγένετο γὰρ ἡ κατασκαφὴ τῶν Πλαταιέων
ἐν τῷ ε΄ ἔτει τοῦ Πελοποννησιακοῦ· κατέσχε δὲ κ΄ καὶ ἑπτὰ ἔτη ὁ πᾶς
πόλεμος, καὶ τὰ λοιπὰ κβ΄. εἶτα ἐν ᾧ ἦρξαν Λακεδαιμόνιοι, τριάκοντα,
ἤγουν πεντήκοντα δύο πρὸ τοῦ Φιλίππου ἔτη εἴρηται ὁ λόγος, ὡς ἀνάγκη τὸν
Ἰσοκράτην τριῶν ἐτῶν
ὄντα εἰπεῖν τὸν λόγον, ὅπερ ἀδύνατον.
πρὸς ὃ καί τινες ἀπολογούμενοι λέγουσιν ὅτι πρὸς μελέτην εἴρηται ὁ λόγος
ζητήματος· οὐκ ἔστι δέ. ἀλλὰ τὸ δεύτερον κατεσκάφησαν οἱ Πλαταιεῖς· ὁτὲ
μὲν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ὑπὸ Λακεδαιμονίων χαριζομένων Θηβαίοις,
εἶτα ὅτε ἐπολέμησαν Λακεδαιμόνιοι Θηβαίοις μετὰ τὸν Πελοποννησιακὸν
πόλεμον καὶ ἐνίκησαν οἱ Λακεδαιμόνιοι, πολεμίους ὁμόρους
ἀναστῆσαι Θηβαίοις βουλόμενοι ἀνῴκισαν Πλάταιαν· εἶτα ὕστερον νικήσαντες
οἱ Θηβαῖοι ἐν Λεύκτροις κατέσκαψαν αὐτοὺς,
Or. 1. §. 50. (48.) Τοῖς μὲν φαύλοις τοῖς
εὐτελέσι, ἤγουν τοῖς φαύλοις. φλαῦρος δὲ λέγεται ὁ πονηρός.
Or. 2. §. 1. ἄγειν τὸ μὲν ἄγειν κυρίως ἐπὶ
ἐμψύχων λέγεται· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀψύχων.
4. τοῖς δὲ τυράννοις ἀντὶ τοῦ τοῖς βασιλεῦσιν·
ἀδιαφόρως γὰρ κέχρηνται τῷ ὀνόματι οἱ ῥήτορες.
9. (7.) καταλογάδην καταλογάδην λέγεται ὁ πεζὸς
λόγος καὶ μὴ ὢν ἔμμετρος.
27. (20.) τίμα ταῖς μὲν ἀρχαῖς ἀντίστροφος
φράσις.
32. (24.) πλεονεκτεῖν τὸ πλεονεκτεῖν καὶ ἐπὶ
ἀρετῆς καὶ ἐπὶ κακίας.
37. (28.) ἀμφιγνοῇς ἀμφιβάλλῃς. ἀγνοεῖν δὲ τὸ
μηδʼ ὅλως εἰδέναι.
40. (30.) φιλοτιμούμενος σεμνυνόμενος,
ὑπερηφανευόμενος.
46. (34.) τοὺς μὲν σεμνυνομένους τοὺς
ὑπερηφάνους, ὡς ἀργοὺς εἰς πρᾶξίν τινα. τοιοῦτοι γὰρ οἱ κενόδοξοι, μὴ
εὐκτότερον τιθέμενοι ποιῆσαι.
52. (39.) περὶ μικρῶν ἐρίζοντας ἤγουν τοὺς
φυσιολογοῦντας τίς ἡ κώνωπος φύσις καὶ τίς ἡ ψύλλης φύσις, ἵν᾿ ἐκβάλλῃς
αὑτὸν ἀπὸ
59. (45.) τοὺς πολλοὺς τοὺς μὴ φρονίμους.
60. (46.) πρὸς τοῖς εἰρημένοις ἀντὶ τῆς σύν·
ἤγουν σὺν οἷς λόγοις ἀρχόμενοι εἰρήκαμεν.
61. (46.) περὶ τῶν ἰδίων λογιζόμενοι ἤγουν
λογοπραγούμενοι καὶ ἐξεταζόμενοι.
71. (54.) ἢ τῶν πωλούντων οἷον εἰσάγει τις τοῖς
βασιλεῦσι δῶρον, ὃ ἐὰν παρὰ τῶν πωλούντων ἐξωνηθῇ, ὀλίγου ἂν ἠγοράσθη,
ἐπεὶ ἀντιχαρίζεται παρὰ τοῖς βασιλεῦσι τοῖς εἰσάγουσι τοιοῦτον δῶρον,
εἶδος
πολλοῦ τιμώμενον καὶ πολλαπλάσιον τῆς τοῦ εἰσαχθέντος
δώρου τιμῆς.
Or. 3. §. 1. δυσκόλως ἐχθρῶς καὶ
μεμισημένως.
1. ἡδέως ἂν οὖν πυθοίμην ἰστέον ὅτι ἐν τῷ
προοιμίῳ τούτῳ προτασιν λέγει καὶ εὐθέως κατασκευήν· καὶ πάλιν προτείνει
καὶ κατασκευάζει.
τοιοῦτος γὰρ Ἰσοκράτης, καὶ ἐν ἄλλοις
αὑτοῦ λόγοις τοῦτο ποιῶν.
3. θαυμάζω ἀντὶ τοῦ καταγινώσκω.
τὴν ῥώμην καὶ τὴν ἀνδρείαν ῥώμη μὲν ἐπὶ
σώματος, ἀνδρεία δὲ ἐπὶ ψυχῆς.
10. (9.) ἔδη ἑδράσματα, ἀγάλματα.
27. (23.) τοῦτο μὲν γὰρ ἀριθμητικόν ἐστι τὸ
σχῆμα, παρὰ τοῖς ῥήτορσιν οὕτω λαμβανόμενον, ὅταν εἴπωσι “τοῦτο μέν·”
σημαίνουσι γὰρ ἀντὶ τοῦ πρῶτον.
31. (26.) καὶ τοὺς θεοὺς ὑπὸ τοῦ Διὸς βασιλεύεσθαι σημείωσαι
ἀπὸ τούτου ὡς φαίνεται μὴ
ἀρεσκόμενος τῇ πολυθεΐᾳ ὁ Ἰσοκράτης.
40. (33.) δυσκόλως φθονερῶς.
41. (34.) ἢν καὶ ὅρα πῶς εἰς ἀνάγκην ἐλθὼν τοῦ
εἰπεῖν κἂν οὐκ εἶπεν· ἐπειδὴ οἶδε σπανίως αὐτὸ λεγόμενον καὶ
παραχαραττόμενον, ὡς τὸ παρὰ Μενάνδρῳ ἐν Μισουμένῳ εἴσελθε κἂν νῦν, ὦ
μακάριε.
51. (43.) οὐχ ἥκιστα μάλιστα.
Or. 4. §. 155. (136.) τὰ μὲν ἔχει κ. τ. λ. ὁ
Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς καὶ τῇ διανοίᾳ σχεδὸν καὶ τῇ λέξει
ἐχρήσατο.
158. (139.) εἰ μὲν γὰρ ἀπέφαινον αὐτὸν κ. τ. λ.
τοῦτο Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς εἰληφὼς σαφῶς φαίνεται, μόνον
μεγεθύνας.
Or. 5. §. 142. (120.) καὶ διαλαβεῖν τὴν Ἀσίαν
περὶ τῆς ἐπικαλουμένης ἰδίως Ἀσίας.
148. (125.) προϋπάρξαι τῆς ἔχθρας σημείωσαι·
ὧδε ἡ πρό πρόθεσις κεῖται δεικνύουσα τὴν προκαταρχὴν τῆς ἔχθρας τῶν
βαρβάρων πρὸς τοὺς Ἕλληνας.
164. (141.) πέρας ἕξειν ἤγουν τέλος εἶναι τῶν
καλῶν, καὶ μὴ ἔχειν πλέον τούτων.
Or. 6. §. 26. (24.) ἐκείνην δὲ ἐλάβομεν ἤγουν
τὴν ἀμφισβητουμένην Μεσσήνην.
46. (42.) ἐξ ὧν τοῖς ἄλλοις προσέταττον
τετράκωλος περίοδος
χιαστή·
51. (46.) τὸ πρὸς Διονύσιον ῥηθὲν ἤγουν τὸ
μικρὸν κῶλον τοῦτο
νοήσας, τὸ “καλὸν ἐντάφιον ἡ
τυραννίς.”
Or. 8. §. 21. (17.) πλεονεξίαν ἤγουν πλέον
ἔχειν καὶ κτᾶσθαι.
23. πλεονεκτεῖν πλέον ἔχειν.
63. (50.) δεκάζων δωροδοκῶν.
69. (55.) ὡς ἐκεῖ σοφωτέρους ἐσομένους κατʼ
εἰρωνείαν τὸ σχῆμα.
123. (100.) οὐκ Ἠλείων μὲν ἐνέβαλον σχῆμα διαζεύξεως, τὸ λεγόμενον
ἐφʼ ἑκάστῳ.
126. (102.) διὰ μὲν γὰρ τὴν ἐστερήθησαν τετράκωλος περίοδος ἀχίαστος.
133. (108.) οὐχ ἡ μὲν τῶν ἀττικιζόντων
ἀγχίστροφον τὸ σχῆμα.
οὐ διὰ μὲν τὴν τῶν δημηγορούντων τὸ σχῆμα
ἀντίθετον.
139. (114.) περὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν
δηλαδή.
156. (130.) εἰσαγγελίαις ἤγουν κατηγορίαις.
Or. 9. §. 1. ὁρῶν, ὦ Νικόκλεις τριῶν προοιμίων,
ὡς εἴπομεν, μελλόντων λέγεσθαι, τὸ μὲν ἓν, τὸ πρῶτον, ἀποδίδωσι τῷ
Νικοκλεῖ, ἔπαινον ἔχον αὐτοῦ, διότι οὕτω πολυτελῶς ἐτίμησε τὸν πατέρα
τελευτήσαντα· τὰ δὲ ἄλλα δύο πρὸς αὐτὸν τὸν ἀπελθόντα. ζητήσειε
δʼ ἄν τις ἐν τῷ λόγῳ τούτῳ, διὰ τί, ἐπιταφίου ὄντος καὶ τοῦ
ἐπιταφίου ἀπαιτοῦντος παρὰ τὰ ἐγκωμιαστικὰ πάντα κεφάλαια πλέον τό τε
θρηνητικὸν ἐν τῇ ἀρχῇ καὶ τὸ παραμυθητικὸν ἐν τῷ τέλει (ἐν γὰρ μόνοις
τοῖς δύο τούτοις κεφαλαίοις διαφέρουσιν ὅ τε ἐπιτάφιος λόγος καὶ τὸ
ἐγκώμιον), ἐνταῦθα δὲ παρῆκε τὰ δύο κεφάλαια; καὶ λέγομεν
ὅτι φαίνεται ἐκ πολλοῦ τοῦ χρόνου τετελευτηκὼς Εὐαγόρας· καὶ ὁ
Ἰσοκράτης, νῦν πέμψας τὸν λόγον μετὰ πολὺ τοῦ ἐκείνου θανάτου, ἄτοπον
ἡγεῖτο θρηνητικὸν τάττειν καὶ ἀναμιμνήσκειν τῶν θρήνων τῶν ὀφειλόντων
προτοῦ λεχθῆναι παῤ αὐτὸν τὸν θάνατον. εἰ δέ τις εἴποι ὅτι, εἰ διὰ
ταύτην τὴν αἰτίαν παρῆκε τὸ θρηνητικὸν, διὰ τί καὶ ἐν τῷ
τέλει ἐξέστη τοῦ εἰπεῖν τὸ παραμυθητικόν; λέγομεν ὅτι, εἰ τοῦτο ἐπήγαγε,
μὴ προηγησαμένου τοῦ θρηνητικοῦ, ἔτι πλέον ἀκαιρότερον ἐδόκει ποιεῖν.
ἔνθα γάρ εἰσι θρῆνοι, ἐκεῖ ὀφείλει καὶ ἡ παραμυθία παρέπεσθαι· εἰ δὲ
μηδένα ἐθρηνήσαμεν τῷ λόγῳ, ὑπὲρ τίνος ἐμέλλομεν παραμυθεῖσθαι τοὺς τῷ
γένει προσήκοντας; ὥστε οὖν δύνασθαι
τὸν λόγον καὶ
Ἐπιτάφιον λέγεσθαι καὶ Ἐγκώμιον· Ἐπιτάφιον μὲν, διότι εἰς τὸν
τετελευτηκότα Εὐαγόραν γράφει τὸν λόγον, Ἐγκώμιον δὲ, διότι παρῆκε τὰ
δύο κεφάλαια τοῦ Ἐπιταφίου. ἐνίκησε δὲ αὐτὸν τὸν λόγον Ἐγκώμιον μᾶλλον
λέγεσθαι. ἰστέον δὲ ὡς ὅτι ἀντὶ τῶν δύο τούτων κεφαλαίων ἕτερα δύο
ἀντεισήγαγε, τό τε τρίτον προοίμιον,
παραινετικὸν ἐν τῷ τέλει ἔταξε, καὶ οὐκ ἐν τῇ ἀρχῇ, ἐπειδὴ ἔδει
πρῶτον ἀποδειχθῆναι τοῦ πατρὸς τὰς πράξεις, ἵνα πρὸς ταύτας ὕστερον
δυνηθῇ αὐτῷ παραινεῖν βιῶναι.
3. εὑρήσομεν γὰρ τοὺς φιλοτίμους κατασκευὴ τοῦ
προοιμίου.
4. αἱ μὲν οὖν δαπάναι συμπέρασμα τοῦ
προοιμίου.
5. ἐχρῆν μὲν οὖν καὶ τοὺς ἄλλους δεύτερον πρὸς
τὸν πατέρα προοίμιον.
ἐπαινεῖν ἰστέον ὅτι ἔπαινος μὲν κυρίως κληθείη
ὁ λόγος ὁ ἐγκωμιάζων μίαν μόνην πρᾶξιν, ἐγκώμιον δὲ τὸ περιλαμβάνον
πολλὰς πράξεις. ὅμως ἀδιαφόρως τούτοις κέχρηται.
6. τοὺς ἐπέκεινα γενομένους οἷον Ἐριχθόνιος,
Ἴναχος, Εὔμολπος.
8. οὐ μὴν δουλευτέον συμπέρασμα τοῦ
προοιμίου.
9. οἶδα μὲν οὖν τρίτον προοίμιον, εἰς τὸν
τελευτήσαντα.
σημεῖον δὲ μέγιστον· περὶ μὲν γὰρ ἄλλων
κατασκευὴ τοῦ προοιμίου.
14. (11.) ὅμως δὲ, καίπερ συμπέρασμα τοῦ
προοιμίου.
15. (12.) πρῶτον μὲν οὖν εἰσβολὴ τῶν
ἐγκωμίων.
16. (13.) ὁμολογεῖται μὲν γὰρ ἄρχεται μὲν ἀπὸ
τῶν προγόνων. εἰ δέ τις εἴποι, διὰ τί παρῆκε τὸ ἀπὸ πατρίδος; οὕτω γὰρ
ὀφείλει διωρίσθαι τὸ ἐγκώμιον, πρῶτον ἀπὸ πατρίδος, εἶτα ἀπὸ προγόνων,
εἶτα ἀπὸ ἀνατροφῆς, ἀπὸ πράξεων, καὶ συγκρίσεων, καὶ
ἐπιλόγων· λέγομεν ὅτι οὐδὲν μέγα εἶχεν εἰπεῖν εἰς τὴν θέσιν τῆς
πατρίδος, τῆς Σαλαμῖνος. δεῖ δὲ ἐν πᾶσι τὰ συμφέροντα καὶ τὰ ἀναγκαίως
ὀφείλοντα λεχθῆναι λέγειν, οὐ μέντοι ὅσα διδάσκει ἡ τέχνη· μᾶλλον δὲ
τέχνῃ ἀνέγκλητον τὸ ἐπιτηδείως ἀποδοκιμάζειν τὰ μὴ ὀφείλοντα
ἕπεσθαι.
25. (22.) ἐκρατίστευσεν σημείωσαι ὡς γράψει τις
κρατιστείαν ἀπὸ τοῦ κρατιστεύω, ὡς ἀπὸ τοῦ ἀριστεύω ἀριστείαν.
31. (28.) τὴν κάθοδον ἐπάνοδος μὲν γάρ ἐστι τὸ
ἐπανελθεῖν τινα εἰς τὴν ἰδίαν πατρίδα, ἐξελθόντα ἐξ ἀρχῆς μηδενὸς
βιασαμένου· κάθοδος δὲ, ὅταν τις ἄκων ἀποδημήσῃ καὶ φυγαδευθῇ, ἢ
συμφορᾶς τινος
προηγησαμένης ἢ διὰ φόβον τυράννων ἤ τι
τοιοῦτον.
40. (37.) Κῦρον διὰ τί, ἀεὶ μετὰ τὰς πράξεις
τιθεμένης τῆς συγκρίσεως, ἐνταῦθα μεταξὺ τῶν πράξεων παρήγαγε σύγκρισιν
πρὸς Κῦρον, τὴν ἀπὸ τοῦ μείζονος; λέγομεν οὖν ὅτι δεῖ μὲν αὐτὴν μετὰ τὰς
πράξεις, εἰ δὲ ἀνάγκη τις, καὶ μεταξὺ τούτων, καὶ οἱωσδήποτε,
οὐ παραιτητέον αὐτὴν τιθεμένην, χωρὶς τῶν προοιμίων.
52. (44.) σεμνὸς τὸ σεμνός διττῶς λέγεται, καὶ
ἐπὶ τοῦ ὑπερηφάνου καὶ ἐπὶ τοῦ σεμνῶς ποιοῦντος τὰ πράγματα.
55. (47.) οὔτε τέχνας ἐπισταμένην κ. τ. λ. εἴ
τις οὖν εἴποι, καὶ πόθεν ἔζων μηδενὶ τούτων κεχρημένοι; λέγομεν ὅτι
ἔξεστι τοῖς ἐγκωμίοις
ψεύδεσθαι.
58. (49.) ἀπροσοίστως μὴ προσδεχόμενοί τινας
τῶν Ἑλλήνων.
66. (55.) τὰ περὶ τὴν ἤπειρον ἤγουν τὰ περὶ τὴν
Ἀσίαν· καὶ αὕτη γὰρ Ἤπειρος καλεῖται.
Or. 10. §. 1. καὶ καταγεγηράκασιν, οἱ μὲν κ. τ.
λ. κατασκευὴ
τοῦ προοιμίου, πῶς τινὲς ἀτόπους
ποιοῦσιν ὑποθέσεις. ἰστέον ὅτι τρία εἴδη προοιμίων τὰ κεφαλαιωδέστατα,
ἓν μὲν τὸ πρὸς κατηγορίαν τῶν ἐναντίων λαμβανόμενον, δεύτερον δὲ τὸ πρὸς
θεραπείαν τῶν δικαστῶν, τρίτον τὸ ἕνεκα τοῦ προσώπου αὐτοῦ τοῦ λέγοντος.
εἰ δέ τις ἀκριβῶς ζητήσοι, εὑρήσει ὅτι καὶ τὰ τρία ἕνεκα τοῦ ἰδίου
προσώπου τοῦ λέγοντος
γίγνεται.
13. βομβυλιοὺς οἱ μὲν λέγουσιν εἶδος καυκαλίου,
οἱ δὲ εἶδος μυίας, ὥσπερ ἡ ἐμπίς.
15. τὸν γράψαντα περὶ τῆς Ἑλένης Πολυκράτην
λέγει τὸν σοφιστήν.
72. (63.) Θεράπναις κωμύδριον τῆς
Λακωνικῆς.
Or. 11. §. 3. γιγνώσκω μὲν οὖν ὅτι κ. τ. λ.
δεύτερον προοίμιον, ἔννοιαν ἔχον τοῦ μὴ δεῖν τὸν Πολυκράτην ἐπαχθῶς
φέρειν πρὸς τὴν νουθεσίαν· ὅπερ πάσχουσιν οἱ μωροί.
9. ἵνα δὲ μὴ δοκῶ ἰστέον ὅτι συμπέρασμα τοῦ
προοιμίου καὶ
εἰσβολὴ τοῦ ἐγκωμίου.
οὐδὲ σεμνοὺς λόγους ἔχουσαν ἰστέον ὅτι αἱ
προσποιήσεις αὗται ῥητορικαί εἰσι, τὸ ἐξ ἀρχῆς μετριάζειν, ἵνα, ὅταν
ἀγωνίσηται καλῶς, μετὰ τὴν ἐπίδειξιν πλέον θαυμάζηται.
35. ἀλλὰ καὶ τῆς ἰδέας ὅλης διημαρτηκὼς ἰστέον ὅτι εἰ καὶ
δεῖ
ψεύδεσθαι ἐν τοῖς ἐγκωμίοις καὶ τῶν προσόντων ἀγαθῶν μείζονα λέγειν,
ἀλλʼ οὐκ ἀδύνατα γίνεσθαι. εἰ δὲ μὴ, τοὐναντίον δόξομεν κατηγορεῖν τοὺς
ἐγκωμιαζομένους ἢ ἐπαινεῖν, ἐλεγχόμενοι παρὰ τοῖς ἀκροαταῖς ψευδόμενοι
φανερῶς, ἀποδεικνύντες τὸν ἐπαινούμενον μὴ πεπραχότα ταῦτα.
Or. 12. §. 51. (47.) ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν κ. τ.
λ. συμπέρασμα κατὰ χιασμὸν, μὴ ἀναστρέφον πρὸς τὴν διάνοιαν
τοῦ λόγου· ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν ἐξ ὧν δὲ Σπαρτιᾶται, αὐξάνεσθαι
τὴν Ἑλλάδα κ. τ. λ. τὴν ἐκείνων μόνην μεγάλην κ. τ. λ.
133. (125.) θεοφιλεῖς τοῦτο οὕτω νοητέον· οὐχὶ
φιλοῦντας τοὺς
θεοὺς, ἀλλʼ ὑπὸ τῶν θεῶν φιλουμένους.
134. (126.) ὁ φὺς ὁ γενόμενος.
Or. 13. §. 9. ἀδολεσχίαν ἀδολεσχία ἡ πάνυ
φλυαρία, ἤγουν ἡ πλείστη.
14. ποιητικοῦ πράγματος ποιητικὸν πρᾶγμα καλεῖ
τῆν ῥητορικὴν
πρὸς ἀντιδιαστολὴν τῶν κδ΄ στοιχείων, ἣν
καλεῖ τεταγμένην τέχνην.
22. (19.) καὶ τὰς καλουμένας τέχνας γράψαι τολμήσαντες Τισίαν καὶ Κόρακα λέγει τοὺς Συρακουσίους, καὶ
Γοργίαν καὶ Θρασύμαχον, οἲ πρῶτοι ῥητορικὰς τέχνας ἔγραψαν.