Lace v. 0.6.20 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Scholia not completely encoded with links to source documents or language codes on various witnesses.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts work and section.
This pointer pattern extracts work.
δυνάστης] βασιλεύς. ~ S
ὧν* μὲν οὖν ἕνεκα κτλ.] ἅθροισις καταστατική. ~ S
ἐπέστειλεν] ἐπιστολὰς ἔγραψε. ~ φS
πάρεδροι*] πάρεδρος τοῦ δεῖνος, παρεδρεύει δὲ τῷ δεῖνι· τὸ ὄνομα μετὰ γενικῆς, τὸ δὲ ῥῆμα μετὰ δοτικῆς, ὥσπερ καὶ τὸ σύνοικος γενικῇ, συνοικεῖ δὲ δοτικῇ. ~ φS
παραγαγεῖν] ἀπατῆσαι. ~ φ
μάλιστα τοῦτον] ἤγουν τὸν Ἀπόλλωνα. ~ U
δημοτικόν*] ὁ πρέπων ἐν πολλοῖς. ~ Δ
μέτριον*] ταπεινὸν καὶ συγγνωμονικόν. λέγεται δὲ καὶ μέτριος ὁ μεμετρημένην ἔχων οὐσίαν ἢ ὁ τὸ ἦθος ἐπιεικής. ~ Δ
αὐθέκαστον: τὸ ἀπροβούλευτόν φησι. τοιαῦτα γὰρ τὰ ταχέα ὡς ἐπίπαν καὶ σύντομα, ὃ βούλεται σημαίνειν τὸ αὐθέκαστον· σημαίνει γὰρ τὸ αὐθέκαστος τόν τε ἁπλοῦν καὶ ἄδολον καὶ ἀληθευτικὸν καὶ τὸν ἕτοιμον πρὸς ἅπαν καὶ τὸν ταχὺν καὶ σύντομον καὶ αὐτόματον. ~ BCMNUΩΔ
αὐθέκαστον: ἀκριβῆ καὶ αὐστηρόν. λαμβάνεται καὶ ἐπὶ τοῦ ἀληθευτικοῦ τὸν τρόπον καὶ μή τινα διπλόην ἔχοντος ἀλλ’ οἷον αὐτὸ ἑκάστου ὑπάρχοντος, οἱονεὶ μηδὲν ἐπισυρομένου ἀλλότριον. ~ C⸤Γ?⸥φMNSUΩ.
ἐπεκάλει] ἤγουν ἠνεγκάλει. ~ S
ἐξ ἅπαντος* τρόπου] σημείωσαι. τὸ ἐξ ἅπαντος Ἀττικὸν ὄν, εἰ μὲν μετὰ τοῦ τρόπου γράψεις, δασύνειν ὀφείλεις, εἰ δὲ χωρὶς τοῦ τρόπου, ὀξύνειν μόνον. γράφεται γὰρ κατ’ ἀμφότερα. ~ φ
ἐπιθέμενος] μετὰ βίας λαβεῖν, δοτικῇ. ~ S
ἀναστείλαιμι* καὶ παύσαιμι] καταπαύσαιμι. διὸ δὲ ἡ λέξις ἀκριβὴς ἐτύγχανεν, ἐπήγαγε τὴν ἑτέραν λέξιν τὸ παύσαιμι. ~ φ
καίτοι ἀναγκαῖον] ἀναγκαίου ὄντος. ~ φS
εὐθὺς καὶ εὐθέως ἀμφότερα Ἑλληνικά. τὸ δ’ εὐθύ διαφέρει τούτων· οὐ γὰρ τὸ παραχρῆμα σημαίνει ἀλλὰ τὸ ἕως καὶ τὸ εἰς οἷον. ~ Δ
ἐσπείσμην] ἐφιλιούμην. ~ φS
ἀναστάσεσιν] ἀνεγέρσεσιν. ~ φS
προσόδους: εἰσφοράς, εἰσόδους ἢ παρουσίας, ὡς Θουκυδίδης [4, 110] καὶ ἕτεροι. ~ Δ
ἐφεστώτων*] παρισταμένων. ~ φS
νεολαίας*] νεολαία ἡ τοῦ νέου λαοῦ συναγωγή. ~ Δ
προὐνόουν*] ἐνεργητικῶς καὶ παθητικῶς καὶ μετὰ γενικῆς. ~ φSU
δημοθοινίαις*] ταῖς τοῦ δήμου εὐωχίαις ἢ θυσίαις. ~ Δ
διῆγον*] ταὐτοπαθὲς καὶ ἀλλοπαθές. ~ φ
ἐφήβων] ἔφηβοι λέγονται οἱ μέχρι τῶν ιε′ χρόνων τυγχάνοντες. ~ φ
ἀπαγωγαί: μηνύσεις ἔγγραφοι διδόμεναι τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. ~ Δ
ἀποτρόπαια: φευκτὰ καὶ μισεῖσθαι ἄξια. ~ Δ
ἀκοῦσαι] ἀκουσθῆναι. ~ φS
ἐσκοπούμην] ἐνεργητικὸν καὶ παθητικόν. ~ φS
ἐννοῶν] ἤγουν ἐγώ. ~ φS
τὸ δ’ ὅπως μηκέτι κτλ.] σημείωσαι, ὅτι, ὃ παρὰ κοινοῖς γράφεται ὅπως μηκέτι τόδε γένηται, ἐποίησα τόδε
, τιθέασιν οἱ Ἀττικοὶ τὸ τόδε ὄπισθεν πρὸς τὸ κάτωθεν ἐπιφερόμενον τὸ τοῦτο καί φασι τὸ δ’ ὅπως γένηται τόδε, τοῦτο ἐγένετο
. ~ φS
ἀρχαῖος: ὁ εὐήθης, ὥς φησι Πλάτων
— ] ὅρα τὴν λέξιν ἀναγκαίαν οὖσαν. ~ S
ἐπ’ ἐμέ] κατ’ ἐμοῦ. ~ φ
ἐπεσκοποῦντο] παθητικὸν καὶ ἐνεργητικόν. ~ φS
συνωμοσίας*] συνωμοσία ἡ ἐπὶ τοῖς ὅρκοις φιλία. ~ Δ
συνεκρότουν: συνῆγον. ~ ΔφS.
ἀστυγείτονας*] πλησιοχώρους. ~ Δ
ἐπεκαλοῦντο] εἰς βοήθειαν, ἐλλειπτικῶς. ~ φS
εἰς τὴν Ἑλλάδα]
Λακεδαιμονίους]
αὐτοχειρίᾳ*] τῇ τῶν χειρῶν δυνάμει, αὐθαιρέτως μετὰ θυμοῦ ὁρμώμενοι καὶ φονεύοντες. λέγονται δὲ αὐτόχειρες καὶ οἱ αὑτοὺς φονεύοντες. ~ Δ
στρεβλούμενοι*] δεσμούμενοι, μαστιζόμενοι. ~ Δ φωράσαντες] φωραθῆναι ποιήσαντες. ~ φS —] διερευνήσαντες, καταλαβόντες, γνωρίσαντες, ἐκζητήσαντες. ~ Δ
ἐπὶ τοῦ αὐτοῦ δέους] σημείωσαι· εἰς αὐτὸ τὸ δέος. ~ φS
ὅσον αὐτίκα] οὔπω. ~ φS
μελλήσοντα] μέλλοντα. ~ φS
ἠλιθίου*] σκληροῦ, ἄφρονος ἢ ἀναισθήτου. ~ Δ
γενναῖα*]εὖ γεγονότα ἢ εὐγενέστατα καὶ δυνατά. ~ Δ
ἐκ τῶν ἐνόντων] κατὰ τὸ δυνατόν. φS
εἰς τὸ ἐπιόν] μετὰ ταῦτα. φS
μεταστειλάμενος] μηνύσας καὶ ἀγαγών. ~ φ
— ] πέμψας, εὐσταλῶς ἐπελθών, ὁδεύσας. ~
ἔξαρνοι*] οἱ τῷ ἀρνεῖσθαι ἐπιμένοντες καὶ ἀρνούμενοι καθόλου. ~ Δ
τὸ διατελῶ μετὰ μετοχῆς. ~ S αἰτιῶνται*] αἰτιατικῇ καὶ γενικῇ. ~ S
ἀπο τῆς πέτρας] ἡ πἐτρα Ὑάμπεια ἐκαλεῖτο, ἀφ’ ἧς μόνους ὤθουν τοὺς ἱεροσύλους. ἐνταῦθα δὲ λεληθότως διασύρει τοὺς Δελφοὺς ὡς ἀδίκως ἐκ τῆς πέτρας ὤσαντας τὸν Αἴσωπον συκοφαντήσαντας αὐτὸν κρατῆρα χρυσοῦν κεκλοφέναι ἀνατεθειμένον Ἀπόλλωνι. ~ Δ
κατέσπασε] κατεχάλασε. ~ φS
ἐπαινέσονται] ἐπαινέσουσιν, ἔστι δὲ Ἀττικόν· ὅ γὰρ κοινῶς ἐπαινέσουσι γράφεται, τοῦτο Ἀττικῶς ἐπαινέσονται. ~ S
ἐφεστώς ] προεστώς. ~ S
τυράννους σοφούς] περὶ Περιάνδρου τοῦ Κυψέλου λέγει, ὃς τῶν ἑπτὰ μὲν παρ’ Ἕλλησι σοφῶν εἷς, Κορίνθου δὲ τῆς πρὸς τῷ Ἰσθμῷ Πελοποννήσου τύραννος ἦν. τούτου καὶ ἀπόφθεγμα ἐν Δελφοῖς ἀνέκειτο τοῦτο θυμοῦ κράτει
. ἦσαν δὲ καὶ τῶν ἄλλων σοφῶν ἀποφθέγματα, ἃ καὶ αὐτὰ Πυθοῖ ἀνέκειτο, ταῦτα· Κλεοβούλου Λινδίου μέτρον ἄριστον
, Χείλωνος Λακεδαιμονίου γνῶθι σαυτόν
, Πιττακοῦ δὲ τοῦ Μιτυληναίου μηδὲν ἄγάν
, Σόλωνος Ἀθηναίου τέλος ὅρα μακροῦ βίου
, Βίαντος δὲ Πριηνέως οἱ πλέονες κακοί
, Θάλητος Μιλησίου ἐγγύα, πύρα δ’ ἄτα
. ~ BφNOSUΩΔ
ἀγάλματα*] πάντα, ἐφ’ οἷς τις ἀγάλλεται. ἀγάλματα δὲ λέγει καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας. ~ Δ
πρὸς ἀνάγκην] ἀναγκαστικῶς. ~ φS
Ὕδρας*] ἐν Λέρνῃ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ Ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. ἂς Ἡρακλῆς ὁρῶν τεμνομένας καὶ αὖθις βλαστούσας καὶ ἀναφυομένας ἐκέλευσεν Ἰόλαον ὑποτύφειν τὰς καινουμένας. ἧς καὶ Ἄδραστος ἐν τῇ κατὰ Θηβῶν ἐκστρατείᾳ τὸ ἐκτύπωμα ἐν τῷ σάκει περιείλικτο, ὡς Εὐριπίδης Φοινίσσαις [1135]
οἷον διὰ τῆς γραφῆς τῆς Ὕδρας ἐχίδναις αὐτὴν ἐκπληρῶν τῆς πολυκράνου τὸ εἶδος ἐχίδναις παραθεωρήσας, ὃ δηλοῖ τὸ συγκρίνας, ἀντεξετάσας. ~ Δ
εἰ* μέλλοιμεν] εἰ θέλ⸤οιμεν⸥. ~ ⸤S⸥
τῇ ὑποθέσει] τοῖς πράγμασι. ~ S
φειδόμενον τῶν πλησίον] φείδομαι γενι⸤κῇ⸥. ~ ⸤S⸥
εἰ δὲ* δεῖ κτλ.] κατὰ ἔνστασιν. — ὡραῖον πάνυ. ~ S
καίτοι πόσους κτλ.] κατὰ ἀντιπαράστασιν. ~ S
προσφέρομαι] διάκειμαι. ~ SK
ὁποῖος ἐγὼ — κατασκόπους] ἡ ἐπὶ τὴν καθέδραν † δηλοῖ ~ SK
πευθῆνας*] τοὺς ἔξωθεν εἰς ἡμᾶς ἀπαγγέλλοντάς τι, τοὺς καὶ μανδατοφόρους καλουμένους. ~ SK
— ] πευσταὶ περίεργοι οἵ τε μανδάτορες. ~ MΩ
ἀμέλει*] παρέλκον τὸ ἀμέλει. ~ S
ὀθνείους*] ἀλλογενεῖς, ξένους, ἀλλοτρίους. ~ Δ
ὡς ἐμαυτὸν πείθω] ἐξ οὗ καὶ ὁ θεολόγος φησὶν ὥς γε ἐμαυτὸν πείθω
. ~ S
ὑπὲρ δὲ τοῦ ἀναθήματος] περὶ τοῦ χαλκοῦ ταύρου, ὅπως Φαλάριδι περιεγένετο. ~ BSUΩΔ
χαλκεύς] ὁ χαλκουργός. ~ BUΩΔ
χαριεῖσθαι*] χάριν ἐργάσασθαι. ~ S
μυκηθμοῦ] μυκηθμὸς ἡ τῶν βοῶν φωνή. ~ Δ
πεμπτέος] ἄξιος εἰς τὸ πεμφθῆναι. ~ S
λιγυρώτατα*] ὀξυφωνότατα, ἡδύτατα. ~ Δ
ἐμυσάχθην] ἐμίσησα. ~ S ἐξαιρεθῆναι] ἐκβληθῆναι. ~ S τὴν ἐπίνοιαν] τὴν ἐπινόησιν. ~ S
τῶν πρέσβεων] τῶν ἀποκρισιαρίων. ~ S ἐν καλῷ τοῦ ἱεροῦ] ἤγουν ἐν καλῷ ἱερῷ. ~ S ἀμύνομαι το τιμωρῶ, παθητικῶς και αἰτιατικῇ· τοῦτο δὲ γράφεται πολλάκις καὶ ἐνεργητικῶς. ἀμύνω δὲ τὸ βοηθῶ ἐνεργητικῶς καὶ δοτικῇ. ~ S
δίκαιοι — πιστεύεσθαι*] ὅπερ γράφεται δίκαιον ὑπάρχει πιστεῦσαι ἡμῖν. ~ S
προσήσεσθαι*] ἀποδέχεσθαι. ~ S
ἰδίᾳ*] ἴδιον μὲν λέγεται ἑνὸς ἑκάστου καλὸν ἢ κακόν, δημόσιον δὲ τῶν πάντων ὁμοῦ. ~ S
πρόξενος — ἰδιόξενος*] ⸤πρόξενος καὶ ἰδιόξενος καὶ ἀστόξενος ταύτῃ διαφέρει· πρόξενος⸥ μὲν γὰρ ὁ φανερῶς π⸤όλεώς τινός τισι⸥ πολίταις κατὰ τρόπον ⸤ξένας, ἰδιόξενος⸥ δὲ ὁ ἰδίως ἑνὶ ξένος, ⸤ἀστόξενος δὲ⸥ ὁ κοινῇ πᾶσι τοῖς ἐ⸤κ τῆς πόλεως⸥ ξένος, ὁποῖοί ποτ’ ⸤ἂν ὦσι τὸ ἦ⸥θος. οἱ μέντοι νεώ⸤τεροι τῶν ῥητόρων⸥ προξένους καλοῦσι ⸤τοὺς παραιτίους⸥ τινὸς πράξεως ⸢τισι γ⸤ινομένους⸣⸥· καὶ ἴσως ἀπὸ τοῦ καὶ τοὺς προξ⸤ένους συσπου⸥δάζειν τοῖς, ὧν εἰσι ⸤πρόξενοι⸥, τὰ παραίτια τῶν καταθυμ⸤ίων καὶ ἐκ⸥πορίζειν ἐπὶ τὸ ῥᾷστον πρ⸤οά⸥γοντας, εἰ καὶ ἐπὶ τῶν χειρόνων παρείληπται, καὶ τούτῳ κατ⸢αχρησά⸣μ⸤ένων⸥ οὕτω λοιπὸν τῶν μὴ κεκριμ⸤ένως⸥ τῇ χρήσει προσεχόντων. ἕτεροι δὲ προξένους ⸤μέν φασι⸥ τοὺς κατὰ δόγμα πολιτικὸν π⸤ροστά⸥τας ὅλων πόλεων γινομένους, ἰδ⸤ιοξέ⸥νους δὲ τοὺς ἐκ πλείονος χρόνου ἢ⸥ ἐκ πατέρων παραδοχῆς τηροῦν⸤τας ὁ⸥μόνοιαν, κἂν πολὺ ταῖς ⸤πατρί⸥σιν ἀπέχωσιν· ὃ φαίν⸤ονται⸥ καὶ σφραγῖδας ἀλλήλοις δεικ⸤νύν⸥τες καὶ σύμβολά τινα ποιού⸤μενοι⸥, ἵνα, οὓς ἂν πέμπωσιν ⸤ἀ⸥γνῶτας οἷον υἱοὺς ἢ οἰκ⸤είους⸥, προσδέχωνται ἅτεροι δ⸤ιὰ τὰ⸥ σύμβολα. φασὶ
— ] πρόξενος ὁ ὅλης πόλεως ξένος, ἰδιόξενος δὲ ὁ ἰδίᾳ καθ’ αὑτὸν ξένος ὤν. ~ CMSU
δικαστηρίῳ* κτλ.] ἀλλὰ τὸ ἀδιαφορεῖν, β⸤έλτι⸥στε, περὶ τὴν τῶν προσαγομένων ⸤λῆψιν⸥ οὐκ οἶδα εἰ μείζονά τ⸤ινι κατα⸥λείποι πλεονεξίας ὑ⸤περβολὴν⸥ ἀδιακρίτως ἐκ παντὸς συ⸤λλέγειν⸥ καὶ προσδέχεσθαι βουλομένῳ, ⸤ἄλλως τε⸥ καὶ τοῦ θεοῦ τοῦτο ἀποθεσπ⸤ίζοντος⸥, δι’ ὧν φησι τῷ τὴν πολύζ⸤ωον προ⸥σάγοντι θυσίαν ἐξ αν⸤οσίων δὲ⸥ εὔαδέ μοι χόνδρος ἀπ⸤οφοι⸥βάσαντος ἀγακλυ⸤τοῦ⸥ Ἑρμιονῆος
. ~ Δ⸤Β⸥
τὸ δὲ ἱερὸν κτλ.] τὸ ἀναγκαῖον καὶ χρειῶδες ἀντέταξε τῷ δικαίῳ καὶ τὸ συμφορώτερον τῷ ἀσυμφόρῳ. ~ ΔNΩ2
τῶν σοφῶν κτλ.] οὕτω καὶ Φωκυλίδης τὴν ⸢σο⸣φίην σοφὸς ⸢ε⸣ὐθύνει, ⸢τέ⸣χνας δ’ ὁμότεχνος.
~ Β⸢V⸣φΝΩ
Πύρρον] τὸν Ἠπειρώτην λέγει. ~ B
περίνοια*] τέχνη μηχανική. ~ VΜ
εἰσιόντα δὲ τοῦτον κτλ.] σημείωσαι. ~ V
ἀγροίκους* νεανίσκους] εἶδος Σατύρων. ~ BNΩ2Δ
κόρδακα*] κόρδαξ εἶδος ἀπρεποῦς καὶ αἰσχρᾶς ὀρχήσεως παραπλησίας τῇ πυρρίχῃ. ~ BNΟΩ2Δ
— ] σίκιννις σατυρικὴ ὄρχησις, ἐμμέλεια δὲ τραγική, κόρδαξ δὲ κωμική. ~ Δ
κεράστας] τριχωτάς· κέρας γὰρ ἡ θρίξ. ~ Δ
καὶ* τὸν μὲν στρατηλάτην κτλ.] εἶδος Διονύσου. ~ ΔB
βραχὺν πρεσβύτην κτλ.] εἶδος Ἰ⸤καρίου⸥. ~ ⸤B ⸥VφNOΩ
— ] εἶδος Σειληνοῦ. ~ Δ — ] Σειλινοὶ λέγονται τῶν Σατύρων οἱ γέροντες παρὰ τὸ σείεσθαι λίαν περὶ τὸν ληνόν· ἰῶτα γὰρ ὀφείλει εἶναι τὸ λι, σειλινὸς ὁ γέρων. ~ Δ ἕτερον* κτλ.] εἶδος Πανός. ~ VBφNΟΩ
Σειληνός] ⸢⸤ἄ⸥⸣νω τοὺς ὑποστρατή⸢γο⸣υς, ⸤ὅ⸥σον ἀπὸ τοῦ εἴδους ⸢εἰκ⸣άσαι, τὸν ⸤Ἰκ⸥άριον ἔ⸢δει⸣ξε καὶ τὸν Πᾶνα, ⸤ἐ⸥ν⸢τ⸣αῦθα ονομαστὶ ⸢τὸ⸣ν Σει⸤λ⸥ηνὸν παριστᾷ. καινὸν τοῦτο, ⸤ε⸥ἰ μή που ταὐτὸν οἴεται τὸν Σει⸤λ⸥ηνὸν τῷ Ἰκαρίῳ. ~ ⸤B⸥⸢V⸣φΝΟΩΔ
κορυβαντιᾶν*] μαίνεσθαι. ~ VΟUΩ
τὸ κορυβαντιᾶν σημαίνει τὸ μαίνεσθαι, τὸ θεοφορεῖσθαι, τὸ ἐκφρεῖσθαι ἤτοι τὸ χορτάζεσθαι. ~ Δ
ποιούντων] ἀντὶ τοῦ ποιείτωσαν, Ἀττικῶς. ~ B
ταῦτά* γε] ἀντὶ τοῦ κατὰ ταῦτα. ~ VMΟUΩ
οἱ ποιηταί] Ὅμηρος καὶ Εὐριπίδης. ~ φ
Addunt OU:
~
ὦ* Τήιε ποιητά] τὸν Ἀνακρέοντα λέγει τὸν λυρικόν. ~ VBφMΟΩΔ
Ἱπποκλείδης*] ⸤παροιμία οὐ φ⸥ροντὶς ⸤Ἱπποκλεί⸥δῃ
ἐπὶ τῶν ⸤μὴ πάνυ⸥ σπουδαίων ⸤ἡμῖν λ⸥εγομένη ἀλλὰ κατὰ ⸤τὸ εὐ⸥καταφρόνητον μετα⸤χει⸥ριζομένων. ~ V⸤B⸥φΜΝΩΔ
ἐπιγουνίδα] ἐπιγουνὶς ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. ~ Δ
μαρτύρομαι*] ἀντὶ τοῦ βεβαιῶ. ~ V
ἄμυθον] οὐ πολύμυθον καὶ πολύλογον. ~ U
κωνώπων* καὶ ἐμπίδων] σημείωσαι, ὅτι ἕτερον κώνωψ ἐμπίδος. καίτοι Ἀριστοφάνης ὁ κωμικὸς ταὐτόν φησι κώνωπας καὶ ἐμπίδας Νεφέλαις [157], οἷον
. ~ ΒCVΝΟSUΩΔ
ἀποθανοῦσα* κτλ.] ὅρα, θαυμαστόν. ~ V
— ] ὥσπερ ἡ παρὰ σοῦ ἐγκωμίοις περιστρεφομένη μυῖα οὐκ ἀφίσταται ἀλλ’ ἐφίεται τοῦ δήγματος λιπαρῶς, οὕτω δὴ
ἐπαληθεύει* κτλ.] τί παρεξηγούμενος πρὸς τὸ σοὶ βουλητόν, ἀλιτήριε, τὴν διάνοιαν τοῦ ἀνδρὸς ταῖς σαῖς ἀθεμίτοις δόξαις συνυπάγεις τὸν ἄνθρωπον; ἀλλ’ εὖ ἴσθι, ὡς οὐδεὶς στοιχήσει ταύτῃ τῇ θέσει σου, καὶ εἰ μάλα φρενήρης τις ιἦ καὶ ἠλίθιος. ~ Δ
καρποῦται*] ἤγουν ἐσθίει, κερδαίνει. ἐκκαρπίζω τὸ καρποὺς συνάγω. τὸ δὲ καρποῦμαι ἐπὶ πολλῶν λέγεται, οἷον καρποῦμαι δόξαν ἢ πλοῦτον ἢ ἄλλο τι. ~ M
ἐρεσχελοῦσα] γίνεται ἀπὸ τοῦ ἐρᾶν καὶ τοῦ λέσχης. ἐρεσχελία δὲ ἡ φλυαρία, παρὰ τὸ ἔριν ἐν τοῖς χείλεσιν ἔχειν. ~ Δ
φθονεῖν] φθονῶ σοι τοῦδε ἤγουν ἕνεκα τοῦδε. ~ M
Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα] τὸν αἰσχρὸν Ἑρμαφρόδιτον, ~ BNΔ
εἰχόμην*] ἀντὶ τοῦ ἔνοχος ἦν. ~ VMΟSUΔΩ
τὸ λελογισμένον] ἤγουν ὁ λογισμός. ~ M
ἐπιτυχεῖν] ὅρα τὸ ἐπιτυχεῖν ἀντὶ τοῦ ἐντυχεῖν κείμενον καὶ δοτικῇ συντεταγμένον. ~ φ τοῦ παιδός] ἤγουν τοῦ δούλου. ~ M ἐκλήθην] εἰσεκλήθην. ~ M σφαῖρα καλάμου] ἤγουν ἀπὸ καλάμου. ~ M
τὴν ἐπὶ τῆς Ἑλλάδος] φέρουσαν δηλονότι. ~ M
ἀρχαῖον*] ἀνόητον. ~ VMΟSΩ.
διαμνημονεύουσι] ὅρα τὸ διαμνημονεύουσιν ὡς αἰτιατικῇ συνῆψεν. ~ φ οὕτω δὴ — τοῖς ἀκούουσιν] ὡραῖα ταῦτα καὶ νοὸς κάλλους ξένα. ~ V ἀνατυλίττων] σημείωσαι τὸ ἀνατυλίττων ἀντὶ τοῦ ἀνελίττων κείμενον. ~ φ
μέμνησο] ὅρα τὴν τοῦ μέμνησο σύνταξιν, ὅρα. ~ φ
θλίβων* τοῖς οἰκέταις] ἀντὶ τοῦ διὰ τοῦ πλήθους τῶν οἰκετῶν στενοχωρίαν ποιῶν. ~ VφOSΩΔ
ὅστις κτλ.] ὡραῖον. εὖ γε ὁ τῶν τοιούτων ἀποφάσεων, σοφώτατε ἄνθρωπε· φιλοσοφίας γὰρ καὶ τῆς καθ’ ἡμᾶς ἔχεται. ~ φ ἀθέατος δὲ ἀληθείας κτλ.] σημείωσαι. ~ V
προστιθέμενος] ὅρα, ὡς αἰτιατικῇ τὸ προστιθέμενος συντέταχεν. ~ φ
ὑπερήφανον] θαυμασίως ἐνταῦθα κεῖται τὸ ὑπερήφανον. ~ φ
ταπεινώσαντα κτλ.] σημείωσαι. ~ Γ
μεταλαμβάνουσι] ὅρα τὸ μεταλαμβάνουσιν αἰτιατικῇ συντεταγμένον. ~ φ
ὅς γε καὶ ἀγρὸν κτλ.] ⸤ἀρ⸥γῆς τοῦτο καὶ ῥᾳθύμου ψυχῆς καὶ μὴ εἰδυίας εἰς δέον χρῆσθαι ⸤τῷ⸥ κτήματι· ἢ γὰρ ἐχρῆν φι⸤λ⸥οσοφοῦντα μηδὲ τὴν ἀρχὴν κεκτῆ⸤σθαι⸥ ἢ πατρόθεν ὑπούσης τῆς κτή⸤σ⸥εως ἀπεσκευάσθαι τὸ ἀσχολίας
εἰκάζειν κτλ.] ὡραῖα πάντα καὶ ἀττικισμοῦ πλήρη. ~ φ
— ] σημείωσαι. ~ Γ
ἡδονῆς κτλ.] σημείωσαι· περὶ ἡδονῆς καὶ ἐφ’ ὅσον τις τὸν ἀπὸ ταύτης καρπὸν δρέπεται καὶ ὅτι μέχρι τοῦ φάρυγγος καὶ τούτου μηδ’ ἐπὶ τεσσάρων δακτύλων μῆκος ἐκτεινομένου. ~ Γ2Δ
δεινὸν οὖν κτλ.] ὡραῖον. ~ V
— ] ἀστεῖον καὶ πλῆρες βωμολοχίας. ~ Ο
τεθηπώς*] ⸤θαυμ⸥άσας. ~ ⸤V⸥
φιλοσόφων κτλ.] χρήσιμον. σημείωσαι. ~ Γ
ἐπιλίγδην*] ἀντὶ τοῦ ὅσον ἐπιψαῦσαι. ~ Ο
Ἀγαθοβούλου κτλ.] φιλόσοφοι οὗτοι κατ’ ἐκεῖνο καιροῦ ἀκμάσαντες, περιώνυμοι τὴν ἠθικὴν φιλοσοφίαν. ~ BΟ
ἀνίπτοις* γε ποσί] ἀντὶ τοῦ ἀποσχεδιάσας. ~ VMΟ
— ] παροιμία. ~ Γ
Σινωπέα*] τὸν Διογένη. ~ VM
— ] τὸν Πον⸤τικόν Διο⸥γένη λέγει. ~ ⸤B⸥
ἁμαρτημάτων καθήπτετο κτλ.] σημείωσαι. ~ Γ
περαίνει] ⸢⸤ση⸣μαίνει γὰρ τὸ περαίνειν καὶ⸥ τὸ ⸢τὸν⸣ ⸤συλ
δακτύλιον* φύλαττε] εἰς τὸν ἀφεδρῶνα ἀπέσκωψε· καὶ γὰρ δακτύλιος λέγεται καὶ αὐτός. ~ VBφM0SΩ
ἑνὶ γοῦν ἐρωτηθέντι κτλ.] ὡραῖον. ~ VΟ
ὁ βασιλεύς με τῇ Ῥωμαίων* πολιτείᾳ τετίμηκεν] οὐ γὰρ ἔδει οὕτως εἰπεῖν ὅτι ’τῇ Ῥωμαίων ἐτίμησέ με πολιτείᾳ’· ἀδιανόητον γὰρ τοῦτο καὶ ἄδηλον, ποίᾳ τινὶ εἰσεγράψατο αὐτὸν φρατρίᾳ, ἐκ πολλῶν φρατριῶν τῆς Ῥωμαίων πολιτείας συγκεκροτημένης οἷον Οὐεττίων, Φλαβίων, Αὐρηλίων καὶ ἄλλων πλείστων· οὐ γὰρ καὶ πάσαις ἐπολιτογραφήθη εἷς ὤν. ἀλλ’ εἴπερ ἄρα, οὕτως ἐχρῆν εἰπεῖν ’τῇ Ῥωμαίων εἰσεγράψατό με πολιτείᾳ’, ἵνα τῷ πλάτει τοῦ ἀορίστου περιελαμβάνετο καὶ αὐτός, ἢ ὅτι Ῥωμαῖον βασιλεὺς ἐποίησέ με’· τὸ γὰρ αὐτὸ καὶ ἐκ τούτου παρεδηλοῦτο, ὃ καὶ αὐτὸς ὁ Δημῶναξ ὑπέθετο διορθούμενος, ἅμα δὲ καὶ σκώπτων ὡς μὴ καθαρῶς ἑλληνίζοντα Ἓλληνα βουλόμενον εἶναι. ~ BVΜΟΩ
Λακεδαιμόνιον*] ⸢ἐμ⸣άστιζον γὰρ ἑαυτοὺς ⸢Λά⸣κωνες τελούμενοι ⸢καὶ⸣ εἰς τοῦτο αὐτὸν ἀπο⸢σ⸣κώπτει. ~ ⸢V⸣BCφMΟΩ
ἀντὶ δὲ τῆς* βακτηρίας κτλ.] ⸢εἰς τὸ⸣ ἄρραβδον δια⸢σ⸣ύρει ὡς ὑπε⸢ρεί⸣σεως δεόμενον. ~ ⸢V⸣BφM0Ω.
λέοντας*] ⸢καὶ γὰ⸣ρ εἰώθαμεν τοὺς ⸢ἀν⸣δρείους εἰς ⸢λ⸣έοντας ἀπεικάζοντες ⸢οὕτως⸣ λέγειν λέων ἐστίν
. ~ ⸢V⸣BM0SΩ
δρωπακισθῆναι* κτλ.] ⸤ἀντὶ τοῦ τῆς αὐτῆς αὐτὸν ἀξ⸥ίωσον ⸤ἀτιμίας, ἧς καὶ αὐτὸς σοὶ⸥ νῦν ἐ⸤πιμέμφεται· ταὐτὸν
Κυναίγειρον*] τοῦτο γὰρ Κυναίγειρος πέπονθεν Ἀθηναῖος ἐν τῇ πρὸς Πέρσας ναυμαχίᾳ πελέκει πρὸς Πέρσου τὴν χεῖρα ἀποκοπείς. ~ VBCφMΟΩ
δὸς κτλ.] ἀπέσκωψεν εἰς Ἐπίκτητον ὡς, οἷς αὐτὸς φιλοσοφῶν οὐχ ὡμίλησεν, ἑτέρους ἐπείγοντα. ~ BΟ
Ἐλέου*] εἰ γὰρ ὁ Ἐλέου βωμὸς οἰκτίρμονας κηρύττει Ἀθηναίους, πῶς ἂν ἀνάσχοισθε, φησί, τοιοῦτον ὠμὸν πρᾶγμα θεάσασθαι; ~ BVφΟSΩ
— ] ὅτι Ἐλέου βωμὸς ἦν παρὰ Ἀθηναίοις, πρὸς ὃν οἱ καταφεύγοντες ἐσῴζοντο. ~ C
ὅτι Ἀλέξανδρος ἐν τῷ Κύδνῳ λουσάμενος οὐ μικρῶς ἠρρώστησεν, ὥς φησιν Ἀρριανός
Κύδνῳ*] ⸤ποταμὸς⸥ Ταρσοῦ τῆς ⸤Κιλικί⸥ας. ~ ⸤B⸥K
— ] ποταμὸς Ταρσοῦ. ~ Γ
— ] Στράβων ὁ γεωγράφος
νησιώτῃ μειρακίῳ] τὸν Ὀδυσσέως Τηλέμαχον λέγει. ~ B
μεστὸς κτλ.] ὡραῖον. ~ Γ
Φαίδρου] ἐν τῷ Φαίδρῳ τ⸤οῦ⸥ Πλάτωνος ταῦτα, ὅπου φησὶ [230 Β] νὴ τὴν Ἣραν, καλὴ ἡ καταγωγή· ἥ τε γὰρ πλάτανος ἀμφιλαφὴς καὶ ἑξῆς
. ~ Β
καὶ οὐκ ᾐσχύνετο κτλ.] φορτικῶς ἄγαν, ἐμπαθέστατε, διεμνημόνευσας τοῦ ἀνδρός. ~ B
Ἀρσακίδαις* Ἀρσακίδας τοὺς Περσῶν φησι βασιλεῖς ὡς ἀπὸ Ἀρσάκου τοῦ παλαιτάτου τὰς γονὰς ἕλκοντας. ~ VBCφMOS
εἰ ἐπαινέσονται κτλ.] σημείωσαι. ~ Γ
σώφρονι κτλ.] σημείωσαι. ~ Γ
τοίχων γράμματα*] τὰς γραφάς φησιν ἤτοι τὰς ζωγραφίας, ἐφ’ αἷς ἀνθέων καὶ φυτῶν μιμήματα εἴργασται καὶ εἴ τι τοιοῦτο ἄλλο. ~ BVφMΩ
— ] ὅτι γραφὰς καὶ τὰς ζωγραφίας ἐκάλουν. ~ C
ὁμοίους κτλ.] σημείωσαι. ~ Γ
φωτὶ κτλ.] σημείωσαι. ~ Γ
Δημόδοκος κτλ.] ⸤μου⸥σικοὶ παλαιοὶ περιφανεῖς. ~ ⸤Β⸥
— ] ὀνόματα μουσικῶν τε καὶ μελῳδῶν. ~ φ
παντελῶς τυφλὸς κτλ.] σημείωσαι. ~ Γ
Γοργόνων* κάλλος] σημείωσαι, ὅτι αἱ Γοργόναι κάλλει καὶ εὐμορφίᾳ ἐξιστῶσαι οἱονεὶ ἀπελίθουν τοὺς ἀνθρώπους. ~ VBCφΩ
ὦτα γὰρ κτλ.] Κανδαύλου λόγος πρὸς Γύγην
θεραπεία*] τουτέστιν οἱ θεράποντες, οἱ ὑπηρέται, οἱ δοῦλοι. ~ ΟU
ἐκπεπληγμένοι] μεταβατικὸν τὸ ἐκπλήττομαι, οἷον ἐκπλήττομαί σε ἀντὶ τοῦ θαυμάζω σε. ~ U
τῆς ἀντίθυρος: ὡς ἀπὸ τῆς εὐθείας τῆς ἡ ἀντίθυρ. ~ BCφUΩ
ὅτι Ὠρίων εἰς Χίον παραγενόμενος πρὸς Οἰνοπίωνα τὴν γυναῖκα αὐτοῦ Μερόπην ἐβιάσατο. αὐτὸς δὲ χαλεπήνας ἐτύφλωσεν αὐτὸν καὶ ἀπέλυσεν. ὁ δὲ ἦλθεν εἰς Λῆμνον
πόλεων κτλ. ] τὸ παρὸν ἀναπόδοτον ὂν ἐσφάλθαι δοκεῖ. ~ φ
νησιώτης] τὸν Ὀδυσσέα φησίν. ~ Δ
Ἄρει* — γῇ] ἢ γὰρ τῷ κατὰ τὰς πολεμικὰς γυμνασίας σχολάζειν τὸ ἀπλεονέκτητον αὐτοῖς περιγίνεται τῶν στοιχείων, ἀφ’ οὗ εὐκρασία, ἧς ἔργον ὑγίεια καὶ πολυζωία· ἢ τῷ πρὸς ἀνατολὰς κεῖσθαι τὴν χώραν τῆς καθ’ ἡμᾶς οἰκουμένης, εἶτα πρώτως ἐπιδημοῦντος ταύτῃ τοῦ ἡλίου καὶ εἰλικρινεῖ τῇ ἀκτῖνι καὶ ἀκραιφνεῖ μηδὲν ἀπὸ τῆς ἑτέρων οἰκήσεως θολῶδες διακονουμένου ἐξ ἀέρος καὶ ἀχλυῶδες αὑτήν τε παρέχεται τῇ θάλψει φυσικῶς οἱονεὶ πεττομένην καὶ εὐκρατοῦσαν καὶ τοῖς ἐνοικοῦσι ταὐτὸ τοῦτο ποριζομένην. ταύτῃ οἱ μὲν τῷ Ἄρει οἱ δὲ τῇ γῇ τὴν αἰτίαν ἀνατιθέασι τῆς μακροβιότητος τῶν Σηρῶν. ~ Δ
κριθίνῳ*] βέλτιστε Λουκιανέ, μακάριοι τῷ παντί, ὡς ἔοικεν, ὄνοι διὰ τὴν κριθοφαγίαν καὶ τῆς εὐαισθησίας καὶ τῆς μακροβιότητος, εἰ μὴ τῷ μυλῶνι καὶ τῇ ἄλλῃ τῶν ἀνθρώ
ἐκτήσατο κτλ.] σημείωσαι. ~ Γ
Σελευκεὺς ἀπὸ Τίγριος] ἔστι γὰρ Σελεύκεια καὶ ἐπὶ Τίγριδι τῷ ποταμῷ. ~ VUΩ
ὑγιεινοῦ κτλ.] σημείωσαι. ~ Γ
Οὐδὲν ἀληθὲς κέκτηται ὁ λόγος οὗτος. ~ ΟU
ἀσχολουμένοις*] ἠσκημένοις. ~ ΓV
τοιούτοις τῶν ἀναγνωσμάτων κτλ.] συγγνώμη σοι, ὦ Λουκιανέ, ἐπὶ τοῖς παρὰ σοῦ γραφησομένοις ψεύσμασιν, ἀνθ’ ὅτου ὡμολόγησας ψευδῆ βούλεσθαι γράψαι πρὸς ψυχαγωγίαν τῶν ἀναγινωσκόντων. ~ UΩ3
Ἰαμβοῦλος Ἰαμβ⸤ ⸥αν⸤ ⸥τ⸤ ⸥· ~ ⸤Γ⸥
ὁρῶν κτλ. ] τάχα εἰς Πλάτωνα ἀποτείνεται πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ μυθολογοῦντα, μάλιστα δὲ ἐν τῷ δεκάτῳ τῆς Πολιτείας
οὐρίῳ* ἀνέμῳ] εὔρῳ. ~ Γ
τῇ* ὀγδοηκοστῇ κτλ.] τὰ μὲν πρὸς ῥᾳστώνην καὶ εὐημερίαν τείνοντα εἴτε ἐγρηγορούντων ἐνθύμια εἴτε καὶ καθευδόντων ἐνύπνια κενὴν μακαρίαν οἱ παλαιοὶ κατεφήμισαν. ταὐτὶ δὲ τὰ σὰ τί ἂν καλέσοιμεν, Λουκιανέ, πολλὴν καὶ μακρὰν ἐπερχόμενα ταλαιπωρίαν καὶ ψυχῆς ἄσην; ἢ λοιπὸν δίκαιον καλεῖν αὐτὰ κενὴν κακοδαιμονίαν; ~ Γφ
ἐνιαχοῦ*] ἔν τισι τόποις. ~ S
εὐερνής*] εὐμήκης. ~ S
καὶ* δύο κτλ.] εἰς Ὅμηρον ἀποσκώπτει διὰ τοὺς λωτοφάγους Ὀδυσσέως ἑταίρους ταῦτα μυθοποιήσαντα [ι 95]. ~ VφΟSUΩ
Κεγχροβόλοι*] οἱ τοῖς κέγχροις λιθάζοντες. ~ S
ἄρκτου] ἄρκτος ἐστὶν ἐν τῷ οὐρανῷ ἐξ ἀστέρων, ἣν καλοῦσι καὶ ἅμαξαν, καὶ ὁ μὲν Ὅμηρος
πελτασταί*] μικροῖς ἀκοντίοις μαχόμενοι. ~ S
δίπλεθρος*] τὸ πλέθρον ἔχει πόδας ρ′, πήχεις ξϛβ. ~ ΓVSΩ
ἐχόμενοι*] σημαίνει τὸ ἐγγύς. ~ S σείριον τὸν ἀστέρα λέγει τὸν κύνα καλούμενον. σείριον δὲ λέγουσιν αὐτὸν διὰ τὸ ἀπὸ τοῦ καύσου τοῦ ἀπὸ τῆς ἐπιτολῆς αὐτοῦ σεσηρέναι τοὺς ἀνθρώπους. ~ Γ2VφΟSΩ
γαλαξίου*] ὁ κύκλος ὁ ἐν τῷ οὐρανῷ ἀπὸ νεφελῶν ὡς γάλα φαινόμενος. ~ S
ὄνοι*] γόης, τερατολόγε· οἷς οὐ παρῆσαν ὄνοι (οὐ γὰρ ἐπεσημήνω τοῦτο), πῶς σαλπιγκταῖς τοῖς οὐχ ὑποῦσιν ἐχρῶντο; ~ VφΟΩ
Ὅμηρος κτλ.] τὸ σκῶμμα εἰς Ὅμηρον. ~ φ
τοῦ Ῥοδίων κολοσσοῦ* ἐξ ἡμισείας] τριάκοντα πήχεων· ἑξήκοντα γὰρ ἦν ὅλος ὁ κολοσσὸς πήχεων. ~ ΓVφ0SΩ
— ] ὅτι ὁ Ῥοδίων κολοσσὸς ἑξήκοντα ἦν τὸ ἀνάστημα πήχεων. ~ C
ὁμήρους] ὅμηρά εἰσι τὰ διδόμενα ἐπὶ ἐλευθερίᾳ τῶν κατασχεθέντων. ~ S
συνθήκας] συνθήκη λέγεται σχέσις ὑπὸ⸤ ⸥συμβουλὴ καὶ ἡ παρα⸤ ⸥ ὥσπερ καὶ ε̣ἰ̣σή⸤ ⸥. ~ S
εὐθὺς* κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ὤφειλε γὰρ εὐθὺς δὲ τοῦ τείχους καθαιρεθέντος ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν
. ἀλλά φαμεν, ὅτι, ἐπειδὴ ἱστορία τὸ προκείμενον, φεύγει τὸν πλαγιασμὸν σαφηνείας χάριν. ~ Γ2VOSΩ
δώσειν πρὸς γάμον κτλ.] τὴν τοῦ Γανυμήδους αἰνίττεται ἁρπαγήν, ἣν οἱ Ἕλληνες μυθολογοῦσιν. ~ S
γάμοις*] ἀντὶ τοῦ γυναιξίν. ~ VOS
ἐν ταῖς γαστροκνημίαις] τοῦτο τὰ περὶ τὸν Διόνυσον αἰνιττόμενος καὶ τῆς ὠδῖνος καταγελῶν τοῦ Διὸς τέθεικεν. ~ Γ2,
γένος* κτλ.] εἰς τοὺς Σπαρτοὺς λεγομένους ἀποσκώπτει τοὺς ἐκ δρακοντείων ὀδόντων ἐκφύντας. ~ Vφ0SΩ
λάπτουσι* τὸν ἀναθυμιώμενον καπνόν] Ἡροδότου διασύρει τὸ περὶ Σκυθῶν αὐτῷ ἱστορούμενον [4, 75] περὶ τῆς βοτάνης, ἧς καιομένης τοῦ ἐνθυμιωμένου καπνοῦ σπῶντες οἱ περικαθήμενοι Σκύθαι τὴν πυρὰν μεθύειν ὡς ἀπὸ οἴνου λέγονται. ~ VΓ20UΩ
ἰγνύαις*] ὅτι οὐ μόνον ἰγνύα ἡ εὐθεῖα εἴρηται ἀλλὰ καὶ ἰγνύς. ἀφ’ οὗ καὶ νῦν εἴρηκε ταῖς ἰγνύσιν
. ~ VCOSUΩ
— ] γρ. καὶ ἰγνύσιν ὡς ἀπὸ τῆς ἡ ἰγνύς· οὐ γὰρ μόνον τὸ ἡ ἰγνύη εἴρηται. ~ φ
γαστροκνημίαν*] γαστροκνημία λέγεται τὸ ἐξόπισθεν τοῦ καλάμου τοῦ σκέλους. ~ ΟVSUΩ
κλειστὴ* κτλ.] εἰς τὸ ὑπό τινων περὶ τῶν θαλαττίων σελαχῶν ἱστορούμενον διαπαίζει. ~ VOUΩ
ἔοικε κτλ.] σημείωσαι. ~ Γ
τῶν παρ’ ἡμῖν φαλλῶν ὑψηλοτέρους*] ἐν τῷ Περὶ τῆς Συρίης θεοῦ [28] μέμνηται τῶν φαλλῶν τούτων, ἐφ’ ὧν καί τινες ἀναβαίνουσι λόγῳ ἀσκήσεως. εἰσὶ δὲ οἱ φαλλοὶ οὗτοι τριακοσίων ὀργυιῶν τὸ ὕψος. ~ VΓ2φOSUΩ
πυρεῖα*] τοὺς πυρεκβολίτας λίθους λέγει. ~ VCφΟSUΩ
κορύθων*] τὸ τοῦ Ὁμήρου [Ε 4] διαγελᾷ περὶ Διομήδους τὸ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
. ~ VφΟSUΩ
ἀρξάμενοι κτλ.] βαβαὶ τοῦ ψεὐδους. ~ ΟUΩ
πῦρ* κτλ.] εἶτα, βωμολόχε, οὐκ ἔμελλεν ὁ πάγος θαλπόμενος τῷ πυρὶ εἰς ὕδωρ αὖθις μεταποιεῖσθαι; καὶ πῶς οὐχὶ κατακλυσθέντες τέλεον ἀπωλώλειτε; ὥστε ἀπίθανος ἡ πλάσις παρὰ τὸ τῇ φύσει σου πρόσφορον. ~ VΟUΩ
εἰκοσιπέντε* τὸ περίμετρον]
περιεκέχυτο*] ἀντὶ τοῦ περιεῖχεν, περιείληφεν, περιέβαλλεν, περιελίμναζεν. ~ VΟSUΩ
αὕτη* κτλ.] εἰς τοὺς καθ’ ἡμᾶς ὁ γόης ἔοικεν ἁγίους προφήτας διαπαίζειν, ἐφ’ οἷς οὗτοι περὶ τῆς Ἱερουσαλὴμ ἐν ἐσχάταις ἡμέραις συνενεχθῆναι ἀλληγορικῶς διεξῆλθον. ~ VΟSΩ
νύξ*] ⸢εἰς τ⸣ὰ ὑπὲρ Θούλην τερατο⸢λ⸣ογούμενα ἐπισκώπτει. ~ ⸢V⸣ΟUΩ
ἄρτον*] τὸ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς διακωμῳδεῖ. ~ VΟSUΩ
διακονοῦνται*] τὰ περὶ βραχμάνων τερατολογούμενα τῶν Ἀσσυρίων διασύρει. ~ VOUΩ
ἐθεασάμην*] κατὰ κοινοῦ τὸ ἐθεασάμην. ~V
Στωικῶν] οἷα φῂς περὶ Στωικῶν, ἄνθρωπε. ~ φ
— ] σημείωσαι. ⸤ Στ⸥ωικῶν ⸤ ⸥εῖ ⸤ ⸥· ~ Γ
Ἀκαδημαϊκούς*] οὐκ ἀκριβῶς ἄγαν τοὺς Ἀκαδημαϊκοὺς τοῖς Ἐφεκτικοῖς συνάπτεις, Λουκιανέ. ~VΓφ ΟUΩ
μίσγονται μὲν ἀναφανδόν] Ἡρόδοτον [3, 101] κωμῳδεῖ Ἰνδοῖς τοιοῦτον γίνεσθαι ἱστοροῦντα. ~ S
ἦ μήν*] ἀντὶ τοῦ ὄντως δή. ~ VΟ UΩ
Πλατωνικώτατοι] ⸢διὰ⸣ τὸ λέγειν τὸν Πλάτωνα
κατεγίνωσκον*] σημείωσαι διὰ τὴν σύνταξιν· τὸ γὰρ καταγινώσκω γενικῇ συντάσσεται οἷον καταγινώσκω σοῦ τῆς φλυαρίας, ὁ δὲ πρὸς αἰτιατικὴν ἀπέδωκεν κατεγίνωσκον τὴν ψυχρολογίαν
. ἤτοι οὖν Ἀττικῶς οὕτως συνέταξεν — αὐτοὶ γὰρ καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο φιλοῦσι ποιεῖν τῇ κοινῇ ἐναντιούμενοι συνηθείᾳ — ἢ τὸ καταγινώσκω ἀντὶ τοῦ διαγελᾶν ἢ διασύρειν εἴληπται. ~ VCΚΟSUΩ
τυφλός*] ἱστορεῖ γὰρ τοῦτο Ἡρόδοτος ἐν τῷ περὶ τοῦ Ὁμήρου βίῳ
πυγμὴ δὲ ἴση κτλ.] τάχα διὰ τὸ πληγαῖς βάλλεσθαι τοὺς πυγμάχους, ὃ ἐκεῖσε ἀργόν, παρ’ ὅσον ἀπαθὴς ὁ ἐν Ἅιδου βίος ἅτε σωμάτων ἀπηλλαγμένος. ~ VφΟUΩ
Σωκράτης* κτλ.] τὰ περὶ Σωκράτους ἱστορούμενα διασύρει. ~ VΟUΩ
παράδεισος*] τινὲς τῶν ἄκρως βουλομένων ἑλληνίζειν εἰς τὸ νόθον τῆς Ἑλληνίδος φωνῆς ἀποπέμπουσι τὸ παράδεισος ὄνομα. ~ VΟUΩ
ἐπινῶς*] σημείωσαι· ἀντὶ τοῦ ἐφελκυστικῶς, ὁρμητικῶς· ἐπεὶ καὶ τὸ ἐπινάζει τὸ ἐφέλκεται σημαίνει. ~ VCOSUΩ
παρήμην*] οὐ παρῆν, ὡς ἐν ἄλλοις κεῖται καὶ ἡ τέχνη ζητεῖ. ~ V
ἐποτνιώμην*] ἠνιώμην. ~ Γ
μείνας* κτλ.] ἐνήλλαξε τὴν σύνταξιν τὸ μέν τι ταύτης κατὰ τὴν κοινὴν χρησάμενος, τὸ δὲ καὶ ἀττικίσας· κοινὸν μὲν γὰρ τὸ μείνας ἐκείνην τὴν ἡμέραν
, Ἀττικὸν δὲ τὸ τῆς ἐπιούσης
. ἦν δὲ καὶ τὸ πρῶτον Ἀττικόν, εἰ οὕτως εἶπεν μείνας ἐκείνης τῆς ἡμέρας
· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν. ~ VΟSUΩ
μεγίστας* ἀπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοι] εἶτα σοί, βωμολόχε, γόης, τί ἐποφείλεται τούτων ἕνεκεν; ~ VΓΟUΩ
μήκωνες*] καταλλήλως ταῦτα ἐπλάσατο περὶ τὴν τῶν ὀνείρων πόλιν, καθότι ὑπνωτικὰ ταῦτα τὰ φυτὰ καὶ ναρκωτικά. ~ ΓVOSΩ
δύο* μὲν πρὸς τὸ τῆς Βλακείας πεδίον κτλ.] ἄγαν ἐμφρόνως πρὸς τὸ τῆς Βλακείας πεδίον ἀποκλίνειν πεπραγμάτευται τὰς δύο τῆς ὀνείρων πόλεως πύλας καὶ τούτων τὴν μὲν σιδηρᾶν εἶναι καὶ καρτεράν, τὴν δὲ κεραμίνην καὶ πολὺ τὸ εὔθρυπτον καὶ σαθρὸν ἔχουσαν, ἐπεί τοι καὶ αἱ ἐλπίδες τοῖς ἀργοῖς καὶ βλακώδεσι καὶ ῥᾳθύμοις αἱ μὲν πάντῃ κατὰ τὸ καρτερὸν καὶ ἀμετακίνητον ἐντίκτονται καὶ οὔποτ’ ἂν μεταβάλλεσθαι πεφυκυῖαι, ὅσοις περιουσίᾳ ἀνοίας τὸ τοιοῦτο πάθος ἐνίδρυται, τοῖς δὲ καὶ μετακινηθείη ἂν τὸ τῶν ἐλπίδων ἀστάθμητον, ὅσοις τῷ
ἐκείνῳ*] τουτέστι τῷ ἀλεκτρυόνι. ~ Ο
Καρεῶτιν] ἀπὸ τοῦ κάρου τοῦ ἐπιγινομένου τοῖς ὑπνοῦσι τὴν πηγὴν καταλλήλως ὠνόμασεν. ~ Γφ
αὐτῶν μέντοι κτλ.] τὸν Ὁμηρικὸν διαπαίζει ὄνειρον. ~ S
ἀγχωμάλως] ἴσως, ὁμοίως. ~ S
πληρώματα*] πλοῖα. ~ S
ἐλάθομεν*] ἀντὶ τοῦ ἀνεπαισθήτως. ~ VΟMΩ
ἁδρότερον] ἁδρὸς ὁ χονδρός. ~ S
ἱστός*] εἰς τὴν Ἀαρὼν ῥάβδον ὁ παιγνιήμων διαπαίζει. ~ VΟΩ
ἄβυσσον] ἀντὶ τοῦ ἄπειρον ἔχον βυθόν. ~ VMΟΩ
χάσματι* κτλ.] τάχα ὁ κενολόγος εἰς Μωσέα καὶ τὴν Ἐρυθρὰν θάλασσαν διαστᾶσαν κρειττόνων ἐπιπνοίᾳ ἐπισκώπτων αἰνίττεται. ~ VΓ ΟΩ
ἀτιμωρήτους*] ἀντὶ τοῦ ἀβοηθήτους. ποδεῶνας*] Ο
ὡς ἐπὶ κωδίου τὰ ἄκρα τῆς ὀθόνης ποδεῶνας εἴρηκε παίζων κἀνταῦθα. ~ ΟVSΩ
ἐπηλυγάζουσα*] ἀντὶ τοῦ ἐπισκιάζουσα καὶ ἐπικρύπτουσα καὶ ἐπισκοτίζουσα· ἠλύγη γὰρ ἡ νύξ. ~ Δ
ὅτι ἀνάστατοι λέγονται μὲν καὶ οἱ τεταραγμένοι, λέγονται δὲ καὶ οἱ μέτοικοι. ~
συνωμοσίας] ἡ μετὰ ὅρκου φιλία. ~ Δ
κεκοινωνηκὼς τῶν ὅλων*] δηλονότι πραγμάτων, τῆς ἐπαναστάσεως τῷ Θεοδότᾳ. ~ ΓVφΜΟΩΔ
κάρτα] σημείωσαι, πῶς τὸ κάρτα κεῖται. ~ φM0ΩΔ.
πάνυ] κάρτα. ~ V
ἕαδεν: ἤρεσκεν. ~ ΔVφMΟΩ
τὸν ἀχάριστον κεκραγὼς κτλ.] σημείωσαι σύνταξιν. ~ Δ
ἐν δεξιᾷ κτλ.] σημείωσαι. ~ Γ2 V
τὰ* ὦτα — τοῖς τοῦ Μίδου προσεοικότα] περιεργότερον γὰρ τοῦ Μίδου τῇ ἀρχῇ κεχρημένου καὶ ὑπὲρ τοῦ πάντα μανθάνειν πευθῆνας ἔχοντος κατὰ πάσης τῆς ἀρχῆς αὐτοῦ ἐμυθολόγησάν τινες τῶν ἀρχομένων, ὡς ὄνου ἔχοι ὁ Μίδας ὦτα. ἢ ὅτι μακρὰ ὧτα ἔχει, διὸ καὶ τὰ μήκιστα γινόμενα ἀκούει. ἢ ὅτι καὶ ὁ ὄνος τὸ ζῷον οὕτως εὐήκοον ὡς καὶ τῶν λανθανόντων ψόφων αἰσθάνεσθαι. ~ V⸢2φΔ
περιηγητής*] ἀντὶ τοῦ ἑρμηνεύς. ~ ⸢2VMΟΩ
φέρε δὴ καὶ ἡμεῖς κτλ.] ὡραῖον. ~ V
ἀμερεῖς*] ἀντὶ τοῦ μηδὲ ὲν μέρος κατειληφυίας
. ~ ΓVφMΟSΩΔ
μήτε δίκην κτλ.] Φωκυλίδου
ἄμφω* μῦθον] Ἀττικὸς σολοικισμός. ~ MVΟΩΔ
ὀργῇ*] αὐτό που τὸ ὂν φάσκεις, Λουκιανέ. ~ VΟΩΔ
ἴδοι — διαβολῶν ὑποθέσεις] ὡραῖον ὅλον. ~ Δ
διαβολῶν ὑποθέσεις κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ2VΜΟ
ἔνθα* ὁ μὲν κτλ.] οἷον τοῦτο εἶπας ἀληθέστατον. ~ VΟΩΔ.
ὕσπληγος*] ὅτι ὕσπληξ οὐχ ὁ τόπος μόνον λέγεται ἀλλὰ καὶ ὁ σιδηροῦς ὀχεύς, ὃν νῦν λάμναν φασίν. ~ VΓ2CφMΟSΩΔ.
ἐλπίδα ἐπὶ κτλ.] σημείωσαι σύνταξιν. ~ Δ
Στρατονίκη*] τὴν Σελεύκου Στρατονίκην λέγει, ἧς ὁ υἱὸς Σελεύκου Ἀντίοχος ἐρασθεὶς πείθει τὸν πατέρα ταύτης παραχωρῆσαι τῷ υἱῷ . πείθει δὲ νόσῳ ἁλοὺς καὶ πρὸς αὐτῷ γεγονὼς τῷ θανεῖν διὰ τὸν πρὸς τὴν Στρατονίκην ἔρωτα· ἐν ἀμηχανίᾳ γὰρ τοῦ πατρὸς γεγονότος Σελεύκου διὰ τὸν υἱὸν Ἀντίοχον, εἶτα σοφίᾳ τοῦ ἰατροῦ γνωσθέντος τοῦ παραιτίου τῆς νόσου τοῦ ἔρωτος, ὑπεξέστη ταύτης ὁ πατὴρ τῷ υἱῷ. ~ VΓ2φΔ
Φιλόξενος κτλ.] σημείωσαι. ὡραῖον. ~ VΜ
φιλόθεον κτλ.] ὡραῖον. ~ Γ
ἀληθεῖ*] οὕτω γραπτέον δίφθογγον. ~ Ο
ὅτι ὕδωρ κτλ.] ὡραῖον. ~ Γ
ταραντινίδιον] θέριστρον λεπτὸν καὶ διαφανὲς ἱμάτιον οὐ πάντως πορφυροῦν. ~ Δ
μεγαλουργίᾳ*] ⸤εἰρωνεί⸥α. ~ ⸤Γ⸥Δ
εὐθὺς κτλ.] τοῦτο καὶ ἐφ’ ἡμῶν γέγονε καὶ τὴν βασιλέως Θεοφανὼ ἐξεμάνη πᾶς γυναικείᾳ μανίᾳ ἁγιοποιῶν. ~ Δ
ὑπολαμβάνοντες*] ἀντὶ τοῦ π⸤ροσ⸥λαμβά⸤νοντ⸥ες. ~ V ⸤Γ⸥ MΟS UΩΔ.
τὴν Ἀλεξάνδρου — προσεξέκαιον: ὡς ὁ μάγιστρος Σλοκάκας Λέοντα τὸν βασιλέα ἐξεβάκχευε περὶ Θεοφάνους πολλὰ καὶ τερατώδη διεξιὼν ἐνύπνια ἅτε καὶ ἄκη, ἵνα μόνον εὐδοκιμοίη, ψευδόμενος. ~ Δ
τότε καὶ Ἀγαθοκλῆς κτλ.] σημείωσαι. ΓVΜ
ἡ γοῦν κολακεία κτλ. ] ὡραῖον. ~ Γ
— ] σημείωσαι. ὡραῖον. ~ VΜ
ἀναπετῶσαι κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
ἁψίκορον] παρὰ τὸ ἄψ, ὅ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος, τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως πληρούμενον. ~ Δ
οὐ* γὰρ οἶδα ὅπως] καινοπρεπὲς τὸ σχῆμα. ~ ΔΓVMΩ. οὐκ οἶδα γὰρ ὅπως
τὸ κοινὸν καὶ καθωμιλημένον. ~
ὁ μὲν οὐκ κτλ.] πέπονθα τοῦτο ἐγώ, ὦ θεία δίκη καὶ πάντα εἰ καὶ μὴ πρὸς βραχὺ νικῶσα ἀλήθεια. ~ ΟΔ
τέλος] διὰ πείρατος κατὰ τὸν Κυρηναῖον. ~ Ο
πολλάκις* κτλ.] οἷον ἡδὺ πνεῖς, Λουκιανέ, κατὰ τῆς καρδίας ὥσπερ ἀστρατείας καὶ μύρου παρὰ πᾶσαν ὑπόνοιαν νῦν ἀληθεύων. ~ VΓΟΩΔ
παρ’ αὐτοῖς κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
διαβολῶν*] εἰς τὸν Ἰωσὴφ αἰνίττεσθαί μοι δοκεῖ ~ VΟΩΔ
ὁ νεανίας] Βελλεροφόντης. ~ Δ
Θεμιστοκλέα*] ἐχθρὸς ἦν ἀεὶ Θεμιστοκλέους Ἀριστείδης. διὸ καὶ σὺν αὐτῷ πρεσβευτὴς πεμφθεὶς Ἀριστείδης βούλει
, φησίν, ἐπὶ τῶν ὁρίων, Θεμιστόκλεις, τὴν ἔχθραν
. ~ ΓCVφMΟSΩΔ
φιλοτιμίας* ὑποκεκνισμένος] τὸ λόγιον τοῦτο τὸ ταύτης ὑποκεκνισμένος ἀντὶ τοῦ διὰ ταύτην διαφθονούμενος αὐτῷ. ~ VφMΟSΩΔ
τί οὖν κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος μετὰ Θεοδώρου διακόνου τοῦ ἡμῖν ὑπηρετοῦντος. ~ Γ2
καταίροντος*] καταπλέοντος, κατερχομένου. ~ V
παρήκουον] ὅρα τὸ παρήκουον. ~ φ
οὐκ ἀγαπῶν*] οὐκ ἀρκούμενος. ~ ΓVφMΩ
ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ φόβου] ἀντὶ τοῦ διηνεκῆ κεκτῆσθαι τὸν φόβον μηδὲν πλεονεκτούσης τῆς ἀφοβίας ἀλλ’ ἐν ἴσῳ ταλαντευομένης τῷ φόβῳ. ~Γ2 VφMΟΩ
κισήρεως* καὶ κεφαλαργίας] κίσηλις γὰρ τινές φασι καὶ κεφαλαλγία. ~ VΓ2ΜΟΩ
γναφείῳ*] κναφεῖον μὲν γὰρ γράφεται. γνάφαλα δὲ τὰ ἀποξύσματα. ~ VΓ2φMΟΩ
μόγις*] μόλις ἡ κοινή, μόγις δὲ Ἀθηναῖοι. ~ VΓ2MΟΩ
Λυσίμαχος] οὗτος γὰρ πρῶτος ἤρξατο τῆς τοῦ σ̄ εἰς τὸ τ̄ μεταβολῆς τέτταρα κατατολμήσας εἰπεῖν καὶ τήμερον. ~ VφMΟΩ
ἀνέκαθεν] ἄνωθεν. ~ V
ἀφαιρουμένῳ*] ἀντὶ τοῦ ἀποστερουμένῳ. ἢ καὶ ὅτι τὸ ἀφελέσθαι αἰτιατικῇ συντάσσεται. Ὅμηρος ἐπεί μ’ ἀφέλεσθέ γε δόντες.
~ VΓ2φMΟΩ
γρύζειν*] γρύττειν γὰρ λέγεται. ~ VφΟΩ
τὸ μέρος*] ἀντὶ τοῦ ὅσον τὸ κατ’ αὐτό. ~ VφΟΩ
⸢Συμπόσιον ἢ Λαπίθαι ἐπιγέγραπται⸣· ἀφωμοίωται γὰρ τῷ πολέμῳ τοῖς ἐπὶ τῶν γάμων τοῦ Πειρίθου τετελεσμένοις· κἀκεῖ γὰρ οἱ ⸢Κένταυροι με⸣θυσθέντες εἶτα ταῖς τῶν Λαπιθῶν γυναιξὶν ὑβριστικῶς ἐπιθέμενοι μέχρι τραυμάτων καὶ φόνων προὐχώρησαν, ἀφ’ οὗ καὶ πρὸς πόλεμον προὔβησαν ἄσπονδον. ~ ⸢V⸣ΜΟΩΔ
ἐν Ἀρισταινέτου] οἰκίᾳ. ~ Γ
ἔξω βέλους*] δεξιώτατα κέχρηται τούτῳ ἀπὸ τῶν πολέμων ἐπὶ τὴν προκειμένην ὑπόθεσιν μεταλαβών· ἐπὶ μὲν γὰρ τῶν πολέμων ἔξω φασὶ βέλους τοὺς ἀπωτέρω τυγχάνοντας βολῆς. ἐνταῦθα δέ, ἐπειδὴ πρὸς τῇ ἑστιάσει πόλεμος μεθυόντων συνερρώγει, εἶτα τἀκεῖ γεγενημένα διηγεῖσθαι καθ’ ἡσυχίαν προὔκειτο, παίζων φησὶν ὅτι διηγοῦ ἡμῖν προθύμως ὑπ’ οὐδενὸς ἅτε διοχλούμενος τῶν πεπραγμένων· ἔξω γὰρ τυγχάνομεν ὄντες τοῦ χθεσινοῦ πολέμου καὶ τῆς ἐκεῖ παροινίας
. ~ VMΟΩΔ
ἑωλοκρασίαν*] ἡνίκα συνέπινον ἀλλήλοις παρ’ Ἀθηναίοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο, καὶ εἴ τις ἐκαθεύδησε μὴ πιὼν τὸν ἴδιον κρατῆρα, πρωὶ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἐξεχέετο καὶ ἐκαλεῖτο τοῦτο ἑωλοκρασία·
ἀμυστί*] ἄνευ τοῦ μῦσαι καὶ κλεῖσαι τὸ στόμα. ~ ΓVΜΟΩΔ
ἀλλὰ ἥξεις κτλ.] σημείωσαι. ~ Γ2
τὸ μηδὲν πρὸς ὀργήν καὶ τὸ ἀλλ’ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς τὰ δύο κῶλα ἐλλείπουσι τῶν αὐτοτελῶν ῥημάτων κατ’ ἔθος Ἀττικόν· τὸ μὲν πρῶτον τοῦ σχοίης ἐλλείπει, τὸ δὲ τοῦ σκόπει. ~ VMOΩΔ.
λαβύρινθος ἦν οἴκημα σκολιώτατον· καὶ ἐπεὶ σκολιὸς ἦν ἐν ταῖς ζητήσεσι, διὰ τοῦτο ἐπεκλήθη Λαβύρινθος. ~ ΓVΟΩΔ
κοπίδα*] μάχαιραν. ~ ΓV
θεοπρεπὴς κτλ.] σημείωσαι. ~ Γ2VΟ
γυναῖκες*] σημείωσαι, ὅτι ἐπὶ τῶν γάμων οἱ παλαιοὶ τὰς γυναῖκας ἐπὶ μιᾶς τραπέζης τοῖς ἀνδράσι συνειστίων καὶ ἀντιπροσώπους αὐτὰς ἐκάθιζον τῶν ἀνδρῶν· ὅπερ οὐ σεμνόν. ~ VCΟΩΔ
κλιντῆρα*] κλιντὴρ εἶδος φορείου ἢ κλινίδιον ἔχον ἀνακλίσεις, οἷον νῦν τὸ κλινοκαθέδριον. ~ Δ
ἐνεδοιάζετο*] ἀντὶ τοῦ ἠμφισβητεῖτο. ~ VΜΟΩ
τοῖν Ἀνάκοιν*] τῶν Διοσκούρων· Ἄνακας γὰρ ἔλεγον αὐτοὺς καὶ Ἀνάκειον τὸ ἱερὸν αὐτῶν. ~ VCMΟΩΔ
νυμφίος κτλ.] ὡραῖον. ~ Γ20
βαβαὶ κτλ.] ὡραῖον. ~ V ὅτιπερ*] οὐκ αἰτιολογικὸς σύνδεσμος τὸ ὅτι ἀλλ’ ἀναφορικὸν ἄρθρον τὸ ὅ, τὸ τι παρέλκον ἀόριστον Ἀττικῷ ἔθει. ~ VCΜΟΩΔ
χυμούς*] ζωμούς. ~ΓVΜΩΔ
πέμματα*] πλακούντια. ~ΓVΜΩΔ
καρυκείας*] ἀρτύματα. ~ΓVΜΩΔ
ἐκ περιωπῆς*] ἀπὸ ὑψηλοτέρου τόπου. ~ΓVΟΩ
Μενέλαον αὐτόματον ἥκοντα] τὸ αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
ὑποτονθορύζοντες*] ὑπογογγύζοντες. ~ ΓVΜΟΩΔ
βοήν*] ὁ ποιητὴς
κἂν* ὀρθοστάδην] ἀντὶ τοῦ καὶ ὀρθοστάδην ἄν. ~ V
τηλικαῦται κτλ.] σημείωσαι. ~Γ2V
Φόλῳ*] Φόλος ἐγένετο τῶν Κενταύρων εἷς, παρ’ ᾧ ἐξενοδοχήθη Ἡρακλῆς. ~ ΓVΜΩΔ
περιεσοβεῖτο*] ἐκινεῖτο, περιεφέρετο. ~ VΜΩΔ
ἐν τοσούτῳ*] ἀντὶ τοῦ μεταξὺ τούτων ἢ ἀντὶ τοῦ ὡς ὅτε ταῦτα ἐγίνετο. ~ VΜΩΔ
ὀρεωκόμον*] τὸν ἐπιμελούμενον τῶν ἡμιόνων. ~ ΓVΜΟΩΔ
σιωπὴν κτλ.] ὡραῖον. ~ Γ2V
προπίνω] σκόπει τὴν σύνταξιν προπίνω σοι Ἡρακλέους ἀρχηγέτου
, ὃ νῦν ἀγροικικῶς φασιν εἰς τὴν πρεσβείαν τοῦδε ἢ τὴν ὑγίειαν
. δεῖ γὰρ λέγειν προπίνω σοι τῆς σῆς ὑγιείας
ἢ προπίνω σοι βασιλέως μεγάλου
ἢ προπίνω σοι Μαρίας τῆς θεοτόκου
καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ~ CVΜΟΩΔ
σὺν δ’ ἔβαλον ῥινούς*] καὶ μὴν Ὁμήρου ταῦτα [Δ 447] ἀλλ’ οὐ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος. ~Δ
ἀνάπαιστα* συγκροτῶν] διὰ τοῦ κροτεῖν τὰς χεῖρας εὐρύθμως. ἀνάπαιστα* δὲ κοινῶς μὲν τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, ἰδίως δὲ τὰ τῷ ῥυθμῷ κεχρημένα τούτῳ. παράβασις δέ ἐστι λύσις χοροῦ σκηνικοῦ τοῦ κυκλικοῦ σχήματος καὶ κατὰ παράλληλον θέσιν στάσις τῶν χορευόντων, ὅταν καὶ εἰς τὸ θέατρον ἀποβλέποντες οἱ χορευταὶ ἔλεγόν τινα. | ~ ΓVΟΩΔ
Μελιταῖον* κυνίδιον] τὸ ἐκ Μελίτης· ἔστι δὲ τρυφερὸν καὶ μικρὸν καὶ λεῖον, οἷα παρ’ ἡμῖν τὰ ναννούδια. ~ΓVΟΩΔ
ἀμυχάς] ἀμυχὴ ἐπιπόλαιον ἕλκος. ~O παραβύσας*] μετὰ στενώσεως κατακλίνας· βῦσαι γὰρ τὸ φράξαι. ~ΓVΟΩΔ
δοκῶ κτλ.] σημείωσαι. ~Γ2V
Ἀδράστεια*] Ἀδράστειαν δαίμονά τινα λέγουσι τοῖς μεγάλα καυχωμένοις ἐπιβουλεύουσαν. ~ ΓVΟΩΔ
σχέσις* ἕξεως] μετουσία, συνάφεια. σχέσις σημαίνει δ′, ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητήν, ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον, ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον, ἢ κατὰ φύσιν ὡς πατὴρ πρὸς τὸν υἱόν. — ἕξις ἐστὶ ποιότης ἔμμονος καὶ δυσαπόβλητος· τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. — ἕξις ἐστὶ ποιὸς πρὸς τὰ πράγματα τρόπος. ~ Δ
κερατίναν κτλ.] σοφισματώδεις ταῦτα πλεκτάναι. ~ VΟΩΔ
ὄναιο*] ἀπολαύσειας. ~ VΔ
Ἀνακείῳ*] ἱερὸν τῶν Διοσκούρων. οὕτω δὲ λέγεται Ἀνάκειον προπαροξυτόνως. ὅσα ἀπὸ κτητικῶν συμπέπτωκεν ἢ ἐπιθετικῶν ἐχόντων τὴν ε̄ῑ δίφθογγον, καὶ ἐκεῖνα προπαροξυτόνως
Πελοπίης* χθονός] τῆς Πελοποννήσου. λέγει δὲ αὕτη ἐστὶ Καλυδὼν ἐν τοῖς καταντικρὺ πορθμοῖς τῆς Πελοποννήσου πεδιάδας καλλίστας ἔχουσα
. ~ ΓVΟΩΔ
γυίαις*] χώραις. ~ Ο
περισπάσας*] ἢ καταισχύνας ἢ ἀποστερήσας. ~ΔVΟ
ἐφ’ ἑκάστῳ κτλ.] σημείωσαι. ~Γ2V
Οἰνεύς*] ὁ γὰρ Οἰνεὺς ἐπὶ τὴν θυσίαν τὴν Ἄρτεμιν οὐκ ἐκάλεσεν ὥσπερ οὐδὲ Ἀρισταίνετος τὸν Ἑτοιμοκλέα ἐπὶ τὸ δεῖπνον. ὡς ἐν εἰρωνείᾳ οὖν ταῦτα λέγει ὁ Ἕρμων. ~VΟΩΔ
Μελέαγρος ἀπομαρανθείς*] σβεσθείσης γὰρ τῆς λαμπάδος παρὰ τῆς μητρὸς κατὰ μικρὸν αὐτὸς ἐμαραίνετο. ~ ΓVΟUΩΔ
— ] τῷ Μελεάγρῳ συνεγεννήθη λαμπάς, περὶ ἧς ἐλέχθη, ὅτι, ἐφ’ ὅσον ἅπτεται, ζῇ ὁ Μελέαγρος. ὅτε οὖν σχὼν τὴν Ἀταλάντην σύμμαχον καὶ τοὺς ἀδελφοὺς τῆς ἰδίας μητρὸς ἐφόνευσε τὸν Καλυδώνιον κάπρον, ἐρῶν τῆς Ἀταλάντης ἔδωκεν αὐτῇ τὰ πρωτεῖα. ὠργίσθησαν ἐπὶ τούτῳ οἱ θεῖοι καὶ γενομένης μάχης ἀνεῖλεν αὐτούς. ἐπὶ τούτῳ ἐλυπήθη ἡ Μελεάγρου μήτηρ Ἀλθαία κατ’ αὐτοῦ ὡς ὑπὲρ ἀδελφῶν καὶ ἀπελθοῦσα ἔσβεσε τὴν λαμπάδα. ἦν δὲ ὁ Μελέαγρος υἱὸς τοῦ Οἰνέως. ~VΟUΩΔ
ἀδιάφορα κτλ.] ὁ Χρύσιππος διδάσκαλος τῶν περὶ Ἑτοιμοκλέα καὶ Ζηνόθεμιν καὶ διὰ τοῦτο εἰς αὐτὸν ἀποσκώπτει ὁ Ἕρμων. ~ Δ
κατεσκέδασεν*] ἐπέχυσεν. ~ ΓVΜΟΩ
ἀπέκτεινεν — εἰρήνην ἄγοντες] ὡραῖον ὅλον. ~ Δ
εἰρήνην ἄγοντες κτλ.] σημείωσαι. ~ Γ2V
— ] ὡραῖον. ~ Ο
ἐν* ὅσῳ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. καὶ τούτων, ὦ Λουκιανέ, εὐφυῶς καθήψω καὶ τὴν ἀλήθειαν τῶν τοῖς σοφοῖς προσηκόντων† ἀρετῶν δηλαδὴ σαφῶς εἴρηκας αὐτό που τὸ ὂν ἀριδήλως ἐξειπών. ~ Δ
γέλωτα — ὀφλισκάνοντας: οὐ πάντων τοῦτο τῶν μανθανόντων ἐστίν, ἀλλὰ τῶν μὴ κεκριμένως καὶ προσεχόντως φιλοσοφούντων· περὶ ὧν καὶ Ἀριστοτέλης φησίν, ὅτι τὸν μὲν θύραθεν νοῦν προσεκτήσαντο, τὸν δὲ ἴδιον ἀπώλεσαν. ~ ΔVΟΩ
εἰσῄει κτλ.] ὡραῖον. ~ Γ
ἀτενές*] συνεχές. ~ V
μῆλον* κτλ.] ἐν τῷ γάμῳ τοῦ Πηλέως καὶ τῆς Θέτιδος ἡ Ἔρις μὴ κληθεῖσα ἔρριψε μῆλον ἐν τῷ ἀρίστῳ, ἐν ᾧ ἔγραφε τῇ καλῇ τὸ μῆλον
. ἠμφισβήτησαν περὶ τούτου Ἀφροδίτη, Ἥρα καὶ Ἀθηνᾶ καὶ ἐκρίθησαν παρὰ τῷ Πάριδι. προκριθεῖσα δ’ ἡ Ἀφροδίτη ἐχαρίσατο τῷ Πάριδι ἀντὶ τούτου τὴν Ἑλένην, δι’ ἧς ὁ Τρωικὸς γέγονε πόλεμος. ~ ΓVΟΩΔ
ἀπορρίπτειν αὐτὰ ἐς τὸ ἔδαφος] Πίνδαρος θαρσαλέα παρὰ κρητῆρι φωνὰ γίνεται
. ~ ΓΟΩ
ἄριστον — παιδεραστεῖν] ὑμῖν ἄριστον τοῦτο δαιμόνων φίλοις, ἡμῖν δὲ φευκτὸν τοῖς λατρευταῖς τοῦ λόγου. ~ Ο
— ]τὸ παιδεραστεῖν σοὶ καλόν, παιδοφθόρε, ἐμοὶ δ’ αἰσχρὸν καὶ πᾶσιν, οἷς ἐστι φόβος θεοῦ. ~ Ω
ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον* κτλ.] ποῦ κεῖται
ἡ οἴη κτλ.] τὰ ἐλεγεῖα χωλά. ~ Γ
— ] ὅλα τὰ ἐλεγεῖα χωλά, καὶ τούτου χάριν εἶπεν ἐπ’ αὐτοῖς κινηθῆναι γέλωτα, ἐξεπίτηδες καὶ τοῦτο Λουκιανοῦ ποιήσαντος πρὸς πλείονα ὕβριν τοῦ συμποσίου. ~ VΟΩΔ.
Πατρόκλου νεκρόν*] ὁ γὰρ Ὅμηρος
πιμελεστέρα*] λιπαρωτέρα. ~ VΔ
χρηστῷ*] ἀγαθῷ, ἀντὶ τοῦ μεγάλῳ. ~ ΓVΟ
Λαπίθας*] εἷς τῶν Λαπιθῶν γάμον ἐπιτελῶν ἐκάλεσέ τινας τῶν Λαπιθῶν καί τινας τῶν Κενταύρων. Εὐρυτίων δὲ εἷς τῶν Κενταύρων μεθυσθεὶς τὴν νύμφην ἠβουλήθη βιάσασθαι. κρατήσαντες οὖν οἱ Λαπίθαι τὸν Εὐρυτίωνα τὴν ῥῖνα αὐτοῦ ἀπέτεμον καὶ τὰ ὦτα, καὶ ἐκ τούτου συνεκροτήθη Λαπίθαις καὶ Κενταύροις ὁ πόλεμος. ~ ΓVΟΩΔ
κηδεμονικῶς* κτλ. ] κηδόμενος καὶ φροντίζων, ἵνα μὴ ἀπόληται. ~ ΔVΟΩ
πονήρως*] ἀντὶ τοῦ βαρέως. ~ VMΟΔ
ταινίαις*] στεφάνοις ἤτοι φασκίαις. ~ VΟUΩΔ
ἀέλπτως*] ἀνελπίστως. ~ Δ
κραίνουσι*] τελειοῦσι. ~ Δ
θεοί*] πλούσιοι. ~ Δ
⸢Σοφιστήν τινα εἰσάγει ἀπαίδευτον μεγάλα φρονοῦντα καὶ ἐπαγγε⸣λλόμενον ἅπαντα εἰδέναι τὰ σόλοικα. ὁ οὖν Λουκιανὸς βουλόμ⸢ενος αὐτὸν⸣ ἐλέγξ⸢αι μηδὲν εἰδότα ἑαυτὸν⸣ εἰσήγαγε σολοικίζοντα καὶ διὰ τοῦτο ψευδοσοφιστὴν αὑτὸν ὠνόμασεν. ἐπίτηδες οὖν αὐτὸς ὁ Λουκιανὸς σολοικίζει, ἵνα δείξῃ τὸν σοφιστὴν μὴ δυνάμενον ἐλέγξαι τὸν σολοικίζοντα. ~ Γ⸢V⸣ΜOUΩ
ἄρτι*] τὸ ἄρτι μέλλοντι οὐ συνάπτεται· οὐκ ἄρα λέγομεν ἄρτι σολοικιῶ
. ~ ΓVMΟUΩ
ἃ μέν*] ἐχρῆν εἰπεῖν τὰ μὲν τὰ δέ
. ~ ΓVMOU
ὄφελον*] τὸ γὰρ ὄφελον οὐδέποτε μέλλοντος συντάττεται ἀπαρεμφάτῳ ἢ ὑποτακτικῷ, ἀλλ’ ἐνεστῶτος ὁριστικῷ ἢ ἀπαρεμφάτῳ ἢ εὐκτικῷ, ὡσαύτως καὶ παρῳχημένῳ. ἔδει οὖν εἰπεῖν ὄφελον ἀκολουθεῖν δυνηθῆναι
, καὶ μάλιστα, ὅτι καὶ τὸ νῦν πρόσκειται, ὃ οὐδέποτε οὐδὲ αὐτὸ μέλλοντι συντάσσεται. διττῶς οὖν ἐν τῷ ἑνὶ σεσολοίκισται· διὸ καὶ λέγει, ὅτι τρὶς σεσολοίκισται. ~ ΓVΜΟUΩ
ἆθλον*] ἐπὶ τοῦ ἀγῶνος οὐ λέγεται τὸ ἆθλον οὐδετέρως ἀλλ’ ἀρσενικῶς. ~ ΓVΜΟUΩ
ἔμπροσθεν*] κακῶς τὸ εἰς τὸ ἔμπροσθεν προσέθηκεν· οὐ γὰρ λέγεται τοῦ προβαίνοντός τι ἔμπροσθεν ἄλλο. ~ ΓVM ΟUΩ.
μεθῆκα* θεῖν λαγώ] τοῦτο σόλοικον γενικῇ χρῆσθαι ἀντὶ αἰτιατικῆς· ὁ λαγώς γάρ, τοῦ λαγώ ἡ γενική, ἡ δ’ αἰτιατικὴ τὸν λαγών μετὰ τοῦ ν̄, ἀλλ’ οὐ χωρὶς τοῦ ν̄. ~ ΓVΜΟUΩ
πρόσεστιν*] ἐπειδή, φησίν, οὐ πρόσεστι τῷ σολοικισμῷ, εἰς τίνα ἐσολοίκισα, τούτου χάριν οὐκ ἔγνως τὸν σολοικίζοντα. ~ ΓVΜΟUΩ
τίτθας* θηλαζόντων] ἡ τίτθη θηλάζει, ὁ δὲ ἀντιστρέψας ἔφη τὰ παιδία θηλάζει
. ~ ΓVΜΟUΩ
αὐξάνοντα*] αὐξανόμενα γὰρ ἔδει εἰπεῖν παθητικῶς, ἀλλ’ οὐκ ἐνεργητικῶς. ~ ΓVΜΟUΩ
οὐδὲν γνωσόμεθα: ὤφειλε γὰρ καὶ τὸν δυνητικὸν προσθεῖναι σύνδεσμον τὸν ἄν, οἷον εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν ἂν γνῶμεν οὐδὲ γνωσόμεθα· νῦν δὲ διπλῇ σεσολοίκισται, καὶ τῇ ἐλλείψει τοῦ ἄν καὶ τῇ τοῦ μέλλοντος χρήσει τοῦ γνωσόμεθα· οὐδέποτε γὰρ τοῖς δυνητικοῖς μέλλοντες συντάττονται. ~ VΓ2ΜΟUΩ
τῶν ἑαυτῶν] ἢ ἄμεινον ολοσ? α? να κατανοεῖν τὸ τῶν ἑαυτῶν· οὐδέποτε γὰρ οὕτω λέγομεν τῶν ἑαυτῶν, καὶ μάλιστα ⸤
ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ*] πόσους παῖδας ἔτεκες; ~ V
ἔξεισιν*] τὸ ἔξεισι δηλοῖ τὸ σήμερον· ἐνεστῶτος γάρ. τί οὖν, φησίν, ἐρωτᾷς τὸ πότε ἔρχεται, εἰ αὐτόθεν; ~ ΓVΜΟUΩ
πατρῷα*] πατρικὰ ὅταν εἴπωμεν, τὰ τοῦ πατρὸς λέγομεν ζῶντος τοῦ πατρός, ὅταν δὲ τὰ πατρῷα, τεθνηκότος. ~ ΓVMΟUΩ
πατριώτης*] ὁμοήθης γὰρ ἔδει εἰπεῖν, ὁμόγλωσσος, ὁμόνομος. τὸ δὲ πατριώτης ἐπὶ βαρβάρων· οἱ βάρβαροι γὰρ οὕτως ἀλλήλους φασὶν ἀντὶ τοῦ πολίτης, καὶ ἴσως ὅτι μὴ κατὰ πόλεις οἰκοῦσιν. Πλάτων μέντοι καὶ ἐφ’ Ἑλλήνων ἐν τοῖς Νόμοις
μεθύσης*] μέθυσος γάρ, ἀλλ’ οὐ μεθύσης. ~ VMΟUΩ
λῆμμα*] λῆμα γὰρ ἡ ἀνδρεία δι’ ἑνὸς μ̄. ~ VΜΟUΩ
μεῖραξ οὔ φασιν ἐπὶ ἀνδρὸς λέγεσθαι, ἀλλ’ ἐπὶ γυναικὸς ἡβώσης· ἐπὶ δὲ ἀνδρὸς μειράκιον λέγεται. ~ Γ2CVMOUΩ
δεδίττομαι*] τὸ γ⸤ὰρ⸥ δ⸤ε⸥δ⸤ίττομαι⸥ ἐνέργειαν οὐ πάθος σημαίνει. ~ ⸤Γ⸥CVMΟUΩ
κορυφαιότατος] τὸ γὰρ κορυφαῖος ὑπερθετικὸν οὐ δέχεται, ὥσπερ οὐδὲ τὸ ἀγαθός. ~ Γ
ἐξορμῶ: ⸤ἐνέργειαν σημαίνει, οὐκ αὐτο⸥πάθειαν. ~ C⸤Γ2⸥VMOUΩ
συνετάξατο*] ἐπὶ γὰρ στρατοπέδ⸤ου⸥ τ⸤οῦ⸥τ⸤ο δια⸥θέσε⸤ως⸥ λέγεται· ἐ⸤φ’ οὗ⸥ δὲ ⸤β⸥ούλεται ⸤οὗ⸥το⸤ς⸥, ὑπέσχετο φασίν. ~ ⸤Γ2⸥CVMΟUΩ
περιέστην* αὐτόν] ὑπηγαγόμην γὰρ ἔδει εἰπεῖν ἢ μετῆλθον αὐτόν· τὸ γὰρ περιέστην ἐπὶ τοῦ κύκλῳ λέγεταί τινα περιέχειν. ~ Γ2CVMΟUΩ
συνεκρίνετο*] συν⸤εδικ⸥άζετο γὰρ ἔδει εἰπεῖν ⸤ἢ ἠμφ⸥ισβήτει, ἀλλ’ οὐ συνεκρίνετο· τὸ γὰρ συγκρίνεσθαι ἐπὶ τοῦ πυκνοῦσθαι ἡ δο⸤κίμη χρῆσις τῶν Ἑλλήνων⸥ οἶδεν. ~ ⸤Γ2⸥CVMOUΩ
6 νῶι* τοῦτο δοκεῖ κτλ.] τὸ γὰρ νῶι εὐθείας καὶ αἰτιατικῆς, ἀλλ’ οὐ γενικῆς καὶ δοτικῆς, τὸ δὲ δοκεῖ δοτικὴν ἀπαιτεῖ. καλῶς οὖν παίζων αὐτὸν εἴρηκεν ὡς σὺ καὶ νῶιν ἐρεῖς, ὡς ἁμαρτάνομεν
, ἀντιστρέψας τὴν σύνταξιν ἡμῖν ἐρεῖς, ὡς ἁμαρτάνομεν
· ἔδει γὰρ εἰπεῖν νῶι ἁμαρτάνομεν, ἐρεῖς
, τουτέστιν ἡμᾶς, ἀλλ’ οὐχ ἡμῖν. ~ Γ2VΜΟUΩ
μιχθεῖσα*] ἐμίχθη γὰρ ἀνήρ, φαμέν, γυναικί, οὐχὶ τὴν γυναῖκα τῷ ἀνδρί. ~ VΓ2CΜΟΩ
καρῆναι*] τὸ κείρασθαι γὰρ ἐπὶ τοῦ κοσμίως, τὸ δὲ καρῆναι ἐπὶ τοῦ ἀτίμως καὶ μετὰ ὕβρεως. ~ Γ2CVMΟΩ
ζυγομαχεῖν*] ἐπὶ γὰρ τῶν φιλίως διαλεγομένων ἐρεσχηλεῖν λέγεται ἢ φιλονεικεῖν ἢ ἀμφισβητεῖν, ἐπὶ δὲ τῶν ἐχθρῶς ζυγομαχεῖν ἢ διαδικάζεσθαι. ~ Γ2CVMOΩ
βασανίζεσθαι*] βάσανος γὰρ ἐπὶ τῆς δοκιμασίας λέγεται καὶ ἐπὶ κολαζομένων διὰ τιμωρητικῶν ὀργάνων. ~ Γ2CVMOΩ
μελετήσει*] οὐ γὰρ ἀξιοῦσιν Ἀττικοὶ ἐπὶ τοῦ ῥήματος τούτου ἐνεργητικῶς ἐκφέρειν ἀλλὰ παθητικῶς τὸν μέλλοντα· οὐ γάρ φασι μελετήσω ἀλλὰ μελετήσομαι. ~ Γ2VMΟΩ
τεθνήξῃ*] τεθνήξεται γὰρ ἐχρῆν λέγειν ἐπὶ τοῦ τρίτου, ἀλλ’ οὐ τεθνήξῃ ἐπὶ δευτέρου. ~ Γ2CVMΟΩ
στοχάζομαι*] τὸ γὰρ στοχάζεσθαι ἐπὶ τοῦ ἀκριβοῦν τάττεται τὴν βολὴν ἢ τοῦ τεκμαίρεσθαι. ~ Γ2CVΜΟΩ
χρᾶσθαι*] ὅτι χρῆσθαι λέγουσιν οἱ Ἀθηναῖοι, οὐχὶ χρᾶσθαι διὰ τοῦ ᾱ. ~ ΓCVMΟΩ
ἔκτοτε*] ἐξ ὅτου γὰρ τὸ δόκιμον. ~ Γ2CVΜΟΩ
ἀντιλαμβάνομαι: τὸ γὰρ ἀντιλαμβάνεσθαι Ἀττικοὶ ἐπὶ τοῦ κωλύειν ἢ ἀντέχεσθαι τάττουσι καὶ μάλιστα Πλάτων. ~ VΓ2CMΟΩ
βαρεῖν] βαρύνω γὰρ λέγουσιν, ἀλλ’ οὐ βαρῶ. ~ Γ2
φακόν*] ὁ γὰρ φακὸς ἐφ’ ἑνὸς εἴρηται καὶ ὠμοῦ, ἐπὶ δὲ τοῦ ἑψητοῦ φακῆ λέγεται. ~ VΓ2CMΟΩ
νῦν δυνήσομαι*] βούλεται τὸ νῦν μέλλοντι μὴ συντάττεσθαι. ἐπεὶ οὖν τὸ δυνήσεσθαι μέλλοντος, ἐπιλαμβάνεται αὐτοῦ ὡς μὴ συνιέντος σολοικίσαντα. ~ ΓVMΟΩ
τὸ ἀνέῳγεν βούλονται μὴ λαμβάνεσθαι ἐπὶ παθητικῆς διαθέσεως. ἀλλ’ οὐκ ἀκριβῶς τοῦτο· χρῆται γὰρ μετὰ πολλῶν καὶ ἄλλων ὁ Πλάτων παθητικῶς ἐν Φαίδωνι ἀνεῴγετο
λέγων ἡ θύρα οὐ πάνυ πρωι
. ~ ΓCVMΟΩ
ἱππεῖς* εἰς πεδίον καλεῖν] καὶ τοῦτο παρὰ τὴν συνήθειαν· ἵππον γὰρ εἰς πεδίον φαμὲν καλεῖν, ἀλλ’ οὐχ ἱππεῖς. ~ VΓΜΟΩ
μαντεύεται*] χρᾷ μὲν ὁ Ἀπόλλων, μαντεύεται δὲ ὁ προσιών. ~ ΓCVMΟΩ
καθεῖς*] οὐ γὰρ καθεῖς ἀλλὰ καθέκαστος δεῖ λέγειν. ~ ΓVMΟΩ
μνηστευόμενον*] ἐπὶ ⸤γυν⸥αικὸς τ⸤ὸ⸥ μνηστεύ⸤εσθαι⸥, ἐπὶ δὲ ἀνδρ⸤ὸς⸥ τὸ μνᾶσθ⸤αι⸥· μνᾶται μὲν γὰρ ⸤ἀνὴρ⸥ γυναῖκ⸤α, μνη⸥στεύεται δὲ γυ⸤νή⸥. ~ V⸤Γ⸥CMOΩ
ἀπολείποι*] ἀπολείπει γὰρ γυνὴ τὸν ἄνδρα, ἐρεῖς, ἀνὴρ δὲ γυναῖκα οὔ, ἀλλ’ ἐκβάλλει καὶ ἀποπέμπεται. ~ VΓCMΟΩ
ψοφοίη*] κόπτει μὲν γὰρ τὴν θύραν τις ἑστὼς ἔξω, ψοφεῖ δὲ ὁ ἔσω. ~ VΓCMΟΩ
τὸ νῦν δή Πλατωνικόν ἐστι σημαῖνον τὸ ἄρτι. ὥσπερ οὖν τὸ ἄρτι διὰ τὸ ἀκαριαῖον τῆς σημασίας τοῦ ἐνεστῶτος μέλλοντος ἀνεπίδεκτον σημασίας, οὕτως καὶ τὸ νῦν δή πρὸς τὸ γενήσομαι ἀσυνάρτητον, ἵνα μὴ σολοικίζοι ὁ χρώμενος οὕτως. ~ ΓVM0Ω
εἶεν: ἔστι καὶ ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως, ἐπίρρημα ἀφοριστικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον περιορίζει αὐτά. ἔστι δὲ καὶ παρακελεύσεως ἀντὶ τοῦ ἄγε δή, ὡς ἐνταῦθα. ~ VφM
ὧ* Κλωθοῖ] τρεῖς λέγουσιν εἶναι τὰς Μοίρας, Κλωθώ, Λάχεσιν καὶ Ἄτροπον. ἐνταῦθα οὖν ποιεῖ τὸν Χάρωνα πρὸς μίαν τῶν Μοιρῶν τὴν Κλωθὼ προσδιαλεγόμενον. ~ ΔΓ2CVφΝΟUΩ
—: περισπᾶται, διότι ὡμοφώνησε τῇ δοτικῇ τῶν ἑνικῶν· πᾶσα γὰρ πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει καὶ τὸν τόνον αὐτῆς ἔχει. ~ Ο
ἀναγωγήν*] ἀνάπλουν. ~ ΓVNΟUΔ
ἄντλος*] τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ. ~ ΓVφNΟUΩΔ
παρακέκρουσται*] εἴ τι εἶχεν ἐσχισμένον, ὑφάνθη. ~ ΓVφNΟUΩΔ.
παρακέκρουσται: οὕτω φασὶν ἰδίως τὸ τὴν ὀθόνην τῇ κεραίᾳ συμβαλεῖν Ἀθηναῖοι. ~ Γ2CVωΔ
τετρόπωται*] ἐν τῷ τροπωτῆρι ἐμβέβληται. ~ ΓVφNΔ.
Ἑρμῆς*] τοῦτον γὰρ λέγουσιν εἰς τὸν Ἅιδην διακομίζειν τὰς τῶν ἀποθανόντων ψυχάς. ~ ΓNUΩΔ
ἀμφὶ βουλυτόν*] περὶ ἑσπέραν, ὅτε τοὺς βόας λύουσιν. ~ ΔVφN
ὁ Πλούτων: ὁ τῶν καταχθονίων βασιλεύς. ~ Δ
ἐμπεπολήκαμεν: ἐκερδάναμεν. ~ Nφ
ἐφήβων*] ἔφηβοι καλοῦνται οἱ ἀπὸ ιη′ ἐτῶν νέοι ἄχρι τῶν εἴκοσι. ~ ΔVφ
ἢ λόγους τινάς: ἐπειδὴ ῥητορικῆς ὁ Ἑρμῆς ἔφορος λέγεται. ~ ΔVφ
κλωπεύει*] λέγεται γὰρ τῶν κλεπτῶν προΐστασθαι ὁ Ἑρμῆς. ~ ΓVφΟUΩΔ
ἐξ ἡμισείας*] τὸν γὰρ Ἑρμῆν καὶ τοῖς ἄνω καὶ τοῖς κάτω συναριθμοῦσι καὶ τοῦτο νῦν διαπαίζει. ~ VΓ2φΟUΩΔ
ἀσφόδελος: εἶδος βοτάνης. ~ ΔVφ.
χοαί*] τὸ ἐπιχεόμενον τοῖς ἀποθανοῦσι μελίκρατον. ~ ΓCVφOUΩΔ
πόπανα: εἶδος πλακοῦντος. ~ ΔVφ
ἐναγίσματα: τὰ προσφερόμενα τοῖς νεκροῖς εἰς τιμὴν θύματα. ~ ΔVφ
ἀμβροσία: τὸ τῶν θεῶν βρῶμα. ~ ΔV
νέκταρ: τὸ τῶν θεῶν πόμα. ~ ΔV
βάδην*] ἠρέμα παραγενομένου. σημαίνει δὲ καὶ τὸ θᾶττον καὶ τὸ ταχέως. ~ Δ
αἰπόλιον: αἰγῶν ἀγέλην. ~ Δ
σοβῶν*] κομπάζων, διώκων. ~ ΔVφ
δεδεμένον*] τὸν τύραννον λέγει Μεγαπένθην. ~ ΓVΟUΩΔ
γελῶντα*] Μικύλλον πένητα. ~ ΓVUΩΔ.
πήραν ἐξημμένον*] τὸν Κυνίσκον, ὅ ἐστι Κυνικὸν φιλόσοφον. ~ ΓVΟUΩΔ
ἐξημμένον: βαστάζοντα. ~ ΔV
κεκονιμένον*] κονιορτοῦ πεπληρωμένον. ~ VφΔ
λειπόνεως; ὁ καταλιμπάνων τὴν ναῦν. ~ Δ
ἀνακωκύει] ὁ Κωκυτὸς φωνῆς ἐστι μίμημα. λέγουσι δὲ καὶ Ἀλίβαντα πάλαι τινὰ εἶναι ποταμὸν ἀπὸ τοῦ ἅπαντα κατα5 ξηραίνειν καὶ μὴ λιβάδα ἔχειν. ~ Δ
νήματος*] λέγουσι γάρ, ὡς ἐν ἀτράκτῳ στρέφει ἡ Κλωθὼ νῆμα τῆς ἑκάστου ζωῆς ὡς συμπληροῦσθαι τὸν τῆς ζωῆς ἑκάστου χρόνον τῷ νήματι. ~ ΓVφΟUΩΔ
Ἄτροπός ἐστι μία τῶν Μοιρῶν ἡ τὰ γινόμενα μὴ συγχωροῦσα τρέπεσθαι. διὸ καὶ ταύτην λέγουσι παραδιδόναι τοὺς ἀποθνῄσκοντας τῷ Ἑρμῇ. ~ ΓVφΟUΩΔ
ἀντερείδων: ἀντιβαίνων. ~ ΔV
εὐάγωγος: εὐχερής. ~ ΔV
στόμιον*] ἐν Ταινάρῳ ἀκρωτηρίῳ τῆς Λακωνικῆς λέγουσιν εἶναι τὸ στόμιον, ἀφ’ οὗ τοὺς νεκροὺς ἐπὶ τὸν Ἅιδην κατέρχεσθαι. ~ ΓVφΟUΩΔ
ἀπαριθμοῦντος*] ἀριθμοῦντος. ~ ΓVΟUΩ.
Αἰακῷ*] ὁ Αἰακὸς υἱὸς λέγεται τοῦ Διός, καὶ τοῦτον, ὥς φασιν, ἐπέστησεν τοῖς καταχθονίοις ἐπισκοπεῖν. ΓVΟUΩΔ
λαθών] ἀγνοηθείς. ~ V
ἐνέδει*] ἐνέλιπεν. ~ ΓVφΟUΩΔ
τῷ λογισμῷ*] τῷ ἀριθμῷ. ~ ΓVΟUΩΔ.
ἅλις σοι: ἀρκεταί. ~ ΔV
παραλελόγισται: παρηρίθμησεν. ~ ΔVφ
συνείς] νοήσας. ~ V
αὐθαίρετος: ἐξ ἰδίας γνώμης. ~ ΔV
ὕσπληγος*] ἀφετηρίας. ~ ΓVUΩΔ
ὀλιγωρίαν] ῥᾳθυμίαν. ~ V
διαμέλλομεν] βραδύνομεν. ~ V
ἀποβάθραν*] οὕτω καλεῖται ὁ τῆς νεὼς τόπος, δι’ οὗ ἐπὶ τὴν γῆν ἐξερχόμεθα ἢ εἰσερχόμεθα. ~ ΓCVφΟUΩΔ
εὐαγρίας*] καλῆς ἄγρας. ~ ΓVφΔ
ὀμφακίας*] ἀνεψήτους, ὅ ἐστι μικρούς. ~ ΓVφΟUΩΔ.
τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν: παροιμία. — ἐν τῷ Πελοποννησιακῷ πολέμῳ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων περιγενόμενοι τριάκοντα τυράννους ἔστησαν παρ’ αὐτοῖς, οἵτινες παραλαβόντες τινὰς τῶν πολιτῶν μετὰ ταῦτα κακῶς ἐκέχρηντο τοῖς λοιποῖς. καταλυθέντων οὖν τῶν τυράννων καὶ γενομένου μετ’ αὐτοὺς Εὐκλείδου ἄρχοντος, ἵνα μὴ μνησικακήσωσιν ἀλλήλοις οἱ πολῖται, συνθήκας ἐποίησαν ὥστε τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τοῦτο οὖν λέγει νῦν ὅτι τῶν πάνυ γερόντων ἀναζητῆσαι τὸν βίον οὐ βούλομαι
. ~ CΓVφΟUΩΔ
βεβυσμένοι*] πεφραγμένοι. ~ ΓVUΩΔ
ἀράμενον*] κουφίσαντα. ~ ΔV
τακεροί*] τακέντες. ~ ΓVΩΔ
καθ’ ὥραν τετρυγημένοι*] ἡψημένοι ἐν τῷ δέοντι καιρῷ. ~ ΓVΟΔ
6 τυμπάνου*] τύμπανόν ἐστι ξύλον, ἐν ᾧ τοὺς καταδίκους ἐφόνευον. ~ ΓVφΟUΩΔ
7 Ἑκαίῃς* τὸ δεῖπνον κτλ.] ὡς ἔοικεν, ἐν τῷ τῆς Ἑκάτης δείπνῳ ταῦτα παρατιθέναι εἰώθεσαν. ἡ δὲ Ἑκάτη μία ἐστὶ τῶν παρ’ Ἕλλησι θεῶν. ~ ΓVφUΩΔ
τὰ ἐκ τῶν καθαρσίων ὠά*] ἐν οἷς καθῄροντο. ~ ΓVφΩΔ
ὅλον μοι τὸν ἄτρακτον* ἐπέκλωσας] ἀντὶ τοῦ ὅλον τὸν ἄτρακτον ἐπ’ ἐμοὶ ἔκλωσας. ~ ΓVΘΩ
ἐπίβαινε*] τουτέστιν ἄνελθε εἰς τὸ πλοῖον. ~ ΓVφΔ
ἡμιτελὴς γὰρ ὁ δόμος] εἰς Πρωτεσίλαον ἀποσκώπτει. ~ VφUΩΔ.
ἄραρεν*] ἔδοξεν. ~ ΓVUΔ
ἐπιβιώσεται] ἐπιζήσεται. ~ V
πρός*] πρὸς τούτοις. ~ Γ
— ] καὶ ἐν τούτοις. ~ V
ἐξήκει*] ἀντὶ τοῦ παρῆλθεν. οὕτω καὶ τοῦ ἐξήκοντός φαμεν χρόνου ἀντὶ τοῦ παρελθόντος. ~ ΓVφUΩΔ
ἐπισήμου*] ἐσφραγισμένου. ~ ΓVφΩΔ
ἀπέφθου*] εὐρύζου. ~ ΓVφ
εὔγνωμον*] εὔλογον. ~ ΓVUΩΔ
εἰς τοσοῦτον] ἐπὶ τοσοῦτον. ~ Vφ
ὑπάγωμαι*] ὑποτάξω. ~ ΓVφUΩΔ
Ἄντανδρον] ὄνομα κύριον. ~ V
ἐγκαταλεγήσεται] συγκαταριθμήσεται. ~ VφΔ
τίς* γὰρ ἦν σοι φίλος] δι’ ἑνὸς τούτου πᾶσαν τὴν τῶν τυράννων ἐμφανίζει οὐδένειαν καὶ ὅπως οὐδεὶς φίλος ἀλλὰ κόλακες πάντες αὐτῶν τὸν καιρὸν ἐξωνούμενοι. ~ VφUΩΔ
ἐπεὶ τάχιστά με: ἔθος Ἀττικοῖς οὕτω χρῆσθαι ἐπὶ τῶν ἀνυπερθέτως καὶ παρευθὺς γινομένων. ἀντὶ τοῦ εἰπεῖν ‛ἐπεὶ ἀπέθανον, εὐθὺς τοῦτο εἴργασται’ εἶπεν ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδεν
, ὡς καὶ ἀλλαχοῦ ἐπεὶ τάχιστά μοι ἐξεγένετο, τόδε καὶ τόδε ἔπραξα
· ἀντὶ γὰρ τοῦ ἅμα τῷ γενέσθαι εὐθὺς ἔπραξα
. ~ Γ2VφUΩΔ
Γλυκέριον*] ὑποκοριστικὸν τῆς Γλυκερίας Ἀθηναίων ἔθει·
—: Ἀττικὰ ὑποκορίσματα, ἅπερ ὡς ἐπίπαν εἰσὶν ἑταιρικά, Ἀπφίδιον, Φιλίτιον, Ψυχίδιον, Στρούθιον, Ἐρώτιον, Πώλιον, Χρυσάριον καὶ πάντα, ὅσα τῇ τῶν οὐδετέρων φωνῇ κατὰ θήλεος γένους κατηγορεῖται, ὧν ὁ χαρακτὴρ ἄνωθεν ἐμμένει Ἀττικός· μεμένηκε δὲ νῦν καὶ τῇ ἡμετέρᾳ χρήσει ἡ Φανίον, ἡ Ἁβρότιον, ἅπερ καὶ μέχρι τῶν ἑνικῶν μόνον κλίνεται. ~ V
ἐπισπασάμενος* τὴν θύραν] ἐπισύρας, ἀσφαλισάμενος. ~ ΓCVΟΩΔ
ἐσπόδει*] ὑβριστικῶς ἠφροδισίαζεν. ~ ΓCVΟΩΔ
ἐνέτεινας*] ἐπήγαγες. ~ ΓVφ
καὶ κατὰ κόρρης] καὶ κατὰ τῆς κεφαλῆς. ~ V
πλατὺ χρεμψάμενος] τὸν ἐν στόματι συναγαγὼν πτύελον. ~ V
ἐνεπιμπράμην*] ἐκαιόμην, ἐμαινόμην. ~ ΓVΟΩΔ
εἰ*] ἀντὶ τοῦ εἴθε εὐκτικοῦ ἐπιρρήματος. ~
ὧν* εἰ λαβοίμην] καὶ τοῦτο δραματικὸν τὸ μὴ συντελεῖν ἐᾶσθαι τὸν λόγον ἀλλ’ ὑποτέμνεσθαι ἐνδεοῦς ἔτι ὄντος, ὡς καὶ ἐν τῷ βίῳ πολλάκις εἴωθε γίνεσθαι ὑπὸ μειζόνων κωλυομένου τοῦ λόγου. ~ Γ2VΟUΩΔ,
— ] ὅτι τὰ κατ’ ἔλλειψιν γινόμενα τῶν διηγήσεων, οἷον τὸ ἀνακόπτειν τὸν λόγον πρὶν πέρας ἐπιθεῖναι τῷ πράγματι, δραματικά εἰσιν ἤγουν μὴ συντελεῖν κτλ.
κατὰ τυράννου κτλ.] ὡραῖον. ~ V
καὶ Ῥαδάμανθυς υἷός ἐστιν, ὡς λέγουσι, τοῦ Διός. ἀφω
κἂν ἰδιώτην κτλ.] ὡραῖον. πάνυ εὐκαίρως τὰς τῶν πλουσίων καὶ φιλοζώων φωνὰς μεμίμηται. ~ Γ2
εἴσω* τοῦ ποδός] τουτέστιν ἀπὸ τοῦ ποδός. ~ ΓVφΟΩΔ
ὅπως*] κἀνταῦθα ἐλλείπει τῷ πολλάκις ἡμῖν εἰρημένῳ Ἀθηναίων ἔθει τὸ φρόντιζε. ~ Γ2VφΩΔ
προσεπαττάλευσα*] εἰς πάσσαλον ἔδησα ἢ ἀντὶ τοῦ ἀνεσταύρωσα. ~ ΓCVφΟΩΔ
ἀγαπητή] ἀντὶ τοῦ ἀρκετή, ἐπιπόθητος, ἡδεῖα. ~ Γ2V0Ω
Κύκλωπος*] ὁ Κύκλωψ πρὸς τὸν Ὀδυσσέα ἐν τῷ σπηλαίῳ φησὶν ὅτι χαρίζομαί σοι τοῦτο, ὅτι μετὰ πάντων ὕστερόν σε ἐσθίω
ὅσον ὁ θάνατος γίνεται, τί με ὠφελεῖ τὸ ἀποθανεῖν ὕστερον;
~ ΓVΟΩΔ
πύματον*] ἔσχατον. ~ ΓV
Οὖτιν τὸν Ὀδυσσέα· οὕτω γὰρ ἑαυτὸν ὁ Ὀδυσσεὺς καλεῖ διαπαίζων τὸν Κύκλωπα. ~ ΓVΟΩΔ.
ἐκ διαμέτρου: τὸ λόγιον ἐπὶ τῶν πάνυ διαφερόντων, εἴληπται δὲ ἀπὸ τοῦ ἐπιπέδου σχήματος τοῦ κύκλου· ἐπ’ ἐκείνου γὰρ πασῶν τῶν τεμνουσῶν αὐτὸν εὐθειῶν μείζων ἡ διὰ τοῦ κέντρου, ἥτις καὶ διάμετρος λέγεται. ἀπὸ τούτου τὰ πάνυ διαφέροντα λέγεται ἐκ διαμέτρου. ~ Γ2Vφ
τὸ καὶ παῖδας ὡραίους πῶς σοι ἐκλέληπται; ἀλλ’ ἐκ τοῦ ἐφεξῆς πάνυ τοῦτο σαφές, βωμολόχε. ~ Δ
οὐ γὰρ οἶδ’ ὅπως] καινοπρεπὲς τοῦτο, οὐκ οἶδα γὰρ ὅπως
δέον εἰπεῖν, ὁ δὲ οὐ γὰρ οἶδ’ ὅπως
εἴρηκεν. ~ CVΟΩΔ
καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. ἐνταῦθα αἰνίττεται τὴν τῆς ψυχῆς μετὰ τοῦ σώματος γενομένην συμφυίαν καὶ τὸ δυσαπόσπαστον αὐτῆς καὶ ὀδυνηρὸν καὶ σχετικόν, ὃ πρὸς τὸ σῶμα κέκτηται· οὐ φέρει γὰρ ῥᾳδίως ὑπαναχωρεῖν ἐκ τούτου διὰ τὴν ἄνωθεν ἐκ τοῦ δημιουργοῦ ταμιευθεῖσαν συμπλοκὴν ἐν ἀλλήλοις καὶ μάλιστα, εἰ τύχοι καὶ ἐγκλήμασιν ἁμαρτημάτων περικεῖσθαι· ὥσπερ γὰρ τότε δείματά τινα δεδιῶσα τοῖς ἔνδον ἐναποκρύπτεται ἀναβαλλομένη τὴν πρόοδον, αἱ δὲ τούτων ἐκτὸς εὐθύμως τούτων ἀφίστανται ἅτε κοῦφοι καὶ τῶν τοιούτων φόρτων ἀπηλλαγμέναι καὶ πρὸς τὴν ἄνοδον ἐπιτήδειαι. ~ Δ
προσέχεται*] κρατεῖται. ~ ΓVφΟΩ
προστετηκυῖα*] προστακεῖσα, ἐπιθυμητικῶς ἔχουσα. ~ ΓCVφΟΩ
δυσέρωτες: οἱ πάνυ ἐρῶντες. ~ ΔVφ
καταλιπαρῶν: ἀντὶ τοῦ παρακαλῶν. ~ Δ
οὐ συνοικίαν: τὰ νῦν ἐνοικικὰ λεγόμενα. ~ CVφΟΩΔ
εὔζωνος*] ὁ ταχὺ καὶ ὀξέως βαδίζων. ~ ΓVφΟΩδ
κρηπῖδα*] ὑπόδημα. ~ ΓVΔ
εὐθὺς κτλ.*] ἔοικεν ἀπό γε τῶν παρόντων ἐξαίφνης Μίκυλλος ἀποθανεῖν. ~ Δ
μελαντηρίαν*] τὸ τῶν καλιγαρίων μέλαν. ~ Γ
ἐς τὸ πρόσω*] τουτέστιν οὐχ ὥσπερ οἱ πλούσιοι εἰς τὰ ὀπίσω ἐθεώρουν ὡς ἐπιθυμῶν τοῦ φωτός. ~ VΓΟΩΔ
κατόπιν] ὄπισθεν. ~ Γ
τὸ δὲ μέγιστον*] τὸ ἰσχυρότερον. ~ Δ
ἐς τὸ ἔμπαλιν*] τουτέστιν ἐναντία τοῖς γινομένοις ἐν τῇ ζωῇ. ~ VΓΟΩΔ
ἡ κνῖσα*] ὁ καπνός. ~ ΓV
ἀπέκναιέ με*] ἐφόνευέ με. ~ ΓVΩΔ
— ] ἀντὶ τοῦ νωθρότερόν με ἐς τὸ ζῆν διετίθει. ἢ ὅτι τρόπον τινὰ ἐκέντει καὶ ἤμυσσεν καὶ πονηρῶς ἔχειν ἐποίει. ἢ ἀντὶ τοῦ ἀπώλλυεν ἢ διέφθειρεν· οὕτω γὰρ Πλάτων
ὅλῳ πήχει* βασιλικῷ] ἀντὶ τοῦ μέτρῳ μεγάλῳ. ὁ γὰρ βασιλικὸς πῆχυς ἔχει ὑπὲρ τὸν ἰδιωτικὸν καὶ κοινὸν τρεῖς δακτύλους. ~ ΓVφΟΩΔ
ἐξυπτιάζων*] ἀντὶ τοῦ τείνων τὸν τράχηλον καὶ τὸ στῆθος προβαλλόμενος ἅμα καὶ τοὺς ἰδίους ὤμους περισκοπούμενος, ὅ ἐστι γαυριῶν καὶ ὑπερηφάνως περιπατῶν. ~ ΓCVφΟΩΔ
ἐτέθηπειν*] ἐθαύμαζον. ~ ΓV
τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων] σημείωσαι, ὅτι ἡ Λακωνικὴ κόχλος τῶν ἄλλων εὐδοκιμωτέρα. ἢ ὅτι ἐκεῖ πρῶτον παρὰ τῆς κυνὸς εὕρηται τὸ ἐπιτήδευμα τοῦτο. ~ CVφΩΔ
ἄγχιστα*] ἐγγύτατα. ~ ΓVΔ.
ἐλογίζετο*] ἠρίθμει. ~ ΔV
συλλέγων τὰ μετ’ ὀλίγον κτλ.] σημείωσαι. ὡραῖον. ~ V
ἀνιμήσηται*] ἀνασπάσῃ. ~ ΓVΩ
ἕωλον*] χθεσινόν. ~ ΓVφΟΩδ
ἀπαγορεύσας*] ἀτονήσας. ~ ΓV
πορθμεῖα λέγει τὸν μισθὸν τὸν ὑπὲρ τοῦ διαπερᾶσαι διδόμενον. ~ ΓVΟΩΔ
εὐπλοῶμεν*] ἐπικελευσμὸς ἢ ἐπίφθεγμα τῶν πλεῖν ἀρχομένων ἤτοι πορθμὸν διαβαλλόντων ἢ εἰς πέλαγος ἀφιέναι μελλόντων τὸ εὐπλοήσωμεν τῇ τύχῃ ὡς ἔοικε τοῦτο ὑποβαλλομένων. ~ V
πρόσκωπος*] ἐπὶ τῇ κώπῃ καθήμενος. ~ ΓVφΟΩΔ
εὐῆρες*] καλῶς κωπηλατοῦν. ~ ΓVΟΩΔ
ἐρετμόν*] κώπην. ~ ΓV
ἔρεττε: κωπηλάτει. ~ Δ
ἦ] ἆρα. ~ ΓV
ὑποκελεῦσαι*] ὡς ἐν τοῖς πλοίοις λέγειν εἰώθασι κελεῦσαι. ~ ΓVφΟΩΔ.
οἴμοι*] διαφόρων ὀδυρμοί. ~ ΓVΔ
σπαθήσει*] τρυφήσει. ~ ΓVΩ.
οἴμοι] οὐ λύπη ταυτησὶ τῆς οἰμωγῆς σοι, Μίκυλλε, πρόξενος ἀλλὰ τοὐναντίον χαρά· ὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεῖ. ~ Δ
πορθμία*] τὸ ναῦλον· διὰ τοῦ ῑ γράφεται. ~ Δ
καθ’ ὕδατος*, φασίν, ἤδη γράφεις] παροιμία ἐστὶν ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων πράγμασιν· τὸ γὰρ καθ’ ὕδατος γράφειν ἀδύνατον. ~ ΓVφΟΩΔ
— ] ὡραῖον. ~ Γ
Σῆρας*] Σῆρές εἰσιν ἔθνος, παρ’ ᾧ γίνεται τὰ Σηρικὰ ἱμάτια· τούτους οὖν, φησί, Σῆρας ὄντας ἄπειμι ἐνεγκεῖν ὀφείλουσα. ἡ δὲ ἀκολουθία τοῦ κειμένου ἀπαιτεῖ Σῆρας νοεῖν αὐτοὺς τοὺς σκώληκας τοὺς ποιοῦντας τὴν μέταξαν. διαπαίζει δὲ ἐν τῷ χωρίῳ τοὺς λέγοντας ἀθανάτους τὰς τῶν ἀλόγων ψυχάς. ~ ΓVφΟΩΔ
ὁ καλὸς Μέγιλλος*] οὗτος ὁ Μέγιλλος Κορίνθιος ἦν. ~ ΓVφΟΩΔ.
ἢ τῷ*] ἢ τίνι, ὅ ἐστι διὰ τίνος. ~ VΔ
Φρύνης* Σιμμίχη] ὀνόματα πορνῶν. ~ ΓVΟΩΔ
πρότερον τέως: παρέλκει ὁπότερον τῶν δύο, ἤτοι τὸ πρότερον ἢ τὸ τέως· ἄμφω γὰρ ταὐτὸ σημαίνει. ~ ΔVφΟΩ
Ἐλευσίνια*] ἑορτὴ ἦν παρὰ τοῖς Ἀθηναίοις τὰ Ἐλευσίνια ἐπιτελουμένη Δήμητρι καὶ Περσεφόνῃ, ἐν ᾗ ἐγίνοντο ἀνόητά τινα τῶν Ἑλλήνων μυστήρια, ἅπερ ὁ Λουκιανὸς συνδιαπαίζει. ~ ΓVφΟΩΔ
δᾳδουχοῦσα: λαμπάδα φέρουσα. ~ ΔV
ἡ Τισιφόνη μία ἐστὶ τῶν Ἐρινύων. Ἐρινύας δὲ λέγουσι θεάς τινας ἐπιτετραμμένας κολάζειν τοὺς πλημμελοῦντας κατὰ τὸν βίον. ~ ΓCVφΟΩΔ
πρὸς* τοῦ πατρός] ἐνορκῶ σε κατὰ τοῦ πατρός, λέγει δὲ τοῦ Διός· πατέρα γὰρ λέγουσι τοῦ Ῥαδαμάνθυος τὸν Δία. ~ VΔ
στιγματίας καλοῦσι τοὺς οἰκέτας τοὺς στιζομένους ὡς ἀχρησίμους. πρὸς τοῦτο οὖν ἀφορῶν ὁ Κυνίσκος ποῦ στιγματίας ἐγενόμην;
πρῶτον ἠρώτησεν. ~ ΓCVφΟΩΔ
ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ’ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει] εἴθε, Λουκιανέ, μὴ διαπαίζοις, ἀλλ’ ὡς ἀληθὲς τοῦτο δοξάζοις. ~ Δ
ὁπόσα* κτλ.] σχόλιον βασιλείου Ἀδάδων. ἄντικρυς, ὧ Λουκιανέ, τοῦτο ἀληθὲς εἴρηκας καὶ λίαν σοφώτατα. οἱ γὰρ μὴ προεκκαθάραντες τὰ πεπλημμελημένα καὶ διὰ μετανοίας καὶ δακρύων ταῦτα ἀπονιψάμενοι σαφῆ γνωρίσματα καὶ τύπους τινὰς περιφέρουσιν, αἱ τούτων ψυχαὶ ὥσπερ τινὰς βαφὰς καὶ μελανώματα ἐκκεκολαμμένα ἔχουσαι καὶ γνώριμα πᾶσιν ὄντα διαδείκνυνται, ὧν τὴν αἰσχύνην μὴ φέρουσαι δεινῶς ὀδυνῶνται ἀνόνητα μεταμελούμεναι, καθὼς
καίτοι* τί τοῦτο κτλ.] φρονίμως αἰνίττεται πάνυ, ὡς ὁ φιλόσοφος εἰ καί τι ἔχει πρῴην ἁμάρτημα, δυνατὸν διὰ τῶν πόνων ἀποκαθᾶραι αὐτό. ~ ΓVφΟΩΔ
ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ ΓV
ἐμπολήσας*] κερδάνας, συνάξας. ~ ΓVφΟΔ
μακάρων νήσους λέγουσιν, ἔνθα διάγουσιν αἱ τῶν ἀγαθῶν ἀνδρῶν ψυχαὶ μετὰ θάνατον. ~ VφΔ
ἀνεπίγραφος*] μηδεμίαν γραφὴν ἢ στίγμα ἔχων. ~ ΓVφΟΩΔ
τύραννον*] εἴρηται τύραννος ἀπὸ τῶν Τυρρηνῶν τῶν βιαίων καὶ λῃστῶν γενομένων ἐξ ἀρχῆς, ὥς φησι Φιλόχορος
πρόβαλ’ αὐτόν] πρὸ τῶν ἄλλων βάλε, προσάγαγε. ~ VΔ
κἀκ τοῦ λόγου κτλ.] ὡραῖον. ~ ΓV
ἐμπαροινῶν] ἐνυβρίζων. ~ VΔ
ἀσκαρδαμυκτί*] μὴ μύων τοὺς ὀφθαλμούς. ~ ΔV
καινουργόν*] τὸ ἐπινοοῦν ξένα. ~ ΔV
ἄλλως*] μάτην, ὡς ἔτυχεν. ~ ΔΓV
κενή*] ψευδής. ~ ΓV
σὺ ἡ Κλίνη* λέγε] καὶ τοῦτο πρὸς πλείονα τῶν Ἑλλήνων ἐποίησε καταγέλωτα· ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὰ φυτὰ λέγουσιν ἔμψυχα, ἐπίτηδες οὕτως ἐμπαίζων λύχνον καὶ κλίνην μαρτυροῦντας παρήγαγεν. ~ ΓVφΟΩΔ
τὰ μεθ’ ἡμέραν*] τὰ ἐν τῇ ἡμέρᾳ. ~ ΓV
ὑπερπεπαικότα*] ὑπερβαλλόμενον. ~ ΓVφΟΩΔ
Πυριφλεγέθοντα*] ποταμὸν πυρὸς λέγουσι τοῦτον ἐν τοῖς καταχθονίοις. ~ ΓVφΟΩΔ
Κερβέρῳ*] κύων ἐστὶν ὁ Κέρβερος τρεῖς ἔχων, ὡς λέγουσι, κεφαλάς, φύλαξ τοῦ Ἅιδου. ~ ΓVΟΔ
χάριν* εἴσομαι] ἀντὶ τοῦ εὐχαριστήσω· τὸ γὰρ εὐχαριστῶ παρὰ τοῖς ἀρχαίοις οὐ λέγεται. ~ VΦΔ
ἀναπεμπαζόμενος*] ἀναλογιζόμενος. ΔΓV
Τάνταλον*] λέγουσι γὰρ οἱ Ἕλληνες, ὅτι ὁ Τάνταλος ἄνθρωπος ὢν ἠξιώθη γενέσθαι τοῖς θεοῖς ὁμοτράπεζος. καὶ ἀκούων τὰ λαλούμενα παρ’ αὐτῶν κατερχόμενος ἔλεγε τοῖς ἀνθρώποις καὶ διὰ τοῦτο οἱ θεοὶ ὀργισθέντες κολάζουσιν αὐτὸν ἐν τῷ Ἅιδῃ· θεωρῶν γὰρ δένδρα πεπληρωμένα καρπῶν καὶ ποταμοὺς παραρρέοντας οὐδενὸς αὐτῶν δύναται γεύσασθαι· αὐτοῦ γὰρ προσιόντος ἐκεῖνα φεύγουσιν. ~ ΓVφΟΩΔ
ἐρραψῳδήκασιν*] εἶπον, ἐξηγήσαντο. ~ Δ
οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν] Πλατωνικὸν
οὐ θεός ἐνδεής Ζεύς
πολυθρύλητοι* κτλ.] ⸢πάνυ γενναίως καὶ⸣ τοῦτο καθ’ Ἑλλήνων ἠπόρησεν, εἴτε ἄλλο τι δύναται ἡ Εἱμαρμένη καὶ Τύχη παρὰ τὰς Μοίρας εἴτε ἰσοδυναμοῦσι. διὸ ⸢καὶ⸣ ὡς μεγάλης οὔσης τῆς ἀπορίας ἐποίησε τὸν Δία μηδὲν περὶ αὐτῶν ἀποκριθῆναι δυνάμενον. ~ Γ⸢V⸣ΟΩΔ
τί δ’ οὖν ἐμειδίασας; ἀνεμνήσθην* κτλ.] τοῦ Διὸς εἰπόντος ὅτι καὶ ἡμεῖς οἱ θεοὶ τοῦ νήματος ἠρτήμεθα τῶν Μοιρῶν’ ὁ Κυνίσκος ἐγέλασεν. ~ ΓVΟΩΔ
καθήσειν] κρεμάσαι. ~ V
βίαν*] δύναμιν. ~ ΓVΟΩ
νῦν δὲ αὐτόν σε κτλ.] ὡραῖον. ~ ΓV
εἰκαῖον*| μάταιον. ~ V
τὰς θυσίας φησίν*] δηλονότι ὁ λόγος. ~ ΓVΟΩ
μὴ ὀκνήσῃς*] ἀπὸ κοινοῦ τὸ μὴ ὀκνήσῃς, ἵν’ ᾖ καὶ ὅπως ἀσφαλέστερον ἀποκρίνῃ, μὴ ὀκνήσῃς
. ~ VΟΩΔ
ἀντίδοσιν*] ἀνθ’ ὧν λαμβάνουσιν ἀγαθῶν τὰς θυσίας παρέχοντες. ~ ΓVΟΩΔ
οὐ γὰρ ἀποχρήσει αὐτοῖς κτλ.] ὡραῖον. ~ ΓV
μακρῷ*] πάνυ. ~ ΓΟ
ἱμονιάν*] ἱμονιὰ λέγεται τὸ σχοινίον, εἰς ὃ δεσμεῖται ὁ κάδος, δι’ οὗ τὸ ὕδωρ ἐκ τῶν φρεάτν ἀνέλκουσιν. ~ ΓVΟΩΔ.
Προμηθεύς*] λέγουσιν, ὅτι ὁ Ζεὺς τὸ πῦρ ἔκρυπτεν καὶ οὐκ ἠνείχετο παρασχεῖν αὐτὸ τοῖς ἀνθρώποις, ὁ δὲ Προμηθεὺς κλέψας αὐτὸ τούτοις δέδωκε καὶ ὀργισθεὶς ὁ Ζεὺς ἔδησεν αὐτὸν ἐν τῷ Καυκάσῳ ὄρει καὶ ἐποίησεν ἀετὸν ἐσθίειν τὸ ἧπαρ αὐτοῦ. ~ ΓVΟΩΔ
πατέρα*] πατὴρ τοῦ Διὸς ὑπῆρχεν ὁ Κρόνος. οὗτος ἐγνωκώς, ὡς εἷς τῶν ἀπ’ αὐτοῦ γεννωμένων τῆς βασιλείας ἐκβαλεῖ αὐτόν, ἐπειδὰν ἔσχεν υἱόν, κατήσθιεν αὐτόν. τοῦτο ἐποίησε δύο υἱοῖς, τῷ Ἅιδῃ καὶ τῷ Ποσειδῶνι. ὅτε δὲ ἐγεννήθη ὁ Ζεύς, ἡ Ῥέα, ἡ γυνὴ τοῦ Κρόνου, δέδωκεν αὐτῷ λίθον ἀντὶ τοῦ Διός, ὁ δὲ Κρόνος καταπιὼν καὶ τοὺς προτέρους παῖδας ἐξήρασεν. αὐξηθεὶς οὖν Ζεὺς τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας ἐδίωξε καὶ δεσμοὺς βαλὼν αὐτῷ ἐν τῷ Ταρτάρῳ ἀπέθετο. ~ ΓVΟΩΔ
Λαομέδοντι*] ὁ Ποσειδῶν, ἀδελφὸς ὢν τοῦ Διός, μὴ φέρων τὴν βασιλείαν τοῦ Διὸς διὰ τὸ βαρέως ἄρχειν αὐτόν, ἐβουλεύσατο μετὰ καὶ ἄλλων θεῶν ὑποτάξαι αὐτόν. γνοὺς δὲ τοῦτο ὁ Ζεὺς τοὺς βουλευομένους ἐτιμωρήσατο. τὸν οὖν Ποσειδῶνα ἔπεμψεν εἰς Τροίαν ἐπὶ τῷ δουλεῦσαι τῷ Λαομέδοντι. ~ ΓVΟΩΔ
Ἀδμήτῳ*] ὁ Ἀσκληπιὸς υἱὸς ἦν τοῦ Ἀπόλλωνος. οὗτος τῇ ἰδίᾳ τέχνῃ τῇ ἰατρικῇ χρώμενος, ὡς ματαιολογοῦσι, τοὺς ἀποθνῄσκοντας ἤγειρεν, καὶ ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν. ἐπὶ τούτῳ λυπηθεὶς ὁ Ἀπόλλων τοὺς Κύκλωπας τοὺς εἰωθότας κατασκευάζειν τοὺς κεραυνοὺς κατετόξευσεν, καὶ θυμωθεὶς ὁ Ζεὺς ἐποίησε τὸν Ἀπόλλωνα τῷ Ἀδμήτῳ δουλεῦσαι. ὁ δὲ Ἄδμητος ἦν βασιλεὺς Θετταλίας. ~ ΓVΟΩΔ
ἐν ἀκαρεῖ*] ἐν βραχυτάτῳ. λέγεται δὲ ἀκαρὲς τὸ βραχὺ
Εἱμαρμένην τιμῶντες κτλ.] ὡραῖον. ~ ΓV
~ VΔ
εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη,
εἰ δ’ οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ τύχη.
εἰ μὲν θεοὶ σθένουσιν, ἔστιν ἡ τύχη,
εἰ δ’ οὐ σθένουσιν, μᾶλλον ἔστιν ἡ τύχη.
εἰ μὴ παρὰ* τοῦτο] κατὰ τοῦτο. ~ ΓV
καθείρξας*] ἐγκλεισάμενος. ~Δ
Κροίσου* παῖδα] Κροῖσος ὁ Λυδῶν βασιλεὺς εἶδεν ὄνει ρον, ὡς ὁ υἱὸς αὐτοῦ Ἄτυς αἰχμῇ σιδηρᾷ τεθνήξεται. φοβηθεὶς οὖν οὐ συνεχώρει τῷ παιδὶ οὐτε κατὰ πολεμίων ἀπελθεῖν οὔτε διὰ τόπου παρελθεῖν, ἐν ᾧ ἐκρέματο σίδηρος. συὸς δὲ κατὰ τὴν χώραν φανέντος πεισθεὶς ἔπεμψεν εἰς θήραν τὸν παῖδα καὶ ἐν τῷ θηρεύειν Ἄδραστος εἷς τῶν θηρευόντων ῥίψας κατὰ τοῦ συὸς αὐτοῦ μὲν ἥμαρτεν, ἀναιρεῖ δὲ τὸν Κροίσου υἱὸν Ἄτυν. ~ΓVΟΩΔ
ἄλοκα: τὴν αὔλακα, ὅ ἐστιν ἀροτρευθεῖσαν γῆν· λέγει δὲ τὴν γυναῖκα. ~ΓVΟΩΔ
ἀποσαφοῦντες*] φανεροῦντες. ~ ΓV
ἄρνεια* κρέα] ὁ Κροῖσος θέλων πειραθῆναι, εἰ ἀλήθειαν μαντεύεται ὁ Ἀπόλλων, μίξας ἄρνεια κρέα καὶ ἀπὸ χελώνης ἥψει αὐτά. καὶ ἐποίησεν ἀπελθεῖν τινας πρὸς αὐτὸν καὶ ἐρωτῆσαι αὐτόν, τί ποιεῖ· ὁ δὲ ἀπεκρίθη
~ ΓVΟΩΔ
διηγκυλημένος] ἐν ἑτοίμῳ ἔχων. ~ ΓVΟΩ
διηγκυλωμένος] ἠγκασμένος. ~ Δ
Καλλίας*] Ἀλκιβιάδης Κλεινίου, Σκαμβωνίδης τὸν δῆμον, τραυλὸς ἦν, ὡς Ἀριστοφάνης Σφηξί [44]. γήμας δὲ τὴν Ἱππονίκου θυγατέρα, Καλλίου δὲ ἀδελφήν, αὐτῇ μὲν ἐπεισῆγεν ἑταίρας, τὸν δὲ Καλλίαν ἐπειρᾶτο διὰ τὰ χρήματα ἀνελεῖν. καὶ συνθέμενός τινι τῶν ἡλικιωτῶν κόνδυλον τῷ Ἱππονίκῳ ἐνέτριψεν. καὶ βαδίζων εἰς τοὺς τῶν ἐραστῶν ἀγροὺς τοὺς καλλίστους τῶν βοῶν ἐκλεγόμενος ἔθυε μετὰ τῶν ἐραστῶν. αὐτῇ δὲ τῇ θυγατρὶ αὐτοῦ ἐπεμίγη Ἀλκιβιάδης παρὰ τοὺς νόμους. οὗτος δὲ Ἀκάτιος ἐκαλεῖτο, ἤτοι ὅτι τοὺς μικροὺς ἀκατίους ἐκάλουν ἢ ὅτι ἀπὸ Ἀκατίου χωρίου ἦν. ~ V
τοῖς ἕνδεκα*] οἱ ἕνδεκα ἄρχοντές εἰσι παρὰ τοῖς Ἀθηναίοις τῶν ἐν τῷ δεσμωτηρίῳ ἐπιμελούμενοι καὶ τοὺς ἐναγομένους ὡς κλέπτας ἢ ἀνδραποδιστὰς ἢ λωποδύτας, ἂν μὲν ὁμολογῶσι, θανάτῳ ζημιοῦσιν, ἐὰν δὲ ἀμφισβητῶσιν, εἰς δικαστήριον εἰσάγουσι καί, ὃ δ’ ἂν κριθῇ περὶ αὐτῶν, ποιοῦσιν. καὶ εἴ τις ἄλλος κατακριθῇ θάνατον, οἱ ἕνδεκα τοῦτον παραλαμβάνουσιν. ~ ΓVΟΩΔ
ἀνεσκολοπίζοντο] ἐν ἄλλῳ Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς αὐτοῦ
. ~ ΓΔ
Τιτυούς*] ὁ Τιτυὸς ἠθέλησε βιάσασθαι τὴν Λητώ, γυναῖκα οὖσαν τοῦ Διός, μητέρα δὲ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, καὶ διὰ τοῦτο κολάζεται ἐν τῷ Ἅιδῃ· αὐτοῦ γὰρ ἐν τῷ ἐδάφει ἐξηπλωμένου παρακαθήμενοι οἱ γῦπες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν. ~ ΓVΟΩΔ
κἀκεῖνον* ἐρωτᾷς] ἀντὶ τοῦ δι’ ἐκεῖνον. ~ ΓVΟΔ
ἀγαπήσομεν*] ἀρκεσθησόμεθα. ~ ΓVΔ
τραγῳδός*] ἡ τραγῳδία πεπλήρωται συμφορῶν. ἐπεὶ οὖν ἐν συμφορᾷ νῦν ὁ Ζεύς ἐστιν, εἰκότως αὐτὸν ὡς τραγῳ
μεγαλοσμαράγου*] ἀδιανόητος ὅλος ὁ στίχος, ὡς τοῦ Διὸς καὶ τὸ τραγῳδεῖν ἀγνοοῦντος. ~ VΓΟΩΔ
ὑποδραματουργεῖν*] τὸ δραματουργεῖν τοῦ ὑποδραματουργεῖν ταύτῃ διαφέρει· δραματουργεῖ μὲν γὰρ ὁ ποιητὴς καὶ τῆς ὑποθέσεως ὅλης καὶ τῶν ἐπῶν, ὡς Εὐριπίδης, Εὔπολις, Ἀριστοφάνης καὶ εἴ τις τοιοῦτος· ὑποδραμα τουργεῖ δὲ ὁ τὰ ὑπὸ τῶν δραματουργῶν τούτων εἰρημένα λαμβάνων κατὰ καιρὸν καὶ τοῖς οἰκείοις αὐτὰ πάθεσιν ἐναρμόττων ἅτε τοῖς ἤδη πεπραγμένοις ἀφομοιούμενα. ~ VOΩΔ
σάτυρον: δασεῖαν ἢ καταφερῆ Δωρικῶς. καὶ σατύριον πόα τις συνεργὸς πρὸς τὰς ἀφροδισίους ἀφορμάς, καὶ ζῷόν τι τετράπουν λιμναῖον. καὶ σάτυρος ἤτοι [ἡ] χορευτὴς ἢ ἔντασις. ~ Δ
ἐπὶ ξυροῦ* ἕστηκεν] παροιμία ἐπὶ τῶν ἐν ἐσχάτῳ ὄντων κινδύνῳ λεγομένη διὰ τὸ μὴ δύνασθαι τὸν ξυρὸν ἵστασθαι. ~ VΓΟΩΔ
τὰ νέρθεν*] τὰ κάτωθεν ἀπὸ τῶν καταχθονίων· ἐκεῖ γάρ, ὡς λέγουσιν, οἱ Τιτᾶνες ἐδέδεντο. ~ VΓΔ
Πῶλος* ἢ Ἀριστόδημος] οὗτοι τραγῳδίας ἦσαν ὑποkριταί. ἐπειδὴ οὖν ὁ Ζεὺς τραγικοὺς ἰάμβους ἔλεγεν αὐτοῖς, διὰ τοῦτο εἶπεν ὅτι ἀντὶ Διὸς Πῶλος ἐφάνης ἢ Ἀριστόδημος
. ~ ΓVΔ
— ] ἄλλως. Ἀρέθα. Πῶλος καὶ Ἀριστόδημος ὑποκριταὶ
μετέωροι] πρὸς ἀκρόασιν. ~ ΓV
ἀγνοήσεται: ἀντὶ τοῦ ἀγνοηθήσεται. σκόπει δέ, ὅτι τὸ τοῖς ἄρχουσι κατ’ ἰδίαν τι πράττειν καὶ μὴ τοῖς ἀρχομένοις αὐτὸ κοινοῦσθαι τυραννικὸν δοκεῖ. ~ ΔVΟΩ
ἁπλοϊκά*] εὐτελῆ, ἁπλούστατα. ~ ΓΟΩΔ
εἰς ἀγορήν*] πρὸς τῇ λοιπῇ δεισιδαιμονίᾳ μᾶλλον δὲ μανίᾳ τῇ περὶ τοὺς λεγομένους θεοὺς καὶ Πρίαπόν τινα θεὸν εἶναι Ἕλληνες μεμυθολογήκασιν, ὃν οἱ μὲν αὐτῶν τὸν αὐτόν φασιν εἶναι τῷ Διονύσῳ ἐπιθετικῶς αὐτοῦ τούτου δῆθεν Πριάπου καλουμένου, ἄλλοι δὲ Διονύσου μὲν υἱόν, μητρὸς δὲ ἢ Ἀφροδίτης ἢ Διώνης. Μνασέας δὲ ὁ Παταρεὺς
νώνυμνοι*] ἄνευ ὕμνων. ~ ΓVΔ
Φειδίου* κτλ.] οὗτοι ἀγαλματοποιοὶ ἦσαν ἄριστοι. ~ ΓVΔ
ἐπηυγάζεσθαι*] γράφεται καὶ ἐπηλυγάζεσθαι. διὰ τοῦ η̄ γραπτέον· ἀπὸ τοῦ ἠλύγη γάρ ἐστι συντεθειμένον, ὃ σημαίνει τὴν σκοτίαν. ~ Δ
Βενδῖς* κτλ.] οὗτοι παρ’ Αἰγυπτίοις ἐτιμῶντο. ~ ΓΟΩΔ
— ] ὅτι ἡ μὲν Βενδῖς Θρᾳκεία θεός, ὁ δὲ Ἄνουβις Αἰγύπτιος, ὃν οἱ λόγοι καὶ κυνοπρόσωπον εἶναι, ὁ Μίθρας Περσικός, ὁ Μὴν Φρύγιος. ~ CVΔ
Μίθρης*] παρὰ Πέρσαις. ὁ αὐτὸς δὲ οὗτος τῷ Ἡφαίστῳ, ἄλλοι δὲ τῷ Ἡλίῳ φασίν. ~ ΓVΩ.
Ἄττις*] τὸν Ἄττιν Φρύγες σέβονται τὸν αὐτὸν ὄντα τῷ Διονύσῳ. φασὶ δὲ αὐτὸν καὶ θηλυδρίαν ὑπὸ Ῥέας τῆς τῶν θεῶν ἀποκοπέντα μητρός, ἐφ’ ᾧτε ἐρώμενον αὐτῆς ὑπάρξαι. ἔνιοι δὲ καὶ γνήσιον υἱὸν αὐτῆς ὄντα τοῦτο δι’ ἐκεῖνο παθεῖν αὐτόν φασι. τούτῳ οἱ ἱερατικῶς λειτουργοῦντες ἐκτεμνόμενοι πρότερον τὰ γεννητικὰ ἄρθρα ἀνετίθεντο οὕτως. διὰ ταῦτα καὶ νῦν παίζεται τοῦτο κατὰ πάντων εὐνούχων ὡς τῷ Ἄττιδι ἐπιτηδείων ἀνακεῖσθαι· ἁρμοδιώτερον δέ, εἰ κιναιδεύοιντο, καθότι καὶ αὐτὸς Ἄττις τοιοῦτος ἐπ’ ἀμφοτέρῳ τῷ μύσει ἐξεταζόμενος. ~ ΓCVΟΩΔ
λημῶ*] λήμας ἔχω. λήμη δέ ἐστιν ὁ ἐν τοῖς ὄμμασι ῥύπος. ~ ΓVΔ
Πεντέληθεν*] ἀπὸ Πεντέλης. Πεντέλη δέ ἐστι λίθος παρ’ Ἀθηναίοις εἰς ἀγάλματα πεποιημένος. ~ ΓVΟΩΔ
Πραξιτέλει*] Πραξιτέλης ἀγαλματοποιὸς ἄριστος, ὅστις κατεσκεύασε τὸ ἐν Κνίδῳ τῆς Ἀφροδίτης ἄγαλμα. ~ ΓVOΩΔ
χρυσῆν ἔλεγεν Ὅμηρος τὴν Ἀφροδίτην ἀντὶ τοῦ καλήν. αὕτη δὲ ἦλθε προκαθίσαι, ὅσον ἐκ τοῦ ὀνόματος. ~ ΓVΟΩΔ
κόλλοπας*] τὰ κολλάβια. ~ Γ
— ] οὓς κολλάβους φασίν. εἰσὶ δὲ οἱ πασσαλίσκοι, οἷς ἀποτείνονται αἱ νευραί. ~ CVΟΩΔ
θητικῷ*] θῆτες ἐκαλοῦντο παρὰ τοῖς Ἀθηναίοις οἱ πάντων πενέστεροι, ἀπὸ τοῦ θητεύειν, ὅ ἐστι μισθῷ δουλεύειν, τρεφόμενοι. ἐν τῷ θητικῷ οὖν ἐκκλησιάζειν λέγει ἀντὶ τοῦ ἐν τῷ πενιχρῷ τάγματι. ~ ΓVΟΩΔ
τελέσματος] δαπανήματος. ~ VΔ
πεντακοσιομεδίμνους*] εἰς τέσσαρα διῄρητο τάγματα πᾶσα ἡ πόλις τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, οἵτινες ἦσαν πάνυ πλούσιοι, εἰς ἱππεῖς ἧττον πλουσίους, εἰς ζευγίτας ἔτι ἥττονας, εἰς θῆτας τοὺς πένητας. εἰπὼν οὖν ἀνωτέρω
πνύκα*] πνὺξ λέγεται ἡ ἐκκλησία τῶν Ἀθηναίων παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτῇ. ~ ΓCVΟΩΔ
Ἡράκλεις*] εἰώθεσαν οἱ ἄνθρωποι ἐν κακοῖς ὄντες ἐπικαλεῖσθαι τὸν Ἡρακλέα ὡς ἀλεξίκακον. εὐμόρφως οὖν ὁ Λουκιανὸς τὸν Ἑρμῆν ἐποίησεν ἐπικαλούμενον τὸν Ἡρακλέα παρὰ τῶν θεῶν ἐνοχλούμενον. ~ VΓΟΩΔ
τὴν Ἑλλήνων*] ἀντὶ τοῦ τὴν Ἑλληνικὴν γλῶσσαν. ~ ΓVΟΩΔ
εὐπροσωποτάτη*] εὐπρεπής. ~ ΓV
προὔσεσθαι] ἀντὶ τοῦ προέσεσθαι. ~ VΩ
διαμέλλεις*] βραδύνεις. ~ ΓVΟΩ
πεπαρῴνηται*] ὑβριστικῶς πέπρακται. ~ ΓVΟΩΔ
ὀλιγώρως*] καταφρονητικῶς. ~ ΓVΟΩ
Καφηρέα*] ἀκρωτήριον τῆς Εὐβοίας. ~ ΓVΟΩ
— ] ἔχει μὲν ἰδίως καὶ Εὔβοια πρὸς τῇ ἔξω θαλάσσῃ Καφηρέα. Καφηρεὺς δὲ λέγεται τόπος θαλάττης πρὸς τοῖς αἰγιαλοῖς τραχὺς καὶ τεναγώδης σκοπέλοις διειλημμένος καὶ ἕρμασι καὶ τὰ πρὸς ἀπόβασιν ἀπορώτατος ἅτε κρημνοῖς περιστοιχιζόμενος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ἔτι καὶ διηνεκέσι τοῖς ἀνέμοις καταπνεόμενος, ὡς ὁ παρ’ Ὁμήρῳ τὸν οὔποτε κύματα λείπει παντοίων ἀνέμων
Καφηρεὺς ὢν καὶ αὐτός. καὶ ἴσως εἴρηται Καφηρεὺς ἀπὸ τοῦ καταπνεῖσθαι ἀνενδότως· κάπος γὰρ τὸ πνεῦμα, ἀφ’ οὗ καὶ Ὅμηρος Αἴαντ’ εἰς Ἀγαμέμνονα δῖον ἄγει κεκαφηότα νίκῃ
, οἱονεὶ πνευστιῶντα ἤτοι τῷ τοῦ πολεμικοῦ ἀγῶνος καμάτῳ ἢ τῇ ἀγερωχίᾳ τῆς νίκης, τῆς χαρᾶς αὐτῷ τοὺς ἀναπνευστικοὺς πόρους κατευρυνάσης καὶ πέρα τοῦ συνήθους ἐπισπᾶσθαι τὸ πνεῦμα κατεπειγούσης· παρ’ ὃ δὴ καί τινες ἔλαθον τελείως ἐκπεπνευκότες μὴ δυνηθέντες τοσοῦτον τὸ ἔκτοθεν ἐπισπάσασθαι πνεῦμα, ὅσον ἐξήρκεσε τὴν ἀπὸ τῆς χαρᾶς εὐρυχωρίαν πληρῶσαι. ~ VΔ.
Κεραμεικῷ*] δύο ἦσαν Κεραμεικοὶ παρ’ Ἀθηναίοις, ὁ μὲν ἐν τῇ πόλει, ὁ δὲ ἔξω τῆς πόλεως. ἐνταῦθα οὖν τὸν ἐν τῇ πόλει λέγει τόπον. ~ ΓCVΟΩΔ
τὴν μικρολογίαν*] τὴν κνιπότητα. ~ ΓCVΟΩ
κορυζῶντα*] ὑπὸ τοῦ γήρως μύξας ἐκχέοντα· κόρυζαι γὰρ αἱ μύξαι. ~ ΓVΟΩΔ
ἑρμάτων*] ὑφάλων πετρῶν. ~ ΓVΟΩ
Ποικίλην*] Ποικίλη στοὰ ἦν παρ’ Ἀθηναίοις· ἐκαλεῖτο δ’ οὖν οὕτως ἐκ τῆς ποικίλης ἐν αὐτῇ ζωγραφίας. ~ ΓVΟΩΔ
διατεινομένους*] ἀμφισβητοῦντας. ~ ΓVΟΩΔ
τὸν πώγωνα ἐπισπασάμενος*] ἐπισύρας, χαλάσας. ~ ΓVΟΩΔ
Ἐπικούρειον*] Ἐπικούρειοι καὶ Στωικοὶ δύο γένη φιλοσόφων. τούτων οἱ μὲν Ἐπικούρειοι ἄνευ προνοίας ἔλεγον διοικεῖσθαι τὰ πράγματα, οἱ δὲ Στωικοὶ ὑπὸ προνοίας. ~ ΓVΟΩΔ
τὸν ἐπίτριπτον*] τὸν ἄξιον τοῦ ἐπιτριβῆναι, τουτέστι πληγῆναι. ~ ΓCVΟΩΔ
σαρδάνιον*] σαρδώνιος γέλως λέγεται ὁ ἐν ὑποκρίσει γινόμενος. ~ ΓVΟΩΔ
παρομαρτῶν] συνακολουθῶν. ~ V
τὸ κήρυγμα* τὸ ἐκ τοῦ νόμου] τοῦτο λέγεται, ὅτι, καθὼς ὁ συμβουλευτικὸς ὑφηγεῖται νόμος, ὃς ἱκανὸς γνώμην εἰσφέρειν, ἀνιστάσθω ἐρῶν, ὅτι καὶ ἔχει. ~ VΟΩΔ
τελείων*] νόμος ἐκέλευε παρ’ Ἀθηναίοις πρώτους λέγειν τοὺς ὑπὲρ τὰ πεντήκοντα ἔτη γεγονότας καὶ μετ’ αὐτῶν τοὺς λοιπούς. οὐκ ἐξῆν δὲ δημηγορῆσαι οὔτε τοῖς ἀτίμοις οὔτε τοῖς ξένοις οὔτε τοῖς μὴ καταλαβοῦσι τὴν ἔννομον ἡλικίαν. τὸ οὖν γινόμενον παρ’ Ἀθηναίοις παρὰ τοῖς θεοῖς νῦν ὑποτίθεται. ~ ΓCVΟΩΔ
τά γε ἀπὸ καρδίας*] λόγιον ἐπὶ τῶν ἀνεπικρύπτως καὶ ἀπερικαλύπτως λεγομένων μηδὲν ὑποβλεπομένου τοῦ λέγοντος, ἀλλ’ ὡς ἔνι τὸ πρᾶγμα διεξιόντος. ~ ΔVΟΩ
Θέμιν*] Θέμις ἐστὶν ἡ δίκη. καλῶς δὲ τὴν δίκην ὤμοσεν ὡς δικαίως τῶν θεῶν ἀπολαμβανόντων, ὅτι αὐτοὶ ἥμαρτον. ~ ΓVΟΩΔ
Ἅλυν*] Κροίσῳ τῷ Λυδῶν βασιλεῖ ἐρωτήσαντι, εἰ διαβῇ τὸν Ἅλυν κατὰ Κύρου τοῦ Περσῶν βασιλέως, ἀπεκρίνατο, ὅτι διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ὁ δὲ ἀγνοήσας, ποίαν ἀρχήν, διαβὰς τὸν Ἅλυν τὴν ἰδίαν ἀπώλεσεν. ~ ΓVΟΩΔ
ὧ θεία Σαλαμίς*] Περσῶν καὶ Ἐλλήνων ναυμαχεῖν ἐν Σαλαμῖνι μελλόντων ἔχρησε τοῖς Ἕλλησιν ὁ Ἀπόλλων τοῦτον τὸν χρησμόν. λέγεται δὲ αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος νοῆσαι· οὐκ ἂν γάρ, φησί, θείαν ἐκάλει τὴν Σαλαμῖνα, εἰ ἐν αὐτῇ πίπτειν ἔμελλον Ἕλληνες, πόλιν οὖσαν Ἑλληνικήν· ὥστε τὸν τῶν Περσῶν προεμαντεύσατο θάνατον. ~ ΓVΟΩΔ
ἀγαπᾶν*] ἀρκεῖσθαι, εὐχαριστεῖν. ~ ΓVΔ
παρεγγράπτων*] πάντες οἱ πολῖται παρ’ Ἀθηναίοις ἐν γραμματείῳ ἐνεγράφοντο. εἴ τις οὖν μὴ ὢν πολίτης ἐνεγράφη παρ’ ἀξίαν, παρέγγραπτος ἐκαλεῖτο. διὰ τοῦτο τούτους παρεγγράπτους ὠνόμασεν. ~ ΓCVΟΩΔ
Θησεύς*] ὁ Αἰγεὺς Ἀθηναῖος ὢν ἐν Τροιζῆνι πόλει τῆς Πελοποννήσου συνεκαθεύδησεν Αἴθρᾳ τῇ θυγατρὶ τοῦ Πιτθέως, ἡ δὲ Αἴθρα ἐγέννησε τὸν Θησέα. ὁ τοίνυν Θησεὺς εἰς τὰς Ἀθήνας πρὸς τὸν πατέρα ἐρχόμενος πολλοὺς λῃστὰς εὑρὼν πάντας ἀπέκτεινεν ἐν τῇ ὁδῷ πορευόμενος. ~ ΓVΟΩΔ
Σκείρωνα* κτλ.] λῃσταὶ ἦσαν οὗτοι κατὰ τὴν ὁδὸν τὴν ἀπὸ Τροιζῆνος εἰς τὰς Ἀθήνας διάγοντες. ~ ΓVΟΩ
Πιτυοκάμπτην*] Φάλαρις ὁ Ἀκραγαντῖνος· οὗτος χαλεπωτάτας ἐπενόει κολάσεις. Βούσιρις ὁ Αἰγύπτιος· οὗτος ὠμὸς ἦν ὡς καὶ ἀνθρώπους ἐσθίειν. Διομήδης ὁ Θρᾷξ· οὗτος ἀνθρωποφάγους ἵππους εἶχε, καὶ οὓς ἐκράτει, ἔβαλλεν αὐτοῖς. Σκείρων ὁ λῃστής· οὗτος ἠνάγκαζε τοὺς παριόντας πλύνειν τοὺς πόδας ἐπὶ τῆς θαλάσσης καθημένους καὶ λακτίζων εἰς θάλασσαν ἔρριπτε καὶ ἡ χελώνη δεχομένη κατήσθιεν. Πιτυοκάμπτης· οὗτος λῃστὴς ὢν ἔκαμπτε πίτυς καὶ ἠνάγκαζε τοὺς παριόντας κρατεῖν, οἱ δ’ ἀναρριπτούμενοι ἀπώλλυντο. Λιτυέρσης· οὗτος σπείρων ἠνάγκαζε τοὺς παριόντας θερίζειν τοῦ θέρους ἐνισταμένου, εἰ δὲ ἀντέτειναν, ἔκτεινεν αὐτούς· Ἡρακλῆς δὲ τοῦτον ἀπέκτεινεν. Κερκυών· οὗτος ἄδικος ἦν τἆλλα ἐς τοὺς ξένους καὶ παλαίειν τὸν οὐ βουλόμενον διέφθειρεν· καὶ ὁ τόπος παλαίστρα ἐκαλεῖτο, ἐν ᾧ ᾤκει, πλησίον Ἐλευθερῶν· διέ φθειρε δὲ πάντας τοῦς καταστάντας αὐτῷ ἐς πάλην πλὴν Θησέως, Θησεὺς δὲ κατεπάλαισεν αὐτὸν σοφίᾳ πλέον· παλαιστικὸς γὰρ εὑρέθη Θησεὺς μεγέθει πρῶτον καὶ ῥώμῃ χρώμενος ἐς τὰς πάλας. Ἔχετος τῆς Ἠπείρου βασιλεὺς τιμωρητικώτατος. ~ ΓCVΟΩΔ
ἐργατικόν*] τὸν Ἡρακλέα. ~ ΓV
κνισᾷ — βωμούς*] καπνὸν ἐν τοῖς βωμοῖς ἀπεργάζεται. ~ ΓV
μόνων καρπουμένων*] μόνων ἑστιωμένων. ~ Δ
ὑπέρσχῃ*] ὑπερβάλῃ, νικήσῃ. ~Δ
ἐξ Ὀλυμπίας*] γράφεται ἐκ Πίσης. ~ VΓ2ΟΩ
ἐκ Πίσης*] γράφεται ἐξ Ὀλυμπίας. ~Δ
— ] Πῖσα πόλις τῆς Ἠλιακῆς μοίρας Πελοποννήσου, καθ’ ἣν καὶ ἀγὼν ἐτελεῖτο τὰ Ὀλύμπια. ~ CVΟΩΔ
μνᾶν*] ἡ μνᾶ ἓξ δραχμὰς ἔχει, ἡ μνᾶ δὲ εἶχεν ἡ Ἀττικὴ δραχμὰς ρ’, ὥς φησι Πολυδεύκης [9, 59]. Εὔπολις Κόλαξιν
Γεραιστῷ*] Γεραιστὸς πόλις Εὐβοίας οὕτω μέχρι νῦν λεγομένη καὶ ὁ Ὠρεὸς πόλις Εὐβοίας, οὗ οἱ πολῖται Ὠρεῖται λέγονται. ~ ΔCVΟΩ.
ἐρήμης*] ἐρήμη λέγεται, ἡνίκα ὁρισθείσης περὶ τῆς δίκης ἡμέρας ὁ εἷς τῶν ἀντιδίκων ἀπολειφθείη· τότε γὰρ οἱ δικασταὶ καταδικάζουσι τοῦ ἀπολειφθέντος ἐρήμην. ~ ΓVΟΩΔ
θυννῶδες*] ἐπειδὴ τὰς θύννας οὐ λόγῳ καὶ ἀμφισβητήσει νικῶμεν ἀλλὰ τριαίναις ἀναιροῦμεν, εἰκότως τὸ φονεῦσαι τὸν Δᾶμιν θυννῶδες ὠνόμασεν. ~ ΓVΟΩΔ
ἀμφήριστον*] ἀμφισβητήσιμον. ~ ΓV
χάριεν*] γελοιῶδες, ἀνόητον. ~ ΓVΟΩ
ἐς τὸ τῶν δώδεκα: ἀφ’ οὗ οἱ δώδεκα θεοὶ ἄρχειν ἐτάχθησαν, δηλονότι παυθείσης τῆς Κρόνου ἀρχῆς. ~ VΟΩΔ
ληξιαρχικόν*] δύο ἦσαν γραμματεῖα παρὰ τοῖς Ἀθηναίοις καὶ ἐν τῷ ἑνὶ ἐνεγράφοντο ἅμα τῷ γεννηθῆναι, ἐν δὲ τῷ ἑτέρῳ, ἡνίκα τῆς ἐννόμου ἡλικίας ἐγένοντο· τοῦτο δὲ ἐκαλεῖτο ληξιαρχικόν, ἐπειδὴ οἱ ἐγγραφόμενοι ἐν αὐτῷ κύριοι ἐγίνοντο τότε τῆς πατρῴας λήξεως, τουτέστι τοῦ κλήρου καὶ τῆς ὑποστάσεως. ~ ΓVΟΩΔ. εἰ καὶ ἀγένειος εἶ καὶ τοῦτο αἰτιᾷ τὸ μὴ ἐξὸν εἶναί σοι λέγειν, ἀλλ’ οὖν ἔξεστι· πάλαι γὰρ τῆς αὐτεξουσιότητος ἐπελάβου, ὡς καὶ ὑπὲρ ἄλλου καὶ ὑπὲρ ἑαυτοῦ ἐξεῖναί σοι λέγειν καὶ γνώμην εἰσηγεῖσθαι τῷ βουλομένῳ
. τὸ δὲ ὀλίγου δεῖν τῆς ἐπὶ Κρόνου βουλῆς ὤν ἀντὶ τοῦ σχεδὸν τῶν ἐπὶ Κρόνου τὴν βουλὴν συμπληρούντων θεῶν· ὀκτὼ γὰρ ἦσαν οἱ πάλαι θεοί, ὡς καὶ Ἡροδότῳ δοκεῖ τῷ Ἁλικαρνασσεῖ
τῆς ἐπὶ Κρόνου* βουλῆς] ὁ Κρόνος, ὡς οἱ Ἕλληνες λέγουσι, πρῴην ἐβασίλευε τῶν θεῶν καὶ εἶχεν ἄλλους ια′ τοὺς σὺν αὐτῷ διοικοῦντας. διωχθεὶς δὲ τῆς βασιλείας ἐκ τοῦ Διὸς τοῦ ἰδίου υἱοῦ ἐβλήθη εἰς τὸν Τάρταρον καὶ μετὰ τοῦτο ἄλλη συνέστη βουλὴ τοῦ Διός. ~ ΓVΩΔ ἐφιέναι] συγχωρεῖν, ἐπιτρέπειν. ~ ΓV Ἑλικῶνι*] Βοιωτίας ὄρος, ἐν ᾧ διατρίβειν αἱ Μοῦσαι ἐλέγοντο. ~ ΓVΩΔ
γέλωτα ὀφλισκάνει*] γέλωτα χρεωστεῖ, ἀντὶ τοῦ γελᾶται. ~ ΓVΟΩΔ
βατταρίζων] τὸ ἐν τῇ συνηθείᾳ βερβερίζων. ~ CVΟΩΔ
— ] ὁ Βάττος· οὗτος τῆς κατὰ Κυρήνην ἀποικίας ἡγήσατο μογιλάλος τις ὤν. ἀπὸ τούτου καὶ τοὺς μὴ εὐθυστόμους μηδὲ τρανῇ κεχρημένους τῇ γλώσσῃ ἀλλ’ ἐπισεσυρμένως φθεγγομένους καὶ παρασήμως βατταρίζειν φασίν. ~ VΔ
συνεῖναι μὲν γάρ: ἀντὶ τοῦ διδάσκειν, ἐκπαιδεύειν. ~ VΟΩ
τοῦτο μὲν κτλ.] ἴδε, γόης τῷ ὄντι ἀμίμητος Λουκιανὸς οὑτοσί. ~ Δ
λοξὸς καλεῖται ὁ Ἀπόλλων διὰ τὸ λοξὰ μαντεύεσθαι, ὅ ἐστι στρεβλὰ καὶ ἄδηλα. ~ ΓVΟΩΔ
γριφώδης*] γρῖφός ἐστι τὸ προτεινόμενον δύσλυτον ζήτημα. γριφώδης οὖν εἶπεν ἀντὶ τοῦ ἀσαφής. ~ ΓVΟΩΔ
πλίνθους* χρυσᾶς] Κροῖσος γὰρ ὁ Λυδῶν βασιλεὺς χρυσᾶς αὐτῷ πλίνθους προσήγαγεν. ~ ΓVΟΩΔ
ἐν Δελφοῖς* κτλ.] ἐν τούτοις γὰρ τοῖς τόποις ὁ Ἀπόλλων, ὡς λέγουσιν, ἐμαντεύετο. ἔστι δὲ οἱ μὲν Δελφοὶ ἐν Φωκίδι, ἡ δὲ Κολοφὼν ἐν Ἀσίᾳ. ~ ΓVΟΩΔ
ἄρνεια κρέα κτλ.] τοῦτο γὰρ ὁ Κροῖσος ποιήσας ἔπεμψεν ἐρωτῶν αὐτόν, τί διαπράττεται, ἀποπειράζων. ~ ΓΟΩ
— ] Κροῖσος γὰρ ἀποπειρώμενος τοῦ ἐν Δελφοῖς μαντείου, εἰ ἀληθὲς εἴη, ἐποίει τοιοῦτο· θεοπρόπους εἰς Δελφοὺς ἀποστέλλων ἔταξεν αὐτοῖς ῥητὴν ἡμέραν μετὰ τὸ ἀφικέσθαι κατὰ ταύτην τὴν ἐμπρόθεσμον ἀνερέσθαι τὴν Πυθίαν, τί νῦν διατελεῖ πράττων ὁ Κροῖσος. ἐποίει δὲ ταῦτα τηνικάδε Κροῖσος· λέβητα εἰς λέβητα ἐπεμβαλών, εἶτα χελώνης κρέα καὶ ἀρνειοῦ συγκατακόψας καὶ τῷ λέβητι τῷ διπλῷ ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης.
~ VΔ
Addit Δ: ἡ ἱστορία πλατύτερον μετὰ τοῦ χρησμοῦ παρὰ Ἡροδότῳ [1, 47]. ~
κορυβαντῶδες*] μανιῶδες· οἱ γὰρ Κορύβαντες δαίμονές εἰσι περὶ τὴν Ῥέαν. ~ ΓVΟΩΔ
κατόχιμα*] μανιώδη. ~ ΓV
φρικώδη] φοβερά. ~ ΓV
ἐχέτλης*] ἐχέτλη τοῦ ἀρότρου τὸ κράτημα. ~ Δ
Θεμιστοκλέους*] καὶ γὰρ μόνος ὁ Θεμιστοκλῆς συνῆκε τοῦ δοθέντος Ἀθηναίοις χρησμοῦ, ὅτε περὶ Ἀθηνῶν ἐπὶ Ξέρξου ἐμαντεύοντο Ἀθηναῖοι, εἰ ἄμεινον αὐτοῖς ἐκλιπεῖν τὸ ἄστυ, καὶ ἀνεῖλεν ἡ Πυθία τὸ τεῖχος δὲ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς Τριτογενείῃ
καὶ ὦ θεία Σαλαμίς, ἀπολεῖς δέ συ τέκνα γυναικῶν
. ὡς οὖν μόνου Θεμιστοκλέους ἀνευρόντος, ὅτι καὶ λέγει ὁ χρησμός, τοῖς δ’ ἄλλοις ἀσυνέτου ὄντος, τοῦτο καὶ νῦν διασύρει ὁ Μῶμος, ὅτι σαφέστερα ταῦτα τοῦ χρησμοῦ ἐκείνου, ὡς μὴ δεῖσθαι Θεμιστοκλέους ἐξηγητοῦ. ~ VΔ.
μέτοικός* εἰμι] ἐπειδὴ ἄνθρωπος ὤν, ὡς λέγουσι, πρῴην γέγονε θεὸς καὶ εἰς οὐρανὸν μετῴκησεν. ~ ΓVΟΩΔ
Ἡράκλεις ἰώ*] τοῦτο εἰώθασιν ἐπὶ θαυμασμοῦ λέγειν. ~ ΓVΟΩΔ
— ] τὸ Ἡράκλεις ἐπίφθεγμα ἐκπληκτικόν. ἐκπληττόμενος οὖν τοῦτο πρὸς Ἡρακλέα φησίν. ~ ΔVΟΩ
Βοιώτιον*] οἱ γὰρ Βοιωτοὶ ἐπὶ ἀνοίᾳ διαβάλλονται, Βοιωτὸς δὲ ὁ Ἡρακλῆς. ~ ΓΔ
—: εἰς ἀμαθίαν ἐσκώπτοντο οἱ Βοιωτοί· ἀφ’ οὗ καὶ ἡ παροιμία Βοιωτία ὗς
. ἐπεὶ οὖν Ἡρακλῆς Βοιωτός Ἀλκμήνης ἐξ γάρ —, δριμέως πάνυ ἐπέσκωπται· τὸ μὲν γὰρ προφανὲς τὸ ἀπὸ τοῦ τόπου ἐπισημαίνεται, τὸ δὲ νοούμενον εἰς ἀμαθίαν αὐτὸν διασύρει ὡς Βοιωτόν. ~ VΟΩΔ
στοάν* — Κυναιγείρῳ] ἐν ταύτῃ γὰρ τῇ στοᾷ τῇ λεγομένῃ Ποικίλῃ τὰ κατὰ Μαραθῶνα ἐγέγραπτο, ἐν Μαραθῶνι δὲ Ἀθηναῖοι Πέρσας ἐνίκησαν. Κυναίγειρος δὲ εἷς τῶν ἀριστευσάντων ἐν Μαραθῶνι κατὰ Περσῶν, ὁ δὲ Μιλτιάδης στρατηγὸς ἦν τότε τῶν Ἀθηναίων. ~ ΓCVΟΩΔ.
εὖ γε*, οἴκοθεν ὁ μάρτυς] παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας, τὸ ἐν τῇ συνηθείᾳ ἐξ οἴκου ἡ μαρτυρία. καλῶς οὖν ἐχρήσατο αὐτῇ, ἐπειδὴ κατὰ τῶν θεῶν νῦν ὁ Ἡρακλῆς ἐλάλησεν. ~ ΓVΟΩΔ
ἀγοραῖος*] Ἑρμῆς ὁ ἀγοραῖος ἐτιμᾶτο παρὰ τοῖς Ἀθηναίοις ὡς ἐν τῇ ἀγορᾷ ἱδρυμένος. εἰκότως δὲ ἀδελφὸν ἐκάλεσε τοῦ Ἑρμοῦ τὸ ἄγαλμα αὐτοῦ. ~ ΓVΟΩΔ
πίττης γοῦν ἀναπέπλασται*] οἱ γὰρ ποιοῦντες τοὺς ἀνδριάντας καὶ τὰ ἀγάλματα ἔθος ειἶχον περιπλάττειν τὸ ἄγαλμα τοῦ Ἑρμοῦ πίσσῃ καὶ οὕτω λαμβάνειν ἐξ αὐτοῦ ἐκτύπωμα, ἵνα πρὸς αὐτὸ ποιήσωσιν. ~ ΓVΟΩΔ
ὁσημέραι*] καθ’ ἑκάστην ἡμέραν. ~ ΓΔ
πισσούμενος: περιπλαττόμενος. ~ Γ
πιττούμενος] πίσσῃ πλαττόμενος. ~ V
κεκράκτας*] τοὺς τὰ μεγάλα κράζοντας. ~ ΓVΔ
Δᾶμίν* τε καί] μέλλοντος εἰπεῖν Ἑρμοῦ Δᾶμίν τε καὶ Τιμοκλέα
ὁ Ζεὺς τὸ πρᾶγμα νοήσας ἀνακόπτει αὐτόν. ~ ΓVΟΩΔ
εἰ πάλαι*] εἰ ἐκ πολλοῦ. ~ ΓV
ἀκροβολισμοῖς*] ἀκροβολισμός ἐστιν, ὅτε, πρὶν συμβάλλουσιν οἱ πολέμιοι, ἀλλήλους βάλλουσι τοῖς βέλεσι καὶ τοῖς λίθοις. ~ ΓVΟΩΔ
παρὰ πολύ*] κατὰ πολύ. ~ Γ
εἶτ’* οἱ ἄνθρωποι] εὗρον οὕτως ἰὤνθρωποι
, ἵν’ ιἦ σχετλιαστικὸν ἐπίρρημα συναληλιμμένον τῷ ἄνθρωποι. εἰώθασι δὲ οἱ μετρικοὶ τοῦτο ποιεῖν κἀν ταῖς παραθέσεσιν. ~ VΟΩ
ἰὤνθρωποι] τὸ ἐντελὲς ἰὼ ἄνθρωποι
, σχετλιαστικὸν ἐπίρρημα συναληλιμμένον τῷ ἄνθρωποι. εἰώθασι δὲ οἱ μετρικοὶ τοῦτο ποιεῖν κἀν ταῖς παραθέσεσιν, ὁποῖον καὶ τὸ ἀληθινὰ ’γώ
καὶ τὸ ἐν Πειραιεῖ δήπου ’στὶ Κανθάρων λιμήν.
καὶ ἔτι οἱ καταλογάδην χρῶνται τῷ τοιούτῳ, ὡς καὶ Πλάτων ποῖ φέρεσθε, ὤνθρωποι;
ἔστι γὰρ τὸ ἐντελὲς ὦ ἄνθρωποι
. ~ Δ
καί σε μετίασιν*] καί σε μετέρχονται, ὅ ἐστι τιμωροῦνται. ~ ΓV
Ἀρέθα. σὺ δὲ τάξιν αὐτῶν ὀνομάζεις τὴν ἀνάγκην.
τίνα ταύτην, βέλτιστε Δᾶμι, φῂς τὴν ἀνάγκην; ἔστι τις ἀνάγκη χηρεύουσα τοῦ καταναγκάζοντος; οὐκ ἂν σὺ πάντως ἐρεῖς σωφρονῶν, ὅτι μηδὲ διάθεσις τοῦ διατι ὁμοῦ πάντα χρήματα
, καθότι καὶ τὸ αὐτόματον ἄστατον ἐν πρακτέοις αἰτίαν οἱ περὶ ταῦτα δεινοὶ ἀφορίζονται. εἰ δ’ οὐκ ἐξ αὐτομάτου τὸ τάξει προϊὸν ἀμηχάνῳ (πῶς γάρ;), οὐδ’ ἂν αὐτόματος ὁ κόσμος. ἀπολυόμενος δὲ τῆς αὐτομάτου ἀλόγου αἰτίας οὐδὲν ἄλλο τὴν ἀνάγκην ἡμᾶς δίδωσιν ἐπιγινώσκειν ἢ τὴν φύσιν
ὑπομόχθηρον*] ἀνόητον. ~ ΓVΟ
κηλεῖν*] θέλγειν. ~ ΓV
ἡ θυγάτηρ* καὶ ὁ ἀδελφὸς καὶ ἡ γυνή] ἡ Ἀθηνᾶ καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἥρα. ~ ΓV
ἐξαπατᾷ κτλ.] πάντα ταῦτα Ὅμηρος περὶ τοῦ Διὸς εἶπε. καλῶς δὲ πάνυ τὸν Ὅμηρον αὐτὸν κατὰ τῶν Ἑλλήνων ἤνεγκε μάρτυρα. ~ ΓVΟΩ
οἱ θεοὶ ἐμονομάχουν κτλ.] ἐξεπίτηδες κατάπτυστα ταῦτα προσεπιβύεται τῇ διαλέξει, τὸν λόγον δολῶν καὶ ἵνα δοκῇ τι λέγειν ταῦτα ληρῶν. ~ Δ
σῶκος*] οὕτως ἐκαλεῖτο ὁ Ἑρμῆς οἱονεὶ σωσίοικος. ~ ΓVΟΩΔ
ἐριούνιος] ὠφελιμώτατος. ~ Δ
παρεκδύς*] παρεξελθών. ΓV
Πῶλον* κτλ.] οὗτοι ὑποκριταὶ ἦσαν ὑποκρινόμενοι τὰ τῶν τραγῳδιῶν δράματα. ~ ΓVΔ
ἐμβάτας*] τὰ ξύλα, ἃ ἐμβάλλουσιν ὑπὸ τοὺς πόδας οἱ τραγῳδοί, ἵνα φανῶσι μακρότεροι. ~ ΓVΟΩΔ.
ποδήρεις*] τὰ μέχρι τῶν ποδῶν ἑλκόμενα ἱμάτια. ~ ΓVΔ.
Εὐριπίδης* κτλ.] ἀλλ’ οὐδὲ τοῦτο ὡς ἐκ προσώπου Εὐριπίδου, μάταιε, ἀλλ’ ἐξ ἑτέρας ἀθεότητος εἰσηγουμένης. ποῦ
ἄλλοι ἄλλα νομίζουσι, Σκύθαι μὲν Ἀκινάκῃ θύοντες κτλ.] Ἀρέθα. ἀλλ’ οὐκ ἀπὸ τῆς πλάνου περὶ τὸ θεῖον ὑπολήψεως, ὦ τάν, τῶν γνώμην παρακεκινημένων 5 ἀνθρώπων ἤδη καὶ πρόφασιν ἂν θείημεν τοῦτο ἀνυπαρξίας, ὅτι μηδ’ ἀπὸ τῶν ἀποτευγμάτων φύσεως ἡ τέχνη μωμεῖται καὶ πρὸς ἀναίρεσιν τοῦ εἶναι ἐπηρεαστικῶς ἀποσκυβαλίζεται· οὐδὲ γὰρ γένεσις ζῴων ἀπὸ τῶν ἀμβλωμάτων καὶ τῶν τεράτων, οὐκ ὀφθαλμῶν ὄψις ἀπὸ τῶν καμόντων τε καὶ λημώντων καὶ τῶν ἀμβλυωττόντων, οὐμενοῦν· οὐ δεσπότης οἰκίας, εἴ τις τὸν θυρωρὸν ἢ τὸν τοῖς πταίσμασι διακονούμενον τῆς στροφῆς κατάρχειν αὐτῆς ἀλλ’ οὐ τὸν οἰκοδεσπότην οἴοιτο τῷ ὄντι ἐμβροντησίᾳ καταληπτός. οὐ πολλῷ πλέον ἡ γραφική, εἴ τις ἐμπλήκτως ἀπὸ καλαμίδος καὶ τῶν ὁμοίων αὐτῇ μέμφοιτο, ὁὶ μηδὲ τὰ γραφικὰ φάρμακα κεράσασθαι ἀξιόπιστοι καὶ ἱκνούμενοι τῇ τέχνῃ, οὐχ ὅτι καὶ εἶδος τὸ προτεθὲν ἐμμορφώσασθαι καὶ καταλλήλως τῇ φύσει τὴν μίμησιν συμπεράνασθαι. οὐκοῦν οὐδὲ τὸ θεῖον ἀναιρήσεις ἐκ τούτων ἐπισφαλῶς ἢ τῆς καθ’ ἡμᾶς αὐτὸ προνοίας ἀποσχολάσεις ἀπὸ τῶν ὡσπερεὶ μεθύοντα τὸ περὶ αὐτὸ σέβας κιβδηλευσάντων κνωδάλων θεοποιήσει τε καὶ ἀνιερώσει καὶ προσέτι ἀνθρώπων ἀκολάστων καὶ παλαιῶν. ~ Δ
Ἀκινάκῃ*] φρυγάνων φακέλους οἱ Σκύθαι συννήσαντες καὶ ὑπ’ αὐτῶν τῷ ὄγκῳ ἀκινάκην ἱδρύσαντες σιδήρεον θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων νομίζοντες αὐτὸν εἶναι τοῦ Ἄρεως τὸ ἄγαλμα. ~ ΓCVΟΩΔ
ἀμφηχής*] ἐκ τῶν δύο μερῶν ἠχῶν, τουτέστι βοῶν·
οἷοί εἰσι καὶ τῶν Ἑρμῶν ἔνιοι: οἱ Ἑρμαῖ τετράγωνοί τινες κίονες ἦσαν παρὰ τὰς ὁδοὺς ἱδρυμένοι ἄνω πρὸς τὸ ἄκρον εἰς κεφαλὴν ἔχοντες ἀνθρώπου μεμιμημένον τὸν λίθον. ἐνίοτε μὲν οὖν ἓν πρόσωπον εἶχεν ἡ κεφαλὴ ὡς πάντων ἀνθρώπων, ἔστι δ’ ὅτε καὶ δύο ἀφ’ ἑκατέρου μέρους. ᾐνίττετο δὲ αὐτοῖς ὁ Ἑρμῆς οὗτος τετράγωνος ὢν καὶ παρὰ τὰς ὁδούς. Ἑρμῆν τὸν λόγον βούλονται εἶναι. ἐσήμαινον οὖν τὸν βίον, ὃν διὰ τῆς ὁδοῦ παρεδήλουν, σὺν λόγῳ καὶ μετὰ λόγου πορεύεσθαι καὶ τοῦτον ἀληθῆ καὶ ἑδραῖον τὸ τετράγωνον ἀπεσάφει τοῦ σχήματος. διπρόσωπος δὲ ἐποιεῖτο εἰς ἔμφασιν τοῦ χρῆναι τοῖς φίλοις ἤτοι τοῖς τὴν αὐτὴν ἡμῖν ὁδὸν τοῦ βίου ἰοῦσι καὶ παροῦσι καὶ ἀποῦσιν ὁμοίως κατὰ διάθεσιν μένειν. ~ VΔ
— ] ὡραῖον. ~ Γ
Σαρδιανός*] ὁ ἀπὸ Σάρδεων· ἐν Σάρδεσι γὰρ ἦν τὰ τοῦ Κροίσου βασίλεια. ~ ΓVΩΔ
ἀμφιδέξιον*] ἀμφιδέξιος λέγεται ὁ ταῖς δύο χερσὶν ὡς δεξιαῖς χρώμενος. ἀμφιδέξιον οὖν ἐνταῦθα τὸ ἐκ τῶν δύο μερῶν νοούμενον. ~ ΓVΩΔ
ἕδη τὰ ἀγάλματα λέγει, παρὰ τὸ ἡδράσθαι. ~ VΩΔ
Ἀρτέμιδος*] ἐν γὰρ τῇ Σκυθίᾳ τοὺς κρατουμένους ξένους ἔθυον τῇ Ἀρτέμιδι. ~ ΓCVΩ
ἀνὴρ φείδεται κτλ.] ὡραῖον. ~Γ
ἐξ ἁμάξης*] ἐν τῇ ἑορτῇ τῶν Διονυσίων παρὰ τοῖς Ἀθηναίοις ἐπὶ ἁμαξῶν καθήμενοι ἔσκωπτον ἀλλήλους καὶ ἐλοι τὰ ἐξ ἁμάξης
. ~ ΓVΩ
— ] ἐν τοῖς Διονυσίοις ἔθος εἶχον σκώπτειν ἀλλήλους συνιόντας καὶ τούτων ἀπάρχεσθαι τῷ παρακαλέσαντι δαίμονι μέθης ἐφόρῳ καὶ τοιούτοις ἀεὶ χαίροντι. καὶ ἵνα τοῦτο περιφανέστερον δρῷτο, ἐφ’ ἁμαξῶν ἀνέβαινον καὶ οὕτως ἔσκωπτον, ὡς ἐξ ὑπερδεξίου μᾶλλον εὐηκοώτεροι ὦσι. τοῦτο καὶ νῦν φησιν· ἐπεκράτησε γὰρ ἐξ ἐκείνων εἰς παροιμίαν χωρεῖν ἐπὶ τῶν ἀδεῶς ταῖς ὕβρεσι χρωμένων καὶ οὕτω λέγειν τὰ ἐξ ἀμάξης παρρησιάζειν
. ~ Δ
τάφον*] τάφος ἦν ἐν τῇ Κρήτῃ καὶ ἐπεγέγραπτο ἐν αὐτῷ τοῦ Διὸς τάφος’ καὶ πρὸς αὐτὸν νῦν ἀποτείνεται. ~ ΓVΩΔ
ἀκάτια οἱ μὲν τοὺς μεγάλους καὶ μέσους καλοῦσιν ἱστούς, ὡς καὶ Πολυδεύκει τῷ ὀνοματολόγῳ [1, 91] δοκεῖ· εἰσὶ δ’ οἳ καὶ τὰ παρ’ ἡμῖν λεγόμενα κάρυα ἀκάτιά φασιν, οἷς ἡ κεραία ἀνέλκεται. ~ VCΩΔ
ἀλλ’ ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ ξυμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδὲν εἶχέ τι ἡ ναῦς, ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς· ὁ δὲ σὸς οὗτος κυβερνήτης, ὃν τῇ μεγάλῃ ταύτῃ νηὶ ἐφεστάναι ἀξιοῖς, καὶ οἱ ξυνναῦται αὐτοῦ οὐδὲ εὐλόγως οὐδὲ κατὰ τὴν ἀξίαν διατάττουσι κτλ.]
Τοῦ αὐτοῦ πρὸς τὸ ὑπὸ τοῦ δυσσεβοῦς Λουκιανοῦ λήρημα ὡς φθονερὸν ὅτι τὸ θεῖον.
Καὶ τί τῶν ἀσυμφόρων, κατάρατε, ὁ καλὸς οὗτος διετάξατο
πρότονος*] τὸ σχοινίον, εἰς ὃ δεσμοῦσι τὸν ἱστόν. ~ ΓVΩΔ
χηνίσκος*] τὸ τῆς πρῴρας μέρος, οὗ ἀπήρτηνται αἱ ἄγκυραι, ὃ καὶ τῆς τρόπιδός ἐστιν ἀρχή. ~ ΓVΩΔ.
διμοιρίτην*] ὁ τοῦ διμοίρου τῶν ἐν τῇ νηὶ ἄρχων. ~ ΓVΩΔ
τριμοιρίτην*] ὁ τοῦ τρίτου μέρους ἄρχων. ~ ΓVΩ
— ] οὕτως ἐλέγοντο οἱ μὴ τὸν ἐντελῆ μισθὸν λαμβάνοντες στρατιῶται τῷ μὴ εἶναι τὴν στρατιῶτιν ἀρετὴν τέλειοι. ~ VΩΔ
κατακολυμβῆσαι* κτλ.] πάντα ταῦτα λέγει ὡς ὀνόματα τῶν ἐν τῷ πλοίῳ σκευῶν, ἃ μεταφορικῶς ἐπὶ ἀνθρώπων νοητέον, ὅτι οἱ μὲν ὀφείλοντες καλῶς πράττειν ἀτυχοῦσιν, οἱ δὲ ἄδικοι εὖ πράττουσιν. ~ VΓΩΔ
Σωκράτης καὶ Φωκίων Ἀθηναῖοι ἦσαν ἀμφότεροι ἐπ’ ἀρετῇ θαυμαζόμενοι, ὁ μὲν φιλόσοφος, ὁ δὲ στρατηγός. ~ ΓVΩΔ
ὁ μὲν Καλλίας οὗτος, ὡς Κρατῖνος Ἀρχιλόχοις
τοίχου*] τοῖχος λέγεται οὐ μόνον ἐπὶ οἴκου ἀλλὰ καὶ ἐπὶ πλοίου. ~ ΓVΩΔ
κατὰ* ῥοῦν προχωρεῖ] κατὰ ῥοῦν φέρεται. ἐπὶ τῶν εὐπλοούντων ὁ λόγος, ὅτε πρὸς ῥεῦμα φερόμενοι τὸν ἴδιον πλοῦν ἀνύουσιν. ~ ΓCVΩΔ.
ἱερὰν — ἄγκυραν*] ἄγκυρά ἐστιν ἐν τῇ νηὶ ἡ μεγίστη, ἣν καλοῦσιν ἱεράν. αὕτη δέ, ὅτε μέγας καταλάβῃ κίνδυνος, τελευταία βάλλεται. εἶπεν οὖν τοῦτο ὡς μέλλων τελευταῖον εἰπεῖν ἐπιχειρημάτων τὸ πάντων μέγιστον. ~ ΓVΩΔ
τυμβωρύχε* κτλ.] καλῶς πάνυ εἰσήγαγε τὸν Τιμοκλέα πρὸς ὕβρεις τραπέντα· τοῦτο γὰρ ἔθος τοῖς ἡττωμένοις. ~ VΓΩΔ
κατατρυφῶντα*] πάνυ ἐπὶ τῆς νίκης ἐπιγελῶντα. ~ ΓVΩ
σύρφαξ: ὑποκορισμὸς τοῦ συρφετοῦ. ~ CVΔ
Ζωπύρου*] τοῦ Δαρείου πολιορκοῦντος τὴν Βαβυλῶνα καὶ μὴ δυναμένου παραλαβεῖν αὐτὴν ὁ Ζώπυρος κόψας ἑαυτοῦ τὰ ὦτα καὶ τῆν ῥῖνα καὶ μαστιγώσας ἑαυτὸν ἠβουλόμην σεσῳσμένον ἔχειν τὸν Ζώπυρον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν
. ~ ΓV
— ] Δαρείου τοῦ Μήδου Βαβυλῶνι τῇ πρὸς τὸν Εὐφράτην προσεδρεύοντος καὶ ἑλεῖν ταύτην δι’ ἰσχυρότητα καὶ ἀσφάλειαν μὴ δυναμένου Ζώπυρός τις ἀνὴρ τῶν ἐν τέλει Δαρείῳ προσελθὼν ἠξίου μαστιγώσαντα αὑτὸν καὶ λωβησάμενον ὤτων ἀφαιρέσει καὶ ῥινὸς ἀφεῖναι πορευθῆναι πρὸς Βαβυλῶνα τρόπον αὐτομόλου. οὕτως δὲ διαθεμένου αὐτὸν Δαρείου ἀπῄει φυγὰς δῆθεν πρὸς τοὺς Βαβυλωνίους. οἱ δὲ τὸ ἀνήκεστον ἰδόντες τοῦ πάθους ἐλπίσαντες ἀδιάλλακτα αὐτῷ τὰ πρὸς Δαρεῖον ἔσεσθαι καί τι καὶ δρᾶσαι τοῦτον ἀντάξιον τῆς τοιαύτης αἰκίας διανοηθῆναι πιστόν τε ἡγήσαντο ἑαυτοῖς Ζώπυρον καὶ ἐν τοῖς μάλιστα εὐεργέταις. καὶ δὴ φέροντες αὑτούς τε καὶ τὴν πόλιν ἐνεχείρισαν Ζωπύρῳ· ὅς μετ’ ὀλίγον Δαρείῳ ἑαυτὸν ἐνεχείρισεν αὐτῇ παραθήκῃ. ἐφ’ οἷς τοῦτο Δαρείῳ ἀνεφωνήθη τὸ ἐβουλόμην Ζώπυρον ἔχειν ἢ μυρίας Βαβυλῶνας εὐπορηκέναι
. ~ Δ
διάτορον*] ὀξύτονον. ~ ΓV
ἄυπνος*] Αἰήτης ὁ τῶν Κόλχων βασιλεὺς εἶχε δέρμα προβάτου χρυσοῦν καὶ τοῦτο δράκων παρεφύλαττεν ἄυπνος. ~ ΓVΩΔ.
— ] εἰς τὸ αὐτό. τὸ χρυσόμαλλόν φησι δέρος, ὃ Φρίξου
νῦν γάρ μοι πράγματα* κτλ.] ἐὰν θελήσω, φησίν, κρατῆσαί σε νῦν, δυσχερανῶ· πηδῶν γὰρ ἐν τῇ σκοτίᾳ δύνῃ διαφυγεῖν. ~ ΓVΩ
φθάνων] ἀντὶ τοῦ προλαμβάνων. ~ Δ
πρὸ ὁδοῦ ἔσῃ: τὸ ἐν τῇ συνηθείᾳ προκόψας ἔσῃ ἐν τῷ ἔργῳ τοῦ τροφὴν ὠνήσασθαι πεπορικὼς ἑαυτῷ
. ~ VΓφΔ. πρὸτοῦ
. καὶ Πλάτων ἐν Συμποσίῳ [174D] σύν τε δύ’ ἐρχομένω πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν. ἀλλ’ ἴωμεν
. ~
ἀνεγρόμενος*] ἀνεγειρόμενος. ~ Γ
Ζεῦ τεράστιε*] εἰώθεσαν οἱ ἀρχαῖοι ἀπὸ τῶν πραγμάτων τὸν Δία καλεῖν, οἷον δεχόμενοι ξένον ἐκάλουν Δία ξένιον. οὕτω καὶ ἐνταῦθα καλεῖ τὸν Δία τεράστιον τὸν ἀποδιώκοντα τὰ τέρατα. τέρας δὲ λέγει τὸ ἀνθρωπίνῃ φωνῇ τὸν ἀλεκτρυόνα χρήσασθαι. ~ ΓVΔ
ἀλεξίκακε: ὁ ἀποδιώκων τὰ κακά. ~ ΓCΔ.
ἀποτρόπαιον] ὃ ἀποτρέπεταί τις. ~ ΓVΔ
Ἀργοῦς τρόπις*] τὰ κατὰ τοῦ πλοίου. Ἀργὼ δὲ ἐστι τὸ πλοῖον, ἐν ᾧ Ἰάσων ἔπλευσεν· τούτου δέ, ὡς λέγουσιν, ἡ τρόπις ἐλάλει. ~ ΓVΔ,
φηγὸς* ἐν Δωδώνῃ] μαντεῖον λέγουσι τοῦ Διὸς ἐν Δωδώνῃ, ὅπου φηγὸς ἤτοι δρῦς, εἰς ἣν ἐμαντεύοντο. ~ ΓVΔ
ἑρπούσας*] παρ’ Ὁμήρῳ
οὐ χαλεπῶς*] οὐ δυσχερῶς. ~ ΓV
ἐχεμυθήσειν*] σιωπήσειν, φυλάξαι τὸ μυστήριον. ~ ΓVΔ
ὡς Ἀλεκτρυών τις κτλ.] κατὰ κοινοῦ τὸ ὥς, ἵν’ ᾖ οὕτως καὶ ὡς ξυμπίνοι καὶ ὡς ξυγκωμάζοι καὶ ὡς κοινωνοίη τῶν ἐρωτικῶν
. ~ ΔVΟ
ἀπίοι παρὰ τὴν Ἀφροδίτην κτλ.] λέγεται, ὅτι ἡ Ἀφρο
λαθόντα*] ἀγνοηθέντα. ~ ΓV
οὐδὲν* ὄφελος] τὸ ἑξῆς· καίτοι οὐδὲν ὄφελος· τί γὰρ μετὰ τὸ γενέσθαι τὴν προδοσίαν, εἰ βοᾶτε, ὄφελος; ~ ΔV
4 ἐκτράπεζον*] ἔξω τῆς τραπέζης. ~ ΓVΔ
Εὔφορβος*] οὗτος εἷς ἦν τῶν Τρώων, ὅστις καὶ πρῶτος δόρατι τὸν Πάτροκλον ἔπληξεν. ~ ΓVΟΩΔ
Μνησάρχου* παῖ] Μνήσαρχος πατὴρ ἦν Πυθαγόρου. καλῶς οὖν παίζων Μνησάρχου παῖδα τὸν Ἀλεκτρυόνα ἐκάλεσεν. ~ ΓVφΟΩΔ
ἀντὶ δὲ Σαμίου* Ταναγραῖος] Σάμος νῆσος ἦν, ὅθεν ὁ Πυθαγόρας, Τάναγρα δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Μίκυλλος. ~ ΓVφΟΩΔ
Ταναγραῖος*] γράφεται Ταναγρικός. ἐν Τανάγρᾳ τὰ τῆς ὑποθέσεως. ἡ δὲ Τάναγρα πόλις Βοιωτική. ~ Δ
οὐδὲν μελλήσας] οὐκ ἀναμείνας. ~ ΓV
Πυθαγόρειόν ἐστι τοῦτο τὸ δόγμα ἴσον τὸ φαγεῖν κυάμους τῷ φαγεῖν τὴν κεφαλὴν τοῦ πατρός
. ~ ΓVΔ
5 οὐκ ἀπόρρητος*] οὐκ ἀπηγορευμένη. ~ ΔΓV
οὐκ οἶδα, ὁπότερον ἂν ἑλοίμην] καλῶς γε σὺ ποιῶν· ἄμφω γὰρ τερατώδη καὶ εἰς φάσμα ψιλὸν ἀποτελοῦντα. ~ Δ
ἀναπεμπάζῃ*] τὰ προθεωρηθέντα ἀναμιμνῄσκῃ. ~ ΓVΦΔ
6 δεινόν*] μέγαν, θαυμαστόν. ~ ΓV
ὑπὲρ τὰ ἐσκαμμένα* ἤδη πηδᾷ] Φάυλλός τις ἐγένετο, ὅστις ἐπήδα πολλά. τῶν οὖν πρὸ αὐτοῦ σκαπτόντων πεν τήκοντα πόδας καὶ τούτους πηδώντων ὁ Φάυλλος ὑπὲρ τοὺς ν′ πάνυ ἐπήδησεν. ἐκράτησεν οὖν ἡ παροιμία ἐπὶ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν
. ~ ΓVΦΩΔ
μελιχρός*] ἡδύς. ~ ΓV
ἀποψήσῃ*] ἀπομάξῃ. ~ ΓVΟ
ἐλεφαντίνων*] λέγει Ὅμηρος [τ 562] διὰ μὲν τῶν ἐλεφαντίνων πυλῶν τοὺς ψευδεῖς ὀνείρους ἔρχεσθαι, διὰ δὲ τῶν κερατίνων τοὺς ἀληθεῖς. ~ VΓΦ
τυφλός*] ἱστοροῦσιν Ὅμηρον οἱ μὲν καὶ ἀπὸ γενεᾶς τυφλὸν καὶ τὸ σύμπτωμα ὄνομα τούτῳ γενέσθαι ὁμήρους καλούντων Δωριέων τοὺς τυφλούς. Ἡρόδοτος
Μίδα*] λέγεται, ὅτι Μίδας πάνυ ὢν φιλόχρυσος ηὔξατο πᾶν πρᾶγμα, οὗ ἂν ἅψηται, χρυσοῦν γίνεσθαι. φασὶ δέ, ὅτι καὶ ἀπὸ τούτου ἀπέθανεν· καὶ αὐτὴ γὰρ ἡ τροφή, ἧς ἥπτετο, χρυσῆ ἐγίγνετο. ~ ΓVΦΟΩ
πολύ: χυδαῖον γὰρ τὸ πολύ. ~ VΔ
ἄριστον* μὲν ὕδωρ κτλ.] ἡ σύνταξις οὕτως· ἄριστον μὲν τὸ ὕδωρ, ὁ δὲ χρυσὸς καθάπερ τὸ πῦρ ἐν νυκτὶ διαπρέπει κατὰ τὴν ἐξοχὴν τοῦ πλούτου. ~ ΓVΦΟΩΔ
Εὐκράτης] οὗτος ὁ Εὐκράτης παρ’ Ἀθηναίοις ἦν πλούσιος. ~ ΓVφΔ
ὑποβεβρεγμένος] ἀντὶ τοῦ μεθύων. ~ VΦΔ
σὺν τριβακῷ] ἐν πενιχρῷ. ~ V
ἠπίαλον* ] ῥῖγος πρὸ πυρετοῦ. ~ ΓVΦΩΔ.
ἔφεδρος*] ἡνίκα δύο παλαίουσιν ἀθληταί, κάθηταί τις ἔξωθεν ἄλλος ὀφείλων τῷ νικῶντι παλῆσαι, καὶ ὁ τοιοῦτος καλεῖται ἔφεδρος ἀντὶ τοῦ ἡττωμένου εἰσερχόμενος. ~ ΓVΦΩΔ
στοιχεῖον ἐνταῦθα λέγει τὴν τοῦ ἡλίου σκιάν· εἰώθεσαν γὰρ ὁρίζειν, ἡνίκα τυχὸν ἡ σκιὰ γένηται πεντάπους, συνελθεῖν. ~ ΓCVΦΩΔ
ὁποσάπουν τὸ στοιχεῖον: οὕτως εἰώθεσαν οἱ παλαιοὶ καλεῖν τὸν ἥλιον ἢ τὴν σκιὰν τὴν ἀπὸ τοῦ ἡλίου. ~ ΔCVΦ.
κουριῶν*] καρῆναι δεόμενος. ~ ΓVΩΔ
ἐπερειδομένῳ] ἐπανακλινομένῳ. ~ ΓV
μάτην λύκος χανών] παροιμία ἐπὶ τῶν ἐλπιζόντων τι καὶ παρ’ ἐλπίδας πραττόντων. ~ ΓVΦΔ
πότος παροξυτόνως μὲν σημαίνει τὸ συμπόσιον, ὀξυτόνως δὲ αὐτὸ τὸ πόμα καὶ τὸ πίνειν δηλοῖ. ~ Δ
φιλοτησίας*] φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~ ΓVφΩΔ
τῆς Ἀργολικῆς ἐκείνης μείρακος] τῆς Δανάης τοῦ Ἀκρισίου. ~ VΩ
Ἀκρισίου*] ὁ Ἀκρίσιος βασιλεὺς ὢν τοῦ Ἄργους ἔλαβε χρησμόν, ὅτι ὁ γενόμενος ἀπὸ τῆς θυγατρὸς αὐτοῦ Δανάης φονεύσει αὐτόν, καὶ διὰ τοῦτο φοβηθεὶς ἀπέκλεισεν αὐτὴν
ἔτνος*] πισσάριον. ~ ΔΓV
τοῖς Κρονίοις*] ἐν τῇ ἑορτῇ τοῦ Κρόνου. ~ VΓφΟΩΔ
τόμους*] τμήματα. ~ ΓVφΟΩ
ἀλλᾶντος*] λοκανίκου. ~ ΓVφΔ
ἁλουργῆ] πορφυρᾶ. ~ ΓVφΟΩ
ὑσγινοβαφῆ*] ὕσγινόν ἐστιν ἄνθος ἐοικὸς ὑακίνθῳ βαθύτερον. ~ ΓCVφΩΔ.
τοῖς πολλοῖς*] πολλοὺς πλειστάκις καλοῦσι τοὺς μὴ φρονίμους ἀλλὰ ἀνοήτους. ~ Δ
ἄοικος ἑστώς*] πρὸ τούτου, φησίν, εἰς τὸ σῶμα τοῦ Πυθαγόρου ἐπλανώμην οἶκον ζητῶν, ὅ ἐστι σῶμα, ἕως ὅτε Μνήσαρχος ὁ πατὴρ ὁ ἐμὸς ἔκτισέ μοι οἶκον, τουτέστιν ἔσπειρέ με. ~ ΓVΩΔ
ὧ τάν*] ὦ ἑταῖρε. ~ ΓVΩ
— ] σημαίνει τὸ ἑταῖρε καὶ γίνεται παρὰ τὸ ἔτης, ὅ σημαίνει τὸν συγγενῆ, κασίγνητοί τε ἔται τε
ἐν Βάκτροις*] χώρα Περσική. ~ ΓV
Αἴαντα κτλ. ] ὅρα, οἷά φησιν, εἰ καὶ ὡς περισύρων τὰ τοῦ Ὁμήρου καὶ ἐν σχήματι παιδιᾶς, ἀλλ’ ὅμως ἐναντία τοῖς ἐκείνῳ συγγραφεῖσι καὶ παραδοθεῖσιν ἡμῖν καὶ μάλιστα περὶ τῆς Τροίας, ὅτι πρῴην ὑφ’ Ἡρακλέους κατεσχέθη ἡ Τροία. ~ φ
πόθεν* γὰρ πολέμιος ὤν] ὁ γὰρ Εὔφορβος τῶν Τρώων, ὁ δὲ Ἀχιλλεὺς τῶν Ἑλλήνων. ~ ΔΓ VΩ
σοφιστής*] καθόλου σοφιστὰς ἐκάλουν τοὺς ἀπατῶντας διὰ τῶν λόγων. ~ ΓφΩΔ
οὐδὲν ὑγιὲς κτλ.] ὡραῖον. ~ ΓV
καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει κτλ.] κἂν εἰς μέρος, φησί, καταγελάσω σου, ὅσον κατεγέλασα Κροτωνιατῶν καὶ τῶν ἄλλων. ~ ΓVΦΩΔ
ὁ Τειρεσίας, ὡς λέγουσιν, εἶδε τὴν Ἀθηνᾶν λουομένην, κἀκείνη ὀργισθεῖσα μετέβαλεν αὐτὸν εἰς γυναῖκα. ~ ΓCVΔ
ὁ Καινεὺς πρότερον, ὥς φασιν, γυνὴ ἦν. ἠράσθη ταύτης ὁ Ποσειδῶν, ἡ δὲ οὐκ ἄλλως ἔφη συγγίνεσθαι αὐτῷ, εἰ μὴ ὀμόσῃ αὐτῇ πρότερον ποιήσειν, ὃ βούλεται. ὀμόσαντος δὲ τοῦ Ποσειδῶνος εἶπεν ὅτι ἄνδρα με ποίησον
. ὁ δὲ διὰ τὸν ὅρκον ποιήσας οὐκ ἠδυνήθη συγγενέσθαι. ~ ΓCVΦΩΔ
— ] λέγεται τὸν Καινέα ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλλόμενον καὶ γενναιότατον γενέσθαι, ὑπὸ Κενταύρων γε μὴν ὀλέσθαι ἐλάταις ἀλοώμενον. ~ VφΩΔ .
Τειρεσίᾳ*] ἠμφισβήτησαν ἀλλήλοις ὁ Ζἐὺς καὶ ἡ Ἥρα, τίς τῆς λαγνείας μᾶλλον ὀρέγεται, ἀνὴρ ἢ γυνή, καὶ ἔλαβον δικαστὴν τὸν Τειρεσίαν ὡς ἔμπειρον ὄντα τῶν δύο. ὁ δὲ ἔφη, ὡς ἐνναπλάσιον ἡ γυνὴ τοῦ ἀνδρὸς ὀρέγεται· καὶ ὀργισθεῖσα ἡ Ἥρα ἐτύφλωσεν αὐτόν. ~ ΓCVΦΩΔ.
συνενεγκοῦσαν*] ἐπὶ συμφέροντι γενομένην. ~ ΓVφΟΩ
Διοσκόρω*] καὶ τοῦτο θαυμαστικῶς ἀναφωνεῖ. τοὺς Διοσκόρους δὲ παραλαμβάνει ὡς σωτῆρας δῆθεν, ὡς ἂν μὴ τῇ μεταβολῇ τῶν βίων ναυάγιον ὑποσταῖεν ὡς οἱ ἀπὸ γῆς πρὸς τὴν θάλασσαν μεταποιούμενοι. ~ VΦΩΔ
ποτνιωμένου] ὀδυρομένου. ~ ΓV
οἰσυίνην*] οἰσυίνη ἡ ἐκ λύγων ἀρχαιοτρόπως πεπλεγμένη, ὁποῖα ἔσθ’ ὅτε καὶ ἐξ Αἰγύπτου κομίζεται κοιτίδια τοιαύτης ἐργασίας. ~ Δ
— ] τὴν ἀπὸ τῆς οἰσύας. οἰσύα δέ ἐστιν ἀκανθώδης βοτάνη, ἀφ’ ἧς πλέκουσι τὰ σχοινία. ~ ΓVΦΩΔ
πονοῦσιν*] κατασκευάζουσιν. ~ ΔΓVφΩ
κατεχαλάζησας*] κατέχεας. ~ ΔΓVφ
διαπυκτεύων: ἀντὶ τοῦ διασκοπούμενος καὶ ἐξακριβῶν· ἐπεὶ καὶ οἱ πύκται περὶ πολλοῦ ποιοῦνται τὴν πρὸς τὸν ἀνταγωνιστὴν βολὴν κατακαίριον ποιῆσαι ἀλλὰ μὴ μάτην μηδὲ πρὸς ἀέρα δέρειν τὴν πυγμὴν πέμψαντα. ~ CVΦΩΔ
σαπέρδην*] εἶδός τι ἁλιστοῦ. οἱ δὲ τὸν Πόντον οἰκοῦντες τὸν κορακῖνον ἰχθύν. ~ ΓCΦ,
— ] εὐτελὲς βρῶμα ἀπὸ ἰχθύων μικρῶν τεταριχευμένων, οἷα νῦν τὰ ἀπὸ τῶν ἀφύων ἤτοι ἐγγραύλεων ἢ τῶν σαύρων διειρμένα καλάμοις πτύχια. ἔνιοι δὲ σαπέρδην εἰρήκασι τὸ ἐκ συὸς τάριχος, ὅ νῦν γόνδην Παφλαγόνες φασὶ καὶ χρῶνται. ~ VΦΩ,
μαινίδας*] τὴν καλουμένην μαινομένην. ~ ΓV
ἄθλιοι τί τῶν κακῶν κτλ.] ὡραῖον. ~ Γ
νοτίζεσθαι*] βρέχεσθαι. ~ ΓΔ
ἐπιεικεῖς] τὸ ἐπιεικές τρία δηλοῖ, τὸ τὸν τρόπον ἀγαθόν, ὡς ὅταν λέγωμεν ἐπιεικὴς ἄνθρωπος
, καὶ τὸ σύμμετρον, ἐπιεικῶς ὅδε ζῇ
ἀντὶ τοῦ συμμέτρως, καὶ τὸ πάνυ, ὡς ἐν τοῖς Ὀλυνθιακοῖς ὁ Δημοσθένης [Ι 4] οὐ μὴν ἀλλ’ ἐπιεικῶς τοῦθ’ ὃ δυσμαχώτατόν ἐστιν
ἀντὶ τοῦ πάνυ δυσμαχώτατον. ~ Δ
Κροῖσος περιτετιλμένος* τὰ πτερά] ἀντὶ τοῦ καταλυθεὶς ἀπὸ τῆς βασιλείας. νικήσας δὲ αὐτὸν ὁ Κῦρος ἠθέλησεν αὐτὸν καῦσαι καὶ μετὰ ταῦτα ἐλεήσας ἔσωσεν. ~ ΓVΦΩΔ
τραγῳδία*] ἐπειδὴ τὰ ἐν τῇ τραγῳδίᾳ κομπά ἐστιν, εἰκότως τραγῳδίαν τὸν ἑαυτοῦ κόμπον ἐκάλεσεν. ~ ΔΓV
ἐφεστρίδα*] τὸ φορούμενον ἔξωθεν ἱμάτιον. ~ ΓVΩΔ
Φειδίας* κτλ.] οὗτοι ἀγαλματοποιοὶ ἦσαν. ~ VΓ
οὐδέπω — γόμφους* κτλ.] τουτέστιν οὔπω ἡμῖν εἶπας τὴν οὖσαν ἔνδον τῆς ἀρχῆς συμφοράν. ~ ΓVφΩΔ
Πέρσην κτλ.] Ἀρταξέρξου Περσῶν βασιλεύοντος Κῦρος ὁ ἀδελφὸς τὴν βασιλείαν ἀποσπάσαι βουλόμενος διὰ Κλεάρχου πολὺ συνῆξε στρατόπεδον. ~ ΓVΔ
ξενολογῶν*] ξένους στρατιώτας συνάγων. ~ ΓVφΩ
πρὸς οὖς — κοινολογούμενος*] ἰδίᾳ ἀνακοινούμενος. ~ ΓVφ
ἄλλον Παρμενίων* ἐπαινούμενος] τὸν Φίλιππον λέγει· τούτου γὰρ στρατηγὸς ὢν ὁ Παρμενίων πάνυ ηὐδοκίμει. ~ ΓVφ ΩΔ
Περδίκκαν Πτολεμαῖος καὶ Πτολεμαῖον* Σέλευκος] οὗτοι οἱ τρεῖς διάδοχοι ἦσαν Ἀλεξάνδρου, καὶ ὁ μὲν Περδίκκας συνδιῴκει Ἀριδαίῳ τῷ βασιλεύοντι μετ’ Ἀλεξάνδρου ἀσθενεῖ ὄντι τὴν βασιλείαν, ὁ δὲ Πτολεμαῖος ἦρχεν Αἰγύπτου καὶ Σέλευκος τῶν περὶ Βαβυλῶνα τόπων, ὡς ἱστορεῖ Δέξιππος
ἁμάρτοι τῆς τομῆς κτλ.] τὸ ἑξῆς· τῆς ἐπ’ εὐθὺ τομῆς. ~ V
προσκρούσας*] κενεμβατήσας. ~ Γ
ἐμβάδων*] κοθόρνων. ~ Γ
ταῖς* φυσικαῖς ἐπιθυμίαις] πάνυ καταλλήλως τοῖς φυσικοῖς τῶν ζῴων ἤθεσι τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα ἥρμοσε, τῷ πρὸς τὰς θηλείας πλεονεκτικῷ τοῦ ἵππου τὸ τοῦ τελώνου ἄπληστον, τῇ τῶν βατράχων φλυαρίᾳ τὸ συκοφαντικόν, τῷ κωτίλῳ τῶν κολοιῶν καὶ θορυβώδει τὸ σοφιστικόν, τῷ δηκτικῷ τῶν κωνώπων καὶ παντὸς οὑτινοσοῦν προσαπτικῷ τὸ μαγειρικόν, τῷ πρὸς ὀχείαν ἑτοίμῳ τοῦ ἀλεκτρυόνος τὸ τῆς κιναιδίας ἀκόλαστον. ~ VΩΔ
Τίβιος*] οἰκέτου ὄνομα. ~ ΔΓVΩ
τάριχος*] ἁλιστόν. ~ ΓΔ
ἐλλόβιον*] ἐνώτιον τὸ ἐν τῷ λοβῷ, ὅ ἐστι τῷ τοῦ ὠτὸς ἄκρῳ, βαλλόμενον. ~ ΓVΩΔ
σπαθῶσι*] μετὰ τρυφῆς δαπανῶσιν. ~ ΓVΩΔ
περίειμι*] περιελεύσομαι. ~ Δ
σίλφην*] ζωύφιον ἐοικὸς κανθάρῳ. λέγεται δὲ καὶ τίλφη. ~ ΓVφΔ
ἐμπίδα*] ζωύφιον ἐοικὸς κώνωπι γινόμενον ἐν τοῖς ὕδασιν. ~ ΓVφΔ.
ἀνέῳγε*] ἰδοὺ καὶ αὐτὸς ἀνέῳγεν ἐπὶ τοῦ παθητικοῦ εἶπεν· καὶ ποῦ σοι νῦν ἡ ἐθελακρίβεια, ᾗ σολοικίζειν ἀπηυθαδίζου τὸν κακοδαίμονα σοφιστήν
καταπυγοσύνην τινά: καὶ οὐ συνήδομαί γε τῇ ἀσελγείᾳ· οὐκοῦν οὐδὲ ἀνθρωπίνην εἶναι νομίζω. ~ Δ
τὸ λυκαυγές*] τὸ ἑωθινόν, ἔτι μικρᾶς σκοτίας οὔσης. ~ ΓVΩΔ
πλάσματα*] τὸν Προμηθέα γὰρ λέγουσιν Ἕλληνες τοὺς ἀνθρώπους δημιουργῆσαι. ~ ΓVΦΔ
ἀπότομοι*] ἀποτετμημέναι, μηδεμίαν ἔχουσαι διάβασιν. ~ ΓVφΟΩΔ
Κρόνε* κτλ.] ὁ μὲν Κρόνος πατὴρ ἦν τοῦ Διός, ὁ δὲ Ἰαπετὸς ἀδελφὸς Προμηθέως. ἦσαν δὲ τῶν διωχθέντων ὑπὸ Διὸς θεῶν, καὶ διὰ τοῦτο αὐτοὺς καλεῖ. ~ ΓVφΩΔ
ἐγχειρισθείς*] ἐμπιστευθείς. ~ ΓV
ἔοικας ὦ Ἑρμῆ κτλ.] ὡραῖον. ~ ΓV τ
ῆς ἐν πρυτανείῳ* σιτήσεως — ἐτιμησάμην ἂν ἐμαυτῷ] ἄξιον ἐμαυτὸν ἔλεγον. πρυτανεῖον δέ ἐστιν, ἐν ᾧ οἱ πρῶτοι συνήγοντο τῶν βουλευτῶν, ὅθεν καὶ τῆς σιτήσεως ἀπέλαυον. ~ ΓVφΩΔ
— ] ⸤τοὺς γάρ⸥ τι μέγα εἰργασμένους ⸤τῶν πο⸥λιτικῶν καλῶν ταύτῃ ⸤τῇ δ⸥ωρεᾷ οἱ πάλαι ⸤ἐτί⸥μων. ~
⸤B⸥VφΩΔ ἕωλον*] ψυχρὰ καὶ ἀνωφελής. ~ ΓVφΩ
Δ ἔφεσιν*] ἔφεσίς ἐστιν ἡ ἀπὸ δικαστηρίου εἰς ἄλλο δικαστήριον μετάβασις, ἣν καλοῦσι νῦν ἔκκλητον. φησὶν οὖν ὅτι ἀνωφελής σοί ἐστιν ἡ ἔφεσις· μετὰ γὰρ τὴν ψῆφον τοῦ Διὸς οὐδὲν ποιῆσαι ἄλλο δυνάμεθα
. ~ ΓVΦΩΔ
— ] ⸤ἔφεσιν οἱ δικανικοί⸥ φασιν, ⸤ἡνίκα ὁ κρινόμ⸥ενος μεῖζον δικαστήριον ἐξαιτεῖται. ~ ⸤B⸥VφΩΔ
μοιρᾶσαι*] διαμερίσαι. ~ ΓV
διασιλλαίνειν*] σίλλος ἐπὶ σκωμμάτων, κατὰ τροπὴν τοῦ τ̄ εἰς σ̄, τίλλοι τινές· τίλλειν δέ ἐστι τὸ σκώπτειν. δηλοῖ δὲ καὶ χλευαστικὸν ποίημα παρὰ τὸ διασείειν τοὺς ἴλλους καὶ διασύρειν τῷ σχήματι τῶν ὀφθαλμῶν· ἴλλοι γὰρ οἱ 25 ὀφθαλμοὶ παρὰ τὸ εἰλεῖσθαι ἐν αὐτοῖς τὰς κόρας. ~ Δ
ἀλλ’ ὅμως ἐκείνων κτλ.] ὡραῖον. ~ ΓV
ἡ ἐξέτασις*] ἀντὶ τοῦ ἡ παράθεσις. ~ BVφΩΔ
εὐδαιμονέστερον ἀποφαίνειν*] τοῦ θείου δηλονότι. ~ ΓVΩΔ
ταῦτά ἐστι κτλ.] βαρύτητος ὁ λόγος. ~ BVφΩΔ
ἀκαμῆ: ἀντὶ τοῦ ἀκατασκεύαστον, ἀπεριποίητον, ἀκατέργαστον. ~ BCVφΔ
μεσταὶ δὲ Διὸς κτλ.] Ἀράτου
— ] οἷον ἐπικαιρότατον τοῦτο προήνεγκεν. ~ B νῦν δ’ εἰς τὸ κοινὸν — Ἀπόλλωνος] κατ’ εἰρωνείαν. ~ ΓVΩ
τἀμαυτοῦ μόνα σκοπῶ κτλ.] καὶ τοῦτο βαρύτητος· εἰρωνεία γάρ. ~ BVφΩ
παραθῶμεν πρὸς ἔλαττον : ἀντὶ τοῦ ἐξετάζοιμεν, συγκρίνοιμεν, παραβάλλοιμεν. ~ CBVΩΔ
διατριβήν*] ⸤ἡ διατριβὴ ἐνταῦθα τὴν ἄνεσιν σημαίνει καὶ τὴν κατὰ σ⸥χολὴν ἀπόλαυσιν. ~ V⸤Β⸥φΩΔ
ταῦροι* κτλ.] ταῦτα πάντα ὁ Ζεὺς γέγονε, δι’ Εὐρώπην ταῦρος, δι’ Ἀντιόπην Σάτυρος, διὰ Λήδαν κύκνος. ~ VΓΦΩΔ
μέτειμι*] μετελεύσομαι. ~ Δ
ἐναυσαμένου*] ἅψαντος. ~ ΓV
ἐάων*] τῶν ἀγαθῶν. ~ ΓVΔ
κνισᾶν ἀγυιάς: ἀντὶ τοῦ θύειν. ~ BΔ
— ] θυμιᾶν. ~ ΓV
ὤνησο*] εὐφράνθητι. ~ ΓV.
ἓξ καὶ δέκα: Ἀττικῶς τ⸤ὸ ξ̄⸥ ἐφυλάχθη· αὐτοὶ γὰρ ⸤ἐπὶ⸥ τῆς τῶν ἀριθμῶν συνθέ⸤σεως⸥ τὰ τέλη φυλάττουσι τῶν ἁπλῶν. ~ ⸤B⸥CVΩΔ
σὸς ἀδελφός] Ἡρακλῆ λέγει. ~ B
Θέτιν*] λέγουσιν, ὅτι ὁ Ζεὺς ἐρασθεὶς Θέτιδος ἐδίωκε ἐὰν συγγένῃ τῇ Θέτιδι, ὁ ἐξ αὐτῆς γεννώμενος ἀναιρεῖ σε, ὡς ἀνεῖλες σὺ τὸν πατέρα σου Κρόνον
. καὶ αἰσθόμενος ὁ Ζεύς, ὅτι ἀληθῆ εἶπε, τὴν μὲν Θέτιν ἔζευξε τῷ Πηλεῖ, τὸν Προμηθέα δὲ δ’ Ἡρακλέους τῆς συμφορᾶς ἔλυσεν. ~ ΓVΦΩΔ
Ἰκαρομένιππος ὁ προκείμενος ἐπιγέγραπται λόγος διὰ μὲν τὸ πτηνὸν ⸢εἰσάγεσθαι τὸν τῷ δράματι⸣ ὑποκείμενον εἰς Ἴκαρον τὸν Δαιδάλου ὑποφερόμενος, διὰ ⸢δὲ τὸ μεγα⸣λόπραγμον καὶ περίεργον καὶ φασματῶδες εἰς Μένιππον τὸν Κυνικὸν φιλόσοφον ἁρμοζόμενος, ὃς Πατάρων ὑπάρχων τῆς Λυκίας καὶ τὴν Ἀντισθένους δόξαν ὑποποιούμενος γενναῖος ἦν καὶ συγκεκροτημένος τὸ σῶμα καὶ οὐκ ἀδόκιμος οὐδὲ τὴν ὄψιν ὅσα πρὸς ὥραν εὐπρόσωπον ὑποφέρεται καὶ οὕτως ὥστε, εἰ πίστις ὕπεστι Φιλοστράτῳ τῷ Τυρίῳ τὸν Ἀπολλωνίου τοῦ Τυανέως ἀναγράφοντι βίον [4, 25], καὶ ὑπὸ Ἐμπούσης ἐρασθῆναι κατὰ Κόρινθον τῆς Πελοποννήσου· καὶ ἀπὸ τούτου ἐπεὶ περιέτυχεν Ἀπολλωνίῳ τῷ προειρημένῳ γόητι ἀνθρώπῳ, ὅμοιος, φασίν, ὁμοίῳ συνήφθη καὶ τὸ τοῦ βίου λοιπὸν δυσαποσπάστως ἔσχηκε τούτου τερατείαις τε συνευκαιρῶν καὶ πρὸς μηδὲν ὑγιοῦς διανοίας τὴν σχολὴν ἀποδιατρίβων. διὸ καὶ ὁ παρὼν Λουκιανὸς φασματολογῆσαι τοῦτο δὴ τὸ σύνηθες αὐτῷ προῃρημένος καὶ ὑπερνέφελα τερατεύσασθαι συζεύγνυσι τούτῳ τὸν Ἴκαρον, λίνον λίνῳ συνάπτων, ὡς οἱ παροιμιαζόμενοι φάσκουσιν. ~ ⸢V⸣φΔΩ
σταθμός*] μονή. ~ ΓVΦΩ
παρασάγγαι*] μέτρον ἐστὶ Περσικόν, ἔχει στάδια λ′. τὰ δὲ ζ′ στάδιά εἰσι μίλιον ἕν. ~ ΓΩΔ
— ] ὁ παρασάγγης μέτρον ἐστὶ παρ’ Αἰγυπτίοις, μεθ’ οὗ μετροῦσι διὰ τὴν τοῦ Νείλου ἐπίκλυσιν τὴν γῆν, ἔχον σταδίους τριάκοντα. ὁμοίως δὲ καὶ ὁ σχοῖνος ξ′. ὁ δὲ στάδιος ἔχει πόδας χ′. τὸ δὲ ὄνομα τὸ παρασάγγης τοῦτο εὕρηται πολλάκις ἐν τῇ Ἀναβάσει τοῦ Κύρου. ~ Δ
— ] μέτρον Περσικὸν ὁ παρασάγγης, ὁδοῦ στάδιοι λ′. τὸ δὲ στάδιον ὀργυιαὶ ρ′, ὥσπερ καὶ τὸ πλέθρον ποδῶν ἑκατόν. τὸ δὲ μίλιον στάδια ζ′· τινὲς δὲ τῶν ἀρχαιοτέρων δέκα βούλονται σταδίων τὸ μίλιον εἶναι· Στράβων δὲ ὁ γεωγράφος
ὑποξενίζοντας*] ξένως καὶ ἀγνώστως διαλεγομένους. ~ ΓVΩΔ
λογίζομαι*] ἀριθμῶ. ~ ΓΩΔ
ὅλους*] ὁλοκλήρους. ~ ΓVΩ
διοπετὴς πάρεστιν ἐξ οὐρανοῦ*] ἀπὸ τοῦ οὐρανοῦ πεσών. ~ ΓVΩ
πέρα* πίστεως] ὑπὲρ τὴν πίστιν. ~ ΓVΦΩ
Φρυγί *] ὁ Γανυμήδης ἦν Φρὺξ μειρακίσκος εὐπρεπής. τούτου ἠράσθη ὁ Ζεὺς καὶ μεταβληθεὶς εἰς ἀετὸν ἥρπασεν αὐτὸν πιγκέρνην. ~ ΓVΦΩ.
— ] ὁ Γ. — ἥρπασε καὶ πεποίηκε πιγκέρνην ἀναγαγὼν ἐν τῷ οὐρανῷ. ~ Δ
προσφερές*] ὅμοιον. ~ ΓV
ἄνοδον οὔτε κτλ.] ὡραῖον. ~ Γ
παιδικά*] ἐρώμενον. ΓVφ
Ἰκάριον*] ὁ Ἴκαρος υἱὸς ἦν τοῦ Δαιδάλου. ὅτε οὖν ἐπέτοντο αὐτὸς καὶ ὁ πατήρ, ὡς παῖς ὁ Ἴκαρος ἀνελθὼν εἰς
— ] ὁ γὰρ Δαίδαλος μικρὸν ἐπετάσθη διάστημα, οὗτος δὲ καὶ εἰς αὐτὸν ἔφη ἀναβεβηκέναι τὸν οὐρανόν. ~ ΓVΩΔ
τὰ ὠκύπτερα*] τὰ ἄκρα τῶν πτερῶν τὰ εἰς ὀξὺ καταλήγοντα. ~ ΓVΦΩΔ
αὐταῖς ὠλέναις*] σὺν αὐταῖς ὠλέναις. ὠλένας δὲ λέγουσι καὶ τοὺς ὤμους. ~ ΓVΦΩΔ
ἀστεῖον*] ἡδύ. ~ ΓΔ
τὰ κατὰ τὸν βίον γελοῖα κτλ.] σχόλιον ασιλείου Ἀδάδων. τὰ περὶ τὸν βίον, ὦ Λουκιανέ, ὀρθῶς καὶ ἀληθῶς εἴρηκας στηλιτεύσας τὸ ἄστατον αὐτοῦ καὶ ἀνώμαλον, οὐ μὴν καὶ τὰ περὶ τοῦ κόσμου καὶ τῆς τούτου κατασκευῆς· ἄθεος γὰρ ὢν καλῶς ἀγνοεῖς τὸν πεποιηκότα καὶ τὴν αἰτίαν τῆς παρεισάξεως αὐτοῦ. ~ Δ
τὴν αἰτίαν ἔχειν κτλ.] ὡραῖον. ~ ΓV
διᾴξασα] ὁρμήσασα. ~ ΓVΔ
ἀτέκμαρτα*] ἄδηλα. ~ ΓVΔ
ἐνῆν*] δυνατόν. ~ ΓVΔ
ὑψαγόραι*] ὑψηλὰ λέγοντες. ~ ΓVφ
οὐρανογνώμονες*] οὐράνια φρονοῦντες. ~ ΓVφ
μετεωρολέσχης*] περὶ τῶν οὐρανίων φιλοσοφῶν. ~ ΓVφΔ
ἐδέησαν*] οὐκ ἴσχυσαν. ~ ΓVΔ
τερατουργίαν*] ματαιολογίαν. ~ ΓVΔ
χαμαὶ* ἐρχομένων] ἀνθρώπων. ~ ΓV
ἄγνωμον*] ἀνόητον. ~ ΓVΦΔ
μύδρον* — τὸν ἥλιον] σίδηρον πεπυρωμένον. ~ ΓVΦUΩΔ.
εἰ ἐν γειτόνων* ἐστί] εἰ γειτονοῦσιν ἀλλήλοις καὶ πλησιάζουσιν. ~ ΓVΦΩΔ
οἱ δὲ κτλ.] ὅρα τὴν Λουκιανοῦ ἀθεότητα. ~ ΓVΦUΔ,
περί τε ἰδεῶν] εἰς Πλάτωνα καὶ Ἀριστοτέλην αἰνίττεται. ~ ΓVΦΩΔ
πέρατός τε καὶ ἀπείρου*] δύο γὰρ ταῦτα, τὸ πέρας τε καὶ τὴν ἀπειρίαν, αἴτια εἶναί φασιν οἱ μαθηματικοὶ τῆς τοῦ παντὸς γενέσεως⸣ , τοῦ πέρατος μὲν εἰδοποιοῦντος καὶ ἐπὶ στάσιν ἄγον⸢τος τὰ γινόμενα καὶ περιορίζον⸣τος τος, τῆς δὲ ἀπειρίας ὁδὸν τῇ γενέσει ἐνδιδούσης καὶ ἀναζωπυρούσης ⸢τὸ ἤδη πρὸς παῦ⸣λαν ἀποκλινόμενον καὶ κεκμηκὸς τῶν γινομένων τῇ ἀσθενείᾳ τῆς ὕλης καὶ βίου πάλιν ἄλλου σπέρματα παρεχομένης τῷ ἐνδελεχεῖ τῆς διαδοχῆς καὶ ἀπεράντῳ τῆς κινήσεως. ~ ⸢V⸣Δ
παμπόλλους τινὰς εἶναι τοὺς κόσμους] Δημόκριτον διαπαίζει. ~ ΓφΩΔ
ἕτερος — πόλεμον τῶν ὅλων πατέρα] Ἐμπεδοκλέα μωκᾶται. ~ ΓΦΩΔ.
ἀριθμός τις ὁ θεός] Πυθαγόραν λέγει. ~ ΓVΦΩΔ
κατὰ κυνῶν — ἐπώμνυντο] Σωκράτην φησίν. ~ ΓVΦΩΔ
ἑνὶ μόνῳ τὴν τῶν ὅλων ἀρχήν] εἰς Μωσέα ἀποτείνεται τάχα. ~ ΓVΦΩΔ.
τὸν μέν τινα πρῶτον θεόν] Ἀριστοτέλην διαγελᾷ. ~ ΓVΦΩΔ
οἱ μὲν ἀσώματόν τι] τὸν Πλάτωνα· καὶ γὰρ αὐτὸς τὸν
οἱ δὲ ὡς περὶ σώματος] τοὺς Στωικοὺς λέγει. ~ ΓΦΩΔ
προνοεῖν — οὐ πᾶσιν ἐδόκουν οἱ θεοί] Ἐπικουρείους φησί. ~ ΓVΦΩΔ .
παρηβηκότας*] γεγηρακότας. ~ ΓV
δορυφορήμασιν*] δορυφορήματα καλεῖται παρὰ τοῖς κωμικοῖς τὰ κωφὰ πρόσωπα, ἅτινα συνεξέρχεται μὲν τοῖς κωμῳδοῦσιν, αὐτὰ δὲ οὐδὲν διαλέγεται, καθάπερ οἱ δοῦλοι. ~ ΓCVφΩΔ
ἔνιοι δὲ κτλ. ] διασύρας ταῦτά φησιν. ~ Δ
ὑψιβρεμέταις*] ἐν ὕψει βροντῶσιν, ὅ ἐστιν ὑπερηφάνοις. ~ ΓVφ
ἠυγενείοις*] τοῖς καλὰ γένεια ἔχουσιν. ~ Γ
ἀτεχνῶς*] πάνυ. ~ ΓV
θυμός*] λογισμός. ~ ΓV
ὁ λογοποιὸς* Αἴσωπος κτλ.] ὁ μυθοποιός· πλάττει δὲ μῦθον, ἐν ᾧ τὴν κάμηλον εἰσάγει διαλεγομένην τῷ Διί. ~ ΓVφΩΔ τ
ελαμῶσι*] λώροις. ~ Γ
λαβάς*] κρατήματα. ~ ΓVφ
τὸ χρῆμα*] τὸ πρᾶγμα. ~ Γ
ἀπὸ Πάρνηθος* κτλ.] ὄρη τῆς Ἀττικῆς. ~ ΓVΩΔ
ὑπὲρ* Φολόης κτλ.] ταῦτα Πελοποννήσου ὄρη τῆς Ἀργολικῆς μοίρας. τὸ Ταΰγετον δὲ τῆς Δακωνικῆς ἐν δεξιᾷ τῆς Σπάρτης. ~ VφΩΔ
Ὄλυμπον*] τὸν Μακεδονικὸν Ὄλυμπον λέγει, ὅς ἐπ’ ἀριστερᾷ τοῦ Πηνειοῦ καὶ τῶν Θεσσαλικῶν ἐστι Τεμπῶν, ὄρος ὑψηλὸν καὶ μέγα καὶ μέχρι Πέλλης παρατεῖνον. ~ VφΩΔ
κάμνοντος*] κοπουμένου. ~ ΓV
τῶν ἱπποπόλων*] τῶν περὶ τοὺς ἵππους ἀναστρεφομένων. ~ ΓVφ
Ῥόδιον κολοσσὸν κτλ.] ὁ μὲν κολο⸢σσὸς Ῥόδιος⸣ ἀνδριὰς ἦν χαλκοῦς Ἡλίῳ ἀνακείμενος, καθότι καὶ αὐτὴ ἡ νῆσος Ἡλίῳ ἀνεῖτο, ἑξήκοντα μὲν πηχῶν τὸ ὕψος, ἔργον δὲ Λυσίππου τοῦ ἀγαλματοποιοῦ. ὁ δὲ ἐπὶ τῇ Φάρῳ πύργος πρὸς τῇ ἐπὶ Πηλουσίῳ Αἰγύπτου Ἀλεξανδρείᾳ ᾠκοδόμηται, τετράγωνος, σταδιαῖος τὴν πλευράν, ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέχων ὡς ἀπὸ ἑκατὸν ὁρᾶσθαι μιλίων. ἀνεστάθη δὲ τοιοῦτος, ἵν’ ᾖ ἡμέρας μὲν σημεῖον τοῖς πλέουσιν, νυκτὸς δὲ πυρσός, πρὸς ὅν οἱ πλέοντες ἀπευθυνόμενοι μὴ ἔχοιεν ἐμπίπτοντες τοῖς τοῦ Παραιτονίου ἕρμασι διαφθείρεσθαι. γέγονε δὲ προστάγματι μὲν Ἀλεξάνδρου τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος, ἀρχιτεκτονήσαντος δὲ Σωστράτου τοῦ Κνιδίου, ὅς καὶ ἐπέγραψε τῷ πύργῳ ἐπὶ τῶν λίθων Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωιζομένων
καθάπερ ὁ Λυγκεύς: οὗτος λέγεται ὀξυδερκέστατος εἶναι, ὥστε καὶ τὰ ὑπὸ γῆν βλέπειν. ~ ΓVΩΔ
πλέως*] ἀνάπλεως. ~ ΓV
καπνοδόχης*] καλῶς εἶπεν ’ἐπὶ τῆς καπνοδόκης’ ὡς ἀπολομένῳ διὰ πυρός. ~ ΓVΦΩΔ
μὰ τὸν Ἐνδυμίωνα*] τοῦ Ἐνδυμίωνος ἐρασθεῖσα ἡ Σελήνη συνῆν αὐτῷ καὶ διὰ τοῦτο Ἐμπεδοκλῆς ὡς περὶ τὴν σελήνην διάγων κατὰ τοῦ Ἐνδυμίωνος ὄμνυσιν. ~ ΓVΦΩΔ
μισθοῦ χάριν] φιλοκερδὴς ὁ γραφεύς. ~ Δ
ἀτάρ*] ἀλλὰ δή. ~ ΓV
λημᾶν*] ὀφθαλμιᾶν· λήμη γὰρ ὁ συναγόμενος ἐν τῷ ὀφ
παρὰ* σοί] ἐν σοί ἐστι, φησί, τὸν ἕνα ὀφθαλμὸν βασιλικὸν κτήσασθαι. ~ ΓVΩΔ
κατ’ ὀλίγον ὑπαπιών*] κατὰ μικρὸν ἀπερχόμενος. ~ ΓVΔ
Πτολεμαῖον*] Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος Στρατονίκην τὴν ἰδίαν ἀδελφὴν εἶχε γυναῖκα. ~ ΓVΦΩΔ
Λυσιμάχῳ*] ὁ Λυσίμαχος εἷς ἦν τῶν Ἀλεξάνδρου διαδόχων. οὗτος Ἀγαθοκλέα τὸν υἱὸν διαβληθέντα ἐπιβουλεύειν αὐτῷ ἀπέκτεινεν. ~ ΓVΦUΩΔ
κατηλοημένος*] διατεθρυμμένος, τεθερισμένος. ~ ΓVφΩ
— ] συντετριμμένος· ἀλοᾶν γὰρ τὸ συντρίβειν ἢ τύπτειν. ~ VφΔΩ.
χαμαιτυπείῳ*] πορνείῳ. ~ ΓV
τερπωλήν*] τέρψιν. ~ ΓV
ἔργον*] δυσχερές. ~ ΓVΩΔ
εἰλαπίναι*] εὐωχίαι, ἄριστοι. ~ ΓV
ἐν γειτόνων* κτλ.] ἑκάστου ἔθνους ἐπιτήδευμα λέγει. ~ ΔV
τὴν Γετικήν*] τὴν τῶν Γετῶν χώραν. οἱ δὲ Γέται ἔθνος βάρβαρον. ~ ΓVUΩΔ.
κυκεών ἐστι πόμα ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος συγκείμενον. ἐπειδὴ οὖν ἀπὸ πολλῶν λέγει
καὶ μὴν — ἦν τὰ γινόμενα] ὡραῖον ὅλον. ~ Δ
ἀπῳδά*] ἔξω τῆς ὠδῆς. ~ ΓVΔ
γελοῖα*] γέλοιος γελοίου διαφέρει· γέλοιος μὲν γὰρ ὁ γέλωτος ἄξιος, γελοῖος δὲ ὁ γελωτοποιός. ~ Δ
Σικυώνιον*] Σικυὼν πόλις ἐστὶ πλησίον Κορίνθου. ~ ΓVφΩΔ
Μαραθῶνος*] ὅλοι οὗτοι τόποι εἰσὶ τῆς Ἀττικῆς. ~ Γ
Οἰνόην*] ἡ Οἰνόη περὶ Μαραθῶνα. ~ ΔVφΩ.
Κυνοσουρίαν] ἠμφισβήτουν ἀλλήλοις Λακεδαιμόνιοι καὶ Ἀργεῖοι καὶ ἔδοξεν ὡς τετρακοσίους ἀφ’ ἑκατέρου πλευροῦ μάχεσθαι καὶ τοῦ νικῶντος εἶναι τὴν χώραν. μαχομένων δὲ αὐτῶν πλὴν τριῶν, δύο Ἀργείων καὶ ἑνὸς Λακεδαιμονίου, πάντες ἀπώλοντο. ~ ΓCVφΩΔ .
εἶτα δοξάντων Ἀργείων νενικηκέναι καὶ διὰ τοῦτο ἀνακεχωρηκότων ὁ Λακεδαιμόνιος ἐπὶ χώρας μείνας τὸ νενικηκέναι ἐκρίθη, Ἀργείων ὡς φυγόντων κατακριθέντων. ~
φακοῦ*] φακὸς ὁ ὠμός, φακῆ δὲ ἡ ἑψηθεῖσα. ~ ΓVφΩΔ
τὸ Πάγγαιον ὄρος περὶ Φιλίππους ἐστὶ τῆς Μακεδονίας χρυσοῦ μέταλλα ἔχον. ~ CVφΔ
θεῖ*] τρέχει. ~ Γ
ταῖς μυρμηκιαῖς*] τοῖς τῶν μυρμήκων τόποις. ~ ΓVΔ
Μυρμιδόνας*] ὁ Αἰακὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευσεν. λέγεται οὖν, ὅτι θεωρῶν τὴν αὑτοῦ χώραν ὀλίγανδρον
αἰγιόχοιο* Διός] λέγεται ὁ Ζεὺς ὑπὸ αἰγὸς τραφῆναι καὶ διὰ τοῦτο δέρμα τῆς αἰγὸς ἀντὶ ἀσπίδος βαστάζει. αἰγίοχος οὖν ὁ αἰγίδα κατέχων. ~ΓV
βαρὺ κτλ.] οὐδὲν βαρὺ τὸ διακονῆσαί σοι, ἐὰν μὴ χρεία ἐστὶ βαστάξαι τί ποτε. ~ ΓVΩΔ
περὶ —τοῦ ἡλίου λίθον* αὐτὸν εἶναι] Ἀναξαγόρας ταῦτα λέγει ὁ φυσικός. ~ ΔVφΩ
ἀποκαλύψαι κτλ.] ὡραῖον. ~ ΓV
τὸν ἐπὶ σκηνῆς* ἑκάστου βίον] τὴν ἑκάστου κατοικίαν λέγει, εἰ μὴ δριμέως καὶ τοῦτο λέγει δραματουργῶν ὡς ἐπὶ σκηνῆς ἑκάστου τῶν ἀνθρώπων διαβιοῦντος, ἅτε ἄλλου μὲν ὄντος, ἄλλου δὲ ἀξιοῦντος δοκεῖν. ~ ΔVφΩ
ἵνα*] τοπικὸν τοῦτο, ἀντὶ τοῦ ὅπου. ~ VφΩΔ
φυσικοὺς ἐκεῖνος κτλ.] ὡραῖον. ~ Γ
ὁ δὲ Ζεὺς κτλ.] ὡραῖον. ~ ΓV
τιτανῶδες*] καταπληκτικὸν καὶ φοβερόν, ἀπὸ τῶν Τιτάνων· Τιτᾶνες δὲ οἱ παλαιοὶ θεοί. ~ ΓVφΩΔ
ἐμβεβροντημένος*] ἐξηχωθείς. ~ ΓφΔ
ἀπαγορεύσαιμι*] ἀτονήσαιμι. ~ ΓVΔ
διασπώμενος ὑπὸ τῶν λόγων] ὑπὸ διαφόρων δοξῶν ἀνθελκόμενος. ~ ΓVφΩΔ
ὑπανείς: ὑποχαλάσας. ~ φΔ
Ὤτου* πέρι καὶ Ἐφιάλτου] Ὤτος καὶ Ἐφιάλτης ἠθέλησαν θεομάχοι ὄντες εἰς τὸν οὐρανὸν ἀνελθεῖν καὶ δὴ ὄρη ἐπάνω ἀλλήλων βάλλοντες ἀνέβαινον, ἕως ὅτε τούτους ὁ Ἀπόλλων ἐτόξευσεν. καὶ ὁ μὲν μῦθος οὗτος. ἡ μέντοι ἀλληγορία· Ὤτος καὶ Ἐφιάλτης φυσικοὶ φιλόσοφοι Θεσσα
χρηματίσαντες*] διοικήσαντες. ~ ΓVΔ
Διάσια: ἑορτὴ Ἀθήνησιν, ἣν ἐπετέλουν μετά τινος στυγνότητος θύοντες ἐν αὐτῇ Διὶ Μειλιχίῳ. τὸ δὲ Ὀλύμπιον, ὅπερ ἐστὶν ἱερὸν τοῦ Ὀλυμπίου Διὸς ἐν Ἀθήναις, διὰ μεγαλουργίαν ἀπορούντων Ἀθηναίων χρημάτων εἰς τὴν κατασκευὴν πλεῖον τῶν τ′ ἐτῶν παρέτεινε κτιζόμενον, ὡς καὶ ὁ ἐν Κυζίκῳ νεώς, καὶ οὐκ ἂν συνετελέσθησαν ἄμφω, εἰ μὴ Ἀδριανὸς ὁ αὐτοκράτωρ Ῥωμαίων δημοσίοις ἀναλώμασι συναντελάβετο τῶν ἔργων. ~ CV φUΩΔ
Ὀλύμπιον*] ἱερὸν τοῦ Ὀλυμπίου Διός. ~ Γ
ἐν Δωδώνῃ*] Δωδώνη πόλις ἐστὶ Θετταλίας, ἐν ᾗ ἱερὸν τοῦ Διὸς καὶ μαντεῖον. ~ ΓVΔ. Ὀλύμπια δ’ ἔστησεν Ἡρακλῆς
. ~
παίζεις ἔχων*] τὸ ἔχων φράσεως ἕνεκα κεῖται μηδὲν ση μαῖνον. ~ ΓVΩΔ
τὸ δὲ φιλόκαινον* αὐτῶν] ὅτι ἀεὶ φιλοῦσι τὰ ξένα. ~ ΓVΩ
Πῖσα*] ἔνθα ἐτελεῖτο τὰ Ὀλύμπια πρὸς τιμὴν τοῦ Διός. ~ ΓV
τοιγαροῦν* κτλ.] ἐπεὶ καὶ οἱ Πλάτωνος νόμοι ἐν γράμμασι μόνοις καὶ ἡ πολιτεία ἐν πλάσμασι λόγων, ὡσαύτως καὶ οἱ Χρυσίππου συλλογισμοὶ σοφισματώδεις ὄντες καὶ οὐδὲν ἧττον τῶν Πλάτωνος νόμων τὸ χρειῶδες ἐπιφαίνοντες ἀργοὶ κεῖνται καὶ ἀνεπίσκεπτοι μηδενὸς ἀνθρώπων μεταχειρίζεσθαι προθυμουμένου τούτους διὰ τὸ ἀνωφελές τε καὶ ἄκαρπον. ~ VφΔ
ἀκριβῶς ἐξετάζων κτλ.] ὡραῖον. ~ ΓV
Ἀκαδημαϊκόν* – Πύρρων] οὐκ ἀκριβῶς τὴν Ἀκαδημίαν τοῖς Πυρρωνείοις ἤτοι Ἐφεκτικοῖς ἀπονέμεις, Λουκιανέ· ἀντιδιαστέλλονται γὰρ τούτοις οἱ ἐξ Ἀκαδημίας, ὡς αὐτῶν ἔστιν ἐκείνων τῶν Πυρρωνείων ἀκοῦσαι ἐν ταῖς Ὑποτυπώσεσιν. ἔπασχον γοῦν τοῦτο ὑπὸ τῆς ἰσοσθενείας τῶν ἀντιπάλων λόγων οὐκ ἔχοντες, ὁποτέρῳ παράσχοιεν αὑτοὺς εἰς συγκατάθεσιν. ~ VΓφΩΔ
μετοίκους] ἐξ ἀνθρώπων γὰρ οὗτοι θεοὶ ἐνομίσθησαν. ~ VφΩΔ
Ὅμηρός που λέγει* κτλ.] ὦ βωμολόχε καὶ ψωμοκόλαξ· ὥσπερ Ὅμηρος, οὕτω καὶ Μένιππος τὰ οὐράνια εἶδε, καὶ ὡς Μένιππος, οὕτω καὶ σύ, ὁ Λουκιανός. ~ VΩΔ
αὑτῇ κνίσῃ*] σὺν αὐτῷ τῷ λίπει. ~ ΓVφ
κόρδακα*] κόρδαξ ἐστὶν ἡ μετὰ μέθης ὄρχησις. ~ ΓVφΩΔ
πρώτην ᾠδὴν — Πινδάρου] τὸ ἄριστον μὲν ὕδωρ
ὑποβεβρεγμένος*] ἀντὶ τοῦ μεθύων. ~ VΔ
κατέδραθον] κατεκοιμήθην. ~ Δ
ὑπόμορον] δυσθανές. ~ ΓVΩΔ
τετυφωμένον*] ὑπερήφανον. ~ ΓVΩΔ
Περιπατητικοὺς κτλ.] ὡραῖον. ~ ΓV
ἢν ἔρῃ*] ἂν ἐρωτήσῃς. ~ ΓVΔ
Μῶμος*] τοῦτον τὸν Μῶμον ὁ Λουκιανὸς θεὸν ὑποτίθεται μεμφόμενον τὰ ὑπὸ τῶν θεῶν γινόμενα. ~Δ
διετεθρύλλητο*] θορύβου καὶ ταραχῆς ἐπληροῦτο. ~ ΓVφ
τὴν ἐκεχειρίαν*] τὴν πρὸς ὀλίγον εἰρήνην. ~ ΓVφΔ
ἐς νέωτα] εἰς τὸ ἑξῆς. ~ ΓVφΩΔ.
περὶ* δὲ τοῦ Μενίππου κτλ.] καὶ τί τὸ κωλῦον καὶ αὖθις ἀναλαβόντα ἀετοῦ πτέρυγας καὶ γυπῶν ἀναπτῆναι ταύταις καὶ πάλιν; ~ Δ
ὁ Κυλλήνιος*] ὁ Ἑρμῆς ὁ ἐν Κυλλήνῃ τιμώμενος. ~
καπνὸς* ἀτεχνῶς ποιητικὸς κτλ.] ἀντὶ τοῦ οὐδέν, εἰ μὴ μόνον ψόφος ποιητικῶν ὀνομάτων. ~ ΓVMΩΔ
θερμουργός: ὁ παρακεκινημένος καὶ πάντολμος. ~ Γ2CVMΩΔ
πολλὰ* κατὰ τῶν ἀδίκων κτλ.] εἴ ποτε ἄλλοτε, μάλιστα νῦν τούτων χρεία τῶν ἀποδυσπετημάτων. ~ VΩΔ
οἱ σεισμοὶ δὲ κοσκινηδὸν κτλ.] καταλλήλως καὶ ἄγαν προσφυῶς ἑκάστῃ πληγῇ τὴν ἔκβασιν ἐπιφέρει. ~ VΩΔ
ἕν* τι κιβώτιον] ὡς ἐπὶ τοῦ Νῶε ὁ κατακλυσμὸς γέγονε. ~ V
— ] οἶμαι τὸν κατακλυσμὸν καὶ τὴν κιβωτὸν διαπαίζει. ~ M
Λυκωρεῖ*] ὄρος τὸ παρ’ ἡμῖν καλούμενον Ἀραράτ. ~ M
οἱ* δέ] ὁμοία ἡ σύνταξις αὕτη τῇ ἐν τῇ ⸤ἱερᾷ τοῦ εὐαγγελίο⸥υ Ματθαίου [28, 17] συγγραφῇ τ⸤ῇ οἱ⸥ δὲ ἐδίστασαν
· ⸤ἀντὶ γὰρ τοῦ⸥ τινές τὸ οἱ δέ κεῖται. ~ ⸤Γ2⸥CVMUΩ
βοηδρομήσαντες: ἀντὶ τοῦ μετὰ βοῆς δραμόντες. ~ ΔV
Φαέθοντες*] τὴν ἐκπύρωσιν διὰ τοῦ Φαέθοντος ὑποδηλοῖ, ὥσπερ διὰ τοῦ Δευκαλίωνος τὸν κατακλυσμόν. δοκῶ ⸤δέ μοι⸥ καὶ τὴν θείαν γραφὴν μὴ ἀνεπισήμαντον τῆς ἐκπυρώσεως διατελεῖν ἀλλὰ διὰ ⸤Σοδόμων⸥ ὑποφαίνειν. ~ ⸤Γ2⸥VMUΩΔ
Ἐπιμενίδην*] ὁ Ἐπιμενίδης Κρὴς ἦν χρησμολόγος, οὗ καὶ τὸ Κρῆτες ἀεὶ ψεῦσται
λόγιον. λέγεται δὲ ἑξήκοντα ἔτη ὑπνώσαντα οὕτω μετὰ ταῦτα ἀναστῆναι παραλλάττοντα καὶ κεκινημένον τὴν διάνοιαν καὶ πρὸς χρησμολογίαν τὸ ἐντεῦθεν λοιπὸν ἀπιδεῖν. ~ Γ2CVΜUΩΔ
ἐκ τῆς Οἴτης* ἐναυσάμενος] ἡ Οἴτη ἐστὶ μὲν τῆς Φωκίδος ὄρος ὑψηλόν, οὐ μέντοι καὶ πεφυκὸς φλόγας ἀνιέναι. πῶς οὖν τοῦτο λέγει νῦν; ἔοικέ μοι, διότι ἐκεῖ Ἡρακλῆς τὸ τελευταῖον κατ’ ἰδίαν ἀξίωσιν ὑπὸ Φιλοκτήτου ὡλοκαυτώθη. ~ ΓVMΩΔ
πιναρός*] ἀντὶ τοῦ ῥυπῶν. ~ ΔV
Διάσια*] ἑορτὴ Ἀθήνησιν οὕτω καλουμένη, ἣν εἰώθεσαν μετὰ στυγνότητός τινος ἐπιτελεῖν θύοντες Διὶ τῷ Μειλιχίῳ.
οὐ παροπτέος] ἀντὶ τοῦ οὐ δεῖ παρόψεσθαι. ~ M
κατεαγμέναι] συντεθλασμέναι. ~ M
ἐπὶ τὸν σοφιστήν] ἀντὶ τοῦ κατὰ τοῦ σοφιστοῦ. ~ M
ὑπερέσχε] ὑπεράνω αὐτοῦ ἔθηκε. ~ M
Ἀνάκειον*] τὸ τῶν Διοσκούρων ἱερὸν Ἀνάκειον ἐκαλεῖτο· Ἄνακες γὰρ αὐτοὶ παρ’ Ἕλλησιν ἐκαλοῦντο. ~ VΓ2MΩΔ
οἷον ἦν κτλ.] ὡραῖον. ~ Δ
εἶναι] τινά δηλονότι. ~ M
αὐτίκα] ἀντὶ τοῦ συντομώτατα. ~ M
καταστήσεται] γενήσεται. ~ M
ἐπιστρέψας] εἰς ἑαυτὸν ἐπισπασάμενος. ~ M
ἐξεφόρει*] ἀπήντλει, ἐξέφερεν. ~ Δ
δικράνοις*] δίκρανα πτύα τινὰ οὐ συνεχῆ ἀλλὰ διῃρημένα τά, οἷς ἐφάπτονται τοῦ σωροῦ, ἢ κατὰ δύο ἢ κατὰ τρία. τούτοις δὲ καὶ λικμῶσιν ἐν ταῖς ἄλῳς. ~ VΓ2CMΩΔ
λάριοι] λάριον, ἀντὶ τοῦ ἡδεῖς καὶ συμποτικοί. ἐνδέχεται δὲ καὶ λάροι γράφεσθαι, ἵν’ ἦ οἱ ἁρπακτικοί, ἀπὸ μεταφορᾶς τοῦ ὀρνέου. ~ Γ2MΔ
— ] ἀντὶ τοῦ οἱ ἡδεῖς. ~ VΩ
ἀγαπάτωσαν : ἀντὶ τοῦ ἀρκείσθωσαν. ~ Γ2VΩ
προαιρεῖσθαι] προτιμᾶν. ~ M
συνεσπακώς] κάμψας, συναγαγών. ~ M
ἀποδράσεσθαι παρ’ αὐτῶν: ἀντὶ τοῦ ἐξ αὐτῶν. ~ CΓ2 VΩ
ἐπικαλεῖν] ἤγουν ἐγκαλεῖν. ~ M
ὦ Ζεῦ, πρὸς τοῦ Διός: παίζει πρὸς τοὺς ῥήτορας οὕτω συνεχῶς κεχρημένους. ἢ καὶ ἠθικὸν τοῦτο ποιεῖ καὶ ἁπλοϊκόν. ~ ΔVΩ
ἐπ’ ἀρότῳ*] ἀντὶ τοῦ ἐπὶ σπορᾷ. ~ ΔM
τῇ Θεσμοφόρῳ: τῇ Ἑστίᾳ· ἐπαρθενεύοντο γὰρ αἱ ἱέρειαι αὐτῆς πανταχοῦ. ~ CVΩΔ
λαφυσσόμενος* καὶ ἐξαντλούμενος] ἀντὶ τοῦ λαφύσσεσθαι καὶ ἐξαντλεῖσθαι παραχωρούμενος. ~ VΓ2 MΩΔ
ἀφαιρούμενοι* παθητικῶς ἀκουστέον ἀφαιρούμενοι ἀντὶ τοῦ στερούμενοι. ~ VΓ2MΩΔ
Δαναΐδων*] Αἴγυπτος καὶ Δαναὸς ἤστην μὲν ἀδελφώ, γεγόνασι δὲ πατέρες ὁ μὲν ν′ υἱῶν, ὁ δὲ ν′ θυγατέρων ὁ Δαναός. γημάμεναι δὲ τοὺς ἄρρενας αἱ θήλειαι καὶ φόνον ἀνόσιον κατ’ αὐτῶν μελετήσασαι ἅπαντας ἐν μιᾷ νυκτὶ παρὰ τὸν καιρὸν τῆς συνουσίας διεχρήσαντο τὴν ἅπασαν ἀρχὴν τῷ ἑαυτῶν πατρὶ κατακτώμεναι. ἔνθεν τοι καὶ ταύτην ἔλαχον ἐν Ἅιδου τιμωρίαν εἰς τετρυπημένον πίθον ἀντλῆσαι. ~ Γ
τοῦ ἐπιρρέοντος*] τῆς ἐπιρροῆς. ~ VΩ
καὶ ἐς τὸ ἅπαξ ἀναπεπταμένον: ἀντὶ τοῦ διόλου. ~ Γ2VΜΩΔ
ὑποσκάζεις κτλ.] ὡραῖον. ~ ΓV
ὕσπληξ] ὅτι καὶ τὸν συνέχοντα τὰς κιγκλίδας μοχλόν, ὃν ἀρτίως λάμναν φασίν, ὕσπληγα καλεῖ. ~ Γ2VMΩΔ
πρίασθαι βρόχον*] εἰς τὸ δι’ ἀπορίαν βίου ἀνάψαντας ἑαυτοὺς ἀπολῦσαι τοῦ ζῆν. ~ Γ2VMΩΔ
χρυσόχειρες*] ἢ τοῖς δακτυλίοις περιαυγαζόμενοι τοῖς χρυσοῖς ἢ δι’ εὐπορίαν ὑπερβάλλουσαν χειροπληθῶς τὸν χρυσὸν
Πλούτων* — ἅτε πλουτοδότης] αἰνίττεται εἰς τοὺς ἀπὸ τῶν τελευτώντων πλουσίων διαδεχομένους τὸν κλῆρον. ταύτῃ τοι καὶ ὑπὸ τοῦ Πλούτωνός φησιν αὐτοὺς τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω λαγχάνειν μεταβολήν. ~ VΓΩΔ
δέλτον*] δέλτος καὶ τὸ ἐν εἰλήσει βιβλίον καλεῖται. ~ VΜΩΔ
ἐμὲ δὲ οἱ ἐπελπίσαντες —
ἀφαιρεθῇ*] τὸ ἀφαιρεθῇ καὶ τὸ τμηθῇ καὶ τὸ ἀνακηρυχθῇ σχῆμά ἐστι τὸ παρὰ τοῖς ῥήτορσιν ἰσοκατάληκτον λεγόμενον, ὅ καὶ πάρισον λέγεται. ~ Δ
Πυρρίου κτλ. ] οἰκετικὰ ταῦτα παρὰ τοῖς παλαιοῖς ὀνόματα. ~ ΓVMΔ
ἐκ μυχοῦ κτλ.] σημείωσαι. ~ Γ
ἀπειρόκαλος*] σημείωσαι, πῶς ἐχρήσατο. ~ ΓVΔ
— ] ἀντὶ τοῦ ἄπειρος τοῦ καλοῦ. ~ VMΩΔ
μαστιγοῖ κτλ.] ὡραῖον. ~ ΓV
ἐπιθυμήσας κτλ.] σημείωσαι. ~ Δ
καὶ πρὸ πολλοῦ κτλ.] ὡραῖον. ~ ΓV
δυσέρωτας] δυσέρωτες μὲν οἱ ἄγαν ἐρῶντες, ἀνεπαφρόδιτοι δὲ οἱ ἠλίθιοι καὶ προβατώδεις οἶμαι· καὶ αὖ πάλιν
ἐς βαθυκήτεα πόντον] τὸ Θεόγνιδος [175] διαπαίζει. ~ VSΩΔ
αὐτοπρόσωπον] ἀντὶ τοῦ αὐτόχρημα. ~ V
ἀμβλυώττοντες τὰ τηλικαῦτα: ἀντὶ τοῦ μὴ ἔχοντες ἤτοι μὴ δυνάμενοι βλέπειν τοσαῦτα μεγέθη τῶν κακῶν. ἢ συν
τῦφος διὰ τὸ οἱονεὶ ἐκκεκαυμένον χωρίον ἐξηρημῶσθαι τὸν ἑαλωκότα τῷ πάθει τούτῳ τῶν βελτίστων φρενῶν καὶ μηδ’ ὅποι ἰέναι συμφερόντως ἑαυτῷ ἐπιστάμενον, παρ’ ὅ καὶ τῦφος εἴρηται τὸ πάθος· τύφω γὰρ τὸ φλέγω καὶ καίω φασίν. σύνδρομον τούτῳ καὶ ἡ ἄνοια· ἀνοηταίνουσι γὰρ οἱ τῷ τύφῳ σεσαγηνευμένοι τῷ μὴ εἰδέναι ἔχειν, οἷ χρήσονται ἑαυτοῖς. ἐπὶ τούτοις ἡ ἄκαιρος ἐπεισέρχεται μεγαλοψυχία τῇ ἀπὸ τοῦ πλούτου περιττότητι τὸ δῆθεν ὑποδυομένη φιλάνθρωπον. ἀλλά γε δὴ καὶ μαλακία συνέστιον αὐτοῖς ἐκβιάζεται τιθέναι ἑαυτήν, τὴν θρύψιν τε καὶ θηλύτητα διὰ τὴν εὐπορίαν προβαλλομένη. σύμμαχοι ταύταις λοιπὸν ὕβρις τε καὶ ἀπάτη, τῆς μὲν τῶν ἄλλων διὰ τὸν πλοῦτον ὑπερφρονεῖν ἐχούσης, τῆς δὲ τὸ παράλογον τῆς οἰήσεως κρατύνειν ἀναπειθούσης καὶ ὡς καλῷ τε καὶ σωτηρίῳ τούτῳ προσανακεῖσθαι. ~ ⸤Γ2 ⸥VMΔ
τὸ ποῖον*] ἀτελὴς ὁ λόγος αὐτῷ τῷ τοῦ δράματος ἔθει. πολλὰ δὲ τοιαῦτα τῇ κωμῳδίᾳ. ~ Δ
Ὑπερβόλῳ: Ὑπέρβολος οὗτος, ὡς Ἀνδροτίων
Κλέωνι] Κλέων δημαγωγὸς ἦν Ἀθηναίων προστὰς αὐτῶν ἑπτὰ ἔτη, ὅς πρῶτος δημηγορῶν ἀνέκραγεν ἐπὶ βήματος καὶ ἐλοιδορήσατο, θρασὺς ὢν καὶ οὕτως, ὥστε, καθὼς Θεόπομπος ἔχουσα φωνὴν ἐμπεπρημένην ὑός
. βυρσοδέψην δὲ αὐτὸν λέγεσθαι Ἰδομενεὺς
πλοῦτος ὁ ἐμὸς κτλ. ] ὡραῖον. ~ Γ
ἀνέξομαι] ἀντὶ τοῦ βαστάσω· τὸ γὰρ ὑπομένω γενικῇ συντάσσεται. ~ M
ἀνέξομαι κτλ.] οὐ πρὸς τὸ ἀνέχομαι, πρὸς δὲ τὸ λέγοντα ἡ σύνταξις. ~ Γ2M
— ] σκόπει, πῶς ἐνήλλαξε τὴν σύνταξιν, οὐ πρὸς τὸ ἀνέξομαι ἀποδοὺς τὴν πτῶσιν, ἀλλ’ αἰτιατικὴν ἐπενέγκας οἷον ὀλίγα λέγοντά σε
. ἴσως δὲ τὸ ἀνέξομαι ἀντὶ τοῦ προσδέξομαι ἢ παραχωρήσω προσελήφθη. ~ VMΩΔ
ὑπεκστήσομαι*] ἀποστήσομαι. ~ Δ
Κορύβαντες*] οὐ μάτην τοὺς Κορύβαντας ἐπὶ τῇ ἐκπλήξει ἐμβοᾶται, ἀλλ’ ὡς ἐπὶ παραδόξῳ καὶ μανιώδει δῆθεν τῷ συγκυρήματι. ~ VΩΔ
— ] διὰ τὸ παράδοξον καὶ τεράστιον τοῦ θησαυροῦ τοὺς Κορύβαντας ἐπικαλεῖται. ~ Γ2M
ἄνθρακας εὕρω ἀνεγρόμενος*] κατὰ τὸ ὑπὸ τῶν πολλῶν τερατευόμενον. ~ ΓVMΔ
ἐπίσημον] ἀντὶ τοῦ κεχαραγμένον. ~ Δ
Ἐλέου* βωμός] ἵδρυτο γὰρ παρ’ Ἀθηναίοις Ἐλέου βωμὸς ἐπὶ συμπάθειαν καὶ φιλανθρωπίαν αὐτοὺς καλῶν. ~ VΓ2CΜΩΔ
Πανί*] ἐπὶ ταῖς ἐσχατιαῖς γὰρ καὶ τοῖς ἐρημοτέροις τῶν χωρίων εἰώθεσαν Ἕλληνες τὸν Πᾶνα ἱδρύεσθαι. ~ VCΩΔ
ἀποφράς*] ἦσαν παρ’ Ἕλλησιν ἡμέραι ἀπραξίαν εἰσηγούμεναι παντὸς καὶ ἀργίαν, ἃς ἀποφράδας ἐκάλουν. ἐν ταύταις οὐδὲ προσεῖπεν ἄν τίς τινα οὐδὲ καθάπαξ φίλος ἐπεμίγνυτο φίλῳ· ἀλλὰ καὶ τὰ ἱερὰ ἀχρημάτιστα ἦν αὐτοῖς. ἐτελεῖτο δὲ ταῦτα κατὰ τὸν Φεβρουάριον μῆνα, ὅτε καὶ τοῖς καταχθονίοις ἐνήγιζον. καὶ πᾶς οὗτος ὁ μὴν ἀνεῖτο τοῖς κατοιχομένοις μετὰ στυγνότητος πάντων προϊόντων ἕτερον τρόπον, ὃν καὶ τὰ Διάσια στυγνάζοντες ἦγον Ἀθηναῖοι. ἐντεῦθεν καὶ πάντα τινὰ τῶν ἀπαισίων ἀποφράδα ἐκάλουν, οἱονεὶ ὃν μηδὲ φράσαι μηδὲ προσειπεῖν ἄξιον νομίσαι δι’ ὑπερβάλλουσαν κακίαν. ~ VΓ2MΔ.
ἢ τό* γε κτλ.] ἀντὶ τοῦ ἢ τοῦτο μόνον παρανομήσωμεν, ἢ ἀντὶ τοῦ βραχὺ ἢ ὀλίγον παρανομήσωμεν. ~ ΓVMΩΔ
ἴσχαιμον*] ἐπέχον τὸ αἷμα. ~ VMΔ
ἀναφαλαντίας] ἤγουν ὁ φαλακρός. ~ M
καὶ ὅπως κτλ.] προσυπακουστέον τὸ μέμνησο Ἀττικῇ συνηθείᾳ. ~ VΜΩ
καίτοι σύ γε κτλ.] ὡραῖον. ~ V κατέαγα κτλ.] ὡραῖον. ~ Γ
— ] Ἀττικὴ ἡ σύνταξις τὸ κατέαγα τοῦ κρανίου
, ὡς Ἰουστῖνός φησιν. ~ Γ2M
— ] καὶ τοῦτο Ἀττικόν· αὐτοὶ γὰρ ἀεὶ ἐπὶ μέρους εἰώθασι λέγειν, ἔφαγον τοῦ ἄρτου
, ἔπιον τοῦ οἴνου
, οὕτως οὖν καὶ κατέαγα τοῦ κρανίου
. ~ CVΜΩΔ
γινόμενον*] ὀφειλόμενον. ~ S
τὸ μέγα ὄφελος κτλ.] ὡραῖον. ~ Γ
μιᾶς ἡμέρας κτλ.] σημείωσαι. ~ Γ
ἐθεώρησα*] ἀντὶ τοῦ θεωρὸς ἐγενόμην. ~ S
Ἡλιαίᾳ*] δικαστήριον Ἀθήνησιν ἡ Ἡλιαία εἰς ὕπαιθρον προκαθημένων τῶν δικαστῶν, παρ’ ὃ καὶ Ἡλιαία ἐκαλεῖτο, παρὰ τὸ ἡλιοῦσθαι τοὺς ἐκεῖ ἀθροιζομένους. ~ VΓ2CMΩΔ
χρυσοῦν ἀναστῆσαι*] ἀνέστησε τὸν ἅγιον ἀντὶ τοῦ ἐζωγράφησε. ~ S
κεραυνὸν — ἔχοντα κτλ. ] κεραυνὸν μὲν ὡς ἴσον δῆθεν τῷ Διί, ἀκτῖνας δὲ ὡς τῷ Ἀπόλλωνι. ~ VΩΔ
πλουτεῖς τὸν ὀπισθόδομον* διορύξας] ὡς ἱερόσυλον διαβάλλων ταῦτά φησιν· ὁ γὰρ ὀπισθόδομος ἱερόν. ~ VΓ2MΩΔ.
— ] ὅτι ὁ ὀπισθόδομος ἱερόν. τὸ ὄπισθεν τοῦ ἀδύτου οὕτως ἔλεγον, ἐν ᾧ καὶ τὰ δημόσια ἀπέκειτο χρήματα. ~ C
τὸ σχῆμα κτλ.] ὡραῖον. ~ Γ
Σωφρονίσκος*] οἷον τοῦτο πέπαιχεν ἀπὸ τοῦ Σωφρονίσκου παρῳδήσας. ~ VΩΔ
ἰκτῖνος] ζῷον ἁρπακτικόν. ~ M
καρύκης*] βρῶμα Λύδιον ἐξ αἵματος ἡ καρύκη. ~ ΓVΜΩΔ
μυττωτοῦ*] μυττωτὸς τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντεθειμένον. ἐκάλουν δὲ καί τι ὑπότριμμα διὰ σκορόδων, ὡς Ἀριστοφάνης ἐν Εἰρήνῃ [273]. ἔοικε δὲ νῦν μυττωτὸν τὸν ἀπὸ τῶν κρεῶν ἐν τῷ ζωμῷ γλοιὸν καλεῖν, ὃς τοῦ ζωμοῦ ἐκλελοιπότος τῷ τρυβλίῳ περικάθηται. ~ ΓCVΜΩΔ
ἡ γοητεία* προηγεῖται] οὐδὲ Ζεῦξις ἢ καὶ Παρράσιος οὕτως ἡμῖν διὰ φαρμάκων φιλόσοφον γοητείαν καὶ τερατείαν γράψας διετυπώσατο, ὡς οὗτος ἀπαραλλάκτως διὰ τοῦ προκειμένου Θρασυκλέους θρασύτητά τε καὶ μιαρίαν ἠθῶν ψευδοσόφων ἀνδρῶν ὡς ἐπὶ πίνακος ἐναργῶς τῷ λόγῳ ἀπηκριβώσατο. ~ VΔ
σοῦ δὲ αὐτοῦ κτλ.] σημείωσαι. —
μνᾶν] ἡ μνᾶ λίτραι δύο πρὸς τῷ ἡμίσει. ~ MΔ
ξυμφορήσας*] συνάξας. ~ S
ἀδακρυτὶ κτλ.] σημείωσαι. ~ Γ
Θετταλός] τὸν Πρωτεσίλαον λέγει. ~ BΔ
— ] ὁ Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγεται δέ, ὅτι γαμήσας καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ αὑτοῦ ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων εἰς τὴν Τροίαν ἐλθεῖν καὶ πρῶτος αὐτῇ ἐπιβὰς ἐτελεύτησε. καὶ
ὡς* ἂν εἰδὼς ἅπαντα] ὡς ἐπιστάμενος σὺ ὁ Ἑρμῆς ἅπαντα. ~ Δ
οὐ σχολή μοι κτλ.] μετέωρος ὁ λόγος τῇ μιμήσει τῶν ἀληθινῶν διαλόγων. ~ BΔ
πρόσκωπον* εἶναι] ἀντὶ τοῦ ἐρέττειν ἤτοι ἐπὶ τῇ κώπῃ εἶναι. ~ BVNΔ
ὤμους* οὕτω καρτεροὺς ἔχων] ὡς παλαιστὴν αὐτὸν διαπαίζει. ~ BNΔ
ἀκόνδυλον*] κόνδυλος ὁ ἐν τῇ συνηθείᾳ γρόνθος. ~ VBCΩΔ
ὑψηλὸν ἀρθῇ κτλ.] ὡραῖον. ~ Γ
Ἀλωέως υἱέας δύο* κτλ.] Ὦτον καὶ Ἐφιάλτην. ~ VNΩΔ
ἕξειν οἰομένους κτλ.] ὡραῖον. ~ ΓV
ὁ δὲ γεννάδας Ὅμηρος κτλ.] σκόπει τὸν βωμολόχον, ὅπως εὐθίκτως διαγελᾷ τὰ τῶν Ἑλλήνων σεμνότατα. ~ BΝΔ
ποιηταί*] ⸢οὕτως ὄ⸣ναιο, γόης καὶ ⸢πλα⸣στογράφε. ~ ⸢V⸣ΒNUΩΔ.
ξυντριβέντες τῶν κρανίων: Ἀττικὴ ἡ σύνταξις, τὸ δὲ κοινὸν συντριβέντες τὰ κρανία
· τὰ γὰρ πρὸς πεῖσιν ἢ δρᾶσιν αἰτιατικῇ συντάσσονται, ἔπαθον τὴν ψυχήν
, συνέτριψα
. οὕτως οὖν καὶ τοῦτο πρὸς αἰτιατικὴν ἔδει ἀποδοθῆναι. ἀλλ’ ἐπειδὴ φιλοῦσιν Ἀθηναῖοι τὸ ἐπὶ μέρους λέγειν, ὡς τὸ ἔφαγον τοῦ ἄρτου
, ἔπιον τοῦ οἴνου
, οὕτως κἀνταῦθά φησι συντριβέντες τῶν κρανίων
. ~ BCΩΔ
ἀχλὺν κτλ.] ὡραῖον. ~ Γ
— ] σημείωσαι. ~ Δ
εἰπὲ γάρ μοι κτλ.] σημείωσαι. ~ Δ
Μίλων*] Μίλωνος τούτου φέρεται καὶ ἄλλα ⸤τῆς⸥ κατὰ σῶμα ἀλκῆς θαύματα. φασὶ γὰρ αὐτὸν Πυθαγόρειον ὄντα καθῆσθαι μετὰ τῶν ὁμιλητῶν ἐν οἰκίᾳ, ἧς ὑποσάθρου τινὸς τῶν στύλων ὄντος ὑποβάντα τὸ πεπονηκὸς τῆς οἰκίας τὸν στῦλον πρότερον παρωσάμενον ἐκείνους τε σῶσαι καὶ ἑαυτὸν ἀκέραιον ὑπεξαγαγεῖν. ἔτι δὲ καὶ τοῦ⸤το⸥ ὅ δὴ καὶ τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν, ὡς βαδίζοι ποτὲ παρ’ ὕλην τινὰ οὗτος καὶ παραβαίη μὲν τὴν ὁδὸν ἐπὶ πολύ, περιτύχοι δὲ κορμῷ μεγάλῳ κατεσφηνωμένῳ, ὅν βιαζομένου πρὸς τὴν διάστασιν τοὺς σφῆνας μὲν καταπεσεῖν, αὐτὸν δὲ περισχεθέντα τῇ συμπτώσει τῶν μερῶν ἀφύκτῳ πάγῃ θηρίων ὑπάρξαι θοίνην. ~ Γ⸤Β⸥CΩΔ
σοὶ τὸν Μίλωνα κτλ.] ὡραῖον. ~ Γ
ἀμαχωτάτου*] ἀναλωτοτάτου. ~ Γ
τὴν τὸ τριπλοῦν τεῖχος] προσυπακουστέον τὸ ἔχουσαν. ~ Ω
ἕρμαιον: τὸ εὕρημα προπαροξυτόνως, τὸ δὲ Ἑρμοῦ κτητικὸν προπερισπᾶται. ~ ΔM
εὖ γε παρῴδεις*] καλῶς γε ἄλλην ᾖσας ᾠδήν. ~ Δ
πανευδαίμονα*] εὐτυχία εὐδαιμονίας διαφέρει· ἡ μὲν γὰρ εὐτυχία ἐπὶ ἑνὸς ἀγαθοῦ λαμβάνεται, ἡ δὲ εὐδαιμονία ἐπὶ πάντων τῶν ἀγαθῶν ἤγουν ἀρετῶν ἢ χρημάτων. ~ ΔΜ
καὶ τὰ μὲν κτλ.] σημείωσαι. ~ Δ
φέρουσι τὸ ὑποδεέστερον κτλ.] ὡραῖον. ~ Γ
καὶ κληρονομῆσαί γε — αἰωρούμενος] ὡραῖον πάνυ. ~ Δ
ὅτι θνητοί τέ εἰσι κτλ.] ὡραῖον. ~ Γ
ἔζων τε ἂν σωφρονέστερον κτλ.] σημείωσαι. ~ Δ
ἢ τί γὰρ —
εἰ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν ... ἢ τί * γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος κτλ.] ἀμφότερα ταῦτα εἴδομεν ἐφ ’ ἡμῶν τέλος ἐσχηκότα· καὶ γὰρ Στυλιανὸς ὁ Ζαούτζης οἴκημα πρὸς τὸ παλάτιον κατασκευάσας φιλοτίμως τοσοῦτον ἀπέλαυσεν αὐτοῦ, ὥστε τὸν ἐγκαινισμὸν τοῦ οἴκου ἀρχὴν αὐτῷ τοῦ θανάτου καὶ τέλος ὑπάρξαι τοῦ βίου, Λέων τε ὁ Βασιλείου τὴν τοῦ υἱοῦ γένεσιν λαμπρῶς ἑστιάσας αὐτὸς μὲν οἴχεται, μετέωροι δ’ αἱ ἐπὶ τῷ υἱῷ ἀποβάσεις. ~ BΔ
ὑφ’ ὧν ἐπιόντων ἀγγέλων] ἀντὶ τοῦ ὑπὸ τῶν ἐπιόντων. ~ ΔΜΩ
πομφόλυγας ἐν ὕδατι] ἄγαν εὐφυὲς τὸ παράδειγμα. ~ BΔ
ἀεὶ τὸν θάνατον —
καὶ οἷα τὰ παρ’ ἡμῖν κτλ.] σημείωσαι. ~ Δ
διδάξομαι* μὲν οὐδέν, ἀναμνήσω δέ] ⸢τῶν παρ’ Ἕλλησι μετεμψυχώσεων τὸ δόγμα πρῶτος Πυθαγόρας εἰσή
ἅ σὺ δοκέεις τέτταρα, ταῦτα* δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον] ⸢δυ⸣νάμει τρίγωνον· ⸢τρίγωνον⸣ α′ἐνεργείᾳ ∴ ⸢τρίγων⸣ον β′ τρίγωνον γ′ ⸢ὁ γὰρ τ⸣έσσαρα μετὰ τῶν πρὸ ⸢αὐτοῦ, τουτ⸣έστι τοῦ τρία καὶ τοῦ ⸢δύο καὶ τ⸣οῦ ἑνός, ποιεῖ τὸν δέκα· τέσσαρα τρία δύο ἕν· οὕτω μὲν οὖν ὁ τέσσαρα δέκα, ⸢τρίγωνον⸣ δέ. οὕτως οἱ ἀρι⸢θμητικ⸣οὶ ζηλοῦντες τοὺς ⸢γεωμετρ⸣ικοὺς εἰς σχήματα ⸢καὶ αὐτοὶ⸣ ἔταξαν τοὺς ἀρι⸢θμούς⸣, τρίγωνα, τετρά⸢γωνα καὶ⸣ ἑξῆς. ὡς ⸢ἀπὸ στοι⸣ χείου τοίνυν ⸢ἀρξάμενο⸣ι τῆς μονάδος, ⸢ἢν δυνά⸣μει βούλονται ⸢εἶναι πάντα⸣ τὰ πολύγωνα, ⸢ἀποτελοῦ⸣σι τὰ ἐνεργείᾳ πο⸢λύγωνα, τρ⸣ ίγωνα καὶ τετρά⸢γωνα καὶ πε⸣ντάγωνα καὶ ἑξῆς. ⸢τῆς μὲν οὖν⸣ μονάδος δυ⸢νάμει οὔσ⸣ης τριγώνου πλευ⸢ρὰ μονάς⸣, τοῦ δὲ ἐνεργείᾳ ⸢πρώτου τριγ⸣ ώνου τοῦ τρία πλευ⸢ρὰ δυάς⸣, τοῦ δὲ δευτέρου ⸢ τοῦ ἓξ τριὰς ἡ⸣ πλευρά, τοῦ ⸢δὲ τρίτου τρι⸣γώνου τετρὰς ⸢ἡ πλευρά⸣. ἔστι δὲ ⸢πρῶτον μὲν τρί ⸣γωνον ἐν ἀριθμοῖς ⸢ὁ τρία, δεύτ⸣ερον ὁ ἕξ, τρίτον ⸢ὁ δέκα καὶ ἑ⸣ξῆς. ἐντελὲς δὲ ⸢τρίγωνον ὁ δέκ⸣α ὡς τῷ τρι⸢γώνῳ καὶ τε⸣τραγώνῳ συντελού⸢μενος τοῖς πρ⸣ὤτοις τῶν εὐθυγ⸢γράμμων σ⸣χημάτων, τῷ μὲν τρι⸢γώνῳ διὰ τὸ ὅ⸣λον σχῆμα — τρίγωνον γάρ —, τῷ τετραγώνῳ δὲ διὰ τὴν πλευράν — ὁ γὰρ τέσσαρα τούτου πλευρά, ὅς ἐστιν ἀρχὴ τῶν τετρα⸢πλεύρων —. ο⸣ὕτως μὲν οὖν ὡς ἐν παρεκβάσει ἐρεῖν τρίγωνον ἐντελὲς ὁ δέκα. ὅρκιον δέ· αὐτοὶ γὰρ οἱ Πυθαγόρειοι ὅρ⸢κον ἐποιο⸣ῦντο τὸν δ’ οὕτως ναὶ μὰ
. ἔλεγον δὲ ⸢καὶ τὸν θεὸν⸣ ἀριθμὸν καὶ
χρυσοῦς*] ἐλέγετο γὰρ ὁ Πυθαγόρας ἐντετυπῶσθαι τῷ δεξιῷ ⸢αὐτοῦ μ⸣ηρῷ τὸν Φοῖβον. ~ ΓC⸢V⸣ φ
εἶναι* τῶν ἀμφὶ Κρότωνα] ⸢περὶ Κρότωνα γὰρ τῆς Ἰταλίας συνεστήσατο Πυθαγόρας⸣ τὸ ἑαυ⸢τοῦ παιδευτή⸢ριον, ἐν ᾧ τριακόσιοι τὸ⸣ πρῶτον οἱ οὕτως ἀγόμενοι Πυθαγορικῶς. ἐνῆσαν δὲ καὶ γυναῖκες ἄκρως ἐξασκοῦσαι τὴν ⸢αἵρεσιν· ὧν καὶ Θε⸣ανὼ ἦν. τούτους οὖν φησιν αὐτὸν ἐωνῆσθαι. ἀπὸ Κρότωνος δὲ καὶ εἰς Τάραντα ἡ αἵρεσις διεδ⸢όθη. τὴν ταύτῃ δέ φησιν⸣ Ἑλ⸢λάδα, διότι Ἑλ⸣ λή⸢νων πάλαι ἀποικισάντων⸣ Ἰ⸢ταλίαν συνέβη⸣ τῇ τῆς γ⸢ῆς ἀρετῇ πλούτῳ⸣ τε μεγάλ⸢ῳ πλουτῆσαι⸣ αὐτοὺς καὶ ⸢εὐανδρῆσαι⸣ διαφερό⸢ντως· ἀφ’ οὗ⸣ καὶ Μεγάλη Ἑλλ⸢ὰς ἐκλήθη⸣. ~ ⸢V⸣CφUΩ
ὁ ἐξωμίας: ⸢ἐξωμίδα⸣ γὰρ ἐφόρε⸢ι, τὸ δὲ ἦν χι⸣τὼν παχὺς ⸢καὶ τραχὺς ἄ⸣τε ἄγναπ⸢τος, κατὰ τὴν ἀ⸣ριστερὰν χεῖ⸢ρα ῥαφὴν οὐκ⸣ ἔχων, διὸ ⸢καὶ ἑτερομάσχα⸣λος ἦν. ἀχ⸢ειρίδωτος δὲ⸣ ὢν τοὺς ὤ⸢μους παρεῖχε γυ⸣μνοὺς ὁρᾶσθα⸢ι, παρὸ καὶ ἐ⸣ξωμὶς ἐκα⸢λεῖτο. οὐ μόνον⸣ δὲ χιτὼν ⸢ἡ ἐξωμίς, ἀλ⸣λὰ καὶ πε⸢ρίβλημα⸣. ~ ⸢V⸣CφUΩ
ἢ καὶ προ⸢καλέσηται⸣: τὸ προκα⸢λεῖσθαι τοῦ προσκα⸣λεῖσθαι δ⸢ιαφέρει· προσ⸣καλεῖται μὲν ⸢γὰρ οἰκέτης εἰς⸣ βάσανον, ⸢προκαλεῖται δὲ⸣ εἰς δίκην ὁ ⸢ἀντίδικος⸣. ~ ⸢V⸣CφUΩ
δέδια* κτλ.] ⸢ὁ Κυνικὸς οὗτο⸣ς Διογένης ἦν ⸢μὲν Σινω
⸢στρατεύομαι δὲ⸣ ὥσπερ ἐκεῖνος: καὶ γὰρ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ Μυκηνῶν βασιλεὺς τοὺς ἄθλους ἐπέτατεν. ~ ⸢V⸣φUΩ
ὀπισθογράφων* βιβλίων] τουτέστι πυγὴν γεγραμμένων, πεπονημένων. ~ ΓUΩ
τὸν Κυρηναῖον] τὸν Ἀρίστιππον λέγει. ~ Ω
αἰνίγματα — ἢ γρίφους] σημείωσαι. διαφέρει γρῖφος καὶ αἴνιγμα, ὅτι τὸ μὲν αἴνιγμα ὁμολογεῖ τις ἀγνοεῖν, τὸν δὲ γρῖφον ἀγνοεῖ δοκῶν ἐπίστασθαι. οἷον αἴνιγμα μέν ἐστι τὸ τί δίπουν; τί τρίπουν; 〈τί τετράπουν;〉
ἐνταῦθα δὲ δῆλον τὸ ἐρώτημα. γρῖφος δὲ οἷον Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτανεν ἀνήρ
· ἐνταῦθα δοκεῖ μὲν εἰδέναι τὸ ῥηθέν, ἀγνοεῖ δέ, ὅτι Διομήδης ἦν ἀνὴρ Ἀχιλλεύς· ἐκείνην γὰρ ἔσχε μετὰ τὴν Βρισηίδα. ~ UΩ
καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι κτλ.]
σός, παμβέβηλε, καὶ θεὸς ⸢ ⸣
πλὴν καὶ θεοὺς ἔχειν σε τοιούτους πρέπει
σοφὸν μὲν τυγχάνοντα ταῖς αἰσχρ⸢ουργίαις.⸣ ~ ⸢U⸣
σείριον: τὸν ’Ωρίωνος κύνα, ὅς ἐπιτέλλων τῷ σφοδρῷ τῶν καυμάτων σεσηρέναι ποιῶν τοὺς ἀνθρώπους σείριος ὀνομάζεται. ~ UΩ
νόμους νομίζω τοὺς ἐμούς] ὡς οὐαί σοι, τρισάθλιε. χάριν τῶν νόμων. ~ U
παρόσον* δυσσεβέστερος] ⸢δυσσεβ⸣έστερον αὐτὸν λέγει τὸ ⸢ἄθεον αὐτ⸣οῦ διασύρων. τὸ ⸢δεῖνα δὲ⸣ ἐπὶ τῶν εὐτελεσ⸢τέρων· οὕ⸣τω χρῶνται τῷ ἀο⸢ρίστῳ τ⸣ὸ εὐτελὲς θερα⸢πεύοντ⸣ες. ἰσχάδας δὲ ⸢καὶ τὰ μ⸣ελιτώδη προὐβά⸢λλετο δ⸣ιὰ τὸ γλυκὺ καὶ τὸ ⸢ἡδύ, α⸣ι’νιττόμενος τὸ λεῖον τῆς ἡδονῆς καὶ τὸ προση⸣νές. ~ ⸢v⸣ΦUΩ
παλάθας* τῶν Καρικῶν] ὡς τῆς Καρίας διαφόρους παλάθας ἀπὸ τῶν σύκων φερούσης εἶπε τοῦτο. παλάθη δέ ἐστι σφαῖρα ἀπὸ συγκοπῆς σύκων συμπλαττομένη. ~ VCΦU
ἐοίκασι* κτλ.] ἐπειδὴ πολλοὶ τῇ ἀτοπίᾳ τῶν σοφισμάτων 20 ⸢ἐπισημα⸣ινόμενοι παρεγίνοντο ἐπὶ τὴν ἀγοράν, ὅπου τῆς ἐπιδείξεως χάριν προῄει Χρύσιππος, διὰ τοῦτο νῦν τοῦτο λέγει, ⸢ὅτι πολλ⸣οὶ τοῦτον ἐπὶ τὴν ἀγορὰν περιμένουσιν. ~ ⸢v⸣ΦUΩ
οὐ γὰρ ἐφ’ ἡμῖν ταῦτα: τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν φασιν οἱ ἀπὸ τῆς Στοᾶς, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν, ἐφ’ ἡμῖν μὲν ὑπόληψιν, ⸢ὁρμήν, ὄρεξιν, ἔκκλισιν⸣· ἔξεστι γὰρ τούτοις ἅτε ἡμετέροις ἔργοις οὖσι καὶ χρῆσθαι καὶ μή. οὐκ ἐφ’ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, ἡ δόξα, αἱ ἀρχαὶ καὶ ὅσα οὐχ ἡμέτερα ἔργα ἀλλὰ τῆς τύχης δοκεῖ. ταῦτα δὲ καὶ ἀδιάφορά φασι τὰ οὐκ ἐφ’ ἡμῖν· ἔξεστι γὰρ αὐτοῖς καὶ καλῶς χρήσασθαι καὶ μὴ οὕτως, ὡς ἂν δοκῇ τῷ, ᾧ περιγέγονε ταῦτα. τούτων δὲ τῶν ἀδιαφόρων τὰ μέν φασι προηγμένα, τὰ δὲ ἀποπροηγμένα, καὶ τούτων τὰ μὲν περὶ ψυχ⸢ὴν⸣ εἶναι ὡς εὐφυΐαν, ⸢πρὸ⸣κοπήν, γνώμην, ὀξ⸢ύτη⸣τα διανοίας καὶ τὰ π⸢αρα⸣πλήσια, τὰ δὲ ⸢πε⸣ρὶ σῶμα ὡς ὑγίειαν, ε⸢ὐαι⸣σθησίαν, ἰσχὺν καὶ τὰ ⸢ὅμοια⸣, τὰ δὲ περὶ τὰ ἐκτὸς⸢ὡς⸣ εὐτεκνία, κτῆσις σύ⸢μμετρος⸣, ἀποδοχὴ παρὰ ἀν⸢θρώπων καὶ⸣ εἴ τι τοιοῦτο. ὡσαύ⸢τως δὲ⸣ τριχῶς φασι καὶ τὰ ἀ⸢πο⸣προηγμένα, ἃπερ κατὰ ⸢τὸ ἐ⸣ναντίον ἐστὶ τοῖς πρ⸢οηγ⸣μένοις καὶ κατὰ τὸ τριττ⸢ὸν⸣ τῶν, περὶ ἃ ὁρᾶται, περὶ ⸢ψυχήν⸣ φημι καὶ σῶμα καὶ τ⸢ὰ ἐκ⸣τός, ὡς ἀνωτέρω παρεθέμεθα. ἡ δὲ κα⸢ταληπ⸣τικὴ φαντασία τοια⸢ύτη παρ’⸣
σύμβαμα τὴν χωλείαν*] ἀλλ’ ἐπιτριβείης, κατάρατε, πάντα γελοίως ὑπὸ τὴν γλῶσσαν στρέφων καὶ τὰ σοφὰ πάντα τοῖς παιγνιώδεσι παραβάλλων, οἷον καὶ νῦν πεποίηκας. τῶν διαλεκτικῶν γὰρ τῶν μὲν ἄλλων προτάσεις λεγόντων τὰς ἐξ ὀνόματος καὶ ῥήματος αὐτοτελῶς συντιθεμένας εἰς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς τὸ Σωκράτης περιπατεῖ
, Δίων διαλέγεται
, καὶ ὑποκείμενον μὲν λεγόντων τὸ ὄνομα ἤ τι τῶν ὀνόματος χρείαν ἀποτελούντων, κατηγορούμενον δὲ τὸ ῥῆμα, οἱ Στωικοὶ ἐθελακριβεῖς ὄντες καὶ ξενίζουσιν ἀγαπῶντες . ὀνόμασι χρῆσθαι τὴν μὲν αὐτοτελῆ πρότασιν Σωκράτει μεταμέλει
ἢ ‛Σωκράτης φιλεῖ’ ἢ Σωκράτει μέλει
, ταύτας οὖν ὠνόμασαν τὴν μὲν Σωκράτει μεταμέλει
, ἐπεὶ μὴ κατ’ εὐθεῖαν πτῶσιν τὸ ὄνομα ἐλήφθη, κἂν αὐτοτελές ἐστιν, αὐτοὶ παρασύμβαμά φασιν ὴ παρακατηγόρημα ὡσανεὶ παρακείμενον τῷ συμβάματι ἢ κατηγορήματι, τὴν δὲ Σωκράτης φιλεῖ
, ἐπειδὴ λείπει τὸ τίνα, κἂν κατ’ εὐθεῖαν ἐλήφθη ὁ ὑποκείμενος, ἀλλ’ οὖν, ἐπεὶ μὴ αὐτοτελὴς ἡ πρότασις, ἔλαττον ἢ κατηγόρημά φασιν αὐτήν, ὅτι μὴ τέλειόν ἐστι κατηγόρημα, τὸ δὲ Σωκράτει μέλει
ἔλαττον λέγουσιν ἢ κατηγόρημα, ὅτι τε πλαγία πτῶσις ὁ ὑποκείμενος καὶ ἐνδεῶς ἡ πρότασις ἔχουσα· λείπει γὰρ τὸ τίνος μέλει. οὕτω μὲν οὖν οὗτοι. ὁ μέντοι Λουκιανὸς λόγον ἀνεῦρεν ἐπὶ τούτων τὸ σπούδασμα τῶν σοφῶν ἐπὶ τὸ γελοιότατον μεταφέρων. ~ ΦUΩ
κροκόδειλος*] τὸν κροκόδειλον λόγον ἐν τούτῳ γοῦν καλῶς ποιῶν διαπαίζει φορτικὸν τῷ ὄντι καὶ σοφισματώδη, ὥσπερ καὶ τούτους, οὓς μικρὸν ἔμπροσθεν διακωμῳδήσει, τὴν ’Ηλέκτρον, τὸν ἐγκεκαλυμμένον, τὸν θερίζοντα καὶ τὸν κυρίττοντα, μιαρὰ καὶ κατάπτυστα σοφίσματα καὶ μηδὲν πλέον τῆς φλυαρίας ἐπαγγελλόμενα. ~ Ω
γνίφωνα] ἐλέγχει τοὺς Στωικοὺς γνίφωνας ὄντας χαίρειν τῷ συλλογισμῷ ἤτοι τῷ χρήματα συλλέγειν· εἰς τοῦτο γὰρ τὸ συλλογίζεσθαι μεταλαμβάνει σκώπτων εὐφυῶς. ~ φUΩ
καὶ μὴν τοὐναντίον ἔφης κτλ.] στέρησις τῶν ἀληθῶν τὰ ψευδῆ. ποσαχῶς ἡ ἄγνοια; ὁσαχῶς ἡ ἐπιστήμη. ἡ οὖν ἐπιστήμη τριττή· ἢ γάρ, ὅταν γινώσκωμεν ἀμφοτέρας τὰς
τὸν μὲν ἐξωτερικόν: διὰ τοὺς λόγους φησίν, οὓς Ἀριστοτέλης οὕτως καλεῖ, ἐσωτερικοὺς τοὺς διαλεκτικούς, ἐξωτερικοὺς τοὺς ῥητορικούς. τὰ δὲ ἐπὶ τούτοις, τὸ τῆς θαλάσσης βάθος ὁπόσον εἰδέναι καὶ τὸν κώνωπα ὁπόσον βιοῖ καὶ τὴν τῶν ὀστρείων ψυχὴν καὶ τὴν ἐν μήτρᾳ πλαστικήν, ταῦτα πάντα διασύρων εἴρηκε τὰς πραγματείας Ἀριστοτέλους τὰς ζωολογικάς, τὰς ἀνατομικάς, τὰς μετεωρολογικὰς καὶ εἴ τις ἄλλη ταύταις ἑξῆς. ~ φUΩ
τρία εἶναι ἀγαθὰ κτλ.] Ἀριστοτέλην λέγει
οὐκ ἂν φθάνοις: ἀντὶ τοῦ τάχιστ’ ἂν ὠνήσῃ αὐτὸν ἔχων ἐλπίδα παρ’ αὐτοῦ εὐποροῦντος ἀποίσεσθαι τὸ καταβληθέν σοι. ~ φUΩ
τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν] τοῦτό φησιν, ἐπειδὴ ἀκαταληψίαν ἐπρέσβευεν. αὕτη δὲ ἡ ἀκαταληψία, τὸ μηδὲν ἐφικνεῖσθαι πρὸς λῆψιν ἀλλὰ πάντα διαδιδράσκειν αὐτήν, οὐδὲν εἰς γνῶσιν ἔχειν δοκεῖ. διὰ τοῦτό φησιν ὁ Πύρρων ἀδυνάτως ἔχειν δραπέτην μεταδιώκειν ἤτοι ὅτι τὰ τὴν γνῶσιν ἀποφυγγάνοντα οὐδὲ ἑλεῖν οἷός τέ εἰμι
. ~ φUΩ
πάντες ἅμα κτλ.] ὡραῖον ~ ΓV
ἐκεῖνος σώσειέ με κτλ. ] ὡραῖον πάνυ. ~ ΓV
μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων*] ἀντὶ τοῦ μὴ ⸢κατὰ⸣ τοὺς νῦν⸣ φιλοσ⸢όφους⸣¹. ~ ⸢V⸣UΩ
κατά τοὺς ῥήτορας] ⸤ἐπεὶ παρ⸢αδειγματικῇ⸣ κέχρηται ⸢τῇ πίστει, αὕτη δὲ⸣ μερική⸥, ⸢τούτου χάριν⸣ ἐστὶ ῥητορική· οἱ
τοῦτο ἐκεῖνο τὸν ἵππον ἐς πεδίον: ⸤⸢παροιμία ἐπ⸣ὶ τῶν, ὁπηνίκα ⸢ἀπόροις ἐ⸣νέχωνται, ἀξιούν⸢των τι τοιοῦ⸣το, ὃ λύσιν μὲν⸥, ⸢δοκεῖ παρ⸣έχειν έχειν βραχεῖ⸢ αν καὶ ἄνεσι⸣ν, τὸ δέ ἐστι ⸢μέγα καὶ πρὸς ἐπ⸣ ίδειξιν συν⸢τεῖνον τῆς το⸣ῦ ἐπιζητοῦντος ⸢δυνάμεως. τ⸣ί γὰρ ⸢καταλληλότερον⸣ ἵππῳ πεδίου ⸢πρὸς τὸ τὴν οἰκε⸣ ίαν ἐπιδείξασθαι ἀρε⸣τήν; παράλ⸢ληλοι ταύτῃ⸣ τῇ παροιμίᾳ ⸢καὶ αὗται ’ὕ⸣δωρ βατρά⸢χῳ’ καὶ ’στέαρ γ⸣αλῆ’ ⸢καὶ Λυδῷ πράγμ⸣ατα
. ~ C⸤ B⸥⸢V⸣φΩ
τὸ πρὸ δίκης: προσυ ⸤πακου⸥στέον τὸ καταψηφίζεσθαι. ~⸤B⸥φUΩ
τὸ ἐν τῇ χειρὶ δίκαιον: ἀντὶ τοῦ ⸤ἐν τῇ⸥ δυνάμει, ἐν τῷ βιάζ⸤εσθαι⸥. ~ C ⸤B⸥φ UΩ
ὕδατος] τοῦ δικαστικοῦ ὕδατ⸤ ος, πρὸς ὃ⸥ τοὺς λόγους οἱ διαδικαζ⸤ όμενοι⸥ ἐποιοῦντο. ~ ⸤B⸥φ UΩ
ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις κτλ.] ⸤τὸ αὐτ⸥ὸ νῦν τις περὶ μοναχῶν καὶ ἐπ⸤ ισκό⸥πων εἰκάζων οὐ πόρρω τοῦ σώ⸤ φρονος λ⸥ογισμοῦ πεσεῖται· σκεύεσι ⸤γὰρ θεοβλα⸥βείας καὶ χρώμασι περιηνθι⸤σμένοι ἐς τὸ⸥ πᾶν τοῦ ἀληθοῦς ἐστερήμεθα. ~ ⸤B⸥
ἦν κοσμουμένη κτλ.] ὡραῖον. ~ Γ
Ἰξίονα] φασὶ γὰρ τὸν Ἰξίονα τῆς Ἥρας ἐρασθῆναι, ἐρασθέντι δὲ τὴν Ἥραν χαριζομένην αὐτῷ νεφέλην εἰς ἑαυτὴν ἀπεικάσασαν ἐᾶν Ἰξίονι χρῆσθαι ὡς ἑαυτῇ. ἀφ’ οὗ καὶ οἱ Κένταυροι ἀρχὴν τῆς γενέσεως ἔσχον. καὶ τὸ σύμπτωμα υ παρά γἀρ τὸ τὴν αὔραν κτενεῖν τὸν Ἰξίονα ἐπὶ τῇ γενέσει Κένταυρος τὸ ἀπ⸤ ὸ τούτου ἐκλήθη⸥.~ ⸤B⸥φUΩ
τί Πλάτων κτλ.] ἐντεῦθεν τῷ λόγῳ τούτῳ ἐπιγραφὴ τὸ Ἀναβιοῦντες. ~ BUΩ
τέως περιπατήσατε κτλ.] ὡραῖον. ~Γ
Ἀλήθεια κτλ.] ⸤εὐφ⸥υέστατον τοῦτο ⸤τὸ τ⸥ῆς εἰδωλοποιίας ⸤ἐπὶ⸥ τῆς ἀληθείας. ~ ⸤B⸥ K
Σολέας* κτλ.] ⸤ ὅτι Σολεὺς Ἄρατος ὣν Ἑλληνικῇ παιδείᾳ τοσοῦτον διήνεγκεν, ὥστε τὰ Φαινόμενα Ἑλλάδι φωνῇ γράψας ἐθαυμάσθη. καὶ Ζήνων δὲ ὁ τῆς Στοᾶς κοσμήτωρ τε καὶ καθηγητὴς ἐκ Κιτίου⸥ τῆς Κύπρου ὡρμᾶτο. καὶ δὴ καὶ Κράντωρ καὶ Χρύσιππος ἄμφω Σολεῖς οὐκ ἄσημοι κατὰ φιλοσοφίαν καὶ μάλιστα Χρύσιππος. ἀμέλει δὴ καὶ Ἀριστοτέλης Σταγειρίτης καὶ Δημόκριτος καὶ Πρωταγόρας Ἀβδηρῖται, ἀλλ’ οὐ δήπου ξενίας διώκονται, ὅτι μὴ ἐκ μέσης, φασίν, Ἑλλάδος ἰθαγενεῖς ὄντες εὑρίσκονται, θαυμάζονται δὲ μᾶλλον. ~ ⸤B⸥Cφ Ω.
εὖ λέγεις κτλ.] ὡραῖον. ~ Γ
μία*] τῶν ἐναντίων ἤτοι τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην φασίν· ὁ γὰρ τὸ δεξιὸν ὡς δεξιὸν ἐπιστάμενος πολὺ πρότερον ἐπίσταται τὸ ἀριστερὸν καὶ ὁ τὸ νοσερὸν ὡς νοσερὸν εἰδὼς οἶδε ⸤ καὶ τὸ ὑγιεινόν⸥· ὡσαύτως ἐπὶ γενέσεως ⸤καὶ φθορᾶς⸥, μειώσεως καὶ αὐξήσεως ⸤ καὶ τῶν παραπλη⸥σίων, ἃ ὑπὸ τὰ ἀντικε⸤ίμενα τελεῖ⸥. τοῦτ’ οὖν φησι πρὸς τὸν Παρρ⸤ησιάδην⸥ νῦν διατεινόμενον ἀπο⸤ μαθεῖν⸥ τἀναντία τῷ μισεῖν ⸤καὶ τὴν κα⸥τ’ αὐτὰ τέχνην, ὡς οὐκ ἔστι το⸤ ῦτο⸥, ἐπεὶ τῶν ἀντικειμένων ἡ αὐ⸤ τὴ γνῶσις⸥. ~ ⸤B⸥φUΩ
ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξὺ χρόνῳ. ~ Bφ
μέλαιναι*] ἐψηφοφόρουν ἐν τοῖς δικαστηρ⸤ίοις⸥ οἱ δικά
ἂν γένοιτο πρὸς τὴν δίκην κτλ.] ὡραῖον. ~Γ
προηγορίαν] τὸ πρότερον εἰπεῖν ἢ [τὸ] ἀγορεῦσαι. ~ BφΚ
ξυμφόρει ἐς τὸ αὐτὸ κτλ.] μάταιε, τί διασιλλαίνεις τοῖς σκώμμασι τὰ τοῦ Πλάτωνος παρὰ πᾶσιν ἀνθρώποις θαυμαστήν τινα καὶ ἀνάλωτον τὴν δόξαν ἀπενεγκάμενα; ~ B
εἰ γάρ τι καὶ πρὸς ἀλλήλους κτλ.] τοῦτό φησιν, ἐπειδὴ Κυνικὸς ἦν Διογένης καὶ τῷ τῆς ζωῆς παραλλάττοντι διάφορος τῇ τε Στοᾷ καὶ τῇ Ἀκαδημίᾳ. ~ B
τοῦτο ὑπερμάχει: ἀντὶ τοῦ κατασκεύαζε· ἐπεὶ κυρίως τὸ ὑπερμαχεῖν γενικῇ συντάσσεται. τὸ γὰρ πρό τινός τι ποιεῖν
ξύλῳ*] ⸤εἰς τὰς τῶν φιλοσόφων βακτηρίας ἐπισκώπτει· διαπαίζει γὰρ αὐτοὺς⸥ ὡς τοῖς σχήμασι μόνοις φιλοσοφοῦντας. ~⸤ B⸥ Φ Ω.
ἐν Διονύσου*] Διονυσίοις γὰρ μόνοις ἐφεῖτο τὸ θέατρον ποιηταῖς κωμῳδοῖς. ταῦτα δὲ δὶς τοῦ ἔτους ἐπετελεῖτο, ἔαρος καὶ φθινοπώρου, ἔαρος τὰ μικρὰ Διονύσια, φθινοπώρου δὲ τὰ μεγάλα. ~ BCVΦΩ
Μένιππον*] ὁ Μένιππος οὗτος Κυνικὸς ἦν φιλόσοφος κατὰ τὸν Σεβαστὸν
λέγε ἤδη ἐν τῷ μέρει* κτλ.] ἀντὶ τοῦ τὸ σὸν μέρος· ῥεῖ γὰρ ἤδη τὸ κατὰ σὲ ὕδωρ ἀπὸ τοῦ δικαστικοῦ ἀμφορέως. ἰστέον γάρ, ὡς τοὺς πολλοὺς ἐπισχεῖν βουλόμενοι τῆς ἀπεράντου φλυαρίας οἱ δικασταὶ τῶν ῥητόρων ὑδρίας ὕδατος πληροῦντες διά τινος διατρήματος παρεῖχον τῷ ὕδατι ἔκροιαν κελεύοντες τὸν ῥήτορα λέγειν ἐν ἀρχῇ τῆς ἀφέσεως τοῦ κρουνίσκου· ἅτε οὖν πρὸς μέτρον τοῦ ὕδατος τὸν λόγον ποιούμενοι συνέτεμνον τὸν λόγον. ~ B C VφΩ
τῶν καθ’ ἡμᾶς κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς ἔοικε μοναχοῖς. ~ B
τούτου* τὸν ἐπώνυμον] Διογένους τοῦ Κυνικοῦ. ~ V
ἐπὶ μισθῷ διδάσκουσι κτλ.] ὡραῖον. ~ ΓV
μέσους αὐτοὺς κτλ.] ὡραῖον. ~ ΓV
πυρριχίζειν] εἶδος ὁρχήσεως ἡ πυρρίχη σύντονον. ~ BVφUΩ
Ἡρακλῆς* — καὶ πίθηκος] παροιμία ἐπὶ τῶν πάντῃ παρηλλαγμένων καὶ ἀσυμβάτων πραγμάτων, καθότι ⸤ἥρως⸥ μὲν Ἡρακλῆς καὶ αὐτόχρημα ἀνδρεῖος, ⸤οἱ⸥ πίθηκοι δὲ οὔτε ἀνδρείαν ἔχοντες καὶ ⸤κατα⸥γέλαστοι καὶ εὐφώρατοι ἀνδρείαν ⸤ὑ⸥ποκρίνεσθαι εἰσαγόμενοι. ~ ⸤B⸥CVφΩ
Ἰλιέων] τὸ Ίλιον πόλις ἐστὶ Φρυγίας, τῆς Ὁμήρου τὸ κεφάλαιον 10 δραματουργίας. ~ BΚ τραγῳδὸν κτλ.] ὡραῖον. ~ ΓV
καὶ αὐτός] ἐκ Διογένους ὁ λόγος. ~ B
Τάλω*] ὁ μὲν Τάλως ἥρως παλαιὸς ἐν τῇ Ἀκροπόλει τεθαμμένος, τὸ δὲ Ἀνάκειον τῶν Διοσκούρων τὸ ἱερόν· Ἄνακες γὰρ οἱ Διόσκουροι λέγονται. ~ VBφΩ
αὐτοπυριτῶν*] αὐτοπυρίτης ἄρτος ὁ λιτὸς καὶ σχεδίως ὠπτημένος ἢ πρὸς ἥλιον ἢ πρὸς τῇ σποδιᾷ, ὃν καὶ ἐγκρυφίαν φασίν. ~ BCVφΩ
τὸ μὲν χρυσίον ὡς φιλάργυροι ἔχοντες ἀνευρίσκονται, τὸ μύρον ὡς τρυφᾶν εἰωθότες, τὸ κάτοπτρον ὡς εὐθετίζοιεν τὸ πρόσωπον ἐπὶ τὸ σεμνότερον καὶ τὴν ὑπήνην, οἱ κύβοι δὲ δεῖγμα σχολῆς ἀκαίρου καὶ ἀκολάστου διαίτης. ~ BVφΩ
ἰσχάδας μοι δὸς ἀνύσασα: περιττὸν τὸ ἀνύσασα, Ἀττικὸν μέντοι· αὐτοὶ γὰρ καὶ παίζεις ἔχων
φασὶ καὶ ἑκὼν εἶναι
καὶ ἄλλα τούτοις παραπλήσια. ~ CBVΩ
ἐκ τῶν βραγχίων ἀπηρτημένος] σημείωσαι, πῶς ἐχρήσατο τῷ ἀπηρτημένος, ὁμοίως καὶ τῷ μὰ Δί’. ~ B
ἀλλ’* ἢν ἰδού] ἠθικὸν ἐπίφθεγμα τοῦτο καὶ ἀφελές· καὶ ἔστι δεικτικὸν ἠνί τὸ ὁλόκληρον· ἐκτέθλιπται γάρ. ~ BCVΦΩ
ἄγραν*] ⸤πρ⸥οσυπακουστέον τὸ πάρεχε. ⸤ἔστι δὲ καὶ⸥ τοῦτο ἠθικόν, ὥσπερ καὶ τὸ ἀλλ’ ὅ⸤πως⸥ μὴ πλήξῃς
· προσυπακούε⸤ται γὰρ⸥ τὸ σκόπει. ~ ⸤Β⸥VΦΩ
φέρ’ ἴδω κτλ.] εὐφυῶς μάλα καὶ τόδε διεκωμῴδησε τῶν βουλομένων μὲν τὴν Χρυσίππου αἵρεσιν μετιέναι τοῦ παντὸς μάλιστα ταῖς διαλεκτικαῖς ἐρεσχηλίαις λαλιστάτου, οὐκ ἐχόντων δὲ ὅτι καὶ εἴποιεν τῶν αὐτοῖς περιεχομένων. ~ B
καυτηρίων δεησόμεθα] κεκαυτηριασμένος κυρίως ὁ μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. ~ ΩM
ἀφηνιάσαντες*] τὸν χαλινὸν ἀπορρίψαντες. ~ ΓVφUΩ
βλακεύωσιν*] ἀντὶ τοῦ μετὰ ἀργίας διαμέλλοντες τῶν ἔργων ἅπτωνται· τὸ γὰρ βλακεύειν ἐπὶ τῶν μετὰ θρύψεώς τι ἐπιτελούντων λέγεται. ~ VφUΩ
Νεμέᾳ*] Νεμέα ἐστὶ τόπος ἐν τῇ Κορίνθῳ παρὰ τὸν Τρητὸν λεγόμενον, οὗ Ἡρακλῆς τὸν λέοντα φονεύσας τὰ Νέμεα ἐπιτελεῖσθαι κατήρξατο. ἐν ταύτῃ τῇ Νεμέᾳ πρὸ τοῦ Ἡρακλῆ τὸν λέοντα κατεργάσασθαι οἱ βουκόλοι ἀγρυπνότατοι καὶ φιλοπράγμονες ἦσαν φόβῳ τοῦ μή τι παθεῖν ὑπὸ τοῦ λέοντος τὰ βουκόλια. ~ VCΦUΩ
μερμηρίζω*] μεριμνῶ. ~ Γ
ἑώλους* δίκας] ἕωλός ἐστιν ὁ χθεσινὸς ἄρτος ὁ μὴ
εὐρῶτος*] σήψεως. ~ ΓV
καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις* κτλ.] καὶ μάλιστα ὅσαι εἰσὶ παρὰ τῶν τεχνῶν, οἷον ὅτι γραμματικὴ κρείττων ἰατρικῆς ἢ ῥητορικὴ γραμματικῆς. ~ ΓVUΩ
ὑπερημέρους*] παραβαινούσας τὴν προθεσμίαν, τουτέστι διασυρούσας. ~ ΓVΦUΩ
ἐφέντι*] ἔκκλητον δεδωκότι. ~ ΓVUΩ
ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ ΓVUΩ
σεμνὰς θεάς: τὰς Ἐρινύας· τούτων γὰρ τὸ ἱερὸν πλησίον τοῦ Ἀρείου πάγου. ~ ΓVφUΩ
ὁ τοῦ Σωφρονίσκου*] τὸν Σωκράτην λέγει. ~ VΩ
ἀλεκτρυόνα*] ὁ γὰρ Πλάτων ἐν τῷ Φαίδωνι
μεστοὶ δὲ οἱ περίπατοι κτλ.] ὡραῖον. ~ Γ
δεδίττονται*] ταράττουσιν. ~ ΓV
προσποιεῖσθαι*] ἰδιοποιεῖσθαι. ~ ΓVΩ
προεπεξενῶσθαι*] ἀπὸ πολλοῦ ξενοδοχηθῆναι. ~ ΓVΩ
ὅτι τὸ ἐκλελῆσθαι αἰτιατικῇ συντάττεται. ~ CVφΩ
δευσοποιόν*] τὸ ἀνέκπλυτον βάμμα. ~ ΓVΦΩ
πνύκα*] τὴν ἐκκλησίαν τῶν Ἀθηναίων. ~ ΓVΦΩ.
τὸν Πᾶνα τῶν* Διονύσου θεραπόντων κτλ.] ἁρμοδίως ὡς ἴδιον υἱὸν ἐπαινεῖ αὐτόν. ~ VΩ
Παρθένιον*] ὄρος τῆς Ἀρκαδίας. ~ ΓVφΩ
Δάτιδος*] Δαρεῖος ὁ Περσῶν βασιλεὺς κατὰ τῆς Ἑλλάδος
σπήλυγγα*] σπήλαιον. ~ ΓVΩ
Πελασγικοῦ*] τόπος Ἀθήνησιν ἀπὸ Πελασγῶν ἐν αὐτῷ οἰκησάντων. γράφεται δὲ καὶ διὰ τοῦ ρ̄. ~ ΓVΩ
κυδοιμὸν* κτλ.] πόλεμον. λέγουσι γάρ, ὅτι Πὰν συμμαχήσας τοῖς Ἀθηναίοις ἐν Μαραθῶνι πολλοὺς τῶν βαρβάρων ἐφόνευσεν. ~ ΓVΦΩ
ὄρειος*] ἐν ὄρεσι διαιτώμενος. ~ ΓVΦ
ἀστικά*] πολιτικά. ~ ΓV
πρὸς τὸ ὄρθιον*] ἀντὶ τοῦ ἐπὶ τὸ μεῖζον καὶ ὀξὺ τῆς φωνῆς. ἐς τὸ ἀκριβέστατον δὲ ἔγραψε τὸ τῶν φιλοσόφων ἐν ταῖς διαλογικαῖς συνουσίαις σύμπτωμα. ~ VΦΩ
τεθήπασιν*] θαυμάζουσιν. ~ ΓVΩ
ἅλις ἔχοιμι: ἀντὶ τοῦ ἅλις ἔσχον ἤγουν ἀρκούντως· οὕτω γὰρ τὰ εὐκτικὰ ἐν τῇ συμφράσει παραλαμβάνεται, ὁπότε μήτε κατ’ εὐχὴν κεῖται μήτε ἀντὶ ὑποτακτικοῦ ῥήματος, οἷον οὗτος δὲ ὁπότε εἰσέλθοι, κακὰ πολλά με εἰργάζετο
· ἀντὶ γὰρ τοῦ εἰσῆλθεν. ~ CVΦΩ
ἀργυραμοιβική*] τραπεζιτική. ~ ΓVφΩ
τοῦ* ῥήτορος] ὁ ῥήτωρ οὗτος εἶ αὐτός, κακόδαιμον Λουκιανέ. ~ VΦφΩ
Σύρῳ] διὰ τὸ Σύρον εἶναι τὸν ῥήτορα. ~ ΓVΦ
καί* μοι ἤδη κάλει αὐτόν] εἰσελθὼν ὁ Πολέμων εἰς τὸ δικαστήριον παρίσταται τοῖς δικασταῖς. ~ ΓVφΩ
ἐν χρῷ κέκαρμαι*] ὅτι οἱ Στωικοὶ τὰς κεφαλὰς ἦσαν διόλου κεκαρμένοι, ὡς οἱ μοναχοὶ νῦν. ~ VCφΩ
μορμολυττομένη*] ταράττουσα. ~ ΓV
ἀφηνιάσαι*] φυγεῖν. ~ ΓV
μηδὲ τῶν* θεῶν φείδεται] διὰ τοὺς Ἐπικουρείους ὑπέκρουσεν ἀθέους μὲν ὄντας ἡδονὴν δὲ πρεσβεύοντας. ~ VφCΩ
τὸν ὑμέτερον Θησέα*] Ἀθηναῖος γὰρ ὁ Θησεύς, Ἀθηναῖοι δὲ οἱ δικάζοντες. ~ ΓVφ
ἀγκύλους* ἐκείνους λόγους] τοὺς περιεστραμμένους, λέγει δὲ τοὺς συλλογισμούς. ~ ΓVφΩ
Ἐλέου βωμόν*] βωμὸς ὑπῆρχε παρ’ Ἀθηναίοις τοῦ Ἐλέου, ἐν ᾧ οἱ ἀδικούμενοι, ἵνα ἐλεηθῶσι, κατέφευγον. ~ ΓVφ
τὴν τοῦ Ἄϊδος κυνῆν*] τὴν τοῦ Ἅιδου περικεφαλαίαν. λέγουσι δέ, ὅτι ὁ ταύτην φορῶν οὐκέτι ἐφαίνετο. ~ ΓVΩ
ἀνδριάντι*] τοῦτο γὰρ δόγμα τῶν Στωικῶν ὡς ἀνδριάντι χρήσασθαι τῷ σώματι. ~ VΩ
κακὸν ἡγῇ τὸν πόνον; ναί. τὴν ἡδονὴν δὲ ἀγαθόν; πάνυ μὲν οὖν: τριχῶς ἔλεγον οἱ Στωικοὶ τὸ ἀγαθόν. τὸ μὲν γὰρ πρῶτον καὶ οἷον πηγῆς ἔχον χώραν, ὅ καὶ ἀφορίζονται ἀγαθὸν εἶναι λέγοντες, ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι τῷ πρώτως εἶναι αἰτίαν καὶ ὑφ’ οὗ. δεύτερον καθὼς συμβαίνει ὠφελεῖσθαι, ὥσπερ εἰ θερμαινόμενός τις ψύχους τῆς νόσου ἀπαλλάττεται· οὐ γὰρ τὸ θερμαίνειν ἀλλὰ τὸ θερμαίνεσθαι αἴτιον τῆς ὠφελείας. καὶ τρίτον ἔλεγον ἀγαθὸν κοινότερον καὶ ἐπὶ τὰ εἰρημένα διατεῖνον τὸ οἱονεὶ ὠφελοῦν, ὅπερ οὐ τοῦ ὄντως ὄντος περιδράττεται ἀλλὰ τοῦ ἐν ὑπολήψει. ὁμοίως τούτοις καὶ τὸ κακὸν εἶναι τριττόν, τό τε ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι, ὡς ὁ καιόμενος
τὸ* δεῖνα] ὡς καὶ ἐν τῇ συνηθείᾳ εἰώθαμεν λέγειν ἀορίστως τὸ τοιοῦτο, οὕτως καὶ νῦν οὗτος τὸ δεῖνα εἶπεν ἴσως διὰ τὴν εὐτέλειαν σιγήσας καὶ ἀορίστως προενέγκας καὶ
Ἀργυραμοιβική*] τοῦ Διογένους ταῦτα λέγοντος ἡ Ἀργυραμοιβικὴ 5 φοβηθεῖσα πέφευγεν. ~ ΓVΩ
ὁ Πύρρων ζωγράφος πρότερον ὢν γέγονε μετὰ ταῦτα φιλόσοφος, ὅστις εἶχε σκοπὸν πάντα ἀναιρεῖν τὰ ὄντα. ~ ΓCVφΩ
ἕωλον*] παλαιάν. ~ ΓVφ
κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ ΓCVφΩ
γενειήτην λέγει τὸν Διάλογον, ἐπεὶ τοῖς εἰωθόσιν αὐτῷ χρῆσθαι φιλοσόφοις μάλα σεμνῶς ἡ βαθεῖα ἠσκεῖτο ὑπήνη. ~ VφΩ
ἄμετρον*] ἄνετον. ~ V
κρότος μὲν ἐπὶ τῶν ῥητορικῶν λόγων καὶ μάλιστα τῶν ἐπιδεικτικῶν ἐν θεάτρῳ λαλουμένων καὶ τῶν ῥητόρων, ὡς ἔθος αὐτοῖς, πεπαρρησιασμένως χειρονομούντων ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν. ἐπὶ δὲ τοῖς διαλόγοις τοιοῦτον οὐδέν, ἀλλ’ ἅτε πρὸς ἔπος τῶν ἀντιλεγόντων γινομένων τῶν λόγων, ἐν οἷς ποτε ἀστεῖον ῥηθείη, μειδίαμα ἄχρι τοῦ τὰ χείλη διᾶραι τὸ πρόσωπον διαθεῖ μόνον· καὶ εἴ που βραχύ τι δεήσει ἐπισεῖσαι τὴν χεῖρα, καὶ τοῦτο κατὰ μέτριον ἐξανύεται. ~ VφΩ
κακώσεως*] κάκωσίς ἐστιν ὄνομα δίκης κατὰ τῶν ἁμαρτανόντων περὶ τὸ ἴδιον γένος ἤτοι γυναῖκα. ~ ΓVφΩ
ἐγὼ* κτλ. ] τὸ φορτικὸν τοῦτο τῶν νέων ῥητόρων, ὃ ἐπὶ τῆς ἀπαγγελίας κομμωτικῶς διεξέρχονται, λέγει. διὸ καὶ ταῖς θριξὶν αὐτὸ ἀπεικάζει καὶ τῷ τούτων εὐθετισμῷ διὰ τὸ τοῖς παρίσοις αὐτοὺς χαίρειν τῶν κώλων καὶ ταῖς παρη
τυράννων* κατηγορίας] διὰ τοὺς τὰς λεγομένας μελέτας ἐπιτηδεύοντας, ἐν αἷς τυραννοκτόνοι τινὲς μελετῶνται καί τινα ἄλλ’ ἄττα τοιαῦτα. ~ VφΩ
καὶ* τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφεῖλέ μου κτλ.] ἐν οἷς τὰ Πλάτωνος τοιαῦτα σοφοὺς ἄνδρας καὶ μεγαλόφρονας καὶ γενναίους τοῖς διαλόγοις ὑποβαλλόμενα, εἰκότως καὶ τραγικὴν μίμησιν ταῦτα καλεῖ, ὥσπερ ἀμέλει κωμικὰ πάλιν καὶ σατυρικὰ τὰ τοῦ Σύρου καλεῖ, κωμικὰ μὲν διὰ τὸ γελοῖον, σατυρικὰ δὲ διὰ τὸ πολλάκις καὶ αἰσχρότατα προσενείρειν τοῖς διαλόγοις· οἵ τε γὰρ Σάτυροι καταγέλαστοι τοῦ ὁρᾶσθαι αἵ τε κωμῳδίαι γελοῖοι καὶ πλήρεις σκωμμάτων· οἱ Σάτυροι δὲ μεθύοντες ἀεὶ καὶ παρασφαλλόμενοι εἰσάγονται καὶ πρὸς τῷ ἀλλοκότῳ τοῦ σώματος τῆς μορφῆς ἔτι καὶ ὁρμητικοὶ πρὸς συνουσίας αἰσχράς. ἐπεὶ τοίνυν κέχρηται καὶ τοιούτοις Λουκιανὸς διαλόγοις, ὡς ἐπὶ τοῦ Συμποσίου
οὔτε πεζός εἰμι οὔτ’ ἐπὶ τῶν μέτρων βέβηκα] καταγινώσκει τοῦ ῥήτορος ὁ Διάλογος, ὅτι γράφει διὰ λόγου ἀνθηροτέρου καὶ κροτουμένου· τοῦτο γὰρ τῶν φιλοσόφων διαλόγων ἀλλότριον. ~ ΓVφΩ
κεχαρισμένον*] ὅπερ ἀνωτέρω ἔθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων
, διασυρμοῦ τέθεικεν ἕνεκα· τὸ γὰρ νῦν λέγειν ὅτι χαμαὶ βαίνειν εἴθισα καὶ ἐς τὸν ἀνθρώπινον τρόπον
οὐκ ἄλλο οὐδὲν ἢ διαγελῶντος τὸ δῆθεν ὑψηλὸν ἐκεῖνο τῆς μεγαληγορίας. ~ VφΩ
τὰ πρὸ τοῖν ποδοῖν] τὸ τῆς Θρᾴττης τοῦτο ἐκεῖνο, ὃ εὐφυῶς ἐκείνη ἀπέσκωψεν εἰς Θάλητα τὸν φυσικόν. ~ VφΩ
ὡς* θοἰμάτιον τοῦτο τὸ Ἑλληνικόν] τὸν ἀττικισμόν φησι καὶ τὸ τῆς λέξεως ἀνθηρὸν καὶ διεσμιλευμένον· οὐ γάρ φησιν ὡς Σύρος καὶ ἐκ βαρβάρων τὴν λέξιν ἐκιβδήλευσα τοῦ λόγου, βαρβαρισμοῖς αὐτὸν διαλαβὼν καὶ σολοικισμοῖς
, ἀλλὰ τὸ πρέπον αὐτῷ διετήρησα τῇ λέξει εἰς τὸν Πλατωνικὸν τρόπον
. ~ VφΩ
τετρυπημένην*] ἐπὶ τῶν δικαζομένων δύο ψῆφοι ἐτίθεντο, ἡ μὲν πλήρης, ἡ δὲ τετρυπημένη. ἐδίδοτο δὲ τοῖς μὲν νικῶσιν ἡ πλήρης, τοῖς ἡττωμένοις δὲ ἡ τετρυπημένη, καὶ μάρτυς τούτων Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου [79] τὴν γὰρ τετρυπημένην ἀξιοῖ Τιμάρχῳ δοθῆναι· εἰ γὰρ καὶ
θυσίαις*] ὁ σκοπὸς ἐνταῦθα τῷ Λουκιανῷ καταδραμεῖν τῶν Ἑλλήνων θυσίας ποιούντων· τὸ γὰρ θεῖον οὐ δέεται θυσιῶν. οὐκ ἔστι δὲ διάλογος· ὅλον γὰρ τὸν λόγον ὡς ἐξ ἰδίου προφέρει προσώπου, ὁ δὲ διάλογος πρόσωπα ἔχει διάφορα διαλεγόμενα πρὸς ἄλληλα. ~ ΓVMΩ
Αἰτωλικά*] Αἰτωλίας ἐβασίλευεν Οἰνεύς. οὗτος θύσας τοῖς θεοῖς τὴν Ἄρτεμιν ἐπελάθετο, ἡ δὲ ὀργισθεῖσα ἀπέλυσε κατὰ τῆς Καλυδῶνος κάπρον, ὅστις πολλοὺς ἀνεῖλεν, ὕστερον δὲ κατ’ αὐτοῦ συναχθέντων πολλῶν ἀνῃρέθη. ~ ΓVMΩΔ
Καλυδωνίων*] Καλυδὼν πόλις ἐστὶν Αἰτωλίας. ~ ΓVMΩΔ
Μελεάγρου*] Ἀλθαία Μελεάγρου μήτηρ ἐγέννησε σὺν τῷ Μελεάγρῳ λάμπον πῦρ καὶ ἔμαθεν, ὡς τοσοῦτον ζήσει χρόνον Μελέαγρος, ὅσον ἡ λαμπὰς ἅπτεται. ὅτε οὖν ἐφονεύθη ὁ κάπρος, ὁ Μελέαγρος τῆς Ἀταλάντης ἐρῶν αὐτῇ τὰ νικητήρια δέδωκεν. ὠργίσθησαν ἐπὶ τούτῳ οἱ θεῖοι [καὶ] οἱ ἀδελφοὶ τῆς Ἀλθαίας — σὺν αὐτῷ γὰρ τὸν κάπρον ἐφόνευσαν —, ὅτι γυνὴ προετιμήθη αὐτῶν, καὶ ἔσχον πόλεμον πρὸς Μελέαγρον. ἀνεῖλεν οὖν αὐτοὺς ὁ Μελέαγρος καὶ ὀργισθεῖσα ἡ Ἀλθαία διὰ τοὺς ἀδελφοὺς ἔσβεσε τὴν λαμπάδα καὶ ἀπέθανεν ὁ Μελέαγρος. ~ ΓVMΩ
Ὁμήρου*] ὁ γὰρ Ὅμηρός φησιν
ταύρων*] ὁ γὰρ Νέστωρ ἀπὸ τῆς Ἰλίου ἐπανελθὼν εἰς Πύλον ἐννέα βοῶν θυσίαν τῷ Ποσειδῶνι ἔθυσεν, ὡς λέγει οὗτος· ὁ γὰρ Ὅμηρος
ὤνια*] πράσιμα. ΓVΩ
Περσῶν*] ἐκ τοῦ Ἡροδότου [3, 31] Καμβύσης ὁ Κύρου τοῦ Περσέων ἐρασθεὶς τῆς ἀδελφεῆς Ἀτόσσης ἤρετο τοὺς βασιληίους δικαστάς, εἴ τις ἔστι νόμος κελεύων τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν. οἱ δὲ ἀπεκρίναντο νόμον μὲν μηδένα εἶναι, ὅς κελεύει ἀδελφεὸν ἀδελφεῇ ξυνοικέειν, ἄλλον μέντοι νόμον ἐξευρηκέναι, ὃς θεσπίζει τῷ βασιλεύοντι Περσῶν ἐξεῖναι ποιέειν, ὃ ἐὰν βούληται. καὶ τότε Καμβύσης ἔγημε τὴν ἀδελφήν. ~ ΓCVΩΔ
κεφαλῆς κτλ.] σημείωσαι. ~ Γ
χαλκοῦς — Ὁμήρου λέγοντος] Διὸς ποτὶ χαλκοβατὲς δῶ
[
Α
426]. ~ B
χρυσοῦν τὸ δάπεδον] χρυσέῳ ἐν δαπέδῳ
[Δ 2]. ~ B
Ἀφροδίτην κτλ.] ὡραῖον. ~ Γ
νεών] εἰς ὃν κεῖται τὸ τοῦ Διὸς ἄγαλμα. ~ ΓVΜΩ
Πισαίων*] ἐν Πίσῃ γὰρ τῆς Ἠλείας γῆς τὸ τοῦ Ὀλυμπίου Διὸς ἄγαλμα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατεσκεύασε Φειδίας, ὅπου καὶ ὁ ἀγὼν τὰ Ὀλύμπια ἐτελεῖτο. ~ VBΝΩΔ
— ] διὰ τὸ κατὰ πενταετίαν μόνον ἐπιδημεῖν τοὺς ἀνθρώπους χάριν τῶν Ὀλυμπίων εἰς Ὀλυμπίαν ἕνεκεν τοῦ ἀγῶνος,
περιρραντήρια*] τὰ ὕδατα, δι’ ὧν προκαθῄροντο οἱ θύειν μέλλοντες. ~ ΓVΔ
φονεύουσιν — θεοῦ] βαρύτητος ταῦτα. ~ B
οὐκ εὐσεβὲς κτλ.] εἰρωνεία. ~ B
κυνοπρόσωπον*] ἐμοῦ γε ἕνεκα εἴθε καὶ ὀνοπρόσωπον, ὡς ἂν ἐνθεέστερον αὐτοῖς, μᾶλλον δὲ ὀνωδέστερον εἴη τὰ τῆς θεοποιίας. ~ ΔB
Πᾶνα ὅλον τράγον] καλῶς, ἐπεὶ καὶ τράγους τὰς ἀφροδισίους ὁρμάς. ~ B
θύρας* κτλ.] παροιμία. ~ ΓΔ
ὁ Ἆπις ἐν ταῖς ἀγέλαις τῶν Αἰγυπτίων εὑρίσκεται βοῦς ὢν καὶ ἔχων τινὰ ἴδια σημεῖα. τοῦτο κοινὸν εὐετηρίας ἐνομίζετο σύμβολον. ~ ΓCVΩΔ
Νίσου*] ὁ Νῖσος βασιλεὺς ὢν εἶχεν ἐπὶ τῆς κεφαλῆς μίαν τρίχα πορφυρᾶν, ἧς ἀποτμηθείσης ἀνάγκη ἦν ἀπολέσθαι τὴν πόλιν, ἧς ἐβασίλευεν. ~ ΓCVMΩ
— ] ὁ Νῖσος οὗτος βασιλεὺς ἦν Μεγάρων, ἀφ’ οὗ καὶ τὸ Μεγαροῖ πεδίον Νῖσα ὠνόμασται. εἶχε δὲ πορφυροῦν πλόκαμον ἐπὶ τῆς κεφαλῆς, οὗ μάλα πολλὴν εἶχε πολυωρίαν, καθότι καὶ τῆς βασιλείας αὐτῷ σῳζόμενος περιεποιεῖτο τὸ κράτος. ~ BNΔ .
Δημοκρίτου*] ὁ Δημόκριτος οὗτος Ἀβδηρίτης ὢν διόλου ἐγέλα πάντων ὑπερφρονῶν, ὁ δὲ Ἡράκλειτος κλαίων ἦν ἐς ἀεὶ ἐπὶ παντὶ πρακτέῳ μηδέποτε γελῶν. ~ Δ
Ὡς οὑτωσὶ εἰκάσαι βιβλίον αἰτήσας τινά, Λουκιανέ, καὶ μὴ λαβὼν καλῷ τούτῳ δεξιώματι δι’ αἰῶνος ἠμείψω αὐτόν. ~ VφΟΩ
σέας*] ἀπὸ εὐθείας τῆς σεύς. σημαίνει δὲ τοὺς σῆτας. ~ VΓ2φΟΩ
Καλλῖνος* κτλ.] καλλιγράφοι οὗτοι γεγόνασιν ἄριστοι. ~ ΓVφΟΩ
φθάνοντος*] προλαμβάνοντος. ~ ΓVΟΩ
Ἑλικῶνα*] ὄρος, ὅπου αἱ Μοῦσαι διατρίβειν λέγονται. ~ ΓVΟΩ
πρὸς τῆς Λιβανίτιδος] ἔοικε Σύρος εἶναι ὁ βιβλιοκάπηλος οὗτος καὶ Δαμασκηνός, ὅσον ἀπὸ τῆς Λιβανίτιδος εἰκάσαι. ~ Γ2VφΩ
— ] ὅτι Λιβανῖτις ἡ Ἀφροδίτη λέγεται· Λίβανος γὰρ τὸ ὄρος, ἐν ᾧ τὸ Ἀσσύριον μειράκιον ἐθήρα καὶ σὺν αὐτῷ ἡ Ἀφροδίτη διέτριβεν. ~ Vat. 942
Ὀλμιόν*] ποταμός ἐστιν οὗτος. ~ Γ
— ] ποταμοί εἰσιν οὗτοι πρὸς αὐτῇ τῇ κορυφῇ τοῦ Ἑλικῶνος. ὁ δὲ Ἑλικὼν ὄρος ἐστὶ Βοιώτιον, οὗ πρὸς τοὺς πρόποδας Θεσπιαὶ πόλις κατῴκηται, ἐν ᾗ ὁ Ἔρως, ὅν Ἀλκαμένης ἐξείργασται, θαυμάσιόν τι ἔργον ἰδεῖν. περὶ τὸν Ἑλικῶνα δὲ καὶ Ἡσίοδός
Δημοσθένους ὅσα τῇ κτλ.] ὡραῖον. ~ ΓV
ὑποβαλλόμενος* αὐτά] οὕτω γάρ φασι τὸν Μακεδόνα Ἀλέξανδρον ἐπικοιμᾶσθαι τοῖς Ὁμήρου ποιήμασιν. ~ VφΩ
ὄνος λύρας κτλ.] ὡραῖον πάνυ. ~ ΓV
τίνος οὖν ἀγαθοῦ* ὠνῇ ταῦτα] προσυπακουστέον τὸ χάριν ἢ ἕνεκεν, ἵν’ ᾖ τίνος οὖν ἀγαθοῦ χάριν ἢ ἕνεκεν
. ~ VΓ2ΟΩ
Ἰσμηνίας οὕτω καλούμενος καὶ αὐτὸς Κορίνθιος· καὶ αὐτὸς ἐλπίσας ἐκ τῆς ὁμωνυμίας, εἰ καὶ τοὺς αὐλοὺς κτήσαιτο Ἰσμηνίου, εὐθὺς αὐτοπρόσωπος ἔσεσθαι Ἰσμηνίας, ἐώνηται μέν, οὐ μέντοι καὶ πλέον τοῦ ἐπελπίσαι τετύχηκεν. ~ Γ2VφΟΩ
ἵππον — Μῆδον] Μῆδος ἵππος ὁ Νησαῖος· ἡ Νῆσα δὲ πεδίον Μηδίας, οὗ αἱ βασιλικαὶ ἱπποφορβάδες νεμόμεναι τοῖς Μήδων βασιλεῦσιν ἵππους ἔτρεφον γενναίους. κενταυρίδαι δὲ ἵπποι οἱ ἐκ Λαρίσσης τῆς Θετταλῆς, τάχα ἀπὸ τῶν ἱπποκενταύρων ὀνομαστοί. ~ Γ2CVφΟΩ
κοππαφόρον] ἐπίσημον τοῦτο τῶν ἵππων ἐπὶ τοῦ μηροῦ ἐγκαιόμενον παρὰ τῶν παλαιῶν, καὶ ἦσαν οὗτοι οἱ ἵπποι τῶν εὐγενῶν, οἷς ἐπὶ τοῦ μηροῦ παράσημον κ̄ τὸ στοιχεῖον ἢ σ̄· ἀφ’ ὧν καὶ παρωνομάζοντο ἀπὸ μὲν τοῦ κ̄ κοππατίαι, ἀπὸ δὲ τοῦ σ̄ σαμφόραι. ~ Γ2CVφΟΩ.
ὑπερπηδήσεται μὲν τὸν ποταμόν] ταῦτα πάντα λέγει Ὅμηρος τὸν Ἀχιλλέα ποιῆσαι. ~ ΓVΟΩ
ἐπιθολώσει κτλ.] ὡραῖον. ~ ΓV
κόλλοπας*] κόλλοπες οἱ πασσαλίσκοι τῆς κιθάρας, ὧν ἐκδέδενται αἱ νευραί. ~ VΓ2CφΟΩ
περὶ πόδα: ἀντὶ τοῦ κατὰ πόδα, πλησίον, ἐγγύς. ἢ ἀλη
ἵναπερ*] ἀντὶ τοῦ ὅπου. ~ Γ
κληρονομήσας* τῆς Ὀρφέως μουσικῆς] κληρονομῶ σου, καὶ τοῦτο Ἀττικόν. ~ VΓ2CφΟΩ
διασπάσασθαι* — ὅμοιον τῷ Ὀρφεῖ] ἐπεὶ κἀκεῖνος ὑπὸ τῶν Θρᾳττῶν διεσπάσθη. ~ VΟΩ
— ] σημείωσαι. ~ Γ
Ὀρφεῖ* παρὰ τῆς μητρός] Καλλιόπης γὰρ τῆς Μούσης μυθεύουσι γενέσθαι τοῦτον. ~ VΓφΟΩ
χθὲς δὲ* καὶ πρῴην] λέγεται καὶ ἄρτι πρῴην
, ὡς ἐχρήσατο καὶ Πλούταρχος ἐν Παραλλήλοις
Πρωτέως] περὶ τοῦ Περεγρίνου λέγει τοῦ ἑαυτὸν καύσαντος. ~ Γ2VφΟΩ
ὡς Τεγεᾶται κτλ.] σημείωσαι. ~ Γ
ὡς* οὐδ’ εἰπεῖν καλόν] καινοπρεπὲς καὶ τοῦτο ὡς οὐδ’ εἰπεῖν καλόν
· τὸ γὰρ κοινὸν ὡς οὐδὲ καλὸν εἰπεῖν
. ~ VΓ2CΟΩ
φευκτέον ἂν ἦν κτλ.] σημείωσαι. ~ Γ
τίλφαις*] τίλφη ζωύφιόν τι τοῖς βιβλίοις ὡς ἐπίπαν ἐντίκτεσθαι πεφυκὸς ἐπίμηκες, κέρατα ἔχον, ὡς ἐν μικρῷ κατιδεῖν, λευκὸν ἢ πελιόν, εἴ τις τούτῳ ἐγχρίμψαιτο, κονιορτὸν ἀποβάλλον. ~ VΓ2CφΩ
σὺ δὲ ἀποροίης κτλ.] ὡραῖον. ~ ΓV
Δημήτριος κτλ.] ὡραῖον. ~ ΓVΟ
τὸ οὐδέτερος ἐπὶ δύο λαμβάνεται. πῶς οὖν τοῦτο; εἰ μή που ἔσφαλται τὰ τῆς γραφῆς καὶ ἀντὶ τοῦ οὐχ ἕτερος γέγραπται οὐδέτερος ἢ ἐκτέθλιπται τὸ ε̄ τοῦ συνδέσμου. ~ Γ2VφΩ
τοὺς ἐπαίνους κτλ.] ὡραῖον. ~ Γ
τὸ* τῶν Μυσῶν] ἀντὶ τοῦ ὅμοιον τῇ παροιμίᾳ τῇ διαγορευούσῃ χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα
βασιλεύς] κατὰ Μᾶρκον γὰρ οὗτος ὁ Λουκιανὸς ἦν. ~ Γ2VφΩ
χύτραις λημῶντες: ἀντὶ τοῦ χύτραις ἴσας περιφέροντες λήμας. ~ Γ2CVφΟΩ
τἀργύριον καὶ φύλαττε κτλ.] ὡραῖον. ~ ΓVΟ
καὶ σὺ* τοίνυν κτλ.] καλῶς ἂν εἶχε τῷ δυστυχεστάτῳ τούτῳ μειρακίῳ μὴ καθ’ ἓν τῶν βιβλίων ἀλλὰ πᾶσαν τὴν βιβλιοθήκην προῖκα Λουκιανῷ τῷ παρόντι ἐπιδοῦναι, ἢ τοιαύτην σφηκιὰν καθ’ ἑαυτοῦ κινῆσαι ἑνὸς ἐγκρατείᾳ βιβλίου. ~ VΟΩ
οὐκέτι μέμνημαι*] ὁ τὰ σχήματα τῶν φανέντων τοῖς ὀφθαλμοῖς ἐντετυπωμένα φέρων καὶ τὴν φωνὴν ἔναυλον ἆρα τὴν ἔννοιαν τῶν εἰρημένων οὕτω ταχέως ἐξήμβλωκας; καινὸν τοῦτο. ~ ΔVUΩ
ἕρμαιον*] τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. ~ Δ
τὴν μὲν τέχνην κτλ.] ὡραῖον. ΓV
τὴν ψυχὴν — κατακοσμήσω κτλ.] ⸤ἀλλὰ μ⸥ὴν ψευδεῖς αἱ τῆς διδασκαλίας ὑποσχέσεις ἀπεφάνησαν· οὐ γὰρ τοιαύ
εὐπάρυφος*] εὐκατέργαστα καλῶς ὑφασμένα φορῶν ἱμάτια. ~Δ
subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς πρὸς τῇ Ἀσκανίᾳ μετὰ Ἰωάννου τοῦ ἐπὶ τῇ ἀδελφῇ κηδεστοῦ. ~ Γ2
Τῶν πάνυ σπουδαιοτάτων ὁ λόγος καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ γελοιότατος εἶναι ὑποδύεται. ~ φUΩ
μὰ Δία*] τὰ ⸢ἀπωμοτικὰ⸣ συν ⸢ἀκουομένην⸣ ἔχουσι τὴν ἄρ⸢νησιν, διὸ⸣ οὐδὲ πρ⸢όσκειται⸣. ~ ⸢V⸣ Γ2φUΩ
φιλοσοφίας ] δηλονότι τῆς σοφίας. ~Γ2
ἐγὼ* μὲν κτλ.] σημείωσαι. τὸ ἑξῆς ο⸢ὕτως· ἐγὼ μέν⸣, εἰ δυνατὸν κα⸢κόν με εἶναι⸣, καὶ πλεῖον, οὗ σὺ ⸢φῄς, βού⸣λομαι κακὸς εἶ⸢ναι· φη⸣μὶ γὰρ κακὸν ἐ⸢μαυτὸν⸣ καὶ χείρω, οὗ σὺ ⸢δοκεῖς⸣· ὥστε μὴ ἀγ⸢νοοῦν⸣ τί μοι τοῦτο δό⸢κει ὀ⸣νειδίσαι, ἀλλ’ ὡς ⸢εἰδότι⸣ καὶ σεμνυνομένῳ ⸢ἐπὶ τῷ⸣ κακὸς εἶναι. ἢ οὕτως ἁπλούστερον· ἐγ⸢ὼ μέν⸣, εἰ οἷόν τε εἶναι, ⸢ὃ βούλο⸣μαι, καὶ πλεῖον ἀ⸢πέχειν⸣ βούλομαι, ὡ⸢ς μηδὲ⸣ δόκησιν παρέχει⸢ν ἀ⸣γνοίας, ὁπηνίκα ⸢τοῦτό⸣ μέ τις ὀνειδίζει, ἀλλὰ πράγματος ἀλήθειαν καὶ καθ’ ἑκούσιον γνώμην τὸ τοιοῦτο ὑποδυόμενος ἐπιτή⸢δευμα καὶ πλεῖον τῆς παρὰ σοὶ δοκήσεως. ~ ⸢V⸣ ΓφUΩ
παραιτεῖσθαι: ἀπολύειν. ~ Vφ
πάνυ ὠνείδισας] εἰρωνεία. ~ VU
ἀλλὰ μὴ καθάπερ καί: πλεονάζει Ἀττικῶς ἡ ἀπαγόρευσις μὴ καθάπερ μὴ σαπρόν
· ἤρκει γὰρ κατὰ τὴν κοινὴν χρῆσιν ἡ μία ἀπαγόρευσις, ἤτοι ἡ πρώτη ἢ ἡ δευτέρα. ~ CφUΩ
αὐτὸν* τὸν τεχνίτην] καὶ μήν, μάταιε, διὰ τοῦτο οὐ τέχνη, τῆς τέχνης πεφυκυίας καὶ ἕξιν αὑτῆς ἐμποιεῖν τῷ τεχνίτῃ καὶ τέλος τι ἕτερον παρὰ τὴν ἐνέργειαν κεκτῆσθαι, ὥσπερ οἰκοδομικὴ οἰκίαν. εἰ δὲ τὴν κιθαριστικὴν καὶ ὀρχηστικὴν ἀντιθῇς — οὐδὲν γὰρ αὗται παρὰ τὰς ἐνεργείας ἔχουσι τέλος —, πρῶτον μὲν οὐδεὶς φθόνος τῆς ὁμοιότητος· οὐδὲ γὰρ οὐδ’ αὗται τῶν σπουδαίων τεχνῶν τοῦ κατὰ βίον εὐχρήστου σεσυλημέναι. εἶτα δ’ ὅτι καὶ τούτων ἡ παρασιτικὴ τῷ μηδεμίαν ἕξιν ἐντιθέναι τῷ παρασίτῳ ἀπολειπομένη, καθὼς αὐτὸς σεμνύνων αὐτὴν ἀπεφήνω, πρὸς τὸ ἀνύπαρκτον συνωθεῖται τῆς τῶν τεχνῶν ὑποστάσεως ἐξοστρακιζομένη. ~ ΓφUΩ
τέχνη] οὐ τέχνη ἀλλὰ ψυχῆς πονηρᾶς ἐπιτήδευμα, ὡς ἰκτίνων καὶ κοράκων τὸ ἁρπακτικόν. ~ φUΩ
ἀλλ’ ἐκεῖνο*] ἐλλειπτικῶς τοῦ σκόπει, οἷον ἄλλ’ ἐκεῖνο σκόπει
· ἔστι δὲ Ἀττικόν. ~ ΓUΩ
φιλοσόφων*] εἰς τοὺς Ἐπικουρείους αἰνίττεται, οἳ τέλος τἀγαθοῦ τὴν ἡδονὴν ἀπεφαίνοντο. ~ ΓVUΩ
οὐδὲν Ἐπικούρῳ μέλει*] σημείωσαι διὰ τὴν σύνταξιν· ὅμοιον τῷ μελήσουσι δέ μοι ἵπποι’· εὐθείᾳ γάρ, οὐ γενικῇ συνέταξε τοῦτο. ἢ ἀντὶ τοῦ πεφρόντισται, σπουδῆς ἠξίωται. ~ ΓφUΩ
τῶν* ἄλλων τεχνῶν] τὰς βαναύσους λέγει τέχνας· καὶ γὰρ αὗται πορισμοῦ χάριν βίου τοῖς κεκτημένοις μεταχειρίζονται. ~ ΓVφUΩ
ὀλιγοσιτίαις κτλ.] τοιαύτη γὰρ ἡ τῷ ὄντι κατὰ ἄνθρωπον ζωὴ ὡς μόνου τοῦ κατὰ τὸ δεῖ ζῆν αὐξητική τε καὶ συντηρητικὴ οὖσα, ὅπερ ἐστὶ τὸ κατὰ νοῦν καὶ λόγον.
σχολῇ* δηλονότι κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ἀντὶ γὰρ τοῦ περιττῶς ἢ διαφερόντως κεῖται. ~ ΓVφUΩ
ἀρχὴν* γάρ φημι μήτε εἶναι τέχνην, ἧς οὐκ ἔστιν ὑπόστασις . . . ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ αὐτὴ κτλ.] ⸤ ⸥ πάσαις τ⸤αῖς⸥ κατ’ αὐτ⸤ὴν⸥ αἱρέσεσ⸤ιν⸥· πάσαις γὰρ δοκεῖ τὸ μέν τι θεωρητικ⸤ὸν⸥ αὐτ⸤ῆς⸥ εἶναι τὸ δὲ πρακτικ⸤όν⸥. εἰ δὲ ⸤ ⸥ οἱ μὲν ταῦτα οἱ δὲ ἐκεῖνα περὶ πλείστου ποιούμενοι, οὐδὲν πρὸς ἔπος. οὐδὲ γὰρ ἀριθμητικὴν διαστασιάσει καὶ τῷ μηδενὶ ἴσην ἀποφανεῖ, εἴ τις τὸ χύμα τἀ⸤ριθμητικὸν⸥ αὐτὸς μὲν τὸν καθ’ ἑαυτὸν ἀποφανεῖ ἀριθμόν (τὸν ἀριθμοῦντά φημι), ἄλλος δὲ τὸν ἐν σχέσει καὶ ἀριθμούμενον· οὐδὲ εἰ τοῦ ἀριθμουμένου ὁ μὲν ἐπὶ χρυσίνων τοῦτο λογίζ⸤οιτο⸥, ὁ δὲ ἐπί τινος ἄλλης ὕλης, οὐδὲ εἰ ὁ μὲν τὸ ὑγρὸν καὶ συνεχὲς ὑποπίπτειν λέγοι τῷ ἀριθμῷ, τὸ ξηρὸν δὲ καὶ καθ’ ἑαυτὸ διῃρημένον (καὶ ὁ σῖτος φέρε ὁ ἐν τῷ μεδίμνῳ) ἐκβάλλειν πειρῷτο τοῦ κατά τι κοινὸν μέτρον τῶν κόκκων συνεκτικὸν ἀριθμεῖσθαι. ὡς γὰρ ἐνταῦθα περὶ τὴν ὕλην τὸ διάφορον μιᾶς οὔσης τῆς ἐπιστήμης, οὕτω καὶ ἐπὶ φιλοσοφίας μία μὲν ἡ φιλοσοφία ἤτοι ἡ ἐπιστήμη, ἀφ’ ἧς ἐνδίδοται δογματίζειν τὸ διάφορον περὶ τὴν ὕλην. οἱ μὲν γὰρ τήνδε τὴν ζωὴν ἐπέκρινάν τε καὶ ἠσπάσαντο, οἱ δὲ τήνδε, ἐπέκριναν δὲ φιλοσοφί⸤ᾳ⸥ καὶ τοῖς τῆς φιλοσοφίας ὀργάνοις μιᾶς καὶ τῆς αὐτῆς παρὰ πᾶσι τῆς μεθόδου οὔσης. ~ ⸤Γ2⸥
μία μὲν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον
τὸ γὰρ* περὶ ἑνὸς προκειμένου κτλ.] αὐτὸ φάσκεις τὸ εἰδοποιοῦν τὴν ῥητορικὴν εἰς ἀναίρεσιν ταύτης παραλαμβάνων, ὥσπερ εἴ τις καὶ τὸ ζῷον ὁριζόμενον οὐσίαν ἔμψυχον αἰσθητικὴν πειρῷτο ἀναιρεῖν, ὅτι κατὰ διαφόρων τῷ εἴδει εὑρίσκεται τοῦτο ἓν ὄν. εἰ οὖν καὶ ἡ ῥητορικὴ δύναμίς ἐστιν εἰς ἑκάτερα τὰ ἀντιδοξούμενα ἐπιχειρεῖν πεφυκυῖα, οὐκ ἂν ἔμφρονι λόγῳ τὸ συνιστῶν αὐτὴν ἐπ’ ἀναιρέσει ταύτης παραληφθείη· ἀναιρεῖ μὲν γὰρ τὸ προκείμενον εἰς ἐξέτασιν ἢ κατασκευάζει, αὐτὴ δὲ μᾶλλον ὑφέστηκε τὸ ἑαυτῆς ἐπιτελοῦσα ἅτε ἑδραία καὶ ἀναλλοίωτος διαμένουσα· οὐδὲ γὰρ οὐδὲ τέκτων ὁ τὴν αὐτὴν οἰκίαν ἔσθ’ ὅτε μὲν 25 συνοικοδομῶν ἄλλοτε δὲ καταλύων ἤδη καὶ αὐτὸς τὸ εἶναι οἰκοδόμος ἀναιρεθήσεται. ~ Γ2
μηδέποτε ὁμολογεῖν*]
οὐδέ εἰσι κτλ.] ⸢τὸ⸣ ἑξῆς· οὐδέ εἰσιν, ὡς ἔ⸢οι⸣κεν, οἱ Στωικοὶ 30 διάφορα δόγματα ἔχοντες ⸢τοῖς παρασί⸣τ⸢οις⸣. ~ Γ2⸢V⸣φUΩ
πᾶσι πρὸς ἅπαντας ὁμολογία] ναὶ ἄλλοι παρ’ ἄλλοις ἀλλ’ οὐχὶ πάντες παρὰ πᾶσι δεδοκιμασμένως παρασιτοῦσιν. ἐπεὶ καὶ αὐτὸς ἀρχόμενος τῆς μωρολογίας ταύτης καὶ τέχνῃ βουλόμενος προσαρμόζειν αὐτὴν οὕτω πως ἔφης ὅτι σύστημά ἐστι καὶ αὐτὴ ἐκ καταλήψεων πρῶτον μὲν τῷ δοκιμάζειν καὶ διακρίνειν αὐτόν, ὅστις ἐπιτήδειος γένοιτο τρέφειν αὐτὸν καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη
. εἰ δὲ τοῦτο, οὐκ ἂν παρὰ πᾶσιν οἱ αὐτοὶ παρασιτοῖεν ἀλλὰ ἄλλοι παρ’ ἄλλοις, ὡς μὴ τῷ ὄντι μιᾶς οὔσης ἀλλὰ διαφόρου, ἀφ’ ἧς διαφόρου ἄλλοι παρ’ ἄλλοις εὐδοκιμοῦσιν. καὶ οὕτω διαδράσεταί σοι τὸ καὶ τὴν παρασιτικὴν τῷ ἑνιαίῳ συνεστάναι, εἴ γε διαφορὰ καὶ τοιαύτη τε καὶ τοσαύτη εὕρηται καὶ παρὰ ταύτῃ, ἀφ’ ἧς μάλιστα καὶ πλεῖον τῶν ἐνδιαβαλλομένων, μᾶλλον δὲ ἀληθέστερον πρὸς τὸ ἀνύπαρκτον χωρήσει ἡ παρασιτική. ~ Γ2
ἡ συμφορὰ — ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου*] ἧς μέμνηται Θουκυδίδης [7, 51 sq.] ναυμαχίας τῶν Ἀθηναίων πρὸς τοὺς Λακεδαιμονίους περὶ Συρακούσας γενέσθαι καὶ καταναυμαχηθῆναι ὑπὸ Γυλίππου τοῦ Λακεδαιμονίου. ~ VφUΩ
ἆρ’ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς — θυμοειδής] Ἀρέθα. ἄπαγε, κατάρατε· οἰνοποσίᾳ καὶ μέθῃ τοὺς ὀφθαλμοὺς διεφθορὼς καὶ κρεώδης, ἐκκεκραγὼς δόξει θυμοειδής τις εἶναι, οὐ μέντοι καὶ ἔσται, ἀλλὰ παράφρων καὶ παράφορος κατὰ τοὺς λυσσώδεις τῶν κυνῶν. ~ Γ⸢V⸣ΦUΩ.
λείψαντα τὴν τάξιν ὑποστρέφειν] εἰς Δημοσθένην αἰνίττεται τοῦτο παθόντα. ~ VφUΩ
τὸ κορυφαιότατος οὐκ ἔστιν Ἀττικόν. ~ Γ2
Σκύθαις*] περὶ Δημοσθένους λέγει· Σκυθίδος γὰρ ἦν. ~ VΓ2φUΩ
Σωκράτης φεύγων*] μὴ συκοφάντει, κατάρατε· οὐχ οὕτω γὰρ ⸢ἀλ⸣λ’ ἀριστεύων διετέλ⸢ει⸣. ~ ⸢V⸣φUΩ
οὔτε τὸν Αἴαντα — θαυμάζει ὥσπερ τὸν Νέστορα] τῆς συμβουλῆς χάριν, οὐ τῆς παρασιτίας. τίνι γὰρ καὶ παρασιτήσει βασιλεὺς ἄνθρωπος καὶ ὅλην τὴν Πύλον μεθ’ ἑαυτοῦ ἄγων εἰς συμμαχίαν τῷ φίλῳ καὶ τὰ χρηστὰ εἰσηγούμενος, ὡς ἐντεῦθεν καταφανὲς γίνεσθαι, ὅτι οὐ κολακεύων ηὐδοκίμει, ὃ παρασίτων ἐστὶν ἔργον, ἀλλ’ ἀληθεύων, ὃ φίλου καὶ φιλίας κατόρθωμα. ~ Γ2
Πάτροκλος] πελάτης Πάτροκλος Ἀχιλλέως καὶ ἔτης, ἀλλ’ οὐ παράσιτος· πολὺ γὰρ τὸ διάφορον τῶν εἰρημένων πρὸς παράσιτον· οἱ μὲν γὰρ εἰς ἀδελφοὺς σχεδὸν τελοῦσι, παράσιτος δὲ καὶ τῶν δούλων ἀτιμότερος ὢν δείκνυται. ~ Γ
ὡς* ἄξιον κτλ.] εἰρωνεία. ~ Vφ
ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει] ἀλλὰ καὶ λέοντα ἀντιβρυχήσεται ἢ καὶ λύκον ἀντωρυήσεται † αὖρα; τοῦτό μοι λέγε. ~ VφU
δόξης καταφρονοῦντα*] οὕτω καὶ χοῖροι λεχθεῖεν δόξης καταφρονεῖν ἀεὶ τῷ βορβόρῳ καλινδούμενοι. ~ VΓ2φUΩ.
οὐδέ τι μᾶλλον θορυβεῖται] μεθύων δήπου καὶ τῷ ἀκράτῳ καὶ τῷ κόρῳ τὰς αἰσθήσεις τεθολωμένος ὢν καὶ μηδὲ μικρὸν ἀνανῆψαι δυνάμενος· ἑλκυσθείη δὲ καὶ ἀπὸ τοῦ σκέλους καὶ περιδυθείη τῶν γινομένων μὴ ἐπαισθανόμενος. ~ Γ2
εἰπεῖν δίκην*] εὐτελοῦς καὶ παρεωραμένου τίς δίκη; τίς γὰρ καὶ κατὰ κυνὸς ἀποίσεται γραφήν; ~ VUΩ
καταπρησθέντας κτλ.] φαρμάκῳ ὡς Σωκράτης, καταπρησθέντας τὸ σῶμα ὡς Ἡράκλειτος ὁ Ἐφέσιος, φθινήσαντας ὡς Ἀντισθένης, φυγόντας ὡς * * ~ VφUΩ
ὅπως γε μὴν κτλ.] ἐλλειπτικῶς ἡ φράσις ἔχει· προσυπακούεται γὰρ τὸ μαθεῖν ἔστιν. ~ Γ2
τούτου* προεσθίοντος] τοῦτο καὶ μυῖαι ποιοῦσιν, ἀλλ’ οὐδεὶς ἐπαινέσεται μυῖαν προγευομένην τῶν ἀνθρώπων τῶν ἐδεσμάτων. ~ VΓ2UΩ
οὐκοῦν ὁμοίως ἂν ἐθέλοις καὶ τοῦ ἐσθίειν μᾶλλον παρασιτεῖν;] λοιπὸν καὶ τοῦ βλέπειν τὸ παραβλέπειν καὶ τοῦ θεωρεῖν τὸ παραθεωρεῖν καὶ τοῦ λογίζεσθαι τὸ παραλογίζεσθαι καὶ τοῦ συλλογίζεσθαι τὸ παρασυλλογίζεσθαι καὶ τοῦ φρονεῖν τὸ παραφρονεῖν καὶ τοῦ κρίνειν τὸ παρακρίνειν. ~ Γ2
οὐδὲν* πρὸς ἔπος ταῦτα] ἀντὶ τοῦ οὐδὲν ⸢πρὸς τὸν λόγον⸣, ὃν ἠρόμην. ~ ⸢V⸣φ
εἴ* γε τὸ χείριστον κτλ. ] αὐτὸς καθ ’ ἑαυτοῦ ⸢κό⸣νιν ἀμᾷ ταῦτα ⸢διε⸣ξιών. ~ ⸢V⸣φ
ἐκ* γυναικός τις ἐς ὄρνεον ἢ ἐς ἄρκτον μετέπεσεν] ὡς Πρόκνη καὶ Φιλομήλα καὶ Καλλιστώ, ἡ μὲν εἰς ἄρκτον, Πρόκνη δὲ καὶ Φιλομήλα εἰς ὄρνεα μεταβληθεῖσαι. ~ VΦ,
Κοροίβου* — Μαργίτου] ὁ μὲν Κόροιβος μωρός τις ἀπομνημονεύεται ἄνθρωπος καὶ οὕτως ὥστε γυναῖκα ἀγαγόμενος μὴ ἂν ἑλέσθαι συγκαθευδῆσαι αὐτῇ διὰ τὸν πρὸς τὴν πενθερὰν αὐτοῦ φόβον · καὶ οὕτως ἐχόμενον τοῦτον παρθενεύειν αὐτήν, μέχρις ἂν τῆς γυναικὸς σκεψαμένης τὸ ἄρθρον ὀδύνῃ συνέχεσθαι καὶ οὐκ ἄλλως ἀπολυθῆναι, εἰ μὴ τῷ μορίῳ τοῦ ἀνδρὸς καταψηθεῖσαν· οὕτω τὴν κοινωνίαν τότε τοῦ γάμου γενέσθαι. ὁ δὲ Μαργίτης μωρὸς καὶ αὐτὸς τὰ κύματα μετρεῖν ἐπιχειρῶν. ~ Vφ
πρὸς τῆς* Ἑστίας] τὴν Ἑστίαν εἰς ὅρκον παρέλαβεν ὡς κατ’ οἶκον αὐτοῦ πυνθανόμενος καὶ τὸ πρόχειρον κατὰ τῆς ἐφεστίου ἐσχάρας αὐτὸν ἐξορκῶν. ~ Vφ
⸢κατ⸣εγνωκότες πολλὴν τὴν ⸢ἄ⸣νοιαν: αἰτιατικὴ ⸢ἀ⸣ντὶ γενικῆς Ἀττικῶς. ~ ⸢V⸣
ἥλῳ, φασίν, ἐκκρούεις τὸν ἧλον : παροιμία ἐπὶ τῶν ἀσ⸢υμ⸣φόροις ἀσύμφορα π⸢ι⸣στουμένων, ὥσπερ καὶ ἐπὶ τῶν ψευδῶν εἴρηται τὸ ⸢λίνον⸣ λίνῳ συνάπτεις
. ~ C⸢V⸣φ
καὶ διὰ τοῦτο ἐκ κτλ.] ὡραῖον. ~ Γ
ἐξ Ὑπερβορέων κτλ.] ὡραῖον. ~ Γ ⸢V⸣φ
καρβατίνας*] καρβατίναι τὰ τραχέα καὶ ποιμενικὰ ὑποδήματα, ἃ καὶ ἀρβύλας φασίν. ~ VCφ ⸢V⸣φ
ἔρωτας ἐπιπέμπων κτλ.] ὡραῖον. ~ Γ
εἶτα βοῦς κτλ.] σημείωσαι. ~ Γ
Ὑπερβορέους κτλ.] ὡραῖον. ~Γ ⸢V⸣φ
ἢν ψόφον ἀκούσῃ κτλ.] σημείωσαι. ~ Γ
τὸν Σύρον . . . τὸν ἐπὶ τούτων σοφιστὴν κτλ.] οὐαί σοι, Λουκιανὲ ἄθεε· σοφιστὴς ἦν ὁ κύριος καὶ θεός μου καὶ μισθοὺς ἐλάμβανε τῆς νοσούντων σωτηρίας; ἡ γῆ δὲ διαστῆναι δυναμένη τηνικαῦτα, ὅτε σὺ ταῦτ’ ἐλήρεις, τί παθοῦσα μὴ διέστη καταπιοῦσα σὲ τὸν ἀλιτήριον; ἢ οὐδὲν ἄλλο γε ἢ μυσαχθεῖσα; ~ Vat. 1325
Πολυκλείτου] ὅτι γραφεὺς ἦν ὁ Πολύκλειτος καὶ ὁ Εὐφράνωρ, οὐχὶ ἀγαλματοποιοί. ~ CΦ⸢V⸣φ
— ] γραφεὺς ὁ Πολύκλειτος, ὥσπερ καὶ ὁ Εὐφράνωρ, καὶ πῶς 〈ὡς〉 ἀγαλματοποιὸς νῦν εἰσάγεται, θαυμάζω. ~ V ⸢V⸣φ
τοῦ πώγωνος κτλ.] ὡραῖον. ~ Γ
Δαιδάλου* τεχνημάτων κτλ.] τοῦτο οὐ μάτην εἶπεν, ἀλλ’ ἐπειδὴ πρῶτος Δαίδαλος ἄγαλμα εἰργάσατο περισκελές, τῶν πρὸ αὐτοῦ πάντων τεχνιτῶν συμβεβηκότα τὼ πόδε ἀποτελούντων, παρέσχε φήμην, ὡς τὰ Δαιδάλου ἀγάλματα κινεῖται αὐτόματα. ~ ΓVΦ
ἐν κύκλῳ ψοφῶν κτλ. ] ὡραῖον. ~ Γ
ἡμισταδιαίαν] πεντήκοντα ὀργυιῶν. ~ Vφ ⸢V⸣φ
ὀφιόπους ἦν κτλ.] σημείωσαι. ~ Γ
οἷοι ὄντες αὐτοὶ κτλ.] ὡραῖον. ~ Γ
ἐπιμετρήσαντος*] ἀντὶ τ⸢οῦ προσθέντος⸣. ~ ⸢V⸣φ
Ἀρίγνωτος εἰσῆλθε κτλ.] ὡραῖον. ~ Γ ⸢V⸣φ
θεὸν ἀπὸ μηχανῆς] ἐπὶ τῶν θεάτρων ἡνίκα τι παράδοξον ἐπιτελεῖσθαι ἔδει καὶ πλέον πίστ⸢εως⸣, ἄνωθεν ὑπὲρ τὰς παρ’ ἑκάτερα τῆς μέσης τοῦ θεάτρου θύρας δὲ αὗται πρὸς τὴν εὐθεῖαν ⸢τοῦ⸣ θεάτρου πλευρὰν ἀν⸢ε⸣ῴγασιν, οὗ καὶ ἡ σκη⸢νὴ⸣ καὶ τὸ προσκήνιόν ἐστι δύο ⸢μη⸣χανῶν μετεωριζομ⸢ένων⸣ ἡ ἐξ ἀριστερῶν θεοὺς καὶ ἥρωας ἐνεφάνι⸢ζε πα⸣ρευθὺς ὥσπερ ⸢λύσιν⸣ φέροντας τῶν ἀμ⸢ηχάνων⸣. καὶ τούτῳ παραδη⸢λουμένου⸣, ὡς οὐ χρὴ ἀπιστεῖ⸢ν τοῖς⸣ δρωμένοις, ἐπεὶ θεὸ⸢ς πά⸣ρεστι τῷ ἔργῳ, ιὧ ⸢μηδὲν⸣ ἀδύνατον ἐκτελεῖ⸢ν, ἐκ τού⸣του καὶ ἐπὶ πάντων τῶ⸢ν παρὰ⸣ προσδοκίαν καὶ ⸢συμφε⸣ρόντως τινὶ συμβ⸢αινόντων⸣ ἐπεκράτ⸢ησ⸣ε ⸢λέγεσθαι⸣ τὸ ἐκ μηχ⸢ανῆς θεός⸣
. ~ C⸢V⸣Φ
ἕωλος*] ⸢τὸ ἕωλος λαμβάνεται καὶ ἐπὶ τοῦ χθεσινοῦ καὶ ἐπὶ τοῦ ἤδη διεφθορότος⸣. ~ ⸢V⸣CΦ
ἐσθῆτι μελαίνῃ*] ὅτι τοὺς νεκροὺς οἱ παλαιοὶ μελαίναις στολαῖς ἀμφιέννυσαν. ~ VCφ
ἐς* Κοπτόν] Κοπτὸς πόλις ⸢Αἰγύ⸣πτου , εἰς ἣν φ⸢ασι τὴν⸣ Ἶσιν ἀφικομ⸢ένην τὸν Ὂ⸣σιριν τὸν υἱὸν ἀναζητεῖν’⸣· μαθοῦσαν δὲ αὐ⸢τὸν διεσπα⸣ράχθαι τὴν ⸢κόμην τὴν⸣ ἑαυτῆς ⸢ἐκκόψαι, παρ⸣ὸ καὶ Κο⸢πτὸς ὠνομάσθη⸣ ἡ πό⸢λις . ἐδείκνυτο δὲ⸣ καὶ ὁ πλ⸢όκαμος τοῖς ἐπιδη⸣μο⸢ῦσιν αὐτόθι, ἄπιστόν⸣ τι τριχῶν πλῆθο⸢ς⸣, ὅσον ἐξ ἀνθρώπου κεφαλῆ⸢ς⸣ εἰκάσαι. ~ VCφ
ἄνθρωπον ὄντα κτλ.] ὡραῖον. ~ Γ
παραδόξους ταύτας κτλ.] ὡραῖον. ~ Γ
ἡδέως ἂν κτλ.] ὡραῖον. ~ Γ
τὸν Μῶμόν φασι πάντα μὲν ἐπαινέσαι τὰ Ἀφροδίτης καὶ
νέον ὄντα καὶ καλόν] προσαγωγικὰ ῥήματα. ~ Ω
Ὁ λόγος οὗτος τῶν καλλίστων καὶ πρώτων. ~ Δ
Σημείωσαι, ὡς ὁ λόγος οὗτος λίαν ἐστὶ χρησιμώτατος ἠθικός τε ὢν καὶ παιδευτικὸς καὶ πεφρασμένος καλῶς. ~ U
οἱ πρὸς τοῖς ἱεροῖς, ἐξυρημένοι* κτλ.] οἵῳ τὸ πάλαι οἱ ναυαγήσαντες ἄνθρωποι ἐκέχρηντο σχήματι πρὸς τοῖς ἱεροῖς καθήμενοι καὶ τὴν αὑτῶν τύχην ὀλοφυρόμενοι. ~ ΔEφΟΩ
ἑκόντες εἶναι] σημείωσαι, ὅτι τῷ ἑκόντες εἶναι ἄνευ ἀποφάσεως ἐχρήσατο. ~ EΟΩΔ
τῆς τριαίνης κτλ.] σημείωσαι. ~ E
ῥήτωρ*] Δημοσθένης ἐν Φιλιππικοῖς [3, 33] ταῦτά φησι, τοῖς τῶν νοσούν⸢των⸣ ἐοικότα σιτίοις, ⸢ἃ⸣ οὔτε σῴζουσιν ο⸢ὔτ’⸣ ἀπολλύναι δύναντ⸢αι⸣. ~ ⸢V⸣EφΟΩΔ
εὐχῇ*] ⸢αἱ γὰρ εὐχαὶ ὡς ἐπίπαν τὰ ἀδύνατα προβάλλονται⸣. ~ ⸢V⸣EφΟΩΔ
τρίβωνες*] Ἀριστοφάνειος ἡ λέξις, σημαίνει δὲ τοὺς ἐγγεγυμνασμένους τινὶ πράγματι καὶ διὰ πολλῆς πείρας ἐληλακότας. ~ ΕVΟΩΔ
θυραυλίας*] τῆς ἐν ταῖς θύραις προσεδρίας. ~ MΩ
ἴλιγγος*] ὅταν περὶ τὴν καρδίαν στρόφος γίνηται, ἐπακολουθεῖ σκότος καὶ τοῦτο πάθος καλοῦσιν ἴλιγγον. ~ Ω
καταδικάσας*] ἀντὶ τοῦ κατηγορήσας. ~ EVφ
ἀμέλξεις* ὀρνίθων γάλα] παροιμία ἐπὶ τῶν ὑπερφυῶς ἀγαθῶν, ὅταν τινὶ προσρυῇ, λεγομένη τὸ ὀρνίθων γάλα. ~ ΕCVφΟΩΔ
ὀρνίθων γάλα: τὸ λευκὸν τοῦ ᾠοῦ. ~ Δ
καὶ τοῦτο δὴ τὸ κτλ.] σημείωσαι. ~ Ε
ἀκκισάμενος*] προσποιησάμενος, ὑποκρινάμενος. ~ Ω
ἐκ περιωπῆς*] ἐκ φροντίδος ἢ περισκέψεως. ~ MΩ
οἰνόφλυξ] φλύειν ἐστὶ τὸ ὁρμὴν ἔχειν πρός τι· ὅθεν οἰνόφλυξ ὁ εἰς τὸν οἶνον ὁρμῶν. ~ Δ
ὡς ζηλωτόν τινα βιώσῃ κτλ.] νηπιόφρονα φῂς τὸν φιλόσοφον, εἰ τοιαῦτα λογίζοιτο. ~ Δ
φιλοτησίαι] φιλοτησία ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~ Δ
ποτνιώμενον] ὅτι ποτνιᾶσθαί ἐστι τὸ δυσφορεῖν καὶ μετ’ οἰμωγῆς παρακαλεῖν. ~
νῦν μὲν γὰρ ὥσπερ κτλ.] ὡραῖον. ~ E
ὑπ’ αἰδοῦς αὐτῷ ἐπέτρεψας κτλ.] παναληθῆ ταῦτα, ὦ Λουκιανέ· πέπονθα γὰρ κἀγὼ τὰ ὅμοια καὶ πολλαῖς ὑποσχέσεσιν ἐξαπατηθεὶς οὐ τὴν τυχοῦσαν ἐς ὕστερον ἔσχον μεταμέλειαν, εἰ καὶ μηδὲν ὠφελήθην μεταμελούμενος. ~ U
κιγκλίδος] ὅτι κιγκλίς ἐστι τὸ λεγόμενον κάγκελλον. ἔστι δὲ καὶ κίγκλος εἶδος ὀρνέου τὴν ὀσφὺν πολλὰ κινοῦντος, ὃ τινὲς σεισοπυγίδα καλοῦσιν· ἔστι δὲ καὶ σφόδρα λεπτόν, ὅθεν καὶ ἡ πτωχότερος κίγκλου
παροιμία. ~
ἐπὶ τὰ Μανδροβούλου* χωρεῖ : παροιμία κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί· ὁ γὰρ Μανδρόβουλος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ χρυσοῦν πρόβατον ἀνέθηκε τῇ Ἥρᾳ, τῷ δὲ δευτέρῳ ἔτει ἀργυροῦν καὶ τῷ τρίτῳ χαλκοῦν. ~ CEVφΟΩΔ.
ἀεικελίῳ] ματαίῳ. ~ Γ
συγκλύδων*] συμμίκτων, ἀγελαίων. ~ ΔMΩ
ὑπὸ* κώδωνι] σημείωσαι, ὅτι σύνηθες ἐκ παλαιοῦ Λατίνοις ὑπὸ κώδωνι ἐκκλησιάζειν. ~ VEφΟΩΔ
καθάπερ ὁ λάβραξ κτλ.] ὡραῖον. ~ E
βάδην: ἠρέμα ἢ θᾶττον ἢ ταχέως. ~ Δ
διψῶντα*] τὸ ἑξῆς διψῶντα κεκραγέναι ἐπιμελούμενον, ὡς ἐπίσημος ἔσῃ καὶ κορυφαῖος. ~ VEφΟΩΔ
προσεπιμετροῦντες*] ἀντὶ τοῦ καὶ πέρα τοῦ εἰκότος ἐπισκοποῦντες. ~ EVφΟΩΔ
ἐν ὄχλῳ] ὄχλος ἐνταῦθα οὐ τὸ πλῆθος ἀλλ’ ἡ ὄχλησις. ~ Δ
φθόην] τὴν φθίσιν, ἥτις ἐξ αἵματος ἐπιβολῆς. ~ Δ
καλέσασα κτλ.] ὁ καλὸς κἀγαθὸς Λουκιανὸς ὁ πάντας
εὖ ποιήσειν με τὸ περισπούδαστον — κυνίδιον κτλ.] λοιπὸν μακαριστέοι οἱ ἵππους καὶ ἡμιόνους καὶ ἀχθοφόρα ζῷα καὶ ἁμάξας μετακομίζοντες, ἴσως δὲ καὶ θεραπαινίδας τινὰς καὶ τιτθίδας σὺν ἑαυτοῖς διασῴζοντες ὡς τοῦ κυνιδίου πολὺ τιμιωτέρου. ~ U
ἐφεστρίδιον*] μανδύαν τινά, ἄμεινον δὲ κεκρύφαλον νοεῖν. ~ ECVφΩ
ἀπανθισάμενος κτλ.] ὡραῖον. ~ ΓΕ
βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοὶ κτλ.] ὡραῖον ἄγαν καὶ σχεδὸν ἀληθές. ~ E
οἶμαι τῆς ψάμμου κτλ.] σημείωσαι. ~ Γ
οὑτοσὶ διίστησι κτλ.] ὡραῖον. ~ Γ
ἄπαγε ὦ Σόλων κτλ.] ὡραῖον. ~ ΓV.
παγκρατιάζειν κτλ.] σημείωσαι. ~ Γ.
ἆθλα κτλ.] σημείωσαι. ~ Γ.
παρ’ ἡμῖν δὲ κτλ.] ὡραῖον. ~ Γ
ἀρετὰς ἀνδρῶν κτλ.] ὡραῖον. ~ Γ
διοδεύσας μέγαν — ξυγγραφέα τινὰ εἶναι] ὡραῖον ὅλον. ~ Γ
ὅπως* κτλ.] ἐλλειπὴς ἡ φράσις τοῦ συμπερικλείοντος προστακτικοῦ ῥήματος καὶ συνήθης Ἀθηναίοις, οἷον ὡς ἐπὶ τούτου ἀλλ’ ὅπως μοι μηδὲν δυσχερῶς ἀκούσῃ
· προσυπακούεται γὰρ τὸ μέμνησο. οὕτως οὖν καὶ ἐνταῦθα καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις οἷς ἂν λέγω πρὸς σέ, ὡς ἐξ ἅπαντος πιστεύειν αὐτοῖς, ἀλλ’ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον
. λείπει γὰρ τὸ σκόπει, ἵν’ ιἦ τὸ τέλειον οὕτως ἀλλ’ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, σκόπει ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον
. ἀναλαβὼν δ’ οὖν ἄνωθεν τὸν λόγον ἀπὸ τοῦ καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις
καὶ ὅλον ἐπελθὼν εἴσῃ σαφέστερον τὸ λεγόμενον, ὅτι οὕτως χρὴ ἐλλειπῶς ἔχοντα τοῦτον νοεῖν καὶ οὕτως τοῦ ἐλλειποῦς ἀναπληρούμενον. ~ EVΦUΩ
φόνου κτλ.] ὅτι ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ φόνου ἐδίκαζεν ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς. εἰ δὲ Παῦλον τὸν θεῖον μηδὲν τούτων πεποιηκότα ἐκεῖ Ἀθηναῖοι ἀνῆγον, οὐ χρὴ θαυμάζειν ἢ διαπορεῖν· καινότητα γὰρ εἰσηγούμενον δόγματος τίνι ἂν ἄλλῳ ὑπόδικον καθίστων ἢ τοῖς ἐπισκέπτεσθαι δυναμένοις ἤθει τε σεμνῷ καὶ λόγων περιουσίᾳ, οἷοι τοῦ κριτηρίου τούτου προὐκάθηντο ἐκ Στωικῶν τὰ μάλιστα συγκεκροτημένοι, οἷς ἡ περιττότης τοῦ λέγειν παρ’ Ἕλλησι προσμαρτυρεῖται; ~ E
βελτίω παρὰ πολὺ κτλ.] σημείωσαι. ~ Γ
τὸ βέλτιον καὶ τὸ παράδειγμα κτλ.] ὡραῖον. ~ E
κοινοὺς ἐκδιδάσκοντες — καὶ πράττειν] σημείωσαι. χρήσιμον. ~ Γ
καὶ τέλεον ἀσυμπαγῆ — καταμαλάττομεν] σημείωσαι. χρήσιμον. ~ Γ
ἄτοπον γάρ, εἰ κτλ.] ὥραῖον. ~ E
συμπλακεὶς καταρρίψει κτλ.] σημείωσαι. ~ Γ
δυσμενέσιν ἐμποιήσαντας — τί ἄν τις] σημείωσαι. ὡραῖον ὅλον. ~ Γ
ἀθέρας: τὰ τοῦ ἀστάχυος κέντρα. ~ E
ἐπάρδον τῇ κτλ.] σημείωσαι. ~ Γ
βεβαίως*] εὐφραδὲς ἄγαν καὶ ἐναργὲς καὶ γοργὸν τὸ χωρίον. ~ E
ἄλλο τι* κτλ.] τὸν δίσκον λέγει· ἡ γὰρ σφαῖρα σόλος ἐκαλεῖτο. ~ EφUΩ
ὄχανον ὁ λῶρος τῆς ἀσπίδος. ~ φ
ἀναρριπτοῦσιν*] ἀναρριπτοῦντες ἅλα πηλῷ
ὁ ποιητὴς ὡς ἀπὸ πρώτης συζυγίας ἔκλινεν. ~ Γ
διαρκεῖν ποιεῖ κτλ.] σημείωσαι. ~ Γ
καὶ συγκεκροτημένος κτλ.] ὡραῖον. ~ Γ
δίδασκε αὐτοὺς κτλ.] σημείωσαι. ~ Γ
γέρρον*] τετράγωνον σ⸢κέ⸣πασμα ἐκ στερεᾶς ⸢βύρ⸣σης, ᾧ ἀντὶ ἀσπί⸢δος⸣ ἐχρῶντο Σκύθαι ⸢ἐν⸣ τοῖς πολέμοις σκ⸢επό⸣μενοι. φέρεται δὲ καὶ ⸢ἐπὶ⸣ ἄλλων σημαινομένων ⸢παρὰ⸣ τοῖς παλαιοῖς· ⸢παρ’ Ἐ⸣πιχάρμω καὶ τὰ γέρρα ἐνεπἰμπρασαν
. καὶ παρ’ Αἰγυπτίοις δὲ τὸ κατὰ τὸ Πηλούσιον καλούμενον διὰ τοῦτο ὠνομάσθη, ἐπεὶ σκην⸢ώμα⸣τά ἐστιν, ἐν οἷς παραφυλάττοντες τὰς εἰσόδους διατρίβουσιν. καὶ Ἀριστοφάνης γέρροις ἀποσταυροῦνται
. ~
ἀκινάκην*] ἀκινάκης ἡ ῥομφαία ἤτοι ἡ σπάθη παρὰ τοῖς Σκύθαις. ~ VECΩ
πυρός] αἰτίαι πυρὸς ἐξανάψεως καὶ σβέσεως. ~ E
τοιούτων ἀρετῆς κτλ.] σημείωσαι. ~ E
παρεῖναι καὶ ὁρᾶν κτλ.] ὡραῖον. ~ Γ
σφαίρας] περὶ τῶν Αακεδαίμοσιν ἀγώνων. ~ E
εἰ μὴ ἐγὼ παραβλέπω κτλ.] σημείωσαι. ~ V
μὴ πρότερον εἴπῃς κτλ.] σημείωσαι. ἐντεῦθεν ἡ προέκθεσις. ~ Γ
ὑπουργητέον κτλ.] ὡραῖον. ~ Δ
ἐς αὐτό φασι τὸ πῦρ κτλ.] ὡραῖον. ~ Δ
ὁ μέν — ἥδεσθαι] Ἐπίκουρος. ~ BΩΔ
ὁ δέ τις — πονεῖν] Διογένης. ~ BΩΔ
ἄλλος καταφρονεῖν χρημάτων] Κράτης. ~ BΩΔ
ὁ δέ τις κτλ.] Ἀριστοτέλης. ~ BΩ
περὶ μὲν γὰρ τοῦ κόσμου] Πλάτων. ~ BΔ
ἀτόμους] Δημόκριτος. ~ ΒΔ
ἀτέχνῶς*] ἀντὶ τοῦ ἁπλῶς, καθάπαξ, ὅ ἐστιν ἑνὶ λόγῳ ἀληθῶς· τέχνη γὰρ ὁ δόλος παρὰ Ἀττικοῖς, τὸ δὲ ἄνευ δόλου ἀληθές ἐστιν. ὁ γὰρ τόνος διαστέλλει τὴν σημασίαν, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ ἀδιάφορον τῆς χρήσεως. ἀτεχνῶς οἱονεὶ ἀτενῶς μετὰ περισσοῦ τοῦ χ̄ . — ἄλλως. ἁπλῶς, ἄνευ τέχνης, ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων ἀλλὰ δυνάμει, ἢ καθάπαξ ἢ ἀδόλως. ἐὰν δέ τις παρὰ τὴν τέχνην λέγῃ τι ἢ ποιῇ, οὐκέτι περισπωμένως ἀλλὰ βαρυτόνως· ἀτέχνως ποιεῖς, ἀτέχνως λέγεις. ~ ΔMUΩ
τὸ σεμνὸν διττῶς λέγεται, καὶ ἐπὶ τοῦ ὑπερηφάνου καὶ ἐπὶ τοῦ σεμνῶς τὰ πράγματα ποιοῦντος. ~ ΔUΩ
ὡς δὴ τί τοῦτο] ὅρα τὴν σύνταξιν. ~ φ
⸤Ἀρ⸥ίστιππο⸢ς: οὗτος φι⸣λόσοφος Κυ⸢ρή⸤νης⸥, ὁρ⸣μώμενος ⸢δεινὸς τὰ περὶ⸣ γαστέρα τ⸢ε⸤ καὶ⸥ τοὺς μαγείρους⸣ σοφιστὴς ⸢παρῆν ⸤ἀε⸥ὶ Δι⸣ονυσίῳ τῷ ⸢πρεσβυτέρῳ κατὰ⸣ ⸤Σι⸥κελίαν ⸢αὔξων αὐτῷ⸣ τὴν ⸤τρ⸥υφὴν ⸢καὶ αἰσχρότατα⸣ παρασιτῶ⸢ν ⸤καὶ⸥ κολακεύων⸣ πέρα τοῦ μ⸢ετρίου⸣. ~ ⸤Β⸥⸢ V ⸣φUΩΔ
μαστίγων κτλ.] ὡραῖον. ~ Γ
ἡμιτέλεια*] ⸢⸤τὸ ἥ⸥μισυ⸣ τῆς τιμωρίας. ⸤⸢ ὡς ἐ⸥πὶ δα⸣σμοῦ δὲ τοῦτο ⸤⸢ προ⸥ενέγκα⸣ς διέχεεν ⸢⸤ ὑπε⸥ρβαλλούσῃ τῇ ⸤ἡ⸣δ⸥ο⸢νῇ τὴν ἀκοήν⸣. ~ ⸤Β⸥⸢V⸣φUΩΔ
ὁμοίως φοβερόν τι κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ
τοιγάρτοι ἐκεῖνα — διαπομπεῦσαι ὡς ἐτάχθησαν] ὡραῖον διόλου τὸ χωρίον καὶ τῆς ματαιότητος ἡμῶν ἐκκαλυπτικόν. ~ BΔ
ἐμβατῶν*] ἐμβάται κωμικὰ ὑποδήματα μεγάλα τε καὶ τὰς κρηπῖδας ὑψηλὰς ἐξειργασμένα τοῦ πρὸς μεῖζον ὕψος τὸν χρώμενον ἄγειν. ~ BCVφΩΔ
ἐπειδὰν* — ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον] τάχα τὸν Αἰακὸν ἐπέστησαν Ἕλληνες ταῦτα δικάζειν τοῖς νεκροῖς τὸ τοῦ ὀνόματος ἔτυμον παραλαβόντες εἰς συνηγορίαν· βούλονται γὰρ νῦν παρὰ τὸ αἰάζειν τὸν Αἰακὸν ὠνομάσθαι, ὃ συμβαῖνον ἐπὶ τοῖς ἀποιχομένοις τῷ τάφῳ παρευθὺς αὐτοὺς παραδίδωσιν. ~ VφΒΩΔ
οὐ πλέον ποδός: καὶ γὰρ ἐπὶ τῶν πυρὶ θαπτομένων μόγις ποδιαῖον τόπον ἡ σποδὸς ἐπίσχει. ~ BVφΩΔ
ταριχοπωλοῦντας* κτλ.] εἰς τοὺς τὰ σώματα ταριχεύοντας αἰνίττεται καὶ παίζει τοὺς τὰ ἐπιγράμματα ἔχοντας ἐν τοῖς τάφοις. ~ VφBΩΔ
Φίλιππον — ὑποδημάτων] ἴσως ἐπὶ τῷ τάφῳ Φιλίππου σκυτεῖον ὕστερον συνέστη, καὶ τοῦτο παίζει. τὰ δὲ τῶν
οὐ γὰρ οἶδ’* ὅπως] καινοπρεπές· τὸ γὰρ καθημαξευμένον οὐκ οἶδα 〈γὰρ〉 ὅπως
. ~ B
ἐπεχειροτόνησε κτλ.] σημείωσαι. πάνυ ὡραῖον. ~ V
πρός* τι χωρίον τοῦ ἄλλου ζοφερώτερον κτλ.] εἰ τοῦ ἄλλου ζοφερώτερον, ὀλέθριε, πῶς βλέπων τῷ δακτύλῳ ἐδείκνυες; καὶ τὸ μὲν παιζόμενον τοῦτο. αἰνίττεται δὲ οἶμαι τῇ παιδιᾷ, ὡς τὰ ἐν Τροφωνίου ἀφανέστερά τε καὶ ἀσαφέστερα τῶν ἐν τοῖς ἄλλοις μαντειῶν χρησμῳδουμένων. ~ VφBΩΔ
Ὅτι ἀσελγείας ὁ λόγος μεστός, οὐ γέγραπταί μοι. ~ φ
ταῦτα τῷ τραύματι κτλ.] ὡραῖον. ~ Γ
κἀγὼ τότε κτλ.] ὡραῖον. ~ Γ
ἡ δὲ προελθοῦσα κτλ.] σημείωσαι. ~ Γ
ἑάλωκας; ἀλλ’ ὅτε κτλ.] ὡραῖον. ~ Γ
νεκρῷ ὄνῳ συνοικεῖν κτλ.] ὡραῖον. ~ Γ
Δραματικὸς ὁ λόγος οὑτοσὶ ὑποκρινόμενος τοὺς πενθοῦντας καὶ καταμεμφόμενος εὐφυῶς αὐτῶν. ~ U
τὰ νεκρὰ* τῶν ὀρνέων] τοῦτο εἶπεν, ἐπεὶ κατὰ Πλάτωνα
ἀμέλει διηγήσαντο κτλ.] σημείωσαι. ~ Γ
οὕτω γὰρ ἂν οὐ κτλ.] σημείωσαι. ~ Γ
κόσμον συγκατέφλεξαν — ὡς χρησομένοις*] οὐχ ὡς χρησομένοις, μάταιε, ἀλλ’ ὡς μὴ βουλόμενοι ἑτέρους χρήσασθαι τοῖς ἐκείνων. ~ B
ἡ πρὸς τὸν αὐλὸν αὕτη στερνοτυπία] αὐλητὰς γὰρ συνε⸤κάλουν⸥ ἐπὶ τὰ πένθη τῶν ἀ⸤ποιχομένων⸥, ὡς δῆλον καὶ ἀπὸ τοῦ θ⸤είου⸥ εὐαγγελίου
Ω ἀσφόδελος] ὅτι ἡ ἐλελίσφακος λέγεται· βοτάνη γάρ ἐστιν. ~ C
Τινές φασιν ὡς εἰς Πολυδεύκη τὸν ὀνοματολόγον ἀποτεινόμενον Λουκιανὸν τοῦτον γράψαι τὸν λόγον τέχνην μὲν οὐδ’ ἥντινα λόγων παραδιδόντα, σωρὸν δὲ λέξεων ἀδιάκριτον ὑφιστάντα. καὶ ἴσως οὐκ ἀπὸ σκοποῦ ταῦτα τοῖς φήσασιν εἴρηται, ἐπεὶ καὶ σύγχρονοι ἄμφω, Λουκιανὸς καὶ Πολυδεύκης· ἐπὶ γὰρ Μάρκου τοῦ αὐτοκράτορος. ~ VMSΩ
— ] τινὲς — ὑφιστάντα, ὥσπερ ἐν λέξεσιν ἀλλ’ οὐκ ἐν διανοίᾳ τῆς ῥητορικῆς τὸ κράτος ἐχούσης· καὶ ἴσως ἀληθές, ἐπεὶ καὶ σύγχρονοι ἦσαν ἐπὶ Μάρκου τοῦ αὐτοκράτορος. ὁ γὰρ Πολυδεύκης ἐπαγωγότερος ἦν τοῦ αὐχμηροῦ καὶ κατακόρου διαναπαύων τὸν λόγον· ἐχρῆτο γὰρ διηγήμασιν, οὐ μέντοι καὶ τέχνην παρεδίδου λόγου, ὅπως ἡ διήγησις
σοφιστής] τὸ τοῦ σοφιστοῦ ὄνομα τριχῶς παρὰ τοῖς παλαιοῖς διανενόηται. πρῶτον σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ φρόνιμον καὶ τὸ καλόν· ὅθεν καὶ Πλάτων φιλόσοφον καλεῖ τὸ πρῶτον αἴτιον καὶ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται θεὸν κατὰ τὸ δυνατόν. καὶ πάλιν σοφιστὴν καλοῦσιν αὐτὸν τὸν ῥήτορα τὸν διδάσκοντα ῥητορικοὺς λόγους, περὶ οὗ διεξέρχεται νῦν. σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν. ~ MSΩ
⸤Σ⸥ιδωνίου ἐμπόρου: ⸤οὗτος ἐπη⸥γγέλλετο Ἀλε⸤ξάνδ⸥ρῳ ἐπιτομωτάτην ⸤ὁδὸν δ⸥εῖξαι ἐκ Περσῶν ⸤εἰς Αἴ⸥γυπτον. ~ ⸤Β⸥
Ἀμαλθείας* κέρας] ⸤τὸν Δία⸥ αἶγά φασι θρέψαι ⸤Ἀμαλ θ⸥εἴαν λεγομένην, ⸤ταύτης δὲ⸥ τὸ δεξιὸν κέρας βρύ⸤ειν τῆς π⸥αγκαρπίας ἤτοι ⸤πᾶν αἰ⸥σθητὸν ἀγαθὸν ἄ⸤φθονον⸥ ἔχειν. ἀπὸ τούτου πάντα ⸤τὰ εὐδαι⸥μόνως διάγοντα τὸ ⸤τῆς Ἀμα⸥λθείας ἔχειν κέρας ⸤φ⸥ασίν. ~ ⸤Β⸥Κ
σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου] ⸤ὡς Ἡσί⸥οδός φησι
τῇ ῥοπῇ] τὴν βάσιν. ~ V
Ὀλυμπιάδας] πόλις ἦν ἐν Ἤλιδι Ὀλυμπία καλουμένη ἱερὸν ἔχουσα ἐπιφανέστατον Ὀλυμπίου Διός. ἐν ταύτῃ ἀγὼν ἐπετελεῖτο παγκόσμιος τὰ Ὀλύμπια κατὰ πέντε ἔτη συγκροτούμενος· διὸ καὶ πενταετηρικὸς ἐκαλεῖτο· ὃς καὶ
⸤Ὀλυμπι⸥άδας: ἐπὶ τῆς Ἠλιακῆς μοίρας ⸤Πελοπ⸥οννήσου πόλις ἦν Ὀλυμπία ⸤καλουμένη⸥, ἐν ᾗ ἱερὸν ἐπιφανέστατον ⸤παρ’ Ἕλ⸥λησιν Ὀλυμπίου Διός. ἐν ταύ⸤τῃ ἀγ⸥ὼν ἐτελεῖτο παγκόσμιον ἔχων ⸤συναγω⸥γὴν κατὰ πέντε ἔτη συγκροτού⸤μενος· διὸ⸥ καὶ πενταετηρικὸς ἐκαλεῖτο. ⸤ἀνεγρ⸥άφετο οὖν ἐν τοῖς δημοσίοις καὶ ⸤τοῖς⸥ χρονογραφοῦσι· καὶ δὴ καὶ τοῖς ⸤πα⸥λαιοῖς εἰς δήλωσιν χρόνων ⸤ἦν, Ὀλ⸥υμπιάδος ποσταία· ὡς φέ⸤ρε τόδε⸥ ἐπράχθη τῇ ρ’ Ὀλυμπιάδι ⸤ ⸥ κοετ⸤ ⸥ ἢ τινι τοιαύτῃ
. καὶ ἦν τοῦτο ⸤ἀκρι⸥βὴς χρόνων ἐπίγνωσις, ὥσπερ καὶ ⸤παρ’⸥, Ἀθηναίοις μὲν ἡ τῶν Ἀθήνησιν ⸤ἀρχόν⸥των ἐνιαυσία προστασία, κα⸤θ’ ἣν ἀν⸥αγράφεται ἐπὶ ἄρχοντος Ἀθή⸤νησι⸥ τοῦ ⸤δεῖνα⸥ τόδε ἐπράχθη
, παρὰ δὲ Ῥω⸤μαίοις⸥ ἡ τῶν ὑπάτων ἐπέτειος ἐπιση⸤μείωσι⸥ς. ἄρχεται δὲ ἡ τῶν Ὀλυμπιάδων ⸤ἀναγρ⸥αφὴ ἀπὸ Ἰφίτου τοῦ ἀνανεωσα⸤μένου τὸν⸥ ἀγῶνα τὸν Ὀλυμπίασιν, ἀφ’ Ἡ⸤ρακλ⸥έους δὲ ἀρξαμένου τοῦ ἀγῶνος, ὡς Πίν⸤δαρός ἤτοι Ὀλύμπια μὲν στάσεν Ἡ⸤ρακλέης⸥
. ἀμεληθέντος δὲ μέχρις Ἰ⸤φίτου⸥, εἶτα Ἰφίτου μὲν ἀνανεωσαμένου ⸤τὸν ἀγῶ⸥να, νικηφόρου δὲ μηδενὸς ⸤ἀναγ⸥ραφένντος διέμενεν ἄσημος ⸤μακρὸν χρόν⸥ον. ὅθεν, ὡς Καλλίμαχος
σὺ* δὲ μήτε πείθεσθαι κτλ.] σύνηθες τοῦτο καὶ ποιηταῖς καὶ λογογράφοις ἀπαρεμφάτοις χρῆσθαι ἀντὶ προστακτικῶν, ὡς καὶ νῦν οὗτος· ἀντὶ γὰρ τοῦ μὴ πείθου
εἶπε πείθεσθαι. τοῦτο δὲ οὐχ ὡς ἔτυχε γίνεται, ἀλλ’ ἡνίκα μετὰ ἀπαγορεύσεως ἡ ἔννοια πρόεισιν, οἷον ἀλλά σε κελεύω μὴ τοῦτο ποιεῖν
ἀντὶ τοῦ μὴ τοῦτο ποίει
, καὶ ὡς τοῦ θεολόγου Γρηγορίου ἢ μὴ διδάσκειν ἢ διδάσκειν τῷ τρόπω
· ἀντὶ γὰρ προστακτικῶν τὰ ἀπαρέμφατα κεῖται. ~ VCOSΩ
Αγάθωνα*] Ἀγάθων τραγῳδίας ποιητὴς εἰς μαλακίαν σκωπτόμενος. ~ BVΟSΩ.
μέλημα*] ⸤ἀντὶ τοῦ φρ⸥όντισμα, ⸤οἱονεὶ ὑπ⸥ὲρ οὗ πολλή ⸤μοι φρον⸥τίς ἐστι. ~ ⸤B⸥VSΩ
ἡ λευκὴ ἔρια*] εἶδος ἐνδύματος λεπτοῦ. ~
πολυσχιδὲς τὸ νῦν στρικτόν. ἐμβάδες δὲ τὰ ὑφ’ ἡμῶν καλίγια, καὶ δῆλον ἀφ’ ὧν πίλοις αὐτὴν ἐπιπρέπειν τοῖς λευκοῖς, ὃ οὐκ ἂν ἐπὶ ἄλλου γένοιτ’ ἂν ὑποδήματος. ~ BCVSΩ
ὁ λῆρος κτλ.] δριμέως ἄγαν ὁ βωμολόχος καὶ γόης τῷ λόγῳ καθίκετο τῶν θαυμασίων ἀνδρῶν εἰς τὸ ἐναντίον τὴν ἑκάστου λοιδορησάμενος ἀρετήν· τοῦ μὲν γὰρ τὸ ἐπιμελὲς ἄγαν καὶ ὕπτιον λῆρον ἐκάλεσε, τοῦ δὲ τὸ γοργὸν καὶ πυκνὸν εἰς τὸ ἄχαρι ἀπέσκωψε, τοῦ δὲ τὸ ἄφετόν τε καὶ ἐλευθέριον καὶ κατὰ πᾶσαν ἰδέαν εὐμεταχείριστον εἰς ψυχρολογίαν διέβαλεν. ~ BVSΩ
Μαραθὼν* κτλ.] ταῦτα πάντα παρ’ Ἡροδότῳ
Ἄθως κτλ.] ἡ Ἑλλησπόντου ὑπὸ Ξέρξου γεφύρωσις καὶ ἡ τοῦ Ἄθω διόρυξις, ἵν’ ἡ θάλασσα εἰσρυεῖσα πλωτὸν ἀπεργγάσαιτο τὸν ἰσθμὸν τοῖς Ξέρξου σκάφεσιν, καὶ ὅσα ἄλλα ἱστόρηται Ἡροδότῳ. ~ BCVSΩ
ὁ μηρός*] οὐκ ᾤμην τουτὶ τὸ μιαρὸν καὶ κατάπτυστον ἔργον τὸ τὸν μηρὸν πατάσσειν ἀρχαῖον εἶναι. ~ VSΩ
Ἀδράστεια*] δαίμων ἡ Ἀδράστεια παρ’ Ἕλλησι τοῖς μεγάλα καυχωμένοις ἐπιφυομένη. ἐπεὶ οὖν καυχώμενος εἰσά
Λήδας* κτλ.] ἐντεῦθεν ἀναντίρρητον ἤδ⸤η⸥, ὡς ΠολυΠ⸤ολυδεύκης δεύκη διασύρει ὁ π⸤αρὼν⸥ λόγος, εἴ γε Κάστορος ἀδελφὸς ὁ Λήδας, ᾧ οὗτος ὁμώνυμος ὁ διασυρόμενος ῥητόρων διδάσκαλος. ~ ⸤B⸥VSΩ
νὴ τὴν πάνδημον*] τὴν Ἀφροδίτην φησίν. ὄμνυσι ⸤δὲ⸥ ταύτην νῦν ἢ διὰ τὴν προηγη⸤σα⸥μένην αἰσχρότητα τῆς γραὸς ἢ ⸤διὰ⸥ τὸ ἀναιδές· ἐπεὶ καὶ τοῦτο μετὰ τῶν ἄλλων κακῶν ἔχουσιν αἱ ⸤πόρ⸥ναι, ὃ μιμεῖσθαι καὶ αὐτὸς ὑπ⸤οβάλ⸥λεται καὶ τοὺς ἄλλους διδάσκε⸤ι⸥. ~ ⸤B⸥VSUΩ
Κέλσε] οὗτός ἐστι Κέλσος ὁ τὴν καθ’ ἡμῶν μ⸤α⸥κρὰν γράψας φλυαρίαν ἐν ὅλ⸤οις ὀκτὼ⸥ βιβλίοις, ᾧ πρὸς ἰσάριθμον ἀ⸤ντε⸥ξαγόμενος πρόθεσιν ὁ σπου⸤δαιό⸥τατος ἀντεῖπεν Ὠριγένης μ⸤ε⸥στοὺς ἁπάσης σοφίας καὶ εὐσεβε⸤ίας⸥ ἐξυφανάμενος λόγους καὶ λῆρον ἀποφ⸤ήνας⸥ τὸ θαυμαστὸν αὐτοῦ σπούδασμα. ~ ⸤B⸥VφΩ
μεγίστῳ θεάτρῳ κτλ.] σημείωσαι. ~ V
Ἀρριανὸς* — Ἐπικτήτου μαθητής] ὅτι Ἀρριανὸς κατὰ τὸν Σεβαστὸν ἦν, ἐπεὶ καὶ ὁ Ἐπίκτητος ὁ Στωικός, οὗ τὰ Ἠθικὰ φέρεται, κατὰ τοῦτον ἦν. ~ VBφΩ
Μινύαν*] πότερον τὸν Ὀρχομένιον Μινύαν, οὗ καὶ Ὅμηρος
καὶ ἡ γνώμη κτλ.] σημείωσαι. ~ V
ὑπὲρ τοὺς Κέρκωπας: οὗτοι ἐν Βοιωτίᾳ δι⸤έτριβον Σίλλος τε Τριβαλός τε δύω βαρυδαίμονες ἄνδρες.
ἀπ’ αὐτῶν δὲ καὶ τὸ παροιμιαζόμενον Κερκώπων ἀγορά
. ἀπελιθώθησαν ⸤δ’⸥ οὗτοι, ὡς Φερεκύδης φησί. Ξεναγόρας δὲ εἰς πιθήκους διὰ κακοήθειαν μεταβαλεῖν φησιν ἐν τῷ Περὶ νήσων
ὡσαύτως καὶ Ἀριστοφάνης Δαιταλεῦσιν
— ] σημείωσαι. ~ BV.
κατὰ τὴν Θῶνος κτλ.] σημείωσαι. ~ V Ἀπολλωνίῳ] ἰδοὺ καὶ οὗτος Ἀπολλώνιον διαβάλλει. ~ B
καὶ* Δελφοὺς κτλ.] ⸤πρ⸥οσυπακουστέον κἀνταῦθα ⸤τὸ⸥ κατενόησαν, οἷον καὶ Δελφοὺς ⸤οὕ⸥τω κατενόησαν πλουτῆσαι καὶ ⸤ἀο⸥ιδίμους γενέσθαι
. ~ ⸤B⸥ VΩ
— ] ὦ γόης, τί πλαγίως ταῦτα περὶ τῶν σῶν μαντείων ἀλλὰ μὴ φανερῶς καὶ ἐλευθερίως γράφεις; ~ B
Ἀβώνου τεῖχος κτλ.] εἰ μὲν Ἀβωνοτειχῖται τοιοῦτοι, οὐκ ἔχω λέγειν· ἐπεὶ ἄλλως γε Παφλαγόνας οὐκ ἂν ἀπράγμονας σωφρονῶν ἔγωγε θείην, εἰ μὴ καὶ σφόδρα δεινοὺς καὶ ἱκανοὺς καὶ προχειροτάτ⸤ους⸥ πᾶν τε κακὸν ἐξευρεῖν καὶ ἐξευρόντας χρήσασθαι ἀναιδεστάτως καὶ μάλιστα, εἰ τύχοιεν, οἷς ἡ μεταχείρισις ἀνθρώπων κουφοτάτων καὶ πεφυκότων ἀπομύττεσθαι ῥᾳδ⸤ία⸥, ὁποῖοι οἱ τὸ τοῦ Εὐξείνου στόμα Βυζάντιοι περιοικοῦντες. ~ ⸤B⸥
κοσκίνῳ* — μαντευόμενος] σημείωσαι. ~ V
— ] ἐπὶ τῶν εὐτελεστάτων μάντεων τοῦτο λέγεσθαι εἲωθεν. ~ VBCΩ
ἀγείροντες*] ἀντὶ τοῦ ἀγυρτεύοντες. ~ VUΩ
μόνῃ τῇ μορφῇ* οὐχί] ⸤τὸ⸥ μονονουχί διεῖλεν εἰπὼν ⸤μό⸥νῃ τῇ μορφῇ οὐχὶ πρό⸤β⸥ατα εἶναι διαφερόντων
. ἢ καὶ οὕτως μόνῃ τῇ μορφῇ διαφέρον⸤τῶν⸥ τὸ μὴ πρόβατα εἶναι
. ~ V⸤B⸥UΩ
⸤οὐδὲ ἐ⸥ς κόρον τοῦ φωτὸς δεχόμενον: ⸤Ἀττι⸥κὴ ἡ σύνταξις· ⸤τὸ γὰρ ἐ⸥πὶ μέρους λέγειν Ἀ⸤θηναί⸥ων, οἷν ἔφαγον τοῦ ἄρ⸤του
, κα⸥τέαγα τοῦ κρανίου
. ~ ⸤B⸥VΩ
πονήρως*] Ἀττικοὶ καὶ ἐπὶ σωματικῆς διαθέσεως ὀξύνουσι τὸ πονηρός. ~ VCUΩ
σκευαστὸν* κτλ.] σύνθεσις τοῦ λεγομένου θεραπιδίου. ~ VφΩ
ἀκόπου τι ὄνομα* πεπλασμένον] πέμμα, κοπτοῦ τι πέμμα. ~ B
Ἀλέξανδρος ὁ προφήτης] οὐχὶ καὶ οὗτος, ὦ Λουκιανέ, Παφλαγὼν ἦν; πῶς οὖν παχεῖς καὶ ἀπαιδεύτους τοὺς Παφλαγόνας ὀνομάζεις καὶ ἀναισθήτους τοιούτου πανούργου τοῦ Ἀλεξάνδρου ὄντος καὶ τοιαύταις πιθανότησι τοὺς προσιόντας χλευάζοντα; καὶ κἂν τοὺς ἀφ’ ἑτέρων χωρῶν ἔδει διαγνῶναι τὰ αὐτοῦ πανουργεύματα, ἀλλ’ οὐκ ἦν δυνατὸν τῆς Παφλαγονικῆς κακοτεχνίας μὴ πάντας ἀπελεγχθῆναι μαραίνοντας. εἰ δὲ τὴν τῶν Παφλαγόνων φρένα καὶ εὐφυίαν καὶ περὶ πάντα εὐδοκίμησιν γνῶναι ἀκριβέστερον ἤθελες καὶ ἦς ἐν ταῖς ἡμέραις ἡμῶν, ἔγνως ἂν ἰδὼν ἅπαντα τὰ ἔθνη ὑπὸ Παφλαγόνων νοὸς κατατροπούμενα καὶ τὸν ἅπαντα κόσμον ἄγαν εὐφυῶς κυβερνώμενον. ~ UΩm
τὴν* γὰρ Σελήνην κτλ.] εἰς τὸν Ἐνδυμίωνα διαβάλλει τὸν λόγον, ὂς Κὰρ βουκόλος ὢν ἐρασθῆναι ὑπὸ Σελήνης μυθεύεται. ~ VBφΩ
τὴν πενθερὰν Σελήνην] σημείωσαι· ὑπὲρ τοὺς Παφλαγόνας τὸ ἀναίσθητον, ὦ Λουκιανέ, ὅσον ἐπὶ τῷ πενθερὰ Σελήνη
. ὅτι δὲ τὴν θυγατέρα τοῦ Ἀλεξάνδρου γεγάμηκας, καὶ πάνυ ἐπαινῶ. ~ U
ὥσπερ Ἀθήνησι κτλ.] λῆρον Λουκιάνιον· βέλτιον εὐστομεῖν σε. ~ U
ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος] πολλὰ βουλόμενος ἐπικρύπτε⸤ιν, ὦ⸥ Λουκιανέ, τὴν ἀλήθειαν καὶ ἀμαυ
τινὲς Παφλαγόνες κτλ.] σημείωσαι. περὶ τῆς σκευῆς τῶν Παφλαγόνων καὶ τῆς αὐτῶν βρώσεως. ~ Γ
δίης*] ἤτοι Διός. ~ VΩ ἐς Διός] ⸤ ⸥ ὁ μιαρὸς πολλὴν ἑαυτοῦ ⸤κατε⸥γνωκὼς τῆς ἀτόπου ἀπάτης ⸤τὴν ἀ⸥θεΐαν, ἐλπίσας δὲ μὴ ἂν ⸤ἀτ⸥ιμώρητα ταῦτα παρελθεῖν ⸤ἀλ⸥λὰ θεόθεν ἐκδίκησιν ⸤παθ⸥εῖν, ᾗ καὶ ὁ Ἀναξαγόρας ⸤β⸥ληθεὶς κεραυνῷ, ταῦτα ⸤ἀπ⸥οχρᾷ νῦν, ἵν’, εἰ συμ⸤ ⸥, ἔχοι τὴν πρόρρησιν τὸ ⸤σε⸥μνὸν αὐτῷ προμαρτυροῦσαν, ὡς ἐς Διὸς χωροίη. ~ ⸤Β⸥
Λεπίδῳ* κτλ.] ἔφη γὰρ
τὸν* δεῖνα] ἴσως ἐνδόξου τοῦ ἀ⸤νδρὸς⸥ ὄντος τοὔνομα τ⸤ὸ κ⸥ύριον παρῃτήσατο. ~ V⸤Β⸥φΩ
⸤γῆ⸥ν πρὸ γῆς: τοῦτο εἴωθε ⸤ λέ⸥γεσθαι Ἀθηναίοις ἀντὶ ⸤τοῦ κ⸥ατὰ πάσης τῆς γῆς, ὅ ⸤φα⸥μεν τόπον ἐκ τόπου. ~ ⸤B⸥CVφΩ
κομίσας*] σημείωσαι, ὡς θιασώτης ἦν καὶ οὗτος ὁ ἐπὶ κακῷ τῆς αὑτοῦ κεφαλῆς τοῖς λόγοις ἐγγυμνασάμενος Λουκιανὸς τῆς Ἐπικούρου αἱρέσεως. ~ V
χρησμὸς νυκτερείσιος*] ⸤ἀπ⸥όλοιο, γόης, ⸤τῆ⸥ς ἀπεράντου ⸤εὐ⸥τραπελίας. ~ ⸤B⸥VφUΩ
οὐδὲν πρὸς τὸν Ὅμηρον*] ⸤ἀπὸ πα⸥ροιμίας παρῴ⸤δηται τῆς⸥ οὐδὲν πρὸς ⸤τὸν Διό⸥νυσον
. ~ ⸤B⸥VφUΩ
ὀκτώ μοι χρησμοὺς κτλ.] σημείωσαι. ~ ΓV
ἐγὼ δὲ προσφὺς κτλ.] ἀναιδείας ταῦτα καὶ μωρίας ἐσχάτης. ~ B
Ποδαλειρίου*] ⸤οὐχ ὅτι καὶ Ποδαλείριος τοιοῦτόν τι πέπονθε, ταῦτά φησιν, ἀλλὰ παίζων⸥ ὡς ἀπὸ Ποδαλειρίου, ὃς ἰατρὸς ἦν, ἕλκων τὸ γένος· ὁ δὲ σηπεδόνι διαβέβρωται τὸν πόδα. ~ ⸤B⸥VΩ
κατὰ τύχην] ἄθεε, καὶ ἀπρονόητον τὸ πᾶν; ~ B
Γυναικὸς ἀμύ ⸢ μονος ὥ⸣ραν συγγράφει, ⸢σω⸣ματικήν τε καὶ ψ⸢υχικὴν⸣ συμπλέκων· ⸢ ⸣νων τὸ γράμμα ⸢ ⸣κράμα, πολλῶν ⸢ ⸣ καὶ χειρὸς καλλιγρά⸢ ⸣ κἂν ἐν προθύρ⸢ ⸣ παρεγγράφ ⸢ ⸣λ’ ὡς ἄριστα σωφ⸢ ⸣ τοῖς ὑστέροις. ~ ⸢φ ⸣
Σίπυλον: ὄρος Λυδίας περὶ τὴν Σμύρναν, ἐν ᾧ ἡ Νιόβη ἐκ λίθου πεποίηται, ὃ Κουζηνᾶς ἐπιχωρίως καλεῖται. ~ Κ B⸥VφUΩ
ἡ λίθος ἡ Ἡρακλεία] τὴν Μαγνῆτιν λέγει. ~ Γ2
αὐτῷ* τῷ μέτρῳ] τῷ αὐτῷ μέτρῳ, τῇ αὐτῇ προθυμίᾳ. ἔστι δὲ παροιμιῶδες. ~ Vφ
τὴν Πανδίονος] τὴν Πρόκνην ἤτοι τὴν ἀηδόνα. ~ V
τῷ Θρᾳκί] τῷ Ὀρφεῖ. ~ V B⸥VφUΩ
τῷ ἀνὰ τὸν Κιθαιρῶνα*] Ἀμφίονα λέγει, ὃς τὰς Θήβας ἔκτισε τὰς Βοιωτίας ὑπὸ αὐλῷ καὶ κιθάρᾳ. ~ Vφ
ὥσπερ ἡ Κλειώ*] καὶ γὰρ τὰς Μούσας ἄλλην ἄλλης φασὶν ἔφορον εἶναι τέχνης λογικῆς καὶ ἐπιστήμης, Κλειὼ μὲν ἱστορίας, ἧς καὶ εὑρέτιν εἶναί φασι, Θαλείαν κωμῳδίας, Εὐτέρπην αὐλῶν, Μελπομένην τραγῳδίας, Τερψιχόρην ψαλτηρίου, Ἐρατὼ κυμβάλων, Πολύμνιαν ὀρχήσεως, Οὐρανίαν ἀστρολογίας, Καλλιόπην ποιήσεως. ~ VCφ
Σαπφώ*] ὅσον εἰς σῶμα εἰδεχθεστάτη Σαπφώ, μικρά τε καὶ μέλαινα ὁρωμένη, καὶ τί γὰρ ἄλλο ἢ ἀηδὼν ἀμόρφοις τοῖς πτίλοις ἐπὶ σμικρῷ τῷ σώματι περιειλημένη. ~ VCφ
πραγμάτων ἐσωφρόνησε κτλ.] σημείωσαι. ~ Γ
οὐδὲν* τραγικόν] οὐ προσποιητὸν ἢ μεθ’ ὑποκρίσεως γινόμενον ἀλλὰ ἐνδιάθετον καὶ ἐξ ἀληθοῦς γνώμης κατορθούμενον. ~ Vφ B⸥VφUΩ
οὐδέν* γὰρ ἂν κτλ.] σημείωσαι. ~ Γ
τό γε τοῦ Ἡρακλέος κτλ.] ἐξ Ἡροδότου [2, 44] τοῦτο λαβὼν ἔχει. ~ E
Ἀστάρτην* κτλ.] ὅτι ἡ παρὰ Σ⸢ιδωνίοις⸣ Ἀστάρτη ἡ α⸢ὐτή ἐστι τῇ⸣ Σελήνῃ. Σι⸢δώνιοι δὲ⸣ Εὐρώπην φ⸢ασὶν ἁρπα⸣σθεῖσαν μὲν ⸢ὑπὸ Διός⸣, τῷ δὲ ἀ⸢φανισθῆναι αὐ⸣τὴν εἰς
νόμισμα* κτλ.] ⸢ὅτι καὶ τὸ νόμισμα Σι⸣δωνίοις βοῦν ἐπίση⸢μον ἔχει τὴν Εὐρώπην⸣ κατανενωτισ⸢μένον⸣. ~ ⸢V⸣EC
μνήμην*] ⸢ἀντὶ τοῦ⸣ κατὰ μνήμην ἢ ⸢εἰς⸣ μνήμην. ~ ⸢V⸣E
καὶ τὴν* κεφαλὴν ἐθεησάμην βυβλίνην] ⸢τοῦτο καὶ ὁ ἡμέτερος θεῖος προφήτης Ἠσαΐας ἐπι⸣κερτομεῖ καὶ τωθάζει τῷ κατὰ Δαμασκοῦ ῥήματι, δι’ ὧν φησιν [18, 1] οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη ⸢ὅμηρα ἐν θαλάσσῃ καὶ ἐπιστο⸣λᾶς βυβλίνας ἐπάνω τοῦ ὕδατος
, ἐπιστολὰς βυβλίνας τὴν ἐτησίως τῆς πα⸢ρούσης κεφαλῆς πομπὴν⸣ ἐπιστελλομένην ὑπὲρ τῶν πλανωμένων ἀποσημαίνων, ὡς καὶ τῷ ἐν ἁγίοις Κυρίλλῳ δοκεῖ ἐν τοῖς εἰς τὸν ἅγιον Ἠσαΐαν ὑπομνήμασιν αὐτοῦ. ~ E⸢V⸣
Στρατονίκη . . . τῆς ὁ πρόγονος ἠρήσατο*]
τοιάδε οἴνῳ ἑωυτὴν κτλ.] ὡραῖον. ~ E
Γάλλοι οἱ πάντῃ ἀπόκοποι τὰ αἰδοῖα, οὓς νῦν καρτζιμοὺς καλοῦσιν. ~ EC
οὐκ ἐρέω] οὐδὲ γὰρ ὅσιον, οἶμαι, τὴν αἰτίαν ἐρεῖν κιναίδειαν Διονύσου κατήγορον, παρόσον καὶ ὁ φαλλὸς τοῦ πεπορνευκότος Κοροίβου Διόνυσον ὑπόμνημα μισθὸν τοῦτον αὐτῷ Διόνυσον ἐκτετικότα Σεμέλης τῆς μητρὸς μήνυτρα. ~ E
ἀσοφίη] ἄνοια, ἄγνοια. ~ E
ἀλεκτρυών*] πότερον ὄρνις ἢ ἀνὴρ οὕτω καλούμενος; ὄρνιθι γὰρ τί συντελέσει μισθὸς καὶ τοσοῦτος; ἢ πῶς ἐν τῇ λίμνῃ καὶ ποίᾳ μηχανῇ ὄρνις οὐκ ἀμφίβιος οἰκήσει; ~ R E V
τοῦτο* κτλ.] ἐμπεπυρισμένος πυρὶ καὶ οἰμώζων, βωμολόχε. ~
κωμῳδίας ἅπερ κτλ.] σημείωσαι. ~ Γ
μὴ ὥραισιν*] Ἀττικὸν τοῦτο καὶ σόλοικον δοκοῦν· ὤφειλε γὰρ μὴ ὥρας’ εἶναι, αἰτιατική· σημαίνει δὲ τὸ μὴ εἰς τοὐπιὸν φθάσαι. νῦν δὲ ἡ Ἀττικὴ συνήθεια δοτικῇ κέχρηται παραλόγως, ὡς καὶ ἐπὶ τοῦ ἄμφω τὼ χεῖρε
καὶ τοῖν χεροῖν
θηλυκοῖς ὀνόμασιν ἀρσενικὰ ἄρθρα προσνέμουσα. ~ ECRVφUΩ
Ῥέαν] Ῥέα πρώτη ὄρχησιν ἐπετήδευσεν. ~ ER
μετὰ δὲ Κρητῶν οἱ κτλ.] μετὰ Ῥέαν Κρῆτες. ~ ER
Νεοπτόλεμον κτλ.] Νεοπτόλεμος Ἀχιλλέως παῖς. ~ ER
ἀπὸ γὰρ χάους —
Δήλου* πλάνην κτλ.] φασὶ γὰρ τὴν Δῆλον τὴν νῆσον πρὸ τοῦ τὸν Ἀπόλλωνα ὑπὸ Αητοῦς γεννηθῆναι πλανᾶσθαι κατὰ τὸ Αἰγαῖον πέλαγος Ἀστερίαν καλουμένην περὶ τὰς Κυκλάδας νήσους ἄλλοτε ἀλλαχοῦ νέουσαν. Λητὼ δὲ ὑποδεξαμένη καὶ ἐπὶ τῷ τόκῳ ξενίσασα — οὐδὲν γὰρ αὐτὴν μέρος γῆς ἐπίτεκα οὖσαν ὑπεδέχετο δι’ ὀργὴν καὶ ἀπειλὴν Ἥρας — ἔστη τῆς ἄλης καὶ μέση τῶν Κυκλάδων ἐρριζώθη· διὸ αὐτὴ μὲν Δῆλος ἐκλήθη ἅτε δήλη γεγονυῖα τῇ παγίῳ στάσει, αἱ δὲ περὶ αὐτὴν κυκλοῦσαι αὐτὴν Κυκλάδες, καὶ ἦν τὸ ἀπὸ τούτου ἱερὰ Ἀπόλλωνος. ἱστορεῖ Καλλίμαχος ἐν τῷ εἰς Δῆλον ὕμνῳ
τὸ μέσον* τῆς γῆς — ἀετῶν] λέγουσιν ἐν Δελφοῖς ὀμφαλὸν
Δημήτριον*] Δημήτριος οὗτος ἐπὶ τοῦ Σεβαστοῦ ἤκμαζεν, οὗ Μᾶρκος ἐν τοῖς Ἠθικοῖς [8, 25] αὑτοῦ μέμνηται. ~ E
— ] σημείωσαι. ~ V
Νέρωνα κτλ.] σημείωσαι. ~ V
προσοίκους, ἔφη, βαρβάρους κτλ.] σημείωσαι. ~ E
ἐπεὶ δὲ ἔμαθε κτλ.] σημείωσαι. ὡραῖον. ~ V
καὶ ἄλλον μεμηνότα κτλ.] σημείωσαι. ~ V
Λεσβῶναξ] τοῦτον λέγει Λεσβώνακτα, οὗ καὶ ἄλλαι μελέται ῥητορικαὶ φέρονται θαυμάσιαι καὶ ἐνάμιλλοι Νικοστράτου καὶ Φιλοστράτου τῶν ἐν τοῖς νεωτέροις σοφισταῖς διαπρεπόντων, μάλιστα δὲ αἱ ἐρωτικαὶ ἐπιστολαὶ πολλὴν 15 τὴν ἐκ τῶν λόγων ἀποστάζουσαι ἡδονήν. ~ ER
— ] σημείωσαι. ~ V
φιλοσοφίαν αἰδὼς κτλ.] ὡραῖον. ~ V
παράδοξον εἶναι κτλ.] σημείωσαι. ~ V
ὁποῖον κτλ.] ⸤ὁπ⸥οῖον χρὴ τὸν ὀρχηστὴν εἶναι κατά τε ψυχὴν καὶ σῶμ. ~ ⸤E⸥ R
τὸ δὲ σῶμα κτλ.] σημείωσαι. ~ V
σκελετῶδες κτλ.] σημείωσαι. ~ Γ
— ] σκελετῶδες et νεκρικόν
Ἕκτορα κτλ.] σημείωσαι. ~ V
Ἡροδότῳ* μὲν οὖν τὰ δι’ ὀμμάτων φαινόμενα πιστότερα εἶναι τῶν ὤτων δοκεῖ] καὶ καλῶς δοκεῖ. ἀλλ’ ὡς οἶμαι ἄλλους τοιαῦτα ποιεῖν παιδεύων αὐτὸς τῷ ὄντι τὰ διὰ τῶν ὤτων ἔγραφε. ~ RΓ
μηδέν, ὥς φασι, πρὸς τὴν χορδήν*] τοῦτο οὐ παροιμία ἀλλ’ ἐκ παροιμίας μετείληπται τῆς οὐδέν φασι πρὸς τὸν Διόνυσον
. ~ R E VφΩ
κακοζηλία*] ὅτι κακόζηλον τὸ ὑπερτεῖνον τὸ μέτρον βούλεται, ὅπερ ἄλλοι ψυχρολογίαν ἔφασαν. ~ V E CR φUΩ
οὐχ ὑποκρίνασθαι μανίαν ἀλλὰ μαίνεσθαι αὐτός] τοιοῦτό τι καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς γέγονε χρόνων. δαιμονῶντα γάρ τινες τῶν ἀκροατῶν νέων ἐκμιμούμενοι οὕτως ἑάλωσαν τῷ πάθει, ὥστε τὸ λοιπὸν τῆς ζωῆς μὴ ἀνενεγκεῖν τοῦ πάθους ἀλλὰ συναπελθεῖν τῇ ὀλεθρίῳ ταύτῃ μιμήσει. ~ E
εὖ οἶδα ἐγὼ κτλ.] σημείωσαι. ~ V
τητινόν*] χρόνου δηλωτικὰ τὰ τρία ταῦτα ἐπιρρήματα πέρυσιν, τῆτες, νέωτα. ὡς οὖν ἀπὸ τοῦ χθές γίνεται χθεσινόν, οὕτως ἀπὸ τοῦ τῆτες τητινόν, σημαῖνον τὸ ἐπέτειον ἤτοι τοῦ αὐτοῦ ἔτους. τὸ δὲ νεοχμόν τὸ καινὸν σημαίνει, ἀφ’ οὗ καὶ ῥῆμα τὸ νεοχμῶ, καὶ ἔστιν ἀπὸ τοῦ νέον καὶ τοῦ ἔχω νεοχόν, καὶ νεοχμόν πλεονασμῷ τοῦ μ. χρῆται τῇ λέξει Θουκυδίδης [1, 12]. ~ ECVφΩΔ
κυψελόβυστα: κυψέλη λέγεται καὶ ὁ τῶν ὤτων ῥύπος, λέγεται καὶ τὸ κεραμεοῦν στενόστομον ἀγγεῖον τὸ ἀπίσσωτοτον. νῦν δὲ τὸν ῥύπον ἀκουστέον. ~ VEΩΔ
ἀνέγνως*] ἀντὶ τοῦ ἀνελογίσω. ~ E
πεδοῖ κατάβαλε: ἴσως ἀντὶ τοῦ πρὸς πέδον κατάβαλε. ~ VECφΩΔ
ἡ Κυψελίς: οὕτως ὁ ῥύπος τῶν ὤτων. λέγεται κυψέλη καὶ τὸ ὀστρακεοῦν ἀγγεῖον, ᾧ τοὺς ἄρτους ἀποτίθενται· ἐν ὧ καὶ ὁ Κορίνθου τύραννος ἀρτιγένητος ὑπὸ τῆς μητρὸς
εὔαρχος: τὸ μὲν εὔαρχος τὸ καλὴν ἀρχὴν ἔχειν, εὔλογος δὲ τὴν συνθήκην εὐάρμοστος, εὔλεξις δὲ καὶ εὐώνυμος τὸ εὐπρεπέσιν ὀνόμασι καὶ λέξεσι κεχρῆσθαι. ~ VEφΩΔ
στλεγγίδα κτλ.] στλεγγὶς ἡ ξύστρα, ἔοικε δὲ τὸ κτένιον οὕτω καλεῖν. φωσώνια δὲ ταινίας λέγει ὀθονίνας, ῥύμματα τὸν σάπωνα ἢ καὶ τὸ νίτρον· ἐχρῶντο γὰρ καὶ νίτρῳ οἱ παλαιοὶ ἐν τοῖς λουτροῖς. ναυστολεῖν τὸ βαστάσαντα ἄγειν. τὸ ἐπίλουτρον δὲ τὸ ἐν τῇ συνηθείᾳ βαλανικόν. ἐγγυοθήκη δὲ τὸ κιβώτιον, ἐν ᾧ ἔστιν ἀσφαλῶς καὶ ἐχεγγύως καταθεῖναι. ~ ECVφΩΔ
ἐλινύσεις*] ἀντὶ τοῦ ἐπίσχῃς, καταμείνῃς. ~ EVΩΔ
— ] βραδυνεῖς. ~ φ
εὐπόρως*] ἀντὶ τοῦ πορεύεσθαι δυνάμενος. ~ EVφΩΔ
τράμιν οἱ μὲν τὸ τρῆμα τῆς ἕδρας, οἱ δὲ τὸ ἀπὸ τούτου μέχρι τῆς ἀρχῆς τοῦ βαλάνου χωρίον, ὃ καὶ ὑπόταυρον καλοῦσιν· ἔστι δὲ καὶ γραμμὴν ἔχον ἐπανεστηκυῖαν ὁμοίαν ῥαφῇ. ~ ECVφΩΔ
ἐπ’ ἀστράβης: ἀστράβη τὸ σάγμα ἤτοι ἡ σέλλα. τοὺς οὖν τὰ σεσαγμένα ζῷα ἐλαύνοντας ἔοικεν ὁ καινολόγος ἀστραβηλάτας καλεῖν, ὥσπερ καὶ ἁρματηλάτας εἰώθαμεν καλεῖν τοὺς ἐλαύνοντας τοὺς ἵππους, οἵτινες τῷ ἃρματι ὑπεζεύχθησαν. ἄλλοι δὲ ἀστράβην ὡς Ἀθηναῖοι τὴν ἄζυγά φασιν ἡμίονον, ἐφ’ ἧς ὀχούμεθα. ἀπὸ τούτου καὶ ἀστραβηλάτας τοὺς ὀπαδοὺς τούτων φασίν. ~ VECφΩΔ.
ἀσκωλιάζων: ἀσκωλιάζειν τὸ ἐφ’ ἑνὶ ποδὶ βεβηκότα οὕτω κινεῖσθαι, τὸ δέ ἐστιν ἅλλεσθαι· μονόποδι γὰρ τί ἄλλο εἰς κίνησιν περιλείποιτο ἢ ἅλλεσθαι; ἀσκωλιάζοντι οὖν ἀντὶ τοῦ μονόποδι πηδῶντι. ~ VECφΩΔ
συντυμβωρυχήσας] ἄξιος εἶ τῷ ὄντι τυμβωρυχίας τοιαῦτα περὶ τοὺς λόγους ἀσελγαίνων. ~ E
τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα* ἦν] ἔοικε τὰ ἀπὸ τοῦ κρύους γινόμενα ἐγκαύματα εἰς τὸ σῶμα ἡμῶν λέγειν. ἀρόματα δὲ τὰ ἀρότρῳ ἐξειργασμένα πεδία. σκάνδικες δὲ καὶ βράκανα εἴδη λαχάνων. κάχρυς δὲ σιτηρὸν ὄσπριον. τὸ δὲ ἐδάρην τὸν ὄρρον ἀντὶ τοῦ ἀνεσύρην, ἐτρίβην τὸν ὑπόταυρον ἤτοι τὴν τράμιν. λεκιθόπωλις δὲ ἡ τὰ ἀληλεσμένα ὄσπρια ἤτοι τὰ βεβρεγμένα πωλοῦσα· οἱ ἰατροὶ δὲ λέκιθόν φασι καὶ τὸ τοῦ ᾠοῦ ὠχρόν. γρυμαιοπώλης δὲ ὁ τὰς εὐτελεῖς ὀπώρας πιπράσκων. σέλγη δὲ . . . πυριάτης δὲ καὶ ἐγκρυφίας ἄρτοι εἰσὶν ὁ μὲν ἐν κλιβάνῳ, ὁ δὲ ἐγκρυφίας ἐπὶ τῇ σποδῷ ὠπτημένος. γήτεια δὲ τὰ κρόμμυα. οἶβος δὲ τὸ περιτραχήλιον ἀπὸ τῶν ὄπισθεν κρέας, λωγάνιον δὲ τὸ ὑπὸ τὸν τράχηλον καὶ μάλιστα τῶν βοῶν. σίλλος δέ ἐστιν ὁ διάστροφος τοὺς ὀφθαλμούς. ἡδύνειν δὲ τὸ σκευάζειν ἤτοι μαγειρεύειν. κάρδοπος δὲ ἡ μάκτρα ἤτοι ἡ πλατεῖά ἐστι σκάφη. ξηραλοιφεῖν δέ ἐστι τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι ἐλαίῳ. γνώμονα δὲ τὸ τοῦ σκιοθηρίου τῆς σκάφης ἤτοι τοῦ ὡρολογίου μέσον ἐπανεστηκὸς κανόνιον
διανεῦσαι*] ἀντὶ τοῦ κολυμβῆσαι. ~ EVφΔ
γρυμαιοπώλῃ]* γρ′ γρυτοπώλην· ἔστι δὲ ὁ τὰ εὐτελῆ σκευάρια πωλῶν, παρὰ τὸ γρῦ, οὕτω δὲ Ἀθηναῖοι τὸν ῥύπον φασὶ τῶν ὀνύχων. ~ EVφΩ
λωγάνιον Ἀμβρακιῶται καὶ Ἠπειρῶται τὸ ἀπὸ τοῦ τραχήλου φασὶ τῶν βοῶν ἀγόμενον χάλασμα καὶ λῆγον εἰς τὸ μεταξὺ τῶν βραχιόνων, ὥς φησι Διονύσιος ὁ Ἰτυκαῖος ἐν πρώτῳ Γεωργικῶν. ἔστι δὲ ἡ Ἰτύκη πόλις Σικελίας. ἔοικε δὲ οὐ βοὸς λέγειν λωγάνιον ἀλλὰ ζῴων ἑτέρων τὸ στηθύνιον, τὸ τῶν βοῶν δὲ ἄχρηστον τοῦτο τὸ μέρος, ὃ καὶ λαμυρίδα φασί. ~ EVφΩΔ
ψύττα* κατατείνας] ἀντὶ τοῦ ταχέως δραμών. ~ ECVφΩ
λαταγεῖν κοττάβους] οἱ ἀκριβέστερον περὶ κοττάβων διαλαβόντες δύο φασὶν εἶναι κοττάβων εἴδη, κατακτὸν καὶ δι’ ὀξυβάφων. ὁ μὲν οὖν κατακτὸς τοιοῦτος· ἦν τι οἱονεὶ λυχνεῖον ὑψηλὸν ἔχον ἐν ἑαυτῷ πρόσωπόν τι, ὃ ἐκαλεῖτο γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
ὁ δὲ δι’ ὀξυβάφων τοιοῦτος· ἀγγεῖόν τι λουτηριδίῳ ἐοικὸς πλῆρες ὕδατος ἐτίθετο ὀξυβάφων κενῶν ἐπιπλεόντων, ἅπερ ἦν καταδύειν ταῖς ἀπὸ τῶν στομάτων προϊούσαις λάταξιν ὁ ἀγών. Ἀντιφάνης Ἀφροδίτης γοναῖς
παρῆλθε δὲ ὁ κότταβος εἰς τὰ συμπόσια ἀπὸ τῶν περὶ Σικελίαν πρῶτον εἰσαγαγόντων. πρὸς δὲ τούτοις κυκλοτερεῖς ἐποιοῦντο οἱ δεῖπνοι, ἵνα πάντες εἰς τὸ μέσον τεθέντος τοῦ κοττάβου ἔχοιεν ἐξ ἴσων τῶν ἀποστάσεων ταῖς λάταξι βάλλειν καὶ περὶ νίκης ἀγωνίζεσθαι. οὐ τῷ βάλλειν δὲ μόνον ἐφιλοτιμοῦντο, ἀλλὰ καὶ τῷ καλῶς· ἐπὶ γὰρ τοῦ ἀριστεροῦ ἀγκῶνός τις ἑαυτὸν ἐπερείσας ὑγρῶς ἀφίει τὴν λάταγα, ὡς ἐνίους μέγα φρονεῖν ἐπὶ τῷ κοτταβίζειν ἢ ἐπὶ τῷ ἀκοντίζειν. δοκεῖ δέ μοι καὶ τὸ ἐν τῇ συνηθείᾳ κοττίζειν ἀπὸ τούτου βαρβάρως καὶ περικεκομμένως εἰρῆσθαι. ~ EVφΔ
ἐγὼ ’πιδείξω, καθὼς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃς πεσεῖν.
πλάστιγγα ποίαν; τοῦτο τὸ ὑποκείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
τοῦτ’ ἐστὶ πλάστιγξ· ἐὰν μόνον τύχῃ
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται.
λαταγεῖν* κοττάβους] εἶδος παιδιᾶς ὁ κότταβος τοιοῦτο·
θριδακίνας*] εἶδος ἄρτων αἱ θριδακῖναι. ~ EVφΩ
δυσωπῶ*] ἀντὶ τοῦ ἀμβλυώττω, κακῶς διάκειμαι τοὺς ὦπας. ~ EVφΩΔ
ἀπερυθριᾶσαι: ἐπίτηδες ὁ παιγνιήμων τὸ ἀπερυθριᾶσαι τέθεικε διὰ τὸ γελοῖον. βούλεται δὲ αὐτῷ σημαίνειν τὸ τὸ ἐρύθημα ἤτοι τὸ αἱματῶδες τῶν ὀφθαλμῶν ἀποκαθᾶραι. λημαλέον δὲ τὸ σὺν λήμαις φησί, καὶ τὸ διερόν τὸ δίυγρον, ὅ, κἂν μὴ λέγωμεν, δῆλον. ~ VEφΩΔ
ἀπησθημένοι: ἀντὶ τοῦ ἀποδυσάμενοι· ἐσθήματα γὰρ τὰ ἱμάτια. ἔοικε δέ μοι αὐτὸς ταῦτα τοῦ γελοίου καλῶς γε ποιῶν διαπλάττειν, ὅσον καὶ προφάσεως μὴ ὑπούσης γέλωτος αὐτὸς ἀνευρίσκων προφάσεις οὐ διαλείπει. ~ EVφΩΔ
συντριβέντες: ἀντὶ τοῦ ἀλλήλους διατρίψαντες καὶ ἀνα
ὀκλαδίαι: ὀκλαδίας μὲν δίφρος, ἣν ἀναπαύστραν φασίν. ἀσκάντης δὲ ὁ εὐτελὴς κράβατος. συμφορῶν δὲ διαπαίζων εἶπε τὸν ἔρανον. ~ CEVφΩΔ
δίχηλαι ὕειαι: τὰ τῶν ποδῶν ἄκρα τῶν ὑῶν ἡδέα ὄντα πρὸς ἐδωδήν. ὡσαύτως καὶ αἱ σχελίδες τὰ ἀπὸ τῶν σκελῶν τῶν ζῴων εἰς μῆκος ἀφαιρούμενα, ἅ φασιν ἀκρονάρια. ~ EVφΩΔ
τοκάδος* ὑός] ἐπὶ τῇ μήτρᾳ τῶν χοίρων ἐσκεύαζον οἱ τῶν παλαιῶν βιοφάγοι βρῶμά τι συγκόπτοντες πολλὰ κρέα καὶ τυρὸν καὶ ἥδυνον αὐτοῖς βρώματα. ~ EVφΩΔ
λοβὸν ἐκ ταγήνου τὸ ἧπάρ φησι τὸ ἀπὸ τηγάνου. μυττωτὸς δέ ἐστι τρίμμα διὰ σκορόδων καί τινων ἄλλων. μελιτοῦτται δὲ οἱ ἐκ μέλιτος πλακοῦντες. ἀπῳδὸν δὲ ἀλεκτρυόνα τὸν παρηβηκότα. λειπογνώμονα δὲ βοῦν τὸν τὸ γνῶμα ἀποβαλόντα, ὅ ἐστιν ὀδοὺς ἀπὸ γενετῆς. ~ EVφΩΔ
ἀβυρτάκη: σκεύασμα βαρβαρικὸν διὰ καρδάμου καὶ πρά σων. Νυμφόδωρος δὲ ἐν τρίτῳ Βαρβαρικῶν νόμων
— ἄλλως. ἀβυρτάκη: ὑπότριμμα βαρβαρικὸν κατασκευαζόμενον διὰ πράσων καὶ καρδάμων καὶ ῥόας κόκκων καὶ ἑτέρων τοιούτων δριμέων. Θεόπομπος Θησεῖ ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
ἔστι δὲ καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου
πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.
θρῖα: τὰ φύλλα τῆς συκῆς. λέγεται δὲ οὕτως καὶ τὸ εἰς αὐτὰ ἐνδεσμούμενον βρῶμα, ὡς καὶ νῦν τὰς ἀσταφίδας τινὲς ποιοῦσιν εἰς αὐτὰ συσκευάζοντες αὐτάς. ἀμέλει καὶ τοῦτό φημι σημαίνειν αὐτὸν νῦν, ἐπεὶ καὶ αἱ μελιτοῦτται παράκεινται, αἵ εἰσιν οἱ νῦν λεγόμενοι πάστιλλοι. ~ ECVφΩΔ
Κωπαΐδας ἐγχέλεις λέγει Βοιωτιακὰς τὰς ἐκ τῆς Κωπαΐδος λίμνης πολὺ διαφερούσας τῶν ἄλλων. ὄιν δὲ ἰπνοκαῆ τὸν κλιβανίτην ἄρνα. ~ EVφΔ
δελφινίδος* τραπέζης] οὕτω λέγεται παρὰ τὸ δελφίνων τύπῳ τοὺς πόδας ἔχειν. ~ VEφΩΔ
κρυψιμέτωπος ὁ διὰ μέγεθος ἐν τῷ ἀνακλᾶσθαι τὸ μέτωπον ἀποκρύβων. μεντορουργὴς δὲ ἀπὸ Μέντορός τινος ὑαλοψοῦ τούτῳ καταχρησαμένου τῷ εἴδει τῶν ποτηρίων, ἃ ἦσαν πρὸς τῷ πυθμένι μεγάλην ἔχοντα τὴν λαβήν, ἀφ’ οὗ καὶ εὐλαβῆ αὐτὰ κέκληκε, βομβυλιὸς δὲ τὸ στρογγύλον, οἷα τὰ νῦν πιθάκνια, δειροκύπελλα δὲ τὰ μακρὰ μέν, εἰς χώνης δὲ τύπον ἐξειργασμένα, γηγενῆ δὲ τὰ ὀστράκεια λέγει, εὐρυχαδῆ τὰ βαθέα καὶ πλατέα, εὔστομα δὲ τὰ λεπτοχειλῆ, ἀνεμοφόρητα δὲ τὰ ἐλαφρότατα διὰ λεπτότητα, διὸ καὶ ἐπήγαγεν ὑμενόστρακα, κυμβία δὲ τὰ στρογγύλα μέν, βαθέα δέ, καὶ φιαλίδες τὰ στρογγύλα καὶ ἀβαθῆ, γραμματικὰ δὲ τὰ γραμμὰς
ἰπνολέβης*] τὸ ἐν τῇ συνηθείᾳ μιλιάριον. ~ ECVφΩΔ
ἐπέτρεπεν*] ἀντὶ τοῦ ἀπέπεμπεν. ~ EVφΔ
βακχάριδι*] εἶδος ἐντρίμματος μυρώδους. ~ EVΔ
ποδοκτύπη τὸ τύμπανον. τριγωνίστρια δὲ ὄργανον μουσικὸν οὕτως ἀπὸ τοῦ σχήματος καλούμενον. ~ EVΔ
λῆρον*] ἤτοι γυναικεῖον κόσμον ἐξ ἐσθημάτων ποικίλον καὶ ἀνθινόν, καθότι λείρια τὰ ἄνθη φασίν. ἢ καὶ χρύσεον κόσμον ἡδύνοντα τῇ ὁράσει τὴν ὄψιν· διὸ καὶ λειριόεσσαν ὄπα
Ὅμηρός
ἀμῃγέπῃ: ἀντὶ τοῦ κατά τινα τρόπον, ὅσον δή τι. ἀτι
λὰξ πατήσας: ἐπὶ τῶν ἐνισχημένων μὲν συμφοραῖς θαρραλέως δὲ ταύτας ἐκδύντων λέγεται τοῦτο, ὡς καὶ ἐν τραγωδίᾳ Σοφοκλῆς
~ EVφΩΔ
μύρτωνα καὶ σχινοτρώκταν: τοὺς μαλακοὺς καὶ αἰσχροὺς οὕτως ἐκωμῴδουν· οὗτοι γὰρ σχῖνον καὶ μύρτα ἐλάμβανον τοῦ μὴ προχείρως ἐνασχημονεῖν. ~ EVφΩΔ
πολιάς*] πέπαικται τὸ πολιάς· εὐθεῖα γάρ ἐστιν, οἷον ἡ πολιάς τῆς πολιάδος. ~ ΔE
παρηβηκότος*] προσυπακουστέον οἴνου. ~ EVφΔ
τρυφαλίδας* τυροῦ] τὰ ἀπὸ τυροῦ ἐπιμήκη πεπλασμένα. ~ ECVφΩΔ
χαμαιπετεῖς ἐλαίας, ἃς καλοῦμεν δρυπεπεῖς· αὗται γὰρ εἰ μὴ ἀφ’ ἑαυτῶν ἀπορρυῶσι τοῦ δένδρου, οὐ σκευάζονται οὕτως· νευστὰς δὲ τὰς κολυμβητὰς λέγει. ὀξυόστρακα δὲ τὰ ἐξεσμένα στίλψεως ἕνεκεν. πλακοῦντα δὲ ἐξ ἐντέρων ἐγκεκορδυλημένον, ὃν διὰ τοῦτο καὶ κρωβυλώδη εἶπεν, οἱονεὶ ὡς κρωβύλον ἀναδεδεμένον, ὃ ἡ νῦν συνήθεια χορδὴν λέγει. παιδοβοσκὸν δὲ τὸν διδάσκαλον. διέμπιλον δὲ τὴν πολλοῖς πίλοις περιτεθειμένην. ~ EVφΩΔ
συνυθλήσομεν*] ἀντὶ τοῦ φλυαρήσομεν. ~ EVφΩΔ
λογᾷ*] ἀντὶ τοῦ λέγειν ἐπιθυμεῖ ~ EVφΩΔ
εὐφοροῦσαν: ἀντὶ τοῦ φορῷ τῷ πνεύματι φερομένην. ἀκροκυματοῦσαν δὲ τὴν μετρίοις τοῖς κύμασιν ἔτι διολισθαίνουσαν. ~ EVφΩΔ
ἕκτορας καὶ ἰσχάδας καὶ ναυσιπέδας τὰ σιδηροβόλιά φησι. ~ EVΔ
πλεῖ κτλ.| πέπαικται τῷ κακοδαίμονι τὸ πλεῖ καὶ νεῖ καὶ θεῖ, προστακτικά, καὶ πλέον ἔτι τὸ ἀπὸ τῆς ληφθείσης εἰκόνος τῆς τριαρμένου νεὼς τὸ ἀπόγειος πίνειν· δεικνύει γὰρ ἀπὸ τούτου, ὅτι ὡς ληροῦντας αὐτοὺς παραλογίζεται. ~ EVφΩΔ
κατουρουμένην*] καὶ τοῦτο πέπαικται ἀποσκωπτικῶς εἰς τοὺς ὀνοματοποιοῦντας· κοινὸν γὰρ τοῦτο καὶ κατὰ τοῦ φορτικοῦ τὸ κατουρουμένην. ~ EVφΩΔ
πάντα* ὅμοια] ἴσως ἀπὸ τῆς πᾶν ὅμοια
παροιμίας. ~ EVΔ
δοκεῖς δέ μοι κτλ.] ὡραῖον. ~ E
Σώπολιν* — ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον] εἴθε καὶ νῦν τουτονὶ Σώπολιν εἴχομεν· οὐ γὰρ ἂν ἡμιμανεῖς καὶ κορυζῶντας — μικρὸν γὰρ τοῦτό γε — ἀλλ’ ἀποπλήκτους καὶ λεμφώδεις ὅλους τοῦτο μὲν περὶ μεταχείρισιν λόγων τοῦτο δὲ περὶ τὴν τῶν πολιτικῶν πραγμάτων διάθεσιν ἰάσατο ἄν, εἰ καὶ χαλεπῷ καὶ δυσμεταχειρίστῳ ὅσα γε τὰ τῆς παρούσης σκαιότητος ἐπεβάλετο ἄν. ποῦ γὰρ ἂν τοσούτου εὐπόρησεν ἐλλεβόρου; τίνων Οἰταίων ὀρέων, τίνων Ἀντικύρας ὀροπεδίων ἐπιδαψιλευομένων τὴν χορηγίαν; καὶ τὸ δὴ χαλεπώτερον τίνας καὶ πέπεικεν ἂν παρασχεῖν ἑαυτοὺς περιοδευθησομένους; οὕτως ἁπάντων κατακόρως κακοδαιμονούντων, ὡς μὴ ἄν τινα τούτων ἑαυτὸν τῶν ἀπ’ αἰῶνος εἰς σύνεσιν ὑμνουμένων οὐχ ὅπως ἐνάμιλλον οἴεσθαι φανῆναι ἀλλ’ οὐδὲ ἐγγὺς τούτῳ γενέσθαι, τὸ τοῦ Ὁμήρου [Δ 405] ἴσως ἐξ ἀμαθίας ἄγαν μεθύουσιν ἀνὰ στόμα περιφερόμενον ἡμεῖς πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι
, εἰ καὶ ἀληθὲς μέν, κατὰ τὸ χείριστον δέ. ~ ΔE
κατὰ τὸν Μνησάρχου* κτλ.] τὸν Πυθαγόραν λέγει διὰ τὴν πενταετῆ σιωπήν. ἐπίτηδες δὲ τὴν Ἀθηνᾶν ἀντὶ τοῦ αἰδεσιμωτάτην ἀναίσχυντον εἶπε διαβάλλων τὴν τῶν λέξεων πλάσιν καὶ θηριομάχον τὸν Ἡρακλέα πάλιν, ὃ ἐπὶ τῶν κατακρίτων ἡ συνήθεια οἶδεν. ὀττεύομαι δὲ ἀντὶ τοῦ ἐπείγομαι· καὶ τοῦτο δὲ διαβάλλων τέθεικε τὸν χρησάμενον· τὸ γὰρ ὀττεύεσθαι ἐπὶ τοῦ ἀπὸ θεοῦ κινουμένου ἤτοι προφητεύοντος κεῖται. ῥιναυστήσειν δὲ ἀντὶ τοῦ ταῖς ῥισὶ καταυλῆσαι· ἐποίουν γὰρ τοῦτο ῥιναυλοῦντες ἤτοι διὰ τῶν ῥινῶν ψοφοῦντες ἐπὶ διασυρμῷ τινων καὶ χλεύῃ. ἀκάθαρτον δὲ ἀντὶ τοῦ ἐπίσχεσιν τῶν καταμηνίων πάσχουσαν. ~ VΕφΩΔ
ἴκταρ*] Πλατωνικὸν
καὶ τὸ σκορδινᾶσθαι σημαίνει τὸ μετὰ χάσμης διατανύεσθαι. ~ ECVφ ΩΔ
ἡ γοῦν σιληπορδία* κτλ.] σιληπορδεῖν παρὰ Σώφρονι
ὅλας* ἁμάξας βλασφημιῶν] ἐπὶ τῶν ἄγαν ὑβριστικῶς ἀλλήλοις χρωμένων εἴρηται τοῦτο. καὶ γὰρ ἐν τοῖς Διονυσίοις ἐφ’ ἀμαξῶν ἀναβαίνοντες τοῦ ἅμα τε περίοπτοι καὶ ἐπὶ μακρὸν ἀκουόμενοι εἶναι ἔσκωπτον ἀλλήλους· ἀφ’ οὗ παροιμία τὰ ἐξ ἁμάξης
. οὗτος οὖν ἵν’ ἐνδείξηται πλέον τι ἐπὶ τῷ σκώμματι παρακολουθῆσαν τοῦ εἰωθότος ὅλας εἶπεν ἁμάξας. ~ VEφΩ
βοείη ... κατὰ τὸν ποιητήν] ἐκ τῆς Χ τῆς Ἰλιάδος τοῦτο
δόγμα — τοῖς Περιπατητικοῖς τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων κτλ.] εἰς Ἀριστοτέλη ἀποσκώπτει, ὃς
βασιλέως ἀποφέρεσθαι κτλ.] σημείωσαι. ~ V
ἄρθρα* ἐν ἄρθροις] κακέμφατον τοῦτο καὶ ὅ φασιν οἱ ἰδιῶται φύσιν πρὸς φύσιν. ~ VEφΩ
φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων] βάλλ’ ἐς κόρακας, μιαρέ, εἰ τοῦτο φιλοσοφεῖν ἔγνωκας. ~ ERφΩ
ὀπυίειν*] τὸ κατὰ νόμους ἄνδρα συνοικεῖν γυναικί. εἴρηται δὲ παρὰ τὸ τὴν γυναῖκα ἕπεσθαι τῷ ἀνδρί. ~ R
πρῶτον μὲν ὦν Αἰθίοπες κτλ.] παρὰ τὰ πᾶσιν ἀνθρώποις σχεδὸν δοκοῦντα ταῦτα· Χαλδαίους γάρ φασι πρώτους ἀστρονομίας ἄρξαι. ~ ER
ὁ Ἆπις] τὸ μοσχάριον. ~ φ
τοῦτον τὸν Τειρεσίην κτλ.] σημείωσαι. ~ E
ἔνθα δὴ Θυέστης κτλ.] σημείωσαι. ~ E
ξείνη] ἀντὶ τοῦ παράδοξος. ~ E
Φαέθων δὲ κτλ.] σημείωσαι. ~ E
οὐ ῥηϊδίη τοῖσιν ἀνθρώποισιν κτλ.] σημείωσαι. ~ E
Ἀφροδίτης* κτλ.] ἐξ ἀφροδισίου γὰρ ἀφορμῆς ὁ πόλεμος, ὃν Ὅμηρος μέτρῳ ἐνέτεινεν. ~ REVφΩ
ἀλλὰ παρὰ μὲν Δελφοῖς κτλ.] σημείωσαι. ~ E
ἢ ἐθέλεις ἵππου κτλ.] ὡραῖον. ~ E
ἀλλὰ τοὺς χρεομένους κτλ.] ὡραῖον. ~ E
τοιαύτης ἀνέσεως κτλ.] σημείωσαι. ~ Γ
ἀσθενὴς γὰρ ἡ ψυχὴ κτλ.] ὡραῖον ἄγαν καὶ φυσικῆς θεωρίας ἐχόμενον τὸ χωρίον, ὅτι τὰ ἐν γενέσει πάντα διὰ τὴν τῆς ὕλης ἀσθένειαν οὐχ οἷά τέ ἐστιν ὑποστέγειν τὰ εἴδη ἐνδελεχῶς οὐδὲ τῆς τοῦ ἐναντίου ἐπεισόδου ἀνέπαφα, ἀλλ’ ἡ θατέρου παρουσία ὡσπερεί τινα ἄνεσιν προμηθεῖ
θᾶττον ἄν μοι κτλ.] σημείωσαι. ~Γ
διάδοχοι ἔρωτες κτλ.] ὡραῖον. ~ V
κάρηνα Λερναῖα κτλ.] ὡραῖον σφόδρα. ~ V
Ἡλιάδης*] διὰ τὴν Πασιφάην, ἐπεὶ Ἡλίου οὖσα ἐκ μήνιδος Ἀφροδίτης ταύρου ἠράσθη. ~ ERV
Λημνιάδων*] ἐπεὶ καὶ ταῖς Λημνίαις γυναιξὶν ἔγκοτος Ἀφροδίτη γενομένη εἶτα δυσώδεις αὐτὰς ποιήσασα ἀποκοίτους αὐτὰς ποιῆσαι τοὺς ἑαυτῶν ἄνδρας ἠνάγκασεν. ~ ERV
μέχρι ποδῶν κτλ.] ὡραῖον. ~ E
δικρότων*] δίκροτος ἡ δύο εἰρεσίας ἔχουσα. ~ VER
καὶ ῥοθίῳ — κατ’ οὐδὲν οἶμαι] ὡραῖον ὅλον. ~ ΓE
Ἡλιάδος — Ῥόδου] τῷ γὰρ Ἡλίῳ ἡ Ῥόδος ἀνέκειτο. καὶ ὅπως πολὺς ὁ λόγος. ~ E
Ἀφροδίτης κτλ.] ἔκφρασις τοῦ ἐν Κνίδῳ τεμένους καὶ τοῦ ἀγάλματος τῆς Ἀφροδίτης. ~ E
ἡ τύχη παρεμποδίζει κτλ.] σημείωσαι. ~ Γ
ἀφυλακτουμένων*] ἀπὸ τοῦ ὑλακτεῖν. ~ ER
ἀμορφίαν πονηρίας εἶναι κατάκριτον] ἆρά γε Σωκράτους, ᾧ τὸ περὶ λόγους ἀριστεῖον ὁ Πύθιος μαρτυρεῖ, ἄλλον ἑώρακεν ὁ κατ’ ἐκεῖνο καιροῦ ἄνθρωπος δυσμορφότερον; τί οὖν ἡ τῆς τῶν νέων εὐπρεπείας ὑμῖν, ὦ σοφοί, μεταποίησις; οὐχὶ καὶ ἐν εὐμόρφοις κακία φαίνεται καὶ ἀμαθία; οὐκ ἂν οἶμαι ἀρνή⸢σαισ⸣ θε, εἰ μή που τὸ αὐτοκρατὲς παρέλοισθε τῆς ἀνθρωπείας ψυχῆς καὶ διὰ τοῦτο ⸢U⸣ καὶ νόμους † ἀναιρήσετε καὶ κρίσεις ⸢ ⸣. ~
— ] ὅτι ὁ Σωκράτης δύσμορφος ἦν τοσοῦτον, ὥστε τὸ κατ’ ἐκεῖνο καιροῦ μὴ εἶναί τινα τοιοῦτον. ~ C
Φιλαινίς] ταύτην τὴν Φιλαινίδα φησίν, ἣν Φιλοκράτης ὁ Ἀθηναῖος κωμῳδιοποιὸς ἐξεπόμπευσεν ὡς ἑταιρίστριαν καὶ τριβάδα. ~ RVU
εἴξαντες*] νικηθέντες. ~ ER
ἵνα μὴ τελέως ἄσπερμον κτλ.] ὦ μιαρολόγε, εἰ χωρὶς γυναικῶν ἄσπερμος ὁ βίος, τό γε λοιπὸν ἐφ’ ὑμῖν ἀθετοῦσι τὸ θῆλυ λύσις ἔσται τοῦ κόσμου· τί γὰρ ἔτι κόσμος τῆς ἀνθρωπίνης χηρεύων φορᾶς; ~ E
ἅ γὰρ ἐκ λογισμοῦ κτλ.] σημείωσαι. ~ Γ
βεβαιοτάτους* ἐρώτων — τοὺς ἄρρενας] εἰ πάντα πρός τι τέλος ἡ φύσις ἀφωρίσατο, ὁδὸν δὲ τὴν ἡδονὴν ἐπενόησε πρὸς τὸ τέλος, εἰπέ μοι, κατάρατε, τί πλέον ἡδονῆς ἡ ἀρρενοφθορία ἐπαγγέλλεται, ὡς ἡ τῶν γυναικῶν μῖξις παιδοποιίαν, ἡ τῶν βρωμάτων ποικιλία τὴν σωματικὴν σύστασιν, ἡ τῶν ἱματίων τὴν ἀπὸ τῆς θάλψεως τῷ ζῴῳ συντήρησιν καὶ ἐπὶ πάντων ὡσαύτως; ἀλλ’ οὐδὲν ἔχεις τοιοῦτον ἀπὸ τῆς μιαρᾶς δεῖξαι χρήσεως ταύτης· ὅ σοι καὶ πρὸς μεγάλην ἀποτελευτᾷ βλασφημίαν, καὶ μάτην εἶναι τὴν φύσιν καὶ πολὺ πρότερον. ἀλλ’ ἐπὶ κεφαλήν σοι τὸ δύσφημον, ἄλογον εἰσάγειν τὸν τάξαντα τὴν φύσιν θεόν. ~ VERU
εἴ γ’ οὖν — περιεστᾶσιν ποικίλοις] ὡραῖον πάνυ ὅλον. ~ Γ
προπεπτωκότων μαζῶν κτλ.] τί φῄς, ὦ Λουκιανέ; ποιοῦσιν ὡς ἀληθῶς τοῦτο; ποιοῦσι τῷ ὄντι· ἐπεὶ πῶς αἱ γεγηρακυῖαι καὶ τῶν αἰγῶν πλέον κεχαλασμένους τοὺς μαστοὺς ἔχουσαι οὕτω τὰ οὔθατα ἐλάχιστα δίκην καρείνων
— ] ὡραῖον. ~ Γ
λίθους Ἐρυθραίους κτλ.] ὡραῖον. ~ E
Κωλιάδας* — Γενετυλλίδας] ἐπίθετα ταῦτα Ἀφροδίτης, οἷς εἰκὸς τοὺς θεατὰς διασύρειν τὰς χλιδώσας τῶν γυναικῶν. Φρυγίαν δὲ δαίμονα τὴν Ῥέαν λέγει· ᾧτινι καὶ τούτῳ διασύρουσιν, ἔοικέ μοι, τὰς ἀωρολείους τῶν γυναικῶν, ἐπεὶ κἀκείνη τοιαύτη τῷ Ἂττιδι ἐνυμφεύετο. ποιμένα δὲ τὸν Πάριν, ὃς ἀπὸ Φρυγίας κωμάσας εἰς Λακεδαίμονα εἷλεν Ἑλένην τὴν Μενελάου. ~ VERU
ὕδατι λιτῷ καὶ* χιτωνίσκον]
χιτωνίσκον*] τὴν ἱερὰν χλαμύδα. ~ R
εἰ ταῖς Ἀθήναις* ἡ Κόρινθος εἴξει] ἢ ὅτι Κορίνθιος μὲν Χαρικλῆς, Ἀθηναῖος δὲ Καλλικρατίδας, ᾧ τὴν νικῶσαν ὁ διαιτητὴς οὗτος ἔνειμεν, ἢ ὡς τῆς Κορίνθου μὲν ἀνακειμένης Ἀφροδίτῃ — διὸ καὶ πολλὴ ἐν Κορίνθῳ ἡ γυναικεία μῖξις —, Ἀθηναίων δὲ παιδεραστίᾳ κομώντων, ἤτοι τῇ κατὰ φιλοσοφίαν καὶ σώφρονι ἢ τῇ τῷ ὄντι μιαρᾷ καὶ διαβεβλημένῃ. ~ ERVU
ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο κτλ.] μόγις ποτέ, μιαρὲ καὶ ἐπάρατε, τὸ σαυτοῦ ἐξεῖπας. ἐξώλης καὶ προώλης γένοιο. ~ ER
~ φ
Ὁ λόγος οὗτος ἀντιγραφὴ τοῦ εἰς Πάνθειαν τὴν Σμυρναίαν, γυναῖκα δὲ Οὐήρου τοῦ χρηστοῦ καίσαρος, ἐπαίνου ἐστίν, ὃν καὶ Εἰκόνες ἐπέγραψεν, ἧς καὶ Μᾶρκος ὁ καῖσαρ ἐν τοῖς εἰς ἑαυτὸν Ἠθικοῖς [8, 37] αὐτοῦ μέμνηται. ~ ERVφU
τά τε ἄλλα κτλ.] σημείωσαι. ~ V
παρόντων τινὰ προσκύψαντα κτλ.] ἀστεῖον. ~ EV
παραπλήσιον δὲ κτλ.] ἀστεῖον. ~ E
— ] σημείωσαι. ~ V
καὶ οὐδὲ ὅσας ὀλίγας: εἴληπται μὲν ἀπὸ τῆς Ἀττικῆς συντάξεως τῆς πλεῖστον ὃσον
, ἀλλὰ καὶ κατὰ τὸ ἀντίστροφον τῆς συνθέσεως· τὸ γὰρ ἀναφορικὸν προὔταξε καὶ κατὰ τὸ ἀντικείμενον τῷ ποσῷ· τὸ μὲν γὰρ πλεῖστον ὅσον ἐστί, τὸ δὲ ὅσας ὀλίγας. ~ ERVφU
πλοκάμους*] σημείωσαι, ὅτι βόστρυχοι μὲν ἐπὶ ἀνδρῶν, πλόκαμοι δὲ ἐπὶ γυναικῶν εὐσήμως ἂν ῥηθεῖεν. ~ VERCφ
παραθεωρεῖν*] ἀντὶ τοῦ παραβάλλειν, συγκρίνειν. ~ VERφ
καὶ γὰρ ἂν καὶ τόδε κτλ.] σημείωσαι. ἱστορία. ~ V
Κασσιέπειαν*] τὴν Κηφέως λέγει γαμετήν. ~ REVφ
Ἀλεξάνδρου*] σημείωσαι τὸ ἀκόμπαστον καὶ συνετὸν καὶ ἐχέφρον Ἀλεξάνδρου. ~ VEU
μηδὲ ὑπὲρ τὸν πόδα ἔσται τὸ ὑπόδημα: παροιμία ἐπὶ τῶν ὑπερτείνειν ἀξιούντων τὰ καθ ’ ἑαυτοὺς πράγματα, ὃ ποιεῖν φιλοῦσιν οἱ αὐχηματίαι. ~ CEVφ
κἀκεῖνο δὲ εἰπεῖν κτλ.] σημείωσαι. χρήσιμον. ~ V
τῶν σωμάτων ἑστάναι κτλ.] σημείωσαι. ~ E
ἐν γὰρ τοῖς τοιούτοις κτλ.] ὡραῖον. ~ E
ἐκ τοῦ τέως φειδομένου κτλ.] σημείωσαι. ~ V
ἐπεὶ καὶ Φειδίαν κτλ.] σημείωσαι. ὡραῖον σφόδρα. ~ V
ῥᾷστον δὲ κτλ.] σημείωσαι. ~ V
ἐπαινέσαντος τὸ μέτριον κτλ.] ὡραῖον. ~ ΓV
ὑπερεπαινεῖσθαι ἀποφαίνεις κτλ.] σημείωσαι. ὡραῖον. ~ V
περὶ αὐτῶν δὴ τούτων ἐρῶ] ἀπολογήσεταί τις καί, ὅτι οὐ πρὸς τὰς θεὰς αὐτὰς ἀλλὰ πρὸς τὰς αὐτῶν εἰκόνας σύγκρισις τῶν πρωτοτύπων ἐκπιπτούσας πάντως γε καὶ ἄλλως μὲν ἀλλὰ καὶ ὡς τὰ ἄψυχα τῶν ἐμψύχων καὶ τὰ ἐν χρώμασι τῶν ἀληθινῶν. ~ φ
λέοντι ἐοικέναι κτλ.] σημείωσαι. ~ V
ὀξυηκοώτερον*] σημείωσαι, ὅτι Μελάμπους ὀξυήκοος. ~ VR.
καὶ τὸν Φινέα κτλ.] σημείωσαι. ~ V
συβώτου καλύβης κτλ.] σημείωσαι. ~ V
οὐ θεαῖς — δημιουργήμασι λίθου κτλ.] ιιὤμην λαθεῖν σε τοῦτο τὸν λογογράφον. ~ φ
ὁ μαστίξαι τολμήσας — ὀβελῶν] Ὁμηρομάστιξ Ζηνόδο τος ἐπεκλήθη ὀβελίσας καὶ ἀθετήσας πολλὰ τῶν Ὁμήρου ἐπῶν. ~ K
οὐδ’ ὁ τὰ νόθα κτλ.] σημείωσαι. ~ V
τὰς εἰκόνας ἐς τὸ κτλ.] σημείωσαι. ~ V
τὰς ὁμοιώσεις ἀνεύθυνον κτλ.] σημείωσαι. ~ V
εἴ τις θεῷ κτλ.] σημείωσαι. ~ V
εἰ μή τινα νομίζῃς κτλ.] σημείωσαι. ~ V
μετ’ αὐτοῦ κἂν ἓν κτλ.] σημείωσαι. ~ V
βελτίων γένοιο κτλ.] σημείωσαι. ~ V
οὕτω πάλαι κτλ.] ὡραῖον. ~ Γ
Πυθαγόρας κωλυόμενος κτλ.] σημείωσαι. ~ V
ἐντρέψας ἐς μέλος κτλ.] σημείωσαι. ὡραῖον. ~ V
ἄρα τῶν* ἐσθιομένων ἢ πινομένων]
ἀπονοίας τῆς σῆς —
Πανδήμου καὶ Γενετυλλίδων* κτλ.] εἰς ἀφροδίσια σκῶψαι βουλόμενος τὸν κακοδαίμονα τουτονὶ τοῖς τοιούτοις ὀνόμασιν αὐτὸν ὁρκῶσαι διέγνωκεν, ἃ προδήλως τῆς αἰσχρᾶς Ἀφροδίτης ἐστὶν ἐπίθετα. ~ VERφUΔ
θᾶττον ἂν Ἐρεχθέα κτλ.] σημείωσαι. ~ V
ὁ δὲ λυπάην κτλ.] σημείωσαι. ~ V
βάκηλον] βάκηλος λέγεται ὁ μέγας μὲν ἀνόητος δὲ καὶ γυναικώδης. λέγεται δὲ καὶ ὁ ἀποτετμημένος τὸ αἰδοῖον. εἴρηται δὲ οἱονεὶ βίᾳ κόλος τις ὤν, ὁ βίᾳ καὶ μανίᾳ κόλος γεγονώς, τουτέστι κολοβός. ~ Δ
ἄχρι δή σε κτλ.] σημείωσαι. ~ V
ὡς τὸν τοῦ Σινωπέως κτλ.] σημείωσαι. ~ V
ἐχρῆν δευτέραν κτλ.] ὡραῖον. ~ Γ
εἷς μόνος ἂν κτλ.] σημείωσαι. ~ V
ἔχιδναν φιλῆσαι κτλ.] ὡραῖον. ~ ΓΕ
— ] σημείωσαι. ὡραῖον. ~ V
κακὸν κακῶς σε κτλ.] ὡραῖον. ~ E
ἰαλέμων] ἰάλεμος· θρῆνος. ~ R
εὐρῶτος: τοῦ σκώληκος. ~ R
τί φαίης ἂν κτλ.] σημείωσαι. ὡραῖον. ~ V
ὡς ὤφελε κἀμέ τις κτλ.] ὡραῖον. ~ V
ὥστε τό γε ἐπ’ ἐμοὶ κτλ.] σημείωσαι. ὡραῖον. ~ V
κισσύβιον: τὸ ἀγροικικὸν ποτήριον. ἴσως ἐκ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκεύαζον τὰ ποτήρια τὰ νῦν ἰδιωτικῶς χαλίντζια καλούμενα, κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυομένων ποτηρίων ἡ λέξις τίθεται παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον χύσω χυσίβιον καὶ κισσύβιον. Ἡσίοδος ὀλίγῳ δὲ ἥδεται κισσυβίῳ
. ~ Δ
βινητιῶν*] συνουσιάζων. ~ Δ
θάτερον* τῶν πενήτων] κακῶς γὰρ τὸ θάτερον εἶπεν, ἐπεὶ μηδὲ ἡ εὐθεῖα θάτερος ἀλλ’ ἃτερος· ἀπὸ γὰρ τοῦ ὁ ἕτερος συναλειφθὲν ἅτερος λέγεται καὶ ἅτερον ἡ αἰτιατική· ἀεὶ γὰρ αὕτη τῇ εὐθείᾳ ἀκολουθεῖ. τὸ δὲ τριῶν μηνοῖν προδήλως βάρβαρον, δυικὸν τῷ τριῶν ἐπαγόμενον. ὡσαύτως δύσφημον καὶ τὸ ἀνηνεμία· τίς γὰρ χρεία τοῦ στερητικοῦ μηδὲν πλέον τοῦ νη δηλοῦντος; τὸ δέ τοι ἐκχύνειν καὶ ἀδιόρθωτον, ἐπεὶ χέω μὲν ἐπίσταται ἡ ἑλληνίζουσα χρῆσις, χύνω δὲ οὐδέπω ἐγκέκριται τῇ Ἑλλάδι γλώσσῃ, ὥσπερ οὐδὲ τὸ πέταμαι· οὐ γὰρ ἔστι πέτημι ἀλλὰ πέτω, βαρύτονον, ἀφ’ οὗ πέτομαι ἴσως ἂν λεχθείη, οὗ καὶ ἡ μετοχὴ πετόμενος, ὡς Πλάτων Εὐθύφρονι [4A] τί δαί; πετόμενόν τινα διώκεις;
πέταμαι δὲ οὐδαμῶς, ἀλλ’ εἰ ἄρα ἵπταμαι ὡς ἀπὸ τοῦ ἵπτημι, ὡς καὶ ἀπὸ τοῦ ἵστημι λεχθείη ἂν ἵσταμαι. ~ VERφUΔ
Τισίου τούτου λέγει τοῦ Κόρακος τοῦ Σικελοῦ μαθητοῦ· τάχα γάρ τι τοιοῦτο καὶ αὐτὸς κατασοφισάμενός τινα πρεσβύτην εἰργάσατο. ~ VERφΔ
παιπάλημα: ὁ πανοῦργος ἄνθρωπος, κυρίως ὁ ὡσπερεὶ ἄλευρον τοῖς κακοῖς συναληλεσμένος καὶ συντετριμμένος.
τονθορύζετε: ἀντὶ τοῦ ὑπ’ ὀδόντα γογγύζετε. ~ CVU.
τὸ οἷς ἐφεῖται διὰ τὰς θηλείας καὶ τὸν Ἔρωτα· οὐ γὰρ ἐξῆν θηλείας δημηγορεῖν. ~ VφU
μίτραν*] μίτρα ὁ γυναικεῖος τῆς κεφαλῆς ἀνάδεσμος. λέγεται δὲ μίτρα καὶ προγαστρίδιός τις ὅπλισις ἁλυσιδωτή, τῶν πρὸ τοῦ ἤτρου φυλακή τις καὶ ἀσφάλεια. ~ CVφU
ὁ δὲ* φαλακρός] τὸν Σειληνὸν λέγει. ~ V
Ἰκαρίου*] ὁ Ἰκάριος οὗτος Ἀθηναῖος ἐγεγόνει γεωργός. τούτῳ φασὶ τὸν Διόνυσον δοῦναι τὸ κλῆμα πρώτῳ, ἀφ’ οὗ Ἰκαρία ἡ πρώτη ἄμπελος ὠνομάσθη καὶ ἡ χώρα ἡ ἐνέγκασα τὸ φυτόν. οὗτος ὁ Ἰκάριος ἔδωκε ποιμέσι τοῦ καρποῦ πιεῖν Ἀττικοῖς, οὗ πιόντας νομίσαντας τοὺς λοιπούς, ὅτι τεθνήκοιεν οἱ βαθεῖ τῷ ὕπνῳ διὰ τὴν οἰνοποσίαν κατασχεθέντες, ἀποκτεῖναι τὸν Ἰκάριον νομίσαντας θανάσιμον φάρμακον δεδωκέναι οὐ μόνον τοῖς καθεύδουσιν ἀλλὰ δὴ καὶ τοῖς ἐγρηγορόσι καὶ τῇ μέθῃ βακχεύουσι μανίας ἐμποιητικόν. οὕτω μὲν οὖν τὸν Ἰκάριον ἀποθανεῖν. ἐπεὶ δὲ κατέστησαν ἀπὸ τῆς μέθης, τὸν Διόνυσον χόλον αὐτοῖς ἐμβαλεῖν τοιόνδε· ἐλθὼν γὰρ πρὸς αὐτοὺς ἐν
οὔτε Ἀχαιῶν Αἰγιεῦσιν: Αἴγιον καὶ Ἑλίκη καὶ Βούρα καὶ Ῥύπαι καὶ Πάτραι πόλεις εἰσὶ Πελοποννήσου, Πάτραι μὲν μικρὸν πρὸ τοῦ Κρισαίου κόλπου καταντικρὺ τῶν Ἐχινάδων νήσων ὡς πρὸς τὴν ἑώ, αἱ δὲ λοιπαὶ παραθαλάσσιοι τῆς ἐπὶ Κόρινθον φερούσης. Ἑλίκης δὲ καὶ τὰ ἐρείπια ἔστιν ἰδεῖν παρὰ τὸν αἰγιαλόν· αὕτη δὲ πᾶσα ἡ πόλις ὑποβρύχιός ἐστι τῇ θαλάσσῃ σεισμῷ πάλαι τοῦτο παθοῦσα. ~ VφU
ἐλλόβιον τὸ ἐνώτιον παρὰ τὸ ἐνείρεσθαι τοῖς τῶν ὤτων λοβοῖς. ~ VU
Σαβάζιος — Μίθρης] ὅτι ὁ Μίθρας ὁ αὐτός ἐστι παρὰ Πέρσαις τῷ Ἡλίῳ. καὶ ὅτι ἄλλος Διόνυσος ὁ ἐκ Σεμέλης καὶ ἄλλος ὁ Σαβάζιος λεγόμενος πρότερος ἐκείνου τοῖς χρόνοις ἐκ Διὸς καὶ Περσεφόνης· οὗ καὶ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι. λέγουσι δὲ αὐτὸν καὶ τερατίαν γενέσθαι καὶ εἰς δράκοντα μεταμορφωθῆναι καὶ τῇ ἰδίᾳ θυγατρὶ μιγῆναι. ~
μητραλῴου υἱὸς ὤν] Ἀλκμαίωνος γὰρ ἦν υἱὸς τοῦ
ἐς ὑπερβολήν*] ὑπερβαλλόντως. ~ S
ἐκεῖνος ἦν ὁ κτλ.] ὡραῖον. ~ Γ
ἀλλὰ πάντα εἰρήνης μεστὰ κτλ.] ὡραῖον. ~ Γ
τὸ δ’ ὑπ’ ἐμοῦ γεγενημένον κτλ.] ὡραῖον. ~ Γ
νῦν δὲ καὶ τὸν πεφονευμένον κτλ.] ὡραῖον. ~ Γ
ἐπιβιῶναι] ἐπεβίω τῷ δεῖνι, δοτικῇ, ἤγουν μετὰ τὸ ἀποθανεῖν τὸν δεῖνα ἔζησεν ὁ δεῖνα τόσους χρόνους. ~ SK
Μελέτη μεταληπτική, λέγοντος τοῦ φεύγοντος ἔξεστί μοι ποιῆσαι τόδε
. ~ Κ
τέχνη δύναται κτλ.] σημείωσαι. ~ Γ
τοῦ θεραπεύσαντος κτλ.] ὡραῖον. ~ Γ
τῶν ἐμῶν — καὶ τὸ φαίνεσθαι] ὡραῖον ὅλον. ~ Γ
ἀρχὴν ταῦτα κτλ.] ὡραῖον. ~ Γ
ἀκροβολισμόν*] ἐρεθισμόν. καὶ ἀκροβόλοι οἱ τοξόται. ~ Δ
φιλοκρινούντων*] διακρινόντων, δοκιμαζόντων περιέργως. ~ Δ
τοῖς κεκρατημένοις κτλ.] ὡραῖον. ~ ΓVU
ἀλλ’ εὐθύς τινος κτλ.] ὡραῖον. ~ Γ
παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσῃ, οἷον τοῦ πολέμου τὸν παράλογον
καὶ ὅτι ἐγένετο πολὺς παράλογος
. παραλόγως δὲ τὸ ἀνέλπιστον λέγει καὶ παρὰ προσδοκίαν. ~ Δ
ἐπιπόλαιον*] τὸ πρὸς ὀλίγον φαινόμενον. ~ Δ
ὑποικουροῦν λεληθός τι μῖσος, ἀντὶ τοῦ ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. ~ Δ
ἀδίκαστον*] ἀνέριστον, δίκαιον, ἀδωροδόκητον. ~ Δ
ἐρήμης] ἐρήμη δίκη, ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ. ~ Δ
ἀκμή· ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως καὶ ἡ δύναμις καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτω καὶ Ἰσοκράτης [2, 33] τὸ μὲν τῆς τοῦ καιροῦ τυγχάνειν ἀκμῆς
. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. ~ Δ
ἰσχναίνοντα*] κωλύοντα, κατέχοντα· ἀπὸ ἴσχω, τὸ κρατῶ. ~ Δ
διέσφηλε*] σφαλῆναι πεποίηκεν. ~ Δ
ἀπόχρη*] ἀντὶ τοῦ ἐξαρκεῖ φησιν Ἡρόδοτος [1, 66]. ~ Δ
κώμους*] κῶμος ἡ μέθη καὶ ἡ ἀπὸ μέθης ἀσέλγεια, ᾠδαί, ὀρχήσεις μετὰ μέθης. λέγεται κῶμα καὶ ὁ ὕπνος καὶ κω
ἀμελῶ*] ὀκνῶ, ἀναδύομαι, βραδύνω. ~ Δ
προνομίαν*] τιμὴν πλείονα. λέγεται προνομὴ καὶ ἡ διαρπαγὴ τῶν σκύλων. λέγεται προνόμια καὶ τὰ προλήμματα. ~ Δ
πάμπολυ τοῦ μὴ κτλ.] σημείωσαι. ~ Γ
ἐξαγώνιον*] ἔξω τοῦ ἀγῶνος. ~ Δ
ἁλισκόμενα*] καταλαμβανόμενα, κρατούμενα ἢ νικώμενα. ~ Δ
εὐηλίῳ καὶ εὐηνέμῳ κτλ.] ὡραῖον. ~ Γ
εὐπαγῆ καὶ εὔτονα κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ
ὑποτυφόμενα*] καιόμενα. λέγεται καὶ τῦφος ἡ ἀλαζονεία καὶ τυφομένης ἀντὶ τοῦ καπνιζομένης καὶ τυφὼν οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος ἀλλ’ ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι, ὡς Πλάτων ἐν Φαίδρῳ [230A]. ~ Δ
αὖθις ἡ νόσος κτλ.] ὡραῖον. ~ Γ
ἀκούω βοῶντος κτλ.] ὡραῖον. ~ Γ
ποιητήν*] οὐχ ὅτι ποιητὴς ἦν Περεγρῖνος, διὰ τοῦτο ποιητὴν αὐτὸν νῦν καλεῖ, ἀλλ’ ἐπειδὴ τραγικόν τι πρᾶγμα διείργασται μεγάλης συμφορᾶς αἴτιον ἑαυτῷ καὶ οἷα οἱ τραγῳδιοποιοὶ γράφουσι, διὰ τοῦτο καὶ διασκευῆς ἐμνημόνευσε σκηνικοῦ πράγματος καὶ αὐτὸν ποιητὴν εἶπεν ὡς τοιαύτης τραγῳδίας εἰσαγωγέα. ~ VR
ἐτίλλετο* κτλ.] Φιλίππου τοῦ γελωτοποιοῦ γελωτοποιότερε, τί ταῦτα; ~ R
ἐπυνθανόμην κτλ.] ὡραῖον. ~ Γ
διέφυγε* ῥαφανῖδι] τοὺς μοιχοὺς γὰρ τοιαύτην ἀποτίνειν
τὴν θαυμαστὴν* σοφίαν τῶν Χριστιανῶν ἐξέμαθε] θαυμαστὴ μὲν οὖν, ὦ μιαρέ, καὶ παντὸς ἐπέκεινα θαύματος, εἰ καὶ σοὶ τυφλῷ ὄντι καὶ ἀλαζόνι τὸ κάλλος αὐτῆς ἀνεπίσκεπτον καὶ ἀθέατον. ~ ΓV
θαυμαστὴν* κτλ.] μιαρὲ καὶ ὀλέθριε, ψεύδῃ· οὐ γάρ πως τοιοῦτο ἡμῖν ἔγνωσται περὶ τούτου· ἦ γὰρ ἂν οὐκ ἀπεκρυψάμεθα τοῦτο, πολλοὺς καὶ ἄλλους ἐσχηκότες τοιούτους καὶ οὐδέν τι αἰσχυνθέντες, εἰ πάλιν κυνὸς τρόπον ἐπὶ τὸ ἴδιον ἀπεῖδον ἀπέραμα οἱ μὲν καὶ πάντῃ πρὸς τὴν ἀρχαίαν ἀποκλίναντες δεισιδαιμονίαν ὡς οἷα Πορφύριος ὁ Φοῖνιξ, οἱ δὲ καὶ πρὸς τὸ διάστροφον τῆς καθ’ ἡμᾶς ἀπενεχθέντες θρῃσκείας ὡς Ὠριγένης ὁ Αἰγύπτιος. οὔκουν οὐδὲ τουτ’ ἂν ἀπεκρυψάμεθα καὶ μάλιστα, εἰ καὶ ἐξηγήσεις τινὰς τῆς καθ’ ἡμᾶς ἁγίας συνεκρότησε γραφῆς. ἡ γὰρ καθ’ ἡμᾶς σεμνὴ πίστις καὶ ἀμώμητος μηδὲν μικρολογουμένη περὶ τὴν αἱρετικῶν ὀλιγωρίαν, ἔστ’ ἂν ἄξιόν τις αὐτῇ ἑαυτὸν παρέχοι, οὐ φθονεῖ τούτῳ τῶν ἑαυτῆς χαρισμάτων παρέχειν· ἐπὰν δὲ τὴν ἑαυτοῦ πάλιν τράπηται, αὐτῇ μὲν οὐδὲν οὕτως τῇ καθαρᾷ ἐλυμήνατο πίστει, αὑτῷ δὲ ἐντεῦθεν οὐδὲ τὸν καρπὸν ἀποβαλλόμεθα τούτου τῶν † τε παρὰ τὰς διεξόδους τῶν θείων ὑδάτων πεφύτευτο, ἔβρυε καὶ ἤνθει, ἀλλ’ εἰς ἔλεγχον αὐτοῦ ἐῶμεν καὶ γνῶσιν τοῖς μετ’ ἐκεῖνον, ὅτι τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέσχε. καὶ ὁπηνίκα μὲν γέγονε τῆς καθαρότητος, καὶ ἑαυτοῦ τοιοῦτον
καινὸς Σωκράτης*] κἀντεῦθεν ἔστι μαθεῖν τὸ τοῦ τερατολόγου πλάσμα. τίς γὰρ Χριστιανῶν ἀνάσχοιτο διὰ Χριστὸν κατακλεισθεὶς τῷ τοῦ Σωκράτους σεμνύνεσθαι ὀνόματι; ~ R
πεπείκασι γὰρ αὑτοὺς — τὸ μὲν ὅλον ἀθάνατοι* ἔσεσθαι] θνητὴν πρεσβεύοντος τὴν ψυχὴν οὐδεὶς ἡμῖν λόγος πρῶτον μὲν πρὸς ὅλην ἀνθρώπων πίστιν ἀντεξαγομένου, ὅση Ἑλλήνων, ὅση βαρβάρων· ἄλλως τε καὶ οὐδὲ θεμιτὸν ἴσως κτηνώδη ἄνθρωπον καὶ διὰ ταῦτα ἐμπαθέστατα διαβιοῦντα σωφροσύνης τὸ παράπαν ἀσπάζεσθαι δόγματα. λήρει τοιγαροῦν, λήρει, οὐδείς σοι φθόνος τῆς ἐμπληξίας, εἰ μή γε καὶ ὡς ἀναγώγῳ πάντῃ καὶ τούτων ἀτοπώτερα — εἴπερ ἄλλα — ἐπιδαψιλευσοίμεθα. τί γὰρ ἄν τις καὶ δρῴη κακὸν τῷ ὄντι ἀνθρώπιον καὶ λύσσης ἀκράτῳ κατεσχημένον πάθει καὶ πρὸς αὐτὴν ἀπομαχόμενον τὴν ἐνάργειαν; τί δ’ ἂν ἄλλο ἢ πρὸς αἴσθησιν, εἰ καὶ μὴ καὶ τούτου ἀποτυγχάνοιμεν, κατεπείγειν ἢ κολάσει καθυποβάλλειν, ἐπάν τις αἰσθήσεως ἄμοιρος ἀναφαίνοιτο; ~ R
ἔπεισεν αὐτούς, ὡς ἀδελφοὶ πάντες εἶεν ἀλλήλων] καί τι τοῦτο τῶν ἀπαισίων, ἐλεεινὲ ἄνθρωπε, μᾶλλον δὲ τίνα οὐχὶ προφαίνοντος τῆς φύσεως ἐπιγνωμοσύνην καὶ πρὸς τὸ συγγενὲς τὴν εὐκταιοτάτην συμπάθειαν. ἢ οὐ τῷ ὄντι καὶ ἀδελφοὶ πάντες ἄνθρωποι ἀλλήλων καὶ ἑνὸς αἰτίου ἐξηρτημένοι
; εἴτε γὰρ τοῦ ὑλικοῦ, κοινὸν ἅπασι τὰ κοσμικὰ στοιχεῖα, ἐξ ὧν καὶ συνιστάμεθα, εἴτε τοῦ ὀργανικοῦ, μιᾶς ματρὸς ἐκγέγαμεν τᾶς φύσιος
, ὡς οἱ σοὶ βούλονται
ἐπειδὰν ἅπαξ παραβάντες θεοὺς μὲν τοὺς Ἑλληνικοὺς* ἀπαρνήσωνται] μιαρὰ κεφαλή, οὓς πρὸ βραχέος ἀετοὺς καὶ ταύρους καὶ χρυσοῦς θυσιῶν καὶ ὅρμων ἀξίους, ναὶ μὴν καὶ τὸν ἄλλον ὃν κατέχεας λῆρον περὶ τῶν Ἑλληνίων θεῶν, νῦν τοὺς τοιούτους οὐκ ἀξίους φῂς παραβάσεως; ~ V
θεοὺς* μὲν τοὺς Ἑλληνικοὺς ἀπαρνήσωνται] ἔτι θεοὺς ὀνομάζεις, οὓς ὀλίγον ἔμπροσθεν, ἓν γοῦν τοῦτο καλὸν ποιῶν, ἀρκούντως διέπαιξας; ~ R
τὸν δὲ ἀνεσκολοπισμένον* ἐκεῖνον σοφιστήν] Ἀρέθα. τί σοι μεταξὺ μωρολογίας παρεγκύκλημα τοῦτο κατείργασαι, ματαιότατε Λουκιανέ; πλήν, ὥς γε εἰκός, θείαις τῷ ὄντι ποιναῖς ἐλαυνόμενος, καὶ οἵαις καὶ ὅσαις καὶ οὗτοι, οὓς σέβῃ ἀλάστορας δαίμονας, ἐπειδὰν ἀνυπερβλήτῳ δυνάμει τοῦ δι’ ἡμᾶς ἄχρι τοῦ ἡμετέρου δι’ ἄφατον οἶκτον χωρήσαντος σώματος ἀναλλοιώτως υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ τῆς πατὴρ ἀνδρῶν τε θεῶν τέ
κριοῦ διασῴζεται εἴδει καὶ βόσκημα αὑτῷ τὴν ἀπολύτρωσιν πραγματεύεται. σιγῶ τὴν Προμηθέως ἐπὶ Καυκάσῳ προσήλωσιν — οὐδὲ γὰρ τοῦ ἑκουσίου προσέχεται —, Σεμέλης τὸν κεραυνόν, Ἡφαίστου τοὺς ἐπὶ τῷ Ἄρει δεσμούς, οὗ ἡ μοιχεία κατήγορος, τἆλλά τε πάντα καὶ ἀτοπώτερα, ἵνα μὴ καθ’ ἕκαστον διεξιὼν χραίνω καὶ γλῶσσαν καὶ ἀκοὰς τοιούτοις σεβάσμασι προσανέχων, ἐπιτριπτότατε. ἀποφθάρηθι ἀφ’ ἡμῶν καὶ κατάδυθι λόγους προάγων ἀλλ’ ἐγγὺς ἀτοπωτάτως. ὁ μὲν γὰρ σταυρὸς ἀνδρείας σημεῖον καὶ ὅσον ἄρξασθαι καὶ τέλος τοῦ κόσμου παντὸς σωτήριον καὶ ἀνάκλησις καὶ τῆς καθ’ ὑμᾶς αἰσχρότητος ἀπαλλαγὴ καὶ καθαίρεσις, τὰ δὲ τῶν θεῶν ὑμῶν πάθη καὶ ἐκ παθῶν καὶ ἀκρασίας καὶ ταῦτα θεῶν ἐναρχόμενα καὶ πρὸς τὰ ὅμοια πάθη τοὺς τεθηπέναι ἀνεχομένους παρακαλοῦντα καὶ πρὸς τὴν ἄλογον βιοτὴν τοὺς ἀνθρώπους ὑποσπῶντα καὶ καταβάλλοντα. ~ R
κοινὰ ἡγοῦνται ἄνευ τινὸς ἀκριβοῦς* πίστεως τὰ τοιαῦτα παραδεξάμενοι] καὶ τίνος ἀκριβεστέρας δεήσεται πίστεως τὸ ἀφ’ ἑαυτοῦ τῇ ἐνεργείᾳ ἰσχῦον καὶ πᾶσαν ἀπόδειξιν κατόπιν ποιούμενον ἑαυτοῦ; ἢ οὐ καὶ σοὶ ἡ ἀκτησία καλὸν καὶ τοὺς μετιόντας αὐτὴν οὐ διὰ θαύματος ἄγεις; εἰ μή που, ὅπερ ἔστι, τῆς ἀνθρωπίνης ἐκβέβλησαι φύσεως. ~ R
Παριανῶν*] Παριανός, ὡς ἔοικε, Περεγρῖνος ἀπὸ Πάρου τῆς νήσου. ~ RV
τοῦτο* ὡς ἤκουσε κτλ.] ἀπόλοιο, κατάρατε καὶ πάσης ἀρετῆς σκῶπτα καὶ διαβολεῦ. ~ R
χρόνον μέν τινα κτλ.] οὐκ αἰδῇ, ταλάντατε, τοῖς αὐτοῖς, οἷς καὶ αὐτὸς ἑάλως, τούτοις καὶ Περεγρῖνον διασύρων; ~ R
τῷ βασιλεῖ*] Βῆρον ἢ Μᾶρκον Ἀντωνῖνον οἶμαι λέγει. ~ RV
Μουσωνίῳ* κτλ.] Κυνικοὶ καὶ οὗτοι ἢ καὶ ἄλλως φιλόσοφοι ἐλέγχειν ἔργον πεποιημένοι. Ἐπίκτητον μὲν οὖν Στωικὸν οἶδα, Δίωνα δὲ τὸν Προυσαέα, ᾧ καὶ ἐπώνυμον ὁ Χρυσόστομος, ὅς καὶ λόγους ἐκδέδωκεν ἱκανῶς σπουδαίους τῷ ὄντι καὶ παντοίας ὠφελείας μεστούς. ~ RCV
πατραλοίας*] καὶ πῶς, εἰ πατραλοίας Περεγρῖνος, οὐκ ἀντενεκλήθη παρὰ τῶν Παριανῶν τὴν πατροκτονίαν, ἀπαιτουμένων τῶν διὰ τὴν πατροκτονίαν ὡς ἔφης
καόμενόν φησι κτλ.] σημείωσαι. ~ Γ
οὐκ ἀπ’ ἐλπίδος* κτλ.] οὐ γὰρ ἀνέλπιστον φῂς μὴ ὑπομένοντα τὴν φλόγα ἐξάλλεσθαι ταύτης· ἀνθ’ ὧν καὶ βαθυνθῆναι τὸ τῆς πυρᾶς μεσαίτατον παρασκευάσει, ὡς μηδὲ βουληθέντι ῥᾴδιον ἐκπηδῆσαι. ταῦτα δὲ βούλεται Λουκιανὸς ληρεῖν, Βραχμᾶνας μὲν ἑκόντας καὶ καρτερικώτατα ἀποφαίνων πυρπολεῖσθαι, Περεγρῖνον δὲ οὐ πάντῃ κατὰ τὸ ἑκούσιον ἀλλὰ καὶ πρὸς ἀνάγκην, εἴ γε τὸ ἄφυκτον ἑαυτῷ περιποιεῖται τὸ ἀπὸ τῆς φλογός. ~ R
ὁ ἐκ Πατρῶν*] τὸν Θεαγένην λέγει. ἐκ Πατρῶν δὲ τῆς Πελοποννήσου. ~ VR
ποίας* μὲν οὖν μελίττας κτλ.] ἐντρύφα, κατάρατε, καὶ ἐμφοροῦ τῆς πατρίας καὶ εἰωθυίας ὑμῖν τοῖς Ἕλλησι πλαστολογίας. ~ R
Πρωτέως*] Πρωτεὺς μὲν τάχα καὶ συγγνωστός, εἰ καὶ ψυχρᾷ τῇ συγγνώμῃ, οὕτω τὸν βίον ἀπολιπών, σὲ δὲ τίς τοῦ τρόπου ἀγάσεται λόγον μὲν ἐμπορευσάμενον οὕτω προχείρως ἐκγεγονότα τινί, ὕθλοις δὲ καὶ μωρολογίαις τοῦτον ἐσπαθηκότα; ~ V
ἑπτά*] ⸤τοὺς ἑπ⸥τὰ λεγομένους σοφούς, ⸤Πιττ⸥ακόν, Βίαντα, Θάλητα, ⸤Περ⸥ίανδρον, Κλεόβουλον, ⸤Χε⸥ίλωνα, Σόλωνα. ~ R ⸤B⸥V
ἐκ Σάμου Πυθαγόραν τὸν Μνησάρχου, ἐξ Ἐφέσου Ἡράκλειτον, ἐξ Ἀβδήρων Δημόκριτον· ἄμφω δὲ φυσικὼ φιλοσόφω ἤστην. ~ BRV
σκυτεύειν ἢ τεκταίνειν — κατεῖδον] σημείωσαι. ὡραῖον ὅλον. ~ Γ
καὶ εὐμήρυτα — ἐκεῖναι] σημείωσαι. ~ V
καὶ πήραν ἐξαρτήσασθαι κτλ.] ὡραῖον. ~ Γ
καὶ ἢν μὲν κτλ.] σημείωσαι. ~ Γ
οἷον τὸ φυλακτικὸν κτλ.] σημείωσαι. ~ Γ
Γναθωνίδην* κτλ.] κολάκων οἱ περιφανέστατοι οὗτοι. ~ VBRC
τῇ πήρᾳ τῇ Κράτητος κτλ.] σημείωσαι. ~ Γ
Κτήσωνας κτλ.] μιαρὲ ὀνοματοθέτα. ~ B
ἆρα ἂν ἔχοιτε κτλ.] ὡραῖον. ~ Γ
εἰς τὸ Λακωνικόν*] ἀντὶ τοῦ εἰς τύπον Λακωνικόν. ~ BRΚ
παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν] δεσπόται τῶν ἀνδραπόδων τῶν ἐκ δούλων εἰς Κυνικοὺς παραβυσάντων ἑαυτούς. ~ BR
πῶς* κτλ.] οἱ ἃμα Ἑρμῇ καὶ τῇ Φιλοσοφίᾳ. ~ B
Παφλαγονικὸν κτλ.] ὡς ἔοικε, πανταχοῦ Παφλαγόνες εἰς μωρίαν τὸ εὐδόκιμ⸤ον⸥ ἀποφέρονται. ~ ⸤B⸥R
οὐκ* ἂν φθάνοιτε κτλ.] ἀντὶ τοῦ τάχιστα ἂν πάντας ἐπὶ τὰ ὅμοια παρακαλέσητε. ~ VRφ
μέχρι μὲν κατ’ οὖρον κτλ.] καὶ πρῶτον μὲν ἐπεπόλαζε τὸ κακὸν τοῦτο ἀνθρώποις, οὐ μέντοι γε καὶ ὡς νῦν, ὅτε μηδὲ ἑαυτῷ τις σύμφωνος ᾖ τὰ ἀγαθὰ βουλόμενος, μὴ ὅτι γε κακῶν ἐν ἀδοκήτοις περιστάσεσι συνδιαφέρειν τῷ φίλῳ τὴν ἐπήρειαν ἕλοιτό τις· οὕτως ἀπανθρώπως καὶ θηριωδῶς διαβιώσκειν τῇ νῦν κέκριται γενεᾷ καὶ φιλαύτως ἢ φιλοθέως, καὶ τοῦτο ἐκεῖνο τὸ ὑπὸ τοῦ κυρίου
ἐκτραχηλίσασα*] τὸ ἐν τῇ συνηθείᾳ παιζόμενον ἐκδείρασα. ~ BRCVφ
οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων*] ὡς ἐπὶ ἄγρας ἱεράκων ἢ ἀετῶν μετῆλθε τὸν λόγον. ~ BRVφ
καί μοι* ἐπ’ ὀφθαλμῶν κτλ.] διατύπωσις αὐξητικὴ τοῦ πάθους. ~ V
ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξύ. ~ Vφ
συνεκπλεύσας — σοφιστῇ] σημείωσαι σύνταξιν θαυμασίαν. ~ R
ἐφεῖται δὲ τὸ μέγιστον κτλ.] σημείωσαι. ~ V
ἔφοδον αὐτῶν — περιηλαύνετο] ὡραῖον ὅλον. ~ Γ
ὑπερήμεροι: ἐπὶ πάσης παραπροθεσμίας λέγεται. ~ VCφ
ὀγδοήκοντα καὶ πρόβατα κτλ.] ὡραῖον. ~ Γ
περὶ τὴν βύρσαν οὕτως κτλ.] σημείωσαι. ~ Γ
ἱππεῦσιν ἀθροισθέντες — ἅπαν] ὡραῖον ὅλον. ~ Γ
ἐπεὶ δὲ καὶ σὺ — τρεῖς φίλοι] σημείωσαι. ὅλον χρήσιμον. ~ Γ
~ ⸢φ⸣
ἀμέλει] πάντως. ~ φ
πρότερον*] ἡ πλεονάζουσα φράσις αὕτη συνήθης Ἀττικοῖς, καὶ ποτὲ μὲν ὡς ἀπὸ πρώτου προσώπου δραματικῶς, ποτὲ δὲ ὡς ἀπὸ τρίτου ἀφηγηματικῶς, ὅπερ πολὺ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἔστιν εὑρεῖν. ~ BRU
εἰ*] εὐκτικόν. ~ B
πέπονθας τὸ τὸν δόλιχον νενικηκότος] δύναται καὶ ⸤τὸ τοῦ δόλιχον νε⸥νικηκότος
εἶναι ⸤καὶ τὸ τὸν δόλιχον⸥ νενικηκότος
ἀ⸤ ⸥χρεία. ἀλλ’ ἐπεὶ ⸤τὴν περιττό⸥τητα τῶν ἄρθρων ὑποστέ⸤λλεσθαι εἰώ⸥θασιν Ἀττικοί, ἓν τῶν ⸤δύο ἀνάγ⸥κη περιελέσθαι· συνυ⸤πακούεται γὰρ⸥ τὸ τ⸤ὸ τοῦ⸥ νενικηκότος
εἴη, λεί⸤ψει τὸ τόν⸥ συνυπακουόμενον καὶ ἔσται ⸤οὕτως καὶ πέ⸥πονθας τὸ τοῦ νενικηκό⸤τος τὸν δόλιχον⸥
· ὃ καὶ φαυλότερον· εἰ δὲ τὸ τὸν δόλιχον νενικηκότος
, ἐλλείψει ⸤τὸ τῆ⸥ς γενικῆς ἄρθρον συνυπακουόμενον ⸤οὕτως⸥ καὶ πέπονθας τὸ αὐτὸ τοῦ νενικηκότος τὸν δόλιχον
. ἐγκριτώτερον δὲ ἔσται τοῦτο τοῦ προτέρου, καθότι φίλον Ἀθηναίοις τῶν ἄρθρων ἐλλειπεστέρας τὰς πτώσεις προφέρεσθαι· αὐτοὶ γὰρ ἀφικόμην
φασὶ πρὸς βασιλέα
καὶ προσῆλθε βασιλεῖ
. ~ ⸤B⸥ φ U. καὶ πέπονθας τὸ αὐτὸ τοῦ νενικηκότος τὸν δόλιχον
· οὕτω γὰρ μετατιθέμενον εὑρίσκεται· ὅρα γάρ, ὅτι τὸ τό τὸ πρᾶγμα σημαίνει, τὸ δὲ περικαλλέστερον ἀπὸ τοῦ ἐνδέειν τὸ κάλλος ἐκπεπορισμένον. ~
ἥδομαι δὲ καὶ πάθη κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ
διαρκεστέρῳ δὲ τόνῳ] ὅτι κατὰ τοῦτο κρείττων Ὁμήρου Δημοσθένης. ~ RφU
μεταξὺ* κτλ.] οἷον πεποίηκε
παρισώσεων* κτλ.] τῷ κεκαλλωπισμένην ἔχειν τὴν φράσιν. ~ Δ
Ἰσμηνὸν κτλ.] ἀρχαὶ ταῦτα τῶν Πινδάρου τοῦ μελοποιοῦ ὕμνων
κἀκ τῶν φορημάτων κτλ.] σημείωσαι. ~ Γ
τὰ γάρτοι καλὰ κτλ.] σημείωσαι. ~ ΓΔ
ἀλλ’ εἰ δή τινα πάντων κτλ.] τὸ ἑξῆς οὕτως· ἀλλ’ εἰ δή τινα θαυμάσας Δημοσθένην εἶχον· ἀπὸ κοινοῦ γὰρ τὸ θαυμάσας. ~ RφU
κρότῳ κτλ.] θαυμασίως ἥθροισται πάντα κράτιστα Δημοσθένους καὶ ἐν βραχεῖ τῷ εὐμνημονεύτῳ περιποιούμενα καὶ μηδὲ τῷ σαφεῖ διὰ τὴν συντομίαν λυμαινόμενα. ~ R
καὶ τοὺς μὲν ἔξω κτλ.] τεχνικώτατα πάνυ τὰ ἀπὸ τῶν ὑπομνημάτων εἰς ἐγκώμιον Δημοσθένους παραληφθέντα διεσκεύασται. ~ R
μιᾶς γε ταύτης ἡμέρας κτλ.] ὡραῖον. ~ Γ
εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι τῇ πρεσβείᾳ] τοῦτο ῥᾳδιούργημα λόγων, εἴ τι χρὴ Αἰσχίνῃ τῷ συμπρεσβεύσαντι πείθεσθαι. ~ R
παρὼν εἶναι: παρέλκει τὸ εἶναι. ἐπισκοπητέον δέ, εἰ ὅμοιον τῷ ἑκὼν εἶναι· ἐκεῖνο γὰρ μετ’ ἀπαγορεύσεως τάττεται, οἷον οὔποτ’ ἂν ἐγὼ ἑκὼν εἶναι πεισθείην
. ~ RU
οὐ γάρτοι σμικρὸν κτλ.] γνώμη. ~ R
ὀπαδός τις δαίμων κτλ.] τὴν ἰσάγγελον πολιτείαν παρεισάγει ὁ ἀλιτήριος. ~ Δ
πόλεμος*] τὸ τοῦ Ἐμπεδοκλέους νεῖκός φησιν ἤγουν τῶν ἐναντίων τὴν συνδρομήν. ~ Δ
κωμικὸν* δορυφόρημα] τὸ κωφὸν προσωπεῖον. ~ Δ
καὶ μάλιστα οἷον τοὐμὸν κτλ.] ὡραῖον. ~ V
τῷ αὐτῷ πήχει: παροιμία ἐπὶ τῶν ὑπὸ τινῶν μὲν ἐπανορθώσεως τυγχανόντων, μένειν δὲ ἀναγώγων προαιρουμένων. ~ ΔEVφ
ἀπομνημονεῦσαι ἔνια: αἰτιατικὴ ἀντὶ γενικῆς. ~ EV
— ] ὅρα τὸ ἀπομνημονεῦσαι αἰτιατικῇ συντασσόμενον, γενικῇ μᾶλλον ὀφεῖλον συντάσσεσθαι. ~ φ
ἀνασπάσας αἰωρῇ κτλ. ] ὡραῖον. ~ V
ἀλλὰ κἂν Ἀγαμέμνονα κτλ.] ὡραῖον. ~ V
κιβδήλῳ] κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα καὶ παρακοπέν. Νόμων ια′ ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν’
Νικόστρατον*] ἔοικε Νικόστρατος οὗτος ἀθλητὴς εἶναι κατ’ ἐκεῖνο καιροῦ γενναῖος μέν, ἄλλως δὲ τὸ πρόσωπον πονηρὸς καὶ τὸν Μιλήσιον Ἀλκαῖον τὸν καλὸν μὲν ἀνάλκιδα δὲ ἔχειν ἐρώμενον. ~ RE
προσέτι γε ἀκροασαμένους κτλ.] ὡραῖον. ~ V
ὁμοίαν αὐτὴν κτλ.] σημείωσαι. ~ EV
Ὀμφάλῃ*] ὄνομα γυναικός. ~ Δ
ἀνάρμοστον] ἀπαίδευτον, ἀνόητον. ~ Δ
θωπείαν] θωπεία κολακεία, καὶ θῶπες οἱ πάντα μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ. ~ Δ
ἀκούσας τὸν αὐτὸν κτλ.] ὡραῖον. ~ V
ἐμμελής] συνετή, εὔρυθμος. ~ ἐγκώμιον*] ἔνδημον· κῶμοι γὰρ τὰ τοῦ δήμου συστήματα. ~ Δ
τοῦ φροιμίου] τοῦ προοιμίου. ~ Δ
αἴρειν τὰ κτλ.] ἀστεῖον. ~ E
ἐγὼ* γοῦν θάπτοντα κτλ.] οἷος πανταχοῦ τῷ γελοίῳ ἐνευδοκιμῶν ὁ κατάρατος οὗτος. ~ REΔ
βω μολοχικά] βωμολόχος ὁ περὶ τοὺς βωμοὺς λοχῶν ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκέν τινας κολακεύων. καὶ
ἄρτι κληρονομήσαντι τοῦ δεσπότου: Ἀττικὴ ἡ σύνταξις· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν· αὐτοὶ γὰρ ἔφαγον
φασὶ τοῦ ἄρτου
καὶ κατέαγα τοῦ κρανίου
. ~ ἔτνους*] ἔτνος πᾶν ὄσπριον ἐρειχθέν. ~ RECV
ἐμβοήσαντος μόνον κτλ.] σημείωσαι. ~ VERVU
Σατουρνῖνον*] Σάτουρνον γὰρ Ῥωμαῖοι τὸν Κρόνον λέγουσιν. ~ VECφΔ
ὄτοβος: ὁ μετὰ ἤχου κρότος καὶ θόρυβος καὶ ψόφος. ὡσαύτως καὶ κόναβος. ~ Δ
ὤδινεν ὄρος: ἐπὶ τῶν μεγάλως ἀμαθαινόντων τὸ ἐπίφθεγμα. ~ CEVΔ
οἰσυίνη: ἐκ λύγων πεπλεγμένη. ~ ERΔ
νανώδει] τὸ νάννος ἐπὶ τοῦ μικροῦ εἴωθε λαμβάνεσθαι. ~ Δ
παρασάγγας] παρασάγγαι εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. — Δ
τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα] ὅτι Σαμοσατεὺς Λουκιανός. ~ ERΔ
θραυσμάτων] θραῦσμα καὶ θραῦσις λέγεται· φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. ~ Δ
θάψας οὖν κτλ.] παύου, ταλαίπωρε· ἱκανῶς σοι πέπαισται. μέχρι πόσου διαγελάσεις τοὺς καταράτους; ~ EΔ
λοπάδων: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπὶς καὶ πᾶν λέπος, φλοιός, δέρμα λεπτὸν ξηρόν. λωπάσι δὲ διὰ τοῦ ω̄ μεγάλου σημαίνει τοῖς κλέπταις. ~ Δ
καὶ ἐτρώθη περὶ κτλ.] ἀπόλοιο, μιαρέ, αὐτῇ γελωτοποιίᾳ καὶ εἰρωνείᾳ. ~ ERΔ
τῶν ἀκριβῶς εἰδότων κτλ. ] σημείωσαι. ~ Γ
τὴν μέντοι ἐπιγραφὴν κτλ.] μέχρι τίνος; οὐ παύσῃ, ματαιολόγε; ~ ERΔ
δολιχόν*] κύκλον μακρὸν ἢ πολύν. ~
θρίαμβον*] θρίαμβος ἐπίδειξις νίκης, πομπὴ καὶ τὸ σεμνύνεσθαι. ~ Δ
κορύζης* — γέμουσα] μεμωραμένης καὶ μυξώσης. ~ Δ
ἀμέσων*] τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὡς ἄρτιον καὶ περιττόν, ζωὴ καὶ θάνατος, φῶς καὶ σκότος, τὰ δὲ ἔμμεσα καὶ τούτων τὰ μὲν ἓν ἔχουσι τὸ μέρος ὡς δίκαιον καὶ ἄδικον — τούτων γὰρ μέσον τὸ μηδέτερον —, τὰ δὲ πλείονα ἔχουσι τὰ μεταξὺ ὡς λευκὸν καὶ μέλαν — τούτων γὰρ μέσα πολλά, φαιόν, ὠχρόν, πυρρόν, ξανθόν, κυανοῦν. ~ Δ
— ] ἄμεσον· εἰ μὴ θνητόν, πάντως ἀθάνατον. ἔμμεσον· εἰ μὴ λευκόν, οὐ πάντως μέλαν, ἀλλ’ ἢ φαιὸν ἢ ἐρυθρὸν ἢ κιρρὸν ἤ τι τοιοῦτον. ~ Δ
ἐρείπια: τὰ εἰς γῆν πεπτωκότα. ἐρείπω δὲ σημαίνει ἐνέργειαν καὶ πάθος· σημαίνει γὰρ τὸ καταβάλλω καὶ τὸ πίπτω. ~ Δ
Ἴκκος* κτλ.] γυμνασταὶ περιώνυμοι οὗτοι. ~ ERVφ
οὐ γὰρ ποιητὴς κτλ.] ὡραῖον. ~ E
κάνδυν] κάνδυς χιτὼν Περσικός. ~
πολὺ ἀναγκαιότερον κτλ. ] ὡραῖον. ~ E
κάρχαρον; τραχεῖαν. ~
ἀγκύλην*] ἀγκύλη ἡ καμπύλη καὶ ἐπικαμπής. ~ Δ
ἐφιππίου*] ἤγουν τῆς ἀστράβης, ἣν ἄρτι σέλλαν οἱ πολλοὶ καλοῦσιν. ~ Δ
ἥκιστα: οὐδαμῶς, οὐχ ἧττον. καὶ Λιβάνιος ἔφη εἴ τινα
ἐν τῷ 〈βίῳ ὁ〉 ἐπὶ τῇ φιάλῃ ἔμπορος, ἀντὶ τοῦ 〈οὐ〉 πάνυ. ~
χρηματιζέτω*] καὶ ἐν τῷ Ἰκαρομένιππός [23] φησιν οὕτως χρηματίσαντες περὶ ὧν ἧκες
ἤγουν διοικήσαντες ἀποπέμψομεν
. ~ Δ
ἄλλως εἰς τὸ χρηματιζέτω. χρήματα πραττέτω. σημαίνει δὲ καὶ τὸ πράγμασι χρήσασθαι· χρηματίζει ἡ βουλὴ καὶ ὁ δῆμος, οἷον πράγμασι σχολάζει· ἀφ’ οὗ χρήματα τὰ πράγματα. χρηματίζεσθαι πλουτεῖν. χρηματισάμενοι ἀντὶ τοῦ πραγματευσάμενοι. καὶ χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι δὲ τὸ κερδᾶναι. ~ Δ
ῥυθμιζέτω: διατυπούτω, κανονιζέτω, εὐθυνέτω. ~ Δ
ἄρτι: τὸ μέρος τοῦ παρεληλυθότος συνάπτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει τὸ νῦν. ~ Δ
ὁπόταν δὲ καὶ φροιμιάζηται κτλ.] περὶ προοιμίων ἱστορίας. ἔργα γὰρ τοῦ προοιμίου τρία ταῦτα, τὸ προσοχὴν καὶ εὐμάθειαν καὶ εὔνοιαν ἀπεργάσασθαι, ὧν τὰ δύο προδηλότατά ἐστι τῶν ἀκροατῶν, εὐμάθεια καὶ εὔνοια. τὸ μὲν οὖν τὸν ῥήτορα ὠφελήσει, ἡ εὔνοια, ἵν’ εὐμενῶς δέξοιντο οἱ ἀκροαταὶ τοὺς λόγους αὐτοῦ. καὶ ἡ εὐμάθεια δὲ πρὸς τῶν ἀκροατῶν ἐστιν· ἐκείνους γὰρ ὀνίνησι τοῦτο ὥσπερ καὶ ἡ προσοχή, ὁ μάλιστα μεγαλονοίας δεήσεται ῥήτορος εἰδότος καὶ τὰ σμικρὰ μεγάλα δεῖξαι καὶ ὡσπερεὶ δελέατι τοὺς ἀκροατὰς ἑλεῖν. κατὰ δὲ δεύτερον λόγον καὶ ἡ εὐμάθεια ἀπὸ τῆς τοῦ ῥήτορος ἐντρεχείας γενήσεται, ἐπ’ ὠφελείᾳ μέντοι καὶ αὐτὴ τῶν ἀκροατῶν. ὥστε τριῶν
ἐξίτηλα*] ἀφανῆ, εὐτελῆ. καὶ ἔξωθεν βαφῆς. ἢ ἀντὶ τοῦ φαῦλα. ~ Δ
πέμμασι*] πέμματα οἱ πλακοῦντες. ~ Δ
σαπέρδην*] τινὲς σαπέρδην φασὶ τεμάχιον τεταριχευμένον ἰχθύος· οἱ γὰρ Ποντικοὶ τὸν κορακῖνον ἰχθὺν σαπέρδην καλοῦσιν· οἱ δὲ τὰς ἀφύας ἤτοι τὰς παρὰ τοῖς πολλοῖς ἐγγραύλεις λεγομένας ἢ τὰ τῶν μηρῶν ἐξῃρημένα κωληνάρια, οἱ δὲ τὰ τῶν συῶν ἢ προβάτων πτύχια, ἅπερ χορδὰς καλοῦσιν. ~ Δ
λιχνείαν*] λιχνεία πύκνωσις καὶ λίχνος λέγεται ὁ προαπτόμενος τῶν ὄψων. ~ Δ
ὁρᾷς τὸν Κνίδιον κτλ.] περὶ τοῦ τὴν Φάρον τὴν ἐν Ἀλεξανδρείᾳ κτίσαντος. ~ EΔ
ψάμμος ὑπερζέουσα κτλ.] σημείωσαι. ~ V
καὶ ἐλεφάντων κτλ.] σημείωσαι. ~ Γ
τροφὴ γὰρ αὕτη τῷ πυρί*] σημείωσαι. ὥσπερ γάρ τις τροφὴ καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ τὸ ὑγρόν, ἀλλὰ τῷ ψυχρῷ μὲν ἄτε συγγενεστέρῳ μᾶλλον κρατύνεται καὶ ἐπιδίδωσιν, τῷ δὲ θερμῷ μαραίνεταί τε καὶ ἀφανίζεται συναναιροῦσα τὸ ὅσον ἐφ’ ἑαυτῇ τὸ θερμόν· ἀεὶ γὰρ πρὸς λόγον αὐτὴ μὲν ἡ ὑγρότης ὀλιγουμένη ἀκμάζειν ὑπενδίδωσιν ὡς οἷα τρέφουσα τῷ θερμῷ, τέλος δὲ ἐξικμαζομένη
πάντως ἡ χώρα κτλ.] ὡραῖον. ~ E
ἐκείνην τὴν αἰτίαν κτλ.] σημείωσαι. ὡραῖον. ~ V
ἔνθα δὴ τάφῳ κτλ.] σημείωσαι. ὡραῖον σφόδρα. ~ V
εὑρεθείη καὶ πῖλοι — c. 8 διψάδες παρὰ τὰ ᾠά] εἶδον ταῦτα καὶ οὐ ψευδὲς τὸ λεγόμενον. ~ E
ταυτὶ οὐ μὰ Δία κτλ.] σημείωσαι. ~ V
φύσις τῶν Λιβυκῶν ἑρπετῶν εἰδέναι: δύναται καὶ οὕτως εἶναι, ἵν’ ᾖ οὕτως ὡς οὐκ ἀμελὲς πρὸς τὸ εἰδέναι ἡ φύσις τῶν Λιβυκῶν ἑρπετῶν γεγένηταί μοι
· δυσχερέστερον δέ. ~ ER
κατὰ γὰρ τὸν σοφὸν Πλάτωνα κτλ.] σημείωσαι. ~ Γ
ἐν αὐταῖς κτλ.] τὴν τῶν Κρονίων ἑορτὴν ἔοικε λέγειν. ~ RΔ
ἔγνως ἄν, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖται κτλ.] τὸ ἑξῆς ἔγνως ἂν ἐρωτήσας, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι. ~ RV
εἴ τις ἕνα κτλ.] βάλλ’ ἐς κόρακας, ὄλεθρε, γελωτοποιέ, βωμολόχε. RΔ
οἵ γε οὐδὲ ἑορτάζοντες κτλ.] σημείωσαι. ~ Γ
ὁπότε ἡ* χιὼν ἐπέχει κτλ.] χειμῶνος γὰρ τὰ Κρόνια ἤγετο. ~ VΔ
Κρονωσόλων.
ὁπόταν τὸ στοιχεῖον* ἑξάπουν ᾖ] τὴν ἀπὸ τῆς ἀκτῖνος τοῦ ἡλίου τῶν σωμάτων περιγραφομένην λέγει σκιάν· οὕτω γὰρ αὐτὴν στοιχεῖον ἐκάλουν. ~ BCRVΔ
μύρμηξ ἢ κάμηλος;παροιμία ἐπὶ τῶν μικροῖς μεγαλαυχουμένων. ~ CRVΔ
κοιτίσι] κοιτὶς ἡ μικρὰ κίστη, ἐν ἧ κοιταζόμεναι αἱ τῶν πλουσίων γυναῖκες ἀποτίθενται τὸν χρύσεον αὐτῶν κόσμον. ~ Δ
ἔλαφον καὶ τὰ δελφάκια κτλ.] σημείωσαι. ~ V
σφηνοπώγωνες ἐν κωμῳδίᾳ δύο εἰσίν, ὁ μὲν ἐλεύθερος, ὁ δὲ οἰκέτης· ὁ μὲν ἐλεύθερος ἀναφαλαντίας, ὀφρῦς ἀνεσπασμένος, ὀξυγένειος, ὁ δὲ οἰκέτης ἀκμάζει καὶ ὄγκον ἔχει ὑψηλὸν καὶ πλατύν, κοιλαινόμενον ἐν περιφορᾷ, ξανθός, τραχύς, ἐρυθρός, πρέπων ἀγγέλῳ. ~ VΔ
ἀλλ’ εἰᾶτε καθ’ ἑαυτοὺς πλουτεῖν — ὧν οὐδὲν ὄφελος] τοῦτο καὶ Δίων ὁ Προυσαεὺς ἐν τῷ Περὶ πλούτου
ὡς δὲ νῦν ἔχετε κτλ.] σημείωσαι. ~ V
ψύττα: ἐπὶ τοῦ ταχέως ἀποδραμεῖν τάσσεται. ~ CRVΔ
μηδὲ πρὸς ἔπος λαμβάνοιεν: ἀντὶ τοῦ παρευθύς, ἢ ὅσα ᾔτησαν. ~ CVΔ
ἀναμνήσθητι τὸν Ἰξίονα κτλ.] σημείωσαι. ἱστορία. ~ V
Ἐν τούτῳ τῷ λόγῳ ἐξέφηνεν, ὡς ἐπιδείξεως ἄγαν κιττῶν τοὺς ἑαυτοῦ περιειργάζετο λόγους. ~ Vφ
Ἡροδότου κτλ.] σημείωσαι. ~ V
οἴκοθεν ἐκ τῆς Καρίας*] ἡ Ἁλικαρνασὸς γὰρ τῆς Καρίας. ~ Vφ
ὅπου τὰ τελευταῖα κτλ.] σημείωσαι. ~ V
ὅτιπερ ὄφελος*] ἀντὶ τοῦ οἱ μέγιστοι καὶ ἀξιωφελιμώτατοι. ~ VφM
παραθεωρῆτε*] ἀντὶ τοῦ συγκρίνητε, ἐξετάζητε. ~ Vφ
ὀνομάτων δὲ ἄρα κτλ.] ὡραῖον. ~ Γ
ὁ Ζεῦξις ἐκεῖνος κτλ.] σημείωσαι. ἱστορία. ~ V
δύναμιν τῆς τέχνης κτλ.] ὡραῖον. ~ Γ
ὁ μὲν γὰρ Ζεῦξις κτλ.] ἱστορία. ~ V
εἰδὼς γὰρ σφόδρα ἀλκίμους κτλ.] σφόδρα ὡραῖον. ~ V
ἐγὼ δὲ ὁ χρυσοῦς ἐπιλαθόμενος ὑγιαίνειν κτλ.] αἱ γάρτοι τῶν παλαιῶν προσρήσεις αἱ μὲν ἑωθιναὶ χαῖρε, αἱ δὲ ἑσπεριναὶ ὑγίαινε. ~ VCφ
παρ’* ἀλλήλων] ἀντὶ τοῦ ἀπ’ ἀλλήλων· ἡ παρά ἀντὶ τῆς ἀπό. ~ Vφ
τὸ γοῦν μακρὰ χαίρειν κτλ.] σημείωσαι. χρήσιμον. ~ V
καὶ τοῦτο εἰπὼν κτλ.] σημείωσαι. ~ Γ
ἀλλ’ ὁ θαυμαστὸς Πλάτων κτλ.] σημείωσαι. ~ V
τὸ δ’ εὖ πράττειν κτλ.] σημείωσαι. ~ Γ
τὸ* πεντάγραμμον] ὅτι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον πένταλφα σύμβολον ἦν πρὸς ἀλλήλους Πυθαγορείων ἀναγνωριστικὸν καὶ τούτῳ ἐν ταῖς ἐπιστολαῖς ἐχρῶντο· ὅ ἐστι τοῦτο ~ VCφ
πεπραγὼς δεινὰ κτλ.] σημείωσαι. ~ Γ
ἄλλῳ* ἥλῳ ἐκκρούειν τὸν ἧλον] παροιμία ἐπὶ τῶν ἀτόποις τὰ ἄτοπα ἰᾶσθαι κατασπευδόντων. ~ Vφ
ὅτε Ἀλέξανδρος κτλ.] σημείωσαι. ἱστορία. ~ V
ἄξιον δὲ καὶ Πύρρου κτλ.] σημείωσαι. ~ Γ
ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ κτλ.] σημείωσαι. ~ V
ἔοικα δ’ ἐνταῦθα κτλ.] ὡραῖον. ~ V
ὀστράκου* — μεταπεσόντος] Πλατωνικὴ
ῥήτραν] ῥῆτραι· συνθῆκαι, ὁμολογίαι. Ταραντῖνοι δὲ νόμους καὶ οἷον ψηφίσματα. παρὰ Λακεδαιμονίοις δὲ ῥήτρα Λυκούργου νόμος ὡς ἐκ χρησμοῦ τιθέμενος. οἱ δὲ ῥήτρας ὁμολογίας, οἱ δὲ συγγράμματα, καὶ ῥητροφύλακας τοὺς συγγραμματοφύλακας. ~ Δ
Σαλαίθῳ*] Κροτωνιατῶν νομοθέτης. ~ EVφΔ
ἑάλω] ἐλήφθη, ἐκρατήθη, ἐπορθήθη. ~ Δ
οὐ παρὰ* μικρὸν ἀτοπώτερον] σημείωσαι. ἀντὶ τοῦ πάνυ ἄτοπον
οὐ παρὰ μικρὸν ἀτοπώτερον
εἶπεν. ~ EVφΔ
ἀμύγδαλον*] ἡ ἀμύγδαλος. ~ Vφ
ῥυθμοῖς] ῥυθμὸς τάξις ἔμμελος ἀκόλουθος ἁρμονίας, μέλος εὐφρόσυνον. ~ Δ
τοιγαροῦν*] ἀμέλει, ὅθεν δή, οὐκοῦν, διὰ τοῦτο δὴ οὖν. ~ Δ
κατόπιν*] μετὰ ταῦτα, ἀπὸ τοῦ ὄπισθεν ἰέναι. ~ Δ
— ] ⸤παροιμία εἰς τὸν κόλπον πτύειν ἐπὶ τῶν πάνυ μαλακῶν καὶ τεθρυμμένων· τοὺς γὰρ φρονηματίας καὶ ἐπῃρμένους καὶ τοῦτο αὐτὸ μεγα⸥λόφρονας οὐκ εἰς τὸν κόλπον φασὶ πτύειν ἀλλὰ πόρρω· οὓς καὶ ἡ χυδαία λαλιὰ μακροπτύστας καλεῖ διασύρουσα. ~ ⸤E⸥ C VφΔ
ἀμφιλαφεῖ : ἀντὶ τοῦ ἀφθόνῳ, πολλαχῶς κεχορηγημένῃ. ~ VΔ
ὀδύρεσθαι τὸ γῆρας: ἁπλότητος ἤθους ταῦτα κατασκευαστικά. ἀλλ’ οὖν, βωμολόχε, εἰς ταύτην κἀκεῖνοι, ὧν κατέδραμες ἀπηνῶς, καταφεύγοντες ἀπολογίαν λῆρόν σε καὶ φιλαίτιον καὶ μεμψίμοιρον ἀποφανοῦσι καὶ κώνωπα, φασί, μιμούμενον ἀετόν· τάχα γὰρ Σωκράτην ἐθέλων μιμεῖσθαι, οἷς οὗτος Πρόδικον τὸν Κεῖον καὶ τοὺς κατ’ αὐτὸν ἀπελέγχει σοφιστάς, ἐπὶ τὴν τοιαύτην ἀπέδραμες γλωσσαλγίαν. ἀλλὰ γὰρ καλῶς ἔχει τοῖς Ὁμήρου
καὶ ὅσα λοιπά. ~ ΔE
ἠλιβάτων] ἠλίβατον ὑψηλόν, ἄβατον, ἢ ὅπου ὁ ἥλιος πρῶτον βάλλει, εἴλη † βεβηκυῖαν. Στησίχορος Τάρταρον ἠλίβατον
τὸν βαθὺν λέγει. ἔνιοι ἠλίφατον ἀποδιδόασιν ἡλίῳ φαινόμενον. ~ Δ
Σκύλλαν* Ἀραβίην] ἴσως τόπος οὕτω καλούμενος. ~ ΔE
κρησφύγετα*] τὰ πρὸς τοὺς χειμῶνας στενὰ καὶ ὀχυρώ
πασῶν τὸ γράμμα κτλ.] σημείωσαι. ~ Γ
ἀνεμώνη: τὸ ἄνθος διὰ τὸ τὸ φύλλον εὐδιάσειστον εἶναι παντὶ ἀνέμῳ. ~ Δ
οὐκ ἂν φθάνοι* — προστασίας] ἀ⸤ντὶ τοῦ τά⸥χιστα ⸤ἂν⸥ πά⸤σας ἀναιρήσῃ τὰς⸥ τοιαύτ⸤ας⸥ προστασίας. ~ V ⸤E⸥Δ
μισθαρνοῦντας] ἐπὶ μισθῷ δουλεύοντας. ~ Γ
—: οἷον τοὺς τὸν μισθὸν ἀντικαταλλαττομένους. καὶ μισθαρνία λέγεται ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία. ~ Δ
τὸ μέρος*] ἀντὶ τοῦ ὅσον εἰς ἡμᾶς ἧκεν, εἰς τὸ μέρος ἡμῶν συμβάλλεται. ~ EVφΔ
τῆς Αἰγυπτίας κτλ.] ὧ μακαρίας τῆς τότε Ῥωμαίων ἀρχῆς, καθ’ ἣν οὕτω ταῦτα ἐπράττετο, οὐχ ὡς νῦν πάντα ⸤συγ⸥χύσεως καὶ ἀ⸤γνωσ⸥ίας πάντα ⸤ἐμπέ⸥πλησται ⸤καὶ τὸ⸥ ἑκάστῳ ⸤δο⸥κοῦν νόμος.
~ ⸤E⸥Δ ἁπαξαπάντων: ὑφ’ ἕν· ἀντὶ γὰρ τοῦ παντάπασιν. Ἀριστοφάνης Εἰρήνῃ [247] 12 ἁπαξάπαντα καταμεμυττωτευμένα.
~ ECVφΔ
ὁ μισθὸς — παρὰ τοῦ* βασιλέως] εἴ τί σου ἄλλο, ταῦτα πλεονεξίας κατήγορα καὶ ἀλαζονείας. καλῶς μὲν γὰρ εἶχέ σοι ἡ ἀπολογία τὰ κοινὰ συνδιαφέρειν τοῖς ἄλλοις καὶ διαχειρίζειν προβαλλομένῳ καὶ πρὸς ἐπαίνου ὑμῖν τοῦτο παρὰ πᾶσι τὸν βίον ἐπανορθοῦσθαι προθυμηθέντι. τό γέ τοι παρὰ βασιλέως προσθεῖναι μισθοφορεῖν καὶ οὕτω μισθοφορίαν ὑπερφυῆ οὐκ ἔστιν ἥτις ἄλλη ταύτην ὑπερ οὐκ εὔχομαι πλουτεῖν οὐδὲ ἔραμαι, ἀλλά μοι εἴη ζῆν ἀπὸ τῶν ἐλαχίστων
. ~ EΔ.
δασμούς] μερισμοὺς φορολογίας. ~Δ
τῶν ἀρχομένων ἐπέτειοι κτλ.] σημείωσαι. ~ Γ
καὶ τὸ ἐπὶ ταῖς — ὑπὲρ τῶν φροντίδων] scholion ascriptum evanuit ~ E εἰκάζειν ἢν ἐθέλῃς — τῶν ἀκροτάτων]
λευκήν*] δύο γὰρ ψῆφοι τοῖς νικῶσιν ἀνέκειντο, λευκὴ καὶ πλήρης, ὥσπερ τοῖς ἡττωμένοις ἡ μέλαινα καὶ ἡ τετρυπημένη. ~ VECφΔ
οὐ φροντὶς* Ἱπποκλείδῃ] παροιμ⸤ία ἐπὶ τῶν ἄγαν καταφρονούντων τινὸς καὶ ἀπεριμερίμνως διακειμένων⸥. ~ Δ⸤Ε⸥Vφ
— ] παροιμία. ~ Γ
εἰπέ μοι*, ἔφη] παρέλκει τὸ ἔφη καὶ περιττόν ἐστιν Ἀθηναίων ἔθει. ~ VEφ
καὶ νικήσας ἐν τῷ Αἴαντι κτλ.] σημείωσαι. ~ E
ἐπιδεικνύμενοι τοῦ παρὰ κτλ.] σημείωσαι. ~ V
σεμνά] σεμνὸν ἐπὶ τοῦ ἀξιωματικοῦ λέγεται, ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας
καὶ ἐν μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον.
καὶ ἔνδοξον· Εὐριπίδης αὖθις πῶς οὖν οὐ σεμνὴν δαίμονα προσεννέπεις;
καὶ τὸ μέγα σεμνὸν λέγει. ~ Δ
θεσπέσιον*] θέσπιον, θεῖον, θαυμαστόν, πρᾷον, θεοῦ νομοθέτημα, ἐκ θεοῦ πεσόν. ~ Δ
φθόνου] φθόνος πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. ~ Δ
εἰς ὅν καιρόν* τινα ἄλλον] ⸤ὑπέρθεσις τοῦ εἰς ὅντινα ἄλλον καιρόν
, ἵνα περικαλλῆ τὸν λόγον ποιήσῃ, ὡς ἐν τῷ εἰ καὶ διὰ μηδὲν ἄλλο
, ὁπόταν οἱ ῥήτορες εἰ καὶ μὴ δι’ ἓν ἄλλο
ὑπερθέντες εἴπωσιν, εἴ τι⸥ χρὴ Ἑρμογένει [ΙΙ. ἰδ. 338, 8
βδάλλειν*] ἀμέλγειν· καὶ βδαλεὺς τὸ ἀμολγεῖον. ~ VφSΔ
σκινδαλάμους*] τὰ λεπτὰ καὶ ἰσχνὰ τῶν λόγων ζητήματά φησιν, ὡς καὶ Ἀριστοφάνης ἐν Νεφέλαις [130] λόγων ἀκριβῶν σκινδάλμους μαθήσομαι.
λαβάς*] ἐπαφάς, ἀφορμάς, μέμψεις. ~ Δ
κατακνίζουσι*] κατατέμνουσι, καταλυποῦσι, καταβάλλουσιν. ~ Δ
ἄττα: τινὰ ἢ ἅτινα ἢ παραπλήσια ἢ ὀλίγα. ~ Δ
φορμῷ*] φορμὸς προκάλυμμα ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδας κομίζειν. ~ Δ
πάνυ ποιμενικόν*] ἀντὶ τοῦ ἁπλούστατον καὶ κατὰ ποιμενικὴν εὐήθειαν. ~ EVφSΔ μακέλλην*] μάκελλα ἡ καὶ δίκελλα λεγομένη. ~ Δ
τοῦ κρύους — πολλὰ τοιαῦτα] ἄξιά γέ συ ποιῶν τοὺς σαυτοῦ διδασκάλους διασύροις, ὡς ἂν μὴ ἡμεῖς πράγματα ἔχοιμεν βόρβορον ἀναδεύοντες. ~ EΔ
Ἀρχιτέλους γυνὴ κτλ.] σημείωσαι. χρήσιμον. ~ V
ἀλλὰ πρὸς Ἀκινάκου κτλ.] σημείωσαι. ~ V
προξενήσεις αὐτοῦ: ἀντὶ τοῦ πρόξενος αὐτοῦ γένοιο. ~ EVφ
τοὺς Σύρους ἡμᾶς] σημείωσαι. Σύρος ὁ δυσσεβὴς οὗτος Σαμοσατεύς, ὡς ἐν τῷ λόγῳ τῷ Πῶς ἱστορίαν συγγράφειν δεῖ
δηλοῖ σαφῶς
νησιώτης] τὸν Τηλέμαχόν φησι. ~ E
— ] σημείωσαι. ~ V
Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου κτλ.] σημείωσαι. ~ V
ψολόεντι* — βέλει] κεραυνῷ καυστικῷ. ~ R
μυρομένη*] θρηνοῦσα. ~ R
Σιπύλῳ*] Σίπυλον ὄνομα ποταμοῦ. ~ R
Τριτωνίδος] Τριτωνὶς λίμνη. ~ R
οὐκοῦν ὁ διδάσκαλος κτλ.] σημείωσαι. ὡραῖον. ~ V
οὐκ ὀλίγοι μάλα ἐρρωμένως κτλ.] σημείωσαι. ~Γ
εἰ*] εὐκτικὸν τὸ εἴ. πολὺ δὲ παρὰ Πλάτωνι τοῦτο. ~ E
ὥσπερ φασὶ τὸν Ἡρακλέα κτλ.] σημείωσαι. ὡραῖον. ἱστορία. ~ V
Χαιρεφῶντα κτλ.] σημείωσαι, ὅτι Στωικὸς ὁ Σωκράτης· ἐπ’ αὐτὸν γὰρ ὁ Πύθιος Χαιρεφῶντα προὐτρέψατο εἰπὼν ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτατος.
~ EV
ἐν χρῷ κουρίας] σημείωσαι, ὅτι κεκαρμένοι τὰς κεφαλὰς οἱ Στωικοί. ~ E
ὅτι ὠγαθὲ ἀνδριάντων κτλ.] ὡραῖον. ~ E
— ] σημείωσαι. ~ V
τί ἂν πάθοι κτλ.] ἀστεῖον. ~ EV
φησὶ γὰρ ὁ μῦθος κτλ.] σημείωσαι. ἱστορία. ~ V
ἡ μὲν ἀρετὴ τοιόνδε κτλ.] σημείωσαι. ὡραῖον. ~ V
ἐσσύμενον] Ὅμηρος ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω οὐδ’ ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες.
~ E
αὐθιγενής] αὐτόθι γεννηθείς, αὐτόχθων. ~ Δ
Ἡσίοδος] τὸ τοῦ Ἡσιόδου τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν καὶ τὰ ἑξῆς.
~ Δ
ἡδέως εἰς Κόρινθον ἐλθεῖν] τὸ παροιμιῶδες ἐκεῖνο λέγει οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς.
~ Γ2EV
ἐπὶ ῥιπός*] παροιμία θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
εἴρηται ἐπὶ τῶν πάνυ ἀπόρων καὶ θεῷ μόνον εἰς λύσιν ἐπιτρεπομένων. ~ VΓ2EC
— ] ῥὶψ τὸ κατεσκευασμένον πλέγμα ἐκ τῆς οἰσύας ἢ ψίαθος, ἴσως ἀπὸ τοῦ ῥίπτεσθαι ἐν παντί. ~ Δ
τἀληθοῦς ἑνὸς ὄντος κτλ.] σημείωσαι. ὡραῖον. ~ V
εἰπέ μοι λέγων κτλ.] σημείωσαι. ὡραῖον. ~ V
οὐκοῦν ἢν τινα καὶ τῶν ἀθλητῶν κτλ.] ὡραῖον. ~ V
πρῶτον μὲν αὐτοὶ κινούμενοι κτλ.] ὡραῖον. ~ V
φαίη μὲν ἂν ἕκαστος κτλ.] ὡραῖον πάνυ. ~ V
ὁ Πλάτων κτλ.] ὡραῖον. ~ V
μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρός] τοῦτο περὶ Δίωνος ἱστοροῦσι τοῦ Προυσαέως, ὅν καὶ διὰ τοῦτο κατ’ εὐφημισμὸν Χρυσόστομον Ἓλληνες ὠνόμασαν. ~ Γ2Ε
πρὸς* τῆς Ἑστίας] φίλον ὄντα κατὰ τῆς Ἑστίας ἐξορκοῖ· αὕτη γὰρ καὶ πρὸς τὸ εἶναι ἡμᾶς αἰτιᾶται, καθὰ καὶ Πλάτων ἐν Κρατύλῳ
λαβύρινθον κτλ.] σημείωσαι διὰ σύνταξιν. ~ E
καὶ τί σοι ἀποκριναίμην κτλ.] χρήσιμον. ~ V
ὅσοι φιλοσοφοῦσιν] τὸ τῆς Σκεπτικῆς ἔοικας, ὦ Λυκῖνε, ληρεῖν· ἐπεὶ γὰρ κἀκείνη ἀκαταληψίαν πρεσβεύουσα ἀνεπίκριτον ματαιολογεῖ τὸ ἀληθές, παρόσον πάντες ἄνθρωποι
φασί γέ τοι τῶν πλαστῶν κτλ.] σημείωσαι. ~ V
ὄνυχα* μόνον λέοντος] ἀπὸ τούτου ἡ παροιμία ἐξ ὀνύχων ὁ λέων
. ~ VΕ
— ] τὸν ἐγκεκαλυμμένον λόγον, ὅς ἐστι σοφισματώδης, ἐπ’ οὐδενὶ καταστρέφων χρησίμῳ ἀναλαμβάνει. πλὴν ἔστι καὶ μερικὴ γνῶσις αὐτόπιστος καὶ ἀληθὴς καὶ μηδὲν τοῦ καθόλου δεομένη, ὡς φέρε τοῦ ἀριθμοῦ μέρη ὁ δύο καὶ ὁ τέσσαρα, ὁ δὲ τούτων συνεκτικὸς ὁ δέκα προσεχῶς, ὡς καὶ τοῦ δέκα ὁ ἑκατὸν καὶ τούτου ὁ χίλια κἀκείνου ὁ μύρια. οὐδὲν μέντοι κωλύσει τὸν τὰ δέκα μὴ ἐπιστάμενον ἰδιώτην μηδέ γε τὴν τῶν ἀριθμῶν, ἥτις φύσις αὐτοῖς, τοῦτο γοῦν ἐπίστασθαι ἀπαρεγκλίτως, ὡς μία καὶ μία δύο καὶ δὶς δύο τέσσαρα. ὥστε οὐ πάνυ γενναῖος ὁ διατρέπων τὸν τοιοῦτον λόγον, ὡς, εἰ μὴ τὸ καθόλου τις εἰδείη, οὐδὲ τὸ κατὰ μέρος τοὐναντίον γὰρ ἀπὸ τῶν μερῶν τὸ ὅλον συλλογίζεται καὶ ἡ τῶν κατὰ μέρος ἅθροισις πρὸς γνῶσιν τὸ καθόλου ὑφίστησιν· ἐπεὶ μηδέ τις φύσις τοῦ καθόλου λεγομένου καθ’ ἑαυτὴν ὑφισταμένη. ταύτῃ καὶ ὁ σοφὸς ὑμῶν Ἀριστοτέλης
ἔχοις ἂν εἰπεῖν κτλ.] ὡραῖον. ~ Γ
ἐπιρρεῖ* κτλ.] ἄλλην μὲν ἐξαντλοῦμεν, ἡ δ’ ἐπεισρέει
ὅτι φαρμάκῳ κτλ.] ὅτι ἡ φιλοσοφία φαρμάκῳ ὀλεθρίῳ ἔοικεν. ~ ΓV
ἀλλ’ ἔτι τοῦ μεγίστου κτλ.] ὡραῖον. ~ Γ
ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας κτλ.] σημείωσαι. ~ ΓV
εὑρόντες δὲ οὐδὲν κτλ.] ὡραῖον. ~ V
τἀληθὲς εὑρεῖν] ἵνα καὶ εὕρῃ, τίς ὢν εὑρήσει, βδελυρώ τατε, ἄνθρωπος ὤν; καὶ τίς τούτῳ πιστεύσει, τῆς ἀνθρώπου φύσεως κατὰ σὲ οὐδ’ ὅλως ἐχούσης τὸ κεκριμένον καὶ ἀδιάπταιστον; ~ E
ἀπομηκύνων τὸ πρᾶγμα κτλ.] ὡραῖον. ~ Ε
ὑφ’ ἑκάστων ἢ θαλλῷ κτλ.] σημείωσαι. ~ ΓV.
τῷ ἐπιτραπεζίῳ* ὕδατι] τῷ ἐπὶ τῆς τραπέζης ἐκχεομένῳ, ὃ διὰ τὴν ἰσορροπίαν καὶ τὸ ἀπαρέγκλιτον τῆς τραπέζης ἐπὶ χώρας μένον καὶ τῆς ἐπιφανείας ἐπανεστηκὸς τῷ τῷ δακτύλῳ ὀχετηγοῦντι αὐτὸ φιλεῖ ἕπεσθαι ῥυτῆς φύσεως ὑπάρχον καὶ ἀτρεμεῖν μὴ πεφυκός. ~ VΓ2Ε
ἄριστα κρῖναι δυνάμενον κτλ.] ὡραῖον. ~ Γ
ἐπεὶ καὶ τὰς ἀποδείξεις αὐτὰς κτλ.] ἀλλ’ εἰ τοῦτο, τί καὶ αἱ νῦν αὗται ὑπὸ σοῦ λεγόμεναι ἀμφίβολοι; ~ Γ2Ε
ἄνθρακάς* μοι τὸν θησαυρὸν ἀποφήνας] παροιμία ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. ~ Δ
περὶ ὄνου σκιᾶς] σημείωσαι. ~ V
— ] παροιμία ὄνου σκιά
ἐπὶ τῶν μηδενὸς ἀξίων. φασὶ δὲ εἱλκύσθαι τὴν παροιμίαν ἀπὸ τοῦ Δημοσθένει τῷ ῥήτορι συμβάντος. δίκην γάρ ποτε, ὥς φησιν Ἀριστείδης, ἀπολογούμενος, ἧς τὸ τίμημα ἦν, τί χρὴ παθεῖν ἢ ἀποτῖσαι, τοῦ κατηγόρου δεινῶς εἰρηκότος καὶ προσεξειργασμένου, διότι 〈ὁ〉 εὐθυνόμενος οὐδενὶ δικαίῳ, μόνῃ δὲ τῇ Δημοσθένους δεινότητι πέποιθεν, οἱ δικασταὶ μετεωρισθέντες οὐ προσεῖχον τῷ Δημοσθένει, ἀλλ’ ἐθορύβουν κωλύοντες ἀπολογεῖσθαι. καὶ τούτου συμβαίνοντος ἐπὶ πλείονα χρόνον διαλιπόντων ποτὲ μικρὸν καὶ γενομένης βραχείας ἡσυχίας ἄνδρες
ἔφη δικασταί, μικρόν μου χρόνον ἀνάσχεσθε καὶ συγχωρήσατέ μοι λόγον οὐ πάλαι γεγονότα διηγήσασθαι
. τῶν δὲ συγχωρησάντων διὰ τὸ μὴ ὑπολαβεῖν τὸ ὑπ’ αὐτοῦ μέλλον λέγεσθαι νεανίσκος τις
ἔφη τῶν ἐπὶ φιλολογίαν εἰς τὴν πόλιν ἡμῶν παραγεγονότων ὅτε ἀποτρέχειν ἔμελλεν, ἐμισθώσατο ὄνον πρὸς τὸ τὰ σκεύη διακομίσασθαι μέχρι Μεγαρέων. ὑπὸ κύνα δὲ τῆς ὥρας ὑπαρχούσης κατὰ τὸ μέσον τῆς ἡμέρας ἐκκαίοντος τοῦ ἡλίου θερμότερον οὔτε τὸ ὑποζύγιον συνέβαινε θέλειν ὁδοιπορεῖν οὔτε αὐτὸν ἀκολουθεῖν δύνασθαι. καταλύσαντος οὖν τὸ φορτίον τοῦ ὀνηλάτου καὶ τὸν ὄνον στήσαντος ἐκτὸς τῆς ὁδοῦ μὴ δυνάμενος ὑπομένειν τὸ καῦμα ἀλλὰ κακῶς διακείμενος ὑπὸ τὴν τοῦ ὄνου σκιὰν ὑποδὺς μένειν οἷός τε ἦν. τοῦ δὲ ὀνηλάτου ἐκεῖνον μὲν κωλύοντος, ἑαυτῷ δὲ ἐπιβάλλειν λέ γοντος διὰ τὸ καὶ τὸν ὄνον ἴδιον εἶναι καὶ τὴν απ’ αὐτοῦ σκιὰν ὑπάρχειν ἰδίαν — μεμισθωκέναι γὰρ μόνον τὸν ὄνον
ἐπεὶ δ’ ὁ μὲν ταῦτα εἰπὼν κατέβαινεν ἀπὸ τοῦ βήματος, οἱ δὲ δικασταὶ κατεῖχον ἀξιοῦντες τὸ γενόμενον πέρας ἐξηγήσασθαι, ἐπιστραφεὶς ἄνδρες
εἶπεν, ὑπὲρ μὲν ὄνου σκιᾶς βούλεσθε ἀκοῦσαι, ὑπὲρ ἀνθρώπου δὲ κινδυνεύοντος τῷ βίῳ κωλύετε λέγειν;
οὕτω δὲ τοὺς δικαστὰς συγχωρήσαντας ὀρθῶς ὑπὸ τοῦ ῥήτορος ἐπιπεπλῆχθαι λέγειν ἐφεῖναι. ὅθεν τό τε τοῦ διηγήματος εὔστοχον καὶ τὸ τοῦ φρονήματος παρρησιαστικὸν διαμνημονευθὲν παροιμίας ἔλαβε τάξιν. ~ Δ
αἰτιῷτο τὴν τύχην κτλ.] ὡραῖον. ~ Γ
κενὴν καὶ μακαρίαν] κενὴ μακαρία ἡ κατὰ τους ὕπνους τισὶν ἐγγινομένη εὐδαιμονία τοιαῦτα τοῖς ὀνειρώττουσιν ἐμποιοῦσα τὰ εἰς τρυφὴν καὶ εὐετηρίαν, ὅσα ὁ παρὼν διέξεισι λόγος. διὸ καὶ μακαρία μὲν ὅσον ἐπὶ τῷ ὕπνῳ τὴν ἀπόλαυσιν ὑποβαλλομένη, κενὴ δὲ ὅτι μηδ’ ὅλως μηδὲν ἑστὸς ἔχει καὶ βέβαιον, ἀλλὰ μετὰ τοῦ ὕπνου καὶ τὴν εὐημερίαν ἀφίπτασθαι. τοιοῦτο καὶ τὸ τοῦ θεολόγου Γρηγορίου
καὶ ἐπενόεις οὐδὲν κτλ.] σημείωσαι. ~ V
φασὶ τὴν Μήδειαν κτλ.] σημείωσαι. ~ EV
γεωμετρία κτλ.] σημείωσαι. περὶ τῆς γεωμετρίας. ~ Γ2
— ] σημείωσαι σφόδρα. ~ V
πρὸ Εὐκλείδου κτλ.] σημείωσαι. ~ V
ἔπειτα ἐς πόσον κτλ.] σημείωσαι. ~ ΓV
ὡς εἴ τις κτλ.] ἀστεῖον. ~ E 5 — ] σημείωσαι. ~ V
τῶν φιλοσοφούντων κτλ.] ὡραῖον. ~ E
τὸ σύφαρ] ἤγουν τὸ δέρμα. ~ V
ἀμελήσαντας τοῦ ὁλκοῦ: ἤγουν τοῦ σώματος· λέγεται γὰρ ὁλκὸς καὶ τὸ σῶμα τοῦ ὄφεως, ἀπὸ τοῦ ἕλκω, λέγεται ὁλκὸς καὶ 〈τὸ〉 ἀπὸ τούτου ἴχνος ἤγουν ἡ κοινῶς συρμή, ὥσπερ ποὺς καὶ τὸ μέρος τοῦ σώματος καὶ τὸ ἀπὸ τούτου ἴχνος. ~ V
πτίττων: ἀντὶ τοῦ πτίσσων, ὅπερ ἐπὶ τοῦ σίτου λέγεται, ὅθεν πτισσάνη τὸ ἔνδυμα τοῦ σίτου. ~ V
οὕτω μὲν κτλ.] σημείωσαι διὰ σύνταξιν. ~ E
ἠγανάκτει λέγων κτλ.] ὡραῖον. ~ ΓV
δεομένους ἐπὶ κτλ.] ὄλεθρε, πάλιν αὐτὸς ἐπὶ τὰ σαυτοῦ. ~ E
Προμηθεὺς εἶ ἐν λόγοις.
μή τις εἰρωνείαν φῇ καὶ μυκτῆρα οἷον τὸν Ἀττικὸν κτλ.] οἷον, φησίν, εἰ καὶ Ἀττικόν με ἐπαινῶν εἶπας τὸν Σύρον καὶ ἐκ Σαμοσάτων· μυκτηρισμὸν γὰρ ἂν ἡγητέον, οὐκ ἔπαινον τοῦτο. ~ EVφSΔ
ἐς τὴν Ἀττικὴν δριμύτητα κτλ.] σημείωσαι. ~ V
Πτολεμαῖος κτλ.] σημείωσαι. ἱστορία ὡραία. ~ V
τοὺς τοῦ διαλόγου ἑταίρους ἐχλεύαζε φροντιστὰς — ἐκείνους ἐπισκώπτειν] ὡς ἐν ταῖς Νεφέλαις
ὁ διάλογος κτλ.] ὥσπερ ὁ Ἀρίστωνος Πλάτων. ~ ΕΔ
παραθεὶς αὐτοῖς κεκαλυμμένα κτλ.] σημείωσαι. ὡραῖον. ~ V
φθεγγόμενον ζῷον] καὶ λάροι οὖν καὶ αἴθυιαι καὶ ἐρ⸤ωδιοὶ⸥ ἄφωνοι, καὶ φωνητικὴ καὶ ⸤ἄφωνος⸥ μόνη ἡ ἀλκυών. ~ ⸤Γ2⸥
ἀλκυόνων προσαγορευομένας ἡμέρας] ἀλκυονίτιδας ἡμέρας καὶ ἀλκυονίδας. ~ φ
ταῖς εὐδίαις κτλ.] ὡραῖον. ~ Γ
ἡμεῖς τῶν δυνατῶν κτλ.] σημείωσαι. ~ Γ
νεογιλός: ἀντὶ τοῦ νεογνός. ~ CV
ἐνθυμηθέντι γὰρ κτλ.] ὡραῖον. ~ Γ
γυναιξί* τ’ ἐμαῖς Ξανθίππῃ τε καὶ Μυρτοῖ] ὅτι δύο γυναῖκας εἶχεν ὁ Σωκράτης, Ξανθίππην καὶ Μυρτώ. ~ VCS
οὐκ ἐγὼ ’λέγον] κρᾶσις τοῦ ω̄ καὶ τοῦ ε̄ εἰς τὸ ω̄, τοῦ ἐγώ καὶ τοῦ ἔλεγον. ~ VΔ
κεροιάκων*] τὰ νῦν κάροια λεγόμενα παρὰ τοῖς ναυτικοῖς, ἃ καὶ κρίκους καλοῦσιν οἱ παλαιοί. ~ VΔ
τὸ παράσειον*] τὸ καρχήσιον. ~ V
τίς* αὕτη; μὴ ὀκνήσῃς εἰπεῖν κτλ.] ὡς μόνου ἀπορρήτου ὄντος τοῦ τὰ μυστήρια ἀμυήτῳ ἐξειπεῖν. τοῦτο οὖν αὐτοῦ ἀποκλείοντές φασιν ὡς οὐκ ἐξόν σοι οὐδὲν πρὸς ἡμᾶς ἔχειν ἀπόρρητον, εἴ γε καὶ δεῖ τοὺς ἄλλους ἀποκρύπτειν, ἐν ἀκινδύνῳ σοι τὰ πρὸς ἡμᾶς ἐκφέρειν καθίσταται· μεμυήμεθα γὰρ καὶ αὐτοὶ καὶ τοῦτο δὴ τὸ τῶν τραγῳδῶν πρὸς οἰκεῖον χορὸν ἐρεῖς
. ~ VΔ
κενὴν* μακαρίαν] οὐ μόνον τὰ ὕπαρ ἐνθύμια ἀλλὰ καὶ τὰ ἐν ὕπνῳ κενὴ λέγεται μακαρία. ~ ΔC
μισθοφορίαν] ναυτικά. ~ V
ἐς Αἴγιναν* κτλ.] ἑορτὴ ἐν Αἰγίνῃ. ~ V
ὑπερμαζᾷς* κτλ.] λέγεται τοῦτο ἐπὶ τῶν ἀπὸ τῆς ἄγαν πενίας ἀρξαμένων πλουτεῖν, ἔπειτα σοβαρόν τι τοῖς συνήθεσι τέως ἐνορώντων καὶ ὑπεροπτικῶν· ὅθεν καὶ ὑπερμαζᾶν λέγεται ὡς μὴ πλέον μάζης πρὸ τοῦ εὐπορηκότων. ταύτῃ καὶ τὸ ἐπιφερόμενον ἔταξε λόγιον καὶ αὐτὸ ἐπὶ τῶν κούφως φερομένων καὶ ἀλαζόνων, φημὶ τὸ μὴ εἰς τὸν κόλπον πτύειν
, οὓς καὶ διὰ τοῦτο ἡ συνήθεια μακροπτύστας σκωπτικῶς ὀνομάζει. ~ VC
νεκρόν τι ἄλλο παιδίον*] Μελικέρτην φησὶ τὸν τῆς Ἰνοῦς παῖδα, ἐπιδιώκοντος τοῦ Ἀθάμαντος αὐτήν. ~ VΓ
Σισύφιόν* τι βάρος] τὸν γὰρ Σίσυφον πέτρον ἐν Ἅιδου ἀνοχλίζειν ὁ μῦθος ποιεῖ. ~ ΔV
τάριχος μὲν ἐξ Ἰβηρίας*] τῆς κάτω Ἰβηρίας τῆς πρὸς τὰ Γάδειρα λέγει — πολλὰ γὰρ ἐκεῖθεν ἰχθυηρὰ ταρίχη
οἶνος* δὲ ἐξ Ἰταλίας] ὃν Φάλερνόν φασι. ~ V
ἀπομεμαγμένην κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
ἐφίππιον*] τὴν ἀστράβην φησὶν ἤτοι τὴν ἐφεστρίδα, ἢν νῦν σέλλαν φασί. ~ VCφΔ
Ἀντίπατρόν* τινα ἐπὶ τῆς Ἑλλάδος ἔασον] Ἀλεξάνδρου τοῦτο τῆς ἱστορίας· κἀκεῖνος γὰρ περαιούμενος τὸν Ἑλλήσποντον ἐπὶ τῆς Εὐρώπης Ἀντίπατρον ἀντ’ αὐτοῦ καταλείπει. ~ VφΔ
ἐξστάδιος*] ἓξ σταδίων· εἴρητο
δειπνῆσαι ἐν Ἰταλίᾳ κτλ.] ὡραῖον. ~ Γ
παρακεκινηκότα* τὴν γνώμην] οἷον μωραίνοντα. ~ V
τὴν ἀριστερὰν* πεφορτισμένος] ἐπὶ τῆς ἀριστερᾶς δακτυλιδιοφοροῦσι. ~ VΔ
Ἐν τούτοις τοῖς διαλόγοις διαπαῖξαι βούλεται τὰ παρὰ τῶν Ἑλλήνων περὶ τοῦ Ἅιδου λεγόμενα καὶ διὰ τοῦτο νεκροὺς εἰσάγει πρὸς ἀλλήλους διαλεγομένους· ὅθεν καὶ νεκρικοὺς αὐτοὺς ὠνόμασεν. ~ ΓRVΩ
⸢Ὁ Τυνδάρεως εἶχε τὴν Λήδαν γυναῖκα. ταύτῃ εἰς κύκνον ὁ⸣ Ζεὺς ⸢μεταβληθεὶς⸣ συνε⸢γένετο, καὶ ἔσχ⸣εν ἐκείνη ⸢ἀπὸ
Πολύδευκες] ⸢Κάστωρ καὶ Πολυ⸣δεύκης ἄμφω μὲν ἤστην υἱοὶ Διὸς δίδυμοι ἐκ Λήδας τῆς Λακαίνης θνητότητα καὶ ἀθανασίαν τῷ ⸢τοῦ γένους διαφό⸣ρῳ κεκληρωμένοι. ὑπερβολῇ δὲ φιλοστοργίας μ⸤ὴ ἂν ἐκτὸς⸥ ἀλλήλων διάγειν προῃρημένοι μηδέ ⸢τὸν μὲν τοῖς τεθν⸣εῶσι τὸν δὲ τοῖς ἀθανάτοις συμπαρεδρεύειν ἀνεμερί⸤σαν⸥το σφίσιν αὐτοῖς τὸ τοῦ γένους ⸢δεδωρημένον, ὡς⸣ ἂ⸤ν ἑτερή⸥μεροι ὁ μὲν τὰ θνητῶν ὁ δὲ τὰ τῶν ζώντων ⸢περιπολεύοι, ἄλλως τε καὶ σωτῆρες ἀνθρώποις, ὡς ὁ μῦθός φησι, κατακεχωρισμένοι. ἐπεὶ δὲ ταῦτα, διὰ τοῦτό ἐστιν ἐνταῦθα πρὸς Πολυ⸤δεύκην⸥ ὁ λόγος ὡς δῆθεν αὐτοῦ τὸ τηνικάδε λαχόντος τὸν ὑπὲρ γῆς τόπον περινοστεῖν⸣. ~ ⸤B ⸥⸢V⸣φΝΩ
Κράνιον*] Κράνειον Ἡρωδιανὸς ἐν τῇ ιγ′
Ἑκάτης* δεῖπνον κτλ.] ⸢τῇ Ἑκάτῃ δεῖπ⸤να⸥ ἐτίθετο ὑπὸ τῶν παλαιῶν ἐ⸤πὶ τῶν⸥ τριόδων καθάρσια τ⸤υχὸν⸥ ταῦτα τῶν⸣ ζών⸢των, τινὰ δὲ⸣ καὶ ὠ⸢μὰ καὶ ἀκατασκεύαστα⸣. τ⸤ῷ ⸢μὲν οὖν⸥ λόγῳ τῇ δαί⸣μον⸢ι ταῦτα ἀνε⸤ῖτο⸥⸣, ἔρ⸥γῳ δὲ τῶν ἀπορούντων⸣ εἰ⸢ς ε⸤ὐπορίαν⸥· τί γὰρ⸣ ἂν καὶ ⸢δαίμων ἐκ
— ] κατασκευάζοντες τῇ Ἑκάτῃ δεῖπνα ἐν ταῖς τριόδοις ἔρριπτον μὴ γευόμενοι αὐτῶν. οὗτος οὖν καταγελῶν αὐτῶν ἐπιτρέπει καὶ ἐξ αὐτῶν ἐνεγκεῖν. ~ ΓRΩ
ὅπως δὲ εἰδ⸢ῶ: ἐλλει⸣πτικῶς κἀν⸢τ⸤αῦθα, ὡς⸥ πολλάκις εἴρηται, ἡ φ⸤ράσις ἔχει⸥ τοῦ φράσον, οἷον⸣ ὅπως ⸤δὲ ⸢εἰδῶ,⸥ φράσον⸣
. ἔστι δὲ ⸢Ἀττ⸤ικὸν ὁμοῦ⸥⸣ τοῦτο ⸢καὶ ἀφελές⸣. ~ V⸤B⸥MNΩ
ἀναπεπταμένον*] ἡπλωμένον. ~Γ κέρατα* κτλ.] ⸤διὰ⸥ τὸν ⸢κερατίνην λόγον⸣ ⸤καὶ⸥ τὸν κρο⸢κοδειλίτην ⸤τ⸥αῦ⸣τα δαπα⸢ίζει⸣. ~ Γ⸤Β⸥R⸢V⸣MNΩ
ὀβολὸν κτλ.] ὡραῖον. ~ Γ
ὀβολόν*] ὀβολὸς ἐβ⸢άλλετο ἐν τῷ στόματι τοῦ νεκροῦ ναῦλον τῷ διακομίζοντι Χάρωνι⸣. ~ ΓR⸢V⸣Ω
— ] ⸤ἐτίθε⸥σαν γὰρ Ἕλληνες ⸤ἐν τοῖς⸥ τῶν τεθνεώτων στό⸤μασιν⸥ ὀβολόν, τὸ ναῦλον δῆθεν τοῦ ⸤Χάρ⸥ωνος. ~ BMN
⸢Πορθμεύς ἐστιν ὁ δι⸣αβιβάζων ἐν ταῖς λίμναις ⸢τοὺς πλέντας⸣. νῦν δὲ πορθμέα λέγει τὸν Χάρωνα ὡς διαβιβά⸢ζοντα τοὺς⸣ νεκρούς. ~ Γ⸢V⸣ΜUΩ
ὀναίμην*] ὠφελοῦμαι. ~ Γ
— ] ὠφελοίμην. ~ V
— ] ὠφεληθείην. ~ MΩ
ὑπερεκτίνειν* τῶν νεκρῶν] ὑπὲρ τῶν νεκρῶν διδόναι. ~ ΓVφΜΩ
θέρμους*] ⸢ταῦτα γὰρ ἦν ὁ Διογ⸣ένης ⸢δηλώσας αὐτῷ, ἵνα ἐνέγκῃ⸣. ~ Γ⸢V⸣φUΩ
παροικοῦντα] πλησίον οἰκοῦντα. ~ M
περιέχονται*] ἀνέχονται. ~ Γφ
Λυδῶν κτλ.] Λυδὸς ὁ Κροῖσος, Φρὺξ ὁ Μίδας, Ἀσσύριος ὁ Σαρδανάπαλος. ~ R
πρὸς τῆς Στυγός] τὸ τῆς Στυγὸς ὕδωρ ὅρκον φασὶ θεῶν καὶ κυρίως ἐν Ἅιδου εἶναι τοῦτο. διὸ καὶ νῦν τοῦτο αὐτὸν τὸν Κέρβερον ὥρκωσεν. ~ B
διαμέλλοντα*] βραδύνοντα. ~ Γ
ξενάγησόν με] ἀντὶ τοῦ ὁδήγησον ἐμὲ τὸν ξένον. ~ M
Ὑάκινθος* κτλ.] ἐρώμενοι τοῦ Ἀπόλλωνος. ~ ΓRφMΩ
Νιρεύς*] τούτου Ὅμηρος
Τυρώ*] ταύτης ἠράσθη ὁ Ἀπόλλων. ~ ΓRΩ
Λήδα*] ταύτης ἠράσθη ὁ Ζεύς. ~ ΓRΩ
περιήγησαι] περιεκτικῶς διήγησαι, τουτέστι κατὰ περιεκτικὴν πάντων διήγησιν. ~ M
τὸν βασιλέα*] τὸν Πλούτωνα. ~ ΓφM
ἀμενηνά*] ἀσθενῆ. ~ Γ
Σαρδανάπαλον*] λέγεται ὁ Σαρδανάπαλος κατὰ τινὰς μὲν ἑρμαφρόδιτος, κατὰ τινὰς δὲ τρυφερώτατος. ~ ΓCΩ
κεφαλαὶ* τοκήων] νόμος ἦν οὗτος Πυθαγορείοις, ὅτι τὸ
ἐγκρυφίας*] ἄρτος ὁ ῥυπαρώτατος. ~ Γ
ἐξηνθηκώς*] ἐκβράσας. ~ Γφ
κόρυζα*] μωρία· τῶν γὰρ ἀνοήτων ἐκ τῶν ῥινῶν μύξαι ῥέουσιν. ~ ΓφΩ
ἅπαντες φαλακροί*] οἱ γὰρ νεκροὶ τὰς τρίχας οὐκ ἔχουσιν. ~ ΓΩ
τοὺς ἐν Σικελίᾳ τυράννους*] τοὺς Διονυσίους λέγει· ἀπῆλθε γὰρ πρὸς αὐτοὺς ὁ Πλάτων. ~ ΓφΩ
Χαρμίδης κτλ.] εἰς τὴν φιλοκαλίαν ἀποσκώπτει τὴν Σωκράτους. ~ B
ὁ τοῦ Κλεινίου*] Ἀλκιβιάδης. ~ Γ
ὕδωρ* — ἐλλέβορον*] λέγεται γάρ, ὅτι ὁ ὑπὸ κυνὸς λυσσῶντος δηχθεὶς δειλιᾷ τὸ ὕδωρ. ~ ΓCφΩ
οὔτε διψῆν — οὔτε πεινῆν* δεῖ] τουτέστιν οὐ συντελοῦμεν οὐδὲ μετέχομεν τοῦ διψᾶν. ~ ΓMΩ
ἀγαπᾶν*] ἀρκεῖσθαι. ~ Γ
Φινεύς*] ὁ μὲν Φινεὺς τυφλὸς ἦν, ὁ δὲ Λυγκεὺς πάνυ ὀξέως ἔβλεπεν. ~ ΓCφMΩ
— ] ⸤Ἀρ⸥κὰς μὲν ὁ Φινεὺς καὶ ⸤π⸥ερὶ Στύμφαλον κατοικῶν· ⸤ιιὧ⸥ καὶ αἱ Ἅρπυιαι τὰ δεῖπνα σινόμεναι πρὸς τοῦ Ἀλ⸤κ⸥μήνης Ἡρακλέους ἐξετο⸤π⸥ίσθησαν. Ἀθηναῖος δὲ ὁ
ἐπάλξεσιν*] ἔπαλξίς ἐστιν ὁ προμαχεὼν τοῦ τείχους. ~ ΓR
διαφέρεσθαι*] φιλονεικεῖν, μάχεσθαι. ~ ΓR
Μηδείας*] δρᾶμα Εὐριπίδου ἡ Μήδεια, ἐν ᾧ λέγει ἡ Μήδεια ὡς [250] τρὶς ἂν παρ’ ἀσπίδα
~ R
στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
βλᾶκα*] βλὰξ ὁ ἀνόητος ἐνταῦθα. ~ BφMNΩ
ὄρνεα: Πρόκνη καὶ Φιλομήλα. ~ R
δένδρα: ἡ Δάφνη. ~ R
θηρία: ἡ θυγάτηρ τοῦ Λυκάονος ἡ Καλλιστώ. ~ R
Λυκάονος θυγατέρα] τὴν Καλλιστὼ λέγει. ~ M
Τροφώνιε καὶ Ἀμφίλοχε] ὁ μὲν Τροφώνιος ἐν Λεβαδεᾳ τῆς Βοιωτίας, καθ’ ὃ νῦν ἐπὶ λόφου τὸ μαρτύριον Χριστοφόρου τοῦ ἱεροῦ μάρτυρος, τὸ αὑτοῦ συνεστήσατο χρηστήριον πρὸς τῇ συναγκείᾳ τῶν ἐκεῖ πετρωδῶν λόφων, ὁ δὲ Ἀμφίλοχος ἐν Κλάρῳ τῆς κάτω Ἀσίας οὐ πόρρω πολὺ τῆς Μιλήτου. ~ BMNΩ
— ] Τροφώνιος καὶ Ἀμφίλοχος ἥρωες ὄντες ἐμαντεύοντο. λέγουσι δέ, ὅτι οἱ τόποι, ἐν οἷς ἐτάφησαν, ἐπέμειναν μαντευόμενοι. ~ ΓRφΩ. ὁ δ’ ἐθέλων τε καὶ δυνάμενος ἁβρὰ πάσχειν τὰν Ἀγαμήδεϊ Τροφωνίῳ
ὁ δὲ τὴν περὶ ταῦτα φράσιν συντάξας λέγει οὕτως. ~
Λεβαδείᾳ*] ὁ τόπος, ἐν ᾧ ἐμαντεύοντο. ~ ΓRφΜ
ἐσταλμένος κτλ. ] τοιούτῳ γὰρ ἐκέχρηντο τρόπῳ οἱ θέλοντες εἰς Τροφωνίου μαντεύεσθαι. ~ ΓRφΩ
— ] τοῦτο γὰρ οἱ εἰς Τ⸤ροφω⸥νίου μαντευό⸤μένοι⸥ μένοι⸥ ἐποίουν. ~ ⸤Β⸥N
νεκρὸς* εἶ] παρ’ ὑπόνοιάν ἐστιν· ὀφείλων γὰρ εἰπεῖν τί μαντεύῃ;
εἶπεν ὅτι νεκρὸς εἰ
. ~ ΓφΜΩ
χρᾶ*] μαντεύεται. ~ ΓRM
Ἄμμωνος*] Ἄμμων ἐν τῇ Λιβύῃ καλεῖται ὁ Ζεύς. πρὸς τοῦτον ἀπῆλθεν Ἀλέξανδρος μαντείαν λαβεῖν, καὶ ἀποκριθεὶς Ἄμμων εἶπεν υἷός μου εἶ
. ~ ΓCφMUΩ
συνηνέχθης*] συνανεστράφης. ~ ΓMΩ
τοξάρια*] μικρὰ ἀκόντια. ~ ΓMΩ
πελτίδια*] μικρὰ σκουτάρια. ~ ΓMΩ
— ] μικρὰ ἀσπιδίσκια. ~ φ
γέρρα οἰσύινα*] πλεκτὰ ἀπὸ οἰσύας. οἰσύα δέ ἐστι φυτόν, ἀφ’ οὗ πλέκονται τὰ καλάθια. ~ ΓUΩ
⸤γέρρα οἰσύι⸥να: οἰσύα γένος τι ἰτέας, ⸤ἀφ’ ἧς⸥ ἔπλεκον τὰ κανᾶ. ἐκ τούτων ⸤δὲ καὶ τὰ⸥ γέρρα. σκεπαστήρια ταῦτα ⸤πολε⸥μικά, οὐ κυκλοτερῆ δὲ ὡς αἱ ἀ⸤ ἀ⸤σπίδες⸥ ἀλλὰ τετράγωνα, καὶ οὐδὲ ⸤ταῖς π⸥αρατάξεσιν ὑφ’ ἑκάστου στρα⸤τιώ του⸥ φερόμενα ὡς αἱ ἀσπίδες ἀλλὰ τ⸥οῖς σταθμοῖς καταπηγνύμενα ⸤ἢ εἴπ⸥ερ ἄρα ἐξόπισθεν τῆς παρα⸤τάξεως⸥ τάξεως⸥ ὡς σκέπη ἐσόμενα τῇ ⸤στρατ⸥οπεδείᾳ ἀπὸ τῶν ἀπὸ τῆς παρα⸤τάξεως⸥ φερομένων βελῶν. ~ ⸤B⸥ N
μύριοι μετὰ Κλεάρχου] τούτων μέμνηται ἐν ταῖς Ἀναβάσεσι Ξενοφῶν. ἀνέβησαν δὲ μετὰ τοῦ μικροῦ Κύρου κατὰ Ἀρταξέρξου τοῦ ἀδελφοῦ αὐτοῦ. ~ ΓUΩ
οὐ διασπάσας κτλ.] οὐ διασχίσας. λέγεται γάρ, ὅτι ὁ Φίλιππος χρήματα παρέχων στάσεις ἐνέβαλεν ἐν ταῖς πόλεσιν. ~ ΓφMUΩ
προδοσίαις ὠνούμενος] ⸤εἰς⸥ Φίλιππον ἀποσκώπτει ⸤χρήμασι π⸥ολλοῖς κατεστρατηγη⸤κότα κότα τοὺς ἀν⸥τιπάλους. ~ ⸤B⸥
κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ ΓMUΩ
— ] κάνδυς 〈ἱμάτιον Περσικόν〉. ὅμοιον τοῦτο χλαμύδι, εὐρυχωρότερον δέ. καὶ οὐ πρὸς τὸν ὦμον ἀνοιγόμενος ὁ κάνδυς οὐδὲ τὴν περόνην ἐς κόρακα ἀνατείνων, ἀλλὰ κατὰ τὸ ἔμπροσθεν συναγόμενος καὶ πρὸς τὸ στέρνον τὴν περόνην ἐπαναπαύων, ᾧπερ καὶ νῦν ὁ βασιλεὺς καὶ οἱ πατρίκιοι κατὰ τοὺς ἐφεστίους χρηματισμοὺς εἰώθασι χρῆσθαι. ἡ δὲ τιάρα ὀξύ τι περίβλημα κεφαλῆς, ὃ πάντες ἔφερον Πέρσαι οἱ ἄλλοι μὲν πλάγιον, ὄρθιον δὲ βασιλεὺς μόνος. ~ BΝ
νῦν* μὲν κτλ.] ἀλλὰ καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ, θεοὶ ἀναμφίβολοι, ὡς ὁ μῦθος βοᾷ, τέτρωνταί τε καὶ αἵματι διαρρέονται. ~ B
ἐπικερτομοῦντας*] ἐπισκώπτοντας, ἐπιχλευάζοντας. ~ Γ
μυδῶντα*] σεσημμένον, ἐκρέοντα. ~ Γ
τὰ μεγάλα θηρία] τοὺς ἐλέφαντας λέγει. ~ φMΩ Ω
καὶ τοῦτο ἀγαθὸν ἡγεῖτο] τοῦτο οὐκ ἔξω τοῦ εἰ⸤κότος⸥
Κλεῖτον — Καλλισθένην] Κλεῖτον τὸν σωματοφύ⸤λακα⸥, λακα⸥, ὃν μεταξὺ εὐωχού⸤μενος διέ⸥πειρε τῷ δόρατι, Κ⸤αλλι⸥σθένην δὲ τὸν φιλόσοφ⸤ον, ον, ὅς⸥ λέοντι συγκαθ⸤ειρχθεὶς⸥ ὑπὸ Ἀλεξάνδ⸤ρου⸥ διεφθάρη. ~ ⸤ ⸤B⸥φΩ
ἀκέστραν*] ⸤ἀκέ⸥στρα ἡ βελόνη ἡ μείζων, ⸤ἣν ν⸥ῦν σακκοράφιον κα⸤λοῦ⸥σιν. ἀκέστρα δὲ παρὰ τὸ ἀκεῖσθαι ⸤ἤτοι⸥ συρράπτειν τὰ διερρωγό⸤τα τῆς⸥ ὀθόνης. τοῦτο δὲ καὶ ἠπή⸤τιόν τιόν φασιν⸥, ἐπεὶ καὶ ἠπήτρια καὶ ἠ⸤πητὴς⸥ καὶ ἀκέστρια καὶ ἀκεστής, ⸤οὓς ν⸥ῦν ῥάπτας καλοῦσι. χρὴ ⸤δὲ εἰδ⸥έναι, ὡς οἱ παλαιοὶ γυναιξὶν ⸤ἐχρῶν⸥το εἰς ταύτας τὰς ἐργασίας, ⸤καθ⸥ὰ καὶ νῦν Σκύθαι. ~ BCφMNΩ
παραλογιζόμενον*] παραψηφίζοντα. ~ ΓMΩ
ἐξῳδηκώς*] φυσηθείς. ~ ΓΜΩ
ἐλπίζει] ἀντὶ τοῦ ἐπελπίζει ἤγουν εἰς ἐλπίδας ἐμβάλλει. ~ φMΝΩ
Ὀϊλέως] ὁ τοῦ Αἴαντος πατὴρ τοῦ Λοκροῦ, ὃς ἱστόρηται ὑπέργηρως τελευτῆσαι. ~ φNΩ
ἀμέλησον] τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ὑπόμεινον. ~ CMNΩ.
παρὰ πάντα τὸν χρόνον*] κατὰ πάντα. ~ ὁπόσας παρὰ τὸν βίον εὐθύνας δέδωκα
ἀντὶ τοῦ κατὰ τὸν βίον
. ~
ἄνω — ποταμῶν*] παροιμία ἐστὶ λεγομένη, ὅτε τὰ ἐναντία τῶν ὀφειλόντων γίνεται, ἄνω ποταμῶν χωροῦσι πηγαί
νῦν* — ἡ ἅμαξα τὸν βοῦν] ⸤παρο⸥ιμία τῇ ἀνωτέρω ὁμοία ⸤τῇ ἄνω ποταμῶν
. λέγονται ⸤δὲ ἄμφ⸥ω ἐπὶ τῶν παρὰ τὴν φύσιν ἀ⸤νεστρ⸥αμμένων τὴν τάξιν· ⸤οὔτε⸥ γὰρ τοῖς ποταμοῖς ἄνω καὶ ⸤κατὰ τῶν⸥ πηγῶν φέρεσθαι φύσις ⸤τὸ ῥε⸥ῖθρον οὔτε τοὺς βόας ἡ ⸤ ⸤ἄμα⸥ξα ἕλκει ἀλλ’ ἔμπαλιν. ~ ⸤B⸥CφMΩ. ὁ νεβρὸς τὸν λέοντα
. ~
— ] παροιμία λεγομένη ἐπὶ τῶν γινομένων ἐναντίως πραγμάτων. ~ R
ἀποσμυγέντες*] καταγελ⸥ασθέντες. ~ Γ⸤ Γ⸤B⸥
RφΩ — ] ὡραῖον. ~ Γ
Τιθωνόν*] τὸν Τιθωνὸν ἄνθρωπον ὄντα ἥρπασεν ἡ Ἡμέρα καὶ φιλοῦσα αὐτὸν ἐποίησε πολυχρόνιον. ~ ΓRMΩ
— ] τούτῳ τῷ Τιθωνῷ τὴν Ἡμέραν ὁ μῦθος ἐρωμένην ἀποφήνας καὶ πρὸς γάμον συναρμόσας ἐπὶ τὸ μήκιστον τοῦ χρόνου παρέλκει τὸ ζῆν. ~ B
ἐπίτομόν* τινα ὁδόν] ὁδὸν σύντομον. ἐπιεικῶς*] πάνυ. ~ ΓΜ
ὁ νεβρὸς τὸν λέοντα] παροιμία. ~ ΓMΩ.
— ] καὶ αὕτη ἡ παροιμία ὁμοία ταῖς ἀνωτέρω. ~ φ
— ] καὶ αὕτη ὁμοία ταῖ⸤ς ἀνωτέρω⸥ δυσὶ παροιμίαις· ⸤ ἀναστρο ⸥φῆν φυσικῶν εἰς⸤ ⸥παρὰ τὸ προσἧκο⸤ν πρα⸥γμάτων. ~ ⸤B⸥
κατασοφισθείς*] ἀπατηθείς. ~ ΓΩ
τράπεζα ὑπὲρ τὰς* ἐν Σικελίᾳ] διατεθρύλληται τοῦτο ὡς ἐν παροιμίᾳ Σικελικὴ τράπεζα
. λέγεται δὲ καὶ τρυφῆς Συβαριτικῆς ἀπὸ τῆς ἐν Ἰταλίᾳ πόλεως τῆς Συβάρεως. ~ R
⸤ὁ Φάω⸥ν, ὡς λέγουσι, γέρων ⸤ὢν⸥ διεβίβασε τὴν Ἀ⸤ φροδί⸥την. καὶ ἡ Ἀφροδίτη ⸤ἐρασ⸥θεῖσα αὐτοῦ, ἐπειδὴ ⸤ ⸤γέρων⸥ ἦν, μετέβαλεν ⸤αὐτὸν⸥ εἰς νεώτερον. ~ Γ⸤B⸥RCφΩ B ⸥RCφ Ω
Κόδρου* δὲ εὐγενέστερος] Μέλανθος Πύλιος ὢν ἀπὸ Πύλου — νῆσος δὲ αὕτη τῆς Πελοποννήσου — εἰς Ἀθήνας ἐλθὼν πολέμου καταλαβόντος ἐμονομάχησε Ξάνθῳ τῷ Βοιωτῷ ὑπὲρ Ἀθηναίων ἐπὶ μισθῷ τῇ βασιλείᾳ τῶν Ἀθηναίων καὶ νικήσας ἐβασίλευσεν. τούτου δὲ υἱὸς ὁ Κόδρος. ~ ΓRφΩ.
ἔπιπλα*] τὰ ἐλαφρότατα τῶν κτημ⸤άτων⸥ οὕτω φασὶ παρὰ τὸ ἐπιπολά⸤ζειν⸥. ~ ⸤B⸥CφMNΩ
ἀποβάθραν*] κλίμακα, δι’ ἧς ἐπὶ τὸ πλοῖον ἀναβαίνουσι. ~ R
ἔμβαινε κτλ.] βαβαί· μεταξὺ π⸤αι⸥διᾶς καὶ σκωμμάτων ⸤οἷα⸥ ἡμῖν σπουδαῖα π⸤αι⸥δεύματα παρατίθεται ὁ ⸤γενναῖος⸥ οὑτοσὶ καὶ ῥήτωρ ⸤καὶ κωμῳ⸥δὸς καὶ σιλλοποιὸς ἐμ⸤φρόνως⸥ τε καὶ δριμέως τὰ μά⸤ταια τῆς⸥ ἀνθρωπίνης σπουδῆς ἀ⸤ξίως δια⸥σύρων ἐπιτηδεύμα⸤τα⸥. ~ ⸤B⸥ΝΩ
ἐφεστρίδα*] ⸤τὸ⸥ ἐπὶ τοῖς ἱματίοις ⸤ἐπ⸥ίβλημα ἤτοι μαν⸤δύ⸥αν καὶ χλαμύδα καὶ ⸤π⸥όρπην καλουμένην. ~ ⸤B⸥CφΩ
— ] ἐφεστρὶς τὸ φορούμενον ἔξωθεν ἱμάτιον παρὰ τοῖς βασιλεῦσι. ~ R
ἀνεκήρυξεν*] ὡς εὐεργέτην δηλονότι. ~ ΓRφ
ὁ ἔνοπλος] ὁ στρατηγός. ~ φ
ὅσην μὲν τὴν ἀλαζονείαν κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς μοναχοῖς ἁρμόδια. ~ N
πεντηκόντορος*] ναῦς ὑπὸ ν′ ἀνδρῶν κωπηλατουμένη. ~ ΓRΩ
κινάβραν*] κινάβρα ἐστὶ κυρίως ἡ τῶν τράγων δυσωδία. ἐνταῦθα οὖν μεταφορικῶς λέγει δυσωδίαν τὸ πάντας σιαίνειν. ἴσως δὲ καὶ κινάβραν λέγει τὴν πήραν. ~ ΓBRNΩ
ἀντιθέσεις — βαρβαρισμούς*] τὰ ἐν σχήματι προφ⸤ερόμενα⸥ τῷ λόγῳ χάριτος ἕνε⸤κεν ὡς τὸ οἱ δὲ⸥ δύο σκόπελοι
ἢν* ἰδού] εἴρηται πολλάκις ὡς ⸤ἠθικὸν⸥ καὶ ἀφελὲς κατὰ δεῖ⸤ξιν ἐπί⸥φθεγμα. ~ ⸤B⸥Ν
δεδῃωμένος*] πεπορθημένος. ~ ΓR
χαμαιτυπεῖα*] πορνεῖα. ~ ΓR
ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ* σέ
] Ὅμηρος ἢ κούφισόν με ἢ κουφίζω σέ
. αἰνίττεται οὖν ὁ Λουκιανὸς διὰ τοῦ στίχου ὡς τοῦ Ἀριστέου λέγοντος ἢ κούφισόν με ἢ κουφίζω σέ
, τουτέστιν ἢ προκόμισόν με ἢ προκομίζω σέ
. ~ ΓRφΩ
ἀπὸ τῶν ὀνειράτων*] ὅτι οἱ Χαλδαῖοι δι’ ὀνειράτων ἐμαντεύοντο. ~ RBCNΩ
ἀπὸ Σικυῶνος* ἐς Κίρραν] ὅτι καταντικρὺ Κίρρας ἐν τῷ Κορινθιακῷ κόλπῳ ὁ Σικυών. ἡ δὲ Κίρρα ὄρος ὀξὺ ⸤κατὰ τὴν⸥ Φωκίδα, ὅπου νῦ⸤ν τὸ⸥ Χρυσίον φασίν. ~ ⸤Β⸥RφΝΩ
εὖ ἐποίησαν: καὶ τοῦτο Ἀττικὸ⸤ν τὸ⸥ τὴν ἐνέργειαν ⸤ἐπὶ τοῦ⸥ πάθους λαμβά⸤νειν⸥. ~ ⸤B⸥NΩ
— ] τὸ δὲ εὖ ἐποίησαν ἀντὶ τοῦ εὖ ἔπαθον Ἀττικόν. ~ φ
ἐκ κοτίνου*] ἐξ ἀγριελαίου. ~ B
στέγειν*] δέχεσθαι, βαστάζειν. ~ Γ
αἱ τοῦ Δαναοῦ*] Δαναὸς ἔσχε ν′ θυγατέρας. αὗται ἔλαβον ἄνδρας ν′ υἱοὺς τοῦ Αἰγύπτου· αἵτινες ἐν μιᾷ νυκτὶ τοὺς ἰδίους ἄνδρας ἐφόνευσαν καὶ διὰ τοῦτο μετὰ θάνατον κατεδικάσθησαν εἰς τετρημένον πίθον ἀντλεῖν, ἵνα τοῦτον γεμίσωσιν. ~ ΓRφΩ
καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης] καὶ αὑτὸν ᾐτιᾶτο τῆς τόλμης. ~ φ
κυμβία*] κυμβίον εἶδος ποτηρίου παραπλησίως τῷ σχήματι πλοίῳ καὶ καλεῖται κύμβη. ~ R
— ] κυμβίον εἶδος περικεφαλαίας καὶ ἐκπώματος. ~ M
ἀμφότεροι* διαπαρέντες] ⸤σημείωσαι τὸ σχῆμα⸥· ὤφειλε γὰρ ἀμ⸤φοτ⸥έρων διαπαρέντων. ~ ⸤B⸥RφΜΩ
σάρισσαν*] λόγχην Μακεδονικήν. ~ ΓRCφM
— ] ⸤τὸ ἐ⸥ν τῇ συνηθείᾳ ⸤μέ⸥ναυλον. ~ ⸤B⸥RCφΝΩ
ἀκροποδητί*] ἄκροις ποσίν. ~ ΓM
ξεναγός*] ὁ ξένους στρατιώτας συνάγων καὶ μισθῶν αὐτοὺς εἰς τὸν πόλεμον τῷ βουλομένῳ. ~ ΓRφΩ
ἥτις μου κατεδίκασεν] εἰς τὴν Ἀθηνᾶν ἀποτείνεται· αὕτη γάρ, ὡς λέγουσιν, ἐποίησεν αὐτὸν ἡττηθῆναι. ~ ΓRΩ
ἀπέκτεινα μιᾶς ἡμέρας κτλ.] σημείωσαι. ~ V
πατρῴαν* ἀρχὴν παραλαβών] ⸤ἀλλὰ καὶ σύ, Λίβυ, Ἀμίλκα τοῦ καὶ Βάρκα πατρὸς τὴν⸥ παρασκευὴν τοῦ πολέμου παραλαβών, ἃ κατειργάσω, εἰργάσω. ~ ⸤B⸥Ν
Ὅμηρον ὥσπερ οὗτος ἐρραψῴδουν] ἐφρόνει γὰρ Ἀλέξανδρ⸢ος⸣ μέγα ἐπὶ τῷ ἀπὸ στόματο⸢ς ἀεὶ⸣ προφέρειν τὴν Ἰλιάδα ⸢Ὁμήρου⸣. ~ Β⸢VφNΩ
περιέπων ἀγαπᾶν*] ⸢κατέχ⸣ων ἀρκεῖσθαι. ~ ΓVφΩ
ἐπεὶ δέ μοι κτλ. ] σὺ σωφρονέστερον διε⸤γέν⸥ου,
⸤τοὺς⸥ καιροὺς καθηδυπα⸤θῶν⸥ : ⸢ἀντὶ τοῦ εἰς ἡ⸣δον⸢ὰς⸣ ἀνα⸢λίσκων⸣. ~ ⸤B⸥C⸢V⸣φΝ
οἱ ἄνω] ἀντὶ τοῦ οἱ ἐν τῷ βίῳ ἄνω. δοκεῖ γὰρ ὁ Ἅιδης κάτω εἶναι. ~ Β
ἑταιρικὴ* μὲν ἡ παραίνεσις] ⸤φ⸥ιλικὴ καὶ ⸢ἀπὸ ⸤ἑ⸣τ⸥αίρου. ~ ⸢V⸣⸤B⸥M
οὐκοῦν* κτλ.] ⸢τῆς Κόρης ἤτοι⸣ τῆς Φερσε⸢φόνης ὁ λόγος⸣ οὗτος δεομένης ⸢ὑπὲρ Πρω⸣τεσιλάου. ~ ⸢V⸣BφNΩ
οὐ καλλίων σοι δοκῶ;] ⸤Ὅμη⸥ρος
⸢Ἐν τοῖς πρώτοις τούτων διαλόγοις τῶν ἐν τῷ Ἅιδῃ λεγομένων γίνεσ⸣θαι καταγε⸢λῶν νεκροὺς εἰσήγα⸣γε πρὸς ἀλ⸢λήλους διαλεγομένους⸣· ἐντεῦθεν ⸢δὲ τὰ ἐν θαλάττ⸣ῃ μυθευό⸢μενα διαπαί⸣ζει. ~ ΓR⸢V⸣Ω
Γαλάτεια*] ⸢λέγεται τῆς Γαλα⸣τείας ὁ Κύκλωψ ⸢ἐρᾶν. ὁ δὲ⸣ Κύκλωψ υἱὸς ⸢ἦν Ποσειδῶνος, π⸣οι⸢μὴν τὴν τέχνην, ἕν⸣α ἔχων ⸢ὀφθαλμὸν ἐ⸣πὶ τοῦ μετώπου, ⸢τὴν θέαν πά⸣νυ ἄγριος. ~ ⸢V⸣Γ
σιτούμενος τοὺς ἐπιδημοῦντας*] ἐλέγετο γὰρ καὶ ἀνθ⸢ρωποφάγος⸣ εἶναι. Ὅμηρος [ι 292 sq.] εἰσάγ⸢ει αὐτὸν ἐκ⸣ τῶν Ὀδυσσέως ἑταίρων ⸢ἐσθίοντα⸣. ~ Γ⸢V⸣Ω
ἐναυσάμενος] ἅψας καὶ ἐναισάμενος. ~ V
ἐμαυτοῦ* ἦν] ἐμαυτῷ ἤμην. ~ ΓV
ἐξέθορες*] ἐξεπήδησας. ~ Γ
μόνος κτλ.] ⸢ὁ Ἀλφειὸς π⸣οταμός ⸢ἐστι Σκελίας⸣, ἡ δὲ ⸢Ἀρέθουσα⸣ Σικελίας πη⸢γή. καί, ὡς λέγου⸣σιν, ὁ Ἀλ⸢φειὸς διὰ θαλά⸣σσης ⸢παρερχόμενος τῇ Ἀ⸣ρε⸢θούσῃ μίγνυται μὴ μ⸣ιγνύ⸢ων τῇ θαλάσσῃ τὸ ὕ⸣δωρ. πλάτ⸢τονται οὖν οἱ ποιηταί⸣, ὅτι ⸢φιλῶν τὴν Ἀρέθ⸣ουσαν ὁ Ἀλφειὸς τοῦτο ποιεῖ. ~ Γ⸢V⸣Ω
ξυναυλίᾳ] ὅτι συναυλία λέγεται καὶ ἡ συνοικία καὶ ἡ σύμφωνος αὔλησις ἡ ἀπὸ β′ αὐλῳδῶν περαινομένη. ~
ἀλλὰ ὕδωρ κτλ.] λέγουσ⸢ιν, ὅτι ὁ Πρω⸣τεῦς δαίμ⸢ων ὑπῆρχε⸣ θαλάσσιο⸢ς εἰς πᾶν⸣ εἶδος μετα⸢βαλλόμενος⸣. ~ Γ⸢V⸣Ω
⸢Ἀρίων ὁ ἀπὸ Λέσβου κιθαρῳδὸς ἦν ἄριστος. τοῦτον μετὰ πολλῶν πλέοντα χρημάτων οἱ ναῦται τῶν χρημάτων
Μηθύμνης*] πόλις τῆς Λέσβου. ~ ΓVΩ
Ἀρίονα] παρὰ τὰ παρ’ Ἡροδότῳ [Ι 24] καὶ τοῖς λοιποῖς ἅπασιν ἱστορούμενα περὶ Ἀρίονος τὰ παρόντα· ὁ μὲν γὰρ ἐξ Ἰταλίας εἰς Κόρινθόν φησι μετὰ μεγάλων πλούτων τῶν ἀπὸ τῆς μουσικῆς τῆς ἐργασίας ἀναπλέοντα τὰ προκείμενα παθεῖν τὸν Ἀρίονα οὐδὲ ὡς ὑπόκειται. ~ B
ὁ δὲ πλουτήσας κτλ.] σημείωσαι. ~ Γ
παρανέων*] κολυμβῶν. ~ Γ
⸢ἡ Ἰνὼ ἀδελφὴ οὖσα τῆς Σεμέλης ἔθρεψε τὸν Διόνυσον. ὠργίσθη ἐπὶ τούτῳ ἡ Ἥρα καὶ ἐνέ⸣βαλε μανίαν ⸢Ἀθά μ⸣αντι τῷ ἀνδρὶ ⸢τῆς Ἰ⸣νοῦς. ὁ δὲ το⸢ξεύει ἕνα τ⸣ῶν ἑαυτοῦ παίδων ⸢τὸν Λέαρχον⸣. ἀγανακτή⸢σασα δὲ ἡ Ἰ⸣νὼ παρέ⸢βαλεν αὐ⸣τῷ φαγεῖν ἑ⸢ψήσασα⸣ τὸν Λέαρχον. ⸢λυπη⸣θεὶς οὖν ὁ Ἀθάμας ⸢ἐδίω⸣κε τὴν Ἰνὼ ⸢μετὰ⸣ τοῦ ἄλλου αὐτῆς ⸢παιδὸς⸣ Μελικέρτου, οἱ ⸢δὲ φο⸣βηθέντες εἰς θάλασ⸢σαν ἑ⸣αυτοὺς ἔρριψαν ⸢καὶ ἐγέν⸣οντο, ὡς λέγουσιν ⸢οἱ Ἕλλη⸣νες, θαλάσσιοι ⸢δαίμο⸣νες. ~ Γ⸢V⸣Ω
νεανίας γὰρ κτλ.] ὡραῖον. ~ Γ
Δαναός*] τούτων τῶν πεντήκοντα πατήρ. ~ ΓV
ἐξ Ἄργους εἰς Λέρναν*] ⸢ἡ Λέρνα⸣ πηγή ⸤ἐστιν⸥ ἐν Ἄργει ⸢τῆς⸣ Πε⸤λοποννήσου⸥, καθ’ ἥν ⸢καὶ Ἡρα⸣κ⸤λῆς τὴν⸥ Ὕδραν ⸢κατείρ⸣γ⸤ασται, καὶ ⸢μετὰ⸥ το⸣ῦτο ἐξεκάθαιρον ⸤⸢τὰ ἐντό⸣σθια⸥ τῶν ἱερείων ⸢ἐπ’ ⸤αὐτῆς⸥⸣· ἀφ’ ὧν ⸢καὶ συνέ⸣⸤βαινε⸥ τὸ ὕ⸢δωρ⸣ πάνυ διεφθάρθαι ⸢τῇ κόπρ⸣ῳ τῶν ἀπο Λέρν⸣η κακῶν
⸢ἐπὶ τῶν ἄ⸣γαν ῥυπώντων λεγο⸢μένη⸣. ~ ⸢V⸣ ⸤B⸥ CMΩ
ὑδροφορήσεις*] ⸢κατεκρίθησαν γὰρ αἱ Δαναοῦ, ὡς ὁ μῦθός φησιν, ἐν Ἅιδου ὑδροφορεῖν εἰς τετρημένον πίθον, ἀνθ’ ὧν τοὺς Αἰγύ⸣πτου παῖ⸢δας συλλέκτρους⸣ ὄντας διεχ⸢ρήσαντο⸣ οὐκ ἐν δίκῃ. ~ B⸢V⸣Ω
Λητώ*] ⸤φασὶ τὴ⸥ν Λητὼ ⸢ἐκ Διὸς⸣ κυοῦ⸤σαν Ἀ⸥⸢πόλλωνα καὶ Ἄρ⸣τεμιν ⸤καὶ τῶν ⸢ὠ⸥δίνων αὐ⸣τὴν ἐπιλαβ⸢ομένων ⸤γῆς κατὰ⸥⸣ πάσης πλαν⸢ᾶσθαι, ἐφ’ ᾧ⸤τε⸣ τεκεῖ⸥ν, καὶ μηδαμ⸢οῦ τούτου τυγ⸣χά⸤νειν⸥, καθότι προ⸢κατεί⸣λη⸤πτο πᾶ⸥σα⸢ν Ἥρα τὴν γῆν ὅρ⸣⸤κοις⸥ ἦ μὴν μὴ δέ⸢ξασθαι⸣ τὴν ⸤Λητὼ⸥ μηδα⸢μοῦ ἐντεκεῖν⸣· ⸤προσέτι⸥ δὲ καὶ δ⸢ράκοντα⸣ δεινὸν ἐπι⸤στῆσαι ⸢τ⸥ῇ κυούσῃ⸣ τάχιστα δια⸤⸢φθεροῦ⸥ντα⸣ τὰ νεογνά. ⸢ὅθεν ⸤ἡ Δῆλος⸣ ἡ νῆσος τῆς ⸢Σικελίας ⸤ἀπο⸣σπα⸥σθεῖσα ⸢καὶ τέως ὑπο⸤βρύχι⸥⸣ος λανθάνο⸢υσα φερομένη⸣ ⸤ἔστη τε⸥ τῆς ἀ⸢κρίτου φορᾶς κρειτ⸣⸤τόνων ῥοπ⸥ῇ ⸢καὶ τὸν τόκον ὑπέ⸣στη ⸤τῆς ⸢ὠδιν⸥ούσης· ἀνώ⸣μοτον ⸢γὰρ αὐτὴν ⸤εἶναι συνέ⸣β⸥αινεν, ⸢ἐπεὶ μηδέπω ⸤τοῖς φαινο⸥μένοις με⸣τέπρεπεν. ⸤τὸν μέ⸢ντοι⸥ δρά⸣κοντα γ⸢εννηθεὶς⸣ ⸤Ἀπόλλω⸢ν ἐ⸥τόξευ⸣σε Πυθοῖ, ⸤καθὸ καὶ⸥ ⸢τὸ μαντεῖον⸣ συν⸤εστήσα⸥το ὕ⸢στερον⸣. ~ ⸢V⸣ ⸤B⸥CΩ
Ὅτι Δῆλος ἐκλήθη ἡ νῆσος ἄτε δήλη γεγονυῖα τῇ παγίῳ στάσει, αἱ δὲ περὶ αὐτὴν κυκλοῦσαι αὐτὴν Κυκλάδες καλοῦνται. ~ C
ἐπαρθένευεν*] ἐν παρθενῶνι ἐφύλαττεν. ~ ΓΩ
Σέριφον*] μίαν τῶν Κυκλάδων νήσων. ~ Ω
τὸ κῆτος κτλ.] Κασσιέπεια ἡ γυνὴ τοῦ Κηφέως ὕβρισε τὰς Νηρηίδας. διὰ τοῦτο ὁ Ποσειδῶν ἔπεμψε κατὰ τῆς χώρας τοῦ Κηφέως κῆτος. τοῦ δὲ κήτους πολλὰ βλάπτοντος χρησμὸς ἐδόθη, ὅτι οὐ παύσεται, ἐὰν μὴ δοθῇ αὐτῷ ἡ θυγάτηρ τοῦ Κηφέως Ἀνδρομέδα. ἐδόθη καὶ ἐλθὼν ὁ Περσεὺς ἔσωσεν αὐτήν. ~ ΓCΩ
σῶστρα*] τὰ ὑπὲρ σωτηρίας δῶρα. ~ ΓΩ
ὅπου διῃτῶντο κτλ.] ὡραῖον. ~ Γ
ἅρπην*] δρέπανον. ~ Γ
προκειμένην] προβεβλημένην. ~ ΓM
καθειμένην κτλ.] τὸ ἑξῆς καθειμένην τὰς κόμας πολὺ νέρθεν τῶν μαστῶν. ~ MΩ
πρόκωπον* — τὴν ἅρπην] γεγυμνωμένην τὴν δρεπάνην. ~ Γ
— ] ἀντὶ τοῦ κόπτειν προκειμένην ἢ γεγυμνωμένην. ~ M
προκαθικνεῖται*] προκαταλαμβάνει. ~ ΓΜ
ἠιόνα*] αἰγιαλόν. ~ Γ
ἠνεμωμένον*] ἀνέμου πεπληρωμένον. ~ ΓMΩ
Δικταῖον* ἄντρον] σπήλαιον ἐν Κρήτῃ οὕτω καλούμενον. ~ ΓΩ
μέλανας ἀνθρώπους ἑώρων] ὁ γὰρ Νότος ἀπὸ τῆς Λιβύης πνέει, ἔνθα οἰκοῦσιν οἱ Αἰθίοπες. ~ ΓΩ
Διαπαίξας τὰ λεγόμενα παρ’ Ἑλλήνων περὶ τοῦ Ἅιδου καὶ τῆς θαλάσσης ἐντεῦθεν διασύρει τὰ περὶ τῶν καλουμένων οὐρανίων θεῶν παρ’ αὐτοῖς. ~ ΓRΩ
μὴ* καί τι κακὸν ἀπολαύσωμεν] ⸤σημείωσαι, πῶς οὐ πρὸς γενικὴν συνέταξεν· οὐ γὰρ εἶπε μή τινος ἀπολαύσωμεν κακοῦ
⸥ ἀλλὰ μή τι κακ⸤ὸν⸥ ἀπολαύσωμεν
. ~ ⸤B⸥ MΩ
τράγου] λέγεται, ὅτι ὁ Ἑρμῆς ὁμοιωθεὶς τράγῳ συνεγένετο τῇ Πηνελόπῃ καὶ ἔσχεν υἱὸν τὸν Πᾶνα. ~ ΓCΩ
καπυρόν*] τὸ τραχὺ καὶ ἄγροικον τοῦ συρίσματος καπυρὸν εὐφήμως ἐκάλεσεν, ὃ ἂν γένοιτο οἷον ἐκ κεραμεοῦ σκεύους διατεθρυμμένου. ἡδὺ δὲ τὸ καπυρόν, ὡς δῆλ⸤ον⸥ ἀπὸ τῆς τῶν πεμμάτων ἐδωδῆς. ~ ⸤B⸥ΜΩ
Τεγέαν*] πόλιν Ἀρκαδίας. ~ ΓM
πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος*] τοῦτό φησι διὰ τὸ ὑπερμέγεθες τοῦ αἰδοίου ὑπὲρ ἡμιόλιον τῆς τοῦ λοιποῦ σώματος πηλικότητος ὄντος. ~ ΒΜΩ
⸤ἐ⸥ν Λαμψάκῳ γὰρ διαφερόν⸤τ⸥ως ⸤ὁ μι⸥αρὸς ⸤Πρίαπο⸥ς ⸤ἐτιμᾶτο.⸥ ~ BΩ
ἐπείρα* σε] προσέβαλέν σοι. ~ Γ
ἀγρίως*] προσυπακούεται τὸ ἐνεγκεῖν. ἠθικὰ δὲ ταῦτα, μᾶλλον δὲ κωμικά. ~ BMΩ
σαίρειν*] φιλοκαλεῖν. ἐκ τούτου καὶ σάρον τὸ φιλοκάλιον. ~ ΓMΩ.
διαφέρειν] ἀντὶ τοῦ διακομίζειν. ~ BMΩ
νεώνητον*] τὸν Γανυμήδην λέγει. ~ ΓBΩ.
ψυχαγωγεῖν*] καὶ τοῦτο δριμύ. ~ BMΩ
Λήδας* τέκνα] τοὺς Διοσκούρους λέγει Κάστορα καὶ Πολυδεύκην. ~ BΩ
οἱ μὲν Ἀλκμήνης καὶ Σεμέλης] ὁ Ἡρακλῆς καὶ ὁ Διόνυσος. ~ B
ἰδέ*] οὕτως ὀξυτόνως ἰδέ· Ἀττικοὶ γὰρ ὀξύνουσι τὸ εἰπέ, εὑρέ, ἰδέ ὁμοίως τῷ ἐλθέ. ~ ΒCMΩ
σόβει*] τρέχε. ~ Γ
τῇ μίτρᾳ*] τῷ σουδαρίῳ. ~ Γ
νέμει*] βόσκει. ~ Γ
Νεμέαν*] ἡ Νεμέα τῆς Κοριν⸤θίας⸥ ἐστὶ γῆς πρὸς τῷ Τρητῷ, ⸤καθ’ ἢν καὶ⸥ τὸν λέοντα Ἡρακλῆς ἀπέ⸤κτει⸥νε. καθ’ ἣν καὶ τὸν ἀγῶν⸤α συγ⸥κροτεῖσθαι τῶν Νεμ⸤έων⸥ συμβαίνει σέλ⸤ινα⸥ τὸ βραβεῖον ἔχο⸤ντα⸥. ~ ⸤B⸥ΓCΩ
ὁτὲ δὲ καὶ κτλ.] ἐρωτικῆς ταῦτα μα⸤νίας⸥ καὶ αἰσχρουργίας. ~ ⸤B⸥
γαμήσειας] ⸤οὐ⸥ τὸ αἰσχρὸν τοῦτο σημαίνει ⸤ἀ⸥λλὰ τὸ νόμῳ ἀγαγέσθαι ⸤ἄ⸥τε γαμετήν. ~ ⸤B⸥Ω
— ] ἀντὶ τοῦ γυναῖκα αὐτὸν λάβοις. ~ M
οἰηθεὶς κτλ.] ὡραῖον. ~ B μὴ ὥραισιν ἵκοι⸤το⸥: σεσολοίκισται μέν, ἀλ⸤λ’ οὖν⸥ Ἀττικόν· ὤφειλε γὰρ μ⸤ὴ ὥ⸥ρας ἵκοιτο,
. ἔστι δὲ τοῦτο τ⸤ὸ ἐ⸥ν τῇ συνηθείᾳ μ⸤ὴ κα⸥λὰ αὐτῷ τὰ ἔτη,
, ⸤μὴ ⸥ εἰς καιρὸν φθάνοι
. ~ ⸤B⸥CMΩ
ἀπειρόκαλοι] σημείωσαι διὰ τὸ ἀπειρό⸤καλον⸥, πῶς ἐχρήσατο ⸤αὐτῷ⸥. ~ ⸤B⸥MΩ
Πάν] ὡς ποιμὴν ὁ Γανυμήδης μόνον ἡγήσατο θεὸν τὸν Πᾶνα· οἱ γὰρ ποιμένες τοῦτον τιμῶσιν. ~ ΓΩ
ὡς ἀφελὴς ὁ παῖς ἐστι καὶ ἁπλοϊκὸς κτλ.] ἀγροικικὰ καὶ ἄπλαστα ἤθη καὶ τὸ ὅλον ἀφελῆ τε καὶ παιδικά. ~ ΒΩ
κισσύβιον*] ποτήριον ποιμενικόν, εἰς ὃ τὸ γάλα πίνουσιν. ~ ΓΩ
Ἰαπετοῦ* πρεσβύτερον] Ἰαπετὸς θεὸς παρ’ Ἕλλησι παλαιότατος εἷς ὢν καὶ αὐτὸς τῶν Τιτάνων. ~ ΓΩ
μαγάδα*] τὸ ξυλίφιον, ᾧ ἐπαναπαύονται αἱ χορδαί. ~ BCΩ
Νῦσαν*] Νῦσα ὄρος ἐν διαφόροις μὲν τόποις οὕτω λεγόμενον, νῦν δὲ τὸ ἐν τῇ Θρᾴκῃ. ~ ΓΩ
μαιώσεταί* σε] κατελθὼν ἰατρεύσει τίκτοντά σε. ~ ΓΩ
μήνιγγα*] τὸν ἐγκέφαλον ἤτοι τὸ ὀστοῦν, ἐν ᾧ βέβλητο ὁ ἐγκέφαλος. ~ ΓΩ
πυρριχίζει*] μετὰ ὅπλων ὀρχεῖται. ~ ΓΩ
μαίωτρα*] τὸν ὑπὲρ τοῦ μαιώσασθαί σε μισθόν. ~ Γ
κᾆτα*] ἔπειτα. ~ ΓΩ
Ἀμφιτρύωνος*] ἐκ τῆς Ἀμφιτρύωνος, λέγει δὲ τὴν Ἀλκμήνην· ἡ γὰρ Ἀλκμήνη γυνὴ ἦν τοῦ Ἀμφιτρύωνος. ~ ΓΩ
παρὰ τῆς Ῥέας] ἡ παρά πρόθεσις ἀντὶ τῆς ἀπό. ~ Ω
ἐκεραύνωσεν*] ὁ Ἀσκληπιός, ὡς λέγουσιν, ἄριστος ὢν ἰατρὸς τοὺς ἀποθνῄσκοντας ἤγειρε, καὶ ἐπὶ τούτῳ ὁ Ζεὺς 10 ὀργισθεὶς ἐκεραύνωσεν αὐτόν. ~ ΓΩ ἀνθρώποις κτλ.] ὡραῖον. ~ Γ
ἐγκαύματα*] Δηιάνειρα ἡ τοῦ Ἡρακλέους γυνὴ ἱμάτιον εἶχεν, ἐν ᾧ θανάσιμον ἐβέβλητο φάρμακον, αὕτη δὲ ἐνόμιζεν ἐρωτικὸν αὐτὸ εἶναι παρασκευάζον φιλεῖσθαι τὸν πέμποντα. ὁ οὖν Ἡρακλῆς παραλαβὼν τὴν Οἰχαλίαν ἔλαβεν ἐκεῖθεν κόρην εὐπρεπῆ τὴν Ἰόλην καὶ ἠράσθη αὐτῆς. φοβηθεῖσα ἡ Δηιάνειρα πέμπει αὐτῷ τὸ ἱμάτιον, ἵνα αὐτὴν φιλήσῃ καὶ μὴ τὴν Ἰόλην. ὁ δὲ φορέσας ἐκ τῶν φαρμάκων ἀνήφθη. καταπονούμενος οὖν ᾐτήσατο τοὺς παρόντας ἐνεγκεῖν πῦρ καὶ καῦσαι αὐτόν· καὶ ἐγένετο. ~ ΓΩ
ποδήρη*] ἱμάτιον ἄχρι τῶν ποδῶν γυναιξὶ πρέπον. ~ Γ
ἀμελούμενος* κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· γενικῇ χρήσασθαι ὀφείλων καὶ εἰπεῖν ἀμελουμένου δὲ καὶ μὴ φέροντος τὴν ὑπεροψίαν ἐγὼ μὲν ἀπέρριψα τὸν δίσκον
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ἢ ἐν ὑπερβατῷ οὕτω νοητέον 〈τὴν〉 σύνταξιν ἀμελού μενος δὲ ἀπὸ τὸ Ταΰγετον καταπνεύσας
. ἀλλὰ καὶ τοῦτο πάλιν ζητεῖται, διὰ τί οὐκ εἶπεν ἀπὸ τοῦ Ταΰγέτου καταπνεύσας’ ἀλλ’ ἀπὸ τὸ Ταΰγετον
· καὶ φαμέν, ὅτι Ἀττικὴ συνήθεια τοῦτο ἀντὶ γενικῆς εἰς εὐθεῖαν ἐκλαμβάνει. ~ Ω
Ταΰγέτου*] ὄρος τῆς Λακωνικῆς. ~ Γ
ἐπαιάζοντα*] ἐπιθρηνοῦντα· λέγεται γὰρ ἐν τοῖς φύλλοις τῶν ὑακίνθων ἐπιγεγράφθαι τὸ πρῶτον γράμμα τοῦ Ὑακίνθου. ~ ΓΩ
τὸ δὲ καὶ χωλὸν αὐτὸν κτλ.] διὰ τὸν Ἥφαιστον λέγει. ~ ΓRΩ.
εὐποτμία*] εὐτυχία. ~ Γ
ἤδη ἐκ τῆς χειρὸς κτλ.] ὡραῖον. ~ Γ
ἀλλὰ* σύ, ὦ τολμηρότατε]
Ἀπόλλων. μὴ* μόνον μοιχήσαντι]
θύρσοις*] ⸢θύρσος ὁ κλά⸣δ⸤ος⸥ ὁ π⸤αρ⸢ὰ⸥ Δ⸢ιὸ⸤νύ⸢σῳ, παρὰ τ⸣ὸ συνεχῶς ταῖς Μαι⸢⸥νάσι κινεῖσθαι⸣, οἱονεὶ θύειν — ⸢ὅ ἐστιν ὁρμᾶ⸣ν — ὀρθός, οὐκ ἐγ⸢κεκλιμένος⸣. ~ ⸤B⸥⸢V⸣Ω
Ἰκάριον*] ⸢Ἀθηναῖος οὗ⸣τος ὁ Ἰκάριος, πρώτῳ Διόν⸣υσος ἐπιξενω⸢θεὶς γεωργῷ ὄ⸣ντι φιλοφρο⸢νήματι τοῦτον⸣ τετίμηκε τῆς ξε⸢νίας τὴν τῆς ἄμ⸣μέλου φιλοπονίαν ⸢διδάξας. φυ⸣τεύσας τοι⸢γαροῦν καὶ ἐπί⸣μελησάμενος τοῦ ⸢δωρήματος, εἶτ⸣α κατὰ καιρὸν τρυγή⸢σας καὶ ἀποθλί⸣ψας τὸν οἶνον ⸢καὶ πιεῖν τοῖς συν⸣εργαζομένοις ⸢παρασχὼν ἀήθε⸣ι τῷ πόματι ⸢εἶχε ⸤παρειμένους τ⸣οὺς⸥ πεπωκότας. νο⸢μίσαντες οὗ⸣τοι τοι τὸν γεύσαν⸢τα τούτου τοῦ οἴνου περ⸣ιειργάσθαι ⸢⸤αὐτὸν κτείνουσιν⸣ ὡς φαρ⸢μακέα⸥⸣. ~ ⸤B⸥ ⸢V⸣Ω
τῷ* δορατίῳ] τὸ ἑξῆς πολλὰ το⸢ιαῦτα⸣ ἠ⸤πείλησε⸥· τῷ δορα⸢τίῳ σε⸣ διαπείρ⸤ασα⸥ ἢ τ⸢οῦ πο⸣δὸς λαβομένη ἢ ⸢α⸤ὐτὴ δι⸣α⸥σπασαμένη
· πρ⸢οσυπακου⸣στ⸤έον δὲ⸥ τούτοις ⸢τὸ διαφθε⸣ρῶ, ἠ⸤θκῶς⸥ ἅ⸢μα καὶ ἀφελῶς⸣. ~ ⸢V⸣⸤B⸥Ω
ἀποσπάσας τὸ πῦρ*] τάχα τῶν ἐπὶ Σοδόμων ἡ ἱστορία. ~ VΩ
τοῦ ᾠοῦ* τὸ ἡμίτομον] ⸢παίζει⸣ τὸ ᾠ⸢οῦ τὸ ἡμίτο⸤μον⸥⸣
οὐ γὰρ ἐξ ᾠοῦ ⸢ἐγένοντο⸣ ἀλλ’ ἐπ⸤ειδὴ⸥ τῇ Λ⸢ήδῃ εἰς κύ⸣κνον φανε⸤ὶς⸥ ὁ ⸢Ζεὺς προσε⸣φθάρη, εἰκ⸤ό⸢τως⸥ τῷ κύκνου⸣ γεννήματι ⸤τὸ⸥ ⸢ᾠὸν ἐπεισφέ⸣ρεται. ~ ⸢V⸣⸤B⸥ΝΩ
Ἰστέον ὡς αὗται πᾶσ⸢αι αἱ ἑ⸣ταῖραι ⸢κεκω⸣μῴδηνται καὶ πᾶ⸢σι μὲν τοῖς⸣ κωμῳδιοποιοῖ⸢ς, μάλιστα⸣ δὲ Μενάνδρ⸢ῳ, ἀφ’ οὗ καὶ⸣ πᾶσα αὕτη ἡ ὕ⸢λη Αουκια⸣νῷ τῷ προκειμένῳ ε⸢ὐπόρηται⸣. ~ R⸢V⸣SU
εὐπάρυφον*] εὐπάρυφος ὁ ε⸢ὔπορος⸣, ὁ πλούσιος καὶ ⸢εὐσχήμων⸣ λέγεται· καὶ ἔοικεν ἀ⸢πὸ τοῦ δια⸣φέρουσιν ὑφά⸢σμασιν κε⸣χρῆσθαι οὕτως ⸢εἰρῆσθαι⸣. ~ ⸢V⸣CMSU
ἐπιλέλησαι τὸν ἄνθρωπον: σεσολοίκισται μέν, Ἀττικῶς δέ. ~ RV
Γοργόναν* δὲ ἑταίραν] ἣν νῦν φασι φί⸢λην τὸ εὐ⸣σχημονέστερον μ⸢εταδιώ⸣κοντες τοῦ ὀνόματος. ~ ⸢V⸣MSU
Μυρτίου*] ⸢Μύρτιον καὶ Μου⸣σάριον ⸢καὶ Γλυκέριον καὶ εἴ⸣ τι τοι⸢οῦτον Ἀττικοί⸣ εἰσιν ⸢ὑποκορισμοί⸣, τὸ ⸢μὲν ἐπίπαν μα⸣χλώ⸢σαις ἀνακεί⸣μένοι γυναι⸢ξίν, διέβη μ⸣έντοι ἡ χρῆ⸢σις καὶ ἐπὶ πα⸣ντὸς τοῦ θή⸢λεος γένους. τὸ⸣ Μύρτιον μὲν ⸢οὖν τοῦ Μυρτ⸣ώ ὑποκορι⸢σμὸς καὶ τὸ⸣ Μουσάριον τοῦ ⸢Μοῦσα καὶ τοῦ Γ⸣λυκέρα τὸ Γλυκέριον, ὡς⸣ καὶ τοῦ Εὐφη⸢μία τὸ Εὐφἠμιον⸣ καὶ ἐπὶ τῶν ⸢ἄλλων ὁμοίως⸣. ~ ⸢V⸣CMSU
Θεσμοφορίοις*] Θεσμοφορία ἑορτὴ Ἑλλήνων μυστήρια περιέχουσα, τὰ δὲ αὐτὰ καὶ Σκιρροφορία καλεῖται. ἤγετο δὲ κατὰ τὸν μυθωδέστερον λόγον, ὅτι, 〈ὅτε〉 ἀνθολογοῦσα ἡρπάζετο ἡ Κόρη ὑπὸ τοῦ Πλούτωνος, τότε κατ’ ἐκεῖνον τὸν τόπον Εὐβουλεύς τις συβώτης ἔνεμεν ὗς καὶ συγκατε
Ἀλωπεκῆθεν*] ⸢δῆμος Ἀττ⸣ικὸς ἡ Ἀ⸢λωπεκῆ⸣. ~ ⸢V⸣U
ἡ Δωρὶς αὕτη κτλ.] ὡραῖον. ~ V
ἀπέσωσας: τὸ ἐν τῇ συνηθείᾳ ἐπλήρωσας ἢ τὸ λεῖπον προστέθεικας. ~ R.
ἀφέμενος: ⸢ἀντὶ τοῦ κατα⸣φρονήσας. ~ R⸢V⸣
ἀποσώσει*] ⸢πλη⸢ροφορήσει. ~ R⸢V⸣
ῥόμβον*] ⸢ῥόμβος εἶδός⸣ τι βιβλίου ⸢εἰς ῥόμβου σ⸣χῆμα μεμι⸢μημένον⸣. ~ RC⸢V⸣ S.
ἑταιρίστρια: τὰς αὐτὰς ⸢καὶ τριβάδας⸣ φασίν· καὶ ἴσ⸢ως ἀπὸ τοῦ αἰ⸣σχρῶς ἀλλ⸢ήλαις συντρί⸣βεσθαι. ~ C⸢V⸣MN
Τειρεσίας*] ⸢ὅτι τὸν Τειρεσίαν φασὶ μάντιν εἶναι καὶ ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλεῖν, οὐχ ὅτι τοῦτο γέγονεν — οὐδὲ γὰρ οἷόν τε —, περιεργότερον δὲ τὰ γυναικῶν ἐξειπόντα ἤθη τε καὶ πάθη τοῦτο φημισθῆναι. ὁ μέντοι Σικελιώτης ἱστοριογράφος Διόδωρος [32, 11] ἱστορεῖ τι τοιοῦτον, τὸ μὲν παλαιόν, τὸ δὲ καὶ ἐπ’ αὐτοῦ γεγονός⸣ καὶ γυναῖκα Καλλὼ⸣ γενομένην καὶ λεγομέν⸢ην⸣ ἀνοιδῆσ⸢αι, πρὸς τῷ ἠτρίῳ καθάπερ τι φῦμα σκληρόν, οὗ περιρραγέντος τὸ ἀνδρεῖον ⸢ἀναβλάστῃ⸣σαί, καίτοι καὶ γημαμένην ἀνδρί· ἀφ’ οὗ τῆς μὲν γυναικωνίτιδος ἀπαναστῆναι καὶ τῆς ταλασιουργίας ἀποστῆναι, ⸢ἀνδρῶ⸣ν δὲ μεταμφι⸢άσασθ⸣αἱ σχῆμα καὶ κλῆ⸢σιν ἀ⸣πολαβεῖν Κάλλω⸢να μετ⸣αφημισθέντα ⸢καὶ στρ⸣ατιώτην βίον ἐπανελθεῖν. ~ ⸢V⸣CU
ὅρμον*]⸢ὄρμος⸣ ὁ παραθαλάσσιος ⸢τόπος⸣, ἐν ᾧ καὶ ναυλο⸢χεῖν ἔξ⸣εστι, βαρυτόνως, ⸢ὁρμὸς δὲ ὀξυτόνως ὁ γυναι⸣κεῖος κόσμος. ~ ⸢V⸣CS
ἀπεζήσαμεν*] ⸢ἀποζῆ⸣ν τὸ κατὰ ἀκρί⸢βειαν⸣ ζῆν μόνοις τοῖς ⸢ἀναγκ⸣αιοτάτοις χο⸢ρηγου⸣μένους. ~ RC⸢V⸣MSU
Ἀδράστεια*]⸢δαίμων ἡ Ἀδράστεια τοῖς πάνυ καυχωμένοις ἐπιτιθεμένη⸣. ~ ⸢V⸣CRUN
ἐνθέ⸢σεις: τὰ σμικρὰ⸣ τοῦ ψ⸢ωμοῦ ἀποτεμαχί⸣σμα⸢τα, ἃ τῷ στόματι⸣ πρ⸢ὸς μέτρον καὶ μέγεθος ἐμβάλλεται. ψωμὸς δὲ τὸ ἀπὸ τοῦ ἄρτου ἀποκλασθέν· ἄρτος γὰρ ἡ ὁλόκληρος μᾶζα⸣. ~ RC⸢V⸣MNSU
ἄλλο οὐδὲν . . . ζωῆς* μόνον] τοῦτο λέγει, ὅτι τὰ ἄλλα αὐτῆς ἅπόντα οὐδέν· μόνον γὰρ ὅτι ζῇ πιστεύεται. ~ ⸢V⸣MSU
VII. Πανδήμῳ . . . Οὐρανίᾳ] ἀμφότεραι Ἀφροδῖται, ἡ μὲν Πάνδημος, ἡ δὲ Οὐρανία· ᾗτινι Οὐρανίᾳ τετεμένιστο ἐν κήποις. αἶγα δὲ τῇ Πανδήμῳ διὰ τὸ τοῦ ζῴου συνουσιαστικόν τε καὶ πρὸς τὰ ἀφροδίσια ἀκρατές, δάμαλιν δὲ τῇ Οὐρανίᾳ διὰ τὸ σωφρονέστερον καὶ ὅτι ὑπὸ ζυγὸν ἄγεται τὸ ζῷον καὶ οὐκ ἄφετον, ὃ τὴν νόμιμον τοῦ γάμου ὑπαινίττεται συζυγίαν. ἡ πλουτοδότειρα δὲ ἡ Δηώ ἐστιν ἤτοι Δημήτηρ. ~ MNSU,
προφάσεις* κτλ.] ⸢ἠθ⸣ικὰ ταῦτά ⸢ἐ⸣στι καὶ ἀφελῆ. ~ ⸢V⸣
κατὰ* ταῖν θεαῖν] ⸢Κόρη καὶ Δή⸣μήτηρ αἱ ⸢θεαί⸣, ἡ δὲ νὴ τὼ σιώ
. ~ R⸢V⸣NSU
συμβολήν] ὁ ἔρανος. ~ V
περιδέραια*] ὁ περιτραχήλιος κόσμος. ~ R
ἐλλόβιον: τὸ ἐνώτιον καὶ τὸ ἐλεφαντόκωπον ξίφος. ~ R
ταραντινίδιον: διαφανέστατον ὕφασμα, ὁ περιεβάλλοντο ἅτε θέριστρον. ταραντινίδιον δὲ ἐκαλεῖτο ὡς τῶν Ταραντίνων περιφανέστερον αὐτὸ ἐργαζομένων. ~ RCMNSU
ἀπεμύκτισας: ἀντὶ τοῦ ἐξουδένωσας, ἐμυκτήρισας· εἰώθασι γὰρ οἱ ἐξουδενοῦντες ποιὸν ἦχον τῷ μυκτῆρι φθέγγεσθαι ἀποστρεφόμενοι. ~ RMSU
Ἀδώνιδος] Ἄδωνιν δὲ τὸν Χαιρέαν ὡς ἀργὸν ἀποκαλεῖ. καὶ μηδὲν ἄλλο ὅτι μὴ καλὸς εἶναι κέκτηται. ~ RMSU
χοιρίσκος*] ὡς ἐργατικὸν καὶ δασὺν ἀποσκώπτει τὸν Ἀκαρνάνιον ἅτε ἀλουτοῦντα καὶ ἀτημελῶς ἔχοντα ἑαυτοῦ. τὸ δὲ χοιρίσκος, ὅ νῦν τοὺς Παφλαγόνας φασὶ χοιροκώλους, τὸ λάσιον τῶν ἀνθρώπων. ~ SU
πονηρὸν* ἀποπνεῖ] ἀντὶ τοῦ δυσώδη ἔχει τὴν ἀπὸ τοῦ σώματος ἀποφοράν. ~ M N S
τῆς Θεσμοφόρου αἱ ἱέρειαι ἐπαρθενεύοντο διὰ βίου Ἀθήνησιν, ὡς καὶ ἐν Ῥώμῃ αἱ τῆς Ἑστίας, καὶ ἤν τις τούτων ἠνδρώθη, θάνατος ἡ ζημία· κατωρύσσοντο γάρ. ~ SMN
Ἁλῷα*] ἑορτὴ Ἀθήνησι μυστήρια περιέχουσα Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐπὶ τῇ τομῇ τῆς ἀμπέλου καὶ τῇ γεύσει τοῦ ἀποκειμένου ἤδη οἴνου γινόμενα παρὰ Ἀθη
κεκτημένη] ὡς ἐπίπαν Ἀττικοὶ ἐπὶ τῶν δεσποινῶν οὕτω κέχρηνται τῷ κεκτημένη, σπανιώτερον δὲ τῷ δέσποινα, οὐ μέντοι καὶ ἐπὶ τοῦ κυρίου. ~ RS
Παρμένων] ὄνομα δουλικὸν ὁ Παρμένων, ὥσπερ ὁ Δρόμων καὶ ὁ Τίβιος καὶ ὅσα ἄλλα ἢ ἀπὸ γένους καλεῖται, ὡς ὁ Φρύγιος, ἢ καὶ ἀπὸ τρόπου, 〈ὡς〉 ὁ νῦν Παρμένων — παρὰ τὸ παραμένειν γάρ —, ἢ ἀπὸ ἐνεργείας, ὥσπερ ὁ Δρόμων. ~ R
οὐκ ἔδει τοῦτο κτλ.] γέλως ταῦτα καὶ διασυρμὸς τῶν κολάκων καὶ ἐθελοδούλων. ~ S
ψῆφος — τῶν τριχρώμων] ὅτι τρίχρωμος λίθος ὁ σαρδόνυξ λέγεται. ~
εὖ γε, οἴχου] ἀντὶ τοῦ ἀπόλωλας. ~ MN
σὺ γὰρ ἀλεκτρυόνα κτλ. ] διασυρμὸς στρατιωτικῆς ἀλαζονείας. ~ S
διμοιρίτης λέγεται ὁ διπλοῦν μισθὸν λαμβάνων, ὡς δὲ ἔνιοι, ὁ τέσσαρας ὀβολοὺς λαμβάνων· ὡς εὐκαταφρονήτου γὰρ τῆς τάξεως οὔσης μνημονεύουσιν. ~ RMS X μὴ* ὥραισιν] Ἀττικὸν τοῦτο, σόλοικον μέν· ἐχρῆν γὰρ μὴ ὥρας ἵκοιτο
· πλὴν ἡδὺ τῷ Ἀττικῷ ἐπικεχρωσμένον τόνῳ. ~ RN,
κέκνισται: ἀντὶ τοῦ ἐρωτικῶς ἔχει· εἰώθασι γὰρ οἱ ἐρῶντες ὑπὸ τῶν ἀτόπων λογισμῶν κάμνοντες κατατετρύχθαι καὶ οἱονεὶ τὴν ὄψιν ἠμύχθαι καὶ διακεκνίσθαι. ~ RCMNS
ἃ εἶδες*] οὐ λείπει ἀλλὰ μεμετεώρισται ὁ λόγος, ὡς ἐν διαλόγῳ φιλεῖ γίνεσθαι. ~ SM
σορόν*] ὡς γραῖαν ἤδη καὶ πρὸς σορὸν ἑτοίμην διαπαίζει, ἐπεὶ καὶ οὕτως εἰώθασι τὰς πάνυ γεγηρακυίας κωμῳδεῖν. ~ RNS
Φάωνα] ὁ Φάων οὗτος πορθμεὺς ὢν διεπόρθμευσέ ποι τὴν Ἀφροδίτην καὶ γέρων ὢν εἴληφε μισθὸν παρ’ αὐτῆς ἀνηβῆσαι. ἴσως οὖν σκληφρὸς ὢν καὶ Λυσίας τοῦτο ἐπεσκώφθη παρὰ τῆς Ἰοέσσης. σημαίνει δὲ τὸ σκληφρός τὸν γέροντα μέν, μὴ ἐπίδηλον δέ, ᾧ ἐναντίος ὁ προφερής, ὁ νεάζων μέν, δοκῶν δὲ γέρων. ~ NSU
Δάματερ*] τῆς Πυθιάδος ἐκπληκτικῶς τὸ Δάματερ ἀνακαλεσαμένης ὁ Λυσίας ἀνερωτᾷ τί τὴν Δήμητρα ἀνακαλεῖς;
καὶ συνείρει τῷ λόγῳ τὰ ἑξῆς. ~ S
ἑώρων*] ἀντὶ τοῦ ᾐσθανόμην. ~ MS
οὐκ ἐχρῆν*] καὶ νῦν μεμετεώρισται ὁ λόγος. ~ SMN
ἐν τῷ μέρει: ἀντὶ τοῦ ὅσον εἰς ἐμὲ ἧκεν. ~ NMS
τὸ δεῖνα: εἰώθασι τοῦτο λέγειν ἀφελῶς οὕτως τὸν λόγον προάγοντες ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων, τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες. ~ RNS
— ] ὅτι ἀοριστοῦντες τὰ ὀνόματα ἐν τῇ συγγραφῇ τὸ δεῖνα λέγοντες οὕτως εἰώθασιν οἱ παλαιοὶ ποιεῖν ἀφελῶς
πλαίσιον παράταξις ἐν τετραπλεύρῳ τῷ σχήματι. ταύτην δὲ ἐκτάσσουσιν, ὁπότε ὀλίγοι πρὸς πλείους διαγωνίζονται. ἐλπίζοντες γὰρ κυκλωθῆναι, ὡς ἂν ἔχωσι τῷ κυκλώματι πάντοθεν συναντᾶν τὰ πρὸς τὴν μάχην καὶ συνάπτειν ἐκ παντὸς μέρους, τρέψαντες αὑτοὺς ἀντιπροσώπους τῶν κυ10 κλούντων ἀπομάχονται νηλεὲς ἀμυνόμενοι ἦμαρ. ἐν τετραπλεύρῳ δὲ καὶ οὐκ ἐν κύκλῳ πρῶτον μέν, ἵνα τῇ ἐκτάσει τῶν πλευρῶν συμπαρατείνεσθαι ἀναγκάζοντες τοὺς κυκλοῦντας τὸν συνασπισμὸν αὐτῶν διακόπτοιεν τῷ διαλείποντι τῆς κυκλώσεως, εἶτα δὲ καὶ ταῖς γωνίαις τοῦ σχήματος, εἴ πῃ παρείκοι, διατέμνειν τὴν κύκλωσιν ἔχωσι καὶ κατ’ ὀλίγους ἀπολαμβάνοντες τοὺς κυκλοῦντας εὐχερέστερον κατεργάζωνται. ~ SU
ἀπὸ τῆς πέλτης: πέλτη ὁ μικρὸς θυρεός. ~ CMNS
ἡ φοινικίς: ἱμάτιον ἐρυθρόν. τοιοῦτο δὲ ἐφόρουν οἱ τὸ Ἐνυάλιον διαθλοῦντες καὶ ὑποδήματα φοινικᾶ καὶ αὐτά. Λακώνων δὲ ἦν ἐπιτηδεύματα ταῦτα βουλομένων μηδὲν ἀποδειλιᾶν ἐν πολέμῳ τοὺς πληττομένους τῷ τοῦ αἵματος μολυσμῷ τὴν ψυχὴν θραυομένους, ἀλλ’ ἀνεπαισθήτως ἔχειν τοῦ γεγονότος, κλεπτομένης τῆς ὄψεως τοῦ ἐρυθήματος τῇ φοινικίδι διὰ τὴν ὁμόχροιαν. ~ RCS
σαρίσσῃ] σάρισσα Μακεδονικὸν ὅπλον, ὃ καὶ παλτόν φασι. τὸ δ’ αὐτὸ καὶ μέναυλον καλοῦσιν. ~ MNS
Λημνιάδας ἢ Δαναΐδας] ἀμφότεραι γάρ, καὶ Λημνιάδες καὶ Δαναΐδες, τοὺς σφετέρους ἀπεκτόνασιν ἄνδρας· ἀφ’ οὗ καὶ ἡ παροιμία Λήμνια κακά
. ~ S
αὖος: εὐφυῶς ἄγαν ὡς ἐπὶ δένδρου ξηροῦ τὴν πενίαν διέβαλλεν· ὡς γὰρ τὸ ζῶν δένδρον θάλλει τοῖς κλάδοις καὶ βρύει καρπῷ, τὸ δὲ τεθνηκὸς φθίνεται καὶ πρὸς τὸ μὴ εἶναι χωρεῖ, οὕτως καὶ ἀνὴρ πλουτῶν καὶ πενόμενος. ~ SU
ὑποδήματα ἐκ Σικυῶνος*] τὰ Σικυώνια ὑποδήματα διεφέροντο παρὰ τοῖς παλαιοῖς ὡς καὶ αἱ Ἰφικρατίδες κρηπῖδες, ἀπὸ Ἰφικράτους πολλὴν φιλοκαλίαν περὶ τὴν ὑπόδεσιν ἐπιδεδειγμένου. ~ SC
σαπέρδας: ἢ αἱ ἀφύαι αἱ καλάμοις διειρμέναι καὶ τεταριχευμέναι, ἢ τὰ ὕεια τεμάχη, ἃ γόνδην Παφλαγόνες φασίν. αἱ πέρκαι δὲ εἶδος ἰχθύος καὶ αὐτὸ τεταριχευμένον, καὶ ἔοικεν ἀπὸ τούτου καὶ ὁ σαπέρδης τὰ ἀπὸ τῶν ἀφύων νῦν ταρίχη σημαίνειν. οἱ δὲ ἀκριβέστεροι σαπέρδην φασὶ τέμαχος τεταριχευμένον ἰχθύος· τὸν γὰρ κορακῖνον ἰχθὺν σαπέρδην οἱ Ποντικοί φασιν. ~ CS
τυρὸν — ἐκ Γυθίου: Γύθιον τόπος παραθαλάσσιος τῆς Λακωνικῆς. ~ CMS
Διοσκούρω] ὡς ναύτης τοὺς Διοσκούρους καλεῖ· οὗτοι γὰρ σωτῆρες ἐλέγοντο εἶναι τοῖς πλέουσι. ~ S
δάπιδας] δάπις, δάπιδος. τὴν τάπητα λέγει. ~ C
Οἰνοέα*] ἀπὸ Οἰνόης ὁρμώμενον. ~ MS
ὑπέκρεκον: ἀντὶ τοῦ τὰς χορδὰς διεψηλάφων ἀναβαλλομένη την Λύδιον
, ἥτις ἡδίστη τῶν ἄλλων καὶ πότῳ προσφορωτάτη. ~ CMS
σύνταξιν*] σύνταξις εἰσφορά, ἣν τοῖς στρατιώταις διένεμον. ~ MS ψόφοι*] ἀντὶ τοῦ διάκενοι καυχήσεως. ~ SM