Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section
Νίκανδρον τὸν ποιητὴν Διονύσιος ὁ Φασηλίτης ἐν τῷ περὶ τῆς Ἀντιμάχου ποιήσεως Αἰτωλὸν εἶναί φησι τὸ γένος· ἐν δὲ τῷ περὶ ποιητῶν ἱερέα φησὶν αὐτὸν τοῦ Κλαρίου Ἀπόλλωνος ἐκ προγόνων τὴν ἱερωσύνην δεξάμενον. καὶ αὐτὸς δὲ ὑπὲρ αὐτοῦ ἐν τῷ τέλει τῆς βίβλου φησί (τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.
Κλάρος δὲ τόπος ἐστὶν Ἀπόλλωνος ἱερός. υἱὸν δέ φησιν αὐτὸν Δαμαίου οὕτω λέγων, αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου.
χρόνῳ δὲ ἐγένετο κατὰ Ἄτταλον τὸν τελευταῖον ἄρξαντα Περγάμου, ὅς κατελύθη ὑπὸ Ῥωμαίων, ᾧ προσφωνεῖ λέγων οὕτως,
διέτριψε δὲ ἐν Αἰτωλίᾳ τοὺς πλέονας χρόνους, ὡς φανερὸν ἐκ τῶν περὶ Αἰτωλίας συγγραμμάτων καὶ τῆς ἄλλης ποιήσεως ποταμῶν τε τῶν περὶ Αἰτωλίαν καὶ τόπων τῶν ἐκεῖσέ τε καὶ ἄλλων διαφόρων διηγήσεως, ἔτι δὲ καὶ φυτῶν ἰδιότητος.
Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων,
κέκλυθι, μηδ’ ἄμνηστον ἀπ’ οὔατος ὕμνον ἐρύξῃς,
Ἄτταλ’, ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος
ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηίς
Ἱπποδάμει’ ἐφύτευσεν, ὅτ’ Ἀπίδος ἤρατο τιμήν.
Ῥεῖά κέ τοι: ὁ νοῦς, ῥᾳδίως σοι τὰ εἴδη καὶ τὰς βλάβας τῶν φονευτικῶν καὶ ὀλεθρίων θηρῶν ἀπροόπτως καὶ ἀθρόως βλαπτούσας τήν τε ἴασιν καὶ θεραπείαν τὴν ἀντιπαθῆ τοῦ πόνου, ὦ τῶν πολλῶν συγγενῶν ἐνδοξότατε καὶ προσφιλέστατε Ἑρμησιάναξ, ἀσφαλῶς καὶ ἀκριβῶς διηγήσομαι. σίνη γὰρ τὰ βλαπτικὰ τύμματα τῶν θηρίων φησί, κατὰ περίφρασιν τῶν θηρίων τὰ εἴδη καὶ τὰς βλάβας. ὀλοφώια δέ, τουτέστι φῶτας ἀναιροῦντα, ἤγουν ἄνδρας ὀλλύντα, οὐχ Ὁμηρικῶς· ὀλοφώια γὰρ ἐκεῖνος τὰ ὀλέθρια εἶπεν (γέρων ὀλοφώια εἰδώς.
ἑτεραλκέα δὲ τὴν ἀντιπαθῆ ἀλκὴν λέγει, ὅ ἐστι μηχανὴν ἐναντίαν τῷ τύψαντι, οἷον τὴν θεραπείαν ἐμποιοῦσαν τοῖς τύμμασι τῶν δακέτων, ὥσπερ Ὅμηρος (ἑτεραλκέα δῆμον
τὸ δὲ κήδευς Ἰωνικὸν ἀντὶ τοῦ κήδεος. τὸ δὲ κῆδος σημαίνει τρία, τὴν ἐξ ἐπιγαμβρείας συγγένειαν καὶ τὴν φροντίδα καὶ τὸ κακόν, ὡς ἐνταῦθα.
φίλ’ Ἑρμησιάναξ: ὁ Ἑρμησιάναξ οὗτος φίλος τῷ Φιλητᾷ καὶ γνώριμος ἦν. τούτῳ δὲ τὰ Περσικὰ γέγραπται καὶ τὰ εἰς Λεόντιον τὴν ἐρωμένην. οὐ δύναται δὲ Νίκανδρος μνημονεύειν τούτου διὰ τῆς προσφωνήσεως διὰ τὸ τὸν Φιλητᾶν πρεσβύτερον εἶναι Νικάνδρου. καὶ αὐτὸς δὲ ὁ Νίκανδρος μέμνηται τοῦ Ἑρμησιάνακτος ὡς πρεσβυτέρου ἐν τῷ περὶ τῶν ἐκ Κολοφῶνος ποιητῶν. ἔστιν οὖν οὗτος ἑταῖρος Νικάνδρου ὁμώνυμος τῷ πρώτω. δῆλον δὲ ὅτι συγγενὴς αὐτοῦ ἦν. ὁ γὰρ πηός σημαίνει τρία, τόν τε φίλον καὶ τὸν συγγενῆ, ἔτι δὲ καὶ τὸν κατ’ ἐπιγαμίαν οἰκεῖον. ἔστι δὲ καὶ ὁ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλοῖς αὐτοῦ κέχρηται. διὸ καὶ ἐν ἐνίοις δωρίζει, ὡς καὶ νῦν ἐν τῷ παῶν· πηῶν γάρ ἐστιν, ὅ ἐστι συγγενῶν.
βουκαῖος: ἢ θεριστής, ἢ βουκόλος ὁ ζεύγεσι βοῶν ἑπόμενος, ἢ γεηπόνος ἁπλῶς. ἀλέγοι δὲ ἐν φροντίδι σχοίη καὶ τιμήσειε. ὀροιτύπος δὲ ὑλοτόμος. καὶ ὕλην τὸν σύνδενδρον τόπον.
ἐπίλοιγον δὲ ὀδόντα τὸν θανάσιμον, ἢ ἔπι λοιγόν, ἵν’ ᾖ ἐπιβάλῃ τὸν λοιγὸν ὀδόντα.
περιφρασθέντος δὲ ἐγνωκότος, μεμαθηκότος. ἀπὸ αἰτιατικῆς δὲ μετέβη εἰς γενικήν, σὲ δ’ ἂν πολύεργος τοῖα περιφρασθέντος, κατὰ διάλλαξιν τῆς φράσεως.
φαλάγγια: εἶδος μικρῶν ὄφεων. φασὶ δὲ ὅτι Ἀράχνη ἤρισε τῇ Ἀθηνᾷ περὶ ἔργων, γυνὴ οὖσα τὸ πρῶτον, καὶ διὰ τοῦτο μετεβλήθη εἰς τὸ νῦν ζῷον. ἀνιγροὺς ἤτοι ἀνιαρούς, λυπηρούς, αἰτίους κακοῦ. ἑρπηστὰς δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἑρπετῶν. ὅ τι γὰρ ἐρεῖ τις, πάντα ἑρπετά εἰσι καὶ ἕρπουσιν, ἀλλὰ λέγομεν ὅτι τὰ ἄλλα ἑρπετὰ ὠοτοκοῦσιν, οἱ δὲ ἔχιες ζῳοτοκοῦσι, τουτέστιν εὐθέως ἐκ τόκου ἕρποντα τὰ γεννήματα τίκτουσιν, ὅπερ οὐχ ὑπάρχει τοῖς ἄλλοις ἑρπετοῖς. ἐκεῖνα γὰρ ὠὰ τίκτουσι καὶ οὐ ζῷα, ὡς οἱ ἔχιες.
ἄχθεα δὲ ἤτοι βλάβας. εἰ δὲ διὰ τοῦ ε ἔχθεα, τὰ στυγήματα καὶ τὰ ἐχθρά. ἐκ τοῦ αἵματος οὖν φησι τοῦ Τυφωέως μετὰ τὸ κεραυνωθῆναι αὐτὸν ταῦτα τὰ θηρία ἀνεδόθησαν.
Ἀσκραῖος: ὁ Βοιωτός. καὶ γὰρ Ἄσκρη κώμη Βοιωτίας ἐστίν, ὅθεν καὶ Ἡσίοδος ἐτύγχανεν, ὥς φησι καὶ αὐτὸς τῷ ἀδελφῷ αὐτοῦ Πέρσῃ διὰ τὸν αὐτῶν πατέρα (
νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέποτ’ ἐσθλῇ.
ἐν δὲ τῷ χαλαζήεντα εἶδος ἀντὶ γένους παρέλαβεν. εἰσὶ γὰρ σκορπίοι χαλαζήεντες διὰ τὸ τοὺς δεδηγμένους ὑπ’ αὐτῶν ἱδροῦν, ὡς ὑπὸ χαλάζης ἢ ὑετοῦ βεβρεγμένους. Τιτηνὶς δὲ ἡ Ἄρτεμις, ἡ Λητοῦς θυγάτηρ καὶ Κοίου τοῦ Τιτᾶνος.
Βοιωτῷ: Ὑριεὺς γὰρ ὁ πατὴρ Ὠρίωνος Βοιωτός ἐστιν. Οὐαρίων δέ, ἐπειδὴ ἀπὸ τῶν οὔρων τοῦ Διὸς καὶ Ἀπόλλωνος καὶ Ποσειδῶνος ἐγένετο. ὁ δὲ Ὠρίων οὗτος, ὥς τινές φασι, τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ ἐπηγγείλατο ὡς οὐδὲν τῶν θηρίων φεύξεται αὐτόν, ὑπὸ δὲ τοῦ σκορπίου πληγεὶς ἀπέθανεν. ὁ δὲ Ζεὺς κατηστέρισεν αὐτόν τε καὶ τὸν σκορπίον ἐν τοῖς ἄστροις εἰς σημεῖον τῆς πράξεως αὐτῶν. οἱ δὲ πλείους Ταναγραῖον εἶναί φασι τὸν Ὠρίωνα. Κόριννα δὲ εὐσεβέστατον λέγει αὐτόν, καὶ ἐπελθόντα πολλοὺς τόπους ἡμερῶσαι καὶ καθαρίσαι ἀπὸ θηρίων. Ἡσίοδος δέ φησιν αὐτὸν ἐξ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς εἶναι καὶ Ποσειδῶνος, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι καὶ ἐπὶ τῆς γῆς, ἐλθόντα δὲ εἰς Χίον πρὸς Οἰνοπίωνα Μερόπην τὴν γυναῖκα βιάσασθαι οἰνωθέντα· Οἰνοπίωνα δὲ χαλεπήναντα ἐκτυφλῶσαι τὸν Ὠρίωνα καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον Ἡφαίστῳ συμμῖξαι, ὃς ἐλεήσας αὐτὸν δίδωσιν αὐτῷ Κηδαλίωνα, ἕνα τῶν θεραπόντων, ὃς δὴ ὡδήγησεν αὐτὸν ἐπὶ τὰς ὁδούς. ἐλθὼν δὲ ἐπὶ τὰς ἀνατολὰς καὶ συμμίξας Ἡλίῳ καὶ ὑγιασθεὶς ἀνῆλθεν ἐπὶ τὸν Οἰνοπίωνα. ὁ δὲ Οἰνοπίων ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν εὕρεσιν ᾤχετο εἰς Κρήτην καὶ ἐκυνηγέτει,
τὸ δὲ ὑπὸ λᾶι ἀντὶ τοῦ ὑπὸ λίθῳ, παρόσον ὑποκάτω τῶν λίθων οἱ σκορπίοι κρύπτονται, ὡς Σοφοκλῆς ἐν Αἰ χμαλωτίσιν ἐν παντὶ γάρ τοι σκορπίος φρουρεῖ λίθῳ.
τὸ δὲ λοχήσας γράφεται καὶ δοκήσας καὶ τυχήσας καὶ εἰ μὲν δοκήσας, ἐπιτηρήσας· εἰ δὲ λοχήσας, ἐνεδρεύσας· εἰ δὲ τυχήσας, ἀντὶ τοῦ ἐπιτυχών, κύρσας.
κυνηλατέοντος δὲ ἀντὶ τοῦ κυ νηγετοῦντος, ὡς Εὐφορίων αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ.
ἐρίπνην τὴν ἀκρώρειαν λέγει παρὰ τὸ περιπνέεσθαι, οἷον πολλὰ πνέεσθαι, ἢ τὴν κοιλότητα παρὰ τὸ ἐριπέσθαι, ἤγουν πεσεῖν καὶ κοιλωθῆναι, ὃ καὶ νῦν σημαίνει. Ἄλλως. ἐρίπνη τὸ ῥῆγμα τοῦ ὄρους παρὰ τὸ δοκεῖν ἐριπέσθαι.
Αὐτοπόνοιο δὲ τῆς εἰκαίας καὶ αὐτοσχεδίου καὶ εὐτελοῦς χαμαιστρωσίας. παρὰ δὲ Ἀττικοῖς χαμευνάδες λέγονται μικρὰ κλινίδια.
τὸ δὲ πυρόεσσαν γράφεται καὶ πνιγόεσσαν, τουτέστι καυστικήν, ἐπεὶ οἱ ἐν ἀκμῇ ὄντες τοῦ καύματος δοκοῦσι πνίγεσθαι.
καὶ τὸ ἀκρέσπερος ἤτοι κατὰ τὴν ἀρχὴν τῆς νυκτός, οἷον περὶ ἄκραν ἑσπέραν.
κινώπετα δὲ τὰ θηρία τὰ ἐν τῷ πέδῳ κινούμενα, οἷον κινώπεδα ὄντα τινά.
δρυμοὺς δὲ τοὺς συμφύτους τόπους· πᾶν γὰρ δένδρον οἱ ἀρχαῖοι δρῦν ἐκάλουν. καὶ λασιῶνας τοὺς δασεῖς τόπους καὶ ὑλώδεις. ἀμορβαίους δὲ χαράδρας τὰς βουκολικὰς ἢ ποιμενικάς, ὅπου οἱ βου κόλοι περιπατοῦσιν.
λιστρωτόν: τὸ ὁμαλὸν καὶ ἐξυσμένον. λίστροι γὰρ οἱ ξυστῆρες· καὶ Ὅμηρος (λίστροισιν δάπεδον
ἡ δὲ σύνταξις οὕτως, καὶ περὶ τὸν λιστρωτὸν τόπον τῆς ἁλωνίας, καὶ ὅπου βοτάνη κυοῦσα καὶ θάλλουσα, οἷον τικτομένη καὶ αὐξομένη.
ἰάμνους δὲ τὰς ἰαμενάς, οἷον τοὺς συμφύτους τόπους.
μῶλυς δὲ βραδὺς καὶ νωθής, ἢ μογερός, ἢ νωχελὴς καὶ ἁπαλός, ὁ γεγηρακὼς ὄφις καὶ μόλις βαίνων· ἢ ὁ ταχὺς καὶ μολῶν. ἄμεινον δὲ τὸ πρῶτον.
μαλάθρου: ὁ χυλὸς τοῦ μαλάθρου ὀξυδορκίαν παρέχει, ὅθεν καὶ οἱ δράκοντες περιχρίουσιν ἑαυτῶν τὴν οὐράν.
θιβρὴν δὲ τὴν θερμὴν καὶ ὀξεῖαν διὰ τὰς ἐξ αὐτῆς γινομένας φλεγμονάς· Καλλίμαχος θιβρῆς Κύπριδος ἁρμονίης·
Εὐφορίων δέ θιβρήν τε Σεμίραμιν.
ἐγγαγίδα δὲ πέτρην τὴν γαγῖτιν λίθον· ἐν Γάγαις γὰρ τῆς Λυκίας εὑρίσκεται ἡ γάγις. Ἡ γὰρ Γαγὶς πόλις τῆς Λυκίας, ἔνθα ὁ λίθος οὗτος εὑρίσκεται· γίνεται δὲ παρὰ τοῖς αἰγιαλοῖς μέλας τε καὶ χλωρός. Ταύτης δὲ τῆς λίθου τὸ πῦρ οὐχ ἅπτεται, ἀλλὰ μόνον καιομένη ἀσφαλτώδη ἔχει ἀποφορὰν καὶ ὀσμήν, ὑφ’ ἧς οἱ δράκοντες ἀποτρέπονται.
ἐν δὲ πολυσχιδέος βλήτρου: διότι εἰς πολλὰ ἔσχισται τὰ φύλλα αὐτοῦ. βλῆτρος δέ ἐστιν ἡ λεγομένη πτέρις, ἤγουν τὸ βλάχνον. ἔστι δὲ δριμεῖα καὶ δηκτική, διὸ καὶ τὰς πλατείας ἕλμινθας ἐκβάλλει καὶ ἀποσύρει μετὰ πολλῆς καθάρσεως χολώδους βίᾳ.
καχρυόεσσαν δὲ τὴν λιβανωτίδα λέγει, ὅτι ἡ ῥίζα αὐτῆς κριθῆς ῥίζῃ παρέοικε. περιθαλπέα δὲ τὴν θερμὴν ἢ περιθάλπουσαν. ἡ δὲ κάχρυς πυρώδης καὶ τραχεῖα καὶ τὴν ἀρτηρίαν ἀναχαράσσει καὶ τὴν γεῦσιν ἐκκαίει οὐχ ἧττον πεπέρεως.
καρδάμῳ: τὸ δὲ κάρδαμον δριμὺ καὶ πληκτικὸν καὶ πυρῶδες· διὸ καὶ λειχῆνας ἀποσμήχει, λέπρας ἐκτρίβει, ἄνθρακας ῥήσσει, ἔμμηνα κατάγει, πρὸς συνουσίαν ἐπείγει, τὸ νεῦρον τῇ θερμότητι κινοῦν. διὰ ταῦτα πάντα χαλεπὴν τοῖς θηρίοις ἐκπνεῖ ἀναθυμίασιν. ἰσοελκέι δὲ ἴσην ὁλκὴν ἔχοντι, ἤτοι ἰσοστάθμῳ. ἔνοδμον δὲ τουτέστι νεαρόν, ἔτι τὴν ὀσμὴν τοῦ κρέατος ἔχον νεωστὶ ἐσφαγμένου τοῦ ζῴου. ἢ ἔνοδμον νέον, οἷον ἄρτι κοπέν, ἀντὶ τοῦ ὠμόν.
ἀσκελὲς δὲ τὸ αὐτὸ σκέλος ἢ τὸν αὐτὸν πηχισμόν, ὅ ἐστιν ἴσον.
ἡ μέντοι μελάνθειος βαρεῖά ἐστιν. ἔστι δὲ καὶ πόα δυναμένη ψυγμὸν ἀπελάσαι, εἴ τις τρίψας τρὶς προσενέγκῃ τῇ ῥινί
τὸ δὲ θεῖον καὶ ἄσφαλτος ἄμφω βαρύοδμα καὶ πνευματικά· διὸ καὶ ἔμμηνα ῥηγνύει καὶ κατάρρους ἵστησι καὶ λέπρας καὶ φακοὺς ἐκλεαίνει. τὸ θεῖον ὀρθόπνοιαν διαλύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον ἀνίησιν. ἡ δὲ ἄσφαλτος ἐπιληπτικοὺς ἐκταράσσει· πινομένη δὲ ἐν οἴνῳ πυρετοὺς τεταρταίους ἐξελαύνει σφοδρότητι καὶ τραχύτητι τοῦ πνεύματος. οὐ θαυμαστὸν οὖν, εἰ καὶ τοῖς θηρίοις τοιαῦτα ἐνοχλεῖ.
Θρήισσαν: ἡ δὲ Θρήισσα λίθος ἐστίν, ἥτις βραχεῖσα τῷ ὕδατι καίεται. ὅτε δὲ εἰς αὐτὴν ἔλαιον βληθῇ, σβέννυται. Ἀριστοτέλης δέ φησι (
μηλοῖς δὲ ἀεργηλοῖς ἢ τοῖς λευκοῖς κατὰ ἔρια ἢ τοῖς ἀργοῖς, ἐπεὶ τῶν ἄλλων ζῴων ἀργότερά ἐστι τὰ θρέμματα καὶ νωθέστερα [μᾶλλον δὲ τὰ πρόβατα]. οὐ γὰρ νωτοφόρα ἐστὶ κατὰ τοὺς ὄνους ἢ ἡμιόνους ἢ βόας. Ἢ τοῖς μὴ ἐργαζομένοις πρὸς σύγκρισιν βοῶν καὶ ἵππων καὶ ὄνων.
Χαλβάνη: τὴν χαλβάνην ὁ Διοσκορίδης (
τὸ δὲ καταψηχθεῖσα ἀντὶ τοῦ διαιρεθεῖσά ἐστι. ψώχειν γὰρ καὶ ψήχειν ἐστὶ τὸ διαιρεῖν. ἢ κατακνηθεῖσα, οἷον καταπρισθεῖσα. χηραμὰ δὲ τὰ κοιλώματα παρὰ τὸ χεῖσθαι καὶ χαίρειν ἐν αὐτοῖς.
εἰ δὲ τὰ μὲν καματοῦ ἐπιδεύεται: ὁ κόπος. εἰ δὲ κόπος ἐστὶν εὑρεῖν τὰς βοτάνας ταύτας.
πολυρραγέος δὲ τοῦ πολλὰς ῥεύσεις ἔχοντος ἢ τοῦ βιαίου καὶ πάντα ῥήσσοντος διὰ τὸ ῥαγδαῖον.
ὑδρηλὴν δὲ εἶπεν, ἐπειδή ἐστι καὶ ὀρεινὴ πόα. διαστέλλει δὲ τὸ εἶδος. τινὲς δὲ ἀγρίαν γλήχωνα αὐτὴν καλοῦσι. πάντα δὲ τὰ εἰρημένα βαρύοδμα καὶ θερμὰ καὶ θεραπεύει. ἡ δὲ καλάμινθος ἐν ὀρρῷ γάλακτος πινομένη ἐλεφαντίασιν καὶ χοιράδας καταπλαττομένη ἰᾶται. μετὰ οἴνου δοθεῖσα ἴκτερον παύει.
χαιτήεσσαν: εἰ μὲν διὰ τοῦ χ, τὴν δασεῖαν καὶ κομῶσαν τοῖς φύλλοις· κόμη γὰρ τῶν βοτανῶν τὰ φύλλα. ὡς αἱ τρίχες τῶν ἀνθρώπων. εἰ δὲ διὰ τοῦ κ, τὴν μεγάλην καὶ ὑψηλήν, ὡς κῆτος, οἷον κητώεσσαν οὖσαν.
ἀγραύλοισιν: ἤτοι τοῖς λαμπροῖς κατὰ μετάθεσιν τῶν στοιχείων, οἷον ἀγλαύροις, τοῖς καλοῖς· ἢ καὶ τοῖς ἀγλαὰς αὔρας ἔχουσιν· ἢ τοῖς διαλελυμένοις καὶ τρυφεροῖς.
λύγος δέ ἐστιν εἶδος φυτοῦ ἔχον κλάδους πέντε.
ἢ πολιὸν βαρύοδμον: καὶ γὰρ τὸ πολιόν ἐστιν εἶδος βοτάνης. τονοῦται δὲ καὶ πόλιον καὶ πολιόν. ἄμεινον δὲ τὸ πόλιον, ἵνα μὴ ἦ ὡς ἐπίθετον. οὐκ ἔστι δὲ ἡ λιβανωτίς, ἀλλ’ ἔχει πέτηλον μὲν θύμου μαλακώτερον καὶ δασύτερον, μέγεθος δὲ οἷον ῥάβδους ἀπὸ ῥίζης πολλὰς ἀναδίδωσιν, ἡ δὲ ῥίζα ξυλώδης. πάντα δὲ ταῦτα βαρύοδμα.
ἐχίειον δέ· τὸ ἐχίειον ὅμοιον τῷ πολίῳ τὴν χροιάν ἐστιν, ἀφομοιοῦται δὲ πρὸς τὸν ἔχιν. τινὲς δὲ λέγουσιν αὐτὸ φύλλα ἔχειν ὅμοια ἔχιος κεφαλῇ, διὸ οὕτως ὠνομάσθη. δύο δὲ ταύτης γένη, τὸ μὲν ὤκιμον, τὸ δὲ ἐχίειον, ὅπερ τραχύτερόν ἐστιν.
ὀριγανόεσσά τε: τὸ δὲ ὀριγάνου γάλα μετὰ οἴνου πινόμενον ἀδήκτους φυλάττει τοὺς πίνοντας.
ἁβροτόνοιο: καὶ τῆς ἁβροτόνου δὲ δύο εἰσὶ τὰ γένη, τὸ μὲν κηπεύσιμον, τὸ δὲ ὀρεινὸν ἐν αργεννόεσσι τόποις εὑρισκόμενον,
ἢ ἑρπύλλοιο: ἕρπυλλος εἴρηται παρὰ τὸ ἕρπειν αὐτοῦ τὰς ῥίζαςἐ πιπολύ· διὰ τοῦτο καὶ νομαῖον, διότι ἐπιπολύ νέμεται. δύο δὲ αὐτοῦ εἴδη· ὁ μέν ἐστιν ἥμερος, ὁ δὲ ἄγριος. ἔστι δὲ καὶ ὤκιμον μεταβάλλον ἐξαμελούμενον εἰς τὸν ἕρπυλλον. ἔστι δὲ πολύχυτον, πνευματῶδες. τῷ δὲ πνεῖν τρέπει τὰ θηρία. Ἢ νομαῖον εἴρηται, διότι πανταχόσε βάλλει ἑαυτοῦ τοὺς κλάδους, καὶ τὸ ἐπίθετον ὁμοφωνεῖ τῷ κυρίῳ. ἕρπυλλος γὰρ καλεῖται παρὰ τὸ ἕρπειν. [ἔνθεν καὶ νομαῖον παρὰ τὸ νομήν. φιλόζωος δὲ ὁ ἕρπυλλος
Κονύζης: κόνυζα εἶδος βοτάνης. καταψυκτικὴ δὲ αὕτη πρὸς συνουσίαν· διὸ καὶ ἐν τοῖς Θεσμοφορίοις ἐστρώννυτο. χαμαιζήλοιο δὲ τῆς χαμαιπετοῦς. δύο δέ εἰσι καὶ αὐτῆς γένη, ἡ μὲν ἀγρία, ἡ δὲ ἥμερος. ἀλλ’ ἡ ἀγρία δριμυτέρα ἐστὶ τῆς ἡμέρου κονύζης.
τὸ δὲ ἄγνου βρύα λευκὰ πρὸς ἀντιδιαστολὴν τέθεικεν, ἐπεὶ ἔστι καὶ μέλας ἄγνος. πολυανθὴς δέ ἐστιν ὁ λύγος τοῦ ἄγνου, ὃν ἐν τοῖς Θεσμοφορίοις ὑπεστρώννυντο αἱ γυναῖκες. ἀντιπράττει γὰρ πρὸς συνουσίαν· διὸ καὶ ἄγνος λέγεται, ἄγονός τις ὤν. Βρύα δὲ τὰ ἄνθη· καὶ Ὅμηρος (καί τε βρύει ἄνθεϊ λευκῷ.
λευκὰ δὲ πρὸς ἀντιδιαστολὴν τῶν μελάνων. Τὸ δὲ σπέρμα τοῦ ἄγνου καὶ πινόμενον ἀπαλλάττει τῶν πυρετῶν καὶ ποιεῖ ἱδρῶτας, ὑδρωπικοῖς τε καὶ σπληνικοῖς βοηθεῖ εἰς κύστιν ἐκκαθαιρομένων τῶν ὑγρῶν. ὁμοίως δὲ καὶ τὸ πόλιον βοηθεῖ ἰκτερικοῖς, πολέμιον δέ ἐστι ταῖς κυούσαις γυναιξίν· ἐκβάλλει γὰρ τὰ ἔμβρυα. ὁ δὲ ὀνόγυρός ἐστιν εἶδος βοτάνης. [καὶ ὀνόγυρος δὲ εἶδος θάμνου. καλοῦσι δὲ αὐτὸν οἱ μὲν ἀνάγυρον, οἱ δὲ ὀνόγυρον, οἱ δὲ ἄκοπον, οἱ δὲ ἁγνάκορον, οἱ δὲ ὀζόγυρον
μόσχον δὲ τὸν κλάδον φησί. γράφεται δὲ καὶ πολυαυχέα καὶ πολυανθέα.
τὰ δὲ σκύρα ὄρεξιν τῶν ἀφροδισίων παρέχει τοῖς βουσίν. ὡς οὖν τῶν βουκόλων ἐπεχόντων τὰς βοῦς καὶ κοπιώντων σκύρα ἐχθρὰ εἴρηται. τὸ δὲ
τὸ δὲ σκυρόωσι ἀντὶ τοῦ ὀργῶσιν ἢ σκιρτῶσιν ἢ ἐκμαίνωνται. τῶν γὰρ σκύρων γευσάμεναι αἱ βόες ἐκκλίνονται, καὶ ταῦτα τοῖς βουσὶ μανίας ἐστὶ παρασκευαστικά. Βούτην, βουκόλον. ταῦτα γὰρ βλάπτουσι τοὺς βουκόλους. οἱ γὰρ βόες τρώγοντες αὐτὰ ὁρμητικοὶ γίνονται πρὸς τὰ ἀφροδίσια καὶ φεύγουσι τὰς ἀγέλας, ὥστε ἀναγκάζονται οἱ βουκόλοι διώκειν.
Ἡ δὲ πευκέδανος βοτάνη ἐστὶ πικρά. βαρύνεται δέ, ἵνα μὴ ιἦ ἐπίθετον.
ἀγραυλέι κοίτῃ; τῇ ἐν τῷ ἀγρῷ γινομένῃ· ἡ δὲ λέξις ἀγροικική.
χελείαις: ταῖς καταδύσεσι, παρὰ τὸ χεῖσθαι ἐν αὐταῖς τοὺς ὄφεις.
κεδρίδας: τὸν καρπὸν τῆς κέδρου. ἔχουσι γὰρ αὗται ὑγρότητα ἐλαιώδη.
τὸ δὲ λίπει ἔνι ἀντὶ τοῦ ἐν ἐλαίῳ τῷ ἐξ αὐτῶν, ὅπερ ἐστὶ ξηραντικόν.
καὶ ἀλθηέντα τὸν πρὸς ὑγείαν λαμβανόμενον, ὅ ἐστι θεραπευτικόν.
ὀδόντες δὲ οἱ δοίδυκες καὶ τριβεῖς. ἀντιπτώσει δὲ ἐχρήσατο. ἔδει γὰρ εἰπεῖν κνηστῆρος ὀδόντες.
σιάλων: ὅτε γάρ ἐστι νῆστις ὁ ἄνθρωπος, τότε τὸν αὐτοῦ σίελον πόρρω φεύγει ὁ ὄφις.
ἐπὶ χλωρηίδα νώτῳ: χλωρὰν ἐπὶ τῷ νώτῳ. ἰστέον δὲ ὅτι τινὲς βοτάνην λέγουσι τὴν κάμπην, τινὲς δὲ τὸ ζωύφιόν φασι.
ἀγριάδος δὲ μαλάχης κατὰ συναλοιφην τῆς ἀγριομαλάχης, ἣν καὶ ἀλθαίαν καλοῦσι. καὶ ἐγκύμονα ἀθαλλῆ, ἁπαλόν, μήπω ἐξηνθηκότα.
ἰαύοις: κοιμήσαιο
ψήχεο δ’ ἐν στέρνῳ: το δὲ ἑξῆς, ἀνάτριβε δὲ ἐν τῇ κοιμυλόεντι: λότητι τῆς θυείας.
μυλόεντι: ἢ τῷ λιθίνῳ ἢ τῷ μυλοειδεῖ.
ὀράμνους δὲ τοὺς κλάδους. κατὰ συγκοπὴν δὲ εἶπεν, οἷον ὀροδάμνους παρὰ τὸ ὀρούειν.
ὀδελοῦ: ἀντὶ τοῦ ὀβελοῦ Δωρικῶς ἢ Αἰολικῶς· καὶ Θεόκριτος (
δαύκου: τὸ μέντοι δαύκου καὶ δαύχου γράφεται, ἐπί τινων δὲ καὶ γλυκύ. ἔστι δὲ ῥιζίον παρόμοιον σταφυλίνῳ. Ἀντίγονος δὲ λέγει δαύχμου. ἔστι δὲ δάφνη πικρά. χειροπληθῆ δὲ ὅσον γεμίσαι τὴν χεῖρα. Δαύκου: δύο γένη τῆς βοτάνης, ἡ μὲν Κρητική, ἡ δὲ Ἀσιατική. Πλούταρχος πλείονα μέν φησι γένη αὐτῆς εἶναι, τὸ δὲ κοινὸν τῆς δυνάμεως ἰδίωμα δριμὺ καὶ πυρῶδες, ὡς καὶ ἡ γεῦσις αἰσθάνεται καὶ ὄσφρησις, καὶ πειρώμενον δῆλον εἶναι. καὶ γὰρ ἔμμηνα κινεῖ σφόδρα καὶ διαλύει στρόφους τῇ θερμότητι καὶ τῶν περὶ τὸν θώρακα σπλάγχνων καθαρτικὸν καὶ προσέτι γε μὴν λεπτυντικὸν ἔχει σθένος.
Τέρσαι ὑπὸ σκιόεντι: ξήραινέ φησιν, ἐν σκιώδει καὶ ἀνεμώδει τόπῳ μὴ γὰρ ἐν ἡλίῳ, ἵνα μὴ ἡ ὑγρότης αὐτῶν ξηρανθῇ ὑπὸ τοῦ ἡλίου καὶ ἀνενέργητα ποιήσῃς αὐτά.
αὖα δ’ ἐν ὄλπῃ: σκιόψυκτα δὲ ὄντα καὶ ξηρὰ θρύπτε αὐτὰ ἐν ληκύθῳ, καὶ οὕτως ἀλείφου, ὅτε χρεία καλέσει.
εἴγε μέν: δύο ὄφεις συνουσιάζοντας κελεύει λαβόντας ἑψῆσαι. χύτρῳ δὲ τῇ χύτρᾳ. διὰ τί δὲ συνουσιάζοντας; διότι ἐν τῷ καιρῷ τῆς συνουσίας βρωμοῦσιν. ἀποστρέφονται δὲ φύσει τὸν ἑαυτῶν βρῶμον. κνώδαλα δὲ κυρίως μὲν τὰ θαλάσσια παρὰ τὸ κινεῖσθαι ἐν τῇ ἁλί· καταχρηστικῶς δὲ τοὺς ὄφεις λέγει. φησὶ δὲ Ὀππιανὸς κνώδαλα τὰ τῶν θηρίων γένη, ἐξ οὗ καὶ μνείαν ποιεῖται ὁ Νίκανδρος περὶ κνωδάλων καὶ λέγει οἷον αἱμορροίδας καὶ κεράστας καὶ τριχοφόρους, ἤτοι χοίρους.
δραχμάων: τὸ τρίτον μέρος τοῦ δεκάτου τῆς δραχμῆς· τὸ τρίτον δέ ἐστι τῆς δεκάδος τρεῖς καὶ τρίτον. ἢ τριπλάσιον τῆς δεκάδος, τουτέστι τριάκοντα δραχμάς. τρίφατον οὖν ἀντὶ τοῦ τρίλεκτον, οἷον τριπλῆν δεκάδα, τουτέστι τριάκοντα δραχμάς.
ὁ μὲν γὰρ χοῦς ιβ κοτύλας ἔχει. τρίτον ουν τῶν δώδεκά φησιν. Ἐν δὲ τρίτην μοῖραν: ἀντὶ τοῦ δ κοτύλας. ιβ γὰρ κοτυλῶν ἐστιν ὁ χοῦς, τοῦ δὲ ιβ τὸ τρίτον δ. ἢ καὶ οὕτως, τῶν τριῶν ὄντων τῶν ῥοδίνων τῷ πρώτῳ καὶ τῷ δευτέρῳ ὡς ἐξόχοις φησὶ χρῆσθαι.
Πολύτριπτον: ἐπεὶ πολλὰ εἴδη ῥοδίνου, καὶ τὸ μὲν πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ μικτὸν καλοῦσιν, ὅπερ πολύτριπτον εἶπε. τὸ μικτὸν δὲ τὸ ἔξοχον.
ἰσόμορον: ἰσόμορον γὰρ λέγει τὸ ἴσον τοῦ ὀμφακίνου ἐλαίου, ἀντὶ τοῦ πάλιν δ κοτύλας. ἀργῆτος δὲ τοῦ λευκοῦ ἢ λαμπροῦ ἢ καθαροῦ, ἐξ ὠμῆς ἐλαίας γεγονότος.
ἐν δὲ τῷ τετράμορον λείπει ο καί σύνδεσμος, ἵν’ ᾖ καὶ τετράμοιρον κηροῦ, ἀντὶ τοῦ μίαν κοτύλην κηροῦ. τῶν γὰρ δ τὸ τέταρτον ἡ μία ἐστίν.
λάκτις δὲ ὁ λεγόμενος παρὰ Ἀττικοῖς ἀλετρίβανος. λέγει δὲ νῦν τὴν τορύνην, τὸ κίνητρον.
ἄκανθα δὲ κυρίως μὲν ἡ σπεῖρα τοῦ δράκοντος, νῦν δὲ λέγει τὸν δράκοντα. ἄφελε γοῦν, φησι, καὶ ἀποχώρισον τὰς φολίδας καὶ τὰ λεπάσματα· ἀπὸ κοινοῦ δὲ τὸ λίπαζε, ἀντὶ τοῦ χρῖσον.
θρίναξι: γεωργικόν τι σκεῦός ἐστιν ἔχον τρεῖς ἐξοχὰς καὶ σκόλοπας ἀπωξυμμένους ᾧ τοὺς στάχυας τρίβουσι καὶ λικμῶσι καὶ ἀπαχυρίζουσι.
δακέεσσι δὲ τοῖς θηρίοις, νῦν δὲ ταῖς ἀσπίσιν. ἔτι δέ, λέγει, εἰ μὴ ἠλειμμένος τῷ φαρμάκῳ ταῖς ἀσπίσιν ἐπιτύχῃς, ταχέως ἂν ταῖς ἡμετέραις προστάξεσιν ὑποχωρήσαις καὶ ἐκφύγοις ἂν τὰ δήγματα καὶ τὸν θάνατον τὸν ἐξ αὐτῶν.
τῶν ἤτοι θήλεια: περὶ τῆς ἀσπίδος λέγει, ἥ ἐστι διψάς. τῆς γὰρ θηλείας τὸ στόμα μεῖζον καὶ πλατυτέρα ἡ κεφαλή. τὸ δὲ παλίγκοτος οἷον ὀργίλη ἐστὶ τοῖς ἀπαντῶσι, τῷ τε δήγματι πλειοτέρα καὶ κατὰ τὴν ἑλκομένην σειρήν, ἤγουν οὐράν.
δάγμα δὲ διὰ τοῦ α ὁ Νίκανδρος πανταχοῦ, καὶ οὐ διὰ τοῦ η. καὶ τὸ πλειοτέρη ἀντὶ τοῦ μείζων τῷ στόματι. στικτέον γὰρ εἰς τὸ ἀντομένοισι. ἀπὸ κοινοῦ δὲ τὸ πλειοτέρη καὶ πάλιν· καὶ τῷ δήγματι γὰρ πλειοτέρη καὶ κατὰ τὴν ὁλκήν, καὶ κατὰ τὴν οὐράν, πλειοτέρη. ὁλκὸν δὲ τὸ σῶμα· ἢ τὴν οὐράν, καὶ σειρὴν τὴν πορείαν. βούλεται
τὸ δὲ τούνεκα ἢ ὅτι τῷ στόματι μείζων, ἢ ὅτι ὀργίλη ἐστὶ τῷ δήγματι.
ἀλλ’ ἤτοι θέρεος: οἷον ἀρχομένου τοῦ θέρους πικρότατά εἰσι τὰ ἑρπετά. τὸ δὲ ἐξαλέασθαι ἀπαρέμφατόν ἐστιν ἀντὶ προστακτικοῦ, ἤτοι ἀντὶ τοῦ ἐξάλυξον καὶ ἔκφυγε.
ὁλκαίην ψαίρουσαι: αἵτινες ὑπὸ τὴν οὐρὰν τοῦ ταύρου ἐγγίζουσαι καὶ ἁπτόμεναι ἢ ψαίρουσαι ἀντὶ τοῦ κινούμεναι, μικρόταται ἐπιφέρονται. λέγει δὲ ἐν ταῖς ἐπιτολαῖς τῶν Πλειάδων. τότε οὐν, φησι, ἔκφυγε τὸ δῆγμα. ὁλκαίην δὲ τὴν οὐρὰν λέγει παρὰ τὸ ἕλκεσθαι ὑπὸ τοῦ ὅλου σώματος. γράφεται καὶ ἀλκαίην καταχρηστικῶς· κυρίως γὰρ ἡ τοῦ λέοντος οὐρὰ ἀλκαία καλεῖται, ὅτι δι’ αὐτῆς ἑαυτὸν ἐποτρύνει καὶ ἐγείρει εἰς ἀλκήν· (αἰεὶ δ’ αὑτὸν ἐποτρύνει μαχέσασθαι.
Ἄρατος (
γωλεά: αἱ καταδύσεις αἱ ἐν τοῖς κοίλοις τόποις γινόμεναι οὕτω καλοῦνται.
λίπτῃσιν: ἢ ὅτε ἐπιθυμίαν σχοίη νομοῦ, τουτέστι βοσκῆς, ἢ ὁπότε βοσκῆς κεκορεσμένη ἐπὶ τὸ κοιμηθῆναι πορεύηται.
[μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις: κατὰ κοινοῦ.]
ὅτε δῆγμα πεφυζώς: ὅτε τὸ δῆγμα τῆς θηλείας φεύγων εἰς φυγὴν τράπῃ ἐν τῇ συνουσίᾳ. τότε γὰρ ἀναιρεῖ τὸν ἔχιν ἡ διψάς.
περκνός: τοιοῦτος γὰρ ὁ ἄρρην. καὶ τὸ θύῃσι ἀντὶ τοῦ ὁρμᾷ, ἤτοι φεύγει καὶ ἐκκλίνει τὴν τυπὴν καὶ τὴν τύψιν τῆς ἐχίδνης. Ἄλλως. ψολόεντος: τοῦ πυρώδους καὶ τεφρώδους. μετάληψις δὲ τὸ σχῆμα ἀντὶ τοῦ ψολοέσσης ἐχίδνης. δῆγμα δὲ καὶ τυπὴν ἐκ παραλλήλου τὸ αὐτό.
Ἡνίκα θορνυμένου: τὸ δὲ θορνυμένου ἀντὶ τοῦ συνφσιαζομένου καὶ μιγνυμένου. θαλερῷ δὲ τῷ σπορίμῳ· στόματι γὰρ συνέχονται αἱ ἔχιδναι· ἢ τῷ ὀλεθρίῳ.
θουρὰς δὲ λέγεται ἡ ὁρμητικὴ πρὸς συνουσίαν.
ὀδάξ: ἤτοι δηγματικῶς καὶ τμητικῶς συμπλακεῖσα τῷ ἄρρενι. γράφεται δὲ καὶ ἀμύξ ἀντὶ τοῦ οὐ μυκτικῶς ἤτοι κατεξεταστικῶς ἐμφῦσα. οὕτως γὰρ συνουσιάζονται οἱ ἔχεις ταῖς ἐχίδναις, καὶ μετὰ τὸ συνουσιάσαι ἀναιρεῖ τὸν ἄρρενα ἡ θήλεια, τὴν κεφαλὴν
μετεκίαθον δὲ ἀντὶ τοῦ μετῆλθον, ἤγουν τὴν λώβην τοῦ ἰδίου πατρὸς ἐξεδίκησαν· ἀνταμύνουσι γὰρ τῷ πατρί.
ἀναβρώσαντες: ῥηγνύντες.
οἴη γάρ βαρύθει: μόνη γὰρ βαρύνεται ὑπὸ τῷ κύματι τῆς γαστρός, ἐπειδὴ μόνη ἐγκύμων γίνεται, οἱ δὲ ἄλλοι πάντες ὄφεις ὠοτοκοῦσι.
ῥικνῆεν δὲ τὸ διερρωγός, τὸ παλαιόν· ἢ τὸ ῥυςσὸν ἢ τὸ τρομερόν. ἀπὸ κοινοῦ δὲ τὸ μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις.
ὁ πότε σκαρθμούς: ἤγουν τὰς διατριβάς, τοὺς τόπους, τὰ ἴχνη ἢ τὰς κινήσεις καὶ διώξεις. ἢ σκαρθμὸς ὁ διὰ τῶν ῥωθώνων ἀποσπασμὸς τῶν θηρίων· αὗται γὰρ ἀποσπῶνται τοῖς μυκτῆρσι τοὺς ὄφεις ἐκ τῶν καταδύσεων. ὁ δὲ λόγος, καὶ ὁπότε τὸν ἐξελκυσμὸν τὸν διὰ τῶν μυκτήρων ἐκκλίνας ὁ ὄφις καὶ φυγὼν καὶ πλήρης ὢν χολῆς ἐνερείσει καὶ προσπελάσει τὸ στόμα ἀνθρώπῳ τινί, διαφθείρει. τοῦτο γὰρ ἐξακούεται.
κινωπησταῖς: ἁπλῶς τοῖς ὄφεσι καὶ κοινῶς τοῖς ἑρπετοῖς. ὀργίζονται δὲ αὐτοῖς οἱ νεβροτόκοι καὶ ζόρκες, τουτέστιν αὐτοὶ οἱ ἔλαφοι καὶ αἱ ζορκάδες.
τρόχμαλα δὲ τοὺς τραχεῖς τόπους καὶ πετρώδεις, ἢ τὰς τρίβους καὶ τὰ ἴχνη, ἢ τὰ εἰκαῖα τῶν ἀγρῶν τειχία. καὶ τὸ ἐρέοντες ἀντὶ τοῦ ζητοῦντες, διώκοντες καὶ ἰχνοσκοποῦντες τοῖς μυκτῆρσι τὰς καταδύσεις.
Ὄθρυς: ὄνομα ὄρους Θεσσαλίας, ὅπου ὁ σὴψ νέμεται· πλεονάζει γὰρ ἐκεῖ τὸ θηρίον τοῦτο.
δίψιος δὲ ὁ ξηρὸς διὰ τὸ μὴ παρ’ ὑδατώδεσι τόποις φαίνεσθαι, ἀλλ’ ἐν ὀρεινοῖς. ἢ ὁ ποιῶν δίψαν τοῖς δακνομένοις.
φοινὰ δάκη: ἤγουν φονευτικὰ θηρία. καὶ τρηχέες ἀγμοί: οἱ τραχεῖς καὶ πετρώδεις τόποι παρὰ τὸ κατάγνυσθαι.
καὶ λέπας ἀκρωτήριον.
ἀλλόφατον λέγεται, ὅτι μεταβάλλεται εἰς χρώματα πολλά, καὶ πρὸς ὅντινα ἐγγίσῃ τόπον, τούτῳ ἴσον αὐτοῦ τὸ χρῶμα μεταβάλλεται. τὸ δὲ οἰαδόν ἐπιρρηματικῶς εἴρηται. γίνεται γὰρ ἐκ τοῦ οἶος καὶ οἰαδόν ἐπίρρημα.
χηραμά: τὰς καταδύσεις.
λίθακας τοὺς τραχεῖς τόπους. ἕρμακας δὲ τοὺς ἑρμαίους καὶ λιθώδεις τόπους. ἢ ἕρμακας λίθους σεσωρευμένους εἰς τιμὴν τοῦ Ἑρμοῦ.
τρηχεῖς δὲ οἱ ὀρεινοί. πικρότατοι γάρ εἰσι διὰ τὸ
[μεταμώνιον: οὐ μάταιον, ἀλλὰ δεινόν, ἐπικίνδυνον
ἄλλος δ’ αὖ κόχλοισι: τοῖς κόχλοις τῆς γῆς τὴν δομήν, ἤγουν τὸ σῶμα, ἀφομοιοῦνται. τῆς γῆς δὲ εἶπεν, ἐπεὶ καὶ θαλάσσιοί εἰσιν.
γράφεται ἔν τισιν φολίς, ἀπὸ τῶν ἰχθύων μεταφορικῶς. ὁ δὲ λόγος, ἄλλου δὲ ὄφεως ἐγχλωρίζουσα ἡ λεπὶς τὴν ἐπὶ μῆκος τεινομένην σπεῖραν ποικίλην ποιεῖ.
τὸ δὲ σπείρῃ λεπτύνονται ἀντὶ τοῦ ἢ τραχύνονται ἢ λευκαίνονται· ἀφ’ οὗ καὶ ἡ ἐν τοῖς σώμασι παρὰ φύσιν λευκότης καλεῖται λέπρα. ὁ δὲ λόγος, πολλοὶ δὲ ἐνδιατρίβοντες ἐν τῇ ἄμμῳ ὑπολευκαίνονται τὴν σπεῖραν, ἀλινδόμενοι καὶ κυλιόμενοι ταῖς ἄμμοις. ἄμαθος δὲ ἡ χερσαία κόνις Ὅμηρος δὲ (
ἀπὸ δὲ τούτου ποιεῖται τὴν τῶν ζῴων ἐξαρίθμησιν καὶ τὰ ἰδιώματα τῶν πληγῶν καὶ τὰ συμβαίνοντα πάθη τοῖς ὑπὸ τῶν ἑρπετῶν πληγεῖσιν, ἀρξάμενος ἀπὸ τῆς ἀσπίδος.
οὐδ’ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε.
φράζεο δ’ αὐαλέαις: τὴν φρίσσουσαν ταῖς καταξήροις φολίσι φονευτικὴν ἀσπίδα, τὸ χαλεπώτατον τῶν ἄλλων θηρίων, σκέπτου.
τὸ δὲ ἀμυδρόν ὁτὲ μὲν ἀσθενές, ὁτὲ δὲ καὶ εὐκίνητον καὶ χαλεπόν. Δημήτριος δὲ φησιν εἰρῆσθαι ἀμυδρότατον δάκος τὴν ἀσπίδα, καθ’ ὅσον οὐκ ἄγριόν ἐστι καὶ ὀξὺ τὸ ζῷον, ἀλλὰ μόνον τῇ φύσει χαλεπόν. δύναται δὲ κατ’ ἀμφότερα λέγεσθαι, χαλεπὸν μὲν διὰ τὸ ἀνίατον, ἀμυδρὸν δὲ διὰ τὸ νῶκαρ, ὃ καὶ χωρὶς ἀλγημάτων ἀναιρεῖ. Ἄλλως. ἀμυδρόν νῦν τὸ χαλεπὸν λέγεται, ὡς καὶ Ἀρχίλοχος ἀμυδρὰν χοιράδ’ ἐξαλεύμενος
ἔστι δὲ καὶ ὅτε εὐκίνητον, ὡς ἐπὶ τῆς ἴκτιδος (καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.
Ἄλλως ἀμυδρότατον ἀσθενέστατον, παρόσον ἀσθενοποιός ἐστιν ἡ πληγή.
Κέλευθος ὁμῶς: κατεναντίον τῷ κεράστῃ. ὁ μὲν γὰρ πλαγίως βαδίζει, ἡ δὲ τὸ ἐναντίον. ἡ σύνταξις δέ· ταύτης μὲν γὰρ ἡ ὁδὸς κατεναντίον, οἱονεὶ κατ’ εὐθεῖαν καὶ ὀρθῶς γίνεται τῷ μακρῷ
δολιχῷ δὲ μηρύγματι γαστρός, οἱονεὶ τῷ ὁλκῷ ἢ τῷ βαδίσματι καὶ ἐπισπασμῷ ἀπὸ τοῦ μηρύεσθαι. ἀκατάλληλα δὲ τὰ ἔπη· ἔδει γὰρ οὕτως ἀναγινώσκεσθαι· φράζεο δῆτα ἀσπίδα φοινήεσσαν, εἶτα ἣ καὶ σμερδαλέον μέν, εἶτα νωχελὲς ἐξ ὁλκοῖο, εἶτα αἰὲν ἐπιλλίζουσα, εἶτα τῇ μὲν γάρ τε κέλευθος, εἶτα ἀτραπὸν ὁλκαίην.
σμερδαλέον: φοβερὸν μὲν καὶ καταπληκτικὸν ἔχει ἀπὸ τῆς ὄψεως, ἄλλως δὲ ἐν τῇ πορείᾳ καὶ τῷ ἑλκυσμῷ τοῦ σώματος νωχελής ἐστι καὶ ὑπνώδης· τὸ γὰρ ὑπναλέοις ἐπιλλίζειν ὄσσοις τοῦτο δηλοῖ, ὅτι συνεχῶς τοῖς ὄμμασιν ἐπινεύουσα φαίνεται.
ἀθρήσῃ: αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς ἐπὶ τοῦ ὁρῷ οἷα λέγεις
. νωθρὸν δὲ τὸν νωθῆ καὶ νωθείαν ἐμποιοῦντα, τουτέστι νωχελίαν καὶ ἀργίαν.
ὁλκῷ: τῷ δὲ ὁλκῷ τοῦ σώματος τροχώδη καὶ κυκλοτερῆ ἁλωνίαν εἱλίξατο ἐν τῇ γῇ. ἅλωνα δὲ εἶπε, διότι καὶ αὑται αἱ ἁλωνίαι τροχοειδεῖς καὶ κυκλοτερεῖς εἰσι τῷ σχήματι τῷ τυπουμένῳ τῷ εἱλιγμῷ τῆς ἀσπίδος.
ἅλωα: τὴν σπεῖραν, τὸ σῶμα. κυρίως δὲ τὴν νέφωσιν τὴν περὶ τὸν ἥλιον καὶ τὴν σελήνην γινομένην πολλάκις. Ἄλλως. κυρίως ὁ δίσκος τοῦ ἡλίου καὶ τῆς σελήνης· μετενήνεκται δὲ εἰς τὴν τῆς ἀσπίδος περιφέρειαν.
Αἰγανέη δὲ τὸ ἀκόντιον ἀπὸ μέρους, τοῦ αἰγείου ἱμάντος, ὃν ἐξαγκυλούμενοι βάλλουσι. λέγει δὲ τοῦ μεσαγκύλου τοῦ ἀναιροῦντος τοὺς θῆρας. εἴρηται δὲ παρὰ τὸ ἄγαν νεῖσθαι.
ὀργυι ῇ δὲ μετρητὸν ἀντὶ τοῦ ἴσου καὶ μεμετρημένου ὀργυιᾷ.
εἰς ἐνοπήν: τινὲς ἀθετοῦσι τὸν στίχον τοῦτον, ὡς μὴ Νικάνδρου εἶναι.
χροιὴ δ’ ἄλλοτε μέν: τὸ δὲ χρῶμα τοῦ γένους τῶν ἀσπίδων τινῶν μὲν ψαφαρόν, ὅ ἐστι λευκὸν ἢ αὐχμηρόν, τινῶν δὲ μειλινόεν, τουτέστι χλωρὸν καὶ μείλινον καὶ ποικίλον καὶ ὠχρότερον, τινῶν δὲ τεφρῶδες καὶ σποδῶδες, ἢ καὶ τῇ ἰλύι τοῦ Νείλου ἐμφερές.
αἰθαλόεσσα δὲ ἤτοι πυρώδης καὶ λαμπρά, ἢ ξανθή, ὁμοίως τῷ βώλῳ τῶν Αἰθιόπων μελαινομένη.
οἵην τε πολύστονος: ἐπεὶ μετὰ στόνου καὶ ἤχου ῥέει ὁ Νεῖλος. στένειν γὰρ τὸ ἠχεῖν· καὶ Ὅμηρος (
ἢ καὶ πολύστομος. καὶ ἑπτάστομος γὰρ ὁ Νεῖλος, ὥς φησι καὶ Διονύσιος ὁ περιηγητής (
ὑπεστονάχιζε δὲ γαῖα
πλησάμενος δὲ ἤγουν ἑαυτὸν ἐμπλήσας καὶ πληρώσας. οἵαν ἄσιν, τουτέστι ῥύπον. φησὶ γοῦν, οἷον ῥύπον κατέχεε καὶ κατήγαγεν ὁ Νεῖλος ἑαυτὸν πληρώσας.
δοιοὶ δ’ ἐν σκυνίοισιν: τουτέστι περὶ τὰς ὀφρῦς ὑπεράνω τοῦ μετώπου δύο ὑπερφαίνουσι καὶ ἐξέχουσιν οἷα τύλοι· οὐ κέρατα δέ, ἀλλὰ τύλοι καὶ σαρκία τινά. Ἄλλως. ὑπὲρ τοὺς ὀφθαλμοὺς κατὰ τὸν τῶν ὀφρύων τόπον ἐξοχαί τινές εἰσι τύλοις ἐοικυῖαι περὶ τὴν ἀσπίδα, δι’ ἃς ἀγκύλον αὐτῆς φαίνεται τὸ ὄμμα.
καὶ ὁ αὐχὴν ἐμπίπλαται φυσῶντος τοῦ θηρίου.
τὸ δὲ ποιφύζειν πολλαχῶς λέγεται, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἐκφοβεῖν, ὡς Σώφρων ἐν μίμοις παιδικὰς ποιφύξεις
, ποτὲ δὲ ἐπὶ τοῦ πνεῖν, ὡς Εὐφορίων Ζεφύου μέγα ποιφύξαντος.
μεταπλασμῷ δὲ πάλιν κέχρηται· ἀντὶ τοῦ ποιφυζούσης εἶπε τῆς ἀσπίδος ποιφύσσοντος, ὡς ὁ αὐτὸς ἐν ἄλλῳ τόπῳ (ψολόεντος ἐχίδνης
.
Πολλὸν ὑπὸ σπείρης: ἀντὶ τοῦ ἐντὸς τῆς σπείρης. ψαφαρὸς δὲ ἤγουν αὐχμηρὸς ὀγκοῦται ὁ αὐχήν· τοῦτο γὰρ σημαίνει τὸ ἀναπίπλαται.
καὶ τὸ ἄκριτα ἀντὶ τοῦ μεγάλα, ἄτακτα. τὸ δὲ ποιφύσσοντος ἓν μέρος λόγου ἐστὶν ἀντὶ τοῦ φυσῶντος.
ὁδίταις: καὶ τὸ ὁδίταις γράφεται καὶ ὁδουροῖς, ἤτοι τοῖς ὁδοιπόροις θάνατον προσπελάσσει καὶ ἐμβάλλει ἄγαν ὀργίλως θυμουμένη.
δολιχήρεες δὲ ἤτοι μακροί, ἢ πρὸς μῆκος ἐρηρεισμένοι, δι’ οὗ σημαίνει τὸ σὺν μήκει ἰσχυρόν.
μύχατος δὲ χιτών: ὑποκάτω γὰρ τῆς γλώσσης τῆς ἀσπίδος χιτών ἐστιν, ὃς καλύπτει τοὺς ὀδόντας αὐτῆς, καὶ ὑποκάτω αὐτοῦ τοῦ χιτῶνος ἰὸς ἔγκειται. ὑμενώδης δέ ἐστιν ὁ χιτὼν καὶ τετρημένος πρὸς τὸ εἰσδέχεσθαι διὰ τῶν τρήσεων τὴν τροφὴν αὐτῆς. Ἄλλως. χιτών ἐστι λέπασμα. ὥσπερ δὲ χιτὼν ἐν τῷ στόματι τῆς ἀσπίδος καλύπτει τοὺς ὀδόντας αὐτῆς.
Οὔτε δυσαλθές: οὔτε δυσίατον οἴδημα ἐπιφλεγμαίνεται.
καμάτου δ’ ἄτερ· χωρὶς ὀδύνης ἀπόλλυται ὁ ἀνήρ.
ὑπνηλόν: καὶ γὰρ τὸ ὑπνηλὸν νῶκαρ ἐπάγει τὴν τοῦ βίου
ἰχνεύμων: εἶδος ἀετοῦ. ἱερὸς δέ ἐστιν Ἡρακλέους, ὡς αἰγυπιός. ἀκήριος δέ, ἄνευ κηρὸς καὶ θανάτου. μόνος γὰρ ὁ ἰχνεύμων τὴν ὁρμὴν τῆς ἀσπίδος ἄνευ θανάτου ἐκφεύγει καὶ ἐκκλίνει, καὶ ὅταν εἰς μάχην συνέρχηται, καὶ ὅτε θαλπούσης αὐτῆς τὰ ὠὰ πάντα λαβὼν διεσκόρπισε καὶ ἐξ ὑμένων ἐτίναξε κατεσθίων.
καὶ τὸ κηροτρόφου ἤτοι θανατοτρόφου, ἢ διὰ τὸ καὶ αὐτὰ τὰ τέκνα θανάτου εἶναι τοῖς ἀνθρώποις, ἢ διὰ τὸ τὸν ἰὸν τρέφειν.
συνερραθάγησε: τουτέστι ὁ κτύπος ὁ γινόμενος ὑπὸ τῶν κυμάτων κλωμένων αὐτῶν καὶ προσρηγνυμένων ἐν ταῖς πέτραις. ἀπὸ μεταφορᾶς δὲ τοῦ κτύπου τούτου εἶπε τὸ συνερραθάγησε, ἤτοι κατέαξε, συνέθλασε, συνέτριψε διὰ τὸ ἐν τῷ τρώγειν κτύπον ἀποτελεῖσθαι ὑπὸ τῶν ὀδόντων. ῥάθαγος δὲ κυρίως ὁ τῆς κώπης κτύπος.
κινωπέτου: τουτέστι θηρίου τοῦ ἐν τῷ πέδῳ κινουμένου εὐκινήτως. ἀμυδρῆς δὲ ἤτοι μικρᾶς, ἢ τῆς δεινῆς καὶ ὀργίλης.
ἴκτις δὲ ἡ λεγομένη ἀγρία γαλῆ· καὶ Ὅμηρὸς (κρατὶ δ’ ἐπὶ κτιδέην,
ὡς ἀπὸ τῆς ἴκτιδος τοῦ ζῴου.
τιθαιβώσσουσι: κυρίως μὲν ἐπὶ μελισσῶν τοῦτο εἴρηται παρὰ τὸ τὴν βῶσιν τιθέναι· ἀλλ’ ομως κατεχρήσατο τούτῳ καὶ ἐνταῦθα; Ἄλλως. κυρίως τρέφειν παρὰ τὸ τυτθὰ βόσκειν ἢ τρέφειν.
Ἰάμνους δὲ τὰς ἰαμενάς. καὶ θρυόεντας τοὺς θρυώδεις· θρύον δὲ εἶδος πόας· (ἰδὲ θρύον ἠδὲ κύπειρον.
εἱλικοέσσαις: ἑλικοέσσαις, ἤτοι ταῖς σπειρώδεσιν ἢ ἐπιμήκεσι.
[ποταμόνδε: ὁ ἰχνεύμων κώλοις, ἤτοι τοῖς ποσίν, ἔτυψε, ἔπληξε
τάρταρον δὲ τὸν βυθὸν ἐνθάδε εἴρηκε θηλυκῶς. καὶ ἰλυόεσσαν δὲ τὴν ἰλυώδη καὶ βορβορώδη.
λιχμήρεος δὲ τουτέστι τοῦ προβάλλοντος τὴν γλῶσσαν ἐν τῷ λιχμάζειν. προβάλλουσι καὶ γὰρ οἱ ὄφεις τὰς γλώσας μέλλοντες λείχειν.
βρυόεντος δὲ τοῦ βρυώδους καὶ βοτανώδους τόπου. καὶ γὰρ τὸ βρύον βοτάνη ἐστίν, ἧς τὸ φύλλον ἔοικε πράσῳ.
πολυδερκέα: ἤτοι τὴν κατὰ πολλοὺς τρόπους ὁρωμένην κατὰ τὸν πολύποδα. ἢ πολυδευκέα, πικράν.
ἤτοι ἀν’ Εὐρώπην μέν: οὐχ ὅμοια τῶν δύο γαιῶν. αἱ
κεραοὶ δὲ τουτέστι κέρατα οὐκ ἔχουσιν, ἀλλ’ ἐξοχὰς ὑπὲρ τοὺς ῥώθωνας. ἀργίλιπες δὲ ἤτοι ἔκλευκοι, ὡς Ἀρχίλοχος ἀργιλιπὴς δὲ Φᾶσις
.
οἱ μὲν ὑπὸ Σκείρωνος: Σκείρων μὲν ὄρος μεταξὺ Μεγαρέων καὶ Κορινθίων κείμενον, ὅπερ τινὲς Σκειρωνίδα πέτραν καλοῦσι Παμβώνια δὲ ὄρη τῆς Μεγαρικῆς, ὡς αὐτὸς ἐν τρίτῳ τῶν Θηβαικῶν,
τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας
ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.
Ῥυπαῖον δὲ Ἀντίγονος μὲν τῆς Ἀχαιίδος φησὶν εἶναι, ἐπεὶ καὶ Ῥυπαῖοι οἱ Ἀχαιοὶ ὠνομάσθησαν. ἔστι δὲ τῆς Αἰτωλίας, ὡς Νίκανδρος περί τινων εἰς Αἰτωλίαν διερχομένων διηγούμενος
τὸ δὲ Ἀσέληνον Λοκρικὸν ὄρος ἐστὶ δυσχείμερον. ταῦτα οὖν πάντα ὀνόματά εἰσιν ὀρῶν τῆς Εὐρώπης. πάλιν δὲ Βουκάρτερος καὶ Αἰσαγέης καὶ Κέρκαφος ὀνόματά εἰσιν ὀρῶν τῆς Ἀσίας.
δι’ αἰπεινήν τε κολώνην
Οἰωνοῦ Ῥύπης τε πάγον καὶ Ὀνθίδα λίμνην
στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαξον.
τῶν ἤτοι βρεχμοὶ μέν: τὸ μὲν βρέχμα, ὅ ἐστι τὸ κρανίον, πλατύ ἐστιν· ὑπὲρ δὲ τὸ ἄκρον ὁλκαῖον ἡ σπεῖρα κολοβὴν οὐρὰν εἱλίσσεται, τουτέστιν ὑπὲρ δὲ τούτων μῆκος ἢ τὸ ἄκρον σῶμα.
ὁλκαῖον γὰρ τὸ μῆκος. ἡ δὲ ὑπέρ πρόθεσις ἀντὶ τῆς περί, ἵν’ ᾖ ὅτι περὶ τὸ ἄκρον σῶμα ἡ σπεῖρα κολοβὴν ἑλίσσει οὐράν. τὸ γὰρ ἑλίσσεται ἀντὶ τοῦ ἑλίσσει καὶ συνέχει. ἢ ὅτι περὶ τὸ ἄκρον ἕλκυσμα τῆς σπείρας, τουτέστι τοῦ σώματος, κολοβὴν ἔχει τὴν οὐρὰν ἡ θήλεια.
πᾶς δέ τοι ὀξυκάρηνος: ὁ ἄρσην, ὁ ἔχις· ἔχιδνα δὲ ἡ θήλεια. εἰπὼν οὖν ὅτι ἡ θήλεια πλατὺ ἔχει τὸ βρέγμα, τὸν ἄρσενα ὀξυκέφαλον εἶπεν· ἐν τούτῳ δὲ τὸν αὐτὸν ἄρρενα καὶ θήλειαν.
ἀκιδνότερος δέ, ὥστε ἄνω μὲν μείζονα καὶ ἐπισημότερον εἶναι καὶ τὸν μέγαν καὶ τὸν ἥσσονα· ἀπὸ δὲ τῆς κοιλίας ἀκιδνότερος καταστρέφει εἰς τὸ ἀσθενέστερον καὶ οὐχ ὅμοιον τοῖς ἄνω μέρεσι.
πεδανὴ δὲ ἀσθενής.
Ἴσως μὲν πεδανή: ἐξ ἴσου δὲ ταπεινὴ ὑπὸ τοῖς πέρασι τοῦ δολιχοῦ ὁλκοῦ. τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ἐξ ἴσου τῇ γαστρί. Ἄλλως. τὸ ἐπάνω τῆς οὐρᾶς μέρος πολλὰς καὶ λαμπρὰς ἔχει φολίδας· τὸ δὲ ὑποκάτω τῆς οὐρᾶς οὐχ οὕτως ἔχει.
τετρυμμένη δὲ ἰσχνή, ἤτοι κατεξηραμένη, φρίσσουσα ἢ πεπυκνωμένη.
Γλήνεα φοινίσσει: ἤτοι αἱματώδεις ἔχει τοὺς ὀφθαλμούς. τεθοωμένος: ἤγουν παρωξυμένος, τεταραγμένος. καὶ τὸ δικρῇ δὲ ἀντὶ τοῦ διστόμῳ. δύο γὰρ τρήματα ὡς γλῶσσα.
σκωλύπτεται οὐρήν: τουτέστι σκολιῶς κινεῖται ἢ τραχύνεται, ἅπτεται. γράφεται καὶ σκωλύνεται ἢ σκωλύπεται, εἱλιγμένην ἔχει καὶ σκολιὰν καὶ οὐκ εὐθεῖαν τὴν οὐράν.
κωκυτὸν δέ: καὶ γὰρ ἀθετεῖται ὁ στίχος οὗτος ὡς υπόβολιμαῖος.
κυνόδοντες δὲ δύω, ἐπειδὴ δύο μόνοι εἰσὶν ἰοβόλοι τῶν ἀρρένων ὀδόντες, πολλοὶ δὲ τῶν θηλειῶν.
[οὔλῳ· ὅλῳ ἢ ὀλεθρίῳ καὶ ὀλοῷ
εὐρυνθέντας: χωρογραφηθέντας τοὺς ὀδόντας καὶ εὐρέας γινομένους. χαλινοὺς γὰρ τοὺς ὀδόντας φησί.
πολλάκι μὲν χλοάουσα ἀντὶ τοῦ χλωρή. μεταπεποίηται δὲ ἐκ τῶν Νουμηνίου οὕτως,
Ἄλλως. Διογενιανὸς χλοάζειν ἢ καλῶς αὔξεσθαι ἢ βλαστάνειν. Θέων δὲ ἐν ὑπομνήματι χλοάζουσα, οἰδοῦσα. κατὰ πλέον δὲ τίθεται τὸ χλοάζειν.
ὑπόχλωρόν γε μὲν ἕλκος
κυκλαίνει. τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος.
Αἱ δὲ φλύκταιναι ἀραιαὶ τὼς εἴτε, ἀντὶ τοῦ ὡς εἴτε, πομφόλυγες χαμηλαὶ ἢ θαμιναὶ ἐν πυρὶ ζέοντος ὕδατος γίνονται, οὕτω πλαδόωσί, φησι, καὶ ἐν τῷ σώματι τοῦ δηχθέντος. ὥσπερ γίνονται πομφόλυγες ἐν τῷ ὕδατι τῷ πυρί, οὕτως γίνονται αἱ φλύκταιναι αἱ ἀραιαί. ἀραιαὶ δὲ τουτέστιν ἀσθενεῖς καὶ κεναί. οὐδὲν γὰρ ἔχουσιν, ἀλλὰ κεναί εἰσιν. πομφόλυγες δὲ αἱ ἀναρρήξεις τοῦ ὕδατος.
καὶ τὸ πυρικμήτοιο ἀντὶ τοῦ κεκαυμένου ὑπὸ πυρός.
πλαδόωσι: κυρίως τὸ μὴ ἀντίτυπον πλαδόεν καλεῖται. Πλαδόωσιν ἤγουν ὑγραὶ γίνονται ἢ οἰδοῦσι καὶ πλατύνονται. ὅθεν καὶ
Κίονά τε: ἤγουν τὸν τράχηλον, ἐπειδὴ τρόπον κίονος ὑποβαστάζει τὴν κεφαλήν· οἱ δὲ τὸν γαργαρεῶνα· οἱ δὲ τὴν λεγομένην κιονίδα, κοινῶς δὲ σταφυλήν. κίων δὲ διὰ τὸ κεῖσθαι ἀπὸ τοῦ κάτω μέρους τοῦ στομάχου μέχρι τοῦ ἄνω.
αἶψα δὲ γυίοις: ἀντὶ τοῦ εὐθέως τοῖς μέλεσι καὶ τῇ ἰξύι, ἤγουν τῇ ὀσφύι, ἡ ἀδράνεια βαρύνουσα αὐτόν, μέρμερος φροντίς, ἵζει καὶ γίνεται.
σκοτόεν βάρος: καροῦται γὰρ ὁ πλησσόμενος ὑπὸ τῆς ἐχίδνης.
ζαλόωσα δέ, χιονίζουσα, τρέφουσα χειμερινὸν κρύος ζαλῶν. πέριξ βέβριθεν: ἀντὶ τοῦ ῥίγει συνέχεται χαλεπωτάτῳ ὁ δηχθείς.
χολόεντας: τὴν χολὴν ἤμεσε. περιπέφρακεν, ὅ ἐστι χολώδη ἀπεμεῖ.
νοτέων δὲ ἀντὶ τοῦ ὑγραινόμενος. ὁ δὲ ἱδρὼς νοτέων περὶ τοῖς μέλεσι ψυχρότερος τῆς τοῦ νιφετοῦ βολῆς περιχέεται.
ζοφοειδέος: σκοτώδους, ἤγουν ὠχροῦ.
ἄνθεσι δὲ χαλκοῦ ἀντὶ τοῦ χαλκάνθῳ, ἣν νῦν φασι καλακάνθην. ἄνθεος δέ ἐστιν χαλκοῦ τι γένος γινόμενον, ἐν οἷς ὁ χαλκὸς χωνεύεται καὶ καθίεται, πελιδνόν τε καὶ μᾶλλον ἔχον ἔγκιρρον τὴν πελιδνότητα· μικρὸν δὲ καὶ στρογγύλον καὶ παραπλήσιον τῷ σπέρματι τοῦ νάπυος· καὶ ἴσως τούτου μέμνηται ὁ Νίκανδρος. γράφεται δὲ καὶ ἄνθεσι χαλκης. οὕτως καὶ παρὰ Νουμηνίῳ,
ἔστι δὲ ἡ χάλκη ἄνθος, ἀφ’ οὗ καὶ τὴν πορφύραν ὠνόμασαν. ὁμοίως τὸ ἐμφερὲς τὸ ἐν τῇ Ἡρακλείᾳ,
ῥέθεσίν γε μὲν εἴδετ’ ἐπ’ ἰχώρ
ἠερόεις· τοτὲ δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος
ἀμφί ἑ κυδαίνει χάλκῃ ἴσον.
φολὶς δ’ ἀπέλαμπε φαεινή·
ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
δολόεντα δὲ εἶπε τὸν κεράστην, ἐπεὶ ἐν τοῖς ἁμαξιτοῖς κρύπτων ἑαυτὸν ἀναιρεῖ τὸν τυχόντα.
ἤτοι ὁ μὲν κόλος ἐστίν: ἀντὶ τοῦ κολοβὸς τοῖς κέρασι, τουτέστι μὴ ἔχων κέρατα· ὁ γὰρ ἔχις οὐκ ἔχει κέρατα· κόλος οὖν ἤτοι ὁ ἀκέρατος ἔχις. Ἢ τῷ μήκει ἐλάσσων ἐστίν. εἰσὶ δὲ κεράσται ἀκέρατοι
Πισύρεσσι δέ, ἐπεί εἰσι καὶ τετρακέρατοι κεράσται καὶ δίκεροι.
ἁματροχιῇσιν: ἀντὶ τοῦ ἁρματροχιαῖς, λέγει γὰρ ταῖς χαράξεσι τοῦ τροχοῦ, ταῖς γινομέναις εἰ τὴν γῆν. ἐν αὐταῖς γὰρ κοιμᾶται ὁ κεράστης ἔχις. τὸ δὲ ἐνδυκὲς αὔει ἀντὶ τοῦ ἐπιμελῶς καὶ συνεχῶς κοιμᾶται ἢ διάγει. ἐξενήνεκται δὲ χωρὶς τοῦ ι. ἔστι δὲ τὸ πλῆρες ἰαύει.
θοὸς ἀντία θύνει: ὁ ἔχις ἀντίον τρέχει ὀρθῶς καὶ συντόμως τῷ μηρύγματι, ἤτοι τῷ ἐπισπασμῷ τῆς γαστρός.
αὐτὰρ ὅγε: ὁ δὲ κεράστης πλάγιος ἐπικυλίεται τῷ σώματι.
τετρηχότι δὲ ἢ δασεῖ ἢ τραχεῖ· διὸ καὶ ἠχεῖ ἡ πορεία αὐτοῦ ἐκ δὲ τοῦ πορεύω γέγονε πορεία, ὥσπερ ἐκ τοῦ περισσεύω περισσεία.
τράμπιος ὁλκαίης: ἤτοι τῆς ἐπισπωμένης. πολλῆς δὲ ἐμφάσεως ἡ παραβολὴ γέμει καὶ σεμνότητος κατὰ τὴν συνθήκην. τράμπις δέ ἐστι βαρβαρικὸν πλοῖον. καταχρηστικῶς δὲ εἶπεν. ὁ γὰρ νοῦς οὕτως, τοῦ πλοίου τὴν ὁλκὴν ποιοῦντος ἴσος ἐν τῷ καμάτῳ, τουτέστι τῷ βαδίσματι. ὥσπερ γὰρ τὸ πλοῖόν, φησι, τῇ βίᾳ τοῦ ἀνέμου ἐκκρούεται, ἤγουν ἀποπέμπεται, ἔξω τῆς εὐθείας ὁδοῦ καὶ πλάγιον, ἤγουν ἐπίπλευρον, φέρεται, οὕτως καὶ ὁ κεράστης πλάγιος καὶ ἐπίπλευρος ἕρπει. ὅτι πλοῖον ἡ τράμπις καὶ Λυκόφρων φησί (τράμπις σ’ ὀχήσει καὶ Φερέκλειοι πόδες.
ὑπὸ γὰρ τοῦ Φερέκλου κατεσκευάσθησαν αἱ νῆες τῷ Ἀλεξάνδρῳ. Ἀκάτω ἴσος: ἐὰν μὲν ᾖ ἀκάτῳ, ἐκ δισσοῦ κεῖται ἡ λέξις· ἐὰν δὲ καμάτῳ, ὅπερ ἄμεινον, ἀντὶ τοῦ πλῷ.
τὸ δὲ ἀπόκρουστος ἤτοι πλαγιαζομένη ἢ ἀποκρουομένη ἢ κλυζομένη τῇ πνοῇ τοῦ λιβός. ἢ ἀπόκρουστος ὡσανεὶ ἀπόβλητος καὶ οἷον ἀποπεμπομένη καὶ ἀποβαλλομένη τῆς εὐθείας ὁδοῦ.
Ἥλῳ ἐειδόμενον: ἧλος σκλήρωμά ἐστι περὶ τὰ πέλματα τῶν ποδῶν γινόμενον στρογγύλον καὶ παραπλήσιον τοῖς τῶν ἥλων κεφαλίοις. ἔστι δὲ ἧλος τὸ ἐπιδημίως καλούμενον καρφίον.
φλύκταιναι: ἤτοι αἱ φλυκτίδες αἱ περὶ τὸ δῆγμα μικρὸν ἐπανιστᾶσαι καὶ ἀδιάγνωστοι περὶ τὴν πρόσοψιν. πέμφιξι δὲ ταῖς φύσαις, ταῖς ἐν τοῖς ὕδασι γινομέναις πομφόλυξιν.
ἤτοι ἀφαυρότερον: δηλαδὴ ἀνεπαισθήτως ἀλγοῦσιν οἱ δηχθέντες. ἢ ἀσθενέστερον καὶ σύντονον. ἐπιφέρει γὰρ καὶ ἐννέα αὐγάς, ὅτι ἐπὶ ἐννέα ἡμέρας μόνον ζῶσιν οἱ δηχθέντες ὑπὸ κεράστου.
οἷσι κεράστης: τὸ δὲ οἷσιν ἀντὶ τοῦ ᾧτινι. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πλῆθος, δέον εἰπεῖν ὅτε κεράστης.
ἀσκελές: ἀδιαλείπτως, σκληρῶς, ἢ ἴσον ἐν τοῖς δύο βουβῶσι.
μόγις γε μέν: νοητέον τὸ· μόγις γε μέν ἀντὶ τοῦ σπανίως. ἢ διχῶς γράφεται πολεῖς, ἵν’ ᾖ πολλοὶ ἐξέφυγον τὴν μοῖραν, ὡσανεὶ καὶ ἔζησαν.
ὑπάρπεζον: Αἰτωλοὶ τὴν ὕπτιον καὶ λεῖον ὑπάρπεζόν φασιν. * οἱ μὲν τὴν αἱμασιάν, οἱ δὲ τὸν προάντη καὶ τραχὺν τόπον, οἱ δὲ λίθον.
* μῆκος ἔχοντα ποδός. ἔστι δὲ πήχεως δίμοιρον ὁ ποῦς.
αὐτὰρ ἐπ’ εὖρος: ἐπὶ δὲ τὸ εὖρος τέθρυπται, ὅ ἐστι τέθλιπαι. λεπτὸς γάρ ἐστιν ὅλος. ὁ γὰρ λόγος, ἀπὸ τῆς κεφαλῆς μέχρι καὶ τῆς οὐρᾶς τέθρυπται ἢ τέθλιπται καὶ λεπτός ἐστιν.
ψολόεις: ἀντὶ τοῦ καυστικός, ἤγουν πεπυρακτωμένος διὰ τὴν ἐκ τῆς ἀλγηδόνος πύρωσιν (εἴωθε γὰρ τοῖς δηχθεῖσιν ἐπακολουθεῖν), ἢ διὰ τὸ διαπύρους ἔχειν τοὺς ὀφθαλμούς, ἢ διὰ τὸ κεκινημένον εἶναι καὶ τραχὺ τὸ δῆγμα. Ψολόεις: τρία σημαίνει ἡ λέξις. ἔστι γὰρ ψολόεν τὸ μέλαν, τὸ σποδοειδές, τὸ λαμπρόν· Εὐφορίων
καὶ Αἰσχύλος ἐν Βασσαρίσιν
ἢ Αἴτνην ψολόεσσαν ἐναύλιον ἀστεροπαῖον.
λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν.κάρφει παλαιῷ κἀπιβωμίῳ ψόλῳ.
Πεδανὴ δέ οἱ οὐρή: καὶ γὰρ πεδανὴ λέγεται ἡ λεπτὴ οὐρὰ καὶ συνεστραμμένη. Ἄξυλος δὲ ἱστορεῖ ὅτι καὶ κέρατα ἔχει. αἰθὸς
κατομφάλιος: ἀπὸ τοῦ ὀμφαλοῦ στενή ἐστιν ἡ οὐρά.
ὑπὲρ νιφόεντα: ψύχει φονεύοντα. ἐν δὲ τῇ συντάξει ὁ στίχος οὗτος μετὰ τοῦ ἀπ’ αὐτοῦ συμπλέκεται, καί ἐστιν ἡ σύνταξις οὕτως, τοῦ μὲν ὑπὲρ νιφόεντα φάη κέρατα δοιὰ μετώπω ἔγκειται, τουτέστι τούτου μὲν ὑπὲρ τὰ κρυμώδη ὄμματα, ἤγουν ὑπεράνω αὐτῶν, κέρατα δύο ἐν τῷ μετώπῳ ἔγκειται. νιφόεντα δὲ ψυχρά. κοινῶς δὲ πάντα τὰ ἑρπετὰ ψυχρά ἐστιν.
πάρνοψι δὲ ταῖς ἀκρίσιν. ἢ τὰς λογάδας προσεικής, ἤγουν ὅμοιος τῷ λευκῷ τῶν ὀφθαλμῶν.
λαμυρὸν δὲ ἤτοι λάβρον ἢ ταραχῶδες ἢ ἀκίνητον.
δοχμὰ δ’ ἐπισκάζων: ἤτοι πλάγιός, φησιν, πορεύεται προβάλλων τὴν κοιλίαν καὶ ταῖς φολίσιν ὑποτρίβων τὴν γῆν.
βαιὸν δὲ πλόον νῦν τὴν ὁδόν, τὴν πεζὴν πορείαν. οὕτω γὰρ καὶ Ἀντίμαχος εἶπε τοῖσι δ’ ἂν ὑλήεντα διὰ πλόον ἐρχομένοισιν.
καὶ Ἀριστοφάνης ἐν τῷ Γήρᾳ γυναῖκα ποιήσας ἐπὶ ζεύγους ὄνων ὀχουμένην παρεισάγει τινὰ ἐρῶντα αὐτῆς, ἣ καὶ ἐρεθίζουσά φησι πρὸς αὐτὸν ἀποπλευστέον ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι σήμερον.
φολίσιν δὲ καὶ οἴμῳ: τῇ βαδίσει. γράφεται καὶ ὁλκῷ, τουτέστιν τῷ σώματι.
ὑποψοφέων: μεταφορικῶς· ἡρέμα ἕρπει προσπταίων, τουτέστι τραχύνεται τῇ φολίδι ἡ γαστήρ, καὶ παρασύρων προστρίβεται τῇ γῇ καὶ ὑποψοφεῖ, οἷα χύσιν καλάμης διέρπων, τουτέστιν ὡσεὶ καλάμους διέρπων, ἤγουν βαδίζων.
γαστὴρ δ’ ὑδατόεσσα: ἀντὶ τοῦ πολλὰ ὕδατα πίνει ὁ δηχθείς, ἡ δὲ ὑδατώδης αὐτοῦ γαστὴρ σκαίρει καὶ πηδᾷ. τοῦτο γὰρ τὸ πιδύεται. κυρίως δὲ τὸ πίνειν, ἐξ οὗ καὶ τὸ πῖδαξ ἡ πηγή.
πεφορυγμένον δὲ ἤγουν μεμολυσμένον, ὅ ἐστιν ἀναμεμιγμένον καὶ σνγκεκραμένον τῷ χολώδει ἰῷ
αἱ δ’ ὑπὸ γυίοις: αἱ δὲ ὑπὸ τοῖς μέλεσιν ὠτειλαὶ ῥήγνυνται.
πίμπραται: τουτέστιν ὑποκαίεται καὶ πυροῦται τὰ οὖλα, ὡς ὑπὸ πεπέρεως ἢ σινάπεως, ἤγουν πυρακτοῦνται καὶ ἀναβράζουσιν.
ἀσταγὲς δὲ ἤτοι ἄστακτον ἢ μὴ στάζον, ἀλλὰ κρουνηδὸν φερόμενον, οἱονεὶ πολυσταγές.
μυδόωντες δὲ ἤτοι δυσώδεις, δίυγροι τῇ σήψει τῶν οὔλων καὶ τοῦ αἵματος· ἢ ὄζοντες, καὶ δυσωδίαν πνέοντες.
εἴ γ’ ἔτυμον: τὸ ἑξῆς, τῶν δ’ Ἑλένη μέσον ὁλκὸν ἀνέκλασεν, εἶτα, εἴ γ’ ἔτυμον Τροίηθεν ἰοῦσα. ἰστέον δὲ ὅτι ἀπὸ Τροίας ὑποστρέφων ὁ Μενέλαος σὺν τῇ Ἑλένῃ ἐπλανήθη καὶ ἦλθεν εἰς Αἴγυπτον. ὁ γοῦν κυβερνήτης αὐτοῦ Κάνωβος ἐξελθὼν κοιμηθῆναι ἐν τῷ αἰγιαλῷ ἄκων ἀπεκοιμήθη καὶ ἐπιπέπτωκεν αἱμορροΐδι, ἥτις θλιφθεῖσα ὑπ’ αὐτοῦ τὸν αὐχένα καὶ ὀδυνηθεῖσα ἐξελθοῦσα ἔδακεν αὐτόν. θνήσκοντα οὖν ὑπ’ αὐτῆς τὸν κυβερνήτην θεωρήσασα ἡ Ἑλένη καὶ ὀργισθεῖσα ταῖς αἱμορροΐσιν, ἔκλασε τὴν ἄκανθαν αὐτῆς καὶ ἐξέβαλε τοὺς τῆς ῥάχεως αὐτῆς σπονδύλους, καὶ ἔκτοτε αἱ αἱμορροΐδες καὶ οἱ σκολιοὶ καὶ οἱ πλάγιοι κατὰ τὴν πορείαν κεράσται κεκλασμένοι εἰσὶ τὰς ῥάχεις. καὶ ἡ μὲν ἱστορία οὕτως. τὸ δὲ χαλέψατο ἀντὶ τοῦ: ὠργίσθη τῶν αἱμορροΐδων τῷ γένει.
πολύστροιβον: τουτέστι πολλὰς ἴλιγγας ἔχοντα καὶ ἀπειροπληθῆ καὶ ἀπλήρωτα καὶ πολλὰ ῥεύματα. καὶ γὰρ στρόβος ἐκεῖνα λέγεται, ἡ τῶν ὑδάτων στροφή.
κυβερνητῆρα: ἡ αἱμορροῒς ἔδακε Κάνωβον, τὸν κυβερνήτην τοῦ Μενελάου, καθεύδοντα ἐν τῷ πρὸς Αἴγυπτον αἰγιαλῷ καὶ ἐνῆκεν αὐτῷ ἰόν.
Θώνιος δὲ ἤτοι ἐν τοῖς ψαμάθοις καὶ τοῖς αἰγιαλοῖς τοῦ Θώνιος. Θῶνις γὰρ βασιλεὺς γέγονε τῆς Αἰγύπτου.
ὁλκόν: ἤτοι σώμα. εἰδέναι χρὴ ὅτι εἰς ἀρσενικὸν μετήγαγε τὸν λόγον συμφωνῶν τοῖς προσάγουσιν. ἀκάνθης δὲ ἤτοι τῆς αἱμορροΐδος τὴν ἄκανθαν, δηλονότι τὸ κέντρον αὐτὸ τὸ λεγόμενον κοινῶς, ἔκλασεν ἡ Ἑλένη χαλεπήνασα τοῖς ἑρπετοῖς διὰ τὸ τὸν κυβερνήτην, καθὸ εἴρηται, ἀπολωλέναι.
καὶ τὸ ῥάχις δ’ ἐξέδραμε γυίων ἀντὶ τοῦ ἐξῆλθον οἱ σπόνδυλοι τῆς ῥάχεως. Σημείωσαι δὲ ὅτι ἀπὸ τοῦ θηλυκοῦ, τῆς αἱμορροΐδος, εἰς ἀρσενικὸν ἀνήνεγκε τὸν λόγον.
Ἀλλ’ ὁ μὲν εἴδει: καὶ γὰρ τῇ μὲν ὄψει τῷ αἱμορρόῳ ὅμοιόν ἐστιν, τῇ δὲ πορείᾳ διαλλάττει, παρ’ ὅσον ἀντίον [τοῦ αἱμόρρου]
ἔμπλην ἄμμορον: παρὰ Ἀρχιλόχῳ ἔμπλην ἐμοῦ τε καὶ φίλου
καὶ τὰ ἑξῆς· τὸ δὲ πλησίον παρὰ τῷ ποιητῇ (Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.
ἐνταῦθα δὲ ἐπὶ τοῦ χωρίς τακτέον. οὐ γὰρ τῷ ἐναντίως πορεύεσθαι διαλλάσσει ἐκείνων μόνον, ἀλλὰ καὶ τῷ κέρατα μὴ ἔχειν, τῶν προειρημένων ἐχόντων. Ἄλλως. τὸ σῶμα αὐτοῦ ἄμοιρον τῶν κεράτων. ἐκ παραλλήλου οὖν τὸ αὐτό φησι καὶ τὸ ἔμπλην, ἤγουν τὸ χωρίς, καὶ τὸ ἄμοιρον.
Ἡ δέ νυ χροιὴ οἵη περ δάπιδος: τοῦ λεγομένου τάπητος. οὕτω, φησί, ποικίλη ἐστὶν ἡ χροιὰ αὐτοῦ καὶ δασεῖα. σαφὲς δὲ περὶ σηπεδόνος. τοῦ γὰρ τῆς δάπιδος χρώματος μὴ ὡρισμένου ὁμοιοῦται αὐτὴν τῇ σηπεδόνι κατὰ χροιάν. εἰ μὴ ἄρα πλεῖστον κόκκινα γίνονται· τοιοῦτον βούλεται δηλοῦν τὸ σῶμα αὐτοῦ, οἷον κόκκινον. λέγοι δ’ ἄν περὶ τῆς δασείας δάπιδος, οὐ περὶ τῆς ψιλῆς, ἵνα ἅμα καὶ τὸ δασὺ αὐτοῦ σημαίνῃ.
[κράατι: καὶ τοῦ μετρίου μείζονα μὲν τὴν κεφαλὴν φορεῖ, ἀποδέουσαν δὲ τοῦ λοιποῦ σώματος
σκολιήν: καὶ γὰρ τὸ ἄκρον τῆς οὐρᾶς μακρὸν ἔχει καὶ σκολιόν, εἰς σκολιόν τι ἀνατέταται, ὡς συγκαλύπτεσθαι τὸ μῆκος.
ὡς γήρεια: καὶ γὰρ γήρεια λέγεται ἡ τῶν κινάρων ἐξάνθησις· ἀκανθώδης γάρ ἐστι. τῶν δηχθέντων γάρ, φησιν, ὑπὸ σηπεδόνος αἱ ·τρίχες ἀπορρέουσι καὶ ἐκπίπτουσιν ἴσα κινάρων ἀκάνθαις καὶ ἐξανθήσεσι. τὸ δὲ καταψηχθέντος ἀντὶ τοῦ καταψηχθείσης καὶ ἀποτιναχθείσης. κέχρηται δὲ τούτῳ τῷ σχήματι πολλάκις. Θεό φραστος δὲ ἀρσενικῶς εἶπε τὸν ἄκανθον.
ἀλφοὶ δὲ καὶ λευκαὶ καὶ ἔφηλις εἴδη εἰσὶ νόσων. καί φησιν οὕτως· ἡ ἔφηλις μὲν ἡ ἐπὶ τοῦ σώματος γινομένη σπίλος, ἀλφοὶ δὲ καὶ λεῦκαι ἐφήλιδός εἰσιν εἰς παρασκευήν. ἡ δὲ ἔφηλις ἑτεροίωσίς ἐστι τῆς ἐπιφανείας
ναὶ μὴν διψάδος: εἶδός τι καὶ τὴν διψάδα φησὶν ὄφεων, ἣν καὶ κεντρίνην καλοῦσιν, ἐπεὶ εἰς ὀξὺ τὴν ὄψιν ἀπὸ ὀλίγου μέρους ἔχει κατηγμένην, ὡς δοκεῖν κέντρον εἶναι. ἔχει δὲ παχὺν τὸν τράχηλον καὶ πλατεῖαν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν κατακόρως μέλαιναν.
οἷσιν ἐνισκήψῃ βλοσυρόν: γράφεται καὶ ἐνιχρίμψῃ, ἤτοι ἐμπέσῃ τὸ καταπληκτικὸν θηρίον ἢ ἐπιβάλῃ.
ἀμφὶ δὲ κάσῳ: γράφεται γὰρ καὶ κάσος. καὶ καῦσος ἐπέρχεται καὶ εἴωθεν ἐπακολουθεῖν τοῖς ὑπὸ διψάδος πληγεῖσιν, ἤγουν δηχθεῖσιν.
χανδόν: ἀντὶ τοῦ πολὺ καὶ ἀθρόον ἢ κεχηνότως, ὡς ὁ ποιητής (ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.
πολλῆς δ’ ἐμφάσεως καὶ σεμνότητος γέμει ὁ λόγος. φησὶ γὰρ ὅτι πληγείς τις καὶ δηχθεὶς ὑπὸ τῆς διψάδος ἴσα ταύρῳ διψῶντι καὶ ἀθρόως ἐν ποταμῷ πίνοντι προσέοικεν, ἐπὶ τοσούτῳ δὲ πίνει, ἕως διαρραγείη τὴν γαστέρα ὑπὲρ μέτρον πλησθείς.
Ὠγύγιος: βούλεται εἰπεῖν ἀπὸ μύθου τὸ εἶναι ἀργὰς τὰς διψάδας ἐν πορείᾳ. οἱ ἄνθρωποί, φησί, ποτε παρεκάλεσαν τοὺς θεοὺς δοθῆναι αὐτοῖς νεότητα πρὸς τὸ μηδέποτε γηρᾶν αὐτούς. λαβόντες οὖν, φησι, δεδώκασιν ὄνῳ βαστάζειν. ὁ δὲ δίψει συνεχόμενος ἦλθεν εἴς τινα τόπον ὕδωρ ἔχοντα, ἐν ᾧ ὄφις ὑπῆρχε φυλάττων. καὶ δή, φησι, βουλόμενον πιεῖν τὸν ὄνον ὁ ὄφις ἐκώλυσε φήσας, ἐὰν δῷς μοι ἃ βαστάζεις, συγχωρῶ πιεῖν σε. ὁ δὲ ὄνος ὑπὸ τῆς δίψης συνεχόμενος δέδωκεν αὐτῷ ἃ ἐβάσταζε, τουτέστι τὴν νεότητα· ἀφ’ οὗ χρόνου οἱ μὲν ὄφεις ἀποβἀλλουσιν, οἰ δὲ ἄνθρωποι ὑπὸ τοῦ γήρως καταπονοῦνται. ὁ οὖν ὄφις δεξάμενος ἀπὸ τοῦ ὄνου τὸ δῶρον τῶν θεῶν ἀργότερος ὑπάρχει περὶ τὴν πορείαν καὶ τὸ δῆγμα, ἀνέλαβε δὲ καὶ τὴν τοῦ ὄνου δίψαν· ὅθεν καὶ τοῖς δακνομένοις ὑπ’ αὐτοῦ δίψαν ἐμποιεῖ. Ἄλλως. ὁ μῦθος οὗτος Προμήθειός ἐστι. Προμηθέα τὸ πῦρ κλέψαντα καὶ τοῖς ἀνθρώποις δωρησάμενον οἱ λαβόντες ἐμήνυσαν οὐ καλὴν τῆς χάριτος τίνοντες ἀμοιβήν· ἐφ’ οἷς τὸν Δία φησὶν ἐπαινέσαντα φάρμακον αὐτοῖς ἀγηρασίας δοῦναι· τοὺς δὲ λαβόντας ἀποφέρειν τὸ δωρηθὲν ἐπὶ ὄνου· τὸν δὲ δίψει τειρόμενον ἐλθεῖν εἰς κρήνην, ἣν ἐφύλασσεν ὄφις, καὶ τοῦ ποτοῦ ὀρεγόμενος ἀπέδοτο τοῦ γήρως τὸ φάρμακον· διὸ πάντας μὲν τοὺς ὄφεις καθ’ ἕκαστον νεάζειν ἐνιαυτὸν ἀποδυομένους τὸ
ἔνιπτον δὲ ἀντὶ τοῦ διεβάλλοντο, ἐλοιδοροῦντο τῷ Προμηθεῖ ὅτι μὴ ἀεὶ αὐτοὺς νέους ἐποίησεν.
ἄφρονες: οἱ ἄνθρωποι ὀκνηροὶ ὄντες ἐπρεσβεύοντο δι’ ὄνου περὶ τῶν ἀναγκαίων. ἐβλάβησαν δὲ ὑπὸ τῆς ἀβουλίας. τοῦτο γὰρ σημαίνει τὸ κακοφραδίης
ἀμορβεύοντο: ἀντὶ τοῦ διηκονοῦντο, ἐθεραπεύοντο, ἐφέροντο ἐπὶ ὄνῳ διὰ τὸ ὀκνηρὸν αὐτῶν. ἀμορβεύειν γὰρ τὸ ἀκολουθεῖν καὶ ὑπηρετεῖν· Νίκανδρος ἐν ἑτέρῳ βουκαῖοι ζεύγεσσιν ἀμορβεύουσιν ὀρήων·
καὶ Καλλίμαχος (οὕνεκ οὐ Λητοίδι πέμπον ἀμορβούς.
τὸ δὲ ἑξῆς, τῷ λεπάργῳ τὰ δῶρα δόντες ἠκολούθουν. δῶρα δὲ τὴν νεότητα καὶ λεπάργῳ τῷ ὄνῳ παρὰ τὸ ἔχειν τὴν λαγόνα λευκήν. εἰς τὸ δῶρα προσυπακουστέον τὸ δόντες, ἐπὶ τὸ βαστάσαι δηλονότι.
ὁλκήρεα δὲ θῆρα τὸν ὁλκὴν ἔχοντα, ἤγουν ἐπιμήκη.
ἄφρονα τὸν ὄνον λέγει ἐκ τοιαύτης περιπετείας. δῶρον δὲ τὴν νεότητα, ἣν ἐπ’ ὄνου ἔφερον μὴ δυνάμενοι αὐτὴν βαστάσαι διὰ τὸ ὀκνηρόν.
γηραλέον δὲ φλόον τὸ σύφαρ λέγει. διὰ δὴ τὸν προκείμενον λόγον τὰ μὲν ἑρπετὰ τὸ γῆρας ἀποβάλλει καὶ ἀεὶ σχεδὸν ἐν νεότητι διατελεῖ, οἱ δὲ ἄνθρωποι γηρῶντες φθείρονται.
νοῦσον δ’ ἀργαλέην: τὴν δίψαν φησί, ὡς πολλάκις, ἢ τὸ νωθὲς καὶ βραδὺ τοῦ ὄνου τοῦ βρωμήτορος, ἤγουν τοῦ ὀγκηστικοῦ παρὰ τὸ βρωμᾶσθαι.
νῦν δ’ ἄγε χερσύδροιο: ὁ πρότερον ὕδρος καλούμενος, ὃς ὕστερον χέρσυδρος διὰ τὴν προειρημένην αἰτίαν ἐκλήθη.
ἰσαίας: ἴσας, ὁμοίας καὶ ὅτι κατὰ μέγεθος ἴσαι εἰσὶν ὅ
πᾶσα γάρ: πᾶσα ἢ περὶ τὴν σάρκα ῥινός, τουτέστιν ἡ δορά, δυσώδης ἀναδιδομένη καὶ ἀναπλουμένη, μυσαχθὴς οὖσα καὶ δυσώδης.
μυδόεν τεκμήρατο νύγμα: γράφεται καὶ δῆγμα· τὸ γὰρ μυδόεν, ὅ ἐστι δίυγρον, ἐποίησε τὸ δῆγμα καὶ σεσηπός. Ἄλλως. ῥινὸς περὶ σάρκα ἤτοι περὶ τὴν σάρκα ἡ ῥινὸς μυσαχθής, ἀντὶ τοῦ δυσαχθὴς καὶ μυσαρά, ἤτοι ὅτι τοῦ δηθέντος ἡ σὰρξ γίνεται πάνυ δυσώδης.
πιτνομένη δὲ ἀντὶ τοῦ ἐκτεινομένη ἢ ἐξαπλουμένη ἢ ῥηγνυομένη καὶ ἐκ τούτου ἀλγήματα παρέχουσα. νειόθι ἀντὶ τοῦ κάτωθεν, ὡς ἀπὸ σηπεδόνος ὑδατῶδες καὶ δίυγρον ἐποίησε τὸ δῆγμα.
Βροχθώδεϊ: ἢ ἀνύδρῳ ἢ ξηρᾷ· ἔνθεν καὶ βρόχθος. ἢ κοίλῃ ἢ ὀλίγον ὕδωρ ἐχούσῃ.
ἄσπειστον δὲ ἤτοι χαλεπὸν καὶ ἂσπονδον καὶ ἂστοργον παρὰ τὸ μὴ σπείσασθαι φιλίαν πρὸς ἀλλήλους.
καὶ σείριος νῦν ὁ ἥλιος, αντὶ τοῦ ἕως ἂν ξηραίνῃ ὁ ἥλιος.
τρύγη δ’ ἐνὶ πυθμένι λίμνης: ἵνα ᾖ ἐλλεῖπον τὸ μίμνειν. καὶ γίνεται ἀντὶ τοῦ τρυγητοῦ, τουτέστιν ἡ ξηρασία τῆς λίμνης.
ποιφύγδην: ἐνθουσιαστικῶς ἢ φυσητικῶς μεθ’ ὁρμῆς ἐκφοβῶν. τότε γὰρ καὶ τὴν γλῶσσαν προβάλλει ὁ χέρσυδρος. εἰσὶ γὰρ χέρσυδροι οἵτινες δύο γλῶσσας ἔχουσιν, οὓς Ἀριστείδης λίχνους εἶναί φησιν. ὄγμους δὲ ἤτοι ὁδοὺς ἢ τὰς ἐγχαράξεις τῆς γῆς. [γράφεται ἀγμοὺς ἀντὶ τοῦ αἰγιαλούς
τὸν δὲ μετ’ ἀμφίσβαιναν: ἡ ἀμφίσβαινα ὄφις ἐστὶ μικρὰ καὶ νωχελής, ἐξ ἑκατέρου μέρους ἔχουσα κεφαλάς, ἀμβλυωποῦσα δὲ διὰ τὴν παχύτητα τῶν γενείων· κατὰ δὲ τὴν χροιὰν γεώδης ἐστί, μικραῖς ποικιλλομένη στιγμαῖς. τοῦτον δὲ τὸν ὄφιν οἱ περιτυχόντες ὑλοτόμοι ἐπὰν κτείνωσι, τὴν δορὰν περιτιθέντες βακτηρίᾳ ξηραίνουσι, καὶ πρός γε τοὺς κόπους καὶ τὰς ἐκ ψύχους νάρκας ἔχουσι βοήθημα.
ἀμφικάρηνον δὲ τὴν ἀμφοτέρωθεν κεφαλὰς ἔχουσαν. καὶ ὀλίζωνα ἀντὶ τοῦ μικροφυῆ, μικράν, βραδεῖαν.
ἀμβλύ: οὐκ ὀξύ, ἀλλ’ ἀμβλύ, οἷον στρογγυλοειδὲς καὶ
τὸ δὲ ἠύτε γαίης, ὅτι γεῶδές ἐστι τὸ χρῶμα.
περιστιγές: ἐὰν μὲν ἔχῃ οὕτως, περιστιγές, ἔσται τὸ ποικίλον δηλούμενον· ἐὰν δέ, ὡς ἔνιοι γράφουσι, περιστιβές, ἀντὶ τοῦ πεπιλημένον, ἀπὸ τοῦ πατεῖσθαι. καὶ ὁ κναφεὺς ἀπὸ τούτου καὶ στιβεὺς καλεῖται. διὰ δὲ τοῦ πεπιλημένου δηλωθήσεται τὸ στερεόδερμον τοῦ θηρίου.
βατῆρα δὲ τὴν βακτηρίαν κατὰ ἀφαίρεσιν τοῦ κ. καὶ Ἡρώδης ὁμοίως ὁ ἡμιαμβικὸς ἐν τῷ ἐπιγραφομένῳ Ὕπνῳ
ἡ δὲ σύνταξις οὕτως, κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο οἷά τινα βακτηρίαν, τουτέστι τοσοῦτον τῷ μήκει ῥάδικα ὅσον βακτηρίαν. τινές φασιν οἷον βοτῆρα, τουτέστι ποιμένα, ῥάβδον μεθ′ ἧς βόσκουσι. Δημήτριος δὲ ὁ Χλωρὸς βοτῆρα γράφει τὴν βακτηρίαν, ἐπεὶ τὰ βοτὰ ἐλαύνει. Ἀντίγονος δὲ καὶ βατῆρα. ὅτι δέ, φησιν, ἐκδείραντες τὴν ἀμφίσβαιναν τιθέασιν ἐν ῥάβδῳ τὸ δέρμα αὐτῆς, ὅταν ἐξέρχωνται ἐπὶ ἔργον, ἐν ἐκείνῳ διατρίβουσι τὰς χεῖρας καὶ θερμαίνονται. φασὶ δὲ μήτε ξύλῳ μήτε ἑτέρῳ τινὶ ἀναιρεῖσθαι τὸ ζῷον εἰ μὴ ἀμπέλῳ. Νίκανδρος δὲ ἐν τῷ Ὀφιακῷ φησι Διόνυσον ἐμμανῆ γενόμενον ὑπὸ τῆς Ἥρας ὑπνῶσαι, τὴν δὲ ἀμφίσβαιναν πεδῆσαι αὐτοῦ τὰ σκέλη· τὸν δὲ ἀναστάντα καὶ πλήξαντα τῷ κλήματι ἀποκτεῖναι· ὅθεν καὶ ἔκπαλαι καὶ νῦν κλήματι τελευτᾷ.
φεύγωμεν ἐκ προσώπου
μή σ’ ἐκπερῶν ὁ πρέσβυς
οὐλῇ κατ’ εὐθὺ*
βατηρίῃ καλύψῃ.
πρόσθε βοῆς τέττιγος: γράφεται καὶ κόκκυγος· πρὸ τοῦ ἔαρος, ἤγουν ἐν τῷ χειμῶνι, πρὶν τὸν κόκκυγα ἐπιφανῆναι
μάλκαι: τὴν μάλκην φησὶ Νίκανδρος ἐν Γλώσσαις ῥῖγος περὶ τοὺς πόδας καὶ χεῖρας, καὶ ὑποδείγματα τίθησιν πνεύματος ἀργαλέοιο πόνοιό τε μαλκίοντος.
Δημήτριος δὲ διασπᾶσθαι διὰ τὸ ῥῖγος. ἡμῖν δ’ ἀρέσκει νῦν μαλκᾶν ναρκᾶν, δι’ οὗ τὸ ψῦχος σημαίνει. καὶ γὰρ αὐτὸς Νίκανδρος ὁτὲ μὲν ἐπὶ ψύχους ὁτὲ δὲ ἐπὶ τοῦ ναρκᾶν κέχρηται· καὶ ἐπὶ μὲν τοῦ ψύχους ἐν τῇ Σικελίᾳ τὸν τρόπον τόνδε, ὄμβρῳ τε κρυμῷ τε δέμας θ’ ὅτε δάμνατο μαλκόν·
ἐπὶ δὲ τοῦ ναρκᾶν μόνον ἐν τοῖς Κιμμερίοις εἶπεν. Ἂλλως. μάλκαι: μαλακίαι, δυσκινησίαι διὰ τὸ κρύος. καθ’ ὑπερβολὴν δὲ λέγει. οἱ δὲ μάλκας τὰ χίμετλα, ἤγουν τὰς ῥήξεις τῶν χειρῶν καὶ τῶν ποδῶν.
Ξανάᾳ: θερμαίνει. τὰ ἐκ τοῦ ξαίνειν γενόμενα ταῖς γυναιξὶ πάθη ἐν χειμῶνι ξανάᾳ λέγεται, ὅτε τὰ ἄκρα τῶν δακτύλων δυσκίνητα ἔχωσιν αἱ γυναῖκες. ἐπιτήδειόν φησιν τὸ τῆς ἀμφισβαίνης δέρμα εἰς ἴασιν τῆς δυσκινησίας. ξανάᾳ οὖν ἀντὶ τοῦ ἐπιτείνεται.
σμινύοιο: σιδήρεόν τι κατὰ μὲν τὸ ἕτερον δικέλλης ὀδόντι παραπλήσιον, κατὰ δὲ τὸ ἄλλο ἀξίνης ᾗ σκάπτουσι καὶ ξύλα κλῶσιν.
τῆς δ’ ἕλμινθος πέλει: τῆς δὲ ἀμφισβαίνης, φησί, τὸ σῶμα λεπτὸν ὡς ἕλμινθος. καὶ γὰρ ἡ ἕλμις λεπτή ἐστιν, ᾗ παρείκασε τὰ λεγόμενα γῆς ἔντερα.
ῥωγάδα: κεχαραγμένην, τουτέστι τὸν φωλεόν. οὐ γὰρ αὕτη ἡ σκυτάλη γεύεται μαλάθρου, ὡς οἱ ἄλλοι, ὅταν, φησίν, ὑπὸ τοῦ ἡλίου τὸν περὶ τὰ μέλη φλοῦν ἀποβάλλῃ, τουτέστι τὸ γῆρας. Τὰ γὰρ ἄλλα ἑρπετὰ παραυτίκα ἐξιόντα ἐκ τῶν φωλεῶν ὁρμᾷ ἐπὶ τὴν μάλαθρον διὰ τὸ ἀμβλυωπεῖν, ἧς ἀποτρώγοντα ὀξυδερκέστερα γίνεται καὶ
Ἀλλ’ ἥ γ’ ἁρπέζαις: ἅρπεζα τὸ κάτω καὶ ἔσχατον τοῦ ὄρους, ἤγουν ἡ πέζα τοῦ ὄρους, οἱονεὶ ὁρόπεζα. νεμέεσσι δὲ τοῖς πρὸς νομὴν ἐπιτηδείοις.
ἀπ’ εἰκαίης δὲ βοτεῖται: γράφεται καὶ φορεῖται, τουτέστιν ἀπὸ τῆς εὐτελοῦς καὶ τῆς τυχούσης γῆς τρέφεται ἢ ἐμφορεῖται.
τὸ δὲ ἀλέξεται γράφεται καὶ ἀλεύεται, οὐδ’ ἀπαλεύεται καὶ ἰᾶται τὸ δίψος αὐτῆς καὶ προθυμουμένης πιεῖν.
[τεκμαίρου: γίγνωσκε, μάνθανε τὸν βασιλίσκον, ὀλίγον μὲν τῇ κακίᾳ, ἐξοχώτατον δὲ τῇ δυνάμει τῶν ἄλλων ἑρπετῶν
ἐπὶ τρία δῶρα: ἤγουν παλαιστάς. δῶρον γὰρ ἡ παλαιστή. Ἐπὶ τρία δῶρα: τὸ πλάτος, οἷον μῆκος, φέρων τριπάλαιστον. Μῆκος δὲ καὶ ἰθὺν ἐκ παραλλήλου τὸ αὐτό, ἤγουν μῆκος.
σπειραχθέα: τὰ ἀπὸ τῆς σπείρας βαρυνόμενα. τὰ γὰρ μεγάλα ἑρπετὰ διὰ τὸ βάρος τῆς οὐρᾶς σπειραχθέα καλεῖται διὰ τὸ ὡς ἄχθος καὶ βάρος ἔχειν τὴν οὐράν.
ἰυγὴ δὲ φωνή τίς ἐστι, βοὴ ἀδιάρθρωτος ἀπὸ τοῦ συμβαίνοντος πεποιημένη. καὶ Ἐρατοσθένης ἐν ἀντεριννύι περὶ κυνὸς λέγων εἶπεν ἰυγῆς δ’ ὡς παῦρον ἐπέκλυεν.
ὅτ’ ἐς νομόν: ἐς τὸν νομὸν καὶ τὴν ὕλην καὶ τὸν ἀρδηθμὸν τὸ μεσημβρινὸν ἀίξαντος οὐκέτι τὰ σπειραχθέα κνώδαλα τούτου τὴν ἰυγὴν μίμνουσιν. Ἄλλως.
μεσημβρινὸν ἀίξαντος: ἤτοι τοῦ νομοῦ καὶ τῆς ὕλης καὶ τοῦ αρδηθμοῦ μείρονται· ἢ λείπει τὸ ὁρμῶσιν, ἵν’ ἡ ὅτ’ ἐς τὸν νομὸν καὶ τὴν ὕλην ὁρμῶσιν ἢ καὶ ἀρδηθμοῦ μείρονται, οὐκέτι τὴν ἰυγὴν ἐκείνου μίμνουσι τὸ μεσημβρινὸν ἀίξαντος.
Οὐδέ τις οὐδ’ οἰωνός: ἤτοι οὐδείς, φησι, τῶν οἰωνῶν τῷ σώματι τῷ ὑπὸ βασιλίσκου δηχθέντι προσελθεῖν δυνήσεται πρὸς τὸ θοινηθῆναι. Ἂλλως. πάντες οἰωνοὶ φεύγουσι τὸ σῶμα τοῦ δηχθέντος ὑπὸ τοῦ βασιλίσκου καὶ οὐδεὶς αὐτῶν πρόσεισιν εἰς τὸ θοινηθῆναι τὸν νεκρόν. ἀπείργει γὰρ ἡ ἐξ αὐτοῦ δυσωδία πάντας τοὺς οἰωνοὺς θανατικὴ οὖσα.
Κόραξτ’ ὀμβρήρεα: ὅτι χειμῶνα δηλοῦσιν οἱ κόρακες καὶ ὁ Ἄρατος μαρτυρεῖ λέγων (
καὶ Εὐφορίων ὁμοίως
δήποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς περὶ σῆμ’ ἐγένοντο,ὑετόμαντις ὅτε κρώξειε κορώνη.
Εἰ δ’ ὀλοή: εἰ δέ τι τῶν ὀρνέων ὑπερβαλλούσῃ λιμώξει κατεχόμενον προσέλθῃ τῷ σώματι, αὐτόθεν ἀπόλλυται.
Τὸ δὲ αὐτόθεν ἀντὶ τοῦ αὐτόσε. τὸ γὰρ αὐτόθι ἐπὶ τόπου.
Πιφάσκεο: ἄκουε δὴ καὶ περὶ δρυΐνον, ὃν ἕτεροι χέλυδρον ὀνομάζουσιν. ἔστι δὲ ὄφις ὁ δρυΐνας ὃς ἐν ἀενάῳ λίμνῃ διατρίβει ἐν δρυσὶν ἢ φηγοῖσιν. ἄλλο δέ τί ἐστιν ἡ φηγὸς παρὰ τὴν δρῦν. Δρυΐναο: ὅτε καταλιπὼν τὴν λίμνην εἰς δρῦν ἔλθῃ, τότε δρυΐνας καλεῖται.
ὅγε ποι φηγοῖσιν: καὶ δὴ σημειωτέον ὅτι ἡ φηγὸς ἄλλο τί ποτέ ἐστι παρὰ τὴν δρῦν, τουτέστιν οὐκ ἔστι κυρίως δρῦς. Θεόφραστος δὲ (
Μολουρίδας: καὶ γὰρ μολουρὶς ζῷόν ἐστιν ὅμοιον ἀκρίδι [ἄλλοι δὲ σίλφῃ εἶναι ὅμοιόν φασι
σπέρχεται δὲ ἀντὶ τοῦ διώκεται ὑπὸ τοῦ μύωπος. τοῦτον γὰρ τὸν ὄφιν ἀεί ποτε τείρει ὁ μύωψ καὶ διώκει αὐτόν. τότε οὐν, φησι, διωκόμενος ὑπ’ αὐτοῦ εἰς κοῖλον πρέμνον δρυὸς ὑπεδύσατο.
ἀρπεδὲς αὕτως: οἷον ἐπίπλατον καὶ ὁμαλόν· οἷον οὐκ ὀξυκέφαλός τις. ἔστι δὲ παρὰ τὴν ἔραν, ἤγουν τὴν γῆν, οἱονεὶ ἐροπεδές. ἢ ἁρπεδές, ἐπεὶ παρὰ τὴν ἁρπεδόνα λεπτόν.
ἐχθρὸν ἄηται: ἀπὸ δὲ τοῦ σώματος τοῦ θηρίου τοῦ δρυΐνου δυσωδία τις ἐκπέμπεται.
οἷον ὅτε πλαδόωντα ἕως τοῦ λάθαργοι: τοιαύτην, φησί, δυσωδίαν ἀπὸ τοῦ σώματος ὁ δρυΐνας ἀφίησιν, ὅσην καὶ οἱ περὶ τὰ δέρματα τῶν ἵππων σκώληκες ἀφιᾶσι τεμνόμενοι.
ἄρβηλοι δὲ λέγονται τὰ κυκλοτερῆ σιδήρια, οἷς οἱ σκυτοτόμοι τέμνουσι καὶ ξέουσι τὰ δέρματα. λάθαργοι δὲ οἱ ὑμένες καὶ τὰ ξύσματα τῶν δερμάτων. γναμπτόμενοι δέ, τουτέστι ξεόμενοι ὑπὸ τῶν ἀρβήλων, οἱονεὶ ὑπὸ τῶν σμιλῶν ἢ τῶν ξύστρων, οἱ λάθαργοι μυδόωσι, τουτέστι ὄζουσι γναμπτόμενοι ὑπὸ τοῖς ἀρβήλοις οἱ λάθαργοι. Γναμπτόμενοι ἆ ἆ σιγᾶτε μὴ ψοφῆτε, μηδὲ ἔστω κτύπος ἐπὶ λεπτὸν ἴχνος ἀρβύλης.
Κώληπος: ἤγουν τοῦ ἀστραγάλου, ὡς Ὄμηρος (κόψ’ ὄπιθεν κώληπα τυχών.
πνιγόεσσα δὲ ἤγουν χαλεπή, ὥστε τὸν ὀσφρανθέντα πνίγεσθαι. κεδαιομένη δὲ ἀντὶ τοῦ σκεδαννυμένη, οἱονεὶ μεριζομένη, κατὰ στέρησιν τοῦ σ. γράφεται καὶ κεδαννυμένη.
πεδόωσι δὲ ἀντὶ τοῦ πεδοῦσιν, ἀμαυροῦσιν. ἅλυσθαίνοντος δέ, τουτέστιν ἀδημονοῦντος καὶ ἐν ἄλῃ τυγχάνοντος, ἤγουν ἀδημονίᾳ.
ῥινοὶ δὲ πλαδόωσιν: ἀντὶ τοῦ δυσωδίαν πέμπουσιν αἱ βύρσαι αὐτῶν.
νέμεθῶν δέ, ἤγουν νέμων, κατατρώγων καταδαπανᾷ καὶ δαμάζει.
κακοσταθέοντα δὲ ἤγουν μηδ’ ὁπωσοῦν ἠρεμοῦντα καὶ μηδὲ ἱστάμενον, ἀλλὰ κακῶς ἑστῶτα, ἢ σειόμενον διὰ τὸ βαρεῖσθαι.
οἳ δέ τε: τουτέστιν ἄλλοι πάλιν τῶν δηχθέντων μυκάζουσιν, οἱονεὶ ὡς αἶγες κράζουσιν, ἢ χασμῶνται κατὰ τὸν τρόπον τῶν αἰγῶν, ἢ βληχῶνται. περιπνιγέες δὲ ἀντὶ τοῦ περίπνιγοι, ἤγουν ὡσανεὶ περὶ τὸ πνίγεσθαι γίνονται.
οὖρα δ’ ἀπέστυπται: ἤγουν ἀποστύπτεται ἢ ἀποστύφεται, ἀντὶ τοῦ ὠχρὰ φαίνεται.
ῥέ δὲ ἤτοι πνευστιῶσι, ῥέγχουσι.
ἐπιδίψιος ἄτη: τὸ δὲ ἐπιδίψιος ἄτη ἀντὶ τοῦ δίψῃ χαλεπῇ συνεχόμενοι οἱ ἄνθρωποι ἀποθνήσκουσι.
τρόμον: καὶ γὰρ μετὰ τὰ προειρημένα πάντα καὶ τρόμος τις τοῖς μέλεσι τοῦ κάμνοντος περιτρέχει καὶ γίνεται.
φράζεο: ὅλος ὁ νοῦς τοῦ στίχου οὗτος, ὁ δράκων ἐτράφη μὲν ὑπὸ τοῦ Ἀσκληπιοῦ κατά τινα τόπον τοῦ Πηλίου καλούμενον Πελεθρόνιον, τὴν δὲ φύσιν ἐστὶ μέλας, ὑπόχλωρος τὴν κοιλίαν, καλὸς δὲ τὴν μορφήν, τοὺς ὀδόντας ἔχων τριστοίχους, τὸ δὲ ἐπισκύνιον παρεμφαίνων· καὶ κατὰ τὸν ἀνθερεῶνα λεπίδες ἐπεγηγερμέναι πώγωνος παρέχουσι φαντασίαν χολοβαφίνῷ σώματι προσεοικότος. τὸ δὲ δῆγμα ἄπρακτον καὶ τῷ τοῦ μυὸς δήγματι προσεοικός, κἂν σφόδρα χαλεπήνῃ. πολεμεῖται δὲ καὶ πολεμεῖ συνεχῶς τῷ ἀετῷ, πολλάκις μὲν καὶ
ἄγραυλος δὲ ἤτοι ἀγλαός, καλός, λαμπρός, εὐπρεπής, ὡραῖος φαίνεται.
ἐπισκύνιον δέ, ὃ καὶ σκύνιον, εἶπε τὸ ἐπάνω τῶν ὀφρύων.
κολοίβαφος δὲ ὁ χολῆς χρώματι βεβαμμένος, ἢ χλωρός, ὡσεῖ σμαραγδώδης ἢ χρυσίζων. αὕτως δὲ ὁμοίως τοῖς ἄλλοις ὄφεσιν.
οἷα νυχηβόρου: γράφεται καὶ μυχηβόρου, τοῦ ἐν τοῖς μυχοῖς ἐσθίοντος· ἐὰν δὲ οἷα νυχηβόρου, λέγεται τοῦ ἐν νυκτὶ ἐσθίοντος μυὸς ὃ ἂν εὕρῃ.
ὑπὸ κραντῆρος: κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.
ὄρνις αἰετὸς ἐκ παλακῆς: γράφεται γὰρ καὶ ἐξ αἴθρης. καὶ ἐὰν μὲν ᾖ ἐκ παλαχῆς, δῆλον ἀντὶ τοῦ ἐξ ἀρχῆς· ἐὰν δὲ καὶ ἐξ αἴθρης, ἐκ τοῦ αἰθέρος, ὑψόθεν.
βλώσκοντα δὲ ἤτοι ἀναστρεφόμενον, νεμόμενον τὸν δράκοντα λέγει.
τόκον κτίλα τ’ ὤεα: τὰ κτίλα ἐπὶ τῶν ἡμέρων καὶ τιθασσῶν τίθεται καὶ ἐπὶ τῶν τῆς ποίμνης προηγουμένων κριῶν καὶ ἐπὶ τῶν λιπαρῶν. ὁ δὲ Ἐμπεδοκλῆς ἐπὶ τῶν ἡμέρων καὶ πραέων
καὶ Ἡσίοδος
ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ,
θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει,χρὴ πατρὶ κτίλον ἔμμεναι.
ὁ δὲ ποιητὴς τὸν ἡγεμόνα τῶν ποιμνίων κριὸν λέγει (αὐτὸς δὲ κτίλος ὣς ἐπεπωλεῖτο στίχας ἀνδρῶν.
ἀτέλεστα διώκει: ὁ δράκων δηλαδὴ τὸν ἀετόν, καθὸ οὐδὲν αὐτῷ δύναται ποιῆσαι περιπετομένῳ ἐν ὕψει. τὸ δὲ ἀτέλεστα ἀντὶ τοῦ ἀτελείωτα.
τὸ δὲ ὑποδράξ ἀντὶ τοῦ ὑποβλεμματικῶς, ὑποβλεπόμενος.
χαλαίποδος: γράφεται καὶ χωλοίποδος καὶ κυλλόποδος. κάππεσεν ἐν Λήμνῳ
.
Σάμον δὲ δυσχείμερον τὴν Σαμοθρᾴκην ἐδήλωσεν.
Ῥησκυνθίδος: τὸ Ῥησκύνθιον ὄρος Θρᾴκης Ἥρας ἱερόν, ἐξ οὗ τὴν προσηγορίαν ἔσχε Ῥησκυνθίδα. ἔστι δὲ τῆς Ηρας καὶ Ζηρυνθίου Απόλλωνος νεὼς ἐν τῷ αὐτῷ τόπῳ. τῆς δὲ Αἴνου πλησίον ἐστὶν ὁ ποταμὸς Ἕβρος. οὐ μακρὰν δέ ἐστι τοῦ ποταμοῦ ἡ Ζώνη ἡ πόλις, μεθ’ ἣν αἱ Ὀρφέως δρύες εἰσίν, ὑφ’ ἃς πόλις ἐστὶ Ζηρύνθιον, ἐν ᾗ τὸ ἄντρον. μέμνηται τῆς Ζώνης καὶ Ἀπολλώνιος (ἐν τῇ Θρηικίῃ Ζώνῃ ἐπιτηλεθάουσαι.
μέμνηται καὶ οὗτος ὁ Νίκανδρος
Ἄλλως. Ῥησκύνθιον δὲ ὄρος Θρᾴκης, ἐν ᾧ Ἥρα ἐτιμᾶτο, ἐξ οὗ καὶ ἡ Ῥησκυνθίς.
τῷ μὲν ὑπὸ Σωναῖον ὄρος δρύες ἀμφί τε φηγοί
ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείαν
οἷά τε παρθενικαί.
καὶ δρύες, τουτέστιν ὄρος ἐν ᾧ εἰσιν αἱ δρύες τοῦ Οἰαγρίδου, τουτέστι τοῦ Ὀρφέως τοῦ υἱοῦ τοῦ Οἰάγρου. Ζηρύνθιον δὲ ἄντρον ἐστὶν ἐν Σαμοθρᾴκῃ. Λυκόφρων δέ φησι (Ζηρύνθιον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς,
ὅ ἐστι σπήλαιον τῆς Ἑκάτης.
Δήεις: διὰ μακροῦ ἀπεδόθη ἡ ἀπόδοσις. ἔστι δὲ οὗτος μακρὸς καὶ κατάστικτος.
ὅν τε λέοντα· λέοντα αὐτόν φησι καὶ λέγει ἢ διὰ τὸ πολύστικτον καὶ ποικίλον τῶν φολίδων ἢ διὰ τὸ γενναῖον. Ἅλλως. λέοντα ἐκάλουν τὸν κεγχρίνην ἢ διὰ τὸ ἑαυτὸν μαστίζειν τῇ οὐρᾷ καὶ διεγείρειν ἐις μάχην ὡς λέοντα ἑαυτόν, ἢ διὰ τὸ δάκνειν καὶ ῥοφᾶν τὸ αἷμα τοῦ ἀνθρώπου, ἅτινα δὴ καὶ λέων ποιεῖ. ῥοφᾷ δὲ τὸ αἷμα διὰ τῶν κατακλείδων.
Πολύστροφον: ἀντὶ τοῦ εὐκίνητον ἢ πολλὴν στροφὴν καὶ μέγεθος ἔχον, οἷον εὔμηκες. τὰ γὰρ μακρὰ τῶν ἑρπετῶν πολύστροφά εἰσιν.
αἶψα δὲ σαρκί: ταχέως δὲ περὶ τὴν σάρκα σηπεδόνας ἐποίησε δυσιάτους. αὗται γάρ εἰσιν αἱ πυθεδόνες· Ὅμηρος (σέο δ’ ὀστέα πύσει ἄρουρα,
καὶ Ἐρατοσθένης οὐδὲ πελιδναί πυθεδόνες γάστρηναν ὑπέτρεφον οὐλοὸν ἕλκος.
οἱ δὲ Αἰολεῖς τὸ φθίνειν πύθεσθαι λέγουσι.
μαιμώσσων: ἀντὶ τοῦ ζητῶν καὶ ὁρμῶν. γράφεται καὶ λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ
λαιμώσσει δέ σου
τὸ χεῖλος ὡς ἐρωδιοῦ.
ἐπὶ κτίλα δὲ μῆλα τὰ ἥμερα καὶ τὰ ἑπόμενα τῷ κτίλῳ, τουτέστι τῷ προηγουμένῳ κριῷ.
ἠὲ Σάου: καὶ γὰρ τὸ μὲν Σάον καὶ τὸ Μόσυχλον ὄρη εἰσὶ τῆς Σάμου. μέμνηται δὲ καὶ τούτων τῶν τόπων ἐν Λήμνῳ τε καὶ Σαμοθρᾴκῃ, τὰς νήσους ἑκατέρας ἀπὸ τούτων σημαίνων. ἐκαλεῖτο δὲ Σάος ἡ ὅλη Θρᾳκικὴ Σάμος. καὶ Μόσυχλον δὲ τὰ ὄρη τῆς Λήμνου, ὡς Ἀντίμαχος
καὶ Ἐρατοσθένης φησί
Ἡφαίστου πυρὶ εἴκελον, ἥν ῥα τιτύσκει
δαίμων ἀκροτάτῃς ὄρεος κορυφῇσι Μοσύχλου·
ἐν δέ οἱ ὄσσε
κανθοῖς παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.
ἄγραυλοι: ὅτε οἱ ἄγραυλοι, τουτέστιν οἱ ποιμένες, καταλείψαντες τὰ ἔργα τῶν νομέων, τουτέστι τοῦ βόσκειν, καταψύχωσιν ἑαυτοὺς καὶ τὰ θρέμματα ὑπὸ ταῖς μακεδναῖς, ἤγουν ἐπιμήκεσιν ἐλάταις, τουτέστιν ἐν ταῖς σκιαῖς.
καταπλέξῃ δὲ ἀντὶ τοῦ ἀγρεύσῃ. ἢ περιπλέξῃ, ἤγουν περιπλακῇ.
καὶ τὸ μαστίζων, ἑαυτὸν
λαιμώσσει δέ σου
τὸ χεῖλος ὡς ἐρωλιοῦ].
καὶ κληῖδας τὰς σάς, ἤτοι τὰς τοῦ πληττομένου, ἢ τοῦ οἰκείου χαλινοῦ.
σκολιήν: ἤτοι καμπας ἔχουσαν ὁδόν, ἀντὶ τοῦ μὴ εὐθεῖαν. καὶ δοχμὸς ἐναντιούμενος τῇ τοῦ ἑρπετοῦ πορείᾳ.
τοῖος Θρηικίῃσιν: ἤτοι τοιοῦτος πλησιάζει.
τὸν ἀσκαλαβώτην γαλεώτην οἱ Ἀττικοὶ καλοῦσιν. ἔοικε δὲ σαύρᾳ.
ἐρέει δὲ φάτις, ἤτοι φησὶν ὁ λόγος. ἱστορία Δήμητρος. λέγεται Ἄμβας υἱὸς Μετανείρας φθονερώτερον διενεχθῆναι πρὸς τὴν θυσίαν τῆς θεοῦ, διὸ αὐτὸν ἀσκαλαβώτην ἐποίησεν. ἢ ὅτι Μετανείρας υἱὸς Ἄμβας ἐδυσχέρηνεν ὅτι ἡ μήτηρ αὐτοῦ τὴν Δήμητραν ὑπεδέξατο καί τι ἐφθέγξατο εἰς τὴν θεόν· διὸ ὀργισθεῖσα τὸ ἐν τῷ κρατῆρι λείψανον ἐγχέασα αὐτῷ ἀσκαλαβώτην αὐτὸν ἐποίησεν. Ἄλλως. λόγος, φησί, τὴν Μετάνειραν τοῦ Τριπτολέμου εἶναι μητέρα, ὃν δέδωκε τῇ Δήμητρι ἀνατρέφειν. τοῦτον ἡ Δημήτηρ λαβοῦσα συνεχῶς αὐτὸν εἰς τὸ πῦρ ἔβαλλεν ἀπαθανατίσαι βουλομένη αὐτόν. ὡς δὲ ἐπιπολὺ τοῦτο ἐποίει, φωραθεῖσα ὑπό τινος ἐπαύσατο καὶ οὐκ ἀπηθανάτισεν αὐτόν. ὑπέδειξε δὲ αὐτῷ τὴν σπορὰν τοῦ σίτου. χρόνῳ δέ ποτε ἡ Μετάνειρα τὴν Δήμητραν ὑπεδέξατο εἰς τὸν οἶκον αὑτῆς. τῆς δὲ θυσίας γινομένης ἐπ’ αὐτῇ παρὼν Ἄμβας υἱὸς αὐτῆς ἕτερος ἐγέλασε καταγελῶν τῆς θυσίας. ἡ δὲ Δημήτηρ ὀργισθεῖσα ἀποχέασα τὸ ἐν τῷ κρατῆρι ἀπομεῖναν κέρασμα ἐποίησεν αὐτὸν ἀσκαλαβώτην.
Θεράπναις: ἤγουν ταῖς θεραπαίναις ἢ τόποις πρὸς ξενίαν ἐπιτηδείοις.
τὸ δὲ Ἀχαίη Δημήτηρ ἢ διὰ τὸ ἄχος καὶ τὴν λύπην τῆς θυγατρός, ἢ διὰ τὸν τῶν κυμβάλων ἦχον.
οὓς ἔλοπας: τουτέστιν ἀσθενεῖς ὄφεις. ἀπὸ γένους εἰς γένος ἄγει, οὕσπερ καλοῦσιν ἀπὸ τῆς χροιᾶς ἀμμώδεις καὶ μυοθήρας καὶ ἔλοπας. Λίβυας δὲ καλεῖ τοὺς ἀμμοδύτας· πολλοὶ γὰρ ἐν Λιβύῃ τοιοῦτοι τυγχάνουσι· πολυστεφέας δὲ τοὺς πολλοὺς στεφάνους ἔχοντας
ἀκοντίαι: οὕτως διατρέχοντες κατὰ τὰ ἀκόντια. ἄλλα δὲ ζῷά εἰσιν οἱ ἀκοντίαι ὥσπερ τὰ ἀκόντια ὁρμῶντες. ἐπὶ τούτοις δὲ οἱ τυφλῶπες, τουτέστιν οἱ καλούμενοι τυφλῖνοι ἤ, ὡς Ἀπολλοφάνης, ὄφεις εἰσίν. οὗτοι δὲ καὶ πατούμενοι ἠρεμοῦσι.
θρόνα δὲ τὰς ἀντιπαθεῖς βοτάνας λέγει.
τὸ δὲ διείσομαι ἀντὶ τοῦ διηγήσομαι.
διαμπερέως: ἤγουν ἀκριβῶς, συντόμως.
οἷσιν ἀρήγων: τουτέστιν οἷστισι θρόνοις καὶ φαρμάκοις βοηθῶν τὴν κατεπείγουσάν σε καὶ καταπονοῦσαν τῆς νόσου ἀνίαν θεραπεύσειας. ἀλθήσῃ γὰρ λέγει ἀντὶ τοῦ θεραπεύσειας.
τὰς μέν: τὰς μὲν οὖν βοτάνας. ἔτι κλύζοντι: τῷ αἵματι ἢ τῷ θανάτῳ παρὰ τῷ ἄλγει καὶ τῇ ὀδύνῃ.
νεόκμητα δὲ ἤγουν νεοθαλῆ ἢ νεωστὶ τμηθέντα ἐν τόπῳ ὅπου οἱ κνῶπες.
κνῶπες δέ ἐστιν εἶδὸς ζῴων θηριωδῶν.
πρώτην μὲν Χείρωνος: παραλαμβάνει τὴν χειρωνείαν ῥίζαν, ἥτις πρὸς πᾶν ἁρμόζει καὶ πανάκειον καὶ κενταύρειον καλεῖται. εὑρεθῆναι δέ φησιν αὐτὸ ὁ Νίκανδρος ὑπὸ Χείρωνος. πολύστροφον δὲ αὐτὸ καὶ λέγει Θεόφραστος (τὸ δὲ χειρώνειον ὅμοιον ἀμαράκῳ, μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν μακράν. φιλεῖ δὲ μάλιστα χωρία ταπεινά
. ἐπαλθέα δὲ θεραπευτικήν. Τὴν χειρωνείαν καὶ κενταυρείαν καὶ πανάκειαν καλοῦσιν.
Ἀμαρακόεσσα: παραπλησία τῷ ἀμαράκῳ, φησί, κατὰ τὴν χαίτην. ἀμάρακος δέ ἐστιν ἡ καλουμένη σάμψυχος.
οὐ βυθόωσα: τουτέστιν ἐπάνω, οὐ κατωτέρω τὴν ῥίζαν ἀποπέμπουσα.
ἀριστολόχεια: δύο γένη εἰσὶν ἀριστολοχείας, τὸ μὲν ἄρρεν, θῆλυ δὲ τὸ ἕτερον. τὰ δὲ ἄνθη αὐτῶν ὡς ὕσγινος βάπτεται καὶ ἐρυθαίνεται. βοτάνη δέ ἐστιν ἥ ἀριστολόχεια ὠνόμασται. ταύτην δέ φησιν Ἀριστοτέλης γυναῖκα εὑρηκέναι. Ἄλλως. ἀριστολόχεια καὶ περικλύμενον βοτάναι εἰσίν, ἅπερ φύλλα ἔχειν κισσοῦ φησιν, ὡς οἱ ἀκριβέστερον
μυρτὰς δὲ καὶ βάκχη εἴδη εἰσὶν απίων. οἱ δέ φασιν ὅτι ἡ ἀγρία ἄπιος ἀχρὰς καλεῖται, βάκχης δὲ τῆς ἀμπέλου ἢ τῆς μυρρίνης. τῆς δὲ ἀριστολοχείας ἀπορρὼξ δραχμαία, τουτέστι μερὶς μία ὅσον δραχμή, τῷ οἴνῳ μισγομένη τῷ κιρραίῳ καὶ διδομένη τῷ δηχθέντι πιεῖν ὠφέλιμος
Παλίσκιος δὲ ἥτις ἐν τοῖς σκιεροῖς τόποις φυτεύεται. ἐν σκιώδεσι γὰρ τόποις φύεται μᾶλλον. καὶ τὸ ἐνδατέοιτο ἀντὶ τοῦ τρίβοιτο, κόπτοιτο, μερίζοιτο.
καὶ τὸ περικλύμενον βοτάνη ἐστὶν ἔχουσα φύλλα κισσῷ παραπλήσια ἢ τὰ φύλλα κισσοῦ τοῦ περιβοήτου ἢ ἄλλου τινός.
ἄνθεα δ’ ὑσγίνῳ: καὶ τοῦτο τὸ φυτὸν τὸ ὕσγινόν ἐστι ξανθὸν τῷ χρώματι καὶ μᾶλλον εἰς βαφὴν ἐπιτήδειον. ὑσγινοβαφῆ οὖν λέγεται τὰ ὑσγίνῳ βεβαμμένα.
μέσον δ’ ὡς ἀχράδα καρπόν ἤτοι ἕως τῆς βάκχης; Ἑρμῶναξ ἐν ταῖς Κρητικαῖς λέξεσι τὴν ἀγρίαν ἄπιον ἀχράδα φησὶν εἶναι. ἡ δὲ ἄπιος εἰς πολλὰ διαιρεῖται. καὶ βάκχη γὰρ λέγεται καὶ μυρτάς. πολυώνυμος γάρ ἐστιν.
Ὠρικίοιο: Ὤρικος Ἀπόλλωνος πόλις ἐστίν, ἣν ἐπωνόμασενὬρικον. Ὤρικον. ἐν τῇ Κρήτῃ δέ ἐστι, καὶ πολλὴ πύξος αὐτόθι γίνεται.
κιρράδος οἴνης: ἀντὶ τοῦ μετὰ κιρραίου οἴνου μισγομένη ἀριστολόχεια ὠφελεῖ. μαρτυρεῖ Νουμήνιος. Ἄλλως. τῆς μελαίνης ἀμπέλου τῷ ποτῷ.
Τριόφυλλον δέ, ὡς Διονύσιος ἐν τοῖς Ῥιζοτομικοῖς, καὶ μινυανθὲς καλεῖ, Καλλίμαχος δὲ τριπέτηλον. ἔχει δὲ τὸ μὲν φύλλον ἐμφερὲς τῷ λωτῷ, τὴν δὲ ὀσμὴν τῷ πηγάνῳ, καθόσον ἐστὶ νέον· ὅταν δὲ παρακμάσαν φυλλορροήσῃ, τότε τὴν ἀναφορὰν ποιεῖται ἀσφάλτου.
τρήχοντι δὲ πάγῳ ἀντὶ τοῦ ὑψηλῷ τόπῳ. καὶ ἀποσφάγι βήσσῃ ἀποτόμῳ καὶ ῥωγάδι.
Τὴν ἤτοι: ταύτην μέν. μινυανθὲς οἱ μὲν αὐτὴν ἐκάλουν, οἱ δὲ τρίφυλλον καλοῦσιν. Ἰόλαος δὲ ἐν τῷ περὶ Πελοποννησιακῶν πόλεων τὸ πήγανον ὑπὸ Πελοποννησίων ῥυτὴν καλεῖσθαί φησιν.
Ὅσον κύμβοιο: τοῦ ὀξυβάφου, ἐπειδὴ κυφόν ἐστι. σημειοῦται δὲ ἐκ τοῦ ἐπιφερομένου τραπεζήεντος. καὶ παρὰ Σώφρονι “κύμβου ὄγκον ἔχων” ἀντὶ τοῦ σκυφοειδοῦς ποτηρίου. τοῦτο οὖν λέγει, ὅτι λάβε τοσαῦτα σπέρματα ὅσον γεμισθῆναι ὀξύβαφον. Ἄλλως. κύμβοιο ἀντὶ τοῦ ὀξυβάφου οἷον ἐμβαφίου εἰς τράπεζαν πεποιημένου, ὅπερ καλεῖ γαργάριον ἡ συνήθεια.
Καρδόπῳ: ἀντὶ τοῦ κοίλῳ ἀγγείῳ ἢ καυκίῳ. καὶ ἀλκτήρια λέγεται τὰ ἀποσοβητήρια, ἤτοι ἀποκρουστικὰ νόσων.
Θρινακίην μὲν ῥίζαν: τὴν ἐν Σικελίᾳ γενομένην. οὕτως γὰρ καλεῖται ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν. τὰ δὲ ὀνόματα εἴρηνται τοῖς ἄλλοις. ἐν τῇ Σικελίᾳ δὲ γίνεται ἡ θάψος. ταύτης δὲ τῷ χυλῷ χρῶνται πρὸς ὄφεις. ἔστι δὲ χλωρότατον, ὅθεν οἱ βουλόμενοι χλωροὶ φαίνεσθαι καὶ νοσώδεις ταύτῃ περιχρίονται τὸ πρόσωπον. εὑρηκέναι δὲ αὐτήν φασι τὸν Κρατεύαν ἐπὶ νήσῳ τινὶ Θάψῳ μιᾷ τῶν Σποράδων. ἔστι δὲ αὕτη ἡ νῆσος ἀρκαιούσης καὶ Φοινίκης μεταξύ. Ἄλλως. Θρινακίην ἀντὶ τοῦ Σικελικήν. Τρινακρία γὰρ ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν.
Ῥάδικες κυρίως μὲν οἱ ἀπὸ τῶν φοινίκων κλάδοι. νῦν δὲ καταχρηστικῶς κέχρηται τῇ λέξει.
διανθέος δὲ ἤτοι τοῦ διαφανοῦς, εὐανθοῦς. ἢ δισανθοῦς διπλοῦν ἔχοντος ἄνθος, ὅτι δὶς κατ’ ἐνιαυτὸν ἀνθεῖ. ἢ διὰ τὸ τοὺς καυλοὺς αὐτοῦ ἀνθέρικας καλεῖσθαι.
καυλεῖον δὲ τὸν καλαμόν. καὶ τὸ ὑπέρτερον ἀνθερίκοιο ἀντὶ τοῦ μείζονας ἀνθέρικας τοῦ ἀστάχυος ἔχοντος.
τότε λοβὸς ἀμφίς: κωρίς. οὐ γὰρ ὥσπερ ὃ ἐρεβίνθῳ συμβέβηκεν τοῦτο καὶ ἐπὶ ἀσφοδέλῳ, ἀλλὰ χωρὶς ἕκαστον σπέρμα καθάπερ ἔγκειται. τινὲς δὲ τὸ ἀμφίς ἀντὶ τοῦ ἀμφί εἶναι γὰρ τὸν λόγον οὕτως, τὸ δὲ σπέρμα ὅπερ ὁ λοβὸς αὐτοῦ αὔξει. λοβὸς δὲ λέγεται πᾶσα λεπίς, ἧς ἔνδον ἐστὶ τὸ σπέρμα. ἢ ἀγγεῖόν ἐστιν ἐν ᾧ οἱ γεωργοὶ τὰ σπέρματα βάλλουσιν.
ἠὲ καὶ ἑλξίνην: καὶ γὰρ ἑλξίνη καλεῖται παρὰ τὸ ἕλκειν εἰς ἑαυτήν. ἡ γὰρ ὄφρησις αὐτῆς ἐστιν ἑλκυστική. Ἄλλως. ἑλξίνη εἶδος βοτάνης ἐστί καλεῖται δὲ οὕτως, ὅτι κωλύει τι φύεσθαι ἐγγὺς αὐτῆς.
Κλύβατις, ὅτι καὶ χυλὸν ἔχει κολλώδη κηρῷ οἰκεῖον καὶ τὸν προσιόντα κρατεῖ. ἑλξίνη δὲ καὶ κλύβατις, σιδηρῖτις, παρθένιον, περδίκιον· πάντα γὰρ ἐπὶ ἑνὸς φυτοῦ.
ἰάμνοις δὲ ταῖς ἰαμεναῖς καὶ ἕλεσιν.
πῖνε δ’ ἐντρίψας: πῖνέ, φησι, μίξας τὰ προειρημένα| κοτύλῃ οἴνου ἢ ὄξους. εἰ δὲ καὶ ὕδατι μίξαις καὶ πίοις τῷ μήτε ὄξος μήτε οἶνον παρεῖναι, ἀλύξειας ἂν καὶ ἐκφύγοις τὰ κακά.
ἐσθλὴν δ’ ἀλκιβίου: ἀντὶ τοῦ θεραπευτικήν. ἀλκίβιος δὲ λέγεται ἡ βοτάνη καὶ ἔχις, καὶ ἀλκίβιος μὲν ἀπὸ τοῦ εὑρόντος Ἀλκιβίου, ἔχις δὲ διὰ τὸ ἰᾶσθαι ὑπ’ αὐτῆς τοὺς ὑπὸ ἐχίδνης πληττομένους. Δημήτριός φησιν ὁ Χλωρὸς ὑπὸ ἔχεως πληγέντα τινὰ κατὰ βουβῶνα, τουτέστι τὸ γονάτιον, καὶ διαμασησάμενον τὴν λεγομένην ἀλκιβίου ῥίζαν καὶ τὸν μὲν χυλὸν καταπιόντα, τὸ δὲ μάσημα ἐπιθέντα τῷ τραύματι ἰαθῆναι εὐθύς. Ἄλλως. ἀλκίβιος ἐκλήθη διὰ τοιαύτην αἰτίαν. Ἀλκίβιον τοὔνομά τινα κοιμώμενον παρὰ τῇ ἁλωνίᾳ ἐγγὺς ὕδατος ἢ ἐγγὺς τῆς θημονίας (τὰ γὰρ δύο σημαίνει τὸ ἄντλον) ἔπληξεν ὄφις κατὰ τοῦ βουβῶνος, ἤγουν τοῦ γονατίου, ὃς ἀναστὰς καὶ ἀνασπάσας τὴν βοτάνην ταύτην τὸν μὲν χυλὸν αὐτῆς διαμασησάμενος κατέπιεν ὡς ἀποκρουστικὸν τοῦ ἰοῦ, τὸ δὲ μάσημα ἐπέθηκε τῷ ἕλκει.
Λείρια δ’ ὡς ἴα: ὡς τὰ ἴα αὐτὴν περιστέφει.
ῥαδινὴ δέ, λεπτή ἐστιν ἡ ῥίζα τοῦ ἀλκιβίου.
εἶθαρ ἀνέπνευσεν: ἤγουν εὐθέως ἀναπνεῦσαι αὐτὸν τῆς κακοπαθείας ἐποίησεν. ἰστέον ὅτι, ἐὰν γράφηται ἐνέπνευσε κάματον βίῃ, ἐπὶ τοῦ ὄφεως ἀκουστέον, τουτέστιν ὅτι πλήξας τὸν Ἀλκίβιον ὁ ἔχις εὐθέως πόνον καὶ ἀλγηδόνα εἰς τὴν δύναμιν αὐτοῦ ἐνέπνευσε καὶ ἐνέβαλεν. εἰ δὲ γράφεται ἀνέπνευσε καμάτων, τοιοῦτόν ἐστιν, ὅτι ὁ Ἀλκίβιος τὸ μάσημα, τουτέστι τὸν φλοῦν τῆς ῥηθείσης βοτάνης, τῷ τραύματι ἐπιθεὶς τὸν χυλὸν κατέπιεν, ἵνα ἔξωθεν ὁ καί σύνδεσμος παραλαμβάνηται, καὶ εὐθέως τοῦ πόνου καὶ τῆς κακοπαθείας βίᾳ ἀνέπνευσεν.
θηλάζων: τουτέστι τὸν ζωμόν, ἤγουν τὸν χυλόν, καταπίνων. πέσκος δὲ τὸν φλοιὸν τῆς βοτάνης. τὸ λέπος, φησί, τῷ τραύματι ἐπέβαλεν.
ἀργῆτι σὺν οἴνῳ: ἤγουν λευκῷ καὶ θερμῷ καὶ διαπύρῳ.
ἀστόργοιο δὲ τῆς μὴ βουλομένης θρέψαι τὰ βρέφη, τῆς μὴ στεργούσης. ἥτις, φησί, βοτάνη, πράσιος· θηλυκὸν γάρ. κατείρυσε δὲ ἀντὶ τοῦ καταρρεῦσαι ἐποίησε.
τὸ δὲ πρωτογόνου καὶ τῆς αρτι γεννηθείσης καὶ τῆς ἀρτίως καὶ πρῶτον τετοκυίας. νῦν δὲ τὸ δεύτερον σημαίνει. φασὶ γὰρ ὅτι αἱ μόσχοι τῇ σπάνει τοῦ γάλακτος ἄστοργοι γίνονται καὶ οὐ χαλῶσι ταῖς δαμάλεσι τὸ γάλα, ἀλλ’ ἀνακόπτουσι καὶ καρτεροῦσι. τρώγουσαι δὲ τὴν πράσιον (γαλακτοφόρος
με λίφυλλον δὲ καὶ μελίκταιναν τὴν πράσιον οἱ ποιμένες καλοῦσι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.
ῥοιξηδόν: ἤγουν μετὰ ῥοίζου καὶ κτύπου φέρονται πᾶσαι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.
ἠὲ σύγ’ ἐγκεφάλου: ἢ σύ, φησι, λάβε τὰς πέριξ τοῦ ἐγκεφάλου ἀραιὰς μήνιγγας τῆς κατοικίδος ὄρνιθος. γράφεται καὶ σμήριγγας οὕτω δὲ λέγουσι τὰς τρίχας τὰς ἐπὶ τῶν μηρῶν καὶ τοῦ τραχήλου, ἔνιοι δὲ τὰς ἐπὶ τοῦ μετώπου, ἄλλοι τὸν ὑμένα λέγουσι τὸν περιτρέχοντα τὸν ἐγκέφαλον. ἔστι δὲ οὑτος τραχύτερος περιέχων τὴν ἀρχὴν τὴν ἐν τῷ νωτιαίῳ μυελῷ. ὅτι δὲ ὁ ἐγκέφαλος τῆς ὄρνιθος εἰς τοὺς ὀφιοδήκτους δῆλον. φησὶ καὶ Πέτριχος ἐν Οφιακοῖς.
ψῆγμα πολύκνημον: οἱ μὲν ὄνομα βοτάνης, οἱδὲ λεπτόν. γράφεται καὶ ψηχρὰ πολύκνημον. σημαίνει δὲ ποτὲ μὲν τὸ περίψηγμα, ποτὲ δὲ τὴν βοτάνην δηλοῖ, ἧς μνημονεύει καὶ Ἀπολλᾶς ἐν τῷ περὶ βοτανῶν.
ὅστε τραπέζης: τράπεζα καὶ πύλη μέρη τινά εἰσιν ἐξημμένα τοῦ ἥπατος· τράπεζα, ὄνυξ, μάχαιρα, κάνεον.
διὰ δὲ τοῦ νε ύει δὲ χο λῆς καὶ τῶν τοιούτων ἀνατομικῆς ἐμπειρίας ἐπιστήμην παρίστησιν οἰκείαν ἔξωθεν παριστορῶν ἐγκαίρως· ἀντὶ τοῦ μέρος τουτέστι τῆς τραπέζης ἐγγὺς τῆς λολῆς καὶ τῶν πυλῶν τῆς τροφῆς.
σύμμικτα δὲ μετὰ οἴνου ἢ ὄξους. πλείων δὲ θεραπεία ἐπακολουθήσει τῷ μετὰ οἴνου πιόντι.
ἐν δὲ φόβην: τρίκα, φύλλον. πάνακες δέ· πολλὰ χὰρ πανάκη εἰσί, τὸ μὲν ἡράκλειον, τὸ δὲ κενταύρειον, ὅ καὶ χειρώνειον καλεῖται, τὸ δὲ ἀσκληπίειον. Θεόφραστος δὲ (
οὐλοὸν ὄρχιν: ἢ τὸν ὁλόκληρον ἢ τὸν ὀλέθριον ἑαυτῷ. Σώστρατός φησιν ἐν τῷ περὶ φύσεως ζῴων ἀμφίβιον τὸ ζῷον τοῦτο, ἤγουν τὸν κάστορα, εὑρίσκεσθαι δὲ ἐν ταῖς κατὰ τὴν Σκυθίαν ἐρημίαις καὶ ἔχειν τοὺς ὄρχεις πλατεῖς ὡς κάπρου. διαδίδοται δὲ ὅτι διωκόμενος ἐκκόπτει τοὺς ὄρχεις αὑτοῦ νοῶν ὡς αὐτῶν ἕνεκα διώκεται.
ἢ ἵππου: καὶ τοῦ ἱπποποτάμου ὁ ὄρχις ὠφελεῖ, φησι. Σάις
ἐπιβάλλεται ἅρπην: ἡ δρεπάνη· νῦν δὲ τοὺς ὀδόντας λέγει, ὅτι ὅλους τοὺς στάχυας τρώγει.
ζάλον δὲ τὸ βορβορῶδες κῦμα.
χιλοὶ ὅτε: ὅτε οἱ χιλοὶ πλήθουσι τοῦ σίτου καὶ νεωστὶ ἀπέθεντο τὴν πόαν, τουτέστι τὸ βοτανῶδες καὶ χλοῶδες, τουτέστιν ὅτε ἀνθεῖ ὁ σῖτος. χιλοὶ δὲ ὑπό τινων ὁ Δημητριακὸς καρπός, ὑπὸ δὲ ἄλλων αἱ κριθαὶ καλοῦνται. οὕτως οὖν, ὅτε χλωραί εἰσιν αἱ τροφαί, ὅτε δὲ ἀνθεῖ ὁ σῖτος ὑπόχλωρος ὤν, λοιπὸν τοσοῦτον περιπατῶν καὶ ἐξιὼν τοῦ ποταμοῦ καταλιμπάνει τὸν ἰλυώδη βυθόν, ὅσον δύναται φαγεῖν, μέχρις ἂν καταλάβῃ πάλιν τὸν ποταμὸν ὑποστρέφων. τὸ γὰρ στείβειν πρὸς ἀντιδιαστολὴν τοῦ κολυμβᾶν εἶπε. κολυμβᾷ γὰρ τὸ ζῷον.
πα λίσσυτον: ἤτοι ὀπισθόρμητον· ἀναποδίζων γὰρ καὶ ὑποστρέφων κείρει. ἢ τὴν κατὰ ἔτος εὐγνωμονοῦσαν.
μηδέ τι δάφν ης: Ἀντίγονος τὴν λεπτόφυλλον δάφνην ἀραιοτέραν εἶναί φησι, τὴν δὲ αὐτὴν καὶ ἀγρίαν καλεῖσθαι.
ἀραιοτέρης οὖν τῆς λεπτοφύλλου.
χραισμήεις: πανὺ δὲ ἂν καὶ ἀμάρακος εἴη βοηθητικός, ὅ ἐστι σάμψυχος. τὸ δὲ ἄν παρέλκεται. ἀνδήροισι δέ, ἔν τε ταῖς πρασιαῖς ἢ τοῖς κήποις καὶ ἀναχώμασι τῶν ποταμῶν ἀνθῶν καὶ φυτευόμενος.
τάμισον τὴν πυτίαν λέγει, ἥτις ἐπὶ τῶν ἤδη γαλακτοτροφουμένων ζῴων εὑρίσκεται. χρῶνται δὲ αὐτῇ πρὸς πῆξιν τῶν τυρῶν. καὶ Νικόων δὲ ἐν ταῖς δυνάμεσιν ἀρίστην τὴν πυτίαν εἶναί φησι τὴν τοῦ νεβροῦ, δευτέραν δὲ τὴν τοῦ λαγωοῦ, καὶ τρίτην τὴν τοῦ ἐρίφου, ἧς μέμνηται ὁ Θεόκριτος (
καὶ πρὸκὸς κὸς τοῦ τέκνου τῆς δορκάδος. πάροιθ′ ἀπολύματα: τα: ἀντὶ τοῦ πρῶτον τὰ ἀφοδεύματα καθάρας.
ἡ ἐλάφου: καὶ γὰρ ἐλάφου τὴν κοιλίαν λέγει, ἣν καλοῦσιν ἐχῖνον, τουτέστι ὅπερ πολύπτυχον λέγουσιν. Ἂλλως. ἐχῖνος κυρίως μὲν
δραχμάων ὅσσον τε: μοίρας δύο δραχμῶν, τουτέστι δύο δραχμάς. ὁ δὲ κύαθος μέτρον ἐστί.
μέθυος δὲ πολιοῦ ἀντὶ τοῦ παλαιοῦ ἢ λευκοῦ.
ἡ χραίσμη δέ, ὅ ἐστιν ἡ βοήθεια.
ἄρκευθος: καὶ γὰρ ἄρκευθος καλεῖται ὁ καρπὸς τῆς κέδρου. ἔστι δὲ καὶ εἶδος βοτάνης.
θερειλεχέος: ἐπεὶ πλατέα ἔχει τὰ φύλλα, ὥστε δύνασθαι ὑπ’ αὐτῶν σκεπάζεσθαι θέρους ὄντος. τὸν δὲ καρπὸν τῆς πλατάνου σφαιρία τινὰ τραχέα φησὶν εἶναι. ὁ δὲ τῆς κέδρου καρπὸς ἄρκευθος καλεῖται, ἐπεὶ καὶ αὐτὸ τὸ δένδρον ἄρκευθον καλοῦσιν. Ἄλλως. θερειλεχέος: ἤτοι σκιώδους ἢ παρὰ τὸ ἐν θέρει δύνασθαι ποιεῖν λέχος ἐκ τῶν φύλλων αὐτῆς. ὁ δὲ καρπὸς αὐτῆς σφαιρία τινὰ τραχέα ἐστίν, ὃν δὴ καὶ σφαίρην εἶπε.
Βουπλεύρου τε: Δημήτρος ὁ Χλωρὸς τὴν βούπλευρον δένδρον εἶναί φησιν. οὐκ ἔστι δέ, ἀλλὰ λάχανον, οὗ μνημονεύει Νίκανδρος ἐν τῷ ἐπιγραφομένῳ Ὑακίνθῳ καὶ Ἐπαίνετος ἐν τῷ περὶ λαχάνων. Ἀντίγονος δέ φησι καὶ Λύκωνα μεμνῆσθαι τοῦ λαχάνου. Ἰδαίας δέ ἐστιν ἢ Κρητικῆς ἢ ὀρεινῆς. Ἴδη γὰρ καταχρηστικῶς πᾶν ὄρος.
πηρῖνα: ποτὲ μὲν τὸ ἀγγεῖον τῶν διδύμων, ποτὲ δὲ τὸ ἄκρον τοῦ αἰδοίου, ἐξ οὗ αἱ προρρεύσεις γίνονται. θοραίην δὲ σπερμαίνουσαν. θορὸς γὰρ τὸ σπέρμα, ὥς φησι καὶ ὁ Οππιανός.
σώχειν: σώχειν ἐστὶ τὸ τρίβειν καὶ λειοῦν.
κυάθεια οὐδετέρως εἶπεν, ὡς κύκλα καὶ λύχνα. λείπει δὲ τὸ πίε, ἢ φύρσας ἢ καὶ πιών.
χολοιβόρον καὶ τὰ ἑξῆς: καὶ γὰρ χολοιβόρον τὸν βαρὺν καὶ σφοδρῶς χεόμενον λέγει, ἢ τὸν ὁμοίως τῇ χολῄ κατατρώγοντα. ἐρύξεις δὲ ἀντὶ τοῦ ἀποδιώξεις, κατάσχῃς καὶ κωλύσεις.
ἑξάμορον: ἑξάμορον λέγεται τὸ ἕκτον τῆς κοτύλης. εὐώδεα δὲ κατ’ εὐφημισμόν (βαρύοδμος γάρ), ὡς τὴν χολὴν γλυκεῖαν, καὶ τὸ ὄξος γλυκάδιον, καὶ τοὺς ταχεῖς ἀργούς, ὥς φησιν Ὅμηρος (οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.
ἦτρον τὸ γονάτιον ἢ τὸν ὀμφαλὸν τοῦ νάρθηκος λέγει. ἢ ἦτρον τὴν ἐντεριώνην φησί. κυρίως δὲ ἦτρον ὁ μετὰ τὸν ὀμφαλὸν τόπος. καὶ μαρτυρεῖ „ἠτρίου ἱππείοιο“. ὀλόψας δὲ ἀντὶ τοῦ λεπίσας, κόψας.
ἱππείου μαράθου: τὸ δὲ λεγόμενον ἱππομάραθον εἶδος βοτάνης ἐστί. Θεόφραστος δὲ (
ἐλεοθρέπτου δὲ σελίνου τοῦ ἐν τοῖς ἕλεσιν ἤγουν ἑλώδεσι καὶ καθύγροις τόποις φυομένου καὶ τρεφομένου.
ἐχεπευκέος: ἤγουν πικρᾶς, καθάπερ πεύκη· πικρὰ γὰρ καὶ αὕτη. δραχμάων δὲ δύο ἄχθη φησί, τουτέστιν ὁλκήν.
θερειγενέος δὲ τοῦ ἐν θέρει γινομένου· ἢ ἀθερειγενέος, ἐπειδὴ τοῦ κυμίνου ὁ στάχυς καὶ ὁ καρπὸς ἀθέρας ἔχει, καθάπερ ἡ κριθή.
κυάθῳ: τουτέστι τρίτον τῷ κυάθῳ ἀντλούμενον, παρὰ τὸ ἀφύσσειν, οἷον τρεῖς κυάθους.
εὐσταθέος δὲ τῆς ναρδοστάχυος δραχμὴν στήσας. γράφεται καὶ εὐστάχυος· ἢ εὐσταθέος, τουτέστι τοῦ ῥωστικοῦ.
ὀκταπόδην: τουτέστιν καρκίνον ποτάμιον. ὀκτὼ γὰρ πόδας ἔχουσιν οἱ καρκίνοι.
νεοβδάλτοιο δὲ ἀντὶ τοῦ νεωστὶ ἐβδαλμένου, τουτέστι πεπηγμένου, ἢ νεαμέλκτου. ἔστι δὲ ἀντίπτωσις, γενικὴ ἀντὶ δοτικῆς· ἔδει γὰρ νεοβδάλτῳ γάλακτι καρκίνον ἐνθρύψαιο.
ἶρίν θ’ ἥν: κελεύει συμμίσγεσθαι τούτοις τὴν Ἰλλυρικὴν ἶριν. Δρίλων γὰρ ποταμὸς Ἰλλυρίδος καὶ Νάρων, ὃς διαχωρίζει Ἰλλυρικὴν καὶ Λιβύρνους. ἐνταῦθα καὶ ὁ Κάδμος καὶ ἡ Ἁρμονία ᾤκησαν, οἳ καὶ εἰς ὄφεις μετεβλήθησαν, ὥς φησι καὶ Διονύσιος (κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν γένος ἠλλάξαντο.
ἥντε μελισσαῖος ἕρπων: ὅπου, φησίν, οἱ δύο, ὁ Κάδμος καὶ ἡ Ἁρμονία, δράκοντες δασπλῆτες γενόμενοι τὸν νομὸν στείβουσι, τουτέστι τὸν πρὸς νομὴν ἐπιτήδειον τόπον πατοῦσι. δασπλῆτες δὲ ἤτοι φοβεροὶ καὶ χαλεποὶ τοῖς προσπελάζουσι καὶ δέους εἰσὶ ποιητικοί.
πανακαρπέα θάμνον: γράφεται καὶ περιθαλπέα, ἤτοι τὸν ἁπαλόν. ἔστι δὲ νέον καὶ πάντη ἄκαρπον· οὐδέπω γὰρ ὁ τοιοῦτός ἐστι καρποφόρος. ἢ πάντως ἄκαρπον· ἄκαρπος γὰρ ἡ μυρίκη, καὶ ταύτῃ ἐνομοθέτησεν ὁ Ἀπόλλων τοὺς μάντεις μαντεύεσθαι.
μάντιν’ ἐνὶ ζωοῖσι: τὸν θάμνον τῆς μυρίκης ἐπίσημον μάντιν φησί. Μάγοι γὰρ καὶ Σκύθαι μυρικίνῳ μαντεύονται. Δίνων δὲ καὶ ἐν τῷ πρώτῳ τῆς τρίτης συντάξεως καὶ τοὺς μάντεις φησὶ Μήδους ῥάβδοις μαντεύεσθαι. Ἡρόδοτος δὲ ἐν τῇ τετάρτῃ καὶ ἐν πολλοῖς Σκύθας παρήγαγεν τόποις καὶ ἐν τῇ Εὐρώπῃ παρήγαγέ τινας διὰ μυρίκης μαντευομένους (
Κοροπαῖος: τινὲς Θεσσαλικός. Κορόπη γὰρ πόλις Θεσσαλίας. γράφεται καὶ Ὀρόπειος. Ὀρόπεια γὰρ πόλις Βοιωτίας, ὅπου διασημότατον ἱερὸν Ἀπόλλωνος.
τὸ δὲ μὶξ κονυζῆεν ἀντὶ τοῦ μεμιγμένως τὸ φυτὸν τῆς κονύζης, ἤτοι τὴν κόνυζαν τὴν ἔγχλοον.
ἠδὲ καὶ ἀκτῆς: Θεόφραστος ἐν τῷ περὶ φυτῶν (
σαμψύχου κύτισόν τε ἕως τοῦ τιθυμάλλους. Ἀμφίλοχος ἐν τῷ περὶ κυτίσου φυτόν φησιν ὠφέλιμον εἶναι τοῖς θρέμμασιν,
σκαφίδεσσι δὲ δοχαίαις ἀντὶ τοῦ ἀγγείοις δεκτικοῖς· Ὅμηρος (γαυλοί τε σκαφίδες τε.
φαρμάσσων μέθυ κεῖνο: τὸν οἶνον. τὴν δεκάτην μοῖραν τοῦ χοὸς ἔμβαλε εἰς τὰ εἰρημένα. Ἄλλως. χοὸς δεκάτῃ ἀντὶ τοῦ δέκατον μέρος τοῦ χοός, ἤγουν τὴν κοτύλην καὶ πλέον.
Γέρυνες, ἤγουν τὰ γεννήματα τῶν βατράχων, ἤτοι οἱ μικροὶ καὶ ἀδιάπλαστοι βάτραχοι. φησὶ δὲ βατράχους ζῶντας ἕψησον μετὰ οἴνου ἢ ὄξους ἢ ὕδατος καὶ πίε.
πολλάκι δ’ ἧπαρ: τρεῖς εἶναί φησι θεραπείας, μίαν μὲν τῶν βατράχων ἑψηθέντων, ἑτέραν δὲ τοῦ ἥπατος μετὰ Κερκυραίου οἴνου, ἄλλην τῆς κεφαλῆς ἢ ἐν οἴνῳ ἢ ἐν ὕδατι. ἐνὶ σχεδίῃ δὲ ἤτοι ἐν τῷ τυχόντι ἢ Αἰγυπτίῳ. Σχεδία γὰρ πόλις Αἰγύπτου. Δημήτριος δὲ γράφει ἐνὶ Σχερίῃ καὶ ἀκούει τὸν Κερκυραῖον οἶνον. ἔστι γὰρ πεπηγώς, ὡς Ἀγαθοκλῆς ἐν τῷ περὶ διαίτης. ἔνιοι δὲ ἐνὶ Σχεδίῃ ἀντὶ τοῦ Αἰγυπτίῳ. ἔστι γὰρ πόλις Αἰγύπτου πλησίον τῆς Χαιρέου
ἢ αὐτοῦ σίνταο: καὶ γὰρ περὶ τοῦ ἔχιός φησι. τούτου γὰρ ἡ κεφαλὴ ἑψηθεῖσα μετὰ οἴνου ὠφελεῖ.
ἐμπισθὲν δὲ ἤγουν ποτισθέν, ποθέν.
ἑλιχρύσοιο: τὸ ἑλίχρυσον ἄνθος ἐστίν, οὗ μέμνηται καὶ Θεόκριτος (
κόρκορον: εἶδος βοτάνης ἐστὶν ἢ λαχάνου εὐτελοῦς· ὅθεν καὶ παροιμία “καὶ κόρκορος ἐν λαχάνοις”. ἔστι δὲ ἀεὶ κατακλινόμενον· ὅθεν καὶ μυόεν αὐτὸ εἶπεν, οἷον μεμυκότα φύλλα ἔχον. Ἄλλως. καὶ Ἡσίοδος (μέμυκε δὲ γαῖα καὶ ὕλη.
πάντα γὰρ τῷ χειμῶνι συνεσταλμένα εἰσὶ καὶ ἠσφαλισμένα.
Πανάκτειόν τε: τὴν ὁμοίαν πεκτείῳ. φησὶν Διοκλῆς τὴν κονίλην ὑφ’ ὧν μὲν ἡράκλειον καλεῖσθαι καὶ ὀρίγανον, ὑφ’ ὧν δὲ ἀγρίαν ὀρίγανον καὶ πάνακες. φησὶ Πέτριχος ἐν τῷ Ὀφιακῷ ὅτι Κόνιλος εὑρὲ τὴν βοτάνην. τινὲς δὲ πανάκειαν κατὰ ἀφαίρεσιν τοῦ τ τὴν πάντα ἰωμένην. δόναται δὲ καὶ πανάκτειον λέγεσθαι, ἤγουν ἐπὶ πάσῃ ἀκτῇ φυομένη. Ἄλλως. πανάκτειος καὶ κονίλη ταὐτό ἐστι, ταυτὸ ὃ καὶ ἡράκλειόν φασι καὶ ὀρίγανον.
Σὖν καὶ ὄνου: οὕτω λεγόμενον ἀντὶ τοῦ ὀνόφυλλον.
στρομβεῖα δὲ ψώχοιο ἀντὶ τοῦ περιφερῆ καρπὸν λείωσον. καὶ τὸ κακῆς ἐμφόρβια νούσου οἱονεὶ δαπανπικὰ τῆς νόσου, δι’ ὡν ἡ νόσος ἐσθίεται, ἤτοι θεραπεύεται.
ἄγρει μήν: ἀντὶ τοῦ ἄγε μὴν ταῖς μικραῖς μηκωνίσι τὴν ὁμοίαν ῥάμνον κατὰ τὸ μέγεθος, τουτέστιν οὕτω μικρὸν κλάδον ῥάμνου. ῥάμνος δὲ φυτὸν ἀκανθῶδες.
ἐρσομένην ἤγουν βρεχομένην, δροσιζομένην, αὐξανομένην.
φιλέταιριν δέ, σημειωτέον ὅτι τὸ ἀκανθῶδες φυτὸν, ἡ ῥάμνος, παρὰ Μυσοῖς καὶ Λυδοῖς φιλέταιρις ὀνομάζεται.
Τμῶλος δὲ ὄρος Λυδίας.
παραὶ Γύγαό τε: ἤτοι Γύγου τοῦ βασιλέως σῆμα, ὥς φησιν Ἱππῶναξ ἐν τῷ πρώτῳ τῶν [Λυδίας] ἰάμβων· ἢ τὴν Γυγαίαν λίμνην λέγει ἀπὸ Γύγου τοῦ ἑκατογχείρου. Γυγαία γὰρ λίμνη Λυδίας. ὁ δὲ Τμῶλος ὄρος Λυδίας καὶ Μυσίας.
καὶ Παρθένιον λέπας ἀκρωτήριον τῆς Λυδίας οὕτω καλούμενον.
Κίλβις ὄρος Λυδίας ἢ τόπος ἢ ποταμός, ἔνθα πολλοὶ ἵπποι νέμονται.
ἄεργοι: οἱ μὴ ἕλκοντες ἅρματα. ἀργοὶ δὲ ἵπποι ἐκεῖ πρῶτον ἐτράφησαν. πρῶτον γὰρ καὶ αὐτοὶ ἠροτρίων.
χιλεύουσι δὲ ἤγουν τρέφονται ἐσθίοντες ἢ καὶ ἐσθίουσιν.
ἔνθα δύω ἐχίεια; ἤγουν δύο εἴδη ἐχίου. οὕτω δὲ ὠνόμασται διὰ τὴν ἐξ αὐτῶν ὠφέλειαν. τοὺς γὰρ ὑπὸ ἔχεως δηχθέντας θεραπεύει. ὅτι δὲ δύο εἴδη μαρτυρεῖ καὶ Νουμήνιος ἐν τῷ Θηριακῷ καί φησι τὸ ἕτερον ὠφελεῖν. Ἄλλως. δύο εἴδη βοτανῶν εἰσιν, ὡν τὸ ἕτερον τοὺς ὑπὸ ἔχεως δηχθέντας ὠφελεῖ, διὸ καὶ οὕτως ἐκλήθη. ἔστι δὲ ὠκιμοειδές. ὠκίμῳ γὰρ παραπλήσια ἔχει τὰ φύλλα.
Αγχούσῂ προσέοι κεν: ἤτοι ὠκίμῳ, φησίν, ὅμοιόν ἐστι
θάλεια: τοῖς φύλλοις καὶ τοῖς κλάδοις ἢ τοῖς ἄνθεσι δασεῖα. κάλχη δὲ ἄνθος ἢ τὸ ζῷον, ᾗ βάπτεται ἡ πορφύρα.
Βλάστῃ δ’ ὡς ἔχιος: ἡ βλάστη δὲ τὸ στέλεχος. ἔχιος δέ, εἶδος βοτάνης. σφεδανὸν δὲ τὸ τραχὺ καὶ σκληρὸν καὶ σφιγκτόν.
ἀνδρακάδα δὲ τὴν μερίδα φασὶν οἱ νεώτεροι· ἀλλ’ Ὅμηρος (
σφέλᾳ δέ, κυρίως μὲν τὸ ὑποπόδιον, νῦν δὲ ξύλῳ πυκνῷ. ὅλμῳ δὲ καὶ ῥωγάδι πέτρῃ τῇ ἴγδῃ. κεάσας, ἤγουν τρίψας.
ἠὲ σύγ’: ἠρύγγου δὲ καὶ τοῦ ἀνθεμώδους ἀκάνθου τὰς ῥίζας λαβὼν ἰσοβαρῆ ποίησον καὶ τρίψας πότισον. Ἄλλως. Ἀριστοτέλης (
Κλώθοντος: γράφεται καὶ χλοάοντος ἐν ἀρπέζαισιν ἐρίνου. τὸν ἔρινον Ἐτεοκλῆς ἐν τῷ Ῥιζοτομικῷ φησιν εἶναι ὅμοιον ὠκίμῳ. βοηθεῖ δὲ πρὸς τὰ θηρία. φύεται δὲ πρὸς ποταμοὺς καὶ κρήνας καὶ τόπους εὐηλίους. ἄρπεζαι τόποι ἐν οἷς φύεται ὁ ἔρινος.
Εὐκνήμοιο: ἤτοι εὐκλάδου· ἢ εἶδος βοτάνης. τοῖς δὲ δυσὶν ὀνόμασιν ἐχρήσατο καθ’ ἑνός, εὔκνημον καὶ ὄρειον ὁμωνύμως. Εὐκνήμου δὲ οὐδέν ἐστιν ἀκοῦσαι. ἢ οἱονεὶ κνήμας ἢ κλάδους εὐαυξεῖς ἐχούσης.
Καὶ σπέραδος ἀντὶ τοῦ σπέρμα. ὁ δὲ τόνος ὡς τέναγος. Νεμεαῖον δέ, ὅτι ἐν Νεμέᾳ εὑρέθη ἡ βοτάνη αὕτη· καὶ ἀειφύλλου τοῦ μὴ ἀποβάλλοντος τὰ φύλλα, ὅτι οὐ φυλλορροεῖ τὸ κοινῶς λεγόμενον.
ἀννήσοιο: διπλοῦν τὸ ν ἀντὶ τοῦ ἀνήσου. οὕτως Ἀττικῶς.
ὁλκήεσσαν δὲ τὴν ὁλκὴν ἔχουσαν καὶ βάρος διὰ τὰς ῥίζας, ἢ ἐπὶ τὴν ὁλκήεσσαν πλάστιγγα πεσοῦσαν. Ἢ ῥίζαις ὁλκήεσσαν, πολλὴν καὶ ἐπιμήκη ῥίζαις, ἢ ὑπὸ τὴν βαρουμένην πλάστιγγα.
Ἄλλοτε μέν τ’ ἐχίων:· νῦν μὲν τοὺς ὀφιοδήκτους, νῦν δὲ τοὺς σκορπιοδήκτους, ἄλλοτε τοὺς ὑπὸ φαλαγγίων δηχθέντας θεραπεύσειας.
τριπλόον: ἤγουν τριπλοῦν βάρος ἐνθρύπτων ὀδελοῦ ἐν οἴνῳ, τουτέστι τριώβολον, τρεῖς ὀβολούς. ὁ δὲ νοῦς ἅπας ἐστὶν οὑτος, ἐλαίας φύλλα καὶ σελίνου ῥίζας καὶ ἀννήσου διπλάσιον τὸ βάρος ἔχον τὰς εἰρημένας ῥίζας πάσας, καὶ ἐχίων, λέγω, καὶ ἠρύγγου καὶ ἀκάνθου καὶ σελίνου λαβὼν τρῖψον καὶ ἐν ἀγγείῳ μίξας ἔχε εἰς βοήθειαν ὄφεων δήγματος ἢ εἰς τύμμα σκορπίου ἢ ῥωγὸς πληγμόν· ἄλλ’ ὁπότε ἐξ αὐτοῦ διδόναι ἐθέλοις τινί, ὀδελοῦ βάρος καὶ μόνον σταθμήσας βάλλε εἰς οἶνον καὶ οὕτω δίδοθι.
χαμαίλεον: δύο εἴδη εἰσὶ χαμαιλέου, ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὃν ποικίλον τινές φασι διὰ τὸ μέλαν, ὡς Κρατεύας. μνημονεύει δὲ καὶ ἀμφοτέρων Θεόφραστος (
ζοφοείδελος δέ, ὅτι ξοφοειδής ἐστι κατὰ τὴν ὄψιν.
ἤικται δέ, ἤγουν ὅμοιός ἐστι σκολύμῳ, ὅ ἐστιν εἶδος φυτοῦ, οὗ καὶ Ἡσίοδος μέμνηται (ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ.
τροχέην δὲ χαίτην, τὴν περιφερῆ· ἔστι γὰρ τὰ φύλλα τοῦ χαμαιλέου
σκαιοῖς δὲ σκιεροῖς, ἀνηλίοις, κοίλοις, σκιὰν ἀποτελοῦσι.
πε πεδόεσσα μολοβρή: ἤτοι καμαιπετής, χαμηλή· διὸ καὶ μολοβρὴν εἶπεν. μολοβρὴ δὲ οἱονεὶ μολιβοειδής, ἢ μόλις αὐξανομένη, ἢ ταπεινὴ ἀπὸ μεταφορᾶς τῶν ταπεινῶν τῶν ἐπὶ τὴν βορὰν μολούντων.
ἀπὸ φάρσος: καὶ γὰρ τὸ φάρσος κλωνάριόν ἐστιν· ἢ τὸ ἐκτὸς τῆς ῥίζης φλοιῶδες, ἢ μερίδα.
ἄλλην δ’ ἀλκιβίοιο: τουτέστιν ἄλλην βοτάνην, ἄλλο εἶδος οἱονεὶ ἄλλο ἀλκίβιον. φερ φερώνυμον δὲ αὐτὸ εἶπε διότι ἀλκεῖ, ἤγουν βοηθεῖ τῇ δυνάμει τῷ χρωμένῳ αὐτῇ εἰς ἀλεξητήριον.
Φαλακραίοισι: Φάλακρα ἀκρωτήριον τῆς Τροίας. ἢ τῆς ἐν Τροίᾳ παρακειμένης Ἴδης, ἐπεὶ καὶ τέσσαρές εἰσιν ἄκραι, ὧν τὰ ὀνόματα Λέκτον Πέργαμον Φάλακρα καὶ Ἴδη. ἐπακτήρ, φησι, ταῖς Ἀμυκλαίαις σκύλαξι κελεύων τὸν κνυζηθμὸν τοῦ κυνὸς τοῦ θυμολέοντος ὅλον ἐφώρμησεν, τουτέστιν αὐτὸν τὸν κύνα καὶ ὅλην αὐτοῦ τὴν ἰσχὺν καὶ προθυμίαν. Ἄλλως.
κνυζηθμόν: λείπει ἡ διά, ἤτοι διὰ κνυζηθμὸν κυνὸς εὗρε τὴν βοτάνην ὁ ἐπακτήρ. Θυμολέοντος δὲ τοῦ κυνὸς ἐπίθετον.
καὶ τὸ ὅστε ἀντὶ τοῦ ὅστις ὁ κύων. μεταλλεύων, ἤτοι ζητῶν.
ἵππου δέ, τοῦ δουρείου δῆλόν ἐστι, λειμῶνές τινες ἐν Τροίᾳ. Κρύμνης: ὁμοίως δὲ Κρύμνη καὶ Γράσος πεδία εἰσὶ Τροίας.
ἐν στίβῳ: ἤτοι ἐν τῇ βάσει. γράφεται γὰρ καὶ ἐν τρίβῳ ὕλης.
κανθὸν δὲ εἶπε τὸ κάτω τῆς ῥινὸς μέρος, ἤγουν τὸ ῥάμφος. καὶ τοῦ κανθοῦ τὸ μὲν πρὸς τὴν ῥῖνα μέρος ῥαντὴρ λέγεται, ὅτι ῥαίνεται τοῖς δάκρυσι, τὸ δὲ ἕτερον παρώτιον.
λάζεο: γράφεται καὶ ἆσαι, οἱονεὶ χορτάσαι, κορεσθῆναι, ἐμπλησθῆναι. ἀπαρέμφατον δέ ἐστιν ἀντὶ προστακτικοῦ. Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος: ἀντὶ τοῦ ἐλαιώδη ἢ Ἰταλικόν. Ἐλέα γὰρ πόλις ἐν Ἰταλίᾳ. κρότων δὲ εἶδος φυτοῦ
συμμίγδην δὲ ἀντὶ τοῦ συμμεμιγμένως τοῖς φύλλοις τοῦ μελισσοφύτου.
Κρότωνος: εἴρηται τὸν φλοιὸν ἢ αὐτὴν τὴν ῥίζαν μετὰ τῶν φύλλων τῆς δασείας μελισσοφύτου. ἢ σκορπίουρον τὴν λεγομένην ἰσχύουσάν τε καὶ ἡλιοτρόπιον λευκὰ φύλλα ἔχουσαν ἐλαίας ἐοικότα πετάλοις· καὶ ῥίζαν κοτυληδόνος τὴν ἰωμένην τὰ ἀπὸ κρυμοῦ γινόμενα τῶν ποδῶν ὑποκαύματα καὶ τῆς πυρίτιδος χλωρὰ φύλλα καὶ τοῦ σκολοπένδρου τὸν καυλὸν ἢ πανάκειον. σκορπίουρος δὲ βοτάνη καλεῖται, ἐπειδὴ ἡ ῥίζα αὐτῆς παρεμφερής ἐστι τῷ τοῦ ζῴου κέντρῳ ἀθερώδης οὖσα· ἔοικε δὲ τῇ τῆς κοτυληδόνος. οἱ δὲ κλάδοι αὐτῆς ἀειθαλεῖς λευκὰ φύλλα ἔχοντες, ὡς ἡ ἐλαία, εἰς ὕψος ἀνατείνοντα, ὅμοιοι ὄντες τοῖς ἀεὶ χλοάζουσι τῆς μολοθούρου. αὕτη φύεται ἐν ψαφαρᾷ γῇ ἢ ὀρεινῇ καὶ κρημνώδει. ἡλιοτρόπιος δὲ διὰ τὸ πρὸς ἥλιον ἀεὶ στρέφεσθαι, ὥσπερ καὶ ἡ ἀνεμώνη. ἰσχύουσα δέ, ὅτι τὸ ἐν Αἰγύπτῳ αὐτῆς φυτὸν ἀκανθῶδες τοιαύτην ἔχει δύναμιν. ὅταν γὰρ αὐτῆς ἅψηταί τις, μαραίνονται αὐτῆς τὰ φύλλα· ἐπειδὰν δὲ αὐτὴν ἐάσῃ, πάλιν ἀναθάλλουσιν.
Ἠὲ καὶ ἠελίοιο τροπαῖς: τὸ ἡλιοτρόπιόν φησι τὸ πρὸς τὰς τροπὰς τοῦ ἡλίου τρεπόμενον. ἐν γὰρ τῷ ἡλιοτροπίῳ καὶ αὐτοῦ τὰ φύλλα τρέπεται.
Τεκμαίρει δὲ ἤγουν σημαίνει, φαίνει, δεικνύει· ἴσον πετάλοισι: καὶ αὐτὴ γὰρ ἡ ἐλαία τὰ γλαυκὰ τῶν φύλλων ἄνω ἔχει ἐν θέρους ὥρᾳ, τὰ δὲ μέλανα χειμῶνος.
ἡ δὲ κοτυληδὼν εἶδος φυτοῦ ὅμοιον κυμβάλῳ ἐν θριγκοῖς φυόμενον. ἐὰν δέ τις φάγῃ κοτυληδόνα ἔχων χίμετλα ἐν ποσίν, εὐθὺς παύονται. Ἄλλως. Κρατεύας ἐν τῷ Ῥιζοτομικῷ προστίθεται ὅτι πρόβατα ἄρνα εἰ μὴ στέργοι, ἐάν τις κοτυληδόνα τρίψας μεθ’ ὕδατος δῷ, στέργοι. Διήφυσε δὲ ἀντὶ τοῦ ἰάσατο, ἐθεράπευσε.
βλωθροῖο: ἤτοι πύρεθρον οὕτω καλούμενον λέγεται.
σκολοπενδρείοιο: σκολοπένδρειος δὲ βοτάνη ἐστίν, ὡς ἐν τῷ ἐπιγραφομένῳ Νάρθηκι ὁ Ἀνδρέας εἶπεν. ἔοικε δὲ τὸ πέταλον σκολοπένδρᾳ τῷ θηρίῳ. στυπτικὸν δέ ἐστι καὶ βοηθεῖ τοῖς θηριοδήκτοις.
πάνακες: καὶ γὰρ τὸ πάνακες Φλεγυήιον τὸ παιανικὸν εἶδος τοῦ φυτοῦ. Φλεγυαῖον δὲ τὸ ἐν Φλεγύαις, ἔθνει τῆς Φωκίδος, φυόμενον. Φλεγύαι γὰρ ἔθνος Φωκίδος παρὰ Δελφοῖς ᾤκησαν. ἢ ἐπεὶ οἱ Δελφοὶ Ἀπόλλωνος ἱερὸν Φλεγυήιον ἱδρύσαντο· ἢ ἐπεὶ ὁ Ἀσκληπιὸς ἰατρεῦσαι λέγεται ἐν Δελφοῖς. ὁ γὰρ Ἀσκληπιὸς Κορωνίδος ἦν υἱὸς τῆς Φλεγύου θυγατρός.
Μέλανος ποταμοῦ: καὶ γὰρ Μέλας ποταμὸς Βοιωτίας.
θέρων δὲ ἀντὶ τοῦ ἰώμενος τὸ τοῦ Ἰφικλέος ἕλκος, ὅπερ πέπονθε χρανθεὶς τῷ αἵματι τῆς ὕδρας, ὅτε αὐτὴν σὺν τῷ ἀδελφῷ Ἡρακλεῖ ἔκαιεν. Ἡρακλέους γὰρ τὴν ὕδραν ἀναιροῦντος ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰφικλῆς πληγεὶς ὑπ’ αὐτῆς ἐθεραπεύθη ὑπ’ Ἀσκληπιοῦ. Ἤ Ἰφικλέος ἔρνος, ἵν’ ᾖ λέγων τὸν Ἰόλαον πεπλῆχθαι ὑπ’ αὐτῆς, ὅπερ ἄμεινον. Ἰδίως δὲ ταῦτα ἱστορεῖ Νίκανδρος. οὐ γὰρ Ἰφικλῆς ἀλλ’ ὁ τούτου παῖς ὁ Ἰόλαος συνεστράτευσεν Ἡρακλεῖ ἐπὶ τὴν ὕδραν.
σκύλακας δὲ καταχρηστικῶς τὰ τέκνα τῆς γαλῆς. λαιδρὴν δὲ τὴν εὐκίνητον καὶ ἀναιδῆ καὶ θρασεῖαν καὶ ἁρπακτικήν.
πρόσπαιον δὲ πρόσφατον. ἀποσκύλαιο δέ, ἤγουν ἐκδείρειας. λάχνην δὲ τὸ δέρμα.
καρφαλέου τουτέστι ξηροῦ ἢ ξηροποιοῦ.
καθύπερθε: ἤτοι ὑπεράνω τῆς ἀυτμῆς τοῦ καταξήρου πυρὸς τοῦ σελάοντος, ἤγουν ἀναπτομένου. φύσει γὰρ τὸ πῦρ κατάξηρον καὶ θερμὸν κατὰ τὴν ἰδίαν φύσιν.
καὶ αφόρδια γαστρός: ἤτοι πάντα τὰ ἔντερα γαλῆς λαβὼν καὶ τὰ σκύβαλα ῥῖψον ἔξω, αὐτὴν δὲ τὴν γαλῆν φύρσον, τουτέστι ταρίχευσον, καὶ πάσον ἅλατι καὶ ἐν σκιαῖς ξήρανον. τοῦτο γὰρ δηλοῖ τὸ ἠελίοιο δίχα, ἵν’ ᾖ σκιόψυκτον, ἵνα μὴ ἡ πιότης, ἤγουν τὸ ὑγρόν, ξηρανθῇ.
σκίναρ δὲ γέννημα παρὰ τὸ σκιρτᾶν, ἢ τὸ σῶμα καὶ σκήνωμα.
μήτι ἐνισκήλῃ νεαρόν: τουτέστι μὴ ξηράνῃ τὸ σῶμα τῆς γαλῆς ὁ ἥλιος προσελθὼν καὶ προσπεσὼν ὀξύς. δυσωδία γὰρ πεῥιέσται,
τὸ δὲ ἀλλ’ ὁπόταν χρειώ σε, ἀλλ’ ὁπόταν ἡ χρεία σε καταλαμβάνῃ καὶ κατεπείγῃ κάμνοντα ὑπὸ τῆς ἀλγηδόνος, ἀνάσωχε τῇ κνηστίδι, τουτέστι διάκοπτε εἰς μικρὰ τῇ μαχαίρᾳ τὸ σκελέτευμα, ἤτοι τὸ ἐσκληκὸς τῆς γαλῆς, καθάπερ τὸ καλούμενον σίλφιον ἢ τύρου στροφάλιγγα.
ἀφαυρὸν δέ φησι τὸ σίλφιον, παρόσον χαῦνον καὶ οὐ στρυφνόν.
στροφάλιγγα δὲ ἣν ἡμεῖς τροφαλίδα λέγομεν, οἷον τυροῦ τροχόν.
ἐπικνήθων δὲ οἱονεὶ ἐπιτρίβων διάλυε ὡς σίλφιον ἢ τυρόν. προφερέστατον δέ, τῶν ἄλλων δηλονότι ὧν ἄνωθεν εἴρηκεν.
Εἰναλίου χέλυος: ἄλλη δύναμις. πυνθάνου δέ, φησι, καὶ ἄκουε τὴν ἐκ τῆς θαλασσίας χέλυος ἐπικρατοῦσαν βοήθειαν, ἥτις ἀλέξημα γίνεται τῷ τῶν ἑρπετῶν δήγματι. κρατέουσαν δὲ θεραπευτικήν.
ὅσα φῶτας: τοῦ δήγματος τῶν δολιχῶν, ὅσα τοὺς ἐπιπόνους καὶ ἀνιαροὺς ἀνθρώπους βλάπτουσιν.
ἤτοι ὅταν: ὁ νοῦς ἅπας οὕτως, ὅταν ἐπὶ τῆς χέρσου τις ἀπὸ τῆς θαλάσσης ἐκβάλῃ χέλυν, ἀνάστρεψον αὐτὴν ὑπτίαν καὶ μαχαίρᾳ κεντήσας δέξαι τὸ αἷμα αὐτῆς εἰς νέον καὶ ἄθικτον κέραμον καὶ τούτου τὸ ὑδατῶδες ἀνιμησάμενος ἔκχεε, τὸ δὲ καθαρὸν αἷμα ξήρανον καὶ ἀπ’ αὐτοῦ ὡσεὶ τεσσάρων δραχμῶν τὸ βάρος ἔχον μίσγε μετὰ ἀγριοκυμίνου δύο δραχμῶν καὶ λαγωοῦ πυτίας δύο δραχμῶν καὶ τοῦτο λειάνας ψῦξον καὶ ἀπ’ αὐτοῦ δραχμῆς τὸ βάρος κόψας δὸς πιεῖν μετὰ οἴνου.
Βροτόλοιγον: ὅταν τὴν βροτόλοιγον χελώνην ὑπὲρ τῶν αἰγιαλῶν τοῦ πόντου ἐξέλκωσιν οἱ ἀσπαλιεῖς, ἤγουν οἱ ἁλιεῖς, ταύτην ἀνατυπώσας, τουτέστιν ὑπτίαν ποιήσας καὶ ἀναστρέψας ἐπὶ νῶτον, τὴν κεφαλὴν αὐτῆς ἀπόκοψον χαλκῇ μαχαίρᾳ.
ἀπὸ θυμὸν ουν ἀράξαι ἀντὶ τοῦ φόνευσον.
μαύλιδι μαχαίρᾳ. βλοσυρόν, μέλαν, κακόν.
κεράμῳ δὲ πίθῳ. νεοκμῆτι δὲ καινῷ ἐκ καμίνου. πελιδνὸν δ’ ἤγουν μέλανα.
Οὐρὸν ἀπηθῆσαι: καὶ γὰρ οὐρὸς λέγεται ἡ ὑποστάθμη, ἤγουν τὸ ὑδατῶδες τοῦ πεπηγότος γάλακτος· νῦν δὲ ἐπὶ τοῦ αἵματος,ἤγουν τὸ λεπτὸν καὶ ἄποιον. ἡ δὲ σύνταξις οὕτως, τὸν πελιδνὸν οὐρόν, ἤτοι τὸ πλαδάον, ἤγουν ὑγρόν, ἀπηθῆσαι, τουτέστι διυλίσαι ἐν λαεργέι μάκτρῃ, ὅ ἐστι λιθίνῃ θυίᾳ καὶ ἴγδῃ. πελιδνὸν δὲ τὸν μέλανα καὶ σεσηπότα καὶ ἰχωρώδη.
ἧς ἐπὶ δὴ τέρσαιο: ἤτοι ἐφ’ ἧς δὴ μάκτρας καταξήρανον τὸ αἷμα ἐκχέας τὸν ὀρρὸν καὶ αὐτὸ τὸ διατριφθὲν καὶ διακλασθὲν διὰ τὸ θρομβῶδες αἷμα συντρίψας καὶ λειώσας τεσσάρων δραχμῶν βάρος. Ἄλλως. ἐπειδὰν τὸ αἷμα τῆς χελώνης ξηρὸν ᾖ, κλάσμα τι καὶ μέρος ἀφελὼν ὡς τετράδραχμον εἶναι μίγνυε μετὰ τῶν ἄλλων εἰδῶν καὶ τῷ βλαβέντι δίδου ἐν οἴνῳ πιεῖν δραχμήν. ἐν δὲ κυμίνου δοιάς, καὶ ἐκ ταμίσου λαγωοῦ τετάρτην μοῖραν. ἡ μὲν φράσις καὶ ὁ νοῦς τῆν διὰ τοῦ ἦτα γραφὴν ἀπαιτεῖ, τὸ δὲ μέτρον τὴν δια τοῦ ἰῶτα, ἵν’ ἐπὶ τῆς ταμίσου εἴρηται οὕτως. ὁ δὲ νοῦς, μίγνυε καὶ ἀγριοκυμίνου δύο δραχμὰς καὶ ἐκ θαμίσου λαγωοῦ τετάρτην μοῖραν δραχμῆς. Ἄλλως. τετράμοιρόν φησι βρῖθος καταβάλλειν ταῖς δυσὶ δραχμαῖς τοῦ ἀγριοκυμίνου.
Ἔνθεν ἀποτμήγων: καὶ γὰρ ἐκ τῆς προειρημένης
ἀλεξητήρια δήεις: καὶ γὰρ μέχρι τοῦ ὧδε περὶ ὄφεων, ἐντεῦθεν περὶ φαλαγγίων καὶ τῶν ὁμοίων διαλαμβάνει, καὶ πρῶτον περὶ μέλανος ἢ ῥωγός. δέκα δέ φασιν εἶναι γένη φαλαγγίων, εἰ καὶ Νίκανδρος μόνων τῶν ἑπτὰ μέμνηται.
ἔργα δέ τοι σίνταο: Ἰόβας ὁ βασιλεύς φησιν ἐν τῷ Θηριακῷ ι γένη εἶναι τῶν φαλαγγίων, Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ θηρίων καὶ Ἀριστοτέλης φησὶν (
πισσῆεν: ὅτι πισῶδές ἐστι τῇ χροιᾷ ἢ τῇ πνοῇ. ἢ ῥὼξ καὶ πισσῆεν καλεῖται. τὸ ουν περιφράζοιο ἀντὶ τοῦ περισκόπει. τὸ δὲ σήματά τ’ ἐν βρυχμοῖσιν ἀντὶ τοῦ καὶ τὰ ἐν τοῖς δήγμασι γινόμενα σημεῖα.
ἐπασσυτέροις ποσίν: ἤτοι πολλοῖς ποσὶν καὶ πυκνοῖς ἕρπον ὡς ἀράχνης. τοῦτό, φησι. μέλαν ὄν ἔχει τοὺς πυκνοὺς πόδας πέριξ, τὴν δὲ κεφαλὴν κατὰ μέσην τὴν κοιλίαν δύο ὀδοῦσιν ὡπλισμένην. λέγεται δὲ ῥώξ, ἢ ὅτι βότρυος ἔοικε ῥωγὶ κατὰ σχῆμα, ἢ ὅτι ῥωγί τινι ἄνθρωπον ἀναιρεῖ τρώσας.
ἔσκληκεν ὀδοῦσι: ἤτοι ἐξήρανεν ἀντὶ τοῦ στόμα καὶ τοὺς ὀδόντας ἐν τῇ γαστρὶ ἔχει.
ἐγχρίμψαντος δέ, ὅ ἐστι τοῦ φαλαγγίου πλήξαντος, ἀνούτατον καὶ ἄτρωτον τὸ σῶμα μένει τοῦ πληγέντος, οἱονεὶ κατὰ τὸ ἀφανὲς πλήττει τὴν πληγὴν καὶ δῆγμα μὴ ἐργαζόμενον. οἱ δὲ ὀφθαλμοὶ τοῦ πληγέντος φοινικοὶ καὶ μέλανες γίνονται.
αὐτίκα δὲ χρώς: ἤτοι τὸ σῶμα τοῦ δηχθέντος τείνεται ἐπὶ τὰ κάτω καὶ τὰ ἑαυτοῦ αἰδοῖα ἐξορθοῖ καὶ διὰ τῶν αἰδοίων ἀναδίδωσι χολώδες. καὶ αὐτὸς δὲ ὁ καυλός, δηλαδὴ μόριον, τῷ σπέρματι δίυγρος γινόμενος διὰ τὸ ἀκουσίως ἀποσπερματίζειν καὶ γονορρυεῖν τὸν δηχθέντα προιάπτεται, ἀντὶ τοῦ προπέμπεται καὶ προδίδοται, καὶ οἱονεὶ σήπεται, καὶ εἰς τὰ ἰσχία δὲ μάλκη, ὅ ἐστι ῥῖγος, ἐμπίπτουσα κατέβαλε τοὺς δεσμοὺς τῶν μελῶν καὶ γονάτων νεῦρα καὶ μύας.
[ἀστέριον: δεύτερόν φησι φαλάγγιον ὅ καλεῖται ἀστέριον.
ἀίδηλον: ἤτοι δήξαντος ἀπροσδοκήτως φρίκη ἐπέβαλε τῷ ἀνδρί, κάρωσις δὲ καὶ ὕπνος τῇ κεφαλῇ τοῦ ἀνδρὸς παρακολουθεῖ καὶ μελῶν ἀσθένεια καὶ χαύνωσις ἐπιγίνεται.
κυάνεον δέ τοι: τουτέστι τρίτον εἶδος φαλαγγίου φησίν, ὃ καλεῖται κυάνεον. δασὺ δὲ καὶ μετέωρον. χαλεπὸν δὲ πλῆγμα ἐπιφέρει καὶ ὀδύνην τῷ δακνομένῳ. πεδήορον ἤτοι ὑψηλόν, ἐκ τοῦ πέδου μετέωρον καὶ ἐκκρεμές.
λοιγὸν ἀραχνήεντα ἤγουν ἀραχνώδης ἔμετος γλίσχρος ἐστὶ κατὰ τὴν αφήν. ἔχει δ’ ὄψιν ἀραχνῶν. ὄλεθρον δὲ ἀραχνήεντα οἱονεὶ γλίσχρον καὶ χυμώδη ἐξήμεσεν, ὅστις διὰ τὸ γλίσχρον κολλίζει τὴν φάρυγγα. Ἄλλως. λοιγὸν ἀραχνήεντα οἷον λεπτόν, ἀράχνῃ ὅμοιον. τὸ δὲ νὺξ περὶ κροτάφοις τουτέστι σκοτοῦνται καὶ βαροῦνται οἱ κρόταφοι αὐτοῦ.
Ἀγρώστης γε μέν: καὶ γὰρ τέταρτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται ἀγρώστης. ὅμοιον δὲ λύκῳ. ἔστι δὲ μυῖα ὁ λύκος μέλαινα μεγάλη μακροσκελὴς δίπους, τὰ ἐπιφερόμενα διὰ τῶν ἑξῆς ζῷα κατεσθίων, μελίσσας, ψῆνας καὶ μύωπας καὶ τὰ λοιπὰ ὅσα ἐπὶ τὸν δεσμὸν τῶν ἀραχνίων αὐτοῦ παραγίνονται.
ἄκμητον: ἤτοι μὴ ἔχον κάματον καὶ ὀδύνην τύμμα ἐπιφέρει τῷ ἀνδρί. μεταμώνιον ἤγουν μάταιον, ἀδρανὲς καὶ ἀνέργητον.
ἄλλο γε μέν: πέμπτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται δύσδηρι. ἔοικε δὲ σφηκί, ὅθεν καὶ σφηκεῖον αὐτὸ καλοῦσιν· ὃς δὴ σφὴξ ἐκ τοῦ ἵππου ἐκμάσσεται καὶ γεννᾶται καὶ θαρσαλέαν αὐτοῦ γενεὰν ἐκτυποῖ καὶ ἐκφαίνει κατὰ τὸ θράσος.
σκήνεσιν: φησὶν ὅτι τῶν ἵππων ἀποθνησκόντων σηπόμενα τὰ σκηνώματα γεννῶσι τοὺς σφῆκας, τῶν δὲ ταύρων ὁμοίως σηπομένων γεννῶσι τὰς μελίσσας. λυκοσπάδες δὲ ἢ τραχεῖς καὶ ὅμοιοι λύκοις τῷ χρώματι ἢ ἀναιδεῖς ὡς λύκοι. οἱ γὰρ σφῆκες αναίσχυντοί εἰσιν. Ἄλλως. τάχα ὅτι γυμνωθείσης τῆς σαρκὸς ὑπὸ τῶν λύκων ἐσθιόντων αὐτὰ τότε γεννᾶται. ταῦτα γὰρ ἡ βύρσα συνέχει τέως. οἱ λύκοι γὰρ διασπῶντες τοὺς βόας αἴτιοί εἰσι τῆς μελισσῶν γενέσεως.
Ἄλλοτε παλμός: καὶ γὰρ παλμός ἐστιν ἡ τῶν νεύρων καὶ τῆς καρδίας καὶ τῶν φλεβῶν νοσησάντων κίνησις. παλμὸς μὲν οὖν ἐξ ἀρρώστου σώματος, σφυγμὸς δὲ ἐξ εὐρώστου.
μινύθοντα δὲ λέγει
μυρμήκειον: ἕκτον εἶδος φαλαγγίου φησίν, ὃ δὴ μυρμήκειον καλεῖται. ἔοικε γὰρ μύρμηκι· ἔχει δὲ τὸν μὲν τράχηλον πυρρόν, τὴν δὲ κεφαλὴν μέλαιναν, ἅμα δὲ καὶ τὸ σῶμα μέλαν, περιέχον μικρὰς λευκὰς ῥανίδας, ἀστέρι ὅμοιον. Σώστρατος δὲ μυρμήκειον καὶ μύρμηκα Ἡρακλεωτικὸν καλεῖ, ὑπὸ δὲ τῶν ἄλλων μυρμηκοειδές.
ἄζῃ γε μέν: ἤτοι ἡ παρὰ μυρμηκείου ἀπὸ σήψεως μελανία ἢ ξηρασία. Δημητρίου λέγοντος ἄζη ἡ ξηρασία ἢ θηρίδιον Ἀντίγονος ἐναντιούμενός φησιν ἄζην τὴν ἐπίχροιαν τοῦ σώματος καὶ μελανίαν· καὶ παρ’ Ὁμήρῳ (πεπαλαγμένον ἄζῃ
ἀντὶ τοῦ κεχρωσμένον ὑπὸ μελανίας.
αἰθαλέη δὲ ἤγουν τεφρώδης. ὁ δὲ νοῦς οὕτως, μέλαινα δὲ καὶ τεφρώδης ὀλίγον φαίνεται ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τῷ τραχήλω αὐτοῦ. γράφεται δὲ καὶ ἀείρεται, ἀντὶ τοῦ ἐπίκειται τῷ τραχήλῳ ὀλίγον μέλαινα ἡ κεφαλή.
ἴσα δὲ κνώπεσσι ἀντὶ τοῦ τὰς ἀλγηδόνας ἴσας τοῖς προτέροις θηρίοις παρέχει, ἤγουν τοῖς φαλαγγίοις, οἷς προεῖπεν.
χειροδρόποι: ἤγουν οἱ ταῖς χερσὶ δρέποντες, ἤγουν θερίζοντες ἄνευ δρεπάνου. ἐν δὴ τοῖς τόποις τῶν ὀσπρίων φησὶ τὸ ἕβδομον εἶδος τῶν φαλαγγίων εὑρεθῆναι. λέγεται δὲ ὅμοιον εἶναι κανθάροις, πυρρόν· περὶ δὲ τὸ δῆγμα τοῦ βλαβέντος φλύκταιναι ἐπανίστανται.
τὸ μὲν οὖν ὄσπρια χέδροπά τ’ ἄλλα ὅμοιον τῷ ἑρπηστὰς ἔχιάς τε
(
δίενται δὲ ἀντὶ τοῦ διάγουσιν, ἐν τοῖς κυάμοις εὑρίσκονται ἢ διαιτῶνται, ἢ σιτίζονται καὶ νέμονται.
παρέστραπται: τὸ δὲ νοερὸν περιβλάπτεται καὶ. ἡ γλῶσσα φθέγγεται ἄσημα λήθουσα καὶ παραφρονοῦσα. διάστροφοι γὰρ τοῦ πληγέντος οἱ ὀφθαλμοί.
καὶ οὐλοὸς αἶα: διὰ τὸ εὖ περὶ τὸν ἀέρα εἶναι παρὰ τὸ (οὖλέ τε καὶ μέγα χαῖρε.
ἢ οὐλοὸς διὰ τὸ τὰ τικτόμενα ἑρπετὰ καὶ θηρία ὀλέθρια εἶναι. ἡ δὲ σύνταξις τῆς φράσεως ἀκαταλλήλως ἔχει.
κνώδαλα: ἐνταῦθα κνώδαλα τὰ μικρὰ ζῷα ἐοικότα ταῖς ἀκρίσι λέγει εἰωθότα φαίνεσθαι περὶ τὰς ἁφὰς τῶν λύχνων. οἱ δὲ περὶ Ἀρίσταρχόν φασι κυρίως τὰ ἐν τῇ θαλάσσῃ. Ὅμηρος δὲ (
Παιφάσσουσαν: ἤτοι ὁρμῶσαν καὶ πολλῷ ταράχῳ κινουμένην.
καὶ τὸ στεγνὰ δέ οἱ πτερά ἀντὶ τοῦ ὑμενώδη, ὡς τῶν ἀκρίδων. ἡ σύνταξις, ἥντινα φάλαιναν ὁ ἀκρόνυχος, ἤγουν ἑσπερινός, δειπνητός, τουτέστιν ὁ δεῖπνος, πολυταράχως περὶ τοὺς λύχνους κινουμένην καὶ ὁρμῶσαν ἀπήλασεν. ἔγχλοα δέ, ἐπειδὴ αὐχμηρὰν ἔχει τὴν γαστέρα ὁ κρανοκολάπτης, ὁποία, φησί, τῆς κονίλης. ἡ δὲ κονίλη βοτάνη ἐστὶ ξηρότατα ἔχουσα τὰ φύλλα.
ἢ καὶ ἀπὸ σπληδοῖο: ἢ καὶ ἀπὸ σποδοῦ φαίνεται τὰ πτερά, ὅστις αὐτῶν ἅψηται. σποδώδη γὰρ τῷ ὄντι εἰσὶ τὰ πτερὰ τοῦ κανδηλοσβέστου· ταὐτὸν δὲ εἰπεῖν τὰς νῦν ψώρας εἴτ’ οὖν φαλαίνας. τοῦτο οὖν, φησι, τὸ ζῷον τῇ φαλαίνῃ ὅμοιον, ὁ κεφαλοκρούστης, ἐν τοῖς φύλλοις τῆς περσείας τρέφεται. ἔχει δὲ ἐν τῇ κεφαλῇ κέντρον καὶ πτερὰ τέσσαρα. Ἄλλως. σποδοῦ χροιὰν ἔχει τὰ πτερά, οἵαν οἱ ἀπὸ κόνεως μεμολυσμένοι ἴσχουσιν. ὁ κρανοκολάπτης δὲ ἐν ταῖς περσείαις ὁρᾶται πτερὰ ἔχων ὅμοια τοῖς ἐν τοῖς κήποις ψυχαῖς. τὸ κέντρον δὲ ἔχει ἐπὶ τῆς κεφαλῆς καὶ τῷ αὐχένι κρύπτει.
τῷ ἴκελος: ὁ κρανοκολάπτης ἐν ταῖς περσείαις ὁρᾶται, ὡς Σώστρατος ἐν τῷ περὶ βλητῶν καὶ δακέτων. τὴν δὲ περσείαν φασίν, ἣν ῥοδακινέαν καλοῦσιν, ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον μεταφυτευθῆναι. Βῶλος δὲ ὁ Δημοκρίτειος ἐν τῷ περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν Πέρσας φησὶν ἔχοντας παρ’ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτῳ ὡς πολλῶν μελλόντων ἀναιρεθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον.
ἀκροτάτῳ κεφαλῇ: τὸ κέντρον, φησίν, ἐν τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἐνήψατο καὶ προσέβαλεν.
εἰ δ’ ἄγε: ἐνταῦθα κοινῶς φησι. διαλέγεται δὲ περὶ τῶν κατ’ εἶδος ῥηθησομένων.
τῶν ἤτοι λευκός: φησὶ δέ, ὁ μέν τις λευκός ἐστι κατὰ τὸ εἶδος, ἀβλαβὴς δὲ καὶ πυρρὸς κατὰ γένυν. καῦσον δὲ τοῖς πληγεῖσιν ἐπάγει. τὸ δὲ περισπαίρουσιν γράφεται καὶ περιπλάζονται. περιπλάζονται δὲ ἐν ταῖς λώβαις, φησί, καθάπερ οἱ πυρετῷ συνεχόμενοι.
κρατερὸν δ’ ἐπὶ δίψος: ὅτι τὸ δίψος οὐδέτερον.
ἄραδον κακόν: ἀντὶ τοῦ κίνησιν κακήν, οἷον παλμόν. Ἄλλως. ἄραδος λέγεται ἡ κίνησις τοῦ σώματος ἡ μετὰ γυμνασίας καὶ ἀλγηδόνος. οἱ δὲ πληγέντες ὑπ’ αὐτοῦ μεμήνασι καὶ ἀσθμαίνοντες τελευτῶσιν.
Ἄφραστοι γελόωσι: ἀντὶ τοῦ ἀλογίστως καὶ ματαίως.
ἐννεάδεσμοι ἀντὶ τοῦ πολύδεσμοι. οὐ γὰρ ὁρᾶται πλείους ἔχων τῶν ζ. οἱ ἐννεάδεσμοι ἤτοι ἐννέα ἁρμογαῖς ἤτοι δεσμοῖς καὶ ἁρμοῖς συνεχόμενοι. δεῖ δὲ ἀκούειν ἐννεάδεσμον οἷον πολύδεσμον, ἵνα δὴ ᾖ ἐπιρρηματικόν. τὸ γὰρ ἐννέα ἐπὶ πλήθους τέτακται, ὥς ποτε ὁ Νίκανδρος μέμνηται τοῦ δύο κέντρα ἔχοντος Ἄλλως. ἐννεάδεσμοι οὔτε διὰ τὸ ἐννέα δεσμοὺς ἔχειν, ὥς φησιν Ἀντίγονος, οὔτε διὰ τὸ ἐννέα σπονδύλους, ὥς φησι Δημήτριος. τοὺς γὰρ σπονδύλους ὁ σκορπίος οὐ πλείους ἔχων τῶν ἑπτὰ ὁρᾶται, ἀλλὰ καὶ αὐτοὶ σπάνιοι, καθώς φησιν ὁ Ἀπολλόδωρος. ἴσως δὲ λέγει τοὺς δύο κέντρα ἔχοντας σκορπίους.
Ἐμπέλιος: ἤτοι πελιδνός, ὁ ὠχρὸς λεγόμενος, ἔχει με γάλην γαστέρα, ὃς τοῖς πληγεῖσιν οἰδήσεις βουβώνων ἐμποιεῖ.
ἄητος δὲ ἄπληστος. Ὅμηρος " ἄατος πολέμοιο."
βουβῶσι τυπήν: διαλανθάνων γὰρ ὑπὸ τὰ ἱμάτια εἰσέρχεται καὶ τὸν βουβῶνα τύπτει.
βούβρωστις δὲ κυρίως ἡ τροφή, νῦν δὲ ἡ ἀνία καὶ ὁ ἰός. ἐνδεικτικὸν δὲ τοῦ σφοδροῦ δήγματος τὸ βούβρωστις, ὡσανεὶ λέγει, τοιαύτη δὲ ἀνία, μεγάλη δηλαδὴ ἀνία, ταῖς γένυσιν ἐνέσκληκεν, ἤγουν ἐνεξήρανται ἢ ἐνεστήρικται.
αἰγιαλῆι: ἤτοι οὐ πετραίῳ καὶ πελαγίῳ, οὐδὲ λιμναίῳ ἢ ποταμίῳ, ἀλλ’ αἰγιαλεῖ· τῶν γὰρ καρκίνων οἱ μὲν θαλάσσιοί εἰσιν, οἱ δὲ ποτάμιοι. νῦν οὖν αἰγιαλεῖς εἶπεν τοὺς θαλασσίους. αἰγιαλὸς γὰρ ἡ ἀκτὴ τῆς θαλάσσης εἴρηται.
ῥαιβοῖσι δὲ τοῖς ἐπικαμπέσιν ἢ τοῖς σκαμβοῖς ἢ τοῖς πλαγίως περιπατοῦσιν. ὁ μὲν ἄρρην σκορπίος ἀεὶ κατάστικτον ἔχει τὴν κοιλίαν καὶ τὰς χηλὰς καὶ τὸ κέντρον. παντὸς δὲ σκορπίου τὸ κέντρον τετρημένον ἐστίν, ἔχον διπλόην τινὰ δυσόρατον διὰ λεπτότητα, δι’ ἧς τὸν ἰοβόλον ἰχῶρα προίησιν· ὃς σιάλοις ἀνθρώπου ῥαινόμενος ἀσθενὴς καὶ ναρκώδης ὁρᾶται. γίνονται δὲ οἱ σκορπίοι οὐ μόνον ἐξ ἀλλήλων ἀλλὰ καὶ ἀπὸ σεσημμένων ξύλων καὶ παγούρων.
ἐποκριόωσι: τραχύνονται. ὁποῖαι δὲ χηλαὶ τῶν καρκίνων τῶν πετραίων, τοιαῦται καὶ τῶν σκορπίων ἐοικότων καρκίνοις· ἀφ’ ὧν καρκίνων καὶ τὴν γένεσιν ἔχουσιν οἱ σκορπίοι οὗτοι, περὶ ὧν ὁ λόγος νῦν. [ἄλλως. ἐποκριόωσιν ἀντὶ τοῦ ἐπιτραχύνουσι
τῶν δὴ καὶ γενεήν: ἐξ ὧν, φησι, καὶ τὴν γενεὰν ἔμμορον, ἤγουν ἔλαχον καὶ ἔτυχον. φασὶ γὰρ ὅτι ὁ πάγουρος οὗτος, ἐπὰν ἀγρευθῇ παρὰ τῶν ἁλιέων, εἰ δυνηθῇ ἀποδρᾶσαι καὶ εἰσελθεῖν εἰς τρώγλην, ἐκεῖ ἀποθνήσκει, καὶ ἐκ τοῦ σκήνους αὐτοῦ γίνονται οἱ σκορπίοι οὗτοι.
τὸ δὲ πολυρροίζοιο θαλάσσης γράφεται καὶ πολυφλοίσβοιο καὶ πολυστίοιο ἀντὶ τοῦ πολυψήφου.
ἰχθυβολῆες δὲ οἱ ἁλιεῖς καὶ δελεαστρέες οἱ δελεάζοντες τοὺς ἰχθῦς.
μυοδόκοις: ἀντὶ τοῦ ἐν ταῖς μυοδόχοις τρώγλαις, ὅπου τὰ κακόφθορα τέκνα αὐτῶν τῶν μυῶν. κακόφθορα δὲ κακῶς φθειρόμενα ἢ τὰ ἐπὶ κακῇ φθορᾷ τεχθέντα. γρώναις δὲ ταῖς τρώγλαις.
καὶ καθ’ ἕρκεα ἀντὶ τοῦ κατὰ τοὺς οἴκους ἢ τὰς τρώγλας.
καὶ μελίχλωρον, ἄλλος ἐστὶ σκορπίος ὀνομαζόμενος οὕτως, κηροειδὴς δέ, φλογοειδής. μελίχλωρον δὲ ἤτοι μελιτόχρουν. τὸ δὲ σπόνδυλος θηλυκῶς νῦν.
ἔχθιστος δ’ ὅγε: καὶ γὰρ ἔχθιστος τοῖς ἀνδράσι τυγ χάνει, εἰ βλάψειέ τινα τούτων. καὶ γὰρ ἐπὶ πολὺν χρόνον ἔχουσι τὰς ἀλγηδόνας. τῶν δὲ παίδων ἐὰν προσέλθῃ τινί, θάνατον εὐθὺς ἐπάγει. τούτοις δὲ τοῖς σκορπίοις περὶ τὰ νῶτα πτερὰ λευκὰ χέονται μάστακι σιτοφάγῳ, ἀντὶ τοῦ ἀκρίδι τῇ σιτοφάγῳ, ὅμοια. ἡ δὲ σύντάξις
τοί θ’ ὑπὲρ ἄκρων: αἵτινές, φησιν, ἤγουν αἱ ἀκρίδες, ἐπὶ τῶν ἄκρων ἀθέρων τοῦ σίτου ἱπτάμεναι τὸν λέπυρον, ἤτοι λεπυριζόμενον, στάχυν βόσκονται.
κατὰ πηγάζοντα χωρία ἐν τοῖς ὄρεσιν οὗτοι οἱ σκορπίοι φιλοῦσι διάγειν, ἔνθα καὶ τοῦ κισσοῦ τὸ φυτόν.
οἶδά γε μήν: καὶ γὰρ ἐπαγγέλλεται εὑρεῖν ἀλεξητήρια φάρμακα πρὸς τὴν τῶν σκορπίων καὶ τῶν ἄλλων δακέτων πληγήν. καθ’ ὁμοιότητα τῷ βέμβικι καὶ ταῖς μελίσσαις μέτεισι ἐπὶ τὰ κέντρῳ ἀμυνόμενα ζῷα. τοιαῦτα γάρ ἐστι τῶν σκορπίων τὰ τύμματα οἷα τῶν βεμβίκων καὶ μελισσῶν. βέμβιξ δέ ἐστι ζῷον σφηκοειδὲς μέλαν κατὰ τὴν χροιὰν κέντρῳ χρώμενον, ὡς οἱ σφῆκες. μνημονεύει δὲ καὶ Παρμένων ἐν τοῖς ἰάμβοις. μόνος δὲ ὁ ἄρρην τῶν μελισσῶν κέντρον ἔχει, ἔστι δὲ ὅμοιον τῷ σφηκί. ἡ δὲ πεμφρηδὼν καὶ αὕτη ζῷόν ἐστι παραπλήσιον μελίσσῃ. καὶ ὁ ἴουλος δὲ εἶδος σφηκὸς ἢ σκώληκος τοῦ καλουμένου μυριόποδος.
τοῖσι βολάων: ἤγουν τούτοις τοῖς βλαπτομένοις τῶν βολῶν καὶ τῶν δηγμάτων ἀλεξητήρια καὶ ἰάματα, οἷάπερ ἀλεξητήριά εἰσι καὶ ἐπὶ τοῦ βέμβικος τοῦ ὀρεστέρου. ὀρέστερον δὲ νῦν εἶπε τὸν ἄρρενα καὶ πλήττοντα τῷ κέντρῳ καὶ ἰοβόλον. εἰσὶ γὰρ καὶ θηλυκαὶ βέμβικες. τὰ οὖν αὐτά, φησιν, ἀλεξητήριά εἰσι καὶ ἐπὶ τῶν βεμβίκων.
ἐμμαπέουσα: ἤτοι ἐνεργοῦσα κατὰ βάθος καὶ σφοδρῶς πλήττουσα.
ἀμφικαρὴς δὲ ἤγουν δικέφαλος. ψευδῶς δέ φησιν. οὐ γὰρ ἔστιν, ἀλλ’, ὡς Ἀριστοτέλης (
[ὀπάζεται δὲ ἀντὶ τοῦ παρέχει
νήιά θ’ ὡς σπέρχονται: καὶ γὰρ ὥσπερ τὰ νήια παρὰ τῆς νηός, τουτέστιν αἱ κῶπαι, σπέρχονται καὶ ἐλαύνονται, οὕτως αἱ δύο κεφαλαὶ τῆς σκολοπένδρης κινοῦνται. ἴσως δὲ διὰ τὸ πολύπουν ὡς ναῦς ἐστιν ἐλαυνομένη.
μυγαλέην τροχιῇσι; ἤγουν Ἀμύντας φησὶ τὴν μυγαλῆν ἐκ μυὸς καὶ γαλῆς γίνεσθαι. χαλεπὸν δ’ ἐστὶ τὸ δῆγμα αὐτῆς, ὅταν τινὰ δάκῃ. τροχιαῖς δέ, τουτέστι μὴ ὁρῶσα γὰρ ἐμπίπτει περὶ τροχούς, καὶ οὕτως κἀκεῖ ἀναιρεῖται.
σῆπά γε μήν: λείπει τὸ ὁμοίαν, ἵν’ ᾖ πεδανοῖσι δομὴν σαύροισιν ὁμοίαν, τουτέστι τὴν σῆπα τὴν τοῖς πεδανοῖς σαύροις κατὰ τὴν δομὴν ὁμοίαν, ἤγουν τὸ σῶμα, ἀλύξεις. ἡ δὲ σὴψ ὁμοία ἐστὶ τῇ σαύρᾳ. καλεῖται δὲ καὶ χαλκίς. ἔχει γὰρ ἐπὶ τοῦ νώτου χαλκιζούσας ῥάβδους· ἐστὶ δὲ τεσσάρων παλαιστῶν. σὴψ δὲ καλεῖται παρὰ τὸ σήπειν τοὺς πληγέντας. γίνεται δὲ ἐν Συρίᾳ καὶ Λιβύῃ καὶ Κύπρῳ καὶ διατρίβει ἐν πέτραις.
καὶ σαλαμάνδρειον: ἱστορεῖται αὕτη διὰ πυρὸς πορευομένη μὴ βλάπτεσθαι. τὰ δὲ κέντρα αὐτῆς ψιλοῖ τὰς τρίχας. ἔστι δὲ τὸ ζῷον ὅμοιον σαύρᾳ, τετράπουν, βραχύκερκον.
ἄκμηνος δέ, μὴ κάμνουσα, μὴ φλεγομένη ἐκ τοῦ καμάτου, ἢ ἄγευστος καὶ ἀνεπαίσθητος τοῦ πυρός. Ἄλλως. ἡ σαλαμάνδρα ζῷόν ἐστι τετράπουν μήτε δέρμα μήτε λεπίδας ἔχον, βραχὺ δὲ ὄν, ὡς ἡ σαύρα· ἔοικε δὲ τῷ χερσαίῳ κροκοδείλῳ· ψυχρὸν δὲ φύσει ὑπάρχον, ἐὰν εἰς κάμινον ἐμ πέσῃ, τὸ μὲν πῦρ σβέννυσιν, αὐτὸ δὲ μένει ἄφλεκτον.
Ῥαγόεν δέρος φησὶ τὸ διερρωγός· διέρρηκται γὰρ τὸ δέρος τῆς σαλαμάνδρας, δι’ ὧν ῥωγάδων ὁ ἱδρὼς αὐτῆς καταστάζων τὸ πῦρ κατασβέννυσιν. ἄκρα δὲ γυίων τὰ κῶλα τῶν γονάτων δηλοῖ.
ὅσα πόντος ἁλός: αντὶ τοῦ ἡ θάλασσα τοῖς ἑαυτῆς ῥοθίοις, ἤγουν κύμασιν, ἑλίσσει. ἔστι δὲ ὁ τρόπος περίφρασις. περὶ δὲ τῶν ἐν θαλάσσῃ διαλέγεται. κατὰ κοινοῦ δὲ τὸ οἶδα ἀλεξητήρια.
μυραίνης δ’ ἔκπαγλον: Ἀρχέλαός φησιν ἐν τοῖς Ἰδιοφυέσι προιούσας τὰς μυραίνας τοῖς ἔχεσι μίγνυσθαι, ἔχειν δὲ ὀδόντας ὁμοίους ἔχεσιν. φησὶ δὲ ψευδὲς εἶναι καὶ Ἀνδρέας καὶ μήτε τὴν μύραιναν προιέναι μήτε τὸν ἔχιν παρ’ αἰγιαλὸν διατρίβειν.
τὸ δὲ κατεπρήνιξεν, δακοῦσα γὰρ τοὺς ἁλιεῖς ἐκ τῶν ἐπάκτρων, ἤγουν ἁλιευτικῶν πλοίων (ἐπακτῆρες γὰρ οἱ ἁλιεῖς) κατεπρήνιξε, τουτέστι πρηνεῖς εἰς τὴν θάλασσαν ἔρριψεν.
εἰς ἅλα φυζηθέντας: ἀντὶ τοῦ εἰς τὴν θάλασσαν φυγόντας, ἢ τοὺς περὶ τὴν θάλασσαν ἐνεργοῦντας, ἢ καὶ ὁρμήσαντας διὰ φόβον. ἐχέτλιον, τόπος τοῦ πλοίου, ὅπου τοὺς ἰχθῦς τιθέασι καὶ συλλέγουσιν, ἢ ὁ ζῶγρος καὶ τὸ βιβάριον ἐχέτλιον λέγεται. Ἄλλως. ἐξαναδῦσα ἐχετλίου: πολλάκις γὰρ ἐκ τοῦ ἐχετλίου ἐξαναδῦσα καὶ ἐμβρύξασα, ἤγουν δακοῦσα, κατεπρήνιξε τοὺς ἁλιεῖς εἰς ἅλα, ἐπὶ πρόσωπον τοὺς ἁλιεῖς εἰς τὴν θάλασσαν ἔρριψε φυζηθέντας, οἱονεὶ φυγόντας· τοῦτο οὖν λέγει, ὅτι, ἐὰν φανῇ ἢ μύραινα ἀναδῦσα διὰ τοῦ ἐχετλίου, οἱ ἁλιεῖς φοβούμενοι καὶ εἰς φυγὴν τρεπόμενοι ἐπὶ πρόσωπον ἑαυτοὺς ῥίπτουσιν εἰς τὴν θάλασσαν. Τοῦτο οὖν λέγει καὶ δηλοῖ τὸ κατεπρήνιξεν εἰς ἅλα.
τρυγόνα μὴν ὀλοεργόν: καὶ αὕτη θαλάσσιόν ἐστι θηρίον φονευτικόν, ἡ τρυγών, διὸ καὶ ὀλοεργὸν εἶπεν. ἡ τρυγὼν δὲ φέρει κακά, ὡς φησιν, ὁπότε ἐν τοῖς ἐπιμήκεσι καὶ μακροῖς λίνοις μεμογηκότα καὶ ἀσθενήσαντα τὸν ἐργοπόνον, τουτέστι τὸν τῷ ἔργῳ πονοῦντα, τύψῃ τῷ κέντρῳ, ἢ ὅτε εἰς δένδρου παγῇ πρέμνον. καὶ γὰρ εἰ πλήξειέ τις δένδρον τῷ κέντρῳ αὐτῆς, κατάξηρον αὐτὸ ἀπεργάζεται.
Η ἐν πρέμνοισι: καὶ ὅταν, φησίν, εἰς πρέμνον δένδρου παγῇ, ξηραίνει αὐτὸ. καὶ γὰρ εἴ τις πλήξειε πρέμνον δένδρου ἢ στέλεχος τῷ τῆς τρυγόνος κέντρῳ, βλάβην καὶ ξηρασίαν ἐμποιεῖ τῷ φυτῷ. ὡς ὑπὸ ἡλίου δὲ καέντος αὐτοῦ αἱ ῥίζαι καὶ τὰ φύλλα ἀποφθίνεται. τούτῳ δὲ ἤγουν τῷ κέντρῳ ἱστορῆσαί τινα λέγει τὸν Ὀδυσσέα πληγέντα τελευτῆσαι.
ὁλκαίοισι: καὶ γὰρ ὁλκαίοις, τοῖς ὁλκὸν ἔχουσι, δικτύοις, τουτέστι μακροῖς καὶ ἐπιμήκεσι.
Οἷσιν ἐγώ: λείπει ἡ ἐπί πρόθεσις, ἵν’ ᾖ ἐφ’ οἷστισιν ἐγὼ διέλθω. τοῦτο γὰρ σημαίνει τὸ διείσομαι. ἄρκια νούσων, ἤγουν ἀποτρεπτικὰ καὶ βοηθητικά.
ἀπ’ ἀγχούσης: καὶ γὰρ ἡ ἄγχουσα φυτὸν θαμνῶδές ἐστι. βοτανῶν δὲ ὀνόματα ταῦτα, ἄγχουσα, πενταπέτηλον, βάτος, ἄρκτιον, ὀξαλίδες, λυκαψός, κίκαμα, ὄρδειλον, χαμαίπιτυς, καυκαλίδες, σταφυλῖνος ἄγριος, τρέμιθος, ἄγριον φῦκος. ἤγουν θριδακίς, ἤτοι τὰ φύλλα ταῖς θρίδαξιν ομοία. τοῦτο γὰρ τὸ χαίτη. τὸ δὲ αὐτὸ λέγεται καὶ ὀνόχειλον. πενταπέτηλον δὲ ἀντὶ τοῦ πεντάφυλλον. καὶ ὀξαλὶς καὶ ὀξυλάπαθος ἡ αὐτὴ καὶ ἀναξυρὶς καλεῖται.
ὁρμενόεντα: βεβηκότα καὶ κατὰ γῆς ἐρριζωμένον ἢ τὸν ὁρμητικὸν πρὸς ὕψος. εὐαυξὴς γάρ ἐστι καὶ καυλὸν ἔχει μακρόν. ὄρδειλος δὲ σπερμάτιόν τι λαχανῶδες. καὶ τρεμίθοιο δὲ τοῦ λεγομένου τερεβίνθου. πολυειδέα δὲ καρπὸν τὸν ποικίλον τῇ χροιᾷ. ὁ γὰρ τερέβινθος τοὺς κόκκους φέρει διαφόρους χροιὰς καὶ εἴδη ἔχοντας.
ἢ ἔτι καὶ φοινίσσον: τὸ ξανθίζον φῦκος ἤγουν φυκίον καταμίσγεο. καὶ ἡ καυκαλὶς δὲ λάχανόν ἐστιν ἁλμυρόν. μνημονεύει δὲ αὐτοῦ Χρύσιππος ἐν τῷ περὶ λαχάνων.
ἀχραές: ἤτοι τὸ καθαρὸν καὶ ἄχραντον. καὶ γὰρ τὸ ἀδίαντον
τὸ δὲ σμυρνεῖόν, φησιν, ὅμοιόν ἐστι μεγάλῳ σελίνῳ, ὅθεν καὶ ἱπποσέλινον καλεῖται. σμυρνεῖον δέ, ἐπειδὴ ἐμφερές ἐστι σμύρνῃ κατὰ τὴν ὀσμήν.
λευκάδος: καὶ γὰρ περὶ ποίης λευκάδος φησὶν Ἀντίγονος μὲν τὴν λευκάνθεμον, ὁμοίως δὲ καὶ ἤρυγγος εἶδος λαχάνου ἀκανθώδους. ἀθεραίδα δὲ τὴν θερμήν, ἢ τὴν ἔχουσαν ἀθέρας, ἢ ψυχράν.
καὶ καχρυφόρῳ ἤτοι τῇ φερούσῃ ὡς κάγχρυας λιβανωτίδι.
περιβρίθουσά τε μήκων: ἤτοι περισσῶς ἀνθοῦσα. δύο δὲ γένη εἰσὶ μηκώνων, ὧν ἡ μὲν τέλεια θυλάκια φέρει, ἐν οἷς τὸ σπέρμα, ἡ δὲ μικρά· θυλακὶς οὖν ἡ τὰ μικρά, ἐπιτηλὶς ἡ τὰ μεγάλα. μὴ οὖν ἀπέστωσαν αἱ ῥηθεῖσαί, φησι, βοτάναι τοῦ βοηθήματος. τὸ ἐπὶ χραίσμῃσι γὰρ ἀντὶ τοῦ βοηθήματος μὴ ἀπείησαν.
κυέουσαν: τουτέστιν ἐμφυομένους κλάδους ἔχουσαν καὶ μήπω πεπληρωμένους. κράδης δὲ ἤτοι ἀγρίας συκῆς.
κόκκυγας: καὶ γὰρ οὕτως φησὶ τοὺς ὀλύνθους διὰ τὸ φαίνεσθαι κατ’ ἔαρ. ἅμα γὰρ κόκκυξι φαίνονται. καὶ ἐρινάδος τῆς ἀγρίας συκῆς. οἱ γὰρ ὄλυνθοι αὐτῆς πάσης ὀπώρας καὶ τῶν ἄλλων συκῶν προακμάζουσι.
γογγύλοι ἐκφαίνουσιν: ἐμφαίνει ἀντὶ τοῦ στρογγύλοι γογγυλοειδεῖς καὶ ἀνοιδείοντες ἀντὶ τοῦ ἀκμάζοντες.
τοῦ δὲ φλόμου φησὶν Θεόφραστος δύο εἴδη εἶναι, ἄρρεν καὶ θῆλυ· ὅπερ Κρατεύας φησὶν ἔχειν διαφοράς, ἔχειν δὲ τὰ φύλλα τὸ μὲν ὅμοια μαράθῳ, μακρότερα δὲ καὶ λεπτότερα, τὸ δὲ ὅμοια κοριάννῳ.
τὸ δὲ χελιδόνιον βοτάνη ἐστὶ καὶ φύεται καθ’ ὃν καιρὸν αἱ χελιδόνες φαίνονται.
δαύκειον: ὅπερ Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ θηρίων βοηθεῖν πρὸς τὰ εἰρημένα. τὸ δὲ ῥίζαν τε βρυωνίδος, τὴν βρυωνίδα ὑποκοριστικῶς εἶπεν. ἀφαιρεῖν δέ φησιν αὐτὴν ἔφηλιν καὶ λεύκην, ἅπερ εἴδη εἰσὶ νόσων. καλεῖσθαι δέ φησιν ὁ Κρατεύας ὑπὸ μέν τινων σταφυλῖνον, ὑπὸ δὲ ἄλλων ἄμπελον ἀγρίαν, καὶ ὑφ’ ἑτέρων χειρώνειον. Ἄλλως. καὶ ἔφηλιν: ἥτις βρυωνὶς καὶ τὴν ἔφηλιν τῶν θηλυτέρων, τουτέστι τῶν γυναικῶν, ἀπωμόρξατο, ἤγουν ἀπεσπόγγισε καὶ ἐκαθάρισε καὶ ἐθεράπευσε, καὶ τὴν λεύκην. ἔφηλις δέ ἐστιν ἡ λέπρα. λεύκη δὲ ἄλλο νόσημα, ὃ ὅμοιον τῇ ἐφήλιδι.
Ἐν δὲ περιστερόεντα: Κρατεύας ὑπὸ ἐνίων φησὶ περιστερεῶνα καλεῖσθαι τὴν ἀλεξιάρην. ἔχει δὲ τὸ φύλλον ἐσχισμένον καὶ περιστερᾷ παραπλήσιον. Ἄλλως. ἀλεξιάρης δὲ ῥάμνου, ὅτι οὐ μόνον ἀπαλέξειν ἐστὶν ἀγαθὴ ἡ ῥάμνος εἰς φάρμακα ἀλλὰ καὶ εἰς φαντάσματα, ὅθεν καὶ πρὸ τῶν θυρῶν ἐν τοῖς ἐναγίσμασι κρεμῶσιν αὐτήν. ἔστι δὲ λευκὴ καὶ μέλαινα· μέμνηται δὲ τῆς βοτάνης καὶ Εὐφορίων, ἀλεξίκακον φύε ῥάμνον,
καὶ Σώφρων ὁμοίως ἀεὶ δὲ πρόσω φύλλα ῥάμνου κρατιζόμεθα
.
Νήστειρα: γράφεται καὶ δρήστειρα, ἀντὶ τοῦ δραστική. ὁ δὲ νοῦς, μόνη γὰρ νήστισι διδομένη παύει τὰς ἀλγηδόνας.
παρθενίοιο; τοῦτο ἑλξίνην τινὲς ὀνομάζουσιν, ἔνιοι δὲ περδίκιον.
τὸ δὲ κόρκορον λάχανόν ἐστιν εὐτελές. τὸ δὲ μίλτου Λημνίδος, τὴν Λημνίαν σφραγῖδά φησιν. ἀπὸ ταύτης καὶ τὸ ἐλατήριον γίνεται· καθαρτικὴ γάρ ἐστι.
νηδὺν δὲ τὴν νηδὺν καίπερ βαρυνομένην ταῖς ἀνίαις καὶ τὰ ἑξῆς.
ῥῆχος δέ ἐστιν ὁ φραγμός· εὔρρηχος οὖν ἡ καλῶς περιφράσσουσα, τουτέστι πρὸς φραγμὸν πεποιημένη.
σύν αὐτῷ δέ, τουτέστι τῷ καρπῷ, καὶ ἡ χαίτη αὐτῆς ἡ ἀκανθοβόλος.
νεαλεῖς τ’ ὀρόβακχοι; καὶ γὰρ Δημήτριος ὁ Μενεκλέους ὀροβάκχους τοὺς σκυτίνους ἀσκοὺς λέγει. λέγεται δὲ ὁμοίως ἡ ἐξάνθησις τῶν ῥοιῶν ὀρόβακχος. τὸ δὲ ἀκανθοβόλος ἄδηλον εἰ ἐπὶ τῆς παλιούρου ἢ ἐπὶ τῶν ῥοιῶν εἴρηται.
σίδης δ’ ὑσγινόεντας: καὶ γὰρ ῥητέον πρὸς τὸ λάζεο. η σύνταξις, οἷον λάζεο σίδης καὶ τὰ ἑξῆς. ὀλόσχους δέ φησι τοὺς τῶν ῥοιῶν τραχήλους πρότερον μὲν κεχηνότας, ὕστερον δὲ μύοντας καὶ ὑσγίνῳ βοτάνῃ ὁμοίους κατὰ τὸ χρῶμα, ὅταν τὸν κύτινον ἀποβάλλωσι. Ἄλλως. τῆς σίδης τοὺς ὑσγινόεντας, τουτέστι τοὺς πυρροὺς καὶ μύοντας οἱονεὶ ἐσφιγμένους ὀλόσχους. ὄλοσχοι δέ εἰσιν οἱ τράχηλοι τῶν ῥοιῶν. οὗτοι δὲ πρότερον διανεῳγότες κατ’ ὀλίγον μύουσι τοὺς κυτίνους ἀποβάλλοντες. νῦν δὲ ἀπὸ μέρους τὰς ἐξανθήσεις τῶν ῥοιῶν λέγει.
αὐχενίους δὲ ἤγουν τραχηλώδεις, οἱονεὶ τραχήλους ἔχοντας.
καὶ ὕσσωπος δὲ βοτάνη ὁμοία σαμψύχῳ.
νέον τ’ ἐν βότρυσι: καὶ γὰρ τὸ ἐναντίον εἶπεν. οὐ γὰρ ἐν τοῖς βότρυσι τὸ κλῆμα ἀλλ’ οἱ βότρυς ἐν τῷ κλήματι. νέον δέ φησι τὸ ὄμφακας ἔχον.
λεπτοθρίοιο δὲ ἤτοι λεπτοφύλλου. καὶ
πέπερι δὲ τὸ λευκόν. καὶ τὸ ἀπὸ Μήδων τὸ Βαβυλώνιον· λέγεται γὰρ καὶ Πέρσειον.
πολυανθέα γλήχων: ἀποκοπή ἐστι τῆς γλήχωνος γενικῆς. γράφεται καὶ σὲ δ’ ἂν γλήχων πολυανθέα.
σπέρμ’ ὀλοὸν κνίδης: ἡ ἀκαλήφη λέγεται κνίδη παρ’ Ἀθηναίοις καλουμένη. κνησμὸν δὲ τῷ ἐφαψαμένῳ ποιεῖ. ἑψία δὲ τουτέστι παίγνιον· καὶ Ὅμηρος (ἑψιαάσθων
. παίζουσι γὰρ τῷ σπέρματι ταύτης οἱ νεώτεροι ἐν παιδιᾷ, ὡς ἀστραγάλοις· ἢ ὅτι παίζοντες τύπτουσι μετ’ αὐτῆς ἀλλήλους.
νιφόεν: ἢ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν· καὶ γὰρ ἡ σκίλλα ψυχρᾶς ἐστιν ἐνεργείας· ἢ τὸ λευκόν, οἷός ἐστιν ὁ νιφετός· τὸ γὰρ τῆς θηλείας σκίλλης κάρα λευκόν ἐστι.
ὁμοκλήτοιο δὲ ὁμωνύμου, τὸ λεγόμενον δρακόντιον.
ἠ δ’ ὅσα πεῦ και στρόμβοισι ναπαίοις: τοῖς συνεστραμμένοις καὶ βαθέσι κοιλώμασι τοῖς ἐν ταῖς νάπαις. Ἄλλως. ἡ σύνταξις, ἠδ’ ὅσα πεῦκαι ἀγρότεραι καὶ ναπαῖαι τοῖς στρόμβοις ὑπεθρέψαντο. στρόμβους δέ φησιν ἀντὶ τοῦ κωνοειδῆ καρπὸν τῆς πεύκης. ὅμοιος γάρ ἐστι τοῖς στροβίλων κώνοις.
ἀβληχρέος δὲ τοῦ σκορπιούρου. καὶ γὰρ ἀβληχρέος εἶπεν ἐπὶ τῆς ῥίζης, ἐπειδὴ τοῦ σκορπίου θεραπευτική ἐστιν, ἢ διὰ τὸ βλήχεσθαι ποιεῖν διὰ τὰς ὀδύνας.
Ἔγχλοα ῥίζαν θηρὸς ἰσαζομένην τμήξας: τουτέστιν ἰοβόλῳ κέντρῳ, ἤτοι τῇ οὐρᾷ. ἐν γὰρ τῇ οὐρᾷ ἔχει τὸ κέντρον ὁ σκορπίος. ἔστι δὲ τὸ λεγόμενον σκορπίουρον ἡ βοτάνη.
τὸ δὲ σὺν καί που νιφόεν σκίλλης κάρα, ἤτοι ἡ κεφαλὴ τῆς σκίλλης πολλαῖς ὑμένων περιβολαῖς καλυπτομένη ὡς σκοτεινή ἐστι καὶ ἀόρατος ἔνδον τῶν χιτώνων ἔχουσα τὰ σπέρματα.
ἠ ὲ σίδας: ἐν Ὀρχομενῷ φησι Θεόφραστος (
ἃς τρέφει αἶα: γράφεται καὶ ἅστε Τρόφεια Κῶπαί τε, ἵν’ ἦ ἅστινας ἡ Τρόφεια καὶ αἱ Κώπαι, αἵ εἰσι πόλεις τῆς Βοιωτίας, περὶ τὸ λιμναῖον ὕδωρ ἐθρέψαντο, ὅπου ὁ ῥοῦς τοῦ Κνώπου καὶ τοῦ Σχοινέως βάλλει καὶ φέρεται. Σχοινεὺς δὲ καὶ Κνῶπος οἱ δύω ποταμοὶ Βοιωτίας εἰσί. Κνῶπος δὲ ὁ Ἰσμηνὸς εἴρηται ἀπὸ Κνώπου τοῦ Ἀπόλλωνος. ἔστι δὲ καὶ πόλις Κνῶπος, δι’ ἧς φέρεται ὁ Ἰσμηνὸς ποταμός.
ὅσσα θ’ ὑπ’ Ἰνδόν: καὶ ὅσα, φησίν, ὑπὸ τὸ Ἰνδὸν χεῦμα τοῦ Χοάσπου πιστάκια ἀμυγδαλόεντα φαίνεται ἐν τοῖς ἀκρεμόσι.
καυκαλίδας δὲ τὰ λέπη τῶν πιστακίων λέγει ἢ βοτάνης ἄλλο γένος.
φιμώδεα μύρτα: ἤγουν τὸν καρπὸν τῆς μυρσίνης φησί. στυφὸς δέ ἐστι καὶ τρώγεται καὶ τῇ στυφότητι δεσμοῖ καὶ φιμοῖ τὸν λαιμὸν καὶ τὸ στόμα. φιμώδεα δε μέλανα ἢ στυπτικά. στύπτει γὰρ τὰ χείλη καὶ φιμοῖ τὸν τρώγοντα
σὺν χλοεροῖς: λείπει ὁ καί σύνδεσμος ἀντὶ τοῦ καὶ σὺν τούτοις βάλοις τὴν βαρύοδμον καλουμένην.
καὶ ἡ μελίλωτος δὲ βοτάνη ἐστίν, ἣν λαμβάνουσι καὶ εἰς τοὺς στεφάνους.
καὶ οἰνάνθη βοτάνη ὁμοία σταφυλίνῳ, ἣν καταψήχουσιν, ἤγουν συντρίβουσιν, οἱ νομεῖς καὶ περιβάλλουσι ταῖς αἰξίν.
λυχνὶς ἔνερθε: τὴν ἀγρίαν λυχνίδα φησίν. αὕτη συμβάλλεται τοῖς ὀφιοδήκτοις καὶ σκορπιοδήκτοις.
ἰάμνων δὲ τῶν ἰαμενῶν, ἤτοι τῶν συμφύτων χωρίων.
ψίλωθρον: βοτάνη ἐστίν, ἥτις καὶ καρκίνωθρον καὶ κλῆμα καλεῖται. πολυθρήνου δὲ πολυθρηνήτου. γράφεται καὶ φιλοθρήνου ἀντὶ τοῦ πολυθρήνου, ἤτοι τῆς φιλούσης τὸν θρῆνον, ὅτι
ὃν Φοῖβος: Ἀμύκλου καὶ Διομήδης παῖς ἐγένετο ᾧ ὄνομα Ὑάκινθος. τοῦτον ἠγάπησεν ὁ Ἀπόλλων σφόδρα, ὥστε καὶ συγγυμνάζεσθαι αὐτῷ καὶ συμπαίζειν. δισκευόντων οὖν αὐτῶν ποτε λαβὼν ὁ Ἀπόλλων τὸν δισκὸν καὶ ἀφεὶς ἄκων κατήγαγεν αὐτὸν ἐπὶ τῆς κεφαλῆς τοῦ Ὑακίνθον καὶ οὕτως αὐτὸν τὸν τριπόθητον ἀπέκτεινεν, ὃν πάνυ πολλὰ ἐθρήνησεν ἀποθανόντα. ἐκ τοῦ αἵματος οὖν αὐτοῦ ἀνέφυ ἡ βοτάνη, ἣν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὑάκινθον ἐκάλεσε. τοῦτο οὖν ἐστιν ὅ φησι φιλοθρήνου ὑακίνθου. σόλος δὲ ὁ δισκός. ὁ ἐκ πέτρας, φησί, σόλος ἀφαλλόμενος ἐνέπεσε κόρσῃ, τουτέστι τῇ κεφαλῇ. κάλυμμα δὲ τὸν περὶ τὸ κράνιον ὑμένα.
ὀπὸν νῦν τὸν Κυρηναικόν φησι, δάκρυα δὲ τὸν χυλόν.
τρισσοῖς δὲ ὁλκήεσσι, τουτέστι τριπλοῖς ὀβολοῖς.
Ὁλκήεσσιν ἰσοζυγέων: τουτέστι τοῖς ὀβολοῖς ὁλκήεσσιν ἰσόσταθμον στήσας τῷ ἀπὸ τοῦ τριφύλλου.
Πολλάκι κρῆθμον: ἤτοι λάχανόν ἐστι. καὶ γὰρ μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ. κεροειδέα δέ, ἐπεὶ κερατοειδές ἐστι τὸ φυτόν, ὁ ἕρπυλλος, τοῖς φύλλοις.
ἐνικνήθεο ῥίζας: τουτέστι τρῖβε τὰς ῥίζας τοῦ σιλφίου μετὰ οἴνου. Λιβυκὰς γὰρ ῥίζας τὸ σίλφιόν φησι, διότι πολύ ἐστιν ἐν τῇ Λιβύῃ.
ἐξ ὧν σύ ποτε μὲν μικτῶς πάντα, ποτὲ δὲ χωρὶς ἕκαστον μίξας ἐν φιάλῃ μετ’ ὄξους ἢ οἴνου ἢ ὕδατος, πολλάκις δὲ καὶ μετὰ γάλακτος πῖνε.
ἢν δέ σ’ ὁδοιπλανέοντα: ἐὰν δὲ συμβῇ σε ὁδοιποροῦντα πληγὴν ἀναδέξασθαι, τὸ τηνικαῦτα σὺ ὁ πληγεὶς λάβε τὰς παρατυγχανούσας ῥίζας ἢ ποίας δήποτε καὶ λαβὼν διαμασῶ, καὶ τον μὲν χυλὸν ἔκβαλε, τὰ δὲ μασηθέντα βοτάνια ἐπιτίθει, καὶ οὕτω θεραπευθήσῃ καὶ φεύξῃ τὴν ὀδύνην.
κατασπέρχῃ δὲ ἀντὶ τοῦ κατεπείγῃ τῇ ὀδύνῃ καὶ καταπονῇ.
μαστάζειν ἀντὶ τοῦ μάσταζε. ἔστι δὲ μασῶ ταῖς σιαγόσιν.
ὄφρα ὀδύνην καὶ κῆρα: ὅπως τὴν ὀδύνην καὶ τὴν βλάβην τὴν κατεπείγουσάν σε ἐκφύγῃς.
ναὶ μὴν σικύην: ἤτοι τὴν χαλκῆν ἢ σιδηρᾶν σικύαν λέγει, μεθ’ ης σικυάζουσιν οἱ ἰατροὶ καὶ ἐκσύρουσι δι’ αὐτῆς τὸ πληχθὲν αἷμα. καὶ ἐνταῦθα οὖν σικυάσαι κελεύει, ἵνα ἐκσύρῃς τὸν ἰόν.
ἢ τὸν τῆς συκῆς, φησι, γαλακτώδη ὀπὸν ἔμβαλε τῷ τύμματι. ἢ
αἰγὸς ἐνίπλειον δέρος: τὸν ἀσκὸν λέγει. κελεύει δὲ ἐν αἰγείῳ ἀσκῷ οἴνου ὄντι πεπληρωμένῳ ἀποδῆσαι ἔσωθεν τὸ πληχθὲν μέρος.
ἀσκοδέταις: ἤτοι ἀσκὸν αἴγειον οἰνηρὸν πεπισσωμένον τῷ δηχθέντι μέρει τοῦ σώματος ἀνατεμὼν ἐπίβαλλε. τὸ δὲ ἑλίξεις γράφεται καὶ ἑλίσσεις ἀντὶ τοῦ ἕλισσε, δέσμει ἐπάνω. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν χειρῶν βουβῶνας εἶπε· λέγει δὲ τὰς μασχάλας. φησὶ δὲ ὅτι καὶ βδέλλας πρόσβαλλε τῷ τύμματι, ἵνα τὸ βλαβὲν μέρος αἷμα ἀφῇ.
μίγδην ἐν πυράθοισι: καὶ γὰρ πύραθοί εἰσι τῶν αἰγῶν τὰ ἀποπατήματα. ταῦτα οὖν εἰς τρύγα οἴνου ἢ ὄξους χέας καὶ μεμιγμένως ταράξας ἔτι νεαρᾶς οὔσης τῆς πάτου, τουτέστι τῆς πυράθου, πέριξ τοῦ δήγματος ἕλισσε, ὅ ἐστι χρῖε, ἕως ἐστὶ νεαρὸν τὸ ἀποπάτημα τῆς αἰγός. δεῖ γὰρ αὐτὸ νεαρὸν ἔτι ὑπάρχον ἐπᾶραι καὶ μῖξαι μετὰ τῆς τρυγὸς ἢ αὐτὸ τὸ μῖγμα νεαρὸν ὑπάρχον χρῖσαι. Ἄλλως. πυράθοισι: τοῖς ἀποπατήμασι τῶν αἰγῶν. Ἀλέξανδρος ἐν τῷ περὶ θηριακῶν κελεύει τὰ τῶν αἰγῶν ἀποπατήματα, ἄν τε ὑγρὰ ἦ ἄν τε ξηρά, μετὰ τρυγὸς ὄξους ἢ οἴνου αὐτὰ κατασκευάζειν· τὰ δὲ ἐπιφερόμενα πάντα βοήθειαν ἔχει.
Νεαλεῖ: νεαρᾷ δὲ ἀφοδεύσει, τουτέστι τῇ δὲ νεαρᾷ ἀποπατήσει, τῇ κόπρῳ τῆς αἰγὸς δηλονότι, τὴν τύψιν περιελίξεις, ἤγουν ἀποκλείσεις. ὁ σκοπὸς ἅπας, καὶ σικύᾳ τὸ αἷμα κένωσον ἢ τὸν τῆς συκέας τοῦ δένδρου γαλακτώδη ὀπὸν εἰς τὴν πληγὴν ἔμβαλε ἢ σιδήρῳ καῦσον ἢ ἐν ἀσκῷ οἶνον ἔχοντι τὸ πεπληγμένον ἔμβαλε μέρος ἢ βδέλλας ἐπίθες ἢ κρομύου ὀπὸν ἔμβαλε ἢ οἶνον ζεούσῃ σποδιᾷ συγχύσας τάραξον καὶ ἐπίθες ἢ ὄξος ἢ νεαρὰν κοπρίαν ἐπίδησον.
ὄφρα δὲ καὶ πάσῃσι: νῦν καθολικῶς πάσης νόσου, ἤτοι παντὸς δήγματος, λέγει τὰ ἀλεξητήρια· ἵνα δὲ καὶ πάσαις ταῖς βλάβαις ἀλεξητήρια κατασκευάσας θαρρῇς, λείπει δὲ τὸ λέγω σοι, ὅπερ ἡδὺ πάνυ ἔσται.
ἦμος ὅτε θρόνα: ἡνίκα τὰ πολλὰ θρόνα, τουτέστι φάρμακα, ἤγουν τὰς βοτάνας, ὑπὸ τῇ ἰδίᾳ χειρὶ ταράξεις.
ἐν μὲν
ῥίζαι: τουτέστι τῆς χαλβάνης ἡ ῥίζα. κατὰ κοινοῦ δὲ τὸ εἶεν. ἔστω δὲ καὶ ἀριστολόχεια καὶ ἴριδος ῥίζα, ἥτις ἐστὶ φυτόν, καὶ νάρδου ῥίζα σὺν τοῖς φύλλοις τοῦ πυρέθρου καὶ δαύκης καὶ τῶν λοι πῶν. καὶ ἡ πύρεθρος δὲ βοτάνη ἐστίν, ἣν πυρῖτιν ἀλλαχοῦ λέγουσιν. τὴν δὲ γλυκυσίδην ὁ Θεόφραστος (
κάρφεά τ’ ἐλλεβόρου: ἀντὶ τοῦ τοὺς κλάδους καὶ τὰ σπέρματα. μελανόχροος δὲ εἶπεν, ἐπειδὴ καὶ λευκός ἐστιν ἐλλέβορος.
ἱππεῖον λειχῆνα: ἰστέον ὅτι γίνονται ἐπὶ τῶν γονάτων τῶν ἵππων λειχῆνες, ἃς ἀποξύειν κελεύει καὶ τρίβοντας διδόναι πιεῖν τοῖς ὀφιοδήκτοις ἀλεξητήριον. καλεῖσθαι δὲ αὐτὰς λέγουσί τινες χελιδόνας. χαμαλὴν δὲ λειχῆνα εἶπε, διότι ἐν τοῖς κάτω τῶν ἵππων μέλεσι γίνεται καὶ οὐκ ἄνω φύεται· ἐν γὰρ τοῖς γόνασιν, ὡς εἴρηται, φύεται. Ἄλλως. βοτάνη ἱππολειχὴν θεραπευτικὴ θεραπεύουσα τῶν ἵππων τὰς λειχῆνας, ἣν λέγουσιν ἱπποσέλινον.
Κινάμοιο: ἐν τῷ γ (
πολυστείοισι νομάζων: ἤτοι πολυψήφοις. εἰ δὲ πολυμνίοισιν, ἀντὶ τοῦ πολλὰ μνία ἔχουσι· μνία γὰρ τὰ βρύα· διὸ καὶ διὰ τοῦ ἰῶτα γράφεται. νομάζων δὲ ἀντὶ τοῦ νεμόμενος.
ἐν στύπεϊ: τῷ κύτει καὶ τῇ γαστρὶ τοῦ ὅλμου· περιφραστικῶς ἀντὶ τοῦ ἐν ὅλμῳ, τουτέστι τῇ θυείᾳ.
ἀπαρινέα δὲ ἀντὶ τοῦ ἀπαρίνης χυλόν. ἀπαρίνη δέ ἐστιν εἶδος φυτοῦ.
τὸ δὲ διακριδόν γράφεται καὶ διασταδόν. τροχίσκους δὲ δραχμαίους ποίει. χωρείτω δέ, φησιν, ὁ δραχμαῖος τροχίσκος δύο κοτύλους καὶ πινέσθω.
καί κεν Ὁμηρείοιο: ἢ διὰ τὸν ζῆλον ἢ διὰ τὴν πατρίδα. Κολοφώνιον γὰρ ἔνιοι τὸν Ὅμηρον ἐγενεαλόγησαν. ἢ ἴσως Ὁμηρικόν, ὥσπερ Κρατίνειον καὶ Ἀριστάρχειον.
μνῆστιν ἔχοις: ἤτοι μνησθείης ἄν μου, ὦ Ἑρμησιάναξ, τοιαύτας εὑρόντος θεραπείας. νιφόεσσα δὲ περιφραστικῶς ἡ Κλάρος,