Text encoded in accordance with the latest EpiDoc standards
πάρεστιν Ὀδυσσεὺς ἐπὶ τὴν σκηνὴν ἀγωνιῶν καὶ
πρὸς τίνα ὁ λόγος καὶ ποῦ ἡ
σκηνὴ καὶ τί πράττει Ὀδυσσεύς, ἐν δὲ τῷ πεῖράν τινα ἤδη ἴχνος τι κατέθετο
τῆς ὑποθέσεως ὡς περὶ ἐχθρὸν ἥκει· δεῖ δὲ τὰ τῆς ὑποθέσεως συνεκτικὰ εἶναι
ἐν ἀρχῇ.
1 ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα
τοὺς ἐχθρούς·
πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ
ἔλαθεν αὐτὴν ὡς
αὐτὸς μαρτυρῶν φησι
τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ
Ἀττικῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν
κακοῦργοι.
Λαρτίου κτητικὸν ἀντὶ κυρίου.
2 πεῖραν δόλον.
ἐχθρῶν λείπει ἡ κατά.
τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς καὶ τὸ νεοχάρακτα εὐφυῶς· ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή.
5 μετρούμενον ἴχνη ἀνιχνεύοντα.
ἀριθμοῦντα, ζητοῦντα.
ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα· προσοχὴν δὲ ἐργάζεται τῷ ἀκροατῇ περὶ τῶν δηλωθησομένων.
7 εὖ δέ σ᾿ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου
ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας· προέλκονται γὰρ τοὺς
κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα παρʼ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν
αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν
κυνῶν· Ὅμηρος
11 οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν Αἴας (ἔγνω γὰρ) ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου ἴνα παρʼ ἐμοῦ μάθῃς τὰ ἀγνοούμενά σοι.
14 καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν
(δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ
ὡς
ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο
χαρίζεσθαι τῷ θεατῇ· προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει
15 ἄποπτος ἀόρατος.
16 φώνημα: ἀντὶ τοῦ φωνήν.
ξυναρπάζω ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι.
φρενί: ἀντὶ ἀπὸ τῆς φρενός.
17 ἡ κώδων θηλυκῶς Ἀττικῶς.
κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος, ἀπὸ
μέρούς δὲ τὴν
σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες,
εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς
Ἡρακλείδαις ἥγαγεν εἰς Ἑλληνας τὴν Τυρσηνικὴν σάλπιγγα.
19 σακεσφόρῳ οὐχ ἀπλῶς ὁπλο
23 τρανές: σαφές· καλῶς δὲ τοῦτο ἐποίησεν ἵ
τὸν κίνδυνον
ἀληθές.
ἀλώμεθα τῷ νῷ ἀλώμεθα.
26 λείας ἁπάσας:
λείας φησὶν (ἔνθεν καὶ λῃστὴς) κατὰ
ἐντὸς αὐτῶν
ἐπὶ τῆς λεοντείας δορᾶς
27 ἐπιστάταις: τοῖς ποιμέσι· καλῶς δὲ τοῦτο ἴνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές· πόθεν οὖν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ἀπὸ τοῦ αἵματος.
32 καὶ τὰ μὲν σημαίνομαι: οἷον σημεῖα ἐμαυτῷ τινα συντίθημι ἀπὸ τοῦ
ἴχνους τὰ δὲ ἀπορῶ· τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς
ἐπιταραττομένων
τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος
καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος.
καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι ἴνα μὴ δοκοίη κατʼ ἐχθροῦ προπετές τι πράσσειν.
33 οὐκ ἔχω ὅπως μάθω ἢ ποῦ ἐστιν.
34 καιρὸν δʼ ἐφήκεις ἐ
36 ταῦτα πρὸς τὰ ἐξ ἀρχῆς ἵνα μὴ δόξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα.
38 ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις, πυνθάνεται
39 τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς.
40 καὶ πρὸς τί δυσλόγιστον: ἐπύθετο πρῶτον εἰ αὐτός ἐστιν ὁ δράσας εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται· τὸ δὲ δυσλόγιστον ὅμοιον τῷ πρᾶγος ἄσκοπον· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν.
41 χόλῳ βαρυνθείς: ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν ὑφʼ ἦς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς προεπιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν.
ἤδή τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται.
44 ἦ καὶ τὸ βούλημ᾿ ὡς ἐπʼ Ἀργείοις: ἐρωτᾷ πῶς μόνος ὤν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι.
45 κἂν ἐξεπράξατο. μὴ λέγε βούλευμα, φησίν· οὐ
γὰρ ἦν
βούλευμα ἀλλὰ πρᾶγμα εἰ κατημέλησα ἐγώ.
48 παρέστη ἐπλησίασεν ἡμῖν.
κἀπὶ τέρμ᾿ τῆς ὁδοῦ.
49 πύλαις ταῖς τῶν σκηνῶν πύλαις.
50 μαιμῶσαν γράφεται καὶ διψῶσαν. προσκορὲς
ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν.
λέ
51 τὸ ἑξῆς, ἐγώ σφʼ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς.
52 τῆς ἀνηκέστου χαρᾶς. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἔλληνας
ἀνῃρῆσθαι· ταύτης οὖν αὐτὸν
τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους
γνώμας ἐμβαλοῦσα τοῖς
54 ἄδαστα ἀμέριστα, ἀδιαίρετα· πιθανὸν δὲ καὶ
πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἶναι εἰκός.
56 κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων διὰ
τὸ τὴν πρώτην καὶ μεγαλῆν
διακοπὴν κατὰ
57
Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι ἵνα καὶ μεῖζον εἴη τὸ
πάθος αὐτοῦ φανερῶς παραπαίοντος κἀπειδὴ γελοῖον κροελθόντα τὸν Αἴαντα
λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ.
ἔχων γράφε παρών.
58 ἐμπίπτων γράφε ἐμπεσών.
59 ἐγὼ δὲ φοιτῶντα. ἤτοι μαινόμενον φοῖτος γὰρ ἡ μανία) ἢ περιερχόμενον
ἐν τοῖς ποιμνίοις διὰ τὴν μανίαν (λέγει
μεθʹ ὁρμῆς μεμηνότα.
60 εἰς ἕρκη κακὰ γράφε εἰς ἐρινῦν κακήν.
61 ἐλώφησεν ἐπαύσατο· ἀπὸ τῶν ὑποζυγίων ὅθεν
καὶ τὸ εὐλόφως φέρειν.
62 τοὺς ζῶντας: τοὺς ζῶντας τῶν βοῶν δήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ
τὰ λοιπὰ ποίμνια· πιθανὸν δὲ καὶ τοῦτο προειρῆσθαι ἴνα ὅταν εἴπῃ ἡ
Τέκμησσα περὶ τοῦ κριοῦ προεπιστάμεθα τοῦτο.
66 δείξω δὲ καὶ σοί: πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον
γίνεται τὸ πάθος τῆς τραγῳδίας τῶν θεατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δʼ
ὕστερον ἔμφρονα θεωμένων καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς
ἐξείπῃ
τοἵς ἄλλοις Ἐλλησιν, οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν
Ὀδύσέα.
72 ἀπευθύνοντα. τιμωρίαν ἀπαιτοῦντα.
προσμολεῖν; τουτέστιν ἐξελθεῖν.
75 ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς έσομένου κακοῦ.
76 μὴ πρὸς θεῶν παραιτεῖται Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ
δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ ἀφαιρεθείη τῆς τραγῳδίας τὸ ἀξίωμα) ἀλλὰ τὸ
εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν· ὅρα γὰρ
οἷον ἦν προσελθόντα ἐκεῖνον
θεάσασθαι τὸν ἐχθρόν.
77 τί μὴ γένηται;. μὴ τί γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ προτέρου ἄνθρωπος ἀλλʼ οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμελουμένων;
78 τῷδε τἀνδρὶ δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ
Ὀδυσσεῖ.
79 οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθρούς: σκληρὸν μὲν τὸ λέγειν ἐπεγγελᾶν τοῖς ἐχθροῖς ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν· ἄλλως τε καὶ παροξύνουσα τὸν Ὀδυσσέα φησίν.
80 ἐμοὶ μὲν ἀρκεῖ: μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς.
81 μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς: ὀκνεῖς ἀντὶ φοβῇ· πυκνῶς γὰρ τίθησι
τὸ ὀκνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. ὀκνεῖς φοβῇ.
τρίβραχυς.
82 φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην: ἑκατέρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ
χρὴ τὰ τοῦ Ὀδυσσέως ψρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς ἀλλʼ ἐκεῖνο
σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρρησίας διαλέγεται ὡς θεὸς
ὁ δὲ
ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ
ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην δι᾿ εὐλάβειαν, τὸ
δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ.
85 ἐγὼ σκοτώσω βλέφαρα καίπερ δεδορκότα ἢ
καὶ βλέποντα τὰ
βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα.
89 ὦ οὗτος: διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ ἡ κλῆσις, ἢ ὅτι καὶ πρότερον ἐκάλεσεν αὐτὸν (ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς Ἀθάνα;) ἢ ὡς καὶ πρότερον ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν.
90 τί βαιόν: ὀλίγον ἀντὶ τοῦ οὐδὲ ὅλως· σύμμαχον δὲ αὐτὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν, ὡς εὖ παρέστης.
91 χαῖρʼ Ἀθάνα: ἐπέγνω μὲν τὴν Ἀθηνᾶν τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω
γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις· οὐ παντελῶς δὲ ἀπώλετο αὐτοῦ τὸ ἡγεμονικὸν
ἀλλʼ ἡ μανία γέγονε περὶ τὸ λογιστικόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς
ἀνελὼν περὶ τὸ πρόσωπον
δ
96 τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος εἰς τὸν στρατόν.
98 ἐὰν δασυνθῇ τὸ οι ἔσται ἐπὶ τῶν Ἀτρειδ
100 καλῶς τὰ ἐμὰ ἔφη, οὐχ ἃ δεῖ με λαβεῖν,
102 ἢ πέφευγέ σε; οὐχ ὡς διαστέλλουσά φησιν, ὡς
ἂν εἴποι τις ἔθαν
103 τὸ ἐξῶλες θηρίον· κίναδος γὰρ ἡ ἀλώπηξ· πάνυ δὲ κατατρέχει τοῦ Ὀδύσέως ὡς ἐχθίστου.
104 τὸν σὸν ἐνστάτην: ἤτοι κατὰ πάντα ἐνιστάμενόν σοι ἢ ἰδικῶς ἐπὶ τῆς
κρίσεως μόνον οἷον τὸν ἀντίδικον· κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ
ἀντιστήκων
τινὶ ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου
ἐνστάτην γεγενημένον.
105 ἥδιστος, δέσποινα: καθʼ ἡδονήν μοι· δεσμώτης δὲ λέγεται καὶ αὐτὸς ὁ
δέσμιος, ἐς ὁ δεσμώτης Προμηθεύς,
ἐπὶ τῶν δεσμοφυλάκων
108 ἑρκίου στέγης: τοῦ περιφράγματος τῆς αὐλῆς ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα.
111 μάστιγι πρῶτον: ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω.
112 χαίρειν, Ἀθάνα, τἄλλα: τὸ ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον· ἔστι δὲ νῦν τὸ
χαίρειν ἀντὶ χαρτῶς ἐμοὶ λέγειν· φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα
τῇ θεῷ τοῦτο δὲ
ἀντιβαίνων· ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητὴς
(ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ
μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ) ἵνα δόξῃ ἀξιοπαθεῖν ὁ Αἴας μὴ
ὑποτεταγμένος τῇ δαίμονι.
ἔγωγέ σ᾿ ἐφίεμαι: ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου.
115 ἐννοεῖς γράφε ἐννέπεις.
118 ὁρᾷς, Ὀδυσσεῦ; παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς
ἁμαρτημάτων καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ
θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν
ἐξέστη διὰ τὸ θεομαχῆσαι· καὶ τοῦτο δὲ μηροῦ παίδευμα, ὅτι ἐφʼ οἷς
αὐχοῦσί τινες τούτων στεροῦνται παρὰ θεῶν ὡς
καὶ Θάμυρις
τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων.
121 ἐποικτείρω ἐλεῶ.
122 Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα.
124 οἷον ἀφορῶν εἰς τὰ ἀνθρώπινα τὰ πάντων κοινά.
125 ὁρῶ γὰρ ἡμᾶς. πρὸς τὸ Πινδαρικὸν
δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν· ὁ δὲ Ὅμηρος διʼ
ἑνὸς αὐταρκῶς τοῦτο δεδήλωκεν
126 εἴδωλʼ ἀπεικάσματα.
127 ὑπέρκοπον: φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ τοὺς θεούς, πρῶτον μὲν ἐκβαλεῖν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομένην αὐτῷ συμμαχεῖν, δεύτερον ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγεγραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου, τρίτον ὅτι οὐκ ἐπείσθη τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς.
ἀντὶ ὑπέρκομπα.
130 χειρὶ δυνάμει.
131 ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει.
132 τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς
σώφρονας καὶ ἐπὶ ἄλλῳ
ἀλαζονεύεσθαι.
134 Τελαμώνιε παῖ πιθανῶς αὐτῷ ὁ χορὸς
μὴ συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ, τὸ δὲ
τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν
εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ· πιθανὴ δὲ καὶ
ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς
αὐτὸς
εἴη ὁ πράξας
135
αἰ δὲ νῆσοι καὶ
136 σὲ μὲν εὖ πράσσοντʼ ἀντὶ τοῦ σοῦ μὲν εὖ
πράσσοντος· ἢ οὕτως, εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω ἴνα λείπῃ ἡ
εἰς.
ἐπιχαίρω ἀντὶ συγχαίρω.
137 σὲ δʼ ὅταν ἀπὸ κοινοῦ τὸ ἐπιβῇ, εἰς σὲ δὲ
ὅταν νόσος ἐπιβῇ· κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς
ζαμενὴς δυσμενής.
140 ἐπεὶ περιδεὲς τὸ ζῷον· ὄμμα δὲ πελείας περιφραστικῶς
ἡ
πέλεια.
141 ὡς καὶ τῆς παρελθούσης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ σῇ δυσκλείᾳ·
πιθανῶς δὲ οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα ἀλλὰ τὴν δυσπραξίαν
προσέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης· πάνυ δὲ εὖνοι
ὄντες
ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ συκοφαντεῖσθαι· ἐν
δέει οὖν καθέστηκα ὅταν ᾖ τι τοιοῦτο περὶ σέ.
143
ὁ Αἴας·
ἢ ἐπὶ ἵπποις μαινόμενον· τὸ γὰρ
ἵππος ἐπὶ μεγάλου τάσσεται ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγα
ἐφʹ ἵπποι μαίνονται ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ
ἐνυβρί
μεγαλομανῆ.
147 αἴθωνι λαμπρῷ.
148
150 σφόδρα πείθει ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς
ἥττης χάριν· ἢ ἐπεὶ μέγας εἶ ἔχει τὸν φθόνον θμπράττοντα.
154 τῶν γὰρ μεγάλων ψυχῶν ἱείς: τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ
μεγάλου σώμα
ἁμαρτάνουσιν· πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν λεγάλων διὰ τὸν
φθόνον· Πίνδαρος
ἅπτεται
155 κατὰ δʼ ἄν τις ἐμοῦ; κατʼ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐτελοῦς.
157 τὸν
158 καίτοι σμικροὶ μεγάλων: πάνυ αἰδημόνως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν
τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ ἀλλὰ ψιλῶς γνωμολογεῖ· βούλεται γὰρ
ἐπιτιμᾶν ὅτι κακῶς πράττουσι καθαιροῦντες Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως·
φησὶ γὰρ ὅτι ἀσθενὴς φυλακὴ
τοῖς μικροῖς ἄνευ τῶν μεγάλων·
τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα ὅτι δεηθήσονται αὐτοῦ.
159 σφαλερὸν — ῥῦμα ἀντὶ τοῦ ἀσθενὴς φυλακή.
πύργου πόλεως.
160 ἀπὸ κοινοῦ.
161 καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων: οὐκ ἔστιν ἐναντίος ὁ λόγος ἀλλὰ καὶ
αὔξησιν ἔχει· εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ ἐλάττονος διασῴζεται πόσῳ τῶν
μειζόνων ἔχεσθαι χρή. κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος· καὶ Ὅμηρος
συμφερτὴ δ᾿ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.
162 τοὺς ἀνοήτους τοὺς Ἕλληνας.
164 ὑπὸ τοιούτων: ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα
ἀνεπιστημόνων· κἀνθάδε τὸ θορυβῇ σύμφωνόν ἐστιν τῷ
166 ἀπαλέξασθαι ἀντὶ τοῦ ἀντιτάξασθαι.
168 ἅπερ πτηνῶν ἀγέλαι: θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν μετοχὴν τὴν
ὑποδείσαντες πρὸς τὸ νοητόν· ἐν γὰρ ταῖς ἀγέλαις εἰσὶ καὶ ἄρσενες καὶ
θήλειαι· ὁ δὲ νοῦς, διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν
ἀγέλαι παταγοῦντες· καὶ τοῦτο
εἰς τὸν κενὸν ψόφον.
172 ἦ ῥά σε Ταυροπόλα: ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι Αἴας τὰ τεθρυλημένα
διεπράξατο ἀλλʼ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι
ποιεἴται πρὸς τὴν φήμην τὸν λόγον· Ταυροπόλα
δὲ ἢ ὅτι ἐν
Ταύροις τῆς Σκυθίας τιμᾶται ἢ ἀπὸ μέρους τῶν ποιμνίων ἡ προστάτις ἢ ὅτι
ἡ αὐτὴ
ἐκ σελήνης νοσεῖν
ὑποτίθενται διὰ τὸ
173 ὦ μεγάλα φάτις διὰ μέσου ἡ ἀναφώνησις,
ὦ θαυμαστὴ φήμη ἥτις ἐγέννησάς μοι ταύτην τὴν αἰσχύνην·
κακὴ γάρ, φησιν, ὑπῆρξε περὶ τοῦ Αἴαντος.
175 πανδήμους ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας.
176 ἢ πού τινος νίκας: οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι· ἆρα οὖν,
φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης ἢ
ἀπὸ
κυνηγεσίων δῶρα οὐ λαβοῦσα ὡς καὶ Ὅμηρὸς ἐπιλελησμένους
τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης.
ἢ διὰ χάριν τινὸς νίκης· ἀκάρπωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο.
178 εἴτʼ ἐλαφαβολίαις ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα.
179 ἢ χαλκοθώραξ ἢ τινʼ νυάλιος: διαστέλλει τὸν Ἀρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς
ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ καὶ δῆλον ἐκ τῶν συνδέσμων·
δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ, ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι ὡς
ἀπαρχὰς δορὸς οὐ
180 τοῦτο πρὸς τὸν Αἴαντα, οὐ πρὸς τὴν φήμην
λέγει.
183 οὔ ποτε γὰρ φρενόθεν: οὐ γὰρ ἐπὶ τοσοῦτον ἄφρων εἶ ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις· ἀριστερὰ δὲ τὰ μωρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά.
186 ἔοικε γὰρ εἶναι θεία νόσος, θεία δὲ ἡ ἐκ
188 ὑποβαλλόμενοι πειθόμενοι ἢ ὑποβλήτως
λέγοντες ἢ ἰδιοποιησάμενοι· εἰ δὲ οὐκ ἔστιν ἀληθῆ
ταῦτα ἀλλὰ
πεπλασμένα ὑπὸ τοῦ βασιλέως ἢ Ὀδυσσέως.
189 κλέπτουσι ὑποσπείρουσι.
190 τᾶς ἀσώτου τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ
δυναμένης.
Σισυφιδᾶν: γράφε Σισυφίδα· λέγεται δὲ ἡ Ἀντίκλεια
ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον κατὰ τὴν
ὁδὸν Σισύφῳ συνελθεῖν ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς· ὁ δὲ Σίσυφος ορίνθου
βασιλεὺς πανοῦργος ἀνὴρ περὶ οὔ φησιν Ὅμηρος
ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ
μονογράμματον ἔγραψεν τὸ ὄνομα αὐτοῦ· Αὐτόλυκος δὲ κατʼ ἐκεῖνο καιροῦ
καὶ αὐτὰ τὰ κλεπτόμενα παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν·
κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν
Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων· ἐπὶ τούτοις δὲ
ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ
Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην
τὴν παῖδα συνῴκισε Λαέρτῃ διʼ ὃ Σισύφου
191 μὴ μή μ᾿, ἄναξ: τὸ πλῆρες μὴ μή μοι, ὁ δὲ νοῦς, εἰ δὲ πλάσσουσι ταῦτα
καὶ οὐκ ἀληθείᾳ σὺ
ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς
ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ ἀλλὰ προελθὼν δεῖξον
ψευδῆ τὰ λογοποιούμενα.
τὸ πλῆρες μή μοι.
193 ἄρῃ ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ.
194 ἀλλʼ ἄνα ἐξ ἑδράνων: ἀνάστα ἐκ τῶν θρόνων
ὅπου μακραίωνι στηρίζῃ: ὅπου στηρίζῃ μακραίωνι
σχολῇ ὅ ἐστι
πολλῷ χρόνῳ, βραδεῖ, τὸν ἀγῶνα ἐμποιοῦντί σοι· μακραίων δὲ αὐτοῖς δοκεῖ
διὰ τὴν εὔνοιαν.
196 ἄταν οὐρανίαν: ἀντὶ μετέωρον, μεγάλην
197 ἐχθρῶν δʼ ὕβρις: ἡ δὲ τῶν ἐχθρῶν ὕβρις
τῶν ταῦτα ἐπὶ σοὶ
λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ
μὴ φαίνεσθαί σε τοῖς Ἀχαιοῖς.
ἀτάρβητα ἀντὶ ἀταρβήτως ὅ ἐστιν ἀνειμένως.
198 ἐν εὐανέμοις βάσσαις: τουτέστιν ἐν ἐκείνοις
τοῖς τόποις
ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσιν· ἢ ἐν εὐανέμοις
βήσσαις οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν.
λείπει
199 καγχαζόντων γελώντων.
βαρυάλγητ᾿ βαρέα καὶ ἀλγεινά.
201 ναὸς ἀρωγοί: ἔξεισι Τέκμησσα καὶ διδάσκει τὸν χορὸν ὅτι Αἴας ἐστὶν ὁ
σφάξας τὰ ποίμνια, πυνθάνεται δὲ παρὰ τοῦ χοροῦ ὅτι Ἑλληνικὰ ἦν τὰ
σφαγέντα· ἑκάτερος οὖν παρʼ ἑκατέρου τὸ ἀγνοούμενον
οὐ γὰρ ἕτερον πρόσωπον γνήσιον τῷ Αἴαντι· αἱ δὲ τοιαῦται
γυναῖκες ὑποτίθενται εὔνοιαν πρὸς τοὺς δεσπότας ὡς Βρισηὶς πρὸς
Ἀχιλλέα.
202 γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδᾶν: διὰ τὸ τὴν Σαλαμῖνα συνῆφθαι τῇ Ἀττικῇ
καὶ περισπούδαστον
τοῖς Ἀθηναίοις αὐτὴν κτήσασθαι· πρὸς
εὔνοιαν οὖν τῶν ἀκροωμένων τοῦτό φησιν· ἢ ἐπεὶ ἐξ Αἰγίνης ἐλθὼν ὁ
Τελαμὼν ἐβασίλευσε Σαλαμῖνος, ἡ δὲ Αἴγινα τῆς Ἀττικῆς.
204 τοῦ Τελαμῶνος τηλόθεν: ἤτοι τοῦ οἴκου
τηλόθεν ὅ ἐστι
205 ὁ μέγας ὠμοκρατὴς | Αἴας: ὁ δυσπέπαντον
καὶ αἰτιώνυμον
ἔχων πάθος ἢ ὁ ὠμὸς καὶ καρτερὸς ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος ἢ ὁ
γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος.
206 ἐν ταραχώδει ζάλῃ κεῖται ὅ ἐστι μανίᾳ.
208 τί δʼ ἐνήλλακται: τί αὐτῷ παρὰ τὴν ἡμερινὴν
ὄχλησιν
γέγονε βάρος; οἷον ἐν τίνι γέγονεν ὁ Αἴας
τῆς ἁμερίας: γράφε δὲ ἀημερίας ἀντὶ τῆς ἀηδοῦς φορᾶς καὶ ἔσται ὁ νοῦς,
ποῖον βάρος ἔλαβεν αὕτη ἡ
νὺξ ἀπὸ τῆς προτέρας ἀηδίας;
211 ἐπεί σε λέχος δοριάλωτον: ἐπεί σε ἔχει ὁ Αἴας δοριάλωτον στέρξασαν τὸ
λέχος σου· ἢ ἄλλως: ἐπεί σε ἀνέχει ὁ Αἴας τὸ δοριάλωτόν σου
στέρξας λέχος· ἀνέχει δὲ ἀντὶ τοῦ ἔχει· παρέλκεται γὰρ ἡ ἀνά.
ἄμεινον στέρξασαν γράφειν.
212 ἀνέχει ἀντὶ ἀνυψοῖ, τιμᾷ.
214 ἄρρητον] κακόφημον μηδὲ λέγεσθαι ὀφείλοντα.
216 τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκτίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών.
217 ἀπελωβήθη: ἀντὶ ἐφύβριστα εἴργασται· ἢ οὕτως, ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν.
219 χειροδάικτα: θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαιχθέντα.
220 κείνου χρηστήρια: τὰ τολμήματα καὶ
πράξεις ἢ τὰ διεφθαρμένα ποίμνια παρὰ τὸ διαχρήσασθαι αὐτά·
δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον.
ἃ διεχρήσατο ἐκεῖνος.
222 αἴθοπος: διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις·
ἢ τὸ θερμὸν
νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω.
225 κλῃζομέναν πεφημισμένην.
226 τὰν ὁ μέγας μῦθος ἀέξει: ἣν ἀγγελίαν πᾶς
227 ὤμοι φοβοῦμαι: τὸ ἐκ τούτου, φησίν, ἀποβησόμενον· εἰκὸς γὰρ τὸν οὕτως
ἐξεστηκότα μηδὲ ἑαυτοῦ
ἀνασχέσθαι· οὐ γάρ, φησί, φοβοῦμαι μὴ
τιμωρηθῇ ὑπὸ τῶν βασιλέων.
228 περίφαντος φανερός ἐστιν ὅτι ταῦτα ἑαυτὸν
διαθήσει.
229 θανεῖται ὑπὸ τῶν Ἑλληνῶν, οὐ θεόθεν.
παραπλήκτῳ τῇ μανικῇ· παραπλὴξ γὰρ ὁ
μανικός.
232 ἱππονόμους τοὺς μεγάλως φυλάττοντας, τοὺς
ποιμένας· οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι.
233 ὤμοι, κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν: ὡς οἰκουροῦσα
τὰ ἔξω ἡ
Τέκμησσα ἠγνόει· δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπʼ αὐτῆς γνῶναι τὴν δὲ
ἀπὸ τοῦ χοροῦ τὰ ἔξω.
235 τὴν μὲν τὴν ποίμνην.
236 πλευροκοπῶν κατὰ τῶν πλευρῶν τύπτων.
237 δύο δʼ ἀργίποδας: ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν
Ὀδυσσέα τὸν
δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. λευκόποδας.
238 τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν: ἴσως τοῦτον ἐνόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατʼ αὐτοῦ.
241 μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει: διπλώσας
τὸν χαλινὸν
παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὁξυτὸν
243 κακὰ δεννάζων: ἀντὶ βλασφημῶν· περιστέλλει δὲ καλῶς τὸν λόγον
φάσκουσα τὰ ῥήματα μὴ εἶναι
τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος
ὑποβολῇ· δαίμονα δέ φησι τὴν μανίαν.
245 ὥρα τινʼ ἤδη τοι κρᾶτα: ὥρα τινὰ ἡμῶν ἀντὶ τοῦ ἕκαστον
ἡμῶν προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν
ὁ χορὸς ὅτι
ἐν μεγίστῳ κακῷ ἐστιν Αἴας τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν
τῶν βασιλέων διαπορεῖται τί πρακτέον αὐτῷ, πότερον ἐγκαλυψαμένους
φεύγειν ὅποι ποτʼ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν· καὶ οὐκ ἔστι
μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην
ἀπαλλαγῆναι ἀλλὰ
σημαίνουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά· εἰώθασι γὰρ οἱ
ἀποροῦντες ἐξ ἀρχῆς τοιαῦτα προφέρεσθαι.
250 μεθεῖναι μετιέναι, φεύγειν· ἕκαστον ἡμῶν,
φησί, δεῖ μεθεῖναι τουτέστι ῥῖψαι ἑαυτὸν ἐν νηὶ καὶ
φυγεῖν.
251 τοίας ἀντὶ μεγάλας.
ἐρέσσουσιν; ἀντὶ εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσσόντων ἀντὶ ἐλαύνουσι, κινοῦσιν.
252 δικρατεῖς οἱ δισσοί.
253 πεφόβημαι κ. ἑ. εὐλαβοῦμαι τὸ λευσθῆναι καὶ
ἄλλως μετʼ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει,
254 ξυναλγεῖν ἀντὶ τοῦ συμπαθεῖν.
256 αἶσʼ ἄπλατος ἀντὶ τοῦ μεγάλη μανία.
257 οὐκέτι αὐτὸν κατέχει ἡ μανία ἀλλὰ λήγει ὡς ὀξὺς νότος ταχέως λήγει ὡς
γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν ὥστε παρατείνειν αὐτὰ ἢ
ταχέως πεπαῦσθαι οἷόν ἐστι καὶ ἐν τῇ κωμῳδίᾳ
259 καὶ νῦν φρόνιμος. ἔμφρων γενόμενος ἥρξατο συμπαρακολουθεῖν τῇ συμφορᾷ καὶ ἀλγεῖν.
261 μηδενὸς ἄλλου παραπράξαντος: οἷον μηδενὸς
συμπράξαντος
καὶ μετασχόντος τῶν ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει
τινὰ παραμυθίαν· περισσὴ δὲ ἡ παρὰ πρόθεσις.
264 φρούδου λείπει τὸ ὄντος.
μείων λόγος ἀντὶ οὐδεὶς λόγος.
265 πότερα δʼ ἂν εἰ νέμοι τις αἵρεσιν: εἰ δοίη τις αἵρεσιν ποῖον ἂν
προκρίνειας, λυπῶν τοὺς φίλους αὐτὸς ἥδεσθαι ἢ λυπῶν τοὺς φίλους καὶ
αὐτὸς λυπεῖσθαι; ἄριστα δὲ ἔχουσιν αἱ ἀντιθέσεις τῶν μὲν οἰομανίαν
πέπαυται ὁ Αἴας τοῦ κακοῦ ἐπάγει ἡ Τέκμησσα ὅτι κακόν
ἐστιν τῷ οὕτως πράξαντι καὶ τὸ πεπαῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ
τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται· καὶ Εὐριπίδης
πρὸς δὲ τὸ ὑπʼ ἐκείνων εἰρημένον ὅτι ἐν εὐτυχίᾳ ἂν εἴημεν
εἰ πέπαυται ἀντιτίθησιν οὕτω, πότερα ἂν ἕλοιο εἴ σοι δοίη τις αἵρεσιν,
λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ
αὐτός τε λυπεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον ὁ μὲν Αἴας
ἐν τῇ μανίᾳ ὤν ἐτέρπετο οἰόμενος τιμωρεῖσθαι τοὺς ἐχθροὺς ἐγὼ δὲ
ἐλυπούμην ὁρῶσα αὐτὸν νυνὶ δὲ παυσάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται
ἐπὶ τοῖς πεπραγ- μένοις λυπεῖ δὲ πάλιν καὶ τοὺς φίλους· νῦν οὖν
δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς
διὰ
τοῦ ἐπιφερομένου
266 ὥσπερ ὁ Αἴας ἐν μανίᾳ ὤν λυπῶν ἡμᾶς αὐτὸς ἥδετο.
269 ἡμεῖς ἄρʼ οὐ νοσοῦντες: ἡμεῖς ἀντὶ τοῦ
273 φρονοῦντας γράφε βλέποντας.
276 ἡμεῖς θʼ ὁμοίως: ἐμοί, φησί, κατʼ ἄμφω τοὺς καιροὺς συμβέβηκεν
ἀνιᾶσθαι αὐτοῦ μὲν τότε ἐξεστηκότος
καὶ τερπομένου νῦν δὲ
σωφρονοῦντος καὶ λυπουμένου. συλλυπησόμεθα.
277 ἆρʼ ἔστι ταῦτα δὶς τόσʹ ἐξ ἁπλῶν: ἁπλῶν μὲν
αὐτὸς συναλγεῖ.
279 πῶς γὰρ εἰ πεπαυμένος: πῶς γὰρ οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα εἰ πεπαυμένος τοῦ κακοῦ μᾶλλον ἐν ἀνίᾳ διάγει;
πεπαυμένος ἀντὶ τοῦ σωφρονῶν.
281 ὡς δʼ ἐχόντων ὅτι κάκιον νῦν ἐκεῖνος
ἔχει.
282 τίς γάρ ποτʼ ἀρχή. ἀντὶ τοῦ τίς ἡ προσβολὴ τοῦ κακοῦντος αὐτὸν θεοῦ;
285 κεῖνος γὰρ ἄκρας νυκτός; περὶ πρῶτον ὕπνον. πιθανῶς δὲ καὶ τὸ τοῦ
χρόνου πρόσκειται· οἱ γὰρ
ἐπιβουλεύοντες τότε τὰς ἐξόδους
ποιοῦνται ὥστε λαθεῖν τὰς παραφυλακάς.
ἡνίχ᾿ ἕσπεροι: ἢ ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἕσπεροι ἀστέρες ἢ ὅτε ἐσβέσθησαν
οἱ λύχνοι· συνετῶς δὲ καὶ οὐ κατὰ μαινόμενον· καὶ ἐκ
ἐννοίας
ἐπιβουλεύοντος ἐπιθέσθαι περὶ πρῶτον ὕπνον· λαμπτῆρες δὲ οἱ κατὰ τὴν
οἰκίαν φαίνοντες λύχνοι.
οἱ κατὰ τὴν ἑσπέραν.
286 ἦθον ἀντὶ τοῦ ᾔθοντο.
287 ἐμαίετʼ ἐζήτει.
κενὰς τὰς οὐκ ἐπὶ χρήσιμον γινομένας.
288 ἐπιπλήσσω ἐνίσταμαι.
290 πεῖραν πορείαν, ὁδόν.
οὔτε του:
ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ
Ἀττικοῖς τὸ οὔτε του ὅταν οὕτως συντάσσηται κοινῶς
λέγεται.
292 ἀεὶ δʼ ὑμνούμενα ἀεὶ θρυλούμενα ὑπὸ πάντων
ἀνθρώπων καὶ κοινὰ ἢ ἀεὶ ὑπʼ αὐτοῦ λεγόμενα
πρὸς ἐμέ·
ὅμοιον δὲ τὸ ἦθος ἐκείνῳ ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε.
294 ἴσως φοβηθεῖσα αὐτὸν οὐ διεκώλυσεν.
295 καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν. τοῦτο μὲν ἀγνοεῖ ἡ Τέκμησσα λέγειν
τοῦτο δὲ προεῖπεν αὐτὰ ὁ
ποιητὴς ὡς ἐνοχλεῖν οὐ δεῖ τὸν
θεατὴν ταὐτολογοῦντα.
297 κύνας βοτῆρας: τοὺς ποιμενικοὺς κύνας· οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον ἀλλʼ ὡς ἔξω τινὰς ἀνελών.
ὑφʼ ἕν.
298 ηὐχένιζε τὸν τράχηλον ἀπέκοπτεν,
ἐλαιμοτόμει.
299 ἔσφαζε κἀρράχιζε: ὅπερ Ὅμηρος αὐερύειν ψησὶν ὥστε κατὰ τοῦ λαιμοῦ γίνεσθαι τὴν σφαγήν.
300 ὥστε φῶτας δηλονότι κύνας βοτῆρας ὥστε
φῶτας.
301 τέλος δʼ ἀπᾴξας: ἡ μὲν Τέκμησσα ἠγνόει τίνι ἡμεῖς δὲ μεμαθήκαμεν
ἐκ τοῦ προλόγου ὅτι Ἀθηνᾶ ἦν ἡ λαλήσασα αὐτῷ· τὸ δὲ σκιᾷ τινι ὅτι οὐ
συνέβαλεν τὰ περὶ τὴν θεὸν καὶ ὅτι ἴδιον τοῖς μαινομένοις τὸ τοῖς
ματαίοις λαλεῖν· ἀγνοοῦσα δὲ ὅτι ἡ Ἀθηνᾶ αὐτὸν ἐκάλεσεν διά τοῦ ἀπᾴξας
τὴν
ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν.
302 λόγους ἀνέσπα τουτέστι ῥήματα καταγέλαστα
λέγων κατὰ τῶν κριῶν ὡς κατὰ ἀνθρώπων ἐποιεῖτο τὴν κόλασιν.
307 οὐχ ὅτι τοῦτο ἀλγεινόν, τὸ ἀνελεῖν τὰ ποίμνια
ἀλλʼ ὅτι
διήμαρτεν τῆς τιμωρίας τῶν ἐχθρῶν.
308 θώυξεν: ἐβόησεν· τὸ δὲ ἑξῆς, ἐν δὲ τοῖς ἐρειπίοις τῶν νεκρῶν τοῦ
ἀρνείου φόνου. ἐν δʼ ἐρειπίοις | νεκρῶν: ἐν τοῖς πτώμασι τῶν νεκρῶν
καταπεσὼν ἔκειτο· θαυμαστῶς δὲ ὑπʼ ὄψιν
ἤγαγεν τὰ πράγματα
μεταξὺ τῶν πτωμάτων τὴν φαντασίαν ἐπιδεικνὺς οἷον καὶ τὸ παῤ Ὁμήρῳ περὶ
τοῦ Κύκλωπος
γὰρ
τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρίπια καλοῦνται καὶ αἱ ἐρίπναι ἐνταῦθα καὶ τὰ
ἐρίπια· τινὲς δὲ ἐρεισθεὶς γράφουσιν οἷον ἐπερεισάμενος.
309 ἐρειφθεὶς γράφε ἐρεισθείς.
312 οὐκ ἔχων ἐπιβολὴν τῆς αἰτίας τῶν πεπραγμένων ἐμὲ ἠρώτα τὸ συμβάν· πάνυ δὲ περιπαθὲς τὸν ἐμφρονέστατον Αἴαντα παρὰ τῆς γυναικὸς πυνθάνεσθαι τίνα ἐστὶν ἃ ἔπραξεν αὐτός.
314 κυροῖ τὸ κυρῶ περισπωμένως φησὶν ἡ συνήθεια
καὶ Ἀττικοί, ἐν δὲ
318 οὐκ εἰώθει, φησίν, ὁ Αἴας ἐν τοῖς κακοῖς ἀπολοφύρεσθαι ἀλλʼ ἦν
καρτερικός· ἔλεγεν οὖν, φησίν, ἀεὶ κακοῦ ἀνδρὸς τὸ ὀλοφύρεσθαι ὁποῖόν
φησι καὶ ὁ Ἡρακλῆς ἐν Τραχινίαις
ὁ οὖν Αἴας πρὸ τούτου εἰ συνέβη τι αὐτῷ δεινὸν ὡς ταῦρος
ἀνεβρυχᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν.
325 σιδηροκμῆσιν τῷ σιδήρῳ φονευθεῖσιν ὡς
ἀνδροκμῆσιν.
326 καὶ δῆλός ἐστιν ὥς τι δρασείων: προσεκτικὰ πρὸς τὸν ἀκροατὴν ἴνα προσέχῃ ἀκριβέστερον προσδοκῶν τὸ συμβησόμενον.
328 ἀλλʼ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην.
τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι. τοῦτο πρὸς τὸ
μέγεθος τῆς συμφορᾶς.
330 φίλων γὰρ οἱ τοιοίδε νικῶνται: δηλονότι καὶ οἱ κακοπραγοῦντες
ἀπονέμουσιν αἰδῶ τινα τοῖς φίλοις· ἡ οὖν Τέκμησσα ἅτε δὴ γυνὴ οὖσα καὶ
αἰχμάλωτος οὐχ οἶα τε αὐτὸν παραμυθεῖσθαι ἀλλὰ τὸν χορὸν προτρέπεται
εἰσιέναι, ἐπειδὴ δὲ ἄτοπον τὸν χορὸν
ἀπολιπεῖν τὴν σκηνὴν
ἀναβοᾷ ἔνδοθεν ὁ Αἴας ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ
θεατής.
332 διαπεφοιβάσθαι. ἐκμεμηνέναιπαρὰ τὸν φοῖτον· ἢ ἀπὸ τῶν φοιβωμένων καὶ ἐνθουσιώντων· καὶ γὰρ ἐκεῖνοι μανίᾳ τινὶ ὅμοιον πάσχουσί τι.
333 ὁ Αἴας ἔνδοθεν ἀναστενάζει.
334 τάχ᾿ , ὡς ἔοικε: τάχα, ὡς φαίνεται, μᾶλλον στενάζει, ὡς νῦν αὐτοῦ
μᾶλλον παρωξυμμένου ἢ πρότερον, εἶτα πρὸς τὸν χορὸν τὰ ἑξῆς
βαύζει
337 ἀνὴρ ἔοικεν ἢ νοσεῖν: ἢ ἔτι νοσῶν ἀναβοᾷ ἢ μεταγνοὺς ἐπὶ τοῖς πεπραγμένοις.
339 παρέλκει τὸ παῖ· ἡ δὲ Τέκμησσα ἐνόμισεν αὐτὸν τὸν παῖδα καλεῖν.
340 ὤμοι τάλαινʼ· Εὐρύσακες: ἀπορούσης τὸ
ἀνέλῃ αὐτὸν μαινόμενος.
341 ποῦ ποτʼ εἶ; ὁ παιδαγωγὸς αὐτὸν ἔξω
εἶχεν.
342 Τεῦκρον καλῶ ποῦ Τεῦκρος;: μεταβαίνει ὁ Αἴας ἐπὶ πολλὰ ἴνα δὴ
πλείονες αἱ ἀγωνίαι γίνωνται. ἄλλως: ἴδιον τοῦ κακῶς ἔχοντος τὸ μὴ ἐφʼ
ἓν τῶν
λυπούντων ποιεῖσθαι τὴν ἀναφοράν· ἐπιζητεῖ δὲ
Τεῦκρον ἵνα παράθηται αὐτῷ τὸν παῖδα ὃν ἀφίησι τῷ χορῷ μὴ εὑρὼν τὸν
Τεῦκρον· τὸ δὲ ἀπεῖναι Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν
αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς
ἐγένετο
κρείττων.
344 ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλʼ ἀνοίγετε: ἐκ τοῦ καλεῖν τὸν Τεῦκρον
στοχάζονται καὶ ἀνοίγειν κελεύουσιν ἴνα αἰδεσθείη θεασάμενος· οἷον τάχ᾿
ἂν αἰδεσθείη με ἢ οἷον τάχα ἂν ἐφʼ ἡμῖν αἰδεσθείη ἀπολιπὼν ἡμᾶς
ἀνάρχους καὶ ὑποχειρίους τοῖς ἐχθροῖς.
346 προσβλέπειν δʼ ἔξεστι: ἐνταῦθα ἐκκύκλημά τι γίνεται ἴνα φανῇ ἐν
μέσοις ὁ Αἴας ποιμνίοις· εἰς ἔκπληξιν γὰρ φέρει καὶ ταῦτα τὸν θεατήν, τὰ
ἐν τῇ ὄψει περιπαθέστερα· δείκνυται δὲ ξιφήρης, ᾑματωμένος
μεταξὺ τῶν ποιμνίων καθήμενος.
348 ἰὼ φίλοι ναυβάται: τάχιστα τὸ πᾶν ἀπήγγειλεν
πανταχόθεν περιτρέχον ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει ὅτι κατʼ
οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα.
350 ὀρθὸν νόμον τὸν τῆς φιλίας φησίν.
353 ἀμφίδρομον τὸ ἑλικοειδές, ὃ βαπτίζει τὰς
ναῦς.
354 οἴμ᾿ ὡς ἔοικας: ὁ χορός ἐστιν ὁ λέγων· οὐ γὰρ εὐπρεπὲς τὴν Τέκμησσαν
τὸν λόγον ὑφαρπάζειν λεγόμενον πρὸς τὸν Αἴαντα· ἐν ταῖς γὰρ ἀμφιβολίαις
τῶν προσώπων δεῖ τοῦ ἤθους στοχάζεσθαι καὶ διαστέλλειν
τὸ
πρόσωπον· ἔοικεν οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι γέγονας· τὸ γὰρ
ἀφροντίστως οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου ἐν
χειμῶνι γέγονας· ἢ οὕτω πρὸς τὴν Τέκμησσαν ὁ λόγος, νομίζω σε
ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας Αἴαντος·
οὕτω γὰρ
τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη.
356 ἀφροντίστως μανικῶς.
357 ναΐας τῆς ναυτικῆς ἐπεὶ ναυτικοὶ δοκοῦσιν
οἱ νησιῶται.
358 ἐλίσσων κωπηλατῶν· εἴρηται δὲ παρὰ τὸ
ἀμφιελίσσας.
360 ποιμένων: τῶν κηδομένων, τῶν βοηθῶν ὡς καὶ ποιμαίνειν τὸ φροντίζειν.
ποιμένων: τῶν ἐμὲ ποιμαινόντων καὶ θαλπόντων· τὴν αὐτὴν οὖν μοι
προαίρεσιν λάβε καὶ εὔξαι με
ἀποθανεῖν ἢ σφάξον με σὺν τοῖς
θρέμμασιν· οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖσθαι
ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων, ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ
μεγαλοφροσύνη δείκνυται τοῦ Αἴαντος.
362 εὔφημα φώνει· μὴ κακόν: τὸ ἐξῆς, μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον
ποίει τῆς ἄτης τὸ πῆμα (ἄτην δὲ τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον) ὅ ἐστι
χεῖρον τῆς μανίας· τοῦτο δέ φησιν ἐπεὶ ὁ Αἴας λέγει τῷ χορῷ
366 ἀφόβοις τοῖς μὴ φόβον ἐμποιοῦσι, θηρσὶ δὲ
προβάτοις.
367 οἷον ὑβρίσθην ἄρα: ὅτι οὐδὲν αὐτοῦ ἄλλο ἅπτεται ὡς τὸ τῆς ἀσχημοσύνης ὅτι κατὰ τῶν μηδενὸς ἀξίων ἠνδρίσατο.
368 μή, δέσποτʼ Αἴας: τοῦτο Τεκμήσσης ἐστὶ καὶ παρὰ μέρος γίνονται αἰ
παραμυθίαι οἷα τὰ τῶν φίλων ἐστὶν ἐν ταῖς τοσαύταις συμφοραῖς
παραμυθουμένων
ἐπιπλήσσει (εἰώθαμεν
γὰρ τοῖς ἐγγυτέρω παρρησιάζεσθαι) οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν.
371 πρὸς θεῶν: τοῦτο ὁ χορὸς τῆς Τεκμήσσης σιγησάσης διὰ τὴν ἐπιτίμησιν,
οὐ μὴν πρὸς τοῦτο ἀποκρίνεται ὁ Αἴας ἀλλʼ ἀνοιμώζει πάλιν· ἔστι γὰρ
καὶ τοῦτο ἴδιον τῶν καμνόντων ὥστε μὴ ἀκολούθως
φθέγγεσθαι.
377 ἐπʼ ἐξειργασμένοις ἐπὶ τετελεσμένοις καὶ
ἴασιν οὐκ ἔχουσιν κατὰ τὸ Σιμωνίδου
378 ὅπως ταῦτα μὴ οὕτως σχοίη.
380 κακῶν ὄργανον πανοῦργε καὶ περίεργε.
381 κακοπινέστατον; τὸν πίνον ποτὲ μὲν ἐπὶ τῆς ἰδέας ποτὲ δὲ ἐπὶ τοῦ
ἤθους· ἐνταῦθα οὖν τὸν κακοήθη· ἀντὶ τοῦ κολάκευμα, τρίμμα.
κακοπινέστατον; ῥυπαρόν·
πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ
οὐ καθαρόν, ἄλλοτε ἄλλα νοῶν.
ἄλημα ἀπάτημα,
382 τοῦτο μάλιστα αὐτοῦ ἅπτεται, τὸ τῷ ἐχθρῷ καταγέλαστον εἶναι.
383 ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ: κινδυνεύει εἰς ἐναντίον εἶναι τὸ διανόημα
ἐὰν νομίζωμεν φάσκειν τὸν χορὸν ὅτι θεοῖς ἀρέσκει γελᾶν ἐκεῖνον καὶ
ἐφήδεσθαί σοι· τοῦτο γὰρ προτροπὴν μᾶλλον φέρει εἰς τὸν
θάνατον Αἴαντι· ἀκουστέον οὖν οὕτως, οὐχ ὅτι θεῷ ἀρέσκει γελᾶν ἐκεῖνον
ἀλλʼ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν· εἰκὸς οὖν
καὶ ἡμῖν, φησί, βοηθήσειν τὸ θεῖον· ἢ οὕτω, θεὸς καὶ τὸ γελᾶν καὶ τὸ
κλαίειν δίδωσιν· πῶς οὖν σοῦ ἔχει καταγελάσαι
Ὀδυσσεὺς
αἴτιός σοι γεγονὼς τῆς ἀτυχίας ὅπου γε παρὰ θεῶν δίδοται;
384 τοῦ χοροῦ τὸν περὶ θεῶν λόγον ἐμβαλλομένου οὐκ ἀφίεται ὁ Αἴας ἀλλʼ
ὑπὸ τῆς ἰδίας δυνάμεως ἐπαίρεται· φησὶν οὖν, ἴδοιμι αὐτὸν καίπερ οὕτω
κακούμενος· δῆλον γὰρ ὅτι ἀμύνομαι εἰ καὶ θεοὶ
συλλαμβάνουσιν αὐτῷ.
ἀτώμενος ἄτης πεπληρωμένος.
386 μηδὲν μέγ᾿ εἴπῃς ὁποῖον καὶ τὸ ἐν λέκτρα
389 ἄλημα: πλάνημα καὶ παραλογιστικὸν πανούργημα ἢ περίτριμμα παρὰ τὸ λέπειν.
αἱ τοιαῦται προσφωνήσεις οὐ διαλύουσι τὴν ὑπόἵνα
392 ἐπειδὴ
κἀμοὶ οὖν
εὔχου ἀποθανεῖν.
395 τουτέστιν ὡς ἐμοὶ φαεινότερον τοῦ ἡλίου, ὡς ἐμοὶ χρῆσθαι κριτῇ· ἢ παρέλκει τὸ ὡς.
ὡς εἴ τις τὸν θάνατον σωτηρίαν νομίσειεν.
397 οὔτε γὰρ θεῶν γένος οὔτε ἀνθρώπων γένος
ὁρᾶν ἔτι ἄξιόν
μοι εἰς ὠφέλειαν· ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου· ἢ οὕτως, εἰς ὄνησιν
ἀνθρώπων, ὠφέλεια οὐκ εἰσί μοι
398 τὸ ἐξ ἁμερίων ἀνθρώπων.
400 εἰς ὄνησιν εἰς ἡδονήν.
401 καὶ ταῦτα χρησίμως κατὰ τὸν χορὸν ἵνα ἐπίστανται πόθεν ἡ καταρχὴ τῆς
μανίας· ἔδει οὖν οὐ παρὰ ἄλλου μαθεῖν ἢ παῤ ἐκείνου τοῦ πεπονθότος·
συνίησι γὰρ πεπλανημένος ὑπὸ Ἀθηνᾶς· ἡ γὰρ Τέκμησσα
τὸ ὅλον
ἀγνοεῖ.
402 ὀλέθριον μέχρι θανάτου.
403 φύγῃ: γράφε τράπῃ.
404 ποῦ ἐλθὼν παραμενῶ; πανταχοῦ γὰρ ἕπεται ἡ θεὸς αἰκιζομένη.
405 τὰ μὲν
τὴν κατὰ τὴν κρίσιν τῶν ὅπλων.
407 ἄγραις διὰ τὴν ἀναίρεσιν τῶν βοτῶν.
408 δίπαλτος: ἀμφοτέραις ταῖς χερσὶν οἷον περιδεξίως με φονεύοι· παντὶ
σθένει ὡς Δίδυμος· ἢ ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια ὡς
Πῖός φησιν.
τὴν ἀπὸ τῶν ἐχθρῶν ἐπιβουλὴν προβάλλεται.
410 τοιαῦτα φωνεῖν ἃ πρότερον οὐκ ἂν ἔτλη γενναιότατος ὤν.
412 πόροι: ποταμοὶ εἰς θάλασσαν ῥέοντες· οὐ
τοὺς ἐν Σαλαμῖνι
δέ φησιν ἀλλὰ τοὺς ἐν Τροίᾳ. ποταμοί.
413 νέμος ἐπάκτιον τὸ ἄλσος τοῦ ὄρους τῆς Ἴδης
τὸ παράλιον.
417 ἀμπνοὰς ἔχοντα ζῶντα.
τοῦτο ὅτι οὐκ ἔχω ἔτι ζῆν.
418 ἰὼ Σκαμάνδριοι: οὐκ ἔστιν ἡ διαστολὴ πρὸς τοὺς Τρῶας ὡς τοῦ
Σκαμάνδρου μᾶλλον τὰ τῶν Ἑλλήνων αἱρουμένου ἀλλʼ οἷον ἐμοὶ ἐχθραὶ ῥοαί,
εὔφρονες δὲ τοῖς Ἀργείοις τοῖς ἐμοῖς
πάντα ἐστὶ τοῦ ἀνακρουομένου τὸν θάατον.
420 εὔφρονες διὰ τὸ ποτόν.
421 οὐκέτʼ ἄνδρα: οὐ νεμεσητὸν Αἴαντι μεγαλαυχεῖσθαι· ὅταν μὲν γάρ τις ἐν
μετρίᾳ διαγωγῇ ᾖ τότε εὔσχημον περιστέλλειν τὰ ἑαυτοῦ πλεονεκτήματα
ἀπηυδηκότα
αὐτοῦ.
422 ἔπος ἐξερῶ μέγα κομπάσω.
428 οὔτοι σ᾿ ἀπείργειν: ὁ χορός ἐστιν ὁ λέγων· ἐνδίδωσι γὰρ τῷ Αἴαντι κάμνοντι ὅπερ ἐστὶν εἶδος παραμυθίας, ἡ δὲ Τέκμησσα τοῦτο οὐκ ἐποίει.
429 ἔχω ἀντὶ τοῦ δύναμαι.
430 αἶ αἶ· τίς ἄν ποτʼ ᾤεθ’ ὧδʼ ἐπώνυμον: ἐντεῦθεν μακρὰν ῥῆσιν μηκύνει ὁ
Αἴας· ἔστι δὲ καὶ τοῦτο ἀρχαιότροπον, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς
συμφοράς· καλῶς μὲν οὖν πράττων οὐκ ἂν
ἐμέμνητο τοῦ
διανοήματος ἐν συμφορᾷ δὲ ὤν.
ἐπώνυμον κ. ἑ. συνῳδὸν ἔσεσθαι καὶ ἐπώνυμον
τοῖς
433 περιπαθῶς τὰ τοῦ πατρὸς κατορθώματα
παραλαμβάνει· οὐκ
ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι.
434 Ἰδαία τὸ πάλαι ἡ Τροία ἐκαλεῖτο.
435 εἴληφε τὴν Ἡσιόνην παρὰ τοῦ Ἡρακλέους.
437 πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸς
κακοπαθῆσαι ἀλλὰ
μὴ ἐλάττονα.
439 λείπει ἡ διὰ ἵνʼ ᾖ διʼ ἐμῆς χειρός.
ἀρκέσας δείξας, βοηθήσας, ποιήσας.
440 Ἀργείοισιν ἀντὶ τοῦ ὑπὸ Ἀργείων· ἢ ἀρκέσας
Ἀργείοις ἄτιμος ὢν ἀπόλλυμαι.
441 τοσοῦτον ἀντὶ τοῦτο.
442 χάριεν τὸ διανόημα.
ἐπεξιὼν τὰς ἑαυτοῦ συμφορὰς καταλέγει πρῶτα τὰ κατὰ τὴν ἀδικίαν τῆς
κρίσεως· τοῦτο γάρ ἐστι τὸ πρῶτον αὐτὸν λελυπηκός· εἰπὼν δὲ τὰ ἴδια
κατορθώματα
διεξῆλθεν καὶ ὡς συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ
χωρίον ἀνδραγαθία.
445 παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ, πανούργῳ καὶ ἀναιδεῖ.
446 ἀνδρὸς τοῦδʼ| δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ.
448 γνώμης ἀπῇξαν τῆς ἐμῆς: οἷον εἰ μὴ διὰ ἔκστασιν τοῦ δέοντος ἐξέπεσον αἱ διάνοιαί μου οὐκ ἄν ποτε ἄλλου οὕτως ἀδίκως κατεψηφίσαντο· ὡς καὶ παρʼ Ὁμήρῳ
ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.
450 ἀδάματος παρθένος, ἄζυγος.
453 αἱμάξαι παρὰ τὴν αἰχμὴν αἰχμάξαι.
455 οὐχ ἑκόντος γράφε οὐκ ἔχοντος, τὸ ἔγκλημα
τῆς φυγῆς αὐτῶν· πάνυ δὲ γενναίως ἐμμένει τῷ λήματι· τὸ γὰρ ἐφʼ ἑαυτῷ
ἀνῃρηκέναι φησὶ τοὺς
Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπʼ ἐκείνων
ἀλλὰ διὰ τὴν ἐπήρειαν τῆς θεοῦ.
458 ἐχθαίρομαι διὰ τὸ πεπλανῆσθαι ὑπὸ τῆς
θεοῦ.
460 ναυλόχους λιπὼν ἕδρας τὸν ναύσταθμον.
462 καὶ ποῖον ὄμμα πατρί: αἰσχύνεται ἄνευ ἀριστείων φανῆναι τῷ πατρὶ καὶ φυγὰς ἀκούειν· δαιμονίως δὲ ἀνθυπάγει αὐτῷ τὰ τῆς ἀπαλλαγῆς καὶ τοῦτο ἀναλύει νᾷ μὴ λυθῇ ἡ ὑπόθεσις.
464 γυμνὸν ἀντὶ τοῦ ἔρημον· μεγαλοφυῶς δὲ
οἴεται ἑαυτὸν τὸ πᾶν εἶναι.
467 πρὸς ἔρυμα πρὸς τὸ τεῖχος.
469 ἀλλʼ ὧδέ γ᾿ Ἀτρείδας: ἀλλʼ ἐφησθήσονται οἱ Ἀτρεῖδαι ἐάν τι γενναῖον
δράσας πρὸς τοὺς Τρῶας
ἀποθάνω ἀγνοοῦντες ὅτι ἑκουσίως
γέγονέ μοι ὁ θάνατος· καλῶς δὲ οὐκ ἐπήνεγκεν τὴν ἀληθῆ δόξαν ἕως ἂν
δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ.
472 φύσιν γ᾿ ἄσπλαγχνος φύσιν τουτέστιν ἀσθενῆ
καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός· ἄσπλαγχνος δὲ
ἄτολμος,
ταπεινός, δειλόψυχος.
474 ὅστις διαλλαγὴν οὐ δέχεται
475 τί γὰρ ἡμέρα μία ἔχει προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλομένη τοῦ θανεῖν τέρπειν τὸν ἄνθρωπον;
478 θερμαίνεται χλιαίνεται, θάλπεται· τὸ γὰρ
τοιοῦτον ἐξαπατᾶν ἑαυτὸν ἐν ψευδολογίᾳ διάγοντα.
479 καλῶς φιλοσόφως τὸ καλὸν ἐν ἀμφοτέροις.
481 γνήσια τῆς διανοίας
παῦσαι τὸ
πᾶν ἀναθεὶς ἡμῖν.
485 ὦ δέσποτʼ Αἴας: Τεκμήσσης ὁ λόγος· οὐ γὰρ
ἐμφαῖνον· καὶ ὅταν τὰ ἑαυτῆς καταβάλῃ τεχνικῶς
ἐπιχειρεῖ μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα· δεῖ οὖν τοιούτους
λόγους
τῆς ἀναγκαίας τύχης. διπλῶς φασι τὸ ἀναγκαῖον,
ποτὲ μὲν ἐπὶ
τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡς ἂν εἴποιμεν ἀναγκαίως τὸ πῦρ
θερμὸν καὶ τὸ γάλα λευκόν, ποτὲ δὲ ὡς ἐπὶ τοῦ
ἐξ ἀνάγκης γινομένου ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φησί.
τῆς δυστυχίας· τεχνικὸς ὁ λόγος ἐκ προοιμίου καὶ
εἰς ἔλεον
ἱκανὸς ἐπισπάσασθαι.
488 σθένοντος ἐν πλούτῳ εἴπερ τινὸς τῶν Φρυγῶν ἀντὶ ὡς οὐκ ἄλλου τινός.
490 σῇ μάλιστα χειρὶ τῇ αἰχμαλωτισάσῃ με.
491 εὖ φρονῶ τὰ σὰ εὔνους σοι καθίσταμαι.
492 καί σ᾿ ἀντιάζω: κάλλιστα ἀμφοτέροις τοῖς ὅρκοις ἐχρήσατο· μέγιστον
γὰρ δικαίωμα τὸ τῆς αὐτῆς ἑστίας ἐπιτυχεῖν ὁπότε καὶ τῶν πολεμίων διὰ
ταῦτα φειδόμεθα· καὶ τὸ σεμνὸν τῆς κοίτης χρήσιμον ὅπου γε καὶ τὸ
σεμνότατον τῶν προσώπων περὶ δικαιωμάτων
ὄνομα ἐξεῦρεν
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο τὴν εὔνοιαν δηλῶν τῶν οὕτως συνιόντων ἐπιμονῇ παιδοποιίας.
493 συνηλλάχθης συναλλαγὰς ἔχεις, γάμῳ
συνεζεύχθης.
495 τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς: εἰδυῖα ἀγριαίνοντα τὸν Αἴαντα πρὸς
τὰς ἐπιτιμήσεις διαρρήδην μὲν οὔ φησι, μὴ διάφθειρε σαυτὸν στοχαζομένη
δὲ τοῦ καιροῦ ἔξωθεν περιέρχεται τὰ ἐπακολουθοῦντα
λέγουσα
ὅτι ὑποχειρίαν με τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις.
ἡ ὑπὸ πρὸς τὸ χειρίαν, ὑποχειρίαν δούς.
497 ταύτῃ: ἀντὶ τοῦ οὕτως, κατὰ τοῦτον τὸν τρόπον.
499 δούλιον ἕξειν τροφήν: οὐ ψιλὸν τὸ τῆς δουλείας εἶπεν ἀλλὰ καὶ ὅσα
ἔνεστιν εἰπεῖν τινα ἰδόντα αὐτὴν ἐν δουλείᾳ· καὶ ἡ τοιαύτη δὲ διδασκαλία
Ὁμήρου
501 ἰάπτων γράφε ἀτίζων, ὑβρίζων.
ἴδετε τὴν ὁμευνέτιν Αἴαντος παρὰ τὸ Ὁμηρικὸν
503 τρέφει αὔξει, ἔχει.
504 δαίμων νῦν ἡ δουλεία.
505 σοὶ δʼ αἰσχρὰ τἄπη: καὶ διὰ τὴν εὐγένειαν καὶ διὰ τὴν ἀνδρείαν· διὰ
μὲν τοῦ σοὶ τὴν ἀνδρείαν διὰ δὲ
τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών.
506 ἀλλʼ αἴδεσαι μέν: καλῶς ἐπὶ μὲν τοῦ πατρὸς ἐν γήρᾳ μακρῷ ἐπὶ δὲ τῆς
μητρὸς πολλῶν ἐτῶν κληροῦχον· ὁ γὰρ ἐπὶ ἀμφοτέρων ἑνὶ χρησάμενος ὀνόματι
ἐπιτεμνόμενος τὸν λόγον, τὸ δὲ ἐγχρονίζειν ταῖς
διηγήσεσιν
ἀνυστικώτερον· θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς οὐδαμοῦ τοῖς τοιούτοις
ὀνόμασι χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ
παιδός.
508 κληροῦχον μέτοχον, κεκληρωμένην, κλῆρον
ἐσχηκυῖαν.
ἥ σε πολλάκις θεοῖς ἀρᾶται: τοῦτο οἰκείως ἐκ τῆς φύσεως στοχαζομένη παρέλαβεν.
510 εἰ τῆς νέας τροφῆς
512 ὑπʼ ὀρφανιστῶν μὴ φίλων: ὀρφανισταί εἰσιν
ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται.
514 ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν: καὶ τοῦτο Ὁμηρικὸν
516 τὸν φύσαντα ὡς τούτου ἰδίῳ θανάτῳ
τετελευτηκότος.
517 θανασίμους ἀντὶ νεκρούς.
520 ἀλλʼ ἴσχε κἀμοῦ: καλῶς τὸ κἀμοῦ οἷον μετὰ τὸν πατέρα καὶ τὸν υἱὸν
κἀμὲ ἔν τινι μοίρᾳ κατάθου·
αἴσθεται γὰρ τῆς τύχης ἐν νῦν
ἐστιν· αἰδημόνως δὲ αὐτὸν ὑπομιμνήσκει τὰ τῆς εὐνῆς· διὰ τούτου γὰρ
μάλιστα δοκεῖ αὐτὸν πείθειν· ὁ δέ γε Εὐριπίδης μαστροπικώτατα εἰσάγει
τὴν Ἑκάβην λέγουσαν
522 ἡ φύουσα γὰρ τὴν χάριν χάρις ἐστὶ προϋπάρξασα.
τίκτουσ᾿ φύουσα.
523 ὅτου δʼ ἀπορρεῖ μνῆστις:
οὗτινος.
μνῆστις μνήμη.
525 ἔχειν σʼ ἂν οἶκτον: δυσωπητικὰ τὰ τοιαῦτα· εἰ γὰρ ὁ ξένος ᾤκτειρε πόσῳ μᾶλλον ὁ Αἴας; ἔλεον.
527 καὶ κάρτʼ ἐπαίνου τεύξεται: οὐχ οἷον καθʼ ἃ εἶπεν ἀλλʼ ἐὰν πείθηται
κατὰ πάντα ἐμοί· ὁ γὰρ Αἴας ἐγνωκὼς ἑαυτὸν ἀποσφάττειν ἐβούλετο πρὸ τοῦ
θανάτου τὸν παῖδα ἰδεῖν· εἰκότως οὖν τοῦτο πάλιν λέγει, ὅτι ἄριστόν ἐστι
τὴν γυναῖκα πειθαρχεῖν εἰς
ἅπαντα τῷ ἀνδρί· ἔοικεν γὰρ
ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον.
531 καὶ μὴν φόβοισί γ᾿ αὐτόν: τῶν φόβων χάριν ῥύσασθαι θέλουσα ἐξήγαγον·
οὐκ ἄντικρυς μὲν ἀντιλέγει ἀναβολὰς δὲ πράττεται ὡς ὑποκεκινηκότι μὴ
πιδτεύουδα.
534 πρέπον γέ τἂν ἦν δαίμονος: ἦν καὶ τοῦτο
535 εἰς τοῦτο ἀρκέσαι τῷ παιδί.
537 τί σε, φησίν, ἐκ τῶν παρόντων ὠφελήσαιμι καὶ τί βούλει σοι γενέσθαι;
542 εὐθύνων διδάσκων, παιδεύων.
543 ἐγγὺς ὄντι ἢ ἀπολιμπανομένῳ τῆς κλήσεως;
545 αἶρʼ πρόσφερε·
547 εἴπερ ἔστιν ἐμὸς οὐκ εὐλαβηθήσεται τὸν
φόνον τῶν
ποιμνίων.
548 ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτόν: νῦν τὸ ὠμοῖς ὡς κατὰ τῶν καρπῶν
549 πωλοδαμνεῖν ὡς πῶλον γυμνάζειν.
550 παῖ, γένοιο πατρός. μέτριος ὁ λόγος, ἡ δὲ ὁμοία εὐχὴ καὶ παρʼ Ὁμήρῳ
Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ
552 καίτοι σε καὶ νῦν τοῦτό γε: ἐπειδὴ κατεύχεται αὐτῷ εὐτυχίαν φησὶν ὅτι καὶ νῦν σε μακαρίζω ὅτι μικρὸς ὢν οὐκ αἰσθάνῃ τῶν ἐμῶν κακῶν.
ζηλοῦν μακαρίζειν.
554 ἐν τῷ φρονεῖν γάρ. ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι
τῶν κακῶν
ἐπεὶ ἔσται γελοιότατον δόγμα ὡς τιμῶντος τὴν ἀφροσύνην.
554b τὸ μὴ φρονεῖν γάρ: δεῖ λαβεῖν τοῦτο ὡς ἐπὶ παιδίου· οὐ γὰρ καθόλου
τὴν ἀφροσύνην προκρίνει· ὁ δὲ νοῦς, ἐν τῷ νηπίῳ κακὸν μὲν τὸ μὴ φρονεῖν
κακὸν δὲ ὅμως ἀνώδυνον· καὶ Εὐριπίδης νέα γὰρ φροντὶς
οὐκ ἀλγεῖν φιλεῖ·
556 ἀντὶ τοῦ δεῖ σε ἐκδικῆσαι τὸν πατέρα.
558 κούφοις πνεύμασιν κούφῃ καὶ ἀπαλῇ ζωῇ· τῇ
δὲ μεταφορᾷ τῶν μικρῶν φυτῶν ἐχρήσατο ἅτινα οὐδὲν σφοδρὸν δύναται
ὑποφέρειν, οὐ καύσωνα, οὐκ ἄνεμον.
562 διὰ τί, φησίν, ἐνταῦθα τρανῶς ἐκφέρει τὴν
ἑαυτοῦ γνώμην
ὁ Αἴας ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥητέον οὖν ὅτι ἐν ἤθει οἷον εἰ
γένοιτό τις περὶ ἐμὲ συμφορὰ μὴ δείδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα ἀντὶ
ἐμοῦ· ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πάθους προ- αγόμενος.
563 ἔμπα ὅμως.
καὶ εἰ ἔκδημος νῦν ἐστιν.
564 τηλωπὸς οἰχνεῖ: φυλακὴν ἔχων τῶν ἐχθρῶν, λέγοι δʼ ἂν τῶν Θρᾳκῶν· περὶ
γὰρ τὰ τελευταῖα τοῦ Τρωικοῦ πολέμου ἐσυμμάχουν τοῖς Τρωσὶν οἱ Θρᾷκες,
γνόντες δὲ τοῦτο οἱ Ἔλληνες φρουροὺς ἔταξαν
προμηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν
ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον· καὶ πρέσβεις δὲ
ἀποστείλαντες οὐκ ἔπεισαν.
τηλωπὸς γράφε τηλουργός.
θήραν γράφε φρουράν.
565 προθυμοτέρους αὐτοὺς καθίστησι· κοινὴν
570 ὥς σφιν γένηται γηροβοσκός: πάνυ περιπαθῶς
τὸ ἐπὶ γονεῦσι
καὶ παισὶ διαθήκας ποιῆσαι· θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς
Τεκμήσσης
Τεύκρου φυλακὴν
προβαλλόμενος τοῦ δὲ μὴ γελασθήσεσθαι ὑπʼ ἐκείνων τὴν τοῦ παιδὸς ἀρετὴν
ὅν φησι καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον, πρὸς δὲ τὰ περὶ τῶν
γονέων ὅτι ἀντʼ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσάκης.
571 ἕως τελευτήσωσι.
572 πιθανῶς τὸν Αἴαντα ἐπὶ τὸν περὶ τῶν ὅπλων λόγον ἰέναι συνεχῶς· ἅπτεται γὰρ αὐτοῦ μάλιστα· ἀνθρώπινον δὲ καὶ μάλα φυσικὸν τὸ συνεχέστερον μεμνῆσθαι περὶ ὧν ἐν νῷ ἔχομεν.
ἀγωνάρχαι ἀγωνοθέται.
573 ὁ λυμεὼν ἐμὸς ὁ Ὀδυσσεύς.
574 ἀλλʼ αὐτό μοι σύ, παῖ: πέπεισται ὡς οὐδὲν ἀπολειψομένου τοῦ παιδὸς
τῆς αὐτοῦ ἀρετῆς· τὸ μὲν σάκος διὰ τὸ ἐξαίρετον τῷ παιδὶ φυλάσσειν
κελεύει
τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν· ἐπίσταται γὰρ καὶ
αὐτὰ περιμάχητα ἐσόμενα· οἶδεν
579 ἐπισκήνους κατὰ τῶν σκηνῶν.
581 πύκαζε ἀσφαλίζου.
οὐ πρὸς ἰατροῦ σοφοῦ: οὐκ ἔστιν ἰατροῦ σοφοῦ
ἐπῳδαῖς χρῆσθαι
τοῦ τραύματος ἤδη τομῆς δεομένου.
582 θρηνεῖν ἐπῳδὰς ἐπιφωνεῖν καὶ ἐπᾴδειν.
τομῶντι τομῆς δεομένῳ.
πήματι γράφε τραύματι.
586 μὴ κρῖνε νῦν τὸ μὴ περιεργεῖν· ἐν τούτῳ
γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ
περιεργάζοιντο ὅ τι πράττει ὁ ἀνήρ.
589 οὐ κάτοισθʼ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν: οὐκέτι, φησίν, ἐν τούτῳ εἰμὶ
ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν·
οὕτως, ὡς οὐκέτι τοῖς θεοῖς ὀφείλω λέγειν ἐγὼ
ἐπαρκεῖν ἀντὶ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν πρὸς ὃ καὶ ἡ Τέκμησσα
ἐπάγει
591 τοῖς ἀκούουσιν τοῖς πειθομένοις.
593 οὐ ξυνέρξεθʼ —; ἀποκλείσατε.
τοῖς θεράπουσι κελεύει αὐτὴν ἀποκλείειν.
594 μαλάσσου ἀντὶ τοῦ μεταβάλλου.
μῶρά μοι δοκεῖς εὐήθης εἶ νῦν βουλομένη με
μαλάσσειν ἐξακμάσαντος τοῦ καιροῦ.
φρονεῖν γράφε λέγειν.
596 κλεινὰ Σαλαμίς. συγκέκλειται ὁ Αἴας διαχρησόμενος ἑαυτόν, ἔπειτα δὲ
οἱ ἀπὸ τοῦ χοροῦ λόγον περιπαθῆ διεξίασι· πρὸς μὲν γὰρ αὐτὸν λέγειν οὐκ
ἦν εἰσελθόντα ἤδη γέγονε δὲ αὐτοῖς ἀπολόφυρσις ἐπὶ τὰ οἰκεῖα· καὶ ἔχει
ἀκολουθίαν τὰ χορικά· ἀπεστερημένοι
γὰρ τοῦ ἄρχοντος καὶ
ἄλλην ἀποστροφὴν οὐκ ἔχοντες περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται
ἐκτιθέμενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ
πυθόμενοι ταῦτα.
τὸ ἦθος ἐμιμήσατο τῶν ἀφεστώτων τῆς
ὁπόταν γὰρ δυσχερές τι
ἀπαντᾷ μακαρίζειν εἰώθασι τὰς πατρίδας.
601 ἐκ πολλοῦ χρόνου.
602 Ἰδαίᾳ τῇ Τρωικῇ.
604 ἀνήριθμος αἰὲν εὐνόμᾳ: ἀνήριθμος ἐν οὐδενὶ
ἀριθμῷ
ταττόμενος ἀλλὰ περιερριμμένος· εὐνόμᾳ δὲ ἤτοι τῷ εὐνομουμένῳ καὶ δικαίῳ
ἢ εὐνόμᾳ λειμῶνι τῷ καλὰς νομὰς ἔχοντι· τὸ δὲ ἑξῆς, παλαιὸς ἀφʼ οὔ
χρόνος αἰὲν εὐνόμᾳ χρόνῳ τρυχόμενος Ἰδαίᾳ μίμνω λειμωνίᾳ ποίᾳ μήλων
ἀνήριθμος, κακὴν ἐλπίδα ἔχων Ἰδαίᾳ δὲ
οἷον ἐν τῷ τῆς Ἴδης
χωρίῳ τῆς χλοερᾶς καὶ λειμῶνας ἐχούσης καὶ ποίμνας διάγων.
606 κακὴν ἐλπίδα ἔχων πῶς με δεῖ τὸν Ἅιδην ἀνύσειν ἀντὶ τοῦ οὐδὲν ἀγαθὸν προσδοκῶν ἀλλὰ κακῶς τελευτήσειν ἐν τῷ πολέμῳ ἐλπίζων.
κακὰν ἐλπίδ᾿ τὴν τοῦ θανάτου.
607 ἀνύσειν ἐκπρᾶξαι.
λείπει τὸ δεῖ.
609 καί μοι δυσθεράπευτος Αἴας: οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ
δεύτερόν ἐστί μοι κακὸν τὸ τοῦ
Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ
δηλοῖ τὸ ἔφεδρος· ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ
ἀγωνίζεσθαι τοῖς νικῶσιν· ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος
ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν.
611 ξύναυλος. παρὰ τὰ ἐναυλίσματα.
612 ἐξεπέμψω ἀντὶ ἔπεμψας ὧδε.
614 νῦν δʼ αὖ φρενὸς οἰοβώτας: αὐθαίρετος, ὡς ἂν εἴποι τις αὐτὸς
μονότροπος,
μεμονωμένος τῷ λογισμῷ ἢ ποιμαίνων τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν
τῷ λογισμῷ ἢ οἷον διεσθίων αὐτοῦ τὴν φρένα παρὰ τὴν βόσιν ἢ ὁ βαίνων ἐν
ἐρημίᾳ διὰ τὸ συγκεκλεικέναι ἑαυτόν· καὶ ὅμοιόν ἐστι τῷ
617 εὕρηται γράφε γεγένηται.
618 τὰ δὲ πρότερα μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα ἐν ὀλιγωρίᾳ εἰσὶ παρὰ τοῖς Ἀτρείδαις· ἢ οὕτω, τὰ δὲ πρότερα αὐτοῦ ἀνδραγαθήματα φροῦδα παρὰ τοῖς Ἀτρείδαις.
χερσὶν μέγιστʼ λείπει γενόμενα.
620 ἄφιλα παρὰ φίλοις: παρὰ τοῖς πρῴην αὐτοῦ φίλοις, νῦν δὲ πάντων ἐπιλελησμένοις· ἢ ἄφιλα παρʼ ἀφίλοις ἐχθρὰ παρʼ ἐχθροῖς.
ἀντὶ ἀχάριστα.
622 ἡ ἐντεθραμμένη
ἡλικίᾳ ἀντὶ τοῦ πολυετής· ὁ δὲ νοῦς, ὄντως που ἡ τῇ παλαιᾷ
ἡμέρᾳ τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος· τὸ δὲ λευκῷ γήρᾳ, κατὰ κοινοῦ
τὸ ἔντροφος, ἡ μήτηρ αὐτοῦ.
624 λευκῷ τῷ λευκοποιῷ τῶν τριχῶν.
626 φρενομόρως: ἀντὶ εἰς τὴν μοῖραν τῶν φρενῶν νοσοῦντα ὅ ἐστι φρενοβλαβῶς, μανικῶς.
627 αἴλινον εἶδος θρήνου.
628 οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος: οἷον οὐ μέτριον· ἀναστρεπτέον δέ· ἄρχει
γὰρ τοῦ λόγου τὸ οὐ ἵνʼ ᾖ
οὐκ αἴλινον οὐδʼ οἰκτρᾶς γόον
ἀηδοῦς ἥσει ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς.
ἥσει γόον οὐ μέτριον κατὰ τὴν ἀηδόνα ἀλλʼ ὀξύν· ἡ ἀηδὼ δὲ κατὰ Μιτυληναίους.
634 περιπαθῶς ἡ πρόσθεσις τῆς πολιᾶς.
635 κρείσσων γὰρ Ἅιδᾳ κεύθων; κρείσσων γάρ ἐστιν ὁ τεθνηκὼς ἢ ὁ ζῶν καὶ
νοσῶν μάτην ὅ ἐστι
ἐξιέναι τοῦ βίου· οἷον
636 ὃς ἄνωθεν κατὰ πατρῴας γενεᾶς ἄριστος ἥκων (λείπει γὰρ τὸ ἄριστος)
ὥστε προέχειν ἀπάντων τῶν Ἑλλήνων κατὰ γένος νῦν οὐκέτι
ἥθεσιν ἐμμένει.
λείπει τὸ ἄριστος.
640 ὀργαῖς τρόποις.
641 ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Τελαμῶνα, οἴαν σε μένει πυθέσθαι,
τοιαύτην ἄτην οἴαν οὐδεὶς
πέπονθεν τῶν Αἰακιδῶν· παραμυθία
γάρ ἐστι τὸ μετέχειν τινὰ τῶν τοῦ γένους τῶν αὐτῶν κακῶν.
644 ἔθρεψεν ἔσχεν.
645 τοῦδε τοῦ Αἴαντος.
646 ἅπανθ᾿ ὁ μακρός: ἐξέρχεται ὁ Αἴας ὡς δὴ
κατακηληθεὶς
ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτὸν καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν
ἐλθεῖν καὶ κρῦψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆται ἑαυτόν·
παρίστησι δὲ ὁ λόγος ὅτι καὶ οἱ ἔμφρονες καὶ παρακολουθοῦντες τῇ φύσει
τῶν πραγμάτων ὅμως ὑπὸ τῶν
τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον
ἀπολισθάνουσιν ὡς ἐν Τραχινίαις ἡ Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη
κρύπτεται ἐπὶ
τοῦ χρόνου ἀντὶ τοῦ κρύπτει· τοῦτο δέ φησιν ὡς μεταβεβλημένος ἀπὸ τῶν
προτέρων νοημάτων.
ὁ μακρὸς ὁ μέγας.
647 κρύπτεται ἀντὶ τοῦ κρύπτει.
648 ἁλίσκεται ἐξελέγχεται, φωρᾶται.
649 χὠ δεινὸς ὅρκος: ὅτι καὶ ὀμόσαντές τινες ἐν μεταβολῇ γίνονται τῷ χρόνῳ.
περισκελεῖς φρένες αἱ ἄγαν σκληραὶ ψυχαί.
650 ἐκαρτέρουν τότε γράφε ἐπηπείλησʼ ἔπη· ἢ
λείπει τὸ ἔπη ἵνʼ ἦ ὅστις τὰ δεινὰ ἔπη ἐκαρτέρουν
λέγειν
τότε ὡσανεὶ προτοῦ.
651 βαφῇ σίδηρος ὣς ἐθηλύνθην: ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος ἀλλὰ
μᾶλλον σκιραίνεται· οὕτως οὖν διασταλτέον, κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν
καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος (ὡς Ὅμηρος
654 πιθανὴ αὐτῷ ἡ ἔξοδος ὡς ἐπὶ καθαρμόν·
μονάσαι γὰρ
βούλεται χάριν τῆς ἀναιρέσεως.
656 ἐξαλύξωμαι φυλάξωμαι, ἐκκλίνω.
657 εὑρήσω, φησί, τόπον οὗ οὐδεὶς ἐπιβήσεται· τοῦτο δὲ πιθανὸν ἵνα μή τις
αὐτῷ ἀκολουθήσῃ· πιθανὸν
δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος ἵνα
εὐπορήσῃ ἑαυτὸν διαχειρίσασθαι.
658 ἔγχος ἀντὶ τὸ ξίφος.
665 ὁ νοῦς ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο ἄδωρα κακόδωρα.
666 ἐπιφθόνως ἔφρασεν ἐν εἰρωνείᾳ ἀντιστρέψας τὴν τάξιν· ἔδει γὰρ εἰπεῖν θεοὺς μὲν σέβειν εἴκειν δὲ Ἀτρείδαις· ὡς τῶν Ἀτρειδῶν οὖν ἤδη καὶ θεομαχούντων.
667 μιμεῖται τὸν σώφρονα, κεκίνηται δὲ ὑπὸ
τοῦ πάθους.
669 εἰ γὰρ τὰ θεῖα ὑπείκει τιμῇ πόσῳ μᾶλλον προσήκει τοῖς ἀνθρώποις ταῦτα
πράττειν; τὸ δὲ τιμαῖς ὑπείκει ταῖς ἀλλήλων διανεμήσεσιν· ἐκ γὰρ
ἐναντιότητος τὸ πᾶν συνέστηκεν, πρεσβύτης τις ἐπεὶ καὶ νέος
ἐγένετο, καθέζεται ὅτι καὶ ἕστηκεν. τὰ δεινὰ
τὰ θεῖα καὶ δέος ἐμποιοῦντα.
672 αἰανὴς κύκλος τουτέστιν ὁ σκοτεινὸς κύκλος
ἢ ἀδιάλειπτος.
674 λείπει
πόντον ἄημα πρᾶον ἐκοίμισεν αὐτόν.
678 ἐγὼ δ᾿, ἐπίσταμαι: ἐπειδὴ τὸ πᾶν πρὸς τοὐναντίον ἀρτίως ἀντὶ τοῦ
νῦν.
681 ὠφελεῖν σπουδάζειν.
683 ἑταιρείας λιμὴν φιλία.
λιμὴν ἡ φιλία ἵνʼ ᾖ ἡ τῆς ἑταιρείας φιλία.
684 ἀλλʼ ἀμφὶ μὲν τούτοισιν: ὅρα πόσον ἐπικρατεῖται ὑπὸ τοῦ πάθους
καὶ περὶ μὲν τούτων.
685 διὰ τέλους διὰ τάχους.
687 ὑμεῖς θ᾿, ἑταῖροι: τὰ μὲν τῆς ἀναιρέσεως δῆλα τῷ θεατῇ ἀγνοεῖ δὲ ὁ χορός· πεπίστευκε γὰρ τοῖς ὑπʼ αὐτοῦ λελεγμένοις.
688 τιμᾶτε ἀντὶ τοῦ πείθεσθε.
689 ὑμῶν ἅμα γράφε ὑπέρμεγα.
690 ἐγὼ γὰρ εἶμ᾿ αἰνιγματωδῶς ὁ λόγος
ἐξενήνεκται.
691 καὶ τάχ᾿ ἄν μ᾿ ἴσως: ὁ μὲν χορὸς ἀπαλλάττεσθαι
νομίζει
λέγειν τῆς νόσου ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου.
693 ἔφριξʼ ἔρωτι: χρείας ἕνεκα τὸ χορικὸν νῦν παρείληπται· ἐξελθόντος γὰρ
τοῦ Αἴαντος ἔδει βραχὺ διάλειμμα γενέσθαι ἵνα μὴ καταληφθῇ ὑπὸ τοῦ
ἀγγέλου
διὸ καὶ τὴν ὄρχησιν ποιοῦνται ἔνθεν καὶ βραχύ ἐστι
τὸ χορικὸν ὡς πρὸς χρείαν εἰλημμένον. ἄλλως: τέρπεται
ὠρθώθην τῇ ἡδονῇ.
ἀνεπτάμαν ἀνεπτερώθην.
694 ἰὼ ἰὼ Πὰν Πάν: ἐπικαλοῦνται τὸν Πᾶνα ὡς χορῶν πρόξενον· καὶ αὐτοὶ γὰρ τοῦτο ποιεῖν βούλονται ὡς ἐγνωκότος τοῦ Αἴαντος μηκέτι τελευτᾶν.
695 ἁλίπλαγκτε: ἐπικαλοῦνται τὸν Πᾶνα ἢ ὅτι ἐβοήθησε τοῖς Ἀθηναίοις ἐν τῇ
ναυμαχίᾳ ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν
Πᾶνα ὡς νόμιον θεόν· ἢ ἁλίπλαγκτε ἀντὶ τοῦ μεγαλόφωνε ἐν τῇ χορείᾳ ὡς
ἁλίβρομε·
ἐρᾷ,
πολύηχος δὲ ἡ θάλασσά ἐστιν.
λίπλαγκτε ἐπὶ τῆς Κυλληνίας.
696 ὅρος Ἀρκαδίας ἡ Κυλληνία.
698 ὅπως μοι Νύσια Κνώσια: ὅπως μοι συνάψῃς ὄρχησιν ποιουμένῳ παντοίαν,
τὴν οὐκ ἐκ διδαχῆς σοι
γενομένην ἀλλʼ ἐκ φύσεως· οὐδεὶς γὰρ
ἐδίδαξεν τὸν Πᾶνα.
699 Νύσια Κνώσια: ἐν Νυσίᾳ καὶ ἐν Κνωσῷ ἐπιμελὴς ἡ ὄρχησις· ἢ Νύσια τὰ ἐν
τῇ Νύσῃ γινόμενα·
πόλις Κρήτης, ἐν τῇ
Κρήτῃ δὲ ὑπὸ τῶν Κορυβάντων ἐτράφη ὁ Ζεύς.
τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ.
700 αὐτοδαῆ: αὐτομαθῆ, ἃ ἐκ φύσεως ἔχεις, οὐ διδακτά· τῶν δὲ ὀρχήσεων ἡ
μὲν Βερεκυντιακὴ λέγεται
ἡ δὲ Κρητικὴ ἡ καὶ πυρρίχη· Νύσια
οὖν αἱ Βερεκυντιακαί (τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος), Κνώσια δὲ
Κρητικαί.
αὐτομαθῆ, ἃ σὺ σαυτὸν ἐδίδαξας.
ἰάψῃς ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν.
701 νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι: ἀναγκαίως καὶ τοῦτο ἡ αἰτία
τῆς ὀρχήσεως ἵνα μὴ δοκῇ ἀλόγως ἐπὶ τοῦτο ἀπαντᾶν.
702 ἐν τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος.
703 μολὼν ἄναξ Ἀπόλλων: παραγένοιτο δὲ καὶ ὁ
Ἀπόλλων διὰ τοῦ
καρίου πελάγους τουτέστιν
ὁ ἄναξ Ἀπόλλων.
705 εὔφρων φίλος.
706 ἀπʼ ὀμμάτων Ἄρης: ὁ Αἴας ὁ Ἀρήιος· ἢ Ἄρης ὁ πόλεμος ὁ περὶ τὸν Αἴαντα ἔλυσεν ἡμῶν τὸ σκότος καὶ τὴν κατήφειαν.
ἀπὸ τῶν ὀμμάτων τοῦ Αἴαντος.
Ἄρης: ἡ λύσσα, ἡ μανία.
708 νῦν, Ζεῦ, πάρα λευκόν: νῦν πάρεστιν ἡμέρα λαμπρὰ ἡμῖν ὥστε ἐγγίσαι τῶν νεῶν· πρότερον γὰρ ἐξετρεπόμεθα ἐπιμίγνυσθαι τοῖς Ἕλλησι διὰ τὴν αἰδῶ.
709 πελάσαι ὥστε πελάσαι ἐπὶ τῶν νεῶν.
710 θοᾶν κατὰ τῶν θοῶν.
ὅτʼ Αἴας λαθίπονος: ὅτε δὴ ὁ Αἴας πάρεστιν ἐκ μετανοίας ἐπὶ τὸ σέβειν τοὺς θεοὺς καὶ κατατίθεσθαι τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἀτρείδας.
712 πάνθυτα πάνσεπτα.
ἐξήνυσεν ἐξεπλήρωσεν.
714 τὰ ὑπὸ τοῦ Αἴαντος διὰ πολλῶν εἰρημένα διὰ βραχέων διεξῆλθεν.
φλέγει ζωπυρεῖ.
715 ἀναύδητον ἀπόρρητον, ἀνέλπιστον,
ἄλεκτον.
716 εὖτέ γ᾿ ἐξ ἀέλπτων: ὁπότε ἐξ ἀνελπίστων καὶ μεγάλων νεικέων ὁ Αἴας μετεπείσθη καὶ μετεβλήθη τὴν ψυχὴν τοῖς Ἀτρείδαις ἀπὸ τῆς ἔχθρας.
717 μετανεγνώσθη μετεπείσθη, μετεβλήθη καὶ
πέπαυται τοῦ θυμοῦ.
718 Ἀτρείδαις ἐπὶ τοῖς Ἀτρείδαις.
719 ἄνδρες φίλοι: ἄγγελος ἥκει ἀπὸ τοῦ στρατοῦ ἀγγέλλων τὴν παρουσίαν τοῦ
Τεύκρου· θαυμαστὴ δὲ ἡ εἴσοδος τούτου τοῦ ἀγγέλου· τοῦ Αἴαντος ἔξω
ἑαυτὸν
τῷ μάντει· καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται·
Αἴαντος γὰρ καταλιπόντος προῆλθεν ὁ ἄγγελος εἶτα τοῦ χοροῦ τὴν σκηνὴν
ἐάσαντος διὰ τὴν ζήτησιν ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν πρᾶξιν, τῷ δὲ θεατῇ
οὐδὲν ἀργὸν περιλείπεται πεποικιλμένης διαφόρως τῆς ἐν τῇ σκηνῇ
προδωποποιίας.
720 Μυσίων ἀντὶ Θρᾳκικῶν· μέρη γὰρ τῆς Θρᾴκης
πολλὰ περὶ τὴν Μυσίαν.
721 κρημνῶν τῶν χωρίων.
στρατήγιον: τὸ στρατόπεδον Ἀττικῶς.
722 κυδάζεται: λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάντων· καὶ Ἐπίχαρμος ἐν Ἀμύκῳ
λοιδορεῖται.
725 ἤρασσον: ἔκρουον, ἔπληττον, ἐβλασφήμουν πάντες ὁμοφρονοῦντες.
ἔπλησσον.
727 ἀποκαλοῦντες: Ἀττικὸν ἔθος τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικὰ καὶ ἀνάπαλιν ὡς καὶ νῦν οὔτις ἔπθʼ ὃς οὐχὶ ἔλεγε ξύναιμον αὐτὸν ἀποκαλοῦντες.
ὡς οὐκ ἀρκέσοι: ἐπὶ τοῦ Τεύκρου, ὡς οὐκ ἀρκέσοι ἑαυτῷ τὸ μὴ λιθόλευστος γενέσθαι, ὡς οὐ κωλύσοι αὐτὸν καταλιθωθῆναι.
κωλύσοι.
730 διεπεραιώθη διειλκύσθη, διῆλθεν.
ἐγυμνώθη· εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ οὐκ ἐξέρχεται.
731 λήγει δʼ ἔρις δραμοῦσα: ἡ ἔρις εἰς πολὺ δραμοῦσα καὶ προκόψασα ἔστη
τῇ συναντήσει τοῦ λόγου τῶν γερόντων· ἐκ τῆς Ἀχιλλέως δὲ πρὸς Ἀγαμέμνονα
ἀρχῆς παραγέγραπται καὶ ὥσπερ ὁ Νέστωρ ἐκεῖ διαλλάσσει
οὕτως καὶ νῦν οἱ γέροντες· ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ
συναλλαγῆς
732 ἐν ξυναλλαγῇ λόγου τῇ ἀμοιβῇ τοῦ λόγου
καὶ συμβιβάσει.
735 ἐν συντόμῳ· οὐκ ἀναγκαῖον γὰρ διλογεῖν περὶ ἐν ἤκουσεν ὁ ἀκροατής.
736 νέοισιν καινοῖς.
ἐγκαταζεύξας συνθείς, ἁρμόσας.
737 ἰοὺ ἰοὺ εἰδὼς ἀπὸ τοῦ μάντεως ὅτι κακὸν
αὐτῷ γίνεται τοῦτο προαναφωνεῖ.
739 ἢ ἤπερ· φησὶ δὲ ὅτι οὐκ ἐβράδυνα
παραγενόμενος ἀλλὰ βραδέως ἐπέμφθην.
740 τί δʼ ἐστὶ χρείας: οἷον τί σοι λείπει ὅπερ σπάνιόν ἐστι πρὸς τὴν
χρείαν τὴν νῦν; ἐσπάνιζε δὲ τὸ ἄμεινον εἶναι πρὸ ὀλίγου αὐτὸν
παραγεγονέναι·
καὶ ἐν Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου
πεμφθέντος βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών.
χρείας τῆσδʼ ὑπεσπανισμένον δεόμενον τῆς τοῦ
Αἴαντος παρουσίας.
741 τὸν ἄνδρʼ ἀπηύδα: ἀναγκαίως διηγεῖται ὁπότε
ἔγνωκεν
ἀπόντα τὸν Αἴαντα· ἔδει γὰρ δηλωθῆναι τῷ θεάτρῳ.
744 ὡς καταλλαχθῇ χόλου: πιθανῶς ὡς πολῖται χόλον καὶ οὐ μανίαν λέγουσιν·
οἴχεται οὖν τραπεὶς
πρὸς τὸ κέρδιστον τῆς γνώμης ὅπως τὴν
ἔχθραν κατάθηται καὶ διαλλαχθῇ τοῖς θεοῖς ἀπὸ τοῦ χόλου.
χόλου τοῦ τῶν θεῶν χόλου.
745 ἐπίσταται γὰρ
746 εἰς παροιμίαν ὁ στίχος παρῆκται ἣν καὶ Ἀριστοφάνης ἀναγράφει.
748 τοσοῦτον ἀντὶ μέχρι τούτου.
750 Ἀτρειδῶν δίχα: πάνυ ἀξιοπίστως ὅτι οὐκ ἀντικρὺς τῶν βασιλέων ὁ μάντις
διελέγετο ἀλλʼ ἐν
ἀπορρήτῳ κατʼ εὔνοιαν τοῦ Αἴαντος.
752 κἀπέσκηψε ἐνετείλατο.
756 ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ: πιθανῶς ὡς μάντις τὴν αἰτίαν λέγει τῆς μανίας· κατʼ ἀρχὰς γὰρ ἡ Ἀθηνᾶ οὐδὲν τούτων προεῖπεν.
758 τὰ γὰρ περισσὰ τὰ παρέλκοντα καὶ ἀχρήσιμα
καὶ πέρα τοῦ μέτρου, τὰ χωρὶς δικαίου.
760 περιίσταται ὁ νοῦς εἰς τὸ γνῶθι σαυτόν.
762 ἀπʼ οἴκων ἀπὸ τῶν οἴκων τῶν πατρικῶν.
παρατήρει κἀνθάδε τὴν προσθήκην τοῦ ποιητοῦ ὅτι προσῆψε τῷ Αἴαντι
γλωσσαλγίαν μονονουχὶ θεραπεύων
τὸν θεατὴν μὴ ἄχθεσθαι τῇ
συμφορᾷ τοῦ Αἴαντος· προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ
ποιητῇ ὀργίζονται.
767 τὸ ὁμοῦ ἀντὶ τῆς σύν, τὸ δὲ ἐξῆς θεοῖς ὁμοῦ.
768 κράτος νίκην.
769 κείνων τῶν θεῶν.
775 ἵστω ἀντὶ ἵστασο.
ἡ καθ᾿ ἡμᾶς μάχη.
776 ἀστεργῆ ἀμάλακτον, ἀδιάθετον.
778 ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ: εἰ παρέλθοι
ταύτην τὴν
ἡμέραν σῳθείη· μέχρι γὰρ τῆς σήμερον παρατείνειν τὴν ὀργὴν τῆς θεοῦ.
780 ὁ δʼ εὐθὺς ἐξ ἕδρας: ἄμα μὲν διὰ τὸ ἀξιόπιστον τοῦ προσώπου ἅμα δὲ ἐς
μὴ δοκοίη διʼ ἀπέχθειαν ταῦτα λέγειν· διὰ πάντων δὲ διδάσκει ὅτι
κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρμένη καὶ γνῶναι μὲν τὰ ἐσόμενα
διὰ
781 ἐπιστολὰς ἐντολάς.
784 ὦ δαΐα Τέκμησσα: τίνος ἕνεκεν οὐκ ἐποίησεν ἐξιοῦσαν τὴν Τέκμησσαν ἴνα
μετὰ τοῦ χοροῦ ἀκούσῃ τὰ περὶ τοῦ Αἴαντος ὡς ἐν τοῖς ἄλλοις δράμασιν, ἔν
τε Ἠλέκτρᾳ καὶ Οἰδίποδι ἅμα τῷ χορῷ τὰς τῶν γυναικῶν
προόδους ποιεῖ ἵνα μὴ δισσολογῶσιν οἱ ἄγγελοι; ῥητέον οὖν ὅτι ὁ Αἴαζ
ἐκέλευσεν αὐτὴν κατʼ οἶκον εὔξασθαι τοῖς θεοῖς εἰπὼν
ἐξιέναι μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ
τοῦ Αἴαντος μανίᾳ· ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτὴν διὸ πρὸς τὸν
χορὸν ἐδέησε πρῶτον εἰπεῖν οἴ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν·
ἄλλως τε οἱ ἀπὸ τοῦ χοροῦ οἰκειότεροί
εἰσιν ὡς πολῖται τοῦ
Αἴαντος ὥστε καὶ ὁ ἄγγελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσωπον ἀλλὰ τὸν
Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν· εἰς ἀνάγκην δὲ γεγονὼς ὁ
ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς ἐγένετο ἀλλὰ τὰ δεύτερα διὰ
βραχέων
ἐξήνεγκεν. ἄλλως, δαΐα: δήια πεπονθυῖα ἢ
κατακεκομμένη, καταπεπολεμημένη, κεκακωμένη. δύστηνε, πεπολεμημένη καὶ
ἀθλία· ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν· καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία
κέχρηται τῇ λέξει.
δάιον κοινῶς τὸ πολέμιον, Ἀττικῶς τὸ δύστηνον.
785 θροεῖ λέγει.
786 ξυρεῖ γὰρ ἐν χρῷ: ἅπτεται τῶν ἀναγκαίων τοῦ χρωτός· καὶ ἔστι παροιμία
ἐπὶ τῶν ἐπικινδύνων πραγμάτων ξυρεῖ ἐν χρῷ· ἐνίοτε γὰρ καὶ τοῦ σώματος
ἐφάπτεται ὁ σίδηρος. ἄλλως. μέχρι βάθους ἐφικνεῖται
ὥστε μὴ
χαίρειν· τὸ δὲ τινὰ παρέλκεται.
τοῦτο τοῦτο τὸ πρᾶγμα.
787 τί μ᾿ αὖ τάλαιναν: πρὸς τὸ Εὐριπίδου ἐν Δίκτυι
788 ἀτρύτων πολυτρύτων.
ἐξ ἕδρας ἀνίστατε: οὐκοῦν διὰ τὸ κεκμηκέναι καὶ ἀναπαύσεως δέεσθαι ἔνδον διέτριβεν καὶ τὴν πρόφασιν τοῦ μὴ προἱέναι διασαφεῖ.
790 ἤλγησ᾿ ἀλγεινῶς ἤκουσα.
791 τί φής, ὦνθρωπε: περιπαθῶς ἀναβοᾷ πυθομένη ὅτι ἀγγέλλει τις νεώτερόν
τι περὶ τοῦ Αἴαντος· ἴδιον δὲ τῶν φίλων τὸ τὰ χείρω ἀεὶ ὑπονοεῖν. μῶν
ὀλώλαμεν;. τοιαῦτα γὰρ ἔλεγεν, ὅτι συναπολοῦμαί
σοι ἐὰν σὺ
ἀποθάνῃς.
792 οὐκ οἶδα τὴν σὴν πρᾶξιν: πρὸς τὸ μῶν ὀλώλαμεν ἐπήγαγεν ὁ ἄγγελος περὶ
τοῦ Αἴαντος μόνου· οὐ γὰρ τοιοῦτός ἐστιν ὁ καιρὸς ὥστε σοφίζεσθαι καὶ
τὰς φωνὰς ἐξετάζειν· καλῶς δὲ τὸ θαρσῶ· οὐδὲ γὰρ
794 ὥστε μ᾿ δίνειν: ἐμφαντικῶς τὸ ὠδίνειν· οἰκεῖον γὰρ γυναικί, χαλεπώτατον δὲ τῶν γυναικείων πόνων ἡ ὠδίς.
796 ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς.
797 κἀπὶ τῷ; ἐπὶ τίνι, διὰ τί;
798 πάρεστʼ ἐπιδημεῖ.
799 φέρειν ἀντὶ εἶναι.
801 καθ᾿ ἡμέραν τὴν νῦν: ἀμφιβόλως, ἤτοι μαθὼν
802 ὅτʼ αὐτῷ θάνατον ἢ βίον: εἰ μὲν ἔνδον μένει σῳθήσεται εἰ δὲ μὴ
ἀπόλλυται· διὰ τούτου δὲ τὸ διττὸν τοῦ μοιριδίου δηλοῖ ὡς καὶ Ὅμηρος
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.
803 πρόστητʼ ἀναγκαίας τύχης. ἐπίκουροι γένεσθε τῆς κατεπειγούσης δυστυχίας.
804 οἱ μὲν Τεῦκρον ἐν τάχει: πιθανῶς καὶ Τεῦκρον μεταπέμπεται ἶνα μὴ
δεήσῃ ἄγγελον πέμπειν ὅταν
805 ἑσπέρους: δυτικούς, ἀγκῶνας δὲ τὰς ἄκρας τῶν ὀρῶν τὰς πρὸς δύσιν.
ἀντηλίους ἀνατολικούς.
807 ἔγνωκα γὰρ δὴ φωτός: οἷον διʼ ὧν εὐνοϊκῶς
ἔπραξα εἰς
αὐτὸν καταφρονήσας ἠπάτησέ με.
808 τῆς παλαιᾶς χάριτος τῆς τοῦ γάμου καὶ τῆς
συνουδίας.
809 οἴμοι, τί δράσω: περιπαθῶς ἐφάψασθαι τῆς ζητήσεως καὶ τῷ τέκνῳ
κελεύει καὶ ὥσπερ ἀπολογουμένη
ὅτι καταλιμπάνει αὐτόν· φησὶν
οὖν ἐν ἀπόρῳ γενομένη, τί δράσω; οἷον πῶς μόνον σε καταλίπω;
810 ὅποιπερ ἂν σθένω: οἷον τῆς προθυμίας οὐδὲν ἐλλείψω καὶ εἰ τῷ σώματι ἀδυνατῶ.
813 χωρεῖν ἕτοιμος μετακινεῖται ἡ σκηνὴ τοῦ
χοροῦ ἐξελθόντος· ἀναγκαία δὲ ἡ ἔξοδος ἴνα εὕρῃ καιρὸν ὁ
Αἴας χειρώσασθαι ἑαυτόν.
815 ὁ μὲν σφαγεὺς ἕστηκεν; μετάκειται ἡ σκηνὴ ἐπὶ ἐρήμου τινὸς χωρίου
ἔνθα ὁ Αἴας εὐτρεπίσας τὸ ξίφος ῥῆσίν τινα πρὸ τοῦ θανάτου προφέρεται
ἐπεὶ
γέλοιον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει· ἔστι
δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώθασι γὰρ τὰ πεπραγμένα διʼ
ἀγγέλων ἀπαγγέλλειν· τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις τὴν
ἀναίρεσιν Αἴαντος διʼ ἀγγέλου ἀπαγγείλας· ἴσως οὖν
καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς ἑτέρου
ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον.
ἧ τομώτατος: ἀντὶ ὅπου· πρέπον γὰρ ἂν εἴη τῷ ἀπηυδηκότι ἀλογίστως ἰέναι
ἐπὶ τὸ προκείμενον· ἕπεται περί τινος .
818 μάλιστα μισηθέντος μεγαλόφρων . ὁ Αἴας καὶ μέχρις ἐσχάτης ὥρας μισῶν
τοὺς βαρβάρους· ὅτι δὲ
δῶρον εἶπεν ξένων ἐπήνεγκεν (ξένιον
γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων διδόμενον) εἶτα προσέθηκεν ἐμοὶ
μάλιστα μισηθέντος.
819 πέπηγε δʼ ἐν γῇ πολεμίᾳ. πρόδηλον μὲν ὅμως διὰ τὸ περιπαθές, ὅτι ἐν
πολεμίᾳ γῇ ὑπὸ δυσμενοῦς
ἀπόλλυμαι.
820 θηγάνῃ ἀκόνῃ ὅθεν καὶ τὸ θήγειν ἀκονᾶν.
821 περιστείλας διαχειρισάμενος, περισφίγξας
ἐν
822 λείπει τὸ ὥστε, ὥστε διὰ τάχους θανεῖν.
823 εὐσκευοῦμεν καλῶς παρεσκευάσμεθα καὶ ἔχομεν
πάντα ὧν δεῖ πρὸς θάνατον.
ἐκ δὲ τῶνδε οἷον τὸ δὲ μετὰ ταῦτα.
828 νεορράντῳ προσφάτῳ.
829 καὶ μὴ πρὸς ἐχθρῶν του: καταγέλαστος,
φασίν, ὁ Αἴας μὴ
τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος ἀλλὰ τὴν θέαν τῶν
Ἑλλήνων· ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βούλεσθαι τοὺς ἐχθροὺς
ἐναβρύνεσθαι αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται.
831 τοσαῦτά σ᾿, Ζεῦ, προστρέπω γράφε τοσαῦτά
σοι· προστρέπω δὲ ἱκετευτικῶς λέγω· προστρόπαιοι γὰρ οἱ ἱκέται.
ἱκετεύων ἐπιτρέπομαι.
832 πομπαῖον τὸν ψυχοπομπόν.
εὖ με κοιμίσαι: θαυμαστῶς καὶ γενναίως κοιμίσαι εἶπεν ὡς ἐπὶ ὕπνου τὸν
θάνατον· καὶ Ὅμηρος
833 ξὺν ἀσφαδάστῳ: ἀσκαρίστῳ καὶ σπασμὸν μὴ ἔχοντι ἀντὶ συντόμῳ ὥστε
καιρίαζ τῆς πληγῆς γενομένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ
θανάτῳ διατριβήν· καὶ παρʼ Εὐριπίδῃ
κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον
ἐᾶσαι διὰ τὸν γωρυτὸν ὃν περιέκειτο· φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος ὅτι καὶ
τὸ ξίφος ἐκάμπτετο οὐδαμῆ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ
πρὶν δή τις, φησί, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον
μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ· ὁ δὲ Σοφοκλῆς ἐριθεῦσαι μέν τι ὡς
πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ μὴν παραλιπεῖν αὐτὸ δοκιμάζων ψιλῶς φησι
835 τὰς ἀεί τε παρθένους: μυθικόν ἐστι τὸ λέγειν τὰς Ἐρινύας ἀειπαρθένους, νῦν δὲ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδικούντων.
837 τανύποδας: τὸ τανύποδας τῷ μαθεῖν συναπτέον οἷον ταχέως μαθεῖν τὸ
κατʼ ἐμὲ καὶ μὴ ἀμελῆσαι ἐπεξελθεῖν τὸν ἐμὸν φόνον· τὸ γὰρ τεῖναι τοὺς
πόδας ἐστὶ τὸ βαδίσαι· ἢ καθʼ ἑαυτὸ τὸ τανύποδας λεκτέον,
τὰς πανταχοῦ τεινούσας τοὺς πόδας.
τὰς ἀκοπιάστως ἐπιούσας.
841 τὼς αὐτοσφαγεῖς: ταῦτα νοθεύεσθαί φασιν ὑποβληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων.
τοῦτο ἀπέβη τῷ Ἀγαμέμνονι· ὑπὸ γὰρ τῶν φιλτάτων
ἀπώλετο.
844 τὸ ἑξῆς, γεύεσθε πανδήμου στρατοῦ, μὴ φείδεσθε.
845 σύ τ᾿, τὸν αἰπὺν οὐρανόν: ὑπερβολικῶς· εἰώθασι γὰρ περὶ τῶν δεινῶν
λέγειν ὅτι ἐπικαλυψάμενος
ὁ ἥλιος τὰ τοιαῦτα παρέρχεται, ὁ
δὲ πρὸς τὸν ἥλιόν φησι, καὶ ἀπάγγειλον ἐποπτεύσας τοῖς γονεῦσι τὰ
πεπραγμένα.
849 τῇ τε δυστήνῳ τροφῷ: καὶ ταῦτα περιπαθῆ καὶ ἀνθρώπινα· ὅρα γὰρ ὅτι
καὶ ὁ Ἡρακλῆς ἐπὶ τοῦ
ἐθανάτου τὴν μητέρα μεταπέμπεται ὅπου
καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ ἀντιλαμβανόμενος δὲ ἑαυτοῦ ἐπάγει
ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην.
οἱ μὲν τῇ θρεψαμένῃ οἱ δὲ καὶ ἐπὶ τὸ σαφέστερον.
854 ἐπίσκεψαι σκόπησον.
860 ἑστίας βάθρον: δύναται καὶ τὸ κράτος νοεῖσθαι καὶ ὁ τόπος καὶ ἡ βάσις τῆς ἑστίας.
861 κλειναί τʼ Ἀθῆναι: τῶν Ἀθηναίων μέμνηται διὰ τὴν συγγένειαν καὶ ὅτι
ἐν Ἀθήναις ὁ ποιητὴς ἠγωνίζετο ταῦτά φησιν ἐπισπώμενος αὐτοὺς εἰς
εὔνοιαν.
τὸ σύντροφον γένος οἱ
ὁμήλικες.
862 κρῆναί τε ποταμοί θʼ οἵδε καὶ τὰ Τρωικά: καὶ ἐν ἀρχῇ ἔφη
καλεῖ παρʼ οἷς μέλλει τελευτᾶν· καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν
πρὸ τοῦ θανάτου θεούς, τόπους, χώραν, πατρίδα, ἀδελφὸν ὥστε μετʼ
εὐμενείας ἀποθανεῖν· ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει.
864 τοῦθʼ ὑμῖν Αἴας: περιπαθῶς καὶ τὸ ὄνομα
ἀνακαλεῖται· δεῖ
δὲ ὑπονοῆσαι ὅτι περιπίπτει τῷ ξίφει καὶ δεῖ καρτερόν τινα εἶναι τὸν
ὑποκριτὴν ὡς ἄξαι τοὺς θεατὰς εἰς τὴν τοῦ Αἴαντος φαντασίαν ὁποῖα περὶ
τοῦ Ζακυνθίου Τιμοθέου φασὶν ὅτι ἦγε τοὺς θεατὰς καὶ ἐψυχαγώγει τῇ
ὑποκρίσει ὡς Σφαγέα αὐτὸν
κληθῆναι.
θροεῖ λέγει.
866 πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρὸς ἵνʼ οἷον
κοινῶς οἷον κάματον. ἄλλως. οἱ ἀπὸ τοῦ χοροῦ προίασιν ὥσπερ ἐκ διαφόρων
τόπων κατʼ ἄλλην καὶ ἄλλην εἴσοδον ζητοῦντες τὸν Αἴαντα
καὶ
Τέκμησσα ἐξ ἄλλων ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι· ὁ δὲ νοῦς, ὁ
πόνος ἐπὶ πόνῳ πόνον φέρει ὡς Ὅμηρος
869 κοὐδεὶς ἐπίσταται: οὐδεὶς οἶδέ με τόπος συμμαθεῖν οἷον μεμαθηκότα τὸ
γεγονὸς· οὐδείς με οἶδεν τόπος ἀλλὰ μάτην περιῆλθον· ἢ συμμαθεῖν ἀντὶ
τοῦ
διδάξαι, εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου.
870 ἰδού, ἰδού: πιθανὰ ταῦτα καὶ σχεδὸν τῆς ἀληθείας ἐγγύς, τὸ δὲ δοῦπον ἐλπίζοντες τῷ σώματι περιπεσεῖν.
872 κοινόπλουν ὁμιλίαν: ἢ συνναῦται, ἐπὶ τῆς
αὐτῆς νηὸς
πλεύσαντες ἢ τροπικῶς τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν
ζήτησιν.
879 ὅλος ὁ χορὸς εἰς ἓν συνελθὼν ταῦτά φησιν.
τίς ἂν φιλοπόνων ἁλιαδᾶν: τίς τῶν ἁλιέων
Ὀλυμπιὰς ἢ
ποταμῶν ἴδρις τουτέστι Νοΐς ἀπαγγείλαι εἴ που λεύσσει τὸν ὠμόθυμον;
φιλοπόνων τῶν εἰθισμένων πονεῖν.
883 ῥυτῶν τῶν ῥεόντων παρὰ τὴν ῥύσιν.
884 Βοσπορίων: τῶν εἰς τὸν Βόσπορον ῥεόντων Τρωικῶν ποταμῶν· δύο δέ εἰσι
Βόσποροι, ὁ μὲν κατὰ
τὴν Προποντίδα ὁ δὲ Θρᾳκικὸς ὥς φησι
Φιλέας.
887 ἀπύοι εἴποι.
σχέτλια γὰρ ἐμέ: δεινὰ γὰρ πράγματα ἐμὲ τὸν ἐπιπόνως πλανηθέντα μὴ
εὐθυδρομῆσαι εἰς τὸ τῆς ζητήσεως μέρος καθʼ ὅ ὁ Αἴας ἐποιήσατο τὴν
ἔφοδον·
τοῦτο γὰρ ἂν εἴη οὔριον.
890 ἀλλʼ ἀμενηνόν: ἐφʼ ἑαυτοῦ, οὐκ ἐπὶ τοῦ Αἴαντος, σχέτλια ἂν εἴη μὴ ἐπιτετυχηκέναι αὐτῷ ἀλλʼ ἠσθενηκέναι με τῇ ζητήσει.
891 ἰὼ τλήμων: Τέκμησσα βοᾷ ἐπιτυχοῦσα τῷ
σώματι,
φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ.
892 πάραυλος. ἐγγὺς παρὰ τὴν αὐλὴν ἢ θρηνητικὴ παρὰ τοὺς αὐλούς.
παρατεταμένη.
893 ἰὼ τλήμων τοῦτο ἐν τῷ ἐμφανεῖ γενομένη
ὅπερ δηλοῖ ὁ χορός.
899 κρυφαίῳ ἀποκεκρυμμένῳ, εἰσδεδυκότι εἰς τὸ
900 ἐν πρώτοις περὶ ἑαυτῶν ὀλοφύρονται.
902 τόνδε συνναύταν ἀντὶ ἐμὲ τὸν χορόν·
συνήθως.
906 ἐν γάρ οἱ χθονί: αὐτὸ τὸ σχῆμα, φησί, δηλοῖ ὅτι ὑφʼ ἑαυτοῦ ἀνῃρέθη·
πᾶν δὲ ἀμυντήριον καὶ δόρυ
907 πηκτὸν περιπεπηγὸς αὐτῷ.
κατηγορεῖ σημαίνει, λέγει.
909 οἶος ἄῤ αἱμάχθης μόνος ᾑματώθης.
910 ἄφρακτος φίλων: ἀφύλακτος, οὐ πεφραγμένος καὶ τετειχισμένος τοῖς φίλοις διὰ τὸ ἀπατηθέντας καταλιπεῖν δε.
911 ὁ πάντα κωφὸς τὸ πάντα εἰς τὴν ἀπάτην· ἐγὼ
δέ, φησίν, ὁ ἀναίσθητος κατημέλησα.
912 πᾷ, πᾷ: τοῦτο κατʼ ἄλλης ἀρχῆς· βουλόμενοι τὸ σῶμα θεάσασθαι τοῦτο λέγουσιν ὃ διακωλύει ἡ Τέκμησσα.
913 ὁ δυστράπελος: δυσκίνητος, ἀμετάτρεπτος,
αὐτὸν δὲ καὶ ἀτράπελον.
ὁ δύσκολος.
914 δυσώνυμος ὡς καὶ αὐτὸς λέγει ὁ Αἴας.
916 φάρει καλύψω: ἦθος γυναικὸς τὸ μὴ ἀσχήμως δεικνύναι τὸ σῶμα.
παμπήδην παντελῶς, ὅλον τὸ σῶμα.
917 οὐδεὶς ἂν ὅστις καὶ φίλος: ὑπερβολικῶς ἐπεὶ οὐκ εἰκὸς ἐν τοῖς δεινοῖς τοὺς φίλους μαλακίζεσθαι.
921 ὡς ἀκμαῖος: καίριος, κατὰ καιρόν, παρὰ τὴν
ἀκμὴν τοῦ
καιροῦ· καλῶς δὲ ζητεῖ Τεῦκρον ἴν ἡ κηδεία γένηται ὑπὸ τοῦ
συγγενοῦς.
922 συγκαθαρμόσαι περιστεῖλαι.
924 αὔξησις περὶ τὸ πάθος, ὡς καὶ τοὺς δυσμενεῖς ἐλεεῖν.
925 ἔμελλες Ἰακῶς, ἐῴκεις ἄρα καὶ δῆλος ἦς.
926 στερεόφρων: οἷον ἐφʼ οἷς ἐνόησας καὶ ἤλγεις περιυβρισμένος ὑπὸ τῶν Ἀτρειδῶν ἔμελλες πληρώσειν κατὰ τὰς φρένας τὴν μοῖραν.
ὧδ’ ἐξανύσειν τοῦ καινίσειν.
930 πάννυχα καὶ φαέθοντ᾿ κατὰ νύκτα καὶ
ἡμέραν.
934 ἄρχων ἀρχηγός, προηγός.
935 ἀριστόχειρ ὁ γενναῖος περὶ τὰ ἀριστεῖα.
938 γενναία ἡ ἰσχυρά.
940 οὐδέν σ᾿ ἀπιστῶ: εἰώθασιν ἐν τοῖς πάθεσιν
καὶ συγχωρεῖν
τοῖς ἀλγοῦσι· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν.
941 ἀρτίου γνησίου· οὐ γάρ ἐστι χρονικόν.
942 σοὶ μὲν δοκεῖν ταῦτʼ ἐστί: σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται ἐγὼ
δὲ σαφῶς ἐπίσταμαι· ἔστι
μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς
Αἴαντα ἀλλʼ οὐχ ὅσον πρὸς τὴν Τέκμησσαν.
δοκεῖν δοξάζειν.
945 σκοποὶ οἱ Ἀτρεῖδαι.
946 ὤμοι, ἀναλγήτων: ἀσυμπαθῶν εἰ τοῦτο πράξειαν· ἢ τῶν μηδόλως ἀλγούντων ἐπὶ ταῖς συμφοραῖς τῶν Ἑλλήνων ἢ πολυαλγήτων, τῶν εἰς πολλὰ ἄχη ἡμᾶς ἐμβεβληκότων.
γράφε ἰώ μοι· περιπαθῶς δὲ ὁ χορὸς ἀναβοᾷ ἐπὶ
τῷ λόγῳ
Τεκμήσσης.
948 τῷδ᾿ ἄχει τῇ παρούσῃ συμφορᾷ.
950 οὐκ ἂν τάδʼ ἔστη: οὐκ ἂν ταῦτα ἐπράχθη οὕτω μὴ θεῶν βουλομένων ὥστε
καὶ ταῦτά ἐστι προσδοκᾶν περὶ τῶν Ἀτρειδῶν. ἄλλως: πρὸς τὸ εἰρημένον
ὑπὸ τοῦ χοροῦ
951 ἄγαν ὑπερβριθές: μέγα καὶ βαρὺ ἤνυσαν οἱ
πράξαντες τὰ
περὶ τὸν Αἴαντα ὅ ἐστιν οἱ αἴτιοι τούτων.
953 φυτεύει ἐφύτευσεν.
954 κελαινώπαν: οἷον οὐκ ἐν τῷ φανερῷ ἀλλʼ ἐν σκότῳ ἤδη βλεπόμενον καὶ
μέλανα καὶ οἷον εκρυμμένον καὶ δόλιον καὶ οὐχ ἀπλοῦν θυμὸν ἐφυβρίζει·
ἔξωθεν δὲ ἡ κατά· τὸ δὲ ἡμᾶς λείπει ἵνʼ ᾖ κατὰ τὸν
θυμὸν ἐφυβρίζει ἡμᾶς.
957 τοῖς μαινομένοις τοῖς διὰ τὴν μανίαν
συμβεβηκόσιν.
960 κλύοντες τὰ ἄχη κλύοντες.
962 χ.
ἴσως τοι κεἰ βλέποντα: καὶ νῦν βλέποντα εἶπεν ἀντὶ τοῦ ζῶντα διὸ τὸ χ· πρόσκειται.
966 ἐμοὶ πικρὸς τέθνηκεν: μᾶλλον ἐμοὶ πικρὸς τέθνηκεν ἥπερ ἐκείνοις
γλυκὺς
ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν· οὐκ ἂν οὖν ἐπεγγελῷεν αὐτῷ οἱ
ἐχθροὶ ὡς αὐτοὶ τῆς ἀπωλείας αἴτιοι γενό-μενοι.
970 θεοῖς τέθνηκεν: θεῶν βουλομένων· οὐ γὰρ οἱ Ἕλληνες τὴν τοιαύτην αἰτίαν αὐτῷ παρέσχον.
974 ἰώ μοί μοι: δεῖ γενέσθαι βοὴν ἣν ἀκούσας ὁ χορὸς ἐφίστησι γνωρίζων τὸ φθέγμα τοῦ Τεύκρου βοῶντος.
976 ἐπίσκοπον μέλος. σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς ἀλλʼ ἐστοχασμένον.
977 φίλτατʼ Αἴας: ἔρχεται μεταπεμφθεὶς ὑπὸ Τεκμήσσης.
978 ἆρʼ ἠμπόληκας. ἐνεπόλησας, ἐκέρδανας· καὶ ἐπὶ φαύλου λέγεται, τροπικῶς δὲ ἀντὶ τοῦ περιεποίησας.
982 περισπερχὲς ἀντὶ τοῦ βαρύ.
983 τί γὰρ τέκνον τὸ τοῦδε: καὶ πρὶν ἀκοῦσαι τῶν ἐντολῶν ὁ Τεῦκρος ἔδειξεν τὴν περὶ τὸν παῖδα κηδεμονίαν ἀφʼ ἑαυτοῦ φρονίμως.
986 ὡς κενῆς | σκύμνον λεαίνης καλῶς τῷ παραδείγματι χρῆται· οἱ γὰρ
κυνηγοὶ τηροῦσι τὸν καιρὸν
ὁπότε ἔρημοι τῶν μητέρων
γίνονται οἱ σκύμνοι.
κεκενωμένης, ἐστερημένης τοῦ συζύγου.
994 ὁδός θʹ ὁδῶν πασῶν: οὐ λέγει τὴν ἐπὶ τὴν Μυσίαν (ἐπιφέρει γὰρ ἣν δὴ νῦν ἔβην) ἀλλὰ ταύτην ἥν ἦλθεν ἐπὶ τὸ ἰδεῖν τὸν νεκρόν.
998 ὀξεῖα γάρ σου βάξις: οὐ κοινῶς τὸ ὀξὺ ἐπὶ
τῆς φήμης ἀλλʼ
ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προβεβηκόσι· τὸ δὲ ὡs θεοῦ ἤτοι ὡς ἀπὸ
θεοῦ ἢ ὡς περὶ θεοῦ, τοῦτο δὲ πρὸς τὴν φήμην μόνον ἐπεὶ γίνεται
βλάσφημον διὰ τῶν ἑξῆς.
1001 ὑπεστέναζον ἰσως ἡσύχως ἐστέναζεν δεδοικὼς
τοὺς ἐχθρούς.
1003 ἴθ᾿, ἐκκάλυψον: πρὸς τὸν χορόν φησιν ἢ τινα τῶν θεραπόντων· ἡ γὰρ Τέκμησσα ἐπὶ τὸν παῖδα ἀπῄει.
1004 δυσθέατον ὄμμα ὡς ἀνακαλύψας.
1005 ἀνίας λύπας.
κατασπείρας: δαιμονίως καὶ τὸ σπείρας οἷον ἀρχὴν κακῶν παρασχών· ἢ τὸ σπεῖραι ἐπὶ πλήθους κακῶν τακτέον.
1007 τοῖς σοῖς ἐν πόνοισιν ἀρήξαντα μηδαμοῦ.
1008 ἦ που Τελαμών: ἅμα μὲν πρὸς
1010 πῶς γὰρ οὔχ; ὅτῳ πάρα πῶς γὰρ οὗτός με
οὔχ; ὅτῳ πάρα: οὔχ; ᾧτινι οὐδʼ εὐτυχοῦντι πάρεστιν τὸ γελᾶν· εὐτυχοῦντι
δὲ εἶπεν οὐκ ἐπὶ τῷ
υἱῷ ἐσφαγμένῳ ἀλλʼ ἐπὶ ταῖς ἀνδραγαθίαις
τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας.
1012 ποῖον οὐκ ἐρεῖ κακὸν οἷον τίνος ἀπόσχοιτο
λόγου;
1013 τὸν ἐκ δορὸς γεγῶτα ὡσανεὶ ἐμέ.
1015 ὡς τὰ σὰ ἀντὶ τοῦ ὅπως τὰ σά.
1017 τοιαῦτʼ ἀνὴρ δύσοργος: τὸ μὲν δύσοργος ἐκ φύσεως (λέγει γὰρ αὐτὸν ἀεὶ σκυθρωπὸν) τὸ δὲ ἐν γήρᾳ εἰς ἐπίτασιν.
1018 πρὸς οὐδὲν πρὸς οὐδὲν ἀληθὲς ἢ αἴτιον
ἐμοί.
1020 λόγοισιν ταῖς τοῦ πατρὸς λοιδορίαις.
1022 πολλοὶ μὲν ἐχθροί: πολλοὶ ἐχθροὶ Ἕλληνές τε καὶ Τρῶες, ὀλίγοι δὲ ὠφελήσιμοι Ἕλληνες.
1024 πῶς ἀποσπάσω: πῶς, φησί, τὸ σῶμα ἀπὸ τοῦ ξίφους ἑλκύσω; συμπληρῶσαι
δὲ βούλεται καὶ
θάπτειν αὐτόν· καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ
περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικὶ τῷ δὲ Τεύκρῳ ὡς ἀνδρὶ καὶ ἀδελφῷ
1025 τοῦδʼ αἰόλου κνώδοντος. τῆς ἀκμῆς τοῦ ξίφους, τῆς ὀξείας εἰς τὸ
καίνειν ὡς ὀδούς· ὀδοῦσι
γὰρ περιβάλλεται ὀξέσιν· ἀπὸ δὲ
τοῦ ἄκρου τὸ ξίφος δηλοῖ.
1030 πρισθεὶς ἐξαφθείς, ἐκδεσμηθείς.
1032 δωρεὰν τὸ ξίφος.
1035 κἀκεῖνον τὸν λῶρον.
1037 καλῶς τὸ φάναι πάντα κατὰ γνώμην θεῶν γίνεσθαι· εἰσὶ γάρ τινες ἑτεροδοξοῦντες.
1038 τάδʼ| τὸ ἐκ θεῶν μηχανᾶσθαι ταῦτα.
1039 ἐκεῖνα τὰ ἑαυτοῦ δόγματα· γέγονε δὲ τοῦτο
καὶ παροιμιακόν.
1041 χὤ τι μυθήσῃ τάχα καὶ ὅ τι μυθήσῃ πρὸς τὴν ἔφοδον Μενελάου τουτέστι τὴν ἄφιξιν ἤτοι πρὸς αὐτὸν Μενέλαον.
1043 ἐξίκοιτʼ ἀνήρ. πιθανῶς πάρεστιν ὅτι οὐ
συμπαθήσων πάρεστιν· οὐκ ἀργῶς δὲ τοῦτο ἀλλʼ ?ὥσπερ προπαρασκευάζων τὸν
Τεῦκρον.
1044 εἰς ἐναντιολογίαν.
1045 ἀντὶ διʼ ὅντινα τὸν ἐπὶ Τροίαν ἐστειλάμεθα
πλοῦν.
1047 οὗτος, σὲ φωνῶ: ὑβριστικὸν τὸ ἦθος Μενε- λάου ἴσως ἐκ τῆς συνωμοσίας Ὀδυσσέως.
1048 ὅπως ἔχει ἀντὶ ἄθαπτον.
1050 δοκοῦντʼ ἐμοὶ διὰ τὴν ἐξουσίαν οὐ διὰ
δικαιολογίαν.
1052 πρῶτον κεφάλαιον ὅτι ἐπίβουλος ἦν τῶν Ἑλλήνων, δεύτερον ὅτι ἀπειθής· ἐντεῦθεν δὲ τὴν πρόφασιν τῆς ἀντιλογίας λήψεται ὁ Τεῦκρος ὅτι οὐκ εἰσὶν αὐτῷ βασιλεῖς οἱ Ἀτρεῖδαι.
1056 ὡς ἕλοι δορὶ γράφε ὡς ἐλοιδόρει.
ὡς ἐλοιδόρει; ὡς λοιδορούμενος ἐπηγγείλατο· ταῦτα γὰρ εἶπεν ὁ Αἴας.
1064 χλωρὰν διὰ τὰ ἐκεῖσε φυτά.
1066 στοχάζεται γὰρ ὅτι ὁ Τεῦκρος οὐ δίχα
ὀργῆς δέξεται τοὺς
λόγους.
1069 παρευθύνοντες ἀντὶ τοῦ τιμωρούμενοι.
1074 καὶ Ἐπίχαρμός φησιν
1079 παρʼ Ὁμήρῳ
αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται.
1084 πάνυ ἀσφαλῶς τὸ καίριον.
1085 ἐὰν ποιοῦντές τι παρὰ φύσιν ἡδώμεθα μὴ ὑπολαμβάνωμεν ὅτι οὐκ
ἀντιτίσομεν ἂν λυπώμεθα ἀντὶ διʼ ἐν λυπώμεθα· τοῦτο δὲ δηλοῖ ὅτι οἱ
πολλοὶ
τιμῶσιν ἡδὺ τοῦτο οὐκ ἔστι παραμένον ἀλλὰ γίνεται
μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην.
1088 αἴθων ὑβριστής: οὐχ ἵσταται ἐπὶ τῶν αὐτῶν·
1091 μὴ γνώμας ὑποστήσας σοφάς: ἐπειδὴ τὰ περὶ τῆς εὐπειθείας ἄριστα ἐγνωμολόγησεν. διάκειται μὲν ὁ χορὸς πρὸς τὸν Τεῦκρον ὑπεσταλμένως δὲ διαλέγεται διὰ τὸ τοῦ βασιλέως ἀξίωμα.
1093 οὐκ ἄν ποτ᾿, ἄνδρες, ἄνδρα:πρὸ τῆς ἀντιλογίας βούλεται μαλάξαι τὸν
Μενέλαον ὅτι εὐγενὴς ἂν οὐκ
1097 ἦ κατʼ ἐρώτησιν.
1100 ποῦ σὺ στρατηγεῖς. πῶς τῷ Αἴαντι προστάσσεις ὁ μὴ τῶν ὑπὸ Αἴαντα ἔχων ἐξουσίαν;
1102 Σπάρτης ἀνάσσων ἦλθες: ὁ λόγος ἅπας ὅτι σύμμαχος ἦλθεν οὐχ ὑπήκοος.
1103 οὐδʼ ἔπθʼ ὅπου σοὶ τόνδε: οὐδʼ ἔστιν ὅπου σοὶ πλέον προὔκειτο τοῦτον κοσμεῖν ἀλλʼ οὐχὶ σὲ ὑπὸ τούτου κοσμεῖσθαι.
1104 ἢ καὶ τῷδε σὲ γράφε ἢ καὶ τοῦδε σοί.
1105 ὕπαρχος ἄλλων ἀντὶ καὶ αὐτὸς ἑτέροις
ὑπετέταξο.
1107 διὰ τῶν σεμνῶν ἐπῶν κόλαζε τοὺς ὑπὸ σέ.
1108 κόλαζ᾿ ἀντὶ τοῦ νουθέτει.
1109 εἴθ᾿ ἅτερος στρατηγός. τὸν περὶ τῆς ἐπιβουλῆς λόγον ἀποφεύγει ὡς δυσανάτρεπτον, ἐνδιατρίβει δὲ τῷ ὅτι οὐ πάντων εἰσὶν ἄρχοντες.
1111 οὐ γάρ τι τῆς σῆς. ἀντετίθει γάρ τις ὅτι διὰ τὴν Ἑλένην ἡ στρατεία
ἐγένετο· ὅπερ οὖν ἔθλιβεν
αὐτὸν ἀνεσκεύασεν.
1112 οἱ πόνου πολλοῦ πλέῳ: οἱ φιλοκίνδυνοι, οἱ πλήρεις τῶν πόνων, λέγει δὲ τοὺς μισθοφόρους· οὐχ ὥσπερ μισθοφόρος τις ἐπὶ μισθῷ ἐστρατεύσατο.
1113 ἀλλʼ οὕνεχ’ ὅρκων: τῶν γὰρ ἀριστέων συνελθόντων
ἐπὶ τὴν
τῆς Ἑλένης μνηστείαν ὁ Τυνδάρεως πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι
τῷ γαμοῦντι
1114 σοῦ δʼ οὐδέν: ὅλως γάρ σε οὐκ εἶχεν ἐν ἀριθμῷ· πεποιθὼς δὲ
Ἀγαμέμνονι ὑβρίζει Μενέλαον·
συνᾴδει γὰρ τῷ
1118 οὐδʼ αὖ τοιαύτην γλῶσσαν: ὑποτίθησι τῷ Τεύκρῳ παύσασθαι τῆς
κατηγορίας καὶ μάλιστα ἐν τοιούτῳ καιρῷ ἐν εὐεπιβούλευτός ἐστιν· ἢ τὸ ἐν
κακοῖς τοῦτο δηλοῖ, οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι νῦν
πράσσειν ἢ περὶ τὸ ἐνεστὸς κακὸν γίνεσθαι.
1123 κἂν ψιλὸς ἀρκέσαιμι. τὰ τοιαῦτα σοφίσματα οὐκ οἰκεῖα τραγῳδίας· μετὰ
γὰρ τὴν ἀναίρεσιν ἐπεκτεῖναι τὸ δρᾶμα θελήσας ἐψυχρεύσατο καὶ ἔλυσε τὸ
τραγικὸν πάθος.
1126 κτείναντά με ὅσον ἧκεν ἐφʼ ἑαυτῷ.
1127 κτείναντα με; δεινόν: ὁ μὲν εἶπεν ὅσον ἐφʼ ἑαυτῷ ὁ δὲ τῆς
φωνῆς ἀντιλαμβάνεται· τὸ δὲ τοιοῦτο κωμῳδίας μᾶλλον οὐ τραγῳδίας.
1131 ταῦτα καὶ ἐν Ἀντιγόνῃ.
1135 εἰκότως, φησίν, ἐμίσει σε ἀδικούμενος.
μιᾷ ψήφῳ φησὶ κατακριθῆναι τὸν Αἴαντα ὑπὸ Μενελάου.
1137 καλῶς ἀντὶ τοῦ ἐμπείρως.
1150 ἐγὼ δέ γ᾿ ἄνδρʼ καὶ οὗτος αἰνίττεται ὡς
ἐφʼ ἑτέρου τὸν λόγον ποιούμενος.
1153 ὀργὴν τὸν τρόπον.
1161 οὐδαμῇ ὑπείκει ὁ Τεῦκρος, κἀμοὶ δέ, φησίν, αἴσχιστόν ἐστιν ἀνέχεσθαί σου φλυαροῦντος.
1165 ὁ χορὸς ταχύνει τὸ ταφῆναι τὸ σῶμα πρὶν παραγενέσθαι τοὺς Ἀτρείδας.
1166 τὸν ἐσόμενον τοῖς ἀνθρώποις τάφον ἀείμνηστον.
1168 πάρεστιν ἡ Τέκμησσα μετὰ τοῦ παιδός·
οὐχ ὅτι δὲ ἱκανὰ
τὰ πρόσωπα φυλάξαι τὸ σῶμα ἀλλʼ ὅτι κινῆσαι δυνατά.
1169 τῦδε τοῦ Αἴαντος.
1173 προστρόπαιος προστετραμμένος αὐτῷ ἢ
ἱκετεύων.
1175 ἱκτήριον θησαυρὸν τὰς πολλὰς ἱκεσίας ἢ τὸ
πλῆθος τῶν ἱκετευόντων. ἄλλως: τὸ ἱκέσιον κτῆμα, λέγει δὲ τὰς
τρίχας.
1178 ἐξημημένος ἴνʼ ᾖ ἀφῃρημένος.
1182 καλῶς ἐγείρει τοὺς στρατιώτας πρὸς βοήθειαν,
τὸν δὲ
παῖδα πρὸς οἶκτον προβάλλεται καθʼ ἡλικίαν.
1184 κἂν μηδεὶς ἐᾷ: ἀπονενοημένου, φασί, τὰ πάντα ἐπὶ αὐτῷ ἀνατιθέναι ὅτι μόνος κρατήσει τῶν ἐχθρῶν βιαζομένων· ῥητέον οὖν ὅτι ὑπὸ φιλοστοργίας πάντα λέγει ὑπομένειν.
1185 τίς ἄρα νέατος: ὁ χορὸς πάλιν καθʼ ἑαυτὸν γενόμενος ἐν ἀναλογισμῷ
γίνεται καί φησι, τίς ἄρα ἡμῖν ὁ ἔσχατος τῶν ἐτῶν ἀριθμὸς τῶν
πολυπλάγκτων;
1186 πολυπλάγκτων καθʼ ὅ πολλὰ πλανώμεθα ἐν
ἀλλοδαπῇ.
1188 δορυσσοήτων πολεμικῶν τουτέστι τῶν κατὰ
πόλεμον μόχθων.
1190 ἀνὰ τὰν εὐρώδη Τροίαν ἤτοι ἐπὶ τῆς
Τροίας.
σκοτεινὴν καὶ ἀερώδη τοῖς Ἕλλησιν.
1192 ἄφελε πρότερον: ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνὴρ ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅπλα ὡς ἅμα τῇ εὑρέσει ἡκόντων τῶν ἀνθρώπων ἐπὶ τὸ ἀδικεῖν.
1197 πόνοι πρόγονοι πόνων ἢ παλαιοὶ ἢ ἀρχηγοὶ
τῶν πόνων οἷον ὁπότε εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο· οὐ δεῖ
δὲ ἀπειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο ὅπλοις.
1199 ἐκεῖνος οὕτε στεφάνων: ἐκεῖνος ὁ εὑρὼν τὰ ὅπλα ὅσον ἐφʼ ἑαυτῷ οὐ
στεφάνων, οὐ κύλικος,
οὐκ αὐλῶν τέρψιν μοι ἔνειμεν ἀλλὰ
πᾶν, φησί, τερπνὸν ἐξέκοψεν· ἥδιστος δὲ ὢν ὁ Σοφοκλῆς πάλιν ἐπὶ τὸ ἴδιον
ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν ὅθεν καὶ μέλιττα ἐκλήθη.
1202 ὄτοβον ὅμαδον, ἦχον.
1203 ἐννυχίαν τὴν ἐν παννυχίσιν ἢ τὴν ἐν
κοίτῃ.
1205 ἐρώτων τῶν ἐρωτικῶν· καὶ ἄκαιρον μὲν
1207 κεῖμαι δʼ ἀμέριμνος: ἤτοι πολυμέριμνος ἢ τῶν τέρψεων ἀμέριμνος οἷον
μὴ σκοπῶν περὶ θυμηδίας μηδὲν ἀλλʼ ἐν δρόσοις τεγγόμενος ἅπερ ἐστί μοι
μνημόσυνα
εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐνταῦθα κακοπάθεια.
ἢ ἐν οὐδεμιᾷ μερίμνῃ ὤν ἢ μόνον περὶ τῶν πολέμων.
πολυμέριμνος.
1211 πρὶν οἷον πρὶν ἐπέλθοιεν οἱ πολέμιοι.
ἐννυχίου. τῆς νυκτερινῆς ἐφόδου τῶν πολεμίων
καὶ τῶν βελῶν
ἀλεξητήριον ἦν ὁ Αἴας.
1217 γενοίμαν ἵνʼ ὑλᾶεν: εὔχονται ἀπαλλαγῆναι ἐπὶ τὰ οἰκεῖα· γενοίμην οὖν, φησίν, ὑπὸ τὴν ἄκραν πλάκα τοῦ Σουνίου· διὰ γὰρ Σουνίου ὁ πλοῦς τοῖς ἀπὸ Τροίας ἐπὶ Σαλαμῖνα.
ἔνθα ὑλώδης ἐξοχὴ τῆς θαλάττης ἐστί.
1220 Σουνίου ὄνομα τόπου.
1221 φιλοτέχνως εὐφραίνει τοὺς ἀκροωμένους διὰ τῶν ἐπαίνων τῆς Ἀττικῆς.
1223 ὁ Τεῦκρος ἀκηκοὼς ἥκειν τὸν Ἀγαμέμνονα
ἔρχεται μετὰ
σπουδῆς.
1225
1228 αἰχμαλωτίδος τῆς Ἡσιόνης.
1230 ἐπʼ ἄκρων δακτύλων ἔβαινες γαυριῶν.
1231 οὐδὲν μὲν ὤν διὰ τὴν δυσγένειαν τοῦ μηδὲν
δὲ τοῦ
Αἴαντος τελευτήσαντος.
1233 διωμόσω γράφε διωρίσω.
1236 ποίου ἀντὶ τοῦ
1239 ἔοιγμεν ἐοίκαμεν.
1242 οὐκ εἰξετε καὶ ἐμμενεῖτε τοῖς κεκριμένοις.
1243 πιθανῶς τοῖς πολλοῖς.
1244 βαλεῖτε ἀντὶ τοῦ βλασφημεῖτε.
1245 οἱ λελειμμένοι οἱ ἡττηθέντες ἐν τῇ κρίσει·
τοῦτο δὲ πρὸς τὴν ἐπιχείρησιν τοῦ Αἴαντος.
1247 γενναῖος ὁ λόγος, εἰ ὁ ἡττώμενος ἰδίῳ δικαίῳ
παριστανόμενος πάλιν μάχοιτο καὶ οὐκ εἴξει τοῖς κεκριμένοις οὐδέποτε
κατάστασις ἔσται.
1249 τοὺς ὄπισθεν τοὺς ἡττωμένους.
1250 δεῖ, φησίν, ἐμμένειν τοῖς ἅπαξ κεκριμένοις· ἐπειδὴ δὲ αὐτοῦ τὴν κατὰ
ἰσχύν
διαβάλλειν οὐ δύναται εἰς ἀφροσύνην αὐτὸν λοιδορεῖ.
1255 τὸ φάρμακον τὸ τῆς μάστιγος.
1257 ἀνδρὸς λείπει ἡ ὑπέρ.
1263 σκώπτει αὐτὸν εἰς τὴν μητέρα.
1264 ἐπεὶ οὐ συμβουλεύει διὰ τὸ ἀξίωμα Ἀγαμέμνονος ὁ χορὸς ἐν τῇ εὐχῇ τὴν γνώμην κατέθηκεν.
1266 περιπαθὴς ὁ λόγος εἰς ἀχαριστίαν ἐννεύων ὅτι ταχεῖα διαρρεῖ ἡ χάρις τοῦ ἀποθανόντος.
1269 οὐκ ἀξιοῦται τῆς παρὰ σοῦ μνήμης· οὗ
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
1273 καλῶς πρὸς τὸ
ποῦ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
1274 ἑρκέων λείπει ἐντός.
1277 ἑδωλίοις τοῖς σανιδώμασιν.
1281 πρὸς τὸ ποῦ βάντος ἢ ποῦ στάντος.
1284 κἀκέλευστος ἦλθ’ ἐναντίος: αὐτοκέλευστόν
φησιν αὐτὸν
ἀναστῆναι εἰς τὸ μονομάχιον ἐπαινῶν αὐτὸν οὐχ Ὁμηρικῶς
1285 οὐ δραπέτην τὸν κλῆρον: οὐδὲν πανουργήσας περὶ τὸν κλῆρον ἀλλʼ
εὐξάμενος λαχεῖν αὐτόν· τοῦτο δὲ ἱστορεῖται περὶ Κρεσφόντου καὶ τῶν
Ἀριστοδήμου
παίδων ὅτι πανούργως ὁ Κρεσφόντης. βῶλον ὑγρὰν
εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε κληρουμένων περὶ Μεσσήνης· οὐκ ἄτοπον δὲ
τὸν Τεῦκρον λοιδορεῖν Ἀγαμέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ
Ἀχιλλεὺς οὐκ ἀπέσχετο λοιδορίας καὶ οὐκ ὤ ἐν τοιούτῳ
πάθει.
ἀνῆκται τοῖς χρόνοις ἡ ἱστορία ἡ περὶ Κρεδφόντου.
1286 ἀλλʼ ὃς εὐλόφου: ὅστις κλῆρος ἐκ τῆς
1291 εἰκότως καὶ αὐτὸς τὰ ὅμοια ἐξεῦρεν, ἓν δὲ εἰπὼν Ἀγαμέμνων μυρία ἤκουσεν.
1295 αὐτὸς δὲ μητρὸς ἐξέφυς: οὐχ ὡς βαρβάρων τῶν Κρητῶν ὄντων ὀνειδίζει αὐτῷ τὰ περὶ τῆς μητρὸς ἀλλʼ οἷον ἐξ ἀλλοφύλων γέγονέ σοι τὸ γένος.
αὐτὸς γράφε αὖθις.
1296 ἐπακτὸν ἄνδῤ τὸν μοιχόν.
1297 ἐφῆκεν ἐλλοῖς ἰχθύσιν: ἡ ἱστορία ἐν ταῖς Κρήσσαις Εὐριπίδου ὅτι διαφθαρεῖσαν αὐτὴν λάθρᾳ ὑπὸ θεράποντος ὁ πατὴρ Ναυπλίῳ παρέδωκεν ἐντειλάμενος ἀποποντῶσαι, ὁ δὲ οὐκ ἐποίησεν ἀλλʼ ἐνεγύησε Πλεισθένει.
ἐλλοῖς τοῖς ἀφώνοις.
1301 ἀνασκευάζει τὰ εἰρημένα περὶ δυσγενείας αὐτοῦ.
1305 τοὺς πρὸς αἵματος τοὺς συγγενεῖς.
δεικτικῶς εἰς τὸν Αἴαντα ἵνʼ ᾖ περιπαθὴς ἡ λέξις.
1307 πιθανῶς πάλιν εἰσέβαλεν εἰς τὸν λόγον τοῦ δράματος.
1309 τρεῖς ὁμοῦ συγκειμένους: ἐμὲ καὶ σαυτὸν καὶ Μενέλαον· οὐ γὰρ λέγει περὶ τῆς Τεκμήσσης καὶ τοῦ παιδός· ἐλεεινὸς γὰρ ὁ λόγος οὐκ ἀπειλητικός.
συγκειμένους γράφε συνεμπόρους.
1310 ὑπερπονουμένῳ γράφε
1311 θανεῖν προδήλως: ταῦτα ἃ βούλεσθε περὶ
προδήλως λαμπρῶς, ἀνδρείως.
1314 βουλήσῃ ποτέ: μεταμεληθήσῃ ὡς προπετὴς
εἰς ἐμὲ εὑρεθεὶς
καὶ μὴ ἀποδειλιάσας παρὰ τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε· ἢ βουλήσῃ ποτὲ καὶ
δειλὸς εἶναι καὶ μὴ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι.
1316 ἄναξ Ὀδυσσεῦ: ἴνα μὴ εἴη αὐτῶν εἰς μακρὰν ἡ φιλονεικία διαλλακτὴν
εἰσήνεγκεν τὸν Ὀδυσσέο·
τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει·
εἰσῆκται δὲ Ὀδυσ- σεὺς ὡς σοφὸς καὶ ἀμνησίκακος.
1319 βοὴν Ἀτρειδῶν: οὐκ ἐξ ἑτοίμου φησὶν ὅτι ἥκοι ἀναστέλλων τὸν
Ἀγαμέμνονα ἀλλʼ ἐπιμελόμενος τί πράττουσιν οἱ βασιλεῖς· τὴν δὲ ἑαυτοῦ
γνώμην
ἐδήλωσεν διὰ τοῦ ἀλκίμῳ νεκρῷ ὅτι γενναίαν αὐτοῦ
ἐδήλωσε τὴν τελευτήν· διδάσκει δὲ ὁ λόγος ὅτι οὐ δεῖ κατὰ τεθνεώτων
λέγειν κἂν ἐχθροὶ ὦσιν.
1321 συλλήπτορα θέλων ἔχειν τὸν Ὀδυσσέα ἄνακτα αὐτὸν καλεῖ.
1322 ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην: συνετὸς Ὀδυσσεὺς οὐκ εὐθὺς προστιθέμενος τῇ ὀργῇ· ἔστι γὰρ συγγνώμη καὶ τῷ κακῶς εἰπόντι εἰ κακῶς πάσχων ἀμύνηται διὰ λόγων.
1325 οὔτε θεραπεύει Ὀδυσσέα ὁ Τεῦκρος διὰ τὸν
ἀδελφὸν οὔτε
ἀντιλέγει διὰ τὸν καιρόν.
1328 ἔξεστιν ἐμοὶ τῷ φίλῳ σου.
δαιμονίως ἡ ἐπιτήρησις· ἠπίστατο γὰρ ὅτι πάντες
1329 ξυνηρετμεῖν; ξυντρέχειν ὡς πρότερον ἐκ μεταφορᾶς
συμφωνεῖν.
1334 μηδʼ ἡ βία σε μηδαμῶς. μὴ ἡ ἐξουσία βιασάσθω σε ὥστε πρᾶξαί τι παρὰ τὸ δίκαιον τουτέστι μὴ ὑπὲρ τοῦ ἐνδείξασθαι τούτῳ τὴν ἐξουσίαν παραβῇς τὸ δίκαιον.
1336 κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος: ἱκανὸς ὁ λόγος εἰς πειθὼ ὅτι κἀγώ ποτε ἐχθρὸς ὤν ἐνδέδωκα νῦν διὰ τὸ δίκαιον.
1338 ἔμπας ὅμως.
1339 τουτέστιν ὡς καὶ παρʼ ἐχθρῶν ἄξιος θρήνων
τυχεῖν.
1345 βλάπτειν τὸν ἐσθλόν: δύναται καὶ ἐπὶ τοῦ μισοῦντος εἶναι, τὸν ἐσθλὸν
οὐ δεῖ μνησικακεῖν, δύναται καὶ ἐπὶ τοῦ μισουμένου καὶ τετελευτηκότος,
τὸν ἐσθλὸν οὐ δεῖ βλάπτεσθαι οὐδʼ ἐὰν μισούμενος ᾖ·
εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν.
1350 τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον: ὁ λόγος ὅτι οὐ πάντῃ τῷ δικαίῳ
ἀκολουθητέον ἀλλά τι πρὸς τὸ συμφέρον ῥέπειν χρὴ τὸν τύραννον· ἀπρεπὲς
γὰρ ὑπὸ Ἀγαμέμνονος ὁμολογεῖσθαι
ἀδικεῖ ὑπὸ τῆς ἐξουσίας περὶ τὰ τοιαῦτα τῶν ἔργων
προβαλλόμενος.
1351 ἀλλʼ εὖ λέγουσι: κατὰ κοινοῦ τὸ ῥᾴδιον· ἔστιν οὖν ὁ νοῦς τοιοῦτος, ἀλλὰ ῥᾴδιόν ἐστι τοῖς καλῶς συμβουλεύουσι φίλοις τιμὰς νέμειν ἀντὶ ἐμοὶ καλῶς σοι συμβουλεύοντι τιμὴν ἀπόδος τουτέστιν ἄκουσόν μου.
1352 κλύειν τὸν ἐσθλόν: ἄκρως αἱ ἀντιθέσεις· ὁ μὲν Ὀδυσσεὺς ἐπὶ τιμῇ τῶν φίλων ὑφεῖναι τὸν βασιλέα τῆς ἐξουσίας παρακαλεῖ ὁ δὲ ἀντιστρέψας φησὶν ὅτι τὸν ἀγαθὸν ἄνδρα χρὴ πείθεσθαι τοῖς βασιλεῦσιν.
1353 τῶν φίλων νικώμενος] λείπει ἡ ὑπό.
1356 τί ποτε ποιήσεις;: ἐν ἐρωτήσει ὁ λόγος, ποδαπός τις ἔσῃ πρὸς ἐχθροὺς καὶ τί αὐτοὺς διαθή- σεις δεινὸν ὁπότε οὕτως ὑπὸ νεκροῦ ἥττησαι;
1358 ἔμπληκτοι βροτῶν: οἱ μὴ ἐμμένοντες τῇ
ἀρχαίᾳ ἀρετῇ καὶ
φιλίᾳ, ἄφρονες παρὰ τοῖς ἀνθρώποις. ἄλλως: ἔμπληκτοι κοῦφοι,
εὐμετάβλητοι· ὀνειδίζει δὲ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ· οἱ τοιοῦτοι οὖν
ἔμπληκτοι παρὰ τοῖς βροτοῖς λέγονται ὡς καὶ Ὅμηρος ἐμπλήγδην ἕτερον μὲν
τίει βροτόν.
1359 ἦ κάρτα: πρὸς ταῦτα Ὀδυσσεὺς ἀντιλέγει ὅτι οὐκ ἐν τῇ ταὐτότητι μένει
τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ ποτὲ μὲν φίλοι εἰσὶ ποτὲ δὲ ἐχθροί. πολύ,
φησί, τοῦτο ἀνθρώπων ς, τὸ κατὰ καιρὸν
μεταβάλλεσθαι εἰς φιλίαν ἢ εἰς ἔχθραν.
1363 ὁ μὲν τὸ τῆς ἀνδρείας ὁ δὲ τὸ τῆς δικαιοσύνης προβάλλεται.
1365 καὶ γὰρ αὐτὸς ὑπόκειμαι τῇ ὁμοίᾳ τύχῃ τῇ ἀνθρωπίνῃ· ἢ καὶ αὐτὸς ἵξομαι πρὸς τὸ θάψαι αὐτόν.
1366 ἦ πάνθ᾿ ὅμοια: ἔχει τι δυσκολίας, ἔστι δὲ οὕτως, κοινὸν ἔγκλημα
τοῦτο τοῖς ἀνθρώποις, τὸ εἶναι
ἕκαστον φίλαυτον· τοῦτο οὖν
ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων, ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν
ταφῆναι τὸν Αἴαντα. οὐδαμῇ τὸ κεχαρισμένον ἑτέρῳ διαπράττει· καὶ
ὁμολογεῖ Ὀδυσσεὺς τὸ φίλαυτον ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν.
1376 ἀπὸ ταύτης τῆς ἡμέρας ἀγγέλλομαι καὶ σημαίνω αὐτῷ φιλίαν.
1378 καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τε
1381 εὐγνωμόνως πρὸς τὸ παρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα
κατατιθέμενος καὶ τὴν πρὸς
αὐτὸν ἔχθραν.
1382 καί μ᾿ ἔψευσας ψευσθῆναι τῆς ἐλπίδος
1386 οὑπιβρόντητος ὃν εἰώθαμεν λέγειν
ἐμβρόντητον.
1394 πιθανῶς καὶ εὐσχημόνως.
1402 πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς· πολὺς οὖν ἤδη χρόνος ἀφʼ οὔ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι.
1404 χερσὶ ταχύνετε μετὰ σπουδῆς ὀρύξατε.
1406 ἐπίκαιρον εὔκαιρον·
1407 κλισίας τῆς σκηνῆς.
ἴλη σύστημα, κυρίως δὲ φατρία.
1408 τὸν ὑπασπίδιον τὸν ἐνόπλιον.
1409 τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα.
1412 σύριγγες ἀναδόσεις αἵματος.
μέλαν μένος: ἀντὶ τὴν δύναμιν τοῦ Αἴαντος.
1413 ὅστις τῶν παρόντων φίλος ἐστὶ σπευδέτω εἰς τὴν ταφήν.
1415 οἱ τοιοῦτοι ἔπαινοι περὶ τῶν ἰδίων λεγόμενοι περιπαθέστεροί εἰσιν.
1418 οἰκείως ἔχει τοῖς ἀπαλλαχθήσεσθαι μέλλουσιν
ἡ τελευταία
γνώμη ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπʼ αὐτῶν τῶν πραγμάτων
γινομένοις, προμηθείᾳ δὲ ἀδύνατον χρήσασθαι καὶ μαντεύσασθαι ὅ τι ποτὲ
ἀποβήσεσθαι μέλλει· ταῦτα δὲ ἄμα λέγοντες προαέμπουσι τὸν νεκρὸν καὶ
γίνεται ἔξοδος πρέπουσα τῷ
λειψάνῳ.
ἀπειρόκαλον τὸ λέγειν ὅτι ὃν τρόπον τὰ κατὰ
γὰρ ἀγνοοῦντι δείκνυσιν ὁ
παιδαγωγὸς τῷ δὲ ἀπιστοῦντι ἡ Ἀθηνᾶ· ἅπαντα δὲ ἡμῖν φιλοτέχνως ἐν βραχεῖ
δεδήλωκεν ὁ ποιητής, τὸν τόπον τῆς σκηνῆς, τὸν τρόπον ὡς παρέλαβεν αὐτὸν
παρὰ τῆς ἀδελφῆς καὶ πρὸς τὸν Στρόφιον ἐξέθετο, τὸν καιρὸν ἐν
πάρεισιν εἰς τὰς Μυκήνας, τὸν συνόντα ὅτι Πυλάδης· φησὶ γὰρ ὑποκατιὼν
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον.
1 ὦ τοῦ στρατηγήσαντος; πολλάκις παρατηροῦμεν ὅτι οἱ παλαιοὶ τὰ συνεκτικὰ
τῶν ὑποθέσεων ἐν ἀρχαῖς
ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς
τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον.
στρατηγήσαντος γράφε τυραννήσαντος.
2 προσοχὴν ὁ λόγος ἀπεργάζεται σκοπούντων ἡμῶν τί δή ποτε προθυμεῖται τὴν πόλιν ἰδεῖν.
4 τὸ γὰρ παλαιὸν Ἀργος: Ἄργος ὁμωνύμως τῇ χώρᾳ ὡς Ὅμηρος
ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ
πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπʼ οὐρανοῦ πρῶτον
ἐκεῖσε κατηνέχθη.
Ὅμηρος χωρίζει τὸ Ἄργος καὶ τὴν Μυκήνην, οἱ δὲ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασίν.
6 αὕτη δ᾿, Ὀρέστα, τοῦ λυκοκτόνου: οὐκ ἀπʼ ἄλλου τινὸς ποιεῖται τὴν
δεῖξιν ἢ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος ὅπερ ἀρχαιότατόν ἐστι κατὰ τὴν ἐν
τῷ Ἀργει ἀγορὰν ἐν καὶ πῦρ ἀπόκειται περὶ οὗ πρόσθεν εἰρήκαμεν, ἔστι δὲ
καταντικρὺ τοῦ Νεμεαίου Διός·
παραγενόμενοι οὖν εἰς Ἄργος ὁ
τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων
διὰ τὸ νόμιον εἶναι
7 οὑξ ἀριστερᾶς: ἔστι γὰρ ἐξ ἀριστερᾶς τῶν Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου
εἰσιοῦσιν Ἥρας ναός,
ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ
Κορίνθου πεποίηνται τὴν ὁδόν.
9 τὰς πολυχρύσους Ὅμηρος
10 πολύφθορον ἐν ᾧ πολλαὶ φθοραὶ καὶ φόνοι
ἐγένοντο.
13 ἤνεγκα ἐκ τούτου τὴν ἡλικίαν τοῦ νέου
σημαίνει.
τὸ ἤνεγκα τὸ βραχὺ τῆς ἡλικίας δηλοῖ ὡς περὶ παιδαρίου οὔ τι βαδίσαι δυναμένου.
19 μέλαινά τʼ ἄστρων. ἐχρῆν οὕτως εἰπεῖν, μελαίνης νυκτὸς τὰ ἄστρα
ἐκλέλοιπεν ὡς τὸ
22 ἀκμή: σπουδή· πιθανῶς δὲ ἐγείρει τὸν ἀκροατὴν προσέχειν τοῖς ἔργοις ἃ ταχέως συμβουλεύει τελεσθῆναι.
23 διδάσκει ἡμᾶς μεθ᾿ οἵων ἀνδρῶν δεῖ τὰ ἀπόρρητα ποιεῖν καὶ λέγειν.
24 σημεῖα φαίνεις κ. ἑ. τοῦ εἶναι πιστὸς εἰς
ἡμᾶς.
26 ἐν τοῖσι δεινοῖς ἐν τοῖς πολέμοις.
28 ἕπῃ
31 εἰ μή τι καιροῦ τυγχάνω; εἴ τί σοι δοκῶ μὴ καλῶς βεβουλεῦσθαι
μεθάρμοσον ὅ ἐστιν ἐπανόρθωσον· ἔστι δὲ ἀγάσασθαι τὸν νεανίσκον ὅτι μὴ
πάνυ αὐθέκαδτος
φαίνεται.
32 διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν.
35 χρῇ μαντεύεται.
36 ἄσκευον αὐτὸν ἢ αὐτὸν τὸν Αἴγισθον
ἀπαρασκεύαστον
ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου
ἐπεμβῆναι.
39 ὅταν σε ὁ καιρὸς καλῇ.
40 περιέργασαι τὰ πραττόμενα πάντα.
42 τοῦ πιθανοῦ χάριν.
τὸ μὴ Ἀττικῶς πλεονάζει.
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ: τινὲς τὸ ἠνθισμένον ἐπὶ τῆς κεφαλῆς
ἥκουσαν οἷον ταῖς πολιαῖς ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν
εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ
ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή οὖν σε
ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα
ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ᾿ ἐπὶ παντὸς τοῦ σώματος.
45 Φωκεύς: τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανοτέα
ἀπὸ τοῦ ὅλου
εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ
Φανοτέως.
46 δορυξένων: ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης.
47 ἄγγελλε δʼ ὅρκῳ: μὴ σμικρολόγως τις ἐπιλάβηται ὡς κελεύοντος ἐπιορκεῖν
τοῦ ποιητοῦ· δεῖ γὰρ
αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ
πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων
εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι
τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ
Τριπτολέμου
γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις
ἔτεσι πρότερον.
48 ἐξ ἀναγκαίας τύχης. βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ.
49 τοῖς χρόνοις ἀνῆκται· νεώτερος γὰρ Ὀρέστου ἐστὶν ὁ Πυθικὸς ἀγών.
50 ὧδʼ ὁ μῦθος ἑστάτω: ἡ ἔκβασις τοῦ λόγου ἢ τὸ κεφάλαιον· πιθανὸν δὲ τὸ ἐν Φωκίδι ἀνατραφέντα Πέθια ἀγωνίζεσθαι.
δεδόχθω.
51 ὡς ἐφίετο ὁ Ἀπόλλων δῆλον ὅτι, ὡς
ἐκέλευεν.
52 λοιβαῖσι πρῶτον καὶ καρατόμοις. καὶ τοῖς ἀπὸ κρατὸς τετμημένοις βοστρύχοις· λέγοι δʼ ἂν χλιδὰς ἤτοι καθόλου τοὺς πλοκάμους οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς ἢ παρʼ ὅσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ.
54 τύπωμα χαλκόπλευρον τὴν ὑδρίαν ἐν ᾗ δῆθεν τὰ
δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο.
τὸ ἄγγος.
56 κλέπτοντες ἀπατῶντες, παραλογιζόμενοι·
Ὅμηρος
62 ἤδη γὰρ εἶδον πολλάκις: Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ
λογοποιεῖν ἐκέλευσε τὴν μητέρα ὡς ἄρα τεθνηκὼς εἴη καὶ μετὰ ταῦτα
ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθʼ Ἄιδου τινὰ ἐτερατεύετο
διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων οἷς ἐν Ἄιδου
συντετυχηκέναι ἔλεγεν ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν ὡς πρὸ μὲν
τῶν Τρωικῶν Αἰθαλίδης ὤν ὁ Ερμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα
Πύρρος ὁ Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας· εἰς τοῦτο
καὶ μύθῳ παλαιῷ
τετόλμηκέ τι κακόηθες εἰπεῖν καὶ προσκρουστικὸν εἰς τοὺς καθʼ ἑαυτὸν ὁ
μᾶλλον ἥρμοζε κωμῳδίᾳ.
68 δέξασθέ μ᾿ εὐτυχοῦντα: ἐπʼ εὐτυχίᾳ με δέξασθε ὥστε ταύτας τὰς ὁδοὺς τελεσθῆναι.
εὐτυχῶς ἐπιχειροῦντα ταῖς μηχαναῖς.
70 δίκῃ καθαρτής: τὰ εἰς της ἔχοντα τὴν παρατέλευτον εἰς ἀμετάβολον
λήγουσαν ἀπρόσληπτα ὄντα τοῦ σ κατὰ τὴν γενικὴν βαρύνονται εἰ μὴ εἴη
μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, τὸ δὲ ἑκοντὴς καὶ ἐθελοντὴς
μετοχικά· παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τό τε καθαρτὴς καὶ
ἀμυντὴς ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής.
72 ἀρχέπλουτον ἄρχοντα
75 ἐξιέναι βούλονται διὰ τὴν εἴσοδον τοῦ χοροῦ.
καιρὸς γὰρ ὅσπερ ἀνδράσιν: ἐφʼ ἑκάστου πράγματος τὸ καίριον καὶ
χρησιμώτατόν ὁ καιρὸς ἐστιν ὅπου καὶ τὰ
σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται ἐς ἰατρὸν τῷ κάμνοντι περὶ
τῆς φύσεως
τοῦ νοσήματος διαλεγόμενον, ὡς εἴ τις τοῖς
μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο.
78 καὶ μὴν θυρῶν ἔδοξα: θαυμαστῶς ὁ γέρων
τὸ ἑξῆς, ἔνδον θυρῶν.
80 ἄρʼ ἐστὶν ἡ δύστηνος: ὑπὸ νεότητος Ὀρέστης παράγεται φιλοπευστεῖν, ὁ
δὲ πρεσβύτης τὸ χρήσιμον
σκοπεῖν ἀναγκάζει.
81 κἀνακούσωμεν ἐπακούσωμεν.
82 μηδὲν πρόσθεν: ἄμα μὲν εἰς τὸ χρήσιμον συμβουλεύει πείθεσθαι τῷ θεῷ
ἅμα δὲ καὶ πρὸς τὴν ὑπόθεσιν· διελύθη γὰρ ἂν τὸ πᾶν ἐξ ἀρχῆς μηνυθέντος
Ὀρέστου.
86 φάος ἁγνόν: ὀλόφυρσίς ἐστι τῆς Ἠλέκτρας ἐν ταῖς μονῳδίαις ὅπερ σύνηθες
τοῖς τραγικοῖς κινητικὸν τοῦ πένθους· τοῦτο δὲ τὸ πρόσωπον εὔνουν ἐστὶ
τῷ ἀποθανόντι· ἐπεὶ δὲ ἄηθές ἐστι πρὸς τοὺς θεατὰς ἢ
πρὸς
ἑαυτὴν ταῦτα διαλέγεσθαι ὡς ἀπομεμφομένη τοῖς θεοῖς ἢ μάρτυρας τῶν
θρήνων καλοῦσα πρὸς τὰ στοιχεῖα ποιεῖται τὸν λόγον καὶ οὕτως ἡμῖν
δηλωθήσεται ὅπως διέκειτο ἐπὶ τῷ συμβάντι κατὰ τὸν πατέρα· ἰσόμοιρον δέ
φησιν εἶναι τὴν γῆν τῷ ἀέρι παρʼ ὅσον
παρατείνειν ἀλλήλοις
τὰ στοιχεῖα πρέπει· καὶ τοῖς φιλοσόφοις ἴσος δοκεῖ εἶναι κατὰ τὴν
ἀνάλυσιν ὁ ἀὴρ τῇ γῇ· συνέστραπται γὰρ ἡ γῆ· εἰ δὲ διαλυθῇ ἰσωθήσεται
αὐτῷ· οὕτως ἔχει καὶ τὸ Ἡσιόδειον
ἀπὸ κέντρου διαστήματα· ἰσόμοιρος οὖν διὰ τὸ ἴσον·
ἀπέχειν πανταχόθεν τῆς γῆς· καὶ ταῦτα δὲ Φερεκράτης παρῴδηκεν· τὸ δὲ ἀὴρ
τὸ α συνέστειλεν διὰ ῥυθμὸν ἢ μέτρον.
87 ὥς μοι πολλὰς μὲν θρήνων: φάος ἁγνόν,
ὅσα μοι σύνοιδας
θρηνούσῃ καὶ κοπτομένῃ· τὸ δὲ κατάλληλον οὕτως, ὡς πολλὰς μὲν ᾠθὰς
μετῆκται δὲ ἀπὸ τῶν
ἐρεσσόντων οἷον πληγὰς κατὰ τὸ ἐναντίον τῶν στέρνων ἐλαυνομένας.
89 ἀντήρεις: ἀντιθέτους ἀντὶ τοῦ ἴσας τοῖς θρήνοις· μετῆκται
ναῦς· ἀντήρεις οὖν
ἀντικτυπούσας τοῖς θρήνοις· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς
ἕκαστον.
ᾔσθου ἀντὶ τοῦ ἔμαθες.
90 διὰ τούτων ἡ ἐπίτασις.
91 ὁπόταν δνοφερά: ὅσα μέν, φησί, διὰ νυκτὸς
κλαίω αἱ εὐναὶ
ἴσασιν ὅσα δὲ διʼ ἡμέρας ὁ ἀὴρ καὶ
ὑπολειφθῇ παρέλθῃ.
94 ὅσα τὸν δύστηνον: κατὰ βραχὺ ἐνδείκνυσι τὰ τῆς ὑποθέσεως· ἰδοὺ γὰρ
ἔγνωμεν ὅτι ἀδελφὴ τοῦ
Ὀρέστου καὶ διὰ τί θρηνεῖ.
95 ὃν κατὰ μὲν βάρβαρον: παρὰ τὸ ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Νεκυίᾳ
πικροτέρα ἐφάνη Κλυταιμήστρα τῷ ἰδίῳ ἀνδρίπάνυ γὰρ περιπαθὲς τὸ ἐπὶ
τηλικούτου καὶ τοσαῦτα διαπραξαμένου τὸ εἰπεῖν
Ἄρεως τραύματα
πάνυ περιπαθῶς πικροτέραν γενέσθαι τῷ Ἀγαμέμνονι καὶ πολεμίου καὶ ἀλλοδαπῆς τὴν Κλυταιμήστραν.
101 ἢ μοῦ φέρεται: εἰ δὲ καὶ τὰ τῆς Χρυσοθέμιδος παράκειται αὕτη γε διὰ τὸ πάνυ ἀλγεῖν οὐδένα κατʼ ἀξίαν φροντίζειν τῶν γεγονότων οἴεται ἢ μόνην αὐτήν.
102 ἀδίκως οἰκτρῶς: ἔν τισιν ὑπόκειται ἀντὶ τοῦ
ἀδίκως
ἀεικῶς· καὶ οἰκτρῶς μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα ἀεικῶς δὲ ὅτι
πελέκει αὐτὸν μεθʼ ὕβρεως ἐτίσατο.
103 ἀλλʼ οὐ μὲν δὴ λήξω: ὁ νοῦς, ἀλλʼ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε
νυκτὸς ὀδυρομένη ἕως ἂν
νύκτα καὶ φῶς βλέπω ὥστε μὴ ἀηδόνος
τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν.
108 τὴν ἐπὶ κωκυτῷ ἠχὼ τουτέστι θρηνητικήν.
111 πόντιʼ ἀρὰ γράφε ποινία ἀρά.
112 σεμναί τε θεῶν: εὐφήμως ὡς καὶ τὸ Εὐμενίδες.
119 μούνη γὰρ ἄγειν: ἢ τὸ καταβαροῦν με καὶ
σωκῶ ἀντὶ τοῦ ἰσχύω, οἱ δὲ νεώτεροι ἀντὶ τοῦ
σῴζω.
121 ἰὼ παῖ, παῖ: πάροδός ἐστι χοροῦ γυναικῶν τῇ Ἠλέκτρᾳ συναχθομένων· δυστανοτάτας δὲ τῆς ἐξαλεστάτης· οὐ γὰρ ἐπὶ οἴκτου ἐστὶν ὁ λόγος.
122 τίνʼ ἀεὶ τάκεις; ἀντὶ τοῦ διὰ τί τήκῃ τῇ
ἀκορέστῳ οἰμωγῇ;
124 ἀθεωτάτας ἀσεβοῦς.
125 ματρὸς ἁλόντ’ ἀπάταις μητρὸς ἁλόντα:
πληγαῖς,
126 ὡς ὁ τάδε πορὼν κ. ἑ.: λίαν αἰδήμων ὁ χορὸς
ὅς ἐπὶ τὸν
Αἴγισθον τρέπει τὴν αἰτίαν· καὶ γυναικῶν ἐστιν ἴδιον τὸ μηδὲ ἐπὶ τοῖς
προφανέσιν ἁμαρτήμασιν καταλέγειν ἄλλης γυναικός· καὶ τὸ
ἐπεὶ κατʼ ἀρχόντων ἦν ὁ λόγος ἢ ἐπεὶ δοκεῖ δυσφημεῖν φησιν, εἰ δίκαιόν ἐστιν οὕτως εὔχομαι.
129 γενέθλα γενναίων παῖδες τῶν εὐγενῶν
Μυκηναίων.
γενναίων πατέρων.
130 ἥκετʼ ἐμῶν καμάτων: οἶδα, φησίν, ἃ πράττω καὶ οὐ λανθάνει με ὅτι ὑπὲρ
τὸ δέον ποιῶ· ἢ οἶδα ὅτι μοι εὐνοεῖτε ἴνα συνάπτῃ τῷ προκειμένῳ
134 τοιοῦτοι γὰρ πολλάκις οἱ ἐν τοῖς πάθεσι παρηγορούμενοι, παρακαλοῦντες συγχωρεῖσθαι θρηνεῖν.
135 ἀλύειν:
Ὅμηρος
137 Ὅμηρος
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.
138 παγκοίνου εἰς ἥν ἅπαντας ἀφικέσθαι δεῖ.
139 οὔτε γόοις οὔτε λιταῖσιν: οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεούς· καὶ Αἰσχύλος μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ, μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος.
144 ἐφίῃ ἐπιθυμεῖς· τί μοι, φησί, τούτων γλίχῃ
ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους;
147 ἀλλʼ ἐμέ γ᾿ ἁ στονόεσσα: Ἀττικῶς τὸ ἄραρέ με ἀντὶ τοῦ ἥρεσέ μου ταῖς
φρεσὶν ἀντὶ σύμφωνα πράσσομεν ἐγὼ καὶ
ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν στενάζουσαν.
149 ἀτυζομένα: ἐκπληττομένη τοῖς συμβεβηκόσι καὶ ὀδυρομένη· τὸ δὲ Διὸς
ἄγγελος ὅτι τὸ ἔαρ σημαίνει· Ὅμηρος
150 σὲ δʼ ἔγωγε νέμω θεὸν ἀντὶ τοῦ ἐν τιμῇ τῶν
θεῶν μερίζω σε.
151 ἐν τάφῳ πετραίῳ τουτέστι καὶ ἀπολιθωθεῖσα.
Ὅμηρος
ἐν Σιπύλῳ ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
155 περισσά: ἀντὶ ἄμετρος ἐν τῷ θρηνεῖν· περισσῶς, φησίν, ὀδύρῃ παρὰ τούτους οἷς ἐκ τοῦ αὐτοῦ γένους τυγχάνεις· ὥστε καὶ ἕτερόν τι διδάσκει ἡμᾶς, ὅτι καὶ ἀδελφαὶ αὐτῇ εἰσι δύο μετριώτερον τὴν συμφορὰν φέρουσαι.
πρὸς τὸ ἄχος περισσή.
157 ἤ Ὁμήρῳ ἀκολουθεῖ εἰρηκότι τὰς τρεῖς θυγατέρας τοῦ Ἀγαμέμνονος ἤ, ὡς ὁ τὰ Κύπρια, τέσσαράς φησιν, Ἰφιγένειαν καὶ Ἰφιάνασσαν.
159 κρυπτᾷ τʼ ἀχέων: ἢ ἀχέων μετοχή ἐστιν ἀντὶ δυσφορῶν ἐπὶ τῷ κεκρύφθαι ἢ ὁ ἐν ἥβῃ κρυπτῇ λυπούμενος.
163 βήματι. ἀντὶ ὁδῷ, πομπῇ.
164 ἀκάματα: ἀκαμάτως καὶ ἀδιαλείπτως· λέγοι
166 οἰχνῶ περιέρχομαι.
167 δάκρυσι μυδαλέα διάβροχος τοῖς δάκρυσιν.
ἀνήνυτον ἀτελείωτον.
169 ὧν τʼ ἔπαθεν ὧν τʼ ἐδάη: ὧν ἔπαθεν παρʼ ἐμοῦ εὐεργεσιῶν (διέσῳσε γὰρ αὐτόν, ὧν δὲ ἐδάη ὅτι συνεχεῖς ἔπεμπεν ἀγγέλους δηλοῦσα τὰ κατʼ Αἴγισθον.
176 ᾧ τὸν ὑπεραλγῆ χόλον: ᾧτινι, τῷ Διί, τὸν ὑπεραλγοῦντα χόλον τοῖς
πεπραγμένοις νέμουσα μή
ὑπερβολῇ χρῶ τοῖς λυπηροῖς καὶ δεινοῖς μήτε ἐπιλάθου αὐτῶν
ἀλλὰ μέμνησο μὲν αὐτῶν γενναίως δὲ φέρε· ἢ μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε
μήτε ἐπιλανθάνου τῆς ἔχθρας.
ὑπεραλγῆ ἄγαν ὀδυνηρόν, λυπηρόν.
179 χρόνος γὰρ εὐμαρής: ὁ γὰρ χρόνος εὐμαρῶς παρέρχεται, ἐνίοτε δὲ οὔ· μετʼ ὀλίγον ἀνυομένου τοῦ χρόνου ἥξει Ὀρέστης· ἢ εὐχερής ἐστιν ὁ χρόνος ὥστε μετελθεῖν τοὺς ἀδίκους.
180 Κρίσαν Φωκικήν· Κρίσα γὰρ πόλις
Φωκίδος.
181 βουνόμον βοῶν θρεπτικήν.
182 ἀπερίτροπος: ἀνεπίστροφος, ἀνεπέλευστος ἔνθεν καὶ τὸ
θεὸς ἀλλὰ καὶ ὑπὸ Ὀρέστου
τιμωρηθήσονται καὶ ἀπὸ τῶν χθονίων θεῶν ἔσεσθαι τὴν τιμωρίαν τοῦ ἀδίκως
ἀνῃρημένου προσδόκα· τινὲς δὲ τὸ ἀπερίτροπος ἐπὶ μὲν Ὀρέστου
ἀνεπέλευστος ἐπὶ δὲ τοῦ Πλούτωνος ἀνεπίστροφος τοῦ τοὺς ἐχθροὺς
μετελθεῖν· πολλάκις γὰρ τὸ κατὰ
κοινοῦ λαμβανόμενον
διαφόρως νοεῖται· καὶ Ὅμηρος
183 οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα: οὔτε ὁ Ἄιδης
ἀνεπίστροφος (ἀπὸ
κοινοῦ γὰρ τὸ ἀπερίτροπος) τοῦ τοὺς ἐχθροὺς μετελθεῖν ἀλλʼ ἔχει
ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖται.
185 ἀλλʼ ἐμὲ μὲν ὁ πολύς: οἷον τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς καὶ
ὁ πλείων με, φησί, βίος
ἀπολέλοιπεν μηδέποτε ἐν ἀγαθῇ
ἐλπίδι γενομένην ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας Ἀγαμέμνονος
πέπρακται.
188 ἇς φίλος οὔ τις ἀνήρ: ἤτοι ἧς φίλος οὐδεὶς προΐσταται ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι ἢ ἐκεῖνο
ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
189 ἔποικος. ἀντὶ μέτοικος, ἀναξία δὲ ἀξίαν οὐκ ἔχουσα ἀλλʼ ἄτιμος· οἰκονομῶ δὲ ἀντὶ τοῦ ἐνδιαιτῶμαι τοὺς πατρῴους οἴκους.
190 ὦδε μὲν ἀεικεῖ σὺν στολᾷ: δεικτικῶς τὸ ὧδε·
ἐλεεινὸν δὲ
τὸ τοιοῦτον καὶ λεληθότως ἐμφαῖνον τὸ σχῆμα τῶν ὑποκριτῶν.
193 οἰκτρὰ μὲν νόστοις αὐδά: ἡ ἀγγελία ἡ περὶ τοῦ νόστου τοῦ πατρὸς
οἰκτρὰ ἐγένετο εὐθέως ἀναιρεθέντος· ἀπὸ κοινοῦ δὲ τὸ αὐδά· οἰκτρά σοι
οὖν γέγονεν
ἡ φωνὴ ἡ ἀγγέλλουσα περὶ τοῦ νόστου τοῦ πατρός,
οἰκτρὰ δὲ καὶ
195 ἀνταία| γενύων: ὅτε ἀνταίαν ἐπλήγης ἀπὸ γενύων παγχάλκων ὅ ἐστι πελέκεων· γένυς γὰρ εἶδος πελέκεως.
197 δόλος ἦν ὁ φράσας: ἀντὶ ὁ φρασάμενος, ὁ ἐπινοησάμενος, ὁ δὲ ἀνελὼν
ἔρως· διʼ ἔρωτα γὰρ ἑαυτῶν ἀνεῖλον Ἀγαμέμνονα. δόλος ὁ φρασάμενος τὴν
ἑστίασιν ἐν ᾗ ἀνῃρέθη.
198 προφυτεύσαντες προσκεψάμενοι.
199 μορφάν. μορφήν, τύπον· τὴν δὲ μοιχείαν φησὶ τοῦ Αἰγίσθου ἢ τὴν ὄψιν ἥν εἰργάσατο τοῦ φόνου.
εἴτʼ οὖν θεός: πάνυ αἰδημόνως ὁ χορὸς τὸ μὲν
πρᾶγμα λέγει
τοὺς δὲ πράξαντας οὐκ ἐλέγχει.
203 ὦ δείπνων ἀρρήτων: τῶν ὑπὸ Αἰγίσθου, φησί, τῷ Ἀγαμέμνονι παρασκευασθέντων ἐπʼ ὀλέθρῳ ἃ οὐδὲ ὀνομάσαι καλόν.
204 ἔκπαγλʼ ἄχθη μεγάλα. γράφε ἔκπαγλα
πάθη.
206 διδύμαιν χεροῖν τῆς Κλυταιμήστρας καὶ τοῦ
Αἰγίσθου.
207 αἳ τὸν ἐμὸν εἷλον βίον: πάνυ περιπαθῶς, αἵτινες χεῖρες, αἱ ἀνελοῦσαι
τὸν Ἀγαμέμνονα, τὸν ἐμὸν
βίον ἀνεῖλον καὶ προέδωκαν τοῖς
ἐχθροῖς.
210 ποίνιμα: ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων· Ὅμηρος
211 ἀγλαίας ἡδονῆς, δόξης.
213 φράζου μὴ πόρσω φωνεῖν: ὁ χορὸς ἐπιτιμᾷ
τῇ Ἠλέκτρᾳ μὴ
ἄντικρυς ταῖς βλασφημίαις κατὰ Κλυταιμήστρας καὶ Αἰγίσθου χωρεῖν·
οἰκείας δὲ ἤτοι τὰς συγγενικὰς ἢ ἀπὸ σοῦ ἐσομένας καὶ οὐκ ἀλλαχόθεν.
214 οὐ γινώσκεις, φησίν, ἐξ οἴων ἀγαθῶν εἰς τί ἀνιαρὸν ἐλήλυθας;
218 σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ ψυχᾷ πολέμους
τοιαῦτα γεννῶσα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή. σαυτῇ γεννῶσα ταῦτα ἐξ ὧν
πολεμεῖταί σου ἡ ψυχή ὡς ἐν ἀθυμίαις αὐτῆς οὔσης.
219 τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστά: τοῖς κρατοῦσιν
οὐ διʼ
ἔριδος δεῖ εἰς ταῦτα προσπελάζειν ἀντὶ οὐχ οἷόν τέ σε ἐρίζειν τοῖς
δυνατοῖς. καὶ ἄλλως: τοῖς περὶ τούτων φιλονεικίαν πρὸς τοὺς κρατοῦντας
ποιεῖσθαι ἀσύμφορον.
220 πλάθειν πελάζειν.
222 τοῦτο τὸ ἔπος, φησίν, οὐ λανθάνει με ἀλλʼ οἶδα τὸ ἀσφαλὲς καὶ συμφέρον, διὰ δὲ τὴν ὑπέρβασιν τῶν δεινῶν ἀναγκάζομαι καὶ ἐπικινδυνώδη τινὰ φθέγγεσθαι.
226 τίνι γάρ ποτʼ ἄν, φιλία: παρὰ τίνος γὰρ
ἀκούσομαι τὰ
συμφέροντα ἢ παρʼ ὑμῶν τῶν συνοίκων ὥστε μοι συγχωρῆσαι ἐν δεινοῖς οὔσῃ
παρηγορίαν τινὰ ἴσχειν ἐκ τῶν ὀδυρμῶν καὶ θρήνων; οὐ γὰρ πρὸς ξένους ἔχω
ἀλλὰ πρὸς ὑμᾶς εὐνοούσας.
τίνι ἀντὶ τοῦ παρὰ τίνος;
229 ἄνετε ἐάσατε οἷον παύσασθέ με
παραμυθούμεναι· ἢ οὕτως, ὑμεῖς με παραμυθούμεναι ἄνετε ὅ ἐστιν
ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν.
230 τάδε γὰρ ἄλυτα κεκλήσεται: τὸ θρηνεῖν τὸν
πατέρα ἄλυτόν
μοι ἔσται ὅ ἐστιν οὐδέποτε παύσομαι ἀλλʼ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι.
232 ἀνάριθμος ὧδε θρήνων: ἔν τισι κεῖται ἀνάνομος οἷον ἀεὶ νεμομένη ἐν
αὐτοῖς καὶ οὔποτε χωρὶς·
οὖσα τῆς τῶν δακρύων νομῆς· κεῖται
δὲ καὶ ἀνήριθμος
236 κακότητος τῆς συνεχούσης με.
239 μὴ εἴη μοι ταύτης τιμῆς τὸ τοὺς γονέας μὴ
μέχρι παντὸς
ὀδύρεσθαι.
240 μήτʼ εἴ τῳ πρόσκειμαι χρηστῷ: μήτε εἴ τινι ἀγαθῷ καὶ χρηστῷ
πρόσκειμαι φίλῳ συνοικοίην εὔκηλος οἷον μηδὲ εἰ ἀγαθός τίς ἐστιν ᾧ ἐγὼ
πρόσκειμαι μηδὲ τούτῳ συνοικοίην εὔ
ἀποδεχομένη
εἰ τοιοῦτος περὶ τοὺς γονέας φαίνοιτο· μήτε οὖν αὐτὴ γενοίμην μήτε
241 γονέων | ἐκτίμους τῶν ἐπὶ τοῖς γονεῦσιν
ὀξυτόνων γόων
τὰς πτέρυγας ἴσχουσα ἐκτίμους ἀντὶ ἐκτὸς τιμῆς ἀλλʼ ἐν τῷ τιμᾶν τοὺς
πατέρας εἴην διὰ τῶν γόων.
249 ἥ τε αἰδὼς ἔρροι καὶ ἡ περὶ πάντας εὐσέβεια εἰ τῶν ἀδίκως ἀνῃρημένων μὴ τιμωρία ἔσται.
253 σὺ νίκα: τὸ σὺ νίκα πάνυ ἀναγκαίως ἵνʼ ἀφορμὴ γένηται μακρὰν ἐκτεῖναι ῥῆσιν τὴν Ἠλέκτρον ἐν ᾗ πάντα τὰ καθʼ ἑαυτὴν παραλήψεται.
254 αἰδοῦμαι εἰ δοκῶ ὑμῖν βαρέως πενθεῖν.
256 ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει: ἐπείπερ ἐν
τοῖς φθάσασιν
ἐπετίμησαν αὐτῇ διὰ τὸ ἀνενδότως θρηνεῖν περὶ τούτου πρῶτον ἀπολογεῖσθαι
βούλεται.
259 ἃ ᾿γὼ κατʼ ἦμαρ: ἀναγκαίως κέχρηται τῷ νοήματι· ἐν μὲν γὰρ γενομένῳ
πράγματι καὶ παρελθόντι εἰκὸς καὶ παύσασθαι τὸν ἀδημονοῦντα ὁπότε δὲ
αὐτὴν οὐ μόνον τὰ τοῦ πατρὸς λυπεῖ ἀλλὰ καὶ τὰ
τῆς μητρὸς
καὶ τὰ Αἰγίσθου ὁσημέραι γινόμενα εἰκότως παρατείνει τὸ πενθεῖν.
263 ἐν τοῖς ἐμαυτῆς: ἀνιαρὸν λίαν τὸ ἐν τοῖς
264 κἀκ τῶνδʼ ἄρχομαι: καὶ βασιλεύομαι ὑπʼ
αὐτῶν, ἔτι δὲ
τοῦτο χαλεπώτερον, τὸ καὶ τούτοις ὑποτετάχθαι.
267 ὅταν θρόνοις Αἴγισθον: καὶ γὰρ μετὰ τὸ φονεῦσαι Ἀγαμέμνονα Αἴγισθος
ἐβασίλευσενʼ Ὅμηρος
269 φοροῦντʼ ἐκείνῳ ταὐτά: οὐχ ὅμοια βασιλικὰ ἀλλὰ τὰ ἐκείνου· πάνυ γὰρ τοῦτο περιπαθὲς καὶ εἰς ὑπόμνησιν ἄγον τὴν μείρακα τοῦ πατρός.
270 σπένδοντα λοιβάς: τὸ τῆς ἀσεβείας Αἰγίσθου κατηγόρημα εἰ σπένδει θεοῖς ὅπου ἄδικος φόνος εἴργαδται.
271 ἴδω δὲ τούτων: ζηλοτυπίας μεστὸν τὸ πρᾶγμα, κινητικὸν δὲ πρὸς οἶκτον
τὸ αὐτοέντην πρὸς κοίτῃ
πατρός.
272 αὐτοφόντην γράφε αὐτοέντην· τὸ δὲ ἡμῖν
παρέλκει Ἀττικῶς.
275 τλήμων τολμηρά, ἀναιδής.
278 εὑροῦσʼ ἐκείνην ἡμέραν; τὸ εὐροῦσα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς γυναικὸς σημαίνει οἷον ἡδέως αὐτὴν θεωμένη.
281 θεοῖσιν ἔμμηνʼ ἱερά: οἱ Ἀργολικοὶ συγγραφεῖς
ιγ΄ εἶναί
φασι Γαμηλιῶνος ἐς Δεινίας ἐν ζ΄ Ἀργολικῶν.
ἔμμην᾿ κατὰ μῆνα.
283 κἀπικωκύω δακρύω.
284 ἐπωνομασμένη ἐφʼ ᾧ ὠνομάσθη.
286 ὅσον μοι θυμὸς ἡδονήν: ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμφορά· Αἰσχύλος
οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα.
287 εὐγενὴς λόγοις καὶ οὐ πράξεσιν.
289 καὶ ταῦτα Ἀριστοφάνης παρῴδηκεν ἐν Γηφυτάδῃ.
δύσθεον ἀσεβές.
σοὶ μόνῃ πατὴρ τέθνηκεν: οὐκ ἀνῃρέθη φησὶν ἀλλὰ τέθνηκεν τῷ προσχήματι τῆς λέξεως παραλογιζομένη τὴν παρανομίαν.
299 ὑλακτε ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ ὡς κύων.
300 ὁ κλεινὸς κατὰ εἰρωνείαν.
302 ὁ σὺν γυναιξὶ τὰς μάχας. συνεργούσης γὰρ Κλυταιμήστρας ἀνεῖλεν τὸν Ἀγαμέμνονα
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
303 γράφε
ἐγὼ δʼ Ὀρέστην προσμένουσʼ ἀεί ποτε.
305 τὰς οὔσας τὰς παρούσας.
307 ἐν οὖν τοιούτοις: θαυμαστῶς καὶ ἀνθρωπίνως
δικαιολογεῖται
ἐπεὶ οἱ ἐν δεινοῖς καὶ ἔξω λογισμοῦ τινα πράσσουσι καὶ εἰς θεοὺς ἀσεβῆ
φθέγγονται.
310 φέρʼ εἰπέ: ἐπεὶ θρασυτέρῳ λόγῳ ἡ λέκτρα
312 ἦ κάρτα ἐν ἤθει οἷον πολλοῦ γε δεῖ.
μὴ δόκει μ᾿ ἂν εἴπερ; δαιμονίως ᾠκονόμηται τοῦτο πρὸς τὴν χείρωσιν
Κλυταιμήστρας· τὸ δὲ εἴργεσθαι ἐξόδου πρὸς τὴν μείρακα
περιπαθὲς μὲν χρήσιμον δὲ πρὸς τὴν ὑπόθεσιν.
317 τοῦ κασιγνήτου λείπει ἡ περί.
318 μέλλοντος βραδύνοντος.
320 φιλεῖ γὰρ ὀκνεῖν: δύναται τὸ ὀκνεῖν Ὁμηρικῶς εἰρῆσθαι ἀντὶ τοῦ φοβεῖσθαι
ὀκνείω δ᾿ ἵππων ἐπιβαινέμεν ὠκειάων.
324 ὡς δόμων ὁρῶ τὴν σὴν ὅμαιμον. οὐχ ὡς τῆς Χρυσοθέμιδος τἀναντία φρονούσης τῇ Ἠλέκτρᾳ ἀλλʼ ἐπειδὴ ὁρῶσιν ἐναγίσματα βαστάζουσαν τοῦτο πρῶτον πυθέσθαι βουλόμεναι κωλύουσιν αὐτὴν τῶν ἑξῆς λόγων.
328 τὸ ἑξῆς, τίνα φάτιν φωνεῖς;
τίνʼ αὖ σὺ τήνδε: ἐπίτηδες τοῖς ἀγρίοις ἤθεσιν ἀντιπαρατάττουσι πρᾶα καθάπερ νῦν τῇ Ἠλέκτρᾳ Χρυσόθεμιν συνέζευξεν καὶ τῇ Ἀντιγόνῃ τὴν σμήνην ἕνεκα τοῦ διαποικίλλειν ταῖς ἀντιρρήσεσι τὰ δράματα.
331 θυμῷ ματαίῳ γράφε ψυχῇ ματαίᾳ.
335 ὑφειμένῃ δοκεῖ:
εἰς τὸ αὐτό: ὑφήσειν τὸ ἱστίον οἷον συστέλλειν τὸ φρόνημα καὶ μὴ ἄντικρυς
μάχεσθαι· οἱονεὶ τῇ
προαιρέσει χρῶμαι.
339 ὁ νοῦς, τί ὄφελος τῆς δικαιοσύνης εἴ τις διὰ ταύτην τοῖς δεινοῖς περιπέσῃ;
342 μέλειν φροντίζειν.
343 ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα: ταῦτα
ὅμοιά ἐστι τοῖς
ἐν τῇ Ἀντιγόνῃ ὅπου τῇ Ἰσμήνῃ λοιδορεῖ καί φησιν αὐτὴν τὰ Κρέοντος
φρονεῖν.
οἷον ἃ εἶπες ἐμὲ νουθετοῦσα.
345 ἔπειθ᾿ ἑλοῦ γε: ὁμολόγησον σαυτὴν ἢ φρονεῖν κακῶς προστιθεμένην τοῖς
ἐχθροῖς ἢ φρονοῦσαν τῶν
φιλτάτων ἀμνημονεῖν οἷον θάτερά σε
δεῖ ὁμολογῆσαι ἢ ὅτι κακῶς φρονεῖς ἢ ὅτι ἑκοῦσα ἁμαρτάνεις καὶ
παρορᾷς.
ὁμολόγησον.
348 τὸ τούτων μῖσος λείπει ἡ κατά.
350 τήν τε δρῶσαν ἐκτρέπεις ἀντὶ ἐμέ· ἡ δὲ ἐκ
ἀντὶ τῆς ἀπό, ἀποτρέπεις.
354 κακῶς μὲν ζῶ ἀλλʼ ὑπὲρ τοῦ λυπεῖν τοὺς ἐχθροὺς τοῦτο πράττω.
κακῶς ὀδυνηρῶς.
ἐπαρκούντως οὐ γὰρ ἐφίεμαι τρυφερώτερον
ζῆν.
355 λυπῶ τούτους διὰ τοῦ τιμᾶν τὸν πατέρα.
361 δαψιλὴς ἔστω σοι ἡ τροφή.
363 ἐμοὶ γὰρ ἔστω: ἐμοί, φησίν, ἔστω τροφὴ ἡ τῇ ἀνάγκῃ μόνον ἀρμόζουσα
καὶ τὴν πείνην ἀπελαύνουσα· οὐ δέομαι γὰρ τοιαύτης τροφῆς ἀφʼ ἦς ἡδονὴν
σχήσωτοὐμὲ
μὴ λυπεῖν τοῦ μὴ
λυπεῖν τὸν πατέρα.
365 οὐδʼ ἂν σὺ εἰ ἐσωφρόνεις ἁβρῶς ἔζης ἠμεληκυῖα τοῦ πατρός.
366 καλοῦ ἀντὶ τοῦ κλήθητι, λέγου,
ὀνομάζου.
369 εἰ συγκεράσαιτε τοὺς τρόπους εὖ ἂν ἔχοι· ἡ
μὲν γὰρ
σμικρὰ ἡ δὲ ἀνειμένη.
372 ἠθάς εἰμί πως ἀντὶ ἐν συνηθείᾳ εἰμί.
373 τῶν τῆσδε μύθων τῶν παρʼ αὐτῆς λεγομένων
μύθων.
375 μακρῶν μεγάλων ἢ πολυχρονίων.
379 γόων γράφεται καὶ λόγων.
381 κατηρεφεῖ κατεσκεπασμένῃ.
384 νῦν, φησίν, εὔκαιρόν ἐστιν καλῶς φρονῆσαι.
387 ἁρμόζει λίαν τὸ πρόσωπον Ἠλέκτρας τῇ Ἀντιγόνῃ.
391 πάνυ θυμικῶς καὶ τὴν ἀδελφὴν αὐτοῖς συγκαταλέγει ὡς τὰ αὐτῶν αἱρουμένην.
393 εἰρωνεύεται ἐν ἤθει.
401 κακῶν ἐστιν ἐπαινέσαι ταῦτα τὰ ἔπη.
403 νοῦ — κενὴ ἀντὶ τοῦ συνέσεως κούφη.
411 συγγένεσθε: συμμαχήσατε, συνεργήσατε, συμπράξατε ἡμῖν κἂν νῦν·
ἀκούσασα δὲ ὅτι ἐν τοῖς ὀνείροις
δείματά τινα τῇ
Κλυταιμήστρᾳ γέγονε θαρσεῖ καὶ ἐπικαλεῖται τοὺς θεοὺς εἰ καὶ μὴ πρότερον
κἂν νῦν παρεστάναι.
414 πλὴν ἐπὶ σμικρῶν ἀντὶ πλὴν ὀλίγων.
417 ὡς αὖθις αὐτοῦ ἀναζήσαντος καὶ
προσομιλήδαντος.
419 ἐφέστιον ἐπὶ τὴν οἰκίαν γενόμενον τουτέστιν
ἔποικον.
422 ἐσήμανεν αὐξηθησόμενον Ὀρέστην τὸν θαλλόν.
424 ἡνίχ᾿ ἡλίῳ: τοῖς γὰρ παλαιοῖς ἔθος ἦν ἀποτροπιαζομένους
τῷ ἡλίῳ διηγεῖσθαι τὰ ὀνείρατα. ἡλίῳ ἀντὶ ἡμέρᾳ· ἤκουσα, φησί, τοῦ
ὀνείρου ἡνίκα ἡμέρας γενομένης διηγεῖτο αὐτό τινι κἀκεῖνος ἐμοί.
430 εἰ γάρ μ᾿ ἀπώσῃ. εἰ γὰρ νῦν, φησί, δεομένην σου ἀπώσῃ με κακοῦ σοί
τινος γενομένου μετὰ ταῦτα
αὐτὴ μετελεύσῃ με καὶ ἀξιώσεις
μετὰ σοῦ γενέσθαι.
432 καὶ ἵνα μὴ ἀποτρέψῃ εἴ τι κακὸν μέλλοι γενέσθαι διὰ τῶν ὀνείρων.
436 εὐνὴν νῦν τὸν τάφον.
439 ἀρχὴν δʼ ἂν εἰ μὴ τλημονεστάτη: καθόλου,
φησίν, εἰ μὴ
τολμηροτάτη πασῶν ἐτύγχανεν οὐκ ἄν ποτε
445 ἐμασχαλίσθη κἀπὶ λουτροῖσιν κάρα: εἰώθεισαν
τῶν
ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη ὥσπερ ἀποτροπιαζόμενοι
τὸ μύσος τὸ ἐν τῷ φόνῳ· τὸ δὲ ἐξέμαξεν ἐπὶ τοῦ Ἀγαμέμνονος ὅς
ἐμασχαλίσθη ὑπὸ τῆς Κλυταιμήστρας καὶ τὸ κάρα αὐτοῦ τὰς κηλῖδας τούτων
τὰς ἐπὶ τῷ φόνῳ ἐξέμαξεν· οὐ δεἵ δὲ διαφωνίαν
δοκεῖν εἶναι
πρὸς τὸν Ὅμηρον ἐπεί φησιν ἐκεῖνος
ἄλλως: εἰώθεσαν οἱ δρῶντες ἐμφύλιον φόνον
ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος
ἀποτεμνόμενοι
ἐκείνων δεινόν· ἐφόρουν δὲ εἰς
τὰς μασχάλας τὰ ἄκρα ὃ καὶ μασχαλισθῆναι ἔλεγον. ἄλλως: ἐπὶ ταῖς
καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ
ἐκρέμαζον αὐτὰ ἵνα, φασίν, ἀσθενὴς
οἷον ὑπὸ τὰς μασχάλας ἔλαβεν τὰ ἄκρα ἀντὶ τοῦ
ἠκρωτηριάσθη.
446 κηλῖδας ἐξέμαξεν: ἢ τῇ ἑαυτῶν κεφαλῇ ἀπέμασσον τοῦ ξίφους τὰς κηλῖδας ἢ τῇ τοῦ φονευομένου ὥσπερ τὰς ἐπὶ τῷ μύσει κηλῖδας ἀποτρεπόμενοι.
448 προοικονομικῶς ἀποστέλλει αὐτὴν εἰς τὸν
τάφον ἐπὶ τὸ
εὑρεῖν τὸν βόστρυχον Ὀρέστου.
451 ἀλιπαρῆ τρίχα. περιπαθῶς μὲν τὸ τῆς πενίας τὸ δὲ ἀλιπαρῆ ἀντὶ τοῦ αὐχμηράν· ἐν δὲ τῷ ὑπομνήματι λιπαρῆ ὅ ἐστιν ἐξ ἧς αὐτὸν λιπαρήσομεν ὡς εἰ ἔλεγεν ἱκέτιν τρίχα.
452 καὶ ζῶμα τοὐμόν: σύμφωνον τοῦτο τῷ
ἀντὶ ταινίας.
455 ἐξ ὑπερτέρας χερός ἀντὶ τοῦ ἰσχυροτέρας οἷον μετὰ δυνάμεως μείζονος.
463 κοινῷ πατρὶ τῷ ἐμῷ καὶ σῷ.
466 τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον: οὐκ ἔχει λόγον τὸ φιλονεικεῖν περὶ τοῦ
δικαίου ὥστε περὶ αὐτοῦ δύο ὄντας ἐρίζειν· δεῖ γὰρ τὸν ἕτερον τῷ ἑτέρῳ
πείθεσθαι· ἢ τὸ οὐκ ἔχει λόγον ἀντὶ τοῦ οὐ παρέχει πρόφασιν.
ἄλλως: οὐ δισταγμοῦ, φησί, καὶ ἀμφιβολίας προσδεῖται τοῖς δύο πότερον
δεῖ ταῦτα ποιεῖν ἢ προσερίζειν.
469 σιγὴ παρʼ ὑμῶν: εὐλαβὴς οὖσα ἡ Χρυσόθεμις κρύπτειν ἀξιοῖ τὸν χορόν.
471 πεῖραν τὴν ἐπιχείρησιν.
472 εἰ μὴ ἐγὼ παράφρων. ὁ χορὸς ἐκ τοῦ ὀνείρου προμαντευόμενος θαρρεῖν παραινεῖ τὴν Ἠλέκτραν. ἀνόητος.
475 εἶσιν ἁ πρόμαντις. ἡ προμαντευομένη τὰ μέλλοντα ἢ τοῖς συνετοῖς προγινωσκομένη.
477 μέτεισιν: μέτεισι, φησί, παρέχουσα τούτοις δύναμιν ὡς χειρώσασθαι τοὺς ἐχθρούς.
482 οὐ γάρ ποτʼ ἀμνηστεῖ: οὐ γὰρ ἀμνημονεῖ, φησί, τῶν τολμηθέντων καθ᾿ ἑαυτοῦ ὁ βασιλεὺς ἀλλ᾿ ἐπεξελεύσεται κατὰ τῶν ἐχθρῶν.
484 χαλκόπληκτος. ἀπὸ κοινοῦ τὸ ἀμνηστεῖ, οὐδʼ ἀμνημονεῖ, φησίν, ἡ χαλκόπληκτος γένυς ἡ ἑλοῦσα αὐτὸν ἀλλὰ καὶ αὐτὴ τιμωρὸς ἥξει κατὰ τῶν δρασάντων.
485 γένυς εἶδος πελέκεως.
488 ἥξει καὶ πολύπους: ἡ Ἐρινὺς ἡ ἐκείνῳ τῷ
φόνῳ
ἀκολουθήσασα· οὕτως ἐν τῷ ὑπομνήματι.
ἥξει καὶ πολύπους: τὸ πολύπους ἐν ὑπερβολῇ
ἔθηκεν ἐν δὲ τῷ ὑπομνήματι κεῖται πολύπαις· ἐπεὶ γάρ, φησίν,
ἐν τῷ Ὀρέστῃ τὴν πᾶσαν ἐλπίδα ἔχουσι ἥξει καὶ πολύπους
491 χαλκόπους: ἡ στερεὰ καὶ ἀκοπίαστος ἐν τῷ ἐπιέναι κατὰ τῶν φονέων.
492 ἄλεκτῤ ἄνυμφα: ἀντὶ τοῦ
ἀλλὰ παράνομα διὰ τὴν μοιχείαν.
δύσλεκτρα καὶ κακόνυμφα.
493 μιαιφόνων | γάμων: ἤτοι ἐπὶ τῆς Ἐρινύος ἐστὶν ὁ λόγος, ἐπέβη γὰρ ἐπὶ
ἁμιλλήματα γάμων ἄλεκτρα καὶ ἀνύμφευτα, ἐπέβη δὲ τούτοις οἷς οὐ
θέμις, οὓς οὐκ ἐχρῆν εἰς γάμον ἤγαγεν ἡ Ἐρινὺς διόπερ καὶ
νῦν αὐτοὺς μετελεύσεται ἢ ἐπὶ τῆς Κλυταιμήστρας ἐστὶ τὸ λεγόμενον, τὸ δὲ
οἷσιν οὐ θέμις ἐπὶ τῶν γάμων· φησὶν οὖν ὅτι ἐπέβη γάμοις ἡ Κλυταιμήστρα
οἷς οὐκ ἔπρεπεν.
495 πρὸ τῶνδέ τοι μ᾿ ἔχει: λείπει τὸ ἐλπὶς ἢ θάρσος με ἔχει μὴ πρὸ
τούτων, τῶν προειρημένων, Αἴγισθόν φησι καὶ Κλυταιμήστραν, τοῦτο τὸ ὄναρ
ἄψεκτον ἡμῖν προσπελάζειν ἀλλʼ ἀκουσόμεθα ψεγομένου αὐτοῦ παρὰ τῶν
θεασαμένων αὐτὸν λεγόντων
ὅτι κακῶν ἦν σημαντικός. ἄλλως:
θαρρῶ ὅτι τοῖς δρῶσι ταῦτα τὰ ἄδικα καὶ συνδρῶσιν αὐτοῖς οὐκ ἔσται
ἄψεκτος ὁ ὄνειρος· παθόντες γὰρ ψέξουσι τὸ ὀφθέν.
ἔχει θάρσος· τὸ τοι σύνδεσμος παραπληρωματικός.
497 τέρας τὸ τοῦ ὀνείρου τέρας.
498 τοῖς δρῶσι καὶ συνδρῶσιν: ὑμῖν ταῖς δρώσαις ὑπὲρ Ἀγαμέμνονος καὶ ἡμῖν ταῖς συνδρώσαις καὶ συναχθομέναις.
500 δεινοῖς τοῖς ἐκφοβοῦσιν τοὺς ὁρῶντας ὅταν
ὦσι δεινοί.
501 θεσφάτοις τοῖς τῶν ὀνείρων.
503 εὖ κατασχήσει οὐ τοῖς ἑωρακόσιν ἀλλὰ τῇ
Ἠλέκτρᾳ.
504 ὦ Πέλοπος: Φερεκύδης φησί, Πέλοψ νικήσας τὸν ἀγῶνα καὶ λαβὼν τὴν
Ἱπποδάμειαν ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἴππων καὶ
τοῦ Μυρτίλου, καθʼ ὁδὸν δὲ καταλαβὼν αὐτὸν
προϊόντα πρὸς τὸ
φιλῆσαι αὐτὴν ἔρριψεν εἰς θάλασσαν.
505 πολύπονος ἱππεία: πολύπονος γενομένη πᾶσιν
Ἀργείοις· καὶ
ἑρμηνεύει αὐτὸ λέγων
508 εὖτε γὰρ ὁ ποντισθείς: ὁ νοῦς τοιοῦτός
ἐστιν, ἀφʼ οὔ ὁ
Μυρτίλος ἀπέθανεν οὐ διέλιπεν αἰκία τοὺς πολυκτήμονας δόμους· ὁ γὰρ
Ἑρμῆς πατὴρ Μυρτίλου ἐμήνισε τοῖς Πελοπίδαις.
511 αἰκίαις αἰκισμοῖς, ὕβρεσιν.
512 πρόρριζος ἀντὶ τοῦ παντάπασιν.
516 ἀνειμένη μέν: ἄνεσιν ἔχουσα· πανταχόθεν δὲ
518 αἰσχύνειν φίλους ἀντὶ τοῦ καθ᾿ ἡμῶν
λέγειν.
526 ἐξ ἐμοῦ· καλῶς: ἴδιον ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μὲν πιθανὴν δὲ
τῶν δεδραμένων ἐπεισφέρειν
αἰτίαν· οὐχ ὡς δίκαια δὲ
πραττούσης συνηγορεῖ ὁ ποιητὴς ἀλλʼ ἵνα μὴ ἀργὸν εἴη τὸ πρόσωπον.
539 πότερον ἐκείνῳ παῖδες; λαμβάνονταί τινες τοῦ ποιητοῦ ἐκ τῶν Ὁμηρικῶν
ἐπεὶ ἐκεῖνος μίαν
γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν,
οὗτος δὲ διπλοῦς ὁμομητρίους φησὶν αὐτῷ γεγονέναι· ὅμως οὐ συμφωνεῖ αὐτῷ
Ἡσίοδος
μέρει τῆς ἱστορίας
κατεχρήσατο ὅτι συνέφερεν τῷ λόγῳ τῆς Κλυταιμήστρας.
Ἑρμιόνη καὶ Νικόστρατος.
540 τῆσδε ἀντὶ τῆς Ἰφιγενείας.
542 ἢ τῶν ἐμῶν Ἅιδης: τὸ ἑξῆς, ἢ τῶν ἐμῶν
545 παρεῖτο ἠμελεῖτο, παρῃρεῖτο.
550 δύσθυμος:
κακόβουλος.
551 γνώμην δικαίαν: οἷον λογισμῷ χρησαμένη δικαίῳ τότε τοὺς πέλας ψέγε ἡμᾶς μὴ τὸ πᾶν ὀργῇ καταχαριζομένη. τινὲς τοὺς πέλας τοὺς περὶ Ἀγαμέμνονα.
552 ἐρεῖς μὲν οὐχὶ νῦν: οὐκ ἂν εἴποις
556 εἰ δέ μʼ ὧδ’ ἀεὶ λόγοις: εἰ πρὸ τῶν λόγων ἐπυνθάνου εἰ τὸ λέγειν σοι ἐφίημι οὐκ ἂν ἦς λυπηρά.
558 πατέρα φὴς κτεῖναι: ὡς ῥήτωρ διεῖλεν εἰς κεφάλαια τὸν λόγον· καὶ
πρῶτον κεφάλαιον ὅτι οὐδὲν χαλεπώτερον τούτου εἴ γε δικαίως, δεύτερον
ὅτι οὐ δικαίως ἀλλὰ πεισθεῖσα Αἰγίσθῳ· δείκνυσι δὲ ὅτι ἀκουσίως ὁ
Ἀγαμέμνων ἔθυσεν τὴν Ἰφιγένειαν ἐν τῇ
Αὐλίδι.
561 ὡς οὐ δίκῃ γ᾿ ἔκτεινας. ἐναντίον τῷ
ἀλλὰ σ᾿ ἔσπασεν πειθώ: αὕτη γὰρ ἀπόδειξις οὐ
διὰ τὴν
θυγατέρα ἀλλὰ διὰ τὸν μοιχὸν πεφονεῦσθαι
παρήγαγεν, παρέπεισεν.
563 τίνος | ποινὰς λείπει ἡ διά.
567 ἐξεκίνησεν ἐξεδίωξεν.
575 πολλὰ κἀντιβάς: ἀντιπαραταττόμενος καὶ μὴ βουλόμενος· διὰ δὲ τῆς λέξεως δηλοῖ τὸ ἀκούσιον τῆς προαιρέσεως.
577 εἰ δʼ οὖν· ἐρῶ γὰρ καὶ τὸ σόν: πιθανῶς κατασκευάζει ὅτι εἰ νομοθετεῖς
ἄλλον ἀντʼ ἄλλου ἀναιρεῖσθαι
κατὰ σαυτῆς νομοθετεῖς.
583 πρώτη θάνοις ἂν ἀντὶ τοῦ Ἀγαμέμνονος.
584 ἀλλʼ εἰσόρα: ὅρα, φησί, μὴ παρακάλυμμα τῶν σαυτῆς ἀδικημάτων ταύτην κομίζῃ τὴν πρόφασιν.
591 ἐπαινέσαιμʼ ἂν γράφε ἐπαινέσωμεν.
595 ἐπεὶ πάνυ αὐτὴν διήλεγξεν ἐπὶ τῇ μοιχείᾳ ὥσπερ ἐπιλαμβανομένη αὐτῆς κἀκείνην ἐκμειλισσομένη φησὶν ὅτι οὐδὲ νουθετεῖν σε δεῖ· χαλεπαίνεις γὰρ ὡς λοιδορουμένη· τὸν ἔλεγχον οὖν νουθεσίαν ὠνόμασεν.
607 εἴτε στόμαργον: εἰ γέγονα τούτοις τοῖς κακοῖς
ενοχος,
στόμαργος καὶ ἀναιδὴς ὡς φής, οὐ καταισχύνω σου τὴν φύσιν ἐλάττων σου
οὖσα ἀλλʼ ὁμοία σοι φανήσομαι. ζηλῶ σε, φησίν· ὥσπερ γὰρ σὺ κατὰ
Ἀγαμέμνονος Αἴγισθον ἔθρεψας οὕτως κατὰ σοῦ τὸν Ὀῥέστην ἐγώ.
φλύαρον.
610 ὁρῶ μένος πνέουσαν; ὁ χορὸς τεθαυμακὼς ἐπὶ τοῖς λόγοις φησίν, ὁρῶ
μένος πνέουσαν τὴν παῖδα, τοῦ μένους φροντίδα οὐκέτι ὁρῶ γινομένην ὑπό τινος·
εὐσχημόνως δὲ ἐς τὴν Κλυταιμήστραν τὸν λόγον ἀποτείνουσιν·
ἀντιλαμβανομένη οὖν ἐκείνη τοῦ
λόγου φησὶ
611 οὐκέτʼ εἰσορῶ ἀντὶ τοῦ οὐκ ἐννοῶ.
614 καὶ ταῦτα τηλικοῦτος: ὑπὲρ ἐπιτάσεως, ὅτι εἰ καὶ δοίη τις ἐξουσίαν
ἀντιλέγειν τοῖς γονεῦσιν ἀλλ᾿
οὐ ταύτῃ παρθένῳ οὔσῃ ἔπρεπε
τηλικαύτῃ.
615 αἰσχύνης ἄτερ ἀντὶ τοῦ ἀναισχύντως.
616 κἀγώ, φησίν, αἰσθάνομαι ἐπονείδιστα πράσσουσα καὶ οὐ κατὰ τὴν ἐμὴν ὥραν.
620 ἐμφαντικώτερον τὸ ἐξαναγκάζει με διὰ τῆς
προθέσεως.
622 τοῦτο ὅμ
ἦ σ᾿ ἐγὼ καὶ τἄμ’ ἔπη: ὡς δὴ καὶ τοῖς ἔργοις
καὶ τοῖς λόγοις
μετριάζουσα πρὸς αὐτὴν ταῦτά φησιν ἡ Κλυταιμήστρα.
627 πιθανῶς ἐπὶ τὸν ἀγρὸν ἔφη τὸν Αἴγισθον ὑπὲρ τοῦ παρρησίαν δοθῆναι τῇ κόρῃ.
628 πρὸς ὀργήν: οὐκ ἐμμένεις οἷς πρότερον εἶπας·
ἔφη γὰρ
632 ἐῶ, κελεύω: δεῖ γὰρ καὶ προκόπτειν τὴν ὑπόθεσιν διὸ οὐ ποιεῖται πλείονας ἀντιρρήσεις.
634 ἔπαιρε δὴ σύ: πρὸς θεράπαινάν φησι· θύματα
δὲ
θυμιάματα.
635 πάγκαρπ᾿ ἐπεὶ πανοσπρία ἔθυον τοῖς
θεοῖς.
637 προστατήριε ὅτι πρὸ τῶν θυρῶν ἵδρυται.
638 βάξιν λόγον.
οὐ γὰρ ἐν φίλοις: οὐκ εἰς τὸν χορὸν ἀποτείνεται
ἀλλʼ εἰς τὴν
Ἠλέκτρον.
642 σπείρῃ ματαίαν; τὸ ματαίαν οὐκ ἔστι ψευδῆ ἀλλʼ ἀνωφελῆ· τί γὰρ πράξει τοὺς κρατοῦντας διαβάλλουσα; κενήν, διὰ τὸ μηδὲν αὐτὴν δύνασθαι πρᾶξαι.
643 ἀλλʼ ὧδʼ ἄκουε: οὕτως ἐμοῦ λεγούσης· τῇδε γὰρ ἀντὶ τούτῳ τῷ τρόπῳ.
645 δισσῶν ὀνείρων: ἢ διπλῆν ἐχόντων φύσιν ὡς καὶ Ὅμηρος
οὐδὲ ἐξεῖπε πρός τινα
οὐδὲ πρὸς τὸν Ἀπόλλωνα· ἢ
650 ἀλλʼ ὧδέ μ᾿ αἰεὶ ζῶσαν: τὸ ὅλον ὑπὲρ τοῦ Fol.24a Αἰγίσθου εὔχεται, διὰ δὲ τοῦ πληθυντικοῦ τοῦ φίλοις τὸ τολμηρὸν τοῦ λόγου ἐπεκάλυψνν.
652 φίλοισί τε ξυνοῦσαν: ἀκατάλληλον φαίνεται τὸ ὅλον ἐὰν μὴ ᾖ τὸ οἷς
ξύνειμι νῦν ἀπὸ κοινοῦ λαμβανόμενον,
φίλοισί τε καὶ τέκνοις
συνοῦσαν οἷς ξύνειμι νῦν· τὸ δὲ δύσνοια ἀπʼ αὐτῶν εἰς ἐμὲ ἢ ἀπʼ
ἐμοῦ.
653 εὐημεροῦσαν ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν.
656 τὰ περὶ τῆς τελευτῆς Ὁρέστου ἔοικεν εὔχεσθαι.
657 τὰ δʼ ἄλλα πάντα: ζητοῦσι διὰ τί ἐνταῦθα μὲν οὐκ ἐμφαίνει περὶ τοῦ Ὄρέστου ὕστερον δὲ τοῦ ἀγγέλου ἐλθόντος φαίνεται ἐφηδομένη· ῥητέον οὖν ὅτι νῦν μὲν προσδοκῶσα αὐτὸν ἥξοντα ζῶντα τότε δὲ ὡς κατὰ ἀποθανόντος παρρησιάζεται ἄφοβος γενομένη.
660 ξέναι γυναῖκες: ὁ παιδαγωγὸς ἥκει πλασάμενος τὰ περὶ τοῦ θανάτου
Ὀρέστου· τὸ δὲ ἦθος αὐτοῦ μέσον ἐστὶν οὔτε ἀποικτιζομένου παντάπασιν
οὔτε ἡδομένου ἀλλʼ ὡς ξένου· εὐκαίρως δὲ ἥκει ἔξω οὐσῶν ἀμφοτέρων,
πρῶτον ἴνα μὴ δισσολογοίη πρὸς
ἀμφοτέρας ἀπαγγέλλων,
δεύτερον πρὸς τὸ δηλωθῆναι τὴν γνώμην ἀμφοτέρων· πιθανῶς δὲ ἐρωτᾷ ὡς
ἀγνοῶν.
664 στοχάζεται ἐκ τῆς στολῆς καὶ τῶν βασιλείων.
668 ἐδεξάμην λείπει ἡ ἀπό, ἀπεδεξάμην.
675 τί φής, τί φής. οἱ ἡδέος ἀκούοντες λόγου κἂν πάνυ σαφῶς ἀκούσωσι δὶς καὶ τρὶς τὰ αὐτὰ ἀκούειν βούλονται.
μὴ ταύτης κλύε: οἷον μὴ διὰ ταύτην φυλάξῃ
εἰπεῖν τὰ ἑξῆς.
679 τῷ τρόπῳ διόλλυται;: ἴδιον καὶ τοῦτο τῶν ἡδομένων· μαθόντες γὰρ τὸ πᾶν καὶ τὸ κατὰ μέρος ἡδόμενοι πυνθάνονται· ἔπειτα ὁ ποιητὴς βούλεται εὐδοκιμεῖν περὶ ἀγῶνος λέγων Ἑλληνικοῦ.
682 οὔπω ἥν ἐπὶ Ὀρέστου ὁ Πυθικὸς ἀγών.
684 τινὲς δόλιχόν φασιν ἀγωνίσασθαι Ὀρέστην ὅς ἐστιν κʼ στάδια κʼ ἐτῶν ὄντα ἅστε τῇ φύσει ἴσα τὰ τέρματα τοῦ δρόμου ἐποιήσατο.
686 δρόμου δʼ ἰσώσας: οἷον οὐκ ἐλλείπων κατὰ
τὰ τέρματα ἀλλʼ
ἴσος φανεὶς τοῖς τέρμασι κατὰ τὴν αὑτοῦ φύσιν τῆς νίκης ἔτυχεν. ἄλλως.
ὁμοίως καὶ ἴσως τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ μορφῇ ἀντὶ τοῦ
ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ οὕτως καὶ
τοῦ ἐκ ποδὸς δρόμου.
691 ἄλμα, δίσκον, ἄκοντα, δρόμον, πάλην ταῦτα ἐν μιᾷ τις ἠγωνίζετο ἡμέρᾳ.
696 ὅμοιον αὐτῷ τὸ Πινδαρικὸν
701 φιλοτίμως διὰ πιθανότητα ταῦτα ἐπεξεργάζεται.
702 ζυγωτῶν οἷον διζύγων.
703 κἀκεῖνος ὁ Ὀρέστης.
706 λεύκιππος Αἰνειᾶν: ἐμοὶ δοκεῖ ὄνομα εἶναι. οὐδὲν γὰρ ἄτοπον ἐπίθετον
εἶναι· ὄνομα γὰρ κύριον
οὐ προτέθεικεν πρὸς τὸ τοῦ
πράγματος ἀνεξέλεγκτον· ὅλη γὰρ ἡ διήγησις τοῦ ἀγῶνος πέπλασται· οἴ δὲ
Αἰνειᾶνες τῶν Θεσπρωτῶν ἢ Θρᾳκῶν· Ὅμηρος
707 προσχαρίζεται Ἀθηναίοις ἐν Ἀθηναίοις λέγων.
716 ὡς ὑπερβάλοι χνόας τις αὐτῶν: οἷον πρῶτοι τοῦ δρόμου γενέσθαι· χνόας
δὲ τὰς τοῦ ἄξονος σύριγγας καὶ τὰ ἱππικὰ
φρυάγματα, ἀπὸ δὲ μέρους τὸ ὅλον ἄρμα· σύριγξ δέ ἐστι τὸ εἰς
τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος καὶ αὐτὴ δὲ ἡ
ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται· λείπει δὲ τὸ ἐλαύνων· τὸ δὲ
χνόας βαρέως· τὰ γὰρ εἰς η καθαρὸν δισσύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο
συμφώνων ἀρχόμενα ὧν
ὑπερδράμοι.
717 φρυάγμαθʼ φυσήματα, πνεύματα.
720 στήλην: τὸν λίθον τὸν καμπτῆρα.
721 ἔχριμπτʼ ἀεί: ὅ ἐστι προσεπέλαζε τῷ καμπτῆρι ἀεὶ τὴν ὀπὴν τοῦ τροχοῦ.
722 σειραῖον ἵππον: τὸν ἔξω τοῦ ζυγοῦ, τὸν δεξιόν, προσκείμενον δὲ τῷ
καμπτῆρι τὸν ἀριστερόν.
724 ἄστομοι σκληρόστομοι.
725 ἐξ ὑπαντήσεως ἐνετίναξαν ἐκείνων ὑποστρεφόντων.
727 Βαρκαίοις ὄχοις. τοῖς Λιβυκοῖς· Βάρκη γὰρ πόλις Λιβύης ἡ νῦν Πτολεμαῒς καλουμένη.
730 ναυαγίων: τῶν πτωμάτων.
731 γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινός: δεινὸς ἀντὶ τοῦ ἔμπειρος· πρὸς εὔνοιαν δὲ τῶν ἀκροωμένων ἐπαινεῖ αὐτὸν ὡς Ἀθηναῖον.
732 ἔξω παρασπᾷ φυλαξάμενος, φησί, τούτοις
συμπεσοῦσιν ἐμπεσεῖν ἔξω ἀπʼ αὐτῶν παρασπᾷ.
κἀνακωχεύει: ἀνασειράζει, κατέχει· ἀνακωχεύειν γὰρ κυρίως λέγεται ὅταν
χειμῶνος ὄντος ἐν τῷ πελάγει στείλαντες τὰ ἄρμενα σαλεύωσιν αὐτόθι μὴ
διαμαχόμενοι τῷ πνεύματι· μεταφορικῶς οὖν ἐπὶ τοῦ ἅρματος εἴρηκεν
κλύδωνα καὶ ὕστερος ἠρέμα ηὔλανεν.
735 τῷ τέλει πίστιν φέρων: οἷον πιστεύων ὅτι
738 κἀξισώσαντε ὁ Ὀρέκτης καὶ ὁ Ἀθηναῖος.
743 λύων χαυνῶν διὰ τὸ συμπεπλέχθαι.
745 χνόας τὸ λεπτὸν μέρος τοῦ ἄξονος τὸ τρι—
751 λαγχάνει γράφε τυγχάνει.
755 καὶ ἴνα ἀξιόπιστος εἴη ὁ ἄγγελος
758 δειλαίας σποδοῦ ἀντὶ αἰτιατικῆς.
766 ὡς μὲν γυνὴ κεκίνηται ἐπὶ τῷ πάθει πρὸς δὲ τὸν κίνδυνον ἀποβλέπουσα
ἥδεται, διὰ δὲ τὸν
χορὸν ἀλγεῖν ὑποκρίνεται.
781 ὁ προστατῶν ὁ ἐπιγινόμενος.
818 ξύνοικος ἔσομαι. τοῦτο οἰκονομικῶς· εἰ γὰρ
823 ποῦ ποτε κεραυνοὶ Διός: ἐν τοῖς ἔμπροσθεν παραμυθούμενος ὁ χορὸς τὴν
Ἠλέκτραν ἔλεγεν
καὶ τὰ ἐξῆς· νῦν οὖν πανταχόθεν ἀπεγνωσμένης τῆς ὅλως ἐν οὐρανῷ εἰσιν εἴ γε περιορῶσι
τοιαῦτα γινόμενα· καὶ τὸν μὲν ἥλιον ὡς πάντα ἐφορῶντα
παρέλαβεν τὸν δὲ Δία ὡς πάντων δεσπότην ὄντα· δεῖ δὲ τὸν ὑποκριτὴν ἅμα
τῇ βοῇ ἀναβλέψαι τε εἰς οὐρανὸν καὶ τὰς χεῖρας ἀνατεῖναι ὃ δὴ κωλύει ὁ
χορὸς
826 κρύπτουσιν ἕκηλοι οἷον οὐκ ἄγουσιν εἰς φῶς
τὴν τούτων παρανομίαν.
827 θρηνεῖ ἡ Ἠλέκτρα τὸν ἀδελφόν· ἐλεεινὸν δὲ λίαν τὸ τοιοῦτο μέρος.
830 ἐν τοῖς προφανέσι καὶ ἀθεραπεύτοις πάθεσι
,μετριάζειν
αὐτὴν ἀξιοῦσιν.
831 ἀπολεῖς: δαιμονίως τοῦτο ἐπήγαγεν· οὐ γὰρ ἀμελήσασα τῶν ἀπὸ τοῦ χοροῦ
ἐπιτιμήσεων ἐρεῖ τι ἀπρεπὲς εἰς θεοὺς ἐπεὶ καὶ τελέως ἀμηχανεῖ ὁ
Σοφοκλῆς εἰς τοὺς θεοὺς βλασφημῶν (καὶ γὰρ εἷς ἦν τῶν
θεοσεβεστάτων) ἀλλʼ ἅσπερ δυσχεραίνουσα ταῖς ἐπιτιμήσεσιν ὡς ψυχραῖς
τοῦτό φησιν.
ἀποκναίεις με, φησίν, ἐν τοῖς ἀθεραπεύτοις παρηγοροῦσα.
837 οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις. ταῖς διὰ χρυσοῦ γενομέναις
τέχναις τοῦ δοθέντος Ἐριφύλῃ διὰ τὴν Ἀμφιαράου ἔξοδον· διὰ τὰς τῆς
γυναικὸς αὐτοῦ ἀπάτας. ἄλλως. τὸ χρυσοδέτοις ἕρκεσιν
ἢ ἐπὶ
τῶν ἀρμάτων φησὶν οἷον τοῖς χρυσῷ δεδεμένοις καὶ κατεσκευασμένοις ἅπερ
ἕρκη εἶπεν οἷον περιφράγματα καὶ τείχη ὧν οὐκ ἐξέφυγεν ὁ Αμφιάραος ἀλλʼ
ἐνεσχέθη ἐν αὐτοῖς ἢ χρυσοδέτοις τῷ ὅρμῳ ὃς ἦν ἐκ χρυσοῦ πεποιημένος, τὸ
δὲ ἕρκεσιν οἷον τοῖς δεσμοῖς
καὶ φράγμασιν καὶ τῇ ἀνάγκῃ τῇ
ἀπὸ τοῦ ὅρμου γενομένῃ· τὸ δὲ γυναικῶν ἀπάταις ἢ τῇ ἀπὸ τῆς γυναικὸς
ἀπάτῃ ἢ καθόλου τὸν χρυσὸν γυναικῶν ἀπάτην εἶπεν· θαυμαστῶς δὲ εἴκασεν
ὅτι καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο.
839 ὁ χορός φησιν ὅτι καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἐστί τις εὐτυχία· τιμὴν δὲ αὐτῷ φησιν ἔσεσθαι διὰ τὸ μαντεύεσθαι αὐτόν.
840 οὐ προσιεμένη οὐδὲ τοὺς τοιούτους λόγους Fol. 26 a θρηνεῖ ἡ Ἠλέκτρα.
841 πάμψυχος ἀνάσσει: ἀντὶ πασῶν ψυχῶν ἀνάσσει αἳ δὴ ἐν χρείᾳ καθεστᾶσι τῆς ἐκείνου μαντικῆς· ἢ πάμψυχος ὁ διασῴσας πᾶσαν τὴν ἑαυτοῦ ψυχὴν ἢ ὁ διὰ παντὸς τὴν ψυχὴν σῴζων ὅ ἐστιν ἀθάνατος.
842 μνησθεῖσα τῆς Ἐριφύλης ἡ Ἠλέκτρα ἀναβοᾷ
ἐπὶ τῷ ἤθει
αὐτῆς δυσχεραίνουσα.
843 φεῦ δῆτʼ· ὀλοὰ γάρ. ὁ χορὸς συγκατατιθέμενός φησιν ὅτι δικαίως
ἀνεβόησας· ὀλοὴ γὰρ ἦν ἡ Ἐριφύλη· ὅρα δὴ οὖν εἰ ἔπραξέ τι ὁ χορός·
ἀπέσπασε
844 ἐδάμη ἡ Ἐριφύλη δῆλον ὅτι. ὁ δὲ λόγος
ἀποφαντικός, ὁ χορὸς δὲ ὡς πυνθανομένης ἐπάγει τὸ ναί.
846 οἷδ᾿ οἶδʼ. ἐφάνη: οἶδα ὅτι ἐδάμη· ἐφάνη γὰρ ὁ ἐπιμελούμενος τοῦ ἐν τῷ
φόνῳ τουτέστι τιμωρὸς τοῦ πατρός, ἐμοὶ δὲ οὐδεὶς πάρεστιν ἀποθανόντος
Ορέστου· ὁ μὲν οὖν χορὸς παρέβαλεν τὸν Ἀγαμέμνονα τῷ Ἀμφιαράῳ ἵνα
Ἠλέκτρα εὔελπις εἴη περὶ τοῦ
πατρὸς ὅτι τεύξεται τιμῆς
τινος ἡ δέ φησιν ὅτι Ἀμφιάραος ὑπὸ τοῦ Ἀλκμαίωνος ἔτυχεν τιμωρίας· πάνυ
δὲ περιπαθῶς τὸ πάθος τοῦ Ἀγαμέμνονος εἰς ἑαυτὴν μεταφέρει διὰ τοῦ ἐμοὶ
δʼ οὔτις.
μελέτωρ φροντιστής, ᾧ ἐπιμελὲς γέγονεν
μετελθεῖν
τὸν τοῦ πατρὸς θάνατον.
847 ἀμφὶ τὸν ἐν πένθει τὸν Ἀμφιάραον.
849 δειλαία δειλαίων καὶ τοῦτο εἶδος παραμυθίας, τὸ εἴς τι παραχωρεῖν τοῖς λυπουμένοις καὶ συγχωρεῖν αὐτοῖς κλαίειν ὡς ἐπὶ ἀπαρηγορήτοις κακοῖς.
850 κἀγὼ τοῦδʼ ἵστωρ: οἶδα, φησίν, ὅτι δειλαία εἰμὶ- αὐτῷ τούτῳ τῷ
πανσύρτῳ τῶν πολλῶν ἀχέων· πανσύρτῳ δὲ πάντα σύροντι τὰ κακὰ ἢ πανσύρτῳ
τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ· παμμήνῳ δὲ τῷ πολυχρονίῳ καὶ
διηνεκεῖ· δειλαία οὖν εἰμι οἷον
κατʼ αὐτὸ τοῦτο καθὸ πάντα
τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν.
κἀγὼ τοῦδʼ ἵστωρ: κἀγὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι.
851 πανσύρτῳ πάντα σύροντι παμμήνῳ πολυχρονίῳ.
854 μή μέ νυν μηκέτι: μηκέτι οὖν με, φησί, παρηγορήσητε ὅπου γε οὐ
πάρεισιν αἱ τῶν ἐλπίδων ἀρωγαὶ αἱ ἀπὸ τῶν ἀδελφῶν· κοινοτόκων δὲ τῶν ἀπʼ
ἀμφοῖν τῶν γονέων· διὰ δὲ τοῦ εὐπατριδᾶν ηὔξησε τοῦ πατρὸς τὸ ἐγκώμιον
οἷον εὐγενῶν καὶ γενναίων
οἷος ἦν καὶ Ὀρέκτης γεγονὼς ἐξ
Ἀγαμέμνονος· ἢ κοινοτόκων τῶν ἀδελφικῶν, τῶν τοῦ αὐτοῦ πατρὸς
κεκοινωνηκότων.
855 παραγάγῃς παρηγορήσῃς.
856 διὰ μέσου τὸ τί φής;
858 κοινοτόκων τινὲς τῶν πᾶσι κοινῶν.
861 ἦ καὶ χαλαργοῖς: ταῖς λευκόποσιν ἢ ταῖς ταχείαις ἐν ταῖς χηλαῖς,
ἀντιτίθησιν ἡ Ἠλέκτρα, ἆρα οὖν οὕτω πέπρωται τοῖς θνητοῖς
τελευτᾶν ἐν ταῖς ἁμίλλαις ταῖς ἱππικαῖς; τμητοῖς δὲ ὁλκοῖς τοῖς ἱμᾶσιν·
ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων ἐν οἷς εἱλκύσθη.
863 τμητοῖς ὁλκοῖς τμητοῖς λώροις.
864 ἄσκοπος ἁ λώβα ἀπροόρατος ὁ θάνατος.
865 πῶς γὰρ οὔκ; εἰ ξένος: τοῦ χοροῦ εἰπόντος
868 κέκευθεν ἀντὶ τοῦ κρύπτεται.
871 ὑφʼ ἡδονῆς τοι: ἡ Χρυσόθεμις παραγέγονεν τὰ ὑπὸ τοῦ Ὀρέστου ἐγκείμενα τῷ τάφῳ εὑροῦσα. τοῦτο τὸ πρόσωπον εἰσήγαγεν ἵνα μὴ εἰς μακρὸν ἡ ὀλόφυρσις Ἠλέκτρας γένηται.
872 λείπει ἡ ὑπέρ, ὑπὲρ τοῦ σὺν τάχει μολεῖν.
875 τῶν ἐμῶν σὺ πημάτων: τῶν νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις ὅπερ ἐστὶν ἄρηξις τὰ δὲ θεραπεύεται παντελῶς ὅπερ ἐστὶν ἴασις· κατʼ οὐδένα οὗν τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτνον.
876 ἰδεῖν ἔτι.
878 κλύουσ᾿, ἐναργῶς: ἐπὶ τοῦ κλύουσα πρὸς βραχὺ διαστικτέον ἵνʼ ᾖ πάρεστʼ ἐναργῶς, ἴσθι τοῦτο κλύουσα ἐμοῦ.
888 βλέψασα θάλπῃ: ἀντὶ παρακόπτεις τὰς φρένας
ὡς ἐν πυρετῷ·
ἀνηκέστῳ δὲ πυρὶ ὡσεὶ ἔλεγεν ἀνιάτῳ ἐλπίδι· ἀνέλπιστον γὰρ τὸ
παραγενέσθαι Ὀῥέκτην ἤδη ἀπολωλότα.
θερμαίνει τῇ χαρᾷ.
893 ἀρχαῖον τὸν ἐκ πολλοῦ ᾠκοδομημένον.
895 πηγὰς γάλακτος πολὺ γάλα ὡς τὸ δακρύων
πηγὰς ἀντὶ πολλὰ δάκρυα.
896 ἐστὶν εἰσίν.
θήκην πατρὸς τὴν σορὸν λέγει ἔνθα τὸ λείψανον
ἐτέθη.
901 νεώρη τὸν νεωστὶ ἠρτημένον· ἢ ἐκ νέου
τινὸς καὶ ὥραν ἔχοντος νέαν.
903 ψυχῇ σύνηθες ὄμμα ὅραμα ὃ ἀεὶ ἐφανταζόμην
κατὰ ψυχήν.
908 τὸ μὲν ἀπὸ τῆς ὄψεως τοῦ βοστρύχου κινεῖσθαι ἐπὶ τὴν ἀλήθειαν
γελοῖον· πιθανῶς οὖν ἐπάγει
ὅτι οὐδενὶ ἄλλῳ ἢ τῷ πάνυ
συνημμένῳ κατὰ γένος τὰ τοιαῦτα προσήκει.
909 τόδε τὸ ἀποκείρασθαι τὰς κόμας δῆλον
ὅτι.
915 τἀπιτίμια τὰ ἐπὶ τῇ τιμῇ γινόμενα τοῦ
πατρός.
γράφε τἀγλαΐσματα.
919 κῦρος ἐπιτευκτικὴ καὶ κυρία.
ἐπιτυχία.
922 φέρει γράφε ἔφυς.
929 ἐστιν οὐ κατὰ τοῦτο τῇ μητρὶ δυσχερὴς
ὀφθεὶς καὶ διὰ τῆς
ἀγγελίας λυπήσας αὐτήν.
δυσχερὴς γράφε δυσμενής.
933 μνημεῖʹ Ὀρέστου τοῦ Ορέστου μνημόσυνα.
942 ὧν ἐγὼ φερέγγυος; ὧν ἐγὼ εἰς τὸ πράττειν
ἀσφαλής εἰμι;
φερέγγυος λέγεται ὁ ἀναδεξάμενός τι καὶ δυνάμενος ἀποτῖσαι οἷον
ἀξιόχρεως, δυναμένη ἀναδέξασθαι
944 τοῦτο τῷ προτέρῳ ὅμοιον
945 εὐτυχεῖ ἀντὶ τοῦ ἐπιτυγχάνεται.
946 ξυνοίσω συμπονήσω.
τοῦτο συνῳδὸν τῷ
953 πράκτορʼ ἔκδικον.
958 ποῖ: ἀντὶ εἰς τίνα χρόνον;
964 οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνήρ: προειποῦσα τὰ δεινὰ τὸ χαλεπώτερον
ἐπιφέρει, ὡς οὐδὲ μεταβολῆς
τυχεῖν ἐλπὶς ἔνεστιν.
972 γνώμη.
975 τίς γάρ ποτʼ ἀστῶν. ὅρα ἐν τούτῳ τῷ λόγῳ τὰς ἐπιχειρήσεις τῆς
Ἠλέκτρας ὅτι πάντα τέθεικεν τὰ ἀγαθὰ ἅπερ αὐταῖς παρέσται ἀνελούσαις τὸν
Ἀἴγισθον,
τὰ δὲ ἕτερα ὑπεξῄρηκεν ὁποῖα πείσονται ἀλοῦσαι·
καίτοι ἦν κατὰ τὸ πάθος τῆς Ἠλέκτρας κἀκεῖνα προσθεῖναι, ὅτι καλόν μοι
ἀποθανεῖν οὕτω δυστυχούσῃ ὁποῖα καὶ πρόσθεν ἔλεγεν
977 ἴδεσθε τώδε: ἐπὶ τῶν θηλυκῶν τοῖς ἄρσενικοῖς
ἀρσενικοῖς ἄρθροις κέχρηται ὅπερ σύνηθες Ἀττικοῖς· τὼ χεῖρε
γάρ φασι· καὶ Ὅμηρος
τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.
τώδε ἀντὶ τάσδε.
978 ὣ ἀντὶ αἵτινες.
980 προὐστήτην φόνου προέστησαν περὶ τοῦ φόνου
τῶν ἐχθρῶν.
981 τούτω ἀντὶ τοῦ ταύτας.
990 ἐν τοῖς τοιούτοις ἐστίν: ὁ χορὸς ὑπερτεθαυμακὼς
τὸ
τολμηρὸν τῆς Ἠλέκτρας φησὶν ὅτι μετὰ προγνώσεως καὶ ἀσφαλείας τὰ τοιαῦτα
δεῖ καὶ λέγειν καὶ ἀκούειν.
992 εἰ φρενῶν ἐτύγχαν᾿ εἰ ἐφρόνει.
993 ἐσῴζετʼ ἂν φησὶ τὴν εὐλάβειαν: οὐ σῴζει,
φησί, τὴν εὐλάβειαν ἀλλʼ ἔστι θρασεῖα καὶ ῥιψοκίνδυνος.
995 τοιοῦτον θράσος αὐτή θ᾿ ὁπλίζῃ: λίαν ἐμφαντικῶς τῷ θράσει φησὶν αὐτὴν ὁπλίζεσθαι ὡς μηδὲν ἀμυντήριον αὐτὴν ἔχουσαν ἢ μόνον θράσος.
997 γυνὴ μὲν οὐδʼ ἀνήρ: ταῦτα πάντα ὅμοιά ἐστι τοῖς ἐν Ἀντιγόνῃ, εἰ
998 τοῦτο δεύτερον κεφάλαιον.
999 δαίμων δέ: τοῦτο τρίτον κεφάλαιον καὶ ἄναγκαιότερον,
ὡς
οὐδὲ ἐκ παραδόξου κατορθῶσαι ἡμᾶς τὴν ἐπιχείρησιν εἰκὸς τῆς τύχης μὴ
συλλαμβανομένης.
1000 ἀπορρεῖ ἐλαττοῦται, μαραίνεται.
1005 λύει γὰρ ἡμᾶς οὐδέν: οὐ λυσιτελεῖ γὰρ ἡμῖν, φησίν· οὐκ ἀπαλλάσσει τῶν κακῶν.
ἀντὶ οὐδὲν ἡμᾶς ἐκλύσεται.
1006 δυσκλεῶς θανεῖν: ἐνταῦθα δηλοῖ τὸ μετʼ αἰσχρᾶς τιμωρίας ἀποθανεῖν· καὶ Ὅμηρος
μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην.
1007 ἀλλʼ ὅταν θανεῖν χρῄζων: ὅρα ὅτι τοῦτο δηλοῖ τὸ δυσκλεῶς.
λείπει τὸ καλῶς.
1008 εἶτα μηδὲ τοῦτʼ ἔχῃ: οὐ τὸ τοῦ θανάτου
δεινόν ἐστιν
ἀλλʼ ὅταν ἐπιθυμῶν τις ἀποθανεῖν ὥστε τὰς παρούσας κολάσεις ἐκφυγεῖν
τότε μηδὲ τούτου τύχῃ· τοιαῦτα οὖν πεισόμεθα ὧν ὁ θάνατος
αἱρετώτερος.
1013 ἀλλὰ τῷ χρόνῳ ποτὲ ἐν ὑπερβατῷ.
1018 ἃ πηγγελλόμην: ἀντὶ ἃ ἠξίουν, τὸ δὲ παρακαλεῖν ἐπαγγέλλειν φησίν.
1019 ἀλλʼ αὐτόχειρί μοι παρατήρει κἀνθάδε τὴν
εὐτολμίαν ὡς καὶ ἐν Ἀντιγόνῃ.
γράφε ἀλλʼ οὐδὲν ἧσσόν μοι.
1026 εἰκὸς γὰρ τὸν κακῶς ποιεῖν ἐπιχειροῦντα καὶ πάσχειν κακῶς· τοῦτο δὲ Πινδαρικὸν ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
1028 οἷον ἔσται καιρὸς ὅτε με εὐφημήσεις.
1036 οὐκ ἀτιμάζω σε ἀλλὰ προνοοῦμαί σου.
1039 ἢ δεινὸν εὖ λέγουσαν: δεινὸν ἐμὲ καλῶς λέγουσαν δοκεῖν ἐξαμαρτάνειν·
ἐπεὶ δὲ ἡ Χρυσόθεμις καλῶς λέγει, δοκεῖ δὲ ἁμαρτάνειν διὰ τὸ μὴ πράσσειν
τὰ δίκαια ὑπὲρ ἐκδικίας τοῦ πατρὸς πρὸς τοῦτό φησιν
ἡ
Ἠλέκτρα, δεινόν ἐστι σύμφορα δοκοῦσαν συμβουλεύειν ἄδικα πράσσειν καὶ
ἁμαρτάνειν, ὅπερ ἡ Χρυσόθεμις εἰς Ἠλέκτρον τρέπει ἐν τῷ ἑξῆς στίχῳ.
1040 εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ: τὸ ἁμαρτάνειν· λέγουσα γὰρ
δίκαια καὶ εὐπρεπῆ ἐν αὐτοῖς
ἁμαρτάνεις· ἀλυσιτελῆ γὰρ
ἐπιχειρεῖς ποιεῖν.
1044 ἀλλʼ εἰ ποιήσεις ταῦτα: οἷον τοῖς δεινοῖς περιπεσοῦσα ἐπαινέσεις με σύμφορά σοι συμβουλεύδασαν.
1046 πάλιν εἰς τοὐπίσω, εἰς τὸ ἐναντίον.
1052 μεθέψομαι ἀντὶ κοινωνήσω.
1056 παρὰ τὸ Ὁμηρικὸν
1058 τί τοὺς ἄνωθεν φρονιμωτάτους; τὸ ἄνωθεν ἢ τόπου ἢ χρόνου ἐστίν,
ἄνωθεν ἐκ φύσεως ἢ τοὺς
ἐν τῷ ἀέρι· οἰκεῖον δὲ τῷ χορῷ
ἀγανακτοῦντι ἐπὶ τῇ Κλυταιμήστρᾳ τὸν περὶ τῶν ἀλόγων ἐνταῦθα παραλαβεῖν
λόγον ὅτι ἐν τοῖς ἀλόγοις ζῴοις φυσική τίς ἐστι φιλοστοργία, ἡ δὲ
Κλυταιμήστρα ἄστοργος· τὸ δὲ ἑξῆς, τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς
ὁρῶντες
καλῶς κηδομένους τῆς τροφῆς ἀφʼ ὅτων τε ἂν βλαστῶσι
καὶ ἀφʼ ὧν ἂν ὄνησιν εὕρωσιν· ἐπὶ τῶν τέκνων καὶ ὄνησιν εὕρωσιν· λέγονται δὲ οἱ πελαργοὶ γεγηρακότας
τοὺς γονεῖς βαστάζειν τοῖς πτεροῖς ἕως ὅτου πτεροφυήσωσιν.
1062 τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν. καλῶς ὁ χορὸς
καὶ ἑαυτὸν
συγκαταλέγει ἴνα μὴ δοκῇ φορτικὸς εἶναι τούτοις καθʼ ὧν τὸν λόγον
πεποίηται.
1065 οὐκ ἀπόνητοι: ἀντὶ οὐκ ἐπὶ πολὺ ἔσονται ἀθῷοι οἱ περὶ Αἴγισθον καὶ Κλυταιμήστραν.
1066 χθονία βροτοῖσιν. οὐ τὴν ἐπίγειόν φησιν
ἀλλὰ τὴν κατὰ
γῆς χωρῆσαι δυναμένην.
1068 τοῖς ἔνερθʼ Ατρείδαις ἢ Ἀγαμέμνονα ἢ
Ὀρέστην· δοκοῦσι γὰρ αὐτὸν τεθνηκέναι.
1069 ἀχόρευτα φέρουσ᾿ ὀνείδη. ἐφʼ οἷς οὐκ ἄν τις χορεύσειε, τὰ πένθιμα
ὀνείδη, ὀνείδη δὲ ἐπειδὴ
ὄνειδος ἦν τῇ Κλυταιμήστρᾳ
ἐπιχαίρειν Ὀρέκτῃ.
1070 ὅτι σφίσιν ἤδη: ἡ ἀπότασις πρὸς τὴν Κλυταιμήστραν· ἄγγειλον οὖν, φησίν, ὅτι τὰ κατʼ οἶκον νενόσηκεν καὶ οὐκ ἔστιν ὑγιῆ.
1072 οὐκέτʼ ἐξισοῦται: οὐκέτι ἴσα φρονοῦσιν
ὡς ἐν φιλίᾳ
διαιτώμεναι ἀλλὰ στασιάζουσι πρὸς ἀλλήλας.
1074 πρόδοτος δὲ μόνα σαλεύει: κινδυνεύει, ἐκ μεταφορᾶς τῶν νηῶν· μόνη δὲ αὐτὴ ἐφʼ ἑαυτῆς χωρὶς ἀγκύρας.
1075 τὸν ἀεὶ πατρός: λείπει ἡ περί, περὶ τοῦ πατρὸς στενάχουσα ὡς τὸ
Ὁμηρικὸν
τὸ δὲ ἑξῆς, ἀεὶ τὸν τοῦ πατρὸς μόρον στενάχουσα· ἢ τὸν ἀεὶ
εἰς τὸν ἀεὶ χρόνον.
λείπει ἡ περί.
1078 πρόνοιαν οὐκ ἔχουσα τοῦ μὴ ἀποθανεῖν ὅ
1079 τό τε μὴ βλέπειν ἑτοίμα: ἑτοίμη καὶ τῆς ὄψεως στέρεσθαι τουτέστιν
ἀποστερηθῆναι τῶν ὀμμάτων ἀντὶ καὶ ἀποθανεῖν ἑτοίμη καὶ ζῶσα κολάζεσθαι
καὶ τοῦτο λέγει διδύμην Ἐρινύν· ἢ ἐπὶ τοῦ θανάτου τὰ δύο, ἑτοίμη μὴ
βλέπειν αὐτοὺς ἀλλʼ ἐν σκότει γενέσθαι
τοῦ θανάτου ἐν τῇ
αὐτῇ Ἐρινύι γενομένη τῷ Ἀγαμέμνονι ὅ ἐστι διπλῆ Ἐρινύς.
1080 διδύμαν — Ἐρινὺν Αἴγισθον καὶ
Κλυταιμήστραν.
1084 νώνυμνος τῆς εὐκλείας θέλων γενέσθαι.
ὦ παῖ παῖ: οὕτω καὶ σύ, παῖ, εἵλου τὸν αἰῶυα πάγκλαυτον· κοινὸν δὲ
διηνεκῆ καὶ κοινὸν ἐπὶ παντὸς αἰῶνος ἑαυτῆς.
1087 καταπολεμήσασα τὸ αἰσχρὸν καὶ νικήσασα οἷον τοὺς ἐχθροὺς καταγωνισαμένη.
1095 ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα: ἃ δὲ φυσικὰ καὶ μέγιστα νόμιμα ἔβλαστε
τούτων ἀποφερομένην τὰ
1097 ἄριστα τᾷ Διὸς γράφε ἄριστα τᾷ Ζηνός.
1098 θαυμαστὴ ἡ οἰκονομία τοῦ ποιητοῦ μὴ ἅμα τῇ ἀπαγγελίᾳ τοῦ θανάτου
κομίσαι τὰ λείψανα ἴνα εὔλογος πρόφασις τῆς παρόδου γένηται τῷ ῥέκτῃ καὶ
παραυτὰ ὁ ἀναγνωρισμὸς πρὸς αὔξησιν τοῦ πάθους. Ὀρέκτης πάρεστιν σύν τῷ
Πυλάδῃ κομίζων τὰ
λείψανα τῶν λογοποιουμένων ὀστῶν
ἑαυτοῦ.
1101 ἱστορῶ γράφε μαστεύω.
1102 ἀζήμιος ἀληθὴς καὶ οὐχ ὑπέχων ζημίαν τοῦ
ψεύδους.
1117 ἀξιοπίστως ἄγαν Ὀρέκτης σκληρός ἐστιν
οὐχ οἷον δεῖ
ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθʼ ὅτε.
1123 εἰκὸς αὐτοῖς ἕπεσθαί τινας· περιπαθῶς δὲ λίαν τὸ ἥτις ἐστίν.
1126 λαβοῦσα τὸ τεῦχός φησιν· ὑπερφυῶς δὲ
ἔχει τῇ διαθέσει
λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος
ζωόν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα.
1127 λοιπὸν μνημεῖον.
1137 σῆς κασιγνήτης δίχα οἷον τῆς μόνης σοῦ
κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖναί
ἡ
ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολοφυρομένην γνάώσεται.
1142 ἐν σμικρῷ κύτει τῇ θήκῃ.
1146 οὐ γὰρ ἦς, φησί, τῆς μητρός ποτε ἢ καὶ ἐμοῦ μᾶλλον ἴνα ἐπὶ τοῦ ἦσθα
διαστείλωμεν, οὐκ ἦσθα
τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ,
οἷον ἐγώ σοι μᾶλλον ἥμην μήτηρ ἥπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ ὦ
φίλος. ἄλλως. οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον
φίλον εἶναι
αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐνεχώρει· μικρὸς γὰρ ἦν.
1171 πιθανῶς πρόσκειται τὸ ὄνομα τῆς Ἠλέκτρας ἵνα μάθῃ Ὀρέστης· οὐ γὰρ
μόνη ἦν αὐτῷ ἀδελφή·
τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ
χορὸς ἐν τῇ παρηγορίᾳ.
1174 ἀναγκαῖον ἐμφανισθῆναι τὸν Ὀρέκτην· δι–Fol. 29 b ἐφθάρη γὰρ τὸ συνεκτικὸν τῆς ὑποθέσεως σιωπῶντος αὐτοῦ.
1178 τοῦτο δύναται μὲν καὶ ἡ λέκτρα λέγειν
εὐπρεπέστερον δὲ
τῷ χορῷ παράκειται ἵνα μὴ περὶ
1180 ἆρα οὐ περὶ ἐμοῦ τάδε;
1184 μοι δή.
ἐπισκοπῶν καθορῶν.
1185 ἐγὼ οὐδέν.
1186 ἐν τῷ ἐν τίνι ἢ διὰ τί;
ποίῳ λόγῳ εἰρημένῳ τοῦτον συνῆψας τὸν λόγον;
1193 τῇδε εἰς τοῦτο
1194 οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι.
1211 πρὸς δίκης ἡ πρὸς ἀντὶ τῆς μετά.
1214 οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; ὥστε
μηδὲ ὀνομάζειν αὐτόν;
1215 οὐχὶ σὸν ἀλλʼ ἐμόν.
οὐ σοὶ προσῆκον.
1217 ἠσκημένον κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ
καταδκευάδματα.
1223 σφραγῖδα τὸν δακτύλιον.
1225 ὦ φθέγμ᾿ λείπει φίλτατον.
1233 γοναὶ σωμάτων ἀντὶ ἑνικοῦ, γονὴ σώματος
ἐμοὶ φιλτάτου, τοῦ Ἀγαμέμνονος.
1235 εἴδεθ᾿ οὓς ἐχρῄζετε ἀντὶ ἐμέ
1236 ἀντὶ σίγα ἕως ἂν κατὰ νοῦν ἀποβῇ τὸ πᾶν.
παράκειται
ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή τε οὖσα καὶ
1239 ἀλλʼ οὐ τὰν Ἄρτεμιν: ἡ ἀπότασις πρὸς Κλυταιμήστραν· ὅρα δὲ εἰ οἰκεῖα
ταῦτα τῇ Ἠλέκτρᾳ
παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα
τοσοῦτον ἐθρασύνετο.
1243 ὅρα γε μὲν δή: ἐπὶ τὴν Κλυταιμήστραν τείνων φησὶν ὅτι τὸν Ἀγαμέμνονα ἀνεῖλεν.
1245 ὀτοτοῖ: ἐπείπερ ὑπέμνησεν αὐτὴν τῆς τοῦ
πατρὸς
ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν
ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς
1246 ἀνέφελον ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι
δυνάμενον.
1247 οὔ ποτε καταλύσιμον οὐ καταλυόμενον, ὁ δὲ
νοῦς λήθης τυχεῖν μὴ δυνάμενον.
1251 ἀλλʼ ὅταν παρουσία: ὅταν ἐπιτρέπῃ ὁ καιρὸς καὶ καλῇ ἢ ὁπόταν ἡ
παρουσία τούτων ᾖ καὶ ὁ καιρὸς ἐπιτήδειος· τὸ γὰρ
1253 ὁ πᾶς χρόνος πρέποι τῇ δίκῃ λέγειν με ταῦτα.
1255 τάδε δίκαια γράφε τάδε δίκᾳ.
1257 τόδε ποῖον; τὸ ἐλευθεροστομεῖν· τοιγαροῦν
ἀντέχου τῆς ἐλευθεροστομίας.
1259 μὴ μακρὰν ἀντὶ μὴ μακρῶς.
1260 τίς ἄν, φησί, σοῦ φανέντος δικαίως ἕλοιτο ἀντὶ λόγων σιωπήν;
1265 ὑπερτέραν λείπει τὸ χάριν.
1266 τᾶς πάρος — χάριτος τῆς σῆς παρουσίας.
1276 μὴ ἀποστερήσῃς με, φησί, τοῦ μεθέσθαι τῶν
οὕτω γὰρ
ἀπαλλαγήσομαι μετὰ ἡδονῆς, ἐὰν δὲ ἤδη ἀποστερήσῃς
1278 ἄλλοισι τοῖς μὴ χαίρουσι τῇ ἐμῇ
παρουσίᾳ.
1281 φίλαι, ἔκλυον ἃν ἐγώ: φίλαι, οἵαν ἥκουσα φήμην περὶ τοῦ ἀδελφοῦ
ἀπροσδόκητον ἐφʼ
οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα
βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ φόβος ὁ περὶ τὸν
Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα
πρόσοψιν.
ὁ νοῦς, ἔκλυον αὐδὴν ἣν οὐδέποτε ἤλπισα
καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός
τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην ἐμαυτῆς· λέγει δὲ περὶ τῆς
ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἥκουσεν.
1291 ἐμφαντικὸν τὸ συνεχὲς τῆς ταὐτολογίας·
ἤρκει γὰρ κἂν ἓν
τῶν λελεγμένων.
1292 ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι τῶν λόγων ἡ ἀδολεσχία.
1307 εἰκὸς γὰρ καὶ ἔξωθεν ταῦτα πεπύσθαι τὸν Ὀρέστην.
1311 ἐντέτηκέ μοι πρὸς τὴν μητέρα δῆλον
ὅτι.
1322 τινὲς τὸν χορόν φασι λέγειν ταῦτα.
τοῦ παιδαγωγοῦ μέλλοντος ἐξιέναι ὁ Ὀρέστης αἰσθόμενος τοῦ ψόφου ἀγνοῶν κελεύει αὐτὴν σιγᾶν διὸ καὶ λέκτρα ὡς ξένοις διαλέγεται.
1324 τοιαύτην ἀγγελίαν φέροντες ἣν οὐκ ἄν τις
ἀπώσαιτο,
λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν.
1326 ἐπιτιμᾷ αὐτοῖς ὅτι φανεροὶ τοῖς ἐχθροῖς γίνονται.
1328 ἐγγενὴς ἐγγεγενημένος ἢ ἄξιος τοῦ
γένους.
1333 οἷον πρὶν ἰδεῖν τὰ σώματα ὑμῶν οἱ ἐχθροὶ ἔγνωσαν ἂν τὰ βουλεύματα τῆς ψυχῆς.
1338 ἐν τοῖς τοιούτοις καιροῖς.
1344 θαυμαστῶς ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον διατρίβειν ὡς καὶ Ὀρέκτης ἐν τοῖς
ἔμπροσθεν
1346 τίς οὗτός ἐστ᾿, ἀδελφέ;: οὐκ ἠρώτησεν τοῦτο
Ὀρέστην
πρότερον ἡ λέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλʼ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον
ἀναγνωρισμόν.
1649 οὗ χεροῖν εἰς τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ.
1366 ταῦτα τὰ κατʼ ἐμέ φησιν.
1368 ἐνταῦθα ἀνεκάλυψε τὸ χρήσιμον τῆς ἀποδημίας Αἰγίσθου.
1369 ἐφέξετον μελλήσετε.
1372 τὸ οὐδὲν παρέλκει.
1378 λιπαρεῖ — χερὶ ἀντὶ λιπαρῶς, συνεχῶς.
1379 ἐξ οφἵων ἔχω ὡς δυνάμεως ἔχω, λόγοις
ἀξιοῦν, οὐ θύειν.
1382 τἀπιτίμια τοὺς μισθούς.
1384 ἴδεθʼ ὅπου προνέμεται: εἰσεληλύθασι μὲν ἐνταῦθα οἱ περὶ Ὀρέκτην καὶ
Πυλάδην τοῦτο δὲ ἤτοι ὁ χορός φησι κἂν τῆς Ἠλέκτρας συνεισελθούσης
αὐτοῖς καὶ τὸ ἴδετε πρὸς ἀλλήλας φασὶν αἰ ἀπὸ
τοῦ χοροῦ ἢ ὅτι ἔξω οὖσα ἡ λέκτρα λέγει πρὸς τὸν χορὸν
τοὺς
δύο στίχους καὶ οὕτως εἰσέρχεται καὶ ἔστι διάλειμμα
διʼ ἃς προείπομεν
αἰτίας ἐνθάδε
τοῦ Ὀρέστου εἰσελθόντος ὁ χορὸς ταῦτά φησιν.
1385 τὸ δυσέριστον οἷμα φυσῶν: οἷον ὁ Ἄρης συναγελάζεται αὐτοἵς φυσῶν
αἷμα καὶ φόνον, δυσέριστον δὲ τὸν διʼ ἔριν γινόμενον κακόν· τὸ δὲ κακῶν οὐχ ὡς κατηγοροῦσά φησιν (ἐναντίον γὰρ τῷ
ἤθει
1388 ἄφυκτοι κύνες: ἤτοι εἰς τὸν Ὀρέστην ἀποτείνεται ἐν τῷ ἄφυκτοι κύνες
ἢ ἐπὶ τῶν Ἐρινύων,
εἰσῆλθον εἰς τὸν οἶκον αἱ Ἐρινύες ἃς οὐκ
ἔστι φυγεῖν.
1389 ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμένει: οὐ περὶ τοῦ ὀνείρου τῆς Κλυταιμήστρας φησὶ (τοῦτο γὰρ βίαιον) ἀλλὰ τοῦτό φησιν, ἃ κατʼ ἐμαυτὴν ὠνειροπόλουν οὐκ εἰς μακρὰν ἔσται μετέωρα ἀλλʼ εὐθέως τελεσθήσεται.
1391 παράγεται γὰρ ἐνέρων δολιόπους. ἡ Ἐρινὺς ἀφόβως χωροῦσα ἢ δαίμων τις ἀπλῶς βοηθὸς νεκρῶν· ἢ ἐπὶ τοῦ Ὀρέστου, παρέρχεται, φησίν, ἔσω στέγης ὁ Ὀρέκτης· ἐνέρων δὲ ἀρωγὸς ἤτοι τοῦ Ἀγαμέμνονος ἢ τῶν χθονίων θεῶν βοηθὸς ὅ ἐστιν ὑπηρέτις.
1393 ἑδώλια ἑδράσματα.
ἀρχαῖα οἰκήματα.
1394 νεακόνητον αἷμα τὸ ξίφος τὸ ἠκονημένον εἰς
οἶμα καὶ φόνον.
1395 ὁ Μαίας δὲ παῖς: ὁ Ἑρμῆς αὐτὸν ἄγει πρὸς
αὐτὸ τὸ τέρμα
κατακρύψας σκότῳ τὸν ὑπʼ αὐτοῦ γινόμενον δόλον.
Ἑρμῆς.
1398 ἐξερχομένη ταῦτά φησιν.
1400 ἐς τάφον εἰς τὸ περίδειπνον τὸ ἐπὶ τῷ
Ὁρέκτῃ δοκοῦντι ἀπολωλέναι.
1402 ἐν τούτοις δῆλον ὅτι εἰσῆλθεν ἐν τοῖς ἔμπροσθεν Ἠλέκτρα.
1404 αἴ αἰ, ἰὼ στέγαι: ἔθος ἔχουσι τὰ γεγονότα ἔνδον ἀπαγγέλλειν τοῖς ἔξω
οἱ ἄγγελοι, νῦν δὲ διὰ τὸ μὴ διατρίβειν ἐν τῷ δράματι οὐκ ἐποίησεν·
τούτῳ γὰρ προκείμενον τὸ κατὰ τὴν Ἠλέκτραν ἐστὶ πάθος· νῦν τοίνυν βοώσης
ἐν τῇ ἀναιρέσει τῆς Ἠλέκτρας
Κλυταιμήστρας ἀκούει ὁ θεατὴς καὶ ἐνεργέστερον τὸ πρᾶγμα
γίνεται ἢ διʼ ἀγγέλου σημαινόμενον· καὶ τὸ μὲν φορτικὸν τῆς ὄψεως ἀπέστη
τὸ δὲ ἐναργὲς οὐδὲν ἧσσον καὶ διὰ τῆς βοῆς ἐπραγματεύσατο.
1405 φίλων ἔρημοι ὁ λόγος ἀποτείνεται πρὸς
Αἴγισθον.
1406 βοᾷ τις ἔνδον: οἰκεῖον τὸ διανόημα γυναικῶν, τὸ δὲ ἀνήκουστα οὐχ ὡς καταγινώσκουσαι τοῦ Ὀρέστου φασὶν ἀλλὰ πᾶν τὸ πρᾶγμα ἐκτρεπόμεναι.
1413 πόλις, ὦ γενεά: γενεὰ τοῦ οἴκου τούτου,
κατὰ ταύτην σε
τὴν ἡμέραν ἡ Μοῖρα εἰς φθορὰν καὶ ἐλάττωσιν τοῦ γένους ἄγει.
1417 ζῶσιν ἀντὶ ἐπεξέρχονται ἑαυτούς.
1420 ὑπεξαιροῦσι ἐκχέουσι τὸ αἶμα τῶν
φονευσάντων οἱ φονευθέντες.
1425 Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν: οἷον οὐκ ἀπʼ ἐμαυτοῦ ἐπιβαλλόμενος ἔπραξα ἀλλὰ πειθόμενος θεῷ.
1428 λεύσσω γὰρ Αἴγισθον οἷον ὑποστρέψαντα·
μετεκέκλητο γὰρ ἴσως ὑπὸ Κλυταιμήστρας.
1434 νῦν, τὰ πρὶν εὖ θέμενοι: τὰ μὲν πρὶν εὖ
θέμενοι, τὰ
κατὰ τὴν Κλυταιμήστραν, ὡς καὶ 〈τὰ〉 ὕστερον εὖ εἴη, τὰ κατὰ
Αἴγισθον.
1437 δι᾿ ὠτὸς ἂν παῦρά γε: μὴ ἀνατεταμένως
1438 ὡς ἠπίως ἐννέπειν: γράφε νηπίων, ὡς ἂν μικρῶν παίδων
ῥήματα οὕτως αὐτῷ ἀφελῶς διαλέγεσθαι
δεῖ μὴ ἀνακαλύπτοντας
εὐθέως τὸ γεγονὸς κατὰ τὸν οἶκον. γράφε νηπίῳ.
1439 πρὸς ἄνδρα τόνδε συμφέροι: καθʼ ὑπερβατόν, συμφέροι ἂν πρὸς τοῦτον
τὸν ἄνδρα ὀλίγα διʼ ὠτὸς αὐτοῦ ἐννέπειν ὡς ἂν ἀνοήτῳ
διαλεγόμενον·
λείπει δὲ καὶ τῷ λόγῳ, διαλεγόμενον τῷ νηπίῳ·
ἢ πρὸς αἰτιατικὴν μετακτέον, πρὸς τὸν ἄνδρα συμφέροι ἂν ἀπατηθεὶς ἐμπέσοι εἰς τὸν ἀγῶνα τῆς δίκης τὸν
λάθρᾳ κατʼ αὐτοῦ γινόμενον.
1450 δίδασκέ με γράφεται μήνυέ μοι.
1457 ἐπισαρκάζουσα τάδε φησίν.
1458 κελεύει ὁ Αἴγισθος ἐμφανῶς δείκνυσθαι τὸ σῶμα τοῦ Ὀρέστου, οἱ δὲ ἐπιδεικνύουσι τὸ τῆς Κλυταιμήστρας.
1462 ἐὰν μὴ πείθηται, πρὸς βίαν κολάσεως τυχὼν
1466 οἷον ἐφθονήθη καὶ ἔπεσεν ὁ Ὀρέκτης· εἰ δὲ μέμψις τις ἔπεστιν οὐ
λέγω· εἰ δὲ μεμφόμεθα τοῖς
περὶ αὐτῷ συμβᾶσιν οὐ λέγω.
1478 τοῖς θανοῦσιν τῷ Ὀρέκτῃ.
1483 κἂν ἐπὶ μικρὸν κἂν σμικρόν.
μὴ πέρα λέγειν ἔα περισσὴ γὰρ καὶ ἀπίθανος
διατριβὴ πρὸς τῷ τέλει ἐκτείνειν λόγους.
1488 ταφεῦσιν οἰωνοῖς καὶ κυσὶ πρόθες αὐτόν.
1493 τόδ᾿ τὸ ἄταφον αὐτὸν αἰκισθῆναι.
1495 μὴ τάσσε μὴ ἐπίτασσε.
πρόφασιν πιθανὴν εὖρε τοῦ μὴ ἐν τῷ ἐμφανεῖ φονεῦσαι αὐτόν.
1508 ἀντὶ τοῦ μετὰ πολλῶν καμάτων μόλις ἠλευθερώθης.
τέλος Ἠλέκτρας.
1 φιλόδημον καὶ προνοητικὸν τοῦ κοινῇ συμ—
οὖν κέχρηται τῷ
τέκνα σπερεῖ πατήρ· νέοι ὄντες νῦν ἀπὸ τοῦ ἀρχαίου Κάδμου· οἰκτρὸν δὲ τὸ
νέα.
2 θοάζετε: κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε· ἢ θοῶς προκάθησθε.
3 ἱκτηρίοις: ἀντὶ τοῦ ταῖς ἱκετηρίαις ·τὸ δὲ ἐξεστεμμένοι
ἀντὶ κεκοσμημένοι· εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν·
στέμμα δέ ἐστι τὸ προσειλημένον ἔριον τῷ θαλλῷ.
4 πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων: οἱ μὲν μηδὲν πεπονθότες ἐπὶ ἀποτροπῇ τοῦ
κακοῦ θύουσιν καὶ
παιᾶνας ᾄδουσιν οἱ δὲ ἐπταικότες ἐπὶ τοῖς
οἰκείοις κακοῖς ἀποιμώζουσιν.
6 ἃ γὼ δικαιῶν: οὐ διʼ ἀγγέλων μαθεῖν τὴν
8 ὁ πᾶσι κλεινός; ἢ πᾶσι τοῖς ἐπιτεύγμασιν ἢ ὑπακούεται ἀνθρώποις·
πιθανῶς δὲ τὸ ὄνομα τοῦ προλογίζοντος ἐδήλωσεν, ἄμα δὲ καὶ εἰς ἐπιθυμίαν
φέρει τὸν θεατὴν τῶν περὶ τοῦ Οἰδποδος· οὐκ εὐθὺς δὲ τὰς
αἰτίας τῆς δόξης ἐπάγει ἀλλὰ ταμιεύεται κατὰ βραχὺ ἐν καιρῷ ἐνθήσων·
καλῶς δὲ οὐ διʼ ἀγγέλων ἀπήγγελται ἴνα διαλεγομένου αὐτοῦ ἐκ Δελφῶν
εἰσαγάγῃ τὸν Κρέοντα.
9 ἀλλʼ ὦ γεραιέ: εὐτάκτως ἑκάστῳ τὸ δέον ἀπένειμεν, διὰ μὲν τῶν παίδων
τὸν οἶκτον τῆς ἱκετείας διὰ δὲ τοῦ πρεσβύτου ἡ πρὸς τὸν βασιλέα
ἀπόκρισις· εἰς γὰρ τοῦτο ἀπρεπὲς τὸ τῶν νέων πρόσωπον· δεδήλωται οὖν
ἡμῖν τὸ χρήσιμον τῆς παρουσίας τοῦ
γέροντος.
10 τίνι τρόπῳ: ἀντὶ ἐπὶ ποίᾳ προφάσει ἱκετεύετε; εἶτα ἐπιφέρει τὰς αἰτίας· ἢ γὰρ διὰ δέος κολάσεως ἢ παθόντες ἐκδικίας τυχεῖν ἀξιοῦτε ὅπερ ἐδήλωσε διὰ τοῦ στέρξαντες οἷον ἢδη πεπονθότες.
12 δυσάλγητος σκληρός, δυσμετάκλαστος, ἀναλγής, ἀπαθής, ἀνηλεής, ἴσον τῷ ἀνάλγητος καὶ σκληρός.
13 ἱερεὺς πρεσβύτης Διός.
14 ἀλλ᾿ ὦ κρατύνων: ἐν τῷ πρώτῳ λόγῳ ἐγνώ
15 τοῦτο καὶ τὴν ἡλικίαν σημαίνει καὶ δυσωπητικόν πως τυγχάνει· ὡς γὰρ ἐπὶ θεοῦ βωμοὺς πάρεισιν ἐπὶ τοὺς πρὸ τῶν βασιλείων ἱδρυμένους.
17 πτέσθαι: ἀντὶ τοῦ βαδίσαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεοττῶν· τὸ δὲ σὺν
γήρᾳ βαρεῖς ἐφ᾿ ἑαυτοῦ
τῷ πληθυντικῷ ἐχρήσατο· καὶ τὸ
ἱερεῖς ὁμοίως.
19 λεκτοί: τὸ λεκτοὶ τάχα μὲν εἰς σύστασιν τῶν παίδων τάχα δὲ καὶ δημοσίαν ἐκφαίνει τὴν ἐκπομπὴν ὡς ἐπιλεχθεῖσαν καὶ πεμφθεῖσαν παρὰ τοῦ κοινοῦ.
20 πρός τε Παλλάδος διπλοῖς ναοῖς: δύο ἱερὰ
ἐν ταῖς Θήβαις
ἵδρυται τῇ Ἀθηνᾷ τὸ μὲν γκαίας τὸ δὲ Ἰσμηνίας· οἱ δὲ οὕτω, τὸ μὲν
Ἀλαλκομενείας τὸ δὲ Καδμείας· τινὲς δὲ τὸν τῆς Ἀλαλκομενείας οὐκ ἐν
Θήβαις εἶναι ἀλλʼ ἐν κώμῃ.
21 ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ: καὶ γάρ ἐστι παρὰ
τῷ Ἰσμηνῷ
Ἀπόλλωνος ἱερὸν διό φησι μαντείᾳ σποδῷ, τοῦτο δὲ ἀντὶ τοῦ βωμῷ ὅτι διὰ
τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς ὡς φησι ᾶιλόχορος.
23 σαλεύει ἡ μεταφορὰ ἀπὸ τῶν χειμαζομένων
νεῶν,
25 φθίνουσα μὲν κάλυξιν; οὐ μόνον ἀφορίαν
σύν τοῖς βλαστήμασιν.
27 ὁ πυρφόρος θεός: ὁ λοιμὸς ὁ πυρετοφόρος· τὸν γὰρ πυρετὸν πῦρ καλοῦσι
καὶ τὸ ἐναντίον ὡς
Ὅμηρὸς
28 σκήψας ἐπιβαλών, ἐπιφέρων.
29 δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα
τὰ τῆς πόλεως.
33 ἀνδρῶν δὲ πρῶτον: οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος.
συμφοραῖς βίου ταῖς βιωτικαῖς συντυχίαις.
34 ἔν τε δαιμόνων συναλλαγαῖς: καὶ ἐν ταῖς πρὸς
τὸ θεῖον
κοινωνίαις καὶ φιλίαις τὸ στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας·
ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι
νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος.
35 ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἴνα καὶ ἡ ἀπὸ
ξένης ἄφιξις
αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε
σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.
38 οὐδʼ ἐκδιδαχθείς: οἷον οὐ προακούσας παρʼ ἡμῶν τὸν τρόπον τῶν
αἰνιγμάτων ὅπερ συνελάμβανέν
πώς σοι πρὸς τὴν λύσιν· ὡς
πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό.
προσθήκῃ συμβουλῇ, ἐπικουρίᾳ.
40 κράτιστον πᾶσιν ἢ ὑπὸ πάντων κράτιστος εἶναι
ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ.
41 πρόστροποι. προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος.
προσπεπτωκότες.
44 ὡς τοῖσιν ἐμπείροισιν: ἐν τοῖς συνετοῖς τὰς
συντυχίας καὶ
τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ
σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς.
45 ζώσας ἀντὶ ἐνεργεστέρας.
46 ἵδ᾿, ὦ βροτῶν ἄριστε: διεξελθὼν τὰ τῆς
πόλεως κακὰ καὶ
ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν
πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν
προῦπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν
ὅτι οὐκέτι τιμήσει σε
ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον
κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν
καθὼς
ἐν εὐδίᾳ γεγόναμεν.
48 προθυμίας λείπει τὸ ἕνεκεν.
51 ἀλλʼ ἀσφαλείᾳ γνώμῃ ἀσφαλεῖ καὶ ἐχυρᾷ εὐβουλίᾳ τὸ ἐμπεσὸν κακὸν τῇ πόλει ἀνόρθωσον.
53 ἴσος ὅμοιος.
54 ὡς εἴπερ ἄρξεις τῆσδε: τὸ πᾶν τοῦ κινδύνου, φησίν, εἰς σὲ φθάνει· τίνος γὰρ ἄρξεις ἢ ποίαν ἕξεις πολτείαν ἀπολωλότων τῶν οἰκούντων;
56 ὡς οὐδέν ἐστιν: καὶ Ἀλκαῖός φησιν
ἄνδρες
καὶ ὀρθῶς πλεῖν τὴν πόλιν φάσκοντας.
58 παῖδες οἰκτροί: οὐκ εἰς τὴν ἡλικίαν τοσοῦτον τὸ παῖδες ὅσον ἁρμόζον
ἐστὶ τῷ φιλοφρονουμένῳ ἤθει οἷον καὶ τὸ τέκνα ἐν ἀρχῇ· πρὸς τοὺς παῖδας
δὲ διαλέγεται ὡς οἰκτροτέρους καὶ μᾶλλον
βοηθείας
δεομένους, ἅμα δὲ καὶ διὰ τὸ πλῆθος ὡς ἐπικρατέστερον.
65 ἀντὶ οὐκ ἀμέριμνόν με ὄντα παρακαλεῖτε φροντίζειν ἀλλὰ πρὸ πολλοῦ πεφροντικότα.
67 πολλὰς δʼ ὁδοὺς ἐλθόντα: πολλὰς γνῶώμης
ἐπιβολὰς ἐν τῇ
σκέψει πλανώμενος ἦλθον ἕως οὔ ἀρίστην εὖρον τὴν ἐπὶ τὸν θεὸν καταφυγήν·
ἀρσενικῷ δὲ ἐχρήσατο πλάνοις ἀντὶ θηλυκοῦ.
ἀντὶ τοῦ πλάναις θηλυκῶς.
70 Κρέοντ᾿, ἐμαυτοῦ: οὐ τὸν τυχόντα ἔπεμψα ἁλλὰ τὸν ἀναγκαῖον· γαμβρὸν δὲ ἁπλοϊκῶς ἀντὶ τοῦ κηδεστήν.
78 οἵδε τʼ ἀρτίως Κρέοντα προσστείχοντα: οἱ ἠίθεοι πρὸς τὸ οὖς αὐτοῦ φασιν ὅτι πάρεστι Κρέων ὡς ὀξυωπέστεροι, διʼ αἰδῶ δὲ τοὺς λόγους παρῃτήσαντο· ὁ δὲ ἱερεὺς ἄμα μὲν ὡς πρεσβύτης οὐχ ὁρᾷ ἄμα δὲ κατὰ νοῦν ἔχων τὸν λόγον τοῦ βασιλέως.
80 ναξ Απολλον: εἰκότως πρὸς τὸν Απόλλωνα ἡ ἀναβόησις· ἐν τῷ γὰρ ἀπὸ θεοῦ
ῥηθησομένῳ χρησμῷ κεῖται τὸ τῆς ἀπαλλαγῆς· εἴθε οὖν παραγένοιτο Κρέων
ἐπί τινι σωτηρίῳ τύχῃ λαμπρὸς ὥσπερ ἐκ τῆς περὶ τὸ πρόσωπον καταστάσεως
φαιδρός ἐστι· λεληθότως
δὲ δείτνυσιν ἡμῖν τὸ σχῆμα τοῦ
ὑποκριτοῦ ὁποῖον εἰσῆλθε.
εἰ γὰρ ἀντὶ εἴθε.
82 οὐ γὰρ ἂν κάρα πολυστεφής: οἱ γὰρ ἐπί τινι αἰσίῳ παραγενόμενοι ἐκ
Δελφῶν ἐστεμμένοι ἐπανήεσαν
ὡς καὶ Ἀριστοφάνης ἐν Πλούτῳ
φησί.
84 ξύμμετρος γὰρ ὡς κλύειν: οὐκ ἔστι, φησί, μακρὰν ἀλλʼ ἐγγὺς καὶ μέτρον ἔχων τοῦ ἀκούειν διὰ τὸ πλησίον γενέσθαι.
85 ἄναξ, ἐμὸν κήδευμα: ἴδιον τῶν ἐν χρείᾳ
καθεστώτων
φιλοφρονεῖσθαι μείζοσιν ὀνόμασι τοὺς ταπεινοτέρους.
87 ὁ μὲν Οἰδίπους τίς εἴη ὁ χρησμὸς ἐπυνθάνετο ὁ δὲ οὐκ εὐθὺς αὐτὸ τὸ
ῥητὸν ψιλὸν εἶπεν· ἀπὸ γὰρ ἂν κατʼ ὀρθὸν
ἐξελθόντα τουτέστιν εἰ τὰ ἄγνωστα γνωσθείη, τὸ τίς ἐστιν ὁ φονεὺς Λοΐου·
οὐδὲν γὰρ χαλεπὸν ἔνι ἐν τῷ χρησμῷ ἀλλʼ ἀγνοεῖται
μόνον τὸ
ὑπʼ αὐτοῦ ῥηθέν.
καὶ τὰ δύσφορʼ εἰ τύχοι: καὶ τὰ χαλεπὰ εἰ τύχοι κατʼ ὀρθὸν προιόντα πάντα εὐτυχεῖν ἡμᾶς λέγω.
89 ἔστιν δὲ ποῖον τοὔπος;: ὅτι ἀσαφῆ τὸν λόγον εἶπεν ὅτι ἀξιοῖ
αὐτοῦ τοῦ ῥητοῦ ἀκοῦσαι· μέχρι γὰρ
νῦν οὔτε θαρσήσας οὕτε
ἔμφοβός εἰμι τῶν ὑπὸ σοῦ ἀκούσας.
93 ἐς πάντας αὔδα: ἀξίως τοῦ βασιλικοῦ ἤθους δημοσίᾳ φράζειν κελεύει ἄμα
μὲν ἐπεὶ μηδὲν ὑποπτεύων περὶ ἑαυτοῦ οἴεται καὶ θεοφιλὴς εἶναι ἄμα δὲ
καὶ ὑπὲρ τοῦ ἐν μέσῳ ῥηθέντων ἀνυσθῆναι τὰ τῆς
ἀναζητήσεως· αὔξει δὲ ὁ ποιητὴς τὸ ὡς εὐνοϊκὸν ἦθος τοῦ Οἰδίποδος ὅπως
τῶνδε γὰρ πλέον φέρω τὸ πένθος; περὶ τούτων
πλέον ἀγωνίζομαι
ἢ περὶ τῆς ἐμαυτοῦ ψυχῆς.
95 λέγοιμʼ ἂν οἷʼ ἤκουσα: ὅτι πολλάκις ἐκπίπτουσι λοξοὶ χρησμοὶ ἐμφανῶς εἶπεν ἵνα μὴ γένηται ἀφορμὴ τοῦ παραπέμψασθαι τοὺς χρησμούς.
101 χειμάζον Ἀττικῶς ἀντὶ τοῦ αἵματος
χειμάζοντος
τὴν πόλιν, λέγει δὲ τοῦ Λαΐου.
106 ἐπιστέλλει ἐντέλλεται, ὑποτίθεται.
107 τοὺς φονέας καὶ αὐτόχειρας τούτου τιμωρεῖσθαι.
109 δυστέκμαρτον δυσκατέργαστον, δυσζήτητον,
δυσεύρετον, δυσκατάληπτον.
110 ὥστε καὶ εὐχερῶς μὴ εἰς πολλὰ πλανωμένους ἐξευρεῖν· ἀπὸ κοινοῦ δὲ τὸ ἔφασκε, λέγει δὲ τὸ πρᾶγμα.
111 ἐκφεύγει λανθάνει.
112 πότερα δʼ ἐν οἴκοις; ὡς συνετὸς ὁ Οἰδίκους
ζητεῖ τὰ καθʼ
ἕκαστα εἶτα οὕτως ἐπὶ τὴν ἀναζήτησιν ἔξεισι μεταπεμψάμενος τοὺς πολίτας
ἵνα καὶ ἀφορμὴ ἧς εἰσόδου γενήσεται.
114 θεωρός: ὁ πρὸς τοὺς θεοὺς διὰ χρησμὸν ἀπερχόμενος.
116 οὐδʼ ἄγγελός τις: οἷον οὐδὲ ἀκόλουθος παρʼ οὖ τις ἂν μάθοι καὶ χρήσαιτο πρὸς ζήτησιν.
118 θνήσκουσι γὰρ πλὴν εἷς τις: οἷον πάντες οἱ ἀκολουθοῦντες αὐτῷ
ἀνῃρέθησαν δηλονότι ὑπεραγωνιζόμενοι τοῦ δεσπότου πλὴν ἑνὸς ὃς διὰ
δειλίαν ἐκφυγὼν οὐδὲν ἀκριβὲς εἶχεν εἰπεῖν πλὴν ὅτι ὑπὸ λῃστῶν ἀνῃρέθη·
ἄκρως δὲ ὑπέγραψε τὸ ἦθος τῶν δειλῶν· ἄμα μὲν γὰρ ἐξαίρουσι τὰ
πεπραγμένα ἴνα μὴ δόξωσι διὰ δειλίαν φυγεῖν ἄμα δὲ καὶ ἐν παραφρονήσει
ὄντες τὰ βραχέα μείζω δοξάζουσι· καλῶς δὲ
ᾠκονόμηται ἵνα
τέως μὴ ἐλέγχοιτο τὸ κατὰ τὸν Οἰδίποδα.
122 οὐ μιᾷ ῥώμῃ ἀντὶ οὐχ ἕνα μόνον ἀλλὰ καὶ
πολλούς.
124 εἴ τι μὴ ξὺν ἀργύρῳ: ἀντὶ εἰ μὴ ἐπὶ κέρδει· τείνει δὲ τοῦτο εἰς Κρέοντα ὡς αὐτοῦ συνθεμένου τῷ τοῦ Λαΐου φονεῖ διὰ τὴν βασιλείαν· ἐνθένδε οὖν ἐκ τῆς πόλεως ταύτης.
126 καὶ τότε, φησί, ταῦτα ὑπενοεῖτο, ὅτι ἐπιβεβούλευται.
130 ἡ ποικιλῳδός: ἠνάγκαζεν ἡμᾶς ἡ Σφὶγξ μεθέντας τὰ ἀφανῆ, τὰ κατὰ τὸν
φόνον τοῦ βασιλέως (τοῦτο γὰρ ἀφανές, τὸ παρὰ ποσὶ κακὸν σκοπεῖν· οὕτως,
ἡ Σφὶγξ ἠνάγκαζεν ἡμᾶς μεθέντας τὸ σκοπεῖν
τὰ κατὰ τὸν
φόνον τὰ πρὸς ποσὶν ἀφανῆ ζητεῖν τουτέστι τὰ ἀφανῆ αἰνίγματα ζητεῖν τὰ
παρακείμενα ἡμῖν.
132 ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις: οἷον ἀναδραμοῦμαι ἐπὶ τὴν ἀρχὴν τοῦ πράγματος
καὶ εἰς φῶς ἄξω· ἴσως δὲ λεληθότως καὶ τὸ ἕτερον ἔγκειται ἐν τῷ ἐγὼ φανῶ
ὅπερ οὔ φησι μὲν ὁ Οἰδίπους μανθάνει δὲ ὁ ἀκροατής,
ἐπεὶ τὸ πᾶν ἐν αὐτῷ φανήσεται.
134 τήνδʼ ἔθεσθ ἐπιστροφὴν γράφε τήνδε θεσπίζει
γραφήν.
136 τιμωροῦντα προσχωροῦντα.
προσβοηθοῦντα.
137 ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων: οὐ μόνον ὑπὲρ τοῦ ἀνῃρημένου
βασιλέως ἄξιον ποιήσασθαι τὴν ἀναζήτησιν ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ ἐμοῦ· ὁ γὰρ
ἐκείνῳ ἐπιχειρήσας ἴσως κἀμοὶ ἐπιβουλεύσει·
πεπλαγίασται δὲ
πάλιν ὁ λόγος καὶ τὴν ἀλήθειαν αἰνίττεται τῷ θεάτρῳ ὅτι αὐτὸς δράσας τὸν
φόνον ὁ Οἰδίπους καὶ ἑαυτὸν τιμωρήσεται.
14l καὶ τοῦτο κινητικὸν τοῦ θεάτρου· τὰ γὰρ ἐναντία προβήσεται.
143 ἵστασθε ἀνίστασθε.
κτῆρας τοὺς ἱκετευτικούς.
144 πιθανὴ ἡ εἴσοδος τοῦ χοροῦ· σκέπτεσθαι γάρ φησι δεῖν μετὰ τοῦ δήμου περὶ τῶν πρακτέων.
147 παῖδες, ἱστώμεθα: ἔξεισιν ὁ ἱερεὺς πράξας δι᾿ ὅπερ ἦλθεν, ἅμα δὲ καὶ ὑπὲρ τοῦ χώραν εἶναι ἑτέρῳ ὑποκριτῇ.
ἀνιστώμεθα.
148 ἐξαγγέλλεται ἐξαγγέλλει, ἡ δὲ χρῆσις
Ἀττική.
151 Διὸς ἁδυεπὲς φάτι: κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως πάρεισι πρεσβῦταί
τινες ἐξ ὧν ὁ χορὸς συμπληροῦται· Διὸς δὲ ἡδυεπῆ φάτιν τὴν μαντείαν
φησίν· ὁ γὰρ Ἀπόλλων ὑποφήτης δοκεῖ εἶναι τοῦ πατρὸς καὶ
παρʼ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν· καὶ
Ὅμηρὸς
τίς ποτε τᾶς πολυχρύσου: ἥτις ποτέ ἐστιν· ὅτι μὲν γὰρ πάρεστι λόγιον ἀπὸ τῆς Πυθῶνος ἀκηκόασιν τὸ δὲ ῥητὸν αὐτὸ ζητοῦσιν.
λείπει ἡ ἀπό.
153 ἐκτέταμαι φοβερὰν φρένα: ἐκπέπληγμαι, φοβερὰν
δὲ τὴν
περίφοβον· καὶ Ἀλκαῖος
ἐλάφω δὲ βρόμος ἐν στήθεσσι φύει φοβερὸς ἀντὶ τοῦ περίφοβος.
δείματι πάλλων ἀντὶ τοῦ παλλόμενος φόβῳ,
ἀγωνιῶν.
πάλλων γράφε πολλῷ.
154 ἰήιε Δάλιε Παιὰν ἐν τῷ μεταξὺ τοῦτο.
155 ἀμφὶ σοὶ ἀζόμενος τοῦτο τοῖς πρὸ αὐτοῦ
συναπτέον, ἀγωνιῶν
τὴν φρένα ἐπὶ τοῖς ἀπὸ σοῦ χρησμοῖς. σεβόμενος τὰ ἀπὸ σοῦ εἰρημένα.
ἢ νέον ἢ νεωστί.
156 ἢ περιτελλομέναις ὥραις: εἰς τὸν ἑξῆς χρόνον προιούσης τῆς ὥρας· ὁ δὲ
νοῦς, τί μοι ἢ νῦν ἢ μετὰ
χρόνον ἀνύσεις;
157 ἐξανύσεις ἐκπράξεις.
158 Ἐλπίδος, ἄμβροτε Φάμα: καλῶς παρʼ ὅσον τε
καὶ χρησμοὺς αἰτοῦσιν ἀπὸ θεῶν.
159 πρῶτα σὲ γράφε πρώταν γε.
θύγατερ Διὸς μεταβαίνει λοιπὸν εἰς τὸ
ἐπικαλεῖσθαί τινας τῶν θεῶν.
160 γαιάοχόν τʼ ἀδελφεάν: ἐπειδὴ ἡ αὐτή ἐστι
τῇ Ἑκάτῃ, ἡ δὲ
θεὸς αὕτη ἐν ταῖς ἀγοραῖς εἱλεῖται· γαιάοχον δὲ ἀντὶ τὴν πολιοῦχον ὥστε
τὴν γῆν ἀντὶ τῆς πόλεως εἴληφεν.
161 Εὔκλεια Ἄρτεμις οὕτω παρὰ Βοιωτοῖς τιμᾶται.
162 καὶ Φοῖβον ἑκαβόλον: τάχα μὲν διὰ τὸ ἐπὶ
λοιμῷ τὴν εὐχὴν
γενέσθαι ὧν αἴτιος εἶναι δοκεῖ τάχα δὲ διὰ τὴν μαντείαν.
164 εἴ ποτε καὶ προτέρας: τὸ ἠνύσατε ἀντὶ τοῦ ἐφθείρατε. καὶ Ὅμηρος
αὐτὴν ἐκτοπίαν γενέσθαι ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως.
ἄτας τῆς ἀπὸ τῆς Σφιγγός.
166 ἠνύσατ’ ἐφθείρατε.
ἐκτοπίαν ξένην.
φλόγα πήματος περιφραστικῶς τὴν πημονὴν τὴν
διάπυρον.
169 πρόπας στόλος ἡ πᾶσα δύναμις.
170 οὐδʼ ἔνι φροντίδος ἔγχος. ἀλληγορικῶς ἡ βοήθεια παρὰ τὸ ἔχεσθαι οἷον
οὐκ ἔνεστι τῷ νῷ τῆς
φροντίδος ἔγχος, τοῦτο δὲ οἷον τὸ διὰ
τῆς βουλῆς καὶ προμηθείας γινόμενον ἀλέξημα καὶ ἀμυντήριον.
172 ἔκγονα
173 αἵ τε γυναῖκες τῶν καμάτων ἐν τοῖς τόκοις
οὐκ ἀνέχουσιν
τουτέστιν οὐ περιγίνονται τῶν πόνων· τὸ δὲ ἀνέχουσιν ἤτοι ἐλευθεροῦνται
καὶ ἄνω ἑαυτὰς ἔχουσιν ἐκ μεταφορᾶς τῶν ἄνω νευόντων μόγις ἐν τῷ
νήχεσθαι· ἰηίων δὲ ἤτοι τῶν μετʼ εὐχῆς γινομένων ἢ τῶν λοιμικῶν· ἰήιος
γὰρ ὁ Ἀπόλλων εἰς ὃν ἡ ἁγνεία
τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι
ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος, αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς
τοιαύτας ἀφιᾶσι φωνάς· οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν.
175 ἄλλον δʼ ἂν ἄλλῳ: ἄλλον ἐπʼ ἄλλῳ ἴδοις ἀποθνήσκοντα, ὡς ὄρνιθες ἐν τῇ
πτήσει ἄλλος ἐπʼ ἄλλῳ πέτεται· τὸ δὲ κρεῖσσον ἀμαιμακέτου πυρὸς ἢ οἷον
ὀξυτέρους πυρὸς εἰς τὸ σπεύδειν εἰς Ἅιδου ἢ οὕτω, κρεῖσσον πυρὸς ὡς μὴ
καταλαμβάνειν τὸ πῦρ
τὸ τῶν ἀποθνησκόντων πλῆθος καὶ καίειν·
καὶ γὰρ ὑπερβολὴ καὶ ἐπίτασις τοῦ πάθους.
178 ἑσπέρου θεοῦ: τοῦ Ἅιδου φησί.
180 νηλέα δʼ ἁ γενέθλα: νηλέα τὰ μὴ τυχόντα ἐλέους, τὸ αὐτὸ δέ ἐστι τῷ
ἀνοίκτως· οὐκ ἠλέουν δὲ
ἀλλήλους ἴσως ὑπὸ τῆς συνηθείας τοῦ
κακοῦ ἢ ὑπὸ φόβου καὶ προσδοκίας τῶν ὁμοίων.
183 ἐκ τούτου δῆλον ὅτι καὶ τέλειοι ἀπέθνησκον.
184 ἀκτὰν παραβώμιον; ἀντὶ τοῦ παραχώριον, ὅπου οἱ βωμοὶ τῶν ναῶν εἰσιν.
186 ἱκτῆρες ἱκέτιδες.
187 παιὼν δὲ λάμπει: ἀντὶ ἀκμάζει, λαμπρῶς τῇ φωνῇ λέγεται πρὸς ἀποτροπὴν
τῶν κακῶν· ὅμαυλος δὲ ἀντὶ ὁμόθρους, ὁμόφωνος· τοῦτο δὲ ὅμοιόν ἐστι
188 ὧν ὕπερ, χρυσέα θύγατερ: πρὸς τὴν φήμην πάλιν φησὶ τῆς μαντείας· ἐλπίζουσι γὰρ ἐπί τινι ἀγαθῷ τὸ μάντευμα ἀποβῆναι· χρυσέα δὲ ὅ ἐστι τιμία· φασὶ γὰρ οὕτω τιμᾶσθαι Χρυσῆν.
190 Ἄρεά τε τὸν μαλερόν: ἀντὶ τὸν καταμαραίνοντα
ὃς νῦν ἄχαλκος ἀσπίδων: οὐ χρώμενος ὅπλοις φλέγει ἡμᾶς· περιβόητος δὲ
περὶ ὃν ἕκαστος βοᾷ
μετὰ βοῆς καὶ οἰμωγῆς ἐπιών· ὡς ἐπὶ πολέμου πάλιν,
193 πάτρας | ἔπουρον: ἤτοι ἐπʼ οὖρον ὅ ἐστιν εἰς ἄνεμον· Ὅμηρος
ἀπελάσαι ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς· ἢ οὕτω,
πέμψον ἀλκὴν ὥστε παλινόρμητον αὐτὸν γενέσθαι τὰ νῶτα δόντα τῇ
πόλει.
194 θάλαμον Ἀμφιτρίτας ἢ κατὰ τοῦ βυθοῦ (τοῦτο
γάρ ἐστι θάλαμος Ἀμφιτρίτης) ἤγουν ἔνθα αἱ
συμπληγάδες
πέτραι εἰσίν.
196 εἴτʼ ἐς τὸν ἀπόξενον: ἴσως τὸν Σαλμυδησσόν φησι περὶ ὗν ἱστορεῖται πολλὰ ναυάγια γίνεσθαι ὥστε μὴ μόνον ἐξ ἀπάσης γῆς ἐξεληλάθαι ἀλλὰ μηδὲ ἐν κοινῇ θαλάττῃ εἶναι.
δυσχείμερον.
198 τέλει γὰρ εἴ τι νὺξ ἀφῇ: ἀντὶ τοῦ εἴ τι ἡ νὺξ ἀγαθὸν καταλείπει τοῦτο
ἐν ἡμέρᾳ ἀναιρεῖται, βούλεται δὲ λέγειν ὅτι τὰ κακὰ ἀδιάλειπτον ἔχει. εἰ
γάρ τι ἡ νὺξ ἀφῇ ἐπὶ τῷ ἑαυτῆς τέλει ἀβλαβὲς μὴ
φθάσασα
αὐτὸ ἀπολέσαι τοῦτο μεθ᾿ ἡμέραν ἀνήρπασται.
200 τόν: ἀντὶ τοῦ ὅν· τὸν μαραντικὸν Ἄρεα κεραύνωσον, ὦ Ζεῦ.
203 Λύκει᾿ ἄναξ: βουλοίμην δὲ καὶ τὰ σὰ βέλη, ὦ Ἄπολλον, τὰ ἀδάμαστα καταμερίζεσθαι εἰς αὐτὸν καὶ τὰς λαμπάδας Ἀρτέμιδος.
205 ἐνδατεῖσθαι ἐν μερισμῷ δίδοσθαι καὶ
διατρίβειν· μετῆκται δὲ ἀπὸ τῶν διανεμομένων.
209 τὸν χρυσομίτραν: τὸν Θηβαῖον Διόνυσον, τὸν ταῖς Βάκχαις συνοικοῦντα.
212 μονόστολον γράφε ὁμόστολον.
215 ἐπὶ τὸν ἀπότιμον: ἀπότιμον θεὸν λέγει τὸν λοιμὸν τὸν μὴ μετέχοντα τῆς
τιμῆς τῶν θεῶν· θεῶν γάρ ἐστι τὸ εὐεργετεῖν τοὺς ἀνθρώπους,
216 αἰτεῖς, ὧν δὲ αἰτεῖς ἀλκὴν λάβοις κἀνακούφισιν
τῶν κακῶν
ἐὰν θέλῃς τὰ ἐμὰ ἔπη δέχεσθαι ἃ δὴ ἔπη ἐξερῶ ξένος ὢν καὶ τοῦ πράγματος
καὶ τοῦ λόγου οἷον οὐκ ἀκηκοὼς πρότερον περὶ τοῦ φόνου τοῦ Λαΐου οὐδὲ
μὴν καθʼ ὃν χρόνον ἐπράχθη ὁ φόνος παρών. ἃ δʼ αἰτεῖς ὧν δʼ αἰτεῖς.
217 ὑπηρετεῖν ἐπαρκεῖν καὶ συμπράττειν.
219 τοῦ λόγου τοῦ λεχθέντος ὑπὸ Ἀπόλλωνος.
220 τοῦ πραχθέντος τοῦ φόνου.
οὐ γὰρ ἂν μακρὰν ἴχνευον: οὐ γὰρ ἄν, φησί, τοσούτου ὄντος τοῦ χρόνου τοῦ
μεταξὺ ἀνεζήτουν τὸ
πρᾶγμα εἰ μὴ ᾔδειν καταληψόμενος·
ἐλπίδα δὲ αὐτοῖς ὑποβάλλει ὅτι δύναται ἀνευρεῖν τὸν φονέα ἵνα
προθυμότερον συλλάβωνται αὐτῷ.
221 σύμβολον: τῆς γνώσεως.
222 νῦν δ᾿, ὕστερος γάρ: μεταφέρει ἀπὸ τῶν ἐν ταῖς πόλεσι ξένων τελούντων
τὰ μετοίκια ἀντὶ πεπολιτογράφημαι καὶ ἄρτι ἀστὸς ἐνομίσθην ξένος ὢν καὶ
ἐβασίλευσα. ἄλλως: νῦν δὲ εἰς ἀστοὺς τελῶ· δοκῶν
γὰρ εἶναι
ξένος τῆς βασιλείας τετύχηκα· ἐπεὶ οὖν, φησί, συντελῶ εἰς τὴν πολιτείαν
καὶ μέλει μοι τῶν κοινῶν ταῦτα ὑμῖν προφωνῶ· μετῆκται δὲ ἀπὸ τῶν
συντελούντων ἐν ταῖς πόλεσι καὶ τὴν ἰδίαν δύναμιν εἰς τὸ κοινὸν
φερόντων.
226 πάντα τὰ πραχθέντα.
227 κεἰ μὲν φοβεῖται: καὶ εἰ μὲν αὐτὸς εἴη
οἶδεν τὸν φονέα μηνυσάτω καὶ εὐθὺς μὲν παρέξω
κέρδος καὶ εἰς ἀεὶ χάριν ἕξω· πανταχόθεν οὖν προτρέπεται τοὺς
μηνύοντας.
236 τὸν ἄνδῤ ἀπαυδῶ: πολὺν ἔλεον ἐργάζεται ὁ
φιλάνθρωπα εἰρηκὼς τελευταῖα ἐπήνεγκε τὰ σκληρότερα· ἃ ᾿κ
τῶνδε δὲ οἷον ἀπʼ αὐτῶν ἀναγκασθεὶς τῶν πραγμάτων.
244 δαίμονι τῷ ταῦτα μαντευσαμένῳ Ἀπόλλωνι.
246 κατεύχομαι δὲ τὸν δεδρακότ᾿ καταρῶμαι δὲ
τὸν φονέα.
248 ἄμοιρον ἤτοι κακόμοιρον ἢ μηδενὸς τῶν
νενομισμένων μετειληφότα ἀλλʼ ἄταφον ἐκβληθῆναι.
251 ἀγνοῶν ἐπαρᾶται ἑαυτῷ εἰ σύνοιδε τὸν φονέα διὸ καὶ περιπαθέστερος γίνεται ὁ λόγος.
253 τοῦ θεοῦ τοῦ Ἀπόλλωνος.
255 οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα: καὶ γὰρ εἰ μὴ ἦν ὅλως τὸ ἄγος ὑπὸ θεῶν
ἐλαυνόμενον καὶ οἱονεὶ
πολυπραγμονούμενον ὑμᾶς ἔδει
κινουμένους οἴκοθεν καὶ μὴ ἀναμείναντας τὴν ἐκ θεῶν πρᾶξιν
ἀναζητεῖν.
μὴ θεήλατον οἷον χωρὶς τῆς βοηθείας.
261 κοινά: ἀδελφὰ τοῖς ἐξ ἡμῶν οἷον καὶ ἡμῖν ἂν ἐγένετο εἰ ἦν τέκνα τῷ Λαΐῳ γενόμενα.
262 δυστύχησεν ὥστε μὴ παιδοποιήσασθαι.
264 αἱ τοιαῦται ἔννοιαι οὐκ ἔχονται μὲν τοῦ σεμνοῦ κινητικαὶ δέ εἰσι τοῦ θεάτρου· αἷς καὶ πλεονάζει Εὐριπίδης, ὁ δὲ Σοφοκλῆς πρὸς βραχὺ μόνον αὐτῶν ἅπτεται πρὸς τὸ κινῆσαι τὸ θέατρον.
269 τοῖς μὴ δρῶσιν τοῖς μὴ δεικνύουσί μοι τὸν
φονέα.
270 ἄροτον: τουτέστι καρπόν.
276 οὕτως ἐρῶ καὶ αὐτὸς ἐπομνύμενος καὶ κατὰ τὰς αὐτὰς ἀρὰς
ἐπαρώμενος μήτε δρᾶσαι τὸν φόνον
μήτε τοὺς δράσαντας
ἐπίστασθαι.
278 τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν: ἀπορῶν ὁ χορὸς ἐπὶ τὸ θεῖον πάλιν ἀνατρέχει.
280 δίκαιʼ ἔλεξας: τοῦτό φησιν ἵνα μὴ πάλιν πέμψωσιν εἰς θεοῦ καὶ γένηται
διατριβὴ ἐν τῷ δράματι
ὅπερ ὑπόψυχρον.
284 ἄνακτʼ ἄνακτι: ἀποκλειομένου τοῦ πέμψειν εἰς θεὸν καταφεύγουσιν εἰς
τὴν ὁμοίαν μαντικήν, τῷ
287 ἀλλʼ οὐκ ἐν ἀργοῖς: κἀνταῦθα τὸ κηδεμονικὸν τοῦ ἤθους διετήρησεν· τὸ
μὲν οὖν διπλοῦς πομποὺς
τῆς σπουδῆς ἐστι τεκμήριον τὸ δὲ
Κρέοντος εἰπόντος πιθανὸν εἰς τὰ ἑξῆς ἵνα ἡ ὑπόνοια αὐτοῦ πίστιν ἔχοι,
τὸ πεπεισμένον ὑπὸ τοῦ Κρέοντος τὸν Τειρεσίαν μαντεύεσθαι κατὰ τοῦ
Οἰδίποδος τὰ ψευδῆ.
290 κωφὰ ψυχρὰ καὶ οὐδὲν σαφὲς ἔχοντα, τὰ
ψιθυριζόμενα.
296 ὁ μὴ τὸ ἔργον δεδοικὼς οὐδὲ τὸν λόγον.
297 καὶ ταῦτα εἰς σύστασιν τῶν προσώπων ἵνα μηδὲν ὕστερον δυνηθείη ἀρνήσασθαι.
300 ὦ πάντα νωμῶν: ἀντὶ τοῦ κρίνων ἕκαστα
καὶ ἐξετάζων·
ἐπαινεῖ δὲ τὸν μάντιν πάντων αὐτῷ περιτιθεὶς ἐμπειρίαν θείων τε καὶ
ἀνθρωπίνων τοὺς ἐκείνου λόγους οὐκ ἀναμένων ὅπερ δηλωτικόν ἐστι τῆς
σπουδῆς.
301 χθονοστιβῆ τὰ ἐν τῇ γῇ, τὰ ἐπίγεια.
312 ὅρα τὸ τοῦ κηδεμόνος ὅτι τελευταῖον ἑαυτὸν ἔταξεν ὅπως ἀφέλοιτο τὸ φορτικὸν τῆς ἐξουσίας.
314 ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν: παιδευτικὸς ὁ λόγος, ἔδει ἅπαντας ἀφʼ ὧν δύναιντο ὠφελεῖν τοὺς πέλας.
316 ἐς δεινόν, φησί, τὸ φρονεῖν ὅταν τὸ φρονούμενον
τῷ
φρονοῦντι μὴ λυσιτελῇ· σχετλιάζει δὲ μὴ βουλόμενος εἰς φῶς ἄγειν τὰ τοῦ
Οἰδίποδος· διαλελυμένως δὲ εἶπεν τέλη λύῃ ἀντὶ λυσιτελεῖν.
317 ταῦτα τὰ συμβησόμενά μοι, ὅτι
ἀναγκασθήσομαι λέγειν ἃ μὴ βούλομαι, τὸ ἐξελέγχειν Οἰδίποδα· ταῦτα εἰδὼς
διώλεσα αὐτά· οὐ γὰρ ἂν δεῦρο ἠρχόμην.
319 ἄθυμος λελυπημένος.
321 ἐάν με ἀπελθεῖν ἐάσῃς.
323 ἀποστερῶν φάτιν μὴ λέγων τὸν χρησμόν.
324 ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημα: οὐ γὰρ σύμφορός σοι οὐδὲ κατὰ καιρὸν
ἡ ζήτησις γίνεται· ἵνα οὖν μὴ ἐκ τούτου μέμψις ἀκολουθήσῃ σιωπῶ. τὸ μὲν
κατὰ λόγον ἐλλιπές ἐστι τὸ δὲ κατὰ διάνοιαν
πλῆρες, ὃ δὲ
βούλεται λέγειν, ὁρῶ τὸ σὸν φώνημα μὴ πρὸς καιρὸν ἐξιόν· κἀγὼ οὖν φωνὴν
μὴ πρὸς καιρὸν ἀφιέναι φυλάσσομαι.
ἰὸν ἐρχόμενον.
326 μὴ πρὸς θεῶν φρονῶν: ὑποβαλόντος τοῦ
Τειρεσίου ἀρχὴν ὅτι
ἐπίσταται ὁ χορὸς καταλιπαρεῖ εἰπεῖν εἶτα ἀρνουμένου ἐξάγεται εἰς
λοιδορίαν πρὸς αὐτὸν ὁ Οἰδίπους ὅθεν παροξυνθεὶς λέγει· ἔχει οὖν τὰ τῆς
διαθέσεως ἄριστα.
328 ἐγὼ δʼ οὐ μή ποτε | τἄμ᾿ ὡς ἂν εἴπω: οὐκ
ἐκφανῶ τὰ ἐμὰ
ἔπη ἵνα μὴ τὰ σὰ εἴπω κακά· ἤδη δὲ τρανότερόν φησιν ὅτι τὰ αὑτοῦ κακὰ
ἀποκρύπτεται.
332 ἐγώ τʼ ἐμαυτὸν οὔτε σ᾿ ἀλγύνω: ἑαυτὸν ἀλγύνειν ἔφη ἴσως ἐπιστάμενος
ὅτι κακῶς ἀκούσεται
τἄμ᾿ ὡς ἂν εἴπω μὴ τὰ σ᾿ ἐκφήνω κακά.
334 οὐκ, κακῶν κάκιστε: ἐν ὑπερβατῷ ὁ λόγος,
οὐ λέξεις, ὦ
κακῶν κάκιστε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανῇ; καὶ γὰρ ἂν πέτρου
φύσιν σύ γ᾿ ὀργάνειας ὅ ἐστι ταράξειας καὶ εἰς ὀργὴν ἐμβάλοις·
ἀπολογεῖται δὲ περὶ τῆς ὕβρεως λέγων ὅτι καὶ πέτρου φύσιν σύ γ᾿
ὀργάνειας· ἄτεγκτος δὲ ἀντὶ τοῦ ἀσυμπαθὴς
καὶ ἀδάκρυτος·
τέγγειν γὰρ τὸ βρέχειν· ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος,
ἀμείλιχος.
341 αὐτὰ αὐτόματα.
344 τὸ θυμοῦ οὐκ ἔστι γενικὴ ἀλλὰ ῥῆμα προστακτικόν.
345 καὶ μὴν παρήσω γ᾿ οὐδέν: ὀργιζόμενος οὐδὲν σιωπήσομαι ὧν πέπεισμαι καὶ ὑπονοῶ.
347 εἰργάσθαι δʼ ὅσον | μὴ χερσί: εἰργάσθαι τὰ ἄλλα τοῦ φόνου χωρὶς τῆς ἀπὸ τῶν χειρῶν ἐνεργείας· εἰ δὲ ἔβλεπες ἐκάλουν ἄν σε καὶ φονέα αὐτόχειρα.
350 ἄληθες; ἐννέπω: λέγω σε τῷ κηρύγματι ὑπεύθυνον εἶναι τῷ ὑπὸ σοῦ εἰρημένῳ.
352 προσαυδᾶν προσφθέγγεσθαι.
354 οὕτως ἀναιδῶς ἐξεκίνησας: οἴεται αὐτὸν πλασάμενον ψεύδεσθαι· εἰκότως
δὲ ἀπιστεῖται ὡς διʼ ὀργὴν
εἰρηκώς, εἰ δὲ ἐπιστεύθη κατʼ
ἀρχὴν ὁ μάντις τὰ ἑξῆς τοῦ δράματος ἀνῄρητο,
356 τρέφω ἀντὶ τοῦ ἔχω.
357 ἡ ἀπότασις φανερῶς εἰς Κρέοντά ἐστιν.
366 εὐσχημόνως ἀπήγγειλε τὸ περὶ τῆς μητρός.
368 ἴσος νῦν ἐστιν ὁ Οἰδίπους παραβαλλόμενος
πρὸς
Τειρεσίαν ὡς ὁ Ἀγαμέμνων πρὸς τὸν
Κάλχαντα.
372 οὐδείς ἐστιν ὃς οὐ ταῦτά σοι ὀνειδίσει ἅπερ μοι ὠνείδισας· τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως οἷον καὶ σὲ μετʼ ὀλίγον ἐροῦσι τυφλόν· καὶ περὶ τῆς πηρώσεως δὲ λεληθότως αὐτῷ μαντεύεται.
374 μιᾶς τρέφῃ πρὸς νυκτός: διπλοῦν τὸ διανόημα· ἤτοι ὁὖν οὕτως ὑπὸ μιᾶς
νυκτὸς τῆς ἀορασίας τῆς διηνεκῶς κατεχούσης σε τρέφῃ ὡς μηδὲν διαθεῖναι
κακὸν τοὺς ὁρῶντας ἢ οὕτω διὰ τὸ πηρὸν εἶναι ἐλεοῦσί σε πάντες· ἀπόχρη
γάρ σοι καὶ τὸ τῆς πηρώσεως.
377 τάδʼ ἐκπρᾶξαι ἀντὶ τοῦ τὰ κατʼ ἐμὲ
ἐκδικῆσαι. ἐκπρᾶξαι μέλει λείπει ἐάν με
φονεύσῃς.
378 πεποίηκε τὸν Οἰδίποδα ὑπονοεῖν ἐξ ὑποβολῆς Κρέοντος ταῦτα εἰρῆσθαι ἵνα ζητοῦντος αὐτοῦ ἀφορμὴν εὔλογον ἔχῃ τὰ λοιπὰ τοῦ δράματος.
385 ὁ πιστὸς ἐν εἰρωνείᾳ.
387 μηχανορράφον: τὰ φαῦλα μηχανώμενον· μάγους δὲ ἐκάλουν τοὺς ψευδεῖς
φαντασίας περιτιθέντας ἑαυτοῖς, ἀπὸ τούτου δὲ
καὶ τοὺς φαρμακεῖς μάγους ἔλεγον.
388 ἀγύρτην πτωχόν, ὀχλαγωγόν.
391 ῥαψῳδός: ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς· τὸ
393 τοὐπιόντος τοῦ τυχόντος ἀντὶ τοῦ οὐ τοῦ
τυχόντος ἦν σαφηνίσαι· διὰ τούτων δὲ αὔξει τὸ ἴδιον
κατόρθωμα μεῖζον καὶ μαντικῆς καὶ πάσης ἀνθρωπίνης δυνέσεως.
398 κυρήσας ἐπιτυχών.
402 ἁγηλατήσειν: ἐὰν
τὸ περὶ τὸν Λάιον ἐὰν δὲ ψιλῶς ἀντὶ τοῦ
βασιλεύσειν.
408 ἐξισωτέον λείπει ἐμοί
409 τοῦδε τοῦ ἐξίσου λέγειν.
411 γεγράψομαι δεήσομαι· ὅρα δὲ καὶ τὴν
διαφορὰν
τοῦ ὀνόματος· τῷ μὲν γὰρ ἐπιφθονωτέρῳ ἐπὶ τοῦ
Οἰδίποδος ἐχρήσατο, τῷ δοῦλος, τῷ δὲ εὐπρεπεστέρῳ ἐπὶ τοῦ Κρέοντος.
417 ἀμφιπλὴξ ἡ ἐξ ἀμφοτέρων ἐλαύνουσα, ἡ
ἑκατέρωθεν πλήττουσα, ἔκ τε πατρὸς καὶ μητρός· δεινόπους
δὲ
ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα.
420 τὸν λιμένα τίθησιν ἀεὶ ἀντὶ τόπου· τροπικῶς δὲ ἀντὶ τοῦ ποῦ οὐκ ἐλεύσῃ βοῶν;
422 ὅταν καταίσθῃ ὅταν αἰσθανθῇς καὶ
νοήσῃς.
428 ἐκτριβήσεται: ἀντὶ διατρίψει ἐν τοῖς κακοῖς
ἢ ἀπολεῖται· ἡ μεταφορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν
434 σχολῇ ἀντὶ τοῦ βραδέως, οὐδαμῶς.
438 ἥδ᾿ ἡμέρα φύσει σε: ἀντὶ οἵων εἶ γονέων δείκνυσι· διαφθερεῖ δὲ διὰ
τὴν πήρωσιν καὶ τὴν λοιπὴν
τοῦ βίου ἀνατροπήν.
439 αἰνικτὰ ἀσαφῆ καὶ κεκρυμμένα.
440 οὐκοῦν
δέχεται εἰς ἔπαινον.
442 ἡ τύχη τὸ σὲ διαγνῶναι τὸ αἴνιγμα.
443 πάνυ τοῦτο προσαγωγὸν τοῦ πλήθους.
447 ἐνταῦθα παρρησιαστικώτερον ὅλον τὸ πρᾶγμα παραινίττεται ἀμφοτέρων τοῦ
ποιητοῦ στοχασαμένου,
τοῦ τε τῷ δράματι συμφέροντος ὅπως μὴ
ἀνακαλύπτηται ἡ ὑπόθεσις (διὸ αἰνιγματωδῶς πάντα φησὶ) τοῦ τε τῷ προσώπῳ
πρέποντος· ἔδει γὰρ εἰπεῖν τὸν μάντιν τὰ μετʼ ὀλίγον φανησόμενα.
449 ὡς περὶ ἑτέρου λέγων αὐτὸν αἰνίττεται.
454 τῇ ξυμφορᾷ τῇ συντυχίᾳ.
455 τὸ σκῆπτρον
460 ὁμόσπορος τὴν αὐτὴν σπείρων γυναῖκα.
463 ἀκόλουθά εἰσι τὰ τοῦ χοροῦ πρὸς τὰ προειρημένα,
νῦν δὲ
οὐκ ἔστιν αὐτοῖς εὐπρόσωπον ἀναλογίζεσθαι περὶ ὧν εἶπεν ὁ μάντις διὸ
ἀνατρέχει ἐπὶ τὸ μάντευμα τοῦ θεοῦ· ὁ δὲ νοῦς, τίς ἐστιν οὗτος
465 ἄρρητʼ ἀρρήτων τῶν δεινῶν δεινότερα.
467 ἀελλοπόδων ταχέων.
472 κῆρες ἀναπλάκητοι: αἱ εἰς μηδὲν ἁμαρτάνουσαι
476 πάντα πανταχοῦ.
477 φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν | ὕλαν: ἐκεῖνος, ὁ πεφονευκώς, πανταχοῦ
κρυπτόμενος οὐ βούλεται ἑαυτὸν ἐμφανίσαι· τὸ δὲ ἐξιχνεύειν ἐπήγαγεν καὶ
τὰ ἄλλα ὀνόματα τροπικῶς ὡς ἐπὶ ἄγρας ταύρων τῶν ὑπὸ πάντων
ζητουμένων καλῶν καὶ ὥσπερ ἐν ὕλῃ κεκρυμμένων· οἰκεῖα δὲ ταῦτα τὰ
ὀνόματα, ἄντρα καὶ πέτραι.
479 μελέῳ ποδὶ χηρεύων: ἀντὶ μηδενὶ γιγνωσκόμενος, τῇ φυγῇ μονάζων· ὃ καὶ αὐτὸ οἰκεῖον τῇ θηριώδει διαίτῃ.
480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων: ἀντὶ φυγών· τὸν τόπον δὲ εἶπεν ἀντὶ τῶν
χρησμῶν οἷον τοὺς χρησμοὺς διαφεύγει μέχρι νῦν ὁ μηνυθεὶς ὑπὸ τοῦ θεοῦ·
ὅτι δὲ ἡ Πυθὼν μεσόμφαλος δηλοῖ καὶ ἡ περὶ τοὺς ἀετοὺς ἱστορία καὶ ὅτι
χρύσεοι ἀετοὶ διὰ τοῦτο ἀνάκεινται
καὶ ὅτι τούτου χάριν ὁ
Ζεὺς ἐκεῖσε τὸ μαντεῖον ἱδρύσατο.
481 ἀλλʼ οὐδὲν ἧττον τὰ μαντεύματα περιποτᾶται ζῶντα καὶ ἰσχύοντα τῇ ἀληθείᾳ.
483 δεινὰ μὲν οὖν, δεινά: μεταβαίνουσιν ἐπὶ τὰ εἰρημένα ὑπὸ Τειρεσίου· σοφὸν μὲν οὖν αὐτὸν ὁμολογοῦσιν τῷ δὲ ταράσσειν ἐχρήσατο ἐπεὶ ἔδοξε δυσχερῶς ἐνεχθῆναι πρὸς τὸν ἄρχοντα.
484 οἰωνοθέτας ὁ Τειρεσίας.
485 οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθ᾿ οὔτε πιστὰ
οὔτε ἄπιστα.
489 τί γὰρ ἢ Λαβδακίδαις: εἰκότως ἀποροῦσιν· ποῖον γὰρ νεῖκος γέγονε τοῖς ἀπὸ Λαβδάκου πρὸς τὸν Πολύβου; ἔτι γὰρ νομίζουσιν αὐτὸν εἶναι Πολύβου.
492 πρὸς ὅτου δὴ βασάνῳ ποίῳ λογισμῷ ἀντὶ τοῦ
τίνος πράγματος κρίσει χρησάμενος τοῖς λεγομένοις πιστεύσω κατὰ
Οἰδίποδος;
495 φάτιν — Οἰδιπόδα τὴν κατὰ τοῦ Οἰδίποδος
γινομένην παρὰ Τειρεσίου.
498 ἀλλʼ ὁ μὲν οὖν Ζεύς: θέλουσιν ἀνατρέψαι τὰ ὑπὸ τοῦ Τειρεσίου εἰρημένα
καί φασιν ὅτι οἱ μὲν θεοὶ συνετοὶ καὶ μόνοι τὰ τῶν ἀνθρώπων εἰδότες ὅτι
δὲ οἱ μάντεις μᾶλλον τῶν λοιπῶν ἀνθρώπων τι ἐπίστανται οὔ φημι
καὶ οὐδὲ ἡ κρίσις αὕτη ἀληθής
ἐστι· γένοιτο
μὲν γάρ τις κατὰ σύνεσιν ἕτερος ἑτέρου προήκων οὐ μὴν αὕτη γε ἡ ἐπιστήμη
ἐκ μαντικῆς ἐστιν ἀλλʼ ἐκ φύσεως καὶ ἐντρεχείας ἑκάστῳ πάρεστιν.
500 οὔπω πιστεύω ὅτι οἱ μάντεις πλέον ἐμοῦ φρονοῦσιν.
503 σοφίαν νῦν φησι τὸν στοχασμόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν, ὅτι ἐν τῷ στοχάζεσθαι ἄλλος ἄλλον παρέλθοι καὶ νικήσειεν.
505 ἀλλʼ οὔποτʼ ἔγωγ᾿ ἄν, πρίν: ἐγὼ δὲ οὐκ ἄν ποτε ἐπαινέσαιμι τοὺς μεμφομένους τὸν βασιλέα οὐδʼ ὀρθὸν ἂν αὐτῶν τὸ ἔπος φαίην πρὶν ἴδοιμι σαφῆ τὰ ἔργα καὶ τὴν ἀπόβασιν.
507 φανερὰ γάρ: ἃ μὲν ἐγκαλοῦσιν αὐτῷ ἄδηλα καὶ οὐ πάντως ἀληθῆ ἃ δὲ κατώρθωσε φανερὰ ὅτε ἐπελθούσης αὐτῷ τῆς Σφιγγὸς ὤφθη σοφός.
510 βασάνῳ θ᾿ ἡδύπολις κρίσει τε ἡδὺς ὤφθη τῇ
πόλει· ἢ οὕτως, ἀπὸ τῆς βασάνου δὲ τῆς Σφιγγὸς
ἡδέως
διετέθη ἡ πόλις πρὸς τὸν Οἰδίποδα. κρίσει.
511 τῷ λείπει τὸ ἕνεκα.
512 ἔρχεται ὁ Κρέων ἐπὶ τῇ κατʼ αὐτοῦ ὑπονοίᾳ ἀγανακτῶν καὶ ἀπολογήσασθαι βουλόμενος.
515 ἀτλητῶν μὴ καρτερῶν, μὴ φέρων,
δυσανασχετῶν.
518 οὐ βούλομαι
523 ἐπειδὴ τὸ τοῦ χοροῦ πρόσωπον ἰσόρροπον
τὸν Κρέοντα ὅτι ἴσως κατʼ ὀργὴν τοῦτο εἶπεν ἐρεθισθεὶς.
ὑπὸ τοῦ μάντεως.
525 κατʼ ἐρώτησιν ὁ λόγος.
ἐφάνθη ἐρρέθη.
528 τοῦ χοροῦ οὐκ ἔχοντος λέγειν τίνι γνώμῃ
ταῦτα ἐλέγετο
ἀπὸ τῶν ἔξωθεν συμβάλλειν βουλόμενος ὁ Κρέων περὶ τοῦ βλέμματος καὶ τοῦ
σχήματος ἐν ᾧ ταῦτα ἔλεγεν ὁ Οἰδίπους πυνθάνεται.
ὀρθῆς ἀληθοῦς.
529 κατηγορεῖτο κατηγόρει ὁ Οἰδίπους. τοὐπίκλημα ἔγκλημα.
534 τοῦδε τἀνδρὸς ἀντὶ ἐμοῦ·
543 ποίησον ἀντὶ τοῦ ποιήσεις· ἔστι δὲ
Ἀττικισμός.
545 σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν ἐγὼ δὲ οὐ
μετʼ εὐνοίας σοῦ
ἀκούω διὰ τὴν δυσμένειαν.
552 οὐκ ἐκτίσειν τὴν τιμωρίαν.
556 σεμνόμαντιν ἐν εἰρωνείᾳ· εὐήθη γὰρ θέλει
λέγειν τὸν Τειρεσίαν.
557 ἔθʼ αὑτός: ὁ αὐτός.
559 ἐπεὶ κατὰ παράλειψιν εἶπεν λέγει, τί με ἐρωτᾷς; ἀγνοῶ.
566 ἔρευναν ζήτησιν, δοκιμασίαν.
572 ὁ μάντις εἰ μὴ ἐλάμβανέν σε κοινωνὸν τοῦ βουλεύματος οὐκ ἄν με ἔφη τοῦ Λαΐου φονέα.
580 ἃν τὸ τέλειον ἃ ἂν ἀντὶ τοῦ ἅτινα ἄν.
κομίζεται ἀντὶ τοῦ ἔχει.
597 ἐκκαλοῦσι προκαλοῦσιν.
598 ἐνταῦθ᾿ ἀντὶ ἐμοί.
599 πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμι: προκατασκευάσας
ὡς
ἄμεινόν ἐστιν αὐτῷ τοῦ τυραννεῖν τὸ ἀφόβως κοινωνεῖν τῇ τυραννίδι τοῦτο
ἐπήνεγκεν· ὁ γὰρ νοῦς, ὁ ταῦτα τὰ συμφέροντα ἐνθυμούμενος οὐκ ἂν γένοιτο
κακὸς ὥστε ἑτέρῳ τινὶ ἀσυμφόρῳ ἐπιχειρῆσαι. κεῖνα τὰ κακὰ ἀντὶ τῶν καλῶν.
600 φρονῶν ἀντὶ φρονοῦντος· ἢ οὕτως, ὁ καλῶς
φρονῶν νοῦς οὐκ ἂν κακὸς γένοιτο.
603 καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰών: ζήτησον, φησίν, εἰ τὸν χρησμὸν ὑγιῶς ἀφῖγμαί σοι φέρων εἶτα εἰ κατεκοινώνησα τοῦ μαντείου τῷ Τειρεσίᾳ.
607 διπλῇ ὅτι καὶ αὐτὸς τὸν ἐμαυτοῦ
καταψηφίσομαι
θάνατον.
611 ἴσον γάρ ἐστι κακὸν ἀπωθήσασθαι φίλον
616 σοὶ εὐλαβουμένῳ πεσεῖν καὶ ἐπιβουλευθήσεσθαι παῤ αὐτοῦ καλῶς ἔλεξεν ὁ
Κρέων ὅτι
ἐν χρόνῳ γνώσῃ τάδʼ ἀσφαλῶς, ὁποῖός εἰμι περὶ σέ·
ὁ γὰρ ταχὺ βουλευόμενος καὶ μὴ πολλάκις βασανίζων τὴν γνώμην σφάλλεται
πρὸς ὃ ὁ Οἰδίπους φησὶν ὅτι πρὸς τὰς ταχείας ἐπιβουλὰς δεῖ ταχεῖαν καὶ
τὴν ἄμυναν εἶναι.
620 τὰ τοῦδε τὰ τοῦ Κρέοντος τοῦ ἐμοὶ
621 τἀμὰ ἡ ἄμυνα.
625 οὕτω λέγεις ὡς μὴ πεισθησόμενός μοι ἀλλʼ ἀντιλέξων τῇ κελεύσει.
626 ὅσον ἧκον εἰς ἐμὲ καλῶς βουλεύομαι· ἢ οὕτω, τὸ γοῦν ἐμαυτῷ σύμφορον ποιῶ πρὸς ὅ φησιν ὁ Κρέων ὅτι καὶ τὸ ἐμὸν συμφέρον δεῖ σε σκοπεῖν, ὅτι οὐ δεῖ με ἀκαίρως ὑπονοεῖσθαι.
628 μηδὲν ὧν ὑπονοεῖς.
ἀρκτέον γ᾿ ὅμως ἀλλὰ χρὴ βασιλεύειν.
636 ἴδια κινοῦντες κακὰ φιλονεικοῦντες.
637 οὐκ εἶ: ἀντὶ τοῦ οὐκ ἐλεύσῃ· καλῶς δὲ οὐ
640 δυοῖν ἀποκρίνας ἓν τῶν δύο ποιήσας.
644 ὀναίμην τοῦ βίου.
648 τούσδε τοὺς τοῦ χοροῦ.
649 οἷον μὴ τῇ ὀργῇ εἴκων ἀλλὰ τὰ δέοντα διασκεψάμενος. καλῶς τὸ θελήσας· πολλάκις γὰρ ἐπὶ ταῖς ὀργαῖς μεταγνῶναί τις ὀφείλων αἰδούμενος ἐμμένει τοῖς ἁμαρτήμασιν.
652 ἢ τὸν ἐν τῷ πρὶν χρόνῳ ἢ τὸν ἐν τῷ εἰρημένῳ
λόγῳ
(ἀπελογήσατο γάρ), νῦν δὲ μεγάλην πίστιν ἐπαγόμενον ἀπὸ τοῦ ὅρκου
αἰδέσθητι.
656 ἐναγῆ φίλον γράφε ἐναγῆ φίλων· ἐναγὲς δὲ τὸ
σεβάσμιον καὶ ἁγνόν· ἄγος γὰρ τὸ ἱερὸν σέβας ὅθεν καὶ τὸ
ὑπὸ φίλων ἐν ἀφανεῖ
αἰτίᾳ γενόμενον ἀλλὰ καθαρὸν ὄντα δεόμεθα μὴ λόγων ἄτιμον ἐκβαλεῖν ἀλλὰ
προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν· ἢ ἐναγῆ τὸν ἐνεχόμενον μύσει οὕτω,
δεόμεθα τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ
ἄτιμον ποιήσῃς
τῶν λόγων.
658 εὖ νυν ἐπίστω: γίνωσκε ὅτι τούτῳ συνηγορῶν ἐμὲ ἀδιτεῖς· οὐδὲν γὰρ ἄλλο ἢ ὄλεθρόν μοι ἐπάγεις εἰ παρόψομαι τὸν ἐπιβεβουλευκότα.
660 οὐ τὸν πάντων θεῶν: ἐπὶ ὅρκον καταπέφευγεν
ἐξ οὗ μάλιστα
ἐδόκει πεῖσαι τὸν βασιλέα· ἥλιον δὲ ὄμνυσιν ὅτι πάντα ἑωρακὼς αὐτὸς
συνῄδει τὸ πᾶν.
663 ὅτι πύματον ἀντὶ τοῦ ἔσχατος ἀπολοίμην.
666 τρύχει ψυχὰν λυπεῖ με.
669 δʼ οὖν ἴτω: τὸ φιλόκοινον αὐτοῦ κἀνταῦθα
δείκνυσιν ὡς οὐ
διʼ ἑαυτὸν παρακεχωρηκότος ἀλλὰ διὰ τὴν πόλιν κἂν δέῃ αὐτὸν πεισθέντα
κινδυνεῦσαι.
ἀναχωρησάτω.
673 στυγνὸς μὲν εἴκων δῆλος εἶ: δῆλος εἶ ὡς ἀηδῶς εἴκων, ὅταν δὲ ἐπὶ τὸ
πέρας ἔλθῃς τῆς ὀργῆς
τότε βαρέως οἴσεις τὸ πρᾶγμα οἷον
μετανοήσεις καὶ ἄδικα ἐνθυμηθήσῃ· ἔτι δὲ ἐμμένει ὁ Κρέων τῇ αὐτῇ
παρρησίᾳ ἐπιστάμενος ὡς οὐδὲν ἐσκαιώρησεν.
677 σοῦ μὲν τυχὼν ἀγνῶτος: σοῦ μὲν μὴ ἐπισταμένου τὴν ἐμὴν προαίρεσιν
οἷον ἠγνοηκότος με παρὰ
δὲ τούτοις τῆς ὁμοίας δόξης ἣν καὶ
πρῴην εἶχον περὶ ἐμέ.
678 ὡς κατέγνωκεν ὁ χορὸς τοῦ Οἰδίποδος παρακελεύεται τῇ γυναικὶ εἰσάγειν αὐτόν.
680 πιθανῶς μετὰ τὸ διηλλάχθαι αὐτοὺς ἐπιζητεῖ
τὴν αἰτίαν,
ἅμα δὲ καὶ ἵνα ἀρχὴ γένηται τοῦ ἀναγνωρισμοῦ.
681 δόκησις ἀγνὼς λόγων: ὁ χορὸς ὑπὲρ ἀμφοτέρων ἀπολογεῖται, ὑπὲρ μὲν τοῦ
Κρέοντος ὅτι ἐπʼ ἀδήλοις ἐγκέκληται ὑπὲρ δὲ τοῦ Οἰδίποδος ὅτι εἰκότως
684 ἀμφοῖν ἀπʼ αὐτοῖν οἷον ἀμφότεροι τῆς
διαφορᾶς αἴτιοί εἰσιν;
685 ἅλις ἔμοιγ᾿, ἅλις: αὔταρκές μοι φαίνεται στῆσαι τὸν λόγον ἔνθα ἔληξεν ἀντὶ τοῦ ἱκανὰ λέλεκται καὶ αὔταρκές ἐστιν ἀναπεπαῦσθαι τὰ τοῦ λόγου ἔνθα ἔληξεν ἡ στάσις.
687 ὁρᾷς ἵν᾿ ἥκεις; ἀγαθός: τοῦτό φησιν ὁ Οἰδίπους
ἀγανακτῶν, διὰ τί πρὸς ἕτερον ἀποφεύγεις καίτοι ἀγαθὸς ὢν ἀνὴρ καὶ οὐχ
ὁμολογεῖς τὰ λυπήσαντά με τῇ Ἰοκάστῃ; διὰ τί οὖν οὐ συνοργίζῃ μοι ἀλλὰ
πραΰνεις με ὑπὲρ τοῦ Κρέοντος;
689 πολλάκις, φησί, τὰ ἐπελθόντα κατὰ τὴν ἐμὴν
διάνοιαν
εἶπόν σοι οἷα καὶ ἐν τοῖς ἀνωτέρω ὤμνυεν.
690 ἴσθε πεφάνθαι με παραφρόνιμον ἀντὶ τοῦ παράφρονα καὶ ἀνόητον καὶ ἄπορον ἐπὶ τὰ φρόνιμα· δὶς δὲ τὸ αὐτὸ εἶπεν ἀντὶ μωρὸν κατὰ διάνοιαν καὶ ἄπορον.
693 εἰ ἀλλότριόν σε καὶ οὐκ οἰκεῖον νενόμικα· ἢ οὕτως, εἴ σε ἀποκρύπτομαι ἢ ἐκτρέπομαι καὶ οὐ συγγίνομαί σοι· ἢ οὕτως, εἰ βούλομαί σε ἐκβαλεῖν τὸν τοσαῦτα ἡμᾶς εὐεργετήσαντα.
696 οὔρισας ἔστησας, ἔσῳσας.
702 λέγε εἰ σαφῆ ἐστιν ἃ μέλλεις ἐγκαλεῖν οἷον ὡμολογημένα.
710 εὖ τὸ ἅμα παρακαλοῦσαν ἐκτίθεσθαι τὰ εἰς τὴν ὑπόνοιαν αὐτὸν ἐμβαλοῦντα.
716 καλῶς τὸν τόπον προσέθηκεν ἵνα εἰς ὑπόμνησιν ἀγάγοι τὸν Οἰδίποδα.
717 διέσχον διῆλθον.
733 περὶ Δαυλίδα φησὶ τὴν σχιστὴν ὁδόν, ὁ δὲ
Αἰσχύλος περὶ
Ποτνίας οὕτως
Κρίσσαν
τε ζαθέην καὶ Ἀνακρίδα καὶ Πανοπῆα.
738 ἀναμιμνήσκεται ὁ Οἰδίπους καὶ τοῦ χρόνου καὶ τοῦ τόπου καὶ πρὸς τὸν Δία φησί, τί μοι ποιήσεις;
742 εὖ τὰ προφανῆ ταῦτα σημεῖα εἶπεν.
749 ὀκνῶ δέδοικα· καὶ Ὅμηρος
ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν.
756 οἰκεὺς οἰκέτης, ἐκ τοῦ αὐτοῦ οἴκου ὤν.
763 οἷον τὸ αἴτημα οὐχ ὑπερέβαλεν δοῦλον.
766 πάρεστιν οἷον νόμιζε αὐτὸν παρεῖναι.
775 Φερεκύδης φησὶ Μέδουσαν εἶναι τὴν Πολύβου
γυναῖκα
θυγατέρα δὲ Ὀρσιλόχου τοῦ Ἀλφειοῦ, οἱ δὲ Ἀντιοχίδα τὴν Χάλκωνος.
Δωρὶς Πελοποννησιακή.
ἠγόμην ἐτρεφόμην, ἐτύγχανον.
777 ἔδει γὰρ πρὸς τὸ ὀξὺ μὲν ἀκούσαντα ὡς εἴη νόθος θαυμάζειν οὐ μὴν τοσοῦτον φροντίσαι τοῦ πράγματος.
778 σπουδῆς ἀρετῆς.
780 πλαστὸς προσποιητός, ἀλλότριος, νόθος.
782 θατέρᾳ τῇ ἑτέρᾳ, τῇ ἑξῆς.
789 ἄτιμον ἀνήκουστον· περὶ ὧν γὰρ ἀπῆλθεν οὐκ
εἶπεν.
791 χρείη δέοι.
792 ἄτλητον κ. ἑ. τὸ μὴ δυνάμενον ὑπὸ ἀνθρώπων
ὁρᾶσθαι.
795 χρόνον τινά, φησίν. ἐπεὶ πρὸς τοὺς ἀστέρας ἠρίθμουν τὸν
χρόνον· ἢ οὕτως, ἐπὶ τὰ ἄστρα ἐπορευόμην· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ
πελάγη μετρούντων
ὡς ἂν διʼ ἄστρων τεκμαιρομένων τὸν
πλοῦν.
802 πωλικῆς ὑπὸ πώλων ἐζευγμένης.
806 τὸν τροχηλάτην τὸν ἔμπροσθεν τῶν τροχῶν
πορευόμενον.
808 ὄχου ἅρματος.
809 κέντροισι πληγαῖς· δὶς ἔπαισέ με τοῖς
κέντροις οἷς ἐκέντριζε τοὺς ἵππους, οὐκ ἐπίσης δὲ καὶ παῤ ἐμοῦ
ἔλαβεν.
813 τοῦ ὑπʼ ἐμοῦ φονευθέντος εἰ ἦν τις πρὸς Λάιον συγγένεια· ἢ οὕτως, εἰ
δὲ οὗτος ὁ ξένος ὃν
ἀπέκτεινα Λάιός ἐστιν· οὔπω γὰρ οἶδεν
εἰ αὐτός ἐστιν.
815 τοῦδέ γ᾿ ἀνδρὸς ἀντὶ τοῦ ἐμοῦ.
822 δι᾿ ὧνπερ διʼ ὧν χειρῶν.
823 ἄναγνος ἀντὶ τοῦ μιαρός.
825 ἐμβατεύειν ἐπιβαίνειν.
834 ἀντὶ τοῦ μὴ ἀθύμει πρὶν ἂν τὸ ἀληθὲς καταμάθῃς.
838 φανεροῦ γενομένου καὶ ἐλθόντος τοῦ ποιμένος
τίνα ἕξεις
γνώμην;
840 σοὶ ταὔτʼ σοὶ ὅμοια καὶ τὰ αὐτά.
842 αὐτὸν τὸν βοτῆρα.
846 οἰόζωνον μονόζωνον, μόνον.
849 ἐκβαλεῖν ἀποκρύπτεσθαι ἢ ἀποστρέψαι
τουτἐστιν
οὐ δύναται ἀρνεῖσθαι ὁ βουκόλος.
853 φανεῖ: αὐτὸς ὁ θεράπων.
857 ὥστʼ οὐχὶ μαντείας: ὅθεν ἐγὼ χάριν τῆς
863 εἴ μοι ξυνείη φέροντι: εἴθε μοι συνοικοίη τὴν ἄχραντον καὶ σεβασμίαν
ἀλήθειαν διασῴζοντι οἷον εἴθε μοι συνείη εὐτυχία καὶ λόγων καὶ πραγμάτων
ἁγνείαν φυλάττοντι· μοῖρα δὲ εὐτυχία οἷον εἰ ἀληθεύω γένοιτό μοι καὶ
εὐτυχεῖν τὸ ἀληθὲς διασῴζοντι·
ταῦτα δέ φησι τὴν Ἰοκάστην
αἰτιώμενος ὅτι ἀσεβῶς ἔφη ἐψεῦσθαι τὸν Ἀπόλλωνα· φέροντι οὖν τὴν
εὔσεπτον ἁγνείαν τῶν λόγων καὶ τῶν ἔργων τῶν περὶ τῶν θεῶν περὶ ὧν νόμοι
πρόκεινται, ἔργων καὶ λόγων· τὴν περὶ τούτων λέγοντες ἀκρίβειαν καὶ τῶν
μαντειῶν ὅτι οὐδὲν αὐτοῖς ὑγιές ἐστιν.
864 μοῖρα εὐτυχία.
866 οὐρανίαν | διʼ αἰθέρα ἀντὶ ἐν οὐρανῷ
τεχθέντες.
867 ὧν: νόμων τῶν ὀρθῶς ἐχόντων.
868 οὐδὲ ὑπὸ ἀνθρώπων εὕρηται ὁ περὶ θεῶν λόγος.
871 ἐν τοῖς νόμοις μέγας ἐστὶν ὁ θεὸς τουτέστι θεία δύναμις καὶ μεγάλη τοῖς νόμοις ἔνεστιν.
872 γηράσκει παλαιοῦται, φθείρεται.
873 ὕβρις φυτεύει τύραννον: διὰ τῆς ὕβρεως φύεται καὶ ἀνανεοῦται ὁ
τύραννος
λόγον ποιοῦσι περὶ τῆς τυραννίδος ἵνα μὴ δόξωσιν ἐμφανῶς
αὐτὴν διελέγχειν· ὁ δὲ νοῦς, ὕβρις φυτεύει τύραννον ὁπόταν πολλῶν
ὑπερπλησθῇ μάτην ἅ ἐστι μὴ ἐπίκαιρα μηδὲ ἑαυτῷ ἐκείνῳ συμφέροντα·
ἀσυνδέτως δὲ εἶπεν. ὕβρις, φησί, μηδὲν καίριον διαπραττομένη
εἰς δύσβατον ἀκρώρειαν ἀναβιβάσασα τοὺς χρωμένους αὐτῇ κατεκρήμνισεν·
ἢ οὕτως, ἀπότομον ὤρουσεν εἰς ἀνάγκην, ἥλατο εἰς τοῦτο ὥστε αὐτὸν εἰς
ἀνάγκην γενέσθαι ὑφʼ ἑτέρων κρατηθῆναι.
878 ἔνθʼ οὐ ποδὶ χρησίμῳ: εἰ μὲν ἐπὶ τοῦ ὑπὸ
ὕβρεως
δυσσεβοῦντος ἔσται οὕτως, οὐ βαδίζει ὀρθὴν ὁδὸν οὐδὲ χρῆται τοῖς ποσὶ
δεόντως εἰ δὲ ἐπὶ τοῦ ὑπὸ ἀνάγκης βιαζομένου, οὐ χρῆται τοῖς αὑτοῦ
ποσίν.
ἀντὶ ἀχρήστους καὶ τὰς πορείας ποιεῖται.
881 ἀξιῶ τὸν θεὸν μὴ λῦσαι τὸ συμφέρον τῇ
πόλει ἐξ οὗ κρατεῖ
τῶν ἀντιπάλων.
885 δίκας ἀφόβητος τὴν δίκην μὴ δεδοικώς.
888 δυσπότμου χάριν χλιδᾶς: ἕνεκα, φησί, τῆς ἀνοσίου τρυφῆς καὶ
ὑπερηφανίας· ὑπὸ τρυφῆς γὰρ καὶ ἐπὶ ταῦτα οἱ τύραννοι παραγίνονται. ὁ
τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ
ἕξεται τῶν ἀθίκτων ὅ ἐστιν ὧν οὐ χρὴ ἔχεσθαι.
890 ἔρξεται παύσεται, ἐκτὸς ἔσται.
891 ματᾴζων ματαιοφρονῶν· ἕξεται δὲ ἀντὶ τοῦ
ἐπιθυμήσει τῶν ἀσέπτων καὶ ἀθίκτων.
892 τίς ἔτι τῶν ἀδίκων ἀφέξεται τῷ θυμῷ αὑτοῦ
τὰς τῆς ψυχῆς
κακίας ἀπελαύνων; ἢ οὕτω, τίς ἂν ἀπελάσειεν αὑτοῦ τὴν τιμωρίαν τοιαῦτα
πράττων;
896 χορεύειν πονεῖν ἢ τοῖς θεοῖς.
898 οὐκέτι ἄπειμι πρὸς τὸν Ἀπόλλωνα οὐδὲ πρὸς τὸν ἄχραντον καὶ ἀπροσπέλαστον αὐτοῦ νεών.
ἄθικτον καθαρόν· πιθανῶς δὲ τὸ ἐπίθετον, οὗ οὐκ
ἀπέσχετο Ἰοκάστη.
899 Ἀβαὶ τόπος Ἀυκίας ἔνθα ἱερόν ἐστιν Ἀπόλλωνος.
900 Ὀλυμπίαν ἢ διὰ τῶν σημείων ὅτι καὶ ἐκεῖ
μαντεύονται ὡς καὶ Πίνδαρος ἢ ἐπὶ τῶν πανηγύρεων ὅτι
καὶ
τῶν τοιούτων ἀφέξομαι εἰ μὴ ταῦτα φανερωθῶσιν.
901 εἰ μὴ ταῦτα,
906 φθίνοντα γάρ: ἀντὶ τοῦ παλαιά, παρεληλυθότα. γράφε φθίνων ἵνʼ ᾖ μὴ
λάθοι σε ὁ Λάιος φθίνων ἀλλὰ δείξαις αὐτοῦ τὸν θάνατον· τὰ γὰρ περὶ
Λαΐου μαντεύματα ἐκβάλλουσιν καὶ οὐ παραδέχονται τὰ παρὰ τῶν θεῶν
εἰρημένα ὡς ἀληθῆ· τὸ δὲ ἐξαιροῦσιν
ἀντὶ τοῦ ἀφανίζουσιν· τὰ
γὰρ ἐπὶ Λαΐῳ θεσπισθέντα ἐκφαυλίζεται ὑπὸ Ἰοκάστης καὶ παραγράφεται καὶ
ψευδῆ νομίζεται.
911 ἄνακτάς φησι τοὺς τοῦ χοροῦ οἷον βασιλικοὺς καὶ ἐντίμους.
914 ὑψοῦ γὰρ αἴρει: ἀντὶ μετεωρίζεται τὴν ψυχὴν καὶ ὑπερβαλλόντως ἄχθεται πάντα λογιζόμενος, αὐτὸν τὸν φόνον, τὸ τὴν γυναῖκα ἔχειν τοῦ ἀνῃρημένου, τὴν προσδοκωμένην φυγήν, τὸ μὴ δύνασθαι ἀναστρέψαι πρὸς τοὺς οἰκείους, τὸ δέος τῶν χρησμῶν.
915 οὐδʼ ὁποῖʼ ἀνὴρ ἔννους: οὐχ ὡς συνετὸς ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γιγνώσκει· εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς τῷ Λαΐῳ χρησμὸς ἠκύρωται δῆλον ὅτι καὶ ἃ νῦν ἐμαντεύσατο ὁ Τειρεσίας ψευδῆ ἐστιν.
917 ἀλλ᾿ ἐστὶ τοῦ λέγοντος: μόνοις προσέχει τοῖς τὰ δεινὰ καὶ φοβερὰ ἀπαγγέλλουσιν, τῶν δὲ παραμυθουμένων οὐκ ἀνέχεται.
919 πρός σ᾿, Λύκει᾿ Ἄπολλον: Λύκειον γυμνάσιόν ἐστιν Ἀθήνησιν ἔνθα
Ἀπόλλων τιμᾶται· καὶ
Καλλίμαχος τιμώμενον ἀλλ᾿ ἢ τὸν ἐν Θήβαις ἢ ταῖς πλησιοχώροις
Ἀθήναις
τιμώμενον.
ἄγχιστος πρὸ τῶν θυρῶν γὰρ ἵδρυτο.
924 ἄγγελος θεράπων Πολύβου.
ἔρχεται ἄγγελος ἀπὸ Κορίνθου ἀπαγγέλλων τὸν θάνατον Πολύβου καὶ ἀντʼ
αὐτοῦ τύραννον τὸν Οἰδίποδα
αἱρεῖσθαι· οὗτος δέ ἐστιν ὁ
ἐκτεθέντα τὸν Οἰδίποδα εὑρὼν καὶ δοὺς Πολύβῳ.
928 κἀνταῦθα ἔθηκεν τὸ ἀμφίβολον ὃ τέρπει τὸν ἀκροατήν.
930 τοῦτο πρὸς τὸ
937 ἥδοιο μέν: διὰ μὲν τὸ εὖ πράσσειν καὶ ἑτέρας
ἀρχῆς
ἀντιλαβέσθαι ἡσθήσεσθαί φησιν αὐτὴν ἀσχάλλειν δὲ διὰ τὸ ἀπιέναι Οἰδίπουν
ἐπὶ τὰ οἰκεῖα.
938 διπλῆν τοῦ τε ἥδεσθαι καὶ τοῦ
ἀσχάλλειν.
939 τύραννον αὐτὸν οὑπιχώριοι: πιθανῶς ὁ ἄγγελος τὰ ἡδέα πρῶτον
ἀπαγγέλλει πρὶν εἰπεῖν τὰ περὶ
θανάτου.
940 τῆς Ἰσθμίας τῆς Κορινθίας· ἐκεῖσε γὰρ ὁ
θμός.
943 ἀσμένως ἀκήκοε τῆς τοῦ θανάτου αὐτοῦ ἵνα λιν ἀνατρέψῃ τὰ μαντεύματα· οἶδεν γὰρ τὸν Οἰδίδα τοῦτο δεδοικότα.
945 θεραπαινίδι κελεύει.
946 παιδευτικόν τι ἔγκειται τῷ δράματι ὡς οὐ ῖ καταφρονεῖν τῶν θείων· οἱ γὰρ τοιαῦτα φθεγξάνοι μετʼ ὀλίγον φανήσονται οἷοί εἰσιν.
947 ἵν᾿ ἐστὲ ὅπου ἐστέ.
952 σκόπει δοκίμαζε.
957 σημήνας γράφε σημάντωρ.
958 ἠθικῶς φησιν ὁ ἄγγελος οὐχ ὡς ἀπὸ τούτων λων ἄρξασθαι ἀλλ᾿ ἀπὸ τῶν ἡδέων.
960 νόσου ξυναλλαγῇ κοινωνίᾳ νόσου ἀντὶ ὑπὸ
δου,
961 ἡ τυχοῦσα πρόφασις ἐξαρκεῖ ὥστε τὸ παλαιὸν μα ἐξενεγκεῖν τοῦ βίου.
εὐνάζει κατακοιμίζει.
963 τοῦτο ὁ ἄγγελός φησιν ὡς παραμυθούμενος
ι μακραίων
ἀπέθανεν καὶ οὐ δεῖ ἐπʼ αὐτῷ ἀπολοόρεσθαι.
966 ὧν ὑφηγητῶν ὑφʼ ὧν μαντείαν δεχόμενος, ν
ὀρνεοσκόπων καὶ μάντεων.
968 κεύθει: ἀντὶ κεύθεται, κρύπτεται· καὶ ἐν
ντιγόνῃ
μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότων.
ἐγὼ δʼ ὅδʼ ἐνθάδε: ἐγὼ ὁ ἐνταῦθα ὢν οὐκ ἔλαβον
970 οὕτω δʼ ἂν θανὼν εἴη ξ ἐμοῦ: τοῦτο ὡς ἐπιμωκώμενός φησι, δῆλον δὲ ἐκ
τῶν ἑξῆς· ὁ γὰρ
Πόλυβος τὰ παλαιὰ θεσπίσματα, φησί,
παραλαβὼν μηδενὸς ἄξια κεῖται παρὰ τῷ Ἅιδῃ.
976 περὶ τοῦ λείποντος εὐλαβεῖται, τοῦ μιχθῆναι τῇ μητρί.
λέχος λέκτρον.
977 ᾧ τὰ τῆς τύχης: ᾧ ἡ τύχη δεξιῶς ἔχει ἀντὶ τοῦ τῆς ἀγαθῆς τύχης ἐπικρατούσης.
978 πρόνοια πρόγνωσις.
979 καλὸν τὸ ζῆν ἀφελῶς.
986 ὀκνεῖν φοβεῖσθαι.
987 ὄψις καὶ τεκμήριον τοῦ μὴ τὰ κατὰ τὴν μητέρα ἀποβήσεσθαι ἡ πατρὸς τελευτή.
1005 τοῦτʼ διὰ τοῦτο.
1006 πρὸς δόμους εἰς Κόρινθον.
1008 καλῶς: ἀντὶ περιφανῶς.
1014 ἆῤ οἶσθα ὅτι ἀδίκως εὐλαβῇ;
1015 γεννητῶν τῶν γεγεννηκότων.
1016 ὅτι οὐδέν σοι διαφέρει κατὰ γένος ὁ Πόλυβος. ὅθ᾿ (ὅ)τι.
1019 τῷ μηδενὶ τῷ ἠλλοτριωμένῳ καὶ μὴ οἰκείῳ·
ἔτι γὰρ Πολύβου νομίζει ἑαυτόν.
1020 ὥσπερ οὐ γέγονας ἐξ ἐμοῦ οὕτως οὐδὲ ἐκ Πολύβου.
1023 ἴδιον τῶν ἐν παραδόξοις ἀκούσμασι τὸ αὐτὸ πολλάκις ἐπερωτᾶν.
κἆθ᾿ εἶτα.
1025 ἐμπολήσας ἀγοράσας· δηλοῖ δὲ ἡ λέξις καὶ
εὑρών.
1029 κἀπὶ θητείᾳ πλάνης μίσθιος καὶ ἐπὶ μισθῷ
άνης· ἔστι δὲ ἀρσενικόν.
1031 εἰπόντος τοῦ γέροντος ὅτι σωτήρ σοι γέγονα τερ κοινὸν ἐπὶ πάντων
ἐκτεθειμένων ἀναπυνθάνεται Οἰδίπους ὅτι ἐν ποίῳ ἄρα κακῷ ὄντα κατὰ τὴν
θεσιν
1035 ἐκ σπαργάνων χαλεπὴν αἰσχύνην διὰ τὴν ον ἄρθρων βλάβην.
1037 ὑπὸ μητρὸς ὠνομάσθην ἢ ὑπὸ τοῦ πατρὸς ἰδίπους; ἢ πρὸς θεῶν τίνος εἰμὶ μητρὸς ἢ ποίου πατρός;
1046 εἰδεῖτʼ ἂν] ἀντὶ τοῦ εἰδείητε ἄν.
1050 σημήναθ᾿ εἴπατε.
1051 ἐστοχάζετο ὁ χορὸς ἐκεῖνον εἶναι τὸν τὴν θεσιν ποιησάμενον τοῦ
παιδίου διὰ τὸ ἤδη εὐνοῖκὸν πρόσωπον αὐτοῦ
1053 οὐχ ἥκιστα: ἀντὶ τοῦ πάνυ· αἱ γὰρ δύο
νήσεις μίαν
συγκατάθεσιν ποιοῦσι· μάλιστ᾿ ἂν ταῦτα ποι ἡ Ἰοκάστη.
1056 τί δʼ ὅντινʼ εἶπε;: συνίησιν ἤδη τὸ πᾶν ἡ κάστη καὶ θέλει
ἤδη ἑαυτὴν διαχειρίσασθαι πρὶν πυστα γενέσθαι τὰ κακά,
τοῦτο δὲ δηλοῖ διὰ τοῦ
1062 οἴεται τὴν Ἰοκάστην δυσγένειαν αὐτῷ συνειδυῖαν ἀποκρύπτειν καὶ κωλύειν τὴν ζήτησιν.
᾿κ τρίτης τρίτον πεπραμένης καὶ αὐτὸς
τρίπρατος.
1070 χαίρειν τρυφᾶν καὶ ἐναβρύνεσθαι.
1071 ἐννοουμένη τὰ τῆς ἀναιρέσεως αὐτὴ μὲν ἀπήλλακται ὁ δὲ Οἰδίπους περιλέλειπται· τὸ γὰρ αὐτοῦ πρόσωπόν ἐστι τὸ περιπαθὲς περὶ ὃ πᾶσα ἡ διάθεσις τοῦ δράματος.
1073 Οἰδίπους ἀντὶ τοῦ ὦ Οἰδίπου· ἔστι δὲ
Ἀττικόν.
1075 ἀναρρήξῃ ἐργάσηται.
1080 ἐμαυτὸν τῇ τύχῃ παραδοὺς ἀτιμίαν ἐκφεύξομαι.
1082 τῆς τῆς τύχης.
1084 καὶ τοιοῦτος πεφυκὼς οὐκ ὀκνήσω τὸ γένος ἐξερευνῆσαι τὸ ἡμέτερον.
1086 ὑπονοοῦσιν οἱ κατὰ τὸν χορὸν χρηστότερόν τι περὶ τοῦ Οἰδίποδος ὅτι
θειοτέρου γένους τυγχάνει ἀπό τινος τῶν ὀρείων νυμφῶν· ποιοῦνται δὲ τὸν
λόγον πρὸς τὸν Κιθαιρῶνα καί φασιν, οὐκ ἔσῃ εἰς τὴν
αὔριον ἀπείρατος τοῦ ἡμᾶς αὔξειν σε ὡς τροφὸν καὶ μητέρα τοῦ
Οἰδίποδος.
1087 κατὰ γνώμην ἴδρις ἔμπειρος κατὰ τὴν γνώμην
ὅ ἐστι συνετός.
1092 αὔξειν μεγαλύνειν, λέγειν.
1093 χορεύεσθαι ἀντὶ ὑμνεῖσθαι.
1094 ὥσπερ τὰ θυμήρη παρέχοντα τοῖς ἐμοῖς
1096 ἀναγκαίως `πρὸς τὸν Ἀπόλλωνα ἀποτείνει διὰ τὸ ἄρξαι τῶν χρησμῶν.
1098 ἆρά τις προσπελασθεῖσα τοῦ Πανὸς ἢ τοῦ Ἀπόλλωνος θυγάτηρ; καὶ γὰρ οὗτος νόμιος.
1103 πλάκες αἱ ἐξοχαί, αἱ ἀνατάσεις τῶν ὀρῶν·
ἀγρόνομοι δὲ ἔνθα τὰ ἄγρια νέμεται ὅ ἐστι τὰ μὴ ἥμερα
θηρία.
1104 εἴτε ὁ Ἑρμῆς εἴτε ὁ Διόνυσος ἀπό τινος νύμφης γεννηθέντα σε ἀνεδέξατο.
ὁ Κυλλάνας ἀνάσσων ὁ Ἑρμῆς· νόμιος γάρ.
1110 μὴ συναλλάξαντα: μὴ κοινωνήσαντα τουτέστι μὴ συντυχόντα, μὴ εἰς
ἀμοιβὴν καὶ ὁμιλίαν ἐλθόντα· θεασάμενος δὲ ὁ Οἰδίπους τὸν πρεσβύτην
ἐρχόμενον ὃν μετεπέμψατο στοχάζεται μὲν εἶναι αὐτὸν ἐκ τοῦ γήρως καὶ τῶν
ἀγόντων οἰκετῶν τὴν δὲ ἐπιστήμην
καὶ ἀκριβῆ γνῶσιν τῷ χορῷ
ἀνατίθησιν.
1113 τῷδε τἀνδρὶ ξύμμετρος: τῷ Κορινθίῳ ὁμῆλιξ καὶ ἴσος ἐστὶ κατὰ τὴν ἡλικίαν.
1115 τῇ δʼ ἐπιστήμῃ: τῇ γνώσει ὑπερβάλλοις ὡς καὶ πρὶν αὐτὸν θεασάμενος.
1116 ἰδὼν ἀντὶ τοῦ ἐγνωκώς.
1127 ἀντὶ τοῦ ἦσαν οἱ πλησιόχωροι.
1128 τῇδέ που μαθὼν ἀντὶ τοῦ ἐκεῖ μαθών.
1135 διπλοῖσι ποιμνίοις δύο ἀγέλαις.
1136 συνήμην, φησί, τούτῳ ἔαρ, θέρος, φθινόπωρον·
1137 ἀρκτοῦρον τὴν ἐῴαν ἐπιτολὴν ποιούμενον·
ποιεῖ δὲ ταύτην ἡλίου ὄντος παρθένῳ.
1141 συγκατατίθεται ὁ γέρων· ἔδει γὰρ ταῦτα πρῶτον ὁμολογῆσαι εἶτα ἐπάγει τὰ συνεκτικώτατα ἵνα μὴ ᾖ ἔξαρνος.
1144 ἱστορεῖς ἐρωτᾷς, ζητεῖς.
1146 αἰσθηθεὶς ὁ γέρων τοῦ παντὸς ἀρνήσασθαι
βούλεται οὐχ ὡς εἰδὼς καὶ ἀποκρυπτόμενος.
1155 ἀντὶ τοῦ; ἀντὶ τίνος;
τί προσχρῄζων μαθεῖν; λείπει ταῦτά με
διατίθης.
1156 τοῦτο πάλιν οὐχ ὡς εἰδὼς ὅτι αὐτὸς εἴη ὁ ἐκτεθειμένος ἀλλʼ ὅτι διὰ τὴν ἔκθεσιν ταῦτα πάσχει.
1158 εἰς τόδʼ εἰς τὸ ἀποθανεῖν μὴ λέγων τὸ
ἀληθές.
1160 ἐς τριβὰς εἰς βραδυτῆτα καὶ διατριβὰς καὶ
ἀναβολάς.
1166 εἰ δευτέραν ἀναμείνῃς ἐξέτασιν.
1174 ἀναλώσαιμι ἀπολέσαιμι.
1175 τεκοῦσα τλήμων; κατʼ ἐρώτησιν.
1176 τοὺς τεκόντας κατὰ σύλληψιν· οὐ γὰρ
φονεύει τὴν μητέρα.
1177 παρατηρητέον ὅτι τὸν γέροντα μετεπέμψατο
ἐπὶ τὸ
ἀνακρῖναι τὸν φόνον τοῦ Λαΐου καὶ προβληθέντος ἑτέρου τινὸς ἐπὶ τὸ
ἀναγκαιότερον τρέπεται.
1182 ἐξήκοι ἀποβαίη.
1183 εὖ πεπλαγίασται ὁ λόγος ὡς τὴν πήρωσιν αἰνιττομένου ἀλλʼ ἐπὶ τὸν θάνατον αὐτῷ ὁ λόγος· ἀπορήσας γὰρ ξίφους ἑαυτὸν ἐτύφλωσεν.
1186 καὶ ἐν Αἴαντι
1188 ἐναριθμῶ ἐξαριθμοῦμαι ἵνʼ ᾖ ῥῆμα πρώτου
προσώπου καὶ οὐ δοτικὴ ἀρσενικοῦ.
1191 ὅσον δόξαι εὐδαίμων εἶναι, κατὰ ἀλήθειαν δὲ τοῦτο ἀνθρώπῳ οὐκ ἔστιν·
1192 ἀποκλῖναι πεσεῖν ἢ ἀποβαλεῖν.
1193 τὸν σὸν βίον παράδειγμα ἔχων οὐδένα μακαρίζω καὶ εὐδαιμονίζω.
1196 τοξεύσας ἐπιτυχών, εὐτυχήσας.
1198 τὰν γαμψώνυχα παρθένον τὴν Σφίγγα.
1200 θανάτων: τῶν ὑπὸ τῆς Σφιγγὸς γινομένων·
πύργος δὲ ἀντὶ
τοῦ ἀσφάλεια καὶ ἀπαλέξησις γέγονεν.
1204 ἀκούειν εἰς τὸ ἀκούειν.
1206 συνοικῶν τῇ τοῦ βίου μεταβολῇ.
1208 ᾧ ὑποδοχὴ εἰς τὸ ἄμφω δέξασθαι, σὲ καὶ
1211 ἄλοκες ἀντὶ τοῦ αὔλακες, αἱ κοῖται, αἱ
σποραί, οἱ γάμοι.
πῶς, φησί, φωνὴν οὐκ ἔρρηξαν;
1218 περίαλλʼ περιάλλως.
1221 ἀνέπνευσα διὰ σὲ καὶ νῦν κατέμυσα τὸ ὄμμα ἐξ οὗ δηλοῖ καὶ ἐπήρθημεν
περισῳθέντες
1223 ἐξάγγελος ἔρχεται ἀπαγγέλλων ὅτι ἀγχόνῃ ἐτελεύτησεν ἡ Ἰοκάστη καὶ ὁ Οἰδίπους ἑαυτὸν ἐτύφλωσεν.
1225 ἀρεῖσθε λήψεσθε.
ἐγγενῶς γνησίως.
1231 ἑκουσίως γὰρ ἑαυτὸν καὶ ὁ Οἰδίπους ἐτύφλωσεν καὶ ἡ Ἰοκάστη ἀπήγξατο· μάλιστα, φησί, τῶν κακῶν λυπεῖ τὰ μὴ ἐκ τύχης συμβάντα ἀλλʼ ὥσπερ ἐπισπαστὰ καὶ αὐτάγρετα γινόμενα.
1241 τὸ ἑξῆς, ὅπως εἰσῆλθεν ἔσω ἐπιρρήξασα τὰς
πύλας τουτέστι κλείσασα· Ὅμηρος
1247 τὴν δὲ τίκτουσαν λίποι τοῖς οἷσιν αὑτοῦ κ. ἑ. τὴν δὲ γυναῖκα λίποι τοῖς ἑαυτοῦ τουτέστι τῷ υἱῷ γυναῖκα
παιδοποιόν.
1254 περιπολοῦντ᾿ περιερχόμενον ὥσπερ
ἐμμανῆ.
1262 ἀνέτρεψε τὰς θύρας καὶ κατέβαλεν ἐκ τῶν πυθμένων.
1264 ἐώρα λέγεται κρέμασις, ὕψωσις, μέταρσις.
1266 ἀρτάνην δεσμόν.
τὴν
ἀναρτητικήν· κυρίως δὲ ἀρτάνη λέγεται ἡ ἐκ τῶν καλῳδίων ἀγχόνη.
1273 τὸ συμβαῖνον πᾶσι τοῖς τυφλοῖς εἶπεν· οὐχ ὁρῶντες γὰρ πολλάκις
συμπίπτουσιν οἷς οὐκ ἂν ἠβούλοντο, οὐχ ὁρῶσι δὲ ὧν δέονται· ἐν σκότῳ οὖν
ἔσται
καὶ ἀγνωσίᾳ.
1275 ἐφυμνῶν ἀνοιμώζων.
1276 ἤρασσ᾿ ἀναπετάσας τοὺς ὀφθαλμοὺς
ἔπαιεν.
1286 ἐν τίνι σχολῇ οἷον ἐν ποίᾳ διατριβῇ.
1287 πιθανὴ ἡ αἰτία τοῦ ἐξιέναι αὐτὸν ἵνα, φησί,
δείξῃ τοῖς
πολίταις ὅτι ἀξίως ἑαυτὸν ἐτιμωρήσατο ἐπὶ ἀκουσίοις παθήμασι καὶ ὡς
μέλλων ἑκοντὶ ἐξιέναι τῆς πόλεως διὰ τὰς ἀρὰς ἃς ἔφθασεν
ἐπαρασάμενος.
1297 ἴσως οἱ κατὰ τὸν χορὸν ἰδόντες ἀπεστράφησαν μὴ δυνάμενοι θεάσασθαι τὸ πάθος.
1308 ποῦ εἰμι; ἐν ποίῳ χωρίῳ ἡ φθογγή μου φέρεται; τίνος ἀκούω; ποῦ ἐστιν ἡ φθογγὴ ἥτις σφόδρα μοι διαπέταται, ἦς φερομένης ἀκούω; ἢ οὕτως, ἀντὶ τοῦ ἀπέπτη μου καὶ ἡ φωνή.
1311 ἡ μεταφορὰ ἀπὸ τῶν ἀγωνιζομένων πένταθλον
καὶ
ἁλλομένων.
1313 ἀπότροπον ὃ ἄν τις ἀποτρέψαιτο.
1314 ἄφατον ἀφάτως ἐπεληλυθός.
1316 δυσούριστον ὅρον μὴ ἔχον ἀλλʼ ἀεὶ
παραμένον, δυσπεριόδευτον· ἀδάμαστον δὲ ἀνίατον, ὃ οὐδεὶς δαμάσαι
δυνήσεται ἢ σκληρὸν καὶ τραχὺ ἀπὸ
τοῦ ἀδάμαντος.
1317 οἷον ὁμοῦ με εἰσέδυ ἥ τε ἀπὸ τῆς πηρώσεως ἀλγηδὼν καὶ ἡ τῶν κακῶν ὑπόμνησις.
1318 εἰλήφει γὰρ αὐτὸν ὀδύνη ἐπεὶ νεωστὶ τοῖς κέντροις ἐπεπήρωτο.
1322 ἐμὸς ἐπίπολος γράφεται καὶ ἐμοῖς ἐπὶ
πόνοις. ἐπίπολος ἔτι μόνιμος περιπολῶν ἐμὲ καὶ
περιμένων ἔτι· νῦν δὲ τοὺς ἀπὸ τοῦ χοροῦ γνωρίζει ἴσως διὰ τὸ τεταράχθαι
ἐπὶ τῷ τοσούτῳ προσφάτῳ κακῷ.
1328 ἐπῆρε ἔπεισε· καὶ Εὐριπίδης
ὅστις μ᾿ ἐπάρας ἔργον ἀνοσιώτατον.
1347 δείλαιε τῆς συνέσεως ἕνεκεν καὶ τῆς συμφορᾶς
1349 ἀπόλοιτο, φησίν, ὅστις ἀπὸ τῆς ἀγρίας πέδης
τῆς
διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέσῳσέ με.
1350 ἐπὶ ποδίας ἐν τῇ δημοσίᾳ ὁδῷ τῇ ὑπὸ τῶν
νομέων πατουμένῃ.
1353 εἰς οὐδενὸς χάριν τὴν ἐμὴν σωτηρίαν ἐργοζόμενος
ἀντὶ
τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με.
1354 θανὼν ἀντὶ θανόντος· ἢ τὸ ἦν ἀντὶ τοῦ
ἤμην.
1362 ἐξ ὧν ἐτέχθην ἐξ αὐτῶν καὶ τέτοκα.
1364 εἴ τι κακοῦ κάκιον τοῦτʼ ἔλαχεν Οἰδίπους.
1369 τάδʼ τὰ τῆς τυφλώσεως.
1370 φησὶ πρὸ τοῦ θανάτου ταῦτα διαθεῖναι ὅπως ἂν τοῖς γονεῦσι καθʼ Ἅιδου
μὴ συντυγχάνῃ
ὁρῶν· εἶναι γὰρ αὐτῷ τοῦτο αἰσχρόν.
1374 ἀγχόνης ἐπικρατέστερα, ἅπερ οὐκ ἦν ἰᾶσθαι οὐδὲ ἐν θανάτῳ· διὰ τούτου οὖν ἀπολογεῖται ὅτι μεῖζον κακὸν διεπράξατο εἰς ἑαυτὸν ἢ εἴπερ ἦν τελευτήσας.
1375 ἀλλʼ ἡ τέκνων ἐν ἐρωτήσει.
1384 κηλῖδα ὄνειδος καὶ συμφοράν.
1396 κάλλος κακῶν ὡς εἰ ἔλεγεν τὸ κράτιστον τῶν
κακῶν.
ὕπουλον ὕποπτον.
1400 τοὐμὸν αἷμα τὸ τοῦ πατρός φησιν.
1401 ὅτι γράφε ὅταν.
1406 ἐμφύλιον συγγενικόν.
1409 γνώμη.
1413 ἴτʼ πορεύεσθε.
1416 ὧν ἐπαιτεῖς ὧν χρείαν ἔχεις εἰς
βοήθειαν.
1425 γένεθλα τὰ τέκνα.
1434 ὑπὲρ σοῦ καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ λέξω.
1442 ὁ μὲν τῷ προειρημένῳ χρησμῷ ἀξιοῖ ἀκολουθεῖν ὅτι δεῖ ῥίπτειν αὐτὸν
ἀπὸ τῆς χώρας ὁ δὲ
Κρέων ἐπανερέσθαι φησὶ δεῖν ὅτι καὶ
Λαΐου παῖς καὶ βασιλεὺς τυγχάνει.
ἡ χρεία ἡ κατέχουσα ἡμᾶς, φησί, ταῦτα
1445 ἵνα καὶ μετὰ γνώμης θεοῦ ἀπέλθῃς.
1453 κύριον ἴδιον· ἢ ὀφειλόμενον καὶ
κεκυρωμένον.
1454 ἵνα δόξω νῦν ἀναιρεῖσθαι ἐν τῷ Κιθαιρῶνι καθὼς τοῖς γονεῦσιν ἐδόκει καὶ νῦν τῷ βουλήματι αὐτῶν ἀπόλλυμαι.
1463 αἷν δυικόν ἐστι, τῶν κορῶν.
1465 μετειχέτην ἀντὶ ἐμοί.
1471 αἰσθάνεται τῶν θυγατέρων παρουσῶν.
1472 τοῖν μοι φίλοιν ἀντὶ τῶν ἐμῶν θυγατέρων·
δέον δὲ εἰπεῖν δακρυρροούσαιν ἀρσενικῶς ἐξήνεγκεν· ἔστι δὲ Ἀττικώτερον
ὡς τὸ μὰ τὼ θεὼ καὶ
τὼ χεῖρε.
1482 αἵτινες χεῖρες τὰ πρόσθεν λαμπρὰ ὄμματα τοῦ ὑμετέρου πατρὸς ὧδʼ ὁρᾶν προὐξένησαν.
1486 προὐξένησαν περιεποίησαν.
1488 πῶς ὑμῖν βιῶναι ἐκ τῶν ἀνθρώπων ἀνάγκη·
ἢ ἡ πρὸς ἀντὶ
τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν.
1493 παραρρίψει συζεύξει.
1498 κἀκ τῶν ἴσων ἐκ τῆς ἀρούρης τῆς αὐτῆς.
1500 ὀνειδιεῖσθε ὑβρισθήσεσθε.
1508 τηλικάσδʼ ἀντὶ τοῦ μικράς.
1513 οὗ καιρὸς καθʼ Ἅιδου.
1521 ἀφοῦ ἀφίστασο· τῇ προσῳδίᾳ δὲ ὡς
ἀφαιροῦ.
1523 ὅσα νενίκηκας οὐ συνήνεγκέ σοι· καὶ αὐτάρκως
1525 ᾔδει ἔγνω.
κράτιστος μέγιστος.
1529 μηδένʼ ὀλβίζειν πρὶν ἂν γράφε πάντα
προσδοκᾶν ἕως ἄν.
Σοφοκλέους. Οἰδίπους. τύραννος.
1 ὦ κοινὸν αὐτάδελφον: αὐτάδελφον εἶπεν ὅτιε
ἀδελφὸς κοινῶς
λέγεται ἐπὶ τῶν μὴ ἐξ ἀμφοτέρων τῶν γονέων ὄντων ἀδελφῶν ἐπήγαγεν τὸ
αὐτάδελφον ὅπερ παρίστησι τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γεγονότας·
τὸ δὲ κοινὸν ὁ Σοφοκλῆς συνεχῶς ἐπὶ τοῦ ἀδελφοῦ τίθησιν οἷον καὶ ἐν ταῖς
Ὑδροφόροις τέταχεν
περιφραστικῶς ἀδελφὴ Ἰσμήνη.
2 ἆῤ οἶσθ᾿ ὅ τι Ζεύς: τὸ ὅ τι ἀντὶ τοῦ ὅ, ὁ δὲ νοῦς ἆρά γέ ἐστι τῶν ἀπʼ
Οἰδίποδος κακῶν ὁποῖον
οὐχὶ ὁ Ζεὺς ἔτι ζώσαις ἡμῖν τελεῖ;
ὡς εἰ ἔλεγεν, ἆρα ἔχει τι ὁ Ζεὺς τούτων τῶν κακῶν μεῖζον ποιῆσαι εἰς
ἡμᾶς; εἶπεν δὲ διττῶς, πρῶτον μὲν ὅ τι ἔπειτα δὲ ποῖον ἀρκοῦντος
θατέρου.
4 οὔτʼ ἄτης ἄτερ: Δίδυμός φησιν ὅτι ἐν τούτοις
τοῦτο
τραγικοῖς.
7 καὶ νῦν τι τοῦτʼ αὖ φασιν: ἐγκλιτικῶς προενεκτέον τὸ τι· οὐ γάρ ἐστιν ἐν ἐρωτήσει ὁ λόγος ἀλλʼ ἐν ἀποφάσει ἀορίστως.
πανδήμῳ πόλει πάσῃ τῇ πόλει.
9 ἢ λανθάνει σε τὰ τῶν ἐχθρῶν μηχανήματα ἐπὶ τοὺς φίλους ἰόντα;
τὰ ἀπὸ τῶν ἐχθρῶν κακὰ εἰς ἡμᾶς στείχοντα;
10 πρὸς ἀντὶ ἐπί
11 φίλων λείπει ἡ περί, περὶ φίλων.
14 διπλῇ χερί: τῇ ὑπʼ ἀλλήλων· τοῦτο γὰρ δηλοῖ τὸ διπλῇ οἷον ὑπʼ ἀλλήλων ἀναιρεθέντων τῶν ἀδελφῶν.
15 ἐπεὶ δὲ φροῦδος: ἀντὶ ἀφʼ οὗ πεπλεύκασιν Ἕλληνες· Ὅμηρος
ἐπεὶ ἀντὶ ἀφʼ οὗ.
16 οἷον οὐκ οἶδα ἐν τίσιν εἰμὶ ἢ ἐν ἀγαθοῖς ἢ ἐν κακοῖς.
ὑπέρτερον ἀντὶ τοῦ πλέον.
17 ἀτωμένη ἄτῃ συνεχομένη.
18 ᾔδειν καλῶς: ἀντὶ τοῦ ᾔδεα καὶ· ᾔδειν σε καλῶς τὰ τοιαῦτα
μὴ πολυπραγμονοῦσαν.
19 τοῦδʼ οὕνεκ᾿ ἐξέπεμπον: ἀντὶ διὰ τοῦτό σε ἤγαγον ἐνταῦθα· τὸ δὲ
ἐξέπεμπον ἀντὶ τοῦ
μετεπεμπόμην.
20 καλχαίνουσα: ἀντὶ τοῦ πορφύρουσα καὶ τεταραγμένως φροντίζουσα· κάλχη
γάρ ἐστιν ὁ κόλχος τῆς πορφύρας ἥτις ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἀνιοῦσα
βάπτει τὴν καλλίστην πορφύραν παῤ ὃ καὶ Κάλχας
ὁ
μάντις.
φροντίζουσα.
ἐκ βάθους τι μεριμνῶσα ὡς τὸ βυσσοδομεύων.
21 οὐ γὰρ τάφου νῷν: ἀντὶ τοῦ ἡμῶν· ὁ δὲ λόγος κατʼ ἐρώτησιν οὕτω πρὸς τὸ
ἑξῆς, οὐ γὰρ τῶν
κασιγνήτων ἡμῶν τὸν μὲν ἐτίμησε τάφῳ ὁ
Κρέων τὸν δὲ οὔ;
23 δικαίᾳ κρίσει χρησάμενος.
26 Πολυνείκους νέκυν ἀντὶ τοῦ αὐτὸν τὸν
Πολυνείκην.
30 θησαυρὸν ἕρμαιον, εὕρημα.
πρὸς χάριν βορᾶς πρὸς τέρψιν τροφῆς.
31 τοιαῦτά φασι: τὸ ἑξῆς, τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοὶ
κεκηρυχέναι· τὸ δὲ λέγω γὰρ κἀμὲ διὰ μέσου μετὰ πάθους ἀνεφώνησεν, λέγω
γάρ, φησίν, ὅτι κἀμὲ προσπεριείληφε τῷ κηρύγματι· ἔτι
γὰρ καὶ ἐμαυτὴν ἐν τοῖς ζῶσι καταριθμῶ.
ἀγαθόν: ἐν εἰρωνείᾳ.
32 εἴπερ δεῖ κἀμὲ συγκαταριθμεῖσθαι ἐν τοῖς ζῶσιν. κηρύξαντʼ ἔχειν ἀντὶ τοῦ κεκηρυχέναι ὡς τὸ σιγήσας ἔχω
ἀντὶ τοῦ σιγῶ.
33 νεῖσθαι ἀντὶ τοῦ ἡγεῖσθαι.
35 οὐχ ὡς παῤ οὐδέν: οὐχ ὡς ἔτυχεν ἔχειν τὸ
πρᾶγμα ἀντὶ τοῦ
οὐκ εὐτελῶς καὶ ὡς πάρεργον ἀλλʼ ὡς μέγα· ἢ οὕτως, οὐχ ἐς οὐδὲν ἀλλὰ
μέγα.
38 ἐσθλῶν λείπει γονέων ἵν᾿ ᾖ ἐσθλῶν
γονέων.
39 τί δ᾿, ταλαῖφρον: τὸ ἑξῆς, τί δὲ ἄν σοι ἐγὼ προσθείμην πλέον ἀντὶ τοῦ
σοὶ γενοίμην χρήσιμος,
εἰ ταῦτα οὕτως ἔχοι, λύουσα τὸν
νόμον καὶ θάπτουσα τὸν ἀδελφόν; εἰ δὲ γράφεται ἢ ᾿φάπτουσα ἀντὶ τοῦ
λύουσα τὸν νόμον ἢ ἐπιβεβαιοῦσα αὐτόν.
εἰ τάδʼ ἐν τούτοις εἰ ταῦτα Κρέων
ἐκέλευσεν.
40 προσθείμην: ἀντὶ τοῦ ποιήσαιμι.
42 ἐκ τούτου ἤδη τὸ ἦθος ὅρα κινδύνευμα καλούσης τὸ ἔργον· τὸ δὲ ποῖ γνώμης ποτʼ εἶ ὡς ἀδυνάτοις ἐπιχειρούσης λέγει.
44 τὸν ἀπηγορευμένον καὶ κεκωλυμένον ὑπὸ τῆς πόλεως τολμᾷς θάπτειν σύ;
45 τὸν γοῦν ἐμὸν καὶ τὸν σόν: εἰ μὴ σὺ θέλεις θάπτειν ἐγὼ τοῦτο ποιήσω
μόνη· ἢ οὕτω, κἂν μὴ προσποιῇ αὐτὸν εἶναι σὸν ἀδελφὸν ἀλλʼ ἀλλοτριοῖς
σαυτὴν τῆς συγγενείας ἐγὼ θάψω τὸν ἐμὸν καὶ σὸν ἀδελφόν· Δίδυμος δέ
φησιν ὑπὸ τῶν ὑπομνηματιστῶν
τὸν ἑξῆς στίχον
νενοθεῦσθαι.
47 σχετλία, Κρέοντος: αἱ ἀντιλογίαι δῆλαί εἰσιν· ἡ μὲν γὰρ τῷ πράγματι ἡ δὲ τῇ οἰκειότητι ἀκολουθεῖ.
48 ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν: οὐ μέτεστιν αὐτῷ εἴργειν με ἀπὸ τῶν ἐμῶν· ἢ
οὕτως, οὐ μέτεστιν αὐτῷ
τὰ ἡμέτερα βουλεύματα εἴργειν.
49 πατὴρ ὡς νῷν ἀπεχθής: τὰς συμφορὰς σκόπησον τοῦ παντὸς γένους καὶ πῶς ὁ πατὴρ ἀκλεὴς ἀπώλετο, οὐ μόνον δὲ ἀκλεὴς ἀλλὰ καὶ ἀπεχθὴς διὰ τὸν γενόμενον λοιμόν.
51 πρὸς αὐτοφώρων ἀμπλακημάτων: αὐτὸς γὰρ ἑαυτὸν ἐφώρασεν καὶ ἔγνω συνὼν τῇ μητρί· ἢ ὧν αὐτὸς ἐπόπτης ἐγένετο ἢ τῶν φανερῶν καὶ πᾶσιν ἐγνωσμένων.
53 διπλοῦν ἔπος διπλοῦν ὄνομα ἔχουσα, μήτηρ
τε καὶ γυνή.
ἔπος πάθος.
54 ἀρτάναισι ἀγχόναις.
λωβᾶται ἀφανίζει, ἀπόλλυσιν.
58 μόνα μηδενὸς ἐπικούρου ὄντος ἡμῖν.
59 εἰ νόμου βίᾳ ψῆφον τυράννων: εἰ τὴν γενομένην ψῆφον τῶν τυράννων τῇ τοῦ νόμου ἀνάγκῃ παραβαίημεν. τουτέστιν εἰ τὴν ἐξουσίαν τὴν ἐκ τῶν νόμων τοῖς τυράννοις ἑπομένην παραβαίημεν.
60 κράτη τὰς βασιλείας.
61 ἀλλ᾿ ἐννοεῖν χρὴ τοῦτο μέν: πρῶτον μὲν ὅτι ἀσθενεῖς ἐσμὲν ἐκ φύσεως καθὸ γυναῖκες ἔπειτα καὶ ὑπὸ τῆς τύχης ἀσθενέστεραι καθὸ ἀσθενέστεραι.
παρὰ τὸ Εὐριπίδου
64 ἀλγίονα λυπηρότερα.
λείπει τὸ
τούτων χείρονα.
65 τοὺς ὑπὸ χθονός: ἢ τὸν Πολυνείκη ἢ τοὺς χθονίους δαίμονας· πιθανῶς δὲ καὶ τοῦ πρέποντος ἐφρόντισεν· φησὶ γὰρ ὅτι ἀπολογήσομαι τοῖς κατὰ χθονός.
66 ξύγγνοιαν ἴσχειν: συγγνώμην ἔχειν ὅτι βίᾳ πράσσω ταῦτα.
67 τοῖς ἐν τέλει τοῖς βασιλεῦσι.
τὸ | γὰρ περισσὰ πράσσειν: γνωμολογικῶς ἀπαλλάττεται· τὸ γὰρ παρὰ δύναμίν τι πράττειν ἠλίθιον.
69 οὔτ᾿ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι | πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως
δρῴης μέτα: τὸ τέλειον οὔτʼ ἂν κελεύσαιμι, τὸ δὲ ἑξῆς οὔτε εἰ θέλοις
πράττειν ἐμοῦ μέτα ἡδέως ἂν δρῴης· δαιμόνιον δὲ τὸ ἦθος· φησίν, οὔτε σε
ἀναγκάσω ἀλλʼ οὔτ᾿, εἰ θέλοις, ἡδέως
δέξομαί σου τὴν
ἐπικουρίαν.
71 γίγνωσκε ὁποῖα σὺ θέλεις, τὸ πείθεσθαι τοῖς τυράννοις· ἢ τοιαύτη γενοῦ ὁποία καὶ βούλει.
72 καλόν μοι τοῦτο ποιούσῃ: θαψάσῃ τὸν ἀδελφὸν ἀντὶ τοῦ καλός μοι ἔσται ὁ
ὑπὲρ ἀδελφοῦ θάνατος
τουτέστιν εὐκλεέστατος.
74 ὅσια πανουργήσασα: δίκαια μετὰ πανουργίας ἐργασαμένη ὡς αὐτὴ λέγεις
ἐπεὶ προεῖπεν
ἢ οὕτως, ὅσια πανουργήσασα ἀντὶ τοῦ εὐσεβῶς πάντα
ἐργασαμένη.
75 τοῖς κάτω τῶν ἐνθάδε: γενναῖον καὶ τοῦτο εἰς ὑποθήκας συντελοῦν τῆς
μετὰ ταῦτα ἀποδημίας ὅτι δεῖ εὖ τίθεσθαι μεμνημένον ἐκείνου τοῦ χρόνου
καὶ ὅτι δεῖ λόγον ὑποσχεῖν κάτω· ἐπεμβέβληται δὲ ταῦτα
τοῖς ποιήμασιν οὐκ ἀχρείως εἰς εὐσέβειαν προτρεπόμενα.
77 τὰ τῶν θεῶν ἔντιμ᾿ ἀτιμάσασ᾿: τὰ παρὰ θεοῖς τίμια ἀτίμαζε· τετίμηται
γὰρ παρὰ θεοῖς καὶ ὅσιον
νενόμισται τὸ θάπτειν νεκροὺς οἷς
μᾶλλον δεῖ πείθεσθαι ἢ τοῖς τοῦ Κρέοντος κηρύγμασιν.
80 σὺ μὲν τάδʼ ἂν προὔχοιο: σὺ μὲν ταῦτα προφασίζου· τὰς γὰρ προφάσεις
προχάνας ἐκάλοῦν ὡς καὶ Καλλίμαχος
81 τοῦτο ἤδη τῆς προθυμίας αὐξητικόν.
82 οἴμοι ταλαίνης: φιλόστοργον καὶ ταύτης τὸ
83 πότμον βίον.
86 οἴμοι, καταύδα: διὰ τούτου δηλοῖ ὅτι ἐφʼ οἷς ποιῶ ἀγάλλομαι· πᾶσιν οὖν
ἀπάγγελλε αὐτά· ἅμα δὲ
καὶ ἐφυβρίζει ἐν οἷς δοκεῖ αὐτῇ
προσχαρίζεσθαι.
88 ἐπὶ ἀδυνάτοις νεανιεύῃ καὶ ἐπὶ ἀηδέσι τέρπῃ τὴν ψυχήν.
89 οἷς μάλισθʼ ἁδεῖν με χρή: τῇ τῶν θεῶν ὁσίᾳ διὰ τὸ θάπτειν τὸν νεκρὸν καὶ μάλιστα ἀδελφόν.
90 εἰ καὶ δυνήσῃ γ᾿· ἀλλʼ ἀμηχάνων: εἰ καὶ δυνήσῃ ἀρέσκειν ἀλλʼ ἀμηχάνων ἐρᾷς.
91 οὐκοῦν ὅταν δὴ μὴ σθένω: ὅταν ἀδυνατήσω τότε παύσομαι, νῦν δὲ ἀναγκαῖον ἐπιχειρεῖν.
92 οὐδὲ ἐπιβάλλειν τοῖς ἀμηχάνοις καλόν ἐστιν.
94 προσκείσῃ δίκῃ: ἀντὶ τοῦ δικαίως ὡς καὶ ἡμεῖς ἔτι φαμὲν ἐν τῇ συνηθείᾳ
βίᾳ ἀντὶ βιαίως· ἢ ἡ πρὸς τοῦ δίκῃ ἐστὶν ἵνʼ ᾖ οὕτω, πρὸς τῷ τῇ δίκῃ
ἀπεχθέσθαι καὶ τῷ θανόντι δυσμενὴς ἔσῃ· καλῶς δὲ τὸ κείσῃ ἵνα τὴν μετὰ
θάνατον αὐτῇ προσγενησομένην
τιμωρίαν αἰνίξηται.
96 πείσομαι γὰρ οὐ | τοσοῦτον οὐδέν: οὐδὲν δεινόν, φησί, πείσομαι ὅπερ με τῆς εὐκλείας τοῦ καλοῦ θανάτου ἀποστερήσει ἀντὶ οὐδὲν τηλικοῦτον κακὸν πείσομαι ὥστε μὴ οὐ καλῶς ἀποθανεῖν.
99 ἄνους μὲν ἔρχῃ: ἀνοήτως μὲν καὶ φιλοκινδύνως πράττεις εὐνοῖκῶς δὲ τῷ θανόντι.
100 ἀκτὶς ἀελίου: σύνοδος τινῶν Θηβαίων γερόντων
καὶ οἱ ἄριστοι πάντες τῶν Ἀργείων ἀνῄρηνται εἰκότως
περιχαρεῖς εἰσι καὶ τῇ παρούσῃ ἡμέρᾳ εὐχαριστοῦσιν· ὁ δὲ λόγος, ὦ φίλη
ἡμέρα παρὰ τὰς πρόσθεν ἡμέρας φαιδρὰ ἡμῖν φανεῖσα.
ἀντὶ τοῦ ἀκτῖνος.
τὸ κάλλιστον ἑπταπύλῳ τὸ τὸ πρὸς τὸ φανέν, τὸ δὲ ἑξῆς τῆς ἀκτῖνος τοῦ ἡλίου φῶς τὸ φανὲν ἡμῖν κάλλιστον τῶν προτέρων ἡμερῶν· τοῦτο γὰρ προσληπτέον.
103 χρυσέας ἁμέρας: ἀκτὶς τῆς ἡμέρας ὀφθαλμός,
ὁ δὲ νοῦς
καλλίστη ἡμέρα, ἐφάνης ἐν Θήβαις βάντα τὸν Ἀργολικὸν στρατὸν τὸν
λεύκασπιν πανσαγίᾳ τουτέστι πάσῃ σάγῃ καὶ σκευῇ χρησάμενον ὀξυτέρῳ
κινήσασα χαλινῷ φυγάδα.
περιφραστικῶς ὦ ἡμέρα.
104 Δίρκη κρήνη καὶ ποταμὸς Θηβῶν.
106 λεύκασπιν καὶ Εὐριπίδης λεύκασπιν εἰσορῶμεν
Ἀργείων στρατόν.
107 πανσαγίᾳ σὺν πανοπλίᾳ· ἤτοι δὲ τὸν Ἄδραστόν
φησιν ἢ ἀφʼ ἑνὸς τὸ πλῆθος δηλοῖ.
108 πρόδρομον: ὑπὲρ τὸ δέον δραμόντα διὰ τὴν φυγήν.
ὀξυτέρῳ ὀξεῖ.
109 κινήσασα χαλινῷ: οἷον παρασκευάσασα τῶν χαλινῶν μετὰ σπουδῆς
ἐφάψασθαι διὰ τὴν ὀξυτέραν
φυγήν.
110 ὃν ἐφʼ ἡμετέρᾳ γᾷ: ὅντινα στρατὸν Ἀργείων ἐξ ἀμφιλόγων νεικέων ἀρθεὶς
ἤγαγεν ὁ Πολυνείκης οἷον ἀμφιλογίᾳ χρησάμενος πρὸς τὸν ἀδελφόν· διὰ
βραχέων δὲ εἶπεν αὐτὸ ὡς γνωρίμου οὔσης τῆς
ὑποθέσεως.
111 ἀρθεὶς νεικέων: ἐπαρθεὶς εἰς θυμὸν καὶ παροξυνθείς· ἀμφιλόγων δὲ ἢ τῶν ἀμφισβητησίμων ἢ τῶν ἀμφιβολίας ἐμποιούντων.
113 τὸ ἑξῆς αἰετὸς ὥς, ὡς ἀετός.
114 ὡς ἐκ χιόνος οὔσῃ πτέρυγι ἀντὶ τοῦ λευκοτάτῃ. λευκῆς χιόνος πτέρυγι:
τοῦτο ἀλληγορικῶς φησιν ὡς ἐπὶ ἀετοῦ, δηλοῖ δὲ ὅτι λεύκασπις ἦν ὁ τῶν
Ἀργείων στρατός· λείπει δὲ τὸ ὡς ἵνʼ ᾖ ὡς χιόνος, τὸ δὲ πτέρυγι
μεταφορικῶς ἐπὶ τῶν ὅπλων ἔλαβεν.
στεγανὸς ἐστεγασμένος λευκοῖς ὅπλοις.
117 στὰς δʼ ὑπὲρ μελάθρων: ἐς ἀετὸς ὁ Πολυνείκης κυκλώσας τὰς Θήβας ταῖς τῶν φόνων ἐρώσαις λόγχαις ἀμφιχανὼν ἔβα· ἐνέμεινε δὲ τῇ μεταφορᾷ.
120 ἔβα: ἀντὶ τοῦ ἡττήθη.
121 αἱμάτων γένυσιν παρήλλαξε τὸ ὄνομα τὰ χείλη
τοῦ ἀετοῦ γένυς εἰπών.
123 πευκάενθʼ Ἥφαιστον ἑλεῖν: τὸν ἐκ τῆς πεύκης ἐγειρόμενον ἢ τὸν πικρὸν τοῖς τοῦτο πάσχουσι.
126 δυσχείρωμα δράκοντι: ἀπὸ τοῦ δράκοντος τοὺς Θηβαίους δηλοῖ ἐπεὶ
δρακοντογενεῖς εἰσιν· ὁ δὲ λόγος, τοιοῦτος πάταγος Ἄρεως περὶ τὰ νῶτα
τοῦ ἀετοῦ ἐτάθη (τουτέστι δραπετεύειν καὶ νῶτα αὐτὸν
διδόναι
πεποίηκεν) ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα,
δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς
φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου
δράκοντος ὡς
ὄντα.
ἐγεγόνει ὁ δράκων ἐξ Ἄρεως καὶ Τιλφώσσης Ἐρινύος.
127 Ζεὺς γὰρ μεγάλης γλώσσης: τοῦτο κοινὸν ὡς πάντων τῶν Ἑλλήνων
μεγαλαυχούντων ἢ ἰδίᾳ κατὰ
Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν
μόνον τείνει.
128 καί σφας εἰσιδών: καὶ τὴν τοῦ χρυσοῦ φαντασίαν ὑπερβεβηκότας τῇ ἰδίᾳ
ὑπεροψίᾳ· ὑπερήφανον γάρ τι ὁ χρυσός· οἱ δέ φασι λείπειν τὴν μετὰ ἵνʼ ᾖ
οὕτως, καὶ ἰδὼν αὐτοὺς προσνισσομένους μετὰ χρυσοῦ
καὶ
καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ
130 ὑπεροπτίας ὑπερόπτας.
131 παλτῷ ῥιπτεῖ πυρί: τῷ κεραυνῷ τῷ ἄνωθεν παλθέντι· τὸ δὲ βαλβίδων
μεταφορικῶς ἀπὸ τῶν
δρομέων.
τῶν κρηπίδων τοῦ τείχους.
133 ἀλαλάξαι: παιωνίσαι· ἀλάλαγμα δέ ἐστιν ἐπινίκιος ᾠδή.
134 ἀντίτυπα δʼ ἐπὶ γᾷ πέσε. εἰς ἀντίτυπον δέ,
φησί, πτῶμα
ἔπεσεν διατιναχθεὶς ἄνωθεν κάτω οὐχὶ πλάγιος· τὸ δὲ ἀντίτυπος οὐκ ἀπὸ
τοῦ τύπου ἀλλ᾿ ἀπὸ τοῦ τύψαι συντέθειται· αὐτὸς μὲν γὰρ τὴν ἄνω φορὰν
ἐδίωκεν ὁ δὲ κεραυνὸς τὴν κάτω· ὅτι δὲ τανταλωθεὶς σημαίνει τὸ
διασεισθεὶς μαρτυρεῖ καὶ Ἀνακρέων
τανταλωθεὶς διασεισθείς.
135 πυρφόρος: πῦρ φέρων ἐν αὐτῷ. πυρφόρος ὁ πῦρ τοῖς τείχεσι προσάγων ἢ πεπυρακτωμένος ὑπὸ τοῦ κεραυνοῦ.
μαινομένᾳ ξὺν ὁρμᾷ: ὡς ἐπὶ Τυφῶνος καὶ καταιγιδώδους πνεύματος, ἐπέπνει τὴν πόλιν ῥιπαῖς ἀνέμων.
136 βακχεύων ἐνθουσιῶν καὶ μέγα φυσῶν καὶ πνέων
ὀργὴν ὡς τὸ Μενάνδρου
138 εἶχε δʼ ἄλλᾳ: τὸ εἶχεν οὐκέτι ἐπὶ τοῦ Καπανέως ἀλλʼ ἐπὶ τοῦ Ἄρεώς
ἐστιν, ὅτι
ἀλλὰ πανταχοῦ ὁμοίως ἐξεφλέγετο ὁ
πόλεμος.
139 στυφελίζων ταράσσων.
140 δεξιόσειρος. κατὰ τὸ δεξιὸν φερόμενος κέρας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν
ἵππων τῶν ἐν τοῖς ἅρμασι παρασείρων· ὅ ἐστι δεξιὸς Ἄρης ἡμῖν γενόμενος
ὁ καὶ ἀγαθὸς ἡμῖν φανείς· ἐὰν δὲ ᾖ
δεξιόχειρος ἀντὶ τοῦ γενναῖος καὶ περιδέξιος.
κεραυνὸς
ὁ γενναῖος· οἱ γὰρ ἰσχυροὶ ἵπποι εἰς τὴν δεξιὰν σειρὰν ζεύγνυνται τοῦ ἅρματος.
143 πάγχαλκα τέλη ὅ ἐστι τὰ ὅπλα ἀπέβαλον.
ὅπλα.
144 πλὴν τοῖν στυγεροῖν: στυγερῶν φησι τῶν ἀτυχῶν· οἱ τοιοῦτοι γὰρ ἀεὶ στυγνοὶ καθεστήκασιν· οὗτοι δέ, φησίν, ἀλληλοκτονηθέντες οὐ διέκριναν τὴν νίκην ὥστε τοῦ ἡττηθέντος ἀνατεθῆναι τὰ ὅπλα.
145 καθʼ αὐτοῖν: ἀντὶ τοῦ κατʼ ἀλλήλων.
146 δικρατεῖς λόγχας. ἀμφοτέρωθεν ἠκονημένας· ἢ δικρατεῖς φησιν ὅτι
ἀλλήλους ἀπέκτειναν καὶ ἡ ἑκατέρου
148 ἁ μεγαλώνυμος ἡ μεγάλην περιποιοῦσα
δόξαν.
149 ἀντιχαρεῖσα Θήβᾳ: ἀντὶ τοῦ ἴσον αὐτῇ χαρεῖσα ὡς ἀντίθεος· θέλει δὲ
εἰπεῖν ὅτι ὅσον ἐφίλει
τὴν νίκην καὶ ἡ νίκη αὐτὴν
ἀντεφίλησεν· πρὸς χαίρουσαν γὰρ αὐτὴν καὶ αὐτὴ χαρεῖσα ἦλθεν· ἢ ἀντὶ τῶν
κακῶν χαρεῖσα.
150 πάνυ πιθανῶς τὰ τῆς εὐχῆς· ἐπιμνησθέντες γὰρ δυσχερῶν πάλιν ἐπὶ τὰ κατʼ ἀρχὰς εὔφημα τρέπονται.
154 ὁ Θήβας δʼ ἐλελίζων Βακχεῖος: ὁ κινησίχθων· ἐλελίχθονα δὲ τὸν
Διόνυσόν φησι διὰ τὰς ἐν ταῖς βακχείαις κινήσεις· ἢ τὸν τὴν γῆν σείοντα
καὶ ἀναβακχεύοντα ταῖς χορείαις· ὁ δὲ νοῦς, ὁ Θήβας Βακχεῖος,
ὁ Θηβαγενὴς Διόνυσος, ὁ τῆς Θήβης πολίτης, ὁ ἐλελίχθων ἄρχοι τῆς
χορείας.
ἐξάρχοι δὲ ὁ Διόνυσος, ὁ τὰς Θήβας ἐλελίζων καὶ κινῶν ταῖς βακχείαις.
γράφε ἐλελίχθων.
155 ἀλλʼ ὅδε γὰρ δὴ βασιλεύς: ἄριστα καὶ μεγαλοφρόνως διεσκεύασται αὐτῷ ὁ
χορός· ἕτερος γὰρ ἂν ταῦτα πρῶτον εἰσήγαγεν, ὅτι ἡμεῖς συνήχθημεν ὑπὸ
Κρέοντος· χάριεν δὲ τὸ πρῶτον μὲν εὐχὴν αὐτοὺς ποιήσασθαι ἑξῆς δὲ
δηλῶσαι ὑπὸ τίνος συνηθροίσθησαν·
παρατήρει δὲ ὅτι πάντῃ
ἐπιμελῶς διαγίνεται δηλῶν ἡμῖν τὰ πράγματα ὁ ποιητὴς ὥστε ἐσπάρθαι μὲν
αὐτὰ καὶ παρακεῖσθαι ἑτέροις προσώποις πάντα
156 νεοχμός. νέος, νεωστὶ κατασταθεὶς εἰς τὴν
ἀρχὴν καὶ
τυραννίδα· τὸ δὲ ἑξῆς, ἀλλʼ ἰδοὺ γὰρ Κρέων ὁ νεωστὶ καινὸς βασιλεὺς τῆς
χώρας γενόμενος τῇ προσφάτῳ παρὰ θεῶν αὐτῷ δεδομένῃ ἐπιτυχίᾳ τοῦτο
κατορθώσας.
157 συντυχίαις συναντήσεσιν.
158 ἐρέσσων ἐν ἑαυτῷ κινῶν καὶ μεριμνῶν· ἐκ
μεταφορᾶς τῶν ἐρεσσόντων.
159 σύγκλητον: σύγκλητον λέσχην τὴν συγκληθεῖσαν ἐξαίφνης ὁμιλίαν ἐπειδήπερ μεταπεμψάμενος τοὺς ἐντίμους εἰς ἐκκλησίαν συνήγαγεν.
161 προὔθετο λέσχην ἀντὶ ὁμιλίαν
συνεκρότησεν.
162 πέμψας μεταστειλάμενος.
163 πολλῷ σάλῳ τροπικῶς ὡς ἐπὶ νεώς.
164 ὑμᾶς δʼ ἐγὼ πομποῖσιν: διὰ τῶν πομπῶν ὑμᾶς μετεκαλεσάμην χωρὶς
ἀπάντων, ἐξαιρέτως πρὸς
ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος
ἐστὶ μὲν καὶ σημαντικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει
γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν
εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς
εἰδὼς ὅτι
ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοῖκῶς εἴχετε,
ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· δηλοῖ δὲ διὰ τούτων καὶ
τὴν ἡλικίαν τῶν κατὰ τὸν
165 τοῦτο μέν: πρῶτον μέν.
167 τοῦτο: δεύτερον δέ.
174 κατʼ ἀγχιστεῖα: οὐδετέρως κατʼ οἰκειότητα,
κατὰ
συγγένειαν.
175 γνώμη.
οἱ μὲν Χίλωνι ἀνατιθέασι τὴν γνώμην οἱ δὲ Bίαντι ὅτι ἀρχὴ ἄνδρα δείκνυσι.
179 δέον γὰρ καὶ ἀρίστων βουλευμάτων ἅπτεσθαι
καὶ
παρρησιάζεσθαι ἐν αὐτοῖς μὴ ἀποδειλιῶντα.
181 καὶ πρὶν ἄρξω καὶ νῦν ὅτε ἐπὶ τὴν ἀρχὴν ἐλήλυθα.
187 οὐκ ἂν κτησαίμην φίλον τῆς ἐμῆς πόλεως δυσμενῆ· τοῦτο δὲ εἰς
Πολυνείκην συντείνει.
χθονὸς πόλεως.
189 ἥδ᾿ ἡ πόλις δηλονότι.
190 πλέοντες πορευόμενοι.
ἀπὸ τῶν νεῶν ἡ μεταφορά.
192 ἀδελφά: ἴσα, ὅμοια· μέλλων δὲ περὶ ἀπεχθοῦς
κηρύγματος
λέγειν μακροτέρῳ χρῆται τῷ λόγῳ· καὶ πρῶτον μὲν ἐγκωμιάζει τὸν Ἐτεοκλέα
ὕστερον δὲ ἐλέγχει τὸν Πολυνείκη καὶ δείκνυσιν αὐτὸν μίσους ἄξιον καὶ
τῆς τοιαύτης τιμωρίας.
195 δορὶ χε (ρί).
200 φυγὰς κατελθὼν ἀπο φυγῆς κατελθών.
202 κοινοῦ: ἀντὶ τοῦ ἐμφυλίου· ἢ τοῦ ἀδελφικοῦ αἵματος· παροξυντικὰ δὲ λίαν ταῦτα τῶν ἀκουόντων.
206 ἐδεστόν: βρωτόν.
210 ἔκ γ᾿ ἐμοῦ γράφε ἐξ ἐμοῦ.
212 λείπει τὸ μὴ θάπτειν ἢ θάπτειν.
213 ἀντὶ τοῦ ἔξεστί σοι ὅπως θέλεις νομοθετεῖν.
215 σκοποί: φύλακες· ἀντὶ τοῦ μελέτω ὑμῖν ἡ φυλακὴ τῶν εἰρημένων.
216 τοῦτο: τὸ φορτίον· τὸ δὲ πρόθες ἀντὶ τοῦ πρόσθες· χρῶνται γὰρ τῇ πρὸ ἀντὶ τῆς πρός.
219 λείπει ἡ διά, διὰ τὸ μὴ ἐπιτρέπειν μηδὲ συγχωρεῖν
τοῖς
ἀπειθοῦσιν· ἔλεγον δὲ καὶ τὴν πειθὼ πίστιν.
221 ὁ μισθός γ᾿ οὗτος ὁ θάνατος δηλονότι.
222 ἄνδρας τὸ κέρδος: ἕνεκα κέρδους ἔνιοι καὶ τοῦ θανάτου
καταπεφρονήκασιν· οἷον ὑπʼ ἐλπίδων τοῦ διαφυγεῖν καὶ τοῖς ἐπικινδύνοις
ἔργοις ἐπιχειροῦσιν·
οὐ γὰρ προσεδόκα τινὰ τῶν οἰκείων
τοῦτο ποιήσειν· θήλειαι γὰρ ἦσαν.
223 ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο: οὐ τοῦτο λέγω, ὅτι μετὰ σπουδῆς
ἀσθμαίνων πρὸς σὲ πεπόρευμαι· πολλάκις γὰρ ἐπιστὰς ἐλογισάμην πότερον
ἔλθω
πρὸς σὲ ἢ μή.
225 ἐπιστάσεις ἐνστάσεις.
226 ἀναστροφὴν ὑποστροφήν.
228 ταῦτα ἡ ψυχή μου παρῄνει.
οἷ ἀντὶ τοῦ οὗπερ.
230 οὐκ ἀλγυνῇ; οὐ τιμωρηθήσῃ;
231 βραδὺς γράφε ταχύς, καίτοι ταχὺς ὢν βραδέως
ἤνυον τὴν ὁδόν.
234 σοί, κεἰ τὸ μηδὲν ἐξερῶ: καὶ εἰ μηδέν σοι τερπνὸν λέξω· ἢ οὕτω, καὶ
εἰ τὸ μηδέν σοι μέλλω
λέγειν· καὶ γὰρ ἐκ τοῦ εἰπεῖν καὶ
σιγῆσαι οὐδὲν ἄλλο λείπεται ἢ θανάτῳ με κολασθῆναι· ἀκόλουθον δὲ καὶ
235 τῆς ἐλπίδος γὰρ ἔρχομαι: ὑπὸ γὰρ τῆς ἐλπίδος νενικημένος ἐλήλυθα· ἢ
οὕτως, ἀντειλημμένος τῆς ἐλπίδος
ἐλήλυθα.
241 κἀποφάργνυσαι κύκλῳ κύκλῳ σαυτὸν ἀσφαλίζῃ ἢ
αὐτὴν τὴν πρᾶξιν.
244 οὔκουν ἐρεῖς ποτʼ εἶτʼ ἀπαλλαχθείς: τοῦ ἀγγέλου περιπλέκοντος τὸν
λόγον καὶ εὐλαβουμένου
σημῆναι τὸ πραχθὲν ἐπιθυμῶν ὁ Κρέων
ἀκοῦσαι εὔελπιν αὐτὸν ποιεῖ ἐς ὅτι οὐδὲν πείσεται· οὐ γὰρ ἀπειλεῖ
κελεύων εἰπεῖν ἀλλά φησιν ὅτι δηλώσας τὸ πρᾶγμα ἄπιθι ἀθῷος· δίδωσιν οὖν
καὶ ἀνδράσι βασιλικοῖς τὸ ψεύσασθαι διὰ τὸ χρήσιμον.
246 διψίαν ξηράν.
247 κόνιν παλύνας: βαλὼν ἢ λεπτύνας τὴν λεγομένην χυτὴν γῆν.
249 γενῇδος πελέκεως, ἀξίνης.
250 στύφλος σκληρά.
251 ἀρρώξ: μὴ ἐσχισμένη.
ἐπημαξευμένη ἐσκαμμένη.
252 ἀλλʼ ἄσημος οὑργάτης τις ἦν: ὁ τοῦτο ἐργασάμενος ἄγνωστος ἦν· ἐκπλῆξαι δὲ αὐτὸν βούλεται ὡς ὅτι ἔκ τινος τῶν κρειττόνων γέγονεν.
255 ἠφάνιστο ἀφανὴς ἦν.
τυμβήρης μὲν οὒ λεπτὴ δʼ ἄγος: οὐ κατὰ βάθος τεθαμμένος ἀλλʼ ὡς ἔχει
ἐπιβεβλημένη ἦν ἡ ἄμμος· οὖν
καὶ ἐπάνω τοῦ Πολυνείκους· καὶ τοῦτο δὲ ἡ Ἀντιγόνη καθαρσίων
ἕνεκα πεποίηται· λόγος δὲ ὅτι Βουζύγης Ἀθήνησι κατηράσατο τοῖς
περιορῶσιν ἄταφον σῶμα.
260 φύλαξ ἐλέγχων φύλακα: ἐπεὶ ἐκ διαδοχῆς αἱ φυλακαὶ γίνονται ἠποροῦμεν
εἰς τὴν τίνος φυλακὴν
ἐγεγόνει.
262 εἷς γάρ τις ἦν ἕκαστος: ἕκαστος μὲν γὰρ τὸν πλησίον ἐδόκει πεπραχέναι ἀκριβῶς δὲ αὐτὸν κατελέγχειν οὐκ ἡδύνατο.
264 ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους: σίδηρον πεπυρακτωμένον·
εἰώθασι γὰρ οἱ ὀμνύοντες ταῦτα ποιεῖν· μύδρους γὰρ αἴροντες ἐπαρῶνται
μένειν τὰ ὅρκια ἕως αὐτοὶ φανῶσι καὶ ῥίπτουσιν αὐτοὺς εἰς θάλασσαν ὅπως
οὖν αἰώνια τὰ ὅρκια ὑπάρχῃ ὡς καὶ Καλλίμαχος
καὶ τὸ πῦρ δὲ διαπορευόμενοι ὤμνυον. ἄλλως: ἕτοιμοι ἦμεν
πάσας βασάνους ὑπομένειν πρὸς ἔλεγχον· εἰώθασι δὲ οἱ ὀμνύοντες καὶ
πίστεις διδόντες μύδρους βαστάζειν καὶ πῦρ ὑπερβαίνειν· τοὺς γὰρ μὴ
ἐνόχους τῷ ἁμαρτήματι ᾤοντο καὶ ἐν τούτοις μὴ ἀλγεῖν.
μύδρος. πεπυρακτωμένος σίδηρος· τοῦτο μέχρι τῆς σήμερον οἱ Ῥωμαῖοι ποιοῦσιν Ἑλληνικῶς πλανώμενοι καὶ ἐν ἄλλοις πλείστοις.
ἔχειν αἴρειν.
266 τῳ τινί.
268 τὸ ἑξῆς, ὅτε δὲ ἐρευνῶσιν ἡμῖν οὐδὲν πλέον τέλος ἐφαίνετο.
275 πάλος καθαιρεῖ; ἀντὶ καταλαμβάνει ὥστε
ἀπαγγεῖλαί σοι·
ἐπειδὴ εἰς τὰ ἀγαθὰ κλήρους βάλλουσιν ἐν ἤθει τοῦτό φησι· καὶ εὔκληροι
γάρ τινες λέγονται.
279 ἡ ξύννοια βουλεύει ἡ σύννοιά μοι βούλεται
καὶ οἴεται μὴ καὶ θεήλατόν ἐστι τὸ πρᾶγμα.
280 μεστῶσαι πληρῶσαι.
281 ἐναντίον γὰρ ἡ ἄνοια τῷ γήρᾳ.
285 ἀμφικίονας τοὺς ἀμφοτέρωθεν ὑπὸ κιόνων
βασταζομένους ναούς.
290 ἐρρόθουν ὕβριζον.
ἠρέμα
ψιθυρίζοντες ὕβριζόν με.
291 κρυφῇ κάρα: οἷον μὴ πειθόμενοι τοῖς ἐμοῖς κηρύγμασι μόνον συνῄνουν μοι, οὐχ οὕτως διακείμενοι.
292 λόφον δικαίως εἶχον ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν μὴ βουλομένων
ὑπὸ τὸν ζυγὸν εἶναι·
ταῦτα, φησίν, ὑπʼ ἐκείνων πράττεται
τῶν μὴ βουλομλένων λάθρᾳ σαλεῦσαι τὴν ἡμετέραν
ἀρχήν.
293 ἐκ τῶνδε τούτους ἐξεπίσταμαι: ἀπὸ τούτων, φησί, τῶν δυσαρεστούντων μου τοῖς κηρύγμασιν οἱ φύλακες μισθὸν λαβόντες ἔθαψαν τὸν νεκρόν.
294 παρηγμένους ἠπατημένους.
295 γνώμη.
σημείωσαι περὶ φιλαργυρίας.
302 μισθαρνοῦντες μισθὸν λαβόντες.
303 ἀντὶ ἐτιμωρήθησαν.
ἀντὶ τοῦ φανεροὶ ἔσονται καὶ τιμωρηθήσονται.
304 ὅ ἐστιν εἰ τιμῶ καὶ σέβω τὸν Δία καὶ μὴ ἐπιορκῶ αὐτόν.
308 οὐχ ὑμῖν Ἅιδης μοῦνος ἀρκέσει: οὐκ εὐθὺς ὑμᾶς τῷ Ἅιδῃ παραδώσω ἀλλὰ
τιμωρίαις κρεμασταῖς παραδοὺς βαρύτερον τὸ ζῆν τοῦ θανεῖν ὑμῖν
ἀπεργάσομαι· παρὰ τὸ Ὁμηρικὸν
309 τήνδε δηλώσηθʹ ὕβριν: ὁμολογήσητε ταύτην τὴν καταφρόνησιν.
310 ἵνʼ εἰδότες τὸ κέρδος; ἵνα μαθόντες ὅθεν δεῖ κερδαίνειν τὸ λοιπὸν ἐκεῖνα ἁρπάζητε.
315 ἐπιτρέψεις καὶ ἐμοὶ εἰπεῖν ἢ ἀπέλθω;
316 οἶσθα εἶ
317 δάκνει σε τὸ πραχθέν.
318 ῥυθμίζεις σχηματίζεις, διατυποῖς.
319 ὁ δρῶν σ᾿ ἀνιᾷ: συνετῶς ὑπὲρ τῶν ἀγγελθέντων ἀπελογήσατο ὡς οὐκ ὢν αἴτιος.
320 λάλημα δῆλον: λάλημα τὸ περίτριμμα τῆς ἀγορᾶς οἷον πανοῦργος.
321 ἀντὶ τοῦ οὐδέποτε ἐφλυάρησα.
323 ἦ δεινὸν δοκεῖ γε: δεινὸν τοῦτό ἐστιν, τὸ
324 κόμψευε νῦν τὴν δόξαν: σεμνολόγει τὴν δόκησιν, περιλάλει· κομψοὺς γὰρ ἔλεγον οὓς νῦν ἡμεῖς περπέρους καὶ πολυλάλους φαμέν.
τὸ ἑξῆς, εἰ δὲ μὴ φανεῖτέ μοι τοὺς ταῦτα δρῶντας.
326 τὰ δεινὰ κέρδη: γράφε τὰ δειλὰ ἀντὶ τοῦ κακὰ ἀπὸ τοῦ τοὺς δειλοὺς εἶναι ἀχρείους.
328 τοῦτο γὰρ τύχη κρινεῖ: ἀπιὼν ὁ θεράπων καθʼ ἑαυτὸν ταῦτά φησιν· οὐ
γὰρ δυνατὸν ἐπὶ τοῦ
Κρέοντος ταῦτα λέγεσθαι ἐς καὶ ἐν τοῖς
κωμικοῖς.
332 πολλὰ τὰ δεινά: ἐν σχήματι εἶπεν ἀντὶ τοῦ πολλῶν ὄντων τῶν δεινῶν οὐδέν ἐστιν ἀνθρώπου δεινότερον.
334 τοῦτο τὸ γένος τῶν ἀνθρώπων.
336 χωρεῖ, περιβρυχίοισι. τοῖς ἠχώδεσιν ἢ τοῖς καλύπτουσι τὴν ναῦν· τοῖς
γὰρ ἐν τοιαύτῃ ὥρᾳ τοῦ ἔτους πλέουσι μόνον οὐχὶ
Ὅμηρος
ἠχώδεσιν.
338 θεῶν τε τὰν ὑπερτάταν: τοῦτο ὡς ἐν πανουργίᾳ
οὐ δεῖ
ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ
339 ἀποτρύεται: γεωπονεῖ ἢ ἀποσχίζει τὴν γῆν καθότι ἐν τῷ ἀροτριᾶν σχίζει καὶ δαμάζει τὴν γῆν.
ἀποτρύετʼ | ἀπλομένων γράφε ἀποτρύεται
ἰλλομένων καὶ περικυκλούντων τῶν ἀρότρων ἔτος ἐξ ἔτους.
341 ἱππείῳ γένει πολεύων: ταῖς ἡμιόνοις·
τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν.
343 ἀμφιβαλὼν ἄγει περιβαλὼν τοῖς δικτύοις
ἀγρεύει.
346 πόντου τʼ εἰναλίαν φύσιν τοὺς ἰχθύας.
347 σπείραισι δικτυοκλώστοις τοῖς σχοινίοις
τοῖς
εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ
κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει.
348 περιφραδὴς πάντα εἰδώς.
349 κρατεῖ δὲ μηχαναῖς. καθολικὸν τοῦτό φησιν, ὅτι ἐν ζῴοις ὁ ἄνθρωπός
ἐστι πολυμήχανος καὶ ἔντεχνος·
καὶ Θεόκριτος
ἀλλὰ καὶ τιθασεῦσαι.
351 ἀμφίλοφον ζυγόν: ἀντὶ περιβαλὼν αὐτῷ ζυγὸν
λείπει ἡ ὑπό.
352 οὔρειόν τʼ ἀκμῆτα ταῦρον ἀπὸ κοινοῦ τὸ
ὑπὸ ζυγὸν ἄξεται.
354 φθέγμα τὴν ἀνθρωπίνην διάλεξιν.
355 ἀνεμόεν φρόνημα τὴν περὶ τῶν μετεώρων
φιλοσοφίαν.
ἀστυνόμους ὀργάς: τὴν τῶν νόμων ἐμπειρίαν διʼ
ὧν τὰ ἄστεα
νέμονται ὅ ἐστι διοικοῦνται.
356 δυσαύλων δυσχερῆ τὸν ἐπαυλισμὸν
ποιούντων.
357 αἴθρια ψυχρά.
εὐαίσθητός ἐστι καὶ οἰκοδομημάτων.
359 παντοπόρος. εἰς πάντα μηχανὰς ἐξευρίσκων
καὶ ἐπʼ οὐδὲν
ἄπορος τῶν μελλόντων θανάτου μόνον οὐχ εὗρεν ἴαμα.
363 νόσων δʼ ἀμηχάνων. ὡς ἰατρικήν, δίαιταν, γυμναστικὴν καὶ τὰ ὅμοια· ταῦτα δὲ οὐκ ἂν ἕτερον ζῷον μηχανήσαιτο.
364 ξυμπέφρασται ἐπινενόηκεν καὶ γινώσκει.
365 σοφόν τι τὸ μηχανόεν; τὸ μηχανόεν τῆς τέχνης σοφὸν ἔχων ὅ ἐστι τὸ
μηχανικὸν τῆς ἐπιτεχνήσεως σοφὸν ἔχων ὡς οὐκ ἄν τις προσδοκήσειεν οὐ
μίαν ὁδὸν βαδίζει τὴν ἐπὶ τὰ ἀμείνω ἀλλὰ ποτὲ μὲν ἐπὶ
τὰ
ἀγαθὰ φέρεται ποτὲ δὲ ἐπὶ τὰ χείρω.
τὸ μηχανόεν σοφόν τι καὶ παρὰ προσδοκίαν ἔχων, ὡς οὐκ ἄν τις προσδοκήσειεν.
368 νόμους παρείρων χθονός: ὁ πληρῶν τοὺς νόμους καὶ τὴν δικαιοσύνην
ὑψίπολις γίνεται ὅ ἐστιν
ἐν τῇ πόλει ὑψηλός.
370 ἄπολις ὅτῳ τὸ μὴ καλόν: ἄπολις δὲ ἐκεῖνος καὶ ταπεινὸς
372 ξύνεστι ἀντὶ τοῦ σύνεστιν.
375 ὃς τάδʼ ἔρδει ὃς τοιοῦτον ἐπιτετήδευκε
βίον.
376 ἐς δαιμόνιον τέρας ἀμφινοῶ: ὁρῶντες ἑλκομένην τὴν Ἀντιγόνην ἐκπλήττονται ὅτι γυνὴ ἦν ἡ ὑπερβᾶσα τὸ κήρυγμα.
περισσὴ ἡ ἀμφί.
381 ἀπιστοῦσαν μὴ πειθαρχοῦσαν.
384 ἄγγελος φύλαξ.
387 ἐξέβην προὔβην.
388 ἄναξ, βροτοῖσιν: ἀπώμοτον ἀντὶ ἀπηγορευμένον καὶ ἀπροσδόκητον· ἀντὶ
τοῦ οὐκ ὀφείλει τις
ἀπομόσασθαι περί τινος ὅτι οὐκ ἂν αὐτὸ
πράξειεν· ἡ γὰρ πρώτη δόκησις ἐκκρούεται ὑπὸ τῆς ἐπιγινομένης δόξης
δευτέρας· τοῦτο δέ φησιν ὅτι τοῦ Κρέοντος ἀπειλήσαντος τότε ὤμοσεν
μηκέτι ἐμφανὴς ἔσεσθαι, νῦν δὲ εὑρὼν τὴν Ἀντιγόνην πάλιν ἐλήλυθεν.
389 ψεύδει γὰρ ἡ πίνοια: ψευδῆ ποιεῖ· ἡ γὰρ ἐπίνοια ὅ ἐστιν ἡ ἐπιοῦσα γνώμη τὴν ἀπελπίσασαν γνώμην ψευδῆ ποιεῖ.
392 ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παῤ ἐλπίδας: ἡ ἀπροσδόκητος χαρὰ οὐκ ἔοικεν εἰς
τὸ μέγεθος τῇ ἄλλῃ
394 καίπερ ὢν ἀπώμοτος. καίπερ ὀμωμοκὼς μὴ ἐλθεῖν.
396 ἄνω γὰρ εἶπεν ὅτι κληρώσας ἦλθεν.
397 θοὔρμαιον τὸ κέρδος.
399 ἐλεύθερος λείπει ὤν.
400 τῶνδʼ ἀπηλλάχθαι κακῶν ἀντὶ τοῦ μὴ
ὑποπτεύεσθαι.
404 ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας: τὸ ἑξῆς, τὸν
νεκρὸν ὃν σὺ
ἀπεῖπας θάπτειν· οὕτω δὲ χρῶνται οἱ παλαιοὶ ὥστε δύο ἄρθρα, προτακτικόν
τε καὶ ὑποτακτικόν, κατὰ τοῦ αὐτοῦ ὀνόματος παραλαμβάνειν· Κρατῖνος
ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν.
405 ἆῤ ὡς.
406 καὶ πῶς ὁρᾶται. ποίῳ τρόπῳ αὐτὴν συνελάβεσθε καὶ κατειλήφατε;
409 σήραντες ἀποψήξαντες.
410 μυδῶν τε σῶμα γυμνώσαντες: τὸν ἀπὸ σήψεως
ἰχῶρα
ἀποστάζον ὡς τὸ δάκρυσι μυδαλέα. ἄλλως, μυδῶν: ἰχῶρα ἀποπέμπον τουτέστι
διαλελυμένον καὶ δίυγρον.
411 ὑπήνεμοι: ἀντὶ ὑπὸ τὸν ἄνεμον, οὐκ ἐναντίον τοῦ ἀνέμου ἀλλʼ
ἐστραμμένοι, ἀπὸ τοῦ νεκροῦ ὅπως
μὴ φέρῃ πρὸς ἡμᾶς τὴν
ὀσμήν.
413 ἐπιρρόθοις λοιδόροις, ὑβριστικοῖς.
418 τυφὼς λέγεται ὁ καταιγιδώδης ἄνεμος· Ἡσίοδος
στρόβιλόν τινες καλοῦσι παρὰ τὸ
στροβεῖν.
οὐράνιον ἄχος; τὸ λυποῦν τὸν αἰθέρα καθὸ ταράσσει αὐτόν.
ἀντὶ τοῦ κόνιν.
τὸν τυφώνιον ἄνεμον.
421 εἴχομεν ἀντὶ τοῦ ἀντείχομεν πρὸς τὴν
κόνιν.
423 τὸ φιλόστοργον τῆς κόρης διὰ τούτων ὁρᾶται· θάψασα γὰρ οὐκ ἠμέλησε δακρύων καὶ θρηνημάτων.
426 ψιλὸν γυμνὸν τῆς κόνεως.
427 κακὰς πικράς.
429 διψὰν ἐκφέρει γράφε διψίαν φέρει.
ξηράν.
430 πρόχου προχόου.
431 στέφει κοσμεῖ, κύκλῳ περιρραίνει.
432 ἱέμεσθα ἐπορευόμεθα, ὡρμῶμεν.
433 οὐδὲν ἐκπεπληγμένην ἀντὶ τοῦ οὐ
περίφοβον.
436 ὁμολογούσης αὐτῆς ἡδέως καὶ ἀλγεινῶς ἤκουον.
438 φίλους φησὶ διὰ τὸ εἶναι τὴν Ἀντιγόνην τοῦ βασιλικοῦ γένους.
439 οὐδὲν γὰρ προκρίνω τῆς ἐμῆς σωτηρίας.
444 πρὸς τὸν ἄγγελόν φησιν ὁ Κρέων.
ᾗ ὅπου.
450 ἡ Δίκη, φησί, καὶ ὁ Ζεὺς ὥρισαν ὥστε θάπτεσθαι τοὺς νεκρούς· εἰ οὖν
ἦσαν αὐτοὶ τοῦτο ἀποκηρύξαντες
454 ὥστ᾿ ἄγραπτα τινές φασι τὰ γραπτά· οὐ γὰρ
ἄγραφοι τῶν θεῶν οἱ νόμοι.
456 οὐ γάρ τι σήμερον, φησί, ταῦτα ἐγένετο ἀλλʼ ἔστιν ἀΐδια καὶ ἀρχὴν αὐτῶν οὐδεὶς οἶδεν.
458 τούτων ἐγὼ ἀντὶ ὑπὲρ τούτων ἐγώ.
461 προὐκήρυξας τὸν θάνατον.
τοῦ χρόνο τοῦ εἱμαρμένου δηλονότι.
466 παῤ οὐδὲν ἄλγος οὐδεμία λύπη.
467 ἠνεσχόμην, ὑπερεῖδον.
469 σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα: εἰ δοκῶ παρὰ σοὶ εὐήθη πράττειν οὐκ ἔστι
περὶ ἐμὲ ἡ εὐήθεια ἀλλὰ περὶ σὲ ὥστε δεῖ μὴ τὴν ἰδίαν πλάνην τοῖς
πλησίον
ἐπιφέρειν.
471 δηλοῖ τὸ γέννημ᾿ ὠμόν: τὸ σκληρὸν αὐτῆς τοῦ φρονήματος ὁμολογεῖ πατέρα τὸν Οἰδίποδα.
475 περισκελῆ περιεσκληκότα ἢ κεκαμμένον.
484 ἦ νῦν ὄντως δή.
485 εἰ ταῦτʼ ἀνατί: εἰ ταῦτα τὰ τολμήματα καὶ ἡ νίκη αὕτη χωρὶς βλάβης
καὶ τιμωρίας
486 ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρας: εἴτε ἐξ ἀδελφῆς ἐμῆς εἴτε
οἰκειοτέρας καὶ συγγενικωτέρας πάντων τῶν οἰκείων (τοῦτο γὰρ δηλοῖ τὸ
490 τοῦδε βουλεῦσαι τάφου λείπει ἡ περί.
492 ἐπήβολον φρενῶν: κυρίαν τῶν φρενῶν καὶ ἑστῶσαν ἐν αὐτῇ.
493 φιλεῖ δʼ ὁ θυμός: εἴωθεν ἡ ψυχὴ τῶν λάθρᾳ
τι κακὸν
τεχνωμένων προαλίσκεσθαι καὶ ἑαυτὴν ποιεῖν καταφανῆ πρὶν φωραθῆναι.
ἄλλως. τῶν λάθρᾳ τι
495 μισῶ γε μέντοι: μισῶ τὸν ἁμαρτάνοντα καὶ ἐπικοσμοῦντα τὴν ἁμαρτίαν αὐτοῦ· τοῦτο δέ φησιν ὅτι ἀλοῦσα ἡ Ἀντιγόνη ἔφασκε τῷ θείῳ νόμῳ ἐπαρκεῖν.
499 τῶν σῶν λόγων διὰ
503 κατέσχον ἀντὶ ἔσχον.
506 ἀλλʼ ἡ τυραννὶς πολλά: οὐκ ἐν ἐπαίνῳ τοῦτο τῆς τυραννίδος ἀλλʼ ἔχει τι εἰρωνείας ὁ λόγος.
508 σὺ τοῦτο μούνη: σοὶ μόνῃ τοῦτο δοκεῖ δίκαιον εἶναι, ταφῆναι τὸν Πολυνείκη.
509 σοὶ δʼ ὑτίλλουσι στόμα. γιγνώσκουσι καὶ οὗτοι, διὰ δὲ σὲ τὸ στόμα συστέλλουσι καὶ σιωπῶσιν· ἢ στρέφουσι τοὺς διὰ τοῦ στόματος λόγους.
510 τῶνδε χωρὶς εἰ φρονεῖς ἀντὶ παρὰ τούτους
Fol. 55 b φρονοῦσα.
514 τιμᾷς ἀντὶ τοῦ νέμεις.
517 οὐ γάρ τι δοῦλος ἀπὸ κοινοῦ τὸ ὤλετο.
οὐ γάρ τι δοῦλος ἀλλʼ ἀδελφός. οὐ τοιοῦτός ἐστιν ὁ ἀπολόμενος ὥστε εἰς
χάριν τοῦ Ἐτεοκλέους ἐᾶσαι αὐτὸν ἄταφον· οὐ γὰρ τοσοῦτον αὐτοῦ
ὑπερβέβηκεν·
519 τοὺς νόμους τούτους τὸ θάπτειν.
γράφε τοὺς νόμους ἴσους.
521 τίς οἶδεν εἰ κάτω στίν: γράφε κάτωθεν ἀντὶ
τοῦ κάτω ὡς τὸ
523 οὔτοι συνέχθειν ἀλλὰ συμφιλεῖν: τὰς φιλίας, φησί, κοινὰς ποιοῦμαι
ἀλλʼ οὐ τὰς ἔχθρας· ἐν δὲ τῷ ὑπομνήματι οὕτως, εἰ καὶ ἐχθαίρουσιν
ἀλλήλους οἱ ἀδελφοὶ ἐγὼ οὐ τοιαύτη εἰμὶ τὴν φύσιν ὥστε σὺν ἑτέρῳ αὐτῶν
ἐχθαίρειν τὸν ἕτερον ἀλλὰ συμφιλεῖν
τοῖς φιλοῦσιν.
526 εἰκὸς μὲν τὴν Ἰσμήνην ὑπὲρ τῆς ἀδελφῆς ἀγωνιῶσαν στυγνάζειν οὐδὲν δὲ ἧττον καὶ διότιὑπωπτεύθη.
527 φιλάδελφα φιλαδέλφως.
528 νεφέλη δʼ ὀφρύων ὕπερ: ἐὰν ἢ δοτικὴ τῇ νεφέλῃ ἔσται ὁ λόγος, τῇ
νεφέλῃ τουτέστι τῇ στυγνότητι τῇ ὑπεράνω τῶν ὀφρύων τὸ αἱματόεν ῥέθος
αἰσχύνει ἡ Ἰσμήνη τέγγουσα εὐῶπα παρειάν, ἐὰν δὲ κατʼ ὀρθὴν ᾖ ἡ νεφέλη
ἔσται μεταξύ, ἡ νεφέλη δʼ
ὀφρύων ὕπερ, ἵνα τὸ
ἑξῆς τοῖς πρώτοις συνάπτηται, καὶ μὴν πρὸ πυλῶν ἥδ᾿ Ἰσμήνη φιλάδελφα
δάκρυα
αἱματόεν ῥέθος αἰσχύνει: τὸ ἐπὶ τῷ προσώπῳ ἐρύθημα, ἀλληγορικῶς δὲ εἶπεν
τὴν νεφέλην· ἐς γὰρ
ἡ νεφέλη στυγνὴν καὶ ὁμιχλώδη τὴν ἡμέραν
ποιεῖ οὕτω καὶ ταύτην διάδηλόν φησι γίνεσθαι ταῖς ὀφρύσι συνοφρυάζουσαν
καὶ τὸ πρόσωπον στυγνὸν καὶ κατηφέστερον πεποιηκυῖαν.
529 ῥέθος ἐρύθημα.
531 ἡ γὰρ ἔχιδνα λάθρᾳ καθεζομένη τῶν ἀνθρώπων ἐκπίνει τὸ αἷμα.
ὑφειμένη: ὑποχαλωμένη, ἐαθεῖσα, ἀπολυθεῖσα.
535 ἢ ξομῇ τὸ μὴ εἰδέναι ἢ ἀπαρνῇ εἰδέναι
ἐνώμοτος;
536 εἴπερ ἥδʼ ὁμορροθεῖ: ὅρα πῶς ἑαυτὴν πρόδηλον ὡς συκοφαντοῦσαν ποιεῖ· ὁμολογεῖ γὰρ πεπραχέναι ταύτης συντιθεμένης ὅπερ ἀδύνατον.
ὁμοφωνεῖ.
538 ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη: ἡ μὲν μὴ
δράσασα
ὁμολογεῖ πεπραχέναι καὶ κεκοινωνηκέναι διὰ τὸν πόθον τῆς ἀδελφῆς ἡ δὲ
σπουδάζει ζῶσαν αὐτὴν διαφυλάξαι.
540 ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν; καὶ διὰ τούτων μὴ δεδρακέναι ὁμολογεῖ.
541 ξύμπλουν κοινωνόν.
542 ὧν τοὖργον ἀντὶ τοῦ ὑφʼ ὧν τὸ ἔργον
πέπρακται αἰτιῶν.
545 ἁγνίσαι ἀντὶ τοῦ τιμῆσαι.
549 τοῦδε γὰρ σὺ κηδεμών: ἢ τοῦ βίου ἐπεὶ φιλοζωοῦσα οὐ συνέπραξας ἢ τοῦ Κρέοντος ἐπεὶ μὴ παρέβης αὐτοῦ τὰ ψηφίσματα.
550 ὠφελουμένη ἀντὶ τοῦ ὠφελοῦσα.
551 εἰ γέλωτʼ ἐν σοὶ γελῶ: εἰ γελῶ, φησίν, ἐπὶ
σοὶ ἀλγοῦσα
γελῶ οἷον καταγελῶ σου ὅτι οὐκ ἠθέλησάς μοι συμπονῆσαι.
552 ἀντὶ τοῦ ποίαν μηχανὴν εὕροιμι;
556 ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις: ἀντὶ τοῦ προεῖπόν σοι τὰς ἐσομένας τιμωρίας ἐν
τῇ παραβάσει. ἀλλʼ
οὔπω παρὰ γνώμην μου ταῦτα πέπραχας ἀλλὰ
κἀμοῦ συνειδυίας τὰ πραττόμενα.
557 καλῶς σὺ μέντοι τοῖς δʼ ἐγὼ δόκουν φρονεῖν: σεαυτῇ καλῶς ἐδόκεις
φρονεῖν μὴ συμπράττουσά μοι ἐγὼ δὲ τούτοις ἢ τοῖς ἀνδράσιν ἢ τοῖς ἐμοῖς
δόγμασιν·
τινὲς δὲ τῷ νόμῳ καὶ τῷ δικαίῳ.
558 ὅτι σὺ μὲν ἔπραξας ἐγὼ δὲ συνῄδειν.
559 ἡ δʼ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν: οἷον προηκάμην τὸ ζῆν βοηθῆσαι βουλομένη τῷ ἀδελφῷ.
561 τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι: τὴν Ἰσμήνην
ὅτι
563 οὐ γάρ ποτ᾿, ναξ: τοῦτό φησιν ὑπεραπολογουμένη τῆς Ἀντιγόνης ὅτι εἰ
καὶ κακῶς ποιεῖ μεταβληθήσεται· οὐ μένει γὰρ οὐδὲ ὁ ἐξ ἀρχῆς κακὸς
νοῦς τοῖς κακῶς φρονήσασι πρὸς ὅ φησι Κρέων, σοὶ γοῦν μένει
κακὸς ὁ νοῦς ὁπότε εἵλου τῶν κακῶν εἶναι κοινωνός.
567 ἀντὶ τοῦ μὴ φρόνει ὅτι ἐν τοῖς ζῶσίν ἐστιν.
568 νυμφεῖα ἀντὶ τοῦ τὴν νύμφην.
569 ἀρώσιμοι παιδοποιήσιμοι, εὐγεώργητοι.
570 ἡρμοσμένα τὰ τοῦ γάμου φησίν.
571 υἱάσιν λείπει τὸ συνάπτεσθαι.
573 καὶ σὺ καὶ τὸ σὸν λέχος. τὸ σὸν τὸ ὑπὸ σοῦ ὀνομαζόμενον οἷον τὸ ὄνομα τῆς νύμφης ὃ σὺ προβάλλῃ.
577 καὶ σοί γε κἀμοί: οὐ μόνον ταύτῃ ὥρισται
τὸ ἀποθανεῖν
ἀλλὰ καὶ σοί· μηκέτι οὖν μοι τριβὰς ἐμβάλλετε· ἢ καὶ ἐμοὶ καὶ σοὶ
δέδοκται μηκέτι διατρίβειν ἐν τοῖς λόγοις.
578 ἐκ δὲ τοῦδε χρή. ὁ δὲ περιττεύει· λέγει γὰρ ὅτι χρὴ λοιπὸν μὴ
ἀνειμένας εἶναι ταύτας τὰς γυναῖκας
ἀλλὰ φρουρεῖσθαι·
φεύγειν γὰρ εἰώθασι καὶ οἱ τολμηροὶ πλησιάζοντα ὁρῶντες τὸν θάνατον.
579 ἀνειμένας αὐτεξουσίους.
582 εὐδαίμονες οἷσι κακῶν: ἀπὸ κοινοῦ τὸ αἰών, οἷς γὰρ ἂν σεισθῇ δόμος
τούτοις ὁ αἰὼν οὐδὲν ἄτης
ἐλλείπει ἕρπων ἐπὶ τὸ πλῆθος τῆς
γενεᾶς ἀλλὰ πάντα ἐπιφέρει τὰ δεινὰ ὥστε ὅμοιόν ἐστι τῶν οἴκων τὸ κίνημα
ἐκσεισθέντι κύματι ταῖς τοῦ Βορέου πνοαῖς οἷον γαλήνης οὐ ῥᾳδίως
τυγχάνουσιν ὅσοι ἐν κλύδωνι γίνονται ἀλλʼ οὐδὲ δυστυχίᾳ περιπίπτων οἶκος
εὐχερῶς
ἀνανεύει.
584 σεισθῇ ταραχθῇ.
587 ὅμοιον ὥστε ποντίας ἁλός: τὸ ἑξῆς, ὅμοιον
589 ἔρεβος μέλαν.
590 βυσσόθεν ἐκ βάθους.
591 δυσάνεμον τὴν ὑπὸ ἀνέμων ταραχθεῖσαν.
592 στόνῳ λείπει ἡ σύν, σὺν στόνῳ.
ἀντιπλῆγες ἀντιπλησσόμεναι.
596 οὐδʼ ἀπαλλάσσει γενεάν: τὸ γένος τὸ ἐπιγινόμενον οὐκ ἀπαλλάσσει τὴν γενεὰν ἀλλʼ ἀεὶ ἐν συμφορᾷ ἐστιν.
597 ἐρείπει καταβάλλει, καταφέρει.
599 νῦν γὰρ ἐσχάτας ὕπερ: λείπει ἄρθρον τὸ ὅ,
τὸ δὲ
λεγόμενόν ἐστι τοιοῦτο, νῦν γὰρ ὅπερ ἐτέτατο
τὸ καταλειφθέν φησιν ἀπὸ Οἰδίποδος βλάστημα.
601 κατʼ αὖ νιν ἐὰν στίξωμεν κᾆτʼ αὖ νιν οὐδὲν
λείπει τῷ λόγῳ.
νιν τὴν ῥίζαν.
602 ἀμᾷ θερίζει καὶ ἐκκόπτει· ἢ καλύπτει.
603 λόγου τʼ ἄνοια: ἁμαρτία, ὅτι οἰστρηθεῖσα ὑπὸ τῶν Ἐρινύων ἡ Ἀντιγόνη τοῦτο τετόλμηκεν.
604 τοῦτό φησιν, ὅτι προαιρέσει τοῦ Διὸς πάντα γίνεται.
605 κατάσχοι: εὐκτικῶς ὡς ποιήσαι τρίτου προσώπου· ὑπερηφανίᾳ κρατῆσαι δύναται.
606 ὁ παντογήρως: ὁ ἀσθενείας παραίτιος· τὸ γὰρ γῆρας ἀσθενές ἐστιν,
ἀσθενοῦμεν δὲ τῇ γλυκείᾳ προσβολῇ τοῦ ὕπνου κατεχόμενοι· ἢ παντογήρως ὁ
αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς
ζῴοις παραμένων.
αἰώνιος.
607 οὔτʼ | ἀκάματοι θεῶν μῆνες: ἀντὶ ἡ τοῦ χρόνου περίοδος.
608 ἀγήρῳ δὲ χρόνῳ δυνάστας: ἀντὶ τοῦ δυναστεύων
611 τό τʼ ἔπειτα: τὸ ἐσόμενον καὶ μετʼ ἐκεῖνο
μέλλον καὶ
πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν
ἀντὶ τοῦ νῦν.
ὅ ἐστιν ἀεὶ δυνάμενον βοηθεῖν.
613 νόμος ὅδʹ, οὐδὲν ἕρπει: οὐδείς, φησίν, ἔστι νόμος ἐν πάσαις ταῖς
πόλεσιν ὥστε φεύγειν τοὺς
ἀνθρώπους τὸ συμβησόμενον· ἢ
οὕτως, οὐδείς ἐστι νόμος ὃς δύναται τῶν ἤδη τελειωθέντων κακῶν προσάγειν
βοήθειαν ἢ οὕτως, ὁ δὲ νόμος ὁ πάντων ἀνθρώπων κοινὸς τοῦτο ἔχει, μηδένα
ζῆν ἄνευ λύπης.
ὁ λόγος, σὺ μέν, Ζεῦ, ἀγήρως τε καὶ δυνάστης εἰς ἅπαντα τὸν χρόνον εἶ ἡ δὲ τῶν ἀνθρώπων πολιτεία οὐδέποτε χωρὶς κακῶν ἐστιν.
614 πάμπολις ὁ κατὰ πᾶσαν πόλιν ἕρπων νόμος ὅ
ἐστι πάντες ἄνθρωποι.
615 ἁ γὰρ δὴ πολύπλαγκτος: οὐδέν, φησί, περὶ τῶν μελλόντων ἐπίστανται οἱ ἄνθρωποι ὥσπερ ὁ Ζεύς, ἠπάτησε δὲ πολλοὺς ἡ ἐλπὶς κουφόνους ἔρωτας ἐμβάλλουσα· τὰ ἀδύνατα γὰρ ἐλπίσαντες ἐσφάλησαν· ἔρωτας δέ φησι καὶ τὰς ἐπιθυμίας.
617 κουφονόων ἐρώτων: ἀντὶ τοῦ τῶν κούφων ἐπιθυμιῶν ἐν αἷς πολλοὶ ἠπάτηνται ἕτερα προσδοκήσαντες ἑτέρων ἀποβάντων.
618 τῷ ἀνθρώπῳ οὐδὲν εἰδότι ἐπέρχεται.
619 προσαύσῃ (προσ)αίρῃ.
προσφέρῃ· πρὶν τοῖς δεινοῖς ἐπικύρσῃ καὶ εἰς αὐτὸν ἐμπέσῃ τὸν κίνδυνον.
620 σοφίᾳ γὰρ ἔκ του | κλεινὸν ἔπος: μετὰ σοφίας γὰρ ὑπό τινος ἀοίδιμον
καὶ κλεινὸν ἔπος πέφανται, τὸ
625 ὀλιγοστὸν ἀντὶ τοῦ οὐδὲ ὀλίγον.
629 τάλιδος: τᾶλις λέγεται παῤ Αἰολεῦσιν ἡ ὀνομασθεῖσά τινι νύμφη· Καλλίμαχος
αὐτίκα τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.
τῆς νύμφης.
τῆς μελλογάμου νύμφης.
μόρον λείπει ἡ διά, διὰ τὸν μόρον.
630 ὑπὲρ τῆς τῶν λεχέων ἀποτυχίας ἀχθόμενος.
631 τάχ᾿ εἰσόμεσθα: ὁ λόγος παροιμιακῶς ὁπότε
μὴ στοχασμῷ
χρώμεθα ἀλλʼ αὐτόπται τῶν πραγμάτων γινόμεθα· προγιγνώσκει μὲν γὰρ καὶ ὁ
μάντις ἀλλὰ στοχασμῷ χρῆται· τάχα οὖν ἀκριβῶς γνώσομαι ταῦτα παρὰ τοῦ
παιδὸς πυνθανόμενος.
632 τελείαν ψῆφον; τελείαν τὴν ἤδη τετελεσμένην·
τοῦτο δέ
φησιν ὡς μὴ μεταβουλευσόμενος· ἢ τὴν τέλος ἐπάγουσαν τῇ Ἀντιγόνῃ.
633 λυσσαίνων γράφε θυμαίνων.
635 παρέλκει τὸ ἔχων.
636 ἀπορθοῖς ὀρθῶς καθηγῇ.
637 ἐμοὶ γὰρ οὐδεὶς ἀξίως: οὐδείς μοι προκριθήσεται γάμος τῆς σῆς ἀρχῆς, καλῶς σοῦ ἄρχοντος· πανταχοῦ δὲ μετὰ παρατηρήσεως.
638 μείζων φέρεσθαι προκρίνεσθαι.
639 διὰ στέρνων ἔχειν ἀντὶ τοῦ ἐνθυμεῖσθαι.
640 γνώμης πατρῴας πάντʼ ὄπισθεν: οἷον τῆς πατρῴας γνώμης πάντα εἶναι δεύτερα οἷον χρὴ τὴν πατρῴαν πράττοντα γνώμην περὶ τῶν ἄλλων οὐδένα λόγον ἔχειν· ἀσφαλῶς δὲ προσέθηκε τὸ πάντα μὴ ἄρα ἐκ τοῦ παιδὸς ὑπαντηθῇ ὅτι πλὴν τῶν χρησίμων.
646 πόνους γράφε πέδας ἵνʼ ᾖ ἐμπόδιον, δεσμούς,
κώλυμα τοῦ πράττειν ἃ βούλεται.
650 ψυχρὸν ἀηδές.
παραγκάλισμα: φίλημα, στέργηθρον, κοινώνημα, παρακοίμημα, περιπλοκή.
653 πτύσας καταπτύσας, ἐν οὐδενὶ λόγῳ θέμενος,
καταφρονήσας.
659 εἰ γὰρ τοὺς ἐμούς, φησίν, ἀκόσμως βιοῦντας
μὴ
τιμωρησαίμην οὐδὲ τῶν ξένων περιγενήσομαι· ἀπὸ κοινοῦ δὲ τὸ θρέψω.
ἐγγενῆ συγγενῆ.
660 θρέψω: ἀντὶ τοῦ ἕξω.
661 εἰ οὖν τηροίην τὰ νόμιμα καὶ τὰ δίκαια ἐπὶ
τῆς ἐμαυτοῦ
πρώτως οἰκίας τηροίην ἂν αὐτὰ καὶ ἐπὶ τῆς πόλεως.
663 ὑπερβὰς λείπει τὸ δίκαιον.
666 στήσειε καταστήσειεν ἄρχοντα.
667 τὰ ἐναντία τῶν δικαίων δῆλον ὅτι.
668 τοῦτον: τὸν τῷ βασιλεῖ πειθόμενον.
670 δορὸς ἀντὶ τῆς μάχης.
672 ἀναρχίας ἀντὶ τοῦ ἀπειθείας.
δὲ γάρ.
675 τροπὰς καταρρήγνυσι ἐκ γὰρ διαρρήξεως
στρατοῦ τροπὴ γίνεται.
τῶν δʼ ὀρθουμένων τῶν ἀρχομένων.
676 αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἢ πέφανται.
677 ἀμυντέʼ τὰ τῶν νόμων.
τοῖς κοσμουμένοις τοῖς ἄρχουσιν· Ὅμηρος
κοσμήτορε λαῶν.
681 εἰ μὴ τῆς φρονήσεως ὑπὸ τοῦ γήρως σεσυλήμεθα λέγειν φρονούντως δοκεῖς περὶ ὧν λέγεις· ὁ δὲ λόγος πάνυ πρεσβυτικῶς καὶ αἰδημόνως εἴρηται.
σεσυλήμεθα.
684 χρημάτων κτ(ημάτων).
685 ἐγὼ δὲ οὐ δύναμαι ταῦτα ἀποδέξασθαι ἐπειδὴ μὴ καλῶς ταῦτα λέγεις.
687 δυνατόν σε καὶ ἑτέρως καλῶς μεταβουλεύσασθαι.
688 σοὶ δʼ οὖν πέφυκα γράφε σὺ δʼ οὐ
πέφυκας.
690 τὸ σὸν ὄμμα, φησί, τοιοῦτόν ἐστιν ὥστε μηδένα τῶν πολιτῶν ἀντικρύ σου λέγειν τοιαῦτα οἷς σὺ μὴ τέρψῃ· ἐμοὶ δὲ πάρεστιν ἀκούειν τῶν λάθρᾳ κατὰ σοῦ λεγομένων.
691 λόγοις τοιούτοις: λείπει τὸ χρῆσθαι.
692 ὑπὸ σκότου λαθραίως.
696 διὰ τούτων ὑπεραπολογεῖται τῆς κόρης ὑπερευπρεπῶς τῇ πόλει περιθεὶς τὸν λόγον.
697 κυνῶν γράφε λύκων.
699 τιμῆς γράφεται καὶ στήλης.
700 ἐρεμνὴ σκοτεινή, λαθραία σου.
709 διαπτυχθέντες: ἀνακαλυφθέντες· μετέβη δὲ
711 καὶ τὸ μὴ τείνειν ἄγαν. μὴ αὐθάδη εἶναι
ἀντιτείνοντα
τοῖς συμβουλεύουσιν· τοῦτο δὲ παρὰ Σόλωνος
714 αὐτόπρεμνʼ αὐτόριζα.
716 ὑπείκει ηδὲν τοῖς ἱστίοις μὴ ἐγχαλάσῃ.
ὑπτίοις ἀντὶ ὑπτίως.
717 στρέψας στρέψας τὴν ναῦν.
718 μετάστασιν μετάνοιαν.
719 ἀντὶ τοῦ εἰ οἷός τέ εἰμι λέγειν κἀγὼ διὰ τὸ νέον.
720 πρεσβεύειν: ὑπερέχειν· ἐγώ, φησί, τοῦτο οἶμαι ὑπερέχειν, τὸ τὸν ἄνθρωπον φῦναι πάντα ἐπιστάμενον· Ἡσίοδος
οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσῃ.
722 εἰ δʼ οὖν εἰ δέ τις ἀνόητος εὑρεθῇ· Δίδυμος
δέ φησι
728 μηδὲν διδάσκου ὃ μὴ δίκαιόν ἐστί σοι μανθάνειν· ἢ μηδὲν ἔστω ὃ μὴ δίκαιον.
730 ἀκοσμοῦντας ἀπειθοῦντας καὶ ἄκοσμα
διαπραττομένους.
733 οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις: οὐκ ἐγὼ ταῦτα λέγω ἀλλὰ πάντες οἱ τὴν
πόλιν οἰκοῦντες· χαριέντως δὲ τὴν δίαιταν προσάπτει τῇ πόλει τῷ μὴ
δοκεῖν βούλεσθαι ἀνατρέπειν τὰ τῷ πατρὶ βεβουλευμένα.
734 πόλις γὰρ ἡμῖν ἅ με χρή. ἅ με χρὴ προστάσσειν τῇ πόλει ἐκείνη μοι ἔχει κελεύειν;
735 χ.
τὸ χ ὅτι αὐστηρότερον προσηνέχθη τῷ πατρί.
741. χ.
εἴπερ γυνὴ σὺ λείπει τυγχάνεις· πάλιν δὲ τὸ χ
διὰ τὸ αὐστηρόν.
742 διὰ δίκης ἰὼν δικασάμενος,
δικαιολογούμενος, παρρησιαζόμενος.
ἰὼν ἐλθών.
746 γυναικὸς ὕστερον ἀντὶ τοῦ ἡττηθὲν ὑπὸ
γυναικός.
751 ἡ δʼ οὖν θανεῖται: διʼ ἑαυτὸν ἔφη, ὁ δὲ Fol. 58 a Κρέων ᾤετο διʼ αὐτὸν λέγειν.
752 ἐπεξέρχῃ περαιτέρω χωρήσεις.
753 τίς δʼ ἔστʼ ἀπειλή: ποίαν ὠφέλειαν ἔχει
ἀπειλὴ πρὸς
μωρὸν ἄνθρωπον λεγομένη; σημείωσαι.
758 τόνδʼ Ὄλυμπον μὰ τὸν Ὄλυμπον.
759 δεννάσεις λυπήσεις, ὑβρίσεις.
760 τὸ μῖσος τὴν Ἀντιγόνην φησίν.
κατʼ ὄμματ’ ὑπʼ ὀφθαλμούς.
762 μὴ δόξῃς μὴ νομίσῃς.
763 οὐδαμᾷ οὐδαμῶς.
765 ὡς τοῖς θέλουσι τῶν φίλων μένῃς ξυνών: γράφε μαίνῃ, ὡς μαίνῃ, φησί,
παρὰ τοῖς φίλοις τοῖς
θέλουσιν ὑπομεῖναι τὴν σὴν
μανίαν.
767 νοῦς δʼ ἐστὶ τηλικοῦτος: ἤτοι ὁ τῶν νέων ἢ ὁ φρόνιμος· ὁ δὲ νοῦς ὁ τηλικοῦτος, φησί, βαρύτατός ἐστιν ἀλγήσας.
770 αὐτὰ τὰς κόρας· δυικὸν γάρ ἐστι.
772 σφε αὐτήν.
774 πετρώδει — ἐν κατώρυχι ἐν ὑπογείῳ
σπηλαίῳ.
775 φορβῆς τοσοῦτον: ἔθος παλαιὸν ὥστε τὸν βουλόμενον καθειργνύναι τινὰ
ἀφοσιοῦσθαι βραχὺ τιθέντα τροφῆς καὶ ὑπενόουν κάθαρσιν τὸ τοιοῦτο
ἵνα μὴ δοκῶσι λιμῷ ἀναιρεῖν· τοῦτο γὰρ ἀσεβές.
777 ὃν μόνον σέβει θεῶν: διὰ τὸ προκρῖναι τῆς ἰδίας σωτηρίας τὴν πρὸς τὸν κατοιχόμενον δίκην.
779 ὅτι πόνος περισσός ἐστι: πλήρης ὀργῆς καὶ ἀβουλίας ὁ λόγος ὅτι καὶ εἰς θεοὺς θρασύνεται.
781 Ἔρως ἀνίκατε: διὰ τὸν Αἵμονα τοῦ ἔρωτος
μέμνηται· πάλαι
γὰρ ὡμονόει τῷ πατρί, νῦν δὲ σχεδὸν πολέμιος γέγονε διὰ τὴν Ἀντιγόνην·
τὸ δὲ ἐρᾶν πλουσίους ἔχει· καὶ ἡ παροιμία
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δʼ οὔ.
μάχαν λείπει ἡ κατά.
782 κτήμασι ἐπεὶ καὶ κτημάτων ἐρῶσι πολλοί.
784 ἐννυχεύεις διατρίβεις.
785 φοιτᾷς δʼ ὑπερπόντιος: διότι
ἐπιτυχεῖν ἢ ὅτι πολλοὶ
τῶν ἐν πόντῳ ἐρῶσιν.
786 αὐλαῖς ταῖς ἐπαύλεσιν.
790 ὁ δʼ ἔχων τὸν ἔρωτα.
791 σὺ καὶ δικαίων ἀδίκους: σὺ καὶ δικαίους διαφθείρεις ὥστε τὰς φρένας
αὐτῶν ἀδίκους γίνεσθαι
ὡς Ἡρακλῆς ἐνεχόμενος τῷ ἔρωτι τῆς
Ἰόλης τὰ ἐν Οἰχαλίᾳ ἔπραξεν ἀφορμὴν τοῦ πολέμου μὴ ἔχων ἢ τὸν ἔρωτα
μόνον.
794 ξύναιμον ξυγγενές, ὅτι υἱοῦ πρὸς πατέρα
γέγονε μάχη καὶ διαφορά.
795 νικᾷ δʼ ἐναργὴς βλεφάρων: ὅτι ὁρῶν τὴν
τίς ἐστιν ἡ τοῦ ἱμέρου ἀρχὴ καὶ ὥσπερ νομισθεῖσα ἄνωθεν διὸ
καὶ πάρεδρον αὐτήν φησι τῶν θεσμῶν.
798 πάρεδρος ἐν ἀρχαῖς: τινὲς παρέδρος Δωρικῶς ἀναγινώσκουσι κατʼ
ἔλλειψιν τοῦ υ ἵνʼ ἡ παρέδρους, λέγει δὲ τὸν Κρέοντα, νικᾷ δὲ ὁ φανερὸς
ἵμερος τῶν
βλεφάρων τῆς εὐλέκτρου νύμφης τὸν Κρέοντα, τὸν
799 ἄμαχος ἀκαταμάχητος.
ἐμπαίζει: ἥδεται, χαίρει.
801 οἷον δυνάμει παρακούομεν τοῦ ἄρχοντος
δακρύοντες τὴν Ἀντιγόνην ἣν αὐτὸς κατεδίκασεν.
804 τὸν παγκοίταν τὸν πάντας κοιμίζοντα.
θάλαμον τὸν θάλαμον τὸν ἐν τῷ τάφῳ.
805 ἀνύτουσαν ἀνοίγουσαν ἢ τρέχουσαν καὶ
πορευομένην.
814 ἔγκληρον μέτοχον.
815 ἐπινυμφίδιος — ὕμνος λείπει θύραις ἢ
κοίταις.
820 οὐ διὰ ξιφῶν τὸν μισθὸν τοῦ πλημμελήματος λαχοῦσα καὶ τὴν τιμωρίαν
ἀλλὰ μετʼ ἐλευθερίας τεθνήξῃ ἰδίῳ καὶ καινῷ νόμῳ περὶ τὸ τέλος χρησαμένη
οἷον οὔτε νοσήσασα οὔτε ἀναιρεθεῖσα ἐξελεύσῃ τοῦ βίου·
ἢ ἀντὶ ἰδίοις αὐτῆς νόμοις χρησαμένη.
822 θνητῶν ἤτοι πρὸς τὸν τρόπον τοῦ θανάτου ἢ
πρὸς τὴν προαίρεσιν τοῦ ἐπιχειρήματος.
823 ἢκουσα δὴ λυγροτάταν: ἀντὶ τοῦ λυγροτάτως· ἢ τὴν λυγρὰ ὑπομείνασαν ἢ
λυγρὰν καθὸ τὴν Λητὼ ὑβρίσαι τετόλμηκεν· τοῦτο δὲ ἔλαβεν πρὸς τὸ ὅμοιον
τοῦ θανάτου ὅτι οὐδὲ ἡ Νιόβη ὑπό τινος ἀνῃρέθη.
824 τὰν Φρυγίαν ξέναν τὴν Νιόβην.
825 Σιπύλῳ Φρυγίας ὄρος.
826 τὰν κισσὸς ὡς ἀτενής. πολὺς καὶ ἐπιμήκης· ἢ ὁ μὴ ἀνατείνων εἰς ὕψος
ἀλλʼ αὐτοῦ περιειλούμενος
καὶ οὐχὶ ὑψηλός· ὁ δὲ νοῦς, ἣν
ἐδάμασεν ἡ πέτρας βλάστησις ὡς κισσὸς περιβαλοῦσα αὐτήν· περιέφυσεν
αὐτῇ, φησίν, ἡ πέτρα ὡς κισσὸς δένδρῳ.
ὁ μὴ εὐθὺς τετραμμένος ἀλλʼ εἰλιτενής.
827 πετραία βλάστα δάμασεν ὅτι περιεκεκάλυπτο
πανταχῇ τῇ πέτρᾳ.
834 ἀλλὰ θεός τοι καὶ θεογεννής: καρτερεῖν σε χρὴ ὡς καὶ ἡ Νιόβη ἐκαρτέρησεν καίτοι θειοτέρου γένους τυγχάνουσα Ταντάλου γὰρ ἦν τοῦ Διός.
παραμυθούμενος αὐτὴν θεόν φησι τὴν Νιόβην.
836 καί τοι φθιμένᾳ καίτοι σοὶ φθιμένῃ ἢ
φθιμένῳ παντὶ μακαριστὸν ἂν εἴη τὸ τῆς αὐτῆς μοίρας τυχεῖν τοῖς ἰσοθέοις
οἷον μακάριος ἂν εἴη ὅστις τοῖς ἰσοθέοις ὁμοίως ἐτελεύτησεν.
837 ἔγκληρα κοινά, ὅμοια, τοῦ αὐτοῦ κλήρου
καὶ τύχης.
838 ὑφʼ ὑμῶν γελῶμαι ὅτι θεοῖς ἴσην με λέγετε.
846 ἐπικτῶμαι γράφε ἐπιβοῶμαι.
847 φίλων ἄκλαυτος οἷον μὴ οἰκτειρομένη παρὰ
τῶν φίλων ἀπόλλυμαι.
848 ἔρμα. περίφραγμα.
849 ποταινίου ἔστι μὲν προσφάτου θέλει δὲ
εἰπεῖν καινοῦ καὶ παρεξηλλαγμένου.
851 οὔτʼ ἐν βροτοῖσιν: οὔτε ἐν ζῶσι διὰ τὸ εἶναι
852 θανοῦσιν λείπει σύνοικος.
853 προβᾶσ᾿ ἐπʼ ἔσχατον θράσους προβᾶσα ἐπὶ τὸ τῆς δικαιοσύνης ἔσχατον
βάθρον μετὰ θράσους βουλομένη τε ὅσιόν τι δρᾶν περὶ τὸν ἀδελφὸν τὰ
ἐναντία πέπονθας· ἔπεσες γὰρ εἰς τὸ κενοτάφιον· τὸ δὲ ἑξῆς, προβᾶσα
ὑψηλὸν εἰς δίκας βάθρον ἔπεσες ἐπʼ
ἔσχατον θράσους ἐν τῷ
παρακοῦσαι τῶν τοῦ ἄρχοντος προσταγμάτων.
856 πατρῷον δʼ ἐκτίνεις: ἢ τὰ ἡμαρτημένα τῷ Οἰδίποδι ἢ ὑπὲρ τῆς κατάρας τοῦ Οἰδίποδος ταῦτα πάσχεις· αὐτὴ γὰρ τὰ δίκαια προέθου ποιεῖν.
857 ἐμοὶ μερίμνας ἢ τὸ τῆς μερίμνης μου.
858 τριπόλιστου οἶτον: πολλάκις ἀναπεπολημένον ἢ διάσημον καὶ πανταχοῦ ἀκουόμενον καὶ πολούμενον· ἢ τὸν πολλάκις ἐπελθόντα τῷ ἐμῷ οἴκῳ ἢ γένει.
λείπει εἰποῦσα.
859 καὶ τῆς προτέρας ἡμῶν δυστυχίας.
860 πότμου τύχης.
861 Λαβδακίδαισιν ἀντὶ τοῦ Λαβδακιδῶν.
864 κοιμήματʼ αὐτογέννητα; καὶ συνουσίαι τοῦ ἢ ὅτι ταύτῃ
συνεκοιμήθη ἐξ ἦς γέγονεν· τὸ δὲ ἑξῆς κοιμήματʼ
αὐτογένητα κοιμήματα δυσμόρου μητρὸς ἐμῷ πατρὶ αὐτογέννητα,
ὅτι ὁ αὐτὸς πατὴρ ἅμα καὶ παῖς ἦν.
865 ἐμῷ πατρὶ λείπει γενόμενα.
866 οἵων λείπει γονέων.
867 πρὸς οὓς πρὸς τοὺς γονεῖς δῆλον ὅτι.
ἀραῖος ἐπικατάρατος διὰ τὰ ἐκείνων
ἁμαρτήματα.
869 δυσπότμων διὰ τὴν πρὸς τὸν Ἄδραστον
ἐπιγαμίαν ἥτις αἰτία τοῦ πολέμου κατέστη.
871 κατήναρές με τιμηθεὶς ὑπʼ ἐμοῦ.
872 σέβειν μὲν εὐσέβειά τις: οἱ τοῦ χοροῦ τὸ μὲν ἔργον τῆς παιδὸς
ἐπαινοῦσιν οὐ μὴν δὲ θαρσοῦσιν ὡς καὶ τὴν
γνώμην τοῦ βασιλέως διελέγχειν ὡς μοχθηράν· φησὶν οὖν ὅτι πέπρακται μὲν
διʼ εὐσέβειαν
τὸ ὑπὸ ταύτης δὲ ἡ βασιλεία μέλει τούτῳ οὐκ
ἔστι παραβατὴ ἡ ἀρχὴ ὅ ἐστι τὰ προστάγματα, παραβαίνουσι δὲ ὅσοι
ἀρχόντων καταφρονοῦσιν.
εὐσεβὲς μὲν τὸ σέβειν τοὺς ἀποθανόντας.
875 αὐτόγνωτος — ὀργὰ αὐθαίρετος καὶ ἰδιογνώνων
τρόπος.
879 λαμπάδος τοῦ ἡλίου.
881 ἀδάκρυτον πολυδάκρυτον.
883 ἆῤ ἴστʼ ἀοιδὰς καὶ γόους. πρὸς τοὺς ὑπηκόους τοῦτό φησιν ὁ Κρέων
ὀργιζόμενος ὅτι μὴ θᾶττον
αὐτὴν ἀπήγαγον πρὸς εἰρκτήν· ὁ δὲ
λόγος, ἆρα ἴστε
887 εἴτε χρῇ θανεῖν: εἰ χρῄζει καὶ θέλει· μετριάζειν δὲ προσποιεῖται τῇ
κολάσει ὡς δηλοῖ καὶ τὸ
ἡμεῖς γὰρ ἁγνοὶ τουτέστιν
ἀκοινώνητοι τοῦ φόνου τούτου, φησί, διὰ τὸ μὴ χερσὶν αὐτὴν
ἀνῃρηκέναι.
889 ἡμεῖς γὰρ ἁγνοί: τὸ κατὰ ταύτην τὴν κόρην ἁγνοὶ ἡμεῖς ἐσμεν καὶ οὐδὲν ἐναγὲς ἐπράξαμεν.
890 μετοικίας δʼ οὖν τῆς ἄνω τοῦ μεθʼ ἡμῶν
ἄνω οἰκεῖν.
891 κατασκαφὴς κατεσκαμμένη, ὑπόγειος.
892 ἀείφρουρος τῷ μὴ πρὸς καιρὸν εἶναι τὴν
φρουρὰν ἀλλὰ διόλου.
895 μακρῷ ἀντὶ τοῦ πολύ.
897 ἐν ἐλπίσιν τρέφω ἐλπίζω ἀποθανοῦσα πάντας
εὐεπίφορος ὁ Σοφοκλῆς
899 κασίγνητον κάρα Ἐτεόκλεις· ἑξῆς γὰρ τοῦ
Πολυνείκους μετὰ οἴκτου μνημονεύει.
904 παρὰ τοῖς καλῶς φρονοῦσι δοκῶ σε τετιμηκέναι ὥστε τοὺς συνετοὺς ἀποδέξασθαι τὰ ὑπʼ ἐμοῦ εἰς σὲ γενόμενα.
907 ἂν ᾐρόμην ὑπέστην.
908 τίνος νόμου ἀντὶ νομίσματος καὶ
λογισμοῦ.
913 τοιῷδε μέντοι κ. ἑ. τῷ τοιούτῳ νόμῳ ὃς
ἀποδείκνυσι τὸ κατὰ τοὺς ἀδελφοὺς δίκαιον ὑπερέχειν
916 ἄγει με ἐμφαντικώτερον τὸ ἄγει· οὐ γὰρ
εἶπεν ὅτι ἐκέλευσέν με ἀχθῆναι ἀλλʼ αὐτὸς ἄγει.
918 οὔτε παιδείου τροφῆς οὔτε παῖδα θρέψασαν.
921 δαιμόνων δίκην ἐπεὶ τὰ τοῦ Κρέοντος θνητοῦ
ὄντος παρέβη.
923 τίνʼ αὐδὰν ξυμμάχων λείπει καλεῖν.
925 εἰ ταῦτα τοῖς θεοῖς ἀρέσκει παθόντες τὴν τιμωρίαν γνοίημεν τὴν ἁμαρτίαν.
927 εἰ δʼ οἵδʼ ἁμαρτάνουσι ἐπὶ τὸν Κρέοντα ἡ
ἀναφορά.
928 ἐκδίκως: ἔξω τοῦ δικαίου.
929 ἔτι ἐν τῷ αὐτῷ κινήματι ἔοικεν ἡ παῖς εἶναι οἷον οὐκ ἐνδέδωκεν ὀδυρομένη.
931 ἀντὶ τοῦ κλαύσονται οἱ ἄγοντες αὐτὴν ἐὰν ἔτι βραδύνωσιν.
932 βραδυτῆτος ὕπερ διὰ τὸ ἐν αὐτῇ
ἐμβραδύνειν.
933 ἀπειληθέντες ὑπὸ τοῦ Κρέοντος οἱ ὑπήκοοι ἄξουσι με λοιπὸν
ἐπὶ θάνατον.
935 οὐ παραμυθοῦμαί σε θαρρεῖν ὡς μὴ κεκυρωμένου σοι τοῦ ἀποθανεῖν· τοῦτο δέ φησιν ὡς οὐκ ἐνδιδοὺς ἵνα μὴ ὑπονοήσῃ ἐκείνη μεταπεπεικέναι αὐτὸν δακρύουσα· ἢ ὁ χορὸς λέγει ὡς τοῦ Κρέοντος μὴ μεταπεισθέντος.
937 λοιπὸν πρὸς βίαν αὐτὴν ἄγουσι τὰ πρῶτα αὐτὴν ἐλεοῦντες καὶ
αἰδούμενοι.
940 οἱ κοιρανίδαι κοίρανοι· τοῖς ἀπὸ τοῦ χοροῦ
αὐτῆς.
941 τὴν βασιλίδα τὴν βασίλειαν.
943 σεβίσασα τιμήσασα.
944 ἔτλα καὶ Δανάας: οἷον
χαλκῷ οἴκῳ ἐκέκρυπτο.
946 κρυπτομένα δʼ ἐν τυμβήρει: κατεκλείσθη ὑπὸ τὴν κιβωτόν· ἢ ὑπὸ τὸν ζυγὸν τῆς ἀνάγκης ἦλθεν καὶ τῆς εἱμαρμένης ἢ κατεζεύχθη συνελθοῦσα τῷ Διί.
949 ταμιεύεσκε ἀντὶ τοῦ ἐν αὐτῇ εἶχεν τὰς γονὰς
τοῦ Διὸς ὅ ἐστιν ἔγκυος ἦν.
951 μοιριδία εἱμαρμένη.
952 οὔτʼ ἄν νιν ὄμβρος οὔτʼ Ἄρης: Ἄρης νῦν ὁ πόλεμος· καὶ γὰρ οὗτος κατὰ
μοῖραν ἐγείρεται· βούλεται δὲ εἰπεῖν ὅτι οὔτε τὰ ἐν οὐρανῷ οὔτε τὰ ἐν τῇ
γῇ οὔτε τὰ ἐν τῇ θαλάττῃ πραττόμενα παρὰ μοῖραν
γίνεται.
νιν αὐτήν, τὴν μοῖραν.
955 ζεύχθη δʼ ὀξυχόλως: τὸ ἐξῆς, ζεύχθη πετρώδει κατάφρακτος ἐν δεσμῷ· μὴ
οὕτω δὲ αὐτὸ λάβωμεν ὅτι
καὶ ἡ Ἀντιγόνη ἀσεβὴς οὖσα
πέπονθεν ὅπερ ὁ ἀσεβὴς Λυκοῦργος ἀλλʼ ἀπλῶς τῇ παραθέσει τῶν ὁμοίων
δυστυχιῶν παραμυθεῖται τὴν κόρην· τὸν δεσμὸν δὲ τῆς ἀμπέλου πετρώδη
εἶπεν ἀντὶ τοῦ τὸν ἰσχυρόν.
956 κερτομίοις ὀργαῖς διὰ τὰς κερτομίους
ὀργάς.
958 πετρώδει — δεσμῷ τῷ στερεῷ δεσμῷ τῆς
ἀμπέλου.
959 οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει: οὕτω καὶ τοῦ Λυκούργου ἀπὸ τῆς
μανίας ὀργὴ ἀποβαίνει· μένος γὰρ ἡ ὀργή· ἀνθηρὸν δὲ τὸ ἀκμαῖον καὶ
ἀνθοῦν ἐν
κακοῖς.
δεινὸν ἀντὶ τοῦ πολύ.
960 μένος μανία.
κεῖνος ἐπέγνω: τὸ ἑξῆς, κεῖνος ἐπέγνω τὸν θεὸν
963 ἐνθέους γυναῖκας τὰς θεολήπτους Βάκχας.
964 εὔιόν τε πῦρ τὸ ὑπὸ τῶν Βακχῶν αἰρόμενον ἐν
ταῖς Διονυσιακαῖς δᾳδουχίαις.
965 φιλαύλους
ἐσκόρπιζε τὰς τῶν αὐλῶν ᾠδάς· ἢ οὕτως, τὰς Μούσας τὰς περὶ τὸν Διόνυσον
ἐχλεύαζεν τουτέστι τοὺς ὕμνους ἢ τοὺς λόγους· τινὲς δέ φασιν ὅτι καὶ τὰς
Μούσας ὕβρισεν.
966 παρὰ δὲ κυανέων πελάγεων: ἀντὶ τοῦ παρὰ
δὲ τοῖς κυανέοις
πελάγεσι τῆς διδύμης θαλάττης γέγονεν ἐμφύλια κακὰ περὶ τοὺς Φινείδας·
κυανέοις δὲ πελάγεσιν εἶπεν τοῖς ὑπὸ τῶν Κυανέων πετρῶν περιεχομένοις·
διδύμας δὲ ἁλὸς ἢ διὰ τὸ διαχωρίζεσθαι ὑπʼ αὐτῶν τὴν θάλασσαν ἢ διὰ τὸ
συνιέναι αὐτὰς
καὶ ἑνοῦσθαι διδύμους αὐτάς φησιν.
968 ἀκταὶ Βοσπόριαι αἱ ὑπὸ τοῦ βοσπόρου τοῦ
πελάγους περιεχόμεναι.
969 ἠδʼ ὁ Θρῃκῶν Σαλμυδησσός: ὁ Θρᾳκικὸς Σαλμυδησσός· πέλαγος δέ ἐστι
δυσχείμερον περὶ Θρᾴκην·
Ἀἰσχύλος
970 ἵν᾿ ὅν.
ἵνʼ ἀγχίπολις Ἄρης: παρὰ γὰρ Θρᾳξὶ τιμᾶται ὁ
Ἄρης ὡς καὶ ὁ
ποιητὴς τὼ μὲν ἄῤ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον· τὸ δὲ ἵνα τοῖς ἄνω
συνάπτεται, ἵνα ἀκταὶ Βοσπόριαι καὶ οὐδὲν λείπει· ὅσοι δὲ γράφουσιν ὃν
Ἄρης περιττὸν λαμβάνουσι τὸ ὄνομα.
971 δισσοῖσι Φινείδαις: τῶν δισσῶν Φινειδῶν, Πληξίππου καὶ Πανδίονος ἢ Τηρύμβα καὶ Ἀσπόνδου.
973 τὸ ἐξῆς, τυφλωθὲν ὀμμάτων κύκλοις.
974 ἀλαστόροισιν; τοῖς ἄλαστα πεπονθόσιν ἢ τοῖς δυστυχέσι κύκλοις τῶν ὀμμάτων.
975 ἀραχθὲν ἀντὶ τοῦ τυφλωθέν. ἀραχθὲν ἐγχέων:
ἀραχθὲν αἱματηραῖς χείρεσσιν ὑπʼ ἐγχέων καὶ κερκίδων ἀκμαῖς τουτέστι
γυναικείαις.
976 ἀκμαῖσιν ὀξύτησι.
978 μελέαν πάθαν ὅτι τελευτήσασα ἀφῆκεν αὐτοὺς
ὑπὸ μητρυιάν· ἢ ὅτι αὐτὴ αὐτοὺς ἐξετύφλωσεν.
980 ἀνύμφευτον γονάν; κακόνυμφον γονὴν ὅτι ἐπὶ κακῷ νυμφευθεῖσα δυστυχεῖς αὐτοὺς ἔτεκεν· ἢ τὴν ἀνύμφευτον ἑαυτῶν κοινωνίαν οἷον τῆς πρὸς γυναῖκας συνουσίας ἄπειροι ὄντες.
981 ἃ δὲ σπέρμα μὲν ἀρχαιογόνων: Βορέας κῆδος
συνῆψε τοῖς
Ἀθηναίοις ἁρπάσας Ὠρείθυιαν τὴν Ἐρεχθέως ἐξ ἧς ἔσχεν Ζήτην καὶ Κάλαῖν
καὶ Κλεοπάτραν· ταύτην ὁ Φινεὺς ἔγημεν ἐξ ἧς αὐτῷ δύο παῖδες ἐγένοντο
Πλήξιππος καὶ Πανδίων, κατὰ δέ τινας Τηρύμβας καὶ Ἄσπονδος· μετὰ δὲ τὸν
Κλεοπάτρας θάνατον ἐπέγημεν
δαίαν τὴν Δαρδάνου, κατὰ δέ
τινας Εἰδοθέαν τὴν Κάδμου ἀδελφὴν ἧς καὶ αὐτὸς Σοφοκλῆς μνημονεύει ἐν
Τυμπανισταῖς· ἥτις ἐξ ἐπιβουλῆς τυφλώσασα
αὐτὴν ἐφʼ
οἷς ἀπατηθεὶς ὁ Φινεὺς ἀμφοτέρους τυφλοῖ· ταῦτα δὲ ἱστορεῖ Ἀπολλόδωρος
ἐν τῇ Βιβλιοθήκῃ· τινὲς δὲ ἱστοροῦσιν ὅτι περιοῦσαν τὴν Κλεοπάτραν ὁ
Φινεὺς ἐκβέβληκεν καὶ τὴν Ἰδαίαν ἐπέγημεν, ἡ δὲ ὀργισθεῖσα τοὺς ἑαυτῆς
ἐτύφλωσεν παῖδας.
Βορέου γὰρ καὶ Ὠρειθυίας τῆς Ἐρεχθέως ἦν
ἡ Κλεοπάτρα.
982 Ἐρεχθειδᾶν τῶν Ἀθηναίων.
985 ἅμιππος: ταχεῖα, ἴσον ἵππῳ δυναμένη τρέχειν· εἰ δὲ γράφεται ἁμίπποις
πρὸς τὸ θυέλλαις, τράφη θυέλλῃσιν
πάγου: ὑψηλοῦ ὄρους καὶ ἀκρωρείας.
986 ἀλλὰ κἀπʼ ἐκείνᾳ: ἀλλὰ καὶ κατʼ ἐκείνης, τῆς θυγατρὸς Βορέου τῆς ἐξ Ἐρεχθειδῶν γεγονυίας ἐνέσκηψαν αἱ πολυχρόνιοι Μοῖραι καὶ μεγάλα δυστυχῆσαι αὐτὴν πεποιήκασιν· ἢ μεγάλαι δυστυχίαι καὶ ἐπʼ ἐκείνῃ, τῇ Κλεοπάτρᾳ, ἦλθον.
987 μακραίωνες: ἀθάνατοι καὶ πολυχρόνιοι· ἔσχον δὲ ἐπέσχον, ἐπετέθησαν, ἐπεβάρησαν.
988 καὶ νῦν ἄνακτάς φησι τοὺς ἀπὸ τοῦ χοροῦ Fol. 60 b ἐντίμους.
989 τοῖς τυφλοῖσι γὰρ κ. ἑ. ἡ ὁδὸς τοῦ τυφλοῦ
μετʼ ἄλλου ἐστίν.
993 οἷον οὐδὲ τὴν ἀρχὴν τῆς σῆς κατωλιγώρουν μαντείας.
997 τὸ σὸν — στόμα ἀντὶ τὸν σὸν λόγον.
Θᾶκος, τόπος οὕτω καλούμενος.
1000 λιμήν. ὅρμος καὶ ἕδρα ὅπου πάντα τὰ ὄρνεα προσέρχονται.
1001 κακῷ ἐπὶ κακῷ.
1002 βεβαρβαρωμένῳ: ἑρμηνευθῆναι μὴ δυναμένῳ ἀλλὰ ἀσαφεῖ.
1003 χηλαῖσιν τοῖς ὄνυξι.
φοναῖς ταῖς αἱμακτικαῖς.
1005 ἀντὶ τοῦ ἀπεπειρώμην τῆς διὰ πυρὸς μαντείας.
1008 μυδῶσα δίυγρος οὖσα ἡ καῦσις· κηκὶς δὲ
ἢ ἡ ἀπὸ τῶν καιομένων γινομένη.
1009 τύφειν ἐστὶ τὸ ἡρέμα ὑποσμύχειν· ἀνέπτυε δὲ ἀνέβαλλε τὰ μηρία ἐκ τοῦ λίπους.
κἀνέπτυε ἀνέβαλλεν.
1010 καταρρυεῖς. καταρρεόμενοι, καθυγραινόμενοι ἐκ τοῦ λίπους τῆς καλυπτούσης αὐτοὺς πιμελῆς ἐξέπιπτον.
1012 παιδὸς τοῦδʼ τοῦ ὁδηγοῦντος.
1013 φθίνοντʼ ἢ φθοροποιὰ ἢ διὰ τοῦ πυρὸς
ἀσήμως φθειρόμενα.
1016 ἐσχάραι: αἱ ἑστίαι.
παντελεῖς: αἱ τὰ τέλεια τῶν ἱερείων δεχόμεναι ἢ ὅλαι ἢ διʼ ὧν πάντα τελειοῦται.
1017 ἀντὶ τοῦ οἱ κύνες καὶ οἱ ὄρνιθες διασπάσαντες τὸ τοῦ Πολυνείκους
σῶμα ἐπὶ τοὺς βωμοὺς
ἐκόμισαν καὶ οὕτως ἐμόλυναν
ἅπαντας.
1019 θυστάδας λιτὰς τὰς διὰ θυσιῶν γινομένας
λιτάς.
1021 ἀπορροιβδεῖ ἀπηχεῖ, ἀφίησιν.
1022 βεβρῶτες ἀπὸ τοῦ ἑνικοῦ ἐπὶ τὸ πληθυντικὸν
μετέβη.
1023 γνωμολογία.
1027 ἀκεῖται ἰᾶται, θεραπεύει.
ἀκίνητος ἀμετάθετος.
1028 διὰ τὴν αὐθάδειαν εἰς σκαιότητα πίπτουσιν
οἱ
ἄνθρωποι.
1030 καὶ Ὅμηρος
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
1033 ἀποπειρᾶσθέ μου ὡς τοξόται σκοποῦ.
1034 ἀνδρὸς τοῦδε ἀντὶ ἐμοῦ.
1035 ὑμῖν ὑφʼ ὑμῶν τῶν μάντεων καὶ τῶν
1036 ἐξημπόλημαι: πεπραγμάτευμαι, ἀνεμπόλητος μὴ πεπραγματευμένος· καὶ
Ὅμηρος
1037 τὸν πρὸς Σάρδεων ἤλεκτρον: Σάρδεις πόλις Λυδίας παρακειμένη τῷ
χρυσοφόρῳ Πακτωλῷ· ἀντὶ τοῦ εἴ τι βούλεσθε εἰς χρήματα νεῦον δέχεσθε·
τὸν
γὰρ Πολυνείκη οὐ θάψετε.
1044 ἀμίαντον γὰρ τὸ θεῖον.
1049 ποῖον τοῦτο πάγκοινον: τῷ βίῳ κοινόν, ἐπεὶ εἶπεν ἆῤ οἶδεν ἀνθρώπων τις καὶ καθόλου ἔλαβεν. πᾶσι κοινὸν καὶ φανερόν.
1052 τῆς νόσου τῆς ἀβουλίας.
1057 οἶδας, φησί, βασιλέας ὑβρίζων;
1060 τὰ ἄρρητά με δημοσιεύειν ἀνακινεῖς.
1062 οὕτω νομίζεις, ὅτι ἐπὶ κέρδεσι λέγω;
1063 ἐμπολήσων ἐξαπατήσων.
1064 μὴ πολλοὺς ἡλίου δρόμους τελέσων ὅ ἐστιν ἡμέρας· ἁμιλλητῆρας δὲ τοὺς
ἀλλήλους διαδεχομένους,
1068 ἔχεις — βαλών: ἀντὶ τοῦ ἔβαλες.
1069 ψυχὴν τὴν τῆς Ἀντιγόνης.
1071 ἀνόσιὁν μὴ τυχόντα τῶν ὁσίων νῦν.
1072 ὧν οὔτε σοὶ μέτεστιν κ. ἑ. ἐξουσία
δέδοται, λέγει δὲ τῶν νεκρῶν· ἐκ σοῦ δὲ βιάζονται καὶ οἱ ἄνω θεοὶ ἔχειν
αὐτὸν ἄνω ἄταφον.
1074 ὑστεροφθόροι αἱ ὕστερον μέλλουσαι βλάψαι·
καὶ τὸ λοχῶσι γὰρ τὴν οὐ παραχρῆμα ἀλλὰ τὴν ἐς ὕστερον
ἀψοφητὶ τιμωρίαν δηλοῖ· τὸ ἀρσενικὸν δὲ ἀντὶ τοῦ θηλυκοῦ ἔταξεν ὡς καὶ
τὸ
1077 κατηργυρωμένος ἀργύρῳ πεισθείς.
1078 φανεῖ δείξει.
χρόνου τριβή: ἀντὶ τοῦ ἀναβολή.
1079 ἀνδρῶν γυναικῶν λείπει ὁ καί, καὶ
γυναικῶν.
1080 ἢ Θηβαίοις ἐχθραὶ ἢ τοῖς θεοῖς· αἱ πόλεις
δέ, φησίν, ὧν
ἄρχεις ἐπαναστήσονταί σοι.
1081 καθήγισαν μετὰ ἄγους ἐκόμισαν.
1083 ἑστιοῦχον ἐς πόλιν τὴν ἔχουσαν ἑστίαν καὶ
βωμούς.
ἀντὶ τοῦ ἐπὶ τὴν ἑστίαν τῆς πόλεως.
1084 τοιαῦτα κατὰ τῆς καρδίας σου τοξεύματα ἀφῆκα μετὰ θυμοῦ· ἢ τῷ θυμῷ τῆς καρδίας σου· λείπει δὲ ἡ κατά.
1086 θάλπος. τὴν δριμύτητα, τὸν ἐμπρησμόν, τὸν ἰόν· θάλπος γὰρ τὸ καῦμα, ἐκ μεταφορᾶς δὲ τῶν ἑρπετῶν· ἐκεῖνα γὰρ θερμαινόμενα τὸν ἰὸν ἀφίησι διὸ καὶ ἐν θέρει μᾶλλον ἰσχύουσιν.
1092 ἀντὶ τοῦ ἀπὸ νεότητος ἄχρι γήρως.
1094 λακεῖν φθέγξασθαι.
1096 τὸ μὲν ὑποχωρεῖν δεινὸν τὸ δὲ ἀντιστάντα βλαβῆναι
1103 συντέμνουσι συντόμως κατακόπτουσι καὶ
βλάπτουσι.
1105 μόγις μεθίσταμαι τῆς προτέρας γνώμης.
1106 δυσμαχητέον περιττεύει τὸ δυς.
1107 δρᾶ ἀντὶ τοῦ δρᾶσον.
1110 ἐπόψιον φανερὸν διὰ τὸ ὕψος, φησὶ δὲ τὸν
τάφον.
1111 δοκήσει μετεστράφην.
1113 δέδοικα, φησί, μὴ οὐκ ἔστι καλὸν τὸ νομοθετεῖν καινὰ ἀλλʼ ἄριστόν ἐστι τὸ πείθεσθαι τοῖς ἀρχαίοις νόμοις.
1115 πολυώνυμε Διόνυσε· οἱ μὲν γὰρ Βάκχον οἱ δὲ
Ἴακχον οἱ δὲ Λυαῖον οἱ δὲ Εὔιον οἱ δὲ Διθύραμβον αὐτὸν καλοῦσιν.
1119 Ἰταλίαν διὰ τὸ πολυάμπελον τῆς χώρας.
1120 παγκοίνοις ἐν οἷς πάντες συνάγονται διὰ
τὰς πανηγύρεις· ἢ διὰ τὸν τὴν θεὸν πάντας τρέφειν ἢ ὅτι
κοινὰ τὰ μυστήρια Δήμητρος καὶ Διονύσου.
1121 κόλποις: ἀντὶ τοῦ πεδίοις.
Βακχεῦ Βακχᾶν τῶν Βακχῶν Βακχευτά.
1122 μητρόπολιν τὴν πόλιν τῆς μητρός σου.
1124 παρὰ τὸν τόπον ἐν ἐσπάρησαν οἱ ὀδόντες τοῦ δράκοντοςʼ.
1126 σὲ ὁρᾷ ὁ λαμπρὸς καπνὸς ἀντὶ τοῦ σοὶ θυσίαι κατὰ Παρνασσὸν γίνονται·
ἢ παῤ ὅσον αὐτόματον
πῦρ ἐκεῖσε ἀναδίδοται.
διλόφου πέτρας τοῦ Παρνασσοῦ· τοιοῦτο γάρ ἐστι
τὸ ὄρος.
1127 στέροψ. ἡ λαμπρά.
1128 Κωρύκιαι αἰ Παρνασσίδες· Κωρύκιον γὰρ
ἄντρον ἐν Παρνασσῷ.
1130 Κασταλίας πηγὴ ἐν Παρνασσῷ.
1131 Νύσσα Φωκίδος ὄρος· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Νύσσαι.
1132 κισσήρεις κισσοφόροι.
1133 χλωρά τʼ ἀκτὰ ἢ τὸ ἐν Εὐβοίᾳ φησὶν ἄλσος ἢ
τὸ ἐν Παρνασσῷ· ἐν ἀμφοτέροις γὰρ τοῖς τόποις ἡ ἄμπελος ἣ καθ᾿ ἑκάστην
ἡμέραν περὶ μὲν τὴν ἕω βότρυας φέρει περὶ δὲ τὴν μεσημβρίαν ὄμφακας,
ἐτρυγᾶτο δὲ πεπανθεῖσα περὶ τὴν ἑσπέραν.
1135 εὐαζόντων: ὑμνούντων, μετὰ εὐφημίας εὐοῖ λεγόντων ὅς ἐστιν ὕμνος Διονύσου.
1136 ἐπισκοποῦντʼ ἀγυιὰς γράφε ἐπισκοποῦντα
γυίας.
1137 τὰν ἥν.
1139 κεραυνίᾳ κεραυνοβλήτῳ.
1142 μολεῖν λείπει θέλησον· ἢ ἀπαρέμφατον ἀντὶ
προστακτικοῦ.
1143 Παρνησίαν ὑπὲρ κλιτὺν ἀντὶ Παρνησίας ἀπὸ
κλιτύος.
1145 ἢ στονόεντα πορθμόν: ἢ στονόεντος διὰ πορθμοῦ· καὶ ὁ ποιητὴς
οἷον διὰ γῆς ἢ διʼ ὑγρᾶς.
1146 ἰὼ πῦρ πνεόντων χοραγέ: τῶν πυρπνόων ἄστρων χορηγέ· καὶ γὰρ αἰθέριος τιμᾶται ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις φησὶν αὐτὸν ἐν αἰθέρι κατοικεῖν.
ἄλλως. χοραγὲ τὸν χορὸν ἄγων· ἢ τῶν ἄστρων χορηγέ· κατὰ γάρ τινα μυστικὸν λόγον τῶν ἀστέρων ἐστὶ χορηγός.
1147 καὶ νυχίων φθεγμάτων: τῶν ἐν νυκτὶ εὐφημιῶν καὶ ὕμνων· ἐν νυκτὶ γὰρ αἱ Διονυσιακαὶ χορεῖαι γίνονται ὅθεν καὶ νυκτέλιος· καὶ Εὐριπίδης νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.
1151 περιπόλοις. ταῖς ἱερείαις, ταῖς σαῖς ἀκολούθοις·
καὶ ἐν
Νάξῳ γὰρ τιμᾶται ὅτι ἐκεῖ τῇ Ἀριάδνῃ συνεγένετο.
1152 αἵ σε λείπει ἡ περὶ ἵνʼ ᾖ αἵτινες περὶ
σέ.
1156 οὐκ ἔσθʼ ὁποῖον στάντα: ὁπωσδήποτε βεβιωκότα εἴτε καλῶς εἴτε ἐναντίως.
1158 καταρρέπει πίπτει· καταβάλλει· γράφε δὲ
καταρρέπει ὅ ἐστι πίπτειν ποιεῖ.
1161 ὡς ἐμοὶ λείπει ἐδόκει.
1165 ἀφεῖται ἀπολέλυται, ἀπόλλυται.
ἡ μεταφορὰ ἀπὸ τῶν παιζόντων τοῖς κύβοις ἢ
ἀπὸ τῶν ἁλιέων·
βόλος γὰρ ἡ τοῦ δικτύου ἄφεσις.
1166 προδῶσιν ἀπολέσωσιν.
οὐ τίθημ᾿ ἐγώ: οὐ τίθημι, φησίν, ἐν τοῖς ζῶσιν τὸν τοιοῦτον οἷον οὐ νομίζω ζῆν ἐκεῖνον τὸν ἄνδρα ὃν ἂν προδῶσιν αἱ ἡδοναί.
1169 ζῆ: ἀντὶ τοῦ ζῆθι προστακτικῶς.
1170 οὐδʼ ἂν ἀχρήστου τινὸς πριαίμην τὰ ὑπόλοιπα.
1173 τούτοις δὲ τοῦ θανεῖν αἴτιοι ἐγένοντο οἱ ζῶντες.
1176 χ.
τὸ χ ὅτι ἐρωτᾷ
1180 Εὐρυδίκην Ἡσίοδος Ἡνιόχην αὐτὴν καλεῖ
ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἡνιόχην.
ὁμοῦ: ἐγγύς.
1182 κλύουσα παιδὸς λείπει ἡ περί.
τύχῃ ὅ ἐστιν ἐκ τύχης.
1185 εὐγμάτων προσήγορος διʼ εὐχῶν
προσαγορεύουσα.
1186 ἀνασπαστοῦ δυσχερῶς ἀνασπωμένης καὶ
ἀνοιγομένης.
1189 κἀποπλήσσομαι ἐκπλήττομαι.
1193 παρήσω παραλιμπάνω.
1194 μαλθάσσοιμ᾿ ἀπατήσαιμι.
1195 γνώμη.
1197 νηλεὲς ἐλέους μὴ τυχόν.
1199 καὶ τὸν μὲν πρὸς τὸ ἑξῆς, καὶ τὸν μὲν
λούσαντες.
ἐνοδίαν θεὸν τὴν Ἑκάτην ἢ τὴν Περσεφόνην.
1202 θαλλοῖς ξύλοις.
συγκατῄθομεν συγκατεκαίομεν.
1203 ὀρθόκρανον ὑψηλόν.
1205 νυμφεῖον τὸν νυμφῶνα.
1207 ἀκτέριστον τὸν κακοκτέριστον τῆς Ἀντιγόνης
τόπον· ἢ τὸν μὴ δεξάμενον ἐντάφια.
1208 μολὼν (μ)αθ(ών).
1209 τὰ κακὰ σύμβολα τῆς βοῆς περιστοιχίζεται.
1215 ἴτ᾿ ἆσσον προσέλθετε.
1216 ἁρμὸν χώματος λιθοσπαδῆ τὴν ἐκ λίθων
ἁρμονίαν τοῦ τάφου ἢ τὸ ὑψηλὸν μέρος τοῦ χώματος τὸ ἡρμοσμένον
λίθοις.
ὡς λίθου ἀποσπασθέντος ὅπως εἰσέλθῃ ὁ Αἵμων· ἢ ὑμεῖς ἀποσπάσαντες ἀθρήσατε.
1218 ἢ θεοῖσι κλέπτομαι ἢ ἀπατῶμαι ὑπὸ
θεῶν.
1220 ἠθροῦμεν ἐθεωροῦμεν.
1222 μιτρώδη βρόχον ὅστις ἦν αὐτῇ ζώνη.
σινδόνος ἀπὸ σινδόνος.
καθημμένην τὸν τράχηλον δεδεμένην.
1232 πτύσας προσώπῳ: οἷον ἀποστραφεὶς καὶ σκυθρωπάσας καὶ ἐκ τοῦ προσώπου
καταμεμψάμενος, οὐ κυρίως προσπτύσας τῷ πατρὶ ὡς καὶ ἡμεῖς ἐν τῇ
συνηθείᾳ φαμὲν κατέπτυσεν αὐτοῦ ὅ ἐστι κατεφρόνησεν τῶν λόγων αὐτοῦ· οὐχ
εἷλκεν δὲ τὸ ξίφος κατὰ τοῦ
πατρὸς ὥσπερ ᾤετο· εἶπεν γὰρ ἄνω
1233 διπλοῦς κνώδοντας: ἀντὶ τοῦ διπλᾶς ἀκμάς· ἄμφηκες γὰρ τὸ ξίφος·
κνώδων δὲ τὸ ὀξὺ τοῦ ξίφους
παρὰ τὸ καίνειν τοῖς
ὁδοῦσι.
1236 τὸ ἔγχος οἱ τραγικοὶ καὶ ἐπὶ ξίφους λαμβάνουσιν.
1239 φοινίου σταλάγματος: τὴν πνοὴν τοῦ φοινίου σταλάγματος ἐκβάλλει τῇ
λευκῇ αὐτῆς παρειᾷ ὅ
ἐστιν οἶμα ἐξέπνευσεν.
1240 τὰ νυμφικὰ | τέλη τοὺς γὰρ γαμοῦντας
τελείους ἐκάλουν.
1246 νομίζω αὐτὴν μὴ βούλεσθαι δημοσίᾳ θρηνεῖν ἀλλʼ ἐν τῷ οἰκήματι μετὰ τῶν θεραπαινίδων.
1250 οὐκ ἀνόητος, φησίν, ὑπάρχει ὥστε δημοσίᾳ ὀδύρεσθαι· ἁμαρτάνειν δὲ λέγει νῦν τὸ ἐμφανῶς θρηνεῖν.
1253 ἀλλʼ ἔσω ἀπελθόντες μαθησόμεθα μή τι καὶ μανιῶδες κρύφα βουλεύεται ἀνελεῖν ἑαυτὴν πειρωμένη.
1257 ἐφήκει ἀντὶ τοῦ ἥκει.
1258 μνῆμα: τὸν νεκρόν.
1259 οὐ δι᾿ ἄλλον ἀποθανόντα, οὐκ ἐξ ἄλλου νεκρωθέντα.
1262 θανατόεντ᾿ θανάτου ἄξια ἢ θανάτου
αἴτια.
1265 ἄνολβα ἀνωφέλητα.
1266 νέᾳ ἡλικίᾳ καὶ καινοπρεπεῖ θανάτῳ τετελεύτηκας.
1270 ἰδεῖν γράφε ἔχειν.
1274 ἀγρίαις ὁδοῖς ἀγρίαις ὁρμαῖς.
1275 τὴν χαρὰν λὰξ πατήσας.
λακπάτητον τὴν μεθʼ ὕβρεως ἀπωθουμένην ἢ τὴν
μεγάλως καταπατουμένην.
1279 τὰ μὲν πρὸ χειρῶν τάδε φέρων ὡς τοῦ
Κρέοντος τὸν παῖδα βαστάζοντος.
1282 παμμήτωρ ἡ κατὰ πάντα μήτηρ· ἐμφαντικῶς δὲ
εἶπεν ὅτι καὶ μέχρι θανάτου μήτηρ ἐδείχθη μὴ ἑλομένη ζῆν μετὰ τὸν τοῦ
παιδὸς θάνατον.
1286 κακάγγελτα κακὴν ἀπαγγελίαν ἔχοντα.
1288 ἐπεξειργάσω ἐπέσφαξας.
1291 σφάγιον — | γυναικεῖον — μόρον: τὸν ἀπὸ σφαγῆς τῆς γυναικὸς μόρον.
ἐπʼ ὀλέθρῳ: τοῦ Αἵμονος.
1293 ἐγκέκλεισται ἡ γυνή.
1298 τάδʼ ἐναντία γράφε τόνδʼ ἔναντα.
1301 ὀξύθηκτος ὀξεῖαν λαβοῦσα πληγήν.
βωμία πέριξ ὡς ἱερεῖον περὶ τὸν βωμὸν ἐσφάγη·
παρὰ τὸν βωμὸν προπετής.
1302 λύει κελαινὰ βλέφαρα ἀπόλλυται.
1303 τοῦ πρὶν θανόντος Μεγαρέως κ. ἑ. ὡς αὐτῆς
προγαμηθείσης Μεγαρεῖ τινι πρὸ τοῦ Κρέοντος· οἱ δέ φασι τοῦ Μενοικέως
τοῦ ἀποσφάξαντος ἑαυτόν· πρότερον γὰρ Μεγαρεὺς ἐκαλεῖτο· ἐν δὲ τῷ
τυράννῳ Οἰδίποδι καὶ αὐτὸς Μενοικέα αὐτὸν καλεῖ.
1305 ἐφυμνήσασα καταρασαμένη σοι ὡς
παιδοκτόνῳ.
1307 ἀνέπταν ἐσείσθην, ἐταράχθην.
1308 ἀνταίαν γράφε καιρίαν.
1312 τῶνδε κἀκείνων τοῦ τὴν γυναῖκα καὶ τὸν
υἱον ἀποθανεῖν.
1313 πρὸς τῆς θανούσης κ. ἑ. κακῶς ἐλέγου
1314 τίνι τρόπῳ, φησίν, ἐλύετο καὶ ἐφέρετο εἰς φονάς; ἀντὶ τοῦ ποίῳ τρόπῳ
εἰς φόνον ἔπεσεν ;
ἐν φοναῖς εἰς
φονάς.
1317 οὐδεὶς ἀνθρώπων ταῦτα ἐπὶ ἄλλον ἀπὸ τῆς ἐμῆς αἰτίας μεθαρμόσει ὅ ἐστι τοῦ σοῦ φόνου οὐδεὶς ἂν εἴποι ἕτερον τῶν ἀνθρώπων αἴτιον ἀλλʼ ἐμέ.
1325 τὸν οὐκ ὄντα ὅλως, μᾶλλον δὲ μηδένα.
1326 κέρδη παραινεῖς εἴ τι κέρδος: κέρδος μεταφωνεῖς τὸν θάνατον· παρὰ
τούτου γὰρ τὰ κράτιστα ἀπαλλάσσεται καὶ βράχιστα γίνεται τουτέστιν
ἐλάχιστα γίνεται· ἐν δὲ τῷ ὑπομνήματι οὕτω, τὰ
μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστιν ὡς ἂν κακὰ ἢ οὕτω, τὰ ἐν
ποσὶ κακὰ ἂν ἐλάχιστα ἡ κράτιστά ἐστιν ἢ οὕτω, βραχέα γὰρ τὰ κακὰ ἐάν
τις ἀναχωρῇ ἢ τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά
ἐστι· τὸ γὰρ ταχέως φεύγειν τὰ ἐν ποσὶ κακὰ κράτιστόν
ἐστι.
1328 βράχιστα γράφε κράτιστα.
κράτιστα γράφε βράχιστα.
1329 ὁ ἐμὸς θάνατος ὁ μείζων τούτων τῶν κακῶν.
1330 τερμίαν τῆς τελευτῆς παρασκευαστικήν·
τέρμα γὰρ τὸ τέλος.
1334 μέλλοντα δεύτερα.
1335 ὅτοισι τοῖς θεοῖς.
1336 ὧν βούλομαι τυχεῖν ταῦτα ηὐξάμην.
1341 σέ τʼ αὐτὰν τὴν Εὐρυδίκην.
1344 πάντα γὰρ λέχρια. πλάγια καὶ πεπτωκότα, τὰ μὲν ἐν χερσὶ τὰ δὲ ἐπὶ τῇ κεφαλῇ.
1347 δυσκόμιστος ἀφόρητος.
1348 πολλῷ τὸ φρονεῖν: τὸ καλῶς φρονεῖν πρῶτόν ἐστιν εὐδαιμονίας καὶ τοῖς ἀνθρώποις ἐξοχώτατον.
1350 αἱ μεγαλορρημονίαι τῶν ὑπερηφάνων τιμωρίας μεγίστας τοῖς κεκτημένοις
ἐπάγουσαι τελευταῖον διδάσκουσι τὸ φρονεῖν· καὶ ὁ ποιητὴς
ῥεχθὲν δέ τε νήπιος ἔγνω.
1351 ὅτι διαφέρει τῆς Εὐριπίδου Ἀντιγόνης αὕτη ὅτι φωραθεῖσα ἐκείνη διὰ τὸν Αἵμονος ἔρωτα ἐξεδόθη πρὸς γάμον, ἐνταῦθα δὲ τοὐναντίον.
1 λόγος μέν ἐστʼ ἀρχαῖος: ὁ τρόπος ἀναχρονισμός· μεταγενέστερος γὰρ ὁ
Σόλων. φασὶν Ἀθηναίους αἰτήσασθαι Σόλωνα νόμου γραφήν, τὸν δὲ δεδιότα τὸ
ἁψίκορον αὐτῶν ὅρκον αἰτῆσαι αὐτοὺς ἐπιμεῖναι
δὲ δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε
μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ
Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ
στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον,
καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη
Κλέοβιν καὶ Βίτωνα· λυπηθεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα,
τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ
δεύτερα τῆς εὐδαιμονίας αὐτῷ
δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν
λύπην ἀπεφήνατο ὅτι τέλος ἐστὶν ὅρα μακροῦ
βίου· φασὶ δὲ αὐτοῦ τὸ
ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα
ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ
ἐρωτήσαντος διηγήσατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυμάσας τε
καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ
τιμῆς ἀπέπεμψεν
Κροῖσον.
4 ἐγὼ δὲ τὸν ἐμόν: ἐγώ, φησί, τὸν ἐμὸν αἰῶνα καὶ πρὸ θανάτου διέγνωκα βαρὺν ὄντα καὶ ἀπεχθῆ καὶ δυστυχῆ.
7 ἐν Πλευρῶνι πόλις Αἰτωλίας.
15 νυμφίων ὄκνον; νυμφίων ἀντὶ τῶν νυμφευμάτων καὶ μνηστευμάτων, ὄκνον δὲ
τὸν φόβον· Ὅμηρος Ὅμηρος τὸ μεμορημένον καὶ πεπρωμένον· Καλλίμαχος
γράφε ὄτλον· ἡδεῖα δὲ ἡ φράσις καὶ ἡ ἱστορία.
12 ἑλικτός: διὰ τὸ σκολιὸν τῶν ῥευμάτων.
13 βούκρανος: οἱ ποταμοὶ βούκρανοι διετυποῦντο
ἐκ δὲ δασκίου γενειάδος: ὁ νοῦς, ἐκ δὲ τῆς δασύτριχος γενειάδος αὐτοῦ κατέρρει πλῆθος ὑδάτων ὡς ἀπὸ κρήνης· παροιμία ἐκ πολλοῦ εἰρημένη.
14 κρηναίου ποτοῦ λείπει τὸ ὡς, ὡς ἀπὸ
κρήνης.
19 ὁ κλεινὸς ἦλθε Ζηνός: τοῦτο γὰρ ἦν παρὰ
Οἰνέως ὡρισμένον,
τῷ νικῶντι Ἀχελῷον αὐτὴν δώσειν.
21 ἐκλύεταί με: ἀντὶ τοῦ ἀπαλλάττει με καὶ ἐλευθεροῖ τοῦ φόβου τοῦ
Ἀχελῴου περιγενόμενος. καὶ τρόπον μὲν ἂν πόνων: τὸν τρόπον τῆς πρὸς
ἀλλήλους αὐτῶν μάχης οὐκ ἂν διείποιμι (ἐδεδοίκει
γάρ),
ἐκεῖνος δʼ εἴποι ὅς ἄφοβος αὐτῶν τὴν μάχην θεωρῶν ἐκάθητο· Ὅμηρος
ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν
ὅς τις ἔτʼ ἄβλητος.
23 θώκων θᾶκος ἡ καθέδρα.
24 ἐγὼ γὰρ ἥμην: δασέως ἴνα συνάδῃ τῷ
25 μή μοι τὸ κάλλος: μὴ διὰ τὸ κάλλος ἀλγηδόνι
περιπέσω τῷ
Ἀχελῴῳ γαμηθεῖσα.
26 τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος: ὁ πρύτανις τοῦ ἀγῶνος· τὸ δὲ ὅλον οὕτως
ἔχει, ὁ ἀγώνιος Ζεὺς εὐτυχῶς τῷ ἀγῶνι τέλος ἐπέθηκεν, ἐμοὶ δὲ οὐκ
εὐτυχῶς, εὐτυχῶς μὲν ὅτι ἀπήλλαξέ με τοῦ Ἀχελῴου οὐκ εὐτυχῶς
δὲ ὅτι καὶ νῦν οὐχ ἧττον ἀγωνιῶ διὰ τὴν Ἡρακλέους ἀπουσίαν.
27 λέχος γὰρ Ἡρακλεῖ κριτόν: ἀντὶ τοῦ ἔκκριτον.
28 ξυστᾶσʼ ἀντὶ τοῦ συνελθοῦσα· τρέφω δὲ ἀντὶ
ἔχω, αὔξω. διὰ τὸ καὶ
29 προκηραίνουσα: ἀγωνιῶσα, μεριμνῶσα κατὰ τὸ κέαρ ὅ ἐστιν ἐν βάθει
βουλευομένη· καὶ Εὐριπίδης
ἐξορμᾶται ὡς μὴ διαδοχήν μοι τῶν πόνων γενέσθαι.
32 γῄτης: γεωργός, ὁ τὴν γῆν ἐργαζόμενος· ἔκτοπον δὲ ἔξω καὶ πόρρω οὖσαν.
35 λατρεύοντά τῳ ὑπηρετοῦντα τῷ Εὐρυσθεῖ.
36 ὑπερτελής. ἀντὶ ὑπὲρ τὸ τέλος γέγονεν οἷον τοῦ τέλους τῶν ἄθλων κρείττων ὤφθη κατορθώσας αὐτούς· ἢ ὑπέρτερος αὐτῶν ἐστιν, ἐγκρατὴς καὶ ὑπεράνω.
39 ἐν Τραχῖνι: πόλις Θετταλίας εἰς ἣν Ἡρακλῆς
κατῴκησεν διὰ
τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον.
40 ξένῳ παῤ ἀνδρί: τῷ Κήυκι ὅς ἦν παῖς Ἀμφιτρύωνος ἀδελφοῦ· καὶ Ἡσίοδος
42 αὐτοῦ ἀντὶ ὑπὲρ αὐτοῦ.
43 σχεδὸν δʼ ἐπίσταμαι ὑποπτεύω, ὑπονοῶ,
οἴομαι.
45 ἀκήρυκτος μένει: ἄσημος, οὐ μηνυόμενος ὅπου πότʼ ἐστιν· ὃν οὐδεὶς ἐλθὼν κηρύττει καὶ ἀπαγγέλλει ποῦ πότʼ ἐστιν.
47 δέλτον λιπὼν ἔστειχε; ὡς τοῦ Ἡρακλέους τύπον
διαθήκης
γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος ὡς εἰ
μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευτῶντα
48 θεοῖς ἀρῶμαι: εὔχομαι μηδὲν λυπηρὸν ἐγγεγραμμένον
ἔχουσαν
λαβεῖν πημονῆς ἄτερ.
50 πανδάκρυτʼ ὀδύρματα: διὰ πανδακρύτων ὀδυρμάτων ὡς τὸ
52 φρενοῦν νουθετεῖν, εἰς φρόνησιν ἄγειν.
53 τὸ σόν: τὸ σοὶ συμφέρον ἢ τόσον ἀντὶ τοῦ ὀλίγον.
54 πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις: ἦσαν γὰρ αὐτῇ παῖδες ἐξ Ἡρακλέους Ὕλλος, Κτήσιππος, Γλῆνος, Ὀνείτης· ἔστι δὲ Ἡρακλεῖ καὶ ἕτερος Ὕλλος ἐκ Μελίτης.
56 εἰ πατρὸς | νέμοι τινʼ ὤραν: ὤραν φροντίδα· καὶ Ἡσίοδος
τοῦ
δοκεῖν καλῶς διαπράττεσθαι.
58 ἀρτίπους
59 πρὸς καιρὸν κατὰ καιρόν.
60 τἀνδρὶ τῷ Ὕλλῳ.
61 ἀγεννήτων δυσγενῶν.
63 ἐλεύθερον σπουδαῖον καὶ ἐλευθέρῳ
πρέποντα.
64 εἰ διδακτά μοι εἰ προσήκει μοι μαθεῖν.
65 ἐξενωμένου ἐν ξένῃ διατρίβοντος.
68 ἱδρῦσθαι διάγειν.
69 τὸν μὲν παρελθόντʼ ἄροτον: ἀντὶ τοῦ ἐνιαυτόν· ἅπαξ γὰρ τοῦ ἔτους ἀροτριᾶται ἡ γῆ.
70 Λυδῇ γυναικὶ τῇ Ὀμφάλῃ.
λάτριν δοῦλον.
πονεῖν ὑπηρετεῖν.
71 πᾶν τοίνυν εἰ καὶ τοῦτʼ ἔτλη: ἀκούσεται τοίνυν τις ὅτι Ἡρακλῆς πᾶν αἰσχρὸν ὑπέμεινεν εἰ ἀληθῶς ὑπέστη τὸ δουλεύειν τῇ Ὀμφάλῃ.
72 ἐξαφεῖται ἀφείθη, ἀπηλλάγη τοῦ
δουλεύειν.
74 Εὐβοῖδα χώραν: ἔνιοί φασι καὶ Θεσσαλίας
εἶναι Οἰχαλίαν,
οὐδὲν δὲ ἄτοπον συνωνυμεῖν.
77 τῆσδε τῆς χώρας τῆς Εὐβοίας.
79 ὥς οἱ τελευτὴν τοῦ βίου: ἔλεγεν, φησίν, ὅτι
82 ἐν οὖν ῥοπῇ τοιᾷδε: ἐν κινδύνῳ καὶ ἐπὶ ξυροῦ ἀκμῆς ἱσταμένῳ οὐ πορεύσῃ συλληψόμενος αὐτῷ καὶ συναγωνιούμενος;
83 ξυνέρξων τῷ πατρί.
86 εἰ δὲ καὶ ἠπιστάμην ἢ προηκηκόειν, φησίν, ὅτι ταῦτα προεῖπεν πάλαι ἂν ἐγὼ συμπαρήμην αὐτῷ.
92 χώρει νῦν, παῖ: καὶ νῦν, φησίν, παῖ, ἄπιθι· καὶ γὰρ τὸ βραδέως τὰ
δέοντα ποιεῖν ἐπειδὰν
ἀκούσῃ τις κέρδος ἀποφέρεται τουτέστι
καὶ εἰ βραδέως ἤκουσας καὶ ὠφελήσεις αὐτὸν παραγενόμενος κέρδος σοι
ἔσται.
94 αἰόλα νύξ: μέλαινα ὡς οἱ νεώτεροι· ἢ ποικίλη διὰ τὰ ἄστρα ἡ νὺξ ἢ
ταχεῖα διὰ τὸ
95 φλογιζόμενον ἀντὶ τοῦ λάμποντα.
96 Ὅμηρος
αἰτῶ παρακαλῶ.
97 τὸν Ἀλκμήνης. λείπει παῖδα.
98 πόθι λείπει οἰκεῖ, διατρίβει.
100 ἢ ποντίους αὐλῶνας: τοὺς παρὰ θάλατταν τόπους στενούς, ἐκ δὲ τούτου
τὰ πελάγη φησίν· ἆρα
οὖν ἐν θαλάττῃ ἐστίν; ἢ ἀντὶ τοῦ
νήσους· αὐλὼν γὰρ
101 ἢ δισσαῖσιν ἀπείροισιν: ἀντὶ τοῦ καὶ πρὸς τὰ ἑῷα καὶ δυτικά.
102 ὦ κρατιστεύων: ὦ νικῶν πάντας τοὺς θεοὺς κατὰ τὸ ὀπτικόν· καὶ Ὅμηρος
103 ποθουμένᾳ ἀντὶ τοῦ ποθούσῃ.
104 τὰν ἀμφινεικῆ Δηιάνειραν; τὴν περιμάχητον·
πυνθάνομαι,
φησί, τὴν ἀμφινεικῆ Δηιάνειραν μηδέποτε τοὺς ὀφθαλμοὺς ἀδακρύτους ἔχειν
ἀλλʼ ἀεὶ τῷ πόθῳ τῶν δακρύων νικωμένην ὀδύρεσθαι· ἀθλίαν δʼ ὄρνιν τὴν
ἀλκυόνα φησὶν ἣ τίκτει ἐν ταῖς ὑφάλοις πέτραις εἶτα τῶν ὠῶν ἀφανιζομένων
δακρύει.
λείπει ἡ διά.
105 οἷα ἐπιρρηματικῶς.
ἄθλιον ὄρνιν γράφε ἅλιον ὄρνιν, ἀλκυόνα· ἢ
ἀηδόνα.
106 οὔποτʼ εὐνάζειν: τὸν πόθον τῶν δακρύων
κοιμίζειν ἀλλʼ
ἡττᾶσθαι καὶ ἀεὶ δακρύειν.
ἀδακρύτων πολυδακρύτων.
107 ἀλλʼ εὔμναστον ἀνδρός: ἀλλὰ τὸ δεῖμα τὸ ὑπὲρ τοῦ ἀνδρὸς ἀεὶ μνημονεύουσαν ἐν ταῖς ἀνάνδροις κοίταις τρύχεσθαι κατὰ ψυχήν.
109 ἐνθυμίοις εὐναῖς: ταῖς μεριμνητικαῖς, ταῖς πολυφροντίστοις, ἀνανδρώτοισι δὲ ταῖς ἐρήμοις τοῦ ἀνδρός.
112 τὸ πολλὰ πρὸς τὸ κύματα.
ὥστʼ ἀκάμαντος ἢ νότου: ὥσπερ γὰρ ἄν τις θεωροίη κυματουμένην τὴν
θάλατταν ἢ νότου πνέοντος ἢ βορέου, τῶν δὲ κυμάτων τὰ μὲν ἐπιόντα τὰ δὲ
ἀπερχόμενα οὕτως καὶ τὸν Ἡρακλέα καθάπερ τι πέλαγος
κακῶν τὸ
μὲν τι παρὸν λυπεῖ τὸ δʼ αὐξόμενον
ἀπόκειται.
116 Καδμογενῆ: τὸν Θηβαγενῆ Ἡρακλέα· Ἡσίοδος ὄφῤ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη.
117 τρέφει, τὸ δʼ αὔξει ἀντὶ τροφῆς καθημερινῆς
καὶ αὐξήσεώς εἰσιν αὐτῷ οἱ πόνοι.
τρέφει: ἀντὶ ἔχει, τὸ δὲ αὔξει ἀντὶ τοῦ αὔξεται· οὕτω φησί, τὸ μὲν τῶν
κακῶν ἔχει αὐτὸν τὸ δὲ αὔξεται κατʼ αὐτοῦ. ἄλλως. τρέφει ἀντὶ τοῦ τρίβει
κατὰ ἀντίφρασιν· ἔστι γὰρ οὕτω, τὸ μὲν αὐτὸν καταπονεῖ παρὸν
τὸ δʼ αὔξει καὶ κορυφοῦται· ἢ ὅτι οἰκεῖον τοῦ ἥρωος τὸ τρέφει καὶ
αὔξει ὥστε τρέφεσθαι αὐτοῦ τὴν ἀρετὴν διὰ τῶν πόνων ὡς Ἰσοκράτης ,,οἷς
τοῦ βίου ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα ἐχαρίζετο“· βίου δὲ πέλαγος
τὸν χειμαζόμενον βίον.
118 πέλαγος | Κρήσιον ὡς πάνυ χειμαζομένης τῆς
περὶ Κρήτην θαλάσσης.
119 ἀλλά τις θεῶν: θάρρει, φησίν, ὦ Δηιάνειρα· θεῶν γάρ τις αὐτὸν
ἀναμάρτητον καὶ δίκαιον ὄντα κωλύει ἀπὸ τοῦ Ἅιδου· ἢ ἀναμπλάκητον
ἐπιτυχῆ παρὰ
120 ἀναμπλάκητον ἄπταιστον.
122 ὧν ἐπιμεμφομένας περὶ ὧν μεμφομένης ὅτι
προσηκόντως
ὀδύρῃ· θεοὶ γὰρ αὐτὸν σῴζουσιν.
ἁδεῖα μὲν ἀντία δʼ οἴσω: οἷς περὶ τοῦ Ἡρακλέους φρονεῖς ἐρῶ· τὸ δὲ ἑξῆς
ἐπάγει ὥστε μὴ χρῆναι αὐτὴν ἀποβάλλειν τὴν ἀγαθὴν ἐλπίδα περὶ αὐτοῦ·
ἡδεῖα ὅτι φησὶν αὐτὸν ζῆν, ἀντία δὲ ὅτι τὸ ἐναντίον νομίζει
Δηιάνειρα ὡς ἀποθανόντος αὐτοῦ.
ἀντία ἀντίον σοί.
οἴσω ἀντὶ λέξω.
124 οὐκ ἀποτρύειν: οὐκ ἀπογνῶναι, οὐκ ἀποκάμνειν, οὐκ ἀποβάλλειν, οὐκ ἀποδοκιμάζειν.
126 ἀνάλγητα γὰρ οὐδʼ | ὁ πάντα κραίνων: οὐδὲ γὰρ ἄλυπα τοῖς ἀνθρώποις ὁ
Ζεὺς τὰ πράγματα πεποίηκε·
πήματι καὶ χαρᾷ καὶ στρέφουσιν ὀξέως τὰ πράγματα ὥσπερ τὰς τῆς ἄρκτου
στροφάς.
129 ἀλλ᾿ ἐπὶ πήματι καὶ χαρᾷ. ἐπὶ χαρᾷ δὲ καὶ πήματι πᾶσι κυκλοῦσιν οἱ θεοί· πήμᾳ δὲ ἀντὶ πήματι κατὰ ἀποκοπήν.
ποτὲ μὲν ἐπὶ πήματι ποτὲ δὲ ἐπὶ χαρᾷ.
130 πᾶσι κυκλοῦσιν: ἀντὶ κυκλοῦνται τὰ τῶν ἀνθρώπων πράγματα· ἢ τὸ
κυκλοῦσιν ἐπὶ τῶν θεῶν. οἷον ἄρκτου στροφάδες: τὰς ἄρκτους παρέλαβεν
ἐπεὶ διαφανεῖς τέ εἰσιν καὶ ἡσυχαιτέραν ποιοῦνται τὴν κίνησιν· καθόλου
γὰρ ὀξύτερον τὰ νότια κινοῦνται
διὰ τὸ μείζονα κύκλον
ὁδεύειν· Ἄρατος
αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι.
136 στέρεσθαι ἀντὶ τοῦ λυπεῖσθαι καὶ στέρεσθαι
χαρᾶς· τίνος δὲ στέρεσθαι; δῆλον ὅτι τοῦ χαίρειν.
137 ἃ καὶ σὲ τὰν ἄνασσαν: ἅπερ καὶ σὲ λέγω
χρῆναι φρονεῖν
καὶ χρησταῖς ἐλπίσι βόσκεσθαι· ἢ οὕτως, ἃ καὶ σὲ βούλομαι φροντίζειν ὅτι
τρέπονται καὶ ἐκ κακῶν ἐπὶ ἀγαθὰ τὰ ἀνθρώπινα.
140 Ζῆν᾿ ἄβουλον: δύσβουλον καὶ κακόβουλον, μὴ βουλευόμενον τοῖς ἰδίοις
παισὶ τὸ συμφέρον διὸ
μηδὲν φαῦλον περὶ Ἡρακλέους ἔλπιζε·
οὐ γὰρ παρορᾷ τοῦ ἑαυτοῦ παιδὸς ὁ Ζεύς.
141 ἐξ ἀκοῆς ἐλήλυθας, τῶν ἐμῶν αἰσθομένη κακῶν.
144 τὸ γὰρ νεάζον ἐν τοιοῖσδε: ἡ γὰρ νέα ἡλικία
ἐν τοῖς
τόποις τῆς ἀμεριμνίας βόσκεται· τὸ δʼ αὐτοῦ τινες ψιλοῦσιν καὶ νοοῦσιν
αὐτόθι, ἔνιοι δὲ δασύνουσιν ἀντὶ τοῦ ἑαυτοῦ, τοῖς ἰδίοις ἑαυτοῦ τόποις
ἀμερίμνως βόσκεται τὸ νεάζον καὶ οὔτε καύματι φθείρεται οὔτε ὑετῷ οὔτε
ἀνέμων σφοδρότητι ἀλλὰ ταῖς ἡδοναῖς εἰς
ὕψος εὐθυμίας
αἴρεται· ἕως τις γαμηθῇ οὐδέν, φησί, ταράττει τὴν νέαν ἡλικίαν ἀλλʼ ὡς
τεῖχος ἀρραγὲς οὐ
145 οὐ θάλπος κ. ἑ. ἀντὶ οὐδεμία μεταβολή.
147 ἡδοναῖς — ἐξαίρει ταῖς εὐθυμίαις
ἐξυψοῖ.
148 ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου: τὸ τηνικαῦτα ἐπειδὰν γαμηθείη τις εἰς
τὰ καθʼ ἑαυτὴν ἀποβλέπουσα καὶ συνορῶσα
150 ἡ πρὸς ἀντὶ τῆς ὑπέρ.
151 τὸ αὐτοῦ ὡς πρὸς τὸ νέον ἀποδέδωκεν.
153 πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγε: τὰ μὲν ἄλλα πάθη τοῦ Ἡρακλέους πολλάκις ἀπωδυράμην ἓν δὲ νῦν εἰπεῖν βούλομαι οἷον οὐκ εἴρηκά πω.
155 ὅτι πρὸ πολλοῦ χρόνου χρησμὸς ἦν αὐτῷ δεδομένος.
161 νῦν δʼ ὡς ἔτʼ οὐκ ὤν: ἀεὶ μὲν ἐξῄει ὡς ἐπὶ ὁμολογουμένῳ κατορθώματι
νῦν δὲ ὡς τεθνηξόμενος ἐνετείλατό μοι ἵνα πρόνοιαν ἄλλου ἀνδρὸς
ἐμαυτῇ ποιήσωμαι, εἶπε δὲ καὶ περὶ τῆς ἑκάστου τῶν τέκνων
μερίδος.
162 χρεῖʼ μ᾿ ἑλέσθαι κτῆσιν: ἔλεγεν προσήκειν ἐμὲ λαβεῖν τὴν προῖκα καὶ τὰ δῶρα ἃ ὑπὲρ τοῦ λέχους ἐκτησάμην.
ἢ προνοεῖσθαι ἑτέρου ἀνδρὸς ἢ αῴζειν τὸ λέχος.
167 τοῦθʼ ὑπεκδραμόντα διαφυγόντα τὸν
θάνατον.
169 τοιαῦτʼ ἔφραζε: ἡ δέλτος τοιαῦτα ἔλεγεν παρὰ θεῶν εἱμάρθαι ὥστε τούτων θάτερον αὐτῷ τέλος ἔσεσθαι τῶν πόνων.
170 τῶν Ἡρακλείων τῶν ἑαυτοῦ πόνων τὸ τέλος·
πολύ δὲ τὸ τοιοῦτο εἶδος παρὰ ποιηταῖς.
172 Δωδῶνι δισσῶν ἐκ πελειάδων: τὴν ἐν Δωδώνῃ τῆς Θεσπρωτίας φηγὸν ἐφʼ
δύο περιστεραὶ καθήμεναι ἐμαντεύοντο· ὡς ἀπʼ εὐθείας δὲ τῆς ἡ Δωδὼν ὡς
Πλευρών· Ὅμηρος δὲ Δωδώνην εἶπεν. εἰς τὸ αὐτό: ὑπεράνω τοῦ ἐν Δωδώνῃ
μαντείου δύο ἦσαν
πέλειαι διʼ ὧν ἐμαντεύετο ὁ Ζεὺς ὡς
Ἀπόλλων ἀπὸ τρίποδος· οἱ μὲν οὕτω λέγουσι θεσπίζειν οἱ δὲ οὕτω τὰς
ἱερείας γραίας οὔσας· καὶ γὰρ τοὺς γέροντας οἱ Μολοσσοὶ πελίους
ὀνομάζουσιν· Ἡράδοτος δὲ ἐν β΄ φησὶ ,,Πελειάδες δέ μοι δοκέουσι
κεκλῆσθαι πρὸς
Δωδωναίων αἱ γυναῖκες διότι βάρβαροι οὖσαι
ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι, μετὰ δὲ χρόνον δοκοῦσιν ἀνθρωπίνῃ φωνῇ
φθέγξασθαι „ἐπείπερ ἐκ Θηβῶν Αἰγυπτίων ἧσαν“. Εὐριπίδης τρεῖς γεγονέναι
φησὶν αὐτάς, οἱ δὲ δύο καὶ τὴν μὲν εἰς Λιβύην ἀφικέσθαι
Θήβηθεν εἰς τὸ τοῦ Ἄμμωνος χρηστήριον τὴν
173 καὶ τῶνδε ναμέρτεια; καὶ τῶν εἰρημένων ὑπὸ Ἡρακλέους ἀλήθεια νῦν ἀποβαίνει ἐν τῷ παρόντι χρόνῳ ὥστε ὁπότερον πραχθῆναι.
176 μένειν ἀντὶ τοῦ ζῆν.
178 εὐφημίαν νῦν ἴσχ᾿ εὔφημα φώνει.
179 πρὸς χαρὰν πρὸς ἡδονήν.
πρὸς χαρὰν λόγων: πρὸς χάριν ἀπαγγελοῦντα,
λόγων ἡδονὴν
διδόντα· ἐκ τοῦ στεφάνου δὲ στοχάζεται ὅτι μέλλει χρηστὰ
ἀπαγγέλλειν.
181 ὄκνου φόβου· Ὅμηρος
185 τάχ᾿ ἀντὶ τοῦ εὐθέως.
188 ἐν βουθερεῖ λειμῶνι: μέγα θέρος ἔχοντι ὅ ἐστι λήιον· τὸ γὰρ βου
ἐπιτατικόν ἐστιν· ἢ τῷ σφόδρᾳ βαλλομένῳ καὶ θερομένῳ ἤγουν θερμαινομένῳ
ὑπὸ τοῦ ἡλίου. ἄλλως: βουθερεῖ ἢ ὄνομα τοῦ λειμῶνος ἢ πολυθερεῖ· τὸ γὰρ
βου ἐπιτατικόν ἐστιν· ὅ ἐστι πολλάκις
θεριζομένῳ ἵν᾿ εἴπῃ
πολυφόρῳ ἢ ὑπὸ βοῶν θεριζομένῳ τοῖς ὀδοῦσι τουτέστι βοῦς τρέφοντι.
192 αὐτὸς δὲ πῶς ἄπεστιν: εἰ εὐτυχεῖ ὁ Ἡρακλῆς πῶς ἄπεστιν ὁ Λίχας καὶ οὐκ ἦλθε ταχέως ἀπαγγέλλων;
193 οὐκ εὐμαρείᾳ χρώμενος. οὐ ῥᾳστώνῃ, οὐ
καταφρονήσει σοῦ
ἄπεστιν ἀλλὰ κρινόμενος ὑπὸ τῶν πολιτῶν· τὸ. δὲ οὐ πολλῇ ἀντὶ τοῦ οὐδὲ
ὀλίγῃ· τινὲς δὲ οὕτως, οὐκ εὐχερείᾳ ἀντὶ τοῦ οὐκ ἔστιν αὐτῷ εὐχερὲς
παραγενέσθαι.
194 Μηὺς ἅπας λεώς: Μηλιεῖς ἔθνος Θετταλικὸν
πλησίον
Τραχῖνος· Μηλία δὲ ἡ πόλις καλεῖται.
196 τὸ γὰρ ποθοῦν τὸ ποθούμενον.
197 μεθεῖτο ἀπολύσειεν.
198 οὐχ ἑκών, ἑκοῦσι δέ: τοῖς Μηλιεῦσιν αὐτός, ὁ Λίχας, σύνεστιν οὐχ
ἑκών· βούλεται γὰρ αὐτὸς αὐτῶν ἀποστὰς ἐλθεῖν
πρὸς σέ.
200 ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον: τὸν ἀπόρθητον· συμβαλόντες γὰρ οἱ δυσμενεῖς
δῃοῦσι τὰ χωρία· ἄμεινον
δὲ τὸν ἀφιερωμένον θεοῖς καὶ
ἀγεώργητον, ὃν οὐδὲ βοτὰ καταβόσκεται· τὰ δὲ τοιαῦτα χωρία ὀργάδας
ἐκάλουν.
202 φωνήσατ᾿, ὧ γυναῖκες; ἀντὶ ὀλολύξατε καὶ βοήσατε χάριν ὁμολογοῦσαι τοῖς θεοῖς.
203 ὡς ἄελπτον ὄμμ’ ἐμοὶ | φήμης. ὄμμα φήμης φησὶν αὐτὸν τὸν φανερῶς ἀπαγγείλαντα ἢ τὸ ἀπὸ τῆς φήμης φῶς· ἀνασχὸν δὲ ἀναφανέν, ἀνατεῖλαν ἐκ μεταφορᾶς τοῦ ἡλίου.
206 ἐφεστίοις ἀλαλαῖς: ταῖς ἐπὶ τῶν θυσιῶν
εὐχαῖς ἀντὶ ὁ πᾶς
οἶκος Ἡρακλέους θυσίας καὶ εὐχὰς ποιείτω.
207 ὁ μελλόνυμφος: εἴτέ τις μελλόνυμφός ἐστιν εἴτε γεγαμηκὼς ἡκέτω· κοινὴ
γὰρ πάντων ἐστὶν εὐχή· ἡκέτω δὲ πᾶσα κλαγγὴ ἀρσένων τε καὶ θηλειῶν,
κοινὴν
εὐχὴν ποιησάτω.
τὸ κοινὸς Ἀττικόν ἐστιν ὡς
209 προστάταν σωτῆρα.
211 ἀνάγετʼ, παρθένοι: ἀνυμνεῖτε πάντες καὶ
πᾶσαι τὸν σωτῆρα
καὶ παιᾶνα Ἀπόλλωνα.
ἀνυμνεῖτε.
212 βοᾶτε τὰν ὁμόσπορον: ἀνυμνεῖτε καὶ τιμᾶτε τὴν ἅμα τῷ Ἀπόλλωνι σπαρεῖσαν, τὴν ἐν Ὀρτυγίᾳ τιμωμένην· νύμφας δέ φησι τὰς Ὀρεστιάδας παρόσον ἐν τοῖς ὄρεσι διατρίβει ἡ Ἄρτεμις.
214 ἀμφίπυρον: παρόσον ἀμφοτέραις ταῖς χερσὶ δᾳδουχεῖ ἡ αὐτὴ οὖσα τῇ Ἑκάτῃ.
216 ἀείρομαι οὐδʼ ἀπώσομαι: μετεωρίζομαι ἐν τῷ χορεύειν εἰς τὸν ἀέρα καὶ
ἄνω αἴρομαι· τὸ γὰρ μελιδάριον
οὐκ ἔστι στάσιμον ἀλλʼ ὑπὸ
τῆς ἡδονῆς ὀρχοῦνται.
217 τὸν αὐλόν, ὧ τύραννε: αὐλὲ ἢ ὦ Ἡράκλεις ἢ Διόνυσε. ἄλλως: ὦ αὐλέ, τῆς
ἐμῆς ψυχῆς τύραννε· ἐρεθίζει γὰρ ὁ αὐλὸς τὰς παρθένους πρὸς τὴν χορείαν·
ἀντὶ τοῦ κρατῶν τῆς ἐμῆς φρενός· ἐν δὲ
τῷ ταῦτα λέγειν
ὀρχοῦνται ὑπὸ χαρᾶς.
218 ἰδοό μ᾿ ἀναταράσσει εὐοῖ μ᾿: εἰς Βακχικὴν ἅμιλλαν τουτέστι χορείαν παρορμᾷ με ὁ κισσός· τὸ δὲ ὑποστρέφων ἀντὶ τοῦ ἀπὸ λύπης εἰς ἡδονὴν μετάγων ἢ ὑποβάλλων.
223 ἀντίπρῳρα. ἐναντία, ἀντικείμενα τοῖς προτέροις
228 χαρτὸν ἄξιον χαρᾶς.
230 κατʼ ἔργου κτῆσιν: κατὰ τὴν τοῦ ἔργου
πρᾶξιν τουτέστιν
ἀξίως τῆς Ἡρακλέους ἀρετῆς προσφωνούμεθα ἀντὶ οἵων ἔδει τυχεῖν
προσφωνημάτων τοὺς τὰ τοιαῦτα κατειργασμένους ἐτύχομεν.
ἀντὶ κατὰ τὴν ἀπαγγελίαν.
236 πατρῴας ἀντὶ τοῦ Ἑλλάδος· Ἀργεῖος γὰρ ὁ
Ηρακλῆς.
237 ὁρίζεται κατασκευάζει, ἵστησιν.
238 τέλη τʼ ἔγκαρπα: τέλη θυσίας, ἔγκαρπα δὲ
τὰ θυμιάματα ἀπὸ
ἀνθῶν ἢ καρπῶν.
Κηναίῳ Διί: Κήναιον Εὐβοίας ἀκρωτήριον ἀπὸ Κηναίου τοῦ Ἐλεφόρου.
239 εὐκταῖα φαίνων ἢ ᾿πὸ μαντείας: πότερον αὐτὸς εὐξάμενος καὶ
ὑποσχόμενος ἐπὶ τῇ νίκῃ τοῦτο
ποιεῖν ἢ ἀπὸ μαντείας θεοῦ
τινος κελεύσαντος;
240 εὐχαῖς ὅθʼ ᾕρει: κατʼ εὐχάς φησιν αὐτοῦ τελεῖσθαι τὰς θυσίας· ὅτε γὰρ ἐκράτησεν Οἰχαλίας εὐχαριστήριον τὰς θυσίας προσήγαγεν.
242 τοῦ ποτʼ εἰσὶ ἀντὶ τίνος εἰσὶ δεσπότου;
243 οἰκτραὶ γὰρ εἰ μὴ ξυμφοραί: δυσγενεῖς γὰρ δοκοῦσιν εἶναι εἰ μὴ ἄρα με σφάλλουσιν αἱ κατʼ αὐτὰς συμφοραὶ τουτέστιν εἰ μὴ ἄρα διὰ τὴν τύχην ὑπεδύσαντο οἶκτον.
244 ταύτας ἐκεῖνος: ἵνα τὰς μὲν αὐτὸς ἔχῃ τὰς
δʼ ἀνιερώσῃ
τοῖς θεοῖς.
246 ἦ κἀπὶ ταύτῃ τῇ πόλει: ἆῤ οὖν τὸν πολὺν τοῦτον καὶ ἀνάριθμον χρόνον τῶν ἡμερῶν ἐν τῇ Οἰχαλίᾳ διέτριψεν; ἄσκοπον δὲ πολύν, ὃν οὐκ ἄν τις ἐπιλογίσαιτο καὶ καταμάθοι διὰ τὸν χρόνον.
247 ἀνήριθμον ἀντὶ ἀναρίθμητον.
250 ἐμποληθεὶς πραθείς.
τοῦ λόγου δʼ οὐ χρὴ φθόνον: μέμψιν· οὐ χρή,
γινόμενα κἂν ᾖ χαλεπά.
253 ἐνιαυτὸν ὁ Ἡρόδωρος γ΄ ἔτη λέγει.
254 ἐδήχθη ἐλυπήθη.
256 τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους: τὸν αἴτιον καὶ σχεδὸν αὐτὸν ποιήσαντα
τοῦ πάθους, λέγει δὲ τὸν
Εὔρυτον.
257 πλεονάζει τὸ ἔτι.
258 ἡλίωσε τοὔπος ἐματαίωσεν, μάταιον εἶπεν τὸ
ἔπος.
ἀλλ᾿ ὅθʼ ἁγνὸς ἦν: ὅτε ἥγνισεν
φόνου ὅ ἐστιν ὅτε ἐπλήρωσε τὴν ὑπὲρ τοῦ φόνου
δουλείαν.
259 ἐπακτὸν συμμαχικόν, οὐκ ἴδιον.
πόλιν τὴν Εὐρυτείαν τὴν Οἰχαλίαν.
263 ξένον: φίλον.
264 ἐπερρόθησε: σφοδρῶς ὕβρισεν· ἢ εἰς τὴν παιδοκτονίαν τῶν ἀπὸ Μεγάρας τέκνων ἢ ὅτι πολλαῖς πρῴην ὡμίλησεν γυναιξὶν ὡς Ἀπολλόδωρος.
ἀτηρᾷ φρενὶ ἀπηνεῖ καὶ σκληρᾷ γνώμῃ.
265 λέγων χεροῖν μέν: λέγων αὐτὸν ἡττᾶσθαι
τῶν αὐτοῦ τέκνων
εἰ καὶ ἄφυκτα βέλη ἔχει.
266 τῶν ὧν τέκνων λίποιτο: τοῦτο ἰδίως· οὐ γὰρ ἠλαζονεύσατο μόνον περὶ
τῶν παίδων ἑαυτοῦ ἀλλὰ
267 ὡς ἐλευθέρου λείπει ἡ ὑπό, ὡς ὑπὸ ἐλευθέρου
ἀνδρὸς ὑβρίζοιτο, λέγει δὲ τοῦ Εὐρυσθέως.
269 ἔρριψεν ἐκτὸς αὐτὸν τῆς οἰκίας αὐτὸν
ἀπεώσατο.
ὧν ἔχων χόλον: ὑπὲρ δὴ τούτων ὀργιζόμενος Ἡρακλῆς
ἐφόνευσε τὸν Ἴφιτον εἰς τὸ τῆς Τιρυνθίας ὄρος παραγεγονότα διὰ τὴν τῶν
ἵππων ἀναζήτησιν.
272 τότʼ ἄλλοσ᾿ αὐτὸν ὄμμα: ἀλλαχόσε τὸν νοῦν ἔχοντα καὶ οὐδὲν δεινὸν
πείσεσθαι προσδοκῶντα ἀπὸ
τοῦ ὄρους ἐδίσκευσεν.
τότʼ τὸ τηνικαῦτα.
273 πυργώδους πλακὸς ὑψηλοῦ ὅρους.
274 ἔργου τοῦ φόνου.
276 οὐδʼ ἠνέσχετο: οὐχ ὑπήνεγκεν αὐτοῦ τὴν
μιαιφονίαν ὅτι τὰς
ἄλλας αὐτοῦ σεμνὰς πράξεις διὰ ταύτης κατῄσχυνεν.
280 ὕβριν γὰρ οὐ στέργουσιν: τὴν ἀδικίαν· οἷον οὐδʼ αὐτὸ τὸ θεῖον ὑβριζόμενον καρτερεῖ ὁ λίαν ἐστὶν ἀνεκτότατον.
281 κεῖνοι δʼ ὑπερχλίοντες: οἱ παῖδες τοῦ Εὐρύτου ὑπερηφάνως λοιδορησάμενοι τῷ Ἡρακλεῖ ἀνῃρέθησαν ὑπερεντρυφήσαντες τῇ καθ᾿ Ἡρακλέους λοιδορίᾳ.
284 ἄζηλον: κακοδαίμονα, ὃν οὐκ ἄν τις ζηλώσειεν· Ὅμηρος
286 ἐφεῖτʼ| ἐνετείλατο.
πιστὸς ὢν κείνῳ ὡς προσετάγην.
287 αὐτὸν δʼ ἐκεῖνον: τὸ ἑξῆς, αὐτὸν φρόνει ἥξοντα τουτέστι προσδόκα ὅταν
διὰ τῆς θυσίας καθάρῃ
αὐτὸν ἀπὸ τοῦ φόνου.
289 τοῦτο τὸ ἥξειν ἐκεῖνον.
291 νῦν σοι τέρψις. ἀντὶ ἐν τούτῳ τῷ χρόνῳ καθʼ ὃν ἀπαγγέλλω τὰ χρηστά· ἢ κατὰ τοῦτον τὸν τρόπον.
294 πανδίκῳ φρενὶ ἀντὶ μετὰ πάσης
δικαιοσύνης.
296 ὅμως δʼ ἔνεστι: γνωμολογεῖ ὁρῶσα τὰς αἰχμαλώτους·
303 ὦ Ζεῦ τροπαῖε: ἀποτρεπτικέ, ἀλεξίκακε· ἱκετεύει
δὲ μὴ
παθεῖν παραπλήσια ταῖς αἰχμαλώτισι τὰ τέκνα αὑτῆς.
304 πρὸς τοὐμὸν οὕτω σπέρμα ἀντὶ κατὰ τῶν ἐμῶν
παίδων.
305 μηδʼ εἴ τι δράσεις: δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ· ὁ
δὲ νοῦς,
εἰ καὶ μέλλεις τι δρᾶν κατὰ τῶν ἐμῶν παίδων τοῦτο ἐμοῦ ζώσης
ἀναβαλοῦ.
308 ἄνανδρος ἢ τεκνοῦσα; τέκνα ἔχουσα ὅπερ Καλλίμαχός φησι παιδοῦσα.
πρὸς μὲν γὰρ φύσιν: ὅσον μὲν γάρ ἐστιν ἐκ τῆς
ἡλικίας καὶ
φύσεως τοῦ σώματος στοχάζεσθαι ἄπειρος εἶ τῶν ἐκ τοῦ γάμου προσγινομένων
ἔοικας δὲ ὅμως τις εἶναι εὐγενής.
313 ἀπὸ τῆς καταστάσεως τεκμαίρεται.
314 τί δʼ ἄν με καὶ κρίνοις; τί με καὶ μάτην
ἀνακρίνεις; ἀγνοῶ γάρ.
315 γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις: οὐκ ἐν ταῖς ἀπερριμμέναις καὶ εὐτελέσι τεταγμένη ἀλλὰ δῆλον ὅτι προὔχουσα ἐν εὐγενείᾳ.
317 οὐδʼ ἀνιστόρουν μακράν: ἐπολυπραγμόνουν,
περιειργαζόμην·
μακρὰν δὲ ἐπὶ πολύ· καλῶς δὲ ὁ
318 ξυνεμπόρων ξυναιχμαλωτίδων· ἔχεις δὲ ἀντὶ
τοῦ ἔγνως.
319 ἤνυτον Ἀττικῶς· ἤνυον.
320 ἐκ σαυτῆς: ἀπὸ σαυτῆς καὶ μὴ ὡς ἀφʼ ἡμῶν ἀναγκαζομένη· συμφορὰ γάρ ἐστι τὸ μὴ γινώσκεσθαί σε ἥτις τυγχάνεις· τοῦτο δέ φησιν ὡς μέλλουσα αὐτῇ δεξιῶς χρήσασθαι εἰ γνοίη τὰ κατʼ αὐτήν.
322 οὔ τἄρα τῷ γε πρόσθεν: ἐὰν αἰδουμένη σε φθέγξηται κατʼ οὐδὲν ἄρα ἐξ ἴσου τῷ πρόσθεν χρόνῳ προκομίσειεν αὐτῆς τὴν γλῶτταν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐσιώπα καὶ οὐδὲν πρὸς ἐμὲ τῶν καθʼ ἑαυτὴν ἐδημοσίευσεν οὔτε μικρὸν οὔτε μέγα παντελῶς.
ὡς οὐκ ἐλάλησε πρῴην οὐδὲ νῦν λαλήσει.
325 ὠδίνουσα καταπονουμένη.
326 δακρυρρόει ἐδάκρυεν.
327 διήνεμον ἔρημον, ὑψηλήν· Ὅμηρος ἠνεμόεσσάν
φησι.
ἡ δέ τοι τύχη. αὐτὴ δὲ ἡ τύχη καθ᾿ ἣν σιωπᾷ ἐπιβλαβὴς μὲν αὐτῇ ἐστι καθʼ ὃ οὐ τυγχάνει τῆς παρὰ σοῦ δεξιότητος ὅμως συγγνώμην ἔχει.
329 δʼ οὖν ἐάσθω: μὴ ἀναγκαζέσθω λέγειν ἀλλὰ πραττέτω ὥσπερ αὐτῇ φίλον
ἵνα μὴ δόξωμεν
αὐτὴν λυπεῖν.
333 οἷ πρὸς τὸν Ἡρακλέα δηλονότι.
335 αὐτοῦ γε πρῶτον: ὁ προευαγγελισάμενος
336 οὕστινας ἄγεις: ἄγεις ἀντὶ τοῦ ἔπεμψας· ἦσαν δὲ καὶ ἄρσενες μετὰ τῶν αἰχμαλώτων.
337 ὧν τʼ οὐδὲν εἰσήκουσας: περὶ τούτων γὰρ
πάντων προσήκει
σε μαθεῖν· τούτων γὰρ ἔχω τὴν γνῶσιν.
339 τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;: τίνος ἕνεκεν τὴν πορείαν καὶ τὴν εἴσοδον ἱστᾷς καὶ κωλύεις;
341 μάτην ψευδῶς.
342 ἐκείνους τὸν Λίχαν καὶ τὰς αἰχμαλώτους.
344 σοὶ ταῖσδέ τʼ οὐδέν: ἀντὶ τοῦ οὐδὲν οὔτε πρὸς σὲ οὔτε πρὸς ταύτας ἀπόρρητον· τούτους δὲ ἢ τὰς αἰχμαλώτους καὶ τοὺς ἅμα δύντας ἄρσενας ἢ τοὺς περὶ τὸν Λίχαν.
347 φώνει δίκης ἐς ὀρθόν: ἀντὶ τοῦ ἐφώνει δικαίως καὶ μετὰ ἀληθείας.
ἀλλʼ ἢ νῦν κακὸς κ. ἑ. ἀντὶ τοῦ ἢ τὰ πρότερον ἢ
τὰ νῦν ψεύδεται.
350 ἐξείρηκας ἐξεῖπες.
ἄγνοιά μ᾿ ἔχει ἀγνοῶ καὶ οὐ συνίημι.
352 τῆς κόρης ταύτης τῆς Ἰόλης.
353 θ᾿ ἕλοι ἑλὼν εἴη· εἰ δὲ ὑφ᾿ ἓν θέλοι
ἄν.
354 τήν θ᾿ ὑψίπυργον Οἰχαλίαν: Ξερεκύδης φησὶν οὕτως, μετὰ δὲ τὸν ἀγῶνα
Ἡρακλῆς ἀφικνεῖται πρὸς
Εὔρυτον τὸν Μελανέως τοῦ Ἀρκεσιλάου
εἰς τὴν Οἰχαλίαν
λέγει, Ἡρακλέα εἰς ἐπιθυμίαν Ἰόλης ἀφικέσθαι τῆς
Εὐρύτου, τὸν δὲ μὴ θέλειν διδόναι· ἤρα τε γὰρ αὐτῆς καὶ μίγνυσθαι
ἔμελλεν τῇ θυγατρὶ εἰ μὴ Ἀργεῖοι ἐξῆλθον εἰς τὴν Εὔβοιαν.
355 θέλξειεν πεπεικὼς εἴη.
αἰχμάσαι τάδε: καταπράξασθαι τῇ αἰχμῇ ὅ ἐστι διὰ πολέμου κατορθῶσαι.
358 ὃν νῦν παρώσας: τὸν ἔρωτα αὐτῆς ἀπωσάμενος τἀναντία εἶπεν ὁ Λίχας.
παρώσας παραπεμψάμενος.
360 κρύφιον ὡς ἔχῃ λέχος. λαθραῖόν σοι, μὴ εἰδυίας σοῦ· ἀλλʼ ἵνα ὡς παλλακίδα αὐτὴν λάβοι.
362 πατρίδα τῇ Οἰχαλίᾳ τῇ πατρίδι τῆς
Ἰόλης.
365 καὶ νῦν ὡς ὁρᾷς: ἀντὶ τοῦ ἐς ἀκούεις, ἥκει δὲ ἀντὶ τοῦ ἐλεύσεται· διὰ
δὲ τούτων τὴν ταχεῖαν
αὐτοῦ ἄφιξιν ἐπαγγέλλεται· οὐκ
ἀφροντίστως δὲ ἀντὶ τοῦ οὐχ ὡς ἔτυχεν ἀλλὰ διὰ πολλῆς φροντίδος ἔχων
αὐτὴν καὶ ἀγαπῶν.
367 μηδὲ προσδόκα τόδε: τὸ ἐν δούλης μέρει ἔχειν αὐτήν.
368 ἐντεθέρμανται ἐκκέκαυται.
372 ἀγορᾷ ἀθροίσματι.
373 ὥστ᾿ ἐξελέγχειν ὥστε με καὶ μαρτύρων
εὐπορεῖν εἰ ἀρνήσαιτο.
374 οὐχ ἥδομαι: λυποῦμαι μὲν οὐκ εἰπών σοι τὰ κεχαρισμένα ἀλλʼ ὅμως
ἀληθείας ἐγγὺς
377 ἆῤ ἀνώνυμος πέφυκεν: ἆρα ἄσημος οὕτως
ἐστὶ καὶ δυσγενὴς
ὡς μηδὲ τὸ ὄνομα αὐτῆς γιγνώσκεσθαι;
379 ἦ καὶ τὰ λαμπρά: τινὲς τὸ τοῦ ἀγγέλου πρόσωπόν φασι· τὸ δὲ κατʼ ὄμμα καὶ φύσιν ἀντὶ τοῦ εὐπρεπὴς τὴν ὄψιν καὶ τὸ πᾶν σῶμα· ἀντὶ τοῦ ἄρα τῇ θέᾳ καὶ τὸ γένος ἐφάμιλλον.
382 βλάστας τοὺς γονεῖς ἀφʼ ὧν ἐβλάστησεν.
δῆθεν: προσποιούμενος μηδένα ἠρωτηκέναι μηδὲ ἐγνωκέναι.
ἀντὶ τοῦ ὡς δή.
383 ὄλοιντο μή τι πάντες: ὄλοιντο μὴ πάντες
ἄνθ ρωποι ἀλλʼ
οἱ κακοὶ καὶ ὅσοι μηχανῶνται λάθρᾳ καὶ κακούργους λόγους ἑαυτοῖς
συντιθέασιν.
389 οὐκ ἀπὸ γνώμης ἀλλʼ ἀρεστά.
οὐκ ἄνευ συνέσεως· ἢ τοῦτο κἀμοὶ ἀρέσκει.
390 ἡμεῖς δὲ προσμένωμεν; κατʼ ἐρώτησιν.
392 αὐτόκλητος αὐτόματος.
394 ὡς ἕρποντος εἰσορᾷς ἐμοῦ ὁρᾷς γάρ με
ἕρποντα καὶ σπεύδοντα πρὸς τὸν Ἡρακλέα.
ὡς τὸ
396 κἀννεώσασθα ἀνακαινίσασθαι καὶ αὖθις
ὁμιλῆσαι ἀκριβῶς ἐκ νέας· ἢ οὕτω, πρὶν ἡμῖν καινοτέρους ἀνακοινώσασθαι
λόγους.
399 ἴστω ὁ μέγας Ζεὺς ὅτι περὶ ὧν οἶδα ἀκριβῶς σοι διηγήσομαι.
401 ὧν δʼ ἔβλαστεν ἀντὶ ὑπὸ τίνος ἐτέχθη.
402 χ.
ὅτι πρὸς βασιλίδα· τὸ δὲ χ ὅτι τὸ ὧδε τοπικόν. ὡς εἰκὸς κάτω νένευκεν ὁ Λίχας· κατασχοῦσα οὖν αὐτὸν τῆς χειρός φησιν, ἀπόβλεψον εἰς ἐμέ· ὁ δὲ ἀνανεύσας ἔφη, πρὸς τίνα γὰρ νομίζεις με βλέπειν;
404 καλῶς τὸ τόλμησον ὡς ἀποδειλιῶντος διὰ
τὴν δεσπότιν.
405 πρὸς τὴν κρατοῦσαν κ. ἐ. ταῦτα πρὸς τὸ πρὸς
τίνʼ ἐννέπειν δοκεῖς;
409 δίκαια ἀντὶ τοῦ ἀληθῆ.
411 ἐς τήνδε δεικτικῶς.
μὴ δίκαιος ὢν μὴ ἀληθεύων.
412 τί ποτε ποικίλασʼ ἔχεις;: τί πεπανούργηκας κατʼ ἐμοῦ; τί ἐμηχανήσω ἢ ἐδολιώσω;
414 ἦ ἀντὶ τοῦ ἤμην.
κλύων σέθεν εἰκῇ ὁμιλούσης.
415 ἱστορούμενος ἐρωτώμενος.
416 καὶ γὰρ οὐ σιγηλὸς εἶ: ἀντὶ τοῦ σιγηλή· οὐ σιωπᾷς, φησί, πρὶν ἂν μάθῃς ὅ τι βούλει.
ἀντὶ πολλὰ φλυαρήσεις εἰς ἡμᾶς.
419 οὔκουν σὺ ταύτην: οὐ σύ, φησί, ταύτην ἣν
προσποιῇ
ἀγνοεῖν ἔλεγες εἶναι Ἰόλην; ἣν ὑπʼ ἀγνοίας ὁρᾷς ἣν ἀγνοεῖς.
425 ταὐτὸ δʼ οὐχὶ γίγνεται. οὐ ταὐτόν ἐστι δόκησις καὶ ἀληθὴς λόγος· θέλει δὲ εἰπεῖν ὅτι κἀγὼ ἤκουσα.
434 ἅνθρωπος, ὧ δέσποιν᾿, ἀποστήτω περισσὴ ἡ ἀπό· ἢ γράφε παρστήτω, οἷον
ὁ ἄνθρωπος στήτω παρελθὼν
εἰς μέσον ὁ διελέγχων με.
τὸ γὰρ | νοσοῦντι ληρεῖν: ἀντὶ φλυαρεῖν καὶ ἀδολεσχεῖν· νοσοῦντι δὲ ἀντὶ
τοῦ νοσούσῃ ὑπὸ ζηλοτυπίας· ἀρσενικῶς δὲ εἶπεν ἢ καθόλου ὁ λόγος μὴ καὶ
δόξῃ αὐτὴν διελέγχειν οὕτω· τὸ γὰρ μαινομένῳ συμφλυαρεῖν
ἀνδρός ἐστιν οὐ σώφρονος· προστήτω οὖν, φησίν, ὁ ἄνθρωπος· οὐ γὰρ
φιλονεικήσω πρὸς αὐτόν.
441 εὐήθης γὰρ ὅστις προσδοκᾷ ἀντιπυκτεῦσαι τῷ ἔρωτι.
444 κἀμοῦ ἀπὸ κοινοῦ τὸ ἄρχει.
446 ληφθέντι μεμπτός εἰμι. μεμπτή εἰμι τουτέστιν ἀεὶ μέμφομαι· ἢ ἀντὶ τοῦ ἐπίμεμπτος, ἐπιπληκτική.
449 ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθών: εἰ μὲν παῤ Ἡρακλέους ἐκελεύσθης
ψεύσασθαι κακὴν μάθησιν ἐκμανθάνεις εἰ δὲ σὺ σαυτὸν εἰς τοῦτο
ψευδολογίας ἄγεις
ἴσθι ὅτι κἂν θελήσῃς ποτὲ εἰπεῖν ἀληθὲς
οὐ δυνήσῃ ὑπὸ τῆς συνηθείας νικώμενος· ἢ κἂν θέλῃς ἀληθεῦσαι οὐ
πιστευθήσῃ.
454 κὴρ μερίς, κλῆρος, μοῖρα, τύχη.
455 ὅπως δὲ λήσεις ἀντὶ τοῦ τί μή· Ἀττικὴ δὲ
ἡ φράσις.
458 λυπηθήσομαι εἰ μὴ εἴπῃς καὶ παῤ ἐμοῦ προσδόκα βλαβήσεσθαι.
460 ἀνὴρ εἷς: τινὲς ἀνάνδρους παρθένους ὡς
τὴν Κρέοντος, τὰς Θεσπίου θυγατέρας, Ἀστυδάμειαν τὴν Ἀμύντορος.
462 ἥδε τʼ οὐδʼ ἂν εἰ κάρτα: οὐδὲ ἡ Ἰόλη ὀνειδισθήσεται οὐδʼ εἰ μεγάλως αὐτῆς ἐρᾷ ὁ Ἡρακλῆς.
463 ἐντακείη τῷ φιλεῖν αὐτὴν ὁ Ἡρακλῆς.
467 ἀλλὰ ταῦτα μὲν ῥείτω κατʼ οὖρον: ὁ περὶ τούτων λόγος ἐρρίφθω, φησίν, εἰς τὸν ἀέρα.
468 σοὶ δʼ ἐγὼ φράζω κ. ἑ. οὐκ ἐρῶ γὰρ τῷ
Ἡρακλεῖ.
470 πείθου λεγούσῃ χρηστά: πείσθητι, φησίν·
ὁρᾷς γὰρ ὅτι
φιλανθρώπως ὁμιλεῖ.
473 ἀγνώμονα ἀσύνετον.
475 ὥσπερ οὗτος ἐννέπει: ὁ ἐν τῷ λειμῶνι ἀκηκοὼς καὶ ἀπαγγείλας τῇ Δηιανείρᾳ.
480 οὔτʼ εἶπε κρύπτειν. τὸ ἑξῆς, καὶ ταῦτα οὔτʼ
εἶπε
κρύπτειν· τὰ περὶ τοῦ ἔρωτος, φησί, τῆς Ἰόλης οὔτε κρύπτειν μοι ὁ
Ἡρακλῆς εἶπεν οὔτε μὴν ὁμολογεῖν.
486 εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις: καλῶς διὰ τῆς λέξεως συγγνώμην ἑαυτῷ προξενεῖται.
484 ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι: ἐπεὶ τοίνυν πάντα λόγον ἐπίστασαι λέγω τι καὶ ἕτερον ὅπερ ὁμοίως κεχαρισμένον σοί τε καὶ τῷ Ἡρακλεῖ γενήσεται.
490 ὥσπερ προείρηκα ταῦτα ποιήσω.
491 κοὔτοι νόσον ἐπακτόν; τὴν θεομαχίαν· ἐπακτὸν δὲ ἐνταῦθα ἀντὶ αὐθαίρετον. τὴν θεομαχίαν· τὸ γὰρ πρὸς ἔρωτα φιλονεικεῖν θεομαχεῖν ἐστιν ἄντικρυς.
494 ἅ τʼ ἀντὶ δώρων δῶρα: ὅπως ἂν αὐτῷ παῤ ἡμῶν κομίσῃς ἀντίποινα καὶ
σύμφωνα οἷς ἤγαγες·
λέγει δὲ ἀντὶ τῶν αἰχμαλώτων.
496 σὺν πολλῷ στόλῳ τοῖς ἀπεσταλμένοις
αἰχμαλώτοις.
497 μέγα τι σθένος: νικηφορεῖ ἐν παντὶ πράγματι· ἢ οὕτως, ἀποφέρεται τὰς
νίκας κατὰ πάντων καὶ
πάσης κρατεῖ φύσεως· σθένος δὲ νίκης
περιφραστικῶς τὴν νίκην.
εἰκότως ὁ χορὸς τοιαύτην ἀρχὴν πεποίηται· πέπαυται γὰρ ὁ λόγος περὶ τοῦ ἔρωτος.
γράφε μέγα τι σθένουσα.
ἐκφέρεται ἀποφέρεται.
499 παρέβαν ἀντὶ τοῦ παραβήσομαι· καὶ ὅσα μέν,
φησίν, εἰς θεοὺς ἐνεδείξατο ὑπερβήσομαι.
ἐγὼ παρεῖσα τὰ πολλὰ τὰ τέλη λέγω τῶν πραγμάτων.
501 τὸν ἔννυχον τὸν ἐν σκότῳ διατρίβοντα.
503 ἀλλʼ ἐπὶ τάνδʼ ἄῤ ἄκοιτιν: τὴν Δηιάνειραν· ὁ δὲ νοῦς οὕτω, τὰ μὲν εἰς θεοὺς γεγονότα παρίημι ἐκεῖνα δὲ λέγω τίνες ἠγωνίσαντο περὶ τῶν γάμων Δηιανείρας καὶ κατέβησαν εἰς τὸν ἀγῶνα.
504 ἀμφίγυοι πρὸ γάμων κατέβαν: ἀντίπαλοι ἢ
506 ἐξῆλθον ἄεθλα: ἀντὶ τοῦ διήνυσαν, ἐπεξῆλθον, ἠγωνίσαντο· λέγει δὲ ὅτι
πᾶν εἶδος ἀγωνίσματος κατʼ
ἀλλήλων ἐνεδείξαντο.
ἄεθλʼ| ἀγωνίσματα· πάμπληκτα δὲ πληγῶν μεστά.
507 τετραόρου τετρασκελοῦς.
508 φάσμα φάντασμα, σχῆμα.
509 ἀπ᾿ Οἰνειαδᾶν: ἀπὸ Αἰτωλίας· ἢ οὕτως,
Οἰνίαι πόλις
Ἀκαρνανίας διʼ ἦς ῥεῖ ὁ Ἀχελῷος· πληθυντικῶς δὲ λέγεται.
510 Βακχείας τῆς τὸν Βάκχον ἐχούσης· καλῶς δὲ
τὸ Βακχείας πρὸς ἀντιδιαστολήν.
512 ἀφʼ ἱστορίας φησὶ λόγχην ἔχειν τὸν Ἡρακλέα.
513 ἀολλεῖς: καταχρηστικῶς εἶπεν ἐπὶ δύο τὸ ἀολλεῖς· ἐπὶ πλήθους γὰρ
λέγεται· ἢ ἀολλεῖς ἀντὶ τοῦ λίαν ἀλέντες· Ὅμηρος
514 ἱέμενοι ἐπιθυμοῦντες.
515 μόνη δὲ Κύπρις παροῦσα ἐβράβευεν καὶ διέταττεν.
517 τότε οὖν ὁ Ἡρακλῆς καὶ χερσὶ καὶ τόξοις ἐμάχετο, ὁ δὲ Ἀχελῷος τοῖς κέρασιν.
519 ἀνάμιγδα ἀναμεμιγμένως.
520 ἦν| Ἡσίοδος
ἦν δὲ ἀμφίπλεκτοι | κλίμακες: κλίμακες αἱ ἐπαναβάσεις παρὰ τὸ ἄνω τε καὶ κάτω αὐτοὺς στρέφεσθαι ἐν τῇ μάχῃ· ἔστι δὲ εἶδος παλαίσματος ἡ κλῖμαξ· τοῦτο δὲ τὸ σχῆμα ἐπὶ Ἡρακλέους ἀκουστέον.
521 ἦν δὲ μετώπων τοῦτο ἐπὶ Ἀχελῴου· οἱ γὰρ
ταῦροι τοῖς κέρασι καὶ μετώποις μάχονται.
523 ὁ δʼ εὐῶπις ἡ Δηιάνειρα.
526 ἐγὼ δὲ μάτηρ μέν: ἐγώ, φησίν, ἐνδιαθέτως ὡσεὶ μήτηρ λέγω.
527 ἀμφινείκητον ὄμμα νύμφας: ἀντὶ ἡ περιμάχητος
νύμφη
περιφραστικῶς· ἀπὸ δὲ τοῦ καλλιστεύοντος αὐτὴν εἶπεν μέρους.
ἔτι δὲ καὶ νύμφη ἐλεεινὴ οὖσα ὑπέμεινεν ἡ περικαλλὴς Δηιάνειρα.
528 ἀμμένει ἀντὶ τοῦ ἀνέμεινεν.
529 παραχρῆμα γαμηθεῖσα τῶν τῆς μητρὸς ἀφωρίσθη πραγμάτων.
531 ἦμος, φίλαι, κατʼ οἶκον: Δηιάνειρα πρὸς τὸν χορὸν ἐξελθοῦσα
διαλέγεται καί φησιν, ἐν ὅσῳ ὁ Λίχας κατὰ τὸν οἶκον συντάττεται ταῖς
αἰχμαλώτοις ἐξῆλθον
ἵνα ἅπερ ἐμηχανησάμην δηλώσω ὑμῖν.
532 ὡς ἐπʼ ἐξόδῳ ὡς μέλλων αὖθις ἐξιέναι πρὸς
τὸν Ἡρακλέα.
535 συγκατοικτιουμένη σὺν ὑμῖν θρηνήσουσα.
536 ἀλλʼ ἐζευγμένην | παρεισδέδεγμαι: γεγαμημένην
τῷ Ἡρακλεῖ
προσεδεξάμην φορτίον λωβητὸν τῆς ἐμῆς φρενός, βλαβερὸν φορτίον καὶ
ἐφύβριστον.
538 ἐμπόλημα ἀντὶ τοῦ ζημίαν.
539 μιᾶς ὑπὸ | χλαίνης ἀντὶ τοῦ μιᾶς
κοίτης.
542 οἰκούριʼ ἀντέπεμψε; τοιαῦτα τῆς οἰκουρίας δῶρα ἔπεμψέ μοι ὑπὲρ τοῦ χρόνου παντὸς οὐ συνῴκησα αὐτῷ ὅ ἐστιν εὐχαριστήρια τῆς πολυχρονίας ἡμῶν οἰκουρίας.
547 τὴν μὲν ἕρπουσαν πρόσω: τῇ Ἰόλῃ προκόπτουσαν καὶ αὐξομένην τὴν ἥβην.
548 τὴν δὲ φθίνουσαν ἑαυτὴν λέγει δεικτικῶς·
φθίνουσαν δὲ ἀντὶ τοῦ βεβηκυῖαν.
τῶνδʼ ὑπεκτρέπει πόδα ὧν: δύο ἡλικιῶν τὴν
νεάζουσαν ἁρπάζειν εἴωθεν ὁ τοῦ ἀνδρὸς ὀφθαλμός.
549 ὀφθαλμὸς ἄνθος: τὸ ἄνθος τῶν νέων γυναικῶν φιλεῖ ἁρπάζειν ὁ ὀφθαλμὸς τοῦ ἀνδρός, τῶν δὲ ὑπαναχωρεῖν δηλονότι τῶν πρεσβυτέρων.
550 μὴ πόσις μὲν Ἡρακλῆς: διαφορὰν ταύτην
ἔχει ἡ πόσις πρὸς
τὸν ἄνδρα· πόσις γὰρ λέγεται καὶ ὁ πρὸ πολλοῦ ἀποστὰς τῆς γυναικός, ἀνὴρ
δʼ ὁ συνὼν καὶ ὁ πρὸ ὀλίγου χωρισθεὶς ὡς τὸ
ἐμὸς κληθῇ ὡς συνοικήσας μοί ποτε ταύτης δὲ ἀνὴρ ὡς ἔτι
αὐτῇ συνοικῶν.
πόσις: πρόσις τις ὢν παρὰ τὸ προσιέναι.
552 ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον: οὐ χρὴ τὴν συνετὴν γυναῖκα θυμοῦσθαι τῷ
ἀνδρί· δὲ τρόπῳ τῆς
λύπης ἴαμα σχοίην ὑμῖν ἐρῶ.
554 λύπημα ἀντὶ τοῦ τῆς λύπης.
556 λέβητι χαλκέῳ: δύο ὀνόματα ἐς κρατερὸν αἰχμητήν. ὡς ἔκτοτε ἀποθεμένης λέβητι ἐπὶ τὸ κατὰ καιρὸν χρήσασθαι αὐτῷ.
557 παῖς: νεωτέρα· οὐ γὰρ παρθένος.
558 ἐκ φόνων ἀνειλόμην: ἀντὶ τοῦ αἵματος· Ὅμηρος
φόνων τῶν σφαγῶν.
560 πόρευε διεπέρα, διεπόρθμευεν.
562 ἡνίκα στόλον: στόλον φησὶ τὸ πλῆθος τῶν ἐν τῇ οἰκίᾳ δούλων τε καὶ
ἀδελφῶν· ἡνίκα οὖν καταλιποῦσα τὸν οἶκον τοῦ πατρὸς ἔρημος ἐπηκολούθησα
τῷ Ἡρακλεῖ.
565 ματαίαις χερσίν: ὅτι οὐδὲν ἤνυσεν· ἔφθασε γὰρ ὁ Ἡρακλῆς τοξεύσας καὶ ἀνελὼν αὐτόν.
566 ἐπιστρέψας χεροῖν: εὐτρεπίσας ἢ στρέψας καὶ κάμψας τὴν νευράν· ἢ εἰς αὐτὸν στραφεὶς καὶ βλέψας.
567 ἧκεν κομήτην ἰόν: ἢ διὰ τοὺς ὄγκους ἢ διὰ τὴν πτέρωσιν· τὸ δὲ πνεύμονας ἀντὶ ἑνικοῦ.
568 διερροίζησεν μετὰ ἤχου ὥρμησεν.
570 τοσόνδʼ ὀνήσῃ: ὠφεληθήσῃ καὶ ὄνησιν λήψῃ ἐκ τῶν ἐμῶν πορθμῶν.
ἐὰν πύθῇ γράφε ἐὰν πίθῃ.
572 ἀμφίθρεπτον τὸ πεπηγός· θρέψαι γὰρ τὸ
πῆξαι.
573 ᾗ| ὅπου ἥ ἐν ᾧ.
574 θρέμμα Λερναίας ὕδρας περιφραστικῶς ἡ
ὕδρα.
575 ἔσται φρενός σοι τοῦτο κηλητήριον: ἐπιτήδειον πρὸς τὸ παῦσαι καὶ
κηλῆσαι· καταπαυστήριον τῆς φρενὸς τοῦ Ἡρακλέους τοῦ πρὸς ἄλλην ἔρωτος ἢ
κατακηλοῦν τὴν ψυχὴν τοῦ Ἡρακλέους τῷ πρὸς τὴν
Δηιάνειραν ἔρωτι.
579 ἐγκεκλεισμένον τηρούμενον.
580 τοῦτό φησιν ὡς κατʼ ἐντολὴν Νέσσου καὶ ἄλλα τινὰ συμμίξασα.
581 καὶ πεπείρανται τάδε: κατείργασται, τετελείωται καὶ ἤνυσται.
582 κακὰς δὲ τόλμας. μὴ εἰδείην, φησί, κακοῖς πράγμασιν ἐπιχειρεῖν οἷον
δολοφονῆσαι αὐτὸν ἢ τι τοιοῦτον ἀλλʼ ἄχρι τοῦ μεταθεῖναι αὐτοῦ τὴν
γνώμην
διὰ τοῦ κατασκευάδματος τούτου.
τόλμας τὰς φαρμακείας.
584 εἰ μὴ μάταιόν ἐστι τοῦτο τὸ κατασκεύασμα προσδοκῶ ταύτην ὑπερβαλέσθαι τῇ πρὸς τοῦ Ἡρακλέους εὐνοίᾳ, εἰ δὲ μὴ ἐπιτυγχάνω παύσομαι τῆς ἐπιχειρήσεως.
586 μεμηχάνηται τοὖργον: τοῦτο, φησί, τὸ ἔργον μεμηχάνηται οὐκ ἐπʼ ὀλέθρῳ ἀλλʼ ἴνα ταύτην φίλτροις ὑπερβαλώμεθα.
587 εἰ δὲ μή, πεπαύσομαι: εἰ δὲ μὴ ἐνεργήσῃ παύσομαι τῆς ἐπιχειρήσεως.
588 ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις: ἀλλʼ εἰ πεπίστευκας ὅτι δρᾷ τι τοῦτο ἄριστά μοι δοκεῖς βεβουλεῦσθαι.
590 πιστεύω μὲν ἀληθὲς εἶναι οὐ μὴν πεπείραμαι.
592 ἀλλʼ εἰδέναι χρὴ δρῶσαν: δεῖ σε δρῶσαν ἔχειν τὴν πίστιν καὶ μὴ μόνον δοκεῖν ἐπίστασθαι· οὔπω γὰρ ἔχεις τὴν γνῶσιν ἕως οὐ πεπείρασαι.
δεῖ σε, φησίν, ἐπιχειροῦσαν γνῶναι.
593 ἂν γνῶμα γράφε ἄγνωμα.
594 ἀλλʼ αὐτίκʼ εἰσόμεσθα: γνωσόμεθα, φησί, τὴν δύναμιν τοῦ σκευάσματος· βλέπω γὰρ τὸν Λίχαν πλησίον πορευόμενον ὃς ἀποκομίσει τὸν πέπλον τῷ Ἡρακλεῖ καὶ ἔσται ἡμῖν διὰ τούτου πεῖρα.
596 μόνον παρʼ ὑμῶν εὖ
σκότῳ λάθρᾳ.
597 κἄν αἰσχρὰ πράσσῃς ἀντὶ τοῦ πράσσῃ τις ὧς
τὸ
599 τῷ μακρῷ χρόνῳ ἀντὶ τοῦ διὰ τὸ ἐνταῦθα
χρόνῳ ἐνδιατρῖψαι.
602 εὐυφῆ πέπλον: ἰσχνουργῆ· οὐκ εὖ δὲ τὸν
607 μήτʼ ἐφέστιον σέλας: ἀντὶ τὸ κατʼ οἶκον πῦρ· ἕρκος δὲ ἱερόν. ὁ βωμὸς ἢ τὸ ἱερόν.
608 πρὶν κεῖνος: πρὶν αὐτός, ἐνδυσάμενος, ἐπὶ τῆς οἰκίας φανερὸς καὶ ὑπʼ ὄψεσι πάντων προελθεῖν.
609 καὶ καθʼ ἣν μέλλει ταύρους θύειν τοῖς θεοῖς
εὐχαριστήρια.
611 πανδίκως ἀνενδοιάστως.
612 στελεῖν χιτῶνι τῷδε: σκεπάσειν, ἐνδύσειν, περιβαλεῖν αὐτὸν τούτῳ τῷ
χιτῶνι
613 καινὸν καινοπρεπῆ.
614 σῆμ᾿ ὃ κεῖνος εὐμαθές: εὔγνωστον σημεῖον
κομίσεις ὅπερ
ἐκεῖνος ἐπιγνώσεται ἐπιθεὶς τὸ ὄμμα τῇ σφραγῖδι, γνοὺς ὅτι παρʼ ἐμοῦ εἴη
ἡ σφραγίς.
615 σφραγῖδος ἕρκει περιφραστικῶς τῇ
σφραγῖδι.
616 ἀλλʼ ἕρπε καὶ φύλασσε: οὗτός ἐστιν ὁ προσήκων νόμος τοῖς διακονοῦσιν
ὥστε μηδὲν περαιτέρω
δρᾶν τῶν προσταττομένων αὐτῷ· ἐμφαίνει
δὲ αὐτῷ μὴ ἀποσφραγίσαντα περιεργάζεσθαι τί ἔγκειται.
618 ἔπειθ᾿ ὅπως ἂν ἡ χάρις. γνησίως διακονούμενος διπλασιάσεις τὴν χάριν καὶ ἴσως φιληθήσῃ παρʼ ἑκατέρου.
620 Ἑρμοῦ — τέχνην κῆρυξ γὰρ ὁ θεός.
622 τόδʼ ἄγγος τὸ κιβώτιον.
623 λόγων τε πίστιν ὧν ἔχεις: ἔντειλαι δέ μοι, φησί, καὶ περὶ πραγμάτων ἄλλων μυστικῶν καὶ λόγους ἀνακοίνωσαί μοι καὶ φυλάξω.
ἐπίθες, φησίν, ἣν θέλεις σφραγῖδα.
628 προσδέγματα: ὑποδοχάς· λέγει δὲ ὅτι οἶσθα πῶς φιλοφρόνως αὐτὴν προσηκάμην· καὶ τοῦτο δὲ ἐπαγωγὸν πρὸς Ἡρακλέα εἴ γε τὴν ὑπονοουμένην φιλοφρόνως προσεδέξατο.
629 ὥστʼ ἐκπλαγῆναι: ὅτι ἀσμένως αὐτὴν ὑπεδέξω ὡς θαυμάσαι με καὶ ἐπὶ τούτῳ χαρῆναι.
630 δέδοικα γάρ: δέδοικα γάρ, φησί, μὴ πρὸ καιροῦ εἴποις τὸν ἐξ ἐμοῦ
πόθον ἕως μάθωμεν εἰ καὶ αὐτὸς ἡμᾶς ποθεῖ· διὰ δὲ τούτων ἐρεθίζει αὐτὸν
πλέον
εἰπεῖν.
633 ναύλοχα καὶ πετραῖα: δοκεῖ τοῦτο παρʼ ἱστορίαν εἶναι· φασὶ γὰρ πρῶτον ἐν Τραχῖνι τῷ Ἡρακλεῖ ἀναδεδόσθαι, ἐνταῦθα δὲ ὡς προϋπαρχόντων αὐτῶν φησιν.
ναύλοχα: ὁ χορὸς τοὺς περὶ τὴν ἴτην οἰκοῦντας προσκαλεῖται ἐπὶ τὸ
πανηγυρίσαι διὰ τὴν προσδοκωμένην ἐπιδημίαν τοῦ Ἡρακλέους· ὁ δὲ νοῦς, οἱ
τὰ παραθαλάσσια θερμὰ λουτρὰ ἐνοικοῦντες καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ
ὀρεινοὺς τόπους τῆς Οἴτης καὶ τὸν
Μηλιακὸν κόλπον ἔτι τε
καὶ τὴν ἀκτὴν τῆς χρυσοτόξου, Ἀρτέμιδος,
ἔνθα φασὶν εἶναι τῶν Ἑλλήνων τὰ συνέδρια, ἄρτι ὁ καλλιφωνότατος πάλιν
ἥξει αὐλὸς καὶ
ναύλοχα. παραθαλάττια λουτρά· φησὶ δὲ τὰ
Ἡράκλεια ἅπερ
λέγεται αὐτῷ ἡ Ἥρα ἀνεῖναι· πετραῖα δὲ διὰ τὸ ἐν ὄρει τῇ Οἴτη κεῖσθαι·
ἔνιοι δὲ ἐν Σικελίρᾳ φασὶν ἀναδοθῆναι τῷ Ἡρακλεῖ τὰ θερμὰ λουτρά.
634 καὶ πάγους πάγοι εἰσὶν ὑψηλοὶ τόποι ἢ αἱ ὀξεῖαι πέτραι· καὶ οἱ παρὰ
τοὺς τραχεῖς καὶ ὀρεινοὺς
τόπους τῆς Οἴτης οἰκοῦντες.
636 Μηλίδα παρὰ λίμναν; λίμνην φησὶ τὴν θᾶλάσσον·
637 χρυσαλακάτου ἐν Εὐβοίᾳ τιμᾶται χρυσότοξος
Ἄρτεμις.
638 ἔνθʼ Ἑλλάνων ἀγοραί: ὅπου συνάγονται οἱ Ἀμφικτύονες εἰς τὴν λεγομένην
Πυλαίαν περὶ ἧς Ἀγάθων φησὶ Πυλάδην τὸν Στροφίου πρῶτον συστῇσασθαι
ἐν τῇ Φωκίδι καθαιρόμενον τὸ ἐπὶ Κλυταιμήστρᾳ μύσος καὶ ἀπʼ
αὐτοῦ τὴν σύνοδον Πυλαίαν φησὶ προσαγορεύεσθαι· ἢ ὅτι Γραχὶν πύλη τῆς Τραχῖνός ἐστιν.
εἰς τὸ αὐτό: τὴν Μαγνησίαν ἔνθα τὸ τῆς Ἀρτέμιδος
παρὰ
θάλασσαν Τραχῖνος ὅπου καὶ ἡ ἐπʼ Ἀρτε-
641 οὐκ ἀναρσίαν οὐκ ἐχθρὰν οὐδὲ θρήνων
βοήν.
643 ἀντίλυρον: ἀντίμιμον, ἀντῳδὸν ἀντὶ οὐ μισητὴν φωνὴν ἀλλὰ τὴν ἐκ τοῦ
ἐναντίου μέρους τῆς λύρας
φωνὴν ἀφʼ οὐ δηλοῦται
ἰσόλυρον.
645 σεῦται ὁρμᾶται, ἥξει.
647 ὃν ἀπόπτολιν εἴχομεν: ὃν ἐκτὸς εἴχομεν τῆς
πόλεως εἰς
δωδεκάμηνον ἀναμένουσαι· τὸ δὲ ἑξῆς, ὃν ἀπόπτολιν πελάγιον ἀντὶ τοῦ
ἄπωθεν τῆς πόλεως ἐν τῷ πελάγει.
649 πελάγιον: ὅτι πολλάκις καὶ διὰ θαλάττης ἔπλεεν εἴ ποτε εἰς νήσους ἀπῄει.
650 δάμαρ ἡ Δηιάνειρα.
652 ὤλλυτο διεφθείρετο.
653 νῦν δʼ Ἄρης οἰστρηθείς: μανεὶς ὁ περὶ τὴν Οἰχαλίαν πόλεμος ἐξέλυσεν ἡμᾶς τῆς ἀνίας ἣν ἐφʼ ἑκάστης ἡμέρας εἴχομεν.
εἰς τὸ αὐτό: νῦν δʼ Ἄρης: ὁ πρὸς τὸν Εὔρυτον· ἐξ αὐτοῦ γὰρ εὐθύς ἐπανῆλθεν.
655 μὴ σταίη πολύκωπον μηδαμοῦ ἡ ναῦς ἀλλαχοῦ ὁρμίσαι ἕως ἐνταῦθα
ἀφίκοιτο τὴν Εὔβοιαν νῆσον ὑπερβὰς καὶ καταλιπών· καταστρεψάμενος γὰρ
τὴν
Οἰχαλίαν ἐκεῖ ἔμεινεν θῦσαι τῷ πατρί.
656 πολύκωπον ὄχημα ναὸς ἀντὶ τοῦ ἡ ναῦς. αὐτῷ τῷ Ἡρακλεῖ.
660 πανάμερος: ἀντὶ τοῦ τὴν σήμερον ἡμέραν
πανάμερος. εὐμενὴς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἔλθοι εἰς ἔρωτα τῆς γυναικὸς διὰ τὸ τοῦ Νέσσου φάρμακον.
661 παγχρίστῳ: λείπει τὸ πέπλῳ, συγκεκραμένος καὶ ἁρμοσθεὶς τῇ πειθοῖ τοῦ θηρός.
663 μὴ περαιτέρω: ὑπὲρ τὴν συμφέρουσαν χρείαν
καὶ πλείω τοῦ
δέοντος.
668 οὐ δή τι τῶν σῶν Ἡρακλεῖ: τοῦτο κατʼ ἐρώτησιν, οὐχ ἕνεκα ὧν ἀπέσταλκας δώρων τῷ Ἡρακλεῖ ἀθυμεῖς;
669 μάλιστά γ᾿ ὥστε μή. ναί, φησί, περὶ τούτου
φοβοῦμαι
οὕτως ὥστε μηδέποτε παραινέσαι τινὶ ἀδήλου πράγματος προθυμίαν λαβεῖν ὅ
ἐστιν ἀδήλῳ πράγματι ἐπιχειρεῖν.
671 εἰ διδακτὸν ἐξ ὅτου φοβῇ. εἰ μὴ ἀπόρρητον εἴη.
673 γυναῖκες, ὑμῖν θαῦμα: θαυμαστὸν καὶ οἷον
οὐκ ἄν τις
ἐλπίζοι παθεῖν· γράφεται δὲ καὶ μαθεῖν.
678 κατʼ ἄκρας σπιλάδος: σπιλὰς ἡ πέτρα· ὡς Fol. 72 b οὖν ἐπὶ λίθου θεμένη αὐτὸ τοῦτό φησι· κατατήκεται οὖν καὶ ῥεῖ καὶ διαλύεται ἀπὸ τοῦ λίθου διαρρέον.
ὡς δʼ εἰδῇς ἅπαν: ὅπως γνῷς ἀκριβῶς ὅλον τὸ
πρᾶγμα εἰς μῆκος
ἁπλώσω τὸν λόγον.
680 ἐγὼ γὰρ ὧν ὁ θήρ με: ὧν εἶπέν μοι ὁ Νέσσος ὅτε τὴν πλευρὰν ἤλγει τῷ
βέλει τρωθείς· γλωχῖνι δὲ
πονῶν ἀντὶ τοῦ ἀλγῶν.
682 παρῆκα λείπει ἄπρακτον.
ἀλλʼ ἐσῳζόμην: ἀντὶ τοῦ ἔσῳσα καὶ ἐφύλαξα·
διεφύλαξα οὖν ὅσα
μοι παρήγγειλεν ὡσανεὶ δέλτῳ χαλκῇ ἔχουσα ἐγκεχαραγμένα· δύσνιπτον δὲ
ἀντὶ τοῦ δυσαπάλειπτον.
684 πρόρρητα. πρὸς ἐμὲ ὑπὸ Νέσσου προειρημένα· προμεμελετημένα μοι ἢ ἀπόρρητα.
686 ἄθικτον ἀπροσπέλαστον πυρὸς καὶ ἡλιακῆς
ἀκτῖνος.
687 ἀρτίχριστον παραυτὰ χριόμενον.
688 νῦν δʼ ὅτ᾿ ἦν ἐργαστέον: νῦν δὲ ὅτε ἐπέστη ὁ καιρὸς τοῦ χρῖσαι ἔχρισα μαλλὸν ἐρίου.
690 κτησίου βοτοῦ λάχνην: ἀπὸ κτησίου προβάτου τὸν μαλλὸν σπάσασα· κτήνη
δὲ καὶ
691 ἀλαμπὲς ἡλίου μὴ καταυγασθέν.
692 κοίλῳ ζυγάστρῳ εἰς ξύλινον σορὸν τουτέστι
κιβωτόν.
693 φάτιν φάσμα, φαντασίαν.
694 ἄφραστον; ἀφανές, ἀνεκδιήγητον· ἀξύμβλητον δὲ ἀσυνείκαστον πρὸς τὸ
μαθεῖν ἀνθρώπῳ· ἢ ἀντὶ τοῦ ἀπαράβλητον οἷον οὐκ ἔχον ἄλλῳ παραβληθῆναι
ὥστε πιστεῦσαι καὶ μαθεῖν τὸν ἀκούοντα.
695 τὸ γὰρ κάταγμα: τὸ γὰρ ἔριον τοῦ προβάτου
κάταγμα τὸ αἴγειον μήρυμα.
697 ὡς δʼ ἐθάλπετο: ὡς δὲ ἐθερμάνθη ὑπέρρευσεν ἀφανῶς
699 μορφῇ μάλιστʼ εἰκαστόν: ἐοικὸς πρίσματι ξύλου· θαυμαστῶς δὲ βρώματα
πριόνος εἶπεν τὸ πρίσμα· τρόπον γάρ τινα ἐσθίων τὸ ξύλον ὁ πρίων ἐκεῖνο
τὸ
λεπτὸν ἀποβάλλει.
701 προπετὲς ἐρριμμένον καὶ προπεσὸν χαμαί.
702 ἀναζέουσι ἀνακαχλάζουσι.
θρομβώδεις ἀφροί: ἐπηρμένοι· θρόμβος γὰρ ὁ ὄγκος· ἢ περιφερῆ φυσήματα.
703 γλαυκῆς ὀπώρας: τοῦ γλεύκους τοῦ ἀρτίως ἐκπιεσθέντος καὶ νέου· μάλιστα δὲ ὁ νέος οἶνος θερμὸς ὤν εἰ πέσοι χαμαὶ ἀφρίζει· γλαυκὴν δὲ ὀπώραν τὸν νέον οἶνον εἶπεν διὰ τὴν λαμπρότητα.
708 ἧς ἔθνησχʼ ὕπο ὑφ’ ἧς, διʼ ἥν.
709 τὸν βαλόντʼ τὸν τοξεύσαντα.
710 ὧν ἐγὼ μεθύστερον: ὧν, τῶν εἰρημένων μοι ὑπʼ ἐκείνου, νῦν τὴν γνῶσιν μανθάνω ὅτε οὐκέτι με ὠφελεῖ.
711 ἀρκεῖ: ὠφελεῖ· Ὅμηρος
712 εἴ τι μὴ ψευσθήσομαι: εἰ μὴ διαμάρτοιμι τῆς γνώμης ἥν ἔχουσα περὶ αὐτοῦ τυγχάνω.
715 χὥσπερ ἂν θίγηι: καὶ ὅσα ἂν θίγῃ τοῦ Ἡρακλείου βέλους εἴτε ἄνθρωπος εἴτε θηρίον ἀπόλλυται.
716 ἐκ δὲ τοῦδε ἐκ τοῦ Νέσσου· ἀντὶ τοῦ διὰ
Νέσσου.
719 καίτοι δέδοκται: κἀγώ, φησίν, ἀποθανεῖν
βουλήσομαι ἴνα μὴ
δόξω πονηρίᾳ ἀνῃρηκέναι τὸν Ἡρακλέα ἀλλʼ ἀκουσίῳ γνώμῃ.
720 ταύτῃ σύν ὀργῇ: τούτῳ τῷ τρόπῳ τουτέστι διὰ τοῦ πέπλου.
721 ζῆν γὰρ κακῶς κλύουσαν; γυναῖκα κακοδοξοῦσαν
οὐ δεῖ ζῆν
ἥτις μὴ θέλει δοκεῖν ἐκ φύσεως εἶναι κακή.
723 ταρβεῖν μὲν ἔργα: ἀνάγκη μὲν εὐλαβεῖσθαι τὰ δεινὰ ἔργα οὐ χρὴ δὲ καὶ πρὸ τῆς ἐκβάσεως τῶν συμβησομένων αἱρεῖσθαι τὰ δεινά.
725 οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς: ἐν τοῖς πονηροῖς βουλεύμασιν οὐδὲ ὑπολείπεται χρηστὴ ἐλπὶς ἥτις παρέχει πεποίθησιν καὶ θάρσος ἀντὶ τοῦ δύσελπίς εἰμι.
727 ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ξ ἑκουσίου: τοῖς ἀκουσίως σφαλεῖσιν ἡ
ἐπαγομένη ὐργὴ πεπεμμένη ἐστὶ
καὶ πραεῖα καὶ συγγνωστὴ ἧς
σε δίκαιον τυγχάνειν παρὰ τοῦ Ἡρακλέους· ἄκουσα γὰρ ἥμαρτες.
729 ὁ μὴ δυστυχῶν τοιαῦτα ἂν εἴποι.
731 σιγᾶν ἂν ἁρμόζοι: πρέπει σοι λοιπὸν σιωπᾶν καὶ μηκέτι περὶ τούτων
πλείω λέγειν εἰ μὴ ἄρα τι
τῷ σῷ παιδὶ μέλλεις ἐρεῖν
παραγινομένῳ.
χρόνον γράφε λόγον.
736 ἄλλου κεκλῆσθαι μητέρʼ αἰσχύνομαι γὰρ ἐπὶ
σοί.
737 ποθεν ἐκ θεοῦ τινος.
738 στυγούμενον λυπηρὸν καὶ μίσους ἄξιον.
742 τὸ γὰρ φανθέν: τὸ ἅπαξ πραχθὲν καὶ ἐπὶ πέρας ἐλθὸν πῶς ἄν τις μὴ
γενέσθαι ποιήσειεν; Πίνδαρος
χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος.
745 ἄζηλον. φαῦλον, ὃ οὐδεὶς ζηλώσειεν.
746 αὐτὸς βαρεῖαν ξυμφοράν: τὰ μὲν ἑώρακα πάσχοντος τὰ δὲ ἀνοιμώζοντος ἤκουσα.
747 πατρὸς περὶ τοῦ πατρός.
καὶ κατὰ γλῶσσαν κλύων: ἀντὶ ἀνοιμώξαντος αὐτοῦ κατὰ τὴν γλῶσσαν.
748 ποῦ δʼ ἐμπελάζεις. προσπελάζεις· παρίστασαι δὲ ἀντὶ τοῦ πλησίον γέγονας.
750 ὅθʼ εἷρπε κ. ἐ. καινοπρεπὴς ἡ φράσις.
752 ἦλθεν εἰς τὴν Εὔβοιαν ἧς ἀκρωτήριόν ἐστι τὸ Κηναῖον.
754 τεμενίαν τε φυλλάδα τὸν ἀπὸ τῶν τεμενῶν
στέφανον· ἢ τέμενος πολύφυλλον.
757 ἐλέγετο ὁ Λίχας σύντροφος εἶναι Ὕλλοῦ.
759 ἐνδυσάμενος ὡς σὺ ἐνετείλω.
763 ὁ Ἡρακλῆς ἱλαρᾷ τῇ φρενὶ κατηύξατό σοι χαίρων ἐπὶ τῷ πέπλῳ.
764 κατηύχετο λείπει τὸ σοι.
765 ὅτε δὲ ἀπὸ τῶν θυμάτων καὶ τῶν ξύλων ἡ φλὸξ ἀνεκαίετο τότε ἱδρὼς ἀνῄει περὶ τὸ σῶμα αὐτοῦ.
766 φλὸξ αἱματηρά: αἱματηρὰ ὅτι ἐκ τοῦ αἵματος τῶν ἱερείων συνίσταται·
πιείρας δὲ δρυὸς λιπαροῦ
ξύλου· δρῦν γὰρ λέγει πᾶν
δένδρον.
768 πλευραῖσιν ἀρτίκολλος: ὡς ὑπὸ τέκτονος καλῶς συγκεκολλημένος· τὸ δὲ ἐξῆς, καὶ προσκολλητὸς ὁ χιτὼν κατὰ πᾶν μέρος ὡς ἂν ξύλῳ νεαρὰ κόλλα ὑπὸ τέκτονος προσείη χρισθεῖσα.
770 ὀδαγμὸς ἀντίσπαστος. κνησμός· δήξασθαι γὰρ τὸ κνήσασθαι· ἀντίσπαστος δὲ ἴσος σπασμῷ ἢ μετὰ σπασμοῦ· γίνεται δὲ ὁ ψόφος ἀπὸ σπασμοῦ.
φοινίας τυφῶνος μὲν
γὰρ καὶ ἐχίδνης ὕδρα.
771 ἰὸς ὡς ἐδαίνυτο ὡς κατήσθιεν αὐτὸν ὁ ἰός.
775 τὸ σὸν μόνης δώρημ᾿ ἔλεξεν: εἶπεν ὅτι σὺ αὐτῷ προσήγαγες τὸν πέπλον ὡς ἀπέσταλται ὑπὸ σοῦ οἷον οὐδὲν ἀφʼ ἑαυτοῦ πανουργήσας.
779 μάρψας ποδός νιν; δραξάμενος τοῦ ποδὸς τοῦ Λίχα κατʼ ἐκεῖνο τὸ μέρος
ἔνθα δεσμεῖται τὸ
ἄρθρον, λέγει δὲ τὸ περὶ τὸν ἀστράγαλον
μέρος οὗ εἰώθαμεν δεσμεῖν ὑπόδημα ἢ τι τοιοῦτο· εἴρηται δὲ ἀπὸ τῶν
λύγων· εὐέλικτον γὰρ τὸ φυτὸν νέον ὅν· Ὅμηρος
ᾗ λυγίζεται: ἁρμόζεται, κάμπτεται, συστρέφεται· ὅπου ἐστὶν ὁ δεσμὸς τῶν νευρῶν, ἔνθα ὑποδεσμούμεθα.
780 ἀμφίκλυστον τὴν ἐκ τοῦ πόντου ἀμφοτέρωθεν
κλυζομένην.
781 κόμης δὲ λευκὸν μυελόν: διὰ δὲ τῆς κόμης τὸν ἐγκέφαλον ἐκραίνει κατὰ μέσον τῆς κεφαλῆς διασχισθείσης ὅ ἐστι διαιρεθείσης τῆς κεφαλῆς διὰ τῆς κόμης ἀνεπέμπετο ὁ ἐγκέφαλος σύν τῷ αἵματι.
783 ἀνευφήμησεν κατὰ υὸ ἐναντίον ἀντὶ
ἐστέναξεν.
784 τοῦ μὲν νοσοῦντος; τοῦ Ἡρακλέους νοσοῦντος τοῦ δὲ Λίχα ἤδη ἀνυσθέντος ὅ ἐστι πεφονευμένου.
786 ἐσπᾶτο γὰρ πέδονδε σπασμῷ γὰρ εἴληπτο
κείμενος ἐπὶ τῆς γῆς.
788 Λοκρῶν ὄρειοι πρῶνες: Ὅμηρος
Λοκρῶν δʼ ἡγεμόνευεν Ὀιλῆος
ταχὺς Αἴας· Λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
789 ἐπεὶ δʼ ἀπεῖπεν: ἀπέκαμεν, ἀπηγόρευσεν ἑαυτόν, ὑπερκέκμηκεν, ἀπείρηκεν πρὸς τὰς ὀδύνας ἐπὶ γῆς κυλιόμενος.
791 ἐνδατούμενος; σφοδρῶς λοιδορούμενος· ἐνδατεῖσθαι γὰρ σφοδρῶς ἐσθίειν.
λοιδορῶν, μεμφόμενος, κατὰ μέρος τῶν λεγομένων ἀνακαλῶν· ἐνδατεῖσθαι γὰρ
τὸ μερίσασθαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δαινυμένων. ἄλλως: ἐνδατούμενος νῦν
σφόδρα κακῶς λέγων,
δυσφημῶν, συνεχῶς μεμφόμενος,
ἐπαρώμενος· ἔνιοι δὲ γράφουσιν ἐμματούμενος ἀντὶ μασώμενος.
793 κατακτήσαιτο πλεονάζει ἡ κατὰ καὶ ἔστι
κτήσαιτο ἀντὶ τοῦ ἔσχεν.
794 τότʼ ἐκ προσέδρου: ὅτε ἀπέκαμεν κυλιόμενος τότε ἀνατείνας τὸν
ὀφθαλμὸν διὰ τῆς
δὲ ἢ τῆς
παρακειμένης ἀναθυμιάσεως καὶ καπνοῦ ἢ τῆς παρακειμένης καὶ
περικεχυμένης αὐτὸν φλογώδους νόσου.
799 ἆρον προστακτικῶς.
801 εἰ δʼ οἶκτον ἴσχεις ἀλλά μ᾿ ἔκ γε τῆσδε:
ἐνῄσχυται γὰρ
αὐτοῦ θανεῖν μὴ ἐγγελασθῇ ὑπὸ τῶν Οἰχαλίων.
805 βρυχώμενον σπασμοῖσι ἀνοιμώζοντα μεγάλως ἐκ
τῶν σπασμῶν.
808 ποίνιμος. ἡ τιμωρός, ἡ ποινὴν ἀπαιτοῦσα.
810 θέμις δʼ ἐπεί μοι τὴν θέμιν: θέμις δέ ἐστιν ἡμᾶς καταρᾶσθαί σοι ἐπεὶ
σὺ προτέρα τὴν θέμιν ἀπέρριψας καὶ παρεῖδες· ἐὰν δὲ προὔλαβες ἀντὶ τοῦ
φθάσασα τὴν θέμιν καὶ οὐκ ἐξεδέξω ἕως τι κατὰ
τὸ δίκαιον πράξῃς.
813 τί σῖγ᾿ ἀφέρπεις;: σῖγα ἐπιρρηματικῶς ἀντὶ τοῦ σιωπηλῶς τουτέστι διὰ τί οὐδὲν ἀποκρίνῃ πρὸς τὸν Ὕλλον;
814 ξυνηγορεῖς συνδεῖς, συμφωνεῖς.
815 οὖρος ὀφθαλμῶν ἐμῶν: εἴθε οὖρος καλὸς
ἐπιπνεύσειεν αὐτῇ
ἀπιούσῃ ἴνα μηκέτι αὐτὴν ἴδοιμι· τροπικῶς δὲ τὸ οὖρος ὡς ἐπὶ νεὼς ἀντὶ
τοῦ οὐριοδρομείτω.
817 ὄγκον γὰρ ἄλλως ὀνόματος: τί γὰρ μάτην ἐπαιρόμεθα τῷ τῆς μητρὸς
ὀνόματι οὐδὲν ἄξιον αὐτῆς διαπραξαμένης ὧν τρέφειν ἀντὶ τοῦ
ἔχειν.
821 ἴδ᾿ οἷον, παῖδες: ὁ χορὸς πρὸς ἀλλήλας διαλέγεται περὶ τοῦ δεδομένου
μαντείου τῷ Ἡρακλεῖ ἐν τῇ Δωδώνῃ ὅτι νῦν ἀπέβη· τὸ δὲ οἷον ἀντὶ οἴως
οἷον ὁρᾶτε, ὦ φίλαι, οἴως ἡμῖν ἀθρόως
συνέπεσεν καὶ εἰς οἷον κακὸν ἀπέβη τὸ ἔπος
πάλαι χρησθέν· προσέμιξεν δὲ ἀντὶ τοῦ
προσερράγη ὀξέως.
προσέμιξεν προσερράγη.
823 τᾶς παλαιφάτου προνοίας. γράφε παλαιφοίβου ἵν᾿ ᾖ τῆς πάλαι
μαντευσαμένης· φοιβᾶσθαι γὰρ τὸ
μαντεύεσθαι.
824 ὅ τʼ ἔλακεν: ὅπερ ἐφθέγξατο, ἐπειδὰν ἐνιαυτὸς παρέλθοι τότε διαδοχὴν
γενέσθαι τῶν πόνων τῷ Ἡρακλεῖ τῷ Διὸς παιδί· ἀναδοχὰν δὲ ἀνάπαυσιν,
ἀνακωχήν ἀναδοχήν.
τελεόμηνος; ὁ ἐνιαυτὸς ὁ τέλειον ἔχων τὸ δωδεκάμηνον· καὶ ἄροτος ὁ ἐνιαυτὸς ἀπὸ τοῦ ἅπαξ κατʼ ἐνιαυτὸν ἀροῦν.
827 αὐτόπαιδι γνησίῳ παιδί
828 καὶ τάδʼ ὀρθῶς: ταῦτα δέ, τὰ χρησθέντα,
ἀσφαλῶς νῦν ἡμῖν
ἀποβαίνει· τροπικῶς δὲ κατουρίζει ἅσπερ οὐρίῳ πνεύματι προσορμεῖ ἡμῖν
κατʼ ὀρθὸν ἀνυόμενα.
κατουρίζει προσπνεῖ.
829 πῶς γὰρ ἂν ὁ μὴ λεύσσων: πῶς γὰρ ὁ μηκέτι ὁρῶν τὸ φῶς παρὰ Εὐρυσθέως κελεύοιτο;
831 εἰ γάρ σφε Κενταύρου: εἰ γὰρ αὐτόν, τὸν Ἡρακλέα, τὸ αἷμα τὸ θανάσιμον
τοῦ Κενταύρου περιέχει πλευρᾷ προστακέντος ἰοῦ πῶς ἂν ἕτερον ἥλιον ἢ
τὰ νῦν ἴδοι;
φοινία νεφέλα τὸ αἷμα τὸ θανάσιμον.
832 χρίει δολοποιός: χρίει δὲ τὸ ἱμάτιον τῷ αἵματι ἡ ἀνάγκη τῆς
Δηιανείρας ἡ μετὰ δόλου τεχνησαμένη· ἠνάγκασται γὰρ ὑπὸ ζήλου διʼ οὖ ἤρα
τῷ δόλῳ
τοῦτο τεχνήσασθαι.
834 ὃν τέκετο θάνατος: τοῦτον, τὸν ἰόν, ἐγέννησεν ὁ αἰόλος δράκων, μᾶλλον δὲ ὁ θάνατος.
δράκων ἡ ὕδρα.
835 ἀέλιον ἀντὶ τοῦ ἡμέραν.
838 προστετακὼς φάσματι: προσκεκολλημένος τῷ ἰῷ τῆς ὕδρας, τοῦτο δὲ καθ᾿
ἑαυτό· αἰτιατικὴν γὰρ ἐπιφέρει. ἄλλως: προσκεκολλημένος τῷ ἰῷ ἢ τῷ ὀλεθρίῳ παρὰ τὸ πεφονεῦσθαι· φάσματι
τουτέστι τῷ ἱματίῳ τῷ κεχρισμένῳ τῷ φαρμάκῳ τῆς ὕδρας τουτέστι
τῇ χολῇ.
μελαγχαίτα τʼ | ἄμμιγα: τοῦ δασυτρίχου· καὶ ἅμα τῷ φάσματι τῆς ὕδρας καὶ
τὰ κέντρα τοῦ Νέσσου αἰκίζει αὐτόν· δῆλον δὲ ὅτι φοίνια τὰ κέντρα τοῦ Νέσσου λέγει δὲ τὸ αἷμα αὐτοῦ
τῇ χολῇ τῆς ὕδρας.
840 δολόμυθα: ὅτι τοῖς δολίοις τοῦ Νέσσου λόγοις ἀπατηθεῖσα τετόλμηκεν. ἄλλως: φοίνια δολόμυθα: τὰ δόλια φάρμακα· καὶ γὰρ ἕτερά τινα ἐκέλευσεν αὐτῇ συμμῖξαι τῷ αἵματι ὡς ὀπίσω εἶπεν.
ἐπιζέσαντα ἐπιχυθέντα, ἀνακαχλάσαντα ἐκ τῆς
θέρμης τοῦ πυρός.
841 ὧν ἅδ’ ἁ τλάμων: ὧν τὴν βλάβην ὁρῶσα ἡ Δηιάνειρα τοῖς οἴκοις συμβᾶσαν
αὐτὴν μὲν ἐξ ἀρχῆς οὐ συνεῖδεν ἐκ κατασκευῆς δὲ τοῦ Νέσσου καὶ τῆς
τούτου φωνῆς γενομένην ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν αὐτῇ τὸν
Ἡρακλέα λίαν ὀδύρεται καὶ στένει. ἄλλως; ὧν, τῶν νεωστὶ δρωμένων
ἀπὸ γνώμης δὲ ἑτέρας τοῦ Νέσσου γενόμενα ὡς δῆθεν
ἐπὶ τῷ διαλλάττειν τὸν Ἡρακλέα· ἄοκνον δὲ τὴν ὀξεῖαν καὶ ἀμέλλητον· ἢ
πολύοκνον ὅ ἐστι πολύφοβον, κατʼ ἐπίτασιν δὲ τὸ α.
842 νέων ἀισσόντων νεωστὶ προσβαλλόντων.
843 οὔτι προσέβαλεν οὐκ ἔγνω, οὐ συνῆκεν.
844 τὰ δʼ ἀπʼ ἀλλοθρόου: ἀλλοφώνου, ὅτι ἀπὸ τῆς Νέσσου φωνῆς γέγονεν ἡ κατὰ Ἡρακλέα συμφορά· οἷον τῆς ἄλλα εἰπούσης καὶ οὐ τὰ ἀληθῆ· ἢ ἀλλοφώνου ὡς ἠλλαγμένην τοῦ Νέσσου φωνὴν ἔχοντος.
ἀπὸ τοῦ Νέσσου.
846 ὀλεθρίαις ξυναλλαγαῖς: ἢ ὀλεθρίαις καὶ ἐπιβλαβέσι φιλίαις ἢ ἐπεὶ ἀντὶ
τοῦ ἰδίου θανάτου
847 ἦ που ὀλοὰ στένει ὄντως δὴ ἡ ἀθλία καταστάζει καὶ καταβρέχει πολλῶν
δακρύων ἀφρόν· ἐμφαντικὸν
τὸν νεαρὸν ἀφρόν.
ὀλοὰ ἡ δυστυχὴς ἢ ἡ τοῦ ὀλέσθαι ἀξία.
848 ἀδινῶν ἀθρόων ἢ πολυθρηνήτων.
849 δακρύων ἄχναν περιφραστικῶς τὰ δάκρυα. ἄχναν τὸν ἀφρόν.
850 ἁ δʼ ἐρχομένα μοῖρα: ἡ προσδοκωμένη κακομοιρία τοῦ Ἡρακλέους ἐμφαίνει μεγάλην ἑτέραν ἄτην· προσδοκῶσι δὲ ὅτι ἀπολλυμένου Ἡρακλέους αὐτόχειρ ἑαυτῆς γενήσεται.
851 δολίαν δόλῳ γὰρ αὑτὴν καὶ λάθρᾳ ἀναιρήσει.
852 ἔρρωγεν παγά: ἀντὶ τοῦ πάρεστιν ἡμῖν δακρύειν ὡς ἀπὸ πηγῆς κρουνηδόν· ἐκτέταται γὰρ τὸ κακὸν καὶ πανταχοῦ διαβήσεται ἡ κατὰ τὸν Ἡρακλέα συμφορά.
853 ὦ πόποι: φεῦ, φεῦ, κακόν, φησί, γέγονε τῷ
Ἡρακλεῖ οἷον
οὐδὲ παρὰ τοῖς πολεμίοις ἀνοίκτιστον σιωπηθήσεται· τὸ γὰρ οὔπω ἀντὶ τοῦ
οὐχί· ἢ οὕτως, οἷον κακόν, φησίν, οὐδέποτε ὑπὸ τῶν ἐχθρῶν συνέβη τῷ
Ἡρακλεῖ τοῦτο ἀπὸ τῶν ἰδίων αὐτῷ γεγένηται.
855 ἀπέμολε πάθος: ἀντὶ τοῦ ἀπομόλοι οἷον οὐδέποτε
ἀπὸ τῶν
πολεμίων γένοιτο.
856 ἰὼ κελαινὰ λόγχα: κελαινὴν εἶπεν τὴν λόγχην διὰ τὸν ἐξ αὐτῆς
ἀποτελούμενον θάνατον, μέλας δὲ ὁ
θανατοποιὲ λόγχη ἥτις τότε ἀνελοῦσα τὸν Εὔρυτον ἐνταῦθα τὴν Ἰόλην ἤγαγες
ἐκ τῆς ὑψηλῆς Οἰχαλίας ὡς εἴθε μήποτε· τουτέστι φεῦ τῆς λόγχης ἐκείνης
ἐν ἡ ἐπόρθησε τὴν Οἰχαλίαν ὁ Ἡρακλῆς ἴνα ἐνέγκῃ τὴν ὅλην· διὰ γὰρ ταύτην
ἡ συμφορὰ ἐγένετο· τὸ δὲ
ἄρθρον τῷ λόγχη συναπτέον, ἥτις
λόγχη.
προμάχου δορός: τὸ προμάχου ἐπὶ τοῦ Ἡρακλέους ληπτέον οἷον τοῦ πρὸ πάντων μαχομένου· τὸ νύμφαν δὲ συναπτέον τῷ τάνδε.
857 θοὰν ἀντὶ τοῦ θοῶς· τινὲς δὲ τὴν ταχέως
νυμφευθεῖσαν.
858 αἰπεινᾶς ἐν ὕψει κειμένης.
859 αἰχμᾷ νόμῳ πολέμου.
860 ἁ δʼ ἀμφίπολος Κύπρις. ὁ νοῦς, ἡ δὲ Κύπρις ἦν ἄρα φανερῶς ἡ πάντων
τούτων ἐργάτις εἰς ἔρωτα
Ἰόλης βαλοῦσα τὸν Ηρακλέα.
ἡ ὑπηρετησαμένη τῷ Ἡρακλεῖ πρὸς τὸν ἔρωτα.
861 πράκτωρ πρακτική.
862 πότερον ἐγὼ μάταιος: ὁ χορὸς τῆς τροφοῦ ἀκούων θρηνούσης ἐπὶ τῇ
ἀναιρέσει τῆς Δηιανείρας
φησὶ τοῦτο, ἆρα ἀναίσθητός εἰμι
866 οὐκ ἄσημον ἀλλὰ δυστυχῆ: οὐ μικρὸν ἀλλὰ μέγαν καὶ ἐξάκουστον· τοῦτο δὲ ὡς ᾐσθημένη μείζονος βοῆς.
867 καί τι καινίζει στέγη ἔοικέ τι νεώτερον
ἔχειν ὁ οἶκος.
868 ξύνες δέ: ἀντὶ τοῦ τῆσδε ἄκουσον· παρὰ τὸ ἔθος γὰρ κατεστυγνακυῖα πρόσεισιυ.
ἀλλήλαις παρακελεύονται αἱ ἀπὸ τοῦ χοροῦ.
872 τὸ πόμπιμον τὸ πεμφθέν, λέγει δὲ τὸν
χιτῶνα.
874 βέβηκε Δηιάνειρα: βέβηκε, φησίν, ἡ Δηιάνειρα εἰς Μίδου οὐ τοῖς ποσὶ βεβηκυῖα· τὸ γὰρ σῶμα οὐκ ἄπεισιν εἰς Ἅιδου.
876 οὐ δήποθ᾿ ὡς θανοῦσα;: κατʼ ἐρώτησιν, οὐχὶ
ὡς θανοῦσα
βέβηκεν;
879 σχετλιώτατα: σχετλιώτατα ἦλθε πρὸς τὴν ἀναίρεσιν τουτέστιν ὡς ἄν τις ἰδὼν ἢ ἀκούσας σχετλιάσειενω τὴν πρᾶξιν.
εἰπὲ τῷ μόρῳ τίνι θανάτῳ συνέπεσεν ἀντὶ τίνι τρόπῳ ἐτελεύτησεν;
881 αὐτὴν διηίστωσεν αὐτὴ ἑαυτὴν ἀφανῆ ἀπὸ τοῦ
βίου ἐποίησεν.
882 τίς θυμὸς ἢ τίνες νόσοι: τίνι θυμῷ χρησαμένη
ἑαυτὴν
ἀνεῖλεν ἢ τίς νόσος, φησίν, ἀνεῖλε τὴν Δηιάνειραν;
ἀντὶ τίνα θυμὸν εἶχεν τότε;
τίς θυμὸς συνεῖλεν;
883 τάνδʼ αἰχμὰν βέλεος. περιφραστικῶς τὸ βέλος·
βέλος δὲ
εἶπεν τὴν Δηιάνειραν ὅτι τρόπον βέλους ἀνεῖλεν ἑαυτήν· ἢ ἥτις ὡς βέλος
ἰοβόλον μέγα κακὸν προσετρίψατο τῷ Ἡρακλεῖ.
885 πρὸς θανάτῳ θάνατον τὸν ἑαυτῆς πρὸς τῷ
Ἡρακλέους.
888 ἐπεῖδες, ματαία: τεθέασαι τὴν ἐκείνης τόλμαν; ἐκαρτέρησας ἰδεῖν τὴν
ὠμότητα; οὕτως γὰρ
εἶπεν τὴν ὕβριν· καὶ νῦν δὲ τὸ ματαία
κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ὦ μελέα· καὶ Ὄμηρος γὰρ τὸ μάταιον μέλεον καλεῖ
891 ταῦτα τῇ χειρὶ ἑαυτῆς διεπράξατο.
892 τί φωνεῖς; ἀντὶ τοῦ ἄπιστα λέγεις. σαφηνῆ ἀληθῆ.
894 ἁ νέορτος ἄδε νύμφα ἡ νεωστὶ ἐνταῦθα
ὁρμήσασα Ἰόλη· ἀνέορτος δὲ ἀντὶ τοῦ αἰσχρὰ καὶ ἀπρεπής.
895 κτίσαι κατασκευάσαι καὶ ποιῆσαι· καλῶς δὲ
ὡς ἐπὶ μεγάλῳ τολμήματι εἶπεν τὴν λέξιν.
899 οὕτως ἀκριβῶς διηγήσομαί σοι τὸ πρᾶγμα ὡς πεισθῆναί σε ὅτι ἀληθῆ λέγω.
901 κοῖλα γράφε κοινά, ἢ τὰ τοῦ θανάτου ἢ τὰ
αὐτῆς καὶ τὰ αὐτοῦ.
902 στορνύνθ᾿| τὸν Ὕλλον στρωννύντα.
905 ἐρήμη χήρα.
κλαῖε δʼ ὀργάνων ὅτου ψαύσειεν καὶ
αὐτῇ τοῦ Ἡρακλέους οἷον ἱστοῦ ἢ
τινος τοιούτου ὠδύρετο ὡς λοιπὸν καταλιμπάνουσα αὐτά· ἱστοῦ δὲ ἴσως
ἐφήπτετο διὰ τὸν κατασκευασθέντα πέπλον ἐπὶ συμφοραῖς.
ὀργάνων ἢ τῶν ἰστουργικῶν ἢ τῶν ἐργαλείων οἷς
τὸν πέπλον ἔχρισεν.
907 ἄλλῃ δὲ κἄλλῃ ἀντὶ τῇδε κἀκεῖσε.
911 ἐπεὶ μηκέτι ἔμελλεν παῖδας τίκτειν ἤτοι σχήσειν· ὅτι τοῦ λοιποῦ οὐ
γενήσονται συνουσίαι
πρὸς τὸν Ἡρακλέα εἰς παιδοποιίαν·
οὐσίας δὲ κοίτας, συνουδίας.
914 ἐπεσκιασμένη περικεκαλυμμένη,
κρύπτουσα.
915 φρούρουν ἐφύλαττον.
δεμνίοις τοῖς Ἡρακλείοις ἔνθα συνεκάθευδον·
ἄλλο γὰρ ἦν ὅπερ ἐστόρεσεν ὁ Ὕλλος.
917 ἐπενθοροῦσ᾿ ἄνω ἐναλλομένη ἄνω εἰς τὴν
κλίνην.
922 εὐνήτριαν εὐναζομένην, κοιμωμένην.
925 πρὸς τῷ στήθει γὰρ ἐπερονῶντο αἱ γυναῖκες.
ἐκ δʼ ἐλώπισεν ἐγύμνωσεν, ἐξέδυσεν· λῶπος γὰρ τὸ
ἱμάτιον.
928 τῷ παιδὶ τῷ Ὕλλῳ τῷ παιδὶ τῆς τοιαῦτα
τολμώσης.
929 κἀν ᾧ καὶ ἐν ᾧ· καὶ ἐν ὅσῳ διετρέχομεν
πρὸς τὸν Ὕλλον εἶτα πάλιν πρὸς τὴν Δηιάνειραν ἔφθασεν
ἑαυτὴν ἀνελοῦσα.
931 ὑφ᾿ ἧπαρ καὶ φρένας περὶ τὸ ἧπαρ γὰρ φρένες
εἰσὶ παχεῖαι· Ὅμηρος τε φρένες ἧπαρ ἔχουσιν.
932 ἔγνω γὰρ κατὰ ποῖον τρόπον τοῦτο ἐποίησεν ἡ μήτηρ αὐτοῦ· συνεῖδεν ὡς
ὀργισθεῖσα ἐπὶ τῷ ἡπα-
937 ἀμφί νιν περὶ αὐτήν, τὴν μητέρα.
939 πλευρὰν παρεὶς ἔκειτο: παρείς, ἐκτείνας ἑαυτὸν
ἢ
προσκολλήσας ὠδύρετο ὅτι αὐτὴν ματαίως ᾐτιάσατο ὡς κακοήθως ἀποστείλασαν
αὐτὴν τὸν χιτῶνα.
943 ὥστʼ εἴ τις δύο ἢ καὶ πλέους: τῶν ἀνθρωπίνων ἀδήλων ὄντων ἀνόητοί
εἰσιν οἱ λογιζόμενοι δύο ἢ καὶ πλείους ἡμέρας καὶ οὐ προσδοκῶντες καθʼ
ἑκάστην ὥραν τὸν θάνατον· πολλάκις γὰρ λύπῃ τινὶ ἢ
δυστυχίᾳ περιπεσόντες ἑαυτοὺς ὑπεξάγουσι τοῦ βίου παραχρῆμα καὶ οὐκ
ἀναμένουσι τὴν ἐπιοῦσαν ἡμέραν ὡς καὶ Δηιάνειρα.
947 πότερʼ ἂν πρότερα: ποῖα, φησί, στένω, τὰ
κατὰ τὸν
Ἡρακλέα ἢ τὰ κατὰ τὴν Δηιάνειραν;
948 πότερα μέλεα περαιτέρω ποῖα χαλεπώτερα καὶ
περαιτέρω δεινότητος;
949 δύσκριτʼ δυσκατάληπτά ἐστιν ἰσομέγεθα
ὄντα.
950 τάδε μὲν ἔχομεν: τὰ μὲν κατὰ τὴν Δηιάνειραν
αὐταῖς
ὄψεσιν ἔξεστι θεωρεῖν ἐν τῷ οἴκῳ τὰ δὲ κατὰ τὸν Ἡρακλέα ἐκδεχόμεθα.
952 κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν κοινὰ δέ ἐστι τὰ ἀμφοτέρων κακὰ καὶ τὰ μὲν ἔχομεν τὰ δὲ μέλλομεν. ἴσον δέ ἐστι τὸ ἔχειν κακὰ καὶ τὸ προσδοκᾶν.
953 εἴθ᾿ ἀνεμόεσσά τις; ἀνεμόεσσα αὔρα περι- φανὴς ἄνεμος, ἔπουρος
οὔριος, ἑστιῶτις κατοικίδιος· ὁ δὲ νοῦς, εἴθε ὡς ἕστηκα πνεύσειεν ἄνεμος
οὔριος
954 ἑστιῶτις ἐπὶ τοῦ οἴκου τούτου.
955 ἀποικίσειεν ἐκ τόπων ἀποχωρίσειεν ἐκ τούτων
τῶν τόπων.
957 ταρβαλέα μὴ ἐνεγκοῦσα τὴν θέαν.
959 δυσαπαλλάκτοις: δυσιάτοις.
960 χωρεῖν πρὸ δόμων λέγουσιν: λέγουσι τι
παμμέγεθές τι κακὸν πλησίον που τῆς οἰκίας χωρεῖν δυσιάτους
ὀδύνας ἡμῖν ἐφελκόμενον.
961 ἄσπετον μέγα καὶ ἄπιστον.
963 προὔκλαιον ὀξύφωνος: ἀντὶ τοῦ προκλαίουσιν· ὁ χορὸς αἰσθάνεται τοῦ
ἔρακλέους πλησίον φερομένου
καὶ πλῆθος θρηνούντων
ἐπακολουθούντων αὐτῷ.
964 ξένων γὰρ ἐξόμιλος. ἐκ τῆς βαδίσεως συνῆκεν τὸ φαινόμενον ἄθροισμα ξένων ἀνδρῶν εἶναι· οἷον βάδισις ξένων ἀνδρῶν ἐστι καὶ ἄλλου πλήθους συνέστηκεν.
965 πᾷ δʼ αὖ φορεῖ νιν; ποῦ, φησί, καὶ φέρει αὐτὸν ὁ ὅμιλος; ὡς γὰρ ὑπὲρ φίλου κηδομένην ἄψοφον φέρει τὴν βάσιν.
968 ἄναυδος μηδὲ φωνὴν προέσθαι δυνάμενος.
970 τί χρὴ θανόντα νιν: τί, φησί, δεῖ κρῖναι
περὶ αὐτοῦ καὶ
τί ἄν τις δοξάσειεν; πότερον τέθνηκεν ἤ ὕπνῳ βεβάπτισται;
971 Ὕλλος ἀπαντήσας τῷ πατρὶ θρηνεῖ.
973 τί δὲ μήσομαι; τί τεχνάσομαι ὅπως
σωθείης;
974 σίγα, τέκνον: γέρων τις ἀκολουθῶν τῷ Ἡρακλεῖ ἀπὸ Εὐβοίας πρὸς τὸν Ὕλλον φησί, μὴ ἀνεγείρῃς αὐτόν· τοῦτο γὰρ αἴτιον ὀδύνης τοῖς κάμνουσιυ.
975 ὠμόφρονος ἐκ τῶν ὀδυνῶν ἠγριωμένου.
976 ζῇ γὰρ προπετής. προπετὴς εἰς τὸν θάνατον προνενευκὼς ἢ παρειμένος· εἰς τὴν γῆν πεσὼν ἢ ἐπὶ πρόσωπον κοιμώμενος ἢ καὶ μόνον κείμενος.
980 φοιτάδα τὴν μανιώδη.
981 ἀλλʼ ἐπί μοι μελέῳ: ἀλλʼ ἐνθουσιᾷ μοι τῷ
μελέῳ ἡ φρὴν
διὰ τὸ ἄπλετον βάρος· ἐν ἐπιθυμίᾳ, φησίν, ἔχω τὸ βάρος καὶ σιωπᾶν οὐ
δύναμαι.
983 Ζεῦ, ποῖ γᾶς ἥκω;: Ἡρακλῆς ὡς ἐξαναστὰς καὶ ἀγνοῶν ποῦ μετενήνεκται.
987 βρύκει ἐσθίει με ἡ νόσος καὶ ἀναλίσκει.
988 ἄρʼ ἐξῄδης: πρὸς τὸν Ὕλλον λέγει, ἄρα, φησίν, ὅσον ἦν κέρδος τὸ σιωπᾶν ἔγνως καὶ μὴ διασκεδάσαι τὸν ὕπνον;
991 οὐ γὰρ ἔχω πῶς ἄν: ἀδυνάτως ἔχω καρτερεῖν ἐπὶ τηλικούτῳ κακῷ.
993 Κηναία κρηπίς. κρηπὶς τὸ ἔδαφος, περιφραστικῶς δὲ ἀντὶ τοῦ Κήναιον· μέμφεται δὲ τῷ τόπῳ ὅτι οὐκ ἐπὶ αἰσίοις αὐτῷ γέγονεν τὰ ἐκεῖ θύματα· οἵαν οὖν, φησί, χάριν ἀπὸ τῶν θυμάτων διεπράξω.
997 οἴαν μʼ ἄρʼ ἔθου λώβαν: οἴαν μοι, φησί, προσετρίψω βλάβην, Ζεῦ, τὴν ταῖς μανίαις ἀκμάζουσαν· λέγει δὲ ταῦτα ἀφορῶν εἰς τὸ ἑαυτοῦ σῶμα.
999 ἀκήλητον ἀνίατον, ἀκαταπράυντον· ἀπὸ κοινοὔ
δὲ τὸ ὤφελον.
1000 καταδερχθῆναι: θεωρῆσαι, ἰδεῖν τὴν ἀκμὴν τῆς μανίας.
1001 τίς γὰρ ἀοιδός: τίς, φησίν, ἐπῳδὸς ἢ ἰατρὸς διὰ χειρῶν τὴν τέχνην τῆς ἰατρικῆς ἐνδεικνύμενος θεραπεύσει τὸ πάθος μου εἰ μὴ ὁ Ζεὺς βούλοιτο;
1004 θαῦμ᾿ ἂν πόρρωθεν: ἥδιστα ἂν καὶ εἰ μακρόθεν μεταπέμψαιτό τις τὸν θεραπεύσοντα θεασαίμην μεταπεμψαμένων ὑμῶν.
1005 δύσμορον γράφε ὕστατον.
εὐνάσαι ἢ τὸ καθευδῆσοι ἢ τὸ ἀποθανεῖν.
1006 πᾷ μου ψαύεις; ὡς ἐφαπτομένου αὐτοῦ τοῦ παιδὸς ἐπὶ τῷ γνῶναι πῶς ἔχει τῷ σώματι· ποῖ ψαύεις ἀντὶ τοῦ παῦε ψηλαφῶν καὶ μεταφέρων τῇδε κἀκεῖσε τὸ σῶμά μου.
ποῦ προσάγεις τὰς χεῖρας;
1008 ἀντέτροφας: ὅ τι ἂν ἡσυχάσῃ τοῦ κακοῦ τούτου πάλιν κινήσας ἀνέτρεψας οἷον ὅ τι ἂν τῶν ὀδυνῶν μύσῃ τοῦτο διήγειρας.
1009 ἧπταί μου τὸ κινηθῆναι ὑπὸ σοῦ καθήψατό
μου.
ἥδ’ αὖθʼ ἕρπει ἡ νόσος, φησί, πάλιν
ἐπίκειται.
1010 πόθεν ἔστ᾿, πάντων Ἑλλάνων: οὐ πρὸς τοὺς φέροντάς φησιν ἀλλὰ καθόλου
πρὸς πάντας τοὺς εὐεργετηθέντας πρῴην ὑπʼ αὐτοῦ· ποῦ, φησίν, ἆρα ἐστέ, ὦ
πάντων Ἑλλήνῶν ἀδικώτατοι τουτέστιν ἀχαριστότατοι,
οὓς ἐγὼ
πῇ μὲν κατὰ θάλατταν πῇ δὲ ἐν γῇ ἔσῳζον, πάντα τόπον καθαίρων ὑπὲρ
σωτηρίας
πόθεν ἀντὶ ποῦ.
1013 ὠλεκόμαν ἔκαμνον καὶ ἐγγὺς θανάτου
ἐγενόμην.
καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι: καὶ νῦν, φησίν, οὐδεὶς ἐκείνων ἐπʼ ἐμοὶ
νοσοῦντι οὐ πῦρ, οὐ ξίφος
σωτήριον προσαγαγὼν ἀπαλλάξει με
τοῦ ζῆν;
τῷδε δεικτικῶς ἀντὶ ἐμοί.
1014 οὐ πῦρ λείπει προσαγαγών.
ὀνήσιμον ὠφελήσιμον, σωτήριον.
1016 οὐδʼ ἀπαράξαι: οὐδεὶς ἐκείνων, φησί, βού-
ἐλθὼν τὴν κεφαλήν μου ἀποτεμεῖν καὶ ἐλευθερῶσαι τοῦ
μοχθηροῦ βίου.
1018 εἷς τῶν γερόντων ἀκολουθῶν ἐξ Εὐβοίας τῷ ρακλεῖ πρὸς τὸν Ὕλλον φησί.
τοὖργον τόδε μεῖζον ἀνήκει: τὸ βοηθῆσαι ἢ
βαστάξαι τὸν
Ἡρακλέα μεῖζόν ἐστιν ἢ κατʼ ἐμέ· ἀνήκει δὲ ἀντὶ ὁρμᾷ ὤξυνται μεῖζον,
φησίν, ἢ κατὰ τὴν ἐμὴν δύναμιν· τοὖργον δὲ τὴν νόσον φησί.
1019 σὲ δὲ σύλλαβε: σὺ γὰρ νέος εἶ καὶ ὀξύτερόν σοι τὸ ὄμμα πρὸς τὸ
σῴζειν τὸν πατέρα μᾶλλον ἢ
διʼ ἐμοῦ.
1020 ἔμπλεον ὀξύτερον.
ψαύω μὲν ἔγωγε; εἰ τὸ κατασχεῖν αὐτὸν ἰᾶται ἰδοὺ ἐφάπτομαι αὐτοῦ, ἴσθι
δέ, φησίν, ὅτι τὴν λαθί-
1021 λαθίπονον δʼ ὀδυνᾶν λείπει φάρμακον.
τὴν ὀδύνην τοῦ βίου αὐτοῦ τὴν λαθίπονον ἐξανύσαι
οὐ
δύναμαι.
οὔτ’ ἔνδοθεν οὔτε θύραζε: οὔτε ἀπʼ ἐμαυτοῦ οὔτε ἀπό τινος τῶν ξένων δύναμαι ἐξανύσαι.
ἔνδοθεν διὰ στόματος.
1023 αἰσθάνεται τῆς τοῦ παιδὸς φωνῆς ὁ Ἡρακλῆς.
1028 θρῴσκει ἀναζωπυρεῖται ἡ νόσος.
δειλαία δειλοποιός.
1030 ἀποτίβατος ἀπροσπέλαστος.
1031 ἐπικαλεῖται τὴν Ἀθηνᾶν εἰς βοήθειαν. ἰὼ παῖ: κἂν σύ, παῖ, τὸν
φύσαντα οἰκτείρας
ἐπίσπασαί μοι ξίφος ἀνεμέσητον, ἐφʼ
οὐδείς σε μέμψεται ὡς πατροκτόνον.
1036 ἐχόλωσεν ἐπίσσωσεν.
γράφε ἐχόλησεν οἷον χολῇ ἔχρισε τὸν χιτῶνα.
1038 ἂν δʼ ἐπίδοιμι ἣν ἴδοιμι τῷ αὐτῷ νοσήματι
περιπεσοῦσαν.
1039 αὔτως ὁμοίως.
1041 ὦ Διὸς αὐθαίμωνι τοῦ Διὸς ἀδελφὲ Ἀιδωνεῦ.
1042 ὠκυπέτᾳ ταχεῖ.
1049 στυγνὸς στυγνοποιός, διὰ τὰς τῶν ἄθλων
προστάξεις.
1052 ὑφαντὸν ἀμφίβληστρον τὸν χιτῶνα ἐς
ἀμφίβληστρον.
1053 προσμαχθὲν προσκολληθέν.
1054 ἀρτηρίας τὰς φλέβας.
1055 ῥοφεῖ ἐκπίνει.
χλωρὸν νέον ἢ νεκρόν.
1057 ἀφράστῳ τῇδε χειρωθείς: ἀπροσδοκήτῳ, ἀνεννοήτῳ ἢ ἀλέκτῳ· ἢ περὶ ἧς οὐκ ἔχει τις φράσασθαι τίς εἴη τὴν φύσιν.
πέδῃ ἐποχῆ, ἥττῃ.
1058 κοὐ ταῦτα λόγχη πεδιάς: ἡ ἐν τῷ πεδίῳ
βαλλομένη· ἢ ἐπεὶ
ἐν τῷ Θεσσαλικῷ πεδίῳ ἐμαχέσατο πρὸς Κενταύρους.
λόγχη πεδιάς: ἡ ἐν πεζομαχίᾳ· θέλει γὰρ εἰπεῖν ὅτι οὔτε παραταττόμενος οἷον πρὸς Λαομέδοντα οὔτε πρὸς Αὐγέαν ἢ Κενταύρους.
1059 θήρειος βία: λέοντος, ὕδρας, Κερβέρου καὶ τῶν λοιπῶν.
1060 ἄγλωσσος κακόγλωσσος, βάρβαρος ἢ
ἀλλόγλωσσος.
1062 φ
φύσιν λείπει ἔχουσα.
1064 παῖ: ὦ Ὕλλε, δεῖξον τοῖς ἔργοις ὅτι ἀληθῶς ἐξ ρακλέους Ἡχεις τὸ
γένος καὶ μή μου προκρίνῃς τὴν Δηιάνειραν ἀλλὰ ταῖς σαῖς χερσὶ τῆς
οἰκίας αὐτὴν ἔξαγε καὶ παράδος μοι· ταῦτα δὲ ἀγνοῶν
ὅτι
τέθνηκεν.
1067 ὡς εἰδῶ σάφα: ἵνα μάθω πότερον ὑπὲρ ἐμοῦ νοσοῦντος λυπῇ
1071 ὅστις ὥστε παρθένος: Ὅμηρος
1072 βέβρυχα ἀναβοῶ.
1074 αἰὲν εἱπόμην κακοῖς ὑπέφερον πᾶν κακόν.
1075 νῦν δʼ ἐκ τοιούτου: ἐξ ἰσχυροῦ γέγονα ἀσθενής· ἢ ὑπὸ τοιούτου κακοῦ.
1077 σκέψαι σκόπει.
1079 ὁ λόγος πρὸς τοὺς περιεστῶτας.
1081 αἰαῖ ὀδυνώμενος ἀναβοᾷ.
1082 ἔθαλψεν ἄτης: πάλιν ἐξεπύρωσέν με ὁ τῆς νόσου σπασμός.
1083 οὐδʼ ἀγύμναστόν μ᾿ ἐᾶν ἔοικεν: ὀδύνης ἀπείραστον, ἄνετον ὀδυνῶν ἀντὶ τοῦ οὐκ ἐνδίδωσί μοι.
1086 Διὸς ἀκτίς, παῖσον κεραυνέ, εἴθε με
λάβοις.
1087 ἐγκατάσκηψον βέλος τόξευσον κατʼ ἐμοῦ τὸν
κεραυνόν.
1088 δαίνυται ἐσθίει με ἡ νόσος.
1089 ἤνθηκεν, ἐξώρμηκεν: ἥκμασεν, ἀνεκάχλασεν
καὶ
ἐξεγήγερται.
1090 νῶτα καὶ στέρνα: ἀφορῶν εἰς ἕν ἕκαστον μέλος δυσφορεῖ ὅτι ἀφʼ οἴου οἷον γένονεν αὐτοῦ τὸ σῶμα.
1091 ὑμεῖς ἐκεῖνοι; ἆρα ὑμεῖς ἐστε αἱ τὸν Νεμεαῖον
χειρωσάμεναι λέοντα, τὸν τὴν Νεμέαν λυμαινόμενον;
1093 λέοντ᾿, ἄπλατον: ἀπρόσιτον.
κἀπροσήγορον ἀναγόρευτον, ἀδιήγητον ἢ φαῦλον
καὶ μεμισημένον, ὅν οὐκ ἄν τις προσφθέγξαιτο.
ἀδιήγητον.
1095 διφυῆ τ᾿ ἄμικτον τὸν τῶν Κενταύρων
ἀπροσπέλαστον, οὐκ ἦν συμμῖξαι καὶ συμβαλεῖν.
1096 ὑπείροχον βίαν: ὑπερέχοντα κατὰ τὴν δύναμιν· ὑβριστὴν δὲ μάχιμον, ὠμόν, οὐ σώφρονα· διὰ τὸν Νέσσον καὶ τὸν Πειρίθου γάμον.
1098 τρίκρανον: Ἡσίοδος πεντηκοντακέφαλον οὐτόν
φησιν εἶναι,
οὗτος δὲ τρίκρανον.
σκύλακ᾿ τὸν Κέρβερον.
1099 τόν τε χρυσέων δράκοντα. φασὶ τὸν Ἄτλαντα τῷ Ἡρακλεῖ κεκομικέναι τὰ μῆλα ὅτε καὶ αὐτὸς διαδεξάμενος τὸν οὐρανὸν ἐβάστασεν.
1100 ἐπʼ ἐσχάτοις τόποις τοῖς τῆς Λιβύης.
1101 ἐγευσάμην ἐπειράθην.
1103 ἄναρθρος: οὐκ ἔχων τὰ ἄρθρα τῶν μελῶν διὰ τὸ σεσῆφθαι αὐτά· κατερρακωμένος δὲ τὰς σάρκας σαπεὶς καὶ ἔχων αὐτὰς κρεμαμένας ὡς ῥάκη.
1104 τυφλῆς ὑπʼ ἄτης: ὑπὸ νόσου ἀφανοῦς καὶ ἀκαταλήπτου, ἥν οὐκ ἔστιν ἰδεῖν.
1107 τόδʼ ἴστε παρόντες.
κἄν τὸ μηδὲν κἂν μηδὲν ἕρπω: ἀντὶ τοῦ καὶ οὕτως ἔχων, καὶ οὕτω διακείμενος.
1113 εἰ σφαλήσεται εἰ ἀποτεύξεται τούτου.
1115 σιγὴν παρασχὼν ἀντὶ σιωπήσας καὶ
ἡσυχάσας.
1118 οὐ γὰρ ἂν γνοίης: τουτέστιν ἐὰν μὴ τοῦ
1119 χαίρειν προθυμῇ ἀνελεῖν αὐτὴν βουλόμενος
1121 ποικίλλεις σοφίζεις, καλλωπίζεις τῷ
λόγῳ.
1124 παγκάκιστε: αὕτη τοῦ μίσους ἐπίτασις ὅτι καὶ μνήμην τῆς μητρὸς ἐποιήσατο καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ Ἡρακλέους ἀκούοντος.
1126 ἔχει γὰρ οὕτως: τὸ γὰρ κατʼ αὐτήν, φησί,
πρᾶγμα ἐκτός
ἐστιν ἀδικίας ὡς μὴ δέον εἶναι τοῦτο σιωπῇ παραδοῦναι.
1129 λέγ᾿, εὐλαβοῦ δέ: εὐλαβοῦ μὴ διʼ ὧν ὑπὲρ τῆς μητρὸς λέγεις περὶ ἐμὲ φαῦλος ἐξελεγχθῇς.
1131 πρὸς τοῦ; τέρας τοι διὰ κακῶν. πρὸς τίνος;
ἄπιστον γὰρ
διὰ δυσφήμων ὥσπερ ἐμαντεύσω τουτἐστιν ἄπιστον λέγεις ὅτι ἑαυτὴν ἀνεῖλεν
εἰ μὴ ἄρα μαντικῆς μετέχων τοῦτο ἔγνως ὡς μάντευμα ἄπιστον· τοῦτο δὲ
εἶπεν ἐπειδὴ πολλάκις τὰ μὴ προσδοκώμενα μαντεύονται οἱ θεοί.
1132 πρὸς ἐκτόπου ὑπὸ ἄλλου ξένου.
1134 στραφείη θυμὸς λήξειεν ἡ ὀργή.
1135 δεινοῦ λόγου: θαυμαστοῦ· ἄπιστον γὰρ εἰ παύσομαι τῆς ὀργῆς· ὅμως εἰπέ.
1136 ἅπαν τὸ χρῆμ᾿, ἥμαρτε: ζητοῦσα, φησί,
χρηστόν τι
διαπράξασθαι τοῦ ὅλου πράγματος ἥμαρτεν.
1146 ἰοὺ ἰού: ἀναμιμνησκόμενος τῆς ἀπὸ Δωδώνης μαντείας ταῦτα λέγει, ἀριθμήσας τὸν χρόνον ἄρτι ἔγνων ὅτι εἰς ἔσχατον ἦλθον συμφορᾶς.
1147 σπέρμα σῶν ὁμαιμόνων ἀντὶ τοὺς σοὺς
ἀδελφούς.
1149 μάτην ἄκοιτιν τὴν Ἀλκμήνην· τοῦτο δέ φησιν
ὡς ἀνάξια πάσχων.
τελευταίαν ἐμοῦ φήμην τὴν περὶ τῆς τελευτῆς
μου φήμην.
1151 ἐπακτίᾳ παραθαλαττίᾳ.
1152 ἔδραν διατριβήν.
1157 εἰς ἡλικίαν ἥκεις ἴνα φανῇς ἄξια πράττων
παῖς ἐμὸς
εἶναι.
1159 ἐμοὶ γὰρ ἦν πρόφαντον: προμεμαντευμένον, προειρημένον ὑπὸ τοῦ Διός· οὕτω δὲ διὰ τοῦ σ ἐν τῇ τραγικῇ λέξει.
1160 πρὸς τῶν πνεόντων: τῶν ζώντων· πνεῦμα
γὰρ ἡ ψυχὴ
1163 οὕτω ζῶντα μ᾿ ἔκτεινεν θανών: δυνάμει γὰρ αὐτὸς αὐτὸν ἀνεῖλεν.
1164 φανῶ δʼ ἐγώ: ἐρῶ σοι ἄλλην μαντείαν νεωτέραν συμφωνοῦσαν τῇ προτέρᾳ.
1167 Σελλῶν εἰσελθών: ἀκούσας ἔγραψα· ἔθος
γὰρ τοὺς χρησμὸν
δεχομένους παραχρῆμα γράφειν ἵνα
Εὐβοίᾳ οἰκήσαντας.
1168 καὶ πολυγλώσσου δρυός: ἤτοι πολλὰ μαντευομένης καὶ διὰ τοῦτο πολλὰ φθεγγομένης ἢ τῆς διαφόροις διαλέκτοις χρησμῳδούσης πρὸς τὴν ἑκάστου τῶν μαντευομένων γλῶσσαν.
1169 χρόνῳ τῷ ζῶντι: τῷ ὑφεστῶτι· ὁ γὰρ παρελθὼν οἱονεὶ διέφθαρται, ὁ δὲ μέλλων πάλιν ἄδηλος.
1174 ταῦτʼ οὖν ἐπειδὴ λαμπρά: φανερά, σαφῆ, πρόδηλα· ἐπεὶ οὖν, φησίν, ὁ χρησμὸς ἀπέβη δεῖ σε γενέσθαι σύμμαχον ἐμοί.
1176 καὶ μὴ ᾿πιμεῖναι: καὶ μὴ ἀπειθήσας μοι παροξύνῃς εἰς λοιδορίας κατὰ σοῦ.
ἀπειθοῦντά μοι.
1177 ἀλλʼ αὐτὸν εἰκάθοντα: ἀπὸ κοινοῦ τὸ δεῖ,
1179 ταρβῶ μὲν εἰς λόγου: εὐλαβοῦμαι μὲν εἰς τοιαύτην ὁμιλίαν ἐλθὼν μὴ
οὐχ αἱρετά μοι προτείνῃς
πράξω δὲ ὅμως κἂν δεινὰ ᾖ.
εἰς λόγου στάσιν περιφραστικῶς εἰς λόγους.
1182 ζητεῖς, ἐπάγεις μοι ἀκριβῆ πίστιν.
1183 ἀπιστήσῃς ἐμοὶ γράφε προστήσῃς ἐμοί,
ἐναντιωθήσῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ βρώσει ψωμῶν
προσισταμένων.
1186 ἢ μὴν τί δράσειν; ἐπὶ τὸ τί δρᾶσαι;
1188 ἐπώμοτον ὅρκιον.
1189 εἰ δʼ ἐκτὸς ἔλθοις εἰ παραβαίης τοὺς
ὅρκους.
1190 οὐ χρεία βλαβῆναί με· ποιήσω γὰρ ἃ προστάξεις
μοι· ἢ
ποιήσω δὲ εἰ βούλει σύ.
1191 ὕψιστον πάγον: ὑψηλὸν ὅρος ἐν Εὐβοίᾳ ἡ Oἴτη· πᾶν δὲ ὅρος ὅρος τοῦ Διὸς ὀνομάζεται ἐπεί φησιν ὑψίστῳ ὄντι τῷ θεῷ ἐν ὕψει τὰς θυσίας ποιεῖσθαι.
1193 ἐξαρέντα σε: ταῖς σαυτοῦ χερσὶ μεθʼ ὧν
θέλεις φίλων· οὐ
γὰρ μόνος ἐδύνατο φέρειν αὐτόν.
1197 ἄγριον ἔλαιον ἄκαρπον ἀγριέλαιον.
1201 εἰ δὲ μὴ ταῦτα ποιήσεις διατελέσω ταῖς κατάραις καὶ καθ᾿ Ἄιδου βαρῶν σε.
1202 ἀραῖος ἐπάρατος, τιμωρὸς δαίμων.
1203 οἷά μ᾿ εἴργασαι οἷα θέλεις ἐργάσασθαι κατʼ
ἐμοῦ πατροφόντην γενέσθαι παρακελευόμενος.
1204 ὁποῖα δραστέʼ ἐστὶν τοιαῦτά σοι
παρακελεύομαι οἷα δρᾶσαι ὀφείλεις· εὐεργετήσεις με γάρ.
πατρὸς ἄλλου ξένος ἀλλʼ οὐκ ἐμὸς ὢν υἱός.
1206 ἐκκαλῇ ἀναγκάζεις.
1207 παλαμναῖον ἀλάστορα, μιαιφόνον,
αὐτόχειρια.
1211 ἀλλʼ εἰ παραιτῇ τὸ ἀνελεῖν με τὰ ἄλλα ποίησον τουτέστι τὴν ὕλην συνάγαγε.
1213 ὄντως οὖν πληρώσεις τὴν πυρὰν τῆς ὕλης;
1214 πάντα, φησί, ποιήσω πλὴν τοῦ σώματος ἅψασθαι.
1216 καὶ ταῦτα μὲν ἀρκέσει βραχὺ δὲ τούτοις πρόσθες οἷον ταῖς ἄλλαις εὐεργεσίαις καὶ ἑτέραν βραχεῖαν χάριν πρόσθες γήμας τὴν Ἰόλην.
1221 σ᾿ ἐπισκήπτω ἐντέλλομαί σοι,
παρρεγγυῶ.
1224 προσθοῦ δάμαρτα γυναῖκα ποίησον.
1225 ἄτοπον γάρ, φησί, τὴν ἅπαξ ἀνακλιθεῖσάν μοι ἑτέρῳ ξένῳ παρακαθευδῆσαι.
1227 κήδευσον οἰκείωσαι.
1228 τὸ γάρ τοι μεγάλα πιστεύσαντ᾿ ἐὰν γὰρ ἐν
τοῖς μείζοσι θέμενος
1230 τὸ θυμοῦσθαι εἰ μὴ πεισθείην αὐτῷ
1232 οὕτω λαλεῖς ὡς μηδὲν πράξων ὧν λέγω.
1233 τίς γάρ ποθʼ ἥ μοι μητρί: τὸ τίς ἐφʼ ἑαυτοῦ ἔθηκεν ἀντὶ τοῦ πῶς ἂν ἐγὼ ἑλοίμην γῆμαι αὐτὴν τὴν τῶν κακῶν αἰτίαν οὖσαν;
1235 τίς ταῦτʼ ἂν ὅστις μὴ ᾿ξ ἀλαστόρων: τίς ἂν
ταῦτα
πράττειν ἕλοιτο ἐκτὸς ὢν μανίας καὶ θεηλασίας; ἀντὶ τοῦ οὐκ ἂν ἑλοίμην
εἰ μὴ μαινοίμην.
1238 οὐ νέμειν ἐμοὶ | φθίνοντι μοῖραν ἀντὶ τοῦ
μέρος εὐποιίας προσνέμειν μοι.
1239 φθίνοντι φθειρομένῳ.
1241 ὡς νοσεῖς φράσεις: ὡς φανερὸς εἶ νοσῶν χαλεπῶς οὕτως καὶ χαλεπῶς διαλεγόμενος.
1242 σὺ γάρ μ᾿ ἀπʼ εὐνασθέντος: σύ
1243 δείλαιος, ὡς ἐς πολλά: ἄτοπον γὰρ καὶ ἐναντιοῦσθαι καὶ πείθεσθαι διʼ ὃ ἀπορῶ.
1244 δικαιοῖς δίκαιον νομίζεις.
1245 ἀλλʼ ἐκδιδαχθῶ τοῦτο κατʼ ἐρώτησιν.
1247 πράσσειν ἄνωγας: δίκαιόν σοι τοῦτο φαίνεται,
τὸ
συναφθῆναί με τῇ Ἰόλῃ; πρὸς ὃν ὅτι οὐκ ἄδικον τοῦτο ἡγοῦμαι ἀλλὰ
εὐσεβές, τὸ πειθαρχεῖν τῷ πατρί.
1250 θεοῖσι δεικνὺς ἔργον: διαμαρτυράμενος τοὺς θεοὺς γαμήσω τὴν Ἰόλην.
1252 καλῶς τελευτᾷς ἀντὶ τοῦ καλῶς τὸν λόγον
ἐπεραίωσας.
1253 ὡς πρὶν ἐμπεσεῖν: ὡς πρὶν εἰς πυράν με θῇς πρὶν
ταραχθῆναι ὑπὸ τῆς νόσου.
1255 ἐγκονεῖτʼ ἐνεργεῖτε καὶ ἀνακουφίσατε.
παῦλά τοι κακῶν; μόνη γὰρ ἀνάπαυσις τὸ παραθεῖναί με τῷ πυρὶ καὶ τοιαύτῃ τελευτῇ χρήσασθαι.
1259 ἄγε νυν πρὶν τήνδʼ ἀνακινῆσαι: ἑαυτὸν παραθαρρύνει ὥστε μὴ βοᾶν
κομιζόμενον εἰς τὴν πυράν·
ἄγε οὖν, φησίν, σκληρὰ ψυχή, ὡς
ἀπὸ χαλυβικοῦ σιδήρου πεποιημένη πρὶν τήνδε ἀνακινῆσαι νόσον ἐνδοῦσα τὸ
σεαυτῆς στόμα ἐμφραγῆναι ὡανεὶ στόμα φρέατος λίθῳ κεκολλημένον πρὸς τὸ
μηκέτι ὕδωρ ἀνιμᾶσθαι· λείπει δὲ τὸ ὡς, ὡς ἀπὸ χάλυβος γενομένη.
1260 χάλυβος λιθοκόλλητον στόμιον παρέχουσ᾿ λίθινον καὶ σκληρὸν χαλινὸν σαυτῇ ἐπιβαλοῦσα.
1262 ἀνάπαυε βοήν: ἀνάπαυσον τὴν βοὴν ὡς
ὅτι ἀπαλλάττεται τῆς νόσου
ἀκούσιον δὲ ὅτι λυπεῖ πάντα ἡ ἀποστέρησις τοῦ βίου· παρὰ τὸ
1264 αἴρετ᾿, ὀπαδοί: οὐκ οἰκέταις ἀλλὰ τοῖς ἀκολουθοῦσιν αὐτῷ ἐξ Εὐβοίας φησί
1265 συγγνωμοσύνην: ἀντὶ συγγνώμην, ὅτι κατὰ γνώμην πατρῴαν τοῦτο ποιῶ.
1268 οἳ φύσαντες καὶ κλῃζόμενοι: εἰς τὸν Δία ἡ ἀπότασις τοῦ λόγου· ἐκείνους, φησίν, ἀγνώμονας ἡγεῖσθε οἵτινες γεννήσαντες αὐτὸν περιορῶσι τοιαῦτα πάσχοντα.
1270 ἐφορᾷ περιττὴ ἡ πρόθεσις.
1272 αἰσχρὰ δʼ ἐκείνοις τοῖς γεννήσασιν
ἐπονείδιστα.
1274 τῷ τήνδʼ ἄτην ὑπέχοντι τῷ Ἡρακλεῖ.
1275 χορός· τινὲς Ὕλλος.
λείπου μηδὲ σύ, παρθένε: ἔοικεν Ὕλλος ἀποστραφεὶς ταῖς ἀπὸ τοῦ χοροῦ
λέγειν τοῦ μὴ ἀπολιμπάνεσθαι τῶν οἴκων ἕως ἂν ἐπανέλθωσιν ἀπὸ
τῆς πυρᾶς· τινὲς δὲ γράφουσιν ἐπʼ οἴκων τουτέστι μηδὲ ὑμεῖς περιλείπεσθε
ἐνταῦθα ἀλλʼ ἀκολουθήσατε.
1277 πολλὰ δὲ λείπει τὸ ἐποίησεν. Fol. 79b
λείπει τὸ ἐποίησεν· Δία δὲ τὴν εἱμαρμένην ἥτις καὶ ἀγαθῶν ἐστιν
αἰτία.
καινοπαγῆ νεοκατασκεύαστα.
1278 κοὐδὲν κ. ἐ. οὐδὲν τούτων οὐδεὶς ἔπραξεν
εἰ μὴ μόνος ὁ Ζεύς.
1 καὶ παρὰ τούτῳ προλογίζει Ὀδυσσεὺς καθὰ καὶ παρʼ Εὐριπίδῃ, ἐκεῖνο μέντοι διαφέρει παρʼ ὅσον ὁ μὲν Εὐριπίδης πάντα τῷ Ὀδυσσεῖ περιτίθησιν οὗτος δὲ τὸν Νεοπτόλεμον παρεισάγων διὰ τούτου οἰκονομεῖται.
ἀκτὴ διὰ τὸ εἶναι αὐτὴν νῆσον.
2 Λήμνου, βροτοῖς ἄστιπτος: ἐν ἐρήμῳ γὰρ μέρει τῆς Λήμνου ἐξετέθη ὑπὸ τῶν Ἑλλήνων· ἄστιπτος δὲ ἀπάτητος, ἀδιόδευτος· ἐν ἐρήμῳ γὰρ τόπῳ τῆς νήσου ἦν ἐκτεθείς.
3 ἔνθ᾿, κρατίστου: τραφεὶς ἐκ πατρὸς Ἑλλήνων κρατίστου· λείπει οὖν ἡ ἐξ· τὸ δὲ ἑξῆς, ἔνθα ποτὲ ἐγὼ ἐξέθηκα τὸν Μηλιᾶ Ποίαντος υἱόν, Νεοπτόλεμε παῖ Ἀχιλλέως.
4 τὸν Μηλιᾶ: τὸν Θεσσαλόν, ἀπὸ πόλεως· Ἀττικὸν
δὲ τὸ
Μηλιᾶ.
7 διαβόρῳ: τὴν τὸν πόδα ἐσθιούσῃ, σηπτικῇ, τῇ διαβιβρωσκούσῃ, τῇ καλουμένῃ φαγεδαίνῃ· πάθος δὲ τοῦτό ἐστιν οὕτω λεγόμενον παρὰ τοῖς ἰατροῖς· καταστάζοντα δὲ οἷον καταρρέοντα, τηκόμενον, λυόμενον.
12 ἀκμὴ ἀντὶ τοῦ καιρός.
13 κἀκχέω τὸ πᾶν: ταράξω· ἀπὸ μεταφορᾶς τῶν ἀμελγόντων.
17 ἵνʼ ἐν ψύχει μὲν ἡλίου: ἐν κρύει μὲν πάρεστι θερμαίνεσθαι τῆς ἀκτῖνος
ἑκατέρωθεν βαλλούσης, οὐκ
ἐν ταὐτῷ ἀλλʼ ὅτε μὲν κατὰ τὸ
ἀνατολικὸν μέρος ἐλαύνει ὁ ἥλιος διὰ τοῦ ἀνατολικοῦ στόματος ὅτε δὲ εἰς
τὸ δυτικὸν ὁμοίως, ἐν δὲ θέρει τῆς πνοῆς ἀπολαύειν.
ἐν ψύχει ἐν χειμῶνι.
10 διπλῆ πάρεστιν ἐνθάκησις διπλῆ καθέδρα πρὸς ἡλίου θερμαινομένη.
19 ἀμφιτρῆτος τοῦ ἀμφοτέρωθεν τετρημένου.
21 σῶν σῷον, ὑγιές.
22 σῖγα ἀντὶ τοῦ σιωπῇ.
25 κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ: πονοῖτο, διανύοιτο, προβαίνοι· ἢ εἴη· οἱ κωμικοὶ γὰρ τῇ ει διφθόγγῳ χρῶνται ἀντὶ βραχείας.
26 τοὖργον οὐ μακρὰν λέγεις: οὐ μακροῦ πόνου δεόμενον· ἤδη γὰρ εἰσεῖδον ἄντρον ὅ λέγεις.
28 ἄνωθεν ἢ κάτωθεν ταπεινὸν ἢ ὑψηλόν.
29 στίβου περιπάτου.
32 οἰκοποιὸς ἐν οἴκῳ γενομένη τροφή.
33 στιπτή γε φυλλὰς χαμαιστρωσία ἐκ φύλλων.
ἡπλωμένη καὶ πατουμένη ὡς κοιμωμένου ἐπʼ
αὐτῇ τινος.
34 ὑπόστεγον ὑπὸ τῇ στέγῃ.
35 αὐτόξυλόν γ᾿ ἔκπωμα ποτήριον μονόξυλον,
36 πυρεῖ᾿ πυροβόλα.
37 θησαύρισμα ἀπόθετον κτῆμα.
38 ὁρᾷ τὰ ῥάκη τοῦ τραύματος τοῦ Φιλοκτήτου
ξηραινόμενα καὶ
ἐκπλήττεται ὡς βαρέως αὐτοῦ νοσοῦντος.
39 βαρείας του νοσηλείας: νόσου βαρείας πεπληρωμένα ἢ νοσοκομίας ἢ τῆς ἐκ νόσου ἀκαθαρσίας.
42 κῶλον τὸν πόδα.
κηρὶ νόσῳ.
43 νόστον ὁδόν.
44 φύλλον εἴ τι νώδυνον βοτάνην τινὰ
παυσώδυνον.
45 τὸν οὖν παρόντα ὥς τινος παρισταμένου
αὐτῷ.
46 προσπεσὼν ἀπαντήσας, ἐπιπεσών.
48 ἀπέρχεται, φησίν, ὁ θεράπων εἰς κατασκοπήν. φυλάξεται στίβος φυλαχθήσεται παρʼ ἡμῶν ἡ ὁδὸς αὐτοῦ.
55 ἐκκλέψῃς ἀπατήσῃς.
57 τόδʼ οὐχὶ κλεπτέον τοῦτο γὰρ οὐχὶ ψευσόμεθα.
59 οἱ γὰρ ἐξ ἑνὸς ἠδικημένοι φιλοῦσιν ἀλλήλους.
60 στείλαντες καλέσαντες.
61 τήνδʼ ἅλωσιν τὸ σὲ ἐλθεῖν εἰς Ἴλιον.
62 οὐκ ἠξίωσαν οὐκ ἄξιον ἡγήσαντο.
63 ἐλθόντι δοῦναι λείπει σοι.
65 ἔσχατʼ ἐσχάτων αἰσχρότατα.
68 προτρεπτικῶς εἰς.
72 ὤμοσαν γὰρ τῷ Τυνδάρεῳ πάντες Ἕλληνες συνελθεῖν ἐὰν ἁρπασθῇ ἡ Ἑλένη.
75 τόξων ἐγκρατὴς ἔχων τὰ τόξα.
77 σοφισθῆναι σοφίσασθαι.
94 βούλομαι δ᾿, ἄναξ, καλῶς: ἀντὶ ἀληθεύων,
98 εἰς ἔλεγχον εἰς πεῖραν
99 κρείσσονα τῶν ἔργων οὖσαν τὴν γλῶσσανδιαβάλλει τοὺς καθʼ ἑαυτὸν
ῥήτορας ὁ ποιητὴς ὡς διὰ
γλώσσης πάντα κατορθοῦντας.
τὴν γλῶσσαν τὴν ἀπάτην.
πάνθʼ ἡγουμένην προηγουμένην εἰς ἅπαντα.
ἀνύουσαν.
100 ὃ θέλεις κέλευε πλὴν τοῦ ψεύδεσθαι.
105 ἄφυκτα γὰρ ἦν τὰ Ἡράκλεια βέλη καὶ τοῦ σκοποῦ μὴ ἀποτυγχάνοντα ἢ ἐπανερχόμενα εἰς ἑαυτόν.
106 οὐκοῦν οὐδὲ προσελθεῖν αὐτῷ εὐθαρσές ἐστι καὶ ἀσφαλές;
προσμῖξαι πλησιάσαι.
107 δόλῳ ἀπάτῃ.
109 εἰ σωτηρία ἐξ αὐτοῦ προσγίνεται.
110 πῶς οὖν ἀποβλέπων τις εἰς τὸ ψεῦδος ἐρεῖ αὐτό; νοῶν ἢ λογισμὸν ἔχων;
111 ὀκνεῖν ἀποδειλιᾶν.
113 αἱρεῖ πορθεῖ.
116 θηρατέ᾿ ληπτέα, ἄξια τοῦ θηραθῆναι.
117 φέρῃ δωρήματα τιμήματα ἀποφέρῃ.
118 ποίω ποῖα, δυικῶς.
119 σοφὸς μὲν διὰ τὸ κλέψαι ἀγαθὸς δὲ διὰ τὸ πορθῆσαι· ἢ σοφοῦ μὲν ὄντος καθόλου τοῦ δολῶσαι δυναμένου νῦν δὲ καὶ τοῦ δόλου ἀγαθοῦ ὄντος.
κεκλῇ᾿ ἀντὶ κεκλημένος εἴης.
122 συνῄνεσα συνεθέμην.
125 τὸν σκοπὸν τοῦτον πρὸς τὴν ναῦν ἀποπέμψω καὶ πάλιν, ἐὰν καιρὸς καλῇ,
ἐνταῦθα
129 ὡς ἂν ἀγνοία προσῇ ἵνα μὴ γνωσθῇ.
130 οὗ δῆτα: τοῦ Φιλοκτήτου ἀπατωμένου ἢ τοῦ
ναυκλήρου δόλιά
σοι διαλεγομένου καὶ ἀσυμφανῆ.
σοφιζομένου, διαλεγομένου.
134 Πολιὰς πολιοῦχος.
ὁ Ὀδυσσεὺς ἀπέστη.
136 στέγειν κρύπτειν.
ὑπόπταν ἀντὶ ἐμὲ φανερὸν γεγονότα καὶ ἐλθόντα
εἰς ὄψιν· ἢ τὸν Φιλοκτήτην τὸν ὑφʼ ἡμῶν κατασκο- ἄλλως: πρὸς τὸν
ὑφορώμενον ἡμᾶς ἄνδρα τί δεῖ λέγειν ἢ σιωπᾶν;
137 τοῦτο ἐν τῷ καθόλου· ἡ γὰρ τέχνη, φησί,
καὶ ἡ γνώμη τῶν
βασιλέων προὔχει τῶν ἄλλων τεχνῶν· καὶ ἐν Οἰδίποδι
139 παῤ ὅτῳ ἐφʼ ᾧ ἐστι τὸ θεῖον σκῆπτρον.
141 τοῦτο τὸ ἀξίωμα ἐκ προγόνων ἦλθεν εἰς σέδίκαιον
οὖν σοι
πείθεσθαι.
142 κράτος ὠγύγιον τὸ ἐξ ἀρχῆς τιθέμενον
κράτος.
143 ὑπουργεῖν λείπει ἡ σὺν ἵνʼ ᾖ συνεργεῖν.
144 νῦν μέν, φησίν, εἰσελθὼν ὅρα τὸν τόπον ἐπὰν δὲ ἔλθῃ τότε σὺ τῶν
μελάθρων ἀποστὰς ὑπηρέτει
μοι πρὸς τὴν παροῦσαν χρείαν.
τόπον ἐσχατιαῖς τὸν ἐπὶ τῷ ἐσχάτῳ τόπον.
148 ὥσπερ ἐγὼ προχωρῶ οὕτως ἀκολουθῶν πειρῶ με θεραπεύειν ἀεί. κυρίως δέ
ἐστιν ἀκούειν τὸ προσχωρῶν οἷον ὡς ἂν ἐγὼ προστάσσω τοῦτον τὸν τρόπον
ποιῶν.
150 μέλον πάλαι μέλημα: ἀντὶ πρᾶγμά μοι λέγεις ἐκ πολλοῦ μοι μεμεληκός, τὸ φρουρεῖν τὸ σὸν ὄμμα καὶ τὴν ἀπὸ σοῦ εὐκαιρίαν.
151 τὸ σὸν φρουρεῖν ὄμμ᾿ τὰ σὰ νεύματα
φυλάττειν.
153 ἔνεδρος ἔνοικος.
155 οὐκ ἀποκαίριον οὐκ ἄτοπον, οὐκ ἄκαιρον·
εὔκαιρον γάρ ἐστι τὸ τοῦτο μαθεῖν.
156 προσπεσὼν προσπελάσας.
158 ἔναυλον ἢ θυραῖον ἐντὸς ἢ ἐκτός; ἐγγὺς ἢ
μακράν;
163 ὀγμεύει ὄγμος ἡ ἐπὶ στίχον φυτεία, νῦν δὲ
ἀντὶ ἐφεξῆς πορεύεται.
166 σμυγερῶς ἐπιπόνως.
167 αὐτῷ: ἀντὶ ἑαυτῷ· ἐπινωμᾶν δὲ ἐξευρίσκειν.
168 παιῶνα θεραπείαν.
169 ἐλεῶ, φησίν, αὐτὸν πῶς δύναται διάγειν μήτε συνοικῶν τινι μήτε κηδόμενόν τινα ἔχων.
170 μή τινος αὐτοῦ τῶν ἀνθρώπων κηδομένου.
171 μηδὲ ὁρῶν εἰς ἄνθρωπον σύνοικον.
174 ἀλύει ἀλγεῖ, ἀπορεῖ.
ἐπὶ παντὶ ἐπὶ παντὶ ἐν χρείᾳ γινομένῳ
ἀπορεῖ.
ὁπηνίκα χρείας καλέσῃ καιρὸς ἀδημονεῖ διὰ τὸ
πάντων
ἀπορεῖν.
177 ὦ παλάμαι τέχναι καὶ γνῶμαι.
τοῦτο θαυμάζων τὸν Φιλοκτήτην φησὶ πῶς μόνος ὢν ἐξευρίσκει τὰ πρὸς τὴν ζωὴν ἑαυτῷ.
179 οἷς ὁ βίος οὐκ ἔχει τῶν κακῶν μέτρον· ἢ
οὕτως, οἷς μὴ
σύμμετρος ὁ βίος καὶ ἐπαρκῶν.
180 πρωτογόνων εὐγενῶν.
181 ὕστερος ὑστερίζων.
183 κεῖται μοῦνος ἔρημος νῦν κεῖται.
184 στικτῶν ἢ λασίων ποικίλων καὶ δασυτρίχων.
188 ἀθυρόστομος. πολυλάλητος, μὴ εἰργομένη τοῦ φθέγγεσθαι· ἀθυρόστομον δὲ εἶπεν τὴν ἠχὼ ἐπεὶ πρὸς πάντας ἀντιφθέγγεται· ὁ δὲ νοῦς, ἀεὶ δὲ ὀδυρομένου αὐτοῦ ἠχὼ πρὸς τὸν ὀδυρμὸν ἀντιφθέγγεται.
189 τηλεφανὴς μηκόθεν φαινομένη διὰ τῆς φωνῆς
ἀντὶ οἰμώζει καὶ τὴν ἠχὼ πόρρωθεν ἀνεγείρει.
191 οὐδὲν τούτων θαυμαστόν: οὐδέν, φησί, τούτων θαυμαστὸν ἐμοὶ ὅτι κακὰ
πάσχει ὁ Φιλοκτήτης· ἐκ θεῶν γάρ, ὡς οἶμαι, ταῦτα πέπονθεν καὶ τὸ πάθος
καὶ θεῶν ἴνα μὴ τὰ βέλη
εὐθέως ἀπελθόντος αὐτοῦ πορθήσῃ τὴν Τροίαν παρὰ
194 τῆς ὠμόφρονος Χρύσης: Χρύση νῆσος πρὸ
τῆς Λήμνου ἔνθα
διέτριβεν Χρύση τις νύμφη ἢ ἐρασθεἴσα τοῦ Φιλοκτήτου καὶ μὴ πείσασα
κατηράσατο αὐτῷ διὸ καὶ ὠμόφρονα αὐτὴν ἐκάλεσεν.
εἰς τὸ αὐτό: Χρύσης Ἀθηνᾶς ἄγαλμα οὕτως καλεῖται· ἔστι δὲ καὶ πόλις Χρύση
πλησίον Ἀήμνου
ἔνθα ὑπὸ τοῦ ὄφεως ἐδήχθη τὸν βωμὸν ζητῶν ἐν
ᾧ ἔθυσεν Ἡρακλῆς ἡνίκα κατὰ Τροίας ἐστράτευσεν.
198 ἀμάχητα ἀνίκητα.
199 πρὶν ὅδʼ ἐξήκοι χρόνος πρὶν αὐτήν, τὴν Τροίαν, εἰς τὸν εἱμαρμένον
ἐλθεῖν χρόνον ἐν ᾧ εἵμαρται
αὐτὴν πορθηθῆναι.
ᾧ: χρόνῳ.
200 ὑπὸ τῶνδε ὑπὸ τῶν βελῶν.
201 εὔστομʼ ἔχε παῖ: εἰώθασιν οὕτω λέγειν ἀντὶ τοῦ σιώπα· τὸ δὲ τοιοῦτον
κεχίασται ὅτι Ἑλλάνικός
ποτε ἀναγινώσκων τὰ Ἡροδότου ἔλεγεν
,,περὶ δὲ τῶνδε μοι εὔστομα κείσθω οὐ διαιρῶν εἰς δύο λέξεις ἀλλʼ ὡς ἄν
τις εἴποι ταῦτα εὔστομα· τοῦτο δέ φησιν ὁ χορὸς κτύπον ἀκούσας
ἐπερχομένου τοῦ Φιλοκτήτου καὶ στένοντος κατὰ τὴν πορείαν διὰ τὸ
ἄλγος.
203 φωτὸς σύντροφος:
204 ἢ που τῇδ’ ῆ τῇδε ἄρʼ δὲ ῆ ἐνθάδε;
206 φθογγά του φθογγή τινος.
στίβου ἔξωθεν προσληπτέον τὴν ἐπί.
209 τρυσάνωρ; ἐπίπονος, ἡ καταπονοῦσα τὸν ἄνδρα. διάσημα φανερά.
211 φροντίδας νέας: τὸ ἑξῆς, ἔχε φροντίδας νέας οἷον κοινότερόν τι βούλευσαι τί πρὸς αὐτὸν ἐρεῖς.
212 οὐκ ἔξεδρος ἀλλʼ ἔντοπος οὐ μακρὰν ἀλλʼ
ἐγγὺς καὶ ἐπὶ τόπου.
213 οὐ μολπὰν σύριγγος ἔχων οὐ βοᾷ τερπόμενος σύριγγι ὡς ποιμήν.
215 ἀλλʼ ἢ που πταίων: ἀλλὰ τάχα
ὑπὸ τῶν βασάνων βοᾷ ἢ δύσορμον τὸν λιμένα ὁρῶν· προβοᾷ
222 ἤ γένους ἢ ποίου γένους.
223 Ἑλλάδος Ἑλληνικῆς.
225 ὄκνῳ φόβῳ διὰ τὰ κακά.
226 δεῖ γὰρ αὐτὸν ἐξηγριωμένον εἰσφέρειν τῇ ὄψει καὶ τῷ σχήματι.
230 ἀνταμείψασθ (ἀνταμεί)βε(σθε).
231 τοῦτό γʼ τῆς προσηγορίας.
εἰς τοῦτο.
234 φεῦ θαυμαστικὸν μετʼ ἐκπλήξεως τὸ φεῦ
ἐνταῦθα.
καὶ τὸ τὸ καί.
236 προσέσχε προσορμίσαι ἐποίησεν.
238 εἰδῶ μάθω.
240 αὐδῶμαι λέγομαι.
244 προσέσχες ὥρμισας.
246 πῶς εἶπας; θαυμάζων φησὶν ἐπεὶ μὴ εἶδεν
αὐτὸν ἐξ ἀρχῆς στρατευσάμενον.
251 κλέος φήμην.
254 πικρὸς ἐχθρός.
257 ἀλλʼ οἱ μὲν οἱ Ἀτρεῖδαι.
264 χὠ Κεφαλλήνων ἄναξ ὁ Ὀδυσσεύς.
267 χαράγματι δήγματι· τὸ γὰρ δῆγμα τοῦ ὄφεως
μόνον χαράσσει.
268 ξὺν ᾗ νόσῳ.
269 τῆς ποντίας τῆς παραθαλασσίας· ὅτε ἀπὸ
Χρύσης ἦλθον εἰς Λῆμνον
270 λέγεται γὰρ ὡς ἐν Λήμνῳ βουλόμενος ἀναστῆσαι βωμὸν Ἡρακλεῖ παρὰ τὸν αἰγιαλὸν ὑπὸ ὄφεως ἐπλήγη.
κατέσχον προσώρμισαν.
271 σάλου κινήματος, πόνου.
275 οἷ᾿ αὐτοῖς τύχοι καταρᾶται.
276 ἀνάστασιν νῦν
280 βεβώσας ἀπελθούσας.
284 τούτου: τοῦ ἀνιᾶσθαι ἄδειαν καὶ εὐχέρειαν πολλήν.
286 καὶ ἔδει με ἐμαυτῷ ἐξυπηρετεῖσθαι.
287 τὰ σύμφορα τὰ ἀναγκαῖα.
290 νευροσπαδὴς ὁ ἐπισπώμενος τῇ νευρᾷ· διὰ
γὰρ τῶν γλυφίδων ἔρχεται.
291 εἰλυόμην: ἐπορευόμην· εἴλυσις γὰρ ἡ πορεία.
296 ἐκθλίβων (ἐκ)πρί(βων).
297 ἄφαντον ἀπροσδόκητον. ἄλλως: καλῶς εἶπεν
ἄφαντον· οὐ φαίνεται γὰρ ἀλλὰ δυνάμει αὐτὸ ἔχει.
298 ἀντὶ ἡ οἰκία ἡ μετὰ πυρὸς οὖσα καλῶς διοικεῖται.
301 ταύτῃ τῇ γῇ.
303 ἐξεμπολήσει πωλήσει, πραγματεύσεται,
ἐμπορεύσεται.
ξενώσεται καταχθήσεται ὡς ξένος.
304 τοῖσι σώφροσιν τοῖς εὐτυχοῦσιν.
310 ἐκεῖνο τὸ ἀποφέρειν με εἰς τὴν πατρίδα.
313 τὴν ἀδηφάγον τὴν βρωτικήν.
316 ἀντίποινʼ ἀμοιβαῖα.
317 οἷον, κἀγὼ ἐξ ἴσου ἐλεῶ σε τοῖς ἀφιγμένοις ἐνταῦθα ὥσπερ οἱ ἄλλοι ξένοι, φησί, περὶ ὧν ἔλεγες.
319 κἀγὼ νῦν μάρτυς εἰμὶ τοῖς ὑπὸ σοῦ λεγομένοις περὶ τῶν Ἀτρειδῶν καὶ τοῦ Ὀδυσσέως.
320 εἴσ᾿ ἀληθεῖς εἰσὶν οἱ σοὶ λόγοι ἀληθεῖς.
324 εἴθε γένοιτό μοι ὠργισμένῳ ὅρμησις κατʼ αὐτῶν καὶ τὴν δύναμιν ἐνδείξασθαι.
θυμῷ ὀργῇ.
χεῖρα τὴν πρᾶξιν.
327 τίνος γὰρ λείπει τὸ ἕνεκεν.
329 μόλις δʼ ἐρῶ ὑπὸ τῆς ὀργῆς.
332 πέρα περαιτέρω.
334 κοινὴ ἡ πρόθεσις ἡ ὑπό.
335 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
336 εὐγενὴς ἀντὶ ἀνδρεῖος εἴ γε καὶ γενναῖος ὁ
εὐγενής.
338 ἐλέγχω κρίνω, ἐρωτῶ.
339 οἶμαι μέν σε ἱκανὸν ἔχειν κακὸν τὴν νόσον.
τὸ χ ὅτι δὶς τὸ αὐτὸ εἶπεν αὖθις καὶ πάλιν.
343 ἦλθόν με — μέτα μετῆλθόν με.
344 χὠ τροφεὺς ὁ Φοῖνιξ.
351 οὐ γὰρ εἰδόμην ζῶντα.
355 πικρὸν Σίγειον ἤτοι διὰ τὸν θάνατον τοῦ
Ἀχιλλέως ἢ διὰ τὸ δυσχείμερον τοῦ τόπου.
οὐρίῳ πλάτῃ τῷ εὐδίῳ πλῷ.
359 κεῖνος ὁ Ἀχιλλεύς.
363 διὰ μέσου τὸ οἴμοι ἀποδυρόμενός φησιν.
τλημονέστατον λυπηρότατον.
366 κρατύνει κρατεῖ.
369 σχέτλι᾿ πρὸς τὸν Ἀγαμέμνονα.
370 πρὶν μαθεῖν ἐμοῦ ἀντὶ πρὶν ἐμοῦ
πυθέσθαι.
373 κἀκεῖνον τὸν Ἀχιλλέα.
374 ἤρασσον ἔβαλλον, κατηρώμην, ὕβριζον.
375 μηδὲν ὕβρεως παραλιμπάνων.
376 κεῖνος ὁ Ὀδυσσεύς.
377 ἐνθάδʼ ἥκων εἰς τὴν ὀργὴν ἐλθὼν καίπερ οὐ
μάχιμος ὤν οὐδὲ ὀργίλος.
ἐνθάδ᾿ εἰς τὴν ὀργήν.
378 δηχθεὶς λυπηθείς.
379 τότε, φησίν, ἡνίκα τοῦ Ἀχιλλέως προεκινδυνεύομεν οὐ παρῆς ἔνθα ἔδει σε παρεῖναι ἀλλʼ ἀπῆς ὅπου οὐκ ὤφειλες.
381 ἔχων λείπει ὅπλα.
383 τητώμενος ἐστερημένος.
385 καὶ οὐ μέμφομαι τοσοῦτον τῷ Ὀδυσσεῖ ὅσον τοῖς περὶ Ἀγαμέμνονα· αὐτοὶ γὰρ πάντων κρατοῦσιν καὶ ἐν αὐτοῖς ἦν τὸ ἐμὲ λαβεῖν.
386 τῶν ἡγουμένων τῶν βασιλέων.
387 κακῶς φρονοῦντες ὡς καὶ Ὀδυσσεὺς κακῶς φρονεῖ· ἐπὰν γὰρ οἱ βασιλεῖς κακῶς φρονῶσι κακῶς δῆλον ὅτι καὶ οἱ ὑπήκοοι.
ἀκοσμοῦντες ἄτακτα ἐργαζόμενοι.
388 διδασκάλων τῶν βασιλέων.
389 τοῦτο τῶν πλαγίως νοουμένων.
391 ὀρεστέρα Ῥέα· ἡ αὐτὴ δέ ἐστι τῇ γῇ, ἐν δὲ
τοῖς ὄρεσι τὰ μυστήρια αὐτῆς γίνεται. παμβῶτι: πάντας τρέφουσα· παρὰ τὸ
Ὁμηρικὸν
πολύτροφε.
392 μᾶτερ αὐτοῦ Διὸς ὅτι
393 Πακτωλὸν ποταμὸς Λυδίας ἔνθα ἡ Ῥέα
τιμᾶται· χρυσᾶ δὲ ψήγματα ἀπὸ τοῦ Τμώλου τοῦ
ὄρους διὰ τοῦ Πακτωλοῦ καταφέρεται.
395 καὶ τότε σε ἐπεκαλεσάμην τιμωρήσασθαι τοὺς περὶ Ἀγαμέμνονα ὅτε παρεδίδοσαν τὰ ὅπλα τοῦ Ἀχιλλέως καὶ νῦν δὲ καλῶ ἵνα τούτους τιμωρήσῃ.
ἐπηυδώμαν ἐπεκαλούμην.
396 ἐς τόνδʼ| τὸν Νεοπτόλεμον.
398 τὸ ἑξῆς, ὅτε τὰ πατρικὰ ὅπλα παρεδίδοσαν τῷ Λαερτίου.
401 ἐπὶ ἄρματος γὰρ λεόντων ὀχεῖται ἡ Ῥέα.
ἔφεδρε πάρεδρε.
402 σέβας ὑπέρτατον Ῥέα· ἢ νοητέον ἐπὶ τῶν
ὅπλων.
405 προσᾴδεθ συμφωνεῖτε.
416 ὁ Τυδέως γόνος σύν Ὀδυσσεῖ γὰρ αὐτὸν
ἐξέβαλεν Διομήδης.
ἐκ Σισύφου γὰρ κύουσα ἡ Ἀντίκλεια ἐγαμήθη Λαέρτῃ καὶ διὰ τοῦτό φησιν
αὐτὸν ὥσπερ πεπρᾶσθαι ἐπειδὴ Λαέρτης πολλὰ δοὺς χρήματα ἠγάγετο τὴν
Ἀντίκλειαν· τὸ χ δὲ ὅτι πάλιν Λαερτίου κτητικὸν ἀντὶ
πρωτοτύπου Λαέρτου.
419 ἐπίστω ἐπίστασο.
423 κάκʼ ἐξήρυκεγράφε κἀξεκήρυξε.
425 οἱ μὲν γράφοντες μόνος παρʼ ἱστορίαν φασὶν (εἶχε γὰρ καὶ ἄλλους) οἱ δὲ γόνος τῷ ποιητῇ ἀκολουθοῦντες λέγουσιν.
426 δύʼ αὔτως δείνʼ ἔλεξας γράφε δύʼ αὐτὼ δʼ
ἐξέδειξας, δυικῶς.
429 κἀνταῦθ᾿ ἐν τοῖς ζῶσιν.
431 σοφὸς μέν ἐστιν ἀλλʼ οὐ διόλου ἔσται· αἱ γὰρ τοιαῦται γνῶμαι καταβάλλονται εὐθέως.
443 ἀντὶ ἃ οὐκ ἤθελέν τις ἅπαξ ἀκοῦσαι ταῦτα πολλάκις ἔλεγεν.
445 τοῦτο παρʼ ἱστορίαν· λέγεται γὰρ ὑπὸ Ἀχιλλέως ἀνῃρῆσθαι καθʼ ὃν
χρόνον καὶ τὴν Πενθεσίλειαν ἀνεῖλεν· φονευθείσης γὰρ τῆς Πενθεσιλείας
ὑπὸ Ἀχιλλέως ὁ Θερσίτης δόρατι ἔπληξε τὸν ὀφθαλμὸν αὐτῆς διὸ ὀργισθεὶς ὁ
Ἀχιλλεὺς κονδύλοις αὐτὸν ἀνεῖλεν·
ἐλέγετο γὰρ ὅτι καὶ μετὰ
θάνατον ἐρασθεὶς αὐτῆς συνελήλυθεν.
446 ἔμελλʼ ἔοικεν.
ἐπεὶ οὐδέπω κατὰ συνίζησιν βαίνεται ἐπειου ἀντὶ
τοῦ που.
447 περιστέλλουσιν περικαλύπτουσιν.
448 παλιντριβῆ τετριμμένα τοῖς κακοῖς.
449 σῴζουσιν ἐξ Ἅιδου τοὺς ἐπιτρίπτους καὶ δολερούς.
451 ταῦτα τὰ γινόμενα.
452 τὰ θεῖ᾿ τὰ θεῖα ἔργα· νοσῶν δὲ
δυσφημεῖ.
453 ὄρος τῆς Τραχῖνος ἡ Οἴτη· Τραχῖνος δὲ ἦν καὶ Μηλιεύς.
455 φυλάξομαι ὡς κακούς.
456 ὁ κακὸς νικᾷ τὸν ἀγαθόν· καὶ Ἡσίοδος
βλάπτει δʼ ὁ κακὸς
τὸν ἀρείονα
ὅπου θʼ| (ὅπου) γ᾿.
μεῖζον σθένει πλέον ἰσχύει.
457 κἀποφθίνει τὰ χρηστὰ Ὅμηρος ἐπεὶ τὰ
χερείονα νικᾷ.
463 μεταστήσειαν ἀπαλλάξειαν.
465 εἴκῃ διδῷ, συγχωρήσῃ.
467 μᾶλλον ἐκ τοῦ σύνεγγυς ἢ ἐξ ἀπόπτου τὸν
472 ὅσοισι κακοῖς.
473 ἐν παρέργῳ οἷον οὐκ ἐν τετιμημένῳ μέρει τῆς
νεὼς ἀλλʼ ὅπῃ βούλῃ· δηλοῖ δὲ ταῦτα ἐν τοῖς ἑξῆς.
474 φορήματος βάρους.
475 ὅμως δὲ σῷσόν με γιγνώσκων ὅτι τοῖς εὐγενέσι τὸ αἰσχρὸν ἐχθρόν ἐστι καὶ τὸ καλὸν εὔδοξον.
482 τὸ ἐν παρέργῳ νῦν ἐνεφάνισεν.
486 ἀκράτωρ ἀσθενής, κρατεῖν ἐμαυτοῦ μὴ
δυνάμενος.
489 καὶ Ὅμηρος Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων.
493 διʼ ὃν δὴ πρὸ πολλοῦ χρόνου ηὐλαβήθην.
παλαιὰν πάλαι ἄν.
494 τοῖς ἱκμένοις ἀντὶ διὰ τῶν ἱκμένων καὶ
πεπορευμένων.
498 ἐν σμικρῷ ἐν ἐλάττονι.
501 σῷσόν με γινώσκων τὰ ἀνθρώπινα πράγματα
μεταβαλλόμενα.
503 θάτερα τὰ φαῦλα.
504 τὰ δείνʼ ὁρᾶν φοβεῖσθαι καὶ
εὐλαβεῖσθαι.
508 δυσοίστων ἀφορήτων, δυσυπομονήτων.
512 τὸ ἐκείνους λυποῦν τούτῳ κέρδος καὶ ὠφέλειαν
μεταποιῶν.
τὸ κακὸν τὸ ἀπὸ τῶν Ἀτρειδῶν
515 ἔνθα ὅπου.
524 ἀλλʼ αἰσχρόν ἐστιν ἐνδεέστερόν σου εἶναί με ἐν τῷ βοηθεῖν τοῖς
φίλοις· ἢ οὕτως, αἰσχρόν ἐστιν εἰ ἐνδεέστερόν σου διατεθήσομαι περὶ τὴν
εἰς τοὺς ξένους
εὐεργεσίαν· οὐ παραιτήσομαι οὖν.
528 δὲ γ(ε).
531 πῶς ἂν ἀποδοίην τὰς εὐεργεσίας ὑμῖν ὡς ἐφιλήσατέ με; ἢ πῶς ἂν τῷ ἔργῳ εὖ πράξαιμι καὶ τῷ λόγῳ ὑμῖν;
533 προσκύσαντες ἀσπασάμενοι τὴν ἑστίαν.
534 ἄοικον δύσοικον ὥσπερ ἀτυχὴς ὁ
δυστυχής.
535 εὐκάρδιος καρτερικός.
536 ἐγὼ γὰρ ὑπολαμβάνω μηδένα ἄλλον τὴν
538 τάδε γράφε κακά.
542 οὗτος ὁ ἔμπορος διαπέπλασται ὑπὸ Ὀδυσσέως
ναύκληρος,
πραγματευτὴς εἰωθὼς τοῖς Ἕλλησι τὰ ἐπιτήδεια ἐπάγειν· ἐοικὼς δὲ καὶ ὡς
οἴνου αὐτὸν διατυπούμενος πραγματευτήν.
545 ἀντὶ οὐκ ἐπίτηδες ἐλθὼν ἐνταῦθα ἀλλὰ πλέων ἐπὶ τὴν πατρίδα
ἰδὼν ὥρμισα· οὐκ οἰόμενος, φησί,
συντεύξεσθαι, κατὰ τύχην δέ.
549 Πεπάρηθον δῆμος τῆς Ἀττικῆς καὶ μία τῶν
Κυκλάδων νήσων.
552 προστυχόντι τῶν ἴσων ἀντὶ εὑρόντι τοὺς
σοὺς ναύτας τοὺς ἐμοὶ ἴσους, τοὺς τὴν αὐτήν μοι
τέχνην
μετερχομένους.
παραλέλειπται ἡ ἐξ· βούλεται γὰρ λέγειν ἐκ τῶν ἴσων.
556 ἐξαργούμενα ἀναβολὴν ἔχοντα.
557 ἔσται σοι χάρις τῆς προμηθείας ὕστερον.
561 φροῦδοι ἀφανεῖς, κρυπτοί.
562 Θησέως κόροι Ἀκάμας καὶ Δημοφῶν ὧν οὐ
μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ.
574 μὴ φώνει μέγα μὴ βόα.
578 κατὰ σκότον — διεμπολᾷ λάθρᾳ ἀπατᾷ.
582 μὴ διαβάλῃς με, φησί, τῷ τῶν Ἑλλήνων στρατῷ· εὐεργετήθην
583 ὑπ᾿ ἐκείνων εὐεργετούμενος ἀντευεργετῶ αὐτοὺς ὡς δύναται πένης εὐεργετεῖν δῆλον ὅτι ὑπηρετῶν.
589 ὅρα τί ποιεῖς, παῖ ταῦτα πλαγίως
νοητέον.
590 σὲ θήσομαι τῶνδʼ αἴτιον αἴτιόν σε ποιήσω
τῶν πραττομένων.
ποιοῦ λέγων ποιοῦ με αἴτιον ὧν μέλλεις
λέγειν.
591 τώδʼ περ κλύεις οὔτοι οὕσπερ κλύεις.
593 ἢ μὴν ὄντως μήν.
597 θατέρου τοῦ Διομήδους.
εὐτολμότερος ἦν εἰς τὸ δρᾶσαι.
598 τίνος πράγματος χάριν οὕτω διὰ τοσούτου χρόνου ἐπεστράφησαν καὶ
φροντίδα ἐποιήσαντο τοῦ
Φιλοκτήτου οἱ Ἀτρεῖδαι τοῦ πάλαι ἐξ
αὐτῶν ἀποβληθέντος;
601 βία φθόνος.
606 οὗτος ὁ Ὀδυσσεύς.
607 ὁ πάντ᾿ ἀκούων αἰσχρὰ ὁ ὑπὸ πάντων
ὑβριζόμενος.
609 οὐχ ἀπλῶς εἶπεν τὴν θήραν καλὴν ἀλλὰ διὰ τὴν πόρθησιν τῆς Ἰλίου· αὐτὸς γὰρ ἑρμηνεύει τὸν τρόπον τῆς πορθήσεως.
616 δηλώσειν δείξειν.
619 ἐφεῖτο ὑπέσχετο, ἐπηγγείλατο.
620 παῖ λείπει Ποίαντος.
623 στελεῖν πέμψειν.
625 οὑκείνρυ πατήρ: ὁ Σίσυφος· μέλλων γὰρ τελευτᾶν παρήγγειλε τῇ γυναικὶ
αὐτὸν ἄθαπτον καταλιπεῖν
καὶ κατελθὼν εἰς Ἅιδου τῶν γε
νενομισμένων μὴ τυχὼν κατηγόρησε τῆς γυναικὸς παρὰ τῷ Ἀιδωνεῖ ἠξίου τε
ἀνελθεῖν καὶ τὴν γυναῖκα τιμωρήσασθαι·
628 οὔκουν ἀποφατικῶς ἢ ἐρωτηματικῶς.
631 τάχιον ἂν πεισθείην τῇ ἐχίδνῃ ἢ τῷ Ὀδυσσεῖ.
636 ὁρίζει διίστησιν.
637 τὸ ἐν καιρῷ σπουδάζειν ἀνάπαυλαν ἄγει ὕστερον.
639 ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ ἐπὰν
παύσηται ὁ ἄνεμος ἐναντιούμενος.
ἄῃ παρῇ.
640 ἀντιοστατεῖ ἐναντίον πνέει.
642 μὴ εὐλαβηθῇς, φησί· κἀκείνοις γὰρ τὰ ἐναντία πνεύματα ἀντὶ τὰ ἡμᾶς ἐπέχοντα κἀκείνους ἐπέχει.
643 τοῖς γὰρ κακούργοις οὐκ ἔστιν ἐναντίος ἄνεμος·
ἐν τῇ
συγχύσει γὰρ μᾶλλον ἰσχύουσιν.
648 τί ἔχεις ὅπερ ἡ ἐμὴ ναῦς οὐκ ἔχει; ἀντὶ οὐδὲν ἡμῖν λείπει.
650 κοιμῶ κατακοιμίζω, πραΰνω.
653 παρερρύηκεν παρεκπέπτωκεν.
665 ὃς ἐποίησάς με τῶν ἐχθρῶν ὑπερέχειν ὄντα αὐτῶν ἐλάττονα.
668 καὶ δόντι δοῦναι ἀντὶ ἀποδοῦναί μοι τῷ
δόντι σοι.
670 αὐτὸς γὰρ ὑφῆψε τῷ Ἡρακλεῖ τὴν πυράν.
672 γνώμη.
676 λόγῳ μὲν ἀκούω τὸ τοῦ Ἰξίονος πάθος ὅτι τροχάζεται (πελάταν δὲ αὐτὸν
λέκτρων Διὸς εἶπεν τὸν
677 τὸν πελάταν λέκτρων τὸν βουληθέντα ἐπιβῆναι
τῇ εὐνῇ τοῦ Διός.
678 κατʼ ἄμπυκα δέσμιον κατὰ τὸν τροχὸν
δεδεμένον.
679 δρομάδ᾿ τὸν περιφερόμενον ἐν τῷ δρόμῳ.
680 παγκρατὴς βασιλεύς.
682 μοίρᾳ — ἐχθίονι δυστυχίᾳ, τύχῃ στυγερωτέρᾳ
καὶ ἐχθίονι.
684 οὔτʼ ἔρξας οὔθʼ ἔρξας.
νοσφίσας ἀποστερήσας.
685 ἐν ἴσοις ἐν δικαίοις.
687 θαυμάζω πῶς ὑπέμεινεν ἀεὶ
688 ἀμφιπλήκτων ἑκατέρωθεν πληττόντων· τὰ γὰρ
κύματα κλύζονται κατʼ ἀμφοτέραν ὄχθην τῆς θαλάσσης.
690 βιοτὰν ζωήν, διαγωγήν.
691 ὅπου αὐτὸς μόνος ὑπὸ ἀνέμων βαλλόμενος, πρὸς ἄνεμον τετραμμένος ἦν.
βάσιν πόδα.
692 οὐδέ τινʼ ἐγχώρων λείπει ἔχων.
συνοικῶν ὁ τούτου στόνος κακογείτων ἂν ἦ ἐκείνῳ.
693 ἀντίτυπον ἀμοιβαῖον.
696 οὐδʼ ὃς τὰν θερμοτάταν: οὐδʼ ὃς τὴν θερμοτάτην καὶ ἀγρίαν αἱμάδα, τὴν
τοῦ αἵματος ῥύσιν, ἀναδιδομένην ἐκ τῶν ἑλκῶν τοῦ θηροδήκτου ποδὸς ἠπίοις
φύλλοις κατευνάσειεν εἴ τις ἐμπέσοι.
697 κηκιομέναν ἀναδιδομένην· παρὰ τὸ
698 ἀντὶ τοῦ ὅλως οὐκ ἔχων οὐδὲ ὅστις ἕλοι φύλλον αὐτῷ ἐκ τῆς γῆς ἢ ὄρνιν
τοξευθέντα ὑπὸ
Φιλοκτήτου καὶ πεσόντα εἰς τὴν γῆν.
700 φορβάδος τῆς πάντα τρεφούσης.
702 τότʼ ἂν εἰλυόμενος: κυλιόμενος, χερσὶν ἐπερειδόμενος καὶ ἕλκων τὰ
σκέλη ὡς νήπιος παῖς ἄνευ τιθήνης τετραποδηδὸν βαδίζων· καὶ αὐτὸς ἐν
τοῖς
ἀνωτέρω
ἕρπει πόρον ἄλλοτʼ ἄλλον εἰλυόμενος ὥσπερ παῖς ἄνευ φίλης τιθήνης
ὑπάρχων, οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον αἴρων, οὐκ ἄλλο ὃ νεμόμεσθα ἄνδρες
ἀλφησταὶ τουτἦν
704 ὅθεν εὐμάρειʼ ὑπάρχοι ὅπου εὐμαρές ἐστιν
αὐτῷ ἀπιέναι.
705 ἐξανίησιν ἐνδίδωσιν.
ἄτα ἡ νόσος.
707 γᾶς σπόρον σῖτον.
708 αἴρων λαμβάνων.
τῶν νεμόμεσθʼ ἀφʼ ὧν νεμόμεθα τουτέστι
τρεφόμεθα.
710 πλὴν ἐξ ὠκυβόλων: πλὴν εἴ που τοῖς πτηνοῖς βέλεσιν ἐξ ὠκυβόλων τόξων ἀνύσειε φορβὴν πτηνῶν τουτέστιν ὀρνέων· λείπει δὲ ἡ ἀπό, ἀπὸ πτηνῶν.
τόξων πτανῶν πτερωτῶν τόξων.
712 ἀνύσειε πτανοῖς περιποιήσειεν ὀρνέοις.
714 οἰνοχύτου πώματος οἴνου περιφραστικῶς.
715 ἥσθη ἀντὶ ἐνεπλήσθη· οὐδὲ οἴνου
μετείληφεν.
716 στατὸν εἰς ὕδωρ: τὸ ἐξ ὄμβρου συνεστηκὸς ὕδωρ ἢ πηγαῖον ἢ λιμναῖον·
παρὰ τὸ ἠρεμεῖν καὶ μὴ
ὑπὸ ἀνέμων κινεῖσθαι.
717 προσενώμα ἑαυτὸν ἐκίνει ἀντὶ ἐπορεύετο.
719 παιδὸς ὑπαντήσας τυχὼν Νεοπτολέμου.
720 εὐδαίμων ἀνύσει εὐδαιμονήσει· τὸ ἑξῆς,
εὐδαίμων καὶ μέγας ἀνύσει· ἐκ κείνων δὲ λέγει τῶν
κακῶν.
721 μέγας ἐκ κείνων ἐκ τῶν κατʼ αὐτὸν εὐτυχής.
λείπει ἔσται.
722 ποντοπόρῳ δούρατι τῇ νηί.
πλήθει πολλῶν μηνῶν τῷ πλήθει τῶν μηνῶν.
724 πατρῴαν ἄγει πρὸς αὐλὰν τὴν πατρίδα.
725 Μηλιάδων ἔστιν ἀντὶ Τραχινίων· περὶ τὴν
Τραχῖνα γὰρ οἱ Μηλιεῖς.
726 ἵν ᾿ ὁ χάλκασπις: ὅπου ὁ ἐκθεωθεὶς ἀνὴρ πελάζεται πᾶσι· λέγει δὲ τὸν Ἡρακλέα.
727 πλάθει πᾶσιν: ἐπιφαίνεται λαμπρὸς ὤν ὡς πῦρ. θείῳ πυρὶ λείπει τὸ ὡς.
730 τί δή ποθ᾿ κ. ἑ. τοῦτό φησιν ὁρῶν τῇ νόσῳ
πληττόμενον καὶ σιωπῶντα.
732 ἐνοχλεῖ τῷ Φιλοκτήτῃ ἡ συνήθης νόσος· θέλει δὲ κρατῆσαι ἑαυτοῦ διὸ προσποιεῖται ὅταν λέγῃ ἀλλʼ ἄρτι κουφίζειν δοκῶ.
736 ὁ Φιλοκτήτης διὰ τὴν εἰς οἶκον ἀνακομιδὴν
739 ἀναστενάζει λοιπὸν τῆς νόσου πλεοναζούσης.
741 ἀντὶ ἔοικάς μοι ὀδυνᾶσθαι.
745 βρύκομαι ἐσθίομαι, καταναλίσκομαι.
749 ἀπάμησον κόψον, θέρισον.
752 ἰυγὴν ὀξεῖαν βοήν.
753 βούλεται εἰπεῖν τὴν εἰς οἶκον ἀνακομιδὴν ἐν νῷ λαμβάνων μήπως
καταλείψει αὐτὸν ὁ Νεοπτόλεμος,
οὐ λέγει δὲ διὰ τὸ
πάθος.
755 τοὐπίσαγμα ἡ ἐπείσοδος, ἡ προσθήκη.
758 πλάνοις ὁδοιπορίαις· ἥκει ἡ νόσος ἴσως ὅτε
764 ᾔτου ἠξίωσας, ᾔτεις.
ἀνῇ ἐνδῷ.
766 φύλασσε, φησίν, αὐτά, τὰ τόξα· ἄμα γὰρ τῷ
πάθει τούτῳ
ὕπνος μοι ἐπέρχεται καὶ οὕτω παύομαι τῆς νόσου.
768 τῆς ὀδύνης παύσασθαι πρότερον πρὶν κοιμηθῆναι.
770 ἐκεῖνοι οἱ περὶ Ὀδυσσέα.
773 πρόστροπον ἱκέτην.
776 ἱλάσκου τὸν φθόνον ὥστε αὐτὰ μὴ γενέσθαι σοι πολύστονα, πικρὰ καὶ αἴτια κακῶν.
777 ὅπως ὁμοίως.
778 τῷ πρόσθ᾿ ἐμοῦ κεκτημένῳ τῷ Ἡρακλεῖ.
784 κηκῖον ἀναρρέον, ἀναδιδόμενον· Ὅμηρος πολὺς
δʼ ἀνεκήκιεν ἱδρώς.
791 ξένε Κεφαλλὴν ὦ Ὀδυσσεῦ.
795 τρέφοιτε λάβοιτε ἀντʼ ἐμοῦ.
780 ἐν γὰρ τῇ Λήμνῳ τὸ ἐργαστήριον τοῦ Ἡφαίστου
ἔνθα καὶ
κρατῆρες πυρός εἰσιν.
ἀνακαλουμένῳ παρακαλοῦντι.
801 ὅτε τὴν πυρὰν Ἠρακλέους ἀνῆψεν.
803 τοῦτʼ ἐπηξίωσα δρᾶν τὸ κατακαῦσαι.
805 λαβὼν τὰ τόξα ὁ Πύρρος ἐσιώπησεν ἀπορῶν
τί ἆρα
ποιήσειεν.
812 πρὸς τὴν ὑπόθεσιν καὶ τοῦτό φησι διὰ τὸ
οὐ θέμις οὐκ εὐσεβές.
814 ἐκεῖσε νῦν μ᾿, ἐκεῖσε διὰ τούτου νῦν ἔοικεν
ὁ Φιλοκτήτης παραφρονεῖν ὑπὸ τῆς νόσου.
815 παραφρονεῖς ἐκτὸς τῶν φρενῶν γέγονας.
818 πλέον φρονεῖς ἀντὶ ὠφελιμώτερον ἐμοῦ.
820 εἰπὼν ἐκοιμήθη.
821 ἔοικεν ὁ ὕπνος τὸν ἄνδρα οὐκ εἰς μακρὰν
καταλήψεσθαι.
822 ὑπτιάζεται κλίνεται ἢ ὀπίσω ῥίπτεται.
824. νεῦρον ῥαγὲν ἀπὸ τοῦ ἄκρου ποδὸς οἷμα ἀνίησιν.
827 ἀδαὴς ἄπειρε.
ἀλγέων ἀπὸ κοινοῦ τὸ ἀδαής.
828 εὐαὴς εὔπνους.
829 εὐαίων εὐμενής, καλῶς ἄγων ἡμῖν τὸν
αἰῶνα.
830 ὄμμασι δʼ ἀντίσχοις: κάτεχε τὸ ὁρατικόν, ὅπερ νῦν ἤπλωται καὶ
διαχεῖται, τῇ τοῦ ὕπνου ἀχλύι·
τοιαύτην δὲ αἴγλην, ἥτις νῦν
τέταται, ἀντέχοις
ἐναντιωθείης τοῖς ὄμμασι τοῦ φίλου καὶ μὴ ἐάσῃς αὐτὸν βλέψαι νῦν.
833 ποῦ στήσῃ τῆς γνώμης; ποίας γνώμης κρατήσεις;
834 τὰ μετὰ ταῦτα πῶς ὁρᾷς φροντίδος ἀντὶ ἐννοεῖς;
837 καιρός τοι πάντων γνώμαν: ἐπὶ πάντων ἡ μετὰ εὐκαιρίας σύνεσις πολλῶν ἐπικράτειαν ἐν ἑτοίμῳ καρποῦται· ὁ δὲ νοῦς, ὁ καιρὸς ἐκεῖνος ὁ εὐκαίρως ἐπιτελούμενος πολλοῖς εὐδοξίαν σύνεγγυς παρέχει.
838 παρὰ πόδα ἀντὶ τοῦ πλησίον.
ἄρνυται ἀποφέρεται.
839 ταῦτα διʼ ἐπῶν.
840 τήνδʼ ἁλίως ἔχομεν. τὴν θήραν τῶν τόξων μάτην ἔχομεν χωρὶς τοῦ Φιλοκτήτου πλέοντες.
842 κομπεῖν δʼ ἕπτ’ ἀτελῆ: ἐννοεῖν δὲ καὶ ἐπαγγέλλεσθαι
ἀτέλεστα ψευδόμενον αἰσχρὸν ὄνειδος.
ἀτελῆ εὐτελῆ.
845 βαιάν μοι, βαιάν, ὁ τέκνον: μικρὰ καὶ ἠρέμα μοι, φησί, διαλέγου μήποτε ἀκούσῃ κοιμώμενος.
847 ὡς πάντων ἐν νόσῳ εὐδρακής; ἀντὶ ἐλαφρὸς
πρὸς τὸ ταχὺ
ἀναβλέψαι καὶ ἐγερθῆναι· ἀντὶ ὁ ὕπνος ἐν τῇ νόσῳ ταχέως βλέπει· ἀντὶ ὁ
νοσῶν ταχέως ἀνίσταται· λείπει δὲ τὸ ὡς· βούλεται γὰρ λέγειν ὥστε
λεύσσειν ὁ ὕπνος, ὡς μὴ ἡγεῖσθαι τοῦτον ὕπνον ὑπάρχειν.
849 μάκιστον μέγιστον, εὐσύμβολον,
σύμφορον.
851 ἐξίδου ὅτι πράξεις: θεώρησον, βλέψον· πλεονάζει γὰρ ἡ ἐξ καθάπερ καὶ
ἐπὶ τούτων, ἀνεπίστασο ἀντὶ ἐπίστασο καὶ ἐνδίδαξον ἀντὶ τοῦ δίδαξον.
ὅτι ὅπως.
852 ὧν ὅν.
ὃν αὐδῶμαι διʼ ὃν λέγω ἀντὶ τὸν Φιλοκτήτην. διὰ
μέσου τοῦτο εἴρηκεν.
853 εἰ ταὐτὰν τούτῳ γνώμαν; εἰ τὴν αὐτὴν τῷ Ὀδυσσεῖ γνώμην ἔχεις ὥστε αἴρειν τὸν Φιλοκτήτην ἐντεῦθεν.
ἔχεις ἴσχεις.
854 ἄπορα πυκινοῖσιν: ἄπορόν ἐστι καὶ τοῖς συνετοῖς συνιδεῖν τὸ πρακτέον· λείπει οὖν ὁ καί. γράφε πυκνοῖς ἵνʼ ᾖ ἐν πράγμασι πυκνοῖς συνιδεῖν τὸ πρακτέον ἄπορον.
855 οὖρος ἐπιτήδειος καιρός.
856 ἀνόμματος ἐστέρηται τοῦ φωτός.
858 ἐκτέταται νύχιος. ἐπεὶ κατὰ νύκτα καθεύδουσι παρὰ τοῦτο εἶπεν τὴν
ἡμέραν νύκτα ἄγων ἀντὶ κοιμώμενος· τὸ δὲ ἑξῆς, ἐκτέταται νύχιος, οὐ
χερός, οὐ ποδὺς ἄρχων ἀντὶ οὐδὲν τῶν μελῶν δυνάμενος
κινεῖν
οὐδὲ βλέπειν.
859 ἀλεὴς ὕπνος ἐσθλός: ὁ ὕπνος ὁ ὑπὸ τὴν ἀλέαν τοῦ ἡλίου. ἀλεὴς θερμὸς
παρὰ τὴν ἀλέαν· Ὅμηρος
τοῦτο δὲ καθʼ ἑαυτόν φησιν,
863 τὸ δʼ ἁλώσιμον τὸ δὲ ἀγρεύσιμον ὅ ἐστι
864 ὁ πόνος ὁ μὴ φόβον ἔχων κράτιστός ἐστιν ὅ
ἐστιν ὁ μὴ
πρὸς κίνδυνον ὁρῶν ἀντὶ μὴ φοβηθῶμεν· πάντα γὰρ ἀνύομεν.
865 ἀφεστάναι φρενῶν παραφρονεῖν.
868 οἰκούρημα φυλακή, παρουσία.
869 ἐξηύχησ᾿ | ἐνόμισα.
870 ἐλεεινῶς. οἰκτρῶς ὑπομεῖναι.
875 ἐν εὐχερεῖ ἐν ἐλαχίστῳ.
876 δυσοσμίας γέμων πεπληρωμένος σὺ τῆς ἐμῆς
δυσοσμίας.
880 ὅταν με ὁ κάματος ἀφῇ.
κόπος μ᾿ ἀπαλλάξῃ γράφε κόπου
ἀπαλλαχθῶμεν.
881 ἐπίσχωμεν πέρα κωλύσωμεν.
885 ξυμφορὰς τύχας.
886 φίλον τὸ αἴρεσθαι ὑπὸ τούτων.
891 πρὸ τοῦ δέοντος πρὸ τοῦ καιροῦ.
ἱκανὸς
893 ἵστασο καὶ ἀντιλαμβάνου.
895 τοὐνθένδε τὸ μετὰ ταῦτα.
ἀδημονεῖ ἐννοῶν ὅτι μέλλει ἐξαπατᾶν τὸν Φιλοκτήτην καὶ ἀπάγειν εἰς τὴν Ἴλιον, οὐκέτι ἐπὶ τὴν πατρίδα καθάπερ ἐπηγγέλλετο.
898 τοῦ περὶ τίνος;
899 πάθους λέγει τῆς ἀπορίας ἀντὶ ἀπορῶν
τυγχάνω.
900 οὐ δή σε ἐρωτηματικῶς.
902 φύσιν λείπει ἡ εἰς.
903 ἐκείνην, φησί, λέγω δυσχέρειαν προσεῖναι τῷ ἀνδρὶ τῷ ξένον τι τῆς αὐτοῦ διανοίας διαπραττομένῳ.
904 τοῦ φυτεύσαντος τοῦ Ἀχιλλέως.
907 οὔκουν ἐν οἷς γε δρᾷς ἐν οἷς πράττεις οὐκ
ἔσῃ αἰσχρός.
909 ἃ μὴ δεῖ τὰ ἀληθῆ.
λέγων αἴσχιστʼ ἐπῶν ἀπατῶν.
910 εἰ μὴ γὼ κακὸς γνώμην ἔφυν εἰ μὴ κακῶς καὶ
ἀνοήτως βουλεύομαι.
912 οὐχ ὅτι καταλείψω σε ἄχθομαι ἀλλʼ ὅτι λυπηρῶς καὶ οὐ κατὰ τὴν σὴν γνώμην μέλλω σε ἄγειν· ἐπὶ Τροίαν δέ φησιν.
919 κακοῦ τῆς νόσου.
921 πολλὴ γάρ ἐστιν ἀνάγκη ταῦτα διαπράξασθαι.
925 τῶν κρατούντων γὰρ φροντίζω μᾶλλον ἢ σοῦ διὸ οὐ δώσω σοι ταῦτα.
927 ὦ πῦρ σὺ παρὰ τὸ ὄνομα· καλεῖται γὰρ
Πύρρος.
935 οὕτως μοι πάλιν προσέχει ἀναιδῶς ὡς μὴ
ἐάσων καὶ δώσων
τὰ βέλη.
936 ξυνουσίαι συνδιαγωγαί.
937 καταρρῶγες κοιλώδεις τόποι.
938 ὑμῖν ταῦτα λέγω· οὐ γὰρ οἶδα πρὸς ἄλλον ὅν τινα ἀποδύρομαι.
939 τοῖς εἰωθόσιν λείπει τὸ κλύειν ἐμοῦ.
944 φήνασθαι δεῖξαι.
946 ἐναίρων νεκρὸν σφάττων νεκρὸν κατὰ τὴν
παροιμίαν.
947 ἄλλως μάτην.
950 ἐν σαυτῷ γενοῦ φρόνιμος ἕσο.
952 δίπυλον δίθυρον.
953 τόξων γυμνός, τὴν διὰ τῶν τόξων μοι γινομένην οὐκ ἔχων τροφήν· ἄνευ τροφῆς οὖν ἀντὶ τῶν τόξων.
954 αὖ θανοῦμαι γράφε αὐανοῦμαι ἀντὶ τοῦ
ξηρανθήσομαι.
957 ἐγὼ εἰωθὼς ἐσθίειν τὰ θηρία βρωθήσομαι νῦν παρʼ αὐτῶν.
959 ῥύσιον τίσω ἐνέχυρον, ἀμοιβὴν ἐκτίσω·
Ὅμηρος
962 γνώμην μετοίσεις μετανοήσεις.
964 προσχωρεῖν ὑποχωρεῖν, πεισθῆναι.
968 ἐκκλέψας ἀπατήσας.
971 τὰ αἰσχρὰ παρʼ ἑτέρων μαθών.
972 νῦν δὲ ἄλλοις δοὺς τὰ κακὰ οἷς εἰκὸς ἔκπλει τὰ ἐμὰ ἐμοὶ δούς.
975 οὐκ εἶ; οὐκ ἔρχῃ;
978 πέπραμαι πεπραγμάτευμαι.
982 οὐδʼ ἢν θέλῃ ὁ Νεοπτόλεμος.
983 στελοῦσί σε πέμψουσί σε.
984 τολμήστατε τολμηέστατε.
986 σέλας Ἡφαιστότευκτον τὸ Ἡφαίστειον πῦρ· ἐν
γὰρ τῇ Λήμνῳ τὰ τοῦ Ἡφαίστου ἐργαστήρια ἔνθα
καὶ κρατῆρές
εἰσι πυρός.
988 ἐκ τῶν σῶν λείπει κόλπων.
997 ἀντὶ οὐ δοῦλον ἀλλʼ ἄριστον καὶ μετὰ ἀρίστων τὴν Τροίαν δεῖ σε πορθῆσαι· τοῦτο δὲ προτρεπτικόν.
1000 γῆς τῆς Λήμνου.
1002 πρὸς τῇ πέτρᾳ ἐναιμάξω τὴν κεφαλήν μου ἄνωθεν πεσὼν ἀπὸ πέτρας.
1003 μὴ ἔστω ἐπὶ τῷ Φιλοκτήτῃ ἡ ἐξουσία τοῦ κατακρημνίζεσθαι.·
1004 ὦ χεῖρες δεδεμένος φησίν.
1005 συνθηρώμεναι ἀλοῦσαι καὶ
συλλαμβανόμεναι.
1006 δόλιε Ὀδυσσεῦ.
1008 πρόβλημα πρὸ σοῦ πέμψας τὸν
Νεοπτόλεμον.
1014 ἀφυῆ ἄκακον ἀπὸ φύσεως.
1016 νοεῖς διανοῇ.
1017 προὐβάλου ἔρριψας.
1018 ἐν ζῶσιν νεκρὸν ἤτοι ὅτι κοιμώμενον αὐτὸν
εἴασεν ἢ διὰ τὸ πάθος.
1025 κλοπῇ ἀνάγκῃ· καὶ Ὅμηρος
ζυγεὶς δὲ ὑποταγείς· ὁ δὲ νοῦς, καίτοι σὺ μὲν ἀναγκασθεὶς
στρατεύῃ· προσποιούμενον γὰρ αὐτὸν μαίνεσθαι Παλαμήδης ἤλεγξεν.
1028 ὡς σὺ φὴς οἱ Ἀτρεῖδαί με ἐξέβαλον, ὡς δέ φασιν ἐκεῖνοι σύ. σὺ μέν,
φησίν, ἐκείνους αἰτιᾷ
ἐκεῖνοι δὲ σέ.
1033 τοῦτο γὰρ προφασισαμένου Ὀδυσσέως, ὅτι
1036 εἰ φροντίς ἐστι τῆς δίκης τοῖς θεοῖς.
1039 κέντρον ἐρεθισμός.
1040 θεοί τʼ ἐπόψιοι οἱ ἐφορῶντές με
δυστυχοῦντα.
1045 βαρὺς βαρὺς λόγοις.
1046 κοὐχ ὑπείκουσαν κακοῖς κοὐκ ἀναδυομένην ἐν
τοῖς κακοῖς.
1048 εἴ μοι παρείκοι εἰ καιρὸς ἐπιτρέψειέ
μοι.
νῦν δʼ ἑνὸς κρατῶ λόγου νῦν δὲ σιωπῶ· οἶδα γὰρ
τοῦτο ποιεῖν ὅπου δεῖ.
1049 οὗ: ὅπου τοιούτων δεῖ τῶν σιωπώντων.
1050 κρίσις δοκιμασία, ἐξέτασις.
1051 μᾶλλον — εὐσεβῆ εὐσεβέστερον.
1052 χρήζων γράφε κρείσσων.
1056 οὐ μόνος Τεῦκρός ἐστι τοξότης ἀλλὰ κἀγὼ
ὑπολαμβάνω
ἐμαυτὸν τούτων ἔμπειρον εἶναι, οὐχ ἧττον σοῦ· Ὅμηρος
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι.
1059 τούτων τῶν τόξων.
1060 τί δῆτα σοῦ δεῖ; τίς σοῦ χρεία;
χαῖρε τὴν Λῆμνον πατῶν ἥδου τῇ διατριβῇ τῆς
Λήμνου.
1067 προσφθεγκτὸς προσφωνηθῆναι ἄξιος.
1070 ἆρα καὶ ὑμεῖς μιμεῖσθε τούτους καὶ ἀνηλεεῖς γενήσεσθε πρὸς ἐμέ;
1074 τὸ ἑξῆς, ἀκούσομαι πρὸς τοῦδε ὥς εἰμι οἴκτου μεστὸς οἷον καταγνωσθήσομαι ὡς ἥττων οἴκτου.
1076 τά τʼ ἐκ νεὼς τὰ ἐπὶ τῆς νεώς.
1077 στείλωσι κοσμήσωσι.
1078 ἐν τούτῳ ἐν τοσούτῳ.
1079 νὼ ἡμεῖς.
1080 ὁρμᾶσθαι ταχεῖς λείπει γίνεσθε.
1081 κοίλας πέτρας: σπήλαιον θερμὸν διὰ
μεταφράσῃς ἀπίθανον τὸ κοῖλον κοίλωμα διὸ δὴ τὸ κεῦθος
ἢ ἀντὶ τὸ ἄλσος μετάφράζομεν.
1084 ἀλλά μοι καὶ θνήσκοντι συνοίσῃ: ἀντὶ καὶ ἀπολλυμένῳ μοι σύμφορον ἔσῃ
καὶ ὠφέλιμον καὶ δέξῃ με ἀποθανόντα· ἢ οὕτω, σὺν ἐμοὶ ἔσῃ καὶ ὄψει με
ἀποθανόντα. ὑπερβολικῶς, οἷον καὶ μετὰ θάνατον
συνελεύσῃ μοι καὶ οὐ καταλείψεις με.
1089 τί ποτʼ αὖ μοι τὸ κατʼ ἦμαρ: τί ἄρα τρόφιμόν μοι καθʼ ἡμέραν ἔσται; οὐ γὰρ ἐπικρατῶ ἐμαυτῷ· ἢ οὐ γὰρ ἔτι ἔχω ἐλπίδα.
1091 σιτονόμου σῖτον νέμοντος, τροφέως. πόθεν
ἐλπίδος; ἀπὸ ποίας ἐλπίδος;
1092 εἴθʼ αἰθέρος ἄνω: τὸ ἑξῆς, εἴθε αἰθέρος ἄνω ἕλωσί με ὀξύτονοι
δρομάδες διὰ πνεύματος· τινὲς δὲ οὕτω, μετὰ ὀξυτόνου πνεύματος ἕλωσί με·
ὀξύτονον δὲ λέγει πνεῦμα ἀπὸ τοῦ ὀξυτόνως βοᾶν. γράφε
δρομάδες αἱ καταιγίδες· τινὲς δὲ πτωχάδες ἵνα τὰς Ἁρπυίας σημαίνῃ διὰ τὸ
ἀεὶ πεινῆν.
1093 πτωκάδες: αἱ Ἅρπυιαι ἐπιθετικῶς διὰ τὸ ἐπεμπίπτειν ἢ διὰ τὴν φωνήν· εἰ δὲ γράφεται πτωγάδες αἱ ἀεὶ πεινῶσαι· τοῦτο γὰρ πάσχουσιν οἱ πτωχοί.
γράφεται πτωμάδες, πτωκάδες, πτωχάδες πρωτάδες, δρομάδες.
1095 σύ τοι σύ τοι κατηξίωσας: σὺ σαυτῷ περιεποίησας τὴν νόσον, σὺ σαυτῷ
τούτων πρόξενος γέγονας, ὦ δυστυχέστατε, σὺ σαυτῷ κατηξίωσας καὶ οὐκ
ἀπό τινος ταύτῃ τῇ τύχῃ ἐνέχῃ, ἀπὸ μείζονος σοῦ, διὸ μηδένα
ἄλλον αἰτιῶ ἀλλὰ σαυτόν· ἐξῆν γάρ σοι ἀκολουθήσαντι τὰ κακὰ
διαφυγεῖν.
1097 ἔχῃ συνέχῃεὖτέ
1099 γε παρὸν φρονῆσαι: ὅτε γε παρόντος
σοι φρονῆσαι τὸ
λυσιτελὲς
1100 τοῦ λῴονος δαίμονος τοῦ συμφέροντος.
λείπει ἡ ἀντί.
1103 λωβατὸς ἐπίπονος.
ὃς ἤδη μετʼ οὐδενός: τὸ ἑξῆς, ὅς ἤδη ἐνθάδε ὀλοῦμαι μετʼ οὐδενὸς ὕστερον ἀνδρὸς εἰσοπίσω τάλας ναίων· ὁ δὲ νοῦς, ἄρα ἐγὼ δύστηνος ἐνταῦθα ἀπολοῦμαι ἀνθρώπων κεχωρισμένος;
1108 οὐ φορβὰν ἔτι προσφέρων: ἀντὶ προσφερόμενος· ἐνίοτε δὲ ἔμπαλίν φησι διακονούμενος ἀντὶ τοῦ διακονῶν καὶ στιβαδοποιούμενος ἀντὶ στιβάδα ποιῶν.
1111 ἀλλά μοι ἄσκοπα. ἀπροσδόκητα, δόλια, ἃ οὐκ ἔστι προσκέψασθαι·
γράφεται δὲ καὶ ἄψοφα ἀπὸ
τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ
μεταφορᾶς τῶν
1113 ἰδοίμαν δέ νιν. ἐς κατευχόμενος, γένοιτο δέ μοι τὸν παραίτιον τούτων ἴσον χρόνον δυστυχῆσαι τῆς ἐμῆς λαχόντα ἀνίας· δεῖ δὲ καὶ κατὰ τὸ πληθυντικὸν ἀκούεσθαι ἐμὰς λαχόντʼ ἀνίας ἀλλὰ τῆς ποιητικωτέρας ἡ τοιαύτη φράσις.
1116 πότμος σε δαιμόνων: λείπει ἡ ἐξ, ἐκ θεῶν γὰρ τύχη τις τοῦτό
τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας
ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ
τινὶ πράγματι.
1120 ἀρὰν ἀρὰν ἐπʼ ἄλλοις: δεῖ ἀκούεσθαι ἐπὶ
τῶν μάτην
καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς
ἄλλοις καὶ μὴ ἡμῖν.
1121 καὶ γὰρ ἐμοὶ τοῦτο μέλει: μέλει μοι τὸ παραινέσαι σοι ἵνα μὴ ἀπώσῃ
τὴν φιλίαν οἷον οὐ θέλω σε ἐχθρὸν ἡμῖν καταστῆσαι· ἢ ὡς παραινοῦντές
φασι, μὴ ᾀπώσῃ τὴν φιλίαν ἡμῶν.
1122 μὴ φιλότητʼ ἀπώσῃ λείπει ἵνα. φιλότητ᾿ ἣν ἔχομεν πρὸς σέ.
1125 γελᾷ ὁ Ὀδυσσεύς.
πάλλων τὰ τόξα φησίν.
1129 ἐκβεβιασμένον ἐξηρπασμένον.
1131 τὸν Ἡράκλειον ἄθλιον: ἀντὶ ἐμὲ τὸν τοῦ Ἡρακλέους διάδοχον· ἢ ἐμὲ τὸν ἐπὶ τῷ Ἡρακλεῖ ἆθλον ποιήσαντα τὴν πυρὰν καὶ ὑφάψαντα αὐτήν.
ἑαυτόν φησιν.
1132 ἄθλιον γράφε ἆθλον.
1134 μεταλλαγᾷ μεταβολῇ.
1135 ἐρέσσῃ στρέφῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν
ἐρεσσόντων.
1136 ὁρῶν ἀντὶ τοῦ βλέπον, σύ, τόξον.
1138 μυρίʼ πλήθη κακῶν.
ἀνατέλλονθ᾿ ἐσόμενα.
1140 ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν: ἀγαθοῦ ἀνδρός ἐστι τὸ ἀληθὲς ἐν
καιρῷ λέγειν (δίκαιον γὰρ νῦν φησι τὸ ἀληθές, εὖ δὲ τὸ ἐν καιρῷ),
ὀφείλει δὲ καὶ ὁ ἀκούων μὴ ἐκφαυλίζειν τὰ λεγόμενα· τοῦτο δέ
φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης
ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν
εἰπόντα δὲ μὴ φθονεῖσθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι
τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός
ἐστι
τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται,
ἀκούοντα δὲ τούτων μὴ φθονερόν τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι.
1141 μὴ φθονερὰν | ἐξῶσαι γλωσσας ὀδύναν μὴ
πικραίνεσθαι.
1143 εἷς ἀπὸ πολλῶν εἷς ἀπὸ πολλῶν
συμμάχων.
1144 τοῦδʼ τοῦ Ὀδυσσέως.
τὸ ἑξῆς, τοῦδʼ ἐφημοσύνᾳ ἤνυσεν κοινὰν ἐς φίλους ἀρωγάν.
1146 ὦ πτηναὶ θῆραι ἀντὶ ὦ ἄγραι· ἀγρεύσε γὰρp
καὶ πτηνά.
χαροπῶν φοβερῶν.
1149 φυγᾷ μ᾿ οὐκέτʼ ἀπʼ αὐλίων: ἀντὶ οὐκέτι φεύξεσθέ με, οὐκέτι μετὰ φυγῆς καὶ φόβου προσπελάσετέ μοι.
1153 ἀλλʼ ἀνέδην ὅδε χῶρος. ἐπʼ ἐξουσίας ὁ τόπος ὑμῖν οὗτος ἀνεῖται ἀντὶ
τοῦ ἀδείᾳ ὑπὸ τῶν
θηρῶν ὁ τόπος κατασχεθήσεται.
ἀνέδην ἀνειμένος καὶ ἡπλωμένος.
ἐρύκεται κατέχεται.
1154 φοβητὸς φόβον ἐμποιῶν.
1155 ἕρπετε ἀντὶ ἥκετε.
1157 αἰόλας ποικίλης διὰ τὰ τραύματα.
1160 τίς ὧδ’ ἐν αὔραις τρέφεται: τίς τρέφεται ἐξ ἀνέμων μηδενὸς τῶν ἐκ γῆς τροφίμων εὐπορῶν;
1161 κρατύνων ἐγκρατὴς ὤν, εὐπορῶν.
1163 εἴ τι σέβῃ, ξένον πέλασσον: ἑαυτὸν δέ φησιν
ὁ χορός,
ὅτι ἐμοὶ τῷ ξένῳ μετʼ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ.
1165 ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι: οὕτω τινὲς στίζουσιν, ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι
οἷον τὰ ὄντα σοι
ὅτι παραινοῦσιν αὐτῷ εἰς Ἴλιον ἐλθεῖν πρὸς ὁ
ἀνακράζει πάλιν πάλιν μοι.
1166 κῆρα τὴν νόσον.
ἀποφεύγειν λείπει πάρεστιν.
1167 οἰκτρὰ γὰρ βόσκειν χαλεπὴ ἡ νόσος τῷ
κατεσθίειν.
ἀδαὴς ἀδύνατος ἐνταῦθα ἢ ἄγνωστος πρὸς τὸ
ὀχεῖσθαι.
1169 πάλιν πάλιν: πάλιν τῶν τῆς Ἰλίου με τόπων ἀνέμνησας ἢ τῶν οἰκείων
κακῶν· ὑγιῶς δὲ ἔχει περιττευούσης
τῆς ἐν προθέσεως.
1170 ὦ| λῷστε τῶν πρὶν ἐντόπων: ὦ βέλτιστε τῶν πλησιασάντων μοι πάλαι ἢ τῶν περὶ Ὀδυσσέα.
ὦ λῷστε ὦ βέλτιστε.
1174 τὰν ἐμοὶ στυγερὰν λείπει ἡ εἰς, εἰς τὴν
μισουμένην μοι.
1176 κράτιστον σύμφορον.
1178 ἐμοὶ βουλομένῳ ἡδέως ἀποπλεῦσαι κελεύεις.
1180 ναὸς ἵνʼ ἡμῖν τέτακται ὅπου ἡμῖν ἀφῖκται
ἡ ναῦς· ἐπὶ τῆς ναὸς ἀντὶ εἰς τὴν ναῦν.
1181 μή, πρὸς ἀραίου: ἀρὰ ἡ εὐχή· ἀραῖος οὖν ᾧ πάντες προσευχόμεθα ἢ ὃν
ἐπικαλούμεθα ἀρώμενοι·
1182 ἔλθῃς ἀντὶ ἀπέλθῃς.
μετρίαζε ἡσύχαζε.
1189 τεύξω ποιήσω.
μετόπιν μετὰ ταῦτα, μετόπισθεν.
1190 ἐπήλυδες αὐτόματοι.
1191 τί πράξοντες ἐναντίᾳ γνώμῃ ἕτερον παρὰ τὸ πρότερον;
1194 χειμερίῳ λύπᾳ ταραχώδει πάθει,
μεταφορικῶς· οὐκ ἔστι, φησί, μεμπτὸν τῷ δυστυχοῦντι καὶ
παραφθέγγεσθαι.
1197 τοῦτο γίνωσκε, ὅτι οὐκ ἔρχομαι οὐδʼ εἰ αὐτὸς ὁ Ζεὺς μετέλθοι με ταῖς
βρονταῖς τουτέστιν
οὐδʼ εἰ κεραυνοῖ με ὁ Ζεὺς ἂν μὴ
ἔλθω.
1199 βρονταῖς αὐταῖς γράφεται καὶ αὐγαῖς, ταῖς
βροντῶν αὐγαῖς ταῖς κεραυνίαις· ἔστι μέντοι λαβεῖν καὶ βροντᾶς ἀντὶ τοῦ
βροντήσας καθάπερ καὶ ἐν Ὑδροφόροις τὸν Διόνυσον εἶπεν Βακχᾶν ἀντὶ τοῦ
Βακχευτάν.
1202 ἄρθρον μέλος.
1205 ἢ γένυν ἀντὶ τοῦ πέλεκυν ἢ γενῇδα ἢ
ἀξίνην.
1206 παλάμην πρᾶξιν ὅθεν καὶ παλαμᾶσθαι· ἢ τέχνην.
1208 φονᾷ θανατᾷ, θανάτου ἐπιθυμεῖ.
1215 ὅστις ποτε καταλιπών σε ἐπὶ τὸ βοηθεῖν τοῖς Ἕλλησιν οὐκέτι οὐδέν εἰμι.
λιβάδʼ τὴν τοῦ ἐπιχωρίου ποταμοῦ.
1218 ἐντεῦθεν διπλοῦν ἐστι τὸ ἐπεισόδιον.
ὁμοῦ ἐγγύς.
1219 στείχων ἂν ἦν σοι ἐπορευόμην ἄν· τὸ δὲ
σοι παρέλκει.
1222 οὐκ ἂν οὐδʼ αὖ.
ἥντινʼ αὖ παλίντροπος κ. ἑ. ἀντὶ εἰς ποῖον
τόπον ἀπέρχῃ· τοῦτο δὲ ὁ Νεοπτόλεμος ἀποδοῦναι βουλόμενος τὰ τόξα τῷ
Φιλοκτήτῃ ἐπιπλήσσεται ὑπὸ τοῦ Ὀδυσσέως.
παλίντροπος ἐξ ὑποστροφῆς.
1238 ἀναρλεῖμ τὰ αὐτὰ λέγειν· ἀπὸ τῶν δεύτερον
ἀναπολούντων τὴν ἠροτριαμένην γῆν.
1252 ἀλλʼ οὐδὲ
1256 κοὐ μέλλοντʼ ἔτι οὐ βραδύνοντα.
1257 σ᾿ ἐάσω οὐ πολεμήσω.
1262 ἀμείψας καταλιπών.
1270 μεταγνῶναι μετανοῆσαι.
1272 ἀτηρὸς βλαβερὸς παρὰ τὴν ἄτην.
1273 ἀλλʼ οὔ τι μὴν νῦν δόλιος φανοῦμαι.
1275 μὴ λέξῃς πέρα μὴ περαιτέρω εἴπῃς· ὅσα γὰρ
ἂν εἴπῃς μάταια λέξεις.
1277 πέρα περαιτέρω.
1288 δολούμεθα ἀπατώμεθα.
1293 μαρτύρομαι τοὺς θεοὺς ὅτι ὁ ποιῶ εἰς
χάριν καὶ σωτηρίαν
ποιῶ τῶν Ἀτρειδῶν.
1298 οὐκ εἶπεν τὸ θέλῃ ἴνα μὴ δόξῃ συμψηφίσασθαι αὐτοῦ τῷ βουλήματι.
1305 ἀλλ᾿ οὖν τοσοῦτον: ἀλλʼ οὐ γενναῖον ἄνδρα
τοὺς πρώτους στρατοῦ τοὺς βασιλεῖς.
1306 ψευδοκήρυκας ψευδοπρεσβευτάς.
ψευδῶς κηρυσσομένους, ἐγκωμιαζομένους.
1312 μετὰ ζώντων ἐν ζῶσιν.
1313 ἤκου᾿ ἄριστα καλῶς ἤκουσ᾿.
1314 εὐλογοῦντα εὐφημοῦντα.
1316 πᾶς ἄνθρωπος ἐκ θεοῦ πάσχων ἀνέγκλητός ἐστιν, ὅσοι δὲ διὰ τὴν ἰδίαν προαίρεσιν δυστυχοῦσιν ὥσπερ σὺ οὐδὲ ἐλέους ἄξιοι τυγχάνουσιν.
1321 σύμβουλον συμβουλίαν.
1322 εὐνοίᾳ σοί.
1325 γράφου φρενῶν ἔσω παρὰ τὸ Ὁμηρικὸν
1326 σύ, Φιλοκτῆτα, νοσεῖς ἐκ θείας προνοίας πλησίον ἀπελθὼν τοῦ ὄφεως
τοῦ φυλάττοντος τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ οὐκ ἔστιν ἴασις εἰ μὴ ἐκ τῶν
Ἀσκληπιαδῶν.
1327 πλησίον ἐλθὼν τοῦ ὄφεως τοῦ τῆς νήσου τῆς Χρύσης φύλακος.
ἀκαλυφῆ ἀστέγαστον.
1329 παῦλαν ἀνάπαυσιν, θεραπείαν.
1331 ταύτῃ μὲν ἀνατέλλῃ ταύτῃ δὲ δύνῃ ὅ ἐστι διὰ παντός.
1334 μαλαχθῇς παύσῃ.
1336 ὡς ἀντὶ ὅπως.
1343 συγχώρει θέλων σὺν ἡμῖν χώρει
ἐθελοντής.
1344 καλὸν κτῆμα ὠφεληθῆναί σε κλέος κτώμενον ἐκ τῆς πορθήσεως τῆς Ἰλίου καὶ θεραπευόμενον.
ἡ πίκτησις ἡ κτῆσις τῆς δόξης.
1345 παιωνίας ἰασίμους, ὑγιαστικάς,
θεραπευτικάς.
1353 τῷ προσήγορος; ἀντὶ τίς με
προσαγορεύσει;
1354 τὰ πάντʼ ἰδόντες τὰ περὶ ἐμὲ πάθη εἰδότες
ἐνιαυτοί, τοῦ αἰῶνος χρόνοι.
1355 ἐξανασχήσεσθε ἀνέξεσθε.
1357 τῷ πανώλει τῷ ἀξίῳ ἀπολωλέναι.
1358 οὐ λυπεῖ με τὰ φθάσαντα ἀλλὰ διὰ τὰ μέλλοντα δυσφορῶ· οἱ γὰρ ἔχοντες φαύλην τὴν γνώμην ἀκόλουθα τῷ λογισμῷ διαπράττονται.
1362 σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω θαυμάζω σου
καὶ καταγινώδκω δου.
1371 πατρὸς τοῦ Ποίαντος.
1374 θεοῖς τε πιστεύσαντα διὰ τὴν Ἑλένου
μαντείαν.
1377 τῷδε δυστήνῳ ποδὶ χωλὸς ἄν.
1378 ἔμπυον δίυγρον διὰ τὸ ἕλκος, πύου
πεπληρωμένην ὅ ἐστι σήψεως· ὁ δὲ νοῦς, ἀλλʼ οὐ πρὸς ἐκείνους ἄπει ἀλλὰ
πρὸς τοὺς θεραπεύσοντάς σε.
1385 σοί που φίλος γʼ ὤν ὑπὲρ τοῦ σοὶ
συμφέροντος.
1387 μάνθανε, φησί, μὴ ἐν τοῖς κακοῖς ἐπαίρεσθαι.· κακοῖς λείπει ἡ ἐπί.
1389 μανθάνειν ἐννοεῖν.
1392 ἑλεἵν ἰδεῖν.
1401 λόγοις γράφε γόοις· πολλὰ διὰ Τροίαν
πέπονθα,
1402 στείχωμεν ἐπὶ τὴν πατρίδα· ἀπατᾷ δὲ καὶ
θέλει ἄξαι εἰς τὴν Τροίαν.
1404 πῶς, φησίν, ἀναίτιος γένωμαι τοῖς Ἑλλησιν;
1405 χώραν τὴν ἐμὴν τὴν Σκῦρον.
1406 τίνα προσωφέλησιν ἔρξεις; ὠφελήσεις.
1411 ὑπολάμβανε ὁρᾶν τὸν Ἡρακλέα.
1415 βουλεύματα πεπρωμένα.
1423 σὺν τῷδʼ ἀνδρὶ τῷ Νεοπτολέμῳ.
1425 ἐκκριθεὶς νομισθείς.
1430 πλάκα| τὴν πέτραν.
1431 στρατοῦ ἐξ Ἀχαιικοῦ.
1432 πρὸς πυρὰν ἐμὴν τὴν ἐπὶ τῇ Οἴτη.
ἀντὶ ἐκ τῶν ἀριστείων κἀμὲ τίμησον.
1441 εὐσεβεῖν τὰ πρὸς θεοὺς αἰνίττεται τοῦτο
1448 τίθεμαι συγκατατίθεμαι.
1452 στείχων χώραν καλέσω ἀσπάσομαι
ἀναχωρῶν.
1453 ξύμφρουρον ἐμοὶ τὸ φρουρῆσάν με καὶ
φυλάξαν.
1455 ἄρσην ἰσχυρός, ἔντονος.
1459 δύναται πάντα τὰ ὅρη Ἔρμαια καλεῖσθαι
ὅτι νόμιος ὁ θεὸς
καὶ ὄρειος ὁ Ἑρμῆς, ἔστι δὲ καὶ Ἕρμαιον οὕτως ἐν Λήμνῳ καλούμενον· ἐμοὶ
δέ, φησί, πολλὰ βοῶντι καὶ τὸ Ἕρμαιον ὄρος ἀντεφθέγξατο.
1460 ἀντίτυπον ἀμοιβαῖον, ἀντίμιμον.
1461 Λύκιόν τε ποτὸν] ἢ οὕτω καλουμένη κρήνη ἐν Λήμνῳ Λυκίου Ἀπόλλωνος ἢ οἷον ἐν ἐρημίᾳ ὑπὸ λύκων πινόμενον.
1462 οὐ δὴ | δόξης ποτὲ τῆσδʼ ἐπιβάντες τῆς
οἰήσεως
ἀντὶ τοῦ οὐδέποτε τοῦτο οἰηθέντες οὐδʼ ἐλπί- σαντες
τελειοῦσθαι ὥστε ἀπελθεῖν εἰς Τροίαν.
1467 φίλων ἢ τοῦ Ἡρακλέους ἢ τοῦ
Νεοπτολέμου.
1468 δαίμων τινὲς τὸν Ἡρακλέα, ἔνιοι τὴν
Τύχην.
1 Οἰδίπους εἰς Ἀθήνας παραγενόμενος ἐρωτᾷ τὴν
3 τίς τὸν πλανήτην Οἰδίπουν: ἔστι μὲν ἀφʼ ἑτέρας
ἀρχῆς
λαμβάνοντα λέγειν οὕτως, τίς τὸν πλανήτην Οἰδίπουν δέξεται, δύναται δὲ
καὶ τοῖς ἄνω συνάπτεσθαι τοῦ τίς μὴ πυσματικῶς κειμένου ἀλλʼ ἀντὶ τοῦ ἣ
ἄρθρου ὥστε τῷ πόλιν συντετάχθαι καὶ τὸν λόγον ἔχειν οὕτως, τίνας χώρους
ἀφίγμεθα ἢ τίνων ἀνδρῶν
πόλιν ἢ τὸν πλανήτην Οἰδίπουν
δέξεται; ὅτι δὲ τῷ τίς ἀντὶ ἄρθρου χρῶνται Καλλίμαχός φησιν οὕτως
ἀντὶ τοῦ ἣ ἄρθρου τὸ τίς.
τίς ἡμᾶς σήμερον ὑποδέξεται;
4 σπανιστοῖς; εὐτελέσι, τοῖς κατὰ σπάνιν τοῦ αἰτοῦντος διδομένοις.
6 μεῖον φέροντα βραχύτερον ἀποφερόμενον τοῦ
αἰτηθέντος· οὐ γὰρ ὅσα αἰτεῖ τις λαμβάνει.
καὶ τόδʼ ἐξαρκοῦν ἐμοὶ ὅμως γοῦν τούτοις
ἀρκούμενον.
7 στέργειν γὰρ αἱ πάθαι: ταῦτά με στέργειν τὰ
δυστυχήματα ὁ
πολὺς πεποίηκε χρόνος καὶ τὸ τῶν συμφορῶν πλῆθος καὶ τὸ τῆς ἀνδρείας
πλεονέκτημα· πάθαι γὰρ αἱ συμφοραί· ἀπὸ κοινοῦ δὲ τὸ διδάσκουσιν ἀντὶ
τοῦ εἴθισμαι τῷ πολλῷ χρόνῳ καὶ μεμελέτηκα τῆς τύχης τὰ δύσκολα.
9 θάκοισιν καθέδραις.
10 ἢ πρὸς βεβήλοις: βέβηλος τόπος ἐστὶν ὁ ἀκάθαρτος καὶ βατὸς πᾶσι καὶ
βέβηλος ἀνὴρ ὁ μιαρός· Εὐριπίδης Πρωτεσιλάῳ
βέβηλον τὸν ἰδιώτην φησίν.
βεβήλοις βατοῖς.
11 στῆσόν με ἐκ τῆς ὁδοιπορίας καὶ μαθησόμεθα.
πυθώμεθα μαθησόμεθα.
12 μανθάνειν γὰρ ἥκομεν: εἰς γὰρ τοῦτο, φησίν,
ἐληλύθαμεν
ἅτε δὴ ξένοι ὄντες παρὰ τῶν ἀστῶν μανθάνειν τί ἐστι πρακτέον ἡμῖν.
13 τελεῖν πο(ιεῖν).
14 πάτερ ταλαίπωρε: οὐκ ἐμπαροινεῖν βουλομένη τῷ πατρὶ ταλαίπωρον
ἀποκαλεῖ ἀλλὰ τοῦ πάθους παριστᾶσα τὸ μέγεθος· πωρεῖν δὲ οἱ Ἠλεῖοι τὸ
πενθεῖν
φασι· καὶ Ἀντίμαχος
15 ὡς ἀπʼ ὀμμάτων πρόσω. γράφε ὡς ἀνομμάτῳ
ὅ ἐστιν ὡς τυφλῷ
σημῆναι πρόσω εἰσίν· ὡς ἄν τις πόρρω ἀφορῶν τεκμήραιτο· ὡς ἄν τις τὰ
ὄμματα πόρρω ἔχων.
ὡς ἔστιν ἐκ προόψεως τεκμήρασθαι.
ὡς λίαν.
16 βρύων πλήθων.
17 πυκνόπτεροι δʼ | εἴσω: οἷον κατὰ τὸν χῶρον· ἐκράτησε δὲ μεγάλως τῇ φράσει ὥστε μέλισσαν αὐτὸν ἐκάλεσαν οἱ κωμικοί.
18 κατʼ αὐτὸν κατὰ τὸν χῶρον.
εὐστομοῦσιν: εὐφθογγοῦσιν, εὐφώνως ᾄδουσιν.
19 πέτρου ἐπὶ τοῦ λιθίνου βάθρου· γράφε
πάγου.
20 προὐστάλης ὁδόν: προῆλθες μακροτέραν ὁδὸν ἢ ὡς ἥρμοζε γέροντι.
22 χρόνου μὲν οὕνεκα: ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε
ὁδηγοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. εἰς τὸ αὐτό: τοῦ μὲν χρόνου οὗ σύνειμί
σοι
χάριν οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε
προμηθείας τυχεῖν.
24 τὰς γοῦν Ἀθήνας οἶδα: ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος ὁ δῆμος ἀγνοῶ.
25 τί ηὔδα; ὅτι αὐταί εἰσιν αἰ Ἀθῆναι· ἐμπόρων
δὲ ἀντὶ τοῦ
ὁδοιπόρων διὸ τὸ χ.
26 ἐν ἐρωτήσει ὁ λόγος, βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος;
ἧ ἆρα.
27 ἐξοικήσιμος ἀντὶ τοῦ ἐνοικήσιμος.
28 οἴομαι δὲ δεῖν | οὐδέν: οὐ δεῖν τοῦ μὴ ἐλθοῦσαν ἐρωτῆσαί
με· ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παῤ οὗ εἰσόμεθα· οἷον οὐκέτι δεῖν ἔοικε
προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου· καλῶς δὲ τὰ τῆς οἰκονομίας ἵνα μὴ
μόνος ὁ Οἰδίπους ἀπολειφθῇ.
30 ἦ δεῦρο κατʼ ἐρώτησιν.
31 χὤτι σοι λέγειν; καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ.
33 ὑπέρ τ᾿ ἐμοῦ τουτέστιν ὑπὲρ ἀμφοῖν
ὁρώσης.
34 οὕνεχ᾿ ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς
ἀφῖξαι ὥστε
φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν.
35 προσήκεις ἦλθες.
τῶν ἀντὶ τούτων.
δηλοῦμεν λέξομεν.
36 πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐράώτα.
37 οὐχ ἁγνόν: οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν.
38 τοῦ τίνος;
39 ἄθικτος οὐδʼ οἰκητός: Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν
ἀγάλματα δύο, Πολέμων
δὲ τρεῖς αὐτάς φησιν.
42 τὰς πάνθʼ ὁρώσας Εὐμενίδας: Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας
Ἴστρος δὲ ἐν τῇ δ' μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει
ἣν νομίζεσθαι γῆν· ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέκτῃ·
τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι εὐμενεῖς αὐτῷ γενομένας κριθέντι
νικᾶν παρʼ Ἀθηναίοις καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄιν
μέλαιναν
ἐν Κερυνείᾳ τῆς Πελοποννήσου· Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς
Σεμνὰς θεὰς τῶν Εὐμενίδων.
43 χ.
νιν ἀντὶ αὐτὰς διὸ τὸ χ.
ἄλλα δʼ ἀλλαχοῦ καλά: παρʼ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα
ὀνόματα παρʼ ἄλλοις καλὰ νομίζονται, παρʼ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν
αὐτὰς Εὐμενίδας.
44 ἀλλʼ ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν.
46 τί δʼ ἐστὶ τοῦτο; ἀντὶ διὰ τί οὐκ
ἀνίστασαι; ξυμφορᾶς ξύνθημα. σύμβολόν μοι τῆς συμφορᾶς
τὸ
καταντῆσαί με εἰς Ἐρινύων ἱερόν.
48 πρὶν γ᾿ ἂν ἐνδείξω τί δρῶ ἕωςʼ οὗ τῇ πόλει
ἐνδείξω τί χρὴ ποιεῖν.
50 προστρέπω ἱκετεύω.
55 ὁ πυρφόρος θεὸς ὁ φαιστος.
56 Τιτὰν Προμηθεύς: περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν
Κολωνὸν ἱδρῦσθαι Ἀπολλόδωρος γράφει οὕτω τῇ περὶ
ἐν τῷ τέλει τῆς θεοῦ·
δείκνυται καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσοδον ἐν ἧ τοῦ τε Προμηθέως ἐστὶ
τύπος καὶ τοῦ Ἡφαίστου· πεποίηται δέ, ὡς καὶ Λυσιμαχίδης φησίν, ὁ μὲν
Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος ἐν δεξιᾷ σκῆπτρον ἔχων ὁ δὲ Ἥφαιστος
νέος καὶ δεύτερος·
καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ
βάσει ἀποτετυπωμένος.
57 χαλκόπους ὀδός: ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος
ὁδοῦ· φησὶ δὲ Ἀπολλόδωρος διʼ αὐτοῦ καταβάσιον εἶναι εἰς Ἄιδου· καὶ
Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὁδοῦ καὶ Ἀστυδάμας·
καί τις
τῶν χρησμοποιῶν φησι
μέταλλα χαλκοῦ ἐν τῷ
Κολωνῷ.
61 τὸ τοῦδε κοινόν: τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες ὠνομασμένοι Κολωνιᾶται δηλονότι.
63 τῇ ξυνουσίᾳ πλέον. τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λόγοις.
65 ἐπώνυμοι Κολωνιᾶται καλούμενοι.
66 ἢ πὶ τῷ πλήθει λόγος;: ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχὺς τουτέστι δημοκρατοῦνται.
71 ἢ καταρτύσων μόλοι; παρασκευάσων, εὐτρεπίσων· Ὅμηρος
72 ὡς ἂν προσαρκῶν: τὰ αὐτὰ αὖθις ἐρεῖ ὅτι ἐπʼ ὠφελείᾳ τοῦτο γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμψάντων.
76 πλὴν τοῦ δαίμονος πλὴν τῆς τύχης.
77 αὐτοῦ αὐτόθι.
79 σοι γε.
84 πότνιαι δεινῶπες τὸ ἐντελὲς πότνιαι, ὁ δὲ
νοῦς οὕτως, ἐπειδὴ ἦλθον πρὸς ὑμᾶς μὴ ἐναντιωθῆτέ μοι καὶ τῷ χρήσαντί
μοι Ἀπόλλωνι.
εὖιε ὅτε, ἐπειδή.
86 ἀγνώμονες ἐναντιογνώμονες, ἀσύγγνωστοι.
89 τερμίαν: αὑτῷ εἱμαρμένην, ἐφʼ ἦς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν.
90 ξενόστασιν γράφεται καὶ κατάστασιν.
91 ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον; εἰσί γε οἵ
φασι τὸ μνῆμα
τοῦ Οἰδίποδος ἐν ίερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ μεταγαγόντων αὐτὸν ἐκ
Κέου τινος ἀσήμου χωρίου καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ
Ἀλεξανδρεὺς ἐν τῷ ιγ' τῶν Θηβαῖκῶν γράφων οὕτως, Οἰδίπου δὲ
τελευτήσαντος καὶ τῶν φίλων
ἐν Θήβαις θάπτειν αὐτὸν
διανοουμένων ἐκώλυον οἱ· Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς ὡς
ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας
καλούμενον Κέον ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν
ἀτυχημάτων τινῶν
οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν
ἐκέλευον
τὸν τόπον· καταφανοῦς δὲ γενομένου πέμψαντες οἱ τὸν
Ἐτεωνὸν κατοικοῦντες τὸν ἔθεον ἐπηράώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ
κινεῖν τὸν ἱκέτην τῆς θεοῦ διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν
Οἰδιπόδειον κληθῆναι.
92 κέρδη μὲν οἰκήσαντα: ὁ ποιητὴς χαριζόμενος Ἀθηναίοις τοῦτό φησιν· ἐδόκουν γὰρ τότε Βοιωτοὶ καὶ Ἀθηναῖοι πρὸς ἀλλήλους διαφέρεσθαι.
95 ταῦτα ἐπὶ τέλους τοῦ δράματος γίνονται.
97 οὐκ ἔσθʼ ὅπως οὐ πιστόν: οἷον κατὰ διάνοιαν,
φησίν, ἐξ
ὑμῶν τῶν θεῶν εἰς τὸν τόπον ἀφῖγμαι. πτερὸν
οἰωνός.
τὴν πτέρωσιν τῆς διανοίας.
98 οὐ γὰρ ἄν ποτε πρώταισιν; οὐ γάρ ποτε, φησί, τῶν ἄλλων ὁδοιπόρων
πρώτως ὑμῖν ἀντέσχον
εἰ μὴ ἐβούλεσθε.
100 νήφων ἀοίνοις: οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλʼ ὕδωρ καὶ νηφάλιαι
καλοῦνται αἱ σπονδαὶ αὐτῶν· Πολέμων δὲ ἐν τῷ πρὸς Τίμαιον καὶ ἄλλοις
τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι γράφων
οὕτως,
Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες
καὶ οὐ
μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον· Κράτης μὲν οὖν
ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι ὁ
δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ
τῶν θύμων νηφάλια
φησὶ καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας
ταύτῃ κεχρῆσθαι παρʼ ὅ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν
καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς· εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι
θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι.
κἀπὶ σεμνὸν ἑζόμην:
ὁ ἄνω εἶπεν τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ
ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργασμένον.
103 πέρασιν ἤδη; πέρασιν ἀντὶ τοῦ πέρας ὅ ἐστι
τελευτήν· τὸ
δὲ ἑξῆς, βίου πέρασιν.
104 εἰ μὴ δοκῶ τι μειόνως. εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν.
106 ἴτ᾿ , γλυκεῖαι: εὐφήμως τὰς Ἐρινύας γλυκείας φησὶν ἵνα μὴ πικραὶ αὐτῷ γένωνται.
107 ἴτε, ὦ Ἀθῆναι
111 τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι.
113 σιγήσομαί τε: ἴνα μὴ πρὸς τούτους ὁ λόγος
προπυνθανομένους γένηται ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ.
115 δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος.
ἐν γὰρ τῷ μαθεῖν: ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ τὸν φόβον φησίν.
117 ὅρα, τίς ἄρʼ ἦν;: ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσκαθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι, τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει;
119 ἐκτόπιος συθεὶς ἀπὸ ξένου τόπου
ὁρμήσας.
συθεὶς ὁρμήσας.
120 ὁ πάντων ἀκορέστατος: παρʼ ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων
ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως οἷον ὁ μηδενὶ τῶν ἄλλων τόπων ἀρκεσθεὶς
ἀλλʼ ἐπὶ τοῦτον ἥκων ἀπληρώτως· ὅτι τοσούτου
τόπου
παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν.
123 πλανάτας ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι
τοὺς ξένους.
124 οὐδʼ ἐγχώριος: πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν εἰ ἥδει.
126 ἀστιβὲς ἄβατον.
127 ἀμαιμακετᾶν ἀκαταμαχήτων ἢ
ἀπροσπελάστων.
129 καὶ παραμειβόμεσθʼ ἀδέρκτως: οὐ προσβλέποντες ἀλλʼ ἢ καταμύοντες ἢ κύπτοντες.
131 ἀφώνως, ἀλόγως: παριόντες, φησί, ταύτας τὰς θεὰς ἀλλʼ
οὐδενὸς λόγου ποιούμεθα ἀλλὰ σιωπῇ ἔχομεν, ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ
διάνοιαν εὐφημότερον
διαλεγόμεθα ὁποῖοι γινόμεθα ὅταν
δὲ μάλιστα ἔν τινι φρικωδεστέρῳ γενώμεθα φόβῳ· ἄκρως δὲ
καινότερον διανόημα ἐξήνεγκεν μετὰ κατασκευῆς.
τὸ τᾶς εὐφήμου στόμα: τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος
ἀφιέντες, εὐφημοῦντες,
φησί, καὶ καθʼ ἑαυτοὺς συλλογιζόμενοι εὕρημα· οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ
σιωπηλῆς· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται.
132 εὐφήμου σιωπηλῆς.
133 τὰ δὲ νῦν τινʼ ὑπερβατόν, τινὰ δὲ τὰ νῦν.
134 οὐδὲν ἅζονθʹ οὐδὲν σέβοντα, ἀσεβῆ· γράφε
οὐδὲν λιάζοντα ἀντὶ τοῦ οὐκ - ἐκτρεπόμενον ἃ προσήκει.
135 ὃν ἐγὼ λεύσσων: τὸ ἑξῆς, ὃν ἐγὼ λεύσσων περὶ πᾶν τέμενος οὔπω δύναμαι γνῶναι ποῦ μοί ποτε ναίει.
137 ναίει διατρίβει.
139 τὸ φατιζόμενον τὸ λεγόμενον παρʼ ὑμῶν.
140 οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν.
141 δεινὸς ἀντὶ τοῦ ἀσεβής.
142 ἄνομον λείπει τὸ ὡς, ὡς ἄνομον.
144 οὐ πάνυ μοίρας: οὐκ ἀγαθῆς. μοίρας ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατʼ εὐδαιμονίαν μοίρας τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχάτης.
οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι.
145 δηλῶ: τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν.
148 κἀπὶ σμικροῖς μέγας ὥρμουν: καὶ ἐπὶ εὐτελέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα ἱκέτευον εἰ μὴ ἥμην δυστυχής. τοῦτο δέ φησι παρʼ ὅσον μέγας ὤν κατὰ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς ὁδηγεῖται.
150 φυτάλμιος ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ
ἀρχῆς τυφλὸς πέφυκας;
δυσαίων: δυστυχὴς καὶ γέρων εἶ ὡς ἔστι στοχάσασθαι ἀπὸ τοῦ εἴδους·
φυλακτικῶς δὲ καὶ τοῦτο λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα τὴν
πρώτην
οὐχ ἑωρακότες ἀλλʼ ἀγνοοῦντες αὐτόν, ἄρα πηρὸς ἦσθα
καὶ τοιοῦτος ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ.
δυστυχής·
151 μακραίων τε λείπει τὸ εἶ.
152 ἀλλʼ οὐ μὰν ἔν γ᾿ ἐμοί: ἀλλʼ οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ
προμηνύσαντά σοι μὴ εἰσελθεῖν εἰς τόδε τὸ ἱερόν· ἐάν τις, φησίν,
ἀγνοοῦντά τινα καὶ
155 περᾷς γὰρ περᾷς. οὕτω Δίδυμος· βαδίζεις γὰρ εἰς ὁ οὐ· προσήκει χωρίον ἐπιβαίνειν.
156 ἀλλʼ ἴνα — | — μὴ προσπέσῃς. ἀντὶ μὴ προσπέσῃς· καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν εἰώθαμεν λέγειν οὕτως, ἴνα παραγένῃ πρὸς ἐμὲ βούλομαί σοι σημαίνειν.
ἀλλʼ ἵνα τῷδʼ ἐν ἀφθέγκτῳ: τὸ νάπος ἄφθεγκτον εἴρηκε παρὰ τὰς
προδεδηλωμένας αἰτίας· τὸ δὲ ἑξῆς,
ἀλλʼ ἴνα τῷδε μὴ
προσπέσῃς νάπει ποιάεντι μετάστηθι· ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος
πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων πότων.
158 κάθυδρος οὗ ὅπου ὕδατος πλήρης.
159 μειλιχίων πότων. γλυκέων πότων, ὅ ἐστι
μέλιτος, οἷς
μειλίσσουσι τὰς θεάς· συγκιρνᾶται γὰρ ταύταις ταῖς θεαῖς ὕδατος καὶ
μέλιτος κρατήρ.
160 συντρέχει συγκιρνᾶται.
161 πάμμορʼ περὶ πάντα δυστυχές.
163 μετάστηθι, ἀπόβηθι: τινὲς οὕτως, πολλά ἐστι
τὰ κωλύοντά
σε προσμένειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει.
πολλὰ κέλευθος ἐρατύει: οἷον πολλή ἐστιν ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν· δεῖ
γὰρ νοεῖν ὡς ὅτι πόρρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆναι
166 ἔχεις γράφε οἴσες.
169 φώνει. εἰ θέλεις μέ τι ἐρωτῆσαι πρῶτον
ἀποστὰς τῶν ἀβάτων
καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις οὕτως ἐρώτα με.
πρόσθεν δʼ ἀπερύκου πρότερον δὲ μὴ
διαλέγου.
170 λογισώμεθα τί ποιήσομεν.
171 ἀστοῖς ἴσα χρὴ μελετᾶν: ἃ ἐκεῖνοι ἀσκοῦσι
τούτων καὶ σὲ
δεῖ ἐπιμέλειαν ἔχειν.
172 εἴκοντας πρὸς τὸ χρὴ δὲ ξένον μὲν κάρτα
προσχωρεῖν πόλει.
174 σοὶ | πιστεύσας. κατά τινα συνήθειαν ποιητικὴν
181 ἀίεις οἷον αἰσθάνῃ ποῦ ἐσμεν.
182 ἕσπεο μʼ ἂν ἕπεο μοι.
184 τόλμα ξεῖνος ἐπὶ ξείνης. ξένος ἄν ἐπὶ ξένης τόλμα, τλᾶμον, ταῦτα φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν ἃ καὶ ἡ πόλις μισεῖ.
186 τέτροφεν ἔχει.
189 ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες ὅπου ἂν
εὐσεβῶς πατοῦντες.
ἀντὶ τοῦ βατῶν τόπων.
191 καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα.
192 ἀντιπέτρου: τοῦ ἰσοπέτρου βήματος δὲ, τοῦ κατʼ ἴσον
βεβηκότος τῷ πέτρῳ ὅπερ ἄνω εἶπε χαλκοῦν οὐδόν· τοῦτον δὲ τὸν πέτρον
ὑποτίθεται τοῦ ἀβάτου
ἰσοπέτρου, χαλκοῦ.
193 κλίνῃς γράφε κινήσῃς.
195 ἡσθῶ ἀντὶ τοῦ καθεσθῶ. ἀπὸ τοῦ ἑσθῶ
τέταται.
γράφεται ἡ στῶ ὅ καὶ βέλτιον.
ἐπʼ ἄκρου λαοῦ: ἀπὸ τῆς λάος ἐστὶ παροξυνομένης εὐθείας γενομένης ἀπὸ
γενικῆς τῆς λᾶος·
197 ἐμὸν τέδ᾿ τὸ ὁδηγῆσαί σε.
ἐμὸν τόδ᾿, ἐν ἡσυχίᾳ: ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρμόσαι σου ἐφʼ ἡσυχίας τὴν βάσιν τῇ καθέδρᾳ.
200 γεραιὸν ἐς χέρα. τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα
σὸν
προκλίνας ἐς χέρα φιλίαν ἐμήν· τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται ἀντὶ
τοῦ κλίνας ἕσο· σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη.
203 ὅτε νῦν χαλᾷς: ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντιτείνεις τὸ ἐξελθεῖν, λέγει δὲ ἐκ τοῦ ἱεροῦ.
χαλᾷς ἀντὶ θαυμάζῃ.
204 τίς σ᾿ ἔφυ γράφε τίς ἔφυς.
205 τίς ἂν πολύπονος. τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς πόλεως; ἢ οὕτω, τίς ὢν διὰ πολλῶν πόνων ἄγῃ;
γράφε τίς ὁ πολύπονος.
208 ἀπόπτολις ἔρημος καὶ ἄπολίς εἰμι.
ἀλλὰ μὴ: τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς· ἐμπαθὲς δὲ τὸ
χωρίον τῶν μὲν σπευδόντων
μαθεῖν τοῦ δὲ κατοκνοῦντος λέγειν,
οἱ δὲ διὰ βραχέων ἀκούοντες τἆλλα συλλαμβάνουσιν· οὐδὲν δὲ θαυμαστὸν
ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα μάλιστα οὕτως ἐπισήμων
ὄντων τῶν κατὰ τὴν Σφίγγα.
212 δεινὰ φύσις ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ
ἀθλία.
218 κατακρυφὰν ἀποφυγὴν τοῦ μὴ εἰπεῖν.
220 Λαΐου ἴστε τινʼ ἀπόγονον: εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν
Ἀθηναίων Οἰδίποδα ὑπὲρ τοῦ
μὴ γενεαλογοῦντα ἄνωθεν ἐνοχλεῖν
αὐτὸν τοῖς θεωμένοις· ἀλλʼ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι
τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα ἕνεκα τοῦ μηκῦναι
τὸ δρᾶμα.
223 ὅσα, φησί, λέγω περὶ τούτων μηδὲν φοβεῖσθε·
δεῖ δὲ προσυπακοῦσαι ψευσαμένου μου.
225 τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσαττομένους με.
226 ἔξω πρόσω βαίνετε χώρας: ἀκούσαντες τὰ κατʼ αὐτὸν ἀξιοῦσιν ἐξιέναι
τοῦ χωρίου· φησὶν οὖν
ὁ Οἰδίπους ὅτι πρότερον ὑπέσχεσθε τὸ
μὴ ἐκβαλεῖν με· οἱ δέ φασιν, οὐδεμία τίσις ἔρχεται τοῖς προπαθοῦσιν
ἀντιτιμωρουμένοις· καὶ ἡμεῖς οὖν ἀπατηθέντες
227 πρὸς τὸν χορὸν ὁ Οἰδίπους.
228 μοιριδία ἡ ἐξ Ἐρινύων· Μοίρας γὰρ νῦν τὰς
Ἐρινύας.
229 ὧν προπάθῃ διὰ τὸ τιμωρεῖν ὑπὲρ ὧν ἂν
προπάθῃ.
λείπει ἡ διά.
230 ἀπάτα δʼ ἀπάταις: ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις τῷ
προαπατήσαντι πόνον
ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ
αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ
ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι·
περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ
231 παραβαλλομένα ἀντισουμένη.
232 ἀντιδίδωσιν τῷ ἀπατήσαντι ἐξ ἀρχῆς.
234 ἄφορμος ἀφορμηθείς.
237 ὦ ξένοι | αἰδόφρονες: τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ
τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ φασιν εὐθέως τῷ δικαιολογικῷ
χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς· ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν καιρῷ
ἐστιν ἀλλʼ ἐν δυσπραγίᾳ ὥστε ἐπαφρόδιτον
εἶναι αὐτοῖς τὴν
ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ
πείθονται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος
τούτων ὀβελισθὲν εὕρομεν.
ἀλλʼ ἐπεὶ ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ,
δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά.
238 γεραὸν ἀλαόν.
ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν.
240 ἀκόντων τῶν ἀκουσίων ἢ τῶν ἀπαρεσκόντων
ὑμῖν.
243 οὐ καλοῖς προσορωμένα. οὐ καλοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα· ὀφθαλμοὶ
γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι
ποιοῦσιν.
προσορωμένα ἀντὶ ὁρῶσα τούτους ὧν καὶ
δέομαι.
245 ὡς τῆς ἀφʼ αἵματος: ὡς ἂν τῆς κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγενές· ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγγενέσιν.
246 τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι.
250 ἐκ σέθεν ἄντομαι: λείπει ἐκείνου ἵνʼ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν.
252 οὐ γὰρ ἴδοις ἀναθρῶν: τὸ ἑξῆς, οὐ γὰρ
256 οὐ σθένοιμεν ἂν φωνεῖν: ἀλλʼ ἐμμένομεν τοῖς λεχθεῖσιν, λέγομεν δὲ τὸ
ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ
258 τί δῆτα δόξης. ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης ὅτι ἄρα
φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος· καὶ ὁ Κυρηναῖος
260 ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται.
263 κἄμοιγε ποῦ ταῦτʼ ἐστίν: καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθηνῶν;
264 ἐκ τῶνδε ἀφʼ ὧν αὐτὸν ἐξανέστησαν.
λαύνετε παρʼ ὑμῶν δῆλον ὅτι τῶν Ἀθηναίων.
266 ἀπὸ κοινοῦ τὸ δείσαντες.
267 πεπονθότʼ ἐστὶ μᾶλλον; μᾶλλον ἔπαθον ἥπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώμης ἄξιός εἰμι.
τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα.
268 μητρὸς ἔργα δῆλον ὅτι.
269 τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα: οἶδα ὅτι μᾶλλον ἠδικήθην ἥπερ ἠδίκησα.
271 ὥστʼ εἰ φρονῶν ἔπρασσον: ἄκων μέν, φησίν, ἔδρων εἰ δὲ καὶ ἑκὼν
προπαθὼν ἠμυνάμην, δῆλον δὲ διὰ τὸ βλαβῆναι ὅτε ἐγεννήθη· ἅστε δύο μοι,
φησί,
βοηθεῖ, ἢ τε ἄγνοια καὶ τὸ προπαθόντα ἀμύνασθαι.
273 ἱκόμην ἴνʼ ἱκόμην τὴν τοῦ πατρῴου φόνου
λέγει ὁδόν.
277 καὶ μὴ θεοὺς τιμῶντες: ἐπεὶ κατὰ κυθόχρηστον ἐληλυθέναι φησὶ καὶ γνώμῃ θεοῦ· μὴ ἐναντία τοίνυν τοῦ θεοῦ ποιεῖτε.
278 ξήτει.
280 φυγὴν ἔχφευξιν.
281 μήπω γενέσθαι φωτός: ὅ βούλεται λέγειν μηδένα διαφυγεῖν ποτε φῶτα
ἀνόσιον ἀνθρώποις· ἀνοςίου ἐν ἀνθρώποις ὡς τὸ
φυγὴν δὲ ἀντὶ τοῦ ἔκφευξιν.
282 ξὺν οἶς σὺ μὴ κάλυπτε: ἀντὶ τοῦ μὴ κερικαλύψῃς θεοὺς καὶ Ἀθήνας οἷον
ἀνόσια πράττων μὴ ἀφάνιξε τὰς Ἀθήνας. ξὺν οἷς
σὺν τοῖς θεοῖς.
284 ἐχέγγυον ἀσφαλῆ.
285 ῥύου σῷξε.
287 ἱερὸς καθαρός. καὶ φέρων | ὄνησιν ἀστοῖς:
ἐρεῖ γὰρ ὠς ἔσται ποτὲ αὐτοῖς ἔχθρα πρὸς Θηβαίους ἐν ᾗ κρατήσουσιν αὐτῶν
διὰ τὸ
292 εἶπεν γὰρ σῴξειν τὰς Ἀθήνας.
293 λόγοισι γὰρ| οὐκ ὠνόμασται: ὅσα εῖρηταί σοι
ἐνθυμήματα
περὶ τῆς σωτηρίας τῶν Ἀθηνῶν· ἀρκεῖ
294 βραχέσι εὐτελέσι.
297 εὖ τῇ οἰκονομίᾳ ὥστε μὴ διατριβὰς γενέσθαι τίς ὁ κωλύσων ἔσται.
301 τὸ γὰρ ὄνομα Οἰδίποδος πανταχοῦ.
304 εἰκὸς οὖν ἐστιν ἡμῶν ἀκηκοότων καὶ ἕτερον μεμαθηκέναι· ὁ γὰρ ἀπεληλυθὼς πρότερον οὐδέπω μεμαθήκει ὅστις ἦν· τῷ γὰρ χορῷ πρώτῳ ὡμολόγησεν· διὰ μέσου δὲ τὸ θάρσει.
305 διὰ τὰς πράξεις οἷον τὴν Σφίγγα καὶ ὅσα ἄλλα αὐτῷ πέπρακται.
307 λείπει.
λείπει ἡ περί, περὶ σοῦ κλύων.
309 ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις ἐστὶν
φίλος ἀντὶ τοῦ χρήσιμος.
311 ἡ σμήνη πρόσεισι τὰ κατὰ τοὺς ἄρρενας ἀπαγγέλλουσα παῖδας τοῦ Οἰδίπου πῶς ἔσχον.
312 ἡμῶν ἀντὶ τοῦ πρὸς ἡμᾶς.
Αἰτναίας τῆς Σικελικῆς· λέγει δὲ ἀντὶ ὑῆς
μεγάλης.
313 ἡλιοστερής: σκιαστική· πλατύπιλος κυνῆ τὴν ὄψιν αὐτῆς περιέχει καλύπτουσα καὶ ἀφαιρουμένη τὴν ἡλίωσιν· τὸ ἐξῆς δέ, κρατὶ ἡλιοστερὴς κυνῆ.
314 κυνῆ πρόσωπα Θεσσαλίς: καὶ γὰρ περισσοὶ
ἦσαν οἱ
Θεσσαλικοὶ πῖλοι ὡς καὶ Καλλίμαχος
κυνῆ περικεφαλαία.
316 ἇρά ἐστιν ἡ Ἰσμήνη; ἇρα οὐκ ἔστιν;
319 τὸ ἑξῆς, φαιδρὰ προστείχουσα· φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς.
320 σημαίνει] εἰς γνῶσίν με ἐφέλκεται.
323 ἐκ τῆς φωνῆς ἔξεστι μαθεἴν.
326 τὸ ἑξῆς, εὑροῦσα δεύτερον.
329 δουῖν σοῦ καὶ Ἀντιγόνης.
330 τροφαὶ ἡμῶν δῆλον ὅτι.
331 ἐμοῦ τρίης] οἱ γὰρ περιλαμβάνοντές τινα καὶ ἑαυτοὺς τρόπον τινὰ περιλαμβάνουσιν· ἰδιαξόντως δὲ εἶπεν ὡς ἑαυτῆς τρίτης θιγγάνει εἰ μὴ ἄρα πρὸς τὸ δυσάθλιαι ὑπήντηκεν.
332 σῇ, πάτερ, προμηθίᾳ ἀντὶ τοῦ διὰ τὴν σὴν
πρόνοιαν.
335 ποῖ νεανίαι πονεῖν; ποῦ τοῦ πονεῖν
εἰσιν;
336 δεινὰ δ᾿ ἐν κείνοις τὰ νῦν νῦν δὲ τὰ ἐν
ἐκείνοις δεινά ἐστιν.
337 ὦ πάντ᾿ ἐκείνω: διαβάλλει τοὺς Αἰγυπτίους
ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας·
Νυμφόωρος δὲ ἐν τῷ ιγ΄ τῶν Βαρβαρικῶν γράφει οὕτως, ἔθεσι δὲ τὰ μὲν
ἐναντίοις τὰ δὲ ὁμοίοις χρῶνται τοῖς Ἕλλησι· τὸ γὰρ ἐξίστασθαι τοῖς
πρεσβυτέροις
οἱ δὲ
ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν· ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας
βουλόμενος ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας ὅπως μὴ
συστραφέντες ἐπʼ ἰσομοιρίαν ὁρμήσωσι τὰ μὲν ἐκείνων ἔργα ταῖς γυναιξὶ τὰ
δὲ τῶν γυναικῶν ἐκείνοις
προσέταξεν ἵνα μὴ μόνον τῶν ὅπλων
στερηθέντες ἁσμένως ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων
ἀνεθέντες ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς
εἶναι τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν
φέρειν τὰ φορτία τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν, ἔπειτα
δὲ τοὺς μὲν καθημένους τὰς δὲ ὀρθῶς ἑστώσας οὐρεῖν καὶ τοὺς μὲν δύο
ἱμάτια περιέβαλεν τὰς δὲ ἓν ὑπολαμβάνων ἄμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς
ψυχὰς αὐτῶν ἐκθηλύνειν ὃ καὶ Λύδοῖς ὕστερον συμπεσεῖν
φαδιν.
340 αἰ δὲ σύννομοι αἱ ἀδελφαὶ ἢ αἱ
γυναῖκες.
349 νηλίπους ἀνυπόδητος.
354 μαντεῖʼ ἄγουσα: ποῖα μαντεῖα; ὅτι ὅπου δʼ ἂν ταφήσεται σωτήριος ἔσται τῇ γῇ ἐκείνῃ.
362 τὸ ἑξῆς, ζητοῦσα τὴν σὴν τροφὴν ἀντὶ τοῦ τὴν δίαιταν.
363 τὸ ἑξῆς, δὶς γὰρ οὐ βούλομαι ἀλγεῖν.
367 πρὶν μὲν γὰρ αὐτοῖς: πρῴην ἧσαν σκοπήσαντες
τῷ Κρέοντι
παραχωρῆσαι τὴν σὴν βασιλείαν.
τε ὁ τε πλεονάξει.
369 σκοποῦσι μετοχή ἐστιν, οὐ ῥῆμα.
371 ἀλιτηροῦ ἁμαρτωλοῦ, μιαρᾶς.
373 λαβέσθαι ἀντιλαβέσθαι.
375 χ.
τὸ χ παράκειται ὅτι πρεσβύτερόν φησι τὸν Πολυνείκη.
378 πολλαχοῦ τὸ Ἄργος κοῖλόν φασι καθάπερ καὶ ἐν Θαμύρᾳ
380 ὡς αὐτίκ᾿ Ἄργος: ὡς αὐτίκα καὶ τὸ Ἄργος
οὖν ἐστι καὶ
τὸ ἐξῆς οὕτως, ὡς αὐτίκα ἢ πρὸς οὐρανὸν τὸ Ἀργὸς οἴσων ἤ ἐπὶ
μέγα αὔξημα ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξων· ἄλλως γὰρ ἀκούειν
τραχύτερον.
382 ταῦτʼ οὐκ ἀριθμὸς οὐ μέχρι λόγων
προκόπτοωτα.
386 ὤρον φροντίδα.
388 ποίοισι τούτοις;. οἱ ὑπομνηματισάμενοι γράφουσιν οὕτω, χρησμὸς
τοιοῦτος γέγονεν ὁποτέρῳ ἂν ὁ Οἰδίπους πρόσθηται τοῦτον κρατεῖν καὶ
χωρὶς
κατὰ κοινὸν τοῖς Θηβαίοις ὅτι ἔσται αὐτοῖς μεγάλων κακῶν
αἴτιος ἐὰν μὴ θάψωσιν αὐτὸν ἐπὶ τῆς χώρας· ἐβουλόμην δὲ αὐτοὺς μαρτυρίῳ
χρήσασθαι ἢ συγγραφέως ἢ ποιητοῦ.
390 εὐνοίας χάριν; ἐν τοῖς ἀναγκαιοτέροις τῶν
ἀντιγράφων
γράφεται εὐσοίας χάριν ὁ καὶ οἱ ὑπομνηματισάμενοι ἀξιοῦσιν· εὔσοιαν δέ
φασι τὴν εὐθένειαν καθάπερ καὶ ἐν Ἀμφιτρύωνι
ἴνα εὐνοῇς αὐτοῖς.
392 κράτη δύναμιν.
395 γέροντα δ᾿ ὀρθοῦν: τὸν ὅπαξ ἐν νεότητι πεςόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον.
φλαῦρον χαλεπόν.
399 στήσωσι κατοικίσωσι.
ὅπως | πρατῶσι μὲν σοῦ] ἀντὶ ὅπως σχῶσί σε.
401 κειμένου ἐντὶ οἰκοῦτος.
402 κείνοις ὁ τύμβος: ὁ τύμβος δυστυχῶν ὁ σὸς κείνοις βαρὺς ἀντὶ τοῦ ἐπὶ ξένης σοῦ θαπτομένου δυστυχήσουσιν ἐκεῖνοι.
403 κἄνευ θεοῦ: οἷον πῶς ἄν τις ταῦτα δύναιτο μαθεῖν ἄνθρωπος ὢν θείμεως χωρίς; πέπαιγμαι· ὃ καὶ ἐπίσταται ὅτι Πυθόχρηστόν ἐστι τὸ λεγόμενον.
404 προσθέσθαι ἀντὶ τοῦ κατοικίσαι.
405 χώρας τῆς Θήβης.
μηδ᾿ ἵν᾿ ἂν σαυτοῦ: μηδὲ ἐᾶν σε ὅπου ἂν σαυτοῦ ἐξουσιάσῃς. λείπει τὸ ἐᾶν ῥῆμα· ἢ ἀπὸ κοινοῦ τὸ προσθέσθαι.
406 κατασκιῶσι οἶον ἐν Θήβαις με χώσουσιν;
407 τοὔμφυλον αἷμα ὁ πατρῷος φόνος.
408 εἰ οὐ θάπτουςί με ἐν Θήβῃ· ὁ δὲ μὴ Πλεονάζει.
409 βάρος διὰ τὸ βὴ κατασχεῖν δε.
410 ποίας φανείσης: ποίας αἰτίας γενομένης βλαβήσονται; ἀντὶ ὑπὸ θεῶν, ὑπὸ Ἐρινύων ἢ ὑπὸ τίνος;
413 παρὰ τῶν θεωρῶν κλύουσα.
414 ἐρ᾿ ἡμῖν ἀντὶ τοῦ δι᾿ ἐμέ.
415 ὥς φασιν οἱ θεωροί.
421 ἐν μηδενὶ ἑτέρῳ τὸ τέλος αὐτοῖς ἀποβαίη
424 κἀπαναίρονται κατʼ ἀλλήλων ἐπαίρουσιν.
425 εἰ γὰρ ἐν τῇ ἐμῇ ἐξουσίᾳ γένοιτο οὐδὲ εἷς αὐτῶν ζήσεται.
430 αὐτοῖν ἐπέμφθην: τὸ ἐφʼ ἑαυτοῖς οὐκ ἐπήρκεσαν· ἐνῆν γὰρ αὐτοῖς
τὸ ἐφʼ αὐτοῖς τοῦτο πρᾶξαι ὡς αὐταρκῶς κεκολασμένου τῇ
πηρώσει.
431 τοῦτʼ τὸ ἐξορισθῆναι.
436 τούτου τοῦ ἔρωτος οὐδείς με ἐποίει ἀπολαῦσαι,
τοῦ
ἀποθανεῖν δέ φησιν.
437 ὅτε
438 ὅτε ἐκεῖνοι ἔγνωσαν πέψαντά με
443 οἷον ἀντιλογίας βραχείας ἔδει ποιήσασθαι αὐτοὺς ὑπὲρ τοῦ πατρὸς διωκομένου τῶν Θηβῶν.
448 τὼ δʼ ἐκεῖνοι δέ, οἱ ἄρρενες.
450 τοῦδε συμμάχου ἐμοῦ.
452 ἐγᾦδα ἐγὼ οἶδα, ἐγῷδα.
457 εἰ ὑμεῖς συμβάλησθέ μοι
αὐτοῦ
ἐγκρατεῖς γένωνται ἔσοιτο αὐτοῖς ποτε σωτὴρ πολιορκουμένοις ὑπὸ θηβαίων
εἴτε κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἴτε καθʼ ἕτερον· ταῦτα δὲ εἰκὸς
ποιητικώτερον ὑπὸ τοῦ Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων·
πολλαχοῦ δὲ οἱ τραγικοὶ
χαρίζονται ταῖς πατρίσιν ἔνια.
458 πρὸς σύν.
462 ἐπεὶ δὲ τῆσδε γῆς: ὅτι δὲ σῴξειν ὑπισχυῇ τὴν κόλιν ὑποθέσθαι σοι
βούλομαι τὰ χρήσιμα· Ἀττικῶς δὲ πάνυ τῇ συντάξει καὶ πιθανὴ λοιπὸν ἡ
χάρις τῶν ἐγχωρίων ἀνδρῶν· παραινοῦσι γὰρ αὐτὸν καθαρσίων
τυχεῖν ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο.
465 ὡς φὴς προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα· οὐ γὰρ ὀκνήσαιμι τελεῖν.
προξένει λέγε.
467 καὶ κατέστεψας: καθικέτευσας, μετὰ ἱκετηριῶν
ἀρίκου· ἐὰν δὲ γράφηται κατέστειψας οἷου κατεβάτευσας ὃ καὶ
πιθανώτερον· δι᾿ αὐτὸ γὰρ τοῦτο κελεύουσιν αὐτῷ καθαίρεσθαι ὅτι εἰς
ἄβατον ἐπέβη τόπον τοῦ ἱεροῦ τῶν Σεμνῶν.
Κατέστειψας κατεβάτευσας.
γράφε κατάστεψον, μεθ᾿ ἱκετηριῶν ἀφηγοῦ. ὅτι στέμματα ἔλεγον καὶ τὰ ἔρια·
καὶ παρ᾿ Εὐριπίδῃ
469 πρῶτον μὲν ἱερᾶς: ἐξ ἀνεάου πηγῆς ὔδωρ ἄρυσαι καὶ οὕτω χοὰς ταῖς
θεαῖς ποίησον ἀπὸ τῶν
κρατήρων πλήσας αὐτοὺς ἀπὸ
τοῦ ἀντληθέντος ὕδατος.
471 ἀντὶ καὶ ὄταν ἀρύσωμαι τί πράξω;
472 ἀνδρὸς εὔχειρος: ἐπὶ τὸν Δαίδαλον ἡ ἀναφορὰ περὶ οὗ Φερεκύδης φησὶν
οὕτω, Μητίονι δὲ τῷ
εὐπαλάμου.
εὐπαλάμου κατὰ τὴν μετάληψιν.
473 καὶ λαβὰς ἀμφιστόμους: τὰ ὧτα ὧν ἔστι
λαβέσθαι·
ἀμφιστόμους δὲ τὰς ἑκατέρωθεν ἐστομωμένας ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ
στόματος ταύτας εἶναι ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας.
ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν.
λαβὰς ὠτία.
ἀμφιστόμους διὰ τῶν προτομῶν.
475 οἰὸς νεαρᾶς ἀντὶ τοῦ νέας.
οἰοπόκῳ μαλλῷ: στολισμῷ καὶ κροκισμῷ.
οἰνεοτόκῳ οἰοπόκῳ.
βαλὼν ἐρίῳ στέψον.
477 χοὰς χέασθαι στάντα πρὸς
πρὸς πρώτην ἕν ἀντὶ περὶ τὸν ὄρθρον.
ἕω ἀνατολήν.
478 τὸ ὕδωρ ἀπὸ τῶν κρατήρων χέω;
479 τρισσάς γε κηγὰς ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν
πηγῶν.
τὸν τελευταῖον τὸν ὕστερον κρατῆρα.
481 ὕδατος, μελίσσης: ὕδατος καὶ μέλιτος· ἀπὸ γὰρ τοῦ ποιοῦτος τὸ
ποιούμενον· καὶ ἐν Ἐρασατῖς
βούλεται δὲ λέγειν τὸ μελίκρατον.
μελίσσης μέλιτος.
λείπει ὁ καὶ.
μηδὲ προσφέρειν μέθυ ἄοινοι γὰρ αἱ θεαί.
482 ὅταν δὲ τούτων γῆ: ὅταν δὲ τὲ τὰς χοὰς χέωμεν
ἐπὶ γῆς τί
χρή με ὕστερον δρᾶσαι;
483 τρὶς ἐννέα: τρὶς ἐννέα τιθεὶς κκλῶνας ἐλαίας ταύτας ποιοῦ τὰς εὐχάς.
485 ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν.
486 ὥς σφας καλοῦμεν: ὠς καλοῦμεν αὐτὰς Εὐμενίδας οὕτως αὐτὰς καλῶν κἀξευμενῶν καὶ ἵλεως ποιούμενος ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην ἐπὶ σωτηρίᾳ· ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλ᾿ ἀνδιαθέτως.
488 οἷον ἢ σὺ ταῦτα ποίει ἢ ἄλλος τις ὴρέμα καὶ ταῦτα ποιείτω.
489 ἄπυστα φωνῶν: ἀνήκουστα ἀντὶ ἠρέμα καὶ φησὶ
ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ
Ἡσύχου θύουσιν αὐταῖς καθάπερ Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν
οὕτω, τὸ δὲ τῶν εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας
ταύτης, εἶτα ἑξῆς, τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, δὴ γένος ἐστὶ περὶ τὰς
σεμνὰς θεάς, καὶ τὴν ἡγεμονίαν ἔχουσι καὶ προθύονται πρὸ τῆς
θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες· διὰ γὰρ εὐφημίαν
ἐκτὸς τῶν ἐννέα πυλῶν· καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ θεῶν
ιζ΄ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερᾶς φησι· καὶ Καλλίμαχος
491 δράσαντι ὡς καθαρθέντι.
492 ἄλλως δὲ μὴ καθαρθέντι.
495 οὐχ ὁδωτά: οὐκ ἐν ὁδῷ οὐδὲ ἀνυστὰ οἷον οὐ βαδιστέα μοι οὐδὲ πρακτέον
ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τῷ τε μὴ δύνασθαι καὶ
τῷ μὴ ὁρᾶν.
497 σφῷν δʼ ἡ ᾿τέρα: εἰρήκεσαν γὰρ ὅτι καὶ ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν καθαρμὸν ποιήσασθαι.
499 ἐκτείνουσαν τεταμένως καὶ συντόως δρῶσαν
καὶ διακονοῦσαν.
502 οὐδ᾿ ὑφηγητοῦ δ᾿ ἄνευ ἄνευ χειραγωγοῦ· ἀπὸ
κοινοῦ δὲ τὸ ἕρπειν, οὐκ ἰσχύω βαδίξειν.
504 χρῆσται μ᾿ ἐφευρεῖν: χρείη ἔσται κατὰ συναλοιφὴν χρῆσται. ἀντὶ τοῦ
χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ
ἂν
εἰδείην.
505 τοὐκεῖθεν ἄλσους: τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ· σπάνιν γάρ φησιν ἀντὶ τοῦ εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον.
508 τοῖς τεκοῦσι γάρ: ὅταν τις ὑπὲρ γονέων πονῇ μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον.
510 δεινὸν μὲν τὸ πάλαι: τῆς Ἰσμήνης ἀποστάσης
δὲ μαθεῖν
ἀπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι παθητκά· Καλλίμαχος
512 τί τοῦτο; οἶον τί βούλει πυθέσθαι;
513 τᾶς δειλαίας ἀπόρου: περὶ τῆς ἐγκειμένης 25 σοι ἀλγηδόνος ἡδέως ἂν πυθοίμην· ἔξωθεν δὲ ἡ περί.
515 μὴ πρὸς ξενίας μὴ πρὸς τῆς σῆς ξενίας ἀναπτύξῃς μου τὰ ἀναιδῆ ἔργα· ἢ οὕτω, μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς οἱονεὶ μὴ κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατὴς ἀναπτύξαι καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς.
516 τό τοι πολύ: τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦσαι.
518 στέρξον, ἱκετεύω: στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν ὅ ἐστι πρόσδεξαί με.
520 κἀγὼ γὰρ πείσομαι δῆλον ὅτι εἰς ὅ βούλει.
524 ἀλλʼ ἐς τί; ἀλλʼ ἐς τί χωρήσει σοι τὰ
πράγματα;
525 οὐδὲν ἴδρις οἷον οὐδὲν εἰδυῖα ἡ πόλις
ἐνἐδησέ με τῇ τοῦ γάμου ἄτῃ.
εἰδυῖα.
537 ἐπιστροφαὶ συναθροίσεις, πλῆθος.
539 ἐδεξάμην δῶρον: τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ
αἰνίγματος δῶρον ἐδεξάμην ὅ μήποτε ὤφελον λαβεῖν· ἀντὶ δὲ τοῦ εἰπεῖν
μήποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἰδεῖν
οὕτως
εἴρηκεν
547 καὶ γὰρ ἄλλους ἐφόνευσα: τοὺς παρόντας σὺν τῷ Λαΐῳ ἢ ὡς ἄλλους
φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει οὕτως καὶ ἐπὶ τοῦ
πατρός·
οὐ γὰρ ὁδεῖν.
551 πολλῶν ἀκούων: χρηστὸς ὁ Θησεὺς τὸ ἧθος εἰσάγεται· καὶ ἔχει καὶ ἐκὶ τοῦτο τῆς οἰκονομίας δεξιώτατα.
558 προστροπὴν ὠφέλειαν.
562 τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι.
566 μ᾿ οὐ μὴ οὐ.
567 ἔξοιδ᾿ ἀνὴρ ὤν ὅτι ἄνθρωπος.
581 προσφορὰ ἀντὶ προσθήκη, πρόσδοσις.
δηλώσεται ἀντὶ δηλωθήσεται.
583 τὰ λοίσθι᾿ αἰτῇ] γράφε τὰ λοῖσθ᾿ ἄρ᾿ αἰτῇ τοῦ βίου.
584 τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις.
585 ἐνταῦθα γάρ μοι κεῖνα: διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει·
προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι
παρ᾿ ἐμοῦ ὅμοῦ ὅταν ἀποθάνω
ἀποθάνω ζῶντά με γηροβοσκήσεις.
586 βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σε.
593 γνώμη.
602 πῶς δῆτα οὗν, φησί, μεταπέμψαιντο ἄν σε εἰ
605 ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι.
619 τὰ νῦν ξύμφωνα οὔπω γὰρ ἧν ἔχθρα Θηβαίοις
καὶ Ἀθηναίοις.
623 σαφὴς ἀντὶ ἀληθὴς ὡς καὶ Ὅμηρος
624 τἀκίνητʼ οἷον τὰ ἄρρητα.
630 ἐφαίνετο ἀνεφαίνετο· τοιοῦτόν ἐστι καὶ τὸ
παρʼ Ὁμήρῳ
632 τοιοῦδʼ ἀντὶ φίλου.
δορύξενος φιλό(ξενος,
ἁπλοϊκώτερον δορυξένους καλοῦσι καὶ τοὺς ὁπωσδήποτʼ
οὖν
ἐπιξενωθέντας· ἢ ἐπιτατικῶς καὶ πολεμίοις φίλη.
636 οὔποτʼ ἐκβαλῶ χάριν οὐ καταφρονῶ τῆς εἰς
αὐτὸν χάριτος.
οὐκ ἐκβάλλω ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὑποδέχομαι.
638 σέ: τὸν χορόν.
639 ἐμοῦ στείχειν μέτα εἰς τὸ ἄστυ.
641 τῇδε γὰρ ξυνοίσομαι συμπράξομαι ὡς σὺ
βούλει.
647 εἰ δύναιο κρατεῖν τῶν ἐχθρῶν ἐνθάδε μένων
μέγα ἂν δώρημα
λέγοις τῆς ἐνταῦθα διατριβῆς.
648 εἰ ἐμμένει σοι τὰ ἐπαγγελθέντα.
649 τὸ τοῦδέ γ᾿ ἀνδρὸς ἐφʼ ἑαυτοῦ πεποίηται
τὴν δεῖξιν ὁ Θησεύς.
650 πιστώσομαι πίστιν ἐπιθεῖναι παρακελεύσω.
651 τούτου τὸ ἑξῆς ἐστιν οὕτως, οὐκ ἂν πλέον λέβοις ὁρκίασς με ἢ λόγῳ πιστεύσας.
652 ὄκνος φόβος.
653 τοῖσδ᾿ τοῖς τοῦ χοροῦ.
655 ὀκνοῦντ᾿ ἀνάγκη οὐ νεμεσητόν μοι εἰ ὑπὸ
δέους ἐπὶ τὰ αὐτὰ συνεχῶς λέγω· τὸν φοβούμενον γὰρ ἀνάγκη
ταὐτὰ λέγειν.
οὐκ ὀκνεῖ οὐδὲν δέδοικεν.
658 ἀντὶ τοῦ πολλοὶ ἄυθρωποι πολλὰ ἀπειλήσαντες
ἐκ θυμοῦ
πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες ἀπαύσαντο τῶν
ἀπειλῶν.
661 κείνοις τοῖς Θηβαίοις.
662 τῆς σῆς ἀγωγῆς λείπει ἡ περί, περὶ τῆς
ἐπανόδου.
663 οὐδὲ πλώσιμον: ἀδιάβατον· δεδοίκασι γὰρ ἡμᾶς.
668 μέχρι τοῦ ἀηδών: ἡ διαριβὴ τοῦ χοροῦ πρὸς τὸ ἐγκώμιον τῆς χώρας αὐτοῦ
τοῦ Σοφοκλέους, ἐπὶ τὸ ἴδιον ἀπαντῶντο χαρακτηριστικόν, τὸ γλαφυρὸν
καὶ ᾠδικὸν μέλος.
ξένε ὦ Οἰδίπου.
670 τὸν ἀργῆτα τὸν λευκόγεων.
671 μινύρεται ᾄδει.
674 ἀνέχουσα ἄνω ἔχουσα ὡς ἐν Λυκοὑργῳ
Αἰσχύλος
ὑπὲρ ἑαυτὴν ἔχουσα τὸ φυτόν.
676 φυλλάδα μυριόκαρπον: παρὰ τὸ Ὁμηρικὸν τὴν μὲν
τῶν φυτῶν.
ἀνήλιον διὰ τὸ δάσος.
681 θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας: οἱ μὲν ὑπομνηματισάμενοι γράφουσιν
οὕτως, τῆς Δήμητρος καὶ Κόρης
στάχυσι γὰρ αὐτὰς
στεφανοῦσι· μήποτε δὲ γραπτέον μεγάλαν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ
χωρίον ἐν ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα
δῆλον ἐν οἷς Εὐφορίων φησὶ
Πλούτωνα αὐτὴν ἀρπάσαι τούτῳ ἐτέρπετο· συλλέγουσαν οὖν φασιν αὐτὴν τὸν
νάρκισσον
ταῖς Θεσμοφοριαζούσαις τὴν τῶν ἀνθίνων στεφάνων ἀπειρῆσθαι χρῆσιν, ὁ δ᾿
Ἴστρος τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς
γίνεσθαι τὴν δικαςίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν
δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας
μυρρίνης ἔχειν στέφανον δι᾿
ἃ καὶ τὴν Δήμητα Προσθέσθαι ταύτην φηςί.
ἄχνας τῆς δρόσου.
683 νάρκισσος ὄνομα βοτάνης.
μεγάλαιν θεαῖν ταῖς Ἐρινύσιν.
684 ὅ τε | χρυσαυγὴς κρόκος: τοῖς τὸν νάρκισσον τῇ Δήμητρι ἀπονέμουσιν
τοῦτο συμπράττει, ὅτι κἀν τῇ Νιόβῃ ὁ Σοφοκλῆς τὸν κρόκον ἄντικρυς τῇ
Δήμητρι ἀνατίθεται ὥστε καὶ νῦν τὸν λόγον εἶναι περὶ τῶν Δήμητρος
στεφανωμάτων· καὶ αὐτὸ δὲ τοῦτο ἰδιον
ἀπὸ κοινοῦ τὸ θάλλει κατʼ ἦμαρ.
686 μινύθουσιν λήσουσι τοῦ ῥεῖν.
687 Κηφισοῦ νομάδες κρῆναι αἱ νομάδες αἱ
ἐπινεμόμεναι ὥσπερ καὶ καταρρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί· ἢ ἃς ὁ
Κηφισὸς ἐπινέμεται, λέγοι δʼ ἂν ἐν τῇ Ἀκαδημείᾳ.
ὄνομα ποταμοῦ.
688 ἀλλʼ αἰὲν ἐπʼ ἥματι: ἀλλʼ ἀεὶ καθʼ ἡμέραν,
φησίν,
ἐπινίσσεται ὁ Κηφισὸς ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα.
689 ὠκυτόκος ὁ ποταμός.
691 στερνούχου χθονός: ἴσον τῷ γονίμου ἢ ἀντὶ πεδιούχου χθονός·
μεταφορικῶς γὰρ καὶ στέρνα καὶ
νῶτά φασι τῆς γῆς
τὰ πεδιώδη καὶ εὐρέα καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά.
γῆς ἐπιπέδου.
692 νιν τὴν Ἀττικήν.
698 φύτευμʹ ἀχείρητον: ὅτι ἀπέσχοντο τῶν μορίων
οἱ
Λακεδαιμόνιοι καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος ὥστε ταῖς ἀληθείαις
ἐγχέων αὐτὰς φόβημα τοῖς πολεμίοις γενέσθαι· Λακεδαιμόνιοι γὰρ
ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν
699 δαΐων πολεμέων.
701 γλαυκᾶς παιδοτρόφου: καὶ Ἀριστοφάνης ἐν Νεφέλαις ἀλλ᾿ εἰς Ἀκαδήμειαν
κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει· ὁ δ᾿ Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν
δεδήλωκεν γράφων οὕτως ἀπὸ
τῆς ἐν Ἀκαδημείᾳ ἐλαίας ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί
θασιν, ἐπάρατον δὲ ποιῆσαι τοὺς ἐμβαλόντας αὐτὰς
τὰς ἀράς· ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ
Παναθήναια ἐλαίου τοῦ ἐκ μορίων γινομένου δίδοσθαί φησιν.
702 τὸ μὲν τὸ φυτὸν τῆς ἐλαίας.
705 Μορίου Διός: μόριον Δία εἶπεν τὸν ἐπόπτην
τῶν μορίων
ἐλαιῶν· καὶ ἔστιν ὁ λεγόμενος μόριος Ζεὺς
ὄνομα τόπου.
711 εὔιππον, εὔπωλον: παρʼ ὅσον ὁ Κολωνὸς Ιππεὺς ἐλέγετο καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ αὐτόθι Ἵππιοι.
712 παῖ Κρόνου: αὐτόθι φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χαλινῶσαι·
καὶ ταῦτα δὲ ἐπὶ θεραπείᾳ φησὶ τῆς οἰκείας ὁ Σοφοκλῆς· ὁ γὰρ Κολωνὸς
Ἱππεὺς ὠνομάσθη παρʼ ἃς ἐξεθέμην αἰτίας διὰ τὸν Ἄδραστον· ὁ δὲ ἐπὶ τὸ
σεμνότατον ἄγει τὸ
πρᾶγμα τῇ ποιητικῇ καταχρώμενος
ἀδείᾳ.
715 περὶ τὰ τρία ταῦτα κεφάλαια μάλιστα διατρίβουσι τοῦ ἐγκωμίου, ὅτι εὔφορος ἡ χώρα καὶ ὅτι ἱππικοὶ Ἀθηναῖοι καὶ ὅτι ναυτικοί.
717 πλάτα κώπη.
719 ἀκόλουθος: ὅτι αἱ Νηρείδες ν΄ εἰσιν.
720 Ἀντιγόνη ταῦτά φησιν ὁρῶσα προσιόντα τὸν Κρέοντα μετὰ χαρᾶς· ἐπὶ τὸν
Οἰδίπουν δὲ ἀφῖκται ὁ Κρέων καὶ μὴ πείσας αὐτὸν παρασπᾶται αὐτοῦ τὴν
Ἀντιγόνην φθάσας κατὰ τὴν ὁδὸν καὶ τὴν Ἰσμήνην
ἀφελέσθαι.
726 ἐγὼ κυρῶ.
731 ὃν μήτʼ ὀκνεῖτε ὅντινα ἀντὶ ἐμὲ μὴ
φοβεῖσθε.
738 οὕνεχι᾿ ἧκέ μοι γένει ἀντὶ ὅτι προσήκει μοι
πενθεῖν τὰ τούτου ἀτυχήματα ὑπὲρ πάντας Θηβαίους.
741 ἱκοῦ ἐλθέ
742 ἐκ δὲ τῶν μάλιστʼ ἐγὼ ἐγὼ μάλιστά σε
καλῶ ὅσῳπερ πλεῖστον ἀλγῶ τοῖς σοῖς παθήμασιν.
746 κἀπὶ προσπόλου μιᾶς τῆς Ἀντιγόνης· εἴληπτο
γὰρ ὑπʼ αὐτοῦ ἡ Ἰσμήνη.
755 ἅστε συγγνώμης εἰμὶ ἄξιος λέγων· οὐ γὰρ
762 ἐν εὐλογοφανέσιλόγοις πανοῦργα βουλευόμενε.
763 πείρᾳ: βαρυτόνως ἀναγνωστέον πείρᾳ, οὐ περισπωμένως· οὕτω Δίδυμος.
768 μεστὸς ὡς ἐπὶ κεράμου, ὅ ἐστιν ὅτε
κορεσθεὶς τοῦ θυμοῦ λοιπὸν τὰ συμφέροντα ἐβουλευόμην καὶ
οὐκέτι θέλον φεύγειν.
769 τοὐν δόμοισιν ἀντὶ ἐν Θήβαις.
773 γένος τὸ Ἀττικόν.
775 καὶ σὺ οὖν βούλει με εὐεργετεῖν μὴ θέλοντα.
781 τοιαῦτα ἀντὶ χάριτος.
785 πάραυλον ἀντὶ ἐν ἀγροῖς.
πόλις δέ σοι κ. ἑ. καὶ ἴνα ἡ Θήβη ἀβλαβὴς ἔσται
ἐκ ταύτης τῆς γῆς· ἄναιτος δὲ ἀντὶ ἀβλαβής, ἀναιτίατος.
787 οὐκ ἔστι σοι ταῦτʼ οὐ προβήσεταί σοι ὁ
σκοπός.
791 ἆρα οὐ πλέον σοῦ τὰ ἀποβησόμενα ταῖς θή- βαις οἶδα;
792 ἐκ σαφεστέρων κλύω ἀντὶ καὶ σαφέστερον
οἶδα.
793 καὐτοῦ Ζηνὸς δοκεῖ γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς
λαμβάνειν τοὺς χρησμοὺς ὡς καὶ ἐν Ἰφικλείᾳ φησὶ καὶ Ἀἰσχύλος ἐν Ἱερείαις
794 ὑπόβλητον: οὐκ ἀληθὲς ἀλλὰ πεπλασμένον· ἀπὸ τῶν ὑποβαλλομένων εἰς τὰ γένη τοὺς παῖδας.
795 στόμωσιν ἀντὶ τοῦ δείνωσιν καὶ
πανουργίαν.
800 ἀντὶ τοῦ ἐν τῷ μὴ πείθεσθαί σε μᾶλλον σὺ
δυστυχεῖς ἥπερ
ἐγώ.
803 πείθειν πείθειν με εἰς τὸ ἀκολουθῆσαί
σοι.
τούσδε τοὺς ἀπὸ τοῦ χοροῦ.
805 λῦμα: κάθαρμα ὅ ἐστιν ἀπαίδευτος μέχρι γήρως μενεῖς;
807 βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν.
808 ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγκαῖα λέγειν.
809 ταῦτα δʼ καὶ ταῦτα.
810 τοῖς κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν.
ἴσος οἷος.
811 καὶ πρὸ τῶνδε καὶ πρὸ τοῦ χοροῦ.
813 μαρτύρομαι μάρτυρας καλῶ.
814 ἤν σ᾿ ἕλω ἐάν σε ἕλω, δικαίως σε δῆλον ὅτι
τιμωρήσομαι·
με ῥήματα.
815 τῶνδε τῶν ἀπὸ τοῦ χοροῦ.
βίᾳ] βιαζόμενος τοὺς ἐμοὺς συμμάχους καὶ φύλακας.
816 κἄνευ τοῦδε καὶ χωρὶς τοῦ λαβεῖν σε εἰς
Θθήβας.
821 τήνδε τὴν Ἀντιγόνην.
822 ἰὼ ξένοι τῷ χορῷ φησι.
826 τήνδε τὴν Ἀντιγόνην· τοῖς ἀκολούθοις δὲ
ἑαυτοῦ φησιν ὁ Κρέων.
829 τί δρᾷς, ξένε; πρὸς τὸν Κρέοντα· ἕλκοντα
τὴν Ἀντιγόνην.
830 τῆς ἐμῆς ἀδελφῆς μου γὰρ θυγάτηρ ἐστί.
835 τί δρᾷς, ξέν᾿; πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν
Ἀντιγόνην.
836 εἴργου φυλάττου, χωρίζου.
σοῦ μὲν οὔ οὐκ ἀπείρξομαί σου.
837 πόλει ταῖς Θήβαις.
840 ὁδοιπορεῖν ἀναχωρεῖν ἐντεῦθεν, Κρέων.
842 ἐναίρεται — σθένει: τουτέστι βίᾳ πορθεῖται.
845 πρὸς βίαν κ. ἑ. ἀπαγομένης δὴ τῆς Ἀντί-
γονῆς ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος· ἐν
μέρει δὲ παθητικά ἐστιν.
848 ἐκ τούτοιν ἐκ τῶν θυγατέρων αἷς ὡς
σκήπτροις ἐχρῆτο καὶ βακτηρίᾳ.
858 πόλει ταῖς ήβαις.
864 μὴ γὰρ αἳθε δαίμονες κ. ἑ.μὴ ἄφωνος
γενοίμην εἰς τὸ καταρᾶσθαί σε.
866 ὅμμʹ | φησὶ τὴν Ἀντιγόνην.
875 χρόνῳ γηρῶν.
βραδὺς βαρύς.
τὸ παλαιόν φησι βαρύ.
ταύτην δʼ ἄρα οὐκέτι νομιῶ πόλιν εἰ σὺ ἀπάξεις τοῦτον.
881 τά γ᾿ οὐ τελεῖ ταῦτα ἃ λέγει οὐ
πληρώσει.
882 εἰ τελέσω Ζεὺς εἰδείη.
883 ἀνεκτέα ἀνεκτέον· οὕτω γάρ φασι σκαπτέα,
φυτευτέα ἀντὶ τοῦ σκαπτέον, φυτευτέον.
887 τίς ποθʼ ἡ βοή;: ἄκρως τῇ οἰκονομίᾳ τὸ
μαθεῖν τὸν Θησέα
τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ
διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος.
890 θᾶσσον ἢ καθʼ ἡδονὴν ποδὸς ταχύτερον ἢ ὡς
ἔδει βαδίζειν.
900 σπεύδειν ἀπὸ ῥυτῆρος. ἀντὶ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἀπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα.
ἀπὸ ῥυτῆρος: ἀπὸ ὑποδήματος ἀντὶ τοῦ ὡς ἔχει
σχήματος
ἕκαστος.
ἔνθα δίστομοι: ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε.
903 ξένῳ τῷ Κρέοντι.
905 εἰ μὲν διʼ ὀργῆς ἧκον: εἰ μὲν διʼ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος.
906 οὐδʼ ἀφῆκʼ ἂν (οὐ) μεθῆκʼ ἄν.
908 τούτοισι κοὐκ ἄλλοισιν: ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπασθήσεται.
909 οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν πρὶν ἂν ἀγάγῃς
τὰς κόρας.
912 οὔθʼ ὧν πέφυκας τῶν προγόνων.
916 ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι: ἀντὶ τοῦ μεθίστασαι· εἰώθεσαν δὲ
οὕτω λέγειν καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν μετεστήσαντο,
παρἐστήσαντο
δὲ λέγουσιν.
καὶ παρίστασαι βίᾳ: τὸ παρίστασαι ἴσον ἐστὶ τῷ καταδουλοῖς καὶ ὑποχείριον
ποιεῖς καὶ πάλιν παραστήσασθαι τούσδε τινάς φασι· παραφυλάττεσθαι δὲ
αὐξητικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ
κεφάλαια.
ἀντὶ τοῦ καταδουλοῖς αὐτὴν βίᾳ.
929 σὺ δʼ ἀξίαν οὐκ οὖσαν: οὐκ οὖσαν ἀξίαν πόλιν τὴν Θήβην.
934 εἰ μὴ μέτοικος τῆσδε: ἀντὶ ἔνοικος· οὐ γὰρ αὐτὸ τοῦτο τὸ μέτοικος ὡς
ἡμεῖς φαμεν εἴρηται, μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας
οἰκοῦντας, πρὸς
λέγων οὕτω
ἀντὶ ἔνοικος.
939 ἐγὼ οὔτʼ ἄνανδρον: τὴν ῥητορείαν παραφύλαξον εἰ τῶν μὲν
κατηγορηθέντων αὐτοῦ οὐχ ἅψεται
καινὰ δέ τινα ἐνθυμήματα καὶ
πάνυ εὔλογα ἐξευρίσκων ἀντερεῖ.
942 αὐτούς τοὺς Ἀθηναίους.
943 ξυναίμων τῶν συγγενῶν.
945 παρʼ ὅσον αὐτὸς τέκνον ἐστὶ μητέρα γεγαμηκώς.
947 τοιοῦτον αὐτοῖς Ἄρεος: ᾔδειν δὲ εὔβουλον ὄντα τὸν Ἀρειον
πάγον· τοῦτον δὲ χθόνιον εἶπεν οἷον ἐγγενῆ καὶ αὐτόχθονα, ἐγχώριον, οὐχ,
ὡς οἱ ἐξηγησάμενοι οἴονται, παρὰ τὸ τοὺς δικαζομένους ἐν αὐτῷ ὑπὸ τὴν
χθόνα εἶναι· χθόνιον τοίνυν τὸν αὐτόχθονα·
λέγοι δὲ ἂν τὴν
Ἀρεοπαγῖτιν βουλήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ
περὶ τῆς προσηγορίας αὐτοῦ πολλαχοῦ.
950 πίστιν ἴσχων ἐγὼ θαρρῶν.
954 θυμοῦ γὰρ οὐδὲν γῆρας: οἷον οὐκ ἔστι θυμοῦ
κρατῆσαι
ἄνθρωπον ὄντα· οὐ καταγηράσκει· τὸ ὡμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου
960 λῆμʼ ἀναιδές:
πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλʼ ὑπὸ τοῦ
Οἰδίποδος· ἡ δὲ αἰτία πρόδηλος· καὶ ἅμα παραφύλαττε εἰ καὶ οὕτω πιθανῶς
ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους εἴ τις ἀκριβῶς
ἐξετάζοι ἄδικος μὲν οὐκ ἔστιν ἀτυχὴς δὲ
καὶ περιπαθής.
961 ἢ σαυτοῦ ἐπεὶ τὴν ἀδελφήν σου
λοιδορεῖς.
965 μηνίουσιν ὀργιζομένοις.
973 ἔα ἦ.
977 τό γ᾿ ἆκον τὸ ἀκούσιον.
978 τὸ ἑξῆς, μητρὸς δὲ, γάμους, τλήμων, οὔσης ὁμαίμου σῆς ἀναγκάζων με λέγειν οὐκ ἐπαισχύνῃ.
1000 ἅπαν καλὸν λέγειν νομίζων τουτέστιν
ἀθυρόστομος ὤν.
1006 ὅθʼ οὕνεκ’ εἴ τις γῆ: ὅτι οὕνεκα, ἐκ παραλλήλου
τὸ αὐτὸ ἀντὶ τοῦ εἴθ’ ἄφελεν· ἀντὶ ἀγνοεῖς
τοῦτο, Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπίσταται γιγνώσκειν ἡττᾶται περὶ τὸ
φιλόθεον τῇ Ἀττικῇ.
1016 οἱ μὲν οἱ θεράποντες Κρέοντος.
1023 ἄλλοι: Ἀθηναῖοι ἐπιδιώκουσιν αὐτούς.
οὕς τοὺς Ἀθηναίους.
1024 ἐπεύξωνται οἱ σοὶ θεράποντες.
1031 πιστὸς ὤν ἀντὶ πιστεύων, καταστρέφει δὲ
εἰς τὸ πεποιθώς.
1044 εἴην ὅθι δαίων: ὁ μὲν Κρέων καὶ ὁ Θησεὺς ἀπῆλθον ὑπονοῶν αὐτὸν οὐ
ψιλὸν ἥκειν ἀλλὰ μετά
τινος χειρὸς ἥν πλησίον που
ἐστρατοπεδευκέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως
προβεβηκότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην, εἴθε εἴην ὅπου αἱ
συμβολαὶ καὶ αἱ μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ αὐτῷ
τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ
Κρέοντος καί φησιν, εἴθε ἐπόπτης
ἐγενόμην αὐτῶν.
ἐπιστροφαὶ ἀντὶ ἀναστροφαί.
1046 χαλκοβόαν στερεοβόαν, μεγαλόφωνον.
1047 ἢ πρὸς Πυθίαις: ἀπὸ κοινοῦ τὸ ἀκταῖς ληπτέον, λέγοι δʼ ἂν Πυθίας
ἀκτὰς τὸν τοῦ Πυθίου
Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι
ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον· ἱστορεῖ περὶ τούτων Φιλόχορος ἐν τῇ
Τετραπόλει γράφων οὕτως, ὅταν δὲ σημεῖα γένηται παραδεδομένα ἐν τοῖς
ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους Πυθιάδα καὶ
Δηλιάδα ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις ὅταν μὲν
τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται ἐν Οἰνόῃ καθʼ ἑκάστην
ἡμέραν ἐν τῷ Πυθίῳ
Μαραθῶνι Δηλίῳ.
ὡς περὶ Μαραθῶνα οὔ τὸ Πύθιον ἵδρυται.
1048 ἢ λαμπάσιν ἀκταῖς ἕως τέλη θνητοῖσιν: τὰ περὶ Ἐλευσῖνα μέρη φησὶ καὶ
εἴη λαμπάσιν ἀκταῖς ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ
δᾳδουχουμέναις
ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴων
περὶ ὧν Ἀἰσχύλος φησὶ
ἀκταῖς τὸν βωμόν.
1049 οὗ πότνιαι σεμναί: αἱ Θεσμοφόροι, έλη δὲ τὰς τελετάς· καὶ Ἀἰσχύλος
1050 τιθηνοῦνται ἐπιμελοῦνται καὶ ἀξιοῦνται
θεραπείας.
1051 ὧν τῶν τετελεσμένων.
ὧν καὶ χρυσέα κληίς. ἐπεὶ ἄρρητα τὰ μυστήρια καὶ καθάπερ κλεισὶν ἡ γλῶσσα κατείληπται ὑπὲρ τοῦ μὴ ἐξενεγκεῖν.
1053 προσπόλων Εὐμολπιδᾶν: ζητεῖται τί δήποτε
ἀπὸ
τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα γράφει οὕτως,
κατοικῆσαι δὲ τὴν Ἐλευσῖνα ἱστοροῦσι δὲ πρῶτον μὲν τοὺς
αὐτόχθονας εἶτα Θρᾷκας τοὺς μετὰ Εὐμόλπου παραγενομένους πρὸς βοήθειαν
φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν
συντελουμένην κατʼ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ· Ἄνδρων μὲν οὖν
γράφει οὐ τὸν Εὔμολπον εὑρεῖν
δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν
ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην
γεγονότα.
1054 ἐγρεμάχαν γράφε ὀρειοβάταν οἱονεὶ τὸν διὰ
τῶν ὀρῶν βαίνοντα τῶν προειρημένων χωρίων.
1059 ἦ που τὸν ἐφέσπερον: τὸν Αἰγάλεων φησι· καὶ γὰρ τοῦτο ἐπʼ ἐσχάτων
ἐστὶ τοῦ δήμου τούτου· καταλέγουσι δὲ χωρία παρʼ ἃ μάλιστα εἰκάζουσι τὴν
ἱστορεῖ οὕτως, ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν·
καὶ μετʼ ὀλίγα, ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν χαλκοῦν
μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω·
ἤτοι οὖν τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων· ὁ δὲ νοῦς, ἆρα ἐπὶ
τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν;
τὸν ἐφʼ ἕσπερον ἐπὶ τὸν ἕσπερον.
1060 πελῶσ᾿ γράφε πελάζουσι.
1061 Οἰάτιδος ἐκ νομοῦ: Οἴα δῆμος τῆς Ἀττικῆς ὅθεν καὶ τὸ Οἴηθεν· ἐκ νομοῦ δὲ πάλιν χωρίου Ἀττικοῦ οὕτω καλουμένου ἐν νέμουσιν· ἐς νεμήσεως παρακειμένης.
1065 ὁ προσχώρων ὁ Κρέων.
ἀντὶ τοῦ ἐπιχωρίων.
1066 Θησειδᾶν τῶν Ἀθηναίων, ἁπλούστερον δὲ
Θησειδᾶν φησι τῶν Ἀττικῶν τῶν ὑπὸ Θησέα τεταγ- μένων.
1068 τὸ ἑξῆς, πᾶσα δʼ ὁρμᾶται ἄμβασις.
1069 ἀμπυκτήρι᾿ φάλαρα πώλων.
1076 τάχ᾿ ἐνδώσειν τὰν δεινά τάχα ἐνδώσει, φησίν, ὁ Κρέων τὴν πολλὰ
δεινὰ τλᾶσαν τὰς παρθένους ἀπὸ τῆς ἑτέρας δηλῶν ὡς καὶ κατωτέρω τῷ
ὁμοίῳ σχήματι χρῆται· δύναται δὲ καὶ ἑτέρα προσῳδία εἶναι
τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν.
1077 δεινὰ τὰ σὰ δεινά.
1094 διπλᾶς ἀρωγὰς τουτέστι τῇ διπλῇ ἀρωγῇ
λέγει τῇ πόλει καὶ τοῖς πολίταις· νῦν δὲ διὰ τοῦ
στέργω
σημαίνει μὲν οἷον προσίεμαι τελευτᾷ δὲ εἰς ἴσον τῷ προσκαλοῦμαι.
1096 ἔτι χορός.
1113 ἐμφύντε ἀντὶ τοῦ ἐμφῦσαι.
1114 τοῦδε (τοῦ) τε.
1119 ἰδίως ἐσχημάτισε καὶ τὸν λόγον, μὴ προσθαύμαζέ μου τὸ λιπαρές, τὸ
λίαν προσκεκαθικὸς τῆς ψυχῆς τοῖς τέκνοις, τὸ δὲ ἐχόμενον οὐ καταλλήλως
εἶπεν· οὐ γάρ φησιν ἀέλπτως φανέντων ἐμοὶ τῶν τέκνων μηκύνω τὸν λόγον
ἀλλὰ
εἶτα
μηκύνω τὸν λόγον.
πρὸς τὸ λιπαρὲς πρὸς τὸ κελεύειν εἰ
μακρηγορήσω. λιπαρὲς ἀρέσκον.
1138 μέλου ἀντὶ τοῦ ἐπιμελοῦ.
1140 θαυμάσας ἔχω ἀντὶ τοῦ ἐθαύμασα
Ἀττικῶς.
1148 ἁγὼν οὗτος.
1153 ἄνθρωπον δέ, φησίν, ὄντα οὐ δεῖ πρᾶγμά τι κακίζειν
δεῖ.
1156 καθʼ ὑπόθεσιν ἱκετεύει ὁ Πολυνείκης πρὸς αὐτοὺς παραγενέσθαι
καὶ τὸν Οἰδίπουν κατά τι λόγιον ἐμπεσὸν ὅτι πρὸς οὓς ἂν
γένοιτο ὁ Οἰδίπους κρατήσουσι τῆς βασιλείας· τοῦτο οὖν ἀγγέλλει ὁ
Θησεύς.
ἔμπολιν ἐν τῇ αὐτῇ πόλει οἰκοῦντα.
1159 ἔκυρον ἀντὶ τοῦ ἐκύρουν, ταὐτὸν τῷ
ἐτύγχανον.
1164 τὸ ἑξῆς, φασὶν αὐτὸν μολόντʼ αἰτεῖν ἐς λόγους σοι ἐλθεῖν.
1171 ὁ προστάτης ὁ ἱκέτης, ὁ προσεστηκὼς τῷ
βωμῷ.
1173 πρὸς τὸν Θησέα φησίν. ὧδε παῖδα αὐτὸν κέκληκεν.
1178 εἰκαθεῖν παραγωγῶς ἀντὶ τοῦ εἴκειν.
1181 οὐχ ὡς οὐκ ἂν πεισθησομένου τῷ Θησεῖ
τοῦ Οἰδίπου οὕτως
ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως ἀλλʼ αὐξήσεως χάριν καὶ
τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν πρὸς τὸν Θησέα
ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος.
1185 τὸ ἑξῆς, οὐ γὰρ μή σοι συμφέροντα
λέξεται πρὸς βίαν σε
παρασπάσει γνώμης, θάρσει· τὸ δὲ λέξεται ἀντὶ τοῦ· λέξει, ὁ Πολυνείκης
δῆλον ὅτι.
1194 ἐξεπᾴδονται καταπραῦνονται.
1195 ἂν αὐτῷ ἀλλʼ ἀπὸ τῆς ἄγαν ὀργῆς
ἀπέβη· τούτου γὰρ αὐτὸν ἀποτρέπειν βούλεται.
1203 τίνειν ἀντὶ τοῦ ἀμείβεσθαι.
1209 σὺ δὲ σὲ δέ.
1210 σῶν ἀντὶ τοῦ σῷον.
1211 ὅστις τοῦ πλέονος μέρους. κατάδηλός ἐστιν ὁ χορὸς ἐν ταὐτῷ ἀναφωνῶν
καὶ ἀλληγορῶν περὶ τῆς
τῶν ἀνθρώπων ἀπληστίας καὶ ἔοικε τῷ
1219 ὁπότʼ ἄν τις γράφε ὅπου ὅτʼ ἄν τις. ἐς
πλέον πέσῃ: ἐς πλέον τοῦ προσήκοντος. ἀφανῆ
τὰ τέρποντα
γίνεται καὶ πᾶσιν ἄδηλα.
1220 τοῦ θέλοντος ἀντὶ τοῦ μετρίου, τοῦ ἱκανοῦ.
οὐδʼ ἔπι κόρος. ταῦτα καθʼ ἑαυτόν· φησὶ δὲ ὁ χορός, τῷ πλεονεκτεῖν
ἐθέλοντι παρὰ τὸ καίριον καὶ τὸ μέτριόν ἄχορος ἐστιν οὗτος
ἰσοτέλεστος, ὁμοίως
ἀποθνήσκουσιν οἱ τοιοῦτοι· τὸ ἐξῆς δὲ
ἰσοτέλεστος θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου βῆναι κεῖθεν ὅθενπερ ἥκει
ὡς τάχιστα:. τούτου ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς
κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος
ὅτε ἂν ὁ Ἅίδης
ἐπέλθῃ.
οὐ παύσονται τοῦ κόρου πρὶν εἰς θάνατον ἔλθωσιν. κοῦρος οἶμαι κόρος.
1223 ἄλυρος: ἐπεὶ ἐν θανάτῳ οὐχ ὑμνοῦσιν ἢ μετὰ θάνατον οἱ τοιοῦτοι οὐχ ὑμνοῦνται.
1225 μὴ φῦναι τὸν ἅπαντα: πάνυ ἄριστον ἀνθρώποις τὸ μὴ φῦναι· παρὰ τὸ λεγόμενον
ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον.
1226 τὸ δ᾿, ἐπεὶ φανῇι τούτου τὸ ἐξῆς, ἐπεὶ δὲ φανῇ τὸ βῆναι ἐκεῖθεν
ὅθενπερ ἥκει ὡς τάχιστα παρὰ
πολύ τῶν ἄλλων δεύτερόν ἐστιν,
ἐκείνου, τοῦ μὴ φῦναι καθόλου.
1229 ὡς εὖτ’ ᾶν τὸ νέον παρῇ. ὡς ἡνίκʼ ἂν νηπιότης παρῇ (ταύτας γάρ φησι
κούφας ἀφροσύνας) οὐδὲν ἐπιλογίζεται τῶν δεόντων· ἰδίως δὲ αὐτὸ
ἐξήνεγκεν
ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν.
1231 τίς πλάγχθη: τοῦτο ἰδίως ἐξήνεγκεν, βούλεται δέ τι τὸ
τοιοῦτο σημαίνειν, τίς ἂν πλαγχθείη τῶν πολλῶν μόχθων;
τίς ἔξ τοῦ πολύμοχθος εἶναι ἐπλανήθη;
1232 τίς οὐ καμάτων ἔνι; φόνοι: ταῦτα ὑποκριτικῶς εἴρηται κατὰ τοιαύτην ὑπόκρισιν καθʼ ἥν ἐμφαίνεται πρότερον μὲν ὅταν εἴπῃ τίς πλάγχθη τῶν μόχθων τῶν πολλῶν; ὑπακουόμενον τὸ τοιοῦτο οὐδείς, πάλιν δὲ ὅταν ἑξῆς ἐπιζεύξῃ τίς οὐ καμάτων ἔνι; τὸ πᾶς· βούλεται γὰρ καὶ νῦν κατὰ τὸ ὅμοιον λέγειν, οὐδείς ἐστι κάματος ὅς οὐκ ἔνεστιν.
1248 αἱ δὲ νυχίαν ἀπὸ ῥιπᾶν: τὰ ἀπὸ τῶν ὀρῶν φησι τῶν προσαγορευομένων
Pιπῶν· τινὲς δὲ οὕτω καλοῦσι Ῥίπαια ὄρη· λέγει δὲ αὐτὰ ἐννύχια διὰ τὸ
πρὸς τῇ δύσει κεῖσθαι· μέμνηται δὲ καὶ Ἀλκμὰν λέγων οὕτω
1257 παραφύλαττε πάλιν τὴν τέχνην τῆς ῥητορείας αὐτοῦ ὅτι οὐκ εὐθέως ἐπὶ τὴν ὑπόθεσιν ἑαυτοῦ ἀπαντᾷ ἀλλὰ προκατασκευάζει τὰ ὅλα εἰς εὔνοιαν.
1262 κοινὰ δὲ τούτοις, ὡς ἔοικεν, γίνεται.
1270 ἄκη ἀντὶ τοῦ ἀνακαλέσασθαι αὐτὰ καὶ
ἀναλῦσαι.
προσφορὰ ἐπανάληψις.
1277 τὸ δυσπρόσοιστον τὸ δυσπροσπέλαστον.
1291 ἃ δʼ ἦλθον λείπει ἡ διά.
1311 σὺν ἑπτά τε λόγχαις ἕκαστον σύστημα ἑνικῶς
ὀνομάζει λόγχην ὡς εἴ τις ἐπὶ πολλῶν ἵππων εἴπῃ τὴν ἵππον.
1320 ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι
στρατεῦσαι
ἀλλὰ τὸν Ταλαοῦ ὃν ἔνιοι διὰ τοῦ κ Καλαὸν προσαγορεύουσι καθάπερ
Ἀρίσταρχος ὁ Τεγεάτης καὶ Φιλοκλῆς ἱστοροῦσι, συγγραφέων δὲ Ἑκαταῖος ὁ
Μιλήσιος.
1321 ἐπώνυμος παρὰ τὸ παρθένος οὕτω κληθείς.
1329 τῷδʼ ἀνδρὶ δεικτικῶς· καὶ ἔστι πυκνὸς ἐν
τῷ τοιούτῳ Σοφοκλῆς.
1333 παθητικόν ἐστι τὸ πρὸς τῶν πατρῴων κρηνῶν ὁρκοῦν ὡς εἰ ἔφη πρὸς τῶν
ἐκθρεψάντων σε
ὑδάτων.
1346 ἤρξατο πάλιν ὁ χορὸς χρηστόν τι συμβουλεύειν.
1350 δικαιῶν δίκαιον κρίνων.
1354 ὅς γ᾿, κάκιστε: δαιμονίως τῇ ἀποστροφῇ
χρῆται ἀπὸ τοῦ
χοροῦ ἐπὶ τὸν Πολυνείκην ὁ Οἰδίπους· παραφύλαξον δὲ πῶς οἱ αὐτοὶ τῶν
λόγων γίνονται τῶν μὲν θηλειῶν ἐγκώμιον τούτου δὲ κατηγόρημα.
1375 τοιάσδʼ ἀράς: τοῦτο ἅπαξ ἅπαντες οἱ πρὸ ἡμῶν παραλελοίπασιν, ἔχει δὲ
τὰ ἀπὸ τῆς ἱστορίας
οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην
διʼ ἔθους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου μοῖραν
τὸν ὦμον ἐκλαθόμενοί ποτε εἴτε κατὰ ῥᾳστώνην εἴτε ἐξ ὁτουοῦν ἰσχίον αὐτῷ
ἔπεμψαν, ὁ δὲ μικροψύχως καὶ τελέως ἀγενῶς ὅμως γοῦν ἀρὰς ἔθετο
κατʼ αὐτῶν δόξας κατολιγωρεῖσθαι· ταῦτα ὁ τὴν κυκλικὴν
Θηβαΐδα ποιήσας ἱστορεῖ οὕτως
γελοιότερον διὰ τούτων
1399 καὶ αὕτη δευτέρα ἐστὶν ὥσπερ δέησις καὶ
πάνυ πιθανῶς.
1426 χρῄζει ἐν ἴσῳ τῷ χρησμῳδεῖ. τοῦτο ἐφʼ
ἑαυτοῦ φησι καὶ τοῦ ἀδελφοῦ, ἡμῖν δὲ οὐ συμβατέα οὐδὲ συγχωρητέα.
1427 τίς δὲ τολμήσει ἕπεσθαι κλύων τὰ τοῦδε
τἀνδρός;
1429 καὶ ἐν ταῖς τέχναις ἔστι τοῦτο, ὅτι οὐ πάντα δεῖ ἀληθεύεσθαι ἐὰν μὴ χρήσιμα ᾖ ἀλλὰ δεῖ καί τι ψεύδεσθαι.
1437 μέθεσθε δʼ ἤδη: καὶ ἐκ τούτου δῆλον ὅτι
ἐν τῇ παρακλήσει ἄμα τοὺς λόγους λέγουσα τούτους εἴχετο
αὐτοῦ ἡ ἀδελφή.
1444 καὶ τῇδε — χἀτέρᾳ καὶ τοιᾷδε τύχῃ καὶ
ἐναντίᾳ.
1447 νέα τάδε νεόθεν: εἰ καὶ ὅτι μάλιστα ξενικά
ἐκτὸς εἰ μὴ μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν
ἀπολαύσομεν ὧν ἀπολαύομεν.
νεόθεν νεωστί.
1450 εἴ τι μοῖρα μὴ τυγχάνῃ: εἰ μὴ κατὰ μοῖραν ταῦτα πάσχω εἴποιμι ἂν ἐκ
τοῦ Πολυνείκους νέα μοι
κακὰ ἐληλυθέναι.
1451 μάτην γὰρ οὐδέν: οἷον οὐδέν ἐστι μάταιον ὑπὸ θεῶν ἀξιωθὲν πραχθῆναι
ἀλλʼ ὅ ἂν γίνηται ὑπὸ θεῶν τοῦτο καλῶς γίνεται· τὸ δὲ ἑξῆς, μάτην γὰρ
οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι, ἐπειδὴ ὁρᾷ ταῦτʼ
ἀεὶ
χρόνος ἕτερα μὲν αὔξων ἄνω τὰ δὲ παρʼ ἦμαρ αὖθις ὅ ἐστιν εἰς τὸ ἔμπαλιν
τρέπων τὰ ἤδη αὐξηθέντα οἷον πάντα ἔχει ὑφʼ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ
τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαίνεται τουτέστιν ἐν
τῷ χρόνῳ πολλαὶ μεταβολαὶ
καὶ ὁρᾶται ὁ χρόνος πολλὰ μὲν
αὔξων παρʼ ἦμαρ πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων.
1456 ἔκτυπεν αἰθήρ: τὸ συνεκτικώτατον τοῦ δράματος ἐν τούτῳ καθὰ προεῖπεν
ὁ Οἰδίπους
1459 τἀξίωμ᾿ βούλημα.
1464 ἄκραν φόβαν κρατός, οὕτως ἀποδώσεις.
1466 οὐρανία ἀντὶ τοῦ ταχεῖα.
1468 τί μὰν ἀφήσει: τοῦτό φησιν, οὐ μάτην
συμφορᾷ · νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς
συντυχίας· οἷον ἐπί τινι γίνεται ἡ διοσημία.
ἀφῇς ἀφήσει.
1469 ἅλιον μάταιον.
1470 οὐκ ἄνευ ξυμφορᾶς ἀπὸ κοινοῦ τὸ
ἐφορμᾷ.
1472 τῷδʼ ἐπʼ ἀνδρὶ ἀντὶ τοῦ ἐμοί.
ἡ θέσφατος τελευτή, ἡ θεσπισθεῖσα τελευτή.
1473 ἀποστροφὴ ἀποφυγή.
1474 τῷ τίνι τεκμηρίῳ;
συμβαλὼν νοήσας, στοχασάμενος.
1478 ἀμφίσταται περιίσταται ἡμῖν μέγας
ψόφος.
1480 ἵλαος, δαῖμον: εὐσεβέστατα ὁ χόρος εὔχεται πρὸς τὸν θεὸν εἰ ἐπί τινι χαλεπῷ ταῦτα πράττει ἵλεων αὐτὸν γενέσθαι· ὅρα οὖν ὅτι ἡ συμφορὰ ἐπὶ τῆς μέσης ἐννοίας κεῖται.
λείπει τὸ ἕσο.
γᾷ τῆ Ἀττικῇ.
1481 ἀφθεγγὲς χαλεπόν.
1482 ἐναισίου δὲ συντύχοιμι μηδὲ πονηρῷ τινι
συντύχω.
1484 ἀκερδῆ χάριν ἧς φαῦλον τὸ κέρδος.
μετάσχοιμι ἀντὶ τοῦ σχοίην.
1486 ἁνὴρ ὁ Θθησεύς.
1488 τί δʼ ἂν θέλοις τὸ πιστόν: τί τὸ πιστὸν θέλεις ἐμβαλεῖν τῇ φρενὶ
ἐκείνου, τῇ τοῦ Θησέως
δῆλον ὅτι; ἀντὶ τοῦ τί βούλει πιθανὸν
ἀνακοινώσασθαι τῷ Θησεῖ;
1490 δοῦναι σφιν: ὅτι ἡ σφιν ἀντὶ τῆς οἱ ἀντωνυμίας κεῖται· ἔδει γὰρ
ἀντὶ τοῦ αὐτῷ (κατὰ τιμὴν δὲ πληθυντικῶς) ἃ πάροιθʼ ὑπεσχόμην.
1491 ἰὼ παῖ: θαυμαστῶς ὁ χορὸς βοᾷ· ἐπείγει γὰρ τὸ πρᾶγμα.
1493 ἡ ἐπὶ πρὸς τὸ ἄκραν ἵνʼ ᾖ ἐπʼ ἄκραν πέτραν.
γύαλον ἀντὶ τοῦ πέτραν.
Ποσειδαονίῳ Ποσειδῶνι.
ἀντὶ τοῦ Ποσειδῶν ἐστιν ἐνάλιος θεός, ὁ δὲ ἑτέρως ἐσχημάτισεν κτητικώτερόν πως διὸ κεῖται τὸ χ.
1495 ἁγιάζων ἁγίζων.
1500 κοινὸς ὑμῶν τε καὶ Οἰδίποδος.
1503 ἐπιρράξασα ἀντὶ τοῦ ἐπέρραξεν.
1506 τύχην ἐπιτυχίαν.
1507 νέορτον ἀντὶ τοῦ νέον.
1508 τὸ ἑξῆς, καί σε μὴ ψεύσας.
1512 σημάτων προκειμένων οἷον διὰ τῶν
σημείων.
1519 γήρως ἄλυπα ἕως γήρως.
τῇδε κείσεται γράφε σῇ τε κείσεται.
1523 μήθʼ οὗ κέκευθε μήτε ὅπου κρύπτεται ὁ
χῶρος.
1525 εἰ μὲν βαρυτόνως γειτόνων τῶν Θηβαίων εἰ δὲ περισπωμένως ἀντὶ τοῦ γειτνιῶν ὁ τάφος.
1526 ἐξάγιστα καθαρά· σημαίνει γὰρ καὶ τὸ ἄγος
τοῦτο. οὕτως, ἐξάγιστα ἀντὶ ἁγνὰ καὶ μὴ οἷά τε ῥηθῆναι· καὶ ἐπὶ τούτου
γὰρ χρῶνται πολλαχοῦ.
1530 χρησίμως καὶ τοῦτο ὥστε παρὰ τὸν καιρὸν τῆς τελευτῆς παραδιδόναι τὸ
ἀπόρρητον τῷ πρεσβυτέρῳ
υἱῷ ὑπὲρ τοῦ μέχρι τοῦ παντὸς
διαμεῖναι τὴν ὠφέλειαν τοῖς Ἀθηναίοις διʼ ἧς τῶν Θηβαίων
κρατήσουδιν.
1533 ἀδῇον ἀδῄωτον.
1535 κἂν δικαίως τις πολιτεύηται πολλαὶ πόλεις
ἀδίκως
ἐπέρχονται.
1541 ἐντρεπώμεθα ἀντὶ τοῦ ἐπιστρεφώμεθα· Ὅμηρος
1542 ἐγὼ γὰρ ἡγεμὼν ὑμῖν πέφηνα ὥσπερ ὑμεῖς τῷ πατρί.
1543 σφὼ ὑμεῖς.
1547 οὐ πταίει ὁ ὑποκριτὴς ἀλλʼ εὐθὺ ἄπεισιν ὥσπερ ἀγόμενος ὑπὸ τοῦ θεοῦ· πάνυ δὲ σεμνῶς καὶ τοῦτο Ἑρμῇ προσέθηκεν.
1549 φῶς ἀφεγγές: ὃ τῷ νῷ ὁρᾶται, οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς.
1553 πρόσπολοί τε σοὶ οἱ Ἀθηναῖοι.
1556 τὰν ἀφανῆ θεὸν τὴν Περσεφόνην φησίν.
1558 ἐννυχίων τῶν ἐν νυκτὶ ἀεὶ καὶ σκότῳ
διατριβόντων, τεθνηκότων.
1560 λίσσομαι μήτʼ ἐπιπόνῳ: τὰ ἑξῆς μὲν δῆλα ἐκ τῆς λέξεως τὸ δὲ δίδου
μοι τοῦτο ἀσυνάρτητόν πως φαίνεται ἡμῖν· ἐπιστῆσαι οὖν ἄξιον λαβόντας
καλὸν ἀντίγραφον, δίδου μοι τὸν ξένον κατανύσαι τὰν
παγκευθῆ κάτω νεκύων πλάκα καὶ Στύγιον δόμον μήτε ἐπιπόνῳ μήτʼ ἐπὶ
βαρυηχεῖ μόρῳ· εὔχονται δὲ αὐτῷ μὴ δυσθανατῆσαι.
1565 καὶ μάταν πημάτων: τὸ μάτην ἱκνουμένων
ἔν τινι τρόπῳ
εἴρηκε παρʼ ὅσον σχεδὸν πάντα τὰ ἁμαρτήματα τῷ Οἰδίποδι ἀκουσίως
ἐγένετο· καὶ νῦν οὖν κατὰ τοῦτο μάτην ἂν λέγοι τιμωρίαν ὑποσχεῖν
αὐτόν.
1567 ἀποστρέφει τὸν λόγον· πρὸς τὸν Οἰδίποδα.
1568 χθόνιαι θεαὶ ὦ Ἐρινύες.
1569 θηρὸς τοῦ Κερβέρου.
1571 εὐνᾶσθαι κοιμᾶσθαι.
κνυζεῖσθαί τʼ λείπει τὸ φασίν· ὁ γὰρ νοῦς
τοιοῦτος, ὅν φασι κοιμᾶσθαι κνυζεῖσθαί τέ φασι· τοῦτο δὲ αὐτὸς
ἀποδέδωκεν εἰπὼν λόγος αἰὲν ἀνέχει, ἤρκει
δὲ εἰ κατʼ
ἔλλειψιν ἐξενήνεκτο ὁ λόγος.
1573 λόγος αἰὲν ἀνέχει ἀντὶ τοῦ φασίν.
1574 ὅν, Γᾶς παῖ: τὸν Κέρβερον ἐξευμενίζομαι τῷ ξένῳ ὁρμωμένῳ καὶ περῶντι νερτέρας νεκρῶν πλάκας ἀβλαβῶς ὑπαντῆσαι.
ἐπανέλαβε· τῷ δὲ ἑνικῷ κέχρηται ἀντὶ πληθυντικοῦ· λέγει γὰρ τὰς Εὐμενίδας, ταύτας δὲ οὕτω καὶ ἐν ἀρχῇ γενεαλογεῖ.
1578 σέ τοι κικλήσκω: τουτέστι τὸν διὰ παντὸς κοιμώμενον· φησὶ δὲ τὸν
Θάνατον ὥσπερ δαίμονά τινα ὄντα· πρὸς πάντας γὰρ σχεδὸν τοὺς ὑποχθονίους
τὴν παράκλησιν ἐποιήσαντο, τὸν Πλούτωνα, τὴν Περσεφόνην,
τὸν
Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν.
ὑφ’ ἓν ἀναγνωστέον αἰένυπνον ἀείυπνον· οὕτως ἀποδιδόασι.
1579 ἄνδρες πολῖται, ξυντομωτάτως: ἀντὶ τοῦ συντόμως· ἔστι δὲ ὁ ἄγγελος
εἷς τῶν ἀκολουθησάντων
Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια
ἀπαγγέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν ἦν
θεάσασθαι.
1584 τὸν ἀεὶ βίοτον: τὴν ζωήν· εἰώθασι γὰρ τὸ ἀεὶ καὶ ἐπʼ ὀλίγου χρόνου
τάσσειν· Ὅμηρος
τὸ μακρὸν γῆρας.
1587 ὡς μὲν γὰρ ἐνθένδε: ὑπερβατόν, ὡς μὲν γὰρ ἐνθένδε εἷρπεν ὑφηγητῆρος οὐδενὸς φίλων ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος καὶ σὺ παρὼν οἶδας.
1588 ὑφʼ ἡγητῆρος κατὰ συναλοιφήν, λέγει δὲ ὅτι
ὑπὸ οὐδενὸς ἡγητῆρος.
1589 ἐξηγούμενος προηγούμενος.
1590 ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην. ὃν ἐν ἀρχῇ εἶπεν χαλκόπουν ὀδὸν
τοῦτον νῦν ὑποτίθεται
ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει
τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν ἐκεῖνον
τὸν τόπον καταβάσιον ἔχειν εἰς Ἅιδου καί
ὁδὸν ἀντὶ τοῦ οὐδόν.
1592 μιᾷ ὡς πλειόνων οὐσῶν τῶν ὁδῶν.
1593 κοίλου πέλας κρατῆρος: τοῦ μυχοῦ· τὰ γὰρ
κοῖλα οὕτως
ἐκάλουν ἐκ μεταφορᾶς ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες
καλοῦνται· λέγει δὲ διʼ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν· Πειρίθου
τε, φησί, κεῖται ξυνθήματα οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς
ἀλλήλους περὶ τῆς
ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατῆλθον· πιθανῶς δὲ ὁ
Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττικῆς φησὶν δὲ τὸ ἐνταῦθα τὴν εἰς
Ἅιδου κατάβασιν Οἰδίποδος γενέσθαι.
1595 ἐφʼ οὗ μέσου: μέσου ἀντὶ τοῦ μεταξύ τοῦ
κρατῆρος ὅ ἐστι
τοῦ μυχοῦ στάς.
στὰς σταθεὶς καὶ μηκέτι ὁδεύσας.
τοῦ τε Θορικίου πέτρου; ταῦτα γνώριμα τοῖς ἐγχωρίοις· Θόρικος δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς.
1596 ἀπὸ κοινοῦ τὸ στάς, κοίλης δὲ ἀχέρδου τῆς
τὸν πυθμένα
ἐχούσης ὑπόκενον, σαπέντα.
1599 λουτρὰ ἐπὶ τὸ ἀφαγνισθῆναι αὐτὸν πρὸ
τελευτῆς.
1600 τώδʼ εὐχλόου Δήμητρος. εὐχλόου Δήμητρος ἱερόν ἐστι πρὸς τῇ
ἀκροπόλει· καὶ Εὔπολις Μαρικᾷ
ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι
γάρ με δεῖ κριὸν χλόῃ Δήμητρι
1601 ἐπιστολὰς ἐντολάς, πράξεις.
1603 ᾗ νομίζεται ὡς νομίζεται ἐπὶ τοῖς
νεκροῖς.
1606 Ζεὺς χθόνιος πάνυ σεμνῶς τὸ χθόνιος οἷον
μύκημα ἐγένετο καὶ ἐσείσθη ἡ γῆ προδηλοῦντος τοῦ θεοῦ τὸν καιρὸν ἐν ἔδει
ἀποτάττεσθαι τὸν Οἰδίποδα.
1608 οὐδʼ ἀνίεσαν οὐκ ἀνέπεμπον.
1611 πτύξας περιπλέξας.
1614 τροφὴν γηροκομίαν.
1617 ἀντὶ τοῦ οὐδεὶς πλέον μου ὑμᾶς ἐφίλησεν.
1621 λύγδην λύζοντες.
πάντες ἀντὶ τοῦ ὁμοῦ· κατʼ ἐπικράτειαν δὲ πάντες ἔφη ἑνὸς μὲν ὄντος τοῦ ἄρσενος, τοῦ Οἰδίποδος, δύο δὲ τῶν θηλειῶν· ὅμοιον τῷ
Μοῦσαι καλαὶ κἄπολλον οἷς ἐγὼ σπένδω.
1624 θώυξεν ἐκάλεσεν, ἐβόησεν.
1630 οἱ ἀντὶ τοῦ πρὸς αὐτόν.
1632 πίστιν ἀρχαίαν διὰ τοῦ ἀρχαίαν βούλεται
λέγειν ἀρχὴν πίστεως.
1634 ὅσ᾿ ἂν ὅσα ἄν.
1642 δικαιοῦν δίκαιον νομίζειν.
1646 ἀστακτὶ πολυστακτί, πολυδακρύτως.
1648 ἐξαπείδομεν ἴδιον αὐτοῦ τὸ πολλαῖς
κεχρῆσθαι
1650 ἄνακτα δʼ αὐτόν: τὸν δὲ Θησέα εἴδομεν κατὰ τοῦ κρατὸς ἔχοντα χεῖρα
ἐπίσκοτον ὀμμάτων ὅ
ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς
πρὸς τὸ μὴ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους ἢ τὸ σχῆμα τῶν θαυμαζόντων
ἐνδεικνύμενον.
1653 βαιὸν ἀντὶ τοῦ μετʼ ὀλίγον, οὐ μετὰ
πολύ.
1659 ἐξέπραξεν ἀνεῖλεν.
1661 ἢ τὸ νερτέρων γῆς πέδον εὔνουν διαστὰν ὅ ἐστι χάσμα αὐτῷ εὔνουν ἐγένετο.
1662 ἀλύπητον γράφε ἀλάμπετον.
1664 ἐξεπέμπετʼ ἐξέπνευσεν.
ἀλλʼ εἴ τις ὡς οὐδεὶς ἄλλος.
1665 εἰ δὲ μὴ δοκῶ φρονῶν: εἰ δέ τις οἴεταί με μὴ φρονοῦντα τοῦτο λέγειν οὐκ ἂν αὐτῷ συγχωρήσαιμι οὐδὲ συγκαταθείμην ὅτι ταῦτα ὡς ἄφρων λέγω.
1666 παρείμην παραχωρήσαιμι.
1667 χοἰ προπέμψαντες φίλων ἀντὶ τοῦ ὁ Θησεύς.
1669 φθόγγοις δὲ σημαίνουσιν: αἱ θυγατέρες ἐν μέρει αὐτοῦ ἀπολοφύρονται ἐφʼ οἷς τε νῦν σὺν τῷ πατρὶ ἔπαθον καὶ ἅπερ ἐκδέξεται αὐτάς· καὶ ἔστι τὰ ἐφεξῆς τοῦ δράματος οὐκ εὐκαταφρόνητα.
1670 τὸ ἑξῆς, ἔστι νῶιν στενάζειν οὐ τὸ ἔμφυτον
μὲν πατρὸς
αἷμα ἄλλο δὲ μὴ ἀλλὰ πολλὰ δῆλον ὅτι.
1674 ἄλλοτε μὲν πόνον: πρότερον μέν τινα ἐπάσχομεν ἐπὶ τῷ πατρὶ τὸ δὲ
πύματον τοῦτο καὶ ἔσχατον
1675 ἀλόγιστα παροίσομεν ἀδιήγητα κακὰ
βαστάξομεν.
1676 ἰδόντε καὶ παθούσα: πολλαχοῦ τῷ σχήματι χρῆται ἀντὶ τῶν θηλυκῶν τὰ
ἀρρενικὰ τιθείς· καὶ ἐν Ἠλέκτρᾳ
καὶ πάλιν
καὶ Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὅλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴσαν
προλιπόντʼ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις.
ἀντὶ τοῦ ἰδοῦσαι καὶ παθοῦσαι.
1677 οὐκ ἔστι κ. ἑ. οὐδὲ εἰκόνα ἔχω λαβεῖν τοῦ
πάθους.
1678 ὡς μάλιστʼ ἂν εἰ πόθῳ λάβοις: ὡς μάλιστά τις ποθήσαι μαθεῖν ὅπως
βέβηκεν οἷον παραδόξως·
καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ
παραδόξου δοκοῦντος εἶναι.
1679 τί γάρ; ὅτῳ μήτʼ Ἄρης: πρὸς τὸ ἄνω, τί γάρ ἐστιν εἰκονίσαι ἐκείνῳ πάνυ ᾧ τινι μήτε πόλεμος μήτε νόσος ἐπῆλθεν ἀλλʼ ἀφανῶς διὰ χάσματος ἀπολομένῳ;
1683 τὸ τάλαινα διὰ μέσου ἀναπεφώνηται. νῷν
ἡμῖν, ἐμοὶ καὶ Ἰσμήνῃ.
1685 πῶς γὰρ ἢ τινʼ ἀπίαν γᾶν: ποῦ γῆς πλανηθεῖσαι τροφῆς τύχοιμεν; ἀπίαν δὲ γᾶν τὴν μακρὰν καὶ ἄπωθεν οὖσαν.
1687 δύσοιστον: τὴν δυσπόριστον ἵνʼ ᾖ τοῦ πάθους ἐπίτασις ὅτι
1692 δίδυμα τέκνων: ταῦτα ὁ χορὸς παρηγορῶν ἐμμένειν τοῖς ἐγνωσμένοις
παρὰ θεῶν· φέρε
οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς.
1695 μήδʼ ἄγαν οὕτω φλέγεσθον:ἀντὶ τοῦ μὴ ἄκρως φλέγεσθε τὸ ἐκ θεοῦ πεμφθὲν δυσανασχέτως φέρουσαι.
1696 οὔ τοι καταμέμπτως ἔβη: οὐκ ἐν τοιούτοις ἔσται ὥστε καταμέμφεσθαι
ἤτοι ὡς ἂν ἐπικουφίζοντος
αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως·
ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα.
1697 πόθος καὶ κακῶν: οἱ μὲν περὶ τὸν χορὸν παραμυθεῖσθαι πειρῶνται αὐτὰς
αἱ δὲ οὐδὲν ἧττον ἐπὶ τὰ ἑαυτῶν χωροῦσι καὶ ὀλοφύρονται καί φασιν,
ἦν ἄρα τις καὶ κακῶν πόθος ὡς ἡμεῖς ἐν κακοῖς ὄντος τοῦ
πατρὸς καὶ μὴ ὁρῶντος ἐστέργομεν αὐτὸν καὶ νῦν
1698 καὶ γὰρ ὃ μηδαμῇ: καὶ γὰρ δυστυχοῦντα τὸν πατέρα ἐποθοῦμεν
θεραπεύειν καὶ νῦν μὴ παρόντα
ποθοῦμεν.
1702 ἀφίλητος λείπει τὸ ἦς.
1703 καὶ τάδε μὴ κυρήσῃς καὶ τανῦν μὴ γένοιό
μοι ἄφιλος.
1705 ἇς ἔχρῃζε κ. ἑ. ἐφʼ ἧς ἤθελε ξένης γῆς
ἀπέθανεν.
1711 τὸ σὸν τουτέστι τὸ παρὰ σὲ ἄχος τηλικοῦτόν
ἐστιν.
1713 τὸ ἑξῆς. μὴ ἔχρῃζες ἀντὶ τοῦ μὴ ὤφελες. ἀλλʼ ἔρημος ἔρημος δέ.
μεμονωμένος τῶν συγγενῶν.
1720 ἀλλʼ ἐπεὶ ὀλβίως γ᾿ ἔλυσεν: ἐπεὶ ὁ Οἰδίπους εὐδαιμόνως ἀπέθανεν μὴ λίαν θρηνεῖτε.
1723 δυσάλωτος οὐδεὶς δύσληπτος ἀλλʼ
εὐάλωτος.
1725 ὡς τί ῥέξωμεν;: κατὰ κῶλον ἀλλήλαις διαλέγονται
πάνυ
παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον καὶ τὸ ἐπιθυμεῖν
τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον μὴ ἐπισταμένην τὰ
κατʼ αὐτὸν ὅπως ἀπέθανεν ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μάλιστα
πράττουσιν αἱ γυναῖκες
ἐν τοῖς τοιούτοις συμπτώμασιν ἀεὶ
ἐπιφοιτᾶν θέλουσαι τοῖς τῶν θανόντων τάφοις.
1729 τὸ ἡξῆς, οὐχ ὁρᾷς καὶ τόδε ὡς ἄταφος ἔπιτνε δίχα τε παντός; τὰ δὲ ἄλλα διὰ μέσου κατʼ ἀκόλουθον τῆς Ἀντιγόνης.
1740 χ.
σφῷν κακῶς ἡ ἀντωνυμία διὸ τὸ χ.
1751 τῇ μὲν ἑρμηνείᾳ ἐπιστῆσαι ἄξιον τὸ δὲ τῆς διανοίας σαφές· φησὶ γὰρ ὁ χορός, μὴ θρηνεῖτε, ὦ παῖδες· νέμεσις γάρ ἐστι τοῦτον θρηνεῖν τὰ τῆς τελευτῆς κατὰ χάριν ἀπέβη· οὐ χρὴ οὖν τούτους πενθεῖν οἷς κεχαρισμένον ἐστὶ τὸ ἀποθανεῖν.
1760 παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι ἔνια παρὰ τοῦ Θησέως μανθάνομεν τίνα ἦν ἔνια τῶν εἰρημένων
αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως
ἐστὶν αὐτῶν
κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ
ταῦτα εἰς τὸ ἀσαφέστερον.
1768 εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ ἀκοῦσαι.
1772 τοῖσιν ὁμαίμοις Ἐτεοκλεῖ καὶ Πολυνείκει.
1774 πρόσφορα ἀντὶ τοῦ χρήσιμα.
Σοφοκλέους Οἰδίπους ἐπὶ Κολωνῷ.