$0=3 $8=71 $9=1 Επειδη Ἰεραρχίαν ἡ ἐπιγραφὴ ἔχει, ἰστέον, ὅτι ἱεραρχία ἐστὶν ἡ τῆς διατάξεως αὐτῆς τῶν ἱερῶν ἀρχὴ, καὶ οἰονεὶ φροντίς· καὶ ἱεράρχης ὁ τῶν ἱερῶν ἄρχων καὶ φροντίζων, καὶ προνοῶν, οὐ μὴν τῶν ἰερέων, ἀλλ´ ὁ καὶ τὰ ἱερὰ καὶ τὴν κατάστασιν αὐτῶν τε καὶ τῆς Ἐκκλησίας, καὶ τῶν μυστηρίων διατάσσων, οὐ μὴν δὲ ὁ ἀρχιερεύς. Ταύτην δὲ τὴν ἐξήγησιν καὶ αὐτὸς ὁ μέγας Διονύσιος, ἐν τῷ Περὶ τῆς ἐκκλησιαστικῆς ἰεραρχίσς τίθησιν. Οὐ χεῖρον δὲ καὶ οὕτως εἰπεῖν· Ἰεραρχία ἐστὶ, καθ´ ἢν ἱερῶς τις ἄρχει καὶ ἱερῶς ἄρχεται, μήτε τὸ ἄρχειν τυραννικὸν ἔχων, μήτε τὸ ἄρχεσθαι βίαιον. Προσεπεξεργαζόμενοι δὲ τὰ τοῦ ὁρισμοῦ, λέγομεν, ὅτι οὐ παρ´ ὧν ἄρχεται, τούτων ἄρχει, ἀλλὰ παρ´ ἄλλων μὲν ἄρχεται, ἄλλων δὲ ἄρχει, καθὼς ἐν τῷ πεντεκαιδικάτῳ κεφαλαίῳ διαλαμβάνει τοῦ παρόντος συντάγματος. Οὐρανίαν δὲ λέγει πρὸς ἀντιδιαστολὴν τῆς καθ´ ἡμᾶς ἰεραρχίας, περὶ ἦς ἰδία συντάττει βιβλίον ἔτερον. $0=3 $8=72 $9=1 ἔ Ι. φησὶν ὁ μέγας Διονύσιος πρὸς τὸν τῶν Ἑφεαίων ἐπίσκοπον Τιμόθεον, ὃν καὶ συμπρεσβύτερον καλεῖ, οἰονεὶ συνεπίσκοπον, ὡς καὶ ἑαυτὸν πρεσβύτερον, οἷον ἐπίσκοπονοὕτω γὰρ καὶ ὁ Παῦλος ταῖς τῆς Ἀσίας συντασσόμενος Ἐκκλησίαις, φησὶν, ὡς ἐν ταῖς Πράξεσι φέρεται, φησὶ τοίνυν, δατεισάμενας ἐκ τοῦ Ἰακώβου τὸ προοίμιον, ὅτι πᾶσα παροχὴ ἀγαθοῦ, καὶ πᾶν χάρισμα τέλειον, καὶ ἀνελλιπὲς πάντως καθ´ αὐτὸ, ἐπεὶ παρὰ τὴν τῶν ὑποδεχομένων ἕξιν πολλάκις ἐλλείπει καὶ οὐ τοῦ χαρίσματος τοῦτο, ἀλλὰ τῆς ἡμετέρας δυνάμεως χωρούσης καθ´ ὅσον οἷα τέ ἐστιν. Ὡς γὰρ ὁ αὐτὸς ἤλιος, διαφόροις ὑποκειμένοις ἐπιπολάζων, ἕτερον ἑτέρου πλέον θερμαίνει, καὶ οὐ τοῦ ἡλίου τοῦτο, ἀλλὰ τῶν ὑποδεχομένων τὸν ἥλιον· οὕτω καὶ τὸ θεῖον δώρημα τέλειον ὃν, κατὰ τοὺς ὑποδεχομένους ὑφίεταί τε καὶ ἐπιτείνεται. Πᾶν τοίνυν τέλειον δώρημα σίρανόθεν ἐστὶ, κατερχόμενον ἀπὸ τοῦ τῶν φώτοιν Πατρός. Πατέρα δὲ τῶν φώτων λέγει τὸν Θεὸν ὁ μέγας Ἰάκωβος, ὡς Πατέρα οἰκτιρμῶν, τὸν αὐτοφῶς ὄντα, καὶ δημιουργὸν καὶ συντηρητικὸν τῶν Κφώτων· πατὴρ γάρ ἐστιν ὁ παράγων καὶ τηρῶν τὰ ἐξ αὐτοῦ· οὕτω καὶ ὁ Θεὸς Πατήρ τῶν φώτων, ὡς καὶ πάσης κτίσεώς ἐστι δημιουργός. Οὐκ εἶπε δὲ, Πατὴρ οὐρανοῦ, οὔτε γῆς, ἀλλὰ φώτων, διὰ τὸ προκείμονον, ὅτι καὶ τὰ δωρήματα ἐκφωτισμοῆ θείου τοῖς ἀνυρώποις ἐγγίνονται. Τοῦτον τὸν Πατέρα τῶν φώτων, παρακατιὼν καὶ ἀπολύτως καλεῖ Πατέρα μόνον, πρὸς τὴν τοῦ συναγωγοῦ Πατρὸς ἐνότητα λέγων, ὡς δημιουργὸν καὶ συνοχέα ἡμῶν τι καὶ πάσης κτίσεως· ἢ καὶ ἄλλως Πατέρα φῶτων, Υἱοῦ τε καὶ Πνεύματος δηλονότι. Ἀλλὰ καὶ πᾶσα θεοκινήτου φωτοχυσίας προέλευσις, εἰς ἡμᾶς ἐξ ἀγαθότητος παραγινομένη, πάλιν ὡς ἑνοποιὸς αὐτη δύναμις ἀνάγει ἡμᾶς, καὶ ἀναπλοῖ, καὶ ἐνοκοιεῖ, καὶ τὸ ἑνοφρονεῖν παρασκευάζει, καὶ ἀπὸ τῶν γηίων ἐπιστρέφει πρὸς τὴν τοῦ συναγωγοῦ Θεοῦ Πατρὸς ἐνότητα, καὶ θεσποιὸν ἀπλότητα. Μέχρι γὰρ τούτου κεχωρισμένοι ταῖς γνώμαις ἐσμὲν, ἷως οὗ κατὰ κόσμον περιπατῶμεν· ὅταν δὲ πρὸς Θεὸν ἀνυψωθῶμεν, τότε ἓν γινόμεθα ἐν Θεῷ, καὶ χάριτι κατὰ τὴν ἀπλότητα θεοποιούμεθα, καθὼς καὶ ῤ Κύριος πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶν, Ἵνα ὥσιν ἔν, καβὼς καὶ ἡμεῖς ἔν ἐσμεν. Τὸ γοῦν, Πᾶν δώρημα ἐκ Θεοῦ, ἐκ τοῦ Ἰακώβου εἴληφε· τὸ δὲ, Ὅτι καὶ πᾶν ἀγαθὸν εἰς αὐτὸν τείνει, καὶ ἡμᾶς κνάγει, ἐξ ἑαυτοῦ τίθησιν. Ἀμφότερα δὲ κατασκευάζει ἐκ τοῦ Ἀποστόλου λέγοντος Ὅτι ἐξ μὸτοῦ τὰ κάντα, καὶ εἰς αὐτόν. ἔΙ. Ἐπεὶ τοίνυν ἐκ τοῦ Θεοῦ ἐστι, καὶ εἰς Θεὸν τείνει πᾶν ἀγαθὸν, φέρε ἐπικαλεσάμενοι τὸν Σωτῆρα Κύριον, τὸ τοῦ Πατρὸς φῶς καὶ ἀπαύγασμα, τὸ θν, τὸ ἀληθινόν. Ἡ ἅμα, ὅτι καὶ τὰ ἡμέτερα ὅντα λέγονται, ἀλλὰ κατὰ μετοχὴν, καὶ οὐ κυρίως. Ἡ κατὰ στιγμὴν, τὸ φῶς. Ποῖον φῶς; Τὸ ὃν, οὐ γὰρ ἀνύπαρκτόν ἐστιν, ὡς τοῦτο τὸ φῶς. Ποῖον φῶς; Τὸ ἀληθινὸν, κατὰ τὴν τοῦ εὐαγγελιστοῦ Ἰωάννου φωνὴν, $0=3 $8=73 $9=1 Ἢν τὸ φῶς τὸ ἀληθινόν· ἐπιφέρει γάρ· Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, δι´ οὗ καὶ τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα προσέλευσιν ἐλάβομεν· ἀρχίφωτον δέ, ἢ ὡς ἀρχὴν καὶ αἰτίαν τῶν φώτων, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ἢ τὸν ἐξ ἀρχῆς φῶς ὄντα· οὐδὲν δὲ τῆς ἀρχῆς ἀνώτερον. Φέρε γοῦν ἐπικαλεσάμενοι τὸν Κύριον, ἐπὶ τὰς ἐλλάμψεις τῶν πατροπαραδότων Γραφῶν, ὡς δυνατὸν, ἀνανεύσωμεν, καὶ τὰς ὑπ´ αὐτῶν συμβολικῶς καὶ ἀναγωγικῶςὐ γὰρ φυσικῶς, ἀλλὰ διά τινων σημείων τὰ οὐράνια ἔδειξαν παραδοθείσας ἱεραρχίας τῶν θείών δυνάμεων, ἂς καὶ νόας λέγει, πρὸς ἀντιδιαστολὴν τῶν αἰσθήσει ζώντων ἡμῶν· οὕτω γὰρκαὶ Ἡσαῖας τὸν νοῦν τὸν μέγαν τὸν Ἀσσύριον· καὶ πάλιν, νοῦς μέγας, ἄρχων Βαβυλῶνος, τουτέστιν ὁ διάβολος. Τὴν γοῦν θείων νοῶν ἱεραρχίαν, καθ´ ὅσον ἰσχύομεν, κατίδωμεν, καὶ τὴν φωτοδοσίαν τὴν ἐκ Θεοῦ, ἦς δίχα οὐδ´ αὐτὰς τὰς οὐρανίους δυνάμεις, μὴ ὅτιγε Θεὸν γνωρίσαι ἐστὶν, ὡς ἐφικτὸν, κατοπτεύσωμεν· τὴν ἀρχικὴν, ὡς ἀπαρχῆς οὖσαν καὶ ὑπεράρχιον· ὅτι οὐδὲν ἐπὶ Θεοῦ ἱκανῶς ἔχει τῆς σημασίας, ἀλλὰ καὶ πᾶς λόγος, καὶ πᾶσα ἔννοια ἡττῶνται, οὕτω καὶ οὐσία καὶ ὑπερούσιος, καὶ Θεὸς καὶ ὑπέρθεος. Ταύτην οὖν τὴν ἐκ Θεοῦ φωτοχυσίαν δεξάμενοι, ἢ τὰς ἱεραρχίας τῶν ἀγγέλων ἐν τυπωτικοῖς συμβόλοις καὶ εἰκονίσμασιν ἐκφαίνει, ἀθλοις καὶ ἀτρεμέσιν ὀφθαλμοῖς, ἢ οἰονεὶ στεῤῥοῖς ἡ καὶ ἡσύχοιςχαίρει γὰρ τὸ Θεῖον τῇ ἡσυχίᾳ, ὡς τῷ ὄχλῳ ἡ ἐναντία δύναμις πάλιν ἐξ αὐτῆς τῆς φωτοδοσίας, ἐπὶ τὴν θείαν ἀνυψωθῶμεν ἀκτῖνα, κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, ἡν ἐλέγομεν, ὅτι ἐξ «αὐτοῦ τὸ ἀγαθὸν, καὶ εἰς αὐτὸν, καὶ ἐνοποιηθῶμεν ἐν τῇ θείᾳ ἀπλότητι. Ὅτι οὐδ´ αὐτὴ ποικιλλομένη πρὸς τὰ ὑποδεχόμενα ἐξίσταται τῆς ἰδίας ἐνικῆς καὶ ἀπλῆς ἐνδότητος καὶ κρυφιότητοςπᾶσι γὰρ τοῖς ἔξωθεν αὐτῆς ἄγνωστός ἐστι, πληθυνομένη δὲ καὶ ποικιλλομένη πρὸς τὴν τῶν προνοουμένων συνάφειαν δι´ ἀγαθότητα, μένει πάλιν ἔνδον ἑαυτῆς παγίως ἐν ἀκινήτῳ ταυτότητι, καὶ τοὺς ἐπ´ αὐτὴν ἀνανεύοντας ἑνοποιεῖ, ταυτὴ μένουσα· ὥσπερ τὸ φῶς, φωτίζον ἀθρόως, φως τὸ αὐτὸ μένει, κατὰ τὴν ἀπλωτικὴν αὐτῆς καὶ ἐνοποιὸν ἕνωσιν καὶ ταυτότητα, καὶ ἀνάγει τοὺς ὑποδεχομένους ἀναλόγως αὐτοῖς, καθ´ ὅσον σπεύδουσι, τοσοῦτον καὶ φωτιζομένους. Τέως δὲ σκὸπει, ὅτι ἡ μὲν ἀνάνευσις ἡμετέρα· ἡ δ´ ἀνάτασις καὶ ἀνύψωσις ἐκ Θεοῦ. Εἰ μὴ γὰρ ἡμεῖς τῶν κοσμικῶν ἀνανεύσωμεν, πῶς ἡ ἀνύψωσις καὶ ὁ φωτισμὸς ἐπιγενήσεται; κατὰ τό· Ἢρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὁρη, ὅθεν ἥξει ἡ βοήθειά μου Καὶ γὰρ, φησὶν, οὐδὲ δυνατὸν ἄλλως ἐπιλάμψαι τὴν θείαν ἀκτῖνα, εἰ μὴ ἐξ ὡν συνειθίσμεθα, καὶ μὴ διά τινων παραπετασμάτων περικεκαλυμμένηντὸ γὰρ ἄστεκτον αὐτῆς τοῦ φωτὸς καὶ τῆς δυνάμεως, τίς ὑποστήσεται;] καὶ ἐκ τῶν ἡμετέρων, προνοίᾳ Θεοῦ συμφυῶς καὶ οἱκείως ταῖς ἡμετέραις αἰσθήσεσι διεσκευασμένην· ὅτε δηλονότι σωματικῶς τὰ ἀσώματα λέγομεν, οἰον μέλτ ἀνθρώπινα ἐπὶ Θεοῦ, καὶ θυμοὺς, καὶ ὕπνους, καὶ τὰ παραπλήσια· ταῦτα γάρ ἐστι τὰ παραπετάσματα. Ἐπεὶ οὖν τοῖς αἰσθητοῖς τὰ ὑπὲρ αἴσθησιν ἐντυποῦμεν, $0=3 $8=74 $9=1 ὁμοίως ἔχει καὶ ἡ καθ´ ἡμᾶς ἱεραρχία πρὸς τὴν οὐρανίαν ἐκείνην καὶ ἀφανῆ· οὕτω γὰρ εὐδόκησεν ἡ τελετάρχις ἱεροθεσία, ἡ τῆς τῶν ἱερῶν μυστηρίων ἡμῶν διακοσμήσεως τάξις τε καὶ παράδοσις· τελετὴ γὰρ λέγεται ἡ τῶν μυστηρίων μετάδοσις, ἅτε τὸν μυούμενον τελειοῦσα· καὶ τοὺς μεμυημένους τελείους καλεῖ ὁ Ἀπόστολος, λέγων· Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν ἔΠ. Εὐδόκησεν οὖν ἡ τελετάρχις ἱεροθεσία, ἵνα τὰς ἀθλους καὶ οὐρανίους ἱεραρχίας ὑλικοῖς σχήμασι καὶ μορφαῖς παραδώσῃ, ὅπως ἀναλόγως ἀπὸ τούτων τῶν ἐερῶν τυπώσεων ἐπὶ τὰς ἀτυπώτους καὶ ἀσχηματίστούς ἀναχθῶμεν ἀναγωγάς. Ὅρα γὰρ, ποιήσεις φησί, κατὰ τὸν τύπον τὸν δειχθέντα σοι· ἐπεὶ μὴ δυνατόν ἐστι τῷ ἡμετέρῳ νοῖ πρὸς τὴν ἄὖλον ἐκείνην ἀνυψωθῆναι κατάστασιν ἀμέσως, μὴ διά τινων μορτῶν καὶ πχημάτων χειραγωγουμένῳ, καὶ λογιζομένῳ ἐκ τούτων ἐκεῖνα· τὰ μὲν φαινόμενα κάλλη, τὴν τοῦ ναοῦ, λέγω, καλλονὴν καὶ εὐπρέπειαν, ἀπεικονίσματα τῆς ἀφανοῦς εὐμορφίας ἔχοντι· τὰς δὲ διὰ τῶν θυμιαμάτων εὐωδίας, τῆς νοητῆς διαδόσεως ἐκτυπώματα· διαδίδοται γὰρ ὁ φωτισμὸς ἐκεῖσε, ὡς ἐνταῦθα ἡ κίεωδία· τὰ δὲ τῶν κηρῶν καὶ τοῦ ἐλαίου φῶτα, τῆς φωτοχυσίας ἐκείνης εἰκόνα, καὶ τῆς κατὰ νοῦν πάλιν θεωρητικῆς πλησμονῆς· τὸ γὰρ ἐκ μέρους ἔστιν ὅτε καὶ ἡμῖν καταργηθήσεται, κατὰ τὸν Ἀπόστολον· τὰς διεξοδικὰς μαθητείας, τὰς διὰ τῶν ὁρωμένων πραγμάτων καὶλόγων πλατυτέρας ἀποδείξεις. Τίς δέ ἐστιν ἡ θεωρητικὴ τοῦ νοὸς πλησμονή; ὅτι δῆλον, ζητῶν ὁ νοῦς περὶ τῶν θείων, καὶ θεωρῶν οὗτινος ὀπωσοῦν ἐπιδράξεται, πληροῦται ἐν ἐκείνῳ καὶ κορέννυται. Τί γάρ ἐστι τῶν θείων, ὅπερ οὐχ ὑπεραίρει τὸν νοῦν, καὶ τὴν ἱφεσιν αὐτοῦ, λχνην οὗσαν, ἴστησι καὶ κορέννυσι; καθάπερ εἴρηται· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὰρράνθην· καὶ πάλιν· Ἐδίψησέ σε ἡ ψυχήμου, τρσαπλῶς δὲ ἡ σάρξ μου. Διψᾷ ἡ ψυχὴ, καὶ ἐμπιπλᾶται, ὡς ἔχουσα ἐπιτήδεια δοχεῖα τῶν θείων ἐννοιῶν· διψᾷ ἡσάρξ, ἀλλὰ ποσαπλῶς πρὸς τὴν ψυχήν· οὐδὲ γὰρ ἔχει ὑποδοχῆς ἐπιτηδειότητα, ξένη παντάπασιν οὖσα πρὸς τὰς θείας καὶ νοητὰς ἐμφάσεις· δθεν καὶ, ὡς ὑστεροῦσα, ἀεὶ ἐπιτεταμένην τὴν ἔφεσιν ἔχει, ὁ δὲ νοῦς πλήρης γίνεται, οὗτινος ἂν καὶ ἅψηται. Ταύτης οὖν τῆς πλησμονῆς εἰκόνες εἰσὶν αἱ διὰ τῶν λόγων ἀποδείξεις, τοῖς ἐπιχειρήμασι πλατυνόμεναι. Τῆς δὲ ἀεὶ καὶ ὡσαύτως ἐχούσης καὶ τεταγμένης πρὸς τὰ θεῖα ἕξεως,οὐ γὰρ ἀταξία τις ἐκεῖσε, ἀλλ´ ἐναρμόνιος ἕξις, ὡς ἀεὶ περὶ αὐτὸ τῶν θείων μενόντων, τῶν ἡμετέρων ἐν διηνεκεῖ ῥοῇ φαινομένων· τούτων οὖν τῶν τεταγμένων ἕξεων εἰκόνας τὰς ἐνθάδε ἔχομεν τάξεις, τοὺς ἱερατικοὺς βαθμοὺς, τὰς στάσεις, τὰς καθέδρας, τὰς στολὰς, καὶ εἴ τι τοιουτότροπον, αἶπερ τὴν τάξιν ἀπαράλλακτον ἔχουσι, καὶ τέλος τῆς Ἰησοῦ μετουσίας τὴν θείαν μετάληψιν, ἢν καὶ εὐχαριστίαν λέγει, ὡς τοῦ Κυρίου ἡμῶν, ἡνίκα παρεδίδου $0=3 $8=75 $9=1 τὸ τοιοῦτον θεῖον μυστήριον, εὐχαριστήσαντος, καὶ ἡμῶν ὀφειλόντων εὐχαριστεῖν, ὅτι τοιούτων ἀγαθῶν τετυχήκαμεν· καὶ ὅσα ἄλλα, ἐκείνοις μὲν ὑπερκοσμίως καὶ ὑπὲρ ἄνθρωπον, ἡμῖν δὲ συμβολικῶς παραδέδοται, καὶ διὰ σημείων· οὐδὲ γὰρ ἄλλως ἐστὶν ἐκεῖνα μαθεῖν, τὸ παχὺ τοῦτο σαρκίον περιφέροντας Ἔνεκα γοῦν ταύτης τῆς ἡμῶν ἐξ ἀναλογίας θεώσεως,ν γὰρ τρόπον δυνάμεθα, τοῦτον καὶ πελούμεθα· αἰσθητῶς μὲν, καθ´ ὃ αἰσθήσει ζῶντες, ἀναλόγως διὰ συμβόλων· νοητῶς δὲ, καθ´ ὃ νοῖ διοικούμενοι ἀναλόγως διὰ τῆς ἐμφαινομένης μισταγωγίας τε καὶ ἐλλάμψεως· τὴν γὰρ ἔλλαμψιν θέωσιν λέγει, τοῦτο δέ ἐστι τὸ τελειότατον· διὰ γὰρ τῶν κάτω τὰ ἄνω μανθάνομεν, δι´ ἐκείνων δὲ ἀναια σικῶς θεούμεθα· τούτων ἕνεκα τοίνυν ἡ φιλάνθρωπος ἱερατικὴ τάξις, ἐμφαίνουσα τυπικῶς τὰς ἱεραρχίας ἐκείνας, καὶ ταύτην τὴν καθ´ ἡμᾶς ἱεραρχίαν συλλειτουργὸν ἐκείνης ποιοῦσα κατὰ τὴν πρὸς δύναμιν ἀφομοίωσιν, ἐν αἰσθηταῖς εἰκόσι τὰ ἀθέατα ἀνεγράψατο, ποῦ δὲ ἐν ταῖς ἱεραῖς καὶ θείαις πάντως Γρα. φαῖς ὅπως ἂν ἡμᾶς ἀναγάγοι διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ, καὶ διὰ τῶν σημείων τούτων ἐπὶ τὰς τῶν οὐρανίων ἁπλᾶς καὶ ἀσυνθέτους ὑψώσεις τε καὶ ἀκρότητας· ἀκρότητας γὰρ εἰώθαμεν καλεῖν τὸ κράτιστον ἀπάσης οὐσίας· ὡς, φέρε εἰπεῖν, ἀκρότης ψυχῆς ὁ νοῦς· καὶ ἔρωτος ἀκρότης ὁ διάπυρος πόθος· καὶ τῆς καθ´ ἡμᾶς ἰεραρχίας ἡ οὐρανία οὐκ ἀπεικότως ἀκρότης ἐστί. Χρὴ τοιγαροῦν, ὡς οἷμαι, πρῶτον ἐκοεσθαι, τίνα μὲν εἶναι σκοπὸν ἁπάσης ἱεραρχίας οἰόμεθα, καὶ τί τοὺς αὐτῆς ἑκάστη θιασώτας ὀνίνησιν· ἐξῆς δὲ, τὰς οὐρανίας ἰεραρχίας ὑμνῆσαι, κατὰ τὴν αὐτῶν ἐν τοῖς λογίοις ἐκφαντείαν· ἑπομένως δὲ τούτοις εἰπεῖν, ὀποίαις ἰεραῖς μορφώσεσι τὰς οὐρανίας σχηματίζουσι $0=3 $8=76 $9=1 διακοσμήσεις αἱ τῶν λογίων ἱερογραφίαι, καὶ πρὸς ποίαν ἀναχθῆναι χρὴ διὰ τῶν πλασμάτων ἁπλότητα, ὅπως μὴ καὶ ἡμεῖς ὡσαύτως τοῖς πολλοῖς ἀνιέρως οἰώμεθα, τοὺς οὐρανίους καὶ θεοειδεῖς ο νάας πολύποδας εἶναί τινας καὶ πολυπροσώπους, καὶ πρὸς βοῷν κτηνωδείαν, ἢ πρὸς λεόντων θηρομορφίαν τετυπωμένους, καὶ πρὸς ἀετῶν ἀγκυλόχειλον εἶδος, ἢ πρὸς πτηνῶν τριχώδη πτεροφυΐαν διαπεπλασμένους, καὶ τροχούς τινας πυρώδεις ὑπὲρ τὸν οὐρανὸν φανταζώμεθα, καὶ θρόνους ὑλαίους τῇ θεαρχίᾳ πρὸς ἀνάκλησιν ἐπιτηδείους, καὶ ἵππους τινὰς πολυχρωμάτους, καὶ δορυφόρους ἀρχιστρατήγους, καὶ ὅσα ἄλλα πρὸς τῶν λογίων ἡμῖν ἱεροπλάστως ἐν ποικιλίᾳ τῶν ἐκφαντορικῶν συμβόλων παραδέδοται. Καὶ γὰρ ἀτεχνῶς ἡ θεολογία ταῖς ποιητικαῖς ἱεροπλαστίαις ἐπὶ τῶν ἀσχηματίστων νοῶν ἐχρήσατο, τὸν καθ´ ἡμᾶς, ὡς εἴρηται, νοῦν ἀνασκεψαμένη, καὶ τῆς οἶκείας αὐτῷ καὶ συμφυοῦς ἀναγωγῆς προνοήσασα, καὶ πρὸς αὐτὸν ἀναπλάσασα τὰς ἀναγωγικἀς ἱερογραφίας. Εἰ δὲ τῳ δοκεῖ τὰς μὲν ἱερὰς ἀποδέχεσθαι συνθέσεις, ὡς τῶν ἀπλῶν ἐφ´ ἑαυτῶν ἀγνώστων τε καὶ ἀθεωρήτων ἡμῖν ὑπαρχόντων· ἀπεμφαινούσας δὲ οἵεται τὰς τῶν ἀγίων νόων ἐν τοῖς λογίοις εἰκονογραφίας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν ἀπότομον ταύτην τῶν ἀγγελικῶν ὀνομάτων σκηνήν· καὶ χρῆναί φησι τοὺς εολόγους ἐπὶ σωματοποιϊαν ὅλως τῶν ἀσωμάτων ἀληλυθότας, οἰκείοις αὐτὰ καὶ ὡς δυνατὸν συγγενέσιν ἀναπλάττειν τε καὶ ἐκφαίνειν σχηματισμοῖς, ἐκ τῶν παρ´ ἡμῖν τιμιωτάτων καὶ ἀθλων ποσῶς καὶ ὑπερκειμένων οὐσιῶν, καὶ μὴ ταῖς οὐρανίαις καὶ θεοειδέσιν ἀπλότησι τὰς ἐπὶ γῆς ἐσχάτας περιτεθέντατ πολυμορφίας. Τὸ μὲν γὰρ ἡμῶν τε ἀναγωγικώτερσν ἔμελλεν εἶναι, καὶ τὰς ὑπερκοσμίους ἐκφαντορίας οὐ κατῆγεν εἰς τὰε ἀπεμφαινούσας ἀνομοιότητας· τὸ δές καὶ εἰς τὰς θείας ἀθέσμως ἐξυβρίζειν δυνάμεις, καὶ τὸν ἡμέτερον ἴσως ἀποπλανᾷν νοῦν, εἰς τὰς ἀνιέρους αὐτῶν ἐνιζάνον συνθέσεις· καὶ τάχα καὶ οἰήσεται, τὰ ὑπερουράνια λεοντείων τινῶν καὶ Ιππείων ἐσμῶν ἀποπεπληρῶσθαι, καὶ μυκητικῆς ὑμνολογίας, καὶ ὁρνιθείας ἀγελαρχίας, καὶ ζώων ἄλλων καὶ ὑλῶν ἀτιμοτέρων, ὅσα πρὸς τὸ ἄτοπον καὶ νόθον καὶ ἐμπαθὲς ἀποκλιθεῖσαι διαγράφουσιν αἱ κατὰ πᾶν ἀνόμοιοι τῶν δῆθεν ἐκφαντορικῶν λογίων $0=3 $8=77 $9=1 ὁμοιότητες. Ἀλλ´ ἡνἢ τῆς ἀληθείας ὡς οἶμαι, ζήτησις ἀποδείκνυσι τὴν τῶν λογίων ἱεροτάτην σοφίαν, ἐν ταῖς τῶν οὐρανίων νόων μορφώσεσιν, ἑκατέρου κομιδῇ προνοήσασαν, ὡς μήτε εἰς τὰς θείας, ὡς ἂν φαίη τις, ἐξυβρίσαι δυνάμεις, μήτε μὴν ἡμᾶς εἰς τὰς χαμαιζήλους ἐμπαθῶς ἐμπαγῆναι τῶν εἰκόνων ταπεινότητας. Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι, καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις ἂν εἰναι τὴν καθ´ ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀρέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας. καὶ δερ μένην οἰκείων καὶ συμφυῶν ἀναγωγιῶν Ῥ, αἱ τὰς ἐφικτάς ἡμῖν μορφώσεις προτείνουσι τῶν ἀμορφώτων καὶ ὑπερφυῶν θεαμάτων· ἀλλ´ ὅτι καὶ τοῦτο τοῖς μυστικοῖς λογίοις ἐστὶ πρεπωδέστατον, τὸ δι´ ἀποῤῥήτων καὶ ἱερῶν αἰνιγμάτων ἀποκρύπτεσθαι, καὶ ἄβατον τοῖς πολλοῖς τιθέναι τὴν ἱερὰν καὶ κρυφίαν τῶν ὑπερκοσμίων νόων ἀλήθειαν. Ἔστι γὰρ οὐ πᾶς ἱερὸς, οὐδὲ πάντων, ὡς τὰ λόγιά φησιν, ἡ γνῶσις. Εἰ δὲ τὰς ἀπεμφαινούσας εἰκονογραφίας αἰτιάσοιτό τις, αἰδεῖσθαι λέγων ἀνατιθέναι τὰ οὗτως αἰσχρὰ μορφώματα ταῖς θεοειδέσι καὶ ἁγιωτάταις διακοσμήσεσιν· ἀπόχρη πρὸς αὐτὸν εἰπεῖν, ὡς διττός ἐστι τῆς ἱερᾶς ἐκφαντορίας ὁ τρόπος. Ὁ μὲν, ὡς εἰκὸς, διὰ τῶν ὁμοίων προῖὼν ἱεροτύσων εἰκόνων· ὁ δὲ διὰ τῶν ἀνομοίων μορφοποιῶν εἰς τὸ παντελῶςἔ ἀπεοικὸς καὶ ἀπεμφαῖνον πλαττόμενος. Ἀμέλει καὶ τὴν σεβασμίαν τῆς ὑπερουσίου θεαρχίας μακαριότητα τῶν ἐκφαντορικῶν λογίων αἱ μυστικαὶ παραδόσεις ποτὲ μὲν ὡς Λόγον καὶ νοῦν καὶ οὐσίαν ὑμνοῦσι, τὴν θεοπρεπῆ λογιότητα καὶ σοφίαν αὐτῆς δηλοῦσαι, καὶ ὄντως οὖσαν ὕπαρξιν, καὶ τῆς τῶν ὄντων ὑπάρξεως αἰτίαν ἀληθινὴν, καὶ ἔν ὼς φῶς αὐτὴν ἀναπλάττουσι, καὶ ζωὴν ἀποκαλοῦσι· τῶν τοιούτων ἱερῶν ἀναπλασμάτων σεμνοτέρων μὲν ὄντων, καὶ τῶν προσύλων μορφώσεων ὑπερκεῖσθαί πως δο κούντων, ἀποδεόντων δὲ καὶ οὕτω τῆς θεαρχικῆς πρὸς ἀλήθειαν ἐμφερείας· ἔστι γὰρ ὑπὲρ πᾶσαν οὐσίαν καὶ ζωὴν, οὐδενὸς μὲν αὐτὴν φωτὸς χαρακτηρίζοντος. παντὸς δὲ λόγου καὶ νοῦ τῆς ὁμοιότητος αὐτῆς ἀσυγκρίτως ἀπολειπομένων. Ποτὲ δὲ ταῖς ἀνομοίοις ἐκφαντορίαις ὑπὸ τῶν αὐτῶν λογίων ὑπερκοσμίως ὑμνεῖται, ἀόρατον αὐτὴν, καὶ ἄπειρον, καὶ ἀχώρητον ἀποκαλούντων, καὶ τὰ ἐξ ὧν, οὐ τί ἐστιν, ἀλλὰ τέ ρύκ ἔστι, σημαίνεται. Τοῦτο γὰρ, ὡς οἶμαι, καὶ κυριώτερόν ἐστιν ἐπ´ αὐτῆς· ἐπείπερ, ὡς ἡ κρυφίπ καὶ ἡ ἰερατικὴ παράδοσις ὑφηγήσατο, τὸ μὲν οὐκκ $0=3 $8=78 $9=1 ἶναι κατά τι τῶν ὄντων αὐτὴν ἀληθεύομεν, ἀγνοοῦμεν δὲ τὴν ὑπερούσιον αὐτῆς καὶ ἀνόητον καὶ ἄῤῥητον ἀοριστίαν. Εἰ τοίνυν αἱ μὲν ἀποφάσεις ἐπὶ τῶν θείων ἀληθεῖς, αἱ δὲ καταφάσεις ἀνάρμοστοι, τῇ κρυφιότητι τῶν ἀποῤῥήτων οἰκειοτέρα μᾶλλόν ἐστιν ἐπὶ τῶν ἀοράτων ἡ διὰ τῶν ἀνομοίων ἀναπλάσεων ἐκφαντορία· τιμῶσι τοιγαροῦν, οὐκ αἴσχους ἀποπληροῦσι, τὰς οὐρανίους διακοσμήσεις καὶ αἱ τῶν λογίων ἱερογραφίαι, ταῖς ἀνομοίοις αὐτὰς μορφοποιλαις ἐκφαίνουσαι, διὰ τούτων ἀποδεικνῦσαι τῶν ὑλικῶν Κἀπάντων ὑπερκοσμίως ἐκβεβηκυίας. Ὅτι δὲ καὶ τὸν ἡμέτερονθ» νοῦν ἀνάγουσι μᾶλλον αἱ ἀπεμφαίνουσαι τῶν ὁμοιοτήτων, οὐκ οἶμαί τινα τῶν εὐφρονούντων ἀντερεῖν·. εἰς μὲν γάρ τὰς τιμιωτέρας ἰεροπλαστίας εἰκός ἐστι καὶ πλανηθῆναι, χρυσοειδεῖς δ τινας οἰομένους εἶναι τὰς οὐρανίας οὐσίας, καὶ φωτοειδεῖς τινας ἄνδρας, καὶ ἐξαστράπτοντας, εὐπρέπεῖς, ἠμφιεσμένους ἐσθῆτα φανὴν ἑο, καὶ τὸ πυρῶΑες ἀβαβῶς ἀποστίλβοντας, καὶ δσοις ἄλλοις ὁμοιοτυπώτοις μορφαῖςἔΡ ἡ θεολογία τοὺς οὐρανίους ἐσχημάτισε νόας. Ὅπερ ἵνα μὴ πάθοιαν οἱ μηδὲν τῶν φαινομένων καλῶν ὑψηλότερον ἐννενοηκότες, ἡ τῶν ὁσίων θεολόγων ἀνατατικὴ σοφία καὶ πρὸς τὰς ἀπεμφαινούσας ἀνομοιότητας ἱερῶς κατάγεται, μὴ συγχωροῦσα τὸ πρόσυλον ἡμῶν, εἰς τὰς αἰσχρὰς εἰκόνας ἀπομένον ἐπαναπαύεσθαι· διανιστῶσα δὲ τὸ ἀνωφεΚρὲς τῆς ψυχῆς, καὶ ὑπονύττουσα τῇ δυσμορφίᾳ τῶν συνθημάτων, ὡς μὴ θεμιτοῦ μηδὲ ἀληθοῦςὸ δοκοῦντος εἶναι, μηδὲ τοῖς ἄγαν προσύλοις, ὅτι τοῖς οὕτως αἰσχροῖς ἐμφερῆ πρὸς ἀλήθειάν ἐστι τὰ ὑπερουράνια καὶ θεῖα θεάματα. Ἄλλως τε καὶ τοῦτο ἐννοῆσαι χρὴ, τὸ μηδὲ ἓν τῶν ὄντων εἶναι καθόλου τῆς τοῦ καλοῦ μετουσίας ἐστερημένον, εἴπερ, ὡς ἡ τὼῶν λογίων ἀλήθειά φησι, πάντα καλὰ λίαν. Ἔστιν οὖν εκ πάντων ἃ ἐπινοῆσαι καλὰς θεωρόας, καὶ τοῖς νοητοῖς τε καὶ νοεροῖς ἐκ τῶν ὑλαίων ἀναπλάσαι τὰς λεγομένας ἀνομοίους ὁμοιότητας, ἐτέΚρῳ τρόπῳ τῶν νοερῶν ἐχόντων, ἃ τοῖς αἰσθητοῖς ἐτεροίως ἀπονενέμηται. Καὶ γὰρ ὁ θυμὸς τοῖς μὲν ἀλόγοις ἐξ ἐμπαθοῦς ὁρμῆς ἐγγίνεται, καὶ πάσης ἀλογίας ἐστὶν ἀνάπλεως ἡ θυμοειδὴς αὐτῶν κίνησις· ἀλλ´ ἐπὶ τῶν νοερῶν ἑτέρῳ τρόπῳ χρὴ τὸ θυμικὸν ἐννοῆσαι, δηλοῦν, ὡς οἶμαι, τὴν ἀῤῥενωπὸν αὐτῶν λογιότητα, καὶ τὴν ἀμείλικτον ἕξιν ἐν ταῖς θεοειδέσι καὶ ἀμεταβἄλοις ἱδρύσεσιν. Ὡσαύτως ἐπιθυμίαν μὲν εἶναί φαμεν, ἐπὶ τῶν ἀλόγων ἁπερίσκεπτόν τινα καὶ πρόσυλον, $0=3 $8=79 $9=1 ἐξ ἐμφύτου κινήσεως, ἢ συνηθείας ἐν τοῖς ἀλλοιωτοῖς ἀκρατῶς ἐγγινομένην προσπάθειαν, καὶ τὴν ἄλογον τῆς σωματικῆς ὀρέξεως ἐπικράτειαν, ἂπαν τὸζῶονώθούσης ἐπὶ τὸ κατ´ αἵσθησιν ἐπιθυμητόν. Ὅταν δὲ, τὰς ἀνομοίους ὁμοιότητας τοῖς νοεροῖς περιτιθέντες, ἐπιθυμίαν αὐτοῖς περιπλάσωμεν, ἔρωτα θεῖον αὐτὴν ἐννοῆσαι χρὴ τῆς ὑπὲρ λόγον καὶ νοῦν ἀὖλίας, καὶ τὴν ἀκλινῆ καὶ ἀνένδοτον ἔφεσιν τῆς ὑπερουσίως ἁγνῆς καὶ ἀπαθοῦς θεωρίας, καὶ τῆς πρὸς ἐκείνην τὴν καθαρὰν καὶ ἀκροτάτην διαύγειαν, καὶ τὴν ἀπλανῆ καὶ καλλὸποιὸν εὐπρέπειαν αἰωνίας ὄντως καὶ νοτῆς κοινωνίας. Καὶ τὸ ἀκρατὲς ἐκλάβοιμεν κπὶ τοῦ συντόνου καὶ ἁνεπιστρόφου, καὶ πρὸς μηδενὸς ἐκκόπτεσθαι δυναμένου, διὰ τὸν ἀμιγῆ καὶ ἀναλλοίωτον τῆς θείας καλλονῆς ἔρωτα, καὶ τὴν δλικὴν ἀπόκλισιν ἐπὶ τὸ ὄντως ἐφετόν. Ἀλλὰ καὶ αὐτὴν τὴν ἀλογίαν τε καὶ ἀναισθησίαν ἐπὶ μὲν τῶν ἐλόγων ζώων, ἢ τῶν ἀψύχων ὑλῶν, στέρησιν λόγου καὶ αἰσθήσεως οἰκείως ἀποκαλοῦμεν· ἐπὶ δὲ τῶν ἀθλων καὶ νοερῶν οὐσιῶν, ἁγιοπρεπῶς τὸ ὑπερέχον αὐτῶν, ὡς ὑπερκοσμίων, ὁμολογοῦμεν τοῦ καθ´ ἡμᾶς μετυβατικοῦ καὶ σωματικοῦ λόγου, καὶ τῆς ὑλαίας καὶ ἀλλοτρίας τῶν ἁσωμάτων νόων αἱσθήσεως. Ἔστι τοιγαροῦν οὐκ ἀπφδούσας ἀναπλάσαι τοῖς οὐρανίοις μορφὰς, κἀκ τῶν ἀτιμοτάτων τῆς ὕλης μερῶν, ἐπεὶ καὶ αὐτὴ, πρὸς τοῦ ὄντως καλοῦ τὴν ὄπαρξιν ἐσχηκυῖα, κατὰ πᾶσαν αὐτῆς τὴν ὑλαίαν διακόσμησιν ἀπηχήματά τινα τῆς νοερᾶς εὐπρεπείας ἔχει· καὶ δυνατόν κπτι ἄι´ αὐτῶν ἀνάγεσθαι πρὸς τὰς ἀθλους ἀρχετυπίας, ἀνομοίως, ὡς εἴρηται, τῶν ὁμοιοτήτων ἐκλαμβανομένων, καὶ τῶν αὐτῶν οὐ ταὐτῶς, ἐναρμονίως δὲ καὶ οἰκείως ἐπὶ τῶν νοςρῶν τε καὶ αἰσθητῶν ἱδιοτήτων ὁριζομένων. Ταῦτα τοὺς μυστικοὺς θεολόγους εὐρήσομεν οὐ μόναις ταῖς τῶν οὐρανίων διακόσμων ἐκφάνσεσιν ἱερῶς περιπλάττοντας, ἀλλὰ καὶ αὐταῖς ἔσθ´ ὅτε ταῖς θεαρχικαῖς ἐκφαντορίαις. Καὶ ποτὲ μὲν αὐτὴν ἀπὸ τῶν φαινομένων τιμίων ὑμνοῦσιν, ὡς ἤλιον δικαιοσύνης, ὡς ἀστέρα τὸν ἐῷον εἰς νοῦν ἱερῶς ἀνατέλλοντα, καὶ ὡς φῶς ἀπερικαλύπτως καὶ νοητῶς καταυγάζον· ποτὲ δὲ ἀπὸ τῶν μέσων, ὡς πῦρ ἀλαβῶς φωτίζον, ὡς ὕδωρ ζωτικῆς ἁποπληρώσεως χορηγὸν, καὶ συμβολικῶς εἰπεῖν, εἰς γαστέρα διαδυόμενον, καὶ ποταμοὺς ἀναβλύζον ἀσχέτως ἀποῤῥέοντας· ποτὲ ἕὲ ἀπὸ τῶν ἐσχάτων, ὡς μύρον εὐῶδες, ὡς λθον ἀκρογωνιαῖον. Ἀλλὰ καὶ θηριομορφίαν αὐτῇ περιτιθέασι, καὶ λέοντος αὐτῇ καὶ πάνθηρος ἰδιότητα περιάπτουσι, καὶ πάρδαλιν αὐτὴν ἔσεσθαί φασι, καὶ ἄροτον ἀπορουμένην. $0=3 $8=80 $9=1 Προσθήσω δὲ καὶ τὸ πάντων ἁτιμότερον εἶναι, καὶ μᾶλλον ἀπεμφαίνειν δοκοῦν, ὅτι καὶ σκώληκος εἶδος αὐτὴν ἑαυτῇ περιπλάττουσαν, οἱ τὰ θεῖα δεινοὶ παραδεδώκασιν. Ουτω πάντες οἱ θεόσοφοι, καὶ τῆς κρυφίας ἐπιπνοίας ὑποφῆται, τῶν ἀτελέστων καὶ ἀνιέρων ἀχράντως ἀποδιαστέλλουσι τὰ Λγια τῶν ἀγίων, καὶ τὴν ἀνόμοιον ἱεροπλαστίαν πρεσβεύουσιν, ὡς μήτε τὰ θεῖα τοῖς βεβήλοις εὐχείρωτα εἶναι, μήτε τοὺς τῶν ἱερῶν ἀγαλμάτων φιλοθεάμονας, ὡς ἀληθέσιν ἐναπομεῖναι τοῖς τύποις· καὶ ὥστε τὰ θεῖα τιμᾶσθαι ταῖς ἀληθέσιν ἀποφάσεσι, καὶ ταῖς πρὸς τὰ ἔσχατα τῶν οἰκείων ἀπηχημάτων ἐτεροίαις ἀφομοιώσεσιν. Οὑδὲν οὖν ἄτοπον, εἰ καὶ τὰς οὐρανίας οὐσίας ἐκ τῶν ἀπεμφαινουσῶν ἀνομοίων ὁμοιοτήτων ἀνατλ ἀττουσι. κατὰ τὰς εἰρημένας αἰτίας· οὐ γὰρ Ῥ ἂν ἴσως οὐδὲ ἡμεῖς, εἰς ζήτησιν μὲν ἐξ ἀπορίας, εἰς ἀναγωγὴν δὲ διὰ τῆς ἀκριβοῦς τῶν ἱερῶν ἐρεύνης ἐληλόθειμεν, εἰ μὴ τὸ δυσειδὲς ἡμᾶς ἐξετάραξε τῆς τῶν ἀγγέλων ἐκφαντικῆς ἀναπλάσεως, οὐκ ἐῶν ἡμῶν τὸν νοῦν ἐναπομεῖναι ταῖς ἀπῳδούσαις μορφοποιίαις ἀλλ´ ἐρεθίζον ἀπαναίνεσθαι τὰς ὑλικὰς προσπαθείας, καὶ προσεθίζον ἱερῶς ἀνατείνεσθαι διὰ τῶν φαινομένων ἐπὶ τὰς ὑπερκοσμίους ἀναγωγάς. Τοσαῦτα μὲν ἡμῖν εἰρήσθω διὰ τὰς ὑλικὰς καὶ ἀπεμφαινούσας τῶν Ἰερῶν λογίων ἀγγελοειδεῖς εἰκονογραφίας· ἑξῆς δὲ ἁφορίσασθαι χρὴ, τί μὲν αὐτὴν εἶναι τὴν ἱεραρχίαν οἰόμεθα· ί δὲ πρὸς αὐτῆς ἱεραρχίας ὀνίνασθαι τοὺς ΐεραρχίαν κεκληρωμένους. Ἡγήσοιτο δὲ τοῦ λόγου Χριστὸς, εἴπερ ἐμοὶ θέμις εἰπεῖν, ὁ ἐμὸς, ἡ πάσης ἱεραρχικῆς ἐκφαντορίας ἐπίπνοια! Σὺ δέ, ὡ παῖ, κατὰ τὴν ὁσίαν τῆς καθ´ ἡμᾶς ἱεραρχικῆς παραδόσεως θεσμοθεσίαν, αὐτός τε ἱεροπρεπῶς ἄκουε τῶν ἱερῶς λεγομένων ἔνθεος ἐνθέων ἐν μυήσει γινόμενος, καὶ τῇ κατὰ νοῦν κρυφιότητι τὰ ἅγια περιστείλας ἐκ τῆς Κἀνιέρου πληθύος, ὡς ἐνοειδῆ διαφύλαξον· οὐ γὰρ θεμιτὸν, ὡς τὰ λόγιά φησιν, εἰς ὕας ἀποῤῥίψαι τὴν τῶν νοητῶν μαργαριτῶν ἀμιγῆ καὶ φωτοειδῆ καὶ καλλοποιὸν εὐκοσμίαν. $0=3 $8=82 $9=1 Πρέπει τοιγαροῦν. ὡς ὑπολαιμβάνωιστακτινως δι´ ἀσφάλειαν, ἢ καὶ βεβαιωτικῶς, τὸ οἷμαι κατὰ τοὺς $0=3 $8=83 $9=1 παλαιοὺς, πρῶτον ἐκθέσθαι, τίνα μὲν τὸν τῆς ἀπάσης καὶ γηῖνης καὶ οὐρανίου ἱεραρχίας σκοπὸν οἰόμεθα· όμεθ δὲ εἶπε, κατὰ φιλόσοφον ἢ φιλόθεσν μᾶλλον μετριασμόν· καὶ τί ὡφελεῖ ἑκάστη τῶν ἱεραρχιῶν, κἀν τὴν οὐρανίαν εἰπῃς, κἂν τὴν καθ´ ἡμᾶς, τοὺς τελεστὰς αὐτῆς· καθεξῆς δὲ εἰπεῖν περὶ τῶν οὐρανίων ἱεραρχιῶν, κατὰ τὴν αὐτῶν ἐκφαντορίαν καὶ δήλωσιν τὴν ἐν ταῖς ἁγίαις Γραφαῖς. Τὸ γοῦν εἰπεῖν περὶ τούτων ὑμνῆσαι λέγει, ὅτι τὸ περὶ καλοῦ εἰπεῖν ὕμνος καλοῦ ἐστιν· ὥσπερ τὸ περὶ κακοῦ λέγειν, ψόγος κακοῦ ἐστι. Ταὐτὸ γοῦν τὸ εἰπεῖν καὶ ὑμνῆσαι περὶ τῶν ἀγγελικῶν καὶ θείων δυνάμεων. Μετέπειτα δὲ χρὴ εἰπεῖν, ὁποίαις εἰκόσιν αἱ ἱεραὶ Γραφαὶ τὰς οὐρανίας διακοσμήσεις σχηματίζουσι, καὶ πρὸς ποίαν ἀπλότητα διὰ τῶν πλασμάτων τούτων δὴ τῶν συνθέτων ἀναγόμεθα· οἷον, λέγομεν τυχὸν ἀετὸν, σύνθετόν τι λέγομεν· νοοῦμεν τὸ ὀξυδερκὲς καὶ ὑπερηρμένον, πρὸς ἁπλότητα ἀναγόμεθα. Ὃτε γὰρ λέγοι τις, ἵνα νοήσωμεν, πάντως λόγους συντίθησιν· ὅτς δὲ τὸ ῥηθὲν νοηθείη, ἀπλοῖκὴ κατὰ τὸν νοῦν ἡ ἔννοια γίνεται· καὶ μᾶλλον, ὅτε ἁπλὰ εἰσι καὶ ἀσχημάτιστα τὰ περὶ ὧν λέγομεν. Εἰ γὰρ καὶ ἐπὶ τῶν αἰσθητῶν οὕτω νοοῦμεν κατὰ ἁπλῆν τινα ἐπιβολὴν, πόσῳ γε μᾶλλον ἐπὶ τῶν νοητῶν; Διὰ τί δὲ ζητοῦμεν, ὅπως πρὸς ἀπλότητα ἀναχθείημεν; ἵνα μὴ πάθωμεν καὶ ἡμεῖς ταὐτὸν τοῖς πολλοῖς ἀνιέρως νοοῦσι τὰ ἱερὰ, ὥστε πολύποδας καὶ πολυπροσώπους ὑπολαμβάνειν, καὶ κατὰ κτήνη καὶ θηρία τετυπωμένας τὰς οὐρανίας δυνάμεις, ἢ καὶ ἀετῶν εἶδος ἐχούσας, ἢ καὶ πτηνῶν πτεροφυΐαν, καθὼς ἐν τῷ Ἰεζεκιὴλ εὕρηται· καὶ τροχοὺς πυρώδεις ὑπερουρανίους φαντάζεσθαι, καὶ θρόνους πρὸς ἀνάκλισιν ἐπιτηδείους, καὶ ἵππους, καὶ δορυφόρους, καὶ ὅσα ἄλλα παρὰ τῶν ἰερῶν προφητῶν διά τινων ποικίλων παραδέδονται. Καὶ γὰρ ἐπιτηδείως ἡ θεολογία τοῖς τοιούτοις ἱεροῖς σχηματισμοῖς ἐπὶ τῶν ἀσχηματίστων ἐχρήσατο, ἅμα μὲν τὴν δύναμιν τοῦ ἡμετέρου νοὸς σκεψαμένη, ἅμα δὲ καὶ τοῦ οἰκείου καὶ συμφυοῦς τῆς ἀναγωγῆς προνοήσασα. Ἐν ὅσῳ γὰρ λέγει τυχὸν ἀετὸν, δύο κατασκευάζει τὰ μέγιστα, καὶ ἡμῖν τοῖς συνήθεσι γνωρίζει τὰ πράγματα, καὶ τούτοις φυλάττει τὸ συμφυές· τὸ γὰρ ὀξυδερκὲς καὶ ταχύτατον καὶ οἷον ὑπερηρμένον τῶν οὐρανίων δυνάμεων παρεδήλωσε· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. ἔ. Ἐντεῦθεν κατασκευάζει, πῶς χρὴ καὶ διὰ τῶν ἀνομοίων καὶ χθαμαλῶν ἐκφαίνεσθαι τὰ οὐράνια· καί φησιν· Εἰ δέ τινι δοκεῖ ἀποδέχεσθαι μὲν τὰς ἰερογραφικὰς συνθέσεις καὶ τὰ πλάσματα, ὡς μὴ ἄλλως ἐνὸν, εἰ μὴ οὐτως τὰ ἁπλᾶ καὶ ἐφ´ ἐαυτῶν μένοντα, καὶ ἄγνωστα καὶ ἀθεώρητα ὑπάρχοντα, γινώσκεσθαι· ἀτόπους δὲ οἴεται τὰς τοιαύτας συνθέσεις, καὶ πᾶσαν τὴν ἀπότομον ταύτην τῶν ἀγγελικῶν ὀνομάτων σκηνήν. Ὡς γὰρ ἐν τῇ σκηνῆ ἄλλοι μέν εἰσιν οἱ παρόντες, ἑτέρους δὲ ὑποκρίνονται· οὕτω καὶ ἐνταῦθα ἄλλα μέν εἰσι τὰ ὑποκείμεῦα, καὶ ἀλλοτρόπως λέγονται. Καὶ πρέπειν, φησὶν ἐκεῖνος, τοὺς θεολόγους, βουλομένους τὰ ἀνεικόνιστα εἰκονσαι, οἰκείοις $0=3 $8=84 $9=1 καὶ συγγενέσιν ἐκφαίνειν σχηματισμοῖς, ἐκ τῶν παρ´ ἡμῖν τιμιωτάτων καὶ ἀθλων ποσῶς, δηλονότι ἐκ τῶν ἀνθρωπίνων, καὶ μὴ ἐξ ἀλόγων ἢ καὶ ἀψύχων· καὶ μὴ περιτιθέναι πολυμορφίας ἐνύλους ταῖς ὑπερκειμέναις ἀπλότησιν. Οὕτω γὰρ ἂν εἴπερ ἐποίησαν, δύο ἕμελλον ποιῆσαι τὰ ἀγαθὰ, καὶ ἡμᾶς ἀνάγειν πρὸς κρείττονα καὶ ὑψηλοτέραν ἔννοιαν, καὶ τὰ ὑπερκόσμια μὴ κατάγειν καὶ ἀτιμοῦν· τῷ γὰρ οὕτως εἰκονογραφεῖν διὰ τῶν ἀλλοτρίων παντάπασι, δύο ποιὸῦσι τὰ χείριστα, τό τε εἰς τὰ θεῖα ἐξυβρίζειν, καὶ τὴν ἡμετέραν ἀποπλανᾷν διάνοιαν εἰς τὰς ἀνιέρους συμπλάσεις ἐναπομένουσαν. Καὶ τάχα καί τις ὑπολήψαιτο τοιαῦτα τὰ ὑπερουράνια, ὥστε καὶ λέοντας καὶ ἕππους εἶναι, καὶ κατὰ τοὺς βόας μυκᾶσθαι τὴν ὑμνολογίαν, καὶ τὰς ἐκεῖσε ταγματαρχίας, ὀρνιθείας ἀγελαρχίας εἶναι, καὶ ζῶα ἕτερα, καὶ ὕλας ἄλλας ἀτιμοτέρας, καὶ ὅσα ἄλλα, πρὸς τὸ ἄτοπον καὶ ξένον καὶ ἐμπαθὲς ἀποπεσοῦσαι, αἱ τοιαῦται ἀνόμοιοι ὁμοιότητες καὶ ξέναι εἰκόνες ποιοῦσι φαντάζεσθαι. Εἰ ταῦτά τις λέγει καὶ διισχυρίζεται, ἀλλ´ ἡ τῆς ἀληθείας ζήτησις, καὶ ἡ ἡμετέρα ἑρμηνεία τε καὶ ἐξήγησις ἐν ταῖς τοιαύταις μορφώσεσι τὴν σοφίαν εὑρίσκει προνοησαμένην καὶ τῶν δύο μερῶν, ἡμῶν τε τῶν ἀκουόντων, κἀνκείνων περὶ ὧν τοὺς λόγους ποιοῦνται· ὡς μήτε ἐκείνας ἐνυβρίζεσθαι, μήτε μὴν ἡμᾶς ἐμπαθῶς ἐναπομένειν ταῖς τοιαύταις ταπεινότησι. Τί δέ ἐστιν ἡ ἀτιμοτέρα ὕλη, καὶ τί τὸ ἄτοπον καὶ ξένον καὶ ἐμπαθὲς, φησὶν ὁ Ἰεζεκιὴλ, ὡς ὁμοίωμα ἑωρακέναι θρόνου, καὶ ὡς ὁμοίωμα λέοντος. Ὁ θρόνος ἀτιμοτέρᾳ ὕλη τοῦ λέοντος, ὅτι αὐτὸς μὲν ἄψυχος, ὁ δὲ λέων ἔμψυχος· ἔένον δὲ καὶ ἄτοπον καὶ ἐμπαθές ἐστιν, ὅτι τὸ λεοντόμορφον, θυμικόν τι σημαίνει· καὶ τὸ μόσχειον εἶδος, ἐπιθυμητικόν· ἅτινα πάθη καὶ μεγάλα ὑπάρχουσιν. Οὐ δεῖ γοῦν ἐμπαθῶς ταῦτα νοεῖν. Καὶ πρῶτον μὲν δεικνύουσιν, ὅτι καὶ ἀμφοτέρων προὐνοήσατο ἡ σοφία τοῦ Θεοῦ οὕτω ποιήσασα, καὶ ἡμῶν καὶ τῶν οὐρανίων ἐκείνων· ἡμῶν μὲν, ὅτι ἄλλως οὐκ ἦν μαθεῖν τὰ τοιαῦτα· ἐκείνων δὲ, ὅτι, ὡς μυστικὰ, οὕτως ἀποῤῥήτως καὶ οὐκ ἄλλως ἔδει ἐκφαίνεσθαι Μεπὰ ταῦτα δὲ δείξει, πως οὐ λυμαίνεται τοῖς πράγμασι τὸ ἀπεμφαῖνον καὶ ἀνόμοιον τῶν εἰκασμάτων. Καὶ δή φησιν, ὅτι εἰκότως προτίθενται οἱ τύποι τῶν ἀτυπώτων, καὶ τῶν ἀσχηματίστων τὰ σχήματα οὐ μόνον διὰ τὸ ἡμέτερον ἀσθενές, μὴ οων τε ὄντων ἀμέσως καὶ δίχα τύπων ἐπὶ τὰς νοητὰς θεωρίας ἀνατείνεσθαι, ἀλλὰ διὰ μέσων μορφώσεων συμφυῶν καὶ ἡμῖν οἰκείων, ἃς δὴ καὶ προτιθέασιν αἱ Γραφαὶ ἐκείνων τῶν ὑπερφυῶν θεαμάτων· ἀλλ´ ὅτι καὶ τοῦτο ταῖς μυστικαῖς Γραφαῖς πρεπωδέστατον, δι´ ἀποῤῥήτων αἰνιγμάτων τὰ μυστικὰ ἀποκρύπτεσθαι, καὶ ἄβατον τιθέναι τοῖς πολλοῖς τὴν κρυφίαν ἀλήθειαν, Ἔστι γὰρ οὐ πᾶς ἱερὸς, οὐδὲ πάντων ἡ γνῶσις, καθὼς ὁ Κύριός φησι πρὸς τοὺς ἀποστόλους· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν. $0=3 $8=85 $9=1 ΚΗ. Εἰ δέ τις δέχοιτο μὲν τὴν τοιαύτην διὰ τῶν αἰσθητῶν εἰκόνων τῶν νοητῶν κατάληψιν, αἰτιάσαιτο δὲ μόνον τὰς ἀτόπους εἰκονογραφίας, λέγων εἰς αἰσχύνην εἶναι τὰ οὕτως αἰσχρὰ εἰκονίσματα τοῖς θεοειΚδέσιν ἀνατιθέναι· ἀρκεῖ εἰπεῖν πρὸς αὐτὸν, ὡς διττός ἐστι τῆς ἐκφαντορίας ὁ τρόπος· ὁ μὲν ἐκ τῶν ὁμοίων, ὁ δὲ διὰ τῶν ἀνομοίων μορφωμάτων πλαττόμενος. Καὶ Πδε πρῶτον ἐπὶ Θερῦ, τί λέγουσιν α μυστικαὶ τῶν Γραφῶν παραδόσεις· ποτὲ μὲν ἐκ τῶν ὁμοίων, λόγον καὶ νούν κατὰ τὸ, Τίς ἔγνω νοῦν Κυρίου; καὶ οὐσίαν, κατὰ τὸ, Ἐγώ εὐμι ὁ ὤν· τὴν αὐτοσοφίαν, καὶ οὐχ ἁπλῶς λογιότητα ἀλλ´ αὐτολογιότητα ὑμνοῦσαι, τὴν ὄντως ὕπαρξιν οὖσαν καὶ αἰτίαν τῆς τῶν ἄλλων πάντων ὑπάρξεως, καὶ φῶς καὶ ζωήν, ὡς τοῖς ἱεροῖς Εὐαγγελίοις· τῶν τοιούτων ἀπάντων ὀνομάτων σεμνοτέρων ὄντων καὶ ὑπερκειμένων τῶν ὑλικῶν, εἰ καὶ οὕτω πάλιν πρὸς τὴν ἀληθινὴν ἐμφέρειαν ἀποδέουσιν· ἔστι γὰρύπὲρ ταῦτα πάντα, ἃ δὴ ἀσυγκρίτως τῆς μακαρίας ἀπολείπονται φύσεως. Ποτὲ δὲ ἐκ τῶν ἀνομοίων ὑμνεῖται τὸ Θεῖον κατὰ ἀπόφασιν, ἀόρατον λεγόμενον, καὶ ἄπειρον, καὶ ἀχώρητον· ἐξ πν οὐ τί ἐστὶν, ἀλλὰ τί οὐκ ἔστι σημαίνεται. Ἀπὸ γοῦν τούτων τῶν δύο ἐκφάνσεων κυριωτέραν τὴν ἐξ ὰνομοίων δείκνυσι. Τὸ μὲν οὖν οὐκ εἶναι ταύτην τι τῶν ὄντων, γινώσκομεν· ἁγνοοῦμεν δὲ τὴν θπερούσιον αὐτῆς ἀοριστίαν καὶ ἀνόητον· ἀνόητον δὲ, οὐ κατὰ στέρησιν νοήσεως, ἀλλ´ ὅτι νόησιν ταύτης οὐκ ἔστι λαβεῖν· ὥσπερ καὶ τἄλλα, τὸ ἀόρατον καὶ ἄπειρον, οὐ κατὰ στέρησιν, ἀλλὰ κατὰ ἀπόφασιν. Τοίνυν ἐπεὶ αἱ μὲν ἀποφάσεις ἐπὶ τῶν θείων, ἁληθεῖς, αἱ δὲ καταφάσεις, ἀνάρμοστοι· οἰκειοτέρα μᾶλλόν ἐστιν ἐπὶ τούτων ἡ διὰ τῶν ἀνομοίων ἐκφαντορία καὶ δήλωσις. Καὶ εἰ ταῦτα οὕτως ἐπὶ Θεοῦ, συναγόμενόν ἐστι καὶ ἐπὶ τούτοις, ὅτι τιμῶσιν ἄρα, οὐκ αἴσχους πληροῦσι τὰς θείας διακοσμήσεις αἱ ἱεραὶ Γραφαὶ, αἱ διὰ τῶν ἀνομοίων μορφοποιίαι, τοῦ βοὸς, τοῦ ἀετοῦ, καὶ τῶν λοιπῶν αὐτὰς ὑποδεικνῦσαι, ὡς ὑπεράνω δηλονότι οὔσας τῶν ὑλικῶν ἀπάντων ὑπερκοσμίως. Εἰ γὰρ ὁ λεοντόμορφος λεγόμενος, καὶ πολύπους, καὶ πολύπτερος, καὶ λογικός ἐστι, καὶ ἄὖλος, πῶς οὐ δηλονότι ὑπερκοσμίως ἐκβέβηκε τὰ ὑλικὰ καὶ παρ´ ἡμῖν νοούμενα; Ὅρα δὲ πως καλῶς ἀπελογήσατο, διὰ τί ζώων μνήμην ἔχει τὰ οὐράνια, ἤτοι εἰκόνας. Ὥσπερ γὰρ ὁ ἐπὶ πάντων Θεὸς οὐδὲν ἐν τοῖς πᾶσιν ἔχει ὁμογενὲς, καὶ διὰ τοῦτο εἰκότως οὐδὲν τῶν άπάντων ἐστὶ δηλωτικὸν αὐτοῦ, ἀλλὰ λοιπὸν ἄλλη μεθόδῳ θεολογοῦμεν, λέγοντες ὅτι οὐκ ἔστιν ὁ Θεὸς τὸ καὶ τὸ, ὅπερ καλεῖ διὰ τῶν ἀνομοίων· οὕτω καὶ ἐπὶ τῶν οὐρανίων δυνάμεων καλῶς οἱ θεολόγοι ἐποίησαν, τεχνικῶς οὐδενὶ τῶν αὐτῶν αὐτὰς ὁμοιώσαντες, ἀλλ´ ἐκ τῶν αἰσθητῶν, ἅπερ καλεῖ ἄτιμα, τὴν τελείαν λαβόντες ἐμφέρειαν, τοῦτο πρὸς τιμὴν αὐτῶν πεποιηκότες, ἵνα πλασματώδης καὶ οὐκ ἀληθὴς γένηται τούτων ἡ μίμησις. Ἐντεῦθεν βούλεται δεῖξαι κατὰ τὸ βίαιον, ὅτι καὶ μᾶλλον τῶν ὁμοίων αἱ ἀνόμοιοι εὐαρμοστότεραι. Εἰς μὲν γὰρ τὰς τιμιωτέρας καὶ ὁμοίας, εἰκός ἐστι καὶ ἀποπλανηθῆναί τινας. $0=3 $8=86 $9=1 ὅπου γε καὶ εἰς τὰς ἀνομοίους τινὲς ἐξώλισθον, εαθὼς ἐλέγομεν ἕμπροσθεν. Οἰηθήσονται γὰρ, χρυσοειδεῖς καὶ στίλβοντας ἄνδρας εἶναι καὶ λαμπρὰν φοροῦντας ἐσθῆτα, καὶ πυρώδεις δίχα καύσεως καὶ ἀβλαβῶς εἶναι· αἱ γὰρ λεγόμεναι πυρὸς φλόγες σὸ καυστικαὶ, ἀλλὰ ζωτικαί εἰσι, καὶ τάλλα ὅσα φασὶν αἰ Γραφαί. Ὅπερ ἵνα μὴ πάθοιεν οἱ μηδὲν τῶν φαινομένων ὑψηλότερον φαντασθῆναι δυνάμενοι, ἡ ὑψηλὴ σοφία τῶν θεολόγων εἰς ἀνομοίους καὶ ἀπεμφαινούσας εἰκόνας κατάγεται, μὴ συγχωροῦσα μὲν τὴν ὀιάνοιαν ἡμῶν ἀναπαύεσθαι εἰς αἰσχρὰς καὶ ἀπρεπεῖς ἀναπλάσεις, διεγείρουσα δὲ τὸ ἀνωφερὶς τῆς ψυχῆς τῇ δυσμορφίᾳ τῶν πλάσεων, ὡς δήλου δηλαδὴ ὄντος καὶ τοῖς ἄγαν ὑλικοῖς τὴν διάνοιαν, ὅτι οὐκ εἰσὶ τὰ θεῖα τοιαῦτα. Ἀκριβῶς οὖν εἰδότες ὅτι οὐκ εἰσὶ τοιαὖτα, ζητήσομεν τὴν ἀλήθειαν, τὴν ὅτι ἄλλο τι παρὰ ταῦτά εἰσιν. Ἄλλως τε καὶ τοῦτο ἐννοῆσαι χρὴ, ὅτι οὐδὲν τῶν ὄντων καθόλου, τῆς τοῦ καλοῦ μετουσίας ἐστέρηται· ἐπεὶ καλὰ λίαν παρὰ τῆς Γραφῆς μεμαρτόρηνται. Ἔστι τοιγαροῦν ἐκ πάντων αὐτῶν καλὰς θεωρίας καὶ προσηκούσας τοῖς νοητοῖς ἐπινοῆσαι, ἃς δὴ καὶ ἀνομοίους ὁμοιότητας φαῖμεν ἂν, ὅτι ἑτέρῳ τρόπῳ τὰ νοητὰ ἔχουσιν, ἃ τοῖς αἰσθητοῖς ἑτεροτρόπως ἀπονενέμηνται. Αὐτίκα γὰρ ὁ θυμὸς, ἐπὶ τῶν κάτω μὲν, ἐξ ἐμπαθοῦς ὁρμῆς ἐγγίνεται, καὶ πάσης ἀλογίας ἐστὸν ἔμπλεως ἡ τοιαύτη τοῦ θυμοῦ κίνησις· ἀλλ´ ἐπὶ τῶν νοητῶν ἑτεροτρόπως νοοῦμεν τὸν θυμὸν, τὴν ἀνένδοτον λέγοντες ἔλλογον κίνησιν, καὶ τὴν ἀχαύνωτον ἕξιν καὶ ἀμετάβλητον ἐν ταῖς εἰς τὸ καλὸν ἱδρύσεσιν. Ὡσαύτως ἔχει καὶ ἡ ἐπιθυμία, ἐπὶ μὲν τοῖς ἀλόγοις, ἀπερίσκεπτόν τινα ἐμπάθειαν, ἐξ ἐμφύτου κινήσεως πολλάκις· ὅτε δηλαδὴ ἀπὸ συμπτωμάτων φυσικῶν τὴν κίνησιν ἔχομεν, ἢ συνηθείας πολλάκις· ὅτε δηλονότι ἀπό τινων ἐθισμῶν κατὰ τὴν τοῖς ἀλλοιωτοῖς ἐγγινομένην ἄλογον ἐπικράτειαν, τῆς σωματικῆς ὀρέξεως ὡθούσης τὸ ζῶον ἐπὶ τὸ κατ´αίσθησιν» καὶ οὕτω κατὰ νόησιν ἐπιθυμητόν. Ὅτε δὲ τὴν ἐπιθυμίαν τοῖς νοητοῖς ἐπιθήσομεν, ἔρωτα θεῖον αὐτὴν ἐννοεῖν χρὴ τῆς ὑπὲρ λόγον καὶ νοῦν ἀὕλίας, καὶ τὴν ἀνένδοτον ἱφεσιν τῆς ἀπαθοῦς θεωρίας, καὶ τῆς αἰωνίας ὄντως καὶ νοητῆς κοινωνίας πρὸς ἐκείνην τὴν καθαράν διαύγειαν, καὶ τὴν ἀφανῆ καὶ θείαν εὐπρέπειαν. Πάλιν τὸ ἀκρατές, ἐφ´ ἡμῶν μὲν, τὸ ἐφ´ ὅπερ δὴ καὶ ὁρμήσομεν ἀνεπίστροφον· ἐπ´ ἐκείνων δέ, τὸ σύντονον, καὶ τὸ παρὰ μηδενὸς ἐγκόπτεσθαι, διὰ τὸν ἀμιγῆ καὶ καθαρὸν, καὶ εἰς οὐδὲν ἕτερον ἐσχολακότα, καὶ ἀναλλοίωτον τῆς θείας καλλονῆς ἔρωτα, καὶ τὴν ἄλικὴν ὁρμὴν ἐπὶ τὸ ὄντως ἐράσμιον. Πάλιν τὴν ἀλογίαν, καὶ ἀναισθησίαν, καὶ ἀνοησίαν, ἐπὶ μὲν τῶν ἀλόγων τε καὶ ἀψύχων, καθὼς ἐπὶ τοῦ λίθου τὴν ἀναισθησίαν, κατὰ στέρησιν λέγομεν· ἐπὶ δὲ τῶν νοητῶν καὶ ἀθλων, κατὰ ἀπόφασιν. Καὶ διὰ μὲν τὸ ὑπερέχειν αὐτὰ, ὡς ὑπερκείμενα τοῦ καθ´ ἡμᾶς προφοοικοῦ $0=3 $8=87 $9=1 λόνου.τοῦ μεταβατικοῦ μὲν, ὡς μεταβαίνοντος ἐκ τοῦ λέγοντος εἰς τὸν ἀκούοντα· σωματικοῦ δὲ, ὡς διὰ σωματικῶν ὀργάνων γινομένου,, λέγομεν ἄλογα· ἐκεῖ γὰρ οὐχ οὔτως, ἀλλ´ ἐν ἀσωματίᾳ τυγχάνοντες, καὶ εἰς ἀλλήλους χωροῦντες καὶ ἀποχωροῦντες, παντὸς λόγου τρανότερον τὰς ἀλλήλων νοήσεις κατοπτεύοντες, ἀλλήλοις ὥσπερ διαλέγονται διὰ σιγῆς τοῦ λόγου ὥσπερ μεταδιδόντες ἀλλήλοις. Κατὰ τοῦτο τοίνυν ἄλογα λέγομεν τὰ οὐράνια τάγματα· διὰ δὲ τὸ ὑπερκεῖσθαι τῆς ὑλικῆς, ὡς καὶ ἀλλοτρίας τῶν ἀσωμάτων αἰσθήσεως, φαμὲν ἀναίσθητα, ὡς ὑψηλότερα τῆς αἰσθήσεως, καὶ νοητά. Συμπεραίνων λέγει· Ἔστι τοιγαροῦν οὐκ ἀπεικὸς καὶ ἐκ τῶν ἀνομοίων καὶ ἀτιμοτάτων τῆς ὕλης μερῶν ἀναπλάττειν εἰκόνας, ἐπεὶ καὶ αὕτη ἡ ὕλη περὶ τοῦ ὄντως καλοῦ τοῦΘεοῦ ὑποστᾶσα, καπὰ πᾶσαν αὐτῆς διακόσμησιν τὴν κατ´ εἶδος, ἀπηχήματά τινα τῆς νοερᾶς εὐπρεπείας ἔχει, ὡς ἔστι τοῦ φωτὸς, τὸ φωτίζειν, καὶ τοῦ πυρὸς, τὸ δαπανητικὸν καὶ δραστήριον, εἰ μόνον ἀνομοίως καὶ ἑτεροτρόπως τὰ ὅμοια ποσῶς ἐκλαμβάνονται· ἥλιος γὰρ αἰσθητοὺς ὀφθαλμοὺς φωτίζει, καὶ τῶν χρωμάτων ἀντιλαμβάνεσθαι δίδωσι· Θεὸς δὲ ψυχὴν καὶ τοῖς ἐκεῖσε καλοῖς ἐπεντρανίζειν παρέχει. Τὰ αὐτὰ γὰρ οὐ ταύτῶς λαμβάνονται, πρὸς τὴν φυσικὴν δὲ ἰδιότητα τοῦ ὑποκειμένου καὶ ὁρίζονται καὶ νοοῦνται. Διὰ τοῦτο γὰρ καὶ ἀπηχήματα λέγονται ἐκείνων ταῦτα· ἐξ οὗ καὶ παροιμία ἐπὶ τῶν ἀνομοίων ποσῶς μετεχόντων, ἢ καὶ δοκούντων μετέχειν, λέγεται, ὅτι καὶ τὸ τῆς ἠχοῦς ὑστερόφωνον. Ὃ γὰρ ἐπὸ τῆς ὁράσεως εἰκὼν, ὁμοίωμά τι πρὸς τὸ πρωτότυπον ἔχουσα· τοῦτο ἐπὶ τῆς ἀκοῆς ἀπήχημα, ὁμοίωμά τι πρὸς τὴν φωνὴν ἔχον· τὸ γὰρ ἀπὸ τοῦ ἤχου εἰς ἐλάχιστον καταντῆσαν, τοῦτό ἐστιν. Ἐννόησον οὖν τὴν νοερὰν τοῦ Θεοῦ εὐπρέπειαν, ἤχου τινὰ λόγον ἔχουσαν ἐξαισίου πάντη καὶ ἀποῤῥήτου· ἐξοὗ τινος ἤχου, καὶ ἐξ ἧς εὐπρεπείας, ἀπηχήματά τινα, καὶ οἰονεὶ ὁμοιώματα τοῦ ἤχου, ἢ καὶ ἀνομοίως ἐκλαμβάνονται, πρὸς τὰ κτίσματα φθάνουσι. ἔ Υ. Διὰ τοῦτο τοὺς θείους προφήτας εὑρήσομεν οὐ μόνον τὰς οὐρανίας δυνάμεις, οὑτω καὶ διὰ τοιούτων δηλοῦντας πλάσεων, ἀλλὰ καὶ αὐτὴν ἔστιν ὅτε τὴν θεαρχικὴν οὐσίαν. Καὶ ποτὲ μὲν αὐτὴν ἀπὸ τῶν φαινομένων τιμίων ὑμνοῦσιν, ὡς ἤλιον· οὐχ ἀπλῶς ῆλιον, ἀλλὰ δικαιοσύνης κατὰ τὸν προφήτην Μαλαχίαν· ὡς ἑῷον ἀστέρα, ἀλλ´ εἰς ψυχὴν ἀνατέλλοντα, κατὰ τὸν μέγαν Πέτρον ἐν τῇ καθολικῇ Ἔπιστολῇ αὐτοῦ λέγοντα, Ἕως οὖ φωσφόρος ἀνατελεῖ ἐν ταῖς καρδίαις ὑμῶν· καὶ ὡς φῶς, ἀλλ´ ἀπερικαλύπτως καταυγάζον, ὡς τὸ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καὶ τὸ, Ἢν τὸ φῶς τὸ ἀληθινόν. Ποτὲ δὲ ἀπὸ τῶν μέσων, ὡς πῦρ, ἀλλ´ ἀβλαβῶς καὶ ἀκαύστως φωτί. ζον, ὡς ἐν τῇ βάτῳ τεθεώρηται· ὡς ὕδωρ, ἀλλὰ ζωτικῆς $0=3 $8=88 $9=1 ἀποπληρώσεως καὶ χορτασμοῦ χορηγὸν, καὶ συμβολικῶς εἰπεῖν, εἰς γαστέρα, τὴν ψυχὴν δηλονότι, διαδυόμενον, καὶ ποταμοὺς ἀναβλύζον, ἀσχέτως καὶ ἀκρατήτως ἀποῤῥέοντας, κατὰ τὸ, Ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὑδατος ζῶντος. Ποτὲ δὲ ἁπὸ τῶν ἐσχάτων καὶ χθαμαλῶν, ὡς μύρον εὐῶδες, ὡς παρὰ τῷ Σολομῶντι, Μύρον ἐκκενωθὲν ὃνομά σου· ὡς λίθον ἀκρογωνιαῖον, ὡς παρὰ τῷ Δανιήλ. Καὶ μορφὰς αὐτῇ περιτιθέασι λεόντων, πάνθηρος, παρδάλεως, καὶ ἀπορουμένης ἄρκτου, ὡς ἐν τοῖς προφήταις εὐρίσκονται. Προσθήσω δὲ, ὅτι καὶ σκώληκος εἶδος καὶ ὸνομασίαν, κατὰ τὸ, Ἐγώ εἰμι σκώληξ, καὶ οὐκ ἄνβρωπος· καὶ εἶδος μᾶλλον τοῦ σκώληκος οἱ τὰ θεῖα σοφοὶ ἀποδεδώκασι, διὰ τὴν ἄσπορον ἐκ Παιθένου σόλληψιν, καὶ τὸ τέλειον εἶδος τοῦ ἀνθρώπου, καὶ τὴν τελείαν φύσιν ἢν προσελάβετο. Οὕτω πάντες οἱ θεόσοφοι τῆς θείας ἐπιπνοίας ὑποφῆται τῶν ἀτελέστων καὶ ἀνιέρων τὰ Ἀγια τῶν ἁγίων ἀποδιαστέλλουσι, καὶ τὴν ἀνόμοιον ἱερομόρφωσιν τιμῶσιν, ὡς μήτε τὰ θεῖα ἐκ προχείρου εἶναι τοῖς βεβήλοις νοεῖσθαι, μήτε τοὺς τῶν ἱερῶν ἀγαλμάτων φιλοθεάμονας, ὡς ἀληθέσιν ἐναπομένειν τοῖς τύποις. Τοῦτο δὲ ἐξ Ἐλλήνων εἴληπται· ἐκεῖνοι γὰρ ἐποίουν οἷά τινας ἀνδριάντας, μήτε χεῖρας, μήτε πόδας ἔχοντας· τούτους δὲ Ἐρμᾶς ἐκάλουν, ὡς κρυφίως ἐντὸς κρύπτοντας τὸ ἄγαλμα- τὰ γὰρ κρύφια τῷ Ἐρμῇ ἀνετίθουν. Ἐποίουν γὰρ ἐν αὐτοῖς καὶ θύρας καὶ τόπους διακένους, καὶ ἔσωθεν ἐτίθεσαν ἁγάλματα ὧν ἔσεβον θεῶν. Ἐφαίνοντο οὖν οἱ Ἐρμαῖ εὐτελεῖς, ἔσωθεν δὲ τοὺς τῶν θεῶν καλλωπισμοὺς εἶχον· οἱ γοῦν φιλοθεάμονες τούτων, τοῖς Ἐρμαῖς οὐ προσεῖχον, ἀλλὰ τοῖς Κσωθεν ἀγάλμασι. Διὰ ταῦτα τοίνυν, καὶ ὥστε τὰ θεῖα πάλιν τιμᾶσθαι ταῖς ἀληθέσιν ἀποφάσεσιν· ὅτι κὰν ὅ, τι εἴποις, οὐ τοῦτό ἐστι τὸ Θεῖον, κατὰ τὴν ἀποφατικὴν θεολογίαν. Καὶ πάλιν τοῦτο λέγεται κατὰ τὴν καταφατικὴν, ἀλλ´ οὐχ ἀπλως καὶ κυρίως, ἀλλὰ ταῖς πρὸς τὰ χθαμαλὰ ἑτεροίαις καὶ ἑτεροτρόποις ἀφομοιώσεσι τῶν ἀπηχημάτων, οἱονεὶ τῶν δημιουργημάτων. Ὡς γὰρ ἀπήγημά ἐστι τὸ μετὰ τὸν ἦχον ἐναπομεῖναν τῇ ἀκοῇ ἀμυδρόν τι τῆς φωνῆς λείψανον· οὕτω καὶ τὰ δημιουργήματα, τῆς θείας ὑπερουσιότητος ἀμυδρά τίς ἐστι δήλωσις· οὐκ ἐκ τῶν καθ´ αὐτὴν· γὰρ, ἀλλ´ ἐκ τῶν περὶ αὐτὴν τὸ σοιοῦτον συνάγεται ἵνδαλμα. Ἔσχατα δὲ ἀπηχήματα τὰ ἡμέτερα, πρὸς ἀντιδιαστολὴν τῶν ἀγγελικῶνὅτι καὶ ἐν τῇ καθ´ ἡμᾶς ὕλῃ εὐρίσκονται ἀναλόγως θεῖαι ἐμφέρειαι, ὅπου καὶ ἐν βοτάναις καὶ μετάλλοις τὸ ὡφελοῦν καὶ ζωογόνον εὑρίσκεται, καὶ ἐν ἄλλοις ἕτερα θεῖα καὶ παράδοξα. Οδὲν οὖν ἁτοπον, ἐπεὶ καὶ ἐπὶ Θεοῦ τὸ τοιοῦτον πράττεται, εἰ καὶ τὰς οὐρανίους δυνάμεις ἐκ τῶν ἐσχάτων καὶ ἀνομοίων ὁμοιοτήτων ἀναπλάττουσι· τοῦτο γὰρ ἴσως καὶ ἡμᾶς ταράξαν διὰ τὸ δυσειδὰς τῆς δηλωτικῆς καὶ φανεροποιοῦ ἀναπλάσιως, κεκὲνηκεν εἰς τὴν τοιαύτην $0=3 $8=89 $9=1 ΟΑΡΠΤ ΙΙΙ. ζήτησιν, οὐκ ἐῶν ἡμῶν τὸν νοῦν ἐναπομεῖναι τοῖς ἱστορουμένοις ὡς ἔχουσιν, ἀλλ´ ἐρεθίζον ἀπαναίνεσθαι ταύτας, καὶ προσεθίζον ἀπὸ τούτων δὴ τῶν Κφαινομένων εἰς ἀναγωγὰς ἀνατείνεσθαι. Τοσαῦτα μὲν εἰρήσθω περὶ τῶν τοιούτων ὁμοιωμάτων. Καλῶς δὲ ἀγγελοειδεῖς, οὐκ ἀγγελικὰς εἰπεν· οὐ γὰρ αὐτῶν τῶν ἀγγέλων ὥς εἰσιν αἱ εἰκόνες ἀπεγράφησαν, ἀλλ´ ἔμφασίν τινα εἰδοποιίας τῶν ἀσωμάτων ἀπεμφαίνουσιν. Ἐξῆς δὲ πρέπει ἀφορίσασθαι καὶ διασαφῆσαι, τί μὲν αὐτὴν τὴν ἱεραρχίαν εἶναι οἰόμεθα, τί δὲ παρ´ αὐτῆς οἱ. ἱεράρχαι ὡφελοῦνται διὰ τῶν ἱερῶν τελετῶν καὶ μυστηρίων. Εἴθε δὲ προοδοποιήσοι Χριστὸς ὁ ἐμὸς,μοι τοῦτο θέμις εἰπεῖν, ἰδιοποιουμένῳ τὸ κοινὸν, ἡ πάσης ἰερατικῆς καταστάσεως ἐπίπνοια καὶ διάδοσις ἱ Σὺ δὲ, ὡ παῖ,φησὶ πρὸς Τιμόθεον, κατὰ τὴν τοῦ ἡμετέρου νόμου παράδοσιντὰ ἅγια γὰρ τοῖς ἄγίοις αὐτός τε ἱεροπρεπῶς καὶ μὴ χθαμαλῶς ἄκουε, ἐν μυήσει τῶν ἐνθέων γινόμενος ἔνθεος, καὶ κρυφίως περικαλύψας τὰ ἅγια κατὰ νοῦν ἐκ τῶν ἀνιέρων ἀνδρῶν, ὡς ἐνοειδῆ καὶ ἁπλᾶ καὶ μὴ δεόμενα λόγοωων συνθέσεως διαφύλαξον. Ὃρα δέ, πρὸς τὸ πληθύος σὸ ἑνοειδῆ ἐπήγαγε· τὰ μὲν γὰμ ἅγια ἑνοποιεῖ· τὰ δὲ βέβηλα διασκεδἀννυσιν. Οὐ γὰρ δίκαιον, ὡς τὰ ἰερά φασιν Εὐαγγέλια, εἰς χοίρους ἀποῤῥίψαι την τῶν νοητῶν μαργαριτῶν ἁμιγῆ τῆς κάτω συγχύσεως καὶ λαμπρὰν φαιδρότητα. Παῖδα δὲ λέγει τὸν ἀπόστολον Τιμόθεον, ἢ ὡς προβεβηκὼς τοῖς ἔτεσιν οὗτος, ἢ διὰ τὸ ἐρωτᾶσθαι παρ´ αὐτοῦ, κἀκεῖνον διδάσκεσθαι· εἶχε γὰρ μεγάλας τὰς ἐνοχλήσεις παρὰ τῶν ἐν Ἰωνίᾳ φιλοσόφων. Ἡ τοὺς τὴν ἀκακίαν ἀσκοῦντας παῖδας ἐκάλουν, καθώς τινες παλαιοῖ ἰστοροῦσι πεοὶ τούτου. ὅτι τῇ ἀκακία ἐσεμνύνετα ΚΕΦΑΛΑΙΟΝ Γʹ. Τί ἐστιν ἰεραρχία, καὶ τίς ἡ κατὰ Ἀραρχίαν Ἔστι μὲν ἱεραρχία, κατ´ ἐμὲ, τάξις ἱερὰ, καὶ ἐπεστήμη, καὶ ἐνέργεια πρὸς τὸ θεοειδὲς ὡς ἐφικτὸν ἀφομοιουμένη, καὶ πρὸς τὰς ἐνδιδομένας αὐτῇ θεόθεν ἐλλάμψεις ἀναλόγως ἐπὶ τὸ θεομίμητον ἀναγομένη. Τὸ δὲ θεοπρεπὲς κάλλος, ὡς ἀπλοῦν, ὡς ἀγαθὸν, ὡς τελεταρχικὸν, ἀμιγὲς μέν ἐστι καθάλου πάσης ἀνομοιότητος, μεταδοτικὸν δὲ κατ´ ἀξίαν ἐκάστῳ τοῦ οἰκείου φωτὸς, καὶ τελειωτικὸν ἐν τελετῇ θειοτάτη κατὰ τὴν πρὸς ἑαυτὸ τῶν τελουμένων ἐναρμονίως ἀπαράλλακτον μόρφωσιν. $0=3 $8=90 $9=1 Ἐκοπὸς οὗν ἱεραρχίας ἐστὶν, ἡ πρὸς Θεὸν, ὡς ἐφικτὸν, ἀφομοίωσίς τε καὶ ἕνωσις, αὐτὸν ἔχουσα πάσης ἱερᾶς ἐπιστήμης τε καὶ ἐνεργείας καθηγεμόνα, καὶ πρὸς τὴν αὐτοῦ θειοτάτην εὐπρέπειαν ἀκλινῶς μὲν ὁρῶν, ὡς δυνατὸν δὲ ἀποτυπούμενος, καὶ τοὺς ἑαυτοῦ θιασώτας, ἀγάλματα θεῖα τελῶν, ἔσοπτρα τι ἄιειδέστατα καὶ ἀκηλίδωτα, δεκτικὰ τῆς ἀρχιφώτου καὶ θεαρχικῆς ἀκτῖνος· καὶ τῆς μὲν ἐνδιδομένης αἴγλης ἱερῶς ἀποπληρούμενα, ταύτην δὲ αὖθις ἀφθόνως εἰς τὰ ἑξῆς ἀναλάμποντα, κατὰ τοὺς θεαρχικοὺς θεσμούς. Οὐ γὰρ θεμιτόν ἑστι τοῖς τῶν ἱερῶν τελεταῖς, ἢ τοῖς ἰερῶς τελουμένοις, ἐνεργῆσαί τι καθόλου, παρὰ τὰς τῆς οἰκείας τελεταρχίας ἱεράς διατάξεις· ἀλλ´ οὐδὲ ὑπάρχειν ἐτέρως, εἰ τῆς θεωτικῆς αὐτῆς ἀγλαΐας ἐφίενται, καὶ πρὸς αὐτὴν ἱεροπρεπῶς ἀποσκοποῦσι, καὶ ἀποτυποῦνται κατὰ τὴν Κκάστου τῶν ἱερῶν νόων ἀναλογίαν. Οὐκοῦν ὁ λέγων ἱεραρχίαν, ἰεράν τινα καθόλου διακόσμησιν δηλοῖ, εἰκόνα τῆς θεαρχικῆς ὡραιότητος, ἐν τάξεσι καὶ ἐπιστήμαις ἱεραρχικαῖς, τὰ τῆς οἰκείας ἐλλάμψεως ἰερουργοῦσαν μυστήρια, καὶ πρὸς τὴν οἰκείαν ἀρχὴν ὡς θεμιτὸν ἀφομοιουμένην. Ἔστι γὰρ ἐκάστῳ τῶν ἰεραρχίαν κεκληρωμένων ἡ τελείωσις, τὸ κατ´ οῖκείαν ἀναλογίαν ἐπὶ τὸ θεομίμητον ἀναχθῆναι. Καὶ τὸ δὴ πάντων θειότερον, ὡς τὰ Λόγιά φησι, Θεοῦ συνεργὸν γενέσθαι, καὶ δεῖξαι τὴν θείαν ἐνέργειαν ἐν ἑαυτῷ κατὰ τὸ δυνατὸν ἀναφαινομένην· οἱον, ἐπειδὴ τάξις ἰεραρχίας ἐστὶ τὸ τοὺς μὲν καθαίρεσθαι, τοὺς δὲ καθαίρειν· καὶ τοὺς μὲν φωτίζεσθαι, τοὺς δὲ φωτίζειν· καὶ τοὺς μὲν τελεῖσθαιἵ, τοὺς δὲ τελεσιουργεῖν, ἐκάστῳ τὸ θεομίμητον ἁρμόσει κατὰ τόνδε τὸν τρόπον. Ἡ θεία μακαριότης, ὡς ἐν ἀνθρώποις εἰπεῖν, ἀμιγὴς μέν ἐστινἀπάσης ἀνομοιότητος, πλήρης δὲ φωτὸς ἀἵδίου, τελεία καὶ ἀνενδεὴς ἀπάσης τελειότητος, καθαίρουσα, καὶ φωτίζουσα, καὶ τελεσιουργοῦσα· μᾶλλον δὲ κάθαρσις ἱερὰ, καὶ φωτισμὸς, καὶ τελείωσις, ὑπὲρ κάθαρσιν, ὑπὲρ φῶς, προτέλειος αὐτοτελεταρχία, καὶ πάσης μὲν ἱεραρχίας αἰτία, παντὸς δὲ ἱεροῦ κατὰ τὸ ὑπερέχον ἐξῃρηΤοὺς $0=3 $8=91 $9=1 δὲ καθαρτικοὺς, περιουσίᾳ καθάρσεως ἑτέροις μεταδιδόναι τῆς οἰκείας ἁγνότητος· τοὺς δὲ φωτιστικοὺς, ὡς διειδεστέρους νόας, καὶ πρὸς μετοχὴν φωτὸς καὶ μετάδοσιν οἰκείως ἔχοντας, καὶ πανολβίως τῆς ἱερᾶς ἀποπληρουμένους αἴγλης, τὸ κατὰ πᾶν αὐτῶν ὑπερχεόμενον φῶς, εἰς τοὺς ἀξίους φωτὸς ἐποχετεύειν· τοὺς δὲ τελεσιουργοὺς, ὡς ἐπιστημονικοὺς τῆς τελεστικῆς μεταδόσεως, τελεῖν τοὺς τελουμένους ἵ τῇ πανιέρῳ μυήσει τῆς τῶν ἐποπτευθέντων ἱερῶν ἐπιστήμης. Οὐκοῦν ἑκάστη τῆς ἱεραρχικῆς διακοσμήσεως τάξις, κατὰ τὴν οἰκείαν ἀναλογίαν ἀνάγεται πρὸς τὴν θείαν συνέργειαν, ἐκεῖνα τελοῦσα χάριτι καὶ θεοσδότῳ δυνάμει, τὰ τῇ θεαρχίᾳ φυσικῶς καὶ ὑπερφυῶς ἐνόντα, καὶ πρὸς αὐτῆς ὑπερουσίως δρώμενα, καὶ πρὸς τὴν ἐφικτὴν τῶν φιλοθέων νόων μίμησιν ἱεραρχικῶς ἐκφαινόμενα. $0=3 $8=92 $9=1 Ἐν τούτῳ τῶ κεφαλαίῳ τήν τε ἱεραρχίαν ἀρίζεται, καὶ τίς ἡ ταύτης ὡφέλεια δείκνυσι. Φησὶ τοίνυν, ὅτι ἐστὶν ἱεραρχία, ὡς ἐγὼ λέγω, τάξις ἰερὰ, καὶ ἐπιστήμη, καὶ ἐνέργεια. Ἔστι γὰρ τάξις καὶ φυσικὴ ἡ τοῦ ἀριθμοῦ, ὡς τὸ πρῶτον καὶ δεύτερον Ἑστι τάξις καὶ ἡ θέσει, ἦς τὸ μὲν σωματικὸν, ὡς αἱ βασιλικαὶ ἀξίαι· τὸ δὲ ἱερὸν, ὡς ἱερατικαὶ καταστάσεις· ἡν δὴ καὶ ἐπιστήμην λέγει, καὶ ἐνέργειαν. Εἰ μὴ γὰρ καθ´ ἕξιν ὁ σίδηρος ἐκπυρωθείη, οὐκ ἂν ἐπ´ ἄλλου τὴν καῦσιν πλησιάζοντος δράσειε· καὶ εἰ μὴ φωτισθείη καθ´ ἕξιν ὁ ἱεράρχης ἄνωθεν, οὐκ ἂν ἐνεργήσοι ἐτέροις τὸν φωτισμόν. Ἐπεὶ γὰρ ὁ φωτίζων πρὸς τὸν φωτιζόμενον λέγεται, καὶ ὁ τελῶν πρὸς τὸν τελούμενον, ὡς ὁ σιδάσκων πρὸς τὸν διδασκόμενον· διὰ τοῦτο οὐ λέγεται μόνον ἐπιστήμη ἡ ἰεραρχία, ἀλλὰ Ρατποι. α. ΙΙ. $0=3 $8=93 $9=1 καὶ ἐνέργεια, ἵνα κατὰ τὴν ἑαυτῆς ἔξιν ἐνεργήσειεν ἐπ´ ἄλλοις τὸν φωτισμόν. Διὰ τοῦτο καὶ πρὸς τὸ θεοειδὲς ἀφωμοίωται· κατὰ γὰρ τὰς ἐνδιδομένας ἐλλάμψεις ἀναλόγως εἰς θεομιμησίαν ἀνάγεται, ἐν τῷ ἐνεργεῖν τὸν φωτισμὸν τοῖς ἔξωθεν. Ἐπεὶ ἡ ἱεραρχία πρὸς τὸ θεοειδὲς ἀφωμοίωται, φησὶ πῶς τοῦτο γίνεται. Τὸ γοῦν θεοπρεπὲς καὶ Θεῷ πρέπον κάλλος πάσης ἀφίσταται γηὶνης ἀνομοιότητος· οὐ μετέχει γὰρ πρὸς τὰ ἐν γενέσει· ὅτι ἐκεῖνο μὲν ἀπλοῦν, ταῦτα δὲ ἅπαντα σύνθετα ἐκ στοιχείων, ἢ ἐξ ὕλης, καὶ εἴδους συγκείμενα, καὶ ὅτι ἐκεῖνο μὲν ἀγαθὸν, καὶ αὐτάγαθον· τοῦ δὲ ἀγαθοῦ πάντ´ ἐφίεται, καὶ οὐ τοῦτο ἑτέρου· ἀνελλιπὲς γοῦν τὸ Θεῖον, τὰ δὲ κτίσματα ἐνδεᾶ· καὶ ὅτι ἐκεῖνο τελεταρχικὸν, οἱονεὶ ἐξάρχον πάσης τελετῆς· τελετὴ δέ ἐστι πᾶν μυστήριον, ὡς τελειωτικὸν τῆς ψυχῆς· ταῦτα δὲ μὴ μόνον οὐκ ἐξάρχουσι τῆς τοιαύτης τελετῆς, ἀλλὰ καὶ τελούμενά εἰσι. Διὰ τοῦτο τὸ εῖον κάλλος ἐστὶ μὲν ἀμιγὲς πρὸς ταῦτα· ὁμοιότης γὰρ καὶ ἰσότης καὶ ταὺτότης, τὸ ἓν καὶ ἑνοποιὶν, ἅτε ἀπλοῦν καὶ ἀμιγὲς καὶ ἀσύνθετον. ἀνόμοιον δὲ καὶ ἄνισον, καὶ ἑτερότης, καὶ μικρὸν, καὶ ἐν μεταβολῇ, τὸ πρόσυλον. Τὸ γοῦν ἓν ἀμιγές ἐστι πρὸς τὰ πλήθη, οὐ μὴν δὲ οὕτως, ὡς μὴ δι´´ ἀγαθότητα μεταδοτικὸν εἶναι κατ´ ἀξίαν ἑκάστῳ τοῦ οἰκείου φωτός· διὰ τοῦτο γὰρ λέγεται καὶ Θεὸς ἐγγίζων ὁ κατὰ φύσιν ποῤῥωτάτω ἡμῶν ὥν. Ἔτι δὲ καὶ τελειωτικὸν ἐν τελετῇ θειοτάτῃ τῇ τοῦ βαπτίσματος, τῇ τῆς ἱερωσύνης, κατὰ τὴν μόρφωσιν τῶν τελουμένων, καὶ ἀρμογὴν τῆς ψυχῆς αὐτῶν ἀπ´ ἐμμόνου καὶ διηνεκοῦς ἁγιότητος. Εἰ γὰρ παραλλάττει τὸ μετέχον τοῦ μετεχομένου, οὐκ ἂν ἀρμόσειε πώποτε. Ὅθεν ἀποξεστέον ἐστὶ τὰς σωματικὰς ἐπαναστάσεις, καὶ τὰς τῆς γνώμης ἀνωμαλίας, καὶ εἰς μίαν καταστατέον ἁπλότητα, εἴτουν ἰσότητα, τῷ μέλλοντι προσκαλεῖσθαι Θεῷ. Καὶ τοῦτό ἐστιν ὡς ἐφικτὸν τῆς ἱεραρχίας τὸ θεομίμητον, ὅτι καὶ αὕτη μεταδίδωσι τοῦ οἰκείου φωτισμοῦ τοῖς Ἐντεῦθεν τὴν τῆς ἱεραρχίας γνωρίζεις ὡφέλειαν καὶ τὸν σκοπὸν, ὅτι ἀφομοίωσίς ἐστι καὶ ἕνωσις πρὸς Θεὸν, αὐτὸν ἔχουσα καθηγεμόνα τῆς ἐπιστήμης καὶ τῆς ἐνεργείας· ἵνα μεταδιδοίη δηλονότι τῶν φωτισμῶν, ὁρῶν δηλονότι ὁ σκοπὸς ὡς εἰς ἀρχέτυπον τὴν θειοτάτην εὐπρέπειαν, καὶ ἀποτυπούμενος πρὸς αὐτὴν, ἀγάλματα θείων ἐμφάσεων ἀπεργαζόμενος καὶ θείας εἰκόνας, κατὰ τὸ, Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑόίστου πάντες. Καὶ ἀκηλίδωτα ἔσοπτρα ἐκτελῶν τοὺς περὶ τὰ θεῖα ἀναστρεφομένους· τούτους γὰρ λέγει θιασώτας, θίασος γὰρ ὁ χορός. Διὰ τοῦτο γὰρ εἶπεν, ὅτι καὶ τῆς ἐπιστήμης καὶ τῆς ἐνεργείας ἔχει τὸν Θεὸν καθηγεμόνα, ὅτι τὸ πᾶν ἐκεῖθεν, καὶ οὐ τῆς ἡμετέρας ἐστὶν ἀξίας. Ἐπὶ μὲν γὰρ τῶν καθ´ ἡμᾶς τεχνῶν καὶ ἐπιστημῶν οὐκ ἔστι τοῦτο· ἀλλὰ τῶν $0=3 $8=94 $9=1 μὲν ἐπιστημῶν ἔχομεν καθηγεμόνας, τῶν δὲ ἐνεργειῶν οὐδαμίς, ἀλλ´ αὐτὴν τὴν τῆς φύσεως κίνησιν· ἐπὶ δὲ τῆς θείας ἱεραρχίας καὶ ἡ ἐπιστήμη, καὶ ἡ ἐνέργεια, ἐκεῖθέν ἐστι. Τὰ γοῦν ἔσοπτρα δέχονται μὲν ποὺς φωτισμοὺς, κατ´ ἀνάκλασιν δὲ πρὸς τοὺς ἔξωθεν ἀποπέμπουσιν· οὕτω καὶ ἐπὶ τοῖς θείοις ἔστιν ἰδειν θεσμοῖς· ὁ ἀρχιερεὺς, παρ´ αὐτῆς τῆς ἱεραρχίας τὸν Κφωτισμὸν δεχόμενος, τοῖς πρεσβυτέροις καὶ διακόνοις μεταδίδωσιν· οὐτοι δὲ, πληρωθέντες τῆς λαμπηδόνος, πρὸς τοὺς ἑτέρους αὐτὴν ἀποπάλλουσι· τὸ γὰρ χεῖρον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Οὐ μὴν δὲ θεμιτόν κστι παρὰ τὰς ἱερὰς διατάξεις ἐνεργεῖν τοὺς ἱερῶς τελουμένους· οἷον, φέρ´ εἰπεῖν, διάκονον προσφέρειν, ἢ πρεσβύτερον χειρογονεῖν. Ἵδε γὰρ ἐν ταῖς Πράξεσι, πῶς ὁ Φίλιππος οὐ δίδωσι τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ´ οὐδὲ ὑπάρχειν ἑτέρως αὐτοῖς τοὺς ἀγιασμούς φησιν, εἰ μὴ κατὰ τὴν ἀρχῆθεν τῶν ἀγίων ἀποστόλων διάταξιν, εἴπερ τῆς ἱεροπρεποῦς ἀγλαῖας ἐφίενται, εἰς τὸ ἀποτυποῦσθαι κατὰ τὴν τάξιν τῶν οὐρανίων δυνάμεων· κἀκεῖσε γὰρ τὸ πρῶτόν ἐστι καὶ τὸ δεύτερον, καὶ τὸ προσεχὲς πρὸς Θεὸν, καὶ τὸ πόῤῥω, ὡς τῆς τάἘεως συνεχούσης τά τε οὐράνια καὶ τὰ ἐπίγεια λλν οῆν ὁ λέγων ἱεραρχίαν οὐκ ἄλλο τι λέγει, ἢτὰ ἄνω ῥηθέντα, δηλονότι τόν τε ὁρισμὸν αὐτῆς καὶ τὸν σκοπὸν, ἤγουν τὸ τέλος τὸ τελικώτατον, ὃ δὴ καὶ αὐτὸ, μέρος τοῦ ὁρισμοῦ ἐστιν· ὡς τὸ, τί ἐστι τρυβλίον, τυχὸν σκεῦος τοιόνδε πρὸς ὑπηρεσίαν τροφῆς ἐπιτήδειον τοῦτο τὸ τέλος. Συνάγει τοίνυν εἰς ταύτὸν τὸ, τίς ἡ ἱεραρχία, καὶ τίς ἡ ταύτης ὀφέλεια· καὶ, φησὶν, ὁ λέγων ταύτην οὐδὲν ἕτερον λέγει ἢ ἐερὰν διακόσμησιν. Καθόλου δὲ εἶπε, συνάγων τήν τε οὐρανίαν καὶ τὴν καθ´ ἡμᾶς εἰκόνα τῆς θείας ὡραιότητος καὶ ἀγιωσύνης· μεταδοτικὴ γὰρ καὶ αὕτη τοῦ φωτισμοῦ ἐν τάξεσι· κατὰ γὰρ διάφορον καὶ ὑπερβεβηκὸς τῶν τάξεων, καὶ τὸ ἐπιστημονικὸν εἶναι δεῖ· ἄλλη γὰρ τάξις πρεσβυτέρου, καὶ ἄλλη ἀρχιερέως, καὶ ἄλλη διακόνου· καὶ ἐπιστήμαις ἱεραρχικαῖς, ἤγουν ἐξορκισμοῖς, προτελεσμοῖς, τελεταῖς, τὰ τῆς ἐλλάμψεως ἱερῶς ἐνεργοῦσαν· μυστήρια. Καὶ ἔχεις ἔως ὧδε τὸ, τί ἐστι τάξις, ἐπιστήμη, καὶ ἐνέργεια· λοιπὸν ὁ σκοπὸς, ἀφομοιούμενος πρὸς Θεὸν, ἐξ οὗ πᾶν ἀγαθὸν, καὶ αὕτη ἐστὶν ἡ ἰεραρχία. Ἔστι γὰρ ἐκάστῳ τῶν ἱερωμένων ἡ τελείωσις, τὸ ἀναλόγως ἐπὶ τὴν θεομιμησίαν ἀναχθῆναι, καὶ τὸ μέγιστον, Θεοῦ συνεργὸν γενέσθαι, κατὰ τὸν μέγαν Ἀπόστολον· ἐπεὶ ὁ τελούμενος, διὰ τῶν φωτιστικῶν εὐχῶν, τὸν ἐκ Θεοῦ φωτισμὸν δέχεται· καὶ δεῖξαι ἐν ἑαυτῷ τὴν θείαν μεταδοτικὴν ἐνέργειαν, τουτέστι τὰ ἔργα τὰ θεῖα, ἐν τῷ σοφίζειν, ἐν τῷ τελειοῦν, καὶ τὰ ὅμοια ποιεῖν τοὺς παιδαγωγουμένους πρὸς δύναμιν· ταῦτα γάρ εἰσι τὰ ἔργα τοῦ Θεοῦ. Ἐφεξῆς δὲ ἐκτίθησι καὶ καθ´ ἕν τὴν τάξιν τῶν τε τελούντων καὶ τῶν τελουμένων. Οἱ μὲν καθαίρουσιν, οἱ δὲ καθαίρονταιπάντως οἱ ἔτι ἐμπαθεῖς] διὰ τῆς διἀασκαλίας τῶν διακόνων ἴσως. Καὶ οἱ μὲν φωτίζουσιν, οἱ δὲ φωτίζονται(πάντως οἱ μετριοπαθεῖς δια τῶν εὐχῶν τῶν πρεσβυτέρων δηλαδή. Καὶ οἱ μὲν τελεσιουργοῦσιν, οἱ δὲ τελειοῦνται, οἱονεὶ θεοποιοῦνται $0=3 $8=95 $9=1 τῇ ἀπαθείᾳ προσβάντες ἤδη] διὰ τῆς τῶν ἀρχεερέων χρίσεως, καὶ ἑτέρας ἱεροτελεστείας. Ἐκάστῳ γοῦν τούτων δηλονότι τῶν ἐνεργούντων τὸ θεομίμητον ἁρμόσει· καὶ γὰρ ὁ Θεὸς ἡμῶν διδάσκει· καὶ δῆλον Κα τε τῆς Παλαιᾶς Διαθήκης, ὡς τὸ, Ἄκους Ἰοραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εΙς ἀστιν· Ἐκ τε τῆς Νέας καὶ τοῦ Εὐαγγελίου φωτίζει, ὡς τὸ, Ἐγώ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· θέοποιεῖ, ὡς τὸ, Ἐὼ εἶπα, Θεοί ἐστε. Οὗτος γάρ ἐστιν ὁ τρόπος τοῦ μιμεῖσθαι τούτους τὴν θείαν μακαριότητα, ἢ μὴ μόνου καθαίρει, καὶ φωτίζει, καὶ τελεσιουργεῖ δὴ καὶ ἐνέργειαί εἰσι, καὶ εἰσι καὶ τῶν ἱεραρρῶν κατὰ μέθεξιν, ἀλλὰ καὶ κάθαρσις, καὶ φωτισμὸς, καὶ τελείωσίς ἐστι· μᾶλλον δὲ καὶ ὑπὲρ ταῦτα, καὶ πάσῃς ἱεραρχίας αἰτία, καὶ παντὸς ἐεροῦ ἀσυγκρίτως ἐξῃρημένη. ἔΙΗ Ἐφεξῆς λέγει, τίνα τὰ προσήκοντα τοῖς ταῦτα πάσχουσι, καὶ τίνα τὰ πρέποντα τοῖς τοῦτα ποιοῦσι. Καὶ πρῶτον τίνα τοῖς πάσχουσι. ἀεῖ γοῦν τοὺς καθαιρομένους παντὸς ἀνομοίου τῇ καθάρσει μολυσμοῦ ἠλευθερῶσθαι· τοιαύτη γὰρ ἡ κάθαρσις, κατὰ τὸ, Πλυνεῖς με, καὶ ὑπὲρ χωνα λεικανθήσομαι· τοὺς δὲ φωτιομένους, ρὐκ ἐκ μέρους φωτίζεσθαι, ἀλλ´ ἀποπληροῦσθαι τοῦ φωτὸς, καὶ ἀνάγεσθαι πρὸς θεωρίαν κρείττονα ἐν ἀθολώτοις ὀφθαλμοῖς νοῦ νοός· τοιοῦτον γὰρ ὁ φωτισμὸς, ὡς τὸ, σθώτισον τοὺς ὀρθαλμούς· καὶ Ἀποκάλυνον τοὺς ὀφθαὰμαύς μου, καὶ κατσνοήσω τὰ θαυμάσιά σου· τοὺς δὲ τειλουμένους, ἐκ τοῦ ἀτελοῦς τελείους γινομένους, καὶ τῆς τελεκτικῆς καὶ ἱερᾶς ἐπιστήμης μετόχους τε καὶ ἐπόπτας· τοῦτο γάρ ἐσγι τὸ τέλειον ἐν πάση ἐπιστή μ], τὸ ἐποόπτας καὶ μεόχους τῶν θεωρημάτῳν γίνοσθαι, καὶ μὴ κατά τι ἐλλείπειν, ὡς τὸ, Γίκοσθε ταλειοι, καθὼς μαὶ ὁ Πατρ ὑμόν ὁ οἰράνιρς. Ἐξῆς λέγει καὶ τὰ τῶν ἐνεργούντων. Δεῖ γοῦν τοὺς καθαρτικοὺς μὴ τοσοῦτον ἔχειν τὸ καθαρὸν γλισχρόν τε καὶ ἀλίγον, ὥστε βεβηλοῦσθαι τοῖς ἀκαθάρτοις προσεγγίζοντας διὰ τὴν ὀλιγότητα τῆς καθάρστως, καὶ ἀντὶ τοῦ δρᾷν, πάσχειν τὸ ἐναντίον· ἀλλὰ πλεονάζειν τὴν τῆς καθάρσεως περιουσίαν, ὥστε καὶ ἄλλοις μεταδιδόναι δύνασθαι· τοὺς δὲ φωτιστικοὺς, καὶ πρὸς ματοχὴν τοῦ θείου φωτὸς ἐπιτηδείους εἶναι, καὶ πρὸς μετάδοσιν ὁμοίους, καὶ ἀπλῶς τὸ τῶν ὁέλων πάσχειν, ὗστε πανευκλεῶς ἀποπληρουμένους τῆς αἴγλης, δταρχέειν τὸ φῶς εἰς τοὺς τοῦ φωτὸς ἀξίους· τοὺς δὲ τελεσιουργοὺς μὴ ἀμαθῶς, ἀλλ´ ἐπιστημονιυκῶς τελεῖν τοῖς τελονμένοις τὴν τοῦ καλοῦ μετάδοσιν, ἐν τῇ μυήσει καὶ τῇ γνώσει τῆς ἐπιστήμης τῶν ἐαπτευθέντων· ἡ γὰρ ἐποπτεία οὕτε τοῖς καθαίρουσιν, οὔτε τοῖς φιοτίζουσιν, ἀλλὰ τοῖς τελοῦσίν ἐστιν. Ἐκεῖνα γὰρ ἐστε τὰ προτέλεια, καὶ τὰ ἕξωθεν γινόμενα· ἡ δὲ ἐοττεία τοῖς τελείοις καὶ τελειοῦσι, καθὼς καὶ ἡ φσματίζουσα κρὸς τὸν νυμφίον φησί· Δεῖξόν μοι τὴν ὄνιν σου, $0=3 $8=96 $9=1 παὶ ἀκοιύτισόν μοι τῆς φωνῆς σου. Λοιπὸν ἐκάστη τάξις τῆς ἰερωσύνης κατὰ τὴν οἰκείαν ἀναλογίανληη γὰρ τάξις πρεσβυτέρου, καὶ ἄλλη διακόνου ἁνάγεται πρὸς τὴν θείαν συνέργειαν, ἐκεῖνα πράττουσα ἐν χάριτι καὶ δυνάμει τῇ ἀπὸ τοῦ Θεοῦ, τὰ ἑνόντα αὐτῇ τῇ μακαρίᾳ φύσει ὑπερφυῶς καὶ ἄπατανοήτως, καὶ παρ´ αὐτῆς ἀεαταλήπτως ἐνοργούμενα, τὴν κάβαρσίν φημι, τὸν φωτισμὸν, τὸν ἀγιασμὸν, τὴν θάωσω, αὐτὰ ταῦτα τὰ παρ´ ἡμῖν ἐκφαινόμενα κατὰ μίμησιν τῆς ἰεραρχίας τῶν φιλοθέων ἀγγέλων καὶ διὰ μέσων τούτων, ἐξ αὐτῆς δὴ τῆς θείας μακαριότητος. Τῆς τοίνυν ἰεραρχίας αὐτῆς, ὅ τι ποτέ ἐστιν, ὡς οἶμαι, καλῶς ἡμῖνν ὀρισθείσης, τὴν ἁγγελικὴν ἱεραρχίαν ἑξῆς ὑμνητέον, καὶ τὰς ἰερὰς αὐτῆς ἐν τοῖς λογίοις μορφοποιίας, ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτευτέον, ὅπως ἀναχθῶμεν ἐπὶ τὴν θεοειδεστάτην αὐτῶν ἁπλότητα, διὰ τῶν μυστικῶν ἀναπλάσεων, καὶ τὴν ἁπάσης ἱεραρχικῆς ἐπιστήμης ἀρχὴν ὑμνήσωμεν ἐν θεοπρεπεῖ σεθασμιότητι, καὶ τελεταργικαῖς εὐχαριστίαις. Πρῶτον ἀπάντωνξ ἐκεῖνο εἰπεῖν ἀληθὲς, ὡς ἀγαθότητι πάσας ἡ ὑπερούσιος θεαρχία τὰς τῶν ντων οὐσίας ὑποστήσασα, πρὸς τὸ εἶναι παρήγαγεν. Ἔστι γὰρ τοῦτο τῆς πάντων αἰτίας καὶ ὑπὲρ κάντα ἀγαθότητος ἴδιον, τὸ πρὸς κοινωνίαν ἔαυτῆς τὰ Εντα καλεῖν, ὡς ἑκάστη οιγῇ, ὄντων ὥρισται πρὸς τῆς οἰκείας ἀναλογίας. Πάντα μὲν οὖν τὰ ὄντα μετέχει προνοίας, ἐκ τῆς ὑπερουσίου καὶ παναιτίου θεόῦ τητος ἐκβλυζομένης· οὐ γὰρ ἂν ἦν, εἰ μὴ τῆς τῶν ὄντων οὐσίας καὶ ἀρχῆς μετειλήφει. Τὰ μὲν οὖν ἄζωα κάντα, τῷ εἰναι Ῥ, αὐτῆς μετέχει· τὸ γὰρ εἶναι πάντων ἑστὶν ἡ ὑπὲρ τὸ εἶναι θεότης· τὰ δὲ ζῶντα, τῆς αὐτῆς ὑπὲρ πᾶσαν ζωὴν ζωοποιοῦ δυνάμεως· τὰ δὲ λογικὰ καὶ νοερὰ, τῆς αὐτῆς ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν αὐτοτελοῦς καὶ προτελείου σοφίας. Δῆλον δὲ, ὅτι περὶ αὐτὴν ἐκεῖναι τῶν οὐσιῶν εἰσιν, ὅσαι πολλαχῶς αὐτῆς μετειλήφασιν. $0=3 $8=97 $9=1 Αἰ γοῦν ἄγιαι τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις, ὑπὲρ τὰ μόνον ὄντα,. καὶ ἀλόγως ζῶντα, καὶ τὰ καθ´ ἡμᾶς λογικὰ, τῆς θεαρχικῆς μεταδόσεως ἐν μετουσίᾳ γεγόνασι. Νοητῶς γὰρ ἐπὶ τὸ θεομίμητον ἑαυτὰς ἀποτυποῦσαι, καὶ πρὸς τὴν θεαρχικὴν ἐμφέρειαν ὑπερκοσμίως ὁρῶσαι, καὶ μορφοῦν ἐφιέμεναι τὸ νοερὸν αὐτῶν εἶδος, ἀφθονωτέρας εἰκότως ἔχουσι τὰς πρὸς αὐτὴν κοινωνίας, προσεχεῖς μὲν οὖσαι καὶ ἀεὶ πρὸς τὸ ἄναντες, ὡς θεμιτὸν ἐν συντονία τοῦ θείου καὶ ἀκλινοῦς ἔρωτος ἀνατεινόμεναι, καὶ τὰς ἀρχικὰς ἐλλάμψεις ἀὖλως καὶ ἀμιγῶς εἰσδεχόμεναι, καὶ πρὸς αὐτὰς ταττόμεναι, καὶ νοερὰν ἔχουσαι τὴν πᾶσαν ζωήν. Αὖται γοῦν εἰσιν αἱ πρώτως καὶ πολλαχῶς ἐν μετουσίᾳ τοῦ Θείου γινόμεναι, καὶ πρώτως καὶ πολλαχῶς ἐκφαντορικαὶ τῆς θεαρχικῆς κρυφιότητος· διὸ καὶ παρὰ πάντα τῆς ἀγγελικῆς ἐπωνυμίας ἐκκρίτως ἠξίωνται, διὰ τὸ πρώτως εἰς αὐτὰς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ δι´ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας. Οὕτω γοῦν ὁ νόμος, ὡς ἡ θεολογία φησί, δι´ ἀγγέλων ἡμῖν ἐδωρήθη· καὶ τοὺς κλεινοὺς δὲ πρὸ νόμου καὶ μετὰ νόμον ἡμῶν πατέρας ἄγγελοι πρὸς τὸ Θεῖον ἀνῆγον, ἢ τὸ πρακτέον εἰσηγούμενοι, καὶ πρὸς εὐθεῖαν ἀληθείας ὁδὸν ἐκ πλάνης καὶ ζωῆς ἀνιέρου μετάγοντες· ἢ τάξεις ἱερὰς, ἢ μυστηρίων ὑπερκοσμίων κρυφίους ὁράσεις, ἢ θείας τινὰς προαναῤῥήσεις ὑποφητικῶς ἀναφαίνοντες. Εἰ δέ τις φαίη, καὶ αὐτόθεν ἀμέσως ἐγγενέσθαι τισὶ τῶν ἁγίων θεοφανείας, μανθανέτω καὶ τοῦτο σαφῶς ἐκ τῶν ἱερωτάτων λογίων, ὡς αὐτὸ μὲν ὅ τι ποτέ ἐστι τὸ τοῦ Θεοῦ κρύφιον, οὐδεὶς ἑώρακεν, οὐδὲ ὄψεται· θεοφάνειαι δὲ τοῖς ὀσίοις γεγόνασι κατὰ τὰς πρεπούσας Θεῷ, διὰ δή τινων ἵερῶν καὶ τοῖς ὁρῶσιν ἀναλόγων ὁράσεων, ἐκφαντορίας. Ἡ πάνσοφος δὲ θεολογία τὴν ὅρασιν ἐκείνην, ἥ τις ἐν ἑαυτῇ διαγεγραμμένην ἀνέφαινε τὴν θείαν, ὡς ἐν μορφώσει τῶν ἀμορφώτων ὁμοίωσιν, ἐκ τῆς τῶν ὁρώντων ἐτὶ τὸ θεῖον ἀναγωγῆς, εἰκότως καλεῖ θεοφάνειαν, ὡς δι´ αὐτῆς τοῖς ὁρῶσι, θείας ἐγγινομένης ἐλλάμψεως, καί τι τῶν θείων αὐτῶν ἱερῶς μυουμένων. Ταύτας δὲ τὰς θείας ὁράσεις οἱ κλεινοὶ Πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶν οὐρανίων δυνάμεων. Ἡ οὐχὶ καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμοθεσίαν, ἡ τῶν λογίων παράδοσις ὡς αὐτόθεν μέν φησιν ἐκ Θεοῦ τῷ Μωϋσῆ δεδωρημένην; ὅπως ἂν ἡμᾶς ἀληθως μυήσαιτο, θείας αὐτὴν εἶναι καὶ ἱερᾶς ὑποτύπωσιν. Διδάσκει δὲ καὶ $0=3 $8=98 $9=1 τοῦτο σοφῦς ἡ θεολογία, τὸ δι´ ἀγγέλων αὐτὴν εἰς ἡμᾶς προελθεῖν, ὡς τῆς θεονομικῆς τάξεως ἐκεῖνο Θεσμοθετούσης, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ Θεῖον ἀνάγεσθαι. Καὶ γὰρ οὐ μόνον ἐπὶ τῶν ὑπερκειμένων τε καὶ ὑφειμένων νοῶν, ἀλλὰ κἀν τοῖς ὁμοταγέσιν οὖτος ὁ θεσμὸς ὥρισται παρὰ τῆς πάντων ὑπερουσίου ταξιαρχίας, τὸ καθ´ ἑκάστην ἱεραρχίαν πρώτας καὶ μέσας καὶ τελευταίας εἶναι τάξεις τε καὶ δυνάμεις, καὶ τῶν ἡττόνων εἶναι τοὺς θειοτέρους μόστας καὶ χειραγωγοὺς ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ ἔλλαμψιν καὶ κοινωνίαν. Ὁρῶ δὲ, ὅτι καὶ τὸ θεῖον τῆς Ἰησοῦ φιλανθρωπίας μυστήριον ἄγγελοι πρῶτον ἐμυήθησαν, εἶτα δι´ αὐτῶν εἰς ἡμᾶς ἡ τῆς γνώσεως χάρις διέβαινεν. Οὕτω γοῦν ὁ θειότατος Γαβριὴλ Ζαχαρίαν μὲν τὸν Ἰεράρχην ἐμυσταγώγει, τὸ προφήτην ἔσεσθαι τὸν ἐξ αὐτοῦ παρ´ ἐλπίδα χάριτι θείᾳ γεννησόμενον παῖδα, τῆς ἀγαθοπρεπῶς καὶ σωτηρίως τῷ κόσμῳ ἐπιΚφανησομένης ἀνδρικῆς τοῦ Ἰησοῦ θεουργίας· τὴν δὲ Μαριὰμ, ὅπως ἐν αὐτῇ γεννήσεται τὸ θεαρχικὸν τῆς ἀφθέγκτου θεοπλαστίας μυστήριον. Ἔτερος δὲ τῶν ἀγγέλων τὸν Ἰωσήφ ἐξεπαίδευσεν?, ὅπως ἀληθῶς ἐκπεπλήρωται τὰ θειωδῶς ἐπηγγελμένα τῷ προγόνῳ Δαυίδ. Ἄλλος δὲ τοὺς ποιμένας, ὡς τῇ τῶν πολλῶν ἀναχωρήσει καὶ ἡσυχίᾳ κεκαθαρμένους, εὔνηγγελίζετο, καὶ σὺν αὐτῷ πλῆθος στρατιᾶς οὐρανίου τὴν πολυύμνητον ἐκείνην παρεδίδου τοῖς ἐπὶ γῆς δοξολογίαν. Ἀνανεύσωμεν δὲ καὶ πρὸς τὰς ὑπερτάτας τῶν λογίων φωτοφανείας· ὁρῶ γὰρ, ὅτι καὶ αὐτὸς Ἰησοῦς, καὶ τῶν ὑπερουρανίωνοὐσιῶν ὑπερούσιος αἰτία, πρὸς τὸ καθ´ ἡμᾶς ἀμεταβόλως ἐληλυθὼς, οὐκ ἀποπηδᾷ τῆς ὑπ´ αὐτοῦ ταχθείσης τε καὶ αἰρεθείσης ἀνθρωποπρεποῦς εὐταξίας, ἀλλ´ εὐπειθῶς ὑποτάττεται ταῖς τοῦ Πατρὸς καὶ Θεοῦ δι´ ἀγγέλων διατυπώσεσι· καὶ διὰ μέσων αὐτῶν ἀγγέλλεται τῷ Ἰωσὴφ ἡ πρὸς τοῦ Πατρὸς οἰκονομηθεῖσα τοῆ Υἱοῦ πρὸς Αἴγυπτον ἀναχώρησις, καὶ αὖθις ἡ πρὸς τὴν Ἰουδαίαν ἐξ Αἰγύπτου μεταγωγή. Καὶ δι´ ἀγγέλων αὐτὸν ὁρῶ μὲν ὑπὸ ταῖς πατρικαῖς θεσμοθεσίαις ταττόμενον· ἐῶ γὰρ εἰπεῖν, ὡς εἰδότι τὰ ταῖς ἱερατικαῖς ἡμῶν παραδόσεσιν ἐκπεφασμένα, καὶ περὶ τοῦ ἁγγέλου τοῦ τὸν Ἰησοῦν ἐνισχύσαντος· ἢ ὅτι καὶ αὐτὸς ὁ Ἰησοῦς, κατὰ τὴν ἡμών σωστικὴν ἀγαθουργίαν, εἰς ἐκφαντορικὴν ἐληλυθὼς τάξιν, Ἄγπγελος μεγάλης βουλῆς ἀνηγόρευται· καὶ γὰρ ὡς αὐτὸς ἀγγελοπρεπῶς φησιν, ὅσα ἤκουσε παρὰ τοῦ Πατρὸς, ἀνήγγειλεν ἡμῖν. $0=3 $8=101 $9=1 Τῆς ἰεραρχίας αὐτῆς ἀπάσης καὶ καθολικῆς, κἂν τὴν οὐρανίαν εἴποις, κἂν τὴν καθ´ ἡμᾶς, ὁρισθείσης, καλῶς ὡς ὑπολαμβάνω κατὰ μετριασμὸν φιλόσοφον, τί ἐστι, φέρε τὴν ἀγγελικὴν, τόγε νῦν ἔχον, ἱεραρχίαν καὶ μόνην ζητήσωμεν καὶ μάθωμεν, ὃ δὴ ὕμνος ἐστὶ πρὸς τὸν ποιήσαντα ταύτας Θεόν. Εἰ γὰρ καὶ ἐκ τῶν ἀνθρώπων θαυμασίοῦται ἡ τοῦ Θεοῦ γνῶσις, κατὰ τό· Ἐβαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ πόσῳ γε μᾶλλον μεγαλυνθήσεται καὶ ὑμνηθήσεται ἡ ὑπεράρχιος θεότης, ἐν ῷ περὶ τῶν ἀγγέλων θεωροῦμεν; Ἀλλ´ οὐκ αἰσθητοῖς, ὑπερκοσμίοις δὲ καὶ νοητοῖς ὀφθαλμοῖς ὅπως διὰ τῶν ἐν ταῖς Γραφαῖς μυστικῶν εἰκονισμάτων ἀναχθῶμεν εἰς τὴν τούτων ἁπλότητα. Ἀκούομεν γὰρ ἐν ταῖς Γραφαῖς βοῦς καὶ λέοντας, καὶ ἑτέρας συνθέσεις τινὰς, ἃς δὴ τῷ νοὶ παραπέμποντες, κατὰ τὴν οἰκείαν ἕξιν ἀξιοῦμεν αὐπὰς ἐννοεῖν· καὶ οὕτως τὸ σύνθετον τῇ αἰσθήσει, κπλοῦν τῷ νοὶ γίνεται· καὶ θαυμάζεται ἡ αἰτία τῆς Ἰεραρχικῆς ἐπιστήμης, ἤγουν ὁ Θεὸς, ἐν τελεταρχικαῖς καὶ προσηκούσαις εὐχαριστίαις. Ὡς γὰρ ὁ βασιλεὺς θασιλικοῖς λόγοις, οἱονεὶ τῇ βασιλείᾳ προσἡκουσι, μεγαλύνεται· οὕτω καὶ ἡ τελετάρχις οὐσία, λόγοις τελεταρχικοῖς εὐχαριστεῖται. Πρῶτον δ´ ἁπάντων ἐκεῖνο λέγομεν, κατ´ ἀλήθειαν, ἴνα μὴ, ἀκούσας τις τὸ τῶν δυνάμεων μεγαλεῖον, ὑπὲρ τὰ κτίσματα λογίσαιτο ταύτας. Λέγομεν τοίνυν, ὅτι πάσας αὐτὰς ἀγαθότητι, καὶ οὐ χρείᾳ, ὁ Θεὸς ὑπέστησεν· ἔστι γὰρ τοῦτο τῆς ἀγαθότητος ἰδιον, τοῦ Θεοῦ τῆς πάντων αἰτίας καὶ ὑπὲρ πάντα, τὸ πρὸς μετοχὴν ἑαυτῆς τὰ ὑποστάντα καλεῖν, κατὰ τὸν τῆς ἀναλογίας ἑκάστου διορισμόν. Ἀναλόγως γὰρ καθώς ἐστι τὸ ὃν, κατὰ τοῦτο καὶ τοῦ Θείου μετέχει· εἰ μὲν ἄψυχόν ἐστι, τὴν ὀντότητα μόνην ἔχει· εἰ δὲ ζῶον, καὶ αὐτὴν τὴν ζωήν· εἰ δὲ καὶ λογικὸν, καὶ αὐτὸ τὸ λογικόν τε καὶ νοερὸν, καθὼς παρακατιὼν τίθησι. Πάντα τὰ ὄντα τοίνυν μετέχε τῆς θείας προνοίας, ἐκ τῆς ὑπερουσίου θεότητος ἐκχεομένης. Ἐκ τούτου γὰρ, λέγει καὶ ὁ Θεολόγος Γρηγόριος, ἀλλ´ ἔδει χεθῆναι τὸ ἀγαθόν· ὥστε ἀνυπόστατον τὸ κακὸν καὶ μὴ ὄν· ἐπειδὴ μὴ μετέχει τοῦ Θεοῦ, κατὰ στέρησιν ἔξεως φαινόμενον, ἀλλ´ οὐ κἂν τὸ πρωτοτύπως, μὴ ὃν ἐν οὐσίᾳ. Πῶς γὰρ ἂν ἦν τι ὃν, εἰ μὴ μετεῖχε τῆς τῶν ὄντων οὐσίας; Ὅντα δὲ ἐνταῦθα λέγει τὴν ἁγίαν Τριάδα, ἥτις τῶν κτιστῶν οὖσα δημιουργὸς, καὶ ἀρχὴ, καὶ αἰτία, ἐξ αὐτῶν τῶν παρ´ αὐτῆς εἰς οὐσίαν ἐλθόντων μετέχεσθαι λέγεται. Τὰ μὲν οὖν ἄψυχα πάντα, ἐπεὶ μόνον ὄντα εἰσὶ, μετέχει τοῦ Θείου κατὰ τὸ εἶναι καὶ καθό εἰσι, κἂν καὶ ὑπὲρ τὸ εἶναί ἐστι τὸ Θεῖον· τὰ δὲ ζῶντα, πρὸς τῷ μετέχειν τοῦ εἶναι, μετέχουσι καὶ τῆς ζωοποιοῆ καὶ θείας δυνάμεως, εἰ παὶ ὑπὲρ πᾶσαν ζωήν ἐστι· $0=3 $8=102 $9=1 τὰ δὲ λογικὰ, ἅπερ ἐσμὲν ἡμεῖς, καὶ νοερὰ, ἄπερ οἱ ἄγγελοι, μετέχουσι τῆς αὐτοτελοῦς σοφίας· τοῦτο γάρ ἐστι λόγος καὶ νόησις τοῦ Θεοῦ, κἂν καὶ ὑπὲρ τὸν λόγον καὶ νοῦν ἐστι ταῦτα. Ποριζόμεθα τοίνυν ἐκ τούτων, ὅτι τὰ νοερὰ πάντως τῷ Θεῷ πλησιάζουσι· μετέχουσι γὰρ αὐτοῦ πολλαχῶς καὶ κατὰ τὸ εἶναι, καὶ κατὰ τὸ ζῇν, καὶ κατὰ τὸ λογικὰ εἶναι, καὶ ἔτι καὶ νοερά. ἔΗ Αἰ γοῦν ἅγιαι καὶ οὐράνιαι διακοσμήσεις, καὶ ὑπὲρ τὰ μόνως ὄντα τὰ ἄψυχα, καὶ ὑπὲρ τὰ ἀλόγως ζῶντα, καὶ ὑπὲρ τὰ καθ´ ἡμᾶς λογικὰ τοὺς ἀνθρώπους· τὰ μὲν γὰρ μόνως, τὰ δὲ διττῶς, τὰ δὲ τριττῶς τῆς θείας μετέχουσι διαδόσεως· αἱ γοῦν νοεραὶ καὶ οὐράνιαι τετραχῶς τε καὶ πολλαχῶς ταύτης μετέχουσι. Τέως γε μὴ, ὥσπερ ἐφ´ ἡμῶν ἔστιν ἰδεῖν, ὅτι, ἑκ τῶν κρειττόνων λεγόμεθα, καὶ κυριωτέρως λεγόμεθα λογικοὶ παρ´ ὃ ζῶα, ἢ καὶ ὄντα, οὕτω καὶ ἐπὶ τῶν θείων δυνάμεων· καὶ ὄντα γάρ εἰσιν ἐκεῖναι, καὶ ζῶσι, καὶ λογικαί εἰσιν, ἀλλ´ ὅμως νοεραὶ λέγονται. Καὶ ὥσπερ ἡμᾶς σεμνύνει τὸ κατὰ λόγον κινεῖσθαι, οὖτω κἀκείναις τὴν θεομιμησίαν παρέχει, νοερῶς κινουμέναις, καὶ πρὸς τὴν θεαρχικὴν ὁρώσαις ὁμοίωσιν, κἀκεῖθεν ἐφιεμέναις μορφοῦν τὸ νοερὸν αὐτῶν εἶδος· καὶ διὰ τοῦτο καὶ πλείονας εἰκότως ἔχουσι τὰς πρὸς αὐτὴν κοινωνίας, ὡς οὖσαι, ὡς ζῶσαι, ὡς λογικαὶ, καὶ ἔτι ὡς νοεραὶ καὶ προσεχεῖς μένουσαι, καὶ οὐ διεσκεδασμέναι κατὰ τὴν διάφορον γνώμην, ὅπερ ἐστὶν ἐν ἡμῖνο γὰρ ἐν Θεῷ ὄντες, συνημμένοι εἰσὶ, καθὼς καὶ παρὰ τῶν θείων Γραφῶν μανθάνομεν· ὅτε γὰρ κατὰ κόσμον ἔμελλε κινεῖσθαι ὁ πρῶτος τῶν μαθητῶν, ἔλεγε· Ὑπάγω ἀλιεύειν, δηλονότι, χωρίζομαι ἐξ ὑμῶν· ὅτε δὲ ἑπίστευον οἱ πιστεύοντες, καὶ κατὰ Θεὸν ἦσαν· Ἢσαν. φησὶν, ἐπὶ τὸ αὐτὸ συνπγμένοι, καὶ ἀεὶ ἀνατεινόμεναι πρὸς τὸ ἄναντες ἐν συντονίᾳ τοῦ θείου καὶ ἀκλινοῦς ἔρωτος. Τίς γὰρ ἐξ ήμῶν ἐζήτησε πώποτε, καὶ ἔφεσιν ἔσχε, βοείαν δέξασθαι κίνησιν, ἢ λίθου τινὰ ἰδιότητα γ ἀλλὰ πάντως ἡ ἔφεσις ἐπὶ τὸ ἄναντές ἐστι. Τοῦτό ἐστι καὶ ἐπὶ ταῖς ἀγγελικαῖς καὶ θείαις δυνάμεσιν, ἀεὶ καὶ ἐφίενται, καὶ εἰσδέχονται τὰς ἀρχικὰς καὶ θείας ἐλλάμψεις, καὶ πρὸς τὰς ἐλλάμψεις τάττονται, καὶ τὴν ζωὴν ἄπασαν ἑαυτῶν νοερὰν ἔχουσιν· αἱ γὰρ αὐτῶν οὐσίαι νοῦς ζῶν ἐστι· διὰ τοῦτο καὶ, ὡς μὲν προσεχεῖς, πρώτως ἐν μετουσίᾳ γίνονναι· ὡς δὲ πολλὰς ἔχουσαι τὰς τῆς μετουσίας φυσικὰς ἐπιτηδειότητας, πολλαχῶς ἐν μετουσίᾳ τοῦ Θείου γίνονται, καὶ πρώτως πάλιν πολλαχῶς ἐξαγγέλλουσι τὴν θεαρχικὴν κρυφιότητα, διὸ καὶ ἄγγελοι λέγονται, ἤτοι διὰ τὸ τὴν θείαν τοῦ Θεοῦ κρυφιότητα ἐκφαίνεσθαι δι´ αὐτῶν, ὅτι ὢν, ὅτι ζῶν, ὅτι νοῦς, εἰ καὶ ὑπὲρ ταῦτᾳ ἀσυγκρίτως ἐστὶν, ἢ καὶ διὰ τὸ δι´ αὐτῶν ἡμῖν διαπορθμεύεσθαι τὴν θείαν βούλησιν· οὕτω γὰρ καὶ ὁ νόμος δι´ ἀγγέλων ἐλαλήθη κατὰ τὸν μέγαν Ἀπόστολον, καὶ τοὺς ἐνδόξους πρὸ νόμου, ὡς τὸν Ἀβραὰμ καὶ τὸν Μανωὲ, καὶ τοὺς λοιπούς. καὶ μετὰ νόμον, ὡς τὸν Ἰωσὴφ, τὸν Πέτρον, τοὺς καθεξῆς $0=3 $8=103 $9=1 πατέρας ἡμῶν, ἄγγελοι πρὸς τὸ Θετον ἀνῆγον βούλημα, ἢ τὸ ποιητέον εἰσηχγοόμενοι, καὶ ἐκ πλάνης μετάγοντες, ὡς ἐπὶ τοῦ Κορνηλίου· ἢ τάξεις ἰερὰς, ὡς ἐπὶ τοῦ Δανιὴλ, καὶ τοῦ Ἰεζεκιὴλ, καὶ ποῦ Ἐσαῖου· ὧν ὁ μὲν ἀγγέλων μυρίας μυριάδας παρεστηκυίας ἐθεάσατο, ὁ δὲ θρόνον εἶδε καὶ ἐχόμενα τὰ Χερουβὶμ, ὁ δὲ τὸν καθήμενον ἐπὶ θρόνου, καὶ κόκλῳ τὰ Σεραφὶμ ἐθεάσατο· ἢ μυστηρίων ὁράσεις, ὡς ἐπὶ τοῦ Μωϋσέως ἐπὶ τῆς βάτου· ἢ καὶ θείας προῤῥήσεις ἀναφαίνοντες, ὡς ἐπὶ τοῦ Μανωὲ καὶ τοῦ Δανιήλ ἔ. Λύει ἐνταῦθα ἀντιπίπτον, λέγων Εἰ δέ τις λέγει, ὅτι καὶ δίχα τῶν ἀγγέλων ἐγένοντό τισι θεσφάνειαι, ὡς τὸ Ὅφθη Κύριος τῷ Ἀβραὰμ, καὶ, ΕΙκεν όθεὸς πρὸς τὸν Ἰακώβ· μανθανέτω καὶ τοῦτο σαφῶς οὐκ ἐξ ἡμῶν, ἀλλ´ ἐξ αὐτῶν τῶν Γραφῶν, ὡς αὐτὸ μὲν τὸ τοῦ Θεοῦ κρύφιον οὐδεὶς ἑώρακεν ἢ ὄψεται, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, καὶ τὸ πρὸς τὸν Μωϋσῆν εἰρημένον. Θεοφάνειαι δὲ τοῖς ὀσίοις ἐγένοντο, οὐ διὰ τὸ φαίνειν τὸν Θεὸν ἑαυτὸν, ὅ τι ποτέ ἐστι τοῦτο γὰρ ἀμήχανον, ἀλλ´ ὅτι θείας ἐλλάμμψεως ἀξιούμενοι οἱ βλέποντες, διὰ τινων ὁράσεων ἱερῶν, καὶ αὐτοῖς ἀναλόγων, ἔβλεπον ἅπερ ἔβλεπον. Τὴν γοῦν ὅρασιν ἐκεῖνην, ἢτις ἐνέφαινε τὴν θείαν ὁμοίωσιν ἐκ τῆς τῶν ὀρώντων ἐπὶ τὸ Θεῖον ἀναγωγῆς καὶ ἐλλάμψεως, ἡ πάνοοφος θεολογία καλεῖ θεοφάνειαν, ὡς δι´ αὐτῆς δὴ τῆς ὁράσεως τῆς θείας ἐγγινομένης ἐλλάμψεως, καί τι ἀπὸ τῶν θείων ἱερῶς μυουμένων τῶν ὁρώντων. Ταύτας δὲ τὰς ὁράσεις οἱ πατέρες ἡμῶν διὰ μέσων τῶν οὐρανίων ἐμυσῦντο ὃυνάμεων. Ἡ γὰρ οὐχὶ καὶ τὴιν ἱερὰν νομοθεσίαν αὐτόθεν ἐκ Θεοῦ τῷ πωῦσῇ δεδιορημένην, ἐκ τῆς ἱερᾶς Γραφῆς μανθάνομεν, ὅπως ἂν ἡμᾶς μυήσῃ ὁ Μωῦσῆς κατ´ ἀλήθειαν τὸ εἶναι τὴν θεσμοθρσίαν ταύτην θείας ἐτέρας καὶ ἱερᾶς νομοθεσίας ὑποτύπωσιν, τουτέστι τῆς κατὰ Χριστὸν καὶ τὴν τοῦ Λόγου θείαν ἐνανθρώπησν; ελλὰ καὶ ὁ μέγας Παῦλος δι´ ἀγγέλων λαληθῆναι λέγει ταύτην, καὶ ὁ ἅγιος Στέφανος δηλοῖ, λέγων· Οτινες ἐλάβετε τὸν νόμον εἰς δαταγὰς ἀγνέλων, καὶ σὐκ ἐφυλάξατε· τοῦτο γὰρ ἀπαιτεῖ καὶ ἡ ἐκ νόμου τάξις· ὁ γὰρ νόμος διὰ τάξιν γέγονεν Ἀπαιτεῖ γοῦν αὐτὸς ὁ νόμος καὶ ἡ τάξις αὐτοῦ τὸ Ζιά τινων πρώτων ἀνάγεσθαι πρὸς τὸ Θεῖον τὰ δεύτερα, ὡς ἔχουσιν αἱ τῶν νόμων διατάξεις, καθ´ ἂς οἱ δερεῖς τοῦ λαοῦ διαστέλλονται. Οὕτως ἐστὶ καὶ ἐπὶ τῶν οὐρανίων δυνάμεων. Καὶ γὰρ οὐ μόνον ἐπὶ τῶν ὑψηλοτέρων τε καὶ ὑφειμένων δυνάμεων, δηλονότι τῶν τε ὑπεράνω τριῶν τάξεων, τῶν σεραφὶμ, τῶν χερουβὶμ, καὶ τῶν θρόνων, καὶ τῶν ὑποκάτο τούτων τσιῶν καὶ ἔτι τῶν ὑποκάτω τριῶν, ἔστιν ἰδεῖν τὸν τοιοῦτον θεσμὸν τῆς οοιοο ΟΟ $0=3 $8=104 $9=1 τάξεως· ἀλλὰ καὶ ἐπ´ αὐτῶν μόνων τῶν ὁμοταγῶν, δηλονότι τῶν τριῶν μόνων, ὥστε εἶναι τὰς τάξεις πρώτας, καὶ μέσας, καὶ τελευταίας· ἐπὶ μὲν γὰρ πάοαις τρεῖς, καὶ τρεῖς, καὶ τρεῖς εἰσὶν αἱ δυνάμεις· ἐπὶ δὲ μιᾷ ἐκάστῃ ὁμοταγεῖ τάξει, αἱ πᾶσαι τρεῖς εἰσιν, ὥστε κἀκεῖσε καὶ ἐνταῦθα τὸ πρῶτον, καὶ τὸ μέσον, καὶ τὸ τελευταῖον γνωρίζεται. Προσῆκον τοίνυν καὶ κπὶ τῶν κάτω ἐλλάμψεων, τὸ δι´ ἄλλων ἤτοι τῶν ἀγγελικῶν τάξεων ἀπὸ Θεοῦ πρὸς τοὺς ἀνθρώπους Ἐιαβιβάζεσθαι τὰ μυστήρια· ὅτι καὶ ἐκεῖσε οἱ θειότεροι μύσται, τῶν ἡττόνων χειραγωγοί εἰσιν ἐπὶ τὴν Οείαν κοινωνίᾳν καὶ ἔλλαιμίιν, ΙΝ. Βλέπω δὲὅτι καὶ τὸ περὶ τῆς ἐνσάρκου καὶ φιλανθρώπου τοῦ Ἰησοῦ οἰκονομίας μυστήριον, ἄγγελοι πρῶτον ἐμυήθησαν, εἰτα διὰ τούτων εἰς ἀνθρώπους διέβη ἡ τῆς γνώσεως χάρις· οὕτω γὰρ καὶ Γαβριὴλ τὸν Ζαχαρίαν ἐμυσταγώγει, ὅτι προφήτης ἕσται δ ἐξ αὐτοῦ παρ’´ ἐλπίδα γεννησόμενος παῖς. Προφήτης δὲ ποίας ὑποθέσεως; τῆς κατὰ σάρκα ἐπιφανείας τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀνδρικὴν γὰρ θεουργίαν, τὴν τοῦ Δεσπότου Χριστοῦ ἐνανθρώπησιν λέγει, καθ´ ἣν, Θεὸς ὧν, ἐν σαρκὶ τὰ θεῖα εἰργάζετο. Τὴν δὲ Παρθένον θεοτόκον, ὅπως ἐν αὐτῇ γενήσεται τὸ ἄῤῥητον τῆς θεοπλαστίας μυστήριον. Θεοπλαστίαν δὲ λέγει, ὅτι, Θεὸς ὢν, ἐπλάσθη ἐν τῇ νηδύι τῆς πανάγνου Θεομήτορος, καθὸ γέγονεν ἄνθρωπος. Ἔτερος δὲ πάλιν τῶν ἀγγέλων τὸν Ἰωσὴφ ἐδίδαξε, πῶς ὁ τῷ Δαβὶδ επηγγελμένος ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ τεθήσεσθαι ἐπὶ τὸν θρόνον αὐτοῦ, ἤδη τὴν χρονικὴν ἀρχὴν κατὰ σῶμα δέχεται· καὶ ἄλλος τοὺς ποιμένας, ὡς τῶν πολλῶν ἀναχωρητικοὺς καὶ ἡσυχίᾳ ζῶντας, εὐηγγίζετο σὺν ᾧ καὶ πλῆθος οὐρανίας στρατιδς τὸν γεννηθέντα ἐδοξολόγει. Ταῦτα δὲ πάντα κατασκευαστικά εἰσι τοῦ διά τινων δυνάμεων τὰς θεοφανείας γίνεσθαι, καὶ σὐκ ἀμέσως, καθὼς οἰηθείη σις. ὸη προβαίνμν ὁ λόγος μέχρι αὐτοῦ τοῦ Σωοτῆρος πρὸεισι· καὶ αὐτὸς γὰρ, ἡ ὑπερούσιος αἰτία τῶν οὐρανίων δυνάμεων, πρὸς τὸ καθ´ ἡμᾶς ἀμεταβλήτως ληλυθώς, οὐκ ἀποπηδᾷ τῆς ἀνθρωποπαθοῦς εὐταξίας, τὸ δι´ ἀγγλων δηλονότι τὰ καθ´ αὐτὸν παραδηλοῦσθαι, καὶ οἰκονομεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρός· διὰ μέσον γὰρ αὐτῶν ἀγγέλλεται τῷ Ἰωσὴφ ἡ πρὸς Αἵγυπτον ἀναχώρησις, καὶ ἡ ἀπ Λιγύπτου πρὸς τὴν Ἰουδαίαν αὖθις μεταγωγή. Καὶ δι´ ἀγγέλων αὐτὸν ὁρῶμεν ὑπὸ τὸν νόμον ταττόμενον· ὁ γὰρ τοιοῦτος νόμος δι´ ἀγγέλων ἐδόθη, ὑφ´ ὃν καὶ αὐτὸς γενόμενος, δι´ ἀγγέλων δηλονότι τὴν θεσμοθεσίαν δέχεται. Παραλείπω λέγειν σοι ὡς εἰδότι, ὧ Τιμόθεε, τὰ τῶν Γραφῶν μυστήρια, καὶ περὶ τοῦ ἀγγέλου τοῦ τὸν Δεσπότην Χριστὸν ἐν τῷ καιρῷ τοῦ πάθους ἐνισχύσαντος· ὃ γὰρ ἐν τῷ Εὐαγγελίῳ λέγει ὁ μέγας Ἀουκᾶς, ὡς μυστήριον παρεὸόθη ὑπὸ τοῦ ἀποστόλου Παύλου τούτοις. Ἔν καὶ τὸ ἐπέκεινα τούτων, ὅτι καὶ αὐτὸς Ἃγγελος τῆς μεγάλης βουλῆς λέγεται παρὰ τῷ Ὡσαὶᾳ, ἐλθὼν καὶ αὐτὸς εἰς ἐκφαντορικὴν τάξιν διὰ τὴν ἡμετέραν σωτηρίαν, κοὶ ἀγγελοπρεπῶς λέγων· Ὅσα ἡκουσα παρὰ τοῦ Πστρὸς, ταῦτα λελάκημα, καὶ τὸ- Ἐφωνέρωσά σου τὸ ἕνομα τοῖς $0=3 $8=105 $9=1 ἀνθρώποις, πρὸς τὸν Πατέρα λεχθέν· τοῦτο γάρ ἑστιν ἡ ἐκφαντορία. Αὕτη μὲν οὖν ἐστιν, ὡς ἡ καθ´ ἡμᾶς, αἰτία τῆς ἀγγελικῆς αὐτοῖς λογίοις ἐπωνυμίας· ἐρευνῆσαι δὲ ὡς οἶμαι χρὴ, δι´ ἣν αἰτίαν οἱ θεολόγοι πάσας μὲν ἄμα τὰς οὐρανίους οὐσίας ἀγγέλους καλοῦσι· πρὸς δὲ τὴν ἐκφαντορίαν ἐρχόμενοι τῶν ὑπερκοσμίων v αὐτῶν διακοσαήσεων, τάξιν ἀγγελικὴν ἰδίως ὀνομάζουσι, τὴν συμπληρωτικῶς ἀποπερατοῦσαν τὰ θεῖα καὶ οὐράνια τάγματα· πρὸ ταύτης δὲ ὑπερκειμένως τάττουσι τοὺς ἀρχαγγελικοὺς διακόσμους, τάς τε ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τὰς δυνάμεις, ὅσας τε τούτων ὑπερβεβηκυίας οὐσίας αἱ τῶν λογίων ἴσασιν ἐκφαντορικαὶ παραδόσεις. Φαμὲν δὲ, ὅτι, κατὰ πᾶσαν ἰερὰν διακόσμησιν, αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακο σμήσεων ἐλλάμψεις καὶ δυνάμεις, ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων εἰσὶν αἱ τελευταῖαι. Τὰ μὲν οὖν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι, καὶ γάρ εἰσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως. Τὴν τάξιν δὲ τὴν τῶν οὐρανίων νοῶν τελευταίαν οὐκ ἔχει λόγον ἀρχὰς,· ἢ θρόνους, ἢ σεραφὶμ ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων, ἀλλ´ ὥσπερ αὖτη τοὺς καθ´ ἡμᾶς ἐνθέους ἱεράρχας ἀνάγει πρὸς τὰς ἐγνωσμένας αὐτῇ τῆς θεαρχίας· αὐγὰς, οὕτω καὶ τῶν πρὸ αὐτῆς οὐσιῶν αἱ πανίεροι δυνάμεις ἀναγωγικαὶ πρὸς τὸ Θεῖόν εἰσι τῆς ἀποπληρούσης τὰς ἀγγελικὰς ἱεραρχίας διακοσμήσεως. Εἰ μὴ ἄρα τις καὶ τοῦτο φαίη, τὸ κοινὰς εἶναι πάσας τὰς ἀγγελικὰς ὀνομασίας, κατὰ τὴν πασῶν τῶν ρὐρανίων δυνάμεων εἰς τὸ θεοειδὲς, καὶ τὴν ἐκ Θεοῦ φωτοδοσίαν ὑφειμένην καὶ προὔχουσαν κοινωνίαν. Ἀλλ´ ἵνα μᾶλλον ἡμῖν ὁ λόγος διευκρινηθείη, κατίδωμεν ἱερῶς τὰς ἐν τοῖς λογίοις ἐκπεφασμένας ἀγιοπρεπεῖς ἰδιότητας ἑκάστης οὐρανίας διακοσμήσεως. $0=3 $8=106 $9=1 Ἀποτιθέμενος τὰ λεχθέντα, φησίν· Αὕτη μὲν, ὡς καθ´ ἡμᾶς καὶ τὴν ἡμετέραν δύναμιν εἰπεῖν, ἡ αἰτία τῆς ἀγγελικῆς ἐπωνυμίας. Ζητῆσαι δὲ χρὴ δι´ ἢν αἰτίαν οἱ θεολόγοι τὰς οὐρανίους ἀπάσας δυνάμεις ἅμα ἀγγέλους φασίν· ὅτε δὲ πρὸς τὴν ἐκφαντορίαν καὶ διασάφησιν τῶν ταγμάτων ἔρχονται, ἰδίως φασὶν ἀγγέλους τὴν κατωτάτω τάξιν, τὴν συμπληροῦσαν καὶ ἀποπερατοῦσαν τὰ οὐράνια τάγματα· ὑπεράνω δὲ ταύτης, τὴν τῶν ἀρχαγγέλων· καὶ ἐπέκεινα, τὴν τῶν ἀρχῶν· καὶ ἐπέκεινα, τῶν ἐξουσιῶν, καὶ τῶν δυνάμεων, ὅσας τε πάλιν τούτων ὑπερβεβηκυίας οὐσίας οἴδασιν αἱ τῶν Γραφῶν παραδόσεις. Αύει τὴν ἀπορίαν ἐντεῦθεν, λέγων, ὅτι κατὰ πᾶσαν ἱερὰν διακόσμησιν, κατὰ τὰς τρεῖς τριάδας τῶν ταγμάτων, αἱ μὲν ὑπερβεβηκυῖαι ἔχουσι καὶ τὰς τῶν ὑφειμένων ἐλλάμψεις καὶ δυνάμεις, οὐ μὴν δὲ καὶ τὸ ἀνάπαλιν, αἱ κατώτεραι τῶν ἀνωτέρων κατὰ πάνια μετέχουσι, καθώς ἐστι καὶ ἐφ´ ἡμῖν. Ὁ μὲν γὰρ λογικὸς ἄνθρωπος ἔχει πάντως καὶ τὰς ἀλόγους καὶ τὰς φυτικὰς δυνάμεις, οὐ μὴν δὲ κατὰ ταύτας, ἕδίως δὲ τὴν λογικὴν ἔχουσι δύναμιν. Τούτου γοῦν ἕνεκα καὶ τὰς μὲν ἀνωτάτας οὐσίας, καὶ τὰς μετ´ αὐτὰς, οἱ θεολόγοι ἀγγέλους καλοῦσι τῷ τῶν ὑφειμένων καὶ κατωτάτων ὀνόματι· καὶ γὰρ καὶ αὗται ἐκφαίνουσι καὶ ἐξαγγέλλουσι τὴν ἀπὸ Θεοῦ ἔλλαμψιν· αὐτοὺς δὲ τοὺς ἀγγέλους, τὴν κατωτάτω τάξιν, οὐκ ἔχει λόγον σεραφὶμ ἢ θρόνους καλεῖν· οὐδὲ γάρ εἰσιν οὗτοι κατὰ πάντα ἐν μετουσίᾳ ἐκείνων τῶν ὑπερτάτων ἐλλάμψεων, ἀλλ´ ὥσπερ ἡ τῶν ἀγγέλων τάξις, $0=3 $8=107 $9=1 τοὺς καθ´ ἡμᾶς ἐνθέους ἀνάγει πρὸς τὰς ἕλλάμψεις τὰς ἐγνωσμένας αὐτῇ παρὰ τοῦ Θεοῦ, οὔτω καὶ σἰ πρὸ ταύτης οὐσίαι ταύτην ἀνάγουσι· τὴν ἀποπληροῦσαν δηλονότι τὴν ἀγγελικὴν διακόσμησιν. Εἰ μὴ ἄρα τις καὶ τοῦτο λέγει καθ´ ἑτέραν λύσιν, ὅτι κοινὴν ἔχουσι τὴν ὀνομασίαν καὶ τὰ ἐννέα τάγματα διάτι κοινὴν καὶ τὴν φωτοδοσίαν ἔχουσι, καὶ τὴν θείαν αὐτὴν κοινωνίαν, εἰ καὶ μὴ ὁμοίμς, ἀλλ´ ὑφειμένην καὶ προὔχουσαν· ὥσπερ καὶ κοινῶς εἰ τύχοι λευκὰ ἐπὶ τοῖς ἡμετέροις ὁ κύκνος καὶ ἡ χιὼν, διότι κοινῶς μετέχουσι τῆς λευκότητος, εἰ καὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἦττον· ἀγγέλλουσι γὰρ καὶ τὰ οὐράνια τάγματα τὴν θείαν φωτοδοσίαν, καθὼς ταύτην λαμβάνουσι· λαμβάνουσι δὲ, τὰ μὲν μᾶλλον, τ´ δὲ ἧττον. Κατὰ τοῦτο γοῦν κοινως ἅπαντι γοιντ´ ἂν ἄγγελοι. Ἀλλ´ ἵνα μᾶλλον ὁ λόγος ικρινὴς γένηται, ἵὸωμεν ἱερῶς τὰ ἐν τοῖς λογίοις ἱερὰ, τὰς ἀγιοπρεπεῖς λέγω ἰδιότητας ἑκάστης οὐρανίας τάξεως. ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. Ὃσοι μέν εἰσι, καὶ οἷοι τῶν ὑπερουρανίωνθοὺσιῶν οἱ διάκοσμοι, καὶ ὅπως αἱ κατ´ αὐτοὺς ἱεραρχίαιο τελοῦνται, μόνην ἀκριβῶς εἰδέναι φημὶ οὐλν θεωτικὴν· αὐτῶν τελεταρχίαν· προσέτι καὶ αὐτοὺς ἐγνωκέναι τὰς οἰκείας δυνάμεις τε καὶ ἐλλάμψεις, καὶ τὴν ἱερὰν αὐτῶν καὶ ὑπερκόσμιον εὐταξίαν· ἀδύνατον γὰρ ἡμᾶς εἰδέναι τὰ τῶν ὑπερουρανίων νοῶν μυστήρια καὶ τὰς ἀγιωτάτας αὐτῶν τελειώσεις, εἰ μὴ που φαίη τις, ὅσα δι´ αὐτῶν ἡμᾶς, ὡς τὰ οἰκεῖα καλῶς εἰδότων, ἡ θεαρχία μεμυσταγώγηκεν. Οὐκοῦν ἡμεῖς μὲν οὐδὲν αὐτοκινήτως ἐροῦμεν· ὅσα δὲ τῶν ἀγγελικῶν θεαμάτων ὑπὸ τῶν ἰερῶν θεολόγων ἐθεωρήθη, ταῦτα μυηθέντες ἡμεῖς, ὡς οἷοί τέ ἐσμεν, ἐκθησόμεθα. Πάσας ἡ θεολογία τὰς οὐρανίους οὐσίας ἐννέα κέκληκεν ἐκφαντορικαῖς ἐπωνυμίαις· ταύτας ὁ θεῖος ἡμῶν ἰεροτελεστὴς εἰς τρεῖς ἀφορίζει τριαδικὰς διακοσμήσεις. Καὶ πρώτην μὲν εἰναί φησι τὴν περὶ Θεὸν οὖσαν ἀεὶ, καὶ προσεχῶς αὐτῷ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην τούς τε γὰρ ἁγιωτάτους θρόνους, καὶ τὰ πολυόμματα καὶ πολύπτερα $0=3 $8=108 $9=1 τάγματα, Χερουδὶμ Ἐβραίων φωνῇ καὶ Σεραφὶμ ὡνομασμένα, κατὰ τὴν πάντων ὑπερκειμένην ἐγηύτητα περὶ Θεὸν ἀμέσως ἰδρύεσθαι, φησὶ παραδιδόναι ἐ τὴν τῶν ἱερῶν λογίων ἐκφαντορίαν. Τὸν τριαδικὸν οὖν τοῦτον διάκοσμον, ὡς ἕνα καὶ ὁμοταγῆ καὶ ὄντως πρώτην ἰεραρχίαν, ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών· ἧς οὐκ ἔστιν ἑτέρα θεοειδεστέρα καὶ ταῖς πρωτουργοῖς τῆς θεαρχίας ἐλλάμψεσιν ἀμέσως προσεχεστέρα. Δευτέραν δὲ εἶναί φησι, τὴν ὑπὸ τῶν ἐξουσιῶν, καὶ κυριοτήτων, καὶ δυνάμεων συμπληρουμένην. Καὶ τρίτην ἐπ´ ἐσχάτων τῶν οὐρανίων ἱεραρχῷν, τὴν τῶν ἀγχέλων τε καὶ ἀρχαγγέλων καὶ ἀρχόντων διακόσμησιν. Ὃσοι μέν εἰσι κατὰ πλῆθος, καὶ οἷοι κατὰ τὴν ποιότητα οἱ τῶν οὐρανίων διάκοσμοι, καὶ αἱ θεῖαι τάξεις, καὶ ὅπως τελοῦνται κατ´ αὐτὰς τὰ τῆς ἱεραρχίας μυστήρια, μόνην εἰδέναι λέγω τὴν ὑποστήσασαν αὐτοὺς θεῖκὴν τελεταρχίαν, τὴν πάσης τελετῆς καὶ παντὸς μυστηρίου ἄρχουσαν· προσέτι δὲ καὶ αὐτοὺς τούτους γινώσκειν τὰς οἰκείας δυνάμεις, καὶ τὰς ἐλλάμψεις, καὶ τὴν ἱερὰν εὐταξίαν, οὐκ ἄλλον ἄλλου· τὰ γὰρ ὑποβεβηκότα, τὰ τῶν ὑπερβεβηκότων εἰδέναι Ζιβλου οὐκ ἔχουσιν, ἀλλ´ ἕκαστον αὐτὸν ἑαυτοῦ· διὰ Κτοῦτο γὰρ εἶπε τὰς οἰκείας δυνάμεις· ἀδύνατον γὰρ ἡμᾶς εἰδέναι τὰ ἐκείνων, εἰ μὴ λέγομεν, ὅσα δι´ αὐτῶν παρὰ τοῦ Θεοῦ ἐλλαμφθείημεν. Πάντως δὲ τὰ Κοἰκεῖα ἀκριβῶς ἐκεῖνοι γινώσκοντες, καλῶς καὶ ὑπηρετήσουσιν ἡμῖν εἰς τὴν τοιαύτην μυσταγωγίαν. Οὐκοῦν $0=3 $8=109 $9=1 ἡμεῖς μὲν οὐδὲν ἀφ´ ἑαυτῶν λέγομεν, ὅσα δὲ των ἀγγελικῶν θεαμάτων καὶ γνώσεων ὑπὸ τῶν ἱερῶν θεολόγων ἐθεωρήθη καὶ ἐγνώσθη, ταῦτα, μυηθέντες παρ´ ἐκείνων, πάλιν ἡμεῖς κατὰ τὸ δυνατὸν ἐκθησόκεθα. ἔ Ι. Πάσας τὰς οὐρανίους οὐσίας, καὶ τὰ τούτων τάγματα, ἐννέα κέκληκεν ἡ θεολογία ἐν ἐπωνυμίαις ἐκφαντορικαῖς καὶ ἀγγελλούσαις τὰ τοῦ Θεοῦ μυστήρια, εἴτ´ οὖν ἀγγελικαῖς. Ταύτας δὲ εἰς τρεῖε τριαδικἀς ἀφορίζει τάξεις ὁ κλεινὸς ἱεροτελεστὴς ἡμῶν, ἡ ὁ θεῖος Ἰερόθεος ἢ, ὃ καὶ μᾶλλον, ὁ εἰς τρίτον οὐρανὸν ἀνελθὼν, κἀκεῖθεν ἀρπαγεὶς εἰς παράδεισον, ὁ μέγας δηλαδὴ Παῦλος. Καὶ πρώτην μὲν καὶ περὶ Θεὸν οὖσαν καὶ προσεχῶς αὐτῷ καὶ ἀμέσως ἡνωμένην λέγει τούς τε ἁγιωτάτους θρόνους, καὶ τὰ πολυόμματα ὡς πλῆθος γνώσεως ἔχοντα, καὶ πολύπτερα ὡς δραστικώτατα ἐμπύρια, ἃδὴ χερουβὶμ καὶ σεραφὶμ ἡ τῶν Ἑβραίων οἰδε γλῶσσα καλεῖν· δι´ ἣν ἄὲ αἰτίαν ἐν τοῖς ἑπομένοις ῥηθήσεται. Τοῦτον τὸν πρῶτον διάκοσμον περὶ Θεὸν ἀμέσως ἱδρῦσθαί φήν σιν ἡ τῶν λογίων παράδοσις· τοῦτον ἕνα καὶ ὁμοὸ ταγῆ ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών· τούτου οὐκ ἔστιν ἄλλος διάκοσμος προσεχέστερος ταῖς πρωτουργοῖς καὶ θείαις ἐλλάμψεσι. Δεύτερος δέ ἐστιν ὁ τῶν ἐξουσιῶν, τῶν κυριοτήτων, καὶ τῶν δυνάμεων· καὶ μετ´ αὐτὸν τρίτος ὁ συμπληρωτικὸς τῆς τῶν ἀγγέλων τε, καὶ ἀρχαγγέλων, καὶ ἀρχῶν διακοσμήσεως. Τοῦτο δὲ σημείωσαι, ὅτι τινὲς, ὁρμώμενοι ἀπὸ ταύτης τῆς ἀπαριθμήσεως, οὕτω τάττουσι τὸν πρῶτον διάκοσμον· θρόνους πρῶτον, εἶτα χερουβὶμ, καὶ μετέπειτα σεραφίμ· διὰ τοῦτο καὶ τὴν ἐπιγραφὴν τοῦ ζʹ κεφαλαίου, ἕτι δὲ καὶ τὴν διδασκαλίπν τῆν τριῶν τούτων ταγμάτων, παρηλλαγμένην λέγουσι πρὸς τὰς ἐτέρας δύο ἐφεξῆς τριαδικὰς ταξιαρχίας· ἐκεῖσε γὰρ ἄνωθεν εἰς κάτω καταλέγει· ἐνταῦθα δὰ οὐχ οὕτως, ἀλλὰ κάτωθεν εἰς ἄνω. Καὶ οἱ μὲν οὔτως· οἱ δὲ τὰ σεραφὶμ τιθέασι πρότερα, εἶτα τὰ χερουθμ, ἐφεξῆς δὲ τοὺς θρόνους· τοῦτο μὲν καὶ ἀπὸ τοῦ Ἡσαΐου ὁρμώμενοι, λέγοντος κύκλῳ τοῦ Θεοῦ τὰ περαφὶμ ἰστασθαι· καὶ ἀπὸ τῶν ἐπιγραφῶν δὲ μᾶλλον τοῦ τε ηʹ κεφαλαίου καὶ τοῦ θʹ, λέγοντες, ὅτι ὁ ἅγιος κατὰ τὴν τάξιν ἐκείνων, οὕτω καὶ τὴν ἐπιγραφὴν τοῦ ζʹ κεφαλαίου ἐπέγραψεν. Εἰ δὲ λέγει τις, ὅτι οἱ θρόνοι ὑπερηρμένοι, ἴστω ὅτι καὶ τὰ σεραφὶμ πύρινα, καὶ ἀνωφερῆ. Ἄλλως τε δὲ καὶ τὰ τρία ταῦτα τάγματα μίαν ἔχουσι τὴν ὑπερκειμένην ἐγγύτητα. Λέγει δὲ οὕτως ἐνταῦθα, καὶ ἀπὰ τῶν θρόνων ἄρχεται, ἵνα καὶ τοῦτό τις ὡς ἐνὸν θεραπεύσῃ· ἢ ὅτι κατὰ τὴν ἀναλογίαν τῆς ἡμετέρας γνώσεως καὶ ἐλλάμψεωςπὸ γὰρ τῶν κάτω ποσῶς ἐπὶ τὰ ἀνώτερα μεταβιβαζόμεθα], ἢ κατὰ τὸν λόγον τῆς περιγραφῆς καὶ τοῦ διορισμοῦ· ἀνερχόμενοι γὰρ, τὸ πλῆθος εἰς ἓν συνάγομεν, ὥσπερ κατερχόμενοι, τὸ ἓν εἰς πολλὰ διαιῥοῦμεν. Ἐπεὶ γοῦν συνενοῖ τὰς τρεῖς εἰς τὸ ἓν, διὰ τοῦτο καὶ τοιαύτην $0=3 $8=110 $9=1 ποιεῖται τὴν ἀπαρίθμησιν· τέως δὲ τάγματα μὲν ἐννέα φησὶν, εἰς τρεῖς δὲ τάξεις διαιρεῖ ταῦτα, πρώτην, ἐσχάτην, καὶ μέσην· ὥστε καὶ τὰ τρία μίαν ἔχουσι τὴν ὑπερκειμένην ἐγγύτητα. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Ταύτην ἡμεῖς ἀποδεχόμενοι τὴν τῶν ἁγίων ἱεραρχίῶν τἀξιν, φαμὲν ὅτι πᾶσα τῶν οὐρανίων νοῶν ἐπωὰ νυμία δήλωσιν ἔχει τῆς ἐκάστου θεοειδοῦς ἰδιότητος. Καὶ τὴν μὲν ἀγίαν τῶν σεραφὶμ ὀνομασίαν οἱ τὰ Ἑβραίων εἰδότες, ἢ τὸ ἐμπρηστάς ἐμφαίνειν, ἢ τὸ θερμαίνοντας· τὴν δὲ χερουβὶμ πλῆθος γνώσεως, ἢ χύσιν σοφίας. Εἰκότως οὐν ἡ πρώτη τῶν οὐρανίων ἱεραρχιῶν πρὸς τῶν ὑπερτάτων οὐσιῶν ἱερουργεῖται, τἀξιν ἔχουσα τὴν πασῶν ὑψηλοτέραν καὶ τὰς πρωτουργοὺς θεοφανείας καὶ τελειώσεις εἰς αὐτὴν ὡς ἑγγυτάτην ἀρχικωτέρως διαπορθμεύεσθαι. Θερμαίνοντες γοῦν ὀνομάζονται καὶ θρόνοι, καὶ χύσις σοφίας, ἐκφαντορικῷ τῶν θεοειδῶν αὐτῶν ἕξεων ὀνόματι· τὸ μὲν γὰρ ἀεικίνητον αὐτῶν περὶ τὰ θεῖα καὶ ἀκατάληκτον, καὶ τὸ θερμὸν, καὶ τὸ ὁξὺ, καὶ ὑπερζέον τῆς προσεχοῦς καὶ ἀνενδότου καὶ ἀκλινοῦς, ἀεικινησίας, καὶ τὸ τῶν ὑποβεβηκότων ἀναγωγικῶς καὶ δραστηρίως ἀφομοιωτικὸν, ὡς ἀναζέον ἐκεῖνα καὶ ἀναζωπυροῦν ἐπὶ τὴν ὁμοίαν θερμότητα, καὶ τὸ πρηστηρίως καὶ ὁλοκαύτως καθαρτικὸν, καὶ τὴν ἀπερικάλυπτον καὶ ἄσβεστον, ἔχουσαν ὡσαύτως ἀεὶ, φῳτοειδῆ καὶ φωτιστικὴν ἰδιότητα, πάσης ἀλαμποῦς σκοτοποιίας ἐλάτειραν οὐσαν καὶ ἀφανιστικὴν, ἡ τῶν Σεραφὶμ ἐπωνυμία ἐκφαντορικῶς διδάσκει. Ἡ δὲ τῶν χερουβὶμ, τὸ γνωστικὸν αὐτῶν καὶ θεοπτικὸν, καὶ τῆς ὑπερτάτης φωτοδοσίας δεκτικὸν, καὶ θεωρητικὸν ἐν πρωτουργῷ δυνάμει τῆς θεαρχικῆς εὐπρεπείας, καὶ τῆς σοφοποιοῦ μεταδόσεως ἀναπεπλάσμένον. καὶ κοινωνικὸν ἀφθόνως πρὸς τὰ δεύτερα, τῇ χύσει τῆς δωρηθείσης σοφίας. Ἐ δὲ τῶν ὑψηλοτάτων καὶ ἐπηρμένων θρόνων, τὸ πάσης ἀκριβῶς ἐξῃρῆσθαι περιπεζίας ὑφέσεως, καὶ τὸ πρὸς ἄναντες οπερκοσμίως ἁνωφερὲς, καὶ πάσης ἐσχατιᾶς ἀῤῥεπῶς ἀνῳνισμένον, καὶ περὶ τὸν ὄντως ὕψιστον ὁλικαῖς δυνάμεσιν ἀκατασείστως καὶ εὐσταθῶς ἱδρυμένον, καὶ τῆς θεαρχικῆς ἐπιφοιτήσεως ἐν ἀπαθείᾳ πάσῃ καὶ ἀὖλίᾳ δεκτικὸν, καὶ τὸ θεοφόρον, καὶ θεραπευτικῶς ἐπὶ τὰς θείας ὑποδοχὰς ἀναπεπταμένον. $0=3 $8=111 $9=1 Ατη μὲν ἡ τῶν ὀνομάτων αὐτῶν ὡς καθ´ ἡμλς ἐκφαντιρία· λεκτέον δὲ, τίνα τὴν ἰεραρχίαν αὐτῶν οἰόμεθα. Τὸν μὲν γὰρ ἀπάσης ἱεραρχίας σκοπὸν τῆς θεομιμήτου θεοειδείας ἐξηρτημένον ἀῤῥεπῶς εἶναι, καὶ τὸ διαιρεῖσθαι πᾶσαν ἰεραρχικὴν πραγματείαν, εἰς μετοχὴν ἱερὰν καὶ μετάδοσιν καθάροεως ἀμιγοῦς, καὶ θείου φωτὸς, καὶ τελεστικῆς ἐπιστήμης, ἀρκούντως ἤδη πρὸς ἡμῶν εἰρῆσθαι νομίζω· νῦν δὲ εἰπεῖν ἀξίως εὔχομαι τῶν ὑπερτάτων νοῶν, πῶς ἡ κατ´ αὐτοὺς ἱεραρχία διὰ τῶν λογίων ἐκφαίνεται. Ταῖς πρώταις οὐσίαις, αἰ μετὰ τὴν οὐσιοποιὸν αὐτῶν θεαρχίαν ἱδρυμέναι, καὶ οἷον ἐν προθύροις αὐτῆς τεταγμέναι, πάσης εἰσὶν ἀοράτου καὶ ὁρατῆς ὑπερβεβηκυῖαι γεγονυίας δυνάμεως, ὡς οἰκείαν οἰητέον εἶναι καὶ κατὰ πᾶν ὁμοειδῆ τὴν ἱεραρχίαν. Καθαρὰς μὲν οὖν αὐτὰς ἡγητέον, οὐχ ὡς ἀνιέρων κηλίδων καὶ μολυσμῶν ἠλευθερωμένας, οὐδ´ ὡς προσύλων ἀνεπι. δέτους φαντασιῶν, ἀλλ´ ὡς πάσης ὑφέσεως ἀμιγῶς θψηλοτέρας, καὶ παντὸς ὑπόβεβηκότος ἰεροῦ· κατὰ τὴν ὑπερτάτην ἀγνότητα, πάσαις ταῖς θεοειδεστάταις δυνάμεσιν ὑπεριδρυμένας, καὶ τῆς οἰκείας αὐτοκινήτου καὶ ταὐτοκινήτου κατὰ τὸ φιλοθέως ἄτρεπτον τάξεως ἀῤῥεπῶς ἀντεχομένας, καὶ τὴν ἐπὶ τὰ χείρω κατά τι μείωσιν οὐδ´ ὅλως εἰδυίας, ἀλλ´ ἄπτωτον ἀεὶ καὶ ἀμετακίνητον ἐχούσας τὴν τῆς οἰκείας θεοειδους ἰδιότητος ἀμιγεστάτην ἴὸρυσιν. Θεωρητικὰς δὲ αὖθις, οὐχ ὡς αἰσθητῶν συμβόλων νοερῶν θεωροὺς, οὐδὲ ὡς τῇ ποικιλίᾳ τῆς ἱερογραφικῆς θεωρίας ἐπὶ τὸ Θεῖον ἀναγομένας, ἀλλ´ ὠς πάσης ἀθλου γνώσεως ὑψηλοτέρου φωτὸς ἀποπληρουμένας, καὶ τῆς τοῦ καλλοποιοῦ καὶ ἀρχικοῦ κάλλους ὑπερουσίου καὶ τριφανοῦς θεωρίας, ὡς θεμιτόν, ἀναπιμπλαμένατ· τῆς δὲ Ἰησοῦ κοινωνίας ὡσαύτως ἠξιῶμένας, οὐκ ἐν εἰκόσιν ἱεροπλάστοις μορφωτικῶς ἀποτυποῦσι τὴν θεουργικὴν ὁμοίωσιν, ἀλλ´ ὡς ἀληθῶς αὐτῷ πλησιαζούσας ἐν πρώτῃ μετουσίᾳ τῆς γνώσεως τῶν θεουργικῶν αὐτοῦ φώτων· καὶ μὴν ὅτι τὸ θεομίμητον αὐταῖς ὑπερτάτως δεδώρηται, καὶ κοινωνοῦσι, κατὰ τὸ αὐταῖς ἐφικτὸν, ἐν πρωτουργῷ δυνάμει ταῖς θεουργικαῖς αὐτοῦ καὶ φιλανθρώποις ἀρεταῖς. Τετελεσμένας δὲ ὡσαύτως, οὐχ ὡς ποικώίας ἱερᾶς ἀναλυτικὴν ἐπιστήμην ἐλλαμπομένας, ἀλλ´ ὡς πρώτης καὶ ὑπερεχούσης θεώσεως ἀποπληρουμένας, κατὰ τὴν ὑπερτάτην ὡς ἐν ἀγγέλοις τῶν θεουργιῶν ἐπιστήμην· οὐ γὰρ δι´ ἄλλων ἀγίων οὐσιῶν, ἀλλὰ πρὸς αὐτῆς τῆς θεαρχίας ἰεραρχούμεναι, τῷ ἐπ´ αὐτὴν ἀμέσῳ ἀνατείνεσθαι. τῇ πάντων ὑπερεχούσῃ δυνάμει καὶ τάξει, καὶ πρὸς τὸ πάναγνον καὶ κατὰ παναῤῥεπὸς ἱδρύονται, καὶ πρὸς τὴν ἄὕλον καὶ νοητὴν εὐπρέπειαν, ὡς θεμετὸν εἰς θεωρίαν προσάγονται, καὶ τοὺς τῶν θεουργοῶν ἐπιστημονικοὺς λόγους, ὡς πρωται καὶ περὶ Θεὸν $0=3 $8=112 $9=1 οὖσαι, μυοῦνται πρὸς αὐτῆς ταλεταρχίας ὑπερτά τοως ἱεραρχούμεναι. Τοῦτο γοῦν οἱ θεολόγοι σαφῶς δηλοῦσι τὸ, τὰς μὲν ὑφειμένας τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις, πρὸς τῶν ὑπερβεβηκυιῶν εὐκόσμως ἐκδιδάσκεσθαι τὰς θεουργυκὰς ἐπιστήμας· τὰς δὲ πασῶν ὑψηλοτέρας, ὑπ´ αὐτῆς θεαρχίας, ὡς θεμιτὸν, τὰς μυήσεις ἐλλάμπεσθαι. Τινὰς μὲν γὰρ αὐτῶν εἰσάγουσ πρὸς τῶν προτέρων ἱερῶς μυουμένας, τὸν Κύριον εἶναι τῶν οὐρανίων δυνάμεων, καὶ Βασιλέα τῆς δόξης, τὸν εἰς οὐρανοὺς ἀνθρωποπρεπῶς ἀναληφθέντα· τινὰς δὲ πρὸς αὐτὸν Ἰησοῦν διαπορούσας, καὶ τῆς ὑπὲρ ἡμῶν αὐτοῦ θεουργίας τὴν ἐπιστήμην μαθητιώσας, καὶ ταύτας αὐτὸν Ἰησοῦν ἀμέσως μυοῦντα, καὶ πρωτοδότως αὐταῖς ἐκφαίνοντα τὴν αὐτοῦ φιλάνθρωπον ἀγαθουργίαν· Ἐγὼ γὰρ, φησί, διαλέγομαι βικαιοσύνην καὶ κρίσιν σωτηρίου. Ἄγαμαι δὲ, ὅτι καὶ τῶν ἑπουρανίων ὃ οὐσιῶν αἱ πρῶται, καὶ τόσον άπάσας ὑπερκείμεναι, τῶν θεαρχικῶν ἐλλάμψεων ὡς μεσοπετεῖς εὐλαβῶς ἐφίενται· καὶ γὴρ οὐκ αὐτάθευ ἐρωτῶσι, Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια; πρὸς ἑαυτὰς ἄὲ διαποροῦσι πρότερον, ἐνδεικνύμεναι μὲν, ὅτι μαθητιῶσι, καὶ τῆς θεουργικῆς γνώσεως ἐφίενται, μὴ προπηδῶσαι δὲ τῆς κατὰ θείαν πρόρδον ἐνδιδομένης ἀλλάμψεως. Οὐκοῦν ἡ πρώτη τῶν οὐρανίων νοῶν ἱεραρχία, πρὸς αὐτῆς τελεταρχίας ἱεραρχουμένη, τῷ ἐπ´ αὐτὴν ἀμέσως ἀνατείνεσθαι, τῆς παναγεστάτης καθάρσεως τοῦ ἀπλέτου φωτὸς τῆς προτελείου τελεσιουργίας ἀναλόγως αὐτῇ πληρουμένη, καθαίρεται, καὶ φωτίζεται, καὶ τελεσιουργεῖται, πάσης μὲν ὑφέσεως ἀμιγὴς, πρώτου δὲ φωτὸς πλήρης, καὶ πρωτοδότου γνώσεως καὶ ἑπιστήμης μέτοχος ἀποτελουμένη. Συνελὼν δὲ καὶ τοῦτο φαίην ἅν οὐκ ἀπεικότως, ὅτ, καὶ κάθαρσίς ἐστι, καὶ φωτισμὸς, καὶ τελείωσις, ἡ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις, ἀγνοίας μὲν οἷον ἀποκαθαίρουσα, τῇ κατ´ ἀξίαν ἐνδιδομένῃ γνώσει τῶν τελειοτέρων μυήσεων, φωτίζουσα δὲ αὐτῇ τῇ θείᾳ γνώσει, δι´ ἡς καὶ καθαίρει τὴν οὐ πρότερον ἐποπτεύσασαν ὅσα νῦν ἐκφαίνεται διὰ τῆς ὑψηλοτέρας ἐλλάμψεως, καὶ τελειοῦσα πάλιν αὐτῷ τῷ φωτὶ, τῇ καθ´ ἕξιν ἐπιστήμῃ τῶν φανοτάτων μυήΘεοῦ $0=3 $8=113 $9=1 καὶ περὶ Θεὸν ἀμέσως ἑστηκυῖα, καὶ Δπλῶς καὶ ἀκαταλήκτως περιχορεύουσα τὴν αἰώνιον αὐτοῦ γνῶσιν, κατὰ τὴν ὑπερτάτην ὡς ἐν ἀγγέλοις ἀεικίνητον πρυσιν, πολλὰς μὲν καὶ μακαρίας ὁρῶσα καθαρῶς θεωρίας, ἀπλᾶς δὲ καὶ ἀμέσους μαρμαρυγὰς ἐλλαμπομένη, καὶ θείας τροφῆς ἀποπληρουμένη· πολλῆς μὲν, τῇ πρωτοδότῳ χύσει· μιᾶς δὲ, τῇ ἀποικίλτῳ καὶ ἐνοποιῷ τῆς θεαρχικῆς ἑστιάσεως ἑνότητι. Πολλῆς δὲ κοινωνίας Θεοῦ καὶ συνεργίας ἠξιωμένη, τῇ πρὸς αὐτὸν, ὡς ἐφικτὸν, ἀφομοιώσει τῶν καλῶν ἕξεών τε καὶ ἐνεργειῶν· πολλὰ δὲ τῶν θείων ὑπερκειμένως γινώσκουσα, καὶ θεαρχικῆς ἐπιστήμης καὶ γνώσεως κν μετουσίᾳ κατὰ τὸ θεμιτὸν γιγνομένη· διὸ καὶ ὕμνους αὐτῆς ἡ θεολογία τοῖς ἐπὶ γῆς παραδέδωκεν, ἐν οἷς ἱερῶς ἀναφαίνεται τὸ τῆς ὑπερτάτης αὐτῆς ἐλλάμψεως ὑπερέχον. Οἱ μὲν γὰρ αὐτῆς, αἰσθητῶς εἰπεῖν, ὡς φωνὴ ὑδάτων πολλῶν ὴ ἀναβοῶσιν· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· οἱ δὲ τὴν πολυύμνητον ἐκείνην καὶ σεβασμιωτάτην ἀνακράζουσι θεολογίαν· Ἄγιος, ἄγιος, ἄγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῆ Ταύτας δὲ τὰς ὑπερτάτας τῶν ὑπερουρανίων ὴ ναῶν ὑμνολογίας ἤδη μὲν ἐν τοῖς περὶ τῶν θείων ὕμνων, ὡς ἐφικτὸν, ἀνεπτύξαμεν, καὶ εἴρηται περὶ τούτων ἐν ἐκείνοις ὡς καθ´ ἡμᾶς ἰκανῶς· ἀφ´ ὧν εἰς ὑπόμνησιν ἀρκεῖ φάναι τοσοῦτον κατὰ τὸν παρόντα καιρὸν, ὅτι τὴν θεολογικὴν ἐπιστήμην ἡ πρώτη διακάσμησις, ὡς θεμιτὸν, ἐλλαμφθεῖσα πρὸς τῆς θεαρχικῆς άγαθότητος ταύτης, ὡς ἀγαθοειδὴς ἱεραρχία, καὶ τοῖς μετ´ αὐτὴν ἐξῆς μεταδέδωκεν, ἐκεῖνο κατ´ ἐπιτομὴν εἰπεῖν ὑφηγουμένη, τὸ τὴν σεβασμίαν αὐτὴν καὶ ὑπερεύφημον καὶ πανεύφημον θεαρχίαν θεμιτὸν εὐλόγως εἶναι πρὸς τῶν θεοδόχων, ὡς ἐφικτὸν, γινώσκεσθαι καὶ ὑμνεῖσθαι νοῶν· οὗτοι γάρ εἰσιν ὡς θεοειδεῖς οἰ θεῖοι τόποι τῆς θεαρχικῆς, ὡς τὰ λόγιά φησι, καταπαύσεως· καὶ μὴν ὅτι μονάς ἐστι καὶ ἑνὰς τρισυπόστατος, ἀπὸ τῶν ὑπερουρανίων οὐσιῶν ἄχρι τῶν ἐσχάτων τῆς γῆς διεῖσα τὴν ἀγαθωτάτην αὐτῆς ἐπὶ πάντα τὰ ὃντα πρόνοιαν, ὡς πάσης οὐσίας ὑπερἀρχιος ἀρχὴ καὶ αἰτία, καὶ πάντῳν ὑπερουσίως $0=3 $8=114 $9=1 Τὸ ζʹ κεφάλαιον, περὶ τῆς πρώτης καὶ ὑπερκειμένης τῶν τάξεων τριάδος τῶν σεραφὶμ καὶ τῶν χερουβὶμ καὶ θρόνων διαλαμβάνει. Ταύτην οὐν, φησὶ, τιμῶντες, λέγομεν, ὅτι πᾶσα ἐπωνυμία τῶν οὐρανίων τάξεων καθ´ ἡμᾶς μὲν λέγεται, ἀναγωγὴν δὲ ἔχει τῆς ἐκάστου ὑποκειμένου ἰδιότητος· οὐ μόνον γὰρ τοπικῶς καὶ αἰσθητῶς μορφοῦνται διὰ τὴν ἡμτέραν ἀσθένειαν, $0=3 $8=115 $9=1 ἀλλὰκαὶ αἰσθητῶς λέγονται, καθ´ ὅσον ἡἀκοὴ χωρεῖ. Εἰ δέτις λέγει, ὅτι καὶ ἡτῶν ὀνομάτων ἑρμηνεία χωρητικως τῇ ἀκοῇ ἡμῶν λέγεται, καὶ λοιπὸν τί ἐστι τὸ νοητὸν καὶ ὑψηλότερον καὶ γὰρ γινώσκομεν τὸ ὄνομα, ὅτι θερμαίνοντες τυχὸν, ἀλλὰ καὶ τὴν ἐξήγησιν γινώσκομεν, τί δηλοῖ τὸ θερμαίνοντες· καὶ τί ἂν εἴποι τις τὸ ὄνομα αἰσθητῶς λέγεσθαι, πλέον τῆς ἐξηγήσεως τοῦ ὀνόματος· γινωσκέτω, πρῶτον μὲν, ὅτι εὐληπτότερόν ἐστι τὸ ὄνομα, παρ´ ὃ οἱ λόγοι ὄσον εἰς κατανόησιν· ἤγουν τὸ εἰπεῖν θερμαίνοντας, ἢ τὸ εἰπεῖν τὴν τούτων ἐξήγησιν καὶ τὸ εἰπεῖν ἄνθρωπον, ἢ τὸ εἰπεῖν τὸν ὁρισμὸν αὐτοῦ· τὸ μὲν γὰρ ἐγγὺς τῆς αἰσθήσεως, τὸ δὲ λόγου καὶ ἐρμηνείας δεῖται. Τί γοῦν ξένον, εἰ καὶ ἐνταῦθα καὶ τοῦ ὀνόματος τῶν οὐρανίων αἰσθήσει τῇ ἀκοῇ ὑποπίπτοντος, ἀλλὰ καὶ τῆς δηλώσεως τοῦ ὀνόματος ὑποπιπτούσης τῇ ἀκοῇ, ὅμως λέγομεν, ὅτι αἰσθητικωτέρως δηλοῦμεν τῷ ὀνόματι, παρ´ ὃ τῇ τοῦ ὀνόματος ἐξηγήσει; Καὶ πρῶτον μὲν τοῦτο· δεύτερον δὲ, ὅτι οὐδὲ πάλιν τόσον τῆ ἐξηγήσει ἐμμένομεν, ὡς μὴ ἔχειν νοεῖν τι ὑψηλότερον, ἀλλὰ καὶ ἔτι τῷ νοῖ παραπέμπομεν τὴν ἐξήγησιν, καὶ θερμαίνοντας ἀκούοντες, τὸ δραστικόν τε καὶ φωτεινὸν ἐννοοῦντες ἐξηγούμεθα, αὐτὸ δὲ πάλιν τὸ δραστικόν τε καὶ φωτεινὸν εἰς ὑψηλοτέραν ἀνάγομεν θεωρίαν. Ὅθεν καλῶς ἐλέγομεν, ὅτι μὴ μόνον αἰσθητῶς μορφοῦνται, ἀλλὰ καὶ αἰσθητῶς λέγονται. Καὶ ἡ μὲν ἀγία ὀνομασία τῶν σεραφὶμ, ὡς ἡ γλῶττα τῶν Ἑβραίων βούλεται, ἢ τὸ ἐμπρηστὰς δηλοῖ, ἢ τὸ θερμαίνοντας, ἂ δὴ ταῦτα τὰ ὀνόματα, καὶ ταὐτά εἰσι, καὶ ἕτερα. Ταὐτὰ μὲν, ὅτι ἀμφότερα ἐκ πυρός εἰσι, τό τε ἑμπρήθειν, οἰονεὶ ὁλοκαύτοῦντοῦτο γὰρ δηλοῖ, ἀπὸ τοῦ ἐμπερῶ, οἰονεὶ τὸ διόλου διερχόμενον, καὶ τὸ θερμαίνειν. Ἔτερα δὲ πάλιν εἰσίν, ὅτι ἄλλο δηλοῖ τὸ δι´ ἅλοι καίειν, καὶ ἄλλο τὸ μόνον θερμαίνειν. Ἡ δὲ ὀνομασία πῶν χερουβὶμπλῆθος δηλοῖ γνώσεως, ᾖ χύσινσοφίας. τοῦτο δέ ἐστιν, ὅτι καὶ πολλὰ γινώσκουσι, καὶ σοφῶς καὶ άραρότως ταῦτα γινώσκουσιν, οὐκ ἐπιπολαίως· καὶ ὡς ἄν τις εἴποι διαπιστοῦντα αὐτὰ ἑαυτοῖς. Εἰκότως οὖν ἡ πρώτη τῶν διακοσμήσεων ἐκ τῶν ὑπερτάτων οὐσιῶν ἰερῶς ἐνεργεῖται,τοῦτο γάρ ἐστι τὸ ἱερουργεῖται· τάξιν γὰρ ἔχουσι τῶν πασῶν ὑψηλοτέραν, τοῦ περὶ Θεὸν ἀμέσως ἱἰδρῦσθαιὐ γάρ ἐστι πρὸ αὐτῆς ἐτέρα τάξις, καὶ ἀμετακινήτως εἶναι, κἀκεῖθεν εἰς αὐτὴν ἀρχικωτέρως ὡς ἐγγυτάτω μεταβιβάζεσθαι τὴν τελείωσιν. Πρωτουργοὺς δὲ λέγει θεοφανείας, ὅτι εἰς αὐτοὺς πρώτους ἐργάζονται ἐνεργούμεναι αἱ θεοφάνειαι· ἐπιδράττονται γὰρ τῆς θείας ἐλλάμψεως, καὶ σοφίζονται· ἐκεῖθέν ἐστιν αὐτοῖς καὶ τὸ ἐλλάμπεσθαι, καὶ τὸ γινώσκειν. Ὅθεν κἀκεῖνα μὲν ἑξαπτέρυγα λέγονται, ὡς κατὰ πολὺ ὑπερηρμένα· ἓξ γὰρ τέλειος ἀριθμός ἐστιν, ὅτι σύγκειται ἐκ τῶν μερῶν αὐτοῦ, ἅπερ εἰσὶ τὸ ἤμισυ, ἣγουν τὰ τρία· τὸ τρίτον, ἤγουν τὰ δύο· καὶ τὸ ἕκτον, ἤγουν τὸ ἕν· τρία δὲ καὶ δύο καὶ ἓν πάλιν ἕξ. Τὰ δὲ χερουβὶμ πολυόμματα, ὡς πλῆθος γνώσεως ἔχοντα. Τὰ γοῦν τοιαῦτα ῥνόματα ὀνομάζονται, κατὰ ἐκφαντορίαν καὶ δήλωσιν τῶν ἕξεων αὐτῶν, ὅ ἐστι τῶν ἐμμόνων διαθέσεων. Αἱ γὰρ θεῖαι δυνάμεις καθ´ ἕξιν ἔχουσι τὸ θεοειδὲς, $0=3 $8=116 $9=1 στωμένη ἐστὶ κατὰ θείαν χάριν, οὐ μὴν ὡς συμβεβηκὸς ἐῦ ὑποκειμένῳ, διὰ τὸ ἄὖλον αὐτῶν καὶ ἀσώματον· ἐκεῖθεν γὰρ ἀπελήλαται καὶ πᾶσα σύνθεσις ὑλικὴ, καὶ τὸ τῆς ὕλης πάλιν ἄμορφον ἐκεῖθεν ἐξώρισται, τε γοῦν δυνάμεθα λέγειν, ὅτι πρώτως οὐσαι ἐν. κτέρᾳ τινὶ καταστάσει, ὕστερον προσελάβοντο τὰς τοιαύτας ἀρετὰς,τοῦτο γὰρ τῶν συνθέτων· οὔτε ἀμόρφωτοι ὕλαι οὖσαι, ὄστερον εἰδοποιήθησαν ἐν ταῖς τοιαύταις ἀρεταῖς· ἀλλ´ ἐξ ὑπαρχῆς οὔτω θείᾳ ἐκτία σθησαν χάριτι. Τοῦτο δὲ δῆλον ἔκ τε αὐτοῦ τοῦ ἁγίου Διονυσίου, λέγοντος πρὸς τῷ τέλει τοῦ τετάρτου χεφαλαίου τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας, οὐσιώδεις εἶναι τὰς τοιαύτας ἕξεις· καὶ ἐκ τοῦ, τὸν πεσόντα, ἀποβαλόντα τὰς ἀρετὰς μεταχθῆναι εἰς ἀλλοῖαν, ὡς ἄν τις εἴποι, κατάστασιν φύσεως, σκοτειῦήν τε καὶ φθονεράν, καὶ κακίας πλήρη, καὶ ἐναντίαν κατὰ πάντα τῇ θείᾳ καὶ ἀγγελικῆ πολιτείᾳ· τοιαύτη γὰρ ] τῶν ἀγγέλων ἕξις οὐσιώδης, οἷα καὶ ἡ τοῦ πυρὸς μαθ´ ἕξιν καῦσις. Τὸ γοῦν τῶν σεραφὶμ ὄνομα ἐξηγούμεθα, ὅτι τὸ πῦρ ἀεικίνητόν ἐστι, θερμόν ἐστι, ῥξύ ἐστι,ατὰ αὐτοῦ γὰρ τοῦ λίθου τοὺς τόπους εἰσδύνει· ἀναγωγικόν ἐστι τῶν ὑποβεβηκότων, καὶ δῆλον ἐκ τῶν ἀναθυμιάσεων, πῶς τῇ θέρμῃ τοῦς ἡλίου ἀνάγονται· δραστήριόν ἐστι πρὸς τὴν τῶν ἐγγιζόντων ὁμοίωσιν, πυρώδη γὰρ ποιεῖ τὰ ἐγγίζοντα, ῥλοκαυτοῖ, καθαίρει· ἀπερικάλυπτόν ἐστιν, ἄσβαστον ἔχει τὸ φωτοειδὲς καὶ φωτιστικὸν, καὶ πόῤῥω τὸ σκότος ἐλαύνει. Ταύτας ἔχουσι τὰς ἕξεις ὑπερκοσμίως τὰ σεραφίμ· ἁκατάληκτά εἰσι καὶ ὑπερζέοντα, καὶ ἀνένδοτα πρὸς τὴν περὶ Θεὸν ἀεικινησίαν, καὶ τὰς ὑποβεβηκυίας τάξεις ἀνάγουσι, καὶ πρακτικῶς ἀναζωπυροῦσι, καὶ ἀφομοιοῦσι πρὸς τὴν ὁμοίαν ζέσιν καὶ τὸν πόθον τὸν ἔνθεον, καὶ δι´ ὅλου πρηστηρίως καθαρτικά εἰσι, καὶ τὸ φωτοειδὲς ὅπερ ἔχουσιν ἐκ Θεοῦ, καὶ τὸ φωτιστικὸν καθ´ ὃ τὰ ἄλλα φωτίζουσιν, ἀπερικάλυπτον καὶ ἄσβεστον ἕχουσιν· ἔστι γὰρ ὡς ὕλη ὁ θεῖος πόθος αὐτοῖς, καὶ πάσης σκοτοποιίας ἐπέκεινά εἰσιν, ὡς τῇ θείᾳ λαμπρότητι ἀναπτόμενα. Τὰ δὲ χερουβίμ εἰσιν ὀνομαζόμενα κατὰ τὸν λόγον τῆς παρ´ ἡμῖν γνώσεως· ἡ ἡμετέρα γὰρ γνῶσις, καὶ γνωστικὴ ἀφ´ ἑαυτῆς ἐστι, καὶ δεκτικὴ τῆς ἔξωθεν μαθήσεως. Ὥσπερ γὰρ ἡ ἀγνωσία διττή ἐστιν, ἡ μὲν κατὰ ἀπόφασιν, ὅτε τόδε τι οὐ γινώσκομεν, γινώσκομεν δὲ ὅτι οὐ γινώσκομεν, ἣν καὶ ἐπλῆν ἄγνοιαν λέγουσιν· ἡ δὲ κατὰ διάθεσιν, ὅτε οὐ γινώσκοντες ἀπατώμεθα, καὶ οἰόμεθα γινώσκειν, καὶ σόδὲ αὐτὸ τοῦτο οδαμεν, ὅτι οὐ γινώσκομεν, ἢν δὴ καὶ διπλῆν καλοῦσιν ἄγνοιαν, τῳ τε μὴ γινώσκειν, καὶ τῷ μὴ γινώσκειν ὅτι οὐ γινώσκει· οὕτω καὶ ἡ γνῶσις διττή, ἡ μὲν ὅτι γινώσκει, καθ´ ὃ καὶ γνωστικὴ λέγεται· ἡ δὲ ὅτι μανθάνει καὶ δέχεται γνῶσιυν, καὶ γινώσκει ὅτι ὡφέληται, καθ´ ὃ λέγεται καὶ $0=3 $8=117 $9=1 γνωριστική. Ἔστιν ἡ ἡμετέρα γνῶσις καὶ θεωρη τικὴ, οἱονεὶ ἐρευνητικὴ τῶν ὑπὲρ αὐτήν. Ἔστι καν κοινωνικὴ, ἐξ ὧν ἐν τῷ ἀναπίμπλασθαι τῶν νοημάτων χέει πρὸς τοὺς ὑποδεεῖς τὴν μάθησιν. Ταῦτα πάν τα ἕχουσι καὶ τὰ χερουβίμ· γνωστικά εἰσι καὶ Θεο πτικὰ τῆς θείας λαμπρότητος, κίνησιν ἔχοντα γνώσεως πρὸς τὸ ὄντως ἐράσμιον, καὶ δεκτικὰ φωτοδοσίας ἐκ τοῦ Θεοῦ διὰ τῶν πρὸ αὐτῶν δυνάμεων, καὶ ἐξεταστικὰ τῆς θείας εὐπρεπείας, ἀλλ´ ἐν πρωτουργῷ δυνάμει, καθ´ ἣν δηλονότι πρώτως τῶν ἄλλων τὰς ἐμφανείας ἔχουσιν, ὡς καὶ οἱ θρόνοι, καὶ ἔτι τὰ σεραφίμ. Ταῦτα γὰρ τὰ τρία τάγματα, μία τις ἱεραρχία ἐστὶ, καὶ πρωτουργὸν ἐπὶ πᾶσι τὴν δύναμιν ἔχουσι· πάσος γὰρ ἀοράτου καὶ ὁρατῆς δυνάμεως μείζους εἴσὶν αἱ πρῶται τρεῖς αὖται τάξεις. Ἔστι τὰ χερουβὶμ καὶ κοινωνικὰ ἐν τῷ ἀναπιμπλάμενα τῆς σοφοποιοῦ μεταδόσεως ἀφθόνως μεταδδόναι τοῖς δευτέροις κατὴ τὴμ χύσιν τῆς σοφίας αὐτῶν, φέρε καὶ τὴν τῶν ἁγίων καὶ ὑψηλοτάτων καὶ ἐπηρμένων θρόνων ἐπωνυμίαν κατίδωμεν. Ὁ θρόνος ὑψηλὸς τῶν γημκων ἐπηρμένος, ὁ θρόνος ἀνωφερὴς, καὶ ποιῶν τοὺς ἐν αὐτῷ ἄνω φέρεσθαι ἱδρυμένως πα γίως· ὁ θρόνος δεκτικός τινος ὃν φέρει, καὶ τοῦ καθημένου ὑποδοχή ἐστιν. Οὕτως ἔστιν ἰδεῖν καὶ ἐπὲ τῶν ἁγίων τουτωνὶ θρόνων· ἐξαίρονται γὰρ πάσης χθαμαλῆς ὑφέσεως, καὶ πρὸς τὸ ἄναντες ἀναφέρονται, ὡς μηδὲν αὐτοὺς ἔχειν περιπεζίας ψφέσεως ἤτο ἐνδόσεως, καὶ τῆς πρὸς τὰ κάτω νεύσεως. Πλὴν σημείωσαι, ὅτι καὶ ὁ ἐνταῦθα θρόνος ἄνω ποιεῖ φέρεσθαι τοὺς ἐν αὐτῷ· οἱ δὲ ἀγιώτατοι θρόνοι, ἐν τῷ ἄνω φέρεσθαι, οὕτως ἐπονομάζονται, καὶ ἀνῳκισμένοι εἰσὶν ἀκλινῶς, καὶ περὶ τὸν Ὑψιστον ἀκατα σείστως ἰδρυμένοι, καὶ δεκτικοὶ τῆς θείας ἐπιφοιτήσεως. Πλὴν ἀπαθῶς νόει ταῦτα, καὶ ἀθλως,τοῦτο γάρ ἐστι τὸ ὑπερκοσμίως· ἵνα μὴ νομίσῃ τις τὸ ἄναντες ὁδὸν εἶναι σωματικὴν, ἵνα μὴ περιορίζεσθαι δόξῃ Θεὸς ἐν αὐτοῖς. Καὶ θεοφόροι εἰσὶν οὐ κατ’´ οὐσίαν, ἀλλὰ κατὰ χάριν, καὶ θεραπευτικῶς ὕπτιοι πρὸς τὰς θείας ὑποδοχάς. Οὐ κατ´ οὐσίαν δὲ εἶπον τὸ θεοφόρον, ὅτι ὁ μακάριος Βασίλειος τὴν θεοφόρον εἶπε σάρκα· ἀλλ´ ἡ μὲν σὰρξ τοῦ Κυρίου κατ´ οὐσίαν καὶ καθ´ ὑπόστασιν ἤνωτο αὐτῷ τῷ Θεῷ Λόγῳ ὡς φέρουσα τὸν Θεὸν Λόγον καθ´ ἕνωσιν ἀδιάσπαστον, αὐτοῦ σὰρξ καὶ λεγομένη καὶ ὑπάρχουσα κυρίως καὶ κατὰ ἀλήθειαν· οἱ δὲ θρόνοι οὐ κατ´ οὐσίαν, ἀλλὰ κατὰ χάριν, ὡς εἴρηται, ἔχοντες ἐν ἑαυτοῖς τὸν Θεὸν ἀῤῥήτῳ λόΤῳ, θεοφοροι λέγονται. ἔΠ. Αὕτη μὲν ἡ σῶν ὀνομάτων ἐκφαντορία καὶ δήλωσις, ὡς καθ’´ ἡμᾶς εἰπεῖν, καὶ τὴν ἡμετέραν δύναμιν· λεκτέον δὲ μετὰ ταῦτα, τίνα τὴν ἱεραρχίαν αὐτῶν καὶ τὴν μυσταγωγίαν οἰόμεθα. Τὸ μὲν γὰρ εἶναι τὸν τῆς ἀπάσης ἱεραρχίας σκοπὸν, κᾶν τὴν καθ´ ἡμᾶς εἴποι τις, κἂν τὴν οὐρανίον, ἐξηρτημένον καὶ ἐκκρεμῆ τῆς θεομιμήτου θεοειδείας ἀκλινῶς, καὶ τὸ διαιρεῖσθαι $0=3 $8=118 $9=1 μετοχὴν καὶ διάδοσι, (πρῶτον γὰρ μετέχομεν, καὶ ιἶτα μεταδίδομεν καὶ ἡμεῖς καὶ οἱ ἄγγελοι. Τίνος δὲ μετέχομεν, καὶ τίνος μεταδίδομεν; πάντως καθάρσεως ἀμιγοῦς καὶ ἀθλου, καὶ θείου φωτὸς, καὶ τελεστικῆς καὶ μυστικῆς ἐπιστήμης· πρῶτον γὰρ καθαιρόμεθα, εἶτα φωτιζόμεθα, μετέπειτα δὲ τελειοόμεθα μετ´ ἐπιστήμης, καὶ θεοποιούμεθα, ὥσπερ δὲ καὶ πρῶτον καθαίρομεν, εἶτα φωτίζομεν, μετέπαιτα δὲ τελοῦμεν ἐπιστημονικῶς, ἀρκούντως ἤδη διελάβομεν· νῦν δε εὔχομαι ἀξίως τῶν προκειμένων εἰπεῖν, πῶς ἡ κατ´ αὐτοὺς ἱεραρχία παρὰ τῆς ἰερᾶς καὶ θείας Γραφῆς δηλοῦται ἡμῖν. Ταῖς πρώταις οὐσίαις, αἴτινες μετὰ τὴν θείαν οὐσιοποιὸν καὶ δημιουργικὴν οὐσίαν ὃρυνται, καὶ οἷον ἐν προθύροις ταύτης εἰσὶ τεταγμέναι; καὶ ὑπερβεβήκασι πάσης κτιστῆς ὁρατῆς καὶ ἀοράτου φύσεως, ἤγουν τῇ πρώτῃ διακοσμήσει τῶν θείων δυνάμεων, οἰκείαν θποληπτέον εἶναι καὶ κατὰ πᾶν ὁμοφυῆ τὴν ἱεραρχίαν. Καθεξῆς δὲ τίθησι τὰ τῆς ἱεραρχίας ἰδιώματα, πῶς καθαραὶ αὔται, πῶς θεωρητικαὶ, πῶς τετελεσμέναι, ἐξῃρημένως πάντως καὶ οὐ κατ´ ἄνθρωπον, ἵνα οἰκεία ταῖς οὐσίαις ἡ ἱεραρχία ἦ. Καθαραὶ τοίνυν εἰσὶν οὐ κατὰ ἄνθρωπον· ἐπὶ γὰρ τῶν ἀνθρώπων καθαροὶ λέγονται ἢ οἱ ἀπὸ κηλίδων καὶ μολυσρῶν καθαρθέντες, ἢ καὶ οἱ μείναντες ἐκ γενέσεως προσὑλων φαντασιῶν ἀνεπίδεκτοι. Οὐ τοίνυν αἱ πρῶται δυνάμεις καθαραὶ τοιουτοτρόπως λέγονται, ἀλλ´ ὡς ὑψηλότεραι καὶ ἐπέκεινα πάσης μολυντικῆς ὑφέσεως, καὶ παντὸς ὑποβεβηκότος καθαροῦ τε καὶ ἱεροῦ ἁγώτεραι, κατὰ τὴν ὑπερτάτην καὶ οὐκ ἐκ συγκρίσεως καθαρότητα. Καὶ ὥσπερ τὸ φῶς ἐν φωτιστικαῖς δυνάμεσιν ἵὲρυται, καὶ ἄλλη τις οὐκ ἔστιν οἰαιστέρα δύναμις τοῦ φωτὸς, εἰ μὴ φαίνοι· οὕτω καὶ αὔται ἐν δυνάμεσι θεοειδεστάταις ὑπερίδρυνται, καὶ ἀντέχονται μὲν κατὰ τὸ ἄτρεπτον αὐτῶν, ὅπερ Κσχον τοῦ Θεοῦ χάριτι. Τοῦτο δὲ νόησον, οὔχ ὅτι κατὰ φύσιν ἄτρεπτοί εἰσι,(μόνον γὰρ τὸ κατὰ φήσιν ἄτρεπτον τοῦ Θεοῦ ἐστιν,, ἀλλ´ ὅτι διὰ τῆς ἐπὶ τὸ ἀγαθὸν ἄγαν ἐφέσεως ἐπὶ τὸ Θεῖον ῥέψασαι, ἔμειναν οὕτως, ἕξιν ὥσπερ ἔχουσαι τὸ ἀμετακίνητον· τοῦτο γάρ ἐστι τὴ φιλοθέως ἄτρεπτον τούτων. Ἐκ γοῦν τοῦ τὸ Θεῖον φλεῖν ὀλικῶς, τῆς οἰκείας ἀεικινήτου καὶ ταὺτοκινήτου τάξεως ἀντέχονται, τῆς οἱονεὶ ἀπαραλλάκτου καὶ ἀμεταβόλου καὶ ὡσαύτως ἐχούσης· κινήσεις δέ κἰσιν ἐπ´ αὐτῶν αἱ ἄπαυστοι περὶ τὰς νοήσεις ἐνέργειαι, νότς γάρ εἰσιν ἀσίγητοι. Τὸ δὲ ἀντεχομένας γράφεται καὶ ἀνεχομένας· ἀνέχονται δὲ, ὅτι οὐκ ἔχρυσι κόρον τινὰ, οὐδὲ βάρος, οὐδ´ ἴλιγγον, διὰ τὸ ἀεὶ κινεῖσθαι περὶ ταὐτὸν, ὅπερ ἐφ´ ἡμῖν συμβαίνει, καθ´ ὃ είρηται, Μεταβολὴ πάντων ἡδύ· ἀλλ´ ἐκεῖναι ἀνέχονται μὲν ἀῤῥεπῶς τῆς οἰκείας τάξεως, καὶ τὴν ἐπὶ τὰ χείρω μείωσιν παντελῶς ἠγνοήκασιῳ· ἄπτωτον γὰρ καὶ ἀμετακίνητον ἔχουσι τὴν τῆς οἰκείας θεοειδοῦς ἰδιότητος ἴδρυσιν, καὶ ἀμιγεστάτην πρὸς τὰ χείρω καὶ τὴν ἐναντίαν ἕξιν τε καὶ ἐνέργειαν. Εκα πῶς καθαραὶ, νῦν δὲ λέγει πῶς θεωρητικαὶ, ὅτι καὶ τοῦτο οὐ κατὰ ἄνθρωπον· ἐπὶ γὰρ τοῖς ἀνθρώποις θεωροὶ λέγονται οἱ τῶν μυστηρίων ἐπόπται διὰ τῶν συμβολικῶς λεγομένων, ἢ αἰσθητῶς τελουμένων περὶ Θεοῦ. Ἔσχον δὲ καὶ οἱ ἅγιοι τινὰς ἐμφανείας $0=3 $8=119 $9=1 Θεοῦ, καὶ δι´ αἰσθητῶν συμβδλων, ὡς ὁ Ἀβραὰμ καὶ ὁ Ἰακώδ· καὶ διὰ νοερῶν, ὡς ὁ ἐκ τῶν προφητῶν εἰπὼν, Καὶ ἰδού κλήρης ῥόξης ὁ οἶκος Κυρίου· τίς γὰρ ἦν ἡ δόξα ἐκείνη, κατανοήσομεν ὐχ οὔτω τοίνυν καὶ αἱ οὐράνιαι δυνάμεις θεωροὶ, οὐδὲ τῇ ποικιλίᾳ τῶν ἰερογραφικῶν θεωριῶν ἐπὶ τὸ θεῖον ἀνάγονται· ἀλλὰ θεωρητικαὶ λέγονται, ὡς ἀποπληρούμεναι φωτὸς ὑψηλοτέρου· καὶ μὴ μόνον αἰσθήσεως, ἀλλὰ καὶ πάσης ἀθλου γνώσεως, καὶ ἐμπιπλάμεναι τῆς τοῦ ὄντως καὶ κυρίως καλοῦ, τῆς θείας λέγω καὶ τριαδικῆς θεωρίας· τῆς δὲ Ἰησοῦ κοινωνίας ἠξιωμέναι, τῆς μετοχῆς λέγω καὶ τῆς δόξης, καὶ τῆς λαμπρότητος τοῦ σώματος τοῦ Χριοτοῦ· μετὰ σαρκὸς γὰρ τῷ Πατρὶ συνεδρεύει ὁ Υἱὸς καὶ Λόγος αὐτοῦ. Ἐπεὶ δὲ καθόλου ἡ ἰεραρχία τάξις ἱερὰ ὡρίσθη, καὶ ἐπιστήμη, καὶ ἐνέμγειᾳ, ἀφομοιουμένη ὡς ἐφικτὸν, πρὸς τὸ θεοειδὲς, καὶ ἀναλόγως ταῖς ἑνδιδομέναις ἐλλάμψεσιν ἐπὶ τὸ θεομίμητον ἀναγομένη, ἐνταῦθα σκέψαι τὸ μέρος τῆς ἱεραρχίας, τὴν ἐπιστήμην, ἤγουν θεωρίαν, πῶς πρὸς τὸ θεοειδὲς ἀφιωμοίωται, καὶ πῶς ἀνάγεται πρὸς τὸ θεομίμητον· οὐκ ἐν εἰκόσι γοῦν ἱερῶς πλασθείσαις παρὰ τῶν προσητῶν ἀποτυποῦσι τὴν θείαν ὁμοίωσιν, πρὸς τὸ θεοειδὲς ἀφωμοίωνται,τὸ ἀποτυκοῦσι δὲ ἀντὶ τοῦ ταῖς ἀποτυπούσαις, τὸ ἀρσενικὸν ἀντὶ θηλυκοῦ ἀττικῶς, ὡς τό- Κλυτὸς Ἰπποδάμεια ἀλλὰ πῶς θεωρητικαὶ, ὡς ἀληθῶς αὐτῷ πλησιάζουσαι, καὶ δίχα τῶν ἱεροπλαστιῶν· τοῦτο γάρ ἐστι τὸ ἐν πρώτῃ μετουσίᾳ τῆς γνώσεως, οἰονεῖ ἀμέσως καὶ δίχα συμββλων ὑποτυπούντων τὴν ὁμοίωσιν. Τί γὰρ ἐκείναις ὁσαμφειρος, καὶ ὁ ἤλεκτρος, καὶ πᾶν εἴ τι τοιουτότροπον πρὸς θεωρίαν τῆς θείας μαρμαρυγῆς, ἐν ἀμέσῳ οὔσαις μετουσίᾳ τῆς γνώσεως; Πῶς δὲ ἡ γνῶσις καὶ ἡ θεωρία ἀφομοιοῖ πρὸς τὸ θεοειδὲς τὸν γινώσκοντας τι ὁ θεωρῶν θαυμάζει, ὁ θαυμάζων ποθεῖ, ὁ ποθῶν καθαίρεται, ὁ καθαιρόμενοςναλόγως δὲ ταῖς οὐρανίαις οὐσίαις νοεῖ τὴν κάθαρσιν, καθὼς ἀνωτέρω ἐλέχθη, θεοειδὴς γίνεται, καὶ πρὸς τὸ θεοειδὲς ἀφωμοίωται. Πῶς δὲ καὶ πρὸς τὸ θεομίμητον ἀνάγεται, φησί. Δεδώρηται δὲ καὶ αὐτὸ ταύταις, καὶ κοινωνοῦσιν οὐ δι´ ὅλου, ἀλλ´ ὅσον ἐφικτόν ἐστι ταῖς φιλανθρώποις αὐτοῦ ἀρεταῖς, ταῖς καλυπτούσαις κατὰ τὸν προφήτην τοὺς οὐρανοὺς ταῖς θεωρητικαῖς, εἰς ἃς διὰ τῆς θεωρίας ἀνάγονται, ἐν πρωτουργῷ δηλαδὴ δυνάμεί· τὴν γὰρ ἔλλαμψιν ἕτερα δι´ ἄλλης λαμβάνει ἐκ τοῦ Θεοῦ, τὴν δὲ πρὸς αὐτὸν τάσιν, καὶ θεωρίαν, καὶ ἔφεσιν, ὥσπερ εἰ ἦσαν ἅπασαι πρῶται, οὕτως ἐργάζονται, ἢ ἐν πρωτουργῷ, οἱονεὶ πρωτοτάκτῳ· πρῶται γὰρ αὕται ἐτάχθησαν. Ὁμοίως πάλιν καὶ τὴν μετάδοσιν τῆς ἐλλάμψεως πρὸς τὰς ὑπ´ αὐτὰς, καὶ πρὸς τοὺς ἀνθρώπους, οὐ μετὰ φθόνου καί τινο, ποιοῦνται γλισχρότητος, ἀλλ´ ἀφθόνως καὶ πληρεστάτως, ὥσπερ ἂν ἦσαν πᾶσαι τὰ τῆς ἐλλάμψεως πρῶ ται δεχόμεναι· τοῦτο γὰρ καὶ πρῴην ἡ θεομιμησία ἐλέγετο, τὸ πρὸς τοὺς δεομένους καὶ ἀξίους μεταδοτικόν· καὶ νῦν τοῦτο λέγεται, ὅτι κατὰ τοῦτο κοινω. νοῦσι ταῖς φιλανθρώποις ἀρεταῖς τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ θεοπρεπὲς κάλλος μεταδοτικόν ἐστι κατ´ ἁξίπν $0=3 $8=120 $9=1 τοῦ οἰκείου φωτὸς, οὕτω καὶ αὗται πρὸς ποὺς ἀξίους μτταδιδόασι τῆς ἐλλάμψεως ἀφθόνως ταύτῃ καὶ πληρεστάτως. Ἡδη φησὶ καὶ πῶς λέγονται τετελεσμέκαι αἱ θεῖαι δυνάμεις. Ἐπεὶ τοένυν ἡμεῖς τελούμεθα δοὲ τῆς ἀναλυτικῆς ἐπιστήμης, τῆς ἐξαπλωτικῆς δηλανότι καὶ ἐξηγητικῆς καὶ ἀναγωγικῆς, τῆς ἱερᾶς οικιλίας τῆς τῶν συμβολικῶν δηλονάτι θεαμάτων μυήσεως, αἱ θεῖαι δυνάμεις σὐχ οὕτως τελοῦνται, ἀλλ´ ὡς ἀποπληρούμεναι τῆς πρώτης καὶ οὐ τῆς διὰ μέσων συμβόλων ὑπερεχούσης θεώσεως κατὰ τὴν ὑπερτάτην τῶν ἕργων τοῦ Θεοῦ ἐπιστήμην, ὃν δὴ καὶ πᾶσα ἱεραρχία καθηγεμόνα τῆς ἐπιστήμης καὶ τῆς ἐνεργείας ἔχει. Ποῖαι δέ εἰσιν αἱ θεῖαι ἐπιστῆμαι, καὶ αἱ θεουργίαι; τὸ καθαίρειν, τὸ φωτίζειν, τὸ τελεῖν, ὡς ἐν ἀγγέλοις δὲ εἶπεν, ἐπειδὴ αἱ τοιαῦται θεουργίαι καὶ ἐν ἀνθρώποις γίνονται, ἀλλὰ δι´ ἑτέΡας ἐπιστήμης ὁ φωτισμὸς δίδοται τούτοις καὶ ἡ κελείωσις. Αὗται δὲ αἱ ὑπερβεβηκυίαι δυνάμεις οὐ δι´ ἄλλων ἀγίων οὐσιῶν, ἀλλὰ παρ´ αὐτῆς τῆς θεαρχίας μυσταγωγοῦνται ἐν τῷ ἐπ´ αὐτὴν ἀμέσως ἀνατείνεμθαι ἐν τῇ δυνάμει τούτων καὶ τάξει· οὐδὲ γὰρ ἐκ τάξεως μόνον ἔχουσι τὸ πρὸς Θεὸν ἀνατείνεσθαι, ἀλλὸ καὶ ἐκ δυνάμεως. Τοῦτο ὃέ ἐστιν ὅπερ λέγει καὶ ὁ Θεολόγος Γρηγόριος· Οὐκ οἶδα εἴτε ἐκ τῆς λαμπρότητος ἕχσυσιν τὴν τάξιν, εἴτε ἐκτῆς τάξεως τὴν λαμπρότητα· καὶ γὰρ δύναμιν ἔχουσιν ὑπερέχουσαν, καὶ τάξιν ὑπερβεβηκυῖαν καὶ ἀνωτάτην. Καὶ διὰ τοῦτο, ὡς μὲν δύναμειν ἔχουσαι, πρὸς τὸ πόναγνον καὶ ἀῤῥεπὲς ἐδραιοῦνται, καὶ οὐ διασείονται· τοῦτο γάρ ἐστι τὸ ἀῤῥεπές· ὡς δὲ τάξιν ὑψηλοτάτην πρὸς τὴν νοητὴν εὐπρέπειαν καὶ θεωρίαν προσάγονται. Καθὼς δέ ἐστι θεμιτόν τε καὶ δυνατὸν, καὶ τοὺς ἐπιστημονικοὺς λόγους τῶν θεουργιῶν, ὡς πρῶται καὶ περὶ Θεὸν οὖοαι, παρ´ αὐτῆς τῆς τελεταρχίας, δηλονότι τοῦ Θεοῦ, μυσταγωγοῦνται. ἔ ΠΠ. Τοῦτο δηλοῦσι καὶ οἱ προφῆται σαφῶς. Τοῦτο, ποῖον; ὅτι αἱ μὲν σιρῶται τάξεις ἐκ τοῦ Θεοῦ ἀμέσως ἐλλάμπονται, αἱ δὲ ὑφειμέναι διὰ τῶν ὑπερβεβηκυιῶν. Ἀποδείξεις τοίνυν τῶν εἰρημένων τίθησι γραφικὰς, ὅτι τινὰς μὲν τῶν θεολόγων προφητῶν τὰς ὑποβεβηκυίας εἰσάγουσι μυουμένας παρὰ τῶν προτέρων, τὸν ἀνθρωποπρεπῶς εἰς οὐρανοὺς ἀναλαμβανόμενον, λεγουσῶν ἐν τῷ ἐρωτᾶσθαι· Τίς ἐστν οὖτος ὁ βασλεὺς τῆς δόξης; καθὼς ἐν τῷ εἰκοστῷ τρίτῷ ψαλμῷ ὁ Δαυλδ λέγει, Κύριος τῶν δυνάμεων, αὐτός ἐστν ὁ βασιλείς τῆς δόξης· ἄλλοι δραματουργοῦσιν αὐτὰς πρὸς αὐτὸν διαπορούσας τὸν Κύριον, καὶ γλχομένας μαθεῖν τὸ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας μωστήρων, τὸ ἔργον τὸ προσῆκον Θεῷ· τοῦτο γάρ ἐστιν $0=3 $8=121 $9=1 ἡ θεουργία, ἡ ὑπὲρ ἡμῶν οἰκονομία· Θεοῆ γὰρ ὡς ἀληθῶς ἔργα ἦν τὰ κατὰ τὴν οἰκονομίαν πάντα. Ὁ Ἡσαῖας τοίνυν φησί· Τίς οὕτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; καὶ, Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; ἐκεῖνο πρὸς ἑαυτὰς, τοῦτο πρὸς τὸν Σωτῆρα Χριστόν. Πρὸς ἂς ὁ Σωτὴρ πρωτοδότως καὶ αὐτὸς ἀφ´ ἑαυτοῦ, καὶ οὐ δι´ ἄλλου, ἐκφαίνει τὴν αὐτοῦ φιλάνθρωπων ἀγαθουργίαν. Ἐγὼ γὸρ, φησὶ, διαλέγομαι δικαιοσόνην, καὶ κρίσιν σωτηρίου. Τέώς δὲ, ἐπεὶ ἐκλαμβάνει τὰς ἐρωτώσας δυνάμεις ὁ ἅγιος, οὐκ ἄλλας τινὰς ὑποβεβηκυίας τάξεις, ἀλλ´ αὐτὰς τὰς ὑπερτάτας καὶ πρώτας, αἱ δὴ καὶ ἀμέσως τὰ τῆς θείας μαθητείας δέχονται· Θαυμάζω, λέγει, πῶς καὶ αἱ τῶν ἐπουρανίων οὐσιῶν πρῶται, καὶ πολὺ τόσον ὑπερκείμεναι τὰς ἄλλας πάσας, εὐλαβῶς καὶ αὗται ἐφίενται τῶν θεαρχικῶν ἐλλάμψεων, ὥστε μαθεῖν παρ´ ἀλλήλων, ὥσπερ ἂν ἦσαν μεσοταγεῖς, αἴπερ ἔμελλον παρὰ τῶν ὑψηλοτέρων λαμβάνειν τὴν ἔλλαμψιν. Καὶ γὰρ αἱ μέσαι, ὡς εἴπομεν, τὴν μὲν θεωρίαν καὶ αὐταὶ ἀκλινῆ πρὸς τὸν Θεὸν ἔχουσι, καὶ τὴν ἔφεσιν, ὃ δὲ θεωροῦσαι ἀποροῦσι, τοῦτο παρὰ τῶν ὑψηλοτέρων μανθάνουσιν, ὥσπερ ἄν τις ὀλικὴν μὲν ἔχοι τῆς καρδίας τὴν τάσιν πρὸς τὸν βασιλέα, ἐφ´ ᾧ δὲ ἀποροίη θεώμενος, τὴν λύσιν λαμβάνει παρὰ τοῦ ὑπερέχοντος. Τοῦτο γοῦν κἀνταῦθα φαίνεται, ὥσπερ ἂν ἦσαν αἱ δυνάμεις μεσοταγεῖς, καὶ ἔβλεπον μὲν πρὸς τὸν ἀνερχόμενόν, ἀποροῦσαι δὲ ἐπεζήτουν τὴν λύσιν παρὰ τῶν ἄλλων, καθὼς αἱ θεῖαι δυνάμεις ἔχουσι τάξεως. Καὶ γὰρ, φησὶν, οὐκ αὐτόθεν ἐρωτῶσι τὸν Κύριον· Διὰ τέ σου ἐρυθρὰ τὰ ἱμάτια; πρὸς ἑαυτὰς δὲ διαποροῦσι πρότερον· Τίς οὕτος ὁ παραγενόμενος ἐξ Ἐδώμ λέγουσαι. Θαυμάσας τοίνυν, λύει τὴν ἀπορίαν ὁ ἄγιος λέγων, ὅτι ἐνδείκνυται μὲν ὅτι τῆς μαθητείας γλίχονται, καὶ ἐφίενται γνῶναι τὴν θεουργίαν, τὸν τρόπον λέγω τῆς οἰκονομίας τὸν ἄρῥητον, οὐ προπηδῶσι δὲ τῆς κατὰ θείαν πρόοδον ἐνδιδομένης ἐλλάμψεως, ὅτι τυχὸν εἰ καὶ ἡ πρώτη καὶ ὑπερτάτη τῶν ἀλλων τριὰς οἱ ἀποροῦντες ἦσαν, οὐκ εὐθέως ἠπόρησαν πρὸς τὸν Κύριον, ὅτι ἔμελλε καὶ ἡ τῆς ἐλλάμψεως πρόοδος κατὰ τάξιν γενέσθαι τοῖς ὑπερτάτοις τρισὶ τάγμασι. Τί οὖν ξένον, εἰ τὰ χερουβὶμ διηπόρουν πρὸς τὰ σεραφὶμ, ἡ ταυτα πρὸς τοὺς θρόνους; τῆς ἐλλάμψεως μελλούσης γίνεσθαι πρώτης εἰς τούτους, εἶθ´ οὕτω καὶ δι´ αὐτῶν εἰς τὰ χερουβίμ. Ἵνα τί γοῦν προπηδήσειαν, καὶ μὴ τὴν κατὰ θείαν πρόοδον ἔλλαμψιν ἀναμείνειαν; Συμπεραίνει ἐντεῦθεν τὸ ζήτημα αὐτοῦ. Ἢν δὲ τὸ ζήτημα αὐτοῦ, τίνα οἰόμεθα τὴν τῶν πρώτων οὐσιῶν ἱεραρχίαν. Οὐκοῦν τοίνυν ἢ πρώτη τῶν οὐρανίων νοῶν ἱεραρχία οὐ παρ´ ἄλλης δυνάμεως, παρ´ αὐτῆς δὲ τῆς τελεταρχίας, τῆς μυστικῆς καὶ θείας ἐλλάμψεως ἱεραρχουμένη καὶ οἰκονομουμένη, ἐν τῷ ἐπ´ αὐτὴν δὴ τὴν τῶν πρώτων οὐρανίων νόων ἱεραρχίαν ἀνατείνεσθαι, τῆς παναγίας μὲν καὶ θάρσεως πληρουμένη καθαίρεται, τοῦ ἀπλέτου δὲ καὶ ἀπείρου φωτὸς πάλιν πληρουμένη, φωτίζεται, τῆς προτελείου τελεσιουργίας πάλιν πληρουμένη, κατ´ ἀναλογίαν τῆς τάξεως τελεσιουργεῖται. Ταύτην γὰρ $0=3 $8=122 $9=1 τὴν ἱεραρχίαν προεθέμεθα, κάθαρσιν, φωτισμὸν, καὶ τελείωσιν. Ἔστι δὲ ἡ τοιαύτη ἱεραρχία τῶν πρώτων οὐρανίων νοῶν, καὶ πάσης ὑφέσεως καὶ ὑποβιβασμοῦ ἀμιγὴς γὰρ θρόνοι ἐξαίρονται] καὶ πρωτου φωτὸς πλήρης. Ἐμπρησταὶ γὰρ τὰ σεραφὶμ λέγονται, καὶ πρωτοδότου ἐπιστήμης καὶ γνώσειως μέτοχος, τοιαῦτα γὰρ τὰ χερουβίμ. Πλὴν οὐκ ἰδίως ἐνὶ ἐκάστῳ ταῦτα, ἀλλὰ πάντα πᾶσι κατὰ τὴν ἀπὸ Θεοῦ πρὸς αὐτὰς χάριν. Διὰ τοῦτο καὶ πρώτως τὴν τῶν θρόνων ἰδιότητα εἶπε, δευτέραν δὲ τὴν τῶν σεραφὶμ, καὶ εἶθ´ οὕτω τὴν τῶν μέσων αὐτῶν χερουβὶμ, ὥσπερ ελημμένου τοῦ μέσου διὰ τῶν ἄκρων, καὶ μιᾶς γενομένης τάξεως. Διὰ τοῦτο λέγεται καὶ τὸ ὕψος τούτων πάσης ὑφέσεως ἀμιγὰς, καὶ τὸ φῶς πρῶτον, καὶ ἡ γνῶσις πρωτόδοτος, ὅτι καὶ τὰ τρία τάγματα εἰς μίαν συνάγονται τάξιν, καὶ μία τις ἀποτελεῖται τριὰς, κοινὸν καὶ τὸ ὑπερῃρημένον, καὶ πάσης ὑφέσεως ὑψηλότερον, κοινὸν καὶ τὸ πρῶτον φῶς, κοινὴν καὶ τὴν ορωτόδοτον Γκῶσιν ἔχουσα. Διὰ τοῦτο τοίνυν οὕτως ἔχει νοεῖν ἐπὶ τῇ πρώτῃ διακοσμήσει, ὅτι τὰ τρία τάγματα εἰς μίαν τάξιν συνάγονται, καὶ τὰ ἰδίως ἀπονενεμημένα τούτοις παρὰ τῆς χάριτος κοινῶς καὶ πρώτως ἔχουσι. Καὶ αὕτη ἡ τάξις πρώτη λέγεται, καθὼς καὶ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ παρόντος ἑβδόμου ἀοφαλαίου ἔστιν ἱδεῖν· πρώτην γὰρ ἱεραρχίαν τὴν τῶν τριῶν ὁμοῦ τίθησι. Καὶ τί λέγω, φησὶν, ὅτι πληρουμένη καθάρσως καθαίρεται· καὶ φωτισμοῦ φωτίζεται· καὶ τελεσιουργίας, τελεσιουργεῖται; τοῦτο γὰρ καὶ παρατεταμένην ἔχει τὴν πρᾶξιν, καὶ οἰον ἀτελοῦς τινος κινήσεως ἔννοιαν δίδωσιν. Ἀλλὰ συνελὼν λέγω. καὶ τάχα οὐκ ἀπεικότως, αὐτὸ τὸ προσεγνσαι καὶ μεταλαβεῖν τῆς θεαρχικῆς ἐπιστήμης. Ἐπιστήμην δὲ καλεῖ τὰ τρία ταῦτα, τὴν κάθαρσιν,πον φωτισμὸν, τὴν τελείωσιν· ὅτι καθ´ ἕξιν, μᾶλλον δὲ καὶ ὑπὲρ ἔξιν ἀῤῥήτως ταῦτα πρόσεισι τῷ Θεῷ. Αὐτὸ γοῦν τὸ μεταλαβεῖν τῆς θείας ἐπιστήμης κάθαρσίς ἐστι, καὶ φοτισμὸς, καὶ τελείωσις, ἀγνοίας μὲν ἀποκαθαίρουσα ν τῇ γνώσει τῶν τελειοτέρων μυήσεων κατὰ τὴν τάξιν τῆς στάσεως·λλας γὰρ ἔχει τελειοτέρας μυήσεις τὰ σεραφὶμ, καὶ ἄλλας οἱ ἄγγελοι· τυχὸν γὰρ ἑς ἔχουσι τελειοτέρας καὶ θψηλοτέρας ἐλλάμψεις οἱ ἄγγελοι, ταύτας τὰ σεραφὶμ ἐκτικῶς κατέχει παρὰ τῆς θείας χάριτος· φωτίζουσα δὲ ἐν αὐτῇ ταύτῃ τῇ γνώσει, δι´ ἧς καὶ καθαίρει τὴν οὐ πρότερον κατανοήσασαν δύναμιν, ἐκεῖνα, ἅπερ νῦν γινώσκει διὰ τῆς ὑψηλοτέρας ἐλλάμψεως· καὶ τελειοῦσα πάλιν ἐν αύτῷ τῷ φωτὶ ἐν τῇ καθ´ ἕξιν γνώσει τῶν ὑψηλῶν καὶ λαμπροτάτων νοήσεων. Σὺ δὲ ὄρα, ὅτι ἐν τῇ ἶνώσει καὶ καθαίρεται καὶ φωτίζεται ἡ οὐρανία δύναμις· ἐν δὲ τῷ φωτισμῷ, ὅταν καθ´ ἕξιν φωτισθῇ, καὶ ἀμετάβλητος καὶ ἀμετακίνητος ἐν ἐκείνῳ μείνῃ, τότε δὴ τελειοῦται. Διὰ τί δὲ καὶ ἐν τῇ καθ´ ἕξιν καθάρσει οὐ τελειοῦται, εἰ μὴ ἐν τῷ καθ´ ἕξιν φωτισμῷ; διότι ἡ μὲν κάθαρσις τὰς ἀγνοίας ἀποκαθαίρει, καὶ οὐ πᾶς καθαρθεὶς ἤδη καὶ εἰς τὸ ἄκρον πέφθακε· τῷ δὲ καθαρθέντι ὁ φωτισμὸς ἐπεισερχόμενος τελειοῖ, ὅπερ ἐστὶ τελειότερος φωτισμός τε καὶ ἔλλαμψις. Τοιοῦτον γάρ ἐστι καὶ τό· Ἐν τῷ φωτί σου ὀύόμεβα Ιῶς, δηλονότι ἐν τῷ φωτισμῷ τὴν τελείωσιν. $0=3 $8=123 $9=1 ΓΝ. Αὔτη μὲν οὖν ἐστιν, ὡς κατ´ ἐμὴν θεωρίαν καὶ γνῶσιν εἰπεῖν, ἣν καὶ ἐπιστήμην λέγει, ἀπὸ τῶν προκειμένων λόγων, περὶ τῶν οὐρανίων δυνάμεων· ὅτι τῇ καθ´ ἕξιν ἐπιστήμῃ μυοῦται τὰ φανότατα ἡ πρώτη τῶν οὐρανίων οὐσιῶν διακόσμησις, ἡ κύκλῳ Θεοῦ καὶ περὶ Θεὸν ἀμέσως ἑστηκοῖα. Καὶ σημειωτέον ὅτι οὐ δίδωσιν ἡ θεολογία ταῖς θείαις δυνάμεσι τὴν ἐπ´ εὐθείας, ἀλλὰ τὴν κύκλῳ στάσιν, κατὰ τό· Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὴν δὲ κίνησιν καὶ κυκλικὴν δίδωσι, καὶ κατ´ εὐθεῖαν, καὶ ἑλικοειδῆ, ὡς αὐτός φησιν ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ Περὶ θείων ὀνομάτων βιβλίου· κυκλικὴν μὲν, ὅτε ταῖς ἀνάρχοις Ἀνοῦνται τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐλλάμψεσι, καὶ εἰς Θεὸν ῥέπουσι· τὴν ἐπ´ εὐθείας δὲ, ὁπόταν προΐωσιν εἰς τὴν τῶν ὑφειμένων πρόνοιαν, τότε γὰρ, εὐθέως πρὸς ἐκεῖνα περαίνονται· ἑλικοειδῆ δὲ ὅταν καὶ Χρονοοῦντες τῶν καταδεεστέρων ἀνεκφοιτήτως μένωσιν ἐν ταὐτότητι, περὶ τὸ τῆς ταὐτότητος αἴτιον καλὸν καὶ ἀγαθὸν ἀκαταλήκτως περιχορεύοντες. Τοῦτο γάρ ἐστι καὶ τὸ τῶν ἀγγέλων περιχόρευμα, ἡ αἰώνιος περὶ Θεοῦ γνῶσις, ἡ κατὰ κύκλον ἀεικινήτως ἐδρυμένη εἰς τὸ αὐτὸ, καῖ τοῦτο ἐκ τοῦ Ἡσαϊου· Καὶ Σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ· καὶ παρακατιών· Ταῖς δυσὶν ἐπέταντο, φησί. Πῶς τοίνυν ἴστανται ἅμα καὶ κινοῦνται; δῆλον οὐν ὅτι ἵστανται μὲν περὶ τὸ αὐτὸ, κινοῦνται δὲ πρὸς ἐκείνην τὴν ἔλλαμψιν. Ὡς γὰρ τὸ πᾶν τοῦτο, φέρε εἰπεῖν, ἐν τῷ κύκλῳ κινεῖσθαι, καὶ ἀεικίνητόν ἐστι, καὶ ἀκίνητον ἀκίνητον μὲν κατὰ τὸ ὅλον, οὐ γὰρ ἐκ τόπου εἰς τόπον μεταβαίνει, ἀεικίνητον δὲ κατὰ τὰ μέρη· οὕτω ως νόει καὶ τὴν οὐρανίαν περιχόρευσιν· καὶ γὰρ καὶ αὔτη ἀεικινήτως ἴδρυται, οἱονεὶ παγία μένει, περὶ τὸ αὐτὸ ἀεὶ στρεφομένη, κἀκεῖσε νεύουσα, ὅπερ οὐν ἂν γένοιτο πώποτε ἐπὶ τῆς ἐπ´ εὐθείας κινήσεως. Τοίνυν καὶ ἐπεὶ τοιουτοτρόπως πρὸς τὸ Θεῖον ἀεὶ νεύει, πολλὰς μὲν καὶ μακαρίας ὁρᾷ θεωρίας, καθαρῶς κατὰ τὴν ἑαυτῆς ἕξιν, οὐ κατὰ τὴν θείαν ἀκτινοβολίαν, καθὼς ἔχει, ἐπεὶ καὶ περικαλύπτονται κατὰ τὰς τῶν προφητῶν θεολογίας. Ἀλλ´ ὡς βλέπει ὁ τοὺς ὁφθαλμοὺς ὑγιαίνων τὸν ἥλιον καθαρῶς, πάντως κατὰ τὴν ἑαυτοῦ ἕξιν, οὐδενὸς ἐμποδὼν γενομένου ὅσον ἐκι τῶν ὀφθαλμῶν αὐτοῦ, ἀλλ´ εἴ τι ἂν εἴη τὸ ἐμπόδιον, τῆς τοῦ ἡλίου ἀκτινοβολίας ἐστὶν, ὡς μὴ φύσιν ἐχούσης πληρεστάτως ἐπιπολάζειν τοῖς ὀφθαλμοῖς· τοῦτο νόει καὶ ἐπὶ τῶν θείων δυνάμεων. Καὶ οὕτω μὲν καθαρῶς τὰς θεωρίας ὁρᾷ, ἐλλάμπεται δὲ τὰς ἀπλᾶς καὶ ἀμέσους μαρμαρυγὰς, οὐ τὰς διὰ μέσων συμβόλων, ἂς δὴ καὶ συνθέσεις πρῴην ἐκάλεσεν. Ἀποπληροῦται δὲ τῆς θείας τροφῆς, πολλῆς ἅμα, καὶ μιᾶς· πολλῆς κατὰ τὴν χύσιν, μιᾶς ὅτι ἀποίκιλτος καὶ ἑνοποιὸς ἡ ἑστίασις. Ἐστίασις δὲ καὶ τροφὴ τῶν ἀγγέλων πάντως ἡ ἔλλαμψις καὶ ἡ μάθησις· εἰ γὰρ καὶ ἡ μάθησις τροφὴ τοῦ τρέφοντος λέγεται κατὰ τὸν Θεολόγον καὶ μέγαν Γρηγόριον, πολλῷ γε μᾶλλον καὶ ἡ μάθησις τροφὴ ἂν τοῦ τρεφομένου λέγοιτο. Πῶς δὲ $0=3 $8=124 $9=1 ἡ ἐσθίασις ἀποίκιλτος καὶ ἑνοποιός; ὅτι ἀπλῆ, καὶ οὐκ ἐξ ἄλλων καὶ ἄλλων συγκειμένη, νῦν μὲν τυχὸν νοστίμων, νῦν δὲ οὐ τοιούτων, ἀλλ´ ὅλη νόστιμος, καὶ ἀγαθὴ, καὶ θεοποιὸς, καὶ ἀγνοοῦσα καθόλου τὸν ἵλιγΚγον, καθὼς καὶ πρύην ἐλέγομεν. Οὐ χεῖρον δὲ καὶ τὴν τοῦ νοῦ κυκλικὴν κίνησιν καταμαθεῖν. Λέγομεν τοίνυν, ὅτι πᾶν τὸ νοῦ, ἢ νοῦς ὃν νοεῖ, ἢ νοῦν ἔχον· ὁ μὲν νοῦς ὤν πρώτως νι εἶ· τὸ δὲ νοῦν ἔχον δευτέρως νοεῖ. Καθὸ γοῦν νοῦς ὤν νοεῖ, κινεῖσθαι λέγοιτο ἄν· καθὸ δὲ ἀνακάμπτων καὶ περὶ αὐτὸν γινόμενος, ἑαυτὸν νοεῖ, καὶ τὸν πρὸ αὐτοῦ ἐξοὗ συνέστη, κυκλικὴ ἐπινοεῖται ἡ κίνησις. Ὡς οὖν ἐκ Θεοῦ βουληθέντος προβληθεὶς, περὶ τὴν τοῦ Θεοῦ ἔφεσιν καὶ ἀγάπην, ὡς περὶ κὲντρον, ἔσται· οὐ γὰρ ἐνοῦται τὰ δεύτερα τοῖς πρὸ αὐτῶν, ἀλλὰ χορείᾳ τινὶ τὸ γινόμενον ἔοικε· κυκλικῶς γὰρ τῶν γεννωμένων, τῶν γεννώντων ἐπιδράττεσθαι ἐφιεμένων· μόνον δὲ περιαθρούντων, καὶ ταῦ ἐκεῖθεν κάλλους ἀποπληρουμένων. Τὸ οὖν ἐν τῇ νοήσει πρὸς τὸ πρὸ ἑαυτοῦ ἐπεστραμμένον, κυκλικῆς κινήσεως ἔννοιαν εἰσάγει. Ἐπεὶ οὖν πανταχοῦ τὸ Θεῖον, τὰ πανταχοῦ αὐτῷ συνακολουθοῦντα, καὶ αὐτὸ νοεῖν ἀεὶ ἐθέλοντα, ἐπὶ τούτῳ ἀγάλλονται καὶ περιχορεύουσιν, ὥσπερ τῇ νοήσει κυκλούμενα. Λέγεται γοῦν νοῦς ἐν ἐαυτῷ εἶναι, καὶ πρὸς ἑαυτὸν σπεύδειν· Κᾧ μὲν οὖν ἐν ἐαυτῷ ἐστι, στάσιν ἔχει· κατὰ δὲ τὸ πρὸς ἑαυτὸν σπεύδειν, κινεῖται, μὴ βουλόμενος διαχοῖσθαι εἰς τὰς προσύλους καὶ ἀλλοτρίας αὐτοῦ οήσεις· κατὰ μὲν οὖν τὸ ταὐτοκίνητον, κινεῖται· κατὰ δὲ τὴν οὐσίαν στάσιν ἀλλ´ οὐ κίνησιν ἔχει. Ἔστι τοίνυν καὶ ἐπὶ τῶν θείων καὶ οὐρανίων νόων ὁρμὴ καὶ κίνησις, ἡ πρὸς τὸ Θεῖον ἔφεσις, καὶ ἡ περὶ αὐτὸ ὡς περὶ κέντρον κυκλικὴ χορεία, ὡς ἡ τοῦ κύκλου περὶ τὸ σημεῖον ἤτοι κέντρον, ἀφ´ οὗ συνέστη. Καὶ γὰρ καὶ κατὰ φυσικὴν ἀνάγκην ἕκαστον τῶν Ἐντων τὴν περὶ τὸν Θεὸν χορεύει χορείαν, ἐφιέμεων τοῦ αἰτίου κατὰ τὸ εἶναι. Οὕτως οὖν περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο ἁπάντων καλῶν αἴτιον Ἐπεὶ νεύει πρὸς Θεὸν, πολλῆς κοινωνίας καὶ συνεργείας ἠξίωται, ἐν τῇ πρὸς αὐτὸν, ὡς ἐφικτὸν, ἀφομοιώσει· ἐπεὶ γὰρ ἐν Θεῷ ἕξις ἐστὶ καὶ ἐνέργεια, δηλονότι τὸ καθαρὸν καὶ ἡ κάθαρσις, τὸ φῶς καὶ ὁ φωτισμὸς, τὸ τέλειον καὶ τὸ τελειοποιὸντούτων γὰρ τὸ μέν ἐστιν ἕξις, τὸ Εὲ ἐνέργεια], ἠξίωται καὶ αὖτη κοινωνίας τῶν καλῶν ἕξεων, ὡς εἰναι καὶ ταύτην, κατὰ χάριν, καθαρὰν, καὶ φῶς, καὶ τελείαν· ἡξίωται καὶ συνεργείας, ὡς καθαίρειν καὶ ταύτην, καὶ φωτίζειν, καὶ τελειοῦν· πολλὰ δὲ γινώσκει, ἀλλ´ ὑπερκειμένως, καὶ οὐ κατὰ ἄνθρωπον, καὶ ἐν μετουσίᾳ τῆς θείας ἐπιστήμης καὶ γνώσεως, καθ´ ὄσον ἐστὶ, γίνεται. Διὸ, ὡς πολλὰ γινοσκούσης αὐτῆς, καὶ ὑμνους ἡ θεολογία τοῖς ἐπὶ γῆς παραδέδωκε· εἰ μὴ γὰρ ἠπίσταντο, οὐκ ἂν ὕμνουν· καὶ εἰ μὴ ἐνελάμποντο κατὰ τὸ ὑπερέχον, οὐκ Δν ἡφωνὴ τούτων ἦν, αἰσθητῶς εἰπεῖν, ὡς φωνὴ ὑδάταν πολλῶν. Ἀναβοῶσι γὰρ, κατὰ τὸν θεοληπτικώτατον Ἰεζεκιὴλ, Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· καὶ ἄλλοι τὴν πολυύμνητον θεολογίαν ἀνακράζουσι τὸ, Ἄγιος, ἄγιος, ἄγιος Κύριος Σαβαὼθ, καήρής πᾶσα ἡγῆ τῆς ὃόξης ὐτοῦ Ταύτας δὲ τὰς $0=3 $8=125 $9=1 ὑψηλὰς ὑμνολογίας τῶν ὑπερουρανίων δυνάμεων ἤδη μὲν ἐν τῷ περὶ θείων ὕμνων συντάγματι, ὡς δυνατὸν, διηρευνήσαμεν καὶ ἐξηγησάμεθα, καὶ εἴρηται περὶ τούτων ἐκεῖσε, ὡς κατὰ τὴν ἡμετέραν δύναμιν, ἱκανῶς· ἀφ´ ὧν λόγων ἀρκεῖ, κατὰ τὸ παρὸν, τοσοῦτον εἰπεῖν, ὅτι ἡ πρώτη διακόσμησις ἐλλαμφθεῖσα ταύτην δὴ τὴν τῶν ὕμνων θεολογίαν, καθ´ ὅσον ἐνεχώρεε, παρὰ τῆς τοῦ Θεοῦ ἀγαθότητος, ταύτης δὴ τῆς θεολογίας, ὡς ἀγαθοειδὴς ἱεραρχία καὶ τάξις. Λέγεται γὰρ ἱεραρχία, μὴ μόνον ἡ τούτων ἕξις, καὶ ἐπιστήμη, καὶ ἐνέργεια, ἀλλὰ καὶ αὐτὴ δὴ ἡ διακόσμησις· ὥσπερ ἡ ἰερωσύνη καὶ αὐτὴ ἡ ἀξία, καὶ οἱ μετέχοντες αὐτῆς, ὥς φαμεν, Πᾶσα ἡ ἰερωσύνη τὸ καὶ τὸ εὐηργετήθη, καὶ τὸ καὶ τὸ πέπονθε. Τοίνυν ἡ τοιαύτη τάξις καὶ διακόσμησις ὡς ἀγαθοειδὴς, ταύτης τῆς θεολογίας τοῖς μετ´ αὐτὴν μεταδίδωσι· τοῦτο γάρ ἐστι τὸ ἀγαθοειδὲς, τὸ κοινωνοὺς ποιεῖσθαι καὶ ἐταίρους τοῦ ἰδίου καλοῦ. Μεταδέδωκε γοῦν ἐκεῖνο ὑφηγουμένη, ὡς ἂν εἴπω, κατ´ ἐπιτομὴν καὶ συντόμως· ὅτι πάντως θεμιτὸν καὶ δίκαιόν ἐστι, παρὰ πασῶν τῶν θεοδόχων δυνάμεων, καὶ γινώσκεσθαι, καὶ ὑμνεῖσθαι, πλὴν ὡς ἐφικτὸν, αὐτὴν δὴ τὴν σεβασμίαν καὶ ὑπερεύφημον καὶ πανεύφημον Θεότητα, ὡς ἂν ἐν μιᾷ κινήσει διὰ πάντων δοξάζηται· οὗτοι γάρ εἰσιν, ὡς Θεῷ πρέποντες, οἱ θεῖοι τόποι τῆς αὐτοῦ καταπαύσεως, καθὼς ἐν τῇ ἱερᾷ Γραφῇ λέγεται· Ποῖον οἴκον οἰκοδομήσετέμοι, λέγει Κύριοςʹ ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Αὐτοῦ τοῦ ἔχοντος δηλονότι τὰς ἀγίας καὶ μακαρίας οὐσίας τόπους, οονεὶ δεκτικοὺς τῆς αὐτοῦ λαμπρότητος· ὡς γὰρ ὁ τόπος δεκτικός ἐστι σώματος, οὕτω καὶ αὗται τῆς θείας λαμπρότητος. Πῶς δὲ, τῆς Γραφῆς ἁπανταχοῦ λεγούσης ἀπεριόριστον τὸ Θεῖον ς τό Ὁ οὐρανὸς θρόνος αὐτοῦ, ἡ δὲ γῆ ὑποπόδιον· καὶ πάλιν, Ἔστησε τὰς νάπας ζυγῷ, καὶ τὴτ γῆν δρακί· καὶ αὖθις, Ἐὰν πορευθῶ εἰς τὸν οὐρανὸν, πάρει· ἐὰν καταβῶ εἰς τὸν ᾤδην, ἐκεῖ ἡ χείρ σου, ποῖον τόπον ὁ Ἰεζεκιὴλ ἐπενόησε τῷ Θεῷ; Θεοπρεπῶς νοεῖται τοῦτο· λέγει γὰρ καὶ ἐν Εὐαγγελίοις ἃΚύριος,Ἐγὼ καὶ ὁ Πατὴρὶ ἐλευσόμεθα, καὶ μονὴν παρ´ αὐτῷ ποιησόμεβα, ὥστε καὶ αἱ νοηταὶ δυνάμεις, καὶ τῶν ἀγίων αἱ ψυχαὶ, τόπος εἰκότως κληθεῖεν ἂν καὶ ἀνάπαυσις τοῦ Θεοῦ. Ἀπὸ κοινοῦ ἡ σύνταξις, Κἀκεῖνο πάλιν ὑφηγουμένη ἡ πρώτη διακόσμησις τῇ μετ´ αὐτὴν ἀγαθοειδῶς, τὸ ὅτι μονάς ἐστι καὶ ἑνὰς τρισυπόστατος ἡ μακαρία καὶ παναγία Τριὰς καὶ μονὰς, διιεῖσα καὶ διαπέμπουσα τὴν αὐτῆς ἀγαθωτάτην πρόνοιαν ἀπ´ αὐτῶν τῶν πρώτων οὐρανίων οὐσιῶν ἐπὶ πάντα τὰ ὄντα, μέχρι τοῦ λεπτοτάτου, κατὰ τό· Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου· ὡς πάσης οὐσίας ἀρχὴ ὑπεράρχιος, καὶ ὑπὲρ πᾶσαν ἀρχὴν οὖσα αἰτία, καὶ πάντων τῶν ὄντων περιδεδραγμένη ὑπερουσίως, ἐν ἀσχέτῳ συνοχῆ. Ἄσχετον δὲ συνοχὴν λέγει τὴν ἐξῃρημένην πάντη καὶ ἀσυναφῆ πρὸς τὰ συνεχόμενα περικράτησιν· εἰ γὰρ καὶ πάντων περιδεδραγμένον ἐστὶ τὸ Θεῖον, καὶ πάντα περικρατοῦν $0=3 $8=126 $9=1 κατὰ τὴν ἰδίαν ἀγαθωτάτην πρόνοιαν, ἀλλὰ καὶ ἐξ Ερημένον ἐστὶ πάντων ὑπερουσίως κατὰ τὴν φύσιν αὐτοῦ, ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν, ἀλλὰ πάντων αὐτῶν ἀσυγκρίτως ἐπέκεινα. Μονὰς δέ ἐστι καὶ ἐνὰς ἡ ἁγία καὶ μακαρία Τριάς· μονὰς μὲν, ὡς ἀπλῆ καὶ ἀσύνθετος, ἐνὰς δὲ, ἐπειδὴ καὶ πρὸς ἑαυτὴν ἤνωται φυσικῶς, Κκαὶ ἑνοῖ πάντας τοὺς αὐτῇ πλησιάζοντας, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις· Ἵνα ὧσιν ἑν, καθὼς καὶ ἡμεῖς ἔν ἐσμεν. Μετιτέον δὲ νῦν ἡμῖν ἐπὶ τὴν μέσην τῶν οὐρανίων νοῶν διακόσμησιν, τὰς κυριότητας ἐκείνας ὑπερκοσμίοις ὀφθαλμοῖς, ὡς ἐφικτὸν, ἐποπτεύουσι, καὶ τὰ πντως δυνατὰ θεάματα τῶν θείων ἐξουσιῶν καὶ δυνάμεων· καὶ γὰρ ἑκάστη τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν ἀπωνυμία, τὰς θεομιμήτους αὐτῶν ἐκφαίνει τοῦ Θεοειδοῦς ἰδιότητας. Τῶν μὲν οὖν ἁγίων κυριοτήτων τὴν ἐκφαντορικὴν ὀνομασίαν οἶμαι δηλοῦν ἀδούλωτόν τινα καὶ πάσης ὑποπεζίας ὑφέσεως ἐλευθέραν ἀναγωγὴν, οὐδὲ μιᾷ τῶν τυραννικῶν ἀνομοιοτήτων, οὐδενὶ τρόπῳ καθόλου κατακλινομένην αὐτὴν ἐλευθεροστρεπῶς ὡς ἀμείλικτον κυριότητα, πάσης μειωτικῆς δαωυλοσοιίας ὑπερκειμένην, ἀνένδοτον ὑφέσει πάσῃ, καὶ ἐξῃρημένην ἀπάσης ἀνομοιότητος, τῆς ὄντως κυριότητος καὶ κυριαρχίας ἀκαταλήκτως ἑφιεμένην, καὶ πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν, ὡς ἐφικτὸν, ἐαυτήν τε καὶ τὰ μετ´ αὐτὴν»η ἀγαθοειδῶς διαπλάττουσαν πρὸς οὐδὲντῶν εἰκῆ δοκούντων, ἀλλὰ πρὸς τὸ κυρίως ὃν ὁλικῶς ἐπιτετραμμένην, καὶ κυριαρχικῆς ἀεὶ θεοειδείας ἐν μετουσίᾳ, κατὰ τὸ δωνατὸν αὐτῇ, γινομένην· τὴν δὲ τῶν ἀγίων δυνάμεων, ἀῤῥενωπόν τινα καὶ ἀκατάσειστον ἀνδρίαν, εἰς πάσας τὰς κατ´ αὐτῶν θεοειδεῖς ἐνεργείας, πρὸς μηδεμίαν $0=3 $8=127 $9=1 ὑποδοχὴν τῶν ἐνδιδομένων αὐτῇ θεαρχωοῶν ἐλλάμψεων ἀδρανῶς ἐξασθενοῦσαν, δυνατῶς ἐ· ἐπὶ τὸ θεομίμητον Ἀναγομένην, οὐκ ἀπολείπουσαν ἑαυτῆς ἀνανδρίᾳ τὴν θεοειδῆ κίνησιν, ἀλλ´ ἀῤῥεπῶς ἀφορῶσαν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν, καὶ ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γινομένην, καὶ πρὸς μὲν αὐτὴν ὡς ἀρχιδύναμον δυνατῶς ἐπεστραμμένην, πρὸς δὲ τὰ δεύτερα δυναμοδότως καὶ θεοειδῶς προῖοῦσα· τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν, τὴν ὁμοταγῆ τῶν θείων κυριοτήτων καὶ δυνάμεων, τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς εὐταξίαν, καὶ τὸ τεταγμένον τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος, οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς ἐξουσιαστικαῖς δυνάμεσιν ἀποκεχρημένης, ἀλλ´ ἁκρατήτως ἐπὶ τὰ θεῖα μετ´ εὐταξίας ἀναγομένης τε, καὶ τὰ μετ´ αὐτὴν ἀγαθοειδῶς ἀναγούσης, καὶ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ὡς θεμιτὸν ἀφομοιουμένης, καὶ ταύτην, ὡς δυνατὸν, ἀγγέλοις ἀναλαμπούσης, ἐν ταῖς κατ´ αὐτὴν εὐκόσμοις τάξεσι τῆς ἐξουσιαστικῆς δυνάμεως. Ταύτας ἔχουσα τὰς βεοειδεῖς ἰδιότητας ἡ μέση τῶν οὐρανίων νοῶν διακόσμησις, καθαίρεται μὲν καὶ φωτίζεται καὶ τελεσιουργεῖται καθ´ ὃν εἴρηται τρόπον, ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων, ἐνδιδομένων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως, καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων Ἀμέλει τὴν δι´ ἄλλου λεγομένην φοιτᾷν εἰς ἄλλον ἄγγελον ἀκοὴν, σύμβολον ποιησώμεθα τῆς πόῤῥωθεν ἐπιτελουμένης, καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν τελειώσεως. Ὡς γὰρ οἱ δεινοὶ περὶ τὰς ἱερὰς ἡμῶν τελετάς φασι, τὰς αὐτοφανεῖς τῶν θείων ἀποπληρώσεις, τῶν δι´ ἑτέρων θεοπτικῶν μεθέξεων εἶναι τελειοτέρας· οὕτως οἶμαι καὶ τῶν ἀγγελικῶν τάξεων τὴν ἄμεσον μετουσίαν τῶν πρώτως ἐπὶ Θεὸν ἀνατεινομένων, ἐναργεστέραν εἶναι τῶν διὰ μεσότητος ἀποτελουμένων. Διὸ καὶ πρὸς τῆς ἡμῶν ἱερατικῆς παραδόσεως τελεστικαὶ καὶ φωτουργοὶ καὶ καθαρτικαὶ δυνάμεις, οἱ πρῶτοι νόες ὀνομάζονται τῶν ὑφειμένων, ὡς δι´ αὐτῶν ἐπὶ τὴν πάντων ὑπερούσιον ἀρχὴν ἀναγομένων, καὶ τῶν τελεταρχικῶν καθάρσεων, καὶ φωτισμῶν, καὶ τελειώσεων ἐν μετουσίᾳ κατὰ τὸ αὐτοῖς θεμιτὸν γινομένων. Τοῦτο γάρ ἐστι καθόλου τῇ θείᾳ ταξιαρχίᾳ βεοπρεπῶς νενομοθετημένον, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα τῶν θεαρχικῶν μετέχειν ἐλλάμψεων. Εὑρήσεις δὲ τοῦτο καὶ πολλαχοῦ τοῖς θεολόγοις ἐκπεφασμένον. Ἐνίκα γὰρ ἡ θεία καὶ πατρικὴ φιλανθρωπία, τὸν Ἰσραὴλ ἐπιστρεπτικῶς ὑπὲρ τῆς ἰερᾶς αὐτοῦ σωτηρίας παιδεύσασα, καὶ τιμωροῖς καὶ ἀτιθάσσοις ἔθνεσιν εἰς ἐπανόρθωσιν ἐκδεδωκυῖα, τῇ παντοίᾳ $0=3 $8=128 $9=1 τῶν προνοουμένων ἐπὶ τὸ κρεῖττον μεταγωγῇ, καὶ τῆς αἰχμαλωσίας ἠφίει καὶ πρὸς τὴν προτέραν ἐπιεικῶς ἐπανήγαγεν εὐπάθειαν. Ὁρᾷ τῶν θεολόγων εἷς, ὁ Ζαχαρίας, ἕνα τῶν πρώτων, ὡς οἶμαι, καὶ περὶ Θεὸν ἀγγέλων(κοινὸν γὰρ, ὡς ἔφην, ἐστὶ πᾶσι τὸ τῆς ἀγγελικῆς ἐπωνυμίας] πρὸς αὐτοῦ Θεοῦ μαθόντα τοὺς περὶ τούτου παρακλητικοὺς, ὡς εἴρηται, λόγους· ἕτερον δὲ τῶν ὑφειμένων ἀγγέλων, πρὸς ὑπάντησιν τοῦ πρώτου προπορευόμενον, ὡς πρὸς ἐλλάμψεως ὑποδοχὴν καὶ μετάληψιν, εἶτα πρὸς αὐτοῦ τὴν θείαν βουλὴν ὡς πρὸς ἱεράρχου μυούμενον, καὶ τὸ μυῆσαι τὸν θεολόγον ἐπιτρεπόμενον, ὅτι κατακάρπως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων. Ἔτερος δὲ τῶν θεολόγων Ἰεζεκιὴλ, καὶ πρὸς αὐτῆς φησι τοῦτο πανιέρως νομοθετηθῆναι, τῆς δ τοῖς Χερουβὶμ ἐπιβεβηκυίας ὑπερενδόξου Θεότητος· τὸν γὰρ Ἰσραὴλ, ὡς εἵρηται, πατρικὴφιλανθρωπία διὰ παιδείας ἐπὶ τὸ κρεῖττον μετάγουσα, δικαιοσύνῃ θεοπρεπεῖ τῶν ὑπευθύνων ἀποκρίνεσθαι τοὺς ἀνευθύνους ἐδικαίωσε. Τοῦτο μυεῖται πρῶτος μετὰ τὰ Χερουβὶμ, ὁ τὴν ὀσφῦν σαπφείρῳ διεζωσμένος, ὃς τὸν ποδήρη κατὰ σύμβολον ἱεραρχικὸν ἐνδάδύκει. Τοὺς δὲ λοιποὺς ἀγγέλους, οἱ τοὺςδ πελέκεις εἰχον, ἡ θεία ταξιαρχία κελεύει πρὸς τοῦ προτέρου μυεῖσθαι τὴν περὶ τούτου θεοκρισίαν· τῷ μὲν γὰρ ἔφη μέσην διελθεῖν τὴν Ἰερουσαλὴμ, καὶ δοῦναι τὸ δ σημεῖον εἰς τὰ μέτωπα τῶν ἀνευθύνων ἀνδρῶν· τοῖς ἄλλοις δέ· Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀρθαλμοῖς ὑμῶν, ἐπὶ δὲ πάντας ἐφ´ οἷς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Τί ἄν τις εἴποι περὶ τοῦ φήσαντος ἀγγέλου τῷ Δανιήλ· Ἐξῆλθεν ὁ λόγος; ἢ περὶ αὐτοῦ τοῦ πρώτου τὸ πῦρ ἐκ μέσου τῶν Χερουβὶμ ἀνειληφότος; ἢ τὸ τούτου περισσότερον εἰς εὐταξίας ἀγγελικῆς ἀπόδειξιν, ὅτι τὰ Χερουβὶμ ἐμβάλλει τὸ πῦρ εἰς τὰς χεῖρας τοῦ τὴν ἀγίαν στολὴν ἐνδεδυκότος; ἢ περὶ τοῦ κεκληκότος τὸν θειότατον Γαβριὴλ, καὶ φήσαντος αὐτῷ, Συνέτισον ἐκεῖνον τὴν ὅρασιν; ἢ ὅσα ἄλλα πρὸς τῶν ἰερῶν θεολόγων εἴρηται περὶ τῆς τῶν οὐρανίων ἱεραρχιῶν θεοειδοῦς εὐκοσμίας; πρὸς ἣν ἡ τῆς παρ´ ἡμῖν ἰεραρχίας εὐταξία, κατὰ τὸ δυνατὸν ἀφομοιουμένη, τὴν ἀγγελικὴν εὐπρέπειαν ὡς ἐν εἰκόσιν ἕξει, τυπουμένη δι´ αὐτῆς, καὶ ἀναγομένη πρὸς τὴν ὑπερούσιον ἀπάσης ἰεραρχίας ταξιαρἰ. $0=3 $8=129 $9=1 Μετενεκτέον τὸν λόγον ἀπάρτι καὶ ἐπὶ τὴν μέσην τῶν οὐρανίων δυνάμεων τάξιν. Οὐκ εἶπε δὲ τάξιν, ἀλλὰ διακόσμησιν, διότι αὕτη πάλιν τρία ἔχει τὰ τάγματα. Κόσμου γοῦν λεγομένης τῆς τάξεως, καὶ τῆς διὰ δηλούσης τὴν διαχώρησιν, διακόσμησιν εἶπε, δηλονότι τάξιν εἰς τρία μεμερισμένην. Ἵωμεν γοῦν, ἀλλ´ ὑπερκοσμίοις καὶ νοητοῖς ὀφθαλμοῖς, καθώς ἐστι δυνατὸν, τὰς κυριότητας, καὶ τὰς δυνάμεις, καὶ τὰς ἐξουσίας. Τὰ γοῦν δύο ταῦτα τάγματα, αἱ δυνάμεις καὶ ἐξουσίαι, ἐπεὶ ἐπωνυμοῦνται ἀπὸ τῆς δυνάμεως· οὐδὲ γάρ ἐστιν ἡ ἐξουσία ἄλλο τι εἰ μὴ ἐξις, σύνδρομον τὴν δύναμιν τῇ προσηκούσῃ θελήσει ἔχουσα. Προσηκούσῃ δὲ εἶπον, ὅτι θελήσοι ἂν καὶ τὰ ἀδύνατα ὁ ἐξουσιάζων, ἀλλ´ οὐ τεύξεται τῆς θελήσεως· διὰ τοῦτο τούτων ἀμφοτέρων τὰ δυνατὰ εἶπε θεάματα. Οὐκ εἶπε δὲ νοήματα· τὸ γὰρ νόημα κίνησις ψυγῆς ἐστιν ἀνυπόστατος· ἀλλὰ θεάματα, ἤγουν ἐνύπαρκτα πράγματα, θεατὰ, ὡς ἐφικτὸν, ὀφθαλμοῖς ὑπερκοσμίοις καὶ ὑπὲρ αἴσθησιν. Καὶ γὰρ ἑκάστη ἐπωνυμία τῶν θείων νόων ἐκφαίνει καὶ δηλοῖ τὰς θεομιμήτους ἰδιότητας τοῦ θεοειδοῦς αὐτῶν. Θεομίμητος δὲ ἰδιότης τῶν ἀγγέλων ἐστὶν ἄλλη μὲν ἄλλου, εἴτ´ οὖν ταῖς μὲν δυνάμεσι τὸ δυνατὸν, ταῖς δὲ κυριότησι τὸ ἐλεύθερον· ἃ δὴ ἐπὶ Θεοῦ ἀσύγκριτά εἰσι καὶ ὑπέρτατα· αὐτελεύθερον γὰρ τὸ Θεῖον καὶ αὐτοδύναμον, κοινῶς δὲ πάλιν τοῖς πᾶσι τὰ πάντα ἐστί. Τέως δὲ ἁπονενέμηται ἑνὶ ἐκάστῳ ἐπὶ πλέον τὸ ἴδιον παρὰ τοῦ ποιητοῦ $0=3 $8=130 $9=1 αὐτῶν, ἵνα τὰ τῆς τάξεως αὐτῶν κατὰ τὸ ἱδιάζον φυλαχθήσηται. Τῶν μὴν οὖν ἁγίων κυριοτήτων τὴν κκήηλωτικὴν ὀνομασίαν ὑπολαμβάνω δηλοῦν ἀνα γωγήν τενα καὶ ἀναφορὰν ἀδούλωτον, καὶ πάσης χθαμαλῆς ταπεινότητος ἐλευθέραν· διὸ γὰρ ἐλευθεροπροπής ἐστιν, οὐδενὶ τρόπῳ καβόλου καὶ συνελάντα εἰπεῖν´. Μὴ γὰρ εἴπῃς, ὅτι καθόλου εἶπε, διότι μερικῶς ποσῶς κατακλίνεται· οὐδενὶ τοίνυν τρόπῳ κατακλίνεταί τινι τῶν τυραννικῶν ἀνομοιοτήτων. Τρόποι δέ ἐἰσι τῆς δουλοπρεπείας καὶ τῆς κατακλίσες ἢ φόβος, ἢ αἰδὼς, ἢ κολακεία, ἢ ἔνδεια, ἢ ὰμπάθεια, ἢ καὶ πάντα ὁμοῦ, ἥ τινα· ἃ δὴ πάντα τῶν κυριστήτων πόῤῥω εἰοὶ, δι´ ἃ τυχὸν ὑποκλιβεῖαν τοῖς χείροσιν, ἢ διακοπεῖεν τῆς τοιαύτης ἀναγοαγῆς. Ταῦτα γὰρ τὰ χείρω καὶ ὑλικὰ λέγει, καὶ τυρακνικὰς ἀνομοιότητας, καθ´ ἃς ὁ νῦν τυχὸν ὑώηλὸς χαμηλὸς διὰ φόβσν, ἢ διά τι τοιοῦτον· καὶ ὁ νῦν χαμηλὸς αὖθις ὑψηλὸς δι´ ἐμπάθειαν· τυραννεῖται γὰρ καὶ οὗτος παρὰ τῆς ἐμπαθείας. Τοιαῦτα δέ εἰσι καὶ τὰ ὑλικὰ, ὡς μηδέποτε μένοντα ἐπὶ ταυτότητος, ἀλλ´ ἀεὶ μεταβάλλοντα. Τούτων ἀπάντων τῶν τυραννικῶν ἀνομοιοτήτων, τῶν ὑλικῶν τε καὶ εἰκαίων, ἐλεύθεροί εἰσιν αἱ κυριότητες, ὡς ἀμείλικτοι, καὶ πάσης δουλοπρεπείας ὑπερκείμεναι. Μή μοι οὖν λεγέτω τις, ὅτι καὶ τί πρὸς τὸν Θεὸν οὐκ ἕχουσι τὸν φόβον καὶ τὴν δουλοποιίαν; ἀκουέτω γὰρ, ὅτι οὐ τοιοῦτον φόβον καὶ οὐ τοιαύτην φησὶ δουλοπρέπειαν, ἀλλὰ τὴν πρὸς τὸ χεῖρον, τὰ αἰσθητά φῃμι καὶ σωματικά. Ταῦτα γὰρ οὐ συγχωροῦσι τὰ ὄντως ὄντα ἐν νοεῖν. Ὦ γὰρ ἤττηταί τις, τούτῳ καὶ δεδούλωται, ταήτην καὶ μειωτικὴν λέγει. Διὸ καὶ ἀνένδοτοί εἰσιν ὑφέσει πάσῃ καὶ ὑποβιβασμῷ, καὶ ἐξῄρηνται ἁπάσης ἀνομοιότητος, ὡς νῦν μὲν ἴσως εἶναι ὑψηλὰς αὐτὰς, νῦν δὲ ὑποβεβηκυίας παντάπασιν. Ἔφίενται δὲ τῆς ὄντως κυριότητος, καὶ τῆς τῶν κυριοτήτων ἀρχῆς, ἤγουν τῆς Θεότητος· καὶ ἀγαθοειδῶς ἀεὶ διαπλάττουσι μὴ μόνον ἑαυτὰς, ἀλλὰ καὶ τὰς μετ´ αὐτὰς, ρς ἐφικτὸν, πρὸς τὴν ἐμφέρειαν καὶ τὴν ὁμοίωσιν τὴν κυρίαν καὶ ἀληθινὴν αὐτῆς, ἤγουν τῆς κυριαρχίας. Ὅρα δὲ ὅτι οὐκ ἐφίενται πάντως ὑψηλοτέρου βαθμοῦ· εἶχον γὰρ ἂν τὴν ἔφεσιν πρὸς τὴν πρώτην δακόσμησιν, καὶ ἐμπάθεια ἦν ἐν αὐτοῖς, καὶ τυραννικῷ ἐδεδούλωντο πάθει. Οὐ τοῦτο γοῦν. ἀλλ´ ἐωίεμνται, καὶ οἰονεὶ ἀγαπητικῶς ἔχουσι τῆς κυρίας καὶ κυριαρχικῆς ἐμφερείας, ὡς ἄλλως μὴ ὃν κυριότητας αὐτὰς εἶναι, ἢ οὕτως ἐχούσας πρὸς τὸν Ποιητὴν αὐταν, ὡς λαμβάνειν ἐκεῖθεν τὴν τῆς κυριότητος σύστασιν. Ἐπιστρέφονται δὲ πρὸς οὐδὲν τῶν εἰκῆ δοκούντων, ἤγουν τῶν σωματικῶν καὶ μὴ προσηκόντων, ἀλλὰ πρὸς τὸ κυρίως ὃν, τὸν Θεὸν, καὶ γίνεται ἐν μετουσίᾳ τῆς κυριαρχικῆς θεοειδείας κατὰ τὸ δυνατὸν αὐτῆς, ὡς εἶναι καὶ ταύτας κυρείας καὶ κυριότητας. Ἀμείλικτον δέ φησι κυριότητα τὴν ἀναγωγὴν αὐτῶν, οἰονεὶ ἀκολάκευτον, ἀπαρέγκλιτον, μηδενὶ γαργαλισμῷ τῆς ὕλης ὑποκλινομένην. Λύει δὲ ἐνταῦθα καὶ σφάλμα τι τῶν ἑλληνικῶν φιλοσόφων, καὶ εὐσεβῶς ἐπισκήπτει· ἐκεῖνοι γὰρ ἱδίας τινὰς δυνάμεις τρεῖς ἀμειλίκτους προσηγόρευσαν, προελθούσας εἰς ὕπαρξιν ἔκ τινων πρὸ αὐτῶν ἑτέρων τριῶν δυνάμειων, οὐ μὴν ἐκ Θεοῦ δημιουργηθείσας ἰδικῶς· καί $0=3 $8=131 $9=1 φασιν εἶναι τοὺς ἀμειλίπτους τούτους ὀποπεζίους τῶν προβαλλομένων αὐτὰς νοητῶν δυνάμεων, ἀνα. στέλλοντας ὥσπερ καὶ ἐπιβαίνοντας καὶ ἀντεχομένους τῶν πρὸ αὐτῶν, τοῦ μὴ πεσεῖν εἰς ὕλην, καὶ ἀσθενεστέρους κατὰ τοῦτο, καὶ προβαλλομένων ἐαυτοὺς, καθ´ ὃ δέονται, εἰς τὸ κατέχειν ἑαυτοὺς εἰς τὸ ἄπτρατον. Ταῦτα μὲν οὖν ὡς ἐν ἐπιτόμῳ, τὰ ἐκείνων, ὁ δὲ ἅγιος σοφῶς τὰ ἐναντία πάντα αὐτοῖς φησιν· ἐκ Θεοῦ γὰρ αὐτὰς δημιούργικῶς ὑποστῆναί φησιν, οὗ καὶ τὴν ἐμφέρειαν ἔχουσιν εἰς κυριότητα· αὐτὰς δὲ τὸ ἀμείλικτον κατὰ πάσης ὑφέσεως τῷ λόγῳ τῆς κυριότητος ἔχειν λέγει, κοπτούσας ὥσπερ καὶ διατεμνούσας, καὶ οὐκ ἐώσας κρατεῖν τὴν πρὸς τὰ αἰσθητὰ ἐπιθυμίαν, οὐ μὴν τὰς πρὸ αὐτῶν ἀναστελλούσας. Ἄρα τοίνυν λέγει, ὅτι καὶ ἀμεὔικτοί εἰσε πρὸς τὸ χεῖρον, καὶ τὴν κυριότητα ἔχουσι, κἀντεῦθεν τῶν πρὸ αὐτῶν οὐκ ἐξέρχονται, ὅπως μὴ εἰς ὄλην πέσοιεν. Τὴν δὲ τῶν ἁγίων δυνάμεων ὀνομασίαν οἴομαι δηλοῦν κατὰ κοινοῦ ἀῤῥενωπόν τινα καὶ ἑδραίαν ἀνδρίαν, ἀθελκτον, ἀθήλυντον, ἀνένδοτον. Μὴ γὰρ ἀκούων θηλυκῷ ὀνομαζομένας ὀνόματι, εἰς θηλυπρεπές τι κατάξῃς τὰς θείας δυνάμεις· ἡ γὰρ τοῦ ἀῤῥενωποῦ σημασία καὶ λέξις, ἐπὶ γυναικῶν ἄνδριζομένων καὶ ἀῤῥενοφρόνων λέγεται, ἢ ἀῤῥένων. ἰσχὺν ἐχουσῶν. Ἔχουσι δὲ τὴν ἀνδρίαν· εἰς τί; οὐ πρὸς τὰ ἐπαγόμενα δυσχερῆ τε καὶ λυπηρὰ, καθάπερ ἐστὶν ἐν ἡμῖν, ταῦτα γὰρ οὔτε ταῖς θείαις δυνάμεσι προσήκοντα· καὶ ἔξωθεν τὴν κίνησιν ἔχουσιν, ὡς ἄλλως μὴ ὅν θανῆναι τὴν τοιαύτην ἀνδρίαν, εἰ μὴ ἐπανασταίη τὸ δυσχερές. Οὐ πρὸς ταῦτα γοῦν, ἀλλ´ εἰς πάσας τὰς κατ´ αὐτὴν θεοειδεῖς ἐνεργείας. Κατ´ αὐτὴν δε εἶπον, ὅτι ἐστὶν ἑκάστη ἰδία ἡ θεία ἐνέργεια, ὥστε μὴ ἐξασθενεῖν πρὸς μηδεμίαν ὑποδοχὴν τῶν ἐνδιδομένων ἐλλάμψεων, καὶ οἷον πάσχειν ὑπ´ αὐτῆς· οἷός ἐστιν ὁ μὴ τῷ πυρὶ δαπανώμενος λίθος, ὃς πυροῦται μὲν, οὐ καίεται δέ· οὕτω καὶ ἐνα ταῦθα δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀναγομένη, ὅμως οὐχ ἡττᾶται καὶ ἀπολείπει ἀνανδρίᾳ τὴν θεοειδῆ κίο νησιν, ἀλλ´ ἀῤῥεπῶς ἀφορᾷ εἰς τὴν ὑπὲρ πᾶσαν οὐσίαν, δύναμιν τὴν καὶ αὐτὰς τὰς δυνάμεις δημιουργήσασαν, καὶ ταύτης εἰκὼν γίνεται κατὰ τὸ ἐφικτὸν δυναμοειδής. Ὡς γὰρ ἡ θεία φύσις ἐνδυναμοῖ, οὕτο καὶ αὕτη τὰς ὑποβεβηκυίας· καὶ καθ´ ὃ μὲν αὕτη ἐστὶ δύναμις κατὰ πρῶτον λόγον, πρὸς ἀντιδιαστολὴν τῶν μετ´ αὐτὴνοῦτο γάρ ἐστι τὸ ἀρχιδύναμος δυνατῶς ἔχει κατὰ τὴν δοθεῖσαν χάριν ἀπὸ Θεοῦ ἐπεστράφθαι πρὸς τὴν αἰτίαν τῶν δυνάμεων, τὸν Θεόν- καθ´ ὃ δὲ καὶ ὑποβεβηκυῖαι ταύτῃ δύναμεις εἰσὶ, πρόεισιν εἰς ἐκείνας, διδοῦσα τὴν δύναμιν κατὰ θείαν πάντως μίμησιν, Τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν ἐκφαν τορικὴν ὀνομασίαν οἶμαι δηλοῦν, ἤτις ἐστὶ καὶ ὀμοταγὴς τῶν προῤῥηθέντων δύο ταγμάτων, τὴν εὐτα ξίαν τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ἐλλάμψεις· τοῦτο γάρ ἐστιν ἴδιον τῆς ἐξουσίας, τὸ κατὰ τάξιν τὰ παρεμπίπτοντα διευθετεῖν, καὶ δίχα τινὸς περπερισμοῦ καὶ συμφύρσεως. Ἐπεὶ γὰρ ἡ ἐξουσία δύναμίς ἐστι κατὰ τὴν ἑαυτῆς προσήκουσαν θέλησιν,να τι ἀτάκτως καὶ συμφυρτικῶς ἢ εἴπη ἢ διαπράξηται ὁ ἐξουσιάζων, εἰς ὃ μόνον δύναται καὶ $0=3 $8=132 $9=1 ἐξουσιάζει, καὶ ὅτε μὴ παρεμπίπτει ἔξωθέν τι τὴν ἐξουσίαν διακόπτον· τότε γὰρ οὐ τοῦ ἐξουσιάζοντός ἐστιν ἡ ἐξουσία, ἀλλὰ τοῦ καιροῦ, ἢ τυχὸν τοῦ ἐχθροῦ, ἢ τῆς λύπης, ἢ ἄλλου τινός· τοῦτό ἐστι καὶ ἐπὶ τῶν θείων ἐξουσιῶν. Ἐπεὶ γὰρ ταῦτα πάντα ἀλλότριά εἰσι τούτων, ἔχουσι δὲ τὴν ἐξουσίαν κατὰ θείαν χάριν ἀδιεχῆ καὶ ἀδιάκοπον, ὑποδέχονται καὶ τὰς θείας ἐλλάμψεις εὐκόσμως καὶ ἀσυμφύρτως, καὶ εὔτακτοί εἰσι πρὸς τὴν νοερὰν καὶ ὑπερκόσμιον αὐτεξουσιότητα· ἀεὶ γὰρ αὐτεξούσιοί εἰσι, καὶ οὐ ποτὲ μὲν οὕτω, ποτὲ δὲ ἄλλως. Ἐπεὶ δὲ τῆς ἐξουσίας, τὸ μέν ἐστιν ἔνθεσμον, τὸ δὲ τυραννικὸνπιφέρεται γὰρ ἡ ἐξουσία καὶ τὴν τυραννίδα κατὰ τὸ, Τὸν τύραννον οὐ ῥᾴδιον σὐσεβεῖν, καὶ ὅτε μὲν τοῦ ἐνθέσμου ἔχεται ἡ ἐξουσία, ἀκράτητός ἐστι πρὸς τὸ ἀγαθόν· ὅτε δὲ τοῦ ἀθέσμου καὶ τυραννικοῦ, τῇ σφετέρᾳ δυνάμει πρὸς τὰ χείρω ἀποκέχρηται· ποιεῖται ἐνταῦθα τὴν διαίρεσιν τῆς ἐξουσίας ὁ ἅγιος, καὶ λέγει, ὅτι οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς δυνάμεσιν ἀποκέχρηνται αἱ ἅγιαι ἐξουσίαι, ἀλλὰ ἐπὶ τὰ θεῖα ἀκρατήτως, ὅπερ ἐστὶν ἴδιον τῆς ἐξουσίας μετ´ εὐταξίας, ὃ καὶ αὐτὸ τοῦ ἐνθέσμου τῆς ἐξουσίας. Μὴ μόναν αὔται ἀνάγονται, ἀλλὰ καὶ τὰ μετ´ αὐτὰς ἁνἁγουσιν ἀγαθοειδῶςὐκ ἔστι γὰρ φθόνος, οὐδὲ γλισχρότης τις, οὐδὲ φειδωλία τῷ ἀγαθῷ· καὶ πρὸς τὴν αἰτίαν αὐτῶν, ἣν καὶ ἐξουσιοποιὸν καὶ ἐξουσιαρχίαν φησί,(τὸ μὲν, ὡς τὰς ἐξουσίας δημιουργήσασαν καὶ ποιήσασαν, τὸ δὲ, ὡς τῶν ἐξουσιῶν ἄρχουσαν, ἀφομοιοῦνται, ὡς θεμιτόν. Τοῦτο γάρ ἐστιν αὐταῖς ἡ τελείωσις, ἡ κατὰ τὸ ἐφικτὸν ἀφομοίωσις· καὶ ταύτην τὴν θείαν ἀφομοίωσιν, καθὼς ἔνι ἐν τοῖς ἀγγθοις, ἀναλάμπουσιν ἐν ταῖς κατὰ ταύτας εὐκόσμοις τάξεσι τῆς ἐξουσιαστικῆς δυνάμεως, δηλονότι ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς κυριότησιν· αὗται γάρ εἰσιν αἱ κατ´ αὐτὰς τὰς τάξεις. Εἰ γὰρ μιμνησκόμεθα, ἐλέγομεν ἔμπροσθεν, ὅτι τὰ πᾶσιν ὑπάρχοντα, ἰδίως ἑκάστῳ ἐπὶ πλέον ἀπονενέμηται, ἵνα ἐντεῦθεν τὰ τῆς τάξεως διαφυλαχθήσηται· τοῦτο γὰρ σημαίι καὶ τὸ ἀναλαμπούσης. Ἡ καὶ ἄλλως τὸ ἀναλαμκούσης, διὰ τὴν τοῦ φωτὸς ἰδιότητα· ἀνωφερὲς γὰρ τὸ φῶς, εἰ καὶ ἡ τούτου ἔλλαμψις καὶ ἐν τοῖς κάτω γίνεται. Πληρώσας τὰς θεοειδεῖς ἰδιότητας τῆς μέσης διακοσμήσεως, μέτεισιν ἐπὶ τὴν ἱεραρχίαν αὐτῶν, τὴν κάθαρσιν, τὸν φωτισμὸν, τὴν τελείωσιν. Καθαίρεται τοίνυν, καὶ φωτίζεται, καὶ τελεσιουργεῖται καθ´ ὃν εἴρηται τρόπον ἐπὶ τῇ πρώτῃ διακοσμήσει, ὄτι κἀκείνη καὶ αὔτη ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων, πλὴν αὔτη δευτέρως διὰ τῆς πρώτης· διὰ γὰρ μέσης ἐκείνης τῆς πρωτοφανῶς ἐχούσης τὰς τελειώσεις, δευτεροφανῶς αἱ ἐλλάμψεις διαπορθμεύονται. $0=3 $8=133 $9=1 ἁγγελον λεγομένην διαπορθμεύεσθαι παρά τε τῷ Ταχαρίᾳ, καὶ Δανλ, καὶ Ἰεζεκιὴλ τοῖς προφήταις, σύμβολον ποιησόμεθα τῆς πόῤρωθεν ἐπιτελουμένης, καὶ διὰ μέσης ἐτέρας τάξεως τελειώσεως, τῆς διὰ τὴν πρόοδον τὴν εἰς δεύτέρωσιν ἀμυδρουμένης. Ἀμυδρουμένην δὲ τὴν τελείωσιν εἶπεν, οὐ διὰ τὴν οἰκείαν αὐτῆς ἀτονίαν, ἀλλὰ παρὰ τὸ ὑφειμένον τῶν δεχομένων· τοῦτο γὰρ δηλοῖ τὸ εἰπεῖν δευτέρωσιν τρλειᾶσεως, τουτέστι τὸ ἀμυδρότερον τελειοῦσθαι τὰ δεύτερα. Ἀναλογίαν ποιεῖται τῶν λόγων αὐτοῦ ἀπὸ τῶν παρ´ ἀνθρώποις τελειώσεων, καὶ τοῦτο οὐ τίθησιν ἀφ´ ἑαυτοῦ, ἀλλ´ ἀπὸ τῶν δεινῶν περὶ τὰς ἰερὰς, ἡμῶν τελετάς. Ὡς γοῦν ἐκεῖνοί φασι τὰς αὐτοφανεῖς ἀποπληρώσεις καὶ ἐλλάμψειςκατὰ τὸ, Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν τῶν δι´ ἑτέρων θείων μεθέξεων τελειοτέρας εἶναι,τελέσθησαν γὰρ, φέρε εἰπεῖν, οἱ θεῖοι ἀπόστολοι παρ´ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ· ἢ παρὰ τοῦ ἁγίου καὶ ζωαρχικοῦ Πνεύματος, ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς, ἐτελέσθησαν καὶ οἱ ἀρχιερεῖς δι´ αὐτῶν, καὶ τελειοτέρα πάντως ἐστὶν ἐκείνων ἡ τελείωσις· ὡς γοῦν οἱ δεινοὶ τὰ θεῖά φασι περὶ τούτων, οὔτως, οἶμαι, φησὶν ὁ ἄγιος, τὴν ἄμεσον μετουσίαν τῆς πρώτης διακοσμήσεως ἐναργεστέραν εἶναι τῶν δι´ ἐτέρων μέσων ἀποτελουμένων. Διὸ καὶ ἐξ ἱερατικῆς παραδόσεως ἔχομεν, ὅτι τελεσταὶ καὶ φωτουργοὶ καὶ καθαρτικοὶ οἱ πρῶτοι τῶν δευτέρων ὀνομάζονται, ὡς δι´ αὐτῶν ἀναγομένων τούτων ἐπὶ τὴν πάντων ἀρχὴν καὶ ἐν μετουσίᾳ γινομένων τῶν θείων καθάρσεων, φωτισμῶν καὶ τελειώσεων· τοῦτο γάρ ἐστι νενομοθετημένον καὶ παρὰ τοῦ Θεοῦ τοῖς θείοις τάγμασι, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα, τῶν θείων μετέχειν ἐλλάμψεων· τάξις γὰρ συνέχει τά τε οὐράνια καὶ τὰ ἐπίγεια. Συνιστᾷ τὸν λόγον αὐτοῦ, ὅτι διὰ μέσων τῶν πρώτων οἱ δεύτεροι ἐλλάμπονται, ἀπὸ τῶν θείων καὶ ἱερῶν προφητῷν, οὓς καὶ θεολόγους φησὶν, ὡς λόγουςΘεοῦ ἡμῖν ἐξαγγέλλοντας. Εὑρήσεις γοῦν, λέγει, τοῦτο δηλούμενον τοῖς θεολόγοις· καὶ πρῶτον τῷ Ζαχαρίᾳ· ἡνίκα χὰρ ἡ τοῦ Θεοῦ φιλανθρωπία, γὰρ τοῦ Θεοῦ τιμωρία φιλανθρωπία ἐστὶ, κατὰ τὸ, Γίνεται φιλανθρωπία ἡ τιμωρία ἡ πατρική· ὡς γὰρ πατὴρ ἐνῆγε καὶ ἐπαιδαγώγει τὸν Ἰσραὴλ, ποῦ μὲν δι´ ἐπαγγελιῶν τῶν ἀγαθῶν, ποῦ δὲ δι´ ἀπειλῶν καὶ τιμωριῶν· ἡνίκα γοῦν ἡ τοῦ Θεοῦ φιλανθρωπίᾳ τὸν Ἰσραήλ παιδεύσασαδι´ αἱχμαλωσίας τῶν Βαβυλωνίων,τοῦτο δὲ γέγονεν ὑπὲρ τῆς ἱερᾶς αὐτοῦ σωτηρίας· πᾶσα γὰρ σωτηρία παρὰ Θεοῦ ἰερά ἐστιν, ὅτι οὐχ ἀπλῶς σῶμα σώζει, ἀλλὰ καὶ ψυχήν,, ἦν´ ἐπιστραφῇ πρὸς τὸν ποιήσαντα, τιμωροῖς καὶ ἁγρίοις ἔθνεσι παρέδωκεν εἰς ἐπανόρθωσιν· καὶ ἵνα μετάγῃ ἐπὶ τὸ κρεῖττον, ποῦ μὲν παρεδίδου τοῖς ἔθνεσι, ποῦ δὲ τῆς αἰχμαλωσίας ἠφίει, καὶ πρὸς τὴν προτέραν ἐπιεικῶς καὶ φιλανθρώπως καὶ μεγάλως ἐπανῆγεν εὐπάθειαν· ὁρᾷ ὁ θεολόγος Ζαχαρίας ἕνα τῶν πρώτωνμαι λέγων. διὰ τὴν τῶν λεγομένων εὐλάβειαν καὶ τῶν περὶ Θεὸν ἀγγέλωνγγέλων δδ´ λέγω διὰ τὴν κοινὴν ἐπωνυμίαν, ἐπεὶ ἄλλως ὕστερον, οὐ πρῶτον τάγμα οἱ ἄγγελοι παρ´ αὐτοῦ τοῦ Θεοῦ $0=3 $8=134 $9=1 ὑποβεβηκότων ἀγγέλων, πρὸς ὑπάντησιν τοῦ πρώτου προπορευόμενοντάχα μὲν τοῦ προφήτου, τάχα δὲ πρὸ τοῦ τὸν μείζονα ἄγγελον ἐλθεῖν πρὸς αὐτὸν, τῆς προθέσεως σημαινούσης χρόνον τινὰ καὶ ὑπαντῶντα πρὸς ὑποδοχὴν τῆς ἐλλάμψεως· εἰτα καὶ μυούμενον τὴν θείαν βουλὴν παρ´ αὐτοῦ, ὡς παρὰ πρώτου ἱεράρχου καὶ ἐπιτρεπόμενον εἰς τὸ μυῆσαι τὸν θεολόγον, ὅτι κατάκαρπος κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων. Λέγει γὰρ ὁ θεοπτικώτατος Ζαχαρίας· Καὶ ἧρα τοὺς ὁφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ, ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. Καὶ εἴπα πρὸς αὐτὸν, Ποῦ πορεύι; καὶ εἴπε πρός με· Διαμετρῆσαι τὴν Ἰερουσαλὴμ, τοῦ κδεῖν κηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος. Καὶ ἰδοὺ ἄγγελος ὁ λαλῶν ἐν ἑμοὶ εἰστήκει, καὶ ἄγγελος ἔτερος ἐξεπορεύετο εἰς συνἁντησιν αὐτοῦ, καὶ εἴπε πρὸς αὐτὸν λέγων Δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων· Κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων. Καὶ ταῦτα μὲν τὰ τοῦ προφήτου ῥητά· σὺ δὲ ὅρα, πῶς λέγει ὁ προφήτης· Ἐξεπορεύετο· ὁ ἄ θεῖος οὐτος ἀνήρ· Προεπορεύετο. Ἱσθι ἄὲ, ὅτι ὁ λαλῶν τοὺς παρακλητικοὺς ἐν τῷ Ζαχαρίᾳ, οὗτός ἐστιν ὁ τὸ θεῖον ἀμέσως μαθὼν βούλημα, καθὡς λέγει· Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἑν ἐμοὶ ῥήματα καλὰ,, καὶ λόγους παρακλητικοὺς, οὐτινος ἱσταμένου, προεπορεύθη, ἤγουν ἐξεπορεύθη ἕτερος, πρὸς ὃν εἶπεν ἐκεῖνος ὁ λαλῶν, Δράμε, καὶ εἰπε τὸ καὶ τό. Ἔτερος δὲ τῶν προφητῶν ὁ Ἰεζεκιὴλ, καὶ παρ´ αὐτῆς τῆς ἐπὶ τῶν χερουβὶμ Θεότητος, πανιέρως νομοθετηθῆναι τὸ τοιοῦτον, ἤγουν τὴν τοιαύτην τάξιν· τὸν γὰρ Ἰσραλλ, ὡς εἴρηται, διὰ τῆς τιμωρίας φιλανθρώπως καὶ πατρικὸν τρόπον ἐπὶ τὸ κρεῖττον μετάγουσα, ἐν δικαιοσύνῃ Θεῷ πρεπούσῃ διαχωρίζεσθαι τῶν ὑπευθύνων τοὺς ἀνευθύνους ἐδικαίωσε. Τοῦτο μυεῖται πρῶτος μετὰ τὰ Χερουβὶμ ὁ τὴν ὀσφὺν σαπφείρῳ περιεζωσμένος, ὃς τὸν ποδήρη ὡς ἰεράρχης ἐνδεδύκει· τὸ γὰρ σχῆμα ἱερατικὸν, οὐ γὰρ ἦν τῶν κολαζόντων, ἀλλὰ τῶν λυτρουμένων τοὺς σωτηρίας ἀξίους. Τοὺς δὲ λοιποὺς ἓξ ἀγγέλους τοὺς τιμωρητικοὺς, οἶ τοὺς πέλυκας εἶχον, ἡ θεῖκὴ ταξιαρχία κελεύει παρὰ τοῦ φοροῦντος τὸν ποδήρη μυεῖσθαι τὴν τοῦ Θεοῦ κρίσιν· τῷ μὲν γὰρ φοροῦντι τὸν ποδήρη ἔφη, μέσην διελθεῖν τὴν Ἰερουσαλὴμ, καὶ δοῦναι σημεῖον ἐπὶ τὰ τῶν ἀνευθύνων πρόσπα· τοῖς ἄλλοις δὲ λέγει· Πορεύεσθε ὀπίσω σὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσβε, ἐπὶ δὲ πάντας, ἐφ´ ὃσους ἑστὶ τὸ σημεῖον, μὴ ἐγγίσητε. Τὸ γοῦν· Πορεύεσθε ὀπίσω αὐτοῦ, τί ἄλλο δηλοῖ, ἢ ὅτι, Ἔχετε τοῦτον ἔξαρχον τῶν πραττομένων, τὸν εἰδότα καὶ τὸ ἐμὸν βούλημα; Ἔχει δὲ καὶ τὰ τοῦ προφήτου ὀητὰ ἐπὶ λέξεως οὕτω· Καὶ ἰδοὺ ἔξ ἄνὸρες ἡρχοντο ἀπὸ τῆς ὀδοῦ τῆς πύλης της ψψηλῆς, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἐκάπποιι πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ εἶς ἀνὴρ ἐν μέσῳ σὐτών, ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σμφερου ἐπκὶ τὴς ὁσφύος αὐτοῦ. Καὶ εἰσήλθοΡ Ζαοὺ. Π,. σ Ζαολ. ἐ, ὅ. ἀ Εαεοὴ. κ $0=3 $8=135 $9=1 σαν καὶ ἔστησεν ἐχόμενοι τοῦ θυσιαστηρίσυ τοῦ χαλκοῦ· καὶ δόξα τοῦ Θεοῦ τοῦ Ἰοραὴλ ἀνέβη ἀπὸ τοῦ χερουβὶμ ἡ οὕσα ἐπ´ αὐτοῦ, καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνθεδυκότα τὸν κοδήρη, δς εἴχεν ἐπὶ τῆς ὀσφύος τὴν ζώνην· καὶ εἶπὶ Κύριος πρὸς αὐτόν· Δίελθε μέσην τὴν Ἰερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνὸρῶν τῶν καταστεναζόντων, καὶ των κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἴπεν ἀκούσντός μου· Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκα ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ´ οὔς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Τί ἄν τις εἴποι περὶ τοῦ ἀγγέλου φήσαντος τῷ Δανιὴλ τὸ καὶ τό; Φέρεται γὰρ ἐν τῇ δεκάτῃ ὁράσει τοῦ Δανιήλ· Καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἰδον ἐν τῇ ὀράσει έν τῇ ἀρχῆ, πετόμενος, καὶ ἥψατό μου ὀὠσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ ἐσυνέτισό με, καὶ ἐλάλησε μετ´ ἐμοῦ, καὶ εἶπε· Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σύνεσιν. Ἐν ἁρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἑγὼ ἧλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ συ. Ἡ πάλιν, τί λέγοι ἄν τις περὶ τοῦ τὸ πῦρ ἀνειληφότος, καθὼς ἐν τῶ Ἰεζεκιὴλ φέρεται; λέγει γάρ· Καὶ ἐγένετο αὐτὸν ἐν τῷ ἐντέλλεσθαι τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων· Λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν, καὶ ἐκ μέσου τῶν χερουβίμ· καὶ εἰσῆλθε, καὶ ἔστη ἐχόμενος των τροχῶν· καὶ ἐξέτεινεν ὁ χεροὺβ τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβὶμ, καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς πὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἀγίαν, καὶ ἔλαβε, καὶ ἐξῆλθε. Τοῦτο λέγει καὶ περισσότερον εἰς εὑταξίας λόγον ὁ ἅγιος, ὅτι ἐνετείλατο τῷ ἐνδεδυκότι τὴν στολὴν, λαβεῖν τὸ πῦρ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν λαβεῖν τὸ πῦρ, ἓν των χερουβὶμ διηκόνησε, καὶ ἔλαβε τὸ πῦρ, καὶ ἔδωκε πρὸς τὰς χεῖρας ἐκείνου. Ἡ πάλιν, τί ἂν λέγοι τις περὶ τοῦ κεκληκότος τὸν θειότατον Γαβριὴλ, καθὼς ἐν τῇ θʹ ὁράσει τοῦ Δανιὴλ φέρεται; Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ λανιὴλ, τὴν ὅρασιν, καὶ ἐζήτουν σύνεσιν· καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὃρασις ἀνδρὸς, καὶ ήκουσα φωνὴν ἁνὸρὸς ἀνάμεσον τοῦ Οὐβάλ· καὶ ἐκάλεσε, καὶ εἶπε· Γαβριὴλ, συνέτισον ἐκεῖ νον τὴν ὅρασιν, καὶ ἦλθε, καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου· καὶ εἰπε πρός με· Σύνες, υἱὲ ἀνθρώπου. Τί δέ; λέγοι τις· καὶ ὅσα ἄλλα παρὰ τῶν ἰερῶν προφητῶν εἴρηται περὶ τῆς εὐκοσμίας τῶν οὐρανίων, πρὸς ἡν καὶ ἡ εὐταξία τῆς παρ´ ἡμῖν ἐεραρχίας, κατὰ τὸ δονατὸν, ἀφωμοίωται· μίμημα γὰρ τῆς τῶν ἄνω μυστικῆς ἰεραρχίας τὰ ἐν τῇ Ἐκκλησίᾳ τελούμενα. καὶ ταῦτα τῆς ἐκείνων εὐπρεπείας εἰκόνες εἰσί· τυποῦται γὰρ ἡ καθ´ ἡμᾶς ἱεραρχία δι´ ἐκείνης, καὶ ἀνάγεται πρὸς αὐτὸν τὸν Θεὸν, τὴν ὑπερούσιον ταξιαρχίαν ἀπάσης ἰεραρχίας, τὸν πάσης ἰερᾶς τάξεως ἀρχηγόν. $0=3 $8=136 $9=1 ΚΕΦΑΛΑΙΟΝ Οʹ. Λοιπὸς Τ ἡμλν εἰς θεωρίαν ἱερὰν διάκοσμος ὁ τὰς ἀγγελικὰς συγκλείων ἰεραρχίας, ὁ πρὸς τῶν θεοειδῶν ἀρχῶν, ἁρχαγγέλων τε καὶ ἀγγέλων διακοσμούμενος. Καὶ πρώτας μὲν εἰπεῖν ἀναγκαῖον οἶμαι κατὰ τὸ ἐμοὶ δυνατὸν τὰς τῶν ἀγίων αὐτῶν ἐπωνυμιῶν ἐκφαντορίας· ἐκφαίνει γὰρ ἡ μὲν τῶν οὐρανίων ἀρχῶν τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἰερας, καὶ ταῖς ἀρχικαῖς πρεπωλ. δεστάτης δυνάμεσι, καὶ τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτάς τε ὁλικῶς ἐπεστράφθαι, καὶ ἑτέρων ἀρχικῶς ἡγεῖσθαι· καὶ τὸ πρὸς αὐτὴν ἐκείνην, ὡς δυνατὸν, ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχὴν, ἀναφαίνειν τε τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν, τῇ τῶν ἀρχικῶν εὐκοσμίᾳ δυνάμεων. ὲ τῶν ἀγίων ἀρχαγγέλων ὁμοταγὴς μέν ἐστι ταῖς οὐρανίαις ἀρχαῖς. Ἔστι γὰρ αὐτῶν τε καὶ τῶν ἀγγέλων, ὡς ἔφην, ἰεραρχία μία καὶ διακόσμησις· πλὴν ἐπείπερ οὐκ ἔστιν ἱεραρχία, μὴ καὶ πρώτας,, καὶ μέσας, καὶ τελευταίας δυνάμεις ἔχουσα, ἡ τῶν ἀρχαγγέλων ἁγία τάξις, κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται· ταῖς τε γὰρ ἁγωτάταις ἁρχαῖς κοινωνεῖ, καὶ τοῖς ἁγίοις ἀγγέλοις· ταῖς μὲν, ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται, καὶ πρὸς αὐτὴν, ὡς ἐφικτὸν, ἀποτυποῦται, καὶ τοὺς ἀγγέλους ἐνοποιεῖ κατὰ τὰς Κὸκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἠγεμσνίας· τοῖς δὲ, ὅτι καὶ τῆς ὑποφητικῆς ἐστι τάξειως, τὰς θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ πῶν πρώτων δυνάμεων ὑποδεχομένη, καὶ τοῖς ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλλουσα, καὶ δι´ ἀγγέλων ἡμῖν ἀναφαίνουσα, κατὰ τὴν ἱερὰν ἑκάστου τῶν θείων ἐλλαμπομένων ἀναλογίαν. Οἱ γὰρ ἄγγελοι, καθὼς ἤδη προειρήκαμέν συμπληρωτικῶς, ἀποπερατοῦσι $0=3 $8=137 $9=1 τὰς ὅλας τῶν οὐρανίων νοῶν διακοςμήσεις, κατὰ τὸ τελευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα· καὶ μᾶλλον πρὸς ἡμῶν ἄγγελοι παρὰ τοὺς προτέρους οἰκειότερον ὀνομαζόμενοι, ὅσῳ καὶ περὶ τὸ ἐμφανέστερον αὐτοῖς ἐστιν ἡ ἱεραρχία, καὶ μᾶλλον περικόσμιος. Τὴν μὲν γὰρ ὑπερτάτην, ὡς εἴρηται, διακῥσμησιν, ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιάζουσαν, κρυφιοειδῶς οἰητέον ἱεραρχεῖν τῆς δευτέρας· τὴν δὲ δευτέραν, ἢ συμπληροῦται πρὸς τῶν ἁγίων κυριοτήτων, καὶ δυνάμεων, καὶ ἐξουσιῶν, τῆς τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἱἰεραρχίας, ἡγεῖσθαι, τῆς πρώτης μὲν ἱεραρχίας ἐμφανέστερον, τῆς δὲ μετ´ αὐτὴν κρυφιωδέστερον Ὅ· τὴν δὲ τῶν ἀρχῶν, καὶ ἁρχαγγέλων, καὶ ἀγγέλων, ἐκφαντορικὴν διακόσμησιν, ταῖς ἀνθρωπείαις ἰεραρχίαις δι´ ἀλλήλων ἐπιστατεῖν, ἵν´ ᾗ κατὰ τάξιν ἡ πρὸς Θεὸν ἀναγωγὴ καὶ ἐπιστροφὴ, καὶ κοινωνία, καὶ ἕνωσις, καὶ μὴν καὶ ἡ παρὰ Θεοῦ πάσαις ταῖς ἰεραρχίαις ἀγαθοπρεπῶς ἐνδιδομένη, καὶ κοινωνικῶς ἐπιφοιτῶσα, καὶ μετ´ εὐκοσμίας ἱερωτάτης πρόοδος. Ἔνθεν ἡ θεολογῖα τὴν καθ´ ἡμᾶς ἱεραρχίαν ἀγγέλοις ἀπονενέμηκεν, ἄρχοντα τοῦ Ἰουδαίων λαοῦ τὸν Μιχαὴλ ὁνομάζουσα, καὶ ἄλλους ἐθνῶν ἐτέρων· ἔστησε γὰρ ὁ Ὑψιστος ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Εἰ δὲ τις φαίη, Καὶ πῶς ὁ τῶν Ἐβραίων λαὸς ἀνήγετο μόνος ἐπὶ τὰς θεαρχικὰς ἐλλάμψεις; ἀποκριτέον, ὅτι μὴ τὰς τῶν ἀγγέλων εὐθείας ἐπιστασίας αἰτιάσασθαι χρὴ τῆς τῶν ἐτέρων ἐθνῶν ἐπὶ τοὺς οὐκ ὄντας θεοὺς ἀποπλανήσεως, ἀλλ´ αὐτοὺς ἐκείνους οἰκείαις ῥοπαῖς ἐκ τῆς ἐπὶ τὸ Θεῖον εὐθείας ἀναγωγῆς ἀποπεπτωκότας, τῇ φιλαυτίᾳ καὶ αὐθαδείᾳ, καὶ τῇ τῶν αὐτοῖς δοκούντων θεοπρεπῶν ἀναλόγῳ σεβασμιότητι. Τοῦτο μαρτυρεῖται καὶ αὐτὸς ὁ τῶν Ἐβραίων λαὸς πεπονθέναι· Ἐπίγνωσιν γὰρ Θεοῦ, φησὶν, ἀπώσω, καὶ ὀπίσω τῆς καρδίας σου ἐπορεύθης. Οὐδὲ γὰρ ἠναγκασμένην ἔχομεν ζωὴν, οὐδὲ διὰ τὴν τῶν προνοουμένων αὐτεξουσιότητα, τὰ θεῖα φῶτα τῆς προνοητικῆς ἐλλάμψεως ἀπαμβλύνεται· ἀλλ´ ἡ τῶν νοερῶν ὄύεων ἀνομοιότης τὴν ὑπερπλήρη τῆς πατρικῆς ἀγαθότητος φωτοδοσίαν ἢ παντελῶς ἀμέθεκτον ποιεῖ, καὶ πρὸς τὴν αὐτων ἀντιτυπίαν ἀδιάδοτον, ἢ τὰς μετουσίας ποιεῖ διαφόρους, μικρὰς ἢ μεγάλας, ἀμυδρὰς ἢ φανὰς, τῆς μιᾶς καὶ ἀπλῆς, καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ὑπερηπλωμένης πηγαίας ἀκτῖνος· ἐπεὶ ὅτι γε καὶ τῶν ἑτέρων ἐθνῶν,ἐὧν καὶ ἡμεῖς ἀνενεύσαμεν ἐπὶ τὸ πᾶσιν $0=3 $8=138 $9=1 ἑτοίμως εἰς μετάδοσιν ἀναπεπταμένον τοῦ θεαρχικοῦ φωτὸς ἄπειρόν τε καὶ ἄφθονον πέλαγος οὐκ ἔκφυλοί τινες ἐπεστάτουν θεοί· μία δὲ πάντων ἀρχὴ, καὶ πρὸς ταύτην ἀνῆγον τοὺς ἑπομένους, οἱ καθ´ ἕκαστον ἔθνος ἱεραρχοῦντες ἄγγελοι. Τὸν Μελχισεδὲκ ἐννοητέον ἱεράρχην ὄντα φιλοθεώτατον, οὐ τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ ὄντως ὄντος ὑψίστου Θεοῦ· καὶ γὰρ οὐχ ἀπλῶς τὸν Μελχισεδὲκ οἱ θεόσοφοι οὐ φιλόθὲον μόνον, ἀλλὰ καὶ ἱερέα κεκλήκασιν, ἢ ἵνα τοῖς ἐχέφροσιν ἐναργῶς ἐμφαίνωσιν, ὅτι μὴ μόνον αὐτὸς ἐπὶ τὸν ὄντως ὄντα Θεὸν ἐπέστραπτο, προσέτι δὲ καὶ ἄλλοις ὡς ἰεράρχης ἡγεῖτο τῆς ἐπὶ τὴν ἀληθῆ καὶ μόνην θεαρχίαν ἀναγωγῆς. Καὶ τοῦτο δὲ τὴν σὴν ἱεραρχιαὴν σύνεσιν ὑπομνήσομεν, ὅτι καὶ τῷ Φαραὼ πρὸς τοῦ τοῖς Αἰγυπτίοις ἐπιστατοῦντος ἀγγέλου, καὶ τῷ Βαβυλωνίων ἄρχοντι πρὸς τοῦ οἰκείου, καὶ τὸ τῆς πάντων προνοίας καὶ κυριότητος κηδεμονικὸν καὶ ἐξουσιαστικὸν κατὰ τὰς ὁράσεις διεπορθμεύετο, καὶ τοῖς ἔθνεσιν ἐκείνοις οἱ τοῦ ὄντως Θεοῦ θεράποντες, ἡγεμόνες καθίσταντο τῆς τῶν τυπωθεισῶν ὑπὸ τῶν ἀγγελικῶν ὁράσεων ἐκφαντορίας, τοῖς τῶν ἀγγέλων ἐγγὺς ἱεροῖς ἀνδράσι, τῷ Δανιὴλ, καὶ τῷ Ἰωσὴφ ἐκ Θεοῦ δι´ ἀγγέλων ἀπο καλυφθείσης· μία γάρ ἐστιν ἡ πάντων ἀρχὴ καὶ πρόνοια. Καὶ οὐδαμῶς οἰητέον, Ἰουδαίων μὲν ἀποκληρωτικῶς ἡγεῖσθαι τὴν θεαρχίαν, ἀγγέλους δὲ ἰδίως, Ὦ ὁμοτίμως, ἢ ἀντιθέτως, ἢ θεούς τινας ἑτέρους ἐπιστατεῖν τοῖς ἄλλοις ἔθνεσιν· ἀλλὰ καὶ τὸ λόγιον κκεῖνο κατὰ τήνδε τὴν ἱερὰν ἔννοιαν ἐκληπτέον, οὐχ ὡς μερισαμένου Θεοῦ μεθ´ ἐτέρων θεῶν ἢ ἁγγέλων τὴν καθ´ ἡμᾶς ἡγεμονίαν, καὶ τοῦ Ἰσραὴλ εἰς ὲθνάρχην καὶ ἐθναγὸν ἀποκληρωθέντος, ἀλλ´ ὡς, αὐτῆςμὲν τῆς μιᾶς ἀπάντων Ὑὰίστου προνοίας, πάντας ἀνθρώπους σωστικῶς ταῖς τῶν ὁἰκείων ἀγγέλων ἀνατατικαῖς χειραγωγίαις διανειμάσης, μόνου Ξκ σχεδὸν παρὰ πάντας τοῦ Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως Κυρίου φωτοδοσίαν καὶ ἐπίγνωσιν ἐπιστραφέντος. Ὅθεν ἡ θεολογία, τὸ μὲν ἑαυτὸν ἀποκληρῶσαι τὸν Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως Θεοῦ θεραπείαν ἐμφαίνουσα, τὸ, Ἐγενήθη μερὶς Κυρίου, φησίν· ἐνδεικνυμένη δὲ τὸ, καὶ αὐτὸν ἐν ἴσω τοῖς λοιποῖς ἔθνεσιν ἀπονεμηθῆναί τινι τῶν ἀγίων ἀγγέλων, εἰς τὸ δι´ αὐτοῦ τὴν μίαν ἀπάντων ἀρχὴν ἐπιγνῶναι, τὸν Μυχαὴλ ἔφη τοῦ Ἰουδαίων ἡγεῖσθαι λαοῦ, σαφῶς ἡμᾶς ἐκδιδάσκουσα τὸ, μίαν εἶναι τῶν ὅλων πρόνοιαν, ἀπασῶν τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμαων ὑπερουσίως ὑπεριδρυμένην· πάντας δὲ τοὺς καθ´ ἕκαστον ἔθνος ἐπιστατοῦντας ἀγγέλους, ἐπ´ ατὴν ὡς οἰκείαν ἀρχὴν τοὺς ἑπομένους ἐθελουσίως, ὅση δύναμις, ἀνατείνοντας. $0=3 $8=139 $9=1 Ἐπίλοιπον ἂν εἴη λέγειν καὶ περὶ τῆς ἐσχάτης τριαδικῆς τάξεως, ἀπό τε τῶν ἀρχῶν, τῶν ἀρχαγγέλων, καὶ τῶν ἀγγέλων συμπληρουμένης καὶ διακοσμουμένης· καὶ πρῶτον ἂν εἴη καλὸν κατὰ τὸ δυνατὸν τὰς τῶν ἐπωνυμιῶν ἐκδηλώσεις εἰπεῖν. Τὸ γοῦν τῶν ἀρχῶν ὄνομα τὸ θεοειδῶς καὶ τῷ Θεῷ ὁμοιωμένως ἀρχικὸν αὐτῶν καὶ ἡγεμονικὸν δηλοῖ. Τέως δὲ ἐπεὶ ἡ ἡγεμονία ἐν τάξει φαίνεται, μετὰ τάξεώς φημι ἱερᾶς καὶ προσηκούσης τοιαύταις ἀρχαῖς καὶ δυνάμεσιν, ἄλλως τε καὶ πρὸς τὴν ἀρχὴν $0=3 $8=140 $9=1 τὴν ὄντως καὶ ὑπεράρχιον ὁλικῶς ἐπεστράφθαι· ὡς γὰρ φωτεινὸς ὁ ἐπεστραμμένος πρὸς ἤλιον, οὕτω καὶ ἀρχαὶ αἱ πρὸς ἀρχὴν τὴν ὑπεράρχιον ἀφορωσαι. Ἡ καὶ ἄλλως· Διότι ἐτέρων ἡγοῦνται, ἀρχαγγλων φημὶ καὶ ἀγγέλων, πρὸς τὴν τοιαύτην ἐπιστροφὴν, καὶ διὰ τὸ πρὸς αὐτὴν ἐκείνην τὴν ὑπεράρχιον ἀρχὴν, τὴν καὶ τὰς ἀρχὰς ποιήσασαν καὶ δημιουργήσασαν, ἀποτυποῦσθαι, καὶ ἐπὶ τὰ ἀὸρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶνται κατὰ τὸν Ἀπόστολον. Οὐκ ἔχομεν δὲ εἰδέναι τὴν ὑπερούσιον ἐκείνην ἀρχὴν τῶν ἁπασῶν τάξεων. Ἐπωνυμοῦνται ἀρχαὶ, ὡς ἐκείνην τὴν ἁρχὴν ἀναφαίνουσαι, ἐν τῳ δυνατῶς καὶ καθ´ ἕξιν ἔχειν αὐτὴν πρὸς τὴν τοιαύτην ἀρχικὴν εὐκοσμίαν τε καὶ κατάστασιν ἔΙi. Ἐ δὲ τῶν ἀγίων ἀρχαγγέλων ἐστὶ μὲν ὁμοταγὴς ταῖς ῥηθείσαις οὐρανίαις ἀρχαῖς,α γὰρ ἡ ἱεραρχία, αὐτῶν τε δηλονότι τῶν ἁρχῶν, καὶ τῶν ἀρχαγγέλων, καὶ ἕτι τῶν ἀγγέλων αὐτῶν, καὶ διὰ τοῦτο εἰς μίαν τάξιν περιλαμβάνονται· τί γὰρ ἄλλο εἰσὶν οἱ ἀρχάγγελοι, εἰ μὴ τάγμα ἐξ ἀρχῶν καὶ ἀγγρων συγκείμενον; ἀλλ´ ἐπειδὴ οὐκ ἕστιν ἱεραρχία, μὴ πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις ἔχουσα, διὰ τοῦτο ἡ τῶν ἀρχαγγέλων τάξις, ὡς μεσότης, τῶν ἄκρων ἀντιλαμβάνεται κατά τινα καὶ ἁμφοτέρων κοινωνίαν. Ταῖς μὲν ἀρχαῖς κοινωνεῖ, ὅτι καὶ αὐτὴ πρὸς τὴν ὑπερούσιον ἀρχὴν, τὸν Θεὸν, ὀλικῶς ἐπέστραπται, καὶ πρὸς ἐκείνην ἀποτυποῦται, καθὼς ἄρα καὶ αἱ ἀρχαί· καὶ ἐπεὶ αἱ ἀρχαὶ ἡγεμονικαί εἰσι καὶ ἑνοποιοὶ, μὴ ἐῶσαι τὰς τάξεις σκεδάννυσθαι, ἄνοποιοῦσι καὶ τοὺς ἀγγέλους εὐκόσμως καὶ τάττουσι. Τοῖς δὲ ἀγγέλοις πάλιν κοινωνεῖ, ὅτι εἰσὶ καὶ αὕται τῆς ὑποφητικῆς τάξεως, καὶ ὑποδέχονται τὰς ἐλλάμψεις διὰ τῶν πρώτων δυνάμεων. Καὶ ἄλλως τοῖς ἀγγθοις κοινωνοῦσιν αἱ μέσαι, ὅτι ταύτας τὰς θείας ἐλλάμψεις τοῖς ἀγγέλοις ἀγγέλλουσι, καὶ δι´ ἀγγέλων ἡμῖν ἀναφαίνουσι· διὸ γοῦν καὶ κατὰ τοῦτο τοις ἀγγέλοις κοινωνοῦσιν, ὅτι τοῖς ἀγγέλοις χρῶνται πρὸς τὰς πρὸς ἡμᾶς δηλοποιήσεις, κατὰ ἀναλογίαν τῶν ἀπὸ Θεοῦ ἐλλαμπομένων. Οἱ γὰρ ἄγγελοι. ἵνα καὶ περὶ αὐτῶν εἴπωμεν, συμπληρωτικοί εἰσι πάσης οὐρανίου διακοσμήσεως, πλὴν κατὰ τὸ τελευταῖον καὶ τὸ ἔσχατον· συμπληροῦσι γὰρ καὶ οἱ θρόνοι, ἀλλὰ κατὰ τὸ πρῶτον, καὶ διὰ τοῦτο ἔχουσι τὴν ἀγγελικὴν ἰδίως ἐπωνυμίαν, καὶ μᾶλλον, ὡς τοῖς ἀνθρώποις πλησιάζοντες, ο δὴ καὶ μιμοῦνται διὰ τούτων τὰ θεῖα. Τοῦτο γάρ ἐστι τὸ ἐμφανέστεμον τῆς ἱεραρχίας αὐτῶν· οὐ γὰρ δεόμεθα πάλιν ἑτέρων πρὸς τὰς ὑπ´ αὐτῶν ἐλλάμψεις καὶ ἀγγελίας· εἰ γὰρ ἦν τοῦτο, τὸ κρύφιον ἂν εἶχον καὶ οὗτοι κατὰ πολὺ, καὶ τὸ ἕσχατόν τε καὶ περικόσμιον οὐκ ἂν ἐν αὐτοῖς ἦν. Νῦν δὲ, μηδεμιᾶς ἑτέρας οὔσης ατωτέρας τάξεως, εὴν τάξιν τῶν ἀγγέλων ἀνάγκη εἶναι ἐσχάτην καὶ περικόσμιον. Ἐξηγεῖται ὁ ἅγιος, πῶς εἶπε· Περὶ τὸ ἐμφανέστερόν ἐστιν ἡ ἱεραρχία τοῖς ἁγγέλοις, δηλονότι εμφανέστερον πρὸς ἡμᾶς· ΚΑ γὰρ ὑπερτάτη τάξις, ὡς τῷ κρυφίῳ Θεῷ πλησιάζουσα, κρυφιωτέρως ὅσῳ πρὸς τὴν δευτέραν $0=3 $8=141 $9=1 τάξιν ἱεραρχεῖ· ἡ δὲ δευτέρα, ἡ τῆς μέσης ἰεραρχίας, ἡγειται τῆς ἐσχάτης ἰεραρχίας, ἐμφανεστέρως μὲν πρὸς τὴν πρώτην, κρυφιωδεστέρως δὲ πρὸς τὴν μετ´ αὐτήν· ἡ δὲ ἐσχάτη τάξις ταῖς ἀνθρωπί ναις ἱεραρχίαις ἐπιστατεῖ. Πλὴν ἐπεὶ τρία τάνιατά εἰσι, δι´ ἀλλήλων ἐμφαίνουσι τὰς ἐλλάμψεις. Πλὴν ἀπορητέον, πῶς ἡ μὲν πρώτη ταξιαρχία ἅμα ἐνεδί. δου τὴν ἔκφανσιν τῆ μετ´ αὐτὴν, καὶ οὐκ ἄλλη δι´ ἄλλης, καὶ ἡ δευτέρα ὁμοίως· ἡ δέ γε τρίτη ἄλλη δι´ ἄλλης τὰς πρὸς ἡμᾶς ἐλλάμψεις ἐνδίδωσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ ταῖς προτέραις τάξεσιν, ἐπεὶ καὶ οἱ μεταδιδόντες καὶ οἱ μετέχοντες ἄγγελοί εἰσιν, οὐκ ἔστι τὸ μέσον αὐτῶν πολὺ κατὰ φύσιν παραλλάττον, ἵνα ποσῶς διὰ τοῦτο οἱονεὶ κατακερματισθείη ἡ ἔλλαμψις, καὶ εὔθετος τοῖς ὑστέροις πρὸς ὑποδοχὴν γένηται. Ἐταῦθα δὲ, ἐπεὶ τὸ μέσον ἡμῶν τε καὶ τῶν ἀγγέλων πολὺ, διὰ τοῦτο ἄλλη δι´ ἄλλης λαμβάνει τὴν λάμψιν ἢ καὶ τὴν ἀγγελίαν, ώς ἂν ἀπονωτέρα κατ´ ὀλίγον ἡμῖν καταστῇ, καὶ ἐμφανέστερον τὸ βούλημα δηλωθήσηται. Διὰ τοῦτο λέγει ὁ ἅγιος, ἵνα ἦ κατὰ τάξιν ἡ πρὸς Θεὸν ἀναη γωγὴ διὰ θεωρίας, καὶ ἐπιστροφὴ διὰ πράξεως, καὶ κοινωνία δι´ ἐλλάμψεως, καὶ διὰ τῆς κατὰ χάριν θεώσεως ἕνωσις. Ἔχομεν γοῦν κατὰ βαθμοὺς τὴν πρὸς Θεὸν ἄνοδον· καὶ ἵν´ ἦ πάλιν κατὰ τάξιν, καὶ ἡ ἀπὸ Θεοῦ πρὸς ἡμᾶς ἐνδιδομένη πάσαις ταῖς ἱεραρχίαις, καὶ κοινωνικῶς ἐπιφοιτῶσα δι´ ἀγαθότητα πρόρδος, διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ τοῖς ἀγγέλοις τὰ καθ´ ἡμᾶς ἀπονενέμηκε· ποῦ μὲν ἄρχοντα τοῦ Ἰουδαίων λαοῦ τὸν Μιχαὴλ ὀνομάζουσα ἐν τῷ Δανιὴλ εὕρηται, καὶ ἄλλους ἄλλων ἐθνῶν· ποῦ δὲ λέγουσα· Ἔστησεν ἄρια ἐθνῶν ὁ Ὑψιστος καιὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ὡς ἐν τῇ δευτέρᾳ φδῇ τοῦ Μωσέως εὔρηται. Π. Ἐντεῦθεν λύει ἀνακύπτουσάν τινα ἀπορίαν. Ἡ γοῦν ἀπορία· Καὶ πῶς, φησὶν, ἀγγέλων ἀγαθῶν ἐφεστώτων τοῖς ἔθνεσι, μόνος ὁ Ἰσραὴλ ἐγίνωσκε τὸν Θεὸν, οἰ· δὲ ἄλλοι τοῖς εἰδώλοις προσανεῖχον; Ἡ δὲ λύσις, ὅτι οὐ χρὴ αἰτιᾶσθαι τῆς ἐπὶ τὰ εἴδωλα ἀποπλανήσεως τῶν ἑτέρων ἐθνῶν, τὰς εὐθείας ἐπιστασίας τῶν ἀγγέλωνρα δὲ, ὅτι πρὸς τὴν ἀποπλάνησιν, εὐθεῖαν εἶπεν ἐπιστασίαν, ἀλλ´ αἰτιάσασθαι χρὴ αὐτοὺς ἐκείνους, ἀποπεπτωκότας τῆς πρὸς τὸν Θεὸν ἀναγωγῆς οἰκείαις καὶ αὐτεξουσίοις ὁρμαῖς ἐν φιλαυτίᾳ ἀνυποτάκτῳ, καὶ αὐθαδείᾳ πρὸς τὸ δοκοῦν αὐτοῖς ἀποπλανηθέντας σεβάσμιον. Οὐ γὰρ μόνον τῆς πρὸς τὸ Θεῖον ἀναγωγῆς ἀποπεπτώκασιν, ἀλλὰ καὶ τοῖς μὴ οὖσι θεοῖς ἀνάλογον τῇ δοκήσει ἑαυτῶν τὸ σέβας ἀποδεδώκασιν. Ὃ δὴ καὶ αὐτὸς ὁ τῶν Ἑβραίων λαὸς πεπονθέναι λέγεται, ὅτε ἥμαρτε, καὶ ἐμοσχοποίησεν. Ἐπίγνωσιν γὰρ Θεοῦ ἀπώσωτοῦτο, ὅτι τῆς πρὸς τὸ Θεῖον ἀναγωγῆς ἀποπέπτωκε] καὶ ὀπίσω τῆς καρδίας σου ἐπορεύθηςτοῦτο, ὅτι ἐν τῇ φιλαυτίᾳ καὶ αὐθαδείᾳ τοῖς μὴ οὖσι θεοῖς τὸ σέβας ἀοένειμαν. Οὕτε γὰρ ἡμεῖς ἡναγκασμένην ἔχομεν ζωὴν, ὡς τὰ ἄλογα, ἀλλὰ διὰ τὸν λότον τὸ αὐτεξούσιον $0=3 $8=142 $9=1 οὔτε πάλιν δι´ αὐτὸ τοῦτο τὸ αὐτεξούσιον ἡμῶν. εἴ ποιμεν ἂν ὅτι τὰ θεῖα φῶτα τῆς προνοίας τοῦ Θεοῦ ἀπαμβλύνονται. Ἀλλ´ εἰκόνα τῶν λόγων λάβε ἀπὸ εοῦ ἡλιακοῦ φωτός· ὡς γὰρ ἐκεῖσε ἔστιν ἰδεῖν, ὅτι ἀπὶ μὲν τῶν διαφανῶν αἰ τῶν ἀκτίνων διαδόσεις γίνονται, καὶ ἐπὶ τούτοις μᾶλλον καὶ ἧττον, καθὼς ἂν ἔχοι τὸ ὑποκείμενον πρὸς τὴν τοῦ φωτὸς μετάληψιν ἐπιτηδειότητος· ἐπὶ δὲ τῶν παχυτέρων οὐχ ὁμοίως, ἀλλ´ ἢ πάντη ἀδιαδότως ἢ ἀμυδρῶς· τοῦτο καὶ ἐπὶ τῆς θείας ἐλλάμψεως ἡ ἀνισότης τῆς αὐτεξουσίου ἑοπῆς ἐργάζεται. Υπόθου γὰρ, τὴν ἡμετέραν ζωὴν ὅψιν εἶναι νοερὰν, ἀλλ´ ἀνόμοιον, διὰ τὸ αὐτεξούσιον· ἡ δὲ τῆς θεῖκῆς ἀγαθότητος φωτοδοσία μία καὶ ἡ αὐτή ἐστιν, ὑπερπλήρης, καὶ ἀνελλιπὴς, καὶ ἀπλῆ, καὶ ἀεὶ ὡσαύτως ἔχουσα· ἡ γοῦν τῶν ὄψεων αὐτεξουσιότης ἢ παντελῶς ἀμέθεκτον ποιεῖ τὴν θείαν ἀκτῖνα, ἐν ὅσοις δηλαδὴ ἀντιτυπία ἐστὶ, κἀντεῦθεν οὐδόλως ἡ ἀκτὶς διαδίδοται· ἢ διαφόρους ποιεῖ τὰς μετοχὰς, μικρὰς ἢ μεγάλας. ἀμυδρὰς ἢ φανάς. Τὸ γοῦν, μικρὸν καὶ μέγα, ἐπὸ ποσοῦ καὶ μικρὰ χάρις τυχὸν ἡ τῆς διδασκαλίαι ψεγάλη ἡ τῆς προφητείας· Τὸ δὲ ἀμυδράς ἢ φανὰ,, ἐπὶ ποιοῦ· ὅτε τυχὸν ἡ προφητεία δυσί τισιν ὑπάρχει, καὶ τῷ μὲν ἐπὶ πλέον ἐστί, τῷ δὲ ἐπ´ ἔλαττον. Ἐπεὶ ὅτι γε καὶ τῶν ἑτέρων ἐθνῶνεξ ὧν καὶ ἡμεῖς Ἔλληνες ὄντες ἀνενεύσαμεν], οὐ ξένοι τινὲς καὶ ἀλλόκοτοι ἐπεστάτουν θεοὶ ἐπὶ τὸ ἐξηπλωμένον πᾶσι τοῖς θέλουσιν εἰς μετάδοσιν ἑτοίμως δι´ ἀγαθότητα τοῦ θεαρχικοῦ φωτὸς ἄπειρον πέλαγος, ἀλλ´ ἐπειδὴ μία πάντων ἀρχὴ ὁ Θεός· διὰ τοῦτο πρὸς ταύτην ἀνῆγον οἱ καθ´ ἕκαστον ἔθνος ἐπιστατοῦντες ἄγγελοι τοὺς ἑπομένους κατὰ τὸ αὐθαίρετον καὶ οὐκ ἠναγκασμένον. Μάρτυς ὁ Μελχισεδὲκ, βασιλεὺς μὲν τῆς Σαλὴμ ὤν ἐπὶ τῶν χρόνων τοῦ Ἀβραὰμ, ἐξ ἐθνῶν βὲ καὶ ἐν μέσῳ τῶν ἐθνῶν ἱεράρχης φιλοθεώτατος γνωριζόμενος· οὐ γὰρ ἁπλῶς φιλόθεον τοῦτον αἱ Γραφαὶ παραδιδοῦσιν, ἀλλὰ καὶ Κεοέα ποῦ ὄντως ὄντος Θεοῦ, ἵνα πάντως δηλωσωσι τοῖς ἐχέφροσιν, ὅτι μὴ μόνον οὗτος ἦν φιλόθεος, ἀλλὰ καὶ ἄλλοις εἰς φιλοθεῖαν ἡγεῖτο· ὅπερ πῶς ἂν ἦν, εἴπερ ἀπαξαπλῶς καὶ παντάπασιν ἐκ τῶν ἐθνῶν ἡ θεογνωσία ἀπέλειπε. ὁ Γv. Καὶ τοῦτο δὲ ὑπομνήσω τὴν σὴν ἰεραρχικὴν [ σύνεσινησὶ πρὸς τὸν Ἐφέσου Τιμόθεον ὅτι καὶ αἱ καθ´ ὕπνους ὁράσεις τῷ Φαραὼ καὶ τῷ Ναβουχοδονόσορ, διὰ τῶν ἀγγέλων τῶν ἑπιστατούντων ἰδίως τοῖς ἔθνεσιν ἐγεγένηντο, καθ´ ἃς ὁράσεις τὸ τῆς πάντων προνοίας καὶ κυριότητος κηδεμονικὸν τοῦ Θεοῦ διεπορθμεύετο· οὗτος γὰρ Κύριος καὶ προνοητὴς πάνων καὶ Θεὸς, ὡς καὶ ὁ Παῦλος πολλαχοῦ ἐδήλωσεν εἰπών· Ἀίὴ οὐκ ἔστιν ὁ Θεὸς καὶ ἐθνῶν; ναὶ καὶ ἐβνῶν, εἰπερ εἶς ὁ Θεός. Ἀλλ´ αἱ ὁράσεις μὲν διὰ τῶν ἀγγέλων, αἱ δὲ λύσεις ἀλλαχόθεν, καὶ οὐ διὰ τούτων, ὅσῳ καὶ Θεοῦ θεράποντες ὑπῆρχον οἱ συγκρίνοντες τὰ ὀνείρατα, καὶ τῶν ἀγγέλων ἐγγὺς, ὥστε ἀπὸ Θεοῦ δι´ αὐτῶν τὰ τῶν ἐπιλύσεων γίνεσθαι. Ὁ γὰρ Ἰωσήφ τὰ τοῦ Φαραὼ ὀνείρατα ἔλυεν ὑπὲρ τῶν $0=3 $8=143 $9=1 Αἰγυπτίων, ὁ δε Δανιὴλ τὰ τοῦ Ναβουχοδονόσορ κατ. τῶν Βαβυλωνίων. Διὰ τοῦτό φημι, μία ἐστλν ἡ πάντων ἀρχὴ, καὶ διὰ τοῦτο μία πρόνοια. Καὶ οὐδαμῶς ὑποληπτέον, ὅτι ἀποκληρωτικῶς καὶ ἰδίως ὁ Θεὸς ἡγεῖτο τῶν Ἰουδαίων· τοῖς δὲ ἄλλοις ἔθνεσιν ἐπεστάτουν ἢ ἄγγελοι ἰδιοτρόπως ἀνυπότακτοι, ἢ ὁμότιμοι τῷ Θεῷ, ἢ ἀντίθετοι, ἢ καὶ θεοί τινες ἕτεροι. Ἀλλὰ καὶ τὸ ἐν τῇ ᾠδῇ λόγιον, τὸ φάσκον; Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ιακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴ ἦ, κατὰ τήνδε τὴν ἔννοιαν ἐκλη πτέον, οὐχ ὅτι ἐμερίσατο ὁ Θεὸς μεθ´ ἑτέρων θεῶν, ἢ καὶ ἀγγέλων, τὸν καθ´ ἡμᾶς τοῦτον κόσμον, καὶ τούτῳ ἐπενεμήθη ὡς κλῆρος ὁ Ἰσραήλ. Αλλὰ πῶς; Ὅτι αὐτὴ μὲν ἡ μία τῶν ἀπάντων ὕψιστος πρόνοια, πάντα τὰ εἰς ἀνθρώπους, ταῖς σωστικαῖς μὲν πρὸς ἀνθρώπους, ἀνατατικαῖς δὲ πρὸς Θεὸν χειραγωγίαις τῶν οἰκείων ἀγγέλων διενείματο, ἐκ τούτων δὲ πάντων τῶν ἐθνῶν μόνος ὁ Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως Κυρίου φωτοδοσίαν ἐπεστράφη. Ὃθεν ἡ θεία Γραφὴ, δηλοῦσα μὲν, ὅτι ἐπεκλήρωσεν ἑαυτὸν ὁ Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως Θεοῦ θεραπείαν· Ἐγενήθη μερὶς Κυρίου, φησίν. Ἐνδεικνυμένη δὲ πάλιν τὸ, καὶ αὐτὸν δὴ τὸν Ἰὰραὴλ ἐν ἴσῳ τοῖς λοιποῖς ἔθνεσιν ἑνί τινι τῶν ἀγγέλων ἀπονεμηθῆναι εἰς τὸ δι´ αὐτοῦ εἰς τὴν θεογνωσίαν ἀναχθῆναι, θέλοντος δηλαδὴ καὶ αὐτοῦ, τὸν Μ χαὴλ ἔφη ἡγεμόνα τοῦ τοιούτου λαοῦ· ἐκδιδάσκουσα ἐντεῦθεν ἡ Γραφὴ τὸ, μίαν εἰναι πρόνοιαν ἐπὶ πᾶσιν, ὑπερκειμένην καὶ ὁρατῶν καὶ ἀοράτων ἀπάντων, καὶ ὅτι πάντα τὰ καθ´ ἕκαστον ἔθνη ἵδιον ἐσχήκασιν ἄγ´ γελον, ἀνατείνοντα τοὺς ἑπομένους ἐθελουσίως κατὰ τὸ αὐτεξούσιον εἰς τὴν πάντων ἀρχὴν, τὸν Θεόν. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Ἑπανάληψις καὶ συναγωγὴ τῆς ἁγγελκῆς εἰΣυνῆκται τοίνυν ἡμῖν, ὡς ἡ μν πρεσβυτάτη τῶν περὶ Θεὸν νοῶν διακόσμησις, ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἱεραρχουμένη, τῷ ἐπ´ αὐτὴν ἀμέσως ἀνατείνεσθαι, κρυφιωτέρᾳ καὶ φανοτέρᾳἵ τῆς θεαρχίας φωτοδοσίᾳ καθαίρεται, καὶ φωτίζεται, καὶ τελεσιουργεῖται. Κρυφιωτέρᾳ μὲν, ὡς νοητοτέρα, καὶ μᾶλλον ἁπλωτικῇ καὶ ἐνοποιῷ· φανοτέρᾳ δὲ, ὡς πρωτοδότῳ καὶ πρωτοφανεῖ καὶ ὁλικωτέρᾳ, καὶ μᾶλον εἰ, αὐτην, ὡς διειδῆ, κεχυμένῃ. Πρὸς ταύτης δὲ πάλιν $0=3 $8=144 $9=1 καὶ πρὸς τῆς τρίτης ἡ καθ´ ἡμᾶς ἱεραρχία, κατὰ τὸν αὐτὸν τῆς εὐκόσμου ταξιαρχίας θεσμὸν, ἐν ἁρμονίᾳ θείᾳ καὶ ἀναλογίᾳ πρὸς τὴν ἁπάσης εὐκοσμίας ὑπερἀρχιον ἀρχὴν καὶ περάτωσιν ἰεραρχικῶς ἀνάγεται. Ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ ἄγγελοι τῶν πρὸαὐτῶν· οἱ μὲν πρεσβύτατοι, Θεοῦ τοῦ κινοῦντος ἀναλόγως δὲ οἱ λοιποὶ, τῶν ἐκ Θεοῦ κεκινημένων· τοσοῦτον γὰρ ἡ πάντων ὑπερούσιος ἀρμονία τῆς ἑκάστου τῶν λογικῶν τε καὶ νοερῶν ἱερᾶς εὐκοσμίας καὶ τεταγμένης ἀγωγῆς προενόησεν, ὅτι καὶ αὐτὴ τῶν ἱεραρχιῶν ἐκάστη τάξεις ἱεροπρεπεῖς ἔθετο, καὶ πᾶσαν ἱεραρχίαν ὁρῶμεν εἰς τὰς πρώτας, καὶ μέσας, καὶ τελευταίας δυνάμεις διῃρημένην. Ἀλλὰ καὶ αὐτὴν ἑκάστην, ἰδικῶς εἰπεῖν, διακόσμησιν ταῖς αὐταῖς ἐνθέοις ἀρμονίαις διέκρινε· διὸ καὶ αὐτοὺς τοὺς θειοτάτους σεραφὶμ οἱ θεολόγοι φασὶν ἕτερον πρὸς τὸν ἕτερον κεκραγέναι, σαφῶς ἐν τούτῳ, καθάπερ οἰμαι, δηλοῦντες, ὅτι τῶν θεολογικῶν γνώσεων οἱ πρῶτοι τοῖς δευτέροις μεταδιδόασι. Προσθείην δ´ ἂν καὶ τοῦτο οὐκ ἀπεικότως, ὅτι καὶ καθ´ αὐτὸν δι ἕκαστος οὐράνιός τε καὶ ἀνθρώπειος νοῦς ἰδικὰς ἔχει καὶ πρώτας καὶ μέσας καὶ τελευταίας τάξεις τε καὶ δυνάμεις, πρὸς τὰς εἰρημένας κτὸν τῆς ὑπεραγνοτάτης καθάρσεως, τοῦ ὑπερπλήρους φωτὸς, τῆς προτελείου τελειώσεως. Ἔστι γὰρ οὐδὲν αὐτοτελὶς, ἢ ἀπροσδεὲς καθόλου τελειότητος, εἱ μὴ τὸ ὄντως αὐτοτελὲς καὶ προτέλειον. $0=3 $8=146 $9=1 πρεσβυτάτηοὐ κατὰ χρόνον, ἀλλὰ κατὰ τάξιν πάντοως διακόσμησις τῶν περὶ Θεὸν καὶ κύκλῳ Θεοῦ όωνατὰ τό· Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· κἂν καἰ ὑπὲρ πᾶν πέρας καὶ ἄπειρον τὸ Θεῖόν ἐστιν ὧπὸ τῆς ἐλλάμψεως τῆς ἀρχηγοῦ καὶ αἰτίας ἁπάντων τῶν τελειώσεων, μυσταγωγουμένηδιὰ τὸ μὴ εἶναι ἑτέραν πρὸ αὐτῆς τάξιν, ἀλλ´ αὐτὴν ἀμέσως ἐπ´ αὐτὴν ἀνατείνεσθαι, ἑλκομένην οἷον ὑπὸ τοῦ αὐταγάθου καὶ φυσικῶς ἀγαθοῦ, οὗ καὶ πάντα ἐφίενται· τοῦτο γάρ ἐστι τὸ ἀνατείνεσθαι· οὐ γὰρ ἀφίησιν αὐτὴν ἠρεμεῖν, καὶ οἷον ἐπινυστάζειν, ἡ ἄῤῥητος ἐκείνη ἀκτὶς ἐπιλάμπουσα, καθαίρεται, καὶ φωτίζεται, καὶ τελεσιουργεῖται ἐν κρυφιωτέρᾳ καὶ φανοτέρᾳ θεία φωτοδοσίᾳ. Κἀντεῦθεν δῆλον, ὅτι ὑπὸ τῆς τάξεως ἔχουσι τὴν ἔλλαμψιν πλείονα. Εἰ γὰρ οὕτως ἐδημιουργήθη, ὥστε πρώτη εἶναι, οὔτε καθάρσεως, οὔτε φωτισμοῦ ἐδάετο, οὕτω πλασθεῖσα, ὥστε καὶ ἁξία εἶναι τῆς πρώτης τάξεως. Κρυφιωτέραν δὲ καὶ φανοτέραν τὴν αὐτὴν εἶπεν φωτοδοσίαν· ἃ δὴ καὶ ἐναντία πεοὶ τὸ αὐτὸ φαίνεταί πως εἶναι. Τὸ γὰρ κρύφιον οὐ φανόν· καὶ τὸ φανὸν οὐ κρύφιον, κατὰ τοῦτον τὸν τρόπον. Εἰ γὰρ καὶ ἐναντία εἰσὶ περὶ τὸ αὐτὸ, ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο νοοῦνται. Κρυφιωτέρα μὲν γὰρ πρὸς ἡμᾶς, ὡς νοητοτέρανοηταὶ γὰρ καὶ αἱ τῶν ὑποθεηκυιῶν τάξεων ἐλλάμψεις, νοητοτέρα δὲ ἡ τῆς πρώτης, καὶ ἡμῖν ἀγνωστοτέρα, διὰ τοῦτο καὶ ἀπλωτικὴς μὴ κατανοουμένη ἀπεντεῦθεν διά τινος τῶν ἡμετέρων καὶ χθαμαλῶν, ἃ δὴ καὶ συνθέσεις εἰσὶν ἀλλὰ καὶ ἑνοποιός. Ὅσῳ γὰρ τῆς ὕλης ἡμῶν ὁ νοῦς ἀποδιισταται, τοσοῦτον περὶ τὸ ἐν χωρεῖ, καὶ ἀῦλοτέρως, ὡς ἄν τις εἴποι, τοῦ νοητοῦ ἐπιδράττεται. Καὶ τί λέγω εἰς ταῦτα, ὅπου γε τῇ αἰσθήσει τοῦτο συμβαίνει εἰς τὰ αἰσθητὰ πράγματα; πόῤρωθεν γὰρ βλέποντές τι, οἰόμεθα ἢ ζῶον εἶναι, ἢ λίθον τυχὸν, ἢ δένδρον, ἢ ἄλλο τι· προσεγγίζοντες δὲ ζῶον μανθάνομεν, καὶ τοιόνδε ζῶον, ἄνθρωπον τυχὸν, καὶ τόνδε τὸν ἄνθρωπον. Καὶ τὰ παιδία πρότερον πάντας τοὺς ἄνδρας πατέρας καλεῖ, καὶ μητέρας τὰς γυναῖκας· ὕστερον δὲ ἐνοποιεῖται ἡ γνῶσις τούτων, καὶ γινώσκουσι τοὺς ἀληθεῖς πατέρας. Ειδες πῶς ἡ αἴσθησις ἐνοποιεῖται· τοῦτο καὶ ὁ νοῦς πάσχει τοῖς νοητοῖς ἐμβατεύων. Ἀλλ´ ἐντεῦθεν ὑπανακύπτει ἀπορία ἀναγκαία, πῶς ἡ μὲν αἴσθησις εἰς τὸ ἐγγύτερον μᾶλλον ἑνοποιεῖται, ὁ δὲ νοῦς εἰς τὸ ποῤῥώτερον, καὶ ὅ αὐτὸς λέγει κρύφιον; Καὶ ἔστιν εἰπεῖν, ὅτι κατ´ ἀλήθειαν ἐκεῖνο ἔχει ὁ νοῦς ἐγγύτερον, τὸ ἐπέκεινα πάσης ὁλικῆς συνθέσεως καὶ αἰσθήσεως· τοῦτο γάρ ἐστι καὶ προσῆκον τῷ νῷ καὶ ταῖς τοῦ νοῦ ἐνεργείαις. Νοῖ γὰρ ποῤῥώτερα τὰ αἰσθήσει ποσῶς ὑποπίπτοντα Κατὰ γοῦν ἀναλογίανπεὶ κρυφιωτέρα καὶ νοητοτέρα ἡ τῶν πρώτων ἔλλαμύις παρὰ τὰς τῶν δευτέρων ἐλλάμψεις μᾶλλον αὕτη ἑνοποιός ἐστι, καὶ οὕτω μὲν κρυφιωτέρα πρὸς ἡμᾶς καὶ τὸν ἡμέτερον νοῦν· φανοτέρα δὲ πάλιν, πρὸς αὐτὴν τὴν δεχομένην τὴν ἔλλαμψιν· πρωτόδοτος γὰρ καὶ πρωτιφανὴς καὶ ὀλικωτέρα μᾶλλον ἡ ἔλλαμψις ἡ εἰς αὐτὴν κεχυμένη. Εἰ δὲ ἡ αὐτὴ καὶ ὑπερπλήρης, ἀλλὰ $0=3 $8=147 $9=1 παρὰ τὸ τῶν ὑποδεχομένων ποσῶς παραλλάττον· ἀια τοῦτο γὰρ ἐτέθη, Καὶ ὡς διειδῆ, ἵνα δείξῃ, ὅτι τὸ τῶν ὑποκειμένων διάφορον, ἀλλοίαν τὴν ἔλλαμψιν τί. θησι. Παρὰ ταύτης δὲ πάλιν τῆς πρώτης τάξεως ἀναλόγως ἡ δευτέρα, καὶ παρὰ τῆς δευτέρας ἡ τρίτη, καὶ παρὰ τῆς τρίτης ἡ καθ´ ἡμᾶς αὕτη ἐεραρχία, ἣν οὐκ ἀνθρωπίνην φημὶε γὰρ ἱκαὶ αὕτη, καὶ θείας ἐλλάμψεις δέχεται·] ἀλλὰ τὴν καθ´ ἡμᾶς τοὺς ἀνθρώπους ἐνεργουμένην τῇ τοῦ Θεοῦ χάριτι. Τί δὲ παρὰ τῆς πρώτης ἡ δευτέρα, καὶ παρ´ αὐτῆς ἡ τρίτη, καὶ παρ´ ἐκείνης ἡ καθ´ ἡμᾶς λαμβανει; Πάντως ἱεραρχεῖται. Τὰ δὲ τῆς ἱεραρχίας καλὰ, τὴν κάθαρσιν, τὸν φωτισμὸν, τὴν τελείωσιν, ἑκάστη παρὰ Θεοῦ διὰ τῶν πρὸ ταύτης λαμβάνει. Τὸ γοῦν παρὰ τῆς πρώτης ἱεραρχεῖσθαι τὴν δευτέραν, ἀνάγεσθαι εἶπεν ἱεραρχικῶς πρὸς αὐτὴν τὴν ὑπεράρχιον ἀρχὴν, καὶ πάσης εὐκοσμίας περάτωσιν· πάντα γὰρ τὰ ἀγαθὰ περατοῖ καὶ ὁρίζει τὸ Θειον, ὅτι οὐδὲν ἀγαθὸν ἔξωθεν τοῦτό ἐστιν, ἢ λέγεται, οὐδ´ ἂν ἐννοηθείη ποτέ. Γνεται δὲ τοῦτο, κατὰ τὸν αὐτὸν θεσμὸν τῆς εὐκόσμου ταξιαρχίας· ὅτι εἰ καὶ διὰ τούτων ἀνάγονται, ἀλλὰ παρὰ τοῦ Θείου δέχονται τὰς ἐλλάμψεις, της ἀρχῆς καὶ αἰτίας πάσης τάξεως, μὴ μόνον τῆς πρώτης, ἀλλὸ καὶ τῆς δευτέρας, καὶ τῆς τρίτης, καὶ εἴ τις ἄλλη ἐστί. Τοῦτο γάρ ἐστι νόμος, ὡς ἄν τις εἴποι, τοῦ παραγωγέως ἀμετάθετός τε καὶ εὔκοσμος, τὸ τὰ πράγματα συντηρεῖν τε καὶ τελειοῦν ἀφ´ ἑαυτοῦ, εἰ καὶ διά τινων ἄλλων τὸ τοιοῦτον ἐπί τισι γίνεται. ΚἔΠ. Ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ αὐτοὶ οἱ ἄγγελοι, ἤγουν ἡ ἐσχάτη τάξις· παρακατιὼν γὰρ λέγεε περὶ αὐτῶν μόνων τῶν ἀγγέλων, νῦν δὲ περὶ τῶν τριῶν φησι τάξεων. Ἐκφαντορικοὶ γοῦν τῶν πρὸ αὐτῶν· ἐκφαίνουσι γὰρ τὸ διὰ τῶν πρὸ τούτων ἐκφανὲν πάλιν ἐκείνοις δι´ ἄλλων καὶ τούτοις δι´ ἄλλων λοιθ λημα τοῦ Θεοῦ. Καὶ οἱ μὲν πρῶτοι τῆ τάξει, ἐκφαντορικοι ιοῦ κινοῦντος τούτους Θεοῦ· οἱ δὲ μετ´ αὐτοὺς, οὓς λέγει καὶ λοιποὺςἤγουν ἡ δευτέρα τάξις τούτων δὴ τῶν ἐκ Θεοῦ κεκινημένων ἐκφαντορικοί. Ἔχεις τοιγαροῦν τὰς τρεῖς τάξεις τῶν οὐρανίων ἂυνάμεων. Τοσοῦτον ὀὲ ἐμέλησε τῷ ἀγαθῷ Θεῷ, τῇ ὑπερουσίῳ λέγω ἁρμονίᾳ καὶ τάξειρμοστὰς γὰρ, τοὺς ἄρχοντας οἱ Λακεδαιμόνιοι ἔλεγον, ὡς ἀρμόζον τας καὶ τάττοντας ἕκαστον· τῷ γοῦν ἐπὶ πάντων Θεῷ, τῷ μὴ ἁπλως ἁρμοστῆ, ἀλλὰ τῇ ὑπερουσίῳ αὐθαρμονίᾳ τοσοῦτον ἐμέλησε τῆς ἱερᾶς ἐκάστου τῶν οὐρανίων εὐκοσμίας, καθὼς ἔχουσι τάξεως, καὶ ἀναγωγῆς, καθὼς ἀνάγονται διὰ τῷν προτέρων τὰ ὕστερα· ὅτι καὶ μιᾷ ἑκάστῃ ἰεραρχίᾳ τρεῖς ἰερὰς τάξεις ἔθετο. Ἔχει γὰρ ἡ πρώτη θρόνους, χερουβὶμ, καὶ σεραφίμ· καὶ καθεξῆς αἱ ἄλλαι οὕτως εἰσὶ, καὶ διαιροῦνται εἰς πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις. Καὶ ἔτι νόει λεπτοτέραν τὴν εὐκοσμίαν αὐτῶν, ὅτι πάλιν μίαν ἑκάστην ἰδικῶς διακόσμησιν, καταχρηστικῶς εἶπε τὸ διακόσμησιν, ἣγουν ἐν ἕκαστον τάγμα τῆς μιᾶς τριαδικῆς τάξεως, ταῖς αὐταῖς διεχώρισεν ἀρμονίαις καὶ εὐκοπμίαις. Τοῦτο δὲ λέγει ὁ ἅγίος. λαμβανων τὴν ἀποδειξιν ἐκ τῆς τοὺ Ἡσαὶου $0=3 $8=148 $9=1 προφητείας· οἱ γὰρ θειότατοι σεραφὶμ ἕτερος πρὸς τὸν ἕτερον κράζει τὴν ἀκατάπαυστον ἐκείνην ὑμνολογίαν, δηλοῦντος ἐντεῦθεν τοῦ λόγου, ὅτι καὶ αὐτῶν τῶν θεολογικῶν γνώσεων οἱ πρῶτοι τοῖς δευτέροις μεταδιδόασι. Θεολογικὴν δὴ γνῶσιν τὸν τρισάγιον ὧμνον λέγει· καὶ γὰρ τὰς τρεῖς ἁγίας Ὑποστάσεις εἰς μίαν κυριότητα καὶ Θεότητα συνιούσας, κἀκεῖνοι ἔμαθον, καὶ ἡμεῖς δι´ ἐκείνων μανθάνομεν. Ι. Ἔτι προστίθησι καὶ λεπτοτέραν ἀπόδειξιν τῆς εὐτάκτου ἐπὶ πᾶσι καταστάσεως, καί φησιν, ὅτι καὶ καθ´ αὐτὸν ἕκαστος οὐράνιός τε καὶ ἀνθρώπινος, νοῦς ἰδικὰς ἔχει πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις πρὸς τὰς εἰρημένας ἀναγωγὰς καὶ ἐκφάνσεις· νόει δὲ τὴν κάθαρσιν τὸν φωτισμὸν, τὴν τελείωσιν· οὕτω γὰρ καὶ ἀναλόγως αἱ ἐλλάμψεις ἐκφαίνονται, καθ´ ἂς ἕκαστος ἐν μετουσίᾳ γίνεται κατὰ τὸ αὐτῷ θεμιτὸν καὶ ἐφικτόν. Ὅσον γὰρ ἀνήκει τῇ ἰδίᾳ ἐκάστου τάξει, τόσον καὶ ἐφικνεῖται τῆς καθάρσεως, τοῦ φωτισμοῦ, καὶ τῆς τελειώσεως, αὐτοῦ δὴ τοῦ ἀγαθοῦ Θεοῦ. Τέως δέ ἐστι καὶ ἡ κάθαρσις ὑπεραγνοτάτη, καὶ τὸ φῶς ὑπερπλῆρες, καὶ προτέλειος ἡ τελείωσις. Ἐπεὶ δὲ αἱ εὐθεῖαι ἐλλάμψεις ἄπειροι, κατὰ μίαν ἑκάστην ἔλλαμψιν ἕκαστος οὐράνιος νοῦς πρῶτον καθαίρεται, εἶτα φωτίζεται, ἔπειτα τελειοῦται. Οὐδὲν γὰρ ἀπεικὸς, εἰ ὁ κατά τι τέλειος, κατ´ ἄλλο καθαίρεται· καὶ εἰ ὁ κατά τι πεφωτισμένος, κατ´ αὐτὸ μὲν τελειοῦται, κατ´ ἄλλο δὲ πάλιν καθαρθεὶς φωτίζεται· οὐδὲν γὰρ αὐτοτελὲς ἡ ἀπροσδεὲς τελειότητος, εἰ μὴ τὸ ὄντως αὐτοτελὲς, τὸ ὄντως προτέλειον. Καὶ οὕτω Κμὲν ὁ οὐράνιος νοῦς ἰδικὰς ἔχει τὰς τρεῖς ταύτας τάξεις τε καὶ δυνάμεις. Πῶς δὲ καὶ ὁ ἀνθρώπειος νοῦς ταύτας ἔχει, πλὴν καὶ αὐτὸς εἰς τὴν κατὰ Θεὸν κίνησιν; οὐδὲ γὰρ περὶ τῶν κοσμικῶν κινήσεων ὁ λόγος ἐστὶν ἡμῖν. ἭἜδη λέγομεν, πᾶς νοῦς ἔχει οὐσίαν, καθ´ ἦν πρῶτόν ἐστιν· εἶτα καὶ δύναμιν, καθ´ ἣν διαρκεῖ· τελευταίαν δὲ ἐνέργειαν, καθ´ήν τὰ οἰκεῖα πράττων αὐσεβεῖ· ταῦτα καὶ ἐν τῷ ἐξῆς κεφαλαίῳ σαφηνίζει. Ἄλλως τε δὲ οὐδένα τῶν ἀνθρώπων ἴσμεν οὔτε προφήτην, οὔτε δίκαιον, μὴ δεηθέντα τῆς οἰκείας προφάσεως εἰς τὸ πλησιάσαι Θεῷ. Ὅρα γὰρ τί φησιν ὁ ἕως τρίτου σὐρανοῦ φθάσας· πωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Καὶ ταυτά εἰσιν ἡ πρώτη τάξις καὶ μέση· ὁ γὰρ ὑπωπιασμὸς τῆς σαρκὸς πρώτη, ἡ δὲ δουλαγωγία τῆς ἐμπαθοῦς ὀρέξεως, δευτέρα, τὸ δὲ δόκιμον, τελευταῖον καὶ τέλειον. Ἠ ὅτι ἐκ τῶν ἁπλουστέρων μυήσεων, ὅπερ γάλακτος ποτισμὸν ἐκάλεσεν ὁ Ἀπόστολος, περὶ τὰ μέσα, καὶ ἐκ τούτων πρὸς τὰ μείζονα, ἤγουν τὴν τῶν τελείων τροφὴν ἀναγόμεθα, ὃ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος δηλοῖ, λέγων πρὸς τοὺς ἀγίους ἀποστόλους. Πολλὰ ἔχωλέγειν ἡμῖν, ἀλλ´ οὐ δόνασθε βαστάζειν ἄρτι. Εἰ δὲ θέλεις, ὅρα καὶ τὴν παραδοχὴν τοῦ παναγίου Πνεύματος ἐν τοῖς ἀποστόλοις· ἐδόθη γὰρ τοῦτο, πρῶτον μὲν εἰς σημεῖα, δεύτερον δὲ δι´ ἐμφυσήσεως, καὶ τρίτον ἐν πυρίναις γλώσσαις, οὐσιωδῶς, ὡς ἂν εἴποι τις, κατὰ τὸν μέγαν $0=3 $8=149 $9=1 Θεολόγον Γρηγόριον. Τοῦτο δὲ ἡ τελείωσις. Ἔστι δὲ καὶ ἑτέρως τοῦτο νοῆσαι, καὶ πρώτην μὲν εἰπεῖν, τὴν πρὸς τὸ ὑπερκείμενον ἀνάτασιν μέσην δὲ, τὴν περὶ αὐτὸ στροφὴν καὶ συνέλιξιν· τελευταίαν δὲ, τὴν τὸ ὑποδεέστερον ἀνάγουσαν. Εἰ μὴ γὰρ ἀγαπήσας τις ὰναταθείη πρὸς τὰ θεῖα, οὐκ ἂν περὶ ἐκεῖνα στραΚφείη καὶ συνελιχθείη· εἰ δὲ μὴ τοῦτο, οὐκ ἂν ἀναχθείη. Εἰ μὴ γὰρ ἡ καρδία θερμανθείη ἐκ τῆς συνεχοῦς περὶ τὸ ἀγαπώμενον μελέτης καὶ στροφῆς καὶ ἑλίξεως, οὐκ ἂν ἐγκαυθείη τὸ τῆς ἀναγωγῆς καὶ τελειώσεως πῦρ, κατὰ τὸ, Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐγκαυθήσεται πῦρ· τοῦτο ἀρμόσαι ἂν καὶ ἐπὶ τοῦ οὐρανίου νοός. Τούτων δὲ διωρισμένων, ἐκεῖνο ἄξιον ἐννοῆσαι, δι´ ἠν αἰτίαν ἀπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς ἐπὶ τῶν ἀγγέλων, ὅτι πασῶν ἐστιν ἐσχάτη διακόσμησις, ἡ τῶν ἀγίων δυνάμεων, καὶ τῆς μὲν των ἐσχάτων ἀγιοπρεποῦς ἐλλάμψεως, αἱ τῶν ὑπερκειμένων οὐσιῶν διακοσμήσεις μετέχουσιν, αἱ τελευ παῖαι δὲ τῶν πρώτων οὐδαμῶς· καὶ τούτου χάριν, οὐράνιαι μὲν δυνάμεις, ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, σεραφὶμ δὲ, καὶ θρόνοι, καὶ κυριότητες, οὐδαμῶς· ἀμέθεκτοι γὰρ αἱ τελευταῖαι τῶν ὑπερτάτων εἰσὶν ὁλικῶν ἰδιοτήτων. Οἱ γὰρ ἄγγελοι καὶ πρὸ τῶν ἀγγέλων ἀρχάγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι μετὰ τὰς Δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι, κατὰ κοινοῦ πολλάκις ὑφ´ ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἀγίαις οὐσίαις, οὐράνιαι δυνάμεις ἀποκαλοῦνται. Φαμὲν δὲ, ὅτι κοινῶς ἐπὶ πάσαις κεχρημένοι τῇ τῶν οὐρανίων ἐπωνυμίᾳ δυνάμεων, οὐ σύγχυσίν τινα τῶν ἑκάστης διακοσμήσεως ἰδιοτήτων εἰσάγομεν· ἀλλ´ ἐπειδὴ εἰς τρία διήρηνται τῷ κατ´ αὐτοὺς ὑπερκοσμίῳ λόγῳ πάντες θεῖοι νόες, εἰς οὐσίαν, καὶ δύναμιν, καὶ ἐνέργειαν, ὅταν ἅπαντας, ἢ τινὰς αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας, ἢ οὐρανίας δυνάμεις $0=3 $8=150 $9=1 ἀποκαλοῦμενδ, αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὧν ὁ λόγος ἐμφαίνειν ἡμᾶς οἰητέον ἐκ τῆς καθ´ ἕκαστον αὐτῶν οὐσίας ἢ δυνάμεως· οὐδὲ γὰρ τὴν ὑπερκειμένην ἰδιότητα τῶν ἤδη καλῶς ἡμῖν διακεκριμένων ἀγίων δυνάμεων, καὶ, ταῖς ὑφειμέναις ὁλικῶς προσἀπτειν οὐσίαις, ἐπ´ ἀνατροπῇ τῆς ἀσυγχύτου τῶν ἀγγελικῶν διακόσμων ταξιαρχίας. Κατὰ γὰρ τὸν τολλάκις ἡμῖν ὀρθῶς ἀποδοθέντα λόγον, αἱ´ μὲν ὑπερβεβηκυῖαι διακοσμήσεις περισσῶς ἔχουσι καὶ τὰς τῶν ὑφειμένων ἱερὰς ἰδιότητας, αἱ δὲ τελευταῖαι τὰς τῶν πρεσβυτέρων ὑπερκειμένας ὁλότητας οὐκ ἔχουσι, μερικῶς εἰς αὐτὰς τῶν πρωτοφανων ἐλλάμψεων διὰ τῶν πρώτων ἀναλόγως αὐταῖς διαπορθμευομένων. $0=3 $8=151 $9=1 ΡΑΗΑΡΗΚΑΘ ΡΑΩΙΥΜΕΛ. ὁΙΤούτων δὲ διηυκρινημένων, ἐκεῖνο ἄξιον ἀπορῆσαι, τί δή ποτε ἁπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. Οὐ γὰρ ἔχει τις ἐκεῖνοεἰπεῖν, ὅτι ὥσπερ ἐπὶ τῶν ἀγγέλων ἐλέγομεν, ὅτι τὰ τῶν ἐσχάτων ἔχουσι τὰ ὑπερκείμενα ὀλικῶς, τὰ δὲ τελευταῖα τὰ τῶν ὑπερκειμένων οὐχ ὀλικῶς ἔχουσιν, εἰ καὶ μερικῶς, καὶ διὰτοῦτο, ὡς τελευταίων τῶν ἀγγέλων ὄντων, τὰ ὑπερκείμενα πάντα ἄγγελοι ἐκλήθησαν τῷ τῶν ὑποδεεστέρων ὀνόματι· οὕτως ἔχει καὶ ἐπὶ τῶν ἁγίων δυνάμεων, ὅτι ἐστὶ τυχὸν ἐσχάτη διακόσμησις ἡ τῶν ἀγίων δυνάμεων, καὶ διὰ τοῦτο ἅπαντες οἱ νόες τὰ τούτων ἔχουσιν ὀλικῶς, καὶ τῷ ὑποδεεστέρῳ ὀνόματι δυνάμεις ὀνομάζονται, σεραφὶμ δὲ, καὶ θρόνοι, καὶ κυριότητες οὐ λέγονται· αἱ γὰρ τελευταῖαι τῶν ὑπερτάτων ἰδιοτήτων, πλὴν ὁλικῶν, καὶ οὐκ ἐκ μέρους(τὸ γὰρ ἐκ μέρους ἔχουσιν, ὡς ὑπὸ μίαν ἀναγόμεναι κυριότητα ἀμέθεκτοί εἰσιν. Ὃ δὴ καὶ ἐν τῇ Ἐκκλησία ἕστιν εὑρεῖν, ὅτι καὶ ἡ καθ´ ἡμᾶς ἰεραρχία τὴν οὐρανίαν τάξιν μιμεῖται. Ὁ γὰρ $0=3 $8=152 $9=1 Ιερεὺς δύναται ποιεῖν ὅλα παρὰ τὰ τῶν ὑποδεεστέρων, ἤγουν διακόνων καὶ τῶν ἑξῆς· ὁ δὲ διάκονος τὰ τῶν ἱερέων οὐκ ἐπιτέτραπται ποιεῖν. Μὴ γοῦν διὰ τοῦτο οἰηθείη τις, ἁπάσας τὰς ἀγνελικὰς οὐσίας διλ. νάμεις λέγεσθαι, ὅτι τάχα αἱ δυνάμεις τάγμα τελευταῖόν ἐστιν· οἱ γὰρ ἄγγελοι, καὶ πρὸ τούτων οἱ ἀρχάγγελοι, καὶ αἱ ἀρχαὶ, καὶ ἔτι ἀπὸ τῆς δευτέρας τριάδος αἱ ἐξουσίαι, μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας. τάττονται· ἀλλ´ ὅμως κοινῶς καὶ ταῦτα τὰ ὑποκάτω τάγματα δυνάμεις καλοῦνται. ἔ Π. Λέγομεν τοίνυν, ὅτι, κοινῶς ἐπὶ πᾶσι κεχρημένοι τῷ τῆς δυνάμεως ὀνόματι, οὐ σύγχυσίν τινα ἑκάστου εἰσάγομεν τάγματος, ὡς φέρε εἰπεῖν, νῦν μὲν λέγεσθαι ἰδίως τὰς ἐν τῇ δευτέρᾳ τριάδι κατὰ τάξιν δευτερευούσας δυνάμεις, νῦν δὲ ἅπαντα τὰ οὐράνια τάγματα· ἀλλ´ ὁμώνυμόν ἐστιν ὄνομα αἱ δυνάμεις· λέγεται γὰρ οὔτω καὶ τὸ ἰδικὸν τάγμα, καὶ κοινῶς πάντα τὰ τάγματα, ὡς δύναμιν ἔχοντά τινα. Ἐπειδὴ τοίνυν εἰς τρία διήρηνται τῷ κατ´ αὐτοὺς ὑψηλῷ λόγῳτὰ γὰρ ὑψηλὰ ὑψηλῶς, καὶ τὰ ὑπερκόσμια ὑπερκοσμίως ὁφελουσι λέγεσθαι, διῄρηνται τοίνυν οἱ θεῖοι νόες εἰς οὐσίαν, εἰς δύναμιν, καὶ ἐνέργειαν, ὡς ἐν ὑποδείγματι, οὐσίαν. μὲν εἶναι τὴν τοῦ πυρὸς φύσιν, δύναμιν δὲ ταύτης τὸ φωτιστικὸν καὶ τὸ καυστικὰυ, ἐνέργειαν δὲ τὸ τῆς δυνάμεως ἀποτέλεσμα, οἷον τὸ φωτίζειν καὶ τὸ καίειν. Ἐπειδὴ ταῦτα καὶ καλοῦνται πολλάκις καὶ ἐκ τῆς οὐσίας, ὅτε λέγονται νόες ἣ πνεύματα· καλοῦνται καὶ ἀπὸ τῆς ἐνεργείας, ὧτε ἄγγελοι λέγονται· οὐκ ἀπεικότως καλοῦνται καὶ ἀπὸ τῆς δυνάμεως δυνάμεις. Ὅτε τοίνυν ἄπαντας ἢ τινὰς αὐτῶν, δίχα τινὸς παρατηρήσεως, οὐρανίας οὐσίας ἢ οὐρανίας δυνάμεις ἀποκαλοῦμεν, οἰητέον ἐμφαίνειν καὶ ἐκδεικνύειν ἡμᾶς αὐτοὺς τοὺς περὶ ὧν ὁ λόγος, κατά τινα περισσὴν φράσιν· ἀντὶ γὰρ τοῦ εἰπεῖν ἀγγέλους, λέγομεν οὐρανίας οὐσίας, ἢ οὐρανίας δυνάμεις, ἐκ τῆς κοινῆς αὐτῶν οὐσίας, ἢ καὶ δυνάμεως, τῆς καθ´ ἕκαστον ἐμφαινομένης αὐτῶν. Οὐ μὴν δὲ οἰητέον, προσάπτειν ἡμᾶς ταῖς ὑποβεβηκυίαις οὐσίαις τὴν ἰδιότητα τῶν καλῶς διακεκριμένων ἁγίων δυνάμεων( δὴ ἄγιαι δυνάμεις ὑπερκείμεναί εἰσι πρὸς τὰ ὑφειμένα. Τοῦτο γὰρ ἐμοὶ λόγος, ἵνα μὴ οἰηθείη τίς τι τοιοῦτον, ὅτι προσάπτομεν ταῖς ὑφειμέναις τὰ ὑπερκείμενα. Καὶ λύομεν ἐντεῦθεν τὴν περὶ τοῦ, πῶς κοινῶς τὰ οὐράνια τάγματα λέγονται ἄγγελοι, διδασκαλίαν. Περὶ δὲ τῶν ὑπερκειμένων καὶ αὐτὰς τὰς δυνάμεις, οὐδείς μοι λόγος, εἰ καὶ ταῦτα δυνάμεις καλοῦνται· αὐτὰ γὰρ ὡς ὑπερκείμενα τὰ προσόντα τοῖς ὑφειμένοις ὁλικῶς ἔχουσι, τὰ δὲ ὑφειμένα τὰ τῶν ὑπερκειμένων οὐχ ὀλικῶς ἔχουσιν, ἀλλὰ μερικῶς. Ὅθεν οὐκ ἀνατρέπομεν τὴν ἡμετέραν ὁπωσοὖν διδασκαλίαν· κατὰ γὰρ τὸν πολλάκις ἡμῖν ἀποδοθέντα λόγον περὶ αὐτῶν, αἱ μὲν ὑπερβεβηκυῖαι τὰς τῶν ὑφειμένων ἔχουσιν ἰδιότητας, ἀλλὰ περισσῶς, ὡς καὶ πλέον τι ἔχουσαι· αἱ δὲ τελευταῖαι τὰς τῶν ὑπερἄεβηκυιῶν ὁλότητας οὐδαμῶς, μερικῶς δὲ εἰς αὐτὰς αἱ πρωτοφανεῖς ἐλλάμψεις διὰ τῶν πρώτων ἀναλόγως τοῖς ὑποκειμένοις διαπορθμεύονται. Δοκεῖ δέ πως ἐνταῦθα λέγειν, ὅτι κατ´ ἀξίαν αἱ ἀγγελικαὶ διακοσμήσεις $0=3 $8=153 $9=1 δημιουργικῶς ἐτάχθησαν, οὐ σαφῶς δὲ τοῦτο παρἱστησιν· ἄνω γὰρ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ φανερῶς τὴν αὐτῶν ἔφεσιν καὶ τὴν νόησιν λέγει αἰτίας αὐτῶν εἶναι τῆς ὑπερτέρας αὐτῶν τάξεως, ἀμέλει καὶ καθαίρεσθαι καὶ φωτίζεσθαι, καὶ τελειοῦσθαι εἶπεν αὐτάς. Ἔστιν οὖν ἐπιχειρήσαντα εἰπεῖν εὐσεβῶς, ὅτι ὁ Θεὸς, προειδὼς αὐτῶν τὴν τῆς ἐφέσεως κίνησιν. καὶ τὰς αὐτῶν τάξεις ἀξίας αὐτῷν παρήγαγεν, ἐξ ὡν οὐκ ἂν εἴποι τις αὐτὰς δύνασθαι ἐκπεσεῖν, διὰ τὸ ἕξιν τινὰ κτήσασθαι πρὸς τὸ ἀγαθόν διὰ τῆς ἄγαν θελήσεως. Τοῦτό ἐστιν ἐκ τῶν τοῦ ἁγίου καὶ μεγάλου Μα ξίμου. Τοὺς δὲ ἀγγέλους, τουτέστι τοὺς τελευταίους διακόσμους, ἐνεδέχετο ἴσως καὶ ἐπὶ τὸ χεῖρον τραπῆ ναι· εἶπε γὰρ αὐτοὺς περικοσμίους· ἐξ ὧν οἶμαι καὶ τὸν διάβολόν ποτε εἶναι πρὸ τοῦ ἐκπεσεῖν. Καὶ εἴ τις τούτων τελειότερον οἶδεν, αἰτῶμαθεῖν. Τοῦτο δέ ἐστιν, οἶμαι, τοῦ πολλοῦ τὰ θεῖα καὶ σοφωτάτου Μαξίμου. Ζητεῖται δὲ καὶ τοῦτο τοῖς τῶν νοητῶν λογίων φιλοθεάμοσι· καὶ γὰρ ἀμέθεκταδ τῶν ὑπερτέρων ὁλοτήτων εἰσὶ τὰ τελευταῖα, δι´ ἣν αἰτίαν ὁκαθ´ ἡμᾶς ἰεράρχης ἄγγελος Κυρίου παντοκράτορος ὑπὸ τῶν λογίων?· ὡνόμασται; Ἔστι δὲ οὐκ ἐναντίος ὁ λόγος, ὡς οἶμαι, προδιωρισμένοις?. φαμὲν γὰρ, ὅτι τῆς ὁλικῆς καὶ ὑπερ κειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι· τῆς γὰρ μερικῆς καὶ ἀναλόγου μετέχουσι, κατὰ τὴν μίαν ἀπάντων ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. Οἴον, ἡ τῶν ἁγίων χερουβὶμ τάξις μετέχει σοφίας καὶ γνώσεως ὑψηλοτέρας, αἱ δὲ τῶν ὑπ´ αὐτοὺς οὐσιῶν διακοσμήσεις μετέχουσι μὲν καὶ αὐταὶδὲ σοφίας καὶ γνώσεως, μερικῆς δὲ ὅμως ὡς πρὸς ἐκείνους, καὶ ὑφειμένης. Καὶ τὸ μὲν ὅλως ἐν μετουσίᾳ σοφίας εἶναι καὶ γνώσεως κοινόν ἐστι πᾶσι τοῖς θεοειδέσι τῶν νοερῶν· τὸ δὲ προσεχῶς καὶ πρώπως $0=3 $8=154 $9=1 ἢ δευτέρως καὶ ὑφειμένως οὐκέτι ὅ κοινὸν, ἀλλ´ ὡς ἐκάστῳ πρὸς τῆς οἰκείας ἀναλογίας ὥρισται. Τοῦτο ξὲ καὶ περὶ πάντων τῶν θείων νοῶν οὐκ ἄν τις ἡμαρτημένως ὁρίσαιτο· καὶ γὰρ ὥσπερ οἱ πρῶτοι περισσῶς ἔχουσι τὰς τῶν ὑφειμένων ἀγιοπρεπεῖς ἰδιότητας, οὔτως ἔχουσιν οἱ τελευταῖοι τὰς τῶν προτέρων, οὐ μὴν ὁμοίως, ἀλλ´ ὑφειμένως. Οὐδὲν οὖν, ὡς οἶμαι, τὸ ἄτοπον, εἰ καὶ τὸν καθ´ ἡμᾶς ἱεράρχην, ἄγγελον ἡ θεολογία καλεῖ τὸν κατὰ δύναμιν οἰκείαν μετέχοντα τῆς τῶν ἀγγέλων ὑποφητικῆς ἰδιότητος, καὶ πρὸς τὴν ἐκφαντορικὴν αὐτῶν ὁμοίωσιν, ὡς ἐφικτὸν ἀνθρώποις. ἀνατεινόμενον. Εὐρήσεις δέ, ὅτι καὶ θεοὺς ἡ θεολογία καλεῖ τάς τε οὐρανίας καὶ ὑπὲρ ἡμᾶς οὐσίας, καὶ τοὺς παρ´ ἡμῶνξΡ φιλοθεωτάτους καὶ ἱεροὺς ἄνδρας, καί τοι τῆς θεαρχικῆς κρυφιότητος ὑπερουσίως ἁπάντων ἐξῃρημένης τε καὶ ὑπεριδρυμένης, καὶ μηδενὸς αὐτῇ τῶν ὄντων ἐμφεροῦς ὀνομάζεσθαι κυρίως καὶ ὁλικῶς δυναμένου· πλὴν ὅσα τῶν νοερῶν τε καὶ λογικῶν πρὸς τὴν ἕνωσιν αὐτῆς, ὅση δύναμις, ὀλικῶς ἐπέστραπται, καὶ πρὸς τὰς θείας αὐτῆς ἐλλάμψεις, ὡς ἐφικτὸν, ἀκαταλήκτως ἀνατείνεται, τῇ κατὰ δύναμιν, εἰ θέμις εἰπεῖν, θεομιμησίᾳ, καὶ τῆς θεῖκῆςδ ὁμωνυμίας ἠξίωσαι $0=3 $8=155 $9=1 Εὑρίσκει ὁ ἅγιος παρὰ τῷ θεοληπτικωτάτω Μαλαχίᾳ, τὸν καθ´ ἡμᾶς ἰεράρχην ἄγγελον Κυρίου ἀνομαζόμενον, Ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστι, λέγοντι. Ἐπεὶ τοίνυν ἁπέδειξεν ὅτι δικαίως τῷ τῶν ὑποδεεστέρων ὀνόματι οἱ ὑπερκείμενοι ὀνομάζονται, ἔκ τε τοῦ δεῖξαι πῶς ἄπαντα τὰ οὐράνια κατὰ κοινοῦ ἄγγελοι λέγονται, ἐκ τοῦ λῦσαι τήν τινων ὑπόληψιν περὶ τῶν οὐρανίων δυνάμεων, ὅτι κατά τινα ἐτέραν ὁμώνυμον δύναμιν, καθ´ ἣν δύνανται, δυνάμεις πάντα τὰ τάγματα λέγονται, καὶ τὰ ὑπερκείμενα καὶ τὰ ὑποβεβηκότα· ζητεῖ ἐνταῦθα καὶ πῶς ὁ καθ´ ἡμᾶς ἱεράρχης, ἔσχατος ὢν τῶν οὐρανίων ἀπάντων ταγμάτων, τῷ τοῦ ὑπερκειμένου ὀνόματι ὀνομάζεται, καὶ καλεῖται ἄγγελος. Ζητεῖται τοίνυν τοῦτο τοῖς φιλοθεάμοσι τῶν ἱερῶν λογίων, τῶν περὶ τῶν νοητῶν λεγόντων, ὥσπερ ἐν τῷ ιδ´ κεφαλαίῳ νοςρὰν ἐπιστασίαν φησί, τὴν περὶ τῶν νοερῶν ἐπιστασίαν. Διὰ τί δὲ ἐνταῦθα νοητὰ λόγια λέγει, ἐκεῖσε δὲ, τὴν ἑπιστασίαν νοεράν; ὅτι εἰ καὶ περὶ τῶν νοερῶν τὰ λόγιά εἰσιν ἀλλ´ οὐ καλῶς κληθεῖεν ἂν νοερά· οὐ γὰρ νόες εἰσὶ, καὶ τῷ νῷ διοικοῦνται τὰλόγια. Τὴν δὲ περὶ τῶν ἀγγέλων ἐπιστασίαν, νοεράν φησιν, ὅτι καὶ περὶ νοερῶν ἐφιστᾷ, καὶ ὁ ἐφιστῶν νοῦς, νοερός ἐστι. Ζητεῖται τοίνυν τοῖς φιλοθεάμοσι τῶν λογίων, τοῖς ζητοῦσι πάντως καὶ τὰ τοῦ φαινομένου βαθύτερα· θεαταὶ γάρ εἰσιν οἱ μόνον τὸ παρεμπῖπτον βλέποντες, φιλοθεάμο νες δὲ οἱ ἀγαπητικῶς περὶ τὴν θέαν ἔχοντες, καὶ μαΒεῖν καὶ πλέον τι ἐφιέμενοι. Καὶ ἡ ζήτησις ἤδε· Εἰ γὰρ ἀμέθεκτα τῶν ὑπερτέρων καὶ ὁλικωτέρων ἰδιοτήτων τὰ τελευταῖά εἰσι, διὰ τί ἄγγελος Κυρίου ὁ $0=3 $8=156 $9=1 Ἀύτι τοίνυν ἐντεῦθεν τὸ ζήτημα, καὶ λέγει· Οὐκ ἀναντίον ἐστὶ τοῦτο τοῖς προδιωρισμένοις, καθὼς ἄρα κατασκευάσει. φαμὲν γὰρ, ὅτι τῆς ὁλικῆς ἰδιότητος τῶν ὑπερτέρων τὰ τελευταῖα ἀποδέουσι, τῆς δὲ μερικς μετέχουσιν, ὡς ἀναλόγου ταῖς δυνάμεσιν αὐτῶν· διότι ὑπὸ μίαν δεσποτείαν εἰσὶν ἅπαντα, καὶ καθ´ ἡν καὶ ἐναρμόζονται καὶ συνδέονται. Οἷον ἐπὶ παραδείγματος, τὰ χερουβὶμ μετέχει σοφίας ὑψηλοτέρας καὶ γνώσεως, αἱ δὲ ὑποβεβηκυίαι μετέχουσι καὶ αὐταὶ σοφίας καὶ γκώσεως, μερικῆς δὲ πρὸς ἐκεῖνα. Καὶ τὸ μὲν ὅλως ἐν μετουσίᾳ ταύτης εἶναι κοινόν ἐστι καὶ τοῖς χερουβὶμ καὶ τοῖς ἄλλοις· τὸ δὲ πρώτως καὶ προσεχῶς, ἢ πάλιν δευτέρως καὶ ὑφειμένως, οὐκέτι κοινὸν, ἀλλὰ καθὼς ἂν ἑκάστῳ παρὰ τῆς οἰκείας ἀναλογίας ὥρισται. Ὢρισται δὲ εἶπεν, οὐ δηλῶν εἰμαρμένην τινὰ καὶ ἀπαράβατον ἀνάγκην, ὡς εἰώθασιν οἱ πολλοὶ λέγειν· ἀλλὰ περιφρισμένην τινὰ ἀναλογίαν δυνάμεως, τοῦ νοῦ τυχὸν, ὑπὲρ ἣν νοῆσαι οὐ χρή. Τοῦτο δὲ τὸ λεγόμενον περὶ τῶν χερουβιμ καὶ τῶν vποκειμένων αὐτοῖς οὐκ ἄν τις ἡμαρτημένως εἴποι καὶ περὶ τῶν ἄλλων. Καὶ γὰρ ὥσπερ οἱ πρῶτοι πληρεστάτως ἔχουσι τὰ τῶν ὑφειμένων οὗτως οἱ τελευταῖοι τὰ τῶν προτέρων, πλὴν οὐχ ὄμοίως, ἀλλ´ ὑφειμένως. Ὀδὲν οὖν, ὡς οἷμαι, τὸ ἄτοπον, εἰ καὶ ὁ καθ´ ἡμᾶς ἑεράρχης ἄγγελος λέγοιτο, διὸνι κατὰ δύναμιν οἰκείαν Κμετέχει τῆς τῶν ἀγγέλων ἰδιότητος, ἥτις ἐστὶν ὑποφητικὴ τῶν θείων, ἐν ὦ διαπράττεται, καὶ διότι ἀνατείνεται, ὡς ἐφικτὸν δὲ ἀνθρώποις, καὶ οὐ κατὰ τοὺς ἁγγέλους πρὸς τὴν ἐκφαντορικὴν ὁμοίωσιν τῶν ἀγγλων. Ὡς γὰρ οἱ ἄγγελοι ἐκφαίνουσι τὸ θεῖον βούλημα, οὔτω καὶ οὶ ἱεράρχαι διὰ τῆς διδασάαλίας αὐτῶν. Εἰ δὲ καὶ διὰ τῆς πράξεως κατὰ τό· Ὅσα ἐπρίησαν, καὶ ὅσα ἐδίδαξαν, τοῦτο κρεῖττον καὶ τέλειον. i. Εὔρήσεις δὲ καὶ ἄλλο κοινὸν ὄνομα ὑπερύψηλον ἔχοντας τούς τε ἀγγέλους καὶ τοὺς φιλοθεωτάτους ἀνθρώπους ἀπὸ τοῦ ἀσυγκρίτως ὑπερβεβηκότος αὐτοὺς Θεοῦ· ἡ γὰρ θεαρχικὴ κρυφιότης ὑπερουσίως ἀπάντων ἐξῄρηται, καὶ ὑπερίδρυται, καὶ οὐκ ἔστι τοιαύτη, ὡς δύνασθαί τι τῶν κτισμάτων ἐμφερές εἶναι, καὶ ὁλικῶς ἐξ ἐκείνης ὀνομάζεσθαι, καθὼς ἡ ὑπόθεσις ἔχει, ὅτι ἀπὸ τῶν ὑποβεβηκότων ὀνομάζονται. Τί δὲ τὸ ὄνομα; Ἐγὼ εἶκα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου κάντες· τοῦτο περὶ τῶν ἀνθρώπων. Καὶ πάλιν καὶ περὶ τῶν ἀγγελων, καὶ περὶ τῶν ἀνθρώπων· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεῶν βεοὺς διακρινεῖ. Τί φήσομεν περὶ τούτου, εἰ μὴ ὅτι ὅσα τῶν νοερῶν πάντων ἀγγέλων καὶ λογικῶν ἀνθρώπων πρὸς τὴν ἕνωσιν αὐτῆς ἐπέστραπται ὁλικῶς, Ἄγακήσεις γὰρ τὸ ν Θεὸν, φησὶ τὰ τοῦ νόμου, ἐξ ἄλης τῆς νυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ πρὸς τὰς θείας αὐτῆς ἐλλάμψεις, πλὴν ὅσον ἐστὶν ἐφικτὸν, ἀνατείνονται· ἀλλὰ καὶ ἀκαταλήκτως, ἵνα μή πως τὸ ἀγαθὸν μεσολαβηθείη τῷ ἐναντίῳ; πέρας γὰρ ἀρετῆς ΡΑπΚοὲ. Ο. Πi. $0=3 $8=157 $9=1 ἡ κακία κατὰ τό Πάσης συντελεῖας εἰδον πέρας, κλατεῖα ἡ ἐντολή σου σφόδρα. Τὰ τοιαῦτα καὶ τῆς θεῖκῆς ἀξιοῦνται ὁμωνυμίας τῇ κατὰ δύναμιν, εἰ θέμις εἰπεῖν, θεομιμησίᾳ· ἐν τῷ μεμεῖσθαι γὰρ τὸν Θεὸν, ὡς ἐφικτὸν ἀνθρώπῳ, καὶ τῆς θεωνυμίας ἀξιοῦνται. Ἀγε δὴ καὶ τοῦτο κατὰ δύναμιν ἐπισκοπήσωμεν, ὅτου ἕνεκα πρὸς ἕνα τῶν θεολόγων ὁ σεραφὶμ ἀποστέλλεσθαι λέγεται· καὶ γὰρ ἀπορήσειέ τις ὅτι μὴ τῶν ὑφειμένων τις ἀγγέλων, ἀλλ´ αυτὸς ὁ ταῖς πρεσβυτάταις οὐσίαις ἐνάριθμος ἀποκαθαίρει τὸν ὑποφήτην. Τινὸς μὲν οὖν φασιν, ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νοῶν κοινωνίας ὅρον οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νοῶν ὀνομάζει τὸ λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθεναι, τινὰ δας τῶν ἡμῖν ἐφεστηκότων ἀγγέλων, ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως, τῇ τῶν σεραφίμ ὁμωνυμίσ κληθῆναι, διὰ τὴν πρηστήριον τῶν εἰρημένων ἀμαρτιῶν ἀναίρεσιν, καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν· καὶ τὸ λόγιον ἕνα τῶν σεραφὶμ ἀἁπλῶς εἰρηκέναι φασὶν, οὐ τῶν παρὶ Θεὸν ἰδρυμένων, ἀλλὰ τῶν ἡμῖν ἐφεστηκυιῶν καθαρτικῶν δυνάμεων. Ἐτερος δὲ οὐ σφόδρα ἄτοπον παρέσχετό μοί τινα τὴν ἀπολογίαν ὑπὲρ τῆς παρούσης ἐνστάσεως· ἔφη γὰρ, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἰερουργίαν ὁ μέγας ἐκεῖνοςστις ποτὲ ἦν ὁ τὴν ὅρασιν διαπλάσας Κγγελος, εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον, ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν ἐπὶ τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκε. Καὶ μήποτε ἄρα οὗτος ὁ λόγος ἀληθεύεται· Ἔλεγε γὰρ ὁ τοῦτο φήσας, ὡς ἡ θεαρχικὴ δύναμις $0=3 $8=158 $9=1 ἐπὶ πάντα φοιτῶσα χωρεῖ, καὶ διὰ πάντων ἀσχέτως δήκει, καὶ πᾶσιν αὖθίς ἐστιν ἀφανὴς, οὐ μόνον ὡς πάντων ὑπερουσίως ἐξῃρημένη, ἀλλὰ καὶ ὡς κρυφίως ἐπὶ πάντας διεῖοα τὰς προιοητικὰς αὐτῆς ἐνεργείας, ἀλλὰ μὴν καὶ πᾶσι τοῖς νοεροῖς ἀναλόγως ἐπιφαίναται, καὶ τὴν οἰκείαν φωτοδοσίαν ἐγχειρίζουσα ταῖς πρεσβυτάταις οὐσίαις, δι´ αὐτῶν ὡς πρώτων εἰς, τὰς υποβεβηκυίας αὐτὴ εὐκόσμως διαδίδωσι, κατὰ τὴν ἑκάστης διακοσμήσεως θεοπτικὴν συμμετρίαν· ἡ ἵνᾳ σαφέστερον εἴπω, καὶ δι´ οἰκείων παραδειγμάτων, καὶ ἀποδεόντων Θεοῦ τοῦ πάντων ἐξῃρημέχου, πλὴν ἡμῖν ἐμφανεστέρων ἡ τῆς ἡλιακῆς ἀκτῖνος διάδοσις εἰς πρώτην ὕλην εὐδιαδότως χωρεῖ, τὴν πασῶν διειδεστέραν, καὶ δι´ αὐτῆς ἐμφανέστερον ἀναλάμπει τὰς οἰνείας μαρμαρυγάς· προσβάλλουσα δὲ ταῖς παχυτέραις ὕλαις, ἀμυδροτέραν ἔχει τὴν δεαδοτικὴν ἑπιφάνειαν, ἐκ τῆς τῶν φωτιζομένων ὑλῶν πρὸς φωτοδοσίαν ὅιαπορθμευτικὴν ἕξιν ἀνεπιτηδειότητος, καὶ κατὰ σμικρὸν ἐκ τούτου πρὸς τὸ τελείως σχεδὸν ἀδιάδοτον συστέλλεται. Πάλιν ἡ πυρὸς θερμότης μᾶλλον ἑαυτὴν διαδίδωσιν εἰς τὰ δεκτικώτερα, καὶ πρὸς τὴν αὐτῆς ἀφομοίωσιν εὔεικτα καὶ ἀνάγωγα· πρὸς δὲ τὰς ἀντιτυπεῖς ἐναντίας· οὐσίας ἢ οὐδὲν ἢ ἀμυδρόν τι τῆς ἐκπυρωτικῆς ἐνεργείας ἱννος ἀναφαίνεται· καὶ τὸ τούτου γε πλεῖον, ὅτι ταῖς συγγενέσι διὰ τῶν οἰκείως πρὸς αὐτὴν ἐχόντων προσβάλλει, πρῶτον, εἰ τύχοι πυρώδη ποιοῦσα τὰ πρὸς ἐκπύρωσιν εὐαλλοίωτα, καὶ δι´ αὐτῶν ἢ ὕδωρ, ἢ ἕτερόν τι τῶν οὐκ εὐκόλως ἐκπυρουμένων ἀναλόγως θερμαίνουσα, Κατὰ τὸν αὐτὸν οὖν τῆς φυσικῆς εὐταξἰας λόγον ὑπερφυῶς ἡ πάσης εὐκοσμίας ὁρατῆς καὶ ἀοράτου ταξιαρχία τὴν τῆς οἰκείας φωτοδοσίας λαμπρότητα πρωτοφανῶς ἐν πανολβίαις χύσεσι ταῖς ὑπερτάταις οὐσίαις ἀναφαίνει, καὶ διὰ τούτων αἱ μετ´ αὐτὰς οὐσίαι τῆς θείας ἀκτῖνος μετέχουσιν. Αὐται γὰρ, ἐπιγνοῦσαι πρῶται Θεὸν, καὶ θείας ἀρετῆς ὑπερκειμένως ἐφιέμεναι, καὶ πρωτουργοὶ γενέσθαι τῆς, ὡς ἐφικτὸν, θεομιμήτου δυνάμεως καὶ ἐνεργείας ἠξίωνται, καὶ τὰς μετ´ αὐτὰς οὐσίας αὐταὶ· πρὸς τὸ ἐφάμιλλον, ὅση δύναμις, ἀγαθοειδῶς ἀνατείνουσιν, ἀφθόνως αὐταῖς μεταδιδοῦσαι τῆς εἰς αὐτὰς ἐπιφοιτησάσης αἴγλης, καὶ αὖθις ἐκεῖναι ταῖς ὑφειμέναις· καὶ καθ´ ἑκάστην ἡ πρώτη τῇ μετ´ αὐτὴν μεταδίδωσι τοῦ δωρουμένου, καὶ εἰς πάσας ἀναλόγως· προνοίᾳ ζιαφοιτῶντος θείου φωτός. Ἔστιν οὖν· ἅπασι τοῖς φωτιζομένοις ἀρχὴ τοῦ φωτίζεσθαι Θεὸς μὲν φύσει, καὶ ὄντως, καὶ κυρίως, ὡς φωτὸς οὐσία, καὶ αὐτοῦ οῦ εἶναι καὶ ὁρᾷν αἴτιος· θέσει δὲ καὶ θεομιμήπως ἡ κατὰ μέρος ὑπερκειμένη τῇ μετ´ αὐτὴν ἐκάστῃ, τῷ τὰ θεῖα φῶτα ὃι´ αὐτῆς εἰς ἐκείνην ἐπογετεύεσθαι. Τὴν οὖν ὑπερτάτην τῶν οὐρανίων νοῶν διακόσμησιν αἱ τῶν λοιπῶν ἀπάντων ἀγγέλων οὐσίαι κατὰ τὸ εἰκὸς μετὰ Θεὸν ἀρχὴν ἡγοῦνται πάσης $0=3 $8=159 $9=1 ἰεμᾶς θεογνωσίας τε καὶ θεομιμησίας, ὡς δι´ ἐκείνων εἰς πάσας καὶ εἰς ἡμᾶς τῆς θεαρχικῆς ἐλλάμψεως διαδιδομένης· διὸ καὶ πᾶσαν ἱερὰν καὶ θεομίμητον ἐνέργειαν ἐπὶ Θεὸν μὲν ὡς αἴτιον ἀναφέρουσιν, ἐπὶ δὲ τοὺς πρὼτους θεοειδεῖς νόας ὡς πρωτουργοὺς τῶν θείων καὶ διδασκάλους. Οὐκοῦν ἡ πρώτη τῶν ἁγίων ἀγγέλων διακόσμησις μᾶλλον ἀπασῶν ἔχει τὴν ἐμπύριον ἱδιότητα, καὶ τὴν κεχυμένην τῆς θεαρχικῆς σοφίας μετάδοσιν, καὶ τὸ γνωστικὸν τῆς ὑπερτάτης τῶν θείων ἐλλάμψεων ἐπιστήμης, καὶ τὴν θρονίαν ἰδιότητα τὴν ἀναπεπταμένην θεοδοχίαν ἐμφαίνουσαναἱ δὲ τῶν ὑφειμένων οὐσιῶν διακοσμήσεις της ἐμπ-ρίου, τῆς σοφῆς, τῆς γνωστικῆς, τῆς θεοδόχου δυνάμεως μετέχουσι μὲν, ὑφειμένως δὲ, καὶ πρὸς τὰς πρώτας ὁρῶσαι, καὶ δι´ αἰτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τὰς εἰρημένας οὖν ἁγίας ἰδιότητας, ὧν ἐν μετουσίᾳ διὰ τῶν πρώτων αἱ μετὰ αὐτὰς οὐσίαε γεγόνασιν, αὐταῖς ἐκείναις μετὰ Θεὸν ὡς ἱεράρχαις ἀνατιθέασιν. Ἔλεγεν οὖν ὁ ταῦτα φήσας, τὴν μὲν ὅρασιν ἐκεξνην ὑποδειχθῆναι τῷ θεολόγῳ δι´ ἑνὸς τῶν ἐπιστατούντων ἡμῖν ἁγίων καὶ μακαρίων ἀγγέλων, καὶ πρὸς τῆς φωτιστικῆς αὐτοῦ χειραγωγίας ἐπὶ τὴν νοερὰνδ ἐκείνην θεωρίαν ἀνατεθῆναι, καθ´ ἣν ἐώρα τὰς ὑπερτάτας οὐσίαςς ἐν συμβόλοις εἰπεῖν ὑπὸ Θεὸν καὶ μετὰ Θεοῦ· καὶ περὶ Θεὸν ἱδρυμένας, καὶ τὴν ἀπάι. των καὶ αὐτῶν ὑπεραῤῥήτως ἐξῃρημένην ὑπεράρχιον ἀκρότητα ἐν μέσῳ τῶν ὑπερβεβηκυιῶνἰ δυνάμεων ὑπεριδρυμένην. Ἐμάνθανεν οὐν τοῖς ὁρωμένοις ὁ θεολόγος, ὅτι κατὰ πᾶσαν ὑπερούσιον ὑπεροχὴν ἀσυγκρίτως ὑπερίδρυτο τὸ Θεῖον, ἁπάσης ὁρατῆς καὶ ἀοράτου δυνάμεως, καὶ μὴν ὅτι πάντων ἐστὶν ἀξῃρημένον ὡς καθόλου, μηδὲ ταῖς πρώταις τῶν ὄντων οὐσίαις ἐμφερές· προσέτι καὶ τὸ πάντων αὐτὸ ἀρχὴν καὶ αἰτίαν οὐσιοποιὸν εἶναι, καὶ τῆς τῶν ὄντων ὀδιαλύτου μονῆς ἀναλλοίωτον ἴδρυσιν, ὑφ´ ἦς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι, καὶ αὐταῖς ταῖς ὑπερβεβηκυίαις ἐστὶ δυνάμεσιν· εἶτα τὰς αὐτῶν τῶν ἁγμωτάτων σεραφὶμ ἐμυεῖτο θεοειδεῖς δυνάμεις, τῆς μὲν ἱερᾶς αὐτῶν ἐπωνυμίας τὸ ἐμπύριον σημαινούσης, περὶ οὗ μικρὸν ὕστερον ἡμεῖς ἐροῦμεν, ὡς ἡμεν ἑφικτὸν ὑφηγήσασθαι τὰς ἐπὶ τὸ θεοειδὲς τῆς ἐμπυρίου δυνάμεως ἀναγωγάς. Τῆς δὲ τῶν πτερῶν ἐξαπλῆς ἱεροπλαστίας τὴν ἐπὶ τὸ Θεῖον ἐν πρώταις, ἐν μέσαις, ἐν τελευταίαις νοήσεσιν ἀπόλυτον καὶ ὑπερτάτην ἀνάστασιν, ἀλλὰ καὶ τὸ ἀπειρόπουν αὐτῶν $0=3 $8=160 $9=1 αὶ πολυπρόσωπον ὁρῶν ὁ ἱερὸς θεολόγος, καὶ τὸ τοῖς πτεροῖς ἀποδιαστέλλεσθαι τὴν ὑπὸ τοὺς πόδας καὶ τὴν ὑπὲρ τὰ πρόσωπα θεωρίαν, καὶ τὴν ἐν τοῖς μέσοις πτεροῖς ἀεικινησίαν, πρὸς τὴν νοητὴν τῶν όρωμένων ἀνήγετο γνῶσιν, ἐκφαινομένης αὐτῷ τῆς τῶν ὑπερτάτων νοῶν πολυπόρου καὶ πολυθεάμονος δυνάμεως, καὶ τῆς ἱερᾶς αὐτῶν εὐλαβείας, ἣν ἔχουσιν ὑπερκοσμίως εἰς τὴν τῶν ὑψηλοτέρων καὶ βαθυτέρων αὐθάδη καὶ θρασεῖαν καὶ ἀνέφικτον ἔρευναν, καὶ τῆς ἐν συμμετρία τῶν θεομιμήτων ἐνεργειῶν ἀκαταλήκτου καὶ ὑψιπετοῦς ἀεικινησίας. Ἀλλὰ καὶ τὴν θεαρχικὴν ἐκείνην καὶ πολυτίμητον ὑμνῳδίαν ἀμυσταγωγεῖτο, τοῦ τυποῦντος τὴν ὅρασιν ἀγχέλου κατὰ δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας. Ἐὰίδασκεν οὖν αὐτὸν καὶ τοῦτο, ὅτι κάθαρσίς ἐστι τοῖς ὀπωσοῦν καθαροῖς ἡ τῆς θεαρχικῆς διαυγείας ἁγνότητος ὡς ἐφικτὸν μετουσία. Αὕτὴ ἶὲ·, πρὸς αὐτῆς θεαρχίας ἐξῃρημέναις αἰτίαις εἰς πάντας τοὺς ἱεροὺς νόας ὑπερουσίῳ κρυφιότητι τελετουργουμένη ταῖς περὶ αὐτὴν ὡς ὑπερτάταις δυνάμεσιν, ἐκφανεστέρα πώς ἐστι καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν· ἐπὶ δὲ τῶν δευτέρων ἣ τῶν ἐσχάτων ἡμῶν νοερῶνἰ δυνάμεων, ὡς αὐτῆς ἑκάστη κατὰ τὸ θεοειδὲς διέστηκεν, οὕτω τὴν φανὴν αὐτῆς ἔλλαμψιν συνάγει πρὸς τὸ τῆς οἰκείας κριφιότητος ἑνιαῖον ἄγνωστον. Ἐλλάμπει δὲ τοῖς καθ ἑκαστον δευτέρωις διὰ τῶν πρώτων, καὶ, εἰ δεῖ συντόμως εἰπεῖν, πρώτως ἐκ τοῦ κρυφίου πρὸς τὸ ἐμφανὲς ἄγεται διὰ τῶν πρώτων δυνάμεαν. Τοῦτο γοῦν ὁ θεολόγος ἐδιδάσκετο πρὸς τοῦ φωταγωγοῦντος αὐτὸν ἀγγέλου, τὸ τὴν κάθαρσιν καὶ πάσας τὰς θεαρχικὰς ἐνεργείας, διὰ τῶν πρώτων οὐσιῶν ἀναλαμπούσας, εἰς πάσας τὰς λοιπὰς διαδίδοσθαι κατὰ τὴν ἑκάστης πρὸς τὰς θεουργικὰς μετουσίας ἀναλογίαν· διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς σεραφὶμ εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν. Οὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν λέγεται τὸν θεολόγον ὁ σεραφίμ. Ὡς γὰρι ὁ Θεὸς καθαίρει πάντας τῷ πάσμς καθάρσεως εἶναι αἰτίας, μᾶλον δὲπαραπλησίῳ γὰρ χρήσομαι παραδείγματι, καθάπερ ὁ καθ´ ἡμᾶς ἰεράρχης διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἢ φωτίζων, αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν τῶν δι´ αὐτοῦ καθιερωμένων τάξεων ἐπ´ αὐτὸν ἀνατιθεισῶν τὰς οἱκείας ἰερὰς ἐνεργείας· οὕτω καὶ τὴν οἰκείαν καθαρτιικὴν ἐπιστήμην καὶ δύναμιν ὁ τὴν κάθαρσιν τοῦ θεολόγου τελετουργῶν ἄγγελος, ἐπὶ Θεὸν μὲν ὡς αἴτιον, ἐπὶ δὲ τῶν σεραφὶμ ὡς πρωτουργὸν ἐεράρχην, ἀνατίθησιν· ὡς ἄν τις φαίη, μετ´ εὐλαβείας, ἀγγελικῆς τὸν ὑπ´ αὐτοῦ καθαιρόμενον ἐκδιδάσκων· Ὅτι τῆς εἰς σὲ πρὸς ἑμοῦ τελετουργουμένης καθάροεως ἀρχὴ μέν ἐστιν ἐξῃρημένη, καὶ οὐσία, καὶ ὅημισυργὸς καὶ αἴτιος, ὁ καὶ τὰς πρώτας οὐσίας $0=3 $8=161 $9=1 καὶ πρὸς τὸ εἶναι παραγαγὼν, καὶ τῆ περὶ αὐτὸν ἰδρύσει συνέχων καὶ διατηρῶν ἀτρέπτους τε καὶ ἀμεταπτώτους αὐτοὺς, κινῶν ἐπὶ τὰς πρώτας τῶν οἰκείων προνοητικῶν ἐνεργειῶν μετουσίας· τοῦτο γὰρ ὁ ταῦτά με διδάσκων ἔφη τὴν τοῦ σεραφὶμ ἐμφαίνειν ἀποστολήν. Ἰεράρχης δὲ καὶ μετὰ Θεὸν ἡγεμών, ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος, παρ´ οὗ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ἐμυήθην, οὗτος οὖν ἐστιν ὁ δι´ ἐμοῦ σε καθαίρων· δι´ οὐ τὰς οἰκείας προνοητικὰς ἐνεργείας ἐκ τοῦ κρυφίου καὶ εἰς ἡμᾶς προήγαγεν ἡ πάσης αἰτία καὶ δημιουργὸς καθάρσεως. Ταῦτα μὲν ἐκεῖνος ἑδίδασκέ με, σοὶ δὲ ἐγὼ μεταδίδωμι· τῆς σῆς δ´ ἂν εἴη νοερᾶς καὶ διακριτικῆς ἐπιστήμης, ἢ θατέραν τῶν εἰρημένων αἰτιῶν ἀπολυθῆναι τῆς ἀπορίας, καὶ ταύτην τιμῆσαι πρὸ τῆς ἑτέρας, ὡς τὸ σἰκὸς, καὶ τὸ εὔλογον, καὶ ἴσως τὸ ἀληθὲς ἔχουσαν· ἢ παρ´ ἑαυτοῦ τι τοῦ ὄντως ἀληθοῦς συγγενέστερον ἐξευρεῖν, ἢ παρ´ ἑτέρου μαθεῖν εοῦ δηλαδὴ διδόντος ῥῆμα, καὶ προξενούντων ἀγγέλων, καὶ τοῖς φιλαγγέλοις ἡμῖν ἀνακαλύψαι διαυγῆ μᾶλλονεπερ οἷόν τε ᾖ καὶ ἐμοὶ μᾶλλον ἐραστὴς θεωρίαν. $0=3 $8=162 $9=1 Ιτέρε καὶ ἐτέραν ἀπορίαν ζητήσωμεν, ἐπεὶ ἐναντιοφανὲς εἶναι δοκεῖ τοῖς λεχθεῖσιν· ἔφη γὰρ πρὸ τούτων, ὅτι τὰ κατώτερα ὑπὸ τῶν ὑπερκειμένων, οὐ μὴν τῶν ἀνωτάτω μυοῦνται. Ὅρα δὲ, ὅτι καὶ τὸτε ἐζητήθη ταῦτα, καὶ διαφόρως ἐπελύθη. Ζητεῖται γὰρ, τίνος ἕνεκα πρὸς τὸν Ἡσαίαν ὁ σεραφὶμ ἀποστέλλεται, καὶ οὐκ ἐκ τῶν κατωτάτω ταγμάτων, ἐπεὶ ἐλέγομεν, εὐτάκτως ἡ μύησις γίνεται διὰ τῶν πρώτων εἰς τὰ δεύτερα· διὰ τί γοῦν καθαίρει τὸν ὑποφήτην ὁ ταῖς ἀνωτάτω τάξεσιν ἐναρίθμιος; ξ. Τινές μὲν οὖν φασιν, ὅτι καὶ ὁ κατωτέρω ἄγγελος ὀμωνύμως σεραφὶμ ὀνομάζεται, κατ´ αὐτὸν τὸν τῆς κοινωνίας λόγον, ὃν καὶ πρότερον ἐλέγομεν, ἄτι μετέχουσι καὶ τὰ κάτω τῶν ὑπερβεβηκότων, καὶ τὰ ὑπερβεβηκότα τῶν κάτω· εἰ καὶ ταῦτα μὲν ὁλικῶς, τὰ δὲ κάτω τῶν ὑπερβεβηκότων μερικῶς τε καὶ ἀμυδροτέρως. Διὰ τοῦτο οὐχ ἕνα τῶν πρωτίστων σεραφὶμ ὀνομάζει τὸ λόγιον ἐπὶ τὴν κάθαρσιν τοῦ προφήτου ἐληλυθέναι, τινὰ δὲ τῶν κατωτάτων ἀγγέλων, καὶ τοῖς ἀνθρώποις ἐφεστηκότων, ὡς ἱερουργὸν τῆς καθάρσεως, σεραφὶμ ὁμωνύμως κληθῆναι· σεραφὶμ γὰρ ἐμπρηστὴς ἢ θερμαίνων ἐρμηνεύεται. Ἔπεὶ οὖν ἔδει πρότερον ἀπὸ τῶν ἀμαρτιῶν καθαρθῆναι τὸν προφήτην, καὶ εἶτα μυηθῆναι τὰ θεῖα, ἐκλήθη ὁ καθαίρων καὶ ἀναζωπυρῶν ἄγγελος διὰ τὴν τοιαύτην ἐνέργειαν σεραφίμ. Ὡς γοῦν ἐμπρηστὴς τὰς ἀμαρτίας κατέκαυσεν· ὡς δὲ θερμαίνων τὴν πρὸς τὴν θείαν ὑπακοὴν ἐνήργησεν ἀναζωπύρησιν· Ἰδοὺ γὰρ ἐγὼ, φησίν. Ὅθεν καὶ ἀπὸ τῆς ἐνεργείας ἐκλήθη ὁ ἄγγελος, σεραφὶμ, καὶ οὐκ ἦν εἶς τῶν πρὸς τὸν Θεὸν καὶ τῆς πρώτης τάζεως. ΙΗ. Ἔτερος δέ τις δέδωκε λύσιν τῆς τοιαύτης ἀπορίας οὐ σφόδρα ἄτοπον. Τοῦτο δὲ οὐ πάντως πρὸς σύγκρισιν τοῦ μετρίου εἴρηκεν, ἥ γουν τυχὸν ἄτοπον μὲν, ἀλλ´ οὐ σφόδρα, ἀλλὰ μετρίως ἄτοπον. Οὐ τοῦτο, ἀλλὰ οὔτε ἄτοπον, οὔτε σφόδρα, κατὰ σχῆμα τὸ ἀπὸκοινοῦ· καθὼς καὶ ὁ μέγας Γρηγόριος ὁ Θεολόγος Κν τινι τῶν αὐτοῦ λόγων διδάσκει, ὡς τοῦ· «Οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν ἃς ἐποιήσαμεν· οὐ γὰρ ἐποιήσαμεν.» Καὶ πάλιν· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα, καθὼς παρὰ τῷ Εὐαγγελιστῇ Ἰωάννῃ εὔρηται. Εἶπε τοίνυν ἐκεῖνος ἀπολογίαν εὔλογον, ὅτι αὐκ ἀπεικὸς ἦν, τὸν μὲν προφήτην ἀναχθῆναι διά ινος τῶν ἐφεστώτων ἡμῶν ἀγγέλων· τέως δὲ ὁ τοιοῦτος ἄγγελος ὁ διαπλάσας τὴν τοιαύτην ὅρασινοὐ γὰρ γυμνὰ πράγματα καὶ οὐσίας οἱ προφῆται $0=3 $8=163 $9=1 ἑώρων, ἀλλ´ αἰνίγματα καὶ σύμβολα παρὰ τῶν ἀγγέλων διαπλαττόμενα. Ὁ ἄγγελος τοίνυν ἐκεῖνος ὁ τὸν θεολόγον μυῶν ἀνῆγε τοῦτον ἐπὶ Θεὸν, καὶ ἐπὶ τὴν πρώτην ἰεραρχίαν τὴν μετὰ Θεὸν, δηλονότι τὰ σεραφίμ· ὥστε πάλιν ἡ ὁδηγία παρὰ τοῦ ἀγγέλου ᾖ τοῦ ἀνάγοντος. Καὶ λέγει ὁ ἅγιος· Μήποτέ ἐστιν ἀληθὴς οὗτος ὁ λόγος. Πῶς δὲ ἀληθὴς, ἀποδείκνυσι τοῦτο ἀπὸ τῆς τοῦ εἰπόντος ἐξηγήσεως. Ἔλεγε γὰρ ἐκεῖνος, φησὶν, ὡς ἡ θεία δύναμις ἐπὶ πάντα χωρεῖ, καὶ διὰ πάντων διήκει ἀσχέτως καὶ ἀκρατήτως· οὐδὲ γὰρ κατέχεταί τινι, ὡς μὴ ἑτέρωσε φοιτῆσαι. Καὶ πάλιν, πᾶσίν ἐστιν ἀφανὴς διὰ δύο τινὰς αἰτίας, ὅτι. τε ὑπερουσίως ἐξῇρηται πάντων, καὶ ἀνόμοιός ἐστι, ὸ ὄμοιον δὲ τῷ ὁμοίῳ γινώσκεται· καὶ ὅτι κρυφίως διαπέμπει τὰς προνοίας αὐτῆς,τίς γὰρ ἔγνω νοῦν Κυρίου;] ἵνα ἴσως πάντοτε γρηγορῶμεν, οὐκ εἰδότες τοὺς λόγους αὐτῆς, καὶ τὴν ὥραν καθ´ ἣν συμφερόντως ἕκαστον διοικηθήσεται. Ταύτην οὖν τὴν φωτοδοσίαν καὶ ταῖς νοεραῖς οὐσίαις διαπέμπει, πλὴν ἀνα λόγως καὶ κατὰ τὸ μέτρον τῆς τῶν δεχομένων δυνάμεως, πρῶτον ταῖς πρωτίσταις, καὶ δι´ ἑκείνων ταῖς ὑποβεβηκυίαις· ὃ δὴ καὶ δι´ οἰκείου καὶ αἰσθητοῦ παραδείγματος σαφηνίζει, ἀποδέοντος μὲν πάντη πρὸς τὰ λεγόμενα, τέως δὲ γνωρίμου ἡμῖν. Ὑπόθου γὰρ ἡλιακὴν ἀκτῖνα· αὕτη διαδίδοται εἰς πρώτην ὕλην διειδεστέραν, ὕελον τυχὸν, δι´ οὗτινος ὑέλου ἀναλάμπει ἐμφανέστερον. Πῶς ἐμφανέστερον; ἡμῖν δηλονότι, οὐ συγκριτικῶς πρὸς τὴν προτέραν ἔλλαμψιν, συμμέτρου δηλαδὴ γενομένης τῆς ὄψεως εἰς τὸ τὸ φῶς παραδέξασθαι· τὸ γὰρ πολὺ φῶς μᾶλλον τὰς ὄψεις ἀμαυροῖ, εἰ τύχοι ἀσύμμετρον ὃν τοῖς ὑποδεχομένοις αὐτὸ ὀφθαλμοῖς. Διαδίδοται καὶ ταῖς παχυτέραις ὕλαις, καὶ διὰ τὴν ἐκείνων ἀνεπιτηδειότητα, ἤν ἔχουσι πρὸς τὴν τῆς φωτοχυσίας διαπόρθμευσιν, καὶ ἀμυδρὰ γίνεται, καὶ κατὰ μικρὸν πρὸς ἄλλα ἀδιάδοτος γίνεται. Λάβε μοι καὶ ἑτέραν θεωρίαν ἐκ τοῦ πυρός· Ἡ τοῦ πυρὸς θερμότης μᾶλλον διαδίδοται εἰς τὰ δεκτικώτερα, καὶ πρὸς τὴν θέρμην εὔεικτα καὶ εὐάγωγα· πρὸς δὲ τὰς ἀντιτύπους οὐσίας, ὡς τοὺς ἀδάμαντας, ἢ ἐναντίας, ὡς τὸ ὕδωρ, ἢ ὀλίγον ἢ οὐδὲν ἴχνος ἀναφαίνεται τῆς πυρώσεως· καὶ τὸ τούτου πλέον, ὅτι τοῖς μὴ συγγενέσιν, ἥγουν τυχὸν τῷ ὕδατι ὸ γὰρ ὕδωρ ψυχρὸν καὶ ὑγρὸν, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν· δι´ ἄλλων οἰκείως ἐχόντων πρὸς τὴν θέρμην, δηλονότι ἁγγείου, προσβάλλει πρῶτον. Πρῶτον δὲ εἶπεν, οὐχ ὅτι ἀμέσως, ἀλλὰ διὰ τῶν πρώτων, προσβάλλει τοῖς μὴ συγγενέσι πρῶτον, πρὸς τὰ μετὰ ταῦτα τυχὸν θερμαινόμενα· πυρώδη γὰρ πρῶτον ποιοῦσα τὰ ποσῶς συγγενῆ, δι´ ἐκείνων καὶ τὰ μὴ συγγενῆ θερμαίνει. Κατὰ τὸν αὐτὸν οὖν φυσικὸν λόγον νόει καὶ τὰ ὑπερφυῆ· ἡ πάσης γὰρ εὐκοσμίας ταξιαρχία, ὁ Θεὸς, τὴν τῆς αὐτοῦ φωτοδοσίας λαμπρότητα πρωτοφανῶς ταῖς ὑπερβεβηκυίαις ἀναφαίνει κατὰ χύσιν ἄφθονον καὶ πανθαύμαστον, καὶ διὰ τούτων μετέχουσι τῆς ἀκτῖνος τὰ δεύτερα. Αἱ γὰρ ὑπερβεβηκυῖαι, ἐπιγνοῦσαι πρώτως τὸν αὐτὸν δημιουργὸν, καὶ τῆς ἐκείνου καλλονῆς ἐφιέμεναι, πρωταυργοὶ γενέσθαι κατηξιώθησαν τῆς θεομιμήτου ἐνεργείας τε καὶ δυνάμεως· πρώτως γὰρ δι´ αὐτῶν κἱ μετ´ αὐτὰς $0=3 $8=164 $9=1 τὴν ἔλλαμψιν δέχονται, καθὼς καὶ αὗται παρὰ τοῦ Θεοῦ ταύτην δέχονται· ἀνατείνουσι γὰρ τὰς ὑπ´ αὐτὰς ἀγαθοειδῶς καὶ δίχα παντὸς φθόνουγαθῷ γὰρ οὐδεὶς ἐγγίνεται φθόνος κατὰ τὸν Πλάτωνα, πληρεστάτως μεταδιδοῦσαι τῆς αἴγλης, κἂν ἐκεῖναι, ὅσον χωροῦσι, δέχωνται. Τοῦτο γίνεται καὶ ἐπὶ ταῖς ἑτέραις ἕως καὶ τῶν ἐσχάτων. Ἔστιν οὖν ἅπασι τοῖς φωτιζομένοις ἀρχὴ τοῦ φωτίζεσθαι ὁ Θεὸς, φύσει καὶ ὄντως κυρίως ὡς φωτὸς πηγὴ, καὶ αὐτόφως, καὶ αἴτιος πᾶσι καὶ τοῦ εἶναι, καὶ τοῦ ὁρᾷν αὐτὸ δὴ τὸ φῶς· θέσει δὲ καὶ κατὰ χάριν θεομιμήτως κατὰ μέΡος μία τῇ ἐτέρᾳ, ἡ πρώτη τῇ μετ´ αὐτὴν, ἐν τῷ δι´ αὐτῆς εἰς ἐκείνην τὴν ἔλλαμψιν διέρχεσθαι, ὃ δὴ ἐποχετεύεσθαι εἶπεν, ἀπὸ μεταφορᾶς τοῦ διὰ σωλήνων διερχομένου ὕδατος. Τὸ δὲ τὰ οἰκεῖα ἐνεργεῖν, καὶ ἀπαύστως ἀνατετάσθαι πρὸς τὸν Θεὸν, καὶ εἰς ἑαυτοὺς συστέλλεσθαι πάλιν, τὸ μὲν τῇ ἐφέσει, τὸ δὲ τῇ προσοχῇ καὶ τῇ εὐλαβείᾳ, τοῦτο ἂν κληθείη θεομίμητος ἀρετή. Τάξιν δὲ ὅμως τὴν ὡς ἄλλου ἐν ἄλλω διαφυλάττει· ὡς τό· Ζῇ ἐν ἐμοὶ ἡ ὑυχή σου, ἀντὶ τοῦ, ἡ διδασκαλία σου, καὶ ἡ ταύτης μετάδοσις. Τέως ἄὲ τὸ μὲν θέσει ἐστὶν ἐκεῖ, τὸ δὲ συμβεβηκὸς οὐ πάνυ τι κληθείη· τὸ γὰρ συμβεβηκός ἐν ὑποκειμένῳ ἀστίν· ἀσύνθετα δὲ καὶ ἄῦλα ἐκεῖνα, καὶ τὰ εἴδη σὐτῶν, ζωαὶ, οὐχ ὡς ἐν ὕλῃ εἰσί. Τὴν γοῦν ὑπερτάτην διακόσμησιν αἱ λοιπαὶ οὐράνιαι οὐσίαι, τέως μετὰ Θεὸν ἀρχὴν ἡγοῦνται τῆς θεογνωσίας καὶ τῆς θεομιμησίας αὐτῶν, ὡς δι´ ἐκείνων εἰς αὐτὰς διαδιδομένης τῆς ἐλλάμψεως· διὸ καὶ πᾶσαν ἐνέργειαν ἐπὶ Θεὸν μὲν ἀναφέρουσιν, ὡς εἰς ἀρχηγὸν καὶ αἴτιον, αὖθις δὲ μετ´ αὐτὸν ἐπὶ, τοὺς πρώτους, ὡς πρώτως εἰς αὐτοὺς τὰ τῆς θεομιμησίας ἀναφαίνοντας καὶ διδάσκοντας. Λοιπὸν ἡ πρώτη τάξις, μᾶλλον τῶν ἄλλων, τὰ προσόντα ἐαυτῇ ἔχει τὸ ἐμπύριον, ὅπερ ἐστὶ τῶν σεραφὶμ, τὴν τῆς σοφίας χύσιν, ἔτι δὲ καὶ τὸ γνωστικὸν τῆς ἐπιστήμης τῶν θείων ἐλλάμψεων, ἐπιστήμη γὰρ πρὸς τὰ ἐπιστητά ἐστι, καὶ τὴν τῶν θρόνων ἰδιότητα, τὸ ἀνεῳγμένην δηλονότι τὴν περὶ τοῦ Θείου νόησιν ἔχειν, ὃ δὴ θεοδοχία ἐστί τε καὶ ὁνομάζεται. Ἡ δὲ μετ´ αὐτὴν τάξις μετέχει μὲν τῶν τοιούτων δυνάμεων, ὑφειμένως δὲ, καὶ πρὸς τὰς πρώτας ὁρῶσαι, δι´ αὐτῶν ὡς πρώτως ἠξιωμένων τῆς θεομιμησίας ἐπὶ τὸ θεοειδὲς ὡς ἐφικτὸν ἀνάγονται· ἀνατιβέασι γοῦν ταῖς πρώταις ὡς ἱεράρχαις μετὰ Θεὸν τὰς ἐδιότητας ἐκείνων, ὦν αὔται ἐν μετουσίᾳ γίνονται. ἔ Γ. Ἔλεγε γοῦν ὁ ταύτην τὴν λύσιν ποιούμενος, μαι δὲ, ὁ μέγας ἦν Ἰερόθεος, ἢ εἴ τις ἄλλος κατ´ ἐκεῖνον, ὅτι ἡ μὲν ὅρασις ἐκείνη ὑπεδείχθη τῷ προφήτῃ δι´ ἑνὸς τῶν ἀγγέλων, ἀναταθέντι παρὰ τῆς χειραγωγίας ἐκείνου εἰς τὴν θεωρίαν ἐκείνην, καθ´ ἤν ἐώρα τὰς ὑπερτάτας οὐσίας, ὡς ἐν συμβόλοις, ἐξαπτερύγους ὑπὸ Θεὸν τι μέγα ἦν τὸ τοῦ καθημένου ὑπεξῃρημένον, καὶ μετὰ ἔεοῦ οὐ γὰρ ἦσαν πρὸ ἐκείνων ἕτεραι τάξεις, καὶ καρὶ Θεον, ὅτι κύκλῳ ἵστακτο. Τὸ δὲ ἰδρυμένων τῶν $0=3 $8=165 $9=1 τάξεων τὸ πρὸς τὰ κάτω ἀκλινὲς δηλοῖ καὶ ἀμετακίνητον. Ἐώρα δὲ καὶ τὴν ἐξηρημένην ἀκρότητα ἐν μέσῳ τούτων ὑπεριδρυμένην· κἀντεῦθεν ἐκ τῆς διὰ τῶν συμβόλων ὁράσεως εἰς διδασκαλίαν ἀνήγετο, ὅτε ἀσυγκρίτως κατὰ πᾶσαν ὑπεροχὴν καὶ ὑπερουσίως τὸ Θεῖον ὑπέρκειται πάσης ὁρατῆς καὶ ἀοράτου οὐσίας· ἐμάνθανεν, ὅτι καὶ πάντων ἐστὶν ἐξῃρημένον τὸ Θεῖον, ὡς δεσπότης δούλων, καὶ ποιητὴς κτισμάτων· καὶ οὐκ ἐμφερὲς, μὴ μόνον τοῖς ἄλλοις, ἀλλ´ οὐδὲ ταῖς πρώταις αὐταῖς οὐσίαις· ἐκεῖνο μὲν, ὅτε τὸ μὲν ἐπὶ θρόνου ἑώρα, τὰς δὲ τάξεις μετὰ φόβου ἰσταμένας· τοῦτο, ὅτι τὰς πρώτας εἶδε τάξεις. Εἰ γοῦν ταῖς πρώταις οὐκ ἦν ἐμφερές τὸ Θεῖον, ἐπὶ τοῖς δευτέροις τί ἂν ἐννοοῖτό τις; Καὶ τρίτον ἐμάνθανε, τὸ πάντων ἀρχὴν καὶ αἰτίαν εἶναι ἀδιάλυτόν τε καὶ ἀναλλοίωτον, ὑφ´ ἦς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι κἀκείναις ἐστί. Πόθεν δὲ καὶ τοῦτο κατεμάνθανεν; ἐκ τοῦ τὰ πάντα πρὸς αὐτὸν ἀφορᾷν, καὶ πάντα πρὸς αὐτὸν ἀνατείνεσθαι, πανευλαβῶς πάντη ἀποπληροῦντα τὸν ἐπινίκιον. Πῶς μετὰ τὴν περὶ τὸ Θεῖον θεωρίαν, εἶτα τὰς θεοειδεῖς δυνάμεις τῶν σεραφὶμ κατεμάνθανε, καὶ οὐ κατὰ τάξιν ἀνήγετο; Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ ὑπερβάλλον τῆς δόξης τοῦ καθημένου πεποίηκε τοῦτον ἐκεῖσε πρώτως ἀναταθῆναι, εἶτα μεθ´ ὄ ἔμαθε τὸ μέσον τοῦ δεσπότου καὶ τῶν δούλων τὸ διάφορον, ἐμυεῖτο τὰς δυνάμεις τῶν σεραφὶμ, ὅτι δυνάμεις ἐμπύριοί εἰσι, κατὰ τὴν αὐτῶν ἐπωνυμίαν, ὡς μικρὸν ὕστερον ὁ ἂγιος εἴποι καὶ ὑφηγήσεται ἐν τῷ ιεʹ κεφαλαίῳ. Ἐμάνθανε τὴν τῶν πτερῶν εξαπλῆν ἱεροπλαστίαν, ὅτι καθὼς καὶ πρότερον ἔλεγεν, ὡς πᾶς νούς καὶ πρώτας, καὶ μέσας, καὶ τελευταίας ἔχει τάξεις. ν οὖν κἀκεῖσε ἡ τοιαύτη τριττὴ τάξις ἐν τῇ ὑπερτάτῃ καὶ ἀπολύτῳ ἀνατάσει· αἱ γὰρ δύο πτέρυγες ἀπόλυτοε κατεφαίνοντο. Ἀλλὰ καὶ τὸ ἀπειρόπουν καὶ πολύπουν αὐτῶν, καὶ τὸ τοῖς μὲν δυσὶ πτεροῖς ἀποδιαστέλλεσθαι καὶ σκέπεσθαι τὴν ὑπὲρ τοὺς πόδας, τοῖς δὲ δυσὶ τὴν ὑπὲρ τὰ πρόσωπα θεωρίαν, τοῖς δὲ μέσοις ἀεὶ κινεῖσθαι, ταῦτα δὴ τὰ παρ ἐκείνου ὁρώμενα εἰς γνῶσιν ἀνῆγον αὐτὴν, δηλουμένης αὐτῷ διὰ τούτων, διὰ μὲν τὸ πολυπρόσωπον, τῆς πολυπόρου καὶ πολια. θεάμονος δυνάμεως, διὰ δὲ τὸ σκέπεσθαι, τῆς εὐλαβείας, ἣν ἔχουσιν εἰς τὴν τῶν ὑψηλοτέρων καὶ βαθυτέρων αὐθάδη καὶ ἀνέφικτον ἔρευναντῶν μὲν ὑψηλοτέρων διὰ τὸ τὰ πρόσωπα, τῶν δὲ βαθυτέρων διὰ τὸ τοὺς πόδας σκέπεσθαι, διὰ δὲ τὸ ἀεικίνητον, τῆς ὑψιπετοῦς καὶ ἀκαταλήκτου θεομιμήτου ἐνεργείας. Ἀλλὸ καὶ τὴν ὑμνῳδίαν ἐκείνην τὴν ἐκ Θεοῦ ἀρχομένην καὶ εἰς Θεὸν λήγουσαν, τὴν Ἅγιος, ἄγος, ἄγιος, ἐμυσταγωγεῖτο ὁ προφήτης, τοῦ ἀγγέλου μεταδιδόντος αὐτῷ τῆς τοιαύτης ἱερᾶς γνώσεως· τὴν γὰρ τοιαύτην γνῶσιν αὐτὸς πρῶτος διὰ τῶν πρὸ αὐτοῦ δεξάμενος, τῷ προφήτῃ παρέπεμπε. Πρὸς τούτοις ἐδίδασκεν αὐτὸν καὶ τοῦτο, ὅτι ἡ τοῦ Θεοῦ μετουσία τοῖς καθαροῖς ὁπωσοῦν κάθαρσίς ἐπτιν. Ἐκ τίνων δὲ τοῦτο ἐδίδασκεν; ἓξ ὤν ὀ Σεραφὶμ αὐτὸν ἐκάθαιρεν. Ὁ γὰρ καθαρὸς ἄλλως οὐκ ἔχει καθαίρειν, εἰ μὴ αὐτὸς πληρεστάτως ἱχει τὴν κάθαρσιν. Πῶς δέ $0=3 $8=166 $9=1 διαυγείας κάθαρσις; ὅτιάλλως σὸκ ἕστι μετασχεῖν τινα τοῦ θείου φωτὸς, ἢ τῆς θείας καθάρσεως, εἰ μή γε ποσῶς ἕξω τοῦ ἐμπαθοῦς καὶ ὑλικοῦ ῥύπου πολιτεύεται. Αὐτὸ γὰρ τὸ τὸν προφήτην κατανυγῆναι καὶ σχετλιάσαι, ὅτι, ἀκάθαρτος ὤν, καὶ ἀκάθαρτα χείλη ἔχων, καὶ μέσον ἀκαθάρτου λαοῦ κατοικῶν, αἶδε τὸν Κύριον Σαξαὼθ, οἷον μερική τις κάθαρσις ἐγεγόνει τῷ λέγοντι, διὰ τοῦτο καὶ ἐν μετουσίᾳ γίνεται τῆς τελειοτέρας καθάρσεως. Αὐτὴ δέ, ἡ κάθαρσις δηλαδὴ, ἡ μετουσία, ἐξῃρημέναις αἰτίαις· αὐ γὰρ ὡς ἐπὶ τῶν ἀνθρώπων ἡ κάθαρσις, οὕτω καὶ ἐπὶ τῶν ἀσωμάτων εἰς πάντας τοὺς νοεροὺς νόας τελετουργουμένη, οἱονεὶ γινομένη, ἀλλ´ οὐχ ἀπλως, ἀλλὰ κατὰ λόγον μυστικῆς τελετῆς, ταῖς περὶ αὐτὴν καὶ πρωτίσταις οὐσίαις ἐκφανεστέρα πώς ἐστι· τὸ δέ ἐστιν, ὅτι μᾶλλον ἑαυτὴν ἐκφαίνει τοῖς προσεχέσιν. Ἐπὶ δὲ τῶν δευτέρων, ἢ τῶν ἐσχάτων, ἢ καὶ ἐπὶ τῶν νοςρων ἡμάῶν δυνάμεων, κατὰ τὴν ἐκάστου τάξιν συνημμένη πως μᾶλλον καὶ συνεσταλμένη θεωρεῖται, πρὸς τὴν οἷον εἰς μῆκος ἀπόστασιν τῆς πρὸς τὸν Θεὸν πλησιάσεως, συνάγουσα οἰονεὶ αὐτὴ ἡ θεία ἔλΣαμψις τὴν οἰκείαν φανέρωσιν πρὸς τὸ ἐνιαῖον καὶ ἁπλοῦν αὐτῆς ἄγνωστον. Ἄγνωστος γάρ ἐστιν ἁ Θεὸς οὐ διὰ ποικιλίαν συλλογισμῶν ἀγνοουμένην ἡμῖν, ἀλλὰ κατὰ ἐνιαίαν τινὰ καὶ πρὸς τὰ καθ´ ἡμᾶς καθἐν καὶ καθάπαξ ἀκατάληπτον ἀγνωσίαν. Κατὰ τοῦτο λέγεται, ὅτι καὶ ἀναβάλλεται φῶς ὡς ἱμάτιον, οἰονεὶ ἀναστέλλει τὸ φῶς προνοητικῶς, ἵνα χωρητὸν τῇ ἔξει τῶν ὑποδεεστέρων γένηται, ὃ δὴ ἐλλάμπει τοῖς καθ´ ἕκαστον δευτέροις διὰ τῶν πρώτων· καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἐκ τοῦ κρυφίου τὸ φῶς ἐμφανίζεται καὶ τοῖς ἑτέροις, ἀλλὰ διὰ τῶν πρώτων δυνάμεων. Τοῦτο γοῦν καὶ ὁ προφήτης ἐδιδάσκετον καὶ θεολόγον φησὶν, ἢ ὡς μύστην τῶν κρυφίων, ἢ ὡς Θεοῦ λόγους λέγοντα παρὰ τοῦ ἀγγέλου τοῦ πρὸς τὸ φῶς τοῦτον ἄγοντος, ὅτι καὶ ἡ κάθαρσις καὶ πᾶσα ἐνέργεια θεία δι´ αὐτῶν ἐνεργουμένη, ἂν καὶ παρὰ τούτων τισὶν ἐπιχορηγῶνται. Ἀλλ´ οὖν εἰσι πρῶται οὐσίαι καὶ προσεχεῖς, δι´ ὧν καὶ αὐταῖς τὰ τολαῦτα παρὰ τοῦ Θεοῦ ἐπιχορηγοῦνται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου τάξεως· διὸ καὶ τὴν καθαρτικὴν ἰδιότητα, ἀλλὰ τὴν οἰονεὶ διά τινος πυρώδους ἐνεργείας σὶ γὰρ καὶ ἄλλοι τρόποι καθάρσεων τοῖς σεραφίμ ὡς καὶ τὴν ἐπωνυμίαν ἕχουσιν, εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν. Οὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν τὸν προφήτην ὁ σεραφὶμ λέγεται. Ὅρα γὰρ καὶ ἐπὶ Θεοῦ, ὅτι, παρ´ ἄλλων καθαιρόμενοι, λεγόμεθα παρὰ Θεοῦ καθαίρεσθαι, ἐν τῷ εἶναι τοῦτον πᾶσαν αἰτίαν καθάρσεως. Μᾶλλον δὲ Πνα χθαμαλωτέρῳ ἐκ τῆς καθ´ ἡμᾶς ἱεραρχίας χρήσωμαι παραδείγματι, καθάπερ ὁ καθ´ ἡμᾶς ἱεράρχης, διὰ τῶν αὐτοῦλειτουργῶν, ἤτοι διακόνων ἢ ἱερέων καθαίρων ἢ φωτίζων, αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν, τῶν δι´ αὐτοῦ καθιερωμένων τάξεων, δηλαδὴ χειροτονουμένων, ἐπ´ αὐτὸν ἀνατιΘαισῶν τὰ τῆς οἰκείας ἐνεργείας· οὕτω καὶ ὁ τὴν καθαρτικὴν ἐπιστήμην τοῦ θεολόγου τελετουργῶν ἄγγελος ἐπὶ τὸν Θεὸν μὲν ὡς αἴτιον, ἐπὶ δὲ τὸν σεραφὶμ ὡς πρώτως τὰ τῆς καθάρσεως δεχόμενον καὶ $0=3 $8=167 $9=1 ἐκπέμποντα, ἀνατῖθησιν, οὐ σφετεριζόμενος τὴν τιμὴν καὶ οἷον φιλοτιμούμενος,(πόῤῥω γὰρ τὰ θεῖα τῆς τοιαύτης φιλοτιμίας, ἀλλ´ οον μετ´ εὐλαβείας ἀγγελικῆς ἐκδιδάσκων, καὶ λέγων πρὸς τὸν προφήτηνὍτι τῆς εἰς σὲ παρ´ ἐμοῦ γινομένης καθάρσεως ἀρχὴ μέν ἐστιν ὃν ὁρᾷς ἐπὶ τοῦ ἐπηρμένου θρόνου Θεόν. Οὗτος αὐτοκάθαρσίς ἐστι καὶ οὐσία καθάρσεως, ὡς οὐσία φωτός. Οὗτος ὁ καὶ τὰς πρώτας οὐσίας ἂς περὶ αὐτὸν θεωρεῖς παραγαγὼν, καὶ τῇ περὶ αὐτὸν Ιδρύσει συνέχων, καὶ διατηρῶν πρὸς ἀτρεψίαν καὶ ἀμεταπτωσίαν. Ἀτρέπτους δὲ δεῖ νοεῖν αὐτοὺς κατ´ ἐκεῖνο καθ´ ὅ εἰσιν, οἶον τὸ ἀθάνατον εἰς τὴν ζωὴν, καθ´ ἣν οὐσίωνται εἰς τὸ εἶναι φῶς, καὶ εἰς τὸ μὴ τρέπεσθαι εἰς ἐκφύλους τινὰς ἐπιθυμίας. Τὸ μὲν γὰρ εἰς Θεὸν ἀνατετάσθαι τῆς αὐτῶν ἐστι νοερᾶς προαιρέσεως· τὸ δὲ εἰς ἀεὶ περὶ τοῦτο διαρκεῖν τῆς ἀντιλήψεώς ἐστι τοῦ Θεοῦ· πάντα γὰρ δεῖται Θεοῦ βοηθείας. Αὐτός ἐστιν ο καὶ τοὺς ἄλλους κινῶν ἐπὶ τὰς μετουσίας τὰς πρώτας τῶν αὐτῶν προνοητικῶν ἐνεργειῶν, ἂς αἱ πρῶται τάξεις δέχονται, καὶ πάλιν αὐτὰς εἰς τὸ μεταδιδόναι· τοῦτο γὰρ δηλοῦν καὶ τὴν ἀποστολὴν, ὁ τὴν λύσιν λέγων ἐδίδασκεν. Ἀλλ´ οὗτος μέν ἐστιν ὁ τῆς καθάρσεως αἴτιος, ὁ Θεὸς δηλονότι, Κμετὰ δὲ Θεὸν ἱεράρχης τῆς καθάρσεως, ὁ σεραφὶμ. παρ οὗ κἀγὼ τὸ καθαίρειν ἐμυήθην. Οὗτος οὖν ἐστιν ὁ σεραφὶμ, ὁ δι´ ἐμοῦ σε καθαίρων, δι´ οὗπερ ὁ δημιουργὸς τῆς καθάρσεως ὁ Θεὸς, τὰς οἰκείας ἐνεργείας ἐκ τοῦ ἑαυτοῦ κρυφίου εἰς ἡμᾶς προήγαγε. Ταῦτα μὲν ἐκεῖνος ὁ ἱερὸς ἀνὴρ ἐδίδασκέ με σοὶ δὲ, ὧ Τιμόθεε, ἐγὼ μεταδίδωμι, κατὰ τὴν εἰκόνα ἣν ἀρτίως ἐλέγομεν τοῦ σεραφὶμ καὶ τοῦ ἀγγέλου· τῆς σῆς δ´ ἂν εἴη συνέσεως, ἢ θατέραν τῶν εἰρημένων δυοῖν αἰτιῶν δέξασθαι, καὶ ἀπολυθῆναι τῆς ἀπορίας καὶ μᾶλλον τὴν ὑστέραν τιμῆσαι ὡς τὸ εὕλογον ἔχουσαν, ἡ παρ´ ἑαυτοῦ τι συγγενέστερον καὶ ἀρμοδιώτερον ἐξευρεῖν, ἢ παρ´ ἑτέρου πεπαιδευμένου τὰ θεῖα Κμαθεῖν, Θεοῦ διδόντος ῥῆμα, κατὰ τό· Κύριος δώσει ῥῆγα τοῖς εὐαγγελιζομένοις, προξενούντων δηλαδὴ καὶ μεσιτευόντων καὶ τῶν θείων ἀγγέλων, δι´ ὧιν πᾶσα ἔλλαμώις εἰς ἡμᾶς διαπορθμεύεται. Καὶ πάλιν τῆς σῆς εἴη ἐπιστήμης, ἐν τῷ ἢ ἁφ´ ἑαυτοῦ ἐξευρεῖν, ἢ παρ ἐτέρου μαθεῖν, ἀνακαλύψαι καὶ ἡμῖν τὴν τοιαύτην ἐραστὴν θεωρίαν, ὡς φιλαγγέλοις, εἰ οἴόν ατέ ἐστιν. Ὅρα δ´ ἐντεῦθεν τὸ τοῦ πατρὸς μέτριον, πῶς διδάσκων, καὶ ἐκ μέρους ζητεῖ μαθεῖν· καὶ πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσονται, κατὰ τὴν διήκουσαν ἐπὶ πᾶσιν εὐταξιαν παρὰ τοῦ ἀγαθοῦ Θεοῦ καὶ δωτῆρος ἡμῶν νομοθετουμένην. $0=3 $8=168 $9=1 ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Καὶ τοῦτο δὲ ἄξιον, ὡς οἶμαι, νοερᾶς ἐπιστασίας, ὅτ. τῶν λογίων ἡ περὶ τῶν ἀγγέλων παράδοσις χιλίας χιλιάδας εἶναί φησι, καὶ μυρίας μυριάδας, σοὺς παρ´ ἡμῖν ἀκροτάτους τῶν ἀριθμῶν εἰς ἑαυτοὺς ὄ ἐπανακυκλοῦσα, καὶ πολλαπλασιάζουσα, καὶ ἑιὰ τούτων ἐναργῶς ἐμφαίνουσα, τὰς ἡμῖν ἀναριθμήτους τῶν οὐρανίων οὐσιῶν διατάξεις. Πολλαὶ γάρ κἰσιν αἱ μακάριαι στρατιαὶ τῶν ὑπερκοσμίων νοῶν, τὴν ἀσθενῆ καὶ συνεσταλμένην ὑπερβεβηκυῖαι τῶν καθ´ ἡμᾶς ὑλαίων ἀριθμῶν συμμετρίαν, καὶ πρὸς μόνης γνωστικῶς ὁριζόμεναι τῆς κατ´ αὐτὰς ὑπερκοσμίου καὶ οὐρανίας νοήσεως καὶ ἐπιστήμης, τῆς πανολβίως αὐταῖς δωρουμένης ὑπὸ τῆς θεαρχικῆς καὶ ἀπειρογνώστου σοφοποιίας, τῆς πάντων ὁμοῦ τῶν ὄντων ὑπερουσίως οὕσης ἀρχῆς, καὶ αἰτίας οὐσιο. ποιοῦ, καὶ συνεκτικῆς δυνάμεως, καὶ περιεκτικης, Ἀποτερατώσεως. αΑΡΙΤ ΧΙγ. $0=3 $8=169 $9=1 Ἀξιον ὑπολαμβάνει ζητήσεως νοερᾶς, οἰονεὶ, ὃκαὶ πρώην ἐλέγομεν, ἀνηκούσης τοῖς νοεροῖς, ἢ νοερῷ νοὶ δισικουμένης καὶ διευθετουμένης τὴν περὶ τοῦ ἀριθμοῦ τῶν ἀγγέλων εν τοῖς λογίοις παράδοσιν. Εὐρίσκομεν γοῦν καὶ δώδεκα λεγεῶνας ἀγγέλων, ἂς καὶ πλέον τούτων τὸν Κύριον δύνασθαι ζητῆσαι τὸν ἵοιον Πατέρα, καὶ παραστῆσαι εἰς τὴν τῶν ἐπηρεαζόντων ἀποτροπήν. Ὁλίγος γοῦν οὗτος ὁ ἀριθμὸς πρὸς τὴν τοῦ Δανιλλ ὅρασιν, ὅτι χλιαι χιλιάδες, καὶ μύριαι μυριάδες τῷ Θεῷ παρειστήκεισαν. Ὁ γὰρ λεγεὼν τὰγμα ἐστὶν ἐκ τόσων συγκείμενον κ τοῦ λέγω, τὸ συλλέγω ἐτυμολογούμενον, ὅπερ, εἰ ἐξ ἑκατὸν συγκεῖσθαι εἴποιμεν, οὐδὲν πρὸς τὰς τὸσας χιλιάδας καὶ μυριάδας· εἰ δὲ καὶ ἐκ μυρίων συλλέγεσθαι εἴποιμεν, οὐδὲν πάλιν τοῦτο πρὸς τὸν κατὰ τὰ μύρια πολλαπλασιασμόν. Περὶ μὲν τῶν δώδεκα λεγεώνων ἄλλος μὲν ἄλλο τι εἴποι τυχὸν ὑψηλότερον καὶ σοφώτερον, κατὰ τὴν διδομένην παρὰ τοῦ ἀγαθοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν· ὃ γοῦν ἐμοὶ πρὸς τὸ παρὸν καταφαίνεται, εἰ χρή τι καὶ ἐμὲ τολμῆσαι πρὸς ταῦτα, ὅτι μεγάλης φιλανθρωπίας ἔνδειξιν ἔχει τὸ ἱερὸν λόγιον. Εἰ γὰρ καὶ ἕνδεκα ἧσαν οἱ δῆθεν ἐτοιμαζόμενοι βοηθεῖν, τοῦ Πέτρουοἷον προμαχοῦντος, ἀλλ´ οὐν ἡ πάντα λόγον νικῶσα τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπία, οἰον ἐξεχομένη καὶ τοῦ ἑταίρου, καὶ ἕτι κηδεμονικῶς πρὸς ἐκεῖνον ἔγουσα, τὸν ἀπολωλότα τούτοις συναριθμεῖ· καὶ καθ´ ἕνα τούτων λεγοῶνα ἀγγέλων ζητῆσαι λέγει δύνασθαι· ἔτι δὲ πλέον εἰς Κνδειξιν τοῦ τῶν ἀγγέλων πλήθους, καὶ τῆς τοῦ ατησομένου μεγαλειότητος καὶ θεότητος. Τίνι γὰρ ἑτέρῳ τόσοι βεβοηθήκασι πώποτε; Περὶ μὲν τούτων ἕτερος λόγος· περὶ δὲ τῶν χιλίων χιλιάδων καὶ μυρίων μυριάδων φησὶν ὁ ἅγιος, ὅτι τοὺς παρ´ ἡμῖν ἀκροτάτους ἀριθμοὺς, τὸν χίλια δηλαδὴ καὶ τὸν μύρια, εἰς καυτοὺς ἐπανεκύκλωσε καὶ ἐπολλαπλασίασεν ἡ ἱερὰ καὶ θεία Γραφὴ, καὶ διὰ τούτου ἐναργῶς καὶ φανερῶς ἐνέφηνε καὶ παρέδειξε τὰς ἡμῖν ἀναριθμήτους τῶν οὐρανίων ταγμάτων διατάξεις, δηλονότι τὰς τῶν οὐρανίων δυνάμεων ὑποστάσεις. Ἡμῖν δὲ εἶπον ἀναριθμήτους, ὅτι, εἰ καὶ ἡμῖν ἄγνωστοί εἰσιν, οὐ πάντως ἄπειροι καὶ τῇ φύσει, ἀλλὰ πεπέρασται τὸ πλῆθος αὐτῶν. Τέως δὲ περὶ τούτων τις ἐκ τῶν καθ´ ἡμᾶς σοφῶν Ψελλὸς οὗτος ἦν, ἐπιστημονικὴν καὶ λογικὴν ποιούμενος τὴν ἀπόδειξιν, καὶ κανόνι χρώμενος διαλεκτικῷ, ὅτι τὰ τῇ ἀρχῇ πλησιάζοντα ἐλάττονα μέν εἰσι τῷ ποσῷ, μείζονα δὲ τὴν δύναμιν ἔχουσι τῶν ἑκασταχοῦ καὶ ἀεὶ γινομένων καὶ ἀπογινομένων ἀνθρώπων ἐλάττους ἔλεγε τοὺς ἀγγέλους, ὡς τῷ Θεῷ πλησιάζοντας· ὥσπερ ἀμέλει καὶ ὁ πλησιάζων ἀριθμὸς τῇ μονάδι τοῦ πόῤῥω ἐλάττων ἐστίν. Ὁ δέ γε Δίδυμος ὁ τυφλὸς ἀλλαχοῦ εὕρηται λέγων, τὰ μὲν ἐννενήκοντα καὶ ἐννέα πρόβαοα εἶναι $0=3 $8=170 $9=1 τοὺς ἀγγους, τὸ δὲ ἓν τὸ ἀπολωλὸς, ἡμᾶς τοὺς ἀνθρώπους. Πολλαὶ γάρ εἰσιν αἱ μακάριαι στρατιαὶ τῶν ὐρανίων δυνάμειισν, ὑπορβεβηκυῖαι καὶ τὴν καθ´ ἡμᾶς τῶν μετὰ ὄλης φαινομένων νομισμάτων τυχὸν ἢ ἐτέρων εἰδῶν ἀριθμῶν συμμετρίαν, τὴν ἀσθενῆ λέγωκαὶ συνεσταλμένην· οὐ γὰρ τοσοῦτόν ἐστι τὸ τῶν ἀριθμουμένων πλῆθος, ὥστε πάντα διαρκεῖν εἰς τὸ ἀριθμεῖσθαι, καὶ ἐπ´ ἄπειρον τὴν ἀπαρίθμησιν γίνεσθαι· διὰ γὰρ τὴν τοιαύτην περὶ τὸν ἀριθμὸν ἀσθένειαν ἐπενοήθηεαν τὰ μέτρα καὶ οἱ σταθμοί, ὡς ἂν ὁ ἀριθμὸς συσταλείη εἴς συμμετρίαν τινὰ κατὰ τὴν ἡμετέραν δόναμιν. μἰ οὐν παρ´ ἡμῶν οὐχ ὁρίζονται καὶ τῆς ἀνθρωπίνης νοήσεως, παρ´ αὐτῆς δὴ τῆς οὐρανίας ὁρίζονται, πλὴν οὐ μαθηματικῶς, ἀλλὰ γνωστικῶς, οονεὶ τὸ πόσος τῶν οὐρανίων στρατιῶν ὑπάρχει ὁ ἀριθμὸς, παρὰ ποίας τοῦν νοήσοως καὶ ἐπιστήμης ὁρίζονται, τῆς δωρουμένης πανευκλεῶς τοῖς ἀγγέλοις ὑπὸ τῆς ζωαρχικῆς ἀπειρογνώστου αὐτοσοφίας, καὶ σοφίαν ἐν τοῖς ἄλλοις ποιούσης, τῆς πάντων τῶν ὄνπεων ὑπερουσίως ἀρχῆς καὶ αἰτίας, καὶ δυνάμειως δημιουργικῆς τῶν ἐτέρων οὐσκῶν, καὶ συνεκτικῆς, καὶ ἀποπερατώσεως περιεκτικῆς, δηλονότι ἀποπερατοῖ καὶ ὁρίζει τὰ πάντα, οὐ μὴν δέ ἐστιν ὡς πέρας τινὸς, ὡς ἡ στιγμὴ τῆς γραμμῆς, ἢ ὡς ἡ γραμμὴ τῆς ἐπιφανείας, ἢ ὡς ἡ ἐπιφάνεια τοῦ σώματος· ταῦτα γὰρ τὰ πέρατα ἐντὸς τῶν περατουμένων εἰσὶ, καὶ οὐ περιέχουσι τὰ περατούμενα· οὐδὲ γὰρ δύνασαι νοῆσαι περατούμενον δίχα πέρατος. Διὰ τοῦτο καὶ τὸν τόπον ὁ Ἀριστοτέλης φησὶ πέρας τοῦ περιέχοντος, ὡς μηδὲν ἔχοντος περιέχειν τοῦ πέρατος τὸ οὗπερ πέρας ἐστὶν, ἀλλ´ ἅμα τῷ περατουμένῳ ὄντος λέγεται τὸ πέρας καὶ τὸ εἶδος ὡς περατοῦν καὶ ὁρίζον τὴν ὅλην. Ἀλλὰ καὶ αὐτὸ σὺν τῇ ὕλῃ φαίνεται. Ἀλλ´ ὁ Θεὸς περάτωσις πάντων λέγεται, ἀλλ´ ἐξῃρημένως καὶ περιεκτικῶς, ὡς δημιουργὸς καὶ ὑπὲρ πάντα καὶ ἄν καὶ πιστευόμενος. Τέως δὲ ἡ τοῦ Θεοῦ δύναμις καὶ συνεκτικὴ καὶ περιεκτική ἐστι· συνεκτικὴ τῇ προνοίᾳ, περιεκτικὴ δὲ τῷ ὑπὲρ πάντα τὰ ὄντα καὶ δές, τί τὸ ἀετοειδὲς, τίνες οἱ ἷπποι, τίνες μἰ διαφοραὶ τῶν ἰππείων χρωμάτων, τίνες οἱ ποταμοί, τίνα τὰ ἁρρατα, τίνες οἱ τροχοὶ, τίς ἡ λεγομένη χαρὰ των $0=3 $8=171 $9=1 ΘΥΝΟΡΦΙΟ ΩΑΡΙΤΙΘ. ρεί νεσεέῖκ ἄἰνετιονκια ρτμοκοιί εἰ σαὸεκκί. Ι. Ιη ας εἰ α γαιά ἴσιῖε ἐπ Θινίρίκνίε σείεθτεσν. Ιφαίς ΒιοΕια ραιίτε εοιρονἰας ιία κενιλα, σία πααίλοε. Γv. Οία τεείει ἄυμφδφ εἰφηίΕοεκί, ῖᾶ οια v. Οαίά εὰρτονες ρἰ ἱνειδα ἐπείτεηεκια. vἱ. Οκι ηρεί ὑρκιᾶς τονρανακίαν, τκι πκθίθκε. vii. Οείά ἅε. εἰετιγακι ἐ ἰαοίαι· νςνπὶ vίΙΙ. θκάά [αωίσ, φκιά θοῦία, φωα ασμῶ, γωα σκονκη αίνεσμονιη, μῖά ἐκα, μῖ οοσιτιρίμοεοιια. ΧΟα βκιεάπα φἰ ποία ἀεποισηί, σαία οκιηκε, φμίᾳ νρίαικιε γευοίκίἰοπεε. Βε κίεα αμάκ Φέρε δὴ λοιπὸν, ἀναπαύοντες ἡμῶν, εἰ δοκεῖ, τὸ νοερὸν ὄμμα τῆς περὶ τὰς ὑψηλὰς θεωρίας ἀγγελοπρεποῦς συντονίας, ἐπὶ τὸ διαιρετὸν καὶ πολυμερὲς πλάτος τῆς πολυειδοῦς τῶν ἀγγελικῶν μορφοποιῶν ποικιλίας καταβάντες, πάλιν ἀπ´ αὐτῶν ὡς ἀπ´ εἰκόνων ἐπὶ τὴν απλότητα τῶν οὐρανων ἀναλυτικως ἀνακάμπτωμεν. Ἔστω δέ σοι προδιεγνωσμένον, ὡς αἱ τῶν ἱεροτύπων εἰκόνων ἀνακαθάρσεις, τὰς αὐτὰς ἔσθ´ ὅτε τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ἱεραρχούσας ἐμφαίνουσι, καὶ αὖθις ἱεραρχουμένας, καὶ τὰς ἐσχάτας ἰεραρχούσας, ἱεραργουμένας τε τὰς πρώτας, καὶ τὰς αὐτὰς, ὡς εἴρηται, πρώτας τε καὶ μέσας καὶ τελευταίας ἐχούσας δυνάμεις, οὐδενὸς ἀτόπου λόγου παρεισαγομένου, κατὰ τὸν τοιόνδε τῶν ἀναπτύξεων τρόπον. Εἰ μὲν γὰρ ἱεραρχεῖσθαί τινας ὑπὸ τῶν προτέρων λέγομεν, εἶτα τῶν αὐτῶν ἱεραρχούσας, καὶ τὰς προτέρας αὖθις ἱεραρχούσας τῶν τελευταίων ἱεραρχεῖσθαι πρὸς αὐτῶν ἐκείνων τῶν ἰεραρχουμένων, ὅντως ἀτοπία τὸ πρᾶγμα, καὶ συγχόσεως πολλῆς ἀνάμεστον. Εἰ δὲ τὰς αὐτὰς ἱεραρχεῖν τε καὶ ἱερπρχεῖσθαι λέγομεν, οὐκέτι δὲ τῶν αὐτῶν, ἢ πρὸς τῶν αὐτῶν, ἀλλ´ αὐτην ἑκάστην ἰεραρχεῖσθαι μὲν ὑπὸ τῶν προτέρων, ἰεραρχεῖν δὲ τῶν τελευταίων, οὐκ ἀπεικότως ἄν τις φαίη, τὰς ἐν τοῖς λογίοις ἱεροπλάστους μορφώσεις, τὰς αὐτὰς ἔσθ´ ὅτε δύνασθαι, καὶ πρώταις καὶ μέσαις καὶ τελευταίαις δυνάμεσιν οἰκείως καὶ ἀληθῶς περιτιθέναι. Καὶ τὸ πρὸς τὸ ἄναντες οὖν ἐπιστρεπτικῶς ἀνατείνεσθαι, καὶ τὸ περὶ αὐτὰς ἀῤῥεπῶς εἰλεῖσθαι, τῶν οἰκείων οὔσας φρουρητικὰς δυνάμεων, καὶ τὸ τῆς περὶ τὰ δεύτερα κοινωνικῇ προόδω της προνοητικῆς αὐτὰς ἐν μεθέξει δυνάμεως εἶναι, πασαις ἀψευδῶς ἀρμόσει ταῖς οὐρανίαις οὐσίαις, εἰ καὶ, ταῖς μὲν ὑπερκειμένως καὶ ὀλικῶςς πολλάκις εἴρηται, ταίς δὲ μερικως καὶ ὑφειμένως. $0=3 $8=172 $9=1 ὰς οὐμασίους οὐσίας σωροὺς ἀνθράκων πυρὸς περιτθεῖσαν, καὶ ποταμοὺς ἀσχέτῳ ῥοίζῳ πυριφλεγέθοντας· ἀλλὰ καὶ τοὺς θρόνους φησὶ πυρίνους εἶναι, καὶ αύτοὺς δὲ τοὺς ὑπερτάτους σεραφὶμ ἐμπρηστὰς Ἐντας, ἐκ τῆς ἐπωνυμίας ἐμφαίνει, καὶ τὴν πυρὸς ἰδιότητα καὶ ἐνέργειαν αὐτοῖς ἀπονέμει, καὶ ὅλως ἄνω καὶ κάτω τὴν ἐμπύριον τιμᾷ ἐκκρίτως τυποπλαστίαν. Το μὲν οὖν πυρῶδες ἐμφαίνειν οἷομαι τὸ τῶν οὐρανίων νοῶν θεοειδέστατον· οἱ γὰρ ἱεροὶ θεολόγοι τὴν ὑπερούσιονκαὶ ἀμόρφωτον οὐσίαν ἐν πυρὶ πολλαχῆ διαγράφουσιν, ὡς ἔχυντι πολλὰς τῆς θεαρχικῆς θέμις εἰπεῖν ἐδιότητος ὡςΡ ἐν ὁρατοῖς εἰκόνας. Τὸ γὰρ αἰσθητὸν πῦρ ἔστι μὲν, ὡς εἰπεῖν, ἐν πᾶσι, καὶ διὰ πάντων ἀμιγῶς φοιτᾷ, καὶ ἐξῄρηται πάντων· καὶ παμφαὲς ὅν, ἅμα καὶ ὡς κρύφιον, ἄγνωστον αὐτὸ καθ´ αὐτὸ, μὴ προκειμένης ὕλης εἰς ἣν ἀναφαίνοι τὴν οἰκείαν ἐνέργειαν· ἄσχετόν τε καὶ ἀθεώρητον, αὐτοκρατητικὸν ἀπάντων, καὶ τὰ ἐν οἷς ἂν ἐγγένηται, πρὸς τὴν οἰκείαν ἄγον ἐνέργειαν· ἀλλοιωτικὸν, μεταδοτικὸν αντοῦ πᾶσι τοῖς ὁπωσοῦν πλησιάζουσιν· ἀνανεωτικὸν τῇ ζωοπύρω θερμότητι, φωτιστικὸν ταῖς ἀπερικαλύπτοις ἐλλάμψεσιν· ἀκράτητον, ἀμιγὲς, διακριτικὸν, ἀναλλοίωτον, ἀνωφόρον, ὀξύπορονθ, ψψηλὸν, οὐδεμιᾶς ἀνεχόμενον ὑποπεζίας ὑφέσεως, ἀεικίνητον, ταὐτοκίνητον, κινητικὸν ἑτέρων, περιληπτικὸν, ἀπερίληπτον, ἀπροσδεὲς ἑτέρου, λανθανόντως αὐξητικὸν ἑαυτοῦ, πρὸς τὰς ὑποδεχομένας ὕλας ἐκφαῖνον τὴν ἑαυτοῦ μεγαλειότητα· δραστήριον, δυατὸν, ἂπασι παρὸν ἀοράτως. Ἀμελούμενον, οὐκ εἶυαι δοκοῦν, τῆ τρίψει δὲ, καθάπερ τινὶ ζητήσει, συμφυῶς καὶ οἰκείως ἐξαίφνης ἀναφαινόμενον, καὶ αὐθις ἀκαταλίπτως ἀφιπτάμενον, ἀμείωτον ἐν πᾶσι ταῖς πανολβίαις ἑαυτοῦ μεταδόσεσι. Καὶ πολλὰς Κν τις εὕροι τοῦ πυρὸς ἰδιότητας οἰκείας, ὡς ἐν αἰσθηταῖς εἰκόσι, θεαρχικῆς ἐνεργείας. Τοῦτο γοῦν εἱδότες οἱ θεόσοφοι, τὰς οὐρανίας οὐσίας ἐκ πυρὸς διαπλάττουσιν, ἐμφαίνοντες αὐτῶν τὸ θεοειδὲς, καὶ, Ἀλλὰ καὶ ἀνθρωπομόρφους αὐτοὺς ἀναγράφουσι, διὰ τὸ νοερὸν καὶ τὸ πρὸς τὸ ἄναντες ἔχειν τὰς ὀπτικἀς δυνάμεις, καὶ τὸ τοῦ σχήματος εὐθὺ καὶ ὄρθιον, καὶ τὸ κατὰ φύσιν ἀρχικὸν, καὶ ἡγεμονικὸν, καὶ τὸ κατ´ αἴσθησιν μὲν ἐλάχιστον, ὡς πρὸς τὰς λοιπὰς πῶν ἀλόγων ζώων δυνάμεις, κρατητικὸν δὲ πάντων τῆ τοῦ νοῦ κατὰ περιουσίαν δυνάμει, καὶ τῇ κατὰ λογικὴν ἐπιστήμην ἐπικρατείᾳ, καὶ κατὰ τὸ φύσει τῆς ψυχῆς ἀδούλωτον καὶ ἀκράτητον. $0=3 $8=173 $9=1 Ἔστι δὲ καὶ καθ´ ἕκαστον, ὡς οἷμαι, τῆς σωματικῆς ἡμῶν πολυμερίας εἰκόνας ἐναρμονίους ἐξευρεῖν τῶν οὐρανίων δυνάμεων, φάσκοντας, τὰ μὲν ὀπτικὰς ἐμφαίνειν δυνάμεις, τὴν πρὸς τὰ θεῖα φῶτα διειδεστάτην ἀνάνευσιν, καὶ αὖθις τὴν ἀπλῆν καὶ ὑγρὰν καὶ οὐκ ἀντίτυπον, ἀλλ´ ὀξυκίνητον, καὶ καθαρὰν καὶ ἀναπεπταμένην ἀπαθῶς ὑποδοχὴν τῶν θεαρχικῶν ἐλλάμψεων. Τὰς δὲ τῶν ὀσφραντῶν διακριτικὰς δυνάμεις, τὸ τῆς ὑπὲρ νοῦν εὐώδους διαὸόσεως, ὡς ἐφικτὸν, ἀντιληπτικὸν καὶ τῶν μὴ τοιούτων ἐν ἐπιστήμῃ διακριτικὸν, καὶ ὁλικῶς ἀποφευκτικόν. Τὰς δὲ τῶν ὥτων δυνάμεις, τὸ μετοχικον καὶ γνωστικῶς ὑποδεκτικὸν τῆς θεαρχικῆς ἐπιπνοίας. Τὰς δὲ γευστικὰς, τὴν τῶν νοητῶν τροφῶν ἀποπλήρωσιν, καὶ τὸ τῶν θείων καὶ τροφίμων ὀχετῶν ὑποδεκτικόν. Τὰς ἀπτικὰς δὲ, τὸ τοῦ προσφυοῦς ἡ τοῦ θλάπτοντος ἐν ἐπιστήμη διαγνωστικον, Τὰ βλέφαρα δὲ καὶ τὰς ὀφρύας, τὸ τῶν θεοπτικῶν νοήσεων φρουρητικόν. Τὴν ἡβῶσαν δὲ καὶ νεανικὴν ἡλικίαν, τὸ τῆς ἐπακμαζούσης ἀεὶ ζωτικῆς δυνάμεως·. Τοὺς ὀδόντας δὲ, τὸ διαιρετικὸν τῆς ἐνδιδομένης τροφίμου τελειότητος· ἑκάστη γὰρ οὐσία νοερὰ, τὴν δωρουμένην αὐτῇ πρὸς τῆς θειοτέρας ἑνοειδῆ νόησιν προνοητικῇ δυνάμει διαιρεῖ καὶ πληθεύει, πρὸς τὴν τῆς καταδεεστέρας ἀναγωγικὴν ἀναλογίαν. Τοὺς ὤμους δὲ καὶ τὰς ὡλένας, καὶ αὖθις τὰς χεῖρας, τὸ ποιητικὸν καὶ ἐνεργητικὸν καὶ δραστήΟΟὺ. Τὴν δ´ αὖ καρδίαν, σύμβοον εἶναι τῆς θεο.ιδο´ ζωῆς, τῆς τὴν οἰκείαν ζωτικὴν δόναμιν ἀγαθοειδῶς εἰς τὰ προνοούμενα διασπειρούσης. Τὰ στέρνα δὲ αὖθις ἐμφαίνειν τὸ ἀδάμαστον, καὶ τὸ φρουρητικὸν, ὡς ἐπὶ τῆς ὑποκειμένης καρσίας της ζωοποιοῦ διαδόσεως. Τὰ δὲ νῶτα, τὸ συνεκτικὸν τῶν ζωογόνων ἁπασῶν δυνάμεων. Τοὺς πόδας δὲ, τὸ κινητικὸν, καὶ ὀξὺ καὶ ἐντρεχὲς τῆς ἐπὶ τὰ θεῖα πορευτικῆς ἀεικινησίας· διὸ καὶ ὑποπτέρους ἡ θεολογία τοὺς τῶν ἁγίων νοῶν ἐσχημάτισε πόδας. Τὸ γὰρ πτερὸν ἐμφαίνει τὴν ἀναγωγικὴν ὀξύτητα, καὶ τὸ οὐράνιον, καὶ τὸ πρὸς τὸ ἄναντες ὀδοποιητικὸν, καὶ τὸ παντὸς χαμαιζήλου διὰ τὸ ἀνώφορον ἐξῃρημένον· ἡ δὲ τῶν πτερῶν ἐλαφρία, τὸ κατὰ μηδὲν πρόσγειον, ἀλλ´ ὄλον ἀμιγως καὶ ἀβαρῶς ἐπὶ τὸ ὑψηλὸν ἀναγόμενον· τὸ δὲ γυμνὸν καὶ ἀνυπόδετον, τὸ ἄφετον, καὶ εὔλυτον, καὶ ἄσχετον, καὶ καθαρεῦον τῆς τῶν ἐκτὸς προσθήκης, καὶ τὸ πρὸς τὴν ἀπλότητα τὴν θείαν ὡς ἐφικτὸν ἀφομοιωτικόν. $0=3 $8=174 $9=1 Ἀλλ´ ἐπεεθὴ αὖθις ἡ ἁπλῆ καὶ πολυποίκιλος σοφία καὶ τοὺς ἀσκεπεῖς ἁμφιέννυσι, καὶ σκεύη τινὰ δίδωσι περιφέρειν αὐτοῖς, φέρε καὶ τὰ τῶν οὐρανίων νοῶν ἐερὰ περιβλήματα καὶ ὄργανα, κατὰ τὸ ἡμῖν δυνατὸν, ἀναπτύξωμεν, Τὴν μὲν γὰρ φανὴν ἐσθῆτα καὶ τὴν πυρώδη σημαίνειν οἴομαι τὸ θεοειδὲς κατὰ τὴν πυρὸς εἰκόνα, καὶ τὸ φωτιστικὸν διὰ τὰς ἐν οὐρανῷ λήξεις, ὅπου τὸ φῶς, καὶ τὸ καθῶου νοητῶς ἐλλάμπον, καὶ νοερῶς ἑο ἐλλαμπόμενον· τὴν δὲ ἰερατικὴν, τὸ. πρὸς τὰ θεῖα καὶ τὰ μυστικὰ θεάματα προσαγωγικὸν, καὶ τὸ τῆς ἅης ζωῆς ἀφιερωμένον. Τὰς δὲ ζώνας, τὸ τῶν γονίμων αὐτῶν φρουρητικὸν δυνάμεων, καὶ τὸ τὴν συνάγωγον αὐτῶν ἕξιν, εἰς αὐτὴν ἑνιαίως συνεστράφθαι, καὶ κύκλῳ μετ´ εὐκοσμιας, τῇ ἀμεταπτώτῳ ταὐτότητι περὶ ἑαυτὴν συνελίσσεσθαι. Τὰς δὲ αὖ ῥάβδους, τὸ βασιλικὸν καὶ ἡγεμονικὸν, καὶ εὐθέα τὰ πάντα περαῖνον. Τὰ δὲ δόρατα καὶ τοὺς πελέκεις, τὸ τῶν ἀνομοίων διαιρετικὸν, καὶ τὸ τῶν διακριτικῶν δυνάμεων ὁξὺ καὶ ἐνεργὰς, καὶ δραστήριον. Τὰ δὲ γεωμετρικὰ καὶ τεκτονικὰ σκεύη, τὸ θεμεἀμωτικὸιν καὶ οἰκοδομητικὸν, καὶ τὸ τελειωτικὸν καὶ ὅσα ἄλλα τῆς ἀναγώγου καὶ ἐπιστρεπτικῆς ἐστι τῶν δευτέρων προνοίας. Τστι ἐὲ ὅτε καὶ τῶν εἰς ἡμᾶς θεοκρισιῶν ἐστι σύμβολα, τὰ πλαττόμενα τῶν ἀγίων ἀγγέλων ὄργανα· τῶν μὲν, δηλούντων ἐπανορθωτικὴν παιδείαν, ἢ τιΚμωρὸν δικαιοσύνην· τῶν δὲ περιστάσεων ἐλευθερίαν, ἤ παιδείας τέλος, ἡ προτέρας εὐπαθείας ἐπανάληψιν, ἢ προσθήκην ἔτέρων δωρεῶν, μικρῶν ἢ μεγάλων, αἰσθητῶν ἢ νοητῶν· καὶ ὅλως οὐκ ἂν ἀπορήσειεν ὀ διορατικὸς ν νοῦς, οἰκείως ἀρμόσαι τοῖς ἀφανέσι τὰ φαινόμενα. Τὸ καὶ ἀνέμους αὐτοὺς ὀνομάζεσθαι, τὴν ὀξεῖαν αὐτῶν ἐμφαίνει καὶ ἐπὶ πάντα σχεδὸν ἀχρόνως διήκουσαν ποίησιν, καὶ τὴν ἄνωθεν ἐπὶ τὰ κάτω, καὶ αὖθις ἐκ τῶν κάτω πρὸς τὸ ἄναντες διαπορθμευτικὴν κίνησιν, τὴν ἀνατείνουσαν μὲν τὰ δεύτερα πρὸς τὸ ὑπέρτερον ὕψος, κινοῦσαν δὲ τὰ πρῶτα πρὸς κοινωνικὴν καὶ προνοητικὴν τῶν ὑφειμένων πρόοδον. Εἴποι δ ἄν τις τὴν τοῦ ἀερίου πνεύματος ἀνεμιαίαν $0=3 $8=175 $9=1 ἐπωνυμίαν, καὶ τὸ θεοειδὲς τῶν οὐρανίων νόων ἐμφαίνειν· ἔχει γὰρ καὶ τοῦτο θεαρχικῆς ἐνεργείας εἰκόνα καὶ τύπονς ἐν συμβολικῇ θεολογίᾳ, κατὰ τὴν τετράστοιχον ἡμῖν ἀνακάθαρσιν διὰ πλειόνων ἀποδέδεικται, κατὰ τὸ τῆς φύσεως κινητικὸν καὶ ζωογόνον, καὶ τὴν ὀξεῖαν καὶ ἀκράτητον χώρησιν, καὶ τὴν ἄγνωστον ἡμῖν καὶ ἀόρατον κρυφιότητα τῶν κινητικῶν ἀρχῶν καὶ ἀποπερατώσεων Οὐ γὰρ οἷδας, φησί, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ἀλλὰ καὶ νεφέλης αὐτοῖς ἱδέαν ἡ θεολογία πεοιπλάττει, σημαίνουσα διὰ τούτου, τοὺς ἱεροὺς νόας τοῦ μὲν κρυφίου φωτὸς ὑπερκοσμίως ἀποπληρουμένους, τὴν πρωτοφανῆδε πρωτοφάνειαν ἀνεκπομπεύτως εἰσδεχομένους, καὶ ταύτην ἀφθόνως εἰς τὰ δεύτερα δευτεροφανῶς καὶ ἀναλόγως διαπορθμεύοντας· καὶ μὴν ὅτι τὸ γόνιμον αὐτοῖς, καὶ ζωοποιὸν, καὶ αὐξητικὸν, καὶ τελειωτικὸν ἐνυπάρχει, κατὰ τὴν νοητὴν ὁμβροτοκίαν, τὴν τὸν ἐκδόχειον κόλπον παλέοις ὑετοῖς ἐπὶ ζωτικὰς ὠδῖνας ἐκκαλουμένην. Εἰ δὲ καὶ χαλκοῦ, καὶ ἠλέκτρου, καὶ λίθων πολυχρωμάτων εἶδος ἡ θεολογία ταῖς οὐρανίαις οὐσίαις περιτίθησι· τὸ μὲν ἤλεκτρον, ὡς χρυσοειδὲς ἅμα καὶ ἀργυροειδὲς, ἐμφαίνει τὴν ἄσηπτον, ὡς ἐν χρυσῳ, καὶ ἀδάπανον, καὶ ἀμείωτον, καὶ ἄχραντον διαύγειαν· καὶ τὴν φανὴν, ὡς ἐν ἀργύρῳ, καὶ φωτοειδῆ, καὶ οὐρανίαν αἴγλην. Τῷ δὲ χαλκῷ, κατὰ τοὺς ἀποδοθέντας λόγους, ἢ τὸ πυρῶδες, ἢ τὸ χρυσοειδὲς ἀπονεμητέον. Τὰς δὲ τῶν λίθων πολυχρωμάτους ἰδέας ἐμφαίνειν οἰητέον, ἢ ὡς λευκὰς, τὸ φωτοειδές· ἢ ὡς ἐρυθρὰς τὸ πυρῶδες· ἢ ὡς ξανθὰς, τὸ χρυσοειδές· ἢ ὡς χλοερὰς, τὸ νεανικὸν καὶ ἀκμαῖον· καὶ καθ´ ἕκαστον εἶδος εὐρήσεις ἀναγωγικὴν τῶν τυπικῶν εἰκόνων ἀνακάθαρσιν. Ἀλλ´ ἐπειδὴ ταῦτα κατὰ δύναμιν ἡμῖν ἀρκούντως εἰρῆσθαι νομίζω, μετιτέον ἐπὶ τὴν ἱερὰν ἀνάπτυξιν τῆς τῶν οὐρανίων νοῶν ἱεροτύπου θηρομορφίας·. Καὶ τὴν μὲν λέοντος μορφὴν ἐμφαίνειν οἰητέον τὸ γεμονικόν, καὶ ῥωμαλέον, καὶ ἀδάμαστον καὶ τὸ πρὸς τὴν κρυφιότητα τῆς ἀφθέγμονος θεαρχίας, ὅση δύναμις, ἀφομοιωτικὸν τῇ τῶν νοερῶν ἰχνῶν περικαλύψει, καὶ τῇ μυστικῶς ἀνεκπομπεύτῳ περιστολῇ τῆς κατὰ θείαν ἔλλαμψιν ἐπ´ αὐτὴν ἀνατατικῆς πορείας. $0=3 $8=176 $9=1 Τὴν δὴ τοῦ βοὸς, τὸ ἱσχυρὸν, καὶ ἀκμαῖον, καὶ τοὺς νοεροὺς αὔλακας ἀνευρῦνον εἰς ὑποδοχὴν τῶν οὐρανίων καὶ γονιμοποιῶν ὄμβρων, καὶ τὰ κέρατα, τὸ φρουρητικὸν καὶ ἀκράτητον. Τὴν δὲ τοῦ ἀετοῦ, τὸ βασιλικὸν, καὶ ὑψίφορον, καὶ ταχυπετὲς, καὶ τὸ πρὸς τὴν δυναμοποιὸν τροφὴν ὀξὺ, καὶ νῆφον, καὶ ἐντρεχὲς, καὶ εὐμήχανον, καὶ τὸ πρὸς τὴν ἄφθονον καὶ πολύφωτον ἀκτῖνα τῆς θεαρχικῆς ἡλιοβολίας, ἐν ταῖς τῶν ὀπτικῶν δυνάμεων εὐρώστοις ἀνατάσεσιν ἀνεμποδίστως κατ´ εὐθὺ καὶ ἀκλινῶς θεωρητικόν Τὴν δὲ τῶν ἴππων, τὸ εὐπειθες, καὶ εὐήνιον· καὶ λευκῶν μὲν ὄντων, τὸ λαμπρὸν, καὶ ὡς μάλιστα τοῦ θείου φωτὸς συγγενές· κυανῶν δὲ ὄντων, τὸ κρύφιον· ἐρυθρῶν δὲ, τὸ πυρῶδες καὶ δραστήριον· συμμίκτων δὲ πρὸς λευκοῦ καὶ μέλανος, τὸ τῇ διαπορθμευτικῇ δυνάμει τῶν ἄκρων συνδετικὸν, καὶ τὰ πρῶτα τοῖς δευτέροις καὶ τὰ δεύτερα τοῖς πρώτοις, ἐπιστρεπτικῶς ἢ προνοητικῶς ΧιλνὰπτΟν. Ἀλλ´ εἰ μὴ τῆς τοῦ λόγου κατεστοχαζόμεθα συμμετρίας, καὶ τὰς κατὰ μέρος τῶν εἰρημένων ζώων ἰδιότητας, καὶ πάσας τὰς σωματικὰς αὐτῶν διαπλάσεις, ἐφηρμόσαμεν ἂν οὐκ ἀπεικότως ταῖς οὐρανίαις δυνάμεσι, κατὰ τὰς ἀνομοίους ὁμοιότητας. Τὸ μὲν θυμοειδὲς αὐτῶν, εἰς τὴν νοερὰν ἀνδρίαν, ἧς ἐστιν ξσχατον ὁ θυμὴς ἀπήχημα· τὴν δὲ αὖ ἐπιθυμίαν, είς τὸν θεῖον ἔρωτα· καὶ συλλήβδην εἰπεῖν, πάσας τὰς τῶν ἀλόγων ζώων αἰσθήσεις τε καὶ πολυμερείας εἰς τὰς ἀὐλους τῶν οὐρανίων οὐσιῶν νοήσεις, καὶ ἐνοειδεῖς δυνάμεις ἀνάγοντες. Ἀρκεῖ δὲ τοῖς ἐχέφροσιν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ μιᾶς ἀπεμφαινούσης εἰκόνος ἀνακάθαρσις, εἰς τὴν τῶν παραπλησίων ομοιότροπον διασάφησιν. Ἐπισκεπτέον δὲ καὶ τὸ ποταμοὺς εἰρῆσθαι, καὶ τροχοὺς καὶ ἄρματασυνημμένα ταῖς οὐρανίαις οὐσίαις. Οε μὲν γὰρ ἐμπύριοι ποταμοὶ σημαίνουσι τοὺς θεαρχικοὺς ὀχετοὺς, ἄφθονον αὐταῖς καὶ ἀνέκλειπτον κπίῤῥοιαν χορηγοῦντας, καὶ ζωοποιοῦ θρεπτικοὺς γονιμότητος· τὰ δὲ ἅρματα, τὴν συζευτικὴν τῶν ὁμοταγῶν κοινωνίαν· οἱ δὲ τροχοὶ, πτερωτοὶ μὲν πντες, ἐκὶ δὲ τὰ πρόσθεν ἀνεπιστρόφως καὶ ἀκλινῶς πορευόμενοι, τὴν κατ´ εὐθεῖαν καὶ ὄρθιον ὁδὸν, τῆς πορευτικῆς αὐτῶν ἐνεργείας δύναμιν, ἐπὶ τὸν αὐτὸν ἀκλινῆ καὶ ἰθύτομον οἷμον ἀπάσης αὐτῶν τῆς νοερᾶς τροχιᾷς ὑπερκοσμίως ἰθυνομένης. Ἑστι δὲ καὶ κατ´ ἄλλην ἀναγωγὴν ἀνακαθᾶραι τὴν τῶν νοερῶν τρογῶν εἰκονογραφίαν· ἐπεκλήθη γὰρ αὐτοῖς, ὥς φησιν ὁ θεολόγος, Γελγέλ· ἐμφαίνει δὲ τοῦτο κατὰ ἑβραίκὴν φωνὴν, ἀνακυλισικοὺς $0=3 $8=177 $9=1 καὶ ἀνακαλύεις. Οἱ γὰρ ἐμπύριοι καὶ θεοειἑεῖς τροχοὶ τοὺς μὲν ἀνακυλσμοὺς ἔχρυσι τῇ περτὸ ταύτὸν ἀγαθὸν ἀεικινήτῳ κινήσει· τὰς ἀνακαλύψεις δὲ τῇ τῶν κρυφίων ἐκφαντορίᾳ, καὶ τῇ κῶν περιπεζίων ἁναγωγῇ, καὶ τῇ τῶν ὑψηλῶν ἐλλάμψεων εἰς τὰ ὑφειμένα καταγωγικῇ διαπορθμεύσει Λοιπὸς ἡμῖν εἰς διασάφησιν ὁ περὶ τῆς χαρᾶς τῶν οὐρανίων δεακοσμήσεων λόγος· παὶ γὰρ ἄδεπτὸε παντελῶς εἰσι τῆς καθ´ ἡμᾶς ἐμπαθοῦς ἠδονῆς· συγχαίρειν δὲ Θεῷ λέγονται τῇ τῶν ἀπολωλάτων εὐρέσει κατὰ τὴν θεοειδῆ ῥαστώνην, κὰὶ τὴν ἐπλ τῇ προνοίᾳ καὶ σωτηρίᾳ τῶν ἐπὶ Θεὸν ἐπιστρεφομένων ἀγαθοειδῆ καὶ ἄφθονον εὐφροπύνην, καὶ τὴν εὐπάθειαν ἐκείνην τὴν ἄῤρητον, ἦς ἐν μεθέξει πολλάκις γεγόνασι καὶ ἄνδρες ἱεροί, κατὰ τὰς θεουργοὺς τῶν θείων ἐλλάμψεων ἐπιφοιτήσεις. Τοσαῦτά μοι περὶ τῶν ἱερῶν ἀναπλάσεων εἰρήσθω, τῆς μὲν ἀκριβοῦς αὐτῶν ἐκφαντορίας ἀπολειπόμενα, συντελοῦντα δὲ, ὡς οἶμαι, πρὸς τὸ μηδὲ ταπεινῶς? ἡμᾶς ἐναπομεῖναι ταῖς τυπωτικαῖς φαντασίαις. Εἰ δὲ καὶ τοῦτο φαίης, ὡς οὐ πάντων ἑῆς τῶν ἀγγελικῶν ἐν τοῖς λογίοις δυνάμεων, ἢ ἐνεργειων, ἢ. εἰκόνων ἐποιησάμεθα μνήμην· ἀποκρινούμεθα τἀληθὲς, ὅτι τῶν μὲν, τὴν ὑπερκόσμιον ἐπιστήμην ἡγνοήσαμεν, καὶ μᾶλλον ἐπ´ αὐτοῖς ἡμεῖς ἑτέρου τοῦ φωταγωγοῦντος, τοῦ μυοῦντος δεόμεθα· τὰ δὲ ὡς τοῖς εἰρημένοις ὁμοδύναμα παραλελοίπαμεν, τῆς τε συμμετρίας τοῦ λόγου προνενοηκότες, καὶ τὴν ὑπὲρ ἡμᾶς κρυφιότητα σιγῇ τιμήσαντες. $0=3 $8=178 $9=1 ἔΙ θέρε λοιπὸν ἀναπαύσωμεν τὸν ἡμέτερον νοῦν ὰπὸ τῶν ὑψηλῶν θεωριῶν καὶ συντόνωνπὸ μεταφορᾶς τῆς μουσικῆς, ἐχούσης καὶ ἀνειμένην συμφωνίαν, καὶ μέσην, καὶ σύντονον, ἐπὶ δὲ τὸ διαιρεπὸν καὶ πολυμερὲς πλάτος τῶν μορφοποιῶν καταβώμεν. Ὅσῳ γὰρ ἐπὶ τὴν ὕλην καὶ τὰς μορφοποιίας καταγόμεθα, τοσοῦτον τὴν ἔννοιαν διαιρούμεθα· καὶ ὅσον ἀναγόμεθα πρὸς τὰ νοητὰ, τοσοῦτον ἑνοποιούμεθα, σχολάζοντος ἡμῶν τοῦ νοὸς ἀπὸ τῶν ολυμερῶν τούτων καὶ χθαμαλῶν καὶ αἰσθητῶν πᾶάσεων. Διὰ τοῦτο, καταβάντες ἐπὶ ταύτας τὰς πλάσεις, μὴ μείνωμεν εἰς αὐτὰς, ἀλλὰ πάλιν ἀναχθῶμεν εἰς αὐτὸν, ἀναλυτικῶς ἁνακάμπτοντες ὡς ἀπ´ εἰκόνων ἐπὶ τὴν ἀπλότητατοιαύτη γὰρ καὶ ἡ τοῦ συλλογισμοῦ λεγομένη ἀνάλυσις· εὖρηται λόγος σύνθςτος, ὃν ἀναλύομεν εἰς προτάσεις, καὶ τὰς προτάσεις εἰς ὅρους, ἐξ ὧν καὶ ὁ συλλογισμὸς συνετέθη. στω δέ σοι τοῦτο προδιεγνωσμένον, ὡς αἱ των εἰκόνων ἀνακαθάρσεις, δηλονότι ἐξηγητικαι ἑρμηνεῖαι, δι´ ὧν καθαίρονται τὰ ἐν τοῖς λεγομένοις συμβόλοις δοοκοῦντα ἄτοπα, τὰς αὐτὰς διακοσμήσεις, ἑαραρχούσας καὶ ἰεραρχουμένας παριστῶσι, καὶ τὰς πρώτας, καὶ τὰς μέσας, ὁμοίως καὶ τὰς ἐσχάτας· καὶ πάλιν τὰς αὐτὰς κατὰ τὸ πρῶτον, καὶ τὸ μέσον, καὶ τὸ τελευταῖον, καθὼς ἐν ἑκάστῃ διακοσμήσει εὕρηται. Οὐδὲν οὖν ἐκ τούτου ἄτοπόν τι παρεισάγεται κατὰ τὸν τοιόνδε τρόπον τῶν ἐξηγήσεων· εἰ μὲν γὰρ τὰς αὐτὰς ἱεραρχούσας ἄλλων, καὶ αὐθις $0=3 $8=179 $9=1 παρ´ αὐτῶν ἐκείνας ἱεραρχουμένας ἐλέγομεν. δντως ἀτοπία τὸ πρᾶγμα ἐδόκει καὶ σύγχυσις. Εἰ ἂὲ τὰς αὐτὰς ἰεραρχεῖν καὶ´ ἰεραρχεῖσθαι λέγομεν, ρὐκέτι δὲ τῶν αὐτῶν καὶ περὶ τῶν αὐτῶν, ἀλλὰ τὴν ἑκάστην ἱεραρχεῖσθαι ὑπὸ τῶν πρώτων, καὶ ἰερμρχεῖν τῶν δευτέρων, οὐκ ἀπεικότως ἄν τις φαίη, τὰς αὐτὰς μορφώσεις δύνασθαι περιτίθεσθαι καὶ ταῖς πρώταις, καὶ ταῖς ἐσχάταις, οἰκείως πάντη καὶ ἀληθινῶς, Τοῦτο δὲ προστίθησιν ἐνταῦθα ὁ ἅγιος, ἐπεὶ μέλλει λέγειν περὶ τῶν μορφώσεων τῶν οὐρανίων ταγμάτων, καὶ βούλεται μὴ ἰδίᾳ ἑκάστῳ τάγματι ἄλλην καὶ ἄλλην περιτιθέναι μόρφωσιν, ἀλλὰ πάσας ἁπλῶς τοῖς πᾶσι, καθὼς ἔχει καὶ ὁ τῆς ἀληθείας λόγος. Προκατασκευάζει γοῦν, ὅτι καὶ τὸ πρὸς τὸ ἄναντες ἀνατείνεσθαι, πλὴν ἐπιστρεπτικῶς· ἀνατείνεται γὰρ πρὸς τὸ ἄναντες καὶ πῦρ, ἀλλ´ ἀλόγως καὶ φυσικῶς, μηδεμίαν ἔχον ἐπιστροφὴν καὶ προαίρεσιν. Τὸ γοῦν πρὸς τὸ, ἄναντες ἀνατείνεσθαι, καὶ τὸ περὶ ἑαυτὰς ἀῤῥεπῶς συστρέφεσθαι, καὶ φρουρεῖν τὰς οἰκείας δυνάμεις γὰρ καὶ τῶν ὑπερτάτων ἐφίενται, ἀλλ´ οὖν οὐχ ὡς καταφρονοῦσαι τῶν οἱκείων δυνάμεων, ἐπιζητοῦσιν ἕτερα, δι´ αὐτὸ μὲν οὖν μᾶλλον τοῦτο τὸ ἀγαπητικῶς ἔχειν πρὸς τὰς οἰκείας δυνάμεις, καὶ ἑτέρων ἐφίενται, καὶ τρίτον, τὸ περὶ τὰ δεύτερα κοινωνικὸν καὶ προοδικὸν, πάσαις ἀρμόσει ταῖς οὐρανίαις οὐσίαις, εἰ καὶ ταῖς μὲν ὅλικῶς, ὡς πολλάκις εἴρηται, ταῖς δὲ μερικῶς. Ι. Ἐπεὶ οὖν προεθέμεθα τοὺς τύπους ἀνακαθᾶραι, δηλονότι τὰς μορφώσεις καὶ τὰς εἰκόνας ἀνάξαι εἴς τινα ὑπερτάτην καὶ μείζονα ἔννοιαν, φέρε πρὸ τῶν ἄλλων πρώτην ἀνακάθαρσιν ποιησώμεθα τῆς τοῦ πυρὸς εἰκόνος, ὅτι καὶ παρὰ τὰς ἄλλας εἰκόνας τὴν ἐμπύριον ὑλογραφίαν ἡ θεία Γραφὴ τιμᾷ Καὶ γὰρ μὴ μόνον τροχοὺς πυρώδεις, ὡς ἐν τῳ Ἰεζεκιὴλ εὕρηται, Καὶ πνεῦμα ἦν ἐν τοῖς τροχοις, λέγοντι, παραδίδωσιν, ἀλλὰ καὶ ζῶα πεπυρωμένα, κατὰ τὸ, Ἐν τῷ πορεύεσθαι τὰ ζα, ἐπορεύοντο καὶ οἱ προχοί· καὶ ἄνδρας πυρώδεις, καὶ ἄνθρακας. κατὰ τὸ, Ἄνθρακες ἀνήφθησαν ἐπὶ τὸ αὐτό· καὶ ποταμοὺς, ὡς ἄνι τις εἴποι κατὰ τοὺς Ἔλληνας πυριφλεγέθοντας, κατὰ τὸ, Καὶ ποταμὸς πιχρὸς εἶλκε πρὸ τῶν ποδῶν αὐτοῦ· καὶ πάλιν θρόνους πυρίνους, ὡς ἐν τῷ Ἰεζεκιὴλ παραδίδωσι· καὶ ἡ ἐπωνυμία τῶν σεραφὶμ ἐμπρησταί εἰσι καὶ θερμαίνοντες, ταῦτα γάρ εἰσι τοῦ πυρὸς, τὸ μὲν θερμὸν ἰδιότης, το δὲ καυστικὸν ἐνέργεια· καὶ ὅλως ἄνω καὶ κάτω τὴν ἐμπύριον τυποπλαστίαν τιμᾷ. Τὸ μὲν οὖν πυρῶδες ἐμφαίνειν οἴομαι τὸ θεοειδὲς τῶν οὐρανίων δυνάμεων· καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῶρ κατμιαλίσκον λέγεται, Ἐθεωρήθη δὲ εἰς πῦρ ὁ Θεὸς, ἡ ἀμόρφωτος οὐσία καὶ ὑπερούσιος, ὅτι καὶ τὸ πῦρ πολλὰς εἰκόνας ἔχει, εἰ θέμις τέως εἰπεῖν, τῆς θεαρχικῆς ἰδιότητος. Ἐκφράζει τὸ αἰσθητὸν πῦρ, βτι ἐστὶν ἐν πᾶσι, ποῦ μὲν καὶ αὐτὸ τὸ πῦρ, ποῦ δὲ καὶ ἡ τοῦ πυρὸς ἰδιότης, τὸ θερμὸν, καθ´ ὃ πάντα κινοῦνται· αἴτιον γὰρ τῆς κινήσεως τὸ θερμὸν λέγουσι. Μὴ μόνον οὖν ἐν τοῖς ἄλλοις, ἀλλὰ $0=3 $8=180 $9=1 εὐρήσεις τὸ θερμόν· πῶς γὰρ ἂν καὶ ἐκινήθη, μὴ ἕχον πνεῦμα; κατὰ τό· Πνεῦμα Θεοῦ ἐπεφέρετο πάνω τοῦ ὕθατος. Τὸ δὲ πνεῦμα πάντως τοῦ θερμοῦ μετέχει, καθ´ ὄ καὶ εὐκίνητόν ἐστι, καὶ διὰ πάντων φοιτᾷ, πλὴν ἀμιγῶς· οὐδὲ γὰρ αὐτὸ πρὸς τὴν ὕλην μιγνύμενον μεταβάλλεται, ἀλλὰ τὴν ὕλην εἰς ἑαυτὸ μεθίστησι. Τὸ αὐτὸ καὶ παμφαὲς, ὅτε τῆς ὕλης ἐπιδράξεται· καὶ κρύφιον καθ´ αὑτὸ, μὴ προκειμένης ὕλης· τίς γὰρ βλέπει τὸ ἐν τῇ πυρίτιδι πῦρ, εἰ μή γε ἐκκρουσθῇ καὶ ὕλης τινὸς ἐπιδράξηται; Μὴ οὖν λέγε· Καὶ πῶς δίχα τινὸς ὕλης σπινθῆρες ἐξάπτονται; κἀκεῖ γὰρ ὕλη τις ἐστίν· ἄ γὰρ συνθλιβόμενος ἀὴρ, μέσων τῶν συνθλιβομένων, ἐκεῖνός ἐστιν ὡς ὕλη τοῖς ἀποπαλλομένοις σπινθῆρσιν, εἰς ὃν ἀναφαίνει τὸ πῦρ τὴν οἰκείαν ἐνέργειαν. Ἄσχετόν ἐστιν, οἱονεὶ μηδεμίαν ἑτέραν σχέσιν ἔχον πρὸς τὴν ὕλην, εἰ μὴ κατὰ τὸ δαπανᾶν αὐτήν· καθ´ ὃ σημαινόμενον λέγεται καὶ ἀβίωτος, οὐχ ὁ περιφρονητὴς τῶν πραγμάτων, ἀλλ´ ὁ τῷ βίῳ καταχρώμενος. Ὅτι δὲ τοῦτο δηλοῖ τὸ ἄσχετον, καὶ οὐχὶ τὸ ἀκράτητον, ἐκ τοῦ λέγειν πάλιν ἰδίως ἀκράτητον, δῆλον. Ἀθεώρητον, ὅτε δίχα τινὸς ὕλης ἐπινοεῖται. Αὐτοκρατητικόὸν ἅπάντων, οἰονεὶ ἀφ´ ἑαυτοῦ κρατοῦν, καὶ μὴ παρ´ ἑτέρου κινούμενον· ἰδιαιτάτην γὰρ διαφορὰν τὸ θερμὸν ἔχει, ἐξ οὗ καὶ ἐν ἑτέροις ἡ κίνησις γίνεται. Ἀλλοιωτικὸν πρὸς τὴν οἱκείαν ἐνέργειαν, ἐν οἷς ἂν γένηται· καίει γὰρ καὶ ὁ σίδηρος ἐκπυρωθείς. Μεταδοτικὸν τοῖς ὀπωσοῦν πλησιάζουσι· πρὸς γὰρ τὸν ἢ προσεχῆ, ἢ πόῤῥω πλησιασμὸν ἐκπυροῦται τὸ παρακείμενον. Ἀνανεωτικὸν,, καθ´. ὃ θερμόν· ἐπεὶ γὰρ τὸ γῆρας ψυχρὸν καὶ δοσκίνητον, ἡ νεότης θερμή· καὶ θερμουργὸς ὁ τὰ τοῦ νέου ἐργαζόμενος. Κατὰ τοῦτο γὰρ καὶ τὸ ὁπωσοῦν ερμὸν ἐν ἡμῖν ζώπυρον λέγεται, ὅτι καθ´ αὐτὸ νεάζομεν. Φωτιστικόν ἐστι, καὶ ἡ ἔλλαμψις αὐτοῦ ἀπερικάλυπτος καθ´ αὐτήν. Μὴ γάρ μοι λέγε τὰ ἔξωθεν ἐπικαλύμματα, αὐτὸ γὰρ πάλιν φωτιστικὸν μένει, κἂν μυριάκις περικαλύπτηται. Ἀκράτητον· εἰ γὰρ καὶ ἐν τῇ ὕλῃ κατέχεται, ἀλλ´ οὐχ ἵνα σώσῃ ταύτην, καὶ ταύτῃ συνῇ, ἀλλ´ ἵνα δαπανῆσαν οὖχηται. Ἀμιγές· τἰνι γὰρ καὶ μιχθείη; ὑπείκει γὰρ τούτῳ πάντα καὶ τήκεται. Διακριτικόν· διακρίνει γὰρ τὰς ὕλας, οἷον ἀπὸ ἀργύρου μόλιβδον. Ἀναλλοίωτον, καθ´ ὃ οὐ δυνατὸν μένοντος τοῦ ὑποκειμέναο τοῦτ´ ἔστιν αὐτῆς τῆς οὐσίας τοῦ πυρὸς, μεταβάλλειν αὐτὸ ἐν τοῖς πάθεσιν, οἰον γενέσθαι αὐτὸ στρογγύλον, ἢ γωνοειδὲς, ὅπερ ἐν τοῖς γηῖνοις ἕστιν εὐρεῖν· ἡ παθεῖν τὰ τοῦ ἀέρος, οἷον φθαρῆναι διὰ τῶν ἀναθυμιάσεων· ἢ παχυνθῆναι, ἢ καὶ ὡς τὸ ὅδωρ μεταβολὰς δέξασθαι. Ἀνώφορον, ἀλλὰ ὀξέως ῥέπον εἰς ὕψος, καὶ οὐδεμιᾶς ἀνέχεται περιπεζίας ψφέσεως. Ἀεικίνητον, ἢ διὰ τὴν τοῦ παντὸς κατὰ περιφορὰν κίνησιν, ἢ καὶ διότι ἀεικινεῖται ἔνθεν κάκεῖθεν τὴν ὕλην δαπανῶν, δηλουμένου ὡσανεὶ, ὅτι δυσχεραίνει τὴν ὑλην, καὶ ταχέως θέλει ἀποσκευάσασθαι τὸν δεσμόν. Ταύτοκίνητον· ταύτην $0=3 $8=181 $9=1 γὰρ καὶ μίαν τὴν πρὸς τὰ ἄνω κίνησιν ἐχει. Κινὴτικὸν ἑτέρων· κατὰ τὸ θερμὸν ἑαυτοῦ, καθὼς ἀνωτέρω ἐλέγομεν. Περιληπτικόν· οὐδὲ γὰρ ἐντὸς τῆς ὕλης χωροῦν δαπανᾷ, ἀλλὰ περὶ αὐτὴν εἰλεῖται, καὶ περιδράττεται. Εἰ δέ γε ἀποροίης περὶ τῶν ἔνδοθεν τῶ πυρὶ σμυχομένων, ἴσθι, ὅτι κἀκεῖσε μερική τις περίληψις γίνεται, καθ’´ ἡν τὸ ὑποκείμενον ὑποσμύχεται· οὔτω γὰρ καὶ ἀπερῖληπτον Μέγεται. Εἰ γὰρ καὶ ἐντὸς εὑρίσκεται ἔν τισιν, ἀλλ´ οὖν κἀκεῖσε περιέγει τν προσεχῆ, καὶ ἣν δαπανᾷ ὕλην, οὐ παρ´ αὐτῆς περιἐχεται. Απροσδεὲς ἐτέρου· οὔτε γὰρ μίγνυται οὔτα κιρνᾶται ἐτέρῳ τινὶ στοιχείῳ, ὡς τὸ ὕδωρ καὶ ἡ γῆ, διὸ καν ἐν στοιχείοις μονοούσιον αὐτό τενες κεκλήκασι. Λανθανόντως αὐξητικὸν ἑαυτοῦ· κατὰ γὰρ πολλαπλασίονα ἀναλογίαν αὐξάνεται· οὐδὲ γὰρ ὃν λόγον ἔχει τυχὸν ἡ προκαιομένη ὕλη πρὸς τὴν προαλαμβανομένην, οὕτω καὶ τὸ ἐν ἐκείνῃ πῦρ, πρὸς τὸ ἐν ταύτῃ πῦρ· οὐδὲ ὃν λόγον ἔχει ἡ προσλαμβανομένη ὕλη πρὸς τὴν συνάμφω, ἑαυτήν τε καὶ τὴν προκατεχομένην, τὸν αὐτὸν λόγον ἔχει καὶ τὸ ὕστερον ἀναφθὲν πῦρ πρὸς τὸ ἐκ τῆς συνάμφω ὕλης ἐξαναπτόμενον. Διὰ τοῦτο εἶπε λανθανόντως, ὅτι τυχὸν ἡ προστιθεμένη ὕλη ὀλίγη, καὶ τὸ ἀναπτόμενον πάμπολυ, πρὸς τὰς ὑποδεχομένας ὕλας ἐκφαῖνον τὴν μεγαλειότητα· παμφάγον γάρ ἐστι, καὶ οὐδενὸς φείδεται τοῦ ξηροτέρου ταχέως ἀντιλαμβάνεται· τὸ ὑγρότερον κατ´ ὀλίγον πρὸς τὴν οἰκείαν ὑποδοχὴν ἐπιτήδειον ἀπεργάζεται· τὸ θερμὸν οἰκειοῦται, τὸ ψυχρὸν ἐκπυροῖ· καὶ ἀπλῶς παντοῖόν ἐστι κατὰ τὴν δύναμιν, καὶ δραστήριον δυνατὸν, ἅπασι πάρεστιν ἀοράτως κατεσπαρμένον ἐν τῷ παντί· καὶ δοκοῦν μὴ εἶναι, ἀμελεῖται, τὸ φοβερόν τε καὶ ἀνυπόστατον. Τῇ τρίψει δὲ καθάπερ τινὶ ζητήσει ἐξαίφνης ὡς συμφυὲς τῷ ὑποκειμένῳ ἀναφαίνεται, καὶ αὖθις ἀκαταλήκτως ἀφίπταται, καθὼς Κστιν ὁρᾷν ἐν τοῖς ἀπὸ τοῦ λίθου σπινθῆρσιν. Ἐν πάσαις ταῖς αὐτοῦ μεταδόσεσι, τῇ θερμῇ, τῇ καυστικῇ, τῇ στεγνωτικῇ, τῇ φωτιστικῆ, καὶ ταῖς ἄλλαις ἀμείωτον. Καὶ πολλάς τις ἂν εὕροι τὰς τοῦ πυρὸς ἰδιότητας, εἰκόνας τινὰς τῆς θεαρχικῆς ἐνεργείας, πρὸς ἃς καὶ τὰς οὐρανίας δυνάμεις οἱ θεόσοφοι διαπλάττουσιν, ἐμφαίνοντες αὐτῶν, καὶ κατὰ τοῦτο τὸ θεοειδὲς καὶ ὡς ἐφικτὸν θεομίμητον, ὅτι ταῖς εἰκόσι, καθ´ ἂς τὸ θεῖον εἰκονίζεται, ταύταις ἔΙΗ. Διὰ τί δὲ ἀνθρωπομόρφους ἀναγράφουσι; διὰ τὸ νοερόν. Οἱ μὲν γὰρ ἄγγελοι, τὸ πᾶν νόες εἰσί· καὶ ἐν τῷ παρὰ Θεοῦ ἐλλάμπεσθαι νοερὸν ἔχουσι. Καὶ οἱ ἄνθρωποι νοῦν τὸν ἡγεμόνα τῆς ψυχῆς, εἰς ὃν πρώτως καὶ ἡ θεία ἔλλαμψις γίνεται, καὶ νοερὸς οὐτος ἀποκαθίσταται· ἕτερον διὰ τὸ πρὸς τὸ ἄναντε, ἔχειν τὰς ὀπτικὰς δυνάμεις τὸν ἄνθρωποννανεύει γὰρ ὁ μὴ κατὰ τὸν προφήτην βαρυκάρδιος, ἄνω τῶν ἄλλων ζώων, καὶ εἰς γῆν βλεπόντων, καὶ τὰς ὀπτικὰς δυνάμεις πρὸς τὸ κάταντες ἐχόντων, ἄλλο διὰ τὸ τοῦ σχήματος εὐθὺ καὶ ὄρθιονθυτενεῖς γὰρ πρὸς $0=3 $8=182 $9=1 τὰ ἄνω καὶ οἱ θεῖοι ἄγγελοι, ὅπου γε καὶ τῶν ἀν. θρώπων οἱ τὰ ἄνω ζητοῦντες ὡς φοίνικες ἀνθεῖν λέγονται, καὶ ὡς κὲὅροι πληθύνεσθαι, καὶ διὰ τὸ κατὰ φύσιν ἀρχικὸν καὶ ἡγεμονικὸν τῶν ἀνθρώπων, κατ´ εἰκόνα πλασθέντων Θεοῦ καὶ ὁμοίωσινπερὶ ὤν λέγεται· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ διὰ τὸ αἰσθητικὸν μὲν ὀλίγον ἔχειν τὸν ἄνθρωπον, ὡς πρὸς τὰς λοιπὰς τῶν ἀλόγων ζώων δυνάμεις, κρατητικὸν δὲ πάντων τῇ τοῦ νοῦ δυνάμει, καὶ τῇ κατὰ λογικὴν ἐπιστήμην ἐπικρατείᾳ. Τοῦτο δέ ἐστι τοιοῦτον, ὅτι οἱ ἄνθρωποι ὀλίγον τὸ κατ´ αἴσθησιν ἔχουσι πρὸς τὰ ἄλλα ζῶα· τὰ μὲν γὰρ ἄλογα τὸ πᾶν αἴσθησίς εἰσι· δι´ ἦς καὶ διοικοῦνται ἀνόητα ὄντα. Ἐν ἡμῖν δὲ βραχὺ τὸ αἰσθητικόν· οὐ γὰρ δι´ αὐτοῦ συνιστάμεθα, ἀλλὰ διὰ τοῦ νοεροῦ. Ἐπὶ δὲ τῶν ἀγγέλων οὐδὲ τὸ βραχύτατόν ἐστι τῶν αἰσθήσεων, ἀλλὰ τόπος βραχὺς ἐκείνων τὰ καθ´ ἡμᾶς. Ὡς γὰρ οἰ ἄγγελοι, μὴ κεχρημένοι τοῖς καθ´ ἡμᾶς αἰσθητηρίοις, κατὰ πρλὺ ὑπερέχουσι τῷ περιόντι τῆς νοιρᾶς δυνάμεως· οὕτω καὶ οἱ ἄνθρωποι τῇ τοῦ νοῦ ὑπεροχῇ, καὶ τῇ λογικῇ ἐπιστήμῃ, τῆς ἀλόγου φύσεως κρατοῦσι. Τὰ γοῦν ἄλογα, μὴ ἔχοντα τὸν νοῦν, εἰκότως δρασγικώτερα καὶ ὀξύτερα κατὰ τὰς αἰσθήσεις εἰοὶν, ὥσπερ καὶ τὰ φυτὰ, μὴ ἔχοντα αἴσθησιν, κατὰ τὰς φυσικὰς ἐνεργείας, τὴν θρεπτικὴν, τὴν αὐξητικὴν, καὶ τὴν τοῦ γεννᾷν τὸ ὅμοιον, ἐνεργεστέρας ἔχουσι. Διὰ τοῦτο γὰρ καὶ ζώου κολοβωθέντος κατά τι, οὐ δύναται ἀναθῆλαι τὸ λεῖπον μέρος· φυτοῦ δὲ μέρους ἐκκοπέντος, ἡ ἀναθήλησις πλείων γίνεται, ὡς πλεοναζούσης ἐν τούτοις τῆς φυτικῆς δυνάμεως. Διὰ ταῦτα τοίνυν πάντα τὸ ἀνθρωπόμορφον ἀναγράφουσι, καὶ διὰ τὸ φύσει τῆς ψυχῆς ἀδούλωτον καὶ αὐτεξούσιον, ὃ καὶ αὐτὸ ποοσὸν τοῖς ἀγγέλοις γινώσκεται, Ἔστι δὲ καὶ καθ´ ἕκαστον τῶν ἀνθοωπίνων μερῶν εἰκόνας ἀρμοδίους ἐξευρεῖν πρὸς τὰ οὐράνια τάγματα. Καὶ πρῶτον ἐκ τῶν αἰσθήσεων. Ὅθεν καὶ αἱ μὲν ὀπτικαὶ δυνάμεις, ἐπεὶ διειδεῖς εἰσι, καὶ ἁπαλὸν, καὶ ὑγρὸν, καὶ οὐκ ἀντίτυπον τὸ αἰσθητήριον ἔχουσι, τὴν πρὸς τὰ θεῖα τῶν ἀγγέλων δηλοῦσι διειδεστάτην ἀνάνευσιν, καὶ τὴν ἁπαλὴν, καὶ ὑγρὰν, καὶ οὐκ ἀντίτυπον ὑποδοχὴν τῶν θείων ἐλλάμψεων, τὴν ὁξυκίνητον, καὶ καθαρὰν, καὶ ἀναπτπταμένην πρὸς τὴν ὑποδοχὴν τοῦ θείου φωτός. Δἰ τῆς ὀσφρήσεως δυνάμεις τὸ ἀντιληπτικὸν τῆς εὐώδους διαδόσεως, καὶ τῶν μὴ τοιούτων διακοιπικὸν ν ἐπιστήμῃ· οὐκ ἤκουσας γὰρ, ὅτι καὶ Θεῷ λογίζεται βδέλυγμα τὸ παρὰ τῶν ἀναξίων προσφερόμενον θυμίαμα; Τοῦτο ἡγοῦνται βδέλυγμα καὶ τὰ οὐράνια τάγματα, καὶ ὁλικῶς ἀποφεύγουσι. Τὰ ὧτα τὸ μετοχικὸν δήλοῦσι, καὶ τὸ γνωστικῶς ὑποδεκτικὸν τῆς θείας ἐπιπνοίας· ἡ γὰρ πνοὴ διὰ τῶν ὥτων γινώσκεται. Πνοὴν δὲ λέγει τὸ θεῖον καὶ πνευματικὸν χάρισμα, καθὼς καὶ ἐν τῷ Ἰὼβ εὔρηται λέγοντι· Πνοὴ δέ Παντοκράτορος ἡ διδάσκουσά με. $0=3 $8=183 $9=1 Ἡ γευστικὴ τὴν τῶν νοητῶν τροφῶν, δηλονότι τῶν θείων εἰσηγήσεων ἀποπλήρωσιν καὶ τὸν χορτασμὸν, καὶ ἔτι τῶν ὀχετῶν καὶ πόσεων τῶν καὶ αὐτῶν θείων καὶ τροφίμων ὄντων· ὡς γὰρ ἡ τροφὴ νοητὴ, καὶ ἡ πόσις ἀνάλογος. Α ἁπτικαὶ δυνάμεις δηλοῦσι τὸ διαγνωστικὸν τοῦ προσφυοῦς ἢ καὶ βλάπτοντος· τοῦτο δέ ἐστιν ἐν ἡμῖν πολλαχῶς τε καὶ κατὰ πολλὰς πόιότητας· ὅτι θερμὸν, ὅτι ψυχρόν· καὶ αὖθις ὅτι τραχὺ, ὅτι λεῖον· καὶ πάλιν ὅτι σκληρὸν, ὅτι μαλακόν· καὶ αυθις ὅτι βαρὺ, ὅτι κοῦφον· καὶ κατ´ ἄλλας πολλὰς ποιότητας. Τὰ βλέφαρα καὶ αἱ ὀφρύες τὸ ὁρατικὸν φρουροῦ σιν, ὅθεν δηλοῦσιν ἐκεῖσε τὸ φρουρητικὸν τῶν νοήσεων. Τὸ νεανικὸν τῆς ἡλικίας, τὸ ἐπακμάζον τῆς ζωῆς αὐτῶν, καὶ τῆς δυνάμεως· ἡ γὰρ ζωὴ ἀτελεύτητος, καὶ βεβαία ἡ δύναμις. Οἱ ὀδόντες, τὸ διαιρετικὸν τῆς ἐλλάμψεως· ἑκάστη γὰρ τῶν οὐρανίων οὐσιῶν τὴν δωρουμένην ἐνοειδῆ ἕνωσιν, προνοητικῶς ὡς ἂν χωρηθῇ, καὶ τῇ ὑποὸέεστέρᾳ, διαιρεῖ καὶ εἰς πλῆθος ἀποκαθίστησιν. Οἱ ὡμοι τὸ ποιητικὸν τῶν τοιούτων κινήσεων· αἱ ὡλέναι τὸ ἐνεργητικόν· καὶ αἱ χεῖρες τὸ δραστήΟἰΟ. Ἡ καρδία σύμβολόν ἐστι τῆς θεοειδοῦς ζωῆς· ὡς γὰρ ἐκ τῆς καρδίας διασπείρονται αἱ δυνάμεις τῷ σώματι, οὕτως ἐκ τούτων ἡ ζωτικὴ δύναμις εἰς τὰ προνοούμενα διαδίδοται. Τὰ στέρναπεὶ στέρνον ἐκ τοῦ στεῤροῦ ἐτυμολογεῖται, καὶ εἰς φυλακὴν πέπλασται τῆς ὑποκειμένης καρδίας,, διὰ τοῦτο δηλοῦσι τὸ ἀδάμαστον καὶ τὸ φρουρητικὸν τῆς τοιαύτης ζωῆς. Τὰ νῶτα, ἐπεὶ συνεκτικά εἰστ τῆς ἐμφύτου δυνάμεως, ἐξ οὗ καὶ πᾶν βάρος τῷ σώματι ἐπικείμενον, τοῖς ὤμοις ἐπικεῖσθαι λέγεται· ὅθεν καὶ ἡ ποίησις τὴν τῶν ὅλων βαρύτητα τοῖς ὥμοις ἐπιτίθησι· λέγει γὰρ ὁ Ὅμηρος, «...Μαὶ ἀπ´ ὥμω τεύνε´ ἕλοντο ἐ· διὰ τοῦτο τὰ νῶτα ληλοῦσι τὸ συνεκτικὸν τῶν δυνάμεων, τῶν ἐμφύτων δηλαδὴ καὶ ζωογόνων. Οἱ πόδες τὸ κινητικὸν καὶ ἐντρεχὲς τῆς περὶ τὰ θεῖα πορευτικῆς ἀεικινησίας ὑποσημαίνουσι· διὰ τοῦτο γὰρ καὶ πτερωτοὶ πόδες παρὰ τῆς θεολογίας πλάττονται. Τὸ γὰρ πτερὸν ἀνάγει, καὶ κοῦφον δεικνύει τὸ πτερυσσόμενον. Ἐξήρηνται οὖν παντὸς χαμαιζήλου, καὶ ἀεικινήτως ἔχουσι πρὸς ἀναγωγὴν οἱ θεῖοι καὶ πανευκλεεῖς ἄγγελοι. Ἰδίως δὲ πάλιν ἡ τῶν περὶ τοὺς ὥμους πτερῶν ἐλαφρία δηλοῖ τὸ ἀβα ρὲς αὐτῶν καὶ κοῦφον, καὶ πρὸς τὸ ἀνωφερὲς ἀνεμπόδιστον. Τὸ δὲ γυμνὸν καὶ ἀνυπόδετον τὸ ἄφετον αὐτῶν, καὶ πρὸς τὰ κάτω εὔλυτόν τε καὶ ἄσχετον, κατὰ τό· Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾠ Ἰωτασαι, ἄγιές ἐστιν. Ὁ γὰρ γυμνοποῦῶν ἐλεύθερός ἐστι παντὸς ἐξωτερικοῦ ἐφοκίου. Γυμνοποδεῖν μὲν λέγονται καὶ οἱ νόες, ὡς ἐλεύθεροι τῆς $0=3 $8=184 $9=1 άπλοῖ, κατὰ τὴν ὡς ἐφικτὸν πρὸς τὴν θείαν ἁπλότητα ἀφομοίωσιν. ἱΙν. Πολυποίαιλον λέγει τὴν σοφίαν τοῦ Θεοῦ, κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον. Δοκεῖ δὲ τὰ δύο ἐναντία εἶναι, τό τε ἁπλοῦν καὶ τὸ πολυποίκιλον. Ἀλλ´ Κστιν εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰπεν, ἵνα δηλώσῃ τὸ ἀσύνθετον τοῦ Θεοῦ, καὶ τὸ μηδεμιᾶς διπλόης ἐπιδεόμενον· οὐ γὰρ ἐκ μαθήσεως σοφὸς ὁ Θεὸς, ἀλλ´ αὐτόχρημα σοφία ἐστί. Τὸ δὲ πολυποίκιλον, διότι εἰς πολλὰ γνώσεως εἴδη μετατυποῦται διὰ τὴν τῶν ἐλλαμπομένων ἀσθένειαν· ἀρχιερεὺς γάρ ἐστι μέγας, συμπάσγων ταῖς ἡμῶν ἀσθενείαις· ὥστε ἁπλῆ μὲν λέγεται σοφία Θεοῦ κατὰ τὴν φύσιν, πολύτροπος δὲ κατὰ τὴν πρόνοιαν. Ἐπειδὴ τοίνυν αὕτη καὶ τοὺς ἀσκεπεῖς φυσικῶς ἀμφιέννυσι, καὶ σκεύη τινὰ δίδωσι περιφέρειν αὐτοῖς· φέρε καὶ τὰ τοιαῦτα ἱερὰ προβλήματά τε καὶ ὄργανα, ὡς ἡμῖν ἐστι δυνατὸν, ἀναπτύξωμεν. Τὴν μὲν γὰρ φανὴν καὶ πυρώδη ἐσθῆτα, καθὼς παρὰ Ἰεζεκιὴλ καὶ Δανιὴλ εὔρηται, ὑπολαμβάνω σημαίνειν, τὴν μὲν πυρώδη ἐσθῆτα τὸ θεοειδὲς, κατὰ τὴν τοῦ πυρὸς εἰκόνα καθὼς ἐλέγομεν, τὴν δὲ φανήν καὶ φωτεινὴν τὸ φωτιστικόν. Ἐπεὶ δὲ καὶ ἡ ἐσθὴς κτῆμά τί ἐστι, καθόλου περιέχει τὸ σῶμα, ὅθεν καὶ ἀμπεχόνη λέγεται, ἐπὶ δὲ τῶν κτημάτων τε καὶ χρημάτων αἱ ἀφ´ ἑτέρου εἰς ἄλλον κληρονομίαι γίνονται, ὅρα τί λέγει ἐνταῦθα πρὸς ταῦτα ὁ ἅγιος. Διὰ τί ἐσθής; Διὰ τὰς ἐν οὐρανῷ λήξεις καὶ κληρονομίας, κατὰ τό· Δεῦτε οἰ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίς δὲ ἡ βασιλεία; Πάντως ἐκεῖνο τὸ θεῖον καὶ ἀδιάδοχον φῶς· λῆξιν γὰρ τὴν κληρονομίαν οἱ παλαιοὶ ἔλεγον· ὅθεν καὶ ληγάτοι, καὶ ληγατάριοι καὶ ληξιαρχικὸν γράμμα, τὸ διδόμενον τοῖς ὑπὲρ τὰ δεκαοκτὼ ἔτη οὖσι τῶν κληρονόμων, εἰς τὸ ἄρχειν τῆς οἰκείας κληρονομίας, διὰ τὸ τῆς ἡλικίας τέλειον. Καὶ ταῦτα μὲν διὰ τὴν ἐσθῆτα· μᾶλλον δὲ ἡ ἐσθὴς διὰ ταῦτα παραλαμβάνεται. Διὰ δὲ τὸ φανὸν καὶ πυρῶδες, καὶ ἔτι τὴν καθόλου περιοχὴν τῆς ἐσθῆτος λέγει ὅπου τὸ φῶς. Ποῖον φῶς; Καὶ τὸ καθόλου ἐκλάμπον, καὶ τὸ καθόλου ἐκλαμπόμενον· ἀλλ´ ἐκεῖνο μὲν, ὅπερ ἔστιν ἡ Βαία φύσις, νοητῶς ἐλλάμπει· τοῦτο δὲ, ὅπερ ἐστὶν ἡ ἀγγελικὴ, νοερῶς ἐλλάμπεται· νοητὸν μὲν γάρ ἐστιν, ἅτε ἐκεῖνο τυγχάνον τὸ νοούμενον· νοερὸν δὲ, τὸ ἐλλαμπόμένον καὶ νοοῦν. Τέως δὲ, κἀκεῖνο καθόλου ἐλλάμπον, καὶ δίχα τινὸς φειδωλίας τε καὶ γλισχρότητος, καὶ τοῦτο καθόλου ἐλλάμπεται, εἰ καὶ τῆ ἐφικτὸν ὑποδέχεταιὐδὲ γὰρ τὸ μέτριον ὑποδέχεται, διότι μετρίως ἐλλάμπεται, ἀλλ´ οὔτω λέγεται τὸ μέτριον ὑποδέχεσθαι, ὅτι καθόλου ἐλλάμπεται, καὶ τὸ ἀγγωροῦν προσλαμβάνει· ἐκεῖνο γὰρ ἦν ἂν τῆς τοῦ ἐλλάμποντος, ὡς ἄν τις εἴποι, φειδωλίας καὶ τοῦ φθόνου, ἅπερ πόῤῥω εἰσὶ τῆς θείας καὶ μακαρίας φύσεως· τοῦτο δὲ πάντως ἐστὶ τῆς τῶν ὑποδεχομένων δυνάμεως. Ἐ δὲ ἱερατικὴ στολὴ παραλαμβάνεται διὰ τὸ προσάγειν τοὺς τῶν ἀνθρώπων ἀξίους πρὸς τὰ $0=3 $8=185 $9=1 θεῖα θεάματα καὶ μυστήρια, καθὼς καὶ ἐπὶ τῶν ἐνταῦθα ἱερέων ἐστὶ, δι´ ὧν τὸ βάπτισμα, δι´ ὧν ἡ κάθαρσις, ὁ φωτισμὸς, ἡ χειροτονία, ἡ ὐλογία, καὶ ἄλλως διὰ τὸ ἀφιερωμένον καὶ ἡγιασμένον τῆς ἀπάσης ζωῆς αὐτῶν. Αἰ δὲ ζῶναι, ὡς ἐνταῦθα τὰ γόνιμα μέρη τοὺς τ·ς φροὺς περισφίγγουσιν, οὔτως ἐκεῖσε περιφρουροῦσι τὸς γονίμους δυνάμεις αὐτῶν· ἐκφαίνουσι γὰρ αὐτῶν ὡς οἷά τινας γονὰς τὰ θεῖα ἀμαρύγματα, καὶ ἓν πρὸς ἔτερον τῶν ταγμάτων, καὶ πάντα πρὸς ἡμᾶς· καὶ ἕτι συστρέφουσιν εἰς τὸ ἓν, τὴν συναγωγὸν αὐτῶν ἕξιν, ὡς ἃν ἡ νόησις μείνῃ ἀσκέδαστος καὶ ταυτὴ·, εἰ καὶ τοῖς ἑτέροις παραπέμπεται. Ἀμετάπτωτος γὰρ συνο λίσσεται, καὶ μετ´ εὐκοσμίας, ὅτερ καὶ αὐτὸ τῆς ζώνης ἐστὶ, κἀν καὶ μεταδίδοται. Ὡς γὰρ ἡ μονὰς μεταδιδομένη πάλιν μένει ταυτή τε καὶ ἀμετάπτωτος, καὶ περὶ ἑαυτὴν συνελίσσεται, ὅτε δηλαδὴ μία δεκὰς λέγεται καὶ μία ἑκατοντὰς, καὶ μία χιλιοστύς· οὕτο κἀκείνη ἡ θεία νόησις, μετεχομένη, ἀπλῆ τις μένει καὶ ἀμετάπτωτος. v. Αἱ ῥάβδοι, σύμβολον βασιλείας εἰσὶ, καὶ εὐθεῖς, κατὰ τὸ, Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς ῥασιλείας σου. Δηλοῦσι τοιγαροῦν τὸ βασιλικὸν, καὶ πρὸς τὰ κάτω ἀδούλωτον. Ἐπεὶ ὃὲ εὐθύ ἐστι. τὸ ἐξ ἴσου τοῖς ἐφ´ ἑαυτοῦ σημείοις καίμενον, καὶ τὸ ἐξ ἴσου περαῖνον, τὸ τῶν ῥάβδων εὐθὺ, δηλοῖ τὸ περαίνειν ἐκείνους πάντα εὐθέως· οὐδὲ γὰρ τελοῦσι μετά ἀ τινος σκολιότητος. Τὰ δόρατα καὶ οἱ πέλυκες δηλοῦσι τὸ διαιρετικὸν τῶν ἀνομοίων, ἤγουν τῶν ὑλικῶνοδιαιροῦσι γὰρ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Τοῦτο γάρ ἐστιν ἡ διακριτικὴ δύναμις, ἡ ὀξεῖα κατὰ τὸ δόρυ, ἡ ἑνεργὴς καὶ δραστηρία κατὰ τοὺς πέλυκας. Τὰ δὲ γεωμετρικὰ καὶ τεκτονικὰ ὄργανα, καθὼς ἐλέγομεν, σχοινίον γοωμετρικὸν, τὸ θεμελειωτικὸν, καὶ οἰκοδομητικὸν, κατὰ τό· Εἰς τὸν ἑνα οἰκοδομεῖτε, καὶ ἔτι τὸ τελειωτικόν· οὐδὲ γὰρ λέγεται οἰκοδόμος ὁ θεμελιῶν καὶ κτίζων μόνον, ἀλλ´ ὁ τελειῶν τὴν οἰκίαν· ἡ οἰκία γὰρ τέλος ἐστὶν, ἐκεῖνα δὲ ἀρχὴ καὶ πρὸς τὸ τέλος· οὐδεμία δὲ ἀρχὴ συγγενὴς τοῖς τέλεσιν, ὡς οὐδὲ τρόπις τῇ νηὶ· διὰ τοῦτο γοῦν προστάθειται καὶ, Τὸ τελειωτικὸν καὶ ὅσα ἄλλα τῆς ἀνκγωγοῦ προνοίας τῶν πρώτων, καὶ ἐπιστρεπτικῆς τῶν δευτέρων ἐστί τε καὶ λέγεται. Ἔστι δὲ ὅτε ταῦτα τὰ ὄργανα δηλωτικά εἰσι τῶν εἰς ἡμᾶς κρίσεων τοῦ Θεοῦ. Καὶ εἰς παιδείαν μὲν ἐπανορθωτικὴν ἡ ῥάβδος παραλαμβάνεται, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ; Εἰς δὲ μετὰ δικαιοσύνης τιμωρίαν τὸ ξίφος, τὸ δρέπανον, καὶ ὁ πέλεκυς, καθὼς καὶ ἐν τοῖς ἰεροῖς Εὐαγγελίοις περὶ τῆς συκῆς τῆς καταργούσης τὸν τόπον φέρεται. Εἰς δὲ ἐλευθερίαν περιστάσεως $0=3 $8=186 $9=1 ρονομίας. Εἰς δὲ τέλος παιδείας πάλιν ὁ τέμνων τὸ χαλεπὰ πυξ· εἰς δὲ ἐπανάληψιν τῆς προτέρας εὐπαθείας ἡ ῥάβδος πάλιν, ὡς τό· Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὖταί με παρεκάλεσαν. Εἰς δὲ προσθήκην δωρεῶν αἰσθητῶν μὲν καὶ μικρῶν ὅσον κατὰ ἀναλογίαν τοῦ διδόντος, τὸ ἀμυντικὸν καὶ στρατιωτικὸν φόρημα, καθὼς ὡράθη τῷ τοῦ Ναυῆ Ἰησοῦ· νοητῶν δὲ καὶ μεγάλων, ἅπερ πολλὰ τοῖς ἁγίοις καὶ διάφορα ἐξεφάνησαν. Καὶ ὅλως οὐκ ἂν ἀπορήσειεν ὁ διαβατικὸς νοῦς οἰκείως ἁρμόσαι τοῖς ἀφανέσι τὰ φαινόμενα. vi. Τὸ δὲ καὶ ἀνέμους ατοὺς ὀνομάζεσθαι. κατὰ τὸ, Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, τὴν ὀξεῖαν αὐτῶν πτῆσιν δηλοῖ, καὶ σχεδὸν ἀχρόνως ἐπὶ πάντα διήκουσαν. Καλῶς δὲ τέθειται τὸ σχεδόν· τοῦτο γὰρ ἴδιον καὶ μόνον Θεοῦ. Ἀχρόνως δὲ εἶπεν, ὅτι ἐπὶ μὲν τῶν αἰσθητῶν, ἔγχρονα καὶ βραδύτερα τὰ γινόμενα· ἐπὶ δὲ τῶν ἀσωμάτων καὶ νοητῶν συντόμως καὶ ἀμελητὶ τελεσιουργεῖται τὸ πραττόμενον. Ἔστιν ἕτερον ἰδίωμα τῶν ἀνέμων, ὅτι παντοίαν τὴν κίνησιν ἔχουσι, καὶ ἐπὶ παντί. Καλῶς γὰρ ἔχει καὶ ὁ τοῦ ἀέΚΡος ὁρισμὸς κατὰ Πλάτωνα, ὅτι στοιχεῖόν ἐστιν, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσί. Τὸ γὰρ πῦρ ἄνω ἔχει τὴν κατὰ φύσιν κίνησιν, κάτω δὲ τὴν παρὰ φύσιν· ἡ δὲ γῆ καὶ τὸ ὕδωρ ἀνάπαλιν· ὁ δὲ ἀὴρ κατὰ φύσιν κινεῖται πανταχοῦ. Τοῦτο νόει καὶ ἐπὶ τῶν θείων δυνάμεων, ὅτι ἄνωθεν μὲν πρὸς τὰ κάτω τὴν θείαν διαπορθμεύουσι βούλησιν, κάτωθεν δὲ πρὸς τὰ ἄνω ἀνάγουσι τὰ δεύτερα, καὶ ἀνατείνουσι ταῦτα, καὶ πάλιν κινοῦνται πρὸς τὴν τῶν ὑφειμένων πρόνοιαν. Εἴποι δ´ ἄν τις, ὅτι ἡ τοιαύτη τῶν ἀνέμων ἐπω νυμία καὶ τὸ θεοειδὲς ἐκφαίνει· ἔχει γὰρ καὶ τοῦτο εἰκόνας θείας ἐνεργείας, καθὼς ἐν ἑτέρῳ συντάγματι παραδέδωκεν, ὃ δὴ οὐ φέρεται σήμερον. Καὶ ἐνταῦθα λέγει, ὅτι τὸ πνεῦμα κυνεῖ, καὶ ζωογονεῖ· κατὰ τοῦτο γὰρ καὶ τὸν ἀέρα ἀναπνέομεν εἰς τὴν τῆς καρδίας ἀναῤῥίπισιν· καὶ ὀξέως καὶ ἀκρατήτως χωρεῖ, ἀοράτως καὶ κρυφίως, καὶ ἄγνωστοί εἰσι τούτου αἱ ἀρχαὶ καὶ αἱ ἀποπερατώσεις, καθὼς λέλεκται· Τὸ πνεῦμα ἄποῦ θέλει πνεῖ, οὐ γὰρ οἷδας πόθεν ἔρχεται, καὶ μοῦ ὑπάγει. Ταῦτά εἰσιν εἰκόνες Θεοῦ· κινεῖ πρὸς ωτηρίαν, ζωογονεῖ κατά τε σῶμα καὶ πνεῦμα, ὀξέως καὶ ἀκρατήτως χωρεῖ· ἓν ἀποδιοπομπεῖ τοῦτον, ἡ παχεῖα συνείδησις· κρύφιός ἐστι κατὰ τό· Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· ἀόρατός τε, καὶ ἀκατάληπτος καὶ ἀδιος. Περιπλάττει καὶ νεφέλης ἰδέαν ἡ ἱερὰ Γραφὴ τοῖς ὰγγάλοις, κατὰ τό· Καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Σημαίνει δὲ, ὅτι κρυφίου καὶ θείου φωτὸς ἀποπληροῦνται, καὶ τὴν πρωτοφανῆ τοῦ Θεοῦ φωτοφάνειαν δέχονται· οὐκ ἐκπέμπουσι δὲ ταύτηνἀναπόβλητον γὰρ ἐν νεφέλῃ τὸ φῶς, ἀλλὰ διαπορθμεύουσι πρὸς τὰ δεύτερα, ὡς καὶ ταῦτα ἔχειν τὴν πρωτοφάνειαν, καὶ ἄλλοις ἐπιχορηγεῖν. Καὶ μὴν καὶ ἄλλως νεφέλαι λέγονται, διὰ τὸ γόνιμον, καὶ ζωοποὸν, καὶ αὐξητικὸν, καὶ τελειωτικὸν τῶν καρπῶν, διὰ τῶν ἐκχεομένων ἀπὸ τῶν νεφελῶν ὑδάτων, τῶν ἐκκαλουμένων ἐπὶ ζωτικὰς ὡδῖνας τὸν ἐκδόχιον $0=3 $8=187 $9=1 κόλπον, τὴν τοὺς ὑετοὺς ὑποδεχομένην δηλαδὴ γῆν, Ὥσπερ γὰρ ἡ νεφέλη προσκαλεῖται τῆς θαλάσσης τὸ ὕδωρ, καὶ ἐκχεῖ αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, κατὰ τὸ εἰρημένον· Ὁ προσκαλούμενος τὸ ὑδωρ τῆς θαλάσσης, ἐκχέων αὐτὸ ἐπὶ πᾶν τὸ πρόσωπον τῆς, γῆς· οὕτω καὶ οἱ νόες, δεχόμενοι τὴν γνῶσιν, νεφελῶν δίκην ἐπὶ τοὺς ὑποδεεστέρους ἁπλοῦσι. Κἔvii. Περιτίθησι καὶ μετάλλων καὶ λίθων προσωνυμίας τοῖς ἀγγέλοις ἡ ἰερὰ Γραφή. Τὸ ἤλεκτρον μὲν, ὡς χρυσοειδὲς ἅμα καὶ ἀργυροειδὲς( τοιοῦτον γὰρ ὁ ἤλεκτρος, τὸ μὲν τούτου χρυσαυγὲς ἐμφαίνει τὴν ἐν αὐτοῖς, ὡς ἐν χρυσῷ, ἄσηπτον καὶ ἀμείωτον καὶ ἄχραντον διαύγειαν· οὐ γὰρ σήπεται ὁ χρυσὸς, οὐδὲ ἔχει ῥύπον, οὐδὲ ἰοῦται, καὶ μᾶλλον ὅσον καὶ εὔρι ός ἐστιν. Εἰ δὲ ὁ ἄργυρος τὸν ἰὸν δέχεται, ἀλλ´ οὖν ἔστι καθ’´ ἑτέραν ἀναγωγὴν λαβεῖν τὸ φανὸν αὐτοῦ καὶ λευ- κὸν(κ τούτου γὰρ καὶ ἄργυρος ἐτυμολογεῖται· ἀργὸν γὰρ τὸ λευκὸν λέγεται καὶ τοῦτο ἀνάξαι πρὸς τὰς οὐρανίας δυνάμεις. Ὁ δὲ χαλκὸς, ἐπεὶ ὁ μὲν πυρώδης ἐστὶν, ὁ δὲ χρυσοειδὴς, ως μὲν πυρώδης ἀναγέσθω, κατὰ τὰς τοῦ πυρὸς θεωρίας, ὡς δὲ χρυσοειδής, κατὰ τὰς τοῦ χρυσοῦ, Τὰ δὲ διάφορα τῶν λίθων χρώματα διαφόρους καὶ τὰς ἐκφάσεις τίθησι· τὸ μὲν γὰρ λευκὸν τὸ φωτεινὸν δηλοῖ· τὸ δὲ ἐρυθρὸν τὸ πυρῶδες· τὸ δὲ ξανθὸν τὸ χρυσοειδὲς, περὶ ὡν προείοηται· τὸ δὲ χλωοὸν, ἤγουν τὸ πράσινον, τὸ νεάζον καὶ ἀκμαῖον. Τοῦτο δὶ διὰ τί; ἀπὸ μεταφορᾶς τῶν δένδρων ἢ τῶν φυτῶν· κατὰ γὰρ τὸν ἐαρινὸν καιρὸν ἀκμάζοντα και εἰς νέαν κατάστασιν οἷον ἐρχόμενα χλωρά εἰσι, καὶ πράσινα τὰ φύλλα ἔχουσι· τοῦτο γάρ ἐστι τὸ χλωρόν· κατὰ δὲ τὸ φθινόπωρον ἀλλοίαν χροιὰν τὰ φύλλᾳ, ὡς γηρώντων ὡσανεὶ ἐκείνων, λαμβάνουσι. Καὶ καθ´ ἔκαστον εἶδός εὐρήσεις τὴν πρόσφορον ἀναγωγὴν, ἢν καὶ εἰκόνων καὶ τύπων ἀνακάθαρσιν ὀνομάζει. viii. Ἀλλ´ ἐπειδὴ περὶ τοῦ ἀνθρωπομόρφοι πρῶτον εἴπομεν, ἔλθωμεν ἥδη καὶ ἐπὶ τὴν τῆς θηριομορφίας ἀνάπτυξιν. Καὶ πρῶτον τὴν τοῦ λέοντος θεωρήσομεν· ἔστι γὰρ ὁ λέων ἡγεμονικὸν καὶ ῥωμαλέον καθ´ ἑαυτὸ, καὶ ἀπὸ τῶν ἄλλων ἀδάμαστον· καὶ περικαλύπτει τὰ τῶν ποδῶν ἵχνη, διὰ τῆς ἀλκαίας αὐτοῦ, δηλονότι τῆς οὐρᾶςλκαία δὲ ἐκλήθη ἡ τοῦ λέοντος οὐρὰ, διότι, ἐν αὐτῇ τὰς πλευρὰς περικρούων, τὴν καρδίαν οἷον ἐξυπνοῖ καὶ ἀναζωπυροῖ πρὸς τὴν των ἐπιτιθεμένων ἀνασόβησιν. Ἔστι δὲ καὶ ἡ πορεία τούτου ἀνατατικὴ, οὐ κατὰ τὰ ἄλλα ζῶα, πρὸς γῆν καὶ τὰ περὶ γῆν βλέποντος. Ἔστι καὶ ἐν τοῖς ἀγγέλοις ἡγεμονία καὶ ῥωμαλεότης πρὸς ἅπερ ὑποδέχονται, καὶ ἀδάμαστοί εἰσι τοῖς ὑλικοῖς τε καὶ ἔξωθεν. Καὶ ἐπειὸὴ τὸ ἄῤῥητον ἡ θεῖα κρυφιότης ὀφείλει ἔχειν, περικαλύπτουσι καὶ οὗτοι τὰ νοερὰ ἴχνη θεομιμήτως πάντως, καθ´ ὃ περὶ Θεοῦ εἴρηται· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἱχνη σου οὐ γνωσθήσονται. Ὥσπερ γὰρ ὀδὸς ἐν ὕδασιν οὐ σώζεται, οὔτε ἴχνη λέοντος βουλομένου λανθάνειν τοὺς θηρευτὰς, οὕτως οὐδὲ Θεοῦ. Εἰ γοῦν ὅπερ διὰ τῆς $0=3 $8=188 $9=1 κνασατικῆς πορείας οἱ θεῖοι νόες καταλαμβάνουσι, τοῦτο πάλιν περικαλύπτουσι μυστικῶς καὶ ἀνεκπόμπευτα διατηροῦσι, τί ἂν εἴη τούτοις τὸ ἀκατάληπτον, καὶ τὸ τῶν θείων ὁδῶν ἀνεξιχνίαστον; ΚἩ δὲ τοῦ βοὸς εἰκασία τῶν ἀγγέλων τὸ ἰσχυρὸν καὶ κκμαῖον δηλοῖ, καθ´ ὃ καὶ τοὺς νοεροὺς αὔλακας ἀρσενικῶς, ὡς εἰπεῖν, ἀνευρύνουσι, τὰς οἰκείας δηλαδὴ διανοίας, εἰς ὑποδοχὴν τῶν γονιμοποιῶν καὶ θείων ὄμβρων· τὰ δὲ κέρατα δηλοῦσι τὸ φρουρητικὸν καὶ ἀκράτητον· φρουροῦνται γὰρ οἱ βόες διὰ τούτων. αὶ τὸ παρὰ τῶν ἄλλων ἀκράτητον ἔχουσι δέρε, καὶ τὴν τοῦ ἀετοῦ εἰκόνα κατίδωμεν. Τὸ βασιλικὸν γὰρ καὶ ὀψιφόρον ἔχουσι καὶ οἱ ἄγγελοι, καὶ τὸ ταχυπετὲς ὁμοίως. Καὶ ὥσπερ ἐκεῖνοι, ὑψόθι τὴν πτῆσιν ποιούμενοι, ὀξεῖς εἰσι καὶ νηφαλέοι καὶ ἐντρεχεῖς, καὶ εὐμήχανοι εἰς τὸ θηρᾶσαι τὴν τροφὴν ν οὐδὲ λέληθε τούτους ὕψι πετομένους καὶ ὑπὸ θάμνων κρυπτόμενον ζῶον]· οὕτως κἀκεῖνοι τοιοῦτοί εἰσι πρὸς τὴν ἑαυτοίς προσήκουσαν καὶ θείαν τροφήν. Ηλὴν οὗτοι μὲν κάτωθεν τὴν τροφὴν ἐκπορίζονται, τοῖς δὲ ἀγγέλοις ἄνωθέν ἐστιν ἡ δυναμοποιὸς τροφή· πᾶσα γὰρ τροφὴ, μὴ μόνον ἄρτος, τὴν τοῦ ζώου καρδίαν στηρίζει. Ἔχουσι καὶ τὸ θεωρητικὸν ἀκλινῶς πρὸς τὴν ἄφθονον καὶ πολύχυτον ἀκτῖνα τῆς θεῖκῆς Κλιοβολίας ἐν ταῖς εὐρωστίαις τῶν ὀπτικῶν αὐτῶν δυνάμεων· λόγος γὰρ, τοὺς ἀετοὺς τῶν τικτομένων τὰ γνήσια ἐκ τῶν νόθων οὕτω διακρίνειν· Ἔὰν ἀτενῖσωσιν ἀσκαρδαμυκτὶ πρὸς τὸν ἤλιον, γνήσιά εἰσιν· εἰ δὲ μὴ, ὡς νόθα καὶ ξένης γονῆς, ἀποβάλλονται τῆς καλιᾶς. Οὕτως οὖν καὶ ὁ μὴ δυνάμενος τῷ Ἡλίῳ τῆς δικαιοσύνης ἀτενίσαι, νόθος τῆς αὐτοῦ γνώσεως εὔρίσκεται· οἱ δὲ θεῖοι νόες, ἀσκαρδαμυκτὶ ὡς ἐφικτὸν ἀτανίζοντες, γνήσιοί εἰσιν. Ἡ δὲ τῶν ἴππων εἰκὼν τὸ εὐπειθὲς σημαίνει καὶ εὐήνιον τῶν ἀγγέλων, καθ´ ὃ εἴρηται· Ὁ κρατῶν τὰς ἠνίας τῶν ἀχράντων δυνάμεων. Καὶ λευκῶν ὄντων, τὸ λαμπρὸν παραδηλοῖ καὶ ὡς μάλιστα συγγενὲς τοῦ Βαίου φωτός· κυανῶν δὲ, οἱονεὶ μελάνων, τὸ κρύφιον· τὸ γὰρ μέλαν καὶ σκοτεινὸν καὶ κρύφιον. Ἐρυθρῶν δὲ, ἐπεὶ καὶ τὸ πῦρ ἐρυθρὸν, τὸ πυρῶδες, καὶ διὰ τοῦτο δραστήριον· συμμίκτων δὲ ἀπὸ λευκοῦ τε καὶ μέλανος, δηλονότι φαιῶν, τῶν συνδετικῶν τῶν ἄκρων ἐν τῇ διαπορθμευτικῇ δυνάμει, καθ´ ἣν τὰ πρῶτα τοῖς δευτέροις προνοητικῶς, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἐπιστρεπτικῶς συνάπτονται. Ἀλλ´ εἰ μὴ κατεστοχαζόμεθα τῆς συμμετρίας τοῦ λόγου(κόρος γὰρ λόγου πολέμιος ἀκοαὶς], καὶ τὰς κατὰ μέρος ἰδιότητας τῶν ζώων, καὶ πάσας τὰς σωματικὰς αὐτῶν διαπλάσεις, ἐφηρμόσαμεν ἂν ταῖς ρὐρανίαις δυνάμεσιν ἀναλόγως, κατὰ τὰς ῥηθείσας ἀνομοίους ὁμοιότηταςνομοίους μὲν, ὅτι αἱ εἰκόνες ὧλικαὶ καὶ πολὺ ἀπεμφαίνουσαι· ὁμοιότητας δὲ, κατὰ τὴν νοσυμένην ἀλληγορίαν καὶ τὴν προσήκουσαν τοῖς ὑποκειμένοις πράγμασιν ἀναγωγὴν, καὶ εἴχομεν λέγειν περὶ τοῦ θυμοειδοῦς αὐτοῦ, ὅτι νοερά τις ἀνδρία ἐστὶ, καὶ οὐχ ἀπλῶς ψυχῆς ἀρετὴ, πρὸς τὰ παρεμπίπτοντα ἡδέα καὶ λυπηρὰ ἀεὶ μενούσης ἐπὶ $0=3 $8=189 $9=1 τὸ αὐτὸ, μήτε τοῖς ἡδέσι χαυνουμένης, μήτε τοῖς λυπηροῖς καταπιπτούσης· ἧστινος τῆς ἀνδρίας ὁ θυρὸς ἔσχατόν ἐστιν ἀπήχημα. Ἀλλὰ πρῶτον εἴπωμεν, πῶς τὸ θυμοειδὲς εἰς ἀνδρίαν παραλαμβάνεται, καὶ οὐκ εἰς ἄλλην τινὰ ἀρετήν. Ἰστέον, ὅτι τρία μέρη εἰσὶ τῆς ψυχῆς, λογικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν· καὶ τέσσαρες γενυκαὶ ἀρεταὶ, φρόνησις, ἀνδρία, σωφροσύνη καὶ δικαιοσύνη. Μία τοίνυν ἑκάστη τῶν ἀρετῶν ἕκαστον μέρος τῆς ψυχῆς κοσμεῖ τε καὶ εὐθετεῖ, ἡ φρόνησις τὸ λογικὸν, ἡ ἀνδρία τὸ θυμικὸν, ἡ σωφροσύνη τὸ ἐπιθυμητικόν· ἡ δὲ δικαιςσύνη κοινὴ πᾶσίν ἐστιν. Ὅτε γὰρ ἡ μὴν φρόνησις τὸ λογικὸν κοσμεῖ, ἡ δὲ ἀνδρία τὸ θυμικὸν, ἡ δὲ σωφροσύνη τὸ ἐπιθυμητικὸν, δικαίως τότε ὁ ἄνθρωπος πο λιτεύεται, καὶ δίκαιος ἂν λέγοιτο. Εἰκότως οὖν τὸ θυμικὸν εἰς τὴν κοσμοῦσαν αὐτὸ ἀνδρίαν μεταλαμβάνοιτο. Ἀπήχημα δέ ἐστιν ἔσχατον ὁ θυμὸς τῆς ἀνδρίας, οὔτω· θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἴματος, πρὸς ὄρεξιν ἀντιλυπήσεως. Ἔστιν οὖν τοῦ θυμοῦ ὕλη μὲν σωματικὴ τὸ περικάρδιον αἵμα· εἶδος δὲ ψυχικὸν καὶ ἀσώματον ἡ ὄρεξις τῆς ἀντιλυπήσεως· τὸ δὲ θυμικὸν τῆς ψυχῆς, μέρος ψυχῆς ἐστι καὶ ἀσώματον. Ἡ οὖν ἀνδρία, ἕξις καὶ ἀρετὴ οὖσα, καὶ τὸ θυμικὸν τάττουσα καὶ κοσμοῦσα, οὐ μεταβάλλει τοῦτο πρὸς μαλθακότητά τινα, καὶ οἷον τῆς φύσεως ἐξιστᾷ· θεν καὶ ἀφίησι τοῦτο τῇ οἰκείᾳ ἰδιότητι χρῆσθαι, πλὴν προσηκόντως καὶ ὡς δεῖ. Λαμβάνει τὴν ὄλην, τὸ περικάρδιον δηλαδὴ αἷμα, θέλει εἰδοποιῆσαι τῇ ἀνδρίᾳ διοικούμενον ὄρεξίν τινα προσήκουσαν καὶ ἐπωφελῆ, καταφρονῆσαι λυπηρῶν, ἀλογῆσαι ἡδέων, καρτερῆσαι δεινῶν, ἐμφιλοσοφῆσαι τοῖς πάθεσι, ζηλῶσαι πρὸς τὰ καλὰ, παραζηλῶσαι πρὸς τὰ κακὰ, ἀμύνασθαι τὸν ὄντως πολέμιον· ἃ δὴ πάντα, εἰ μὴ Εστιν ἡ περὶ τὴν καρδίαν αἵματος ζέσις, οὐκ ἂν εὐοδωθεῖεν ποσῶς. Τοῦτο γὰρ ὃ καὶ ὁ Δαβιδ λέγειἘξέκαυσέ με ὁ ῆλός σου· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Ἰδοὺ γοῦν, κειμένης τῆς ὕλης εἰδοποιηθησομένης κατὰ ταῦτα, ὑπέρχεταί τι τερον εἶδος, ἡ τῆς ἀντιλυπήσεως ὄρεξις· καὶ τὸ εἰς ἀνδρίαν οἰκονομούμενον θυμὸς γίνεται. Εἰδοποιεῖ γὰρ τὴν ζέσιν τοῦ αἷματος ἡ ὄρεξις, ἀλλ´ ἐν ἄλλῳ τινὸ ἀπεμφαίνοντι· διὰ τοῦτο λέγεται ὁ θυμὸς ἀπήχημα τῆς ἀνδρίας, ὡς ἄν τις εἴποι φωνῆς ἀπήχημα ἦχον, μὴ ἔχον τὸ τέλος τῆς φωνῆς· τέλος γὰρ φωνῆς τὸ σημᾶναί τι. Οὔτω καὶ ἐνταῦθα ζέσις αἵματος, μὴ ἔχουσα τὸ οἰκεῖον τέλος· τέλος δὲ, πᾶν ἀγαθὸν, καθὼς καὶ τῷ Ἀριστοτέλει δοκεῖ. Εἰχε δὲ τὸ τέλος, εἰ τὸ κατὰ τὴν ἀνδρίαν εἶδος ἀπελάμβανε, καὶ καλῶς ἐκινεῖτο πρὸς ὃ ἐχρῆν, καὶ ὡς ἔδει. Πάλιν τὴν ἐπιθυΚμίαν εἴχομεν ἀνάξαι εἰς θεῖον ἔρωτα. Διὰ τί. δὲ οὐκ εἰς σωφροσύνην, ὡς καὶ τὸ θυμικὸν εἰς τὴν ἀνδρίαν; ὅτι τὸ μὲν θυμικὸν οὐ πρός τι λέγεται· οὐδὲ γὰρ λέγεταί τινος πράγματος θυμικόν· ὅθεν καὶ καθ´ αὐτὸ ὃν εἰς τὴν ἀνδρίαν μετεβιβάζετο, ἀρκούσης τῆς ἀρετῆς εἰς τὴν τούτου ἀναγωγήν· τὸ δὲ ἐπιθυμητικὸν πρός τι λέγεται ἐραστὸν, ὃ καὶ ἐπιθυμητικὸν λέγεται. Ὁ γοῦν χρησίμου, ἐπιθυμητοῦ καὶ ἐροστοό $0=3 $8=190 $9=1 ἐπιθυμῶν ὀώφρων ἂν λέγοιτο, καὶ ὅσον ἐστὶ τὸ ἐπιθυμητὸν ὑψηλὸν, τοσοῦτον μᾶλλον σώφρων ἐκεῖνος. Τί ἄὲ πρῦ θείου ἔρωτος ὑψηλότερον; οὕτως εἴχομεν λέγειν καὶ περὶ τούτου. Καὶ ἁπλῶς εἰπεῖν, ἁπάσας τὰς αἰσθήσεις τε καὶ πολυμερείας τῶν ἀλόγων ζώων εἰς τὰς ἀθλους δυνάμεις μεταβιβάζειν, καὶ ἀνάγειν εἰς τὸ ἑνοειδὲς καὶ ἀπλοῦν τὰ σύνθετα· ἀλλ´ ἀρκεῖ τοῖς ἐχέφροσιν οὐ ταῦτα μόνον ταῦτὰ γὰρ ἴσως πολλὰ, ἀλλὰ καὶ μιᾶς εἰκόνος ἀναγωγὴ, ἣν φησιν ἀνακάθαρσιν, ὡς πρὸς τὸ ἐνοειδὲς ἀναγομένην, καὶ νοητὸν ἐν τῷ τῆς ὑλικῆς ἐμφερείας ἀποκαθαίρεται· ἀρκεῖ γοῦν καὶ μιᾶς εἰκόνος ἀνακάθαρσις καὶ εἰς τὴν τῶν λοιπῶν διασάφησιν. Χ. Ἔπισκεπτέον δὲ καὶ τἄλλα, τοὺς ποταμοὺς, καὶ τοὺς τροχοὺς, καὶ τὰ συνημμένα ταῖς οὐρανίαις οὐσίαις ἅρματα. Οἱ μὲν οὖν ἐμπύριοι ποταμοὶ τὰς εαρχικὰς πλημμύρας ὑποσημαίνουσιν, ἄφθονον καὶ ἀνεξάλειπτον ἐπιῤῥοὴν βραβευούσας ταῖς οὐρανίαις δυνάμεσιν. Ἐπεὶ δὲ ζωοποιὸν τὸ πῦρ ἐστιν, οὐ καθ´ ὓ πῦρ, ἀλλὰ καθ´ ὃ θερμὸν καὶ θρεπτικόν ἐστιν, εἰσὶν αἱ τοιαῦται θεῖαι πλημμύραι καὶ ζωοποιοὶ καὶ θρεπτικαὶ τῆς τῶν ἀγγέλων γονιμότητος. Τὰ ἅρματα τὴν συζυγίαν καὶ τὸ κοινωνικόν. Καὶ τί γὰρ ἂν λέγοι τις τοῦτο ἐπ´ ἐκείνοις ὅπου καὶ ἐν ἡμῖν φαίνεται; Συμβολικὸν οἶμαι καὶ τοῦτο τῆς κοινωνίας· δύο χεῖρας ἔχουσι, καὶ δύο ῥώθωνας, καὶ δύο ὀφθαλμοὺς, καὶ δύο ὧτα, καὶ δύο πόδας, καὶ διττὴν τῶν δδόντων καὶ τῶν χειλέων πλάσιν, καὶ τάλλα, ἵνα μὴ καθ´ ἕκαστον διατρίβωμεν. Οἱ δὲ τροχοὶ, ἐπεὶ καὶ πτερωτοὶ, καὶ ἐπὶ τὰ ἔμπροσθεν ἀκλινῶς πορευόμενοι, τὴν δύναμιν δηλοῦσι· τὸ γὰρ τὴν πρὸς τὸ δύναμιν ἀποδοτέον, τὰ ὃ´ ἄλλα διὰ μέσου. Τὴν δύναμιν τοίνυν δηλοῦσι τῆς κατ´ εὐθεῖαν ὀδοῦ, καὶ ὄρθιον τῆς πορευτικῆς αὐτῶν ἐνεργείας. Πῶς δὲ καὶ κυκλικὴ καὶ κατ´ εὐθεῖαν ἡ ὀδός; Κυκλικὴ, ὅτι κατὰ κύκλον ἐπορεύοντο· κατ´ εὐθεῖαν δὲ, ὅτι ἀνεπιστρόφως καὶ ἀεὶ ἐπὶ τὸ ἔμπροσθεν, καὶ οὐ ποτὲ μὲν ἔμπροσθεν Οτὸ δὲ ὄπισθεν, ἢ ἐπὶ δεξιὰ ἢ ἐπὶ θάτερα· διὰ τοῦτο καὶ ἐπὶ τὸν αὐτὸν καὶ θύτομον οἶμον ἡ νοητὴ αὐτῶν Ἐστι δὲ καὶ κατ´ ἄλλην ἀνακαθᾶραι ἀναγωγὴν τὴν τοιαύτην τῶν τροχῶν εἰκόνα. Ἐπεκλήθη γὰρ αὐτοῖς, ὡς ὁ προφήτης φησὶ, Γελγέλ· τοῦτο δὲ καθ´ Ἐβραὶδα ἀνακυλισμοὺς καὶ ἀνακαλύψεις σημαίνει· ἀνακυλισμοὺς γὰρ ἔχουσι τὰ οὐράνια τῇ περὶ τὸ ταύτὸν ἀγαθὸν ἀεικινήτῳ συστροφῇ, ἀνακαλύψεις δὲ τῇ τῶν κρυφίων ἐκφαντορίᾳ. Ἐν ᾧ γὰρ οἱ τροχοὶ κυρ λίονται, τὰ ὑποκάτω ἀνακαλύπτονται, καὶ τὰ ἄνω κάτω γίνονται. Ἀνάγονται τοίνυν τὰ περιπέζια καὶ τὰ δεύτερα κατὰ τὴν εἰς τὸ Θεῖον καθ´ ἕκαστον τούτων ἀναγωγὴν, καὶ αἱ ὑψηλαὶ ἐλλάμψεις εἰς τὴν δφειμένην τῇ προνοίᾳ καταβιβάζονται. $0=3 $8=191 $9=1 Λοιπὸς ἡμῖν ὁ περὶ τῆς χαρᾶς λόγος, καθὼς ἐν Εὐαγγελίοις φησὶν ὁ Κύριος· Χαίρουσιν οἱ ἄγτεᾶοι έπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι. Τίς γοῦν ἡ χαρὰ τῶν ἀγγέλων; οὐ γὰρ ἂν εἴποι τις χαρὰν ἐπὶ τῶν ἀγγέλων εἶναι τὴν ἐμπαθῆ ἡδονὴν, τὴν ἀνθρωπίνην ταύτην, ὡς τῆ περὶ σῶμα εὐαλλοιώτῳ εὐπαθείᾳ συνισταμένην· ἀλλὰ συγχαίρειν λέγονται τῷ Θεῷ τῆ τῶν ἀπολωλότων εὐρέσει, καθὼς ἐν Εὐαγγελίοις μανθάνομεν, κατὰ τὴν θεοειδῆ ῥαστώνην. Ἀναλόγως δὲ ἐπὶ ἀγγέλων νοητέον τὸ τῆς ῥαστώνης ὄνομα· ῥᾳστώνη γάρ ἐστιν ἡ ψυχικὴ εὐκολία καὶ εὐμάρεια ἐν ὰναπαύσει μετὰ ἀπαθείας. Τίθεται δὲ ἐπὶ τῶν σοντῖς μὴ βουλομένων, ἀλλ´ ἀδιαφόρως ζῇν ἑλομένων, καὶ σημαίνει ἡ λέξις τὸ εὐχερὲς καὶ οὐκ ἐπίπονον· ἐπί δὲ τῶν ἀγγέλων τὸ μακάριον καὶ ἀπαθὲς καὶ ἀόχλητον ὑποφαίνει. Συγχαίρουσι γοῦν κατὰ τὴν θεοειδῆ ῥᾳστώνην τὴν τοῖς ἀγγέλοις προσήκουσαν, διὰ τοῦτο καὶ θεοειδῆ εἶπε· μέσον γὰρ Θεοῦ καὶ ἀνθρώπων οἱ θεῖοι ἄγγελοι ὄντες, τοῖς κάτω μὲν εἰκονίζονται, τοῖς ἄνω δὲ ὑπεμφαίνονται. Ὡς γοῦν καὶ τάλλα γηῖνως μέν λέγονται, θεοειδῶς δὲ ἐκλαμβάνονται, οὗτως ἔστω καὶ ἐπὶ τῆς ῥᾳστώνης· ἔστι γὰρ ἄφθονος εὐφροσύνη τούτοις, καὶ τῷ ἀγαθῷ Θεῷ πρέπουσα, ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐπὶ Θεὸν ἐπιστρεφομένων, καὶ ὁδηγουμένων εἰς τοῦτο παρὰ τῆς θείας προνοίας. Ἐπιστράφητε πρὸς μὲ, φησὶν ὁ Κύριος τοῖς ἔτι ταῖς ὰμαρτίαις δεδουλωμένοις, καὶ ἐπιστραφήσομαι πρὸς ὃμᾶς. Καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ μεγάλῳ Παύλῳ δηλούμενον, ὅτι Χριστὸς ὑπὲρ ἡμῶν ἀμαρτωλῶν ἔτι ὄντων ἀπέθανε. Καὶ χάρις τῇ αὐτοῦ ἀπείρῳ μακροθυμίᾳ καὶ ἀγαθότητι, ὅτι μὴ μόνον προσίεται τὴν μετάνοιαν, ἀλλὰ καὶ προσκαλεῖται, καὶ ἐπιστρέφει πρὸς τὴν μετάνοιαν. Εἰ γοῦν καὶ τὸ ἐμπαθὲς οὐκ ἔστιν ἐπὶ τῶν ἀγγέλων, τὸ εὑπαθές ἐστιν. Εἰ καὶ τοῦτο ἐκ τῶν καθ´ ἡμᾶς, ἀλλ´ οὖν οἰκειότερον· ἐμπάθεια γάρ ἐστι κίνησις μετὰ πάθους, εὐπάθεια δὲ ἕξις εὖ ἔχουσα. Τὸ εὖ παθεῖν γοῦν τοὺς ἀγγέλους δηλοῖ τὸ εὖ ἔχειν διὰ παντὸς, καὶ τὴν ἀπήμονα ἐκείνην κατάστασιν. Δηλοῖ γοῦν ἡ χαρὰ τὴν ἄῤῥητον ἐκείνην εὐπάθειαν, ἡς ἐν μεθέξει πολλάκις γεγόνασι καὶ οἱ ἅγιοι κατὰ τὰς θείας ἐπιφοιτήσεις τῶν θείων καὶ θεοὺς ἐργαζομένων ἐλλάμψεων· καθ´ ἡν πάντως εὔλογόν ἐστιν ἐκλαμβάνειν καὶ τὸ ἱερὸν τοῦ Εὐαγγελίου ῥητόν· Ἐχάρησαν οὖν οἱ μαθηταὶ, ἰδόντες τὸν Κύριον· οὐ γὰρ εἶδον ἀπλῶς, ὡς καὶ ἄλλοτε ἔβλεπον, ἀλλὰ μετὰ θάνατον ζῶντα, καὶ ἐκ νεκρῶν μετὰ τὴν ταφὴν, καὶ μετὰ τὰ ἀνθρωποπρεπῆ ἐκεῖνα τὰ θεῖα καὶ ὑπὲρ ἄνθρωπον ἔχοντα. Καλῶς τὸ καὶ, ὅτι καὶ ἄλλα πολλὰ ἰερῶς καὶ ὑψηλῶς τῷ ἁγίῳ πεφιλοσόψηνται· ὅθεν καὶ ἀποθέμενος τοὺς λόγους λέγει· Τοσαῦτα καὶ περὶ τούτων, τῆς μὲν ἀκριβείας ἀπολειπόμενα, συντελοῦντα δὲ, ὡς ὑπολαμβάνω, πρὸς τὸ μὴ ταπεινῶς ἡμᾶς ἐναπομένειν τοῖς τύποις, ὅτε περὶ τῶν ἀγγέλων ἐν ταῖς ἰεραῖς Γραφαῖς ἀκούομεν. Εἰ δὲ λέγεις, ὦ ἀγαπητὲ Τιμόθεε, ὡς οὐ τῶν πάντων, ἃ δὴ ἐν ταῖς ἰεραῖς Γραφαῖς περὶ ἀγγέλων λεγόμενα εὐρίσκονται, μνείαν ἐποιησάμεθα· ἐκεῖνό σει ἀποκρινούμεθα, $0=3 $8=192 $9=1 ὃ καὶ ἀληθές ἐστιν, ὅτι τῶν. καταλειφθέντοωων τὰ μὲν ὑπὲρ ἡμᾶς εἰσιν, ὧν καὶ τὴν ἐπιστήμην ἡγνοήσαμεν, καὶ μᾶλλον ἡμεῖς δεόμεθα τοῦ διδάξοντος· τὰ δὲ ὁμοδύναμά εἰσι τοῖς εἰρημένοις, καὶ διὰ τοῦτο ταῦτα καταλελοίπαμεν, τῆς τε συμμετρίας τοῦ λόγου φροντίζοντες, καὶ τὴν ὑπὰρ ἡμᾶς καὶ τὴν ἡμετέραν γνῶσιν κρυφιότητα σιγῇ τιμήσαντες, ργγΟΡΙϛΡΤΙα $0=3 $8=193 $9=1 ὑπερκοσμίων καὶ ἱερωτάτων ἡμᾶς ἀποδεῖξαι λογίων χρὴ τοῖς τῆς ἱερᾶς μυσταγωγίας τὴν τελετὴν ἐξ ἱεραρχικῶν μυστηρίων καὶ παραδόσεωντετελεσμένοις,. Ἀλλ´ ὅρα ὅπως οὐκ ἐξορχήση τὰ ἅγια τῶν ἁγίων· εὐλαβηθήσῃ δὲ, καὶ τὰ τοῦ κρυφίου Θεοῦ ταῖς νοεραῖς ἵ καὶ ἀοράτοις γνώσεσι τιμήσεις, ἀμέθεκτα μὲν αὐτὰ καὶ ἄχραντα τοῖς ἀτελέστοις διατηρῶν· ἰεροῖς δὲ μόνοις τῶν ἱερῶν μεθ´ ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν Οὔτω γὰρ, ὡς ἡ θεολογία τοῖς θιασώταις ἡμῖν παραδέδωκε, καὶ αὐτὸς Ἰησοῦς, θεαρχικώτατος νοῦς καὶ ὑπερούσιος, ἡ πάσης ἱεραρχίας, ἀγιαστείας τε καὶ θεουργίας ἀρχὴ καὶ οὐσία, καὶ θεαρχικωτάτη δύναμις,, ταῖς τε μακαρίαις καὶ ἡμῶν κρείττοσιν οὐσίαις ἐμφανέστερον ἅμα καὶ νοερώτερον ἐλλάμπει, καὶ πρὸς τὸ οἰκεῖον αὐτὰς ἀφομοιοῖ κατὰ δύναμεν φῶς· ἡμῶν τε τῷ πρὸς αὐτὸν ἀνατεινομένω καὶ ἡμᾶς ἀνατείνοντι τῶν καλῶν ἔρωτι, συμπτύσσει τὰς πολλὰς ἑτερότητας, καὶ εἰς ἑνοειδῆ καὶ θείαν ἀποτελειώσας ζωὴν, ἕξιν τε καὶ ἐνέργειαν, ἱεροπρεπῆ δωρεῖται τῆς θείας ἱερωσύνης τὴν ἂύναμιν· ἐξ ἦς ἐπὶ τὴν ἁγίαν ἐρχόμενοι τῆς ἱερατείας ἐνέργειαν, ἐγγύτεροι μὲν αὐτοὶ γινόμεθα τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν τῇ κατὰ δύναμιν ἀφομοιώσει τοῦ μονίμου τε καὶ ἀνεξαλλάκτου τῆς αὐτῶν ἱερᾶς ἱδρύσεως, καὶ ταύτη πρὸς τὴν μακαρίαν Ἰησοῦ καὶ θεαρχικὴν αὐτὴν ἀναβλέψαντες, ὅσα τε ἰδεῖν ἐφικτὸν ἐποπτεύσαντες ἱερῶς ἵ·, καὶ τῆς θεαμάτων γνώσεως ἐλλαμφθέντες, τὴν μυστικὴν ἐπιστήμην ἀφιερωμένοι καὶ ἀφιερωταὶ, φωτοειδεῖς καὶ θεουργικοὶ, τετελεσμένοι καὶ τελεσιουργοὶ γενέσθαι δυνησόμεθα. Τς μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶ καὶ ἀρχαγγέλων ἱεραρχία, καὶ τῶν ὑπερκοσμίων ἀρχῶν τε, καὶ ἐξου.σῶν. καὶ δυνάμεων, καὶ κυριοτήτων τε. καὶ θείων ε θρόνων, ἢ τῶν ὁμοταγῶν τοῖς θρόνοις οὐσιῶν, ἃς ἡ θεολογία προσεχῶς καὶ ἀεὶ περὶ Θεόν τε εἶναι καὶ μετὰ Θεοῦ παραδίδωσι, Χερουδίμ αὐτὰς Ἐβραίω» φωνῇ καὶ Σεραφὶμ ὀνομάζουσα, ταῖς τῶν διακόσμεον αὐτῶν καὶ ἱεραρχιῶν ἀγίαις τάξεσι καὶ διαιρέσεσι περιτυγχάνων, εὐρήσεις ἐν τούτοις ἡμῶν, οὐκἐπαξίως μὲν, ὡς ἐφικτὸν δὲ, καὶ ὡς ἡ θεολογία τῶν ἱερωτάτων Γραφῶν ὑφηγήσατο, τὴν κατ´ αὐτοὺς ἱεραρχίαν ὑμνηκότων Τοσοῦτον δὲ ὅμως εἴπεῖν ἀναγκαῖον, ὡς ἐκείνη τε, καὶ πᾶσα ἡ νῦν ὑμνουμένη παρ´ ἡμῶν ἱεραρχία, μίαν ἔχει καὶ τὴν αὐτὴν διὰ πάσης τῆς ἰεραρχικῆς πραγματείας τὴν δύναμιν, αὐτόν τε τὸν ἱεράρχην, ὡς ἡ κατ´ αὐτὸν οὐσία. καὶ ἀναλογία, καὶ τάξις ἔχει τελεσθῆναι κατὰ τὰ θεῖα, καὶ θεωθῆναι, καὶ τοῖς ὑποβεβηκόσι μεταδοῦναι, κατ´ ἀξίαν ἑκάστῳ, τῆς ἐγγινομένης αὐτῷ θεόθεν ἰερᾶς θεώσεως· τούς $0=3 $8=194 $9=1 τ· ὑποβεβηκότας ἕπεσθαι μὲν τοῖς κρείττοσιν ἀνατείνειν δὲ τοὺς ἥττους ἐπὶ τὰ πρόσω· τοὺς δὲ καὶ προῖέναι, καὶ ὡς δυνατὸν ἑτέροις ἡγεῖσθαι, καὶ διὰ ταύτης τῆς ἐνθέου καὶ ἱεραρχικῆς ἁρμονίας τοῦ ὄντως ὄντος καλοῦ καὶ σοφοῦ καὶ ἀγαθοῦ μετέχειν ἕκαστον ὅση δύναμις. ἀλλ´ αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἡδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι, καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ´ αὐτὰς ἱεραρχία· τὴν καθ´ ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυομένηνν, ὑφ´ ὧν ἱεραρχικως ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ´ ἡμᾶς ἀναγόμεθα, Θεόν τε καὶ θείαν ἀρετήν. Αἰ μὲν, ὡς νόες, νοοῦσι κατὰ τὸ αὐταῖς θεμιτόν· ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς. δυνατὸν, ἀναγόμεθα θεωρίας. Ἀληθῶς τε εἰπεῖν, ἔν μέν ἑστιν, οὗ πάντες οἱ θεοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταύτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ´ ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ´ ἀξίαν τὴν ἁποκλήρωσιν. Ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τῇ περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ διεξοδικώτερον εἴρηται· νῦν δὲ τὴν καθ´ ἡμᾶς ἰεραρχίαν, ἀρχήν τε αὐτῆς καὶ οὐσίαν, κώς οἷόν τε, εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν, Ἰησοῦν ἐπικαλεσάμενος. ἔ ΙΗ. Ἔστι μὲν ἱεραρχία πᾶσα, κατὰ τὸ σεπτὸν τῆς ἡμῶν παραδόσεως δ, ὁ πᾶς τῶν ὑποκειμένων ἰερῶν λόγος, καθολικωτάτη τῶν τῆσδε τυχὸν ἱεραρχίας, ἢ τῆσδε ἱερῶν συγκεφαλαίωσις. Ἡ καθ´ ἡμᾶς οὖν ἰεραρχία λέγεται καὶ ἔστιν ἡ περιεκτικὴ τῶν κατ´ αὐτὴν ἀπάντων ἰερῶν πραγματεία, καθ´ ἣν ὁ θεῖος ἱεράρχης τελούμενος, ἁπάντων ἕξει τῶν κατ´ αὐτὸν ἱερωτάτων τὴν μέθεξιν, ὡς ἱεραρχίας ἐπώνυμος. Ὡς γὰρ ἰεραρχίαν ὁ φήσας, ἁπάντων ὁμοῦ συλλήβδην ἔφη τὴν τῶν ἱερῶν διακόσμησιν· οὕτως ἱεράρχην ὁ λέγων δηλοῖ τὸν ἔνθεόν τε καὶ θεῖον ἄνδρα, τὸν πάσης, Κερᾶς ἐπιστήμονα γνώσεως, ἐν ᾧ καὶ καθαρῶς ἡ κατ´ αὐτὸν ἱεραρχία πᾶσα τελεῖται καὶ γινώσκεται. Ταύτης ἀρχὴ τῆς ἱεραρχίας ἡ πηγὴ τῆς ζωῆς, ἡ οὐσία τῆς ἀγαθότητος, ἡ μία τῶν ὄντων αἰτία Τριὰς, ἐξ ἡς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἰναι τοῖς οὖσι δι´ ἀγαθότητα. Ταύτη δὲ τῇ πάντων ἐπέκεινα θεαρχικωτάτῃ μακαριότητι, τῇ τρισσῇ τῇ μονάδι τῇ ὄντως οὔσῃ, κατὰ τὸ ἡμῖν μὲν ἀνέφικτο, αὐτῇ δὲ ἐπιστητὸν, θέλημα μέν ἐστιν ἡ λογικὴ σωτηρία καθ´ ἡμᾶςδ τε καὶ ὑπὲρ ἡμᾶς οὐσιῶν· ἡ δὲ οὐχ ἑτέρως γενέσθαι δύναται, μὴ $0=3 $8=195 $9=1 θεουμένων τὼν σωζομένων. Ἡ δὲ θεωοίς ἐστιν ἡ πρὸς Θεὺν, ὡς ἐφικτὸν, ἀφομοίωσίς τε καὶ ἕνωσις, Ἀπάσης δὲ τοῦτο κοινὸν ἰεραρχίας τὸ πέρας, ἡ πρὸς Θεόν τε καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις, ἐνθόως τε καὶ ἐνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου τῶν ἐναντίων ἡ παντελής καὶ ἀνεπίστροφος ἀποοφοίτησις, ἡ γνῶσις τῶν ὄντων ἧ ὄντα ἐστὶν, ἡ τῆς ἱερᾶς αληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις, αὐτοῦ τοῦ ἑνὸς ὡς ἐφικτόν· ἡ τῆς ἐποψίας ἐστίασις, τρέφουσα νοητῶς καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον. Λέγωμενʹ τοίνυν, ἡ θεαρχικὴ μακαριότης, ἡ φύσει Θεότης, ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἦς τὸ θεοῦσθαι τοῖς θεουμένοις ἀγαθότητι θείᾳ τὴν ἰεραρχίαν, ἐπὶ σω, τηρίᾳ καὶ θεώσει πάντων τῶν λογικῶν τε καὶ νοερῶν οὐσιῶν, ἐδωρήσατο. Καὶ ταῖς μὲν ὑπερκοσμίοις καὶ μακαρίαις λήξεσιν, ἀὖλοτερόν τε καὶ νοερώτερον, ὐδ γὰρ ἕἔξωθεν αὐτὰς ὁ Θεὸς ἐπὶ τὰ θεῖα κινεῖ, νοη τῶς δὲ, καὶ ἔνδοθεν ἐλλαμπομένων αὐτῶν ἐν αὐγῇ καθαρᾷ καὶ ἀὔλῳ τὴν θειοτάτην βούλησιν, ἡμῖν δὲ τὸ ἐκείναις ἑνιαίως τε καὶ συνεπτυγμένως δωρηθὲν ἐκ τῶν θεοπαραδότων λογίων, ὡς ἡμῖν ἐφικτὸν, ἐν ποικιλίᾳ καὶ πλήθει διαιρετῶν συμβόλων δεδώρηται. Οὐσία γὰρ τῆς καθ´ ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια. Σεπτότατα δὲ λόγια ταῦτά φαμεν, ὅσα πρὸς τῶν ἐνθέων ἡμῶν ἱεροτελεστῶν ἐν ἀγιογμάφοις ἡμῖν καὶ θεολογικαῖς δεδώρηται δέλτοις· καὶ μὴν ὅσα πρὸς τῶν αὐτῶν ἱερῶν ἀνδρῶν άὖλοτέρᾳ μυήσει, καὶ γείτονί πως ἦδη τῆς οὐρανίας ἱεραρχίας, ἐκ νοὸς εἰς νοῦν διὰ μέσου λόγου, σωματικοῦ μὲν, ἀὖλότέρου δὲ ὅμως, γραφῆς ἐκτὸς, οἱ καθηγεμόνες ἡμῶν ἐμυήθης σαν. Οὐδὲ ταῦτα τῶν ἐνθέων ἱεραρχῶν εἰς τὸ τῆς ἱερουργίας κοινὸν ἀπαρακαλύπτοις νοήσεσιν, ἀλλ´ ἐν συμβόλοις ἱεροῖς παραδεδωκότων· ἔστι γὰρ οὐ πᾶς ἱερὸς, οὐδὲ πάντων, ὡς τὰ λόγιά φησιν, ἡ γνῶσις. Ἀναγκαίως οὖν οἱ πρῶτοι τῆς καθ´ ᾐμᾶς ἱεραρχίας καθηγεμόνες, ἐκ τῆς ὑπερουσίου θεαρχίας, αὐτοίτε ἀναπλησθέντες τοῦ ἱεροῦ δώρου, καὶ εἰς τὸ ἑξῆς αὐτὸ προαγαγεῖν ὑπὸ τῆς θεαρχικῆς ἁγαθότητος ἀπεσταλμένοι, καὶ αὐτοὶ δὲ ἀφθόνως ἐρῶντες, ὡς θεῖοι, τῆς τῶν μετ´ αὐτοὺς ἀναγωγῆς καὶ θεώσεως, αἰσθηταῖς εἰκόσι τὰ ὑπερουράνια, καὶ ποικιλίᾳ καὶ πλήει τὸ συνεπτυγμένον, καὶ ἐν ἐνθρωπίνοις τε τὰ θεῖα, καὶ ἐνύλοις τὰ ἄὕλα, καὶ τοῖς καθ´ ἡμᾶς τὰ ὑπερούσια, ταῖς ἐγγράφοις τε αὐτῶν καὶ ἀγράφοις μυήσεσι, κατὰ τοὺς ἰεροὺς ἡμῖν ἔδοσαν θεσμούς $0=3 $8=196 $9=1 αὶ τῶν ἀνιάρων ἕνεκα μόνον, οἷς οὐδὲ τῶν συμβό λων ἅπτεσθαι θεμιτὸν, ἀλλ´ ὅτι καὶ συμβολική τίς ἐστιν, ὅπερ ἔφην, ἀναλόγως ἡμῖν αὐτοῖς ἡ καθ´ ἡμᾶς Κεραρχία, δεομένη τῶν αἰσθητῶν εἰς τὴν ἐξαὐτῶν ἐπὶ πὰ νοητὰ θειοτέραν ἡμῶν ἀναγωγήν. Ἀνακεκαλυμμένοι δὲ ὅμως εἰσὶν οἱ τῶν συμβόλων λόγοι τοῖς θείοις ἱεροτελεσταῖς, οὓς οὐ θεμιτὸν ἐξάγειν εἰς τοὺς ἔτι τελειουμένους, εἰδότας ὡς οἱ τῶν ἰερῶν θεοπαραδότως νομοθέται, ταῖς τῶν διακόσμων εὐσταθέσι καὶ ἀσυμφύρτοις τάξεσί, καὶ ταῖς τοῦ ἑκάστῳ κατ´ ἀξίαν προσήκοντος ἀναλόγοις καὶ ἱεραῖς ἀπονεμήσεσι, τὴν ἱεραρχίαν διετάξαντο. Διὸ καὶ ταῖς σαῖς ἱεραῖς ὁμολογίαις πεισθεὶςναμνῆσαι γὰρ αὐτῶν εὐαγὲς, ὡς, ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας, οὐ μεταδώσεις ἑτέρῳ, παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστάς· αὐτούς τε πείσεις ὀμολογῆσαι κατὰ θεσμὸν ἱεραρχικὸν, καθαρῶν μὲν καθαρῶς ἐφάπτεσθαι, κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τελειωτικοῖς, ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου. $0=3 $8=198 $9=1 Μετα τὴν οὐρανίαν ἱεραρχίαν διαλαμβάνει καὶ περὶ τῆς καθ´ ἡμᾷς εραρχίας, ἣν οὐκ εἶπε γηινηνεἰ γὰρ καὶ ἐν γῇ πολιτεύεται, ἀλλ´ ὁ σκοπὸς καὶ τὸ τέλος αὐτῆς οὐράνιός ἐστιν, εἰς μίμησιν τοῦ Θεοῦ ἄγουσα τὸν ἄνθρωπον, καθὼς ἐκείνη τὰς θείᾳς καὶ οὐρανίους δυνάμεις· προηγουμένως γὰρ καὶ κυρίως τὸ καθαίρειν, τὸ φωτίζειν, τὸ τελειοῦν, τοῦ Θεοῦ ἐστι· δευτέρως δὲ καὶ τῶν ἀγγέλων, κατὰ τρίτον δὲ λόγον καὶ αὐτῶν τῶν ἀνθρώπων· ταῦτα γάρ εἰσι τὰ τρία ἡ τῆς εραρχίας ἐνέργεια. Ταῦτα παρὰ μὲν ταῖς ἄνω σὐσίαις τελούμενα, εἰ καὶ μυστήριά εἰσιν, ὡς Θεοῦ ἔργα ὑπέρτατα, ἀλλ´ οὖν οὐ μυστήριά εἰσι πρὸς ἁλλήλας· πᾶσαι γὰρ ἂγιαι καὶ μεμυημέναι εἰσὶ τῇ χαριτι τοῦ Θερῦ, εἰ καὶ ἄλλη ἄλλης προέχει κατὰ τὸ μέτρον τῆς ἐκεῖ εἴτε τάξεως, εἴτε μὴν καὶ δυνάμεως· παρ´ ἡμῖν δὲ τελούμενα, μυστήρια λέγονται, οὐ γὰο πῥντες καθαροὶ, οὔτε μὴν μεμυημένοι. Ὅθεν καὶ παρ´ ἐκείναις μὲν ἁπάσαις ταῦτά εἰσιν, εἰ καὶ ἀνὰ μέρος καὶ καθαίρονται, καὶ φωτίζονται, καὶ τελειοῦνται· παρ´ ἡμῖν δὲ οὐ πᾶσιν, ἀλλά τισι, καθὼς καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς· ἐμοὺς λέγων πάντως τοὺς ἱερεῖς ἢ τοὺς μεμυημένους. Τὴν γοῦν τῶν προκειμένων κεφαλαίων διδασκαλίαν κατὰ διττὸν ποιεῖται τρόπον. Πρῶτον γὰρ ἐκτίθεται τὸ, πῶς τελεῖται τὸ μυστήριον τοῦ κεφαλαίουι καὶ μετέπειτα θεωρίᾳ τινὶ τοῦτο παραδίδωσιν. Οἴον, μωστηρίου φωτίσματος ἔκθεσις πρῶτον, εἶτα δευτέρα ἡ θεωρία αὐτοῦ πάλιν, μυστηρίου συνάξεως ἱκθεσις, εἰτα ἡ θεωρία αὐτοῦ. ἕπεὶ γὰρ διπλοῖ ἐσμεν καὶ ἡμεῖς, ὁρατοὶ κατὰ τὸ σῶμα, καὶ νοούμενοι κατὰ ψυχὴν, διπλῆ καὶ ἡ καθ´ ἡμᾶς ἱεραρχία, αἰσθητὴ διὰ τῶν ἐνεργουμένων συμβἄων, νοητὴ, διὰ τῆς θεωρίας. Θεωρία δέ ἐστιν ἐπιβολὴ νοὸς ἄμεσος καὶ ψιλὴ τῶν αἰσθήσεων πρὸς τὰ όποκείμενα. Τῆς γοῦν τοιαύτης ἰεραρχίας καὶ τὰ σύμβολα μυστήριά εἰσι πρὸς τοὺς ξένους τῆς Ἐκκληβίας καὶ ἀμυήτους· ἀλλὰ καὶ ἡ θεωρία, ὡς ὑπερτάτη γνῶσις, καὶ δεομένη πίστεως, μυστήριον λέγοιτ´ ἂν, καθὼς καὶ ὁ ἅπόστολος λέγει· Μυστήριον λέγω θμν πάντες μέν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ἀλλ´ ὄμως τὰ φύμβολα μόνον λέγει μυστήρια πρὸς τοὺς ἀμυήτους, ὡς εἴρηται· τὰς δὲ ἀναγωγὰς αὐτῶν θεωρίας φησίν, ὡς τὸν νοῦν αὐτῶν άναγούσας τὰ οἱκεῖα θεωρεῖν καθὼς ἔχουσιν, εἰ καὶ ἄλλως διὰ συμβόλων ἐμφαίνονται. Ὁ γὰρ μυηθεὶς καὶ ἐντὸς γενόμενος τῆς ἀγίας σκηνῆς, ἀνακεκαλυμμένῳ προσώπῳ ὀφελει θεωρεῖν τὰ τῆς πίστεως μετὰ Ι Ὅτι μὲν ἡκαθ´ ἡμᾶςἰεραρχία, εἰ καὶ καθ´ ἡμᾶς λέγεται, ἀλλ´ οὖν καὶ αὐτὴ καὶ θεία ἐστὶ καθ´ αὐτὴν, $0=3 $8=199 $9=1 ὡς καὶ ἡ οὐρανία ἱεραρχία, καὶ ἔνθεος, κατὰ μετογὴ τῶν θείων ἐκείνων, καὶ κατ´ ἐκείνην τὴν ἱερὰν ἐπεστήμην καὶ ἐνέργειαν θεοὺς ἀποτελεῖ τοὺς μετόχοιις αὐτῆς καὶ τελειοῖ, ἐκ τῶν ἱερωτάτων Γραφῶν ἀποδεῖξαι χρή· ἀλλ´´ οὐ πάντως πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἠξιωμένοις τῆς τοιαύτης μυσταγωγίας διὰ τῆς ἁποστόλων παραδόσεως. Σὺ δὲ σκόπει, ἱερὲ παῖ, ἢ κατὰ τὸ νεώτερον, ἢ κατὰ τὴν τάξιν τῆς διδασκαλίας πατέρες γὰρ οἱ διδάσκαλοι, ὅπως μὴ παιγνιωδῶς καὶ ἀνευλαβῶς ποιήσῃς τοῖς ἀνιέροις καταφανῆ τὰ τοιαῦτα μυστήρια, γέλωτος ἀφορμὴν ποιουμένοις τὰ Θεῖα καὶ μυστικά· ἀλλὰ τίμησον αὐτὰ, ὥσπερ λόγον. τῇ σιωπῇ. Εἰ δέ που καὶ δεήσει κοινύσασθαι, μὴ τοῖς ἀτελέστοις τούτων κοινώνει, ἀλλὰ τοῖς ἐεροῖς, κἀκείνοις ἰεροπρεπῶς καὶ μεθ´ ἱερᾷς ἐλλάμψεως, μὴ ἐναπομένων τοῖς τύποις, ἀλλὰ τὰ ἀθέατα ἐλλαμπόμενος· οὕτω γὰρ καὶ ἡμῖν τοῖς περὶ τὰ θεῖα ἐπεστραμμένοις, ἢ τὰ θεῖα ᾤδουσι χορευταῖς, παρεδόθησαν. Καὶ αὐτὸς ὁ θεαρχικώτατος νοῦς· ὁ Θεὸς, ἡ πάσης ἀγκσύνης καὶ θεουργίας αἰτία,ἐπεὶ γὰρ ἡ ἀεραρχία ἐπιστήμη ἐστὶ καὶ ἐνέργεια, τὴν μὲν ἀγιωσύνην πρὸς τὴν ἐπιστήμην λαμβάνει, τὴν δὲ θεουργίαν πρὸς τὴν ἐνέργειαν ταῖς οὐρανίαις ἐλλάμπει δυναμεσι πρανοτερόν τε καὶ νοερώτερον(νοουμεν γὰρ καὶ ἡμεῖς, ἀλλ´ οὐ κατ´ ἐκείνας, καὶ ταύτας πρὸς τὸ οἰκεῖον φῶς, ἵνα καὶ αὐταὶ δηλαδὴ τοὺς ἄλλους φωτίζωσιν, ἀφομοιοῖ, κατὰ δύναμιν αὐτῶν δὴ τῶν νοερῶν τε καὶ νοητῶν οὐσιῶν, οὐ γὰρ κατὰ τὴν ἑαυτοῦ δύναιμιν· ἀπειροδύναμος γὰρ ὁ Θεός. Ἐμῶν τε τὰς πολλὰς ἑτερότητας, τὰς πολυειδεῖς τῶν σαρκικῶν ἐπιθυμιῶν μερίμνας, ἂς ἀπαγορεύει ὁ Κύριος, συνάγει εἰς ἐνοειδῆ καὶ θείαν ζωὴν, τὸ ζητεῖν δηλονότι ἐν πρώτοις τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ. Τὸ δὲ οὖτω πεποιῶσθαι τὴν ψυχὴν, ἕξιν ἱερὰν ἀπεκάλεσεν, ἣτις καὶ μάλιστα τοῖς ἱερωμένοις πρεπώδης ἐστί. Λαμβάνοντες γοῦν παρ´ ἐκείνου τὴν δύναμιν προχωροῦμεν καὶ ἐπὶ τὴν τῆς ἱεραρχίας ἐνέργειαν· καὶ οὕτως ἐγγίζομεν τοῖς ἀγγέλοις, τῇ πρὸς αὐτοὺς ἀφομοιώσει, καὶ δι´ αὐτῶν πρὸς τὴν θεαρχικὴν αὐγὴν ἀναβλέψαντες, καὶ ἐλλαμφθέντες ἐκεῖθεν τὴν ἐπιστήμην τῆς τῶν θεαμάτων γνώσεως άματα δὲ τὰ περὶ Θεοῦ φησι διδάγματα· οὐ γὰρ ἄχρι ψιλῆς τῆς τῶν λόγων ἀκοῆς ἢ ἐκφωνήσεως τὰ τῶν ἱερῶν μυήσεών εἰσι·, γενέσθαι δυνησόμεθα, ὡς παθόντες μὲν τὰ ἐκεῖθεν καλὰ, ἀφιερωμένοι, δηλονότι καθαροὶ, καὶ φωτοειδεῖς, καὶ τετελεσμένοι· ὡς καθ´ ἕξιν δὲ ἔχοντες ταῦτα, καὶ δρᾶν ἐπ´ ἄλον δυνάμενοι, ἀφιερωταὶ καὶ φωτουργικοὶ, εἴτ´ οὖν φωτιστικοί, καὶ τελεσιουργοί· ταῦτα γὰρ τὰ τρία μέρη τῆς ἱεραρχίας εἰσίν. ὁ Π. Ψπειδὴ δύο ἰεραρχίας ὁ λόγος οἶδε κατὰ μετοχὴν τῆς θεαρχικωτάτης οὐσίας ἀπάσῃς ἰεραρχίας τοῦ Θεοῦ, βούλεται ὁ Πατὴρ τό τε τοινὸν αὐτῶν καὶ τὸ ἴδιον διασαφῆσαι, ὅιὰ τοῦτο Ἄτιγει· Τίς μέν ἐστιν ἡ οὐρανία ἱεραρχία, εὐρήσεις ἐν ἄλλοις, ὅπου οὐκ ἀξίως μὲν, ὡς ἑφικτὸν δὲ ἡμῖν, περὶ αὐτῶν εἴρηται· ἐν ᾗ δὲ περικοπῇ ἕν τι λέγομεν ἐπιστάσεως ἄξιον, ὅτι ἡμεῖς μὲν, κατὰ πάντα προθέμενοι τοῖς ἁρχαιοτέροις $0=3 $8=200 $9=1 κατακολουθεῖν, ἐν τῷ Περὶ τῆς σὐρανίας ἰςραρχίας εἴπομεν κατ´ ἐκείνους τὴν τῶν θρόνων τάξιν ὑψηλοτέραν τῶν ἄλλων. Σκοπητέον δὲ ἐκ τούτων, εἰ καλῶς ταύτην, καὶ οὐ τὴν τῶν σεραφίμ· ἐνταῦθα γὰρ ἀπὸ τῶν ἐσχάτων διακόσμων ἀρξάμενος, μέχρι καὶ τῶν σεραφὶμ κατέληξε. Πλὴν ἀλλ´ ὅπως ἂν ἔχοι, vικάτω τὸ ἀρχαιότερον. Τοσοῦτον δὲ ὅμως ὁ ἅγιος λέγει, τὸ κοινὸν ἁπάσης ἱεραρχίας συνιστὰς, ὅτί πᾶσα ἱεραρχία μίαν ἔχει τὴν δύναμιν. Τὸ τοίνυν αὐτόν τε τὸν ἰεράρχην κατὰ τὴν ἰδίαν οὐσίαν· ἄλλη γὰρ ἀγγέλου τελειότης, καὶ ἄλλη ἀνθρώπου· καὶ αὖθις κατὰ τὴν οἰκείαν ἀναλογίαν καὶ τάξιν· ἐπὶ γὰρ τοῖς οὐρανίοις ἄλλη τῆς ὑπερβεβηκυίας, καὶ ἄλλη τῆς ὑποβεβηκυίας τάξεως ἡ λαμπρότης· ἐπὶ δὲ τοῖς γηλνοις ἄλλη τῶν ἐπισκόπων, καὶ ἄλλη τῶν πρεσβυτέρων ἡ, τάξις. Τὸ ἀναλόγως γοῦν τελεσθῆναι τὸν ἰεράρχην, καὶ τοῖς ὑποβεβηκόσι μεταδιδόναι τῆς ἐγγινομένης αὐτῷ θεόθεν ἐλλάμψεως, καὶ πάλιν τοὺς ὑποβεβηκότας τοῖς κρείττοσι μὲν ἕπεσθαι, τῶν δε ἡττόνων ἡγεῖσθαι, τοῦτό ἐστιν ἡ κοινὴ τῆς ἱεραρχίας ἀπάσης δύναμις. Οὐ μὴν δὲ, ἀλλ´ ἴδιόν ἐστιν ἑκατέρᾳ ἰεραρχίᾳ, ὅτι ἡ μὲν οὐρανία ἀσωμάτων ἐστὶ καὶ νοητῶν πρὸς ἡμᾶς(κἀκεῖναι γὰρ πρὸς τὸν Θεὸν νοεραί εἰσι, καὶ διὰ τοῦτο καὶ ἱεράρχία αὐτῶν νοητὴ καὶ ὑπερκόσμιός ἐστιν· ἡ καθ´ ἡμᾶς δὲ δι´ αἰσθητῶν συμβόλων, δηλονότι βαπτίσματος, συνάξεως, κοινωνίας, καὶ τῶν λοιπῶν ποικιλλομένη πληθύνεται. Ὅσῳ γάρ τις ἀνάγεται εἰς τὸ ἑνιαῖον, φθάνει τῆς νοήσεως· καὶ ὅσῳ τοῖς αἰσθητοῖς προχωρεῖ, πληθύνεται τοῖς αἰσθητοῖς ὧν αἰσθάνεται. Ἐτέρα αὖθις τῶν δύο διάφορα, ὅτι τὸν Θεὸν καὶ τὴν θείαν ἀρετὴν ἐκεῖνοι μὲν ὡς νόες νοοῦσιν, ἀλλὰ καθ´ ὅσον κἀκείνους νοεῖν ἐστιν ἐφικτόν· ἡμεῖς δὲ ἐξ αἰσθητῶν εἰκόνων, τῶν ἐν τῇ Ἐκκλησίᾳ τελουμένων φημὶ, ἐπὲ τὸν Θεὸν ἀναγόμεθα. Ἀληθῶς τε εἰπεῖν, ἓν μέν ἐστιν οὗ πάντες ἐφίενται· τέως δὲ ἐνταῦθα πρὸς τὸν σκοπὸν τῶν δύο ἴεραρχιῶν, ἅπαντες οἱ ἐνοειδεῖς δηλονότι, οἱ κατὰ νοερὰν ἐνέργειαν Κνιζόμενοι. Ὡς γὰρ ἡμεῖς ἐνιζόμεθα ἀναγόμενοι, οὔτω καὶ οἱ θεῖοι ἄγγελοι ἔτι ἐνίζονται πρὸς τὰς ἑείας νοήσεις ἀναγόμενοι. Ἐνὸς γὰρ ὄντος τοῦ ἐφετοῦ, οὐχ ἐνιαίως καὶ καθ´ ἕνα καὶ τὸν αὐτὸν τρόπον οἱ ἐφιέμενοι ἐφίενται, ἀλλὰ κατὰ τὴν ἰδίαν ἀξίαν ἕκαστος. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις εἴρηται· νῦν δὲ τὴν καθ´ ἡμᾶς ἱεραρχίαν, καὶ τὴν αἰτίαν καὶ οὐσίαν αὐτῆς ἔατη δέ ἐστιν ἡ θεαρχικωτάτη δύναμις], εἰπεῖν πει. ράσομαι, τὸν Σωτῆρα ἐπικαλεσάμενος Ἰησοῦν. Π. Ἰεραρχία ἐστὶ, καθὼς ἡ σεπτὴ ἡμῶν παράδοσις παρίστησι, τὰ καθολικῶς θεωρούμενα ἢ λεγόμενα περὶ τῶν ὑποκειμένων ἱερῶν πραγμάτων. Συγκεφακαίωσιν γὰρ τὴν τοῦ ὅλου περίληψιν λέγει, ὥσπερ ἀνακεφαλαίωσιν λέγομεν τὸ ἀναλαβεῖν ἐν ὀλίγοις τὰν προλεχθέντα· ἀπάντων γὰρ ἕξει τῶν κατ´ αὐτὸν τὴν επιστήμην, καὶ τῶν πρεσβυτέρων, καὶ τῶν διακόνων καὶ τῶν λοιπῶν, διὰ τοῦτο γὰρ καὶ ἱεράρχης ἐπονο μάζεται, καὶ σκοπητέον ἐξ ἀναλογίας ἀπὸ τῆς ἱεραρΧίας. Ὡς γοῦν αὕτη δι´ ὅλου καὶ ἐπὶ πᾶσι τοῖς ἱεροῖς $0=3 $8=201 $9=1 διακόσμοις λέγεται, οὕτως ὁ εἰπὼν ἱερὰρχην τὸν ἐπι στήμονα πάσης ἱερᾶς γνώσεως λέγει, ἐν ᾧ καθαρῶς γινώσκεται ἡ καθ´ αὐτὸν [σκατ´ αὐτὸν] ἰεραρχία. Μῆ γὰρ ὄντος αὐτοῦ καθόλου καὶ ἐπὶ πᾶσιν ἐπιστήμονος· οὐδὲ ἡ ἐπιστήμη αὐτὴ τῆς ἱεραρχίας ἐνεργηθήσεται. Μὴ γοῦν εἴποι τις· Καὶ ποῖος οὕτω τέλειος; Οὐ προέβετο γὰρ ὁ Πατὴρ περὶ τοῦδε ἢ τοῦδε ἰεράρχου εἰπεῖν, ἀλλὰ περὶ τοῦ ἀπλῶς ἱεράρχου, ὃς ὀφείλει ἔχειν ἀνελλιπῶς τὰ αὐτοῦ· ὥσπερ καὶ εἰ περὶ ἁπλῶς γραμματικοῦ ἔλεγεν, ἔμελλε λέγειν ἐκεῖνα καθ´ ἃ τὸν τέλειον ἀπῄτει γραμματικόν· εἰ δ´ οὖν ἀλλ´ ἐχώλευεν ἡ γραμματικὴ μὴ ἔχουσα δειχθῆναι ὁποία ποτ´ ἐστίν. Ταύτης τῆς ἰεραρχίας ἀρχὴ ἡ ἁγία καὶ μακαρία Τριὰς, ἡ ὄντως οὖσα, καὶ αὐτὴ μόνη ἑαυτὴν ἐπισταμένη, ὡς ἔχειν ἐπιστητὸν τὸ τῆς οἰκείας ὑπάρξεως. Ἡ δὲ θέλημα μέν ἐστιν, ἡ τῶν λογικῶν ἀγγέλων τε καὶ ἀνθρώπων σωτηρία· ἡ δὲ, θέωσίς ἐστι τῶν σωζομξνων. Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων φαμὲν σώζεσθαι ἀπὸ φόβου, ηγουν τῇ ἀφοβίᾳ προσπελάζειν, σώζεσθαι ἀπὸ φόνου, ἤγουν τῇ ζωῇ προσπελάζειν· σώζεσθαι ἀπὸ νόσου, ἤγουν ἐντὸς τῆς ὑγείας γίνεσθαι· οὕτω καὶ ἐπὶ τῶν προκειμένων τὸ σώζεσθαι ἀπὸ ἀλλοτριώσεως Θεοῦ προσπελάζειν τῷ Θεῷ, καὶ θέωσίς ἐστιν. Ἡ δὲ πάντως ἀφομοίωσις καὶ ἕνωσις πρὸς Θεὸν, κατ δὴ πέρας καὶ τέλος ἐστὶν ἀπάσης ἰεραρχίας, ἡ πρὸς Θεὸν ἀγάπησις· ἢ δὴ καὶ ἐνιαῖως ἰερουργεῖται κατὰ τὴν θείαν καὶ ἑνιαίαν ἁπλότητα, καθ´ ἣν παντελὴς ἀγάπη ἐστὶν ὁ Θεὸς(καὶ οὐ τῷ μὲν, τῷ δ´ οὔ, ἀλλ´ ἑνιαῖον ἐφετὸν ὢν, ὅμως τὰς πρὸς αὐτὸν ἐφέσεις διαφόρους ἔχει πρὸς τὴν ἀξίαν καὶ τὴν σπουδὴν τῶν ἐφιεμένων, καὶ πρὸ τούτου ἡ ἀποφοίτησις τῶν ἐναντίων ἡ παντελής. Εἰ μὴ γὰρ καθαρθῶμεν ἀπό πάσης ἐνύλου καὶ ῥυπαρᾶς παντελῶς ἡδονῆς, οὐ μὴ γενήσεται ἡ ἀγάπησις τοῦ ὄντως ἀγαθοῦ. Πότε δὲ ἀποφοιτῶμεν τῶν ἐναντίων; ὅτε γνωσόμεθα τὰ ὄντα καθὼς ἔχουσι φύσεως, ὅτε τὰ παρόντα πρόσκαιρα, τὰ δ´ ἐκεῖσε αἰώνια, μὴ ἀπατώμενοι περὶ τὴν δόκησιν τοῦ καλοῦ· τοῦτο γὰρ οὐκ ἔστι γνῶσις τῶν ὄντων ἧ ὄντα, τότε γὰρ καὶ τῇ ἀληθείᾳ προσβαίνομεν, ἀαὶ μετέχομεν τῆς ἑνοειδοῦς τελειώσεως. Τί δέ ἑστι τὸ ἐνοειδές· Ἀναγόλεθα δηλονότι ἀπὸ τῶν αἰσθητᾶν τούτων καὶ μοχθηρῶν εἰς θείαν ἀπλότητα, ὃ δὴ ἐστίασίς ἐστι τῆς ἐποψίας· τρέφεται γὰρ τῷ νοητῷ τὸν νοῦν, καθὼς καὶ ἄλλοτε ἐλέγομεν. Καὶ τοῦτό ἐστιν ἡ παρἔ ΙΓν. Λέγομεν τοίνυν, ὡς ὁ Θεὸς τὴν ἱεραρχίαν ἐπὶ σωτηρίᾳ καὶ θεώσει τῶν μετεχομένων ἐδωρήσατο, καὶ τοῖς μὲν ἀγγέλοις νοερώτερον καὶ ἀλώτερον, ἡμῖν δὲ διὰ συμβόλων· ἄνθρωποι μὲν γὰρ ἔξωθεν ἀπὸ τῆς κατὰ τὴν κτίσιν θεωρίας, καὶ ἀπὸ λόγων διδασκαλικῶν, καὶ ἐτέρων συμβόλων τὴν ἀληθῆ γνῶσιν λαμβάνουσιν· ἄγγελοι δὲ αὐτὴν ἔνδοθεν τὸνοερὰν αὐτῶν ἐλλάμπονται δύναμιν, καὶ τὴν θείαν ἐνσημαίνονται βούλησιν, ἤγουν τυποῦνται πρὸς τὸ θεομίμητόν τε, καὶ τὸ τῶν ὄντων, ᾖ ὄντα ἐστὶ, γνωστικόν. Ἐπειδὴ γὰρ νοερὸν μέν ἐστι τὸ νοοῦν, νοητὸν δε τὸ νοούμενον, τροφὴ δὲ καὶ οἱονεὶ σύστασις τοῦ νοοῆν τός ἐστι τὸ νοούμενον, εἰκότως ὁ Θεὸς, ἅτε νόων ὄν $0=3 $8=202 $9=1 ον τῶν ἀσωμάτων, αὐτὸς νοούμενος καὶ νοητὸς αὐτοῖς, καθὼς ἐφικνοῦνται, γινόμενος, ἕσωθεν αὐτοὺς ἐλλάμπει. Ὃ γοῦν ἔχουσιν ἐκεῖνοι ἓνιαίως καὶ συνεπτυγμένως ὡς ἄὕλοι, τοῦτο ἡμεῖς δὰ συμβόλων διαιρετῶν καὶ πλήθει λαμβάνομεν. Σύμβολα δὲ διαιρετὰ τὰς τῆς Γραφῆς πολυειδεῖς διδασκαλίας φησίν. Εἰ γοῦν καὶ πρώην ἐλέγομεν, ὅτι πάσης ἱεραρχίας οὐσία ἐστὶν ὀ Θεὸς, ἀλλὰ τῆς καθ´ ἡμᾶς ἰδίως καὶ προσεχὴς οὐσία, τὰ θεοπαράδοτα λόγια, καὶ μᾶλον τούτων τὰ σεπτότατα τῶν ἀποστόλων διδάγματα. Ὃ γὰρ τῇ τῶν οὐρανίων ἱεραρχίᾳ αὐτὸς ὁ Θεὸς, ἀθλως, ὡς ἐφικτὸν αὐτοῖς, ἐνούμενος, καὶ ταύτην ἀποτελῶν, τοῦτο τῇ καθ´ ἡμᾶς αἱ Γραφαὶ, δι´ ὧν ἔχομεν ἀνάγεσθαι πρὸς τὴν θείαν ἀπλότητα; καὶ μὴν καὶ τὰ ὄσα δι´ ἀὕγοτέρας μυήσεως, τῆς ἐκ τοῦ Πνεύματος δηλαδὴ ἐγγινομένης τοῖς ἀποστόλοις γνώσεως τῶν τῆς Γραφῆς νοημάτων, αὐτοὶ τοῖς ἄλλοις διὰ λόγου, σωματικοῦ μὲν, ὅτι δι´ ὁργάνων σωματικῶν ἐλέγοντο, ἀῦλοτέρου δὲ ὅμως, ὅτι λόγῳ μόνῳ, καὶ διὰ γραφῆς· παρέδοσαν μυστικῶς. Παρέδοσαν δὲ ταῦτα οὐκ ἀπαρακαλύπτοις νοήσεσιν, ἀλλ´ ἐν συμβόλοις τισὶν ἱεροῖς, ὅσα ἄηλαδὴ ἐν τῇ ἁγίᾳ Ἑκκλησίᾳ τελοῦνται, λόγον ἔχοντα τοῦ φαινομένου ὑψηλότερον καὶ θειότερον. Τοῦτο δὲ πεποιήκασι, καὶ οὐκ ἀπεκάλυψαν ἅπασι τὰ ἀπόκρυφα, ὅτι οὐ πᾶςἱερὸς, οὐδὲ πάντων ἡ γνῶσις· Υμῖν γὰρ δέδοται, φησὶν ὁ Κύριος τοῖς ἀποστόλοις καὶ τοῖς μετ´ αὐτοὺς ἁγίοις, γνῶναι τὰ μυστήρια τὴς βασιλείας τοῦ Θεου. v. Ἀναγκαίως τοίνυν οἱ ἰεροὶ ἀπόστολοι, αὐτοὶ ἀναπλησθέντες τοῦ θείου χαρίσματος( θεώθησαν γὰρ τῇ πρὸς αὐτῶν ἀγαπήσει, καὶ εἰς τοὺς ἄλλους ἀπεσταλμένοι παρὰ τῆς ἀγαθότητος, καὶ αὐτοὶ δὲ ἤδη θεοὶ γεγονότες, μὴ φθονοῦντες τοῖς μετ´ αὐτοὺς τῆς τοιαύτης θεώσεωςἀλλότριον γὰρ τὸ φθονερὸν τοῦ Θεοῦ], αἰσθητοῖς τὰνοητὰ, καὶ ὑλικοῖς τὰ ἄῦλα, καὶ ἀνθρώκοις τὰ θεῖα, καὶ ἐγγράφως καὶ ἀγράφως παρέδοσαν, οὐ μόνον χάριν τῶν ἀνιέρων τί γὰρ ἡμῖν κἀκείνοις κοινὸν, οἶ οὐδὲ τῶν συμβόλων ψιλῶν ἀξιοῦνται;] ἀλλὰ καὶ κατ´ ἄλλον τρόπον ὅτι ἀναλόγως ἡμῖν αἰσθητοῖς, οὗσι, καὶ αἰσθήσει ζῶσι, καὶ ἡ ἰεραρχία τελεῖται Οὐ γὰρ οἷόν τε γυμνοῖς αὐτοῖς τοῖς θείοις πράγμασιν ἐντυγχάνειν, καὶ νοητῶς συνάπτεσθαι, αἰσθήσει ζῶντας· διὰ τοῦτο διὰ συμβόλων τελεῖσθαι ἐτάχθημεν. Τέως δὲ ὅμως οἱ τῶν συμβόλων λόγοι οὐ πᾶσίν εἰσιν ἀνακεκαλυμμένοι καὶ γνώριμοι, ἀλλὰ τοῖς ἱεροῖς ἀνδράσιν, οὓς οὐ θεμιτόν ἐστιν ἐξάγειν αὐτοὺς εἰς τοὺς ἔτι κατηχουμένους, εἰδότας, ὅτι προσηκόντως ἐκάσοῳ κατὰ τὴν οὐρανίαν τάξιν τὴν εὐσταθῆ καὶ ἀσύμφυρτον ἀναλόγως τὴν καθ´ ἡμᾶς διετάξαντο Διὸ πεισθεὶς ταῖς ὁμολογίαις ταῖς σαῖς, ὡς οὐχ ἑτέρω μεταδώσεις, εἰ μὴ τοῖς κατὰ σὲ ἱεροῖς· καὶ ὅτι κἀκείνους ἀσφαλίσῃ τοιούτους εἶναι περὶ τὰ θεῖα, οἷος σὺ αὐτὸς εἶναι περὶ ταῦτα ὑπισχνῇ, καὶ τούτου μεταδίδωμί σοι τοῦ δώρου. $0=3 $8=203 $9=1 ΟΑΡΙΤ ΙΙ. Εἰρηται τοίνυν ἡμῖν ἱερῶς, ὡς οὗτός ἐστι τῆς καθ´ ἡμᾶς ἱεραρχίας σκοπὸς, ἡ πρὸς Θεὸν ἡμῶν, ὡς ἐφικτὸν, ἀφομοίωσίς τε καὶ ἕνωσις. Ταύτης δὲ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα. Τηρήσει γὰρ, φησὶν, ὁ ἀγαπῶν με τὸν λόγον μου, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ´ σὐτῷ ποιήσομεν. Τίς οὖν ἐστιν ἀρχὴ τῆς τῶν σεπτοτάτων ἱερουργίας ἐντολῶν; Ἡ πρὸς τὴν τῶν ἄλλων ἱερολογιῶν καὶ ἱερουργιῶν ὑποδοχὴν ἐπιτηδειότατα μορφοῦσα τὰς ψυχικὰς ἡμῶν ἕξεις, ἡ πρὸς τὴν τῆς ὑπερουρανίας κήξεως ἁναγωγὴν ἡμῶν ὁδοποίησις, ἡ τῆς ἰερᾶς καὶ θειοτάτης ἡμῶν ἀναγεννήσεως παράδοσις, Ὡς γὰρ ὁ κλείνός ἡμῶν ἔφη Καθηγεμὼν, ἡ κατὰ νοῦν μὲν ἐπὶ τὰ θεῖα πρωτίστη κἱνησις ἡ ἀγάπησίς ἐστι τοῦ Θεοῦ· τῆς δὲ ἱερᾶς ἀγαπήσεως ἡ πρὸς τὴν ἰερουργίαν τῶν θείων ἐντολῶν ἁρχικωτάτη πρόοδος ἡ τοῦ εἶναι θείως ἡμᾶς ἀῤῥητοτάτη δημιουργία. Εἰ γὰρ τὸ εἰναι θείως ἐστὶν ἡ θεία γέννησις, οὐ μή ποτέ τι γνοίη τῶν θεοπαραδότων, οὕτε μὴν ἐνεργήσειεν, ὁ μηδὲ τὸ ὑπάρχειν ἐνθέως ἐσχηκώς. Ἡ οὐχὶ καὶ ἡμῖν, ἀνθρῶπίνως φαμὲν, ὑπάρξαι δεῖ πρῶτον, εἶτα ἐνεργῆσαι τὰ καθ´ ἡμᾶς, ὡς τοῦ μηδαμῶς ὄντος, οὐδὲ κίνησιν, ἀλλ´ οὐδὲ ὕπαρξιν ἔχοντος· τοῦ δέ πως ὄντος, ἐκεῖνα μόνον ἐνεργοῦντος ἢ πάσχοντος ἐν οἷς εἶναι πέφυκεν; Ἀλλὰ τοῦτο μὲν, ὡς οἶμαι, σαφές. Ἐξῆς δὲ τὰ θεῖα τῆς θεογενεσίας ἐποπτεισι μεν σύμβολα. Καί μοι μηδεὶς ἀτέλεστος ἐπὶ τὴν θέαν Ἰέτω· καὶ γὰρ οὐδὲ ταῖς ἡλιοτεύκτοις αὐγαῖς ἐν ἀσθενέσι κόραις ἀντωπεῖν ἀκίνδυνον, οὐδὲ τοῖς ὑπὲρ ἡμᾶς ἐγχειρεῖν ἀβλαβές· εἴπερ ἀληθὴς ἡ κατὰ νόμον ἱεραρχία, τὸν μὲν Ὀζίαν, ὅτι τοῖς ἱεροῖς ἐνεχείρησεν, ἀποστρεφομένη· τὸν Κορὲ δὲ, ὅτι τοῖς ὑπὲρ αὐτὸν ἱεροῖς· τὸν δὲ Ναδὰβ καὶ Ἀβιοὺδ, ὅτι τοῖς οἰκείοις ἀνιέρως ἁπεχρήσαντο $0=3 $8=204 $9=1 ii. Μυστήριον φωτίσματος. Ὁ μὲν ἰεράρχης, ἑκάστοτε τῇ πρὸς Θεὸν ἀφομοιώσει ἅπαντας ἀνθρώπους θέλων! σωθῆναι, καὶ εἰς λπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀνακηρύττει πᾶσι τὰ ὄντως Εὐαγγέλια, Θεὸν ἵλεω τοῖς ἐπὶ γῆς ἐξ οκείας ὄντα καὶ φυσικῆς ἁγαθότητος, αὐτὸν ὡς ἡμᾶς εὐτόνως ἀφικέσθαι διὰ φιλανθρωπίαν ἀξιώσαντα, καὶ τῇ πρὸς αὐτὸν ἐνώσει δίκην πυρὸς ἀφομοιῶσαι τὰ ἐνωθέντα, κατὰ τὴν αὐτῶν πρὸς θέωσιν· ἐπιτηδειότητα. Ὅσοι γὰρ ἄλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὅνομα αὐτοῦ· οἱ οὐκ ἐξ αἰμάτων, οὐδὲ ἐκ Θελήματος σαρκὸς, ἀλλ´ ἐκ Θεοῦ ἐγεννήθησαν. Ὁ τούτων ἀγαπήσας· τῶν ὄντως ὑπερκοσμίων τὴν ἰερὰν μετουσίαν, ἐλθὼν ἐπί τινα τῶν μεμυημένων, πείθει μὲν αὐτὸν, ἡγήσασθαι αὐτοῦ τῆς ἑπὶ τὸν ἰεράρχην ὁδοῦ, αὐτὸς δὲ ὁλικῶς ἐπακολουθήσειν ἐπαγγέλλεται τοῖς παραδοθησομένοις, καὶ ἀξιοῖ τῆς τεπροσαγωγῆς αὐτοῦ, καὶ συμπάσης τῆς ἐπὶ τὸ ἐξῆς ζωῆς τὴν ἐπιστασίαν ἀναδέξασθαι, Τὸν δὲ, τῆς μὲν ἐκείοι σωτηρίας ἰερῶς ἐρῶντα, πρὸς δὲ τὸ τοῦ πράγματοςύψός ἀντιμετροῦντα τὸ ἀνθρώπινον, φρίκη μὲν ἄφνω καὶ ἀμηχανία περιίσταται· τελευτῶν δὲ ὅμως, ποιήσειν τὸ αἰτηθὲν ἀγαθοειδῶς ὡμολόγησε, καὶ παΓαλαβὼν αὐτὸν ἁγει πρὸς τὸν τῆς ἱεραρχίας ἐπώνυὉ δὲ μετ´ εὐφροσύνης, ὡς τὸ ἐπ´ ὤμων πρόβατον, εἰσδεξάμενος τοῖν ἀνδροῖν, ἐσέφθη πρῶτα καὶ ὑμνεῖ, διὰ νοερᾶς εὐχαριστίας καὶ σωματοειδοῦς προσκυνήσεως, τὴν μίαν ἀγαθοεργέτιν ἀρχὴν, ὑφ´ ἠς τὰ καλούμενα καλεῖται, καὶ τὰ σωζόμενα σώζεται. Εἶτα πᾶσαν ἱερὰν διακόσμησιν, ἐπὶ συνεργίᾳ μὲν καὶ συνεορτάσει τῆς τὰνδρὸς] σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος, εἰς τὸν ἰερὸν χῶρον συναγαγὼν, ἐν ἁρχῇ μὲν ὄμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς Ἐκκλησίας πληρώμασιν ἰερολογεῖ· καὶ μετὰ τοῦτο τὴν ἱερὰν ἀσπασάμενος τράπεζαν, πρὸς τὸν ἄνδρα παρόντα πρόεισι, καὶ πυνθάνεται παρ´ αὐτοῦ τί βουλόμενος ἥκοι. $0=3 $8=205 $9=1 τοῦ ὄντως καλοῦ, τὴν τῆς ἐνθέου ζωῆς ἀνενεργησίαν, ἀξιοῦντός τε διὰ τῆς ἱερᾶς αὐτοῦ μεσιτείας Θεοῦ καὶ τῶν θείων τυχεῖν, μαρτύρεται μὲν αὐτῷ τὴν ὀφειλομένην ὁλικὴν γενέσθαι προσέλευσιν, ὡς παντελείῳ καὶ ἀμώμῳ ὄντι Θεῷ· καὶ τὴν ἔνθεον αὐτῷ πολιτείσν ὑφηγησάμενος, καὶ προσερωτήσας εἰ οὕτω πολιτεύσαιτο, μετὰ τὴν ὁμολογίαν, ἐπιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὴν χεῖρα, καὶ σφραγισάμενος, ἀπογράψασθαι κελεύει τοῖς ἱερεῦσι τὸν ἄνδρα καὶ τὸν ἀνάδοχον. Τῶν δὲ ἀπογραψαμένων, εὐχὴν ἱερὰν ποιεῖται· καὶ ταύτην ἁπάσης αὐτῷ τῆς Ἐκκλησίας συμπληρωσάσης, ὑπολύει μὲν αὐτὸν, καὶ ἀπαμφιέννυσι διὰ τῶν λειτουργῶν. Εἶτα στήσας ἐπὶ δυσμαῖς προσέχοντα, καὶ τὰς χεῖρας ἀπωθοῦντα πρὸς τὴν αὐτὴν ἀπεστραμμένας χώραν, ἐμφυσῆσαι μὲν αὐτῷ τρὶς διακελεύεται τῷ Σατανᾷ, καὶ προσέτι τὰ τῆς ἀποταγῆς ὀμολογῆσαι· καὶ τρὶς αὐτῷ τὴν ἀποταγην μαρτυρόμενος, ὁμολογήσαντα τρὶς τοῦτο, μετάγει πρὸς έω, καὶ πρὸς οὐρανὸν ἀναβλέψαντα, καὶ τὰς χεῖρας ἀνατείναντα, κελεύει συντάξασθαι τῷ Χριστῷ καὶ πάσαις ταῖς θεοπαραδότοις ἱερολογίαις. Τοῦ δὲ καὶ τοῦτο πεποιηκότος, μαρτύρεται πάλιν οὺτῷ τρὶς τὴν ὁμολογίαν· καὶ πάλιν αὐτοῦ τρὶς ὁμολογήσαντος, ἐπευξάμενος εὐλογεῖ καὶ χειροθετεῖ. Καὶ τελείως ἀπαμφιεσάντων αὐτὸν τῶν λειτουργῶν, κομίζουσι μὲν οἱ ἱερεῖς τὸ τῆς χρίσεως ἅγιον ἔλαιον. δὲ τῆς χρίσεως διὰ τοῦ σφραγίσαι τρὶς ἀπαρξάμενος, τὸ λοιπὸν τοῖς ἰερεῦσι τὸν ἄνδρα χρῖσαι πανσώμως παραδοὺς, αὐτὸς ἐπὶ τὴν μητέρα τῆς υἱοθεσίας ἔρχεται, καὶ τὸ ταύτης ὕῦωρ ταῖς ἱεραῖς ἐπικλήσεσι καθαγιάσας, καὶ τρισὶ τοῦ παναγεστάτου μύρου σταυροειδέσι χύσεσι τελειώσας αὐτὸ, καὶ ταῖς τοῦ μύρο πανιέροις ἐπιβολαῖς ἰσαρίθμως τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα συνεπιφθεγξάμενος, κελεύει τὸν ἄνδρα προσκομισθῆναι· καί τινος ἱερέως ἐκ τῆς ἀπογραφῆς αὐτόν τε καὶ τὸν ανάδοχον ἀνακηρύξαντος, ὁ μὲν ὑπὸ τῶν ἱερέων ἐπὶ τοῦ ὕδατος ἄγεται, πρὸς τὴν τοῦ ἱεράρχου χεῖρα πρὸς αὐτὸν χειραγωγούμενος· ὁ δὲ ἱεράρχης ἄνωθεν ἑστηκώς, ἀναβοησάντων πάλιν ἐπὶ τοῦ ἰεράρχου κατὰ τὸ ὕδωρ τὸ ὅνομα τοῦ τελουμένου τῶν ἱερέων, τρις μὲν αὐτὸν ὁ ἱεράρχης βαπτίζει, ταῖς τρισὶ τοῦ τελουμένου καταδύσεσι καὶ ἀναδύσεσι τὴν τρισσήν τῆς θείας μακαριότητος ἐπιβοήσας Ὑπόστασιν. Παραλαβόντες δὲ αὐτὸνοἱ ἱερεῖς, ἐγχειρίζουσι τῷ τῆς προσαγωγῆς ἀναδόχῳ τε καὶ ἡγεμόνι· καὶ σὺν αὐτῷ περιβαλόντες ἐσθῆτα τῷ τελουμένῳ κατάλληλον, ἐπὶ τὸν ἱεράρχην αὖθις ἀπάγουσιν· ὁ δὲ τῷ θεουργικωτάτῳ μύρῳ τὸν ἄνδρα σφραγισάμενος, μέτοχον ἀποφαίνει λοιπὸν τῆς ἰεροτελεστικωτάτης Εὐχαριστίας. $0=3 $8=206 $9=1 Ταῦτα δὲ τελέσας ἀπὸ τῆς ἐπὶ τὰ δεύτερα προόδου, κάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεται θεωρίαν, ὡς κατὰ μηδένα καιρὸν ἢ τρόπον, ἐπ´ ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρεπόμενος, ἀλλ´ ἀπὸ θείων εἰς θεῖα προσεχῶς καὶ ἀεὶ τῷ θεαρχικῷ Πνεύματι μεταταττόμενος. Ι. Θεωρίας Αὕτη μὲν οὖν, ὡς ἐν συμβόλοις, ἡ τῆς ἱερᾶς τελετὴ θεογενεσίας, οὐδὲν ἀπρεπὲς ἢ ἀνίερον, οὐδὲ τῶν αἰσθητῶν ἔχουσα εἰκόνων, ἀλλ´ ἀξιοθέου θεωρίας αἰνίγματα φυσικοῖς καὶ ἀνθρωποπρεπέσιν ἐσόπτροις εἰκονιζόμενα. Τί γὰρ ἂν φανείη διαμαρτάνουσα, καὶ τοῦ θειοτέρου λόγου τῶν τελουμένων σεσιγημένου, πειθοῖ καὶ θεοῤῥημοσύνῃ τὴν τοῦ προσιόντος εὐζωναν ἰερῶς διαπραγματευομένη, καὶ τὴν ἁπάσης ὁμοῦ κακίας δι´ ἐναρέτου καὶ θείας ζωῆς ἀποκάθαρσιν, τῇ δι´ ὕδατος φυσικῇ καθάρσει, σωματικώτερον αὐτῷ διαγγέλλουσα; Αὐτὴ ὴ σ´ οὖν, εἰ καὶ μηδέν τι θειότερον εἶχεν ἡ τῶν τελουμένων συμβολικὴ παράδοσις, οὐκ ἀνίερος ἦν, ὡς οἷμαι, διδασκαλίαν μὲν εὐθέτου ωῆς εἰσηγουμένη, τὴν παντελῆ δὲ τῆς ἐν κακίᾳ πολιτείας ἀποκάθαρσιν, ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι´ ὕδατος αἰνισσομένη. Ἀλλ´ ἕστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία, τά τε ἱεραρχικὰ καὶ ἑνοειδῆ τῆς πληθύος, ὡς θέμις, ἀποδιαστέλλουσα, καὶ συμμετροῦσα ταῖς κατὰ μέρος τάξεσιν τὴν ἐναρμόνιον ἀναγωγήν ἡμεῖς δέ, ἀναβάσετιν ἱεραῖς ἐπὶ τὰς τῶν τελουμένων ἀρχὰς ἀναβλέψαντες, καὶ ταύτας ἱερῶς μυηθέντες, ἐπιγνωσόμεθα τίνων εἰσὶ χαρακτήρων τὰ ἐκτυπώματα, καὶ τίνων ἀφανῶν αἱ εἰκόνες. Ἔστι γὰρ, ὡς ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ σαΚφῶς διηγόρευται, τὰ μὲν αἰσθητῶς ἐερὰ τῶν νοητῶν ἀπεικονίσματα, καὶ ἐπ´ αὐτὰ χειραγωγία καὶ ὁδός· τὰ δὲ νοητὰ, τῶν κατ´ αἴσθησιν ἰεραρχικῶν ἀρχὴ καὶ ἐπιστήμη. Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας μακαριότητος ἀγαθότης ἀεὶ κατὰ ταύτὰ καὶ ὡσαύτως ἔχουαα τὰς τοῦ οἰκείου φωτὸς ἀγαθοεργέτιδας ἀκτῖνας, ἐπὶ πάσας ἀφθόνως ἀπλοῦσα τὰς νοερὰς ὄψεις. ΕΤτ´ οὖν ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν $0=3 $8=207 $9=1 αὐθαίρετος αὐτεξουσιότης, κακίας ἔρωτι συμμύσασμα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ· πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ Ἀποστάντος, ἀλλ´ ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ, καὶ ἀποστρεφομένῃ προστρέχοντος ἀγαθοειδῶς· εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς ὅρους ὑπερπηδήσοι, καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ´ αὐτὴν ὄψιν αὐγὰς αὐτωπῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὴν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδέν· αὐτὴ δὲ, τοῖς τελείοις ἀτελῶς ἐπιβάλλουσα, τῶν μὲν ἀνοικείων σὸἃν ἐφίκοιτο, τοῦ μετρίου δὲ ἀκόσμως ὑπερφρονοῦσα δι´ ἑαυτὴν ἀποτεύξεται. Πλὴν, ὅπερ ἔφην, ἁγαθουργικῶς ἀεὶ ταῖς νοεραῖς ὄψεσι τὸ Θεῖον ἤπλωται φῶς· ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος αὐτοῦ, καὶ ἀεὶ πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἐτοιμοτάτου. Πρὸς ταύτην ὁ θεῖος ἱεράρχης ἀποτυποῦται τὴν μίμησιν, τὰς φωτοειδεῖς αὐτοῦ τῆς ἐνθέου διδασκαλίας αὐγὰς ἀφθόνως ἐπὶ πάντας ἁπλῶν, καὶ τὸν προσιδντα φωτίσαι θεομιμήτως ἑτοιμότατος ὤν, οὐ φθόνῳ, οὐδὲ ἀνιέρῳ τῆς προτέρας ἀποστασίας ἢ ἀμετρίας μήνιδι χρώμενος, ἀλλ´ ἐνθέως ἀεὶ τοῖς προσιοῦσι ταῖς αὐτοῦ φωταγωγίαις ἱεραρχικῶς ἐλλάμπων ἐν εὐκοσμίᾳ καὶ τάξει, καὶ ἀναλογίᾳ τῆς ἑκάστου πρὸς τὰ ἰερὰ συμμετρίας. Ἀλλ´ ἐπείπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ Θεῖον ἱερᾶς, καθ´ ἣν ἑαυτῶν ἐπιγνώμονες οἱ ἱεροὶ νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνατρέχων, ἐν ἁρχῇ μὲν ὅστις ποτέ ἐστιν, αὐτὸς ὅψεται, καὶ τοῦτο λήψεται πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον· ὁ δὲ τὰ οἰκεῖα καλῶς ἀπροσπαθέσιν όφθαλμοῖς ἐπισκοπήσας, τῶν ἀλαμπῶν μὲν ἀποφοιτήσει τῆς ἀγνωσίας μυχῶν· τῆς Θεοῦ δὲ τελειωτάτης· ἑνώσεως καὶ μεθέξεως ἀτελὴς ὢν, αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα, καὶ δι´ ἐκείνων ἐπὶ τὰ πρώτιστα, καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκρότητα τὴν θεαρχικήν ἐν σάξει καὶ ἱερῶς ἀναχθήσεται. Ταύτης ἐστὶ τῆς εὐκόσμου καὶ ἱερᾶς τάξεως εἰκὼν ἡ τοῦ προσιόντος αἰδὼς, καὶ τῶν καθ´ ἑαυτὸν ἐπιγνωμοσύνη, τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ τὸν ἀνάδοχον ἔχουσα καθηγεμόνα Τὸν δ´ ἐ οὔτως ἀναγόμενον ἡ θεία μακαριότης εἰς τὴν ἑαυτῆς μετουσίαν εἰσδέχεται, καὶ τοῦ οἰκείου φωτὸς, ὥσπερ τινὸς αὐτῷ σημείου μεταδίδωσιν, ἔνθεον ἀποτελοῦσα καὶ κοινωνὸν τῆς τῶν ἐνθέων ἀποκληρώσεως καὶ ἱερᾶς κατατάξεως· ὧν ἐστι σύμβολον ἱερὸν ἡ τοῦ ἰεράρχου τῷ. προσιόντι δωρουμένη σφραγὶς, καὶ τῶν ἱερέων ἡ σωτηριώδης ἀπογραφὴ, τοίς σωζομένοις αὐτὸν ἐγκαταλέγουσα, καὶ μνημοσύνοις ἰεροῖς ἀνατιθεῖσα πρὸς αὐτῷ καὶ τὸν ἀνάδοχον, ὡς τῆς ζωοποιοῦ πρὸς $0=3 $8=208 $9=1 ὰἀλήθειαν πορείας, τὸν μὲν, ἐραστὴν ἀληθῆ κο συνοπαδὸν ἡγεμόνος ἐνθέου· τὸν δὲ ἀπλανῆ ταῖς θεοπαραδότοις ἡγήσεσι τοῦ ἑπομένου χειραγωγόν. Ἀλλ´ οὐκ ἔνεστι τῶν ἄκρως ἐναντίων ἅμα μετέχειν, οὐδὲ τὸν κοινωνίαν τινὰ πρὸς τὸ ἕν ἐσχηκότα, μεριστὰς ἔχειν ζωὰς, εἰ τῆς τοῦ ἑνὸς ἀντέχεται βεβαίας μεθέξεως· ἀλλ´ ἄσχετον εἶναι καὶ ἀκατάτάκτον ἐν πάσαις ταῖς τοῦ ἑνοειδοῦς διαιρέσεσιν· ὅπερ ἡ τῶν συμβόλων παράδοσις ἰερῶς αἰνισσομένη, τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ´ ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα, γυμνὸν καὶ ἀνυπόδετον ἴστησι πρὸς δυσμάς ἀφορῶντα, καὶ τῇ τῶν χειρῶν ἀπώσει τὰς τῆς ἀλαμποῦς κακίας ἀναινόμενον κοινωνίας, καὶ τὴν ἐγγενομένην αὐτῷ τῆς ἀνομοιότητος ἕξιν ὥσπερ ἐκπνέοντα, καὶ τὰς ὁλικὰς ὁμολογήσαντα, πρὸς τὸ τοῦ θεοειδοῦς ἐναντίον, ἀποταγάς. Οὔτω παντελῶς ἄσχετον αὐτὸν καὶ ἀκοινώνητον γεγονότα πρὸς ἕω μετάγει, τὴν ἐν τῷ θείῳ φωτὶ στάσιν τε καὶ ἀνάνευσιν ἔσεσθαι καθαρῶς ἐν τῇ παντελεί τῆς κακίας ἀποφοιτήσει διαγγέλλουσα, καὶ τὰς ἰερὰς αὐτοῦ τῆς πρὸς τὸ ἕν ὁλικῆς συννεύσεως ὁμολογίας, ἐνοειδοῦς γενομένου φιλαλήθως ἀποδεχομένη. Ἀλλ´ ἔστι που δῆλον, ὡς οἶμαι, τοῖς τῶν ἱεραρχικῶν ἐπιστήμοσιν, ὅτι ταῖς διηνεκέσιν ἐν συντονία πρὸς ἓν ἀνατάσεσι, καὶ ταῖς τῶν ἐναντίων ὁλικαῖς νεκρώσεσι καὶ ἀνυπαρξίαις, τὸ ἀναλλοίωτον ἴσχει τὰ νοερὰ τῆς θεοειδοῦς ἕξεως. Οὐ γὰρ ἀναχωρῆσαι χρὴ μόνον ἀπὸ κακίας ἀπάσης, ἀλλὰ καὶ ἀῤῥενωπῶς ἀμάλθακτον εἶναι, ἀφόβητον ἀεὶ Κπρὸς τὴν ἐπ´ αὐτὴν ὀλέθριον ὕφεσιν, οὐδὲ τοῦ ἱεροῦ τῆς ἀληθείας ἑρωτος ἐν καταλήξει ποτὲ γενέσθαι, προσεχῶς δὲ καὶ αἰωνίως ἐπ´ αὐτὴν, ὅση δύναμις, ἀνατείνεσθαι, τὴν ἐπὶ τὰ τελειότερα τῆς θεαρχίας Ὁρᾷς δὲ τὰς τούτων ἀκριβεῖς εἰκόνας ἐν τοῖς ἰεραρχικως τελουμένοις· ὁ μὲν γὰρ θεοειδὴς ἰεράρχης ἀπάρχεται τῆς ἱερᾶς ἀλοιφῆς, οἱ δὲ ἱερεῖς ὑπ´ αὐτῷ τελοῦσι τὴν τῆς χρίσεως ἱερουργίαν, ἐπὶ τοὺς ἱεροὺς ἐν τύπῳ τὸν τελούμενον ἀγῶνας ἐκκαλούμενοι, καθοῦς ὑπ´ ἀθλοθέτῃ Χριστῷ γινόμενος, ἐπειδὴ ὡς Θεός ἐστι τῆς ἀθλοθεσίας δημιουργὸς, ὡς σοφὸς δὲ τοὺς νόμους αὐτῆς τέθεικεν, εἰργάσατο δὲ ὡς καλὸς εὐπρεπῆ τοῖς νικῶσι τὰ ἔπαθλα. Καὶ τὸ ἔτι θειότερον, ἐπείπερ ὡς ἀγαθὸς ἐν τοῖς ἀθληταῖς ἐγεγόνει μετ´ αὐτῶν ἰερῶς, ὑπὲρ τῆς αὐτῶν ἐλευθερίας καὶ νίκης $0=3 $8=209 $9=1 πρὸς τὸ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀγωνιζόμενος κράτος, τοῖς μὲν ἀγῶσιν ὡς θείοις ὁ τελούμε νος ἐπιβήσεται χαίρων, ἐμμένει δὲ ταῖς τοῦ σοφο. νομοθεσίαις, καὶ κατ´ αὐτὰς ἀπαραβάτως ἀγωνιεῖπαι, πρὸς τὴν τῶν καλῶν ἐπάθλων ἐλπίδα βεβαίως ἔχων, ὑπ´ ἁγαθῷ τῆς ἀθλοθεσίας Κυρίῳ καὶ ἡγεμόνι ταττόμενος· ἐπιβὰς δὲ τοῖς θείοις ἴχνεσι τοῦ ἀθλητῶν πρώτου δι´ ἀγαθότητα, ταῖς θεομιμήτοις ἀθλήσεσι τὰς πρὸς θέωσιν ἐναντίας αὐτῷ καταπαλαίσας ἐνεργείας τε καὶ ὑπάρξεις, συναποθνήσκει Χριστῷ, μυστικῶς εἰπεῖν τῇ ἀμαρτίᾳ κατὰ τὸ βάπτισμα. Καί μοι συνετῶς ἐννόει, τὰ ἱερὰ μεθ´ ὅσης οἰκειότητος ἔχει τὰ σύμβολα. Καὶ γὰρ ἐπειδὴ θάνατός ἐστιν ἐφ´ ἡμῶν οὐ τῆς οὐσίας ἀνυπαρξίαζ κατὰ τὸ δόξαν ετέροις, ἀλλ´ ἡ τῶν ἡνωμένων διάκρισις, εἰς τὸ ἡμῖν ἀφανὲς ἄγουσα τὴν ψυχὴν μὲν, ὡς ἐν στερήσει σώματος ἀειδῆ γιγνομένην, τὸ σῶμα δέ, ὡς ἐν γῇ καλυπτόμενον, καθ´ ἑτέραν τινὰ τῶν σωματοειδῶν ἀλλοιώσεων, ἐκ τῆς κατ´ ἄνθρωπον ἰδέας ἀφανιζόμενον· οἰκείως ἡ δι´ ὕδατος ὁλικὴ κάλυψις εἰς τὴν τοῦ θανάτου καὶ τοῦ τῆς ταφῆς ἀειδοῦς εἰκόνα παρείληπται. Τὸν οὐν ἰερῶς βαπτιζόμενον ἡ συμβολικὴ διδασκαλία μυσταγωγεῖ ταῖς ἐν τῷ ὕδατι τρισὶ καταδύσεσι τὸν θεαρχικὸν τῆς τριημερονύκτου ταφῆς Ἰησοῦ τοῦ ζωοδότου μιμεῖσθαι θάνατον, ὡς ἐφικτὸν ἁνδράσι τὸ θεομίμητον, ἐν ᾧ, κατὰ τὴν τοῦ λογιου μυστηριώδη καὶ κρυφίαν παράδοσιν, οὐδὲν εὖρηκεν ὁ τοῦ κόσμου ἄρχων. Ἔξῆς δὲ φωτοειδεῖς ἐσθῆτας ἐπιβάλλουσι τῷ τελουμένῳ· τῇ γὰρ ἀνδρικῇ καὶ θεοειδεῖ τῶν ἐναντίων ἀπαθείᾳ, καὶ τῇ πρὸς τὸ ἓν ἐν συντονίᾳσυννεύσει, τὸ ἄκοσμον κοσμεῖται, καὶ τὸ ἀνείδεον εἰδοποιεῖται, τῇ φωτοειδεῖ καθόλου ζωῇ λαμπρυνόμενον. Ὡ δὲ τοῦ μύρου τελειω τικὴ χρίσις εὐώδη ποιεῖ τὸν τετελεσμένον· ἡ γὰρ ἱερὰ τῆς θεογενεσίας τελείωσις ἑνοῖ τὰ τελεσθέντα τῷ θεαρχικῷ Πνεύματι. Τὴν δὲ νοητῶς εὐοδοποιὸν καὶ τελεσιουργὸν ἐπιφοίτησιν, ἀῤῥητοτάτην οὖσαν, ἐπιγνῶναι νοερῶς παρίημι τοῖς ἠξιωμένοις τῆς κατὰ τὸν νοῦν τοῦ θείου Πνεύματος ἱερᾶς καὶ θεουργοῦ κοινωνίας. Ἐν τέλει δὲ πάντων ὁ ἱεράρχης ἐπὶ τὴν ἱερωτάτην Εὐχαριστίαν καλεῖ τὸν τετελεσμένον, καὶ τῆς τῶν τελεστικῶν μυστηρίων αὐτῷ μεταδίδωσι κοινωνίας. $0=3 $8=212 $9=1 ΡΑ ἰ. Ἔκαστον κεφάλαιον μυστηρίου τρισί τισι λόγοις ἐπιμερίζει. Πρῶτον μὲν διαλαμβάνων περὶ μὸτοῦ τούτου τοῦ κεφαλαίου, καὶ ὅπως ἡμᾶς καὶ εἰς τί ὀνίνησι· δεύτερον ἐκτιθέμενος ὅπως παρὰ τοῦ ἰεράρχου τὸ μυστήριον ἐκτελεῖται· καὶ τρίτον ἐπιφέρων τὴν θεωρίαν. Ἐπεὶ γοῦν κατὰ τὴν κάτω ταύτην καὶ ααρκικὴν γέννησιν πέφυκε γίνεσθαι, ὅτι πρῶτον λαμβάνομεν τὸ εἰναι καὶ εἶθ οὕτως ἐνεργοῦμέν τι· τοῦτο $0=3 $8=213 $9=1 καὶ ἐν τῇ θείᾳ ἀναγεννήσει ἐστί· διὰ τοῦτο πρωτως διαλαμβάνει περὶ τοῦ θείου βαπτίσματος. Εἰρηται τοίνυν ὅτι σκοπὸς τῆς καθ´ ἡμᾶς ἱεραρχίας ἐστίν ἡ πρὸς Θεὸν ἀφομοίωσις· ταύτης δὲ οὐκ ἄλλως ἔστιν ἐπιτυχεῖν εἰ μὴ διὰ τῆς πρὸς Θεὸν ἀγαπήσεως, καθὼς καὶ τὰ θεῖα καὶ εὐαγγελικὰ παριστῶσι λόγια Ἑπεὶ τοίνυν ἡ τοιαύτη ἀγάπησις ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς συνίσταται, ζητεῖ τὴν ἀρχηγὸν ἱερουργίαν, δηλονότι ἱερὰν ἐργασίαν τῶν θείων ἐντολων, καὶ εὑρίσκει οὐδεμίαν ἄλλην εἰ μὴ τὴν δι´ ὕδατος καὶ πνεύματος ἀναγέννησιν. Ἀρχὴ γὰρ καὶ ὁδοποίησις τῆς πρὸς Θεὸν οἰκειώσεως καὶ τῆς ἐπουρανίου κληρονομίας τὸ θεῖον ὑπάρχει βάπτισμα. Καὶ γὰρ, Ἐὰν μή τις, φησὶ, γεννηθῇ δι´ ὕδατος καὶ πνεύματος, οὐ μὴ ἴδοι τὴν βασιλείαν τοῦ Θεοῦ θθεν μορφοῦται ὁ ἔξω ἄνθρωπος πρὸς κρείττονα ἕξιν καὶ σωτήριον, καὶ τῶν κατὰ Θεὸν λόγων τε καὶ πραγμάτων τὴν ἐπιτήδευοιν. Πῶς δὲ μορφοῖ τὰς φυσικὰς ἡμῶν ἕξεις τὸ θεῖον βάπτισμα; Ἢ πάντως δύναμιν ἐνίησι μορφωτικὴν ἀναπλάσεως, τοῦ ὁρέγεσθαι, ἀλλὰ τῶν οὐρανίων ἀγαθῶν· τοῦ κινεῖσθαι, ἀλλ´ εἰς πᾶν ἔργον ἀγαθόν· τοῦ λογίζεσθαι, ἀλλὰ τὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· τοῦ ἐπιθυμεῖν, ἀλλὰ τῶν κρειττόνων· τοῦ θυμοῦσθαι, ἀλλὰ κατὰ τοῦ ἐχθροῦ τῆς σωτηρίας ἡμῶν, καὶ ἐφεξῆς τὰ ἄλλα. Καλῶς γὰρ εἶπεν ὁ κλεινὸς Ἰερόθεος, ὅτι ἡ προτιμοτάτη καὶ ἐξαίρετος κίνησις τοῦ νοῦ ἡ πρὸς Θεὸν ἀγάπη ἐστίν. Ταύτης δὲ τῆς ἀγάπης ἀρχή τις οἷόν ἐστιν ἡ θεία δημιουργία ἡμῶν, ἡ διὰ τοῦ βαπτίσματος δηλονότι, καθ´ ἡν θείως εἶναι ἀρχόμεθα· ἡ μὲν γὰρ ἐκ σπέρματος ἡμῶν δημιουργία, εἰ καὶ ἐκ Θεοῦ δημιουργοῦντός ἐστιν, ἀλλ´ οὖν φυσική ἐστιν· ἡ δὲ ἐκ τοῦ βαπτίσματος θεία. Οὸ γὰρ ἐξ αἱμάτων, οὐδὲ ἑκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκός. Ὦσπερ τοίνυν ἐν τῇ φυσικῇ γεννήσει δεῖ πρῶτον ὑπάρξαι εἰς τὸ εἶναι, καὶ τότε ἐνεργῆσαι τὰ κατάλληλα, καὶ παθεῖν, οἱον ἀνθρώπους μὲν τὰ οἰκεῖα, ἄλογα δὲ πάλιν τὰ πρόσφορα· οὕτω καὶ ἐν τῇ θείᾳ τοῦ βαπτίσματος ἀναγεννήσει δεῖ πρῶτον Θεῷ ὑπάρ ξαι, καὶ τότε ἐνεργῆσαι τὴν ἀγάπην αὐτοῦ, καὶ τὰ λοιπὰ πρὸς εὐζωΐαν· τοῦ γὰρ μηδαμοῦ ὄντος οὐδὲ κίνησίς ἐστι· τὸ δέ πως ὃν, ἤγουν τὸ μόνως ὑποστὰν, ἐνεργήσει πάντως τὰ πρόσφορα εἰς τὸ γενέσθαι καὶ τοιῶσδε ὃν ἢ τοιόνδε, οἷον ἀπλῶς εἰς ὕπαρξιν ἐλθὼν ἄνθρωπος. Πῶς οὖν ἑτι, μὴ ἐνεργήσας τι, δύναται ἐλθεῖν εἰς τὸ τοιόσδε εἶναι, ἤγουν δίκαιος, ἐνεργήσας τὴν δικαιοσύνην· ἢ τοιόσδε, ἄλλο τι ἐνεργήσας; Ἐπεὶ δὲ μέλλομεν ἐποπτεύειν τὰ τοῦ θείου βαπτίσματος σύμβολα, μηδεὶς ἀτέλεστος ἰέτω ἐπὶ τὴν θέαν τῶν λεγομένων· καὶ γὰρ οὐδὲ τοῖς ἀσθενέσι κατὰ τοὺς ὁφθαλμοὺς ἀκίνδυνον τὸ ἀντιβλέπειν πρὸς τὰς αὐγὰς ἃς ὁ ἥλιος τεύχει,οῦτο γάρ ἐστι τὸ ἡλιοτεύκτοις, ὅπουγε καὶ ἐν τοῖς τοῦ νόμου σκιώδεσι,κεῖνα γὰρι ἰεραρχίαν καλεῖ, καὶ Ὀζίας ἐλεπρώθη, ἐνώπιον Θεοῦ θυμιάσας· καὶ Κορὲ κατεπόθη, τῶν μὴ προσηκόντων ἱερῶν ἀντιποιούμενος· καὶ Ναδὰβ καὶ $0=3 $8=214 $9=1 Ἀβιοὺδ, ξένῳ πυρὶ θυμιάσαντες, ξένῳ καὶ κατεκαύθησαν. Π. Μυστήριον ὁ Ι Ὁ μν ἱεράρχης ἀφομοιούμενος τῷ Θεῷ, καὶ θέλων καὶ οὗτος σωθῆναι πάντας, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀσιγήτως κηρύττει τὰ Εὐαγγέλια, ὅτι ὁ Θεὸς, ἐξ οἰκείας κινούμενος ἀγαθότητος, ἵλεως ἡμῖν ἀεὶ ὢν, μέχρι καὶ εἰς ἡμᾶς ἐλθεῖν καὶ σαρκωθῆναι κατεδέξατο. Καὶ ὥσπερ τὸ πῦρ, ψυχρὸν καὶ μέλανα ὄντα τὸν σίδηρον, τῇ πρὸς ἑαυτὸ ἑνώσει ἀφομοιοῖ· οὔτω καὶ Θεὸς τὰ διὰ πίστεως ἑνωθέντα ἀφομοιοῖ κατὰ τὴν ἑκάστου πρὸς θέωσιν ἐπιτηδειάτητα, καθὼς ὁ ἐπιστήθιος καὶ ἠγαπημένος ἐν τοῖς θείοις Εὐαγγελίοις διέξεισι· καὶ ὁ μὲν ἱεράρχης ὁσημέραι ταῦτα καὶ τὰ τοιαῦτα κηρύττει. ἔ Π. Ὁ δὲ τὴν ὑπερκοσμίων μετουσίαν ἀγαπήσας αὐτεξουσίως, καὶ μὴ ἐξ ἀνάγκης τινὸς βιασθεὶς, ζητήσας ἀνάδοχον, καὶ εὑρὼν, πείθει αὐτὸν ἡγήσασθαι τούτῳ τῆς πρὸς τὸν ἱεράρχην ὁδοῦ· ἐπαγγέλλεται δὲ κατακολουθήσειν αὐτὸς, καθὼς καὶ ἐν τῷ νόμῳ εἴρηται· Κατὰ πάντα ἀκουσόμεθαφωνῆς Κυρίου. Ὁ δὲ, πρῶτον μὲν ἀκούσας τὴν ἀναδοχὴν, καὶ ἀποβλέψας ἕνθεν μὲν τὸ τοῦ πράγματος ὕψος, ἐκεῖθεν δὲ τὸ εὐπερίτρεπτον τῶν ἀνθρώπων, φρίττει καὶ ἀμηχανεῖ, λογοζόμενος τὸ τοῦ πράγματος δυσχερὲς,ρα δὲ, ὅτι καὶ οὗτος, ἐπεὶ πιστός ἐστιν, ἐρᾷ τῆς τοῦ πλησίον σωτηρίας, καθὼς καὶ ὁ ἱεράρχης, κατὰ τὴν πρὸς Θεὸν ἀφομοίωσιν, ὅμως δὲ κατὰ τὴν τοῦ ἀγαθοῦ Θεοῦ ἀφομοίωσιν τοῦ πάντας ἀναδεχομένου, ὁμολογεῖ ποιήσειν τὸ αἰτηθὲν, καὶ σὺν αὐτῷ καταλαμβάνει τὸν ἱεράρχην. ΚἔΠ. Ὁ δὲ, μετ´ εὐφροσύνης ὡς ἐπ´ ὤμων τὸ ἀπολωλὸς πρόβατον εἰσβεξάμενος ἀπὸ τῶν ἀνδρῶν, τοῦ τε ἀναδόχου λέγω καὶ τοῦ προσελθόντος, ηὑχαρίστησε τῷ Θεῷ νοερῶς καὶ σωματοειδῶς διὰ προσκυνήσεως. Πῶς δα καὶ ἀπὸ τῶν δύο τὸν προσελθόντα ἀναδέχεται· ὅτι ὁ μὲν ἀνάδοχος προσφέρει τοῦτον, αὐτὸς δὲ προσάγει καὶ ἐγχειρίζει ἑαυτὸν, ὥστε ἡ μὲν προσένεξις καὶ ἀμφοτέρων. ΚΙv. Εἶτα πάντας τοὺς τοῦ κλήρου τούτους γὰρ λέγει ἱερὰν διακόσμησιν ἐφ´ ᾧ καὶ συνεργήσωσι καὶ συνεορτάσωσι, συγκαλεῖται, καὶ ὕμνον τινὰ ἱερολογεῖ ἐκ τῶν θείων λογίων. Σημείωσαι γὰρ, ὅτι ἐκ πάσης τῆς ἰερᾶς Γραφῆς δυνατὸν ὕμνον προσφέρειν τῷ Θεῳ, οὐμὴν ἐκ μόνου τοῦ Ἑαλτῆρος· ἢ τὴν ᾠδὴν ἴσως ΜαΚρίας τῆς ἀδελφῆς Μωϋσέως, Ἀσωμεν τῷ Κυρίῳ· ἢ τὸν λγʹ ψαλμὸν, ἢ καὶ μέρος τούτου, Προσέλθετε κρὸς αὐτὸν, καὶ φωτίσθητε. Καὶ μετὰ ταῦτα, τὴν ἱερὰν ἀσπαζόμενος τράπεζαν, ἔξεισι, καὶ πυνθάνεται εἰς τὸ μαθεῖν παρ´ αὐτοῦ, τί βουλόμενος ἥκοι. Κἔ v. Τοῦ δὲ, κατὰ τὴν ἐπαγγελίαν τοῦ ἀναδόχου, μετακλαυσαμένου τὸν πρότερον ἐκεῖνον καὶ ἄθεον βίον αὐτοῦ, ἀξιοῦντός τε τυχεῖν τοῦ Θεοῦ δι´ αὐτοῦ, μαρτύρεται μὲν αὐτῷ, ὁποία ὀφείλει εἰναι ἡ προσέλευσις, ὅτι ὁλικῶς καὶ ἐξ ὅλης ψυχῆς καὶ παντελὴς, ἐπεὶ καὶ ὁ πρὸς ὃν ἡ προσέλευσις, παντέλειός ἐστι καὶ ἄμωμος· Ι. Ημειειίκνε. $0=3 $8=215 $9=1 τοτε γὰρ τυχὸν οὐχ ὀλικὴ ἐγίνετο ἄν ἡ ἀγάπησις, εἴπου κατά τι ὁ πρὸς ὃν ἡ προσέλευσις παντέλειάς ἐστι καὶ ἄμωμος, τὸ ἐπίμομφον εἶχεν. Ἔτι δὲ καὶ ὅπως διάγειν καὶ πολιτεύεσθαι ὑφηγησάμενος, καὶ προσερωτήσας, μετὰ τὴν ὁμολογίαν ἐκείνου, τότε τὴν χεῖρα τῇ κεφαλῇ ἐπιτίθησι, καὶ κελεύει τοῖς ὑπ´ αὐτὸν πρεσβυτέροις καὶ διακόνοις ἐν δέλτοις ἱεραῖς ἀπογράψασθαι τὰ ὀνόματα, τοῦ τε προσελθόντος καὶ τοῦ ἀναδόχου. Ταῦτα δὲ, οἱμαι, εἰσὶ τὰ τῶν ζώντων δίπτυχα. ἔνί. Εἶτα, συμπληρώσας τοῖς ἄλλοις ἐπ´ αὐτῷ τὴν εὐχὴν, ἀπαμφιέννυσιν, ἓν ἱμάτιον δηλονότι, καὶ οὐ πᾶσαν τὴν ἐσθῆτα· εἶτα ἐπιστρέψας πρὸς δυσμὰς,, τρὶς ἐμφυσῆσαι τῷ Σατανᾷ διακελεύεται, καὶ ὁμολογῆσαι τὰ τῆς ἀποταγῆς, τρὶς καὶ αὐτὸς μαρτυρόμενος, ὅτι ποιεῖς τοῦτο. Εἶτα μετάγει πρὸς ἕω, καὶ τῷ Θεῷ κελεύει συντάξασθαι, μαρτυρόμενος κἀνταῦθα ἐπὶ τῇ τρισσῇ ὁμολογίᾳ τῆς πίστεως. ὁvii. Τότε γοῦν εὐξαμένου, τελέως ἀπεκδύουσι τοῦτον οἱ λειτουργοί, ἐφ´ ᾠ χρισθῆναι τὸ ἅγιον ἔλαιον. Τῶν γοῦν ἰερέων χριόντων, αὐτὸς ἐπὶ τὴν μητέρα τῆς υἱοθεσίας τὴν κολυμβήθραν ἔρχεται, καὶ τὸ ἐκεῖσε ἀγιάσας ὕδωρ, καὶ εἰπὼν τὸ ἰερὸν μελῴδημα τοῦ ἀγίου Πνεύματος,περ ἅγιον Πνεῦμα ἡ ἐπίπνοιά ὲστι τῶν θείων προφητῶν, δέχεται τὸν ἄνδρα. Οὐ γὰρ τὸ ἱερὸν μελῴδημα τῶν θείων προφητῶν φησιν, οὐ γὰρ πάντες οἱ προφῆται εἰπον αὐτὸ τὸ ἓν ἆσμα·Κστι δὲ ὁ κηʹ ψαλμός· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, καὶ τὸ Ἀλληλούῖα. Καὶ πάντα ἐπ´ αὐτῷ ἱερῶς διαπραξάμενος, τῷ ἁγίῳ ἐγχρίσας μύρῳ, μέτοχον αὐτὸν καὶ τῶν ἀθανάτων μυστηρίων ἀποδείκνυσιν. Οὐ χρὴ δὲ θαυμάζειν, εἰ παρὰ τὴν νῦν κρατοῦσαν ἐν ταῖς ἐκκλησίαις τάξιν, παρηλλαγμένα λέγει τινὰ ὁ Πατήρ· εἰκὸς γὰρ ταῦτα ἐκείνῃ μὲν τῇ τῶν χρόνων καταστάσει ἀρμόζειν, νῦν δὲ ἀκριβέστερον γίνεσθαι. Κὁvii. Ταῦτα τελέσας ὁ ἱεράρχης, ἐπὶ τὴν πρώτην καὶ πάλιν ἀνατείνεται θεωρίαν, ἢ εὐχὴν μυστικὴν, ἢ τὴν ἱερὰν λειτουργίαν· οὐ γὰρ δεῖ ἐπ´ ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρέπεσθαι. Δηλοῖ δὲ ὁ λόγος, ὅτι δ ἐπίσκοπος, εἰκόνα ἐπέχων τοῦ πάντων Θεοῦ, ὥσπερ ὁ Θεὸς ἐπὶ τῆς οἰκείας ἑνότητος καὶ ταὐτότητος ἀεὺ μένων, καὶ ἀνεκφοιτήτως εἰς ἑαυτὸν ἱδρυμένος, σωτηρίας ἕνεκα πάντων ταῖς προνοητικαῖς προόδοις, ἐπὶ πάντα τὰς τῆς ἀγαθότητος ἐλλάμψεις ἐκτείνει, καὶ πᾶσι πάρεστι, της ἱδρύσεως οὐκ ἀποστάς· οὕτω καὶ ὁ ἐπίσκοπος κατὰ μίμησιν τοῦ Θεοῦ συμβολικῶς, καὶ ὡς αὐτῷ δυνατὸν, ἐπὶ τῆς οἰκείας στάσεως μένων, τουτέστι τῆς ἐκκλησιαστικῆς ἀρχῆς, πρόεισι προνοίᾳ φιλανθρωπίας ἐπὶ τὰ δεύτερα· καὶ πληρώσας τὴν τῶν δευτέρων οἰκονομίαν, πάλιν ἐπάνεισιν ἐπὶ τὸ θυσιαστήριον· παριστῶν συμβολικῶς, ὅτι προνοητικῶς ἐπὶ τὰ δεύτερα κινηθεὶς, καὶ τὰ θεῖα Ἀκεῖσε διαπραξάμενος, ἀπὸ τῶν θείων ἐπὶ τῷ νεοφωτίστῳ τελεσθέντων πρὸς θεῖον ἐπιτήδευμα ἐπιστρέφει, πρὸς τὸ τῷ ἁγίῳ Πνεύματι δοκοῦν ἀγόμενος καὶ μεταγόμενος. $0=3 $8=216 $9=1 γεννήσεως· ἣν, ὅτε καὶ πρὸς τὴν αἰσθητὴν εἰκόνα ἀπίδοι τις, οὐκ ἂν εἴποι ἀνίερον οὐδ´ ἀπρεπῆ· ἔχει γὰρ καὶ αἰνίγματα θεωρίας ὑψηλοτέρας. Οὐ μὴν δὲ καὶ παντάπασι τῶν φυσικῶν ἀλλοτριοῦται καὶ ἀνθρωποπρεπῶς· ὅτε γὰρ καὶ ὁ ὑψηλὸς τῆς θεωρίας σιγηθείη λόγος, οὔτως αἰσθητῶς ἐξεταζομένη κατά τι φανείη διαμαρτάνουσα, ὅτι, διαπραγματευομένη τὴν τοῦ προσιόντος ἀπὸ πάσης κακίας κάθαρσιν, ἐν πειθοῖ οὐ σοφίας ἀνθρωπίνης, ἀλλ´ ἐκ θείων ῥημάτων, τῇ φυσικῇ καθάρσει τοῦ ὕδατος σωματικώτερον τοῦτον ἐκπλύνει. Ὅπερ εἰ καὶ μηδὲν εἶχεν ὑψηλότερον, οὐκ ἀνίερος παντάπασιν ἦν διά τε τὴν διδασκαλίαν τῆς ἐναρέτου ζωῆς, διά τε τὴν δι´ ὕδατος φυσικὴν ἀποκάθαρσιν· τοῦτο δʹ οὐκ ἔστιν. ἕΠ. Ἔστω δὲ τέως εἰσαγωγική τις ψυχαγωγία τοῖς ἀτελέσι, τὸ τοιοῦτον τῶν πολλῶν καὶ ἀνιέρων ἀποδιαστέλλουσα τὰ ἐνοειδῆ. Ἐνοειδῆ δὲ λέγει, τὰ θεῖα, ὡς ὑψηλὰ, καὶ νῷ μόνῳ ληπτά. Λέγει γὰρ ὡσανεὶ, ὅτι εἰ καὶ πάντες οὐκ εἰσὶ τέλειοι, ἀλλὰ καὶ πολλοὶ ἀτελεῖς, ἔχουσι κἀκεῖνοι ἀναγωγήν τινα τῇ δυνάμει ἑαυτῶν προσήκουοαν, ἐν ᾗ ἀποδιασταλήσονται τῶν πάντη ἀνιέρων καὶ χλευαζόντων τὸ βάπτισμα. Ἐπεὶ γὰρ οὐ πάντες χωροῦσι τὰς θεωρίας, δεῖ ποιεῖσθαι καὶ ἡμᾶς τὰς ἑρμηνείας πρὸς τοὺς ἀκούοντας, ὡς ἂν συμμέτρως καὶ αὐτοὶ καὶ προσηκόντως τῇ δυνάμει τῶν νοήσέων, ἀνάγωνται· ἡμεῖς δὲ, ἀναβάσεις ἐν τῇ καρδίᾳ θέμενοι ἱερὰς, τίνων χαρακτήρων εἰσὶν ἐκτυπώματα τὰ τοιαῦτα ἐπιγνωσώμεθα. ἑΙΗ. Εἰσβάλλει λοιπὸν εἰς τὴν θεωρίαν· καὶ ἐπεὶ μέλλει δεῖξαι τὸν ἱεράρχην κατὰ τὴν ἀφομοίωσιν τοῦ Θεοῦ πᾶσι τὴν σωτηρίαν εὐαγγελιζόμενον, ἄρχεται λέγειν περὶ Θεοῦ τὰ εἰκότα. Φησὶ τοίνυν, ὡς ἡ τοῦ Δεοῦ ἀγαθότης ἐπὶ πάσας τὰς νοερὰς ὄψεις τὰς τοῦ οικείου φωτὸς ἀκτῖνας, ἀφθόνως ἐξαπλοῖ. Ἐπεὶ γοῦν πᾶν νοερὸν αὐτεξούσιόν ἐστιν, εἴ τις νοερὰ ἕξις διὰ τὴν τοιαύτην αὐτεξουσιότητα, ἢ τελέως ἀφίσταται ποῦ θείου φωτὸς, τῆς κακίας ἐρῶσα, ἢ μὴν τὸ δεύτερον, τὸ δοθὲν αὐτῇ τῆς ἐλλάμψεως μέτρον περιφρονήσασα ὑπερβῆναι ἐπιχειρεῖ, ἀπήρτηται δηλονότι, ἀποτυγχάνει εἰκότως καὶ τοῦ δοθέντος αὐτῷ μέτρου, τοῦ θείου φωτὸς ἀναλλοιώτου μένοντος. Ὥσπερ γὰρ τὸ συνηρτῆσθαι, τὸ συνηρμόσθαι δηλοῖ· οὕτω καὶ τὸ ἀπηρτῆσθαι, τὸ ἐκπεπτωκέναι τῆς ἀρμογῆς καὶ συμφυΐας. Ἔστι δὲ ὅτε καὶ τὸ ἐκκρεμᾶσθαι ἡ λέξις ἑηλοῖ· ἐνταῦθα μέντοι κατὰ τὸ πρότερον σηΚμαινόμενον εἴληπται. Ἐπιλάμπει τοίνυν αὐτῇ τὸ φῶς μυωπαζ οὐσῃ, καὶ οὐκ ἀφίσταται· καὶ τὸ φῶς οὐκ ἂν ἐνεργήσειέ τι ἄλλο παρὰ τὰ φωτὸς οἰκεῖα, κἂν αὐτὴ ἀτελῶς ἐπιβάλλοι. Ἀγαθουργικῶς γοῦν ἐξήπλωται τὸ θεῖον φῶς ταῖς νοεραῖς ὄψεσιν, ἔξεστι δὲ ταύταις ἀντιλαμβάνεσθαι τοῦ φωτὸς ὀπότε θελήσειαν. Πρὸς τὴν τοιαύτην εἰκόνα καὶ ὁ ἐπίσκοπος ἐξαπλοῖ τὰς τῆς διδασκαλίας ἀκτῖνας καὶ τοῖς ἐπιτηδείοις πρὸς τὴν ὑποδοχὴν, καὶ τοῖς μὴ, οὐ φθόνῳ καὶ ἀνιέρῳ μήνιδι τῆς προτέρας ἀποστασίας ἢ ἀμετρίας χρώμενος. Ταῦτα δὲ λέγει πρὸς τὰ ἁνωτέρω ῥηθέντα· ἔλεγε γὰρ, δύο κακίας εἶναι τῶν νοερῶν διὰ τὴν ἰδίαν αὐτεξουσιότητα. $0=3 $8=217 $9=1 Ἡ γὰρ ἀφίσταταῖ τις τοῦ θείου φωτὸς, ἢ ὑπερφρονεῖ τοῦ μετρίου, καὶ τὸ ἀνοίκειον ἐπιζητεῖ. ἔΓν Πάλιν, ἐπεὶ εὐταξίας ἱερᾶς ἀρχὴ τὸ Θεῖόν ἐστι, καθ´ ἣν καὶ οἱ ἄγγελοι ἐπιγινώσκουσιν ἑαυτοὺς, καὶ οὐχ ὑπερπηδῶσιν ἀτάκτως πρὸς τὰ ἀνοίκεια, πρῶτον δῶρον ἐκ τῆς θείας διδασκαλίας, κτᾶταί τις τὸ ἐπιγνῶναι ἑαυτὸν, ἵνα τὸ ἐν τῷ νόμῳ φυλάξῃ, Ποςεχε σεαυτῷ, ὡς καὶ ὁ Μέγας ἔφη Βασλειος· Οὕτω γὰρ τέως πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὀρατὸν, ἥγουν θεωρητὸν ἡ ἐπιστητὸν, ἀνοτρέχων, μιμεῖται ἀγγέλους τοὺς γινώσκοντας ἐαυτούς. Ὁ δὴ εαυτὸν ἀπροσπαθέσιν ἰδὼν ὀφθαλμοῖς, ἀποφοιτήσει μὲν τῶν βαθυτάτων τόπων τῆς ἀγνωσίας, οὐκ αὐτόθεν δὲ, ἀλλὰ δι´ ὁδηγοῦ καὶ ἀναδόχου, ἐπιθυμήσει τῆς θείας μεθέξεως. Καὶ διὰ μὲν τῆς διδασκαλίας ἐπὶ τὸ γνῶναι ἑαυτὸν βαδιεῖται δι´ ἑαυτοῦ ἐπὶ τὸν αὐτοῦ πρῶτον· διὰ δὲ τούτου ἐπὶ τὸν ἔτι πρότερον· καὶ δι´ ἐκείνου ἐπὶ τὸν πρώτιστον ἀναχθήσεται. Ταῦτα δηλοῖ ἡ τοῦ προσιόντος ἐπιγνωμοσύνη καὶ εὐλάβεια, καὶ ἡ πρὸς τὸν ἀνάδοχον πρόσοδος, ᾠ δὴ ἡ σφραγὶς δίδοται, ὡς σημεῖον τοῦ κλήρου τῆς ἐν Χριστῷ μερίδος, καὶ ἡ ἀπογραφὴ οἰκονομεῖται εἰς μνημόσυνον ἀγαθῶν αὐτοῦ τε καὶ τοῦ ἀναδόχου· αὐτοῦ μὲν, ὡς ἀληθινοῦ τῶν καλῶν ἐραστοῦ· τοῦ δὲ ἀναδόχου, ὡς ἀπλανοῦς ὁδηγοῦ. ἔΝ. Ἐντεῦθεν λέγει περὶ τῆς ἀπεκδύσεως. Ἐπεὶ γὰρ οὐκ ἔστι μετασχεῖν τινα τῶν ἄκρως ἐναντίων, ὑγείας δηλονότι καὶ νόσου, καὶ ἀμαρτίας καὶ ἀρετῆς, καὶ ἀγνοίας καὶ θεογνωσίας, ἐπείτοιγε καὶ μεριστὴν συμβήσεται ἔχειν τὴν ζωὴν τὸν καὶ ἀμφοτέρων ἀντεχόμενον, καὶ διὰ τοῦτο ἄσχετον εἶναι δεῖ τὸν πρὸς δευτέραν ζωὴν μετατιθέμενον, μηδεμίαν σχέσιν ἔχοντα πρὸς τὴν προτέραν ζωὴν, γυμνὸς ὁ προσαγόμενος Ισταται. Ἔτι δὲ, ἐπεὶ καὶ μέχρι τῶν πρὸς τὴν προτέραν ζωὴν ἐσχάτων καὶ μικροτέρων σχέσεων ὀφείλει ἀπολύεσθαι, καὶ τὰ εἰς τοὺς πόδας τοὺς ἐσχάτους λου τοῦ σώματος φορήματα ὑπολύεται· ἀφορᾷ δὲ καὶ πρὸς δυσμαῖς, τῷ ἀλαμπεῖ τόπῳ, καὶ ἀπωθεῖται τὴν ὰλαμπῆ κακίαν, καὶ ἐκ τοῦ ἐμφυσᾷν τῆς κακίας τὴν ἕξιν ἐκπνέει, καὶ ἀπὸ τῆς ἑαυτοῦ καρδίας ἐκβάλλει. Καὶ οὕτως ὁλικῶς τὴν ἁποταγὴν ποιησάμενος, πρὸς ἕω μετάγεται, τὴν ἀνατολὴν τοῦ τῆς δικαιάσύνης Ἡλίου, καὶ τὴν πρὸς τὸ ἓν ὁλικὴν σόννευσιν ὁμολογεῖ· πάλιν ἐπεὶ δῆλόν ἐστιν, ὡς ἐν συντονίᾳ καὶ ἀγῶνι δεῖ εἶναι τὸν τελούμενον, ἵνα τὸ ἀναλλοίωτον ἔχῃ. Ἔκκλινον γὰρ ἀπὸ κακοῦ, φησὶ, καὶ ποίησον ἀγαθόν· καὶ πάλιν· Μακάριοι οἱ ἁμωμοι ἐν όδῷ, οί πορευόμενοι· οὐδὲ γὰρ στάσιν οἶδε τὸ ἀγαθὸν, οὐδ´ εὐαγές ποτε λῆξαι τὸν θεῖον ἔρωτα. Κvi. Ὅρα πῶς διὰ τῆς τοῦ ἐλαίου χρίσεως πρὸς ἀγῶνας ἄγεται ὁ τελούμενος, καθ´ οὓς ὑπ´ ἀθλοθέτῃ Χριστῷ γενόμενος. Σύνθες τὸ ῥητὸν καθ´ ὑπερβατόν· τοῖς μὲν ἀγῶσιν, ὡς θείοις, χαίρων ἐπιβήσεται. Διὰ μέσου δὲ, ἐπεὶ ἀθλοθέτην ἐκάλεσε τὸν Κύριον ἡμῶν $0=3 $8=218 $9=1 πησβν Χριστὸν καὶ Θεὸν, δηλοῖ, πῶς μὲν ἀθλοθέτης, πῶς δὲ νομοθέτης, πῶς στεφοδότης καλῶν καὶ ἀφθάρτων στεφάνων, πῶς δὲ καὶ συναγωνιστὴς, οἱονεὶ ἀλείπτης ἐστίν. Ὁ τοίνυν Ἰησοῦς Χριστὸς, ὡς μὲν Θεὸς αὶ σημείωσαι τὸ ῥητὸν κατὰ νεστοριανῶν, δημιουργεῖ τὴν ἀθλοθεσίαν, ὁ γὰρ ὑπερέχων καὶ δυνάμενος, ἀθλοθετεῖ· ὡς δὲ σοφὸς νομοθετεῖ, σοφοῦ γὰρ ἡ νομοθεσία, ὅπερ ἐστὶν εἰ οὕτω τυχὸν περιγενήσεται ὁ ἀγωνιζόμενος, οὕτω τεύξεται τοῦ στεφάνου, εἰ μὴ οὕτω, τὸ βραβεῖον οὐ λήψεται· ὡς καλὸς καλλύνει τὰ ἕπαθλα· Ἀ γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, οὐτε ὀφθαλμὸς εἰδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· ὡς δὲ ἀγαθὸς βοηθεῖ καὶ συναγωνίζεται, αὐτὸς γάρ ἐστιν ὁ λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. νωθεν γοῦν ῥητέον, καθ´ οὓς, ὑπ´ ἀθλοθέτῃ xριστῷ γιγνόμενος, ἀποδύσεται πρὸς θείους ἀγῶνας, ὧπὸ νομοθέτη ἐμμενεῖ ταῖς τοῦ σοφοῦ νομοθεσίαις, πὸ καλῷ βεβαίως ἕξει διὰ τὰ καλὰ ἔπαθλα, ὑπὸ δὲ αγαθῷ βοηθούμενος οὐχ ἡττηθήσεται. Επιβὰς γὰρ τοῖς ἴχνεσι τοῦ πρώτου τῶν ἀθλητῶν Ἰησο Χριστοῦ τοῦ Κυρίου ἡμων, ὃς διὰ μόνην ἀγαθότητα ἰδίαν πρὸς τὸ τοῦ θανάτου ἠγωνίσατο κράτος, τὰς ἐναντίας αὐτῷ πρὸς τὴν θέωσιν ἀποστατικὰς ἐνεργείας τε καὶ ὑπάρξεις κατωπαλαίσας, συναποθνήσκει Χριστῷ διὰ τῆς πριττῆς καταδύσεως, τύπον ἐχούσης τῆς τριημέρου ταφῆς τοῦ Κυρίου. Ἐνεργείας δὲ λέγει τὰς ὰμαρτίας καὶ τὰς ἐμπαθεῖς ἐπιθυμίας, ὑπάρξεις δὲ, τὰς τουτων ἐνεργητικὰς τῶν δαιμόνων φύσεις· αἱ γὰρ πονηραὶ πράξεις οὐκ ἑν ἰδίᾳ ὑπάρξει θεωροῦνται. ἔ ἵi. Καί μοι νόει ἐκεῖνα τὰ ἱερὰ ὅσην οἰκειότητα πρὸς ταῦτα τὰ σύμβολα ἔχουσιν. Ἐπειδὴ γὰρ ὃ παρ´ ἡμῖν θάνατος οὐκ ἔστιν ἀνυπαρξία παντελὴς κατὰ τὸ δόξαν ἐτέροις, οἵτινες καὶ τὴν ψυχὴν εἶναι θνητὴν ἔλεγον, καὶ εἰς τὸ μηδαμῇ μηδαμῶς εἶναι τὸν ἄνθρωπον φθείρεσθαι· ἀλλ´ ἔστι διάκρισις ψυχῆς ἀπὸ σώματος, τὴν μὲν ψυχὴν εἰς τὸ ἀφανὲς ἄγουσα, κατὰ τοῦτο γὰρ καὶ ᾤδης λέγεται, τοῦτ´ ἔστιν, ὁ ἀφανὴς χωρισμὸς ψυχῆς ἀπὸ σώματος,, τὸ σῶμα δὲ ἢ εἰς γῆν παραπέμπόυσα, ἢ καὶ καθ´ ἐτέραν τινὰ τῶν σωματικῶν ἀλλοιώσεων ἀφανίζουσα. Ἀλλοιώσεις δὲ νόει τὰς εἰς σκώληκας καὶ εἰς ἄλλα ζωθφια μεταστοιχειώσεις τοῦ σώματος· διὰ τοῦτο ἡ ὁλικὴ τοῦ ὕδατος κάλυψις τὴν τοιαύτην ἀδίαν τῆς τε ψυχῆς καὶ τοῦ σώματος, δηλονότι τὸν θάνατον παραδηλοῖ. Καὶ ἐπεὶ ἐν τρισὶν ἡμέραις, καὶ ἐν τρισὶ νυξιν ἐν τῇ κοιλίᾳ τῆς γῆς ὁ ζωαρχικὸς Ἰησοῦς ἔμεινε, διὰ μὲν τῶν τριῶν καταδύσεων αἱ τρεῖς νύκτες παραδηλοῦνται· διὰ δὲ τῶν τριῶν ἀναδύσεων αἱ τρεῖς ἡμέραι. ἔ ΙΗ. Ἐξῆς δὲ φωτοειδῆ μάτια ὁ τελούμενος ἀμφιέννυται διὰ τὸ ἀπαθὲς καὶ ἀῤῥύπωτον, καὶ τὴν πρὸς τὸ ἓν φῶς σύννευσιν, καθ´ ἢν ὁ ῥυπαρὸς βίος καὶ ἄκοσμος καὶ ἀνείδεος οἱονεὶ δυσειδής,δὲ γὰρ $0=3 $8=219 $9=1 λέγει, τὸν τοῦ εἶπους πάντη ἀμέτοχον] τῷ φωτίσματι κοσμεῖται, καὶ εἶδος φωτὸς δέχεται, καὶ τέκνον φωτὸς ή τελούμενος δείκνυται. Ἡ δὲ τοῦ μύρου τελειωτικὴ χρῖσις εὐώδη τὸν τελούμενον ποιεῖ· ἑνοῦται γὰρ διὰ τοῦ βαπτίσματος τῷ θεαρχικῷ Πνεύματι· ἔστι δὲ καί τις ἀῤῥητοτάτη εὐωδοποιὸς τοῦ Πνεύματος ἐπιφοίτησις, καθ´ ἢν εὐωδία Χριστοῦ οἱ ἀπόστολοι λέγονται, καθ´ ἡν οἱ ἀπανταχοῦ τοῦ θείου Πνεύματος ἠξιωμένοι καὶ ἐνωθέντες αὐτῷ διὰ καθαρότητος, αἱσθάνονται τῆς αὐτοῦ παρουσίας. Τοῦτο γὰρ δηλοῖ καὶ τὸ εὐωδοποιὸν ἐν τῷ γλώσσαις λαλεῖν, ἢ προφητικὸν ἔχειν χάρισμα, ἢ ἰάσεις ἐνεργεῖν, ἢ ἄλλο τι τῶν ὑπὲρ τὸν ἁπλῶς ἄνθρωπον διαπράττεσθαι. Ἀλλ´ εὖγε, ὅτι ταύτης ἐμνήσθημεν, ἡν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι, τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γάρ ἐστι, κατὰ τὸν κλεινὸν ἡμῶν καθηγεμόνα, Τελετῶν τελετὴ, καὶ χρὴ πρὸ τῶν ἄλλων αὐτὴν ἰερογραφικῶς ἐκθέμενον ἐκ τῆς ἐνθέου κατὰ τὰ λόγια καὶ ἱεραρχικῆς ἐπιστήμης ἐπὶ τὴν ἰερὰν αὐτῆς ἄναχθῆναι τῷ θεαρχικῷ Πνεύματι θεωρίαν. Καὶ πρῶτόν γε τοῦτο ἱερῶς ἐποπτεύσωμεν, ὅτου δὴ ἕνεκα τὸ κοινὸν καὶ ταῖς ἄλλαις ἱεραρχικαῖς τελεταῖς ἐκκρίτως αὐτῇ παρὰ τὰς λοιπὰς ἀνατέθειται, καὶ ἐνιαίως ἀνηγόρευται κοινωνία τε καὶ σύναξις, ἐκάστης ἰεροτελεστικῆς πραγματείας καὶ τὰς μεριστμςε ἡμῶν ζωὰς εἰς ἑνοειδῆ θέωσιν συναγούσης, καὶ τῇ τῶν διαιρετῶν θεοειδεῖ συμπτύξει τὴν πρὸς τὸ ἕν κοινωνίαν καὶ ἕνωσιν δωρουμένης. Φαμὲν δὲ, ὅτι ταῖς τῶν ἄλλων ἱεραρχικῶν συμβόλων μεθέξεσιν ἔ, ἡ τελείωσις ἐκ τῶν ταύτης θεαρχικῶν καὶ τελειωτικῶν ἐστι δωρεῶν. Οὐ γὰρ ἔνεστι σχεδόν τινα τελεσθῆναι τελετὴν ἱεραρχικὴν, μὴ τῆς θειοτάτης Εὐχαριστίας ἐν κεφαλαίῳ τῶν καθ´ ἕκαστα τελουμένων τὴν ἐπὶ τὸ ἐν τοῦ τελεσθέντος ἰερουργούσης συναγωγὴν, καὶ τῇ θεοπαραδότῳ δωρεᾷ τῶν τελειωτικῶν μυστηρίων $0=3 $8=220 $9=1 τελεσιουργούσης αὐτοῦ τὴν πρὸς Θεὸν κοινωνίαν. Ε τοίνυν ἑκάστη τῶν ἱεραρχικῶν τελετῶν, ἀτελὴς μὲν οὖσα, τὴν πρὸς τὸ ἔν ἡμῶν κοινωνίαν καὶ σύναξιν οὐ τελεσιουργήσει, καὶ τὸ εἶναι τελετὴ διὰ τὸ ἀτέλεστον θ ἀφῃρημένη· τὸ δὲ τέλος ἁπάσης καὶ τὸ κεφάλαιον ἡ τῶν θεαρχικῶν μυστηρίων τῷ τελουμένῳ μετάδοσις, εἰκότως ἡ ἱεραρχικὴ σύνεσις ἐπωνυμίαν αὐτῇ κυρίαν ἐκ τῆς τῶν πραγμάτων ἀληθείας ἐφεῦρεν· οὕτω δὴ καὶ τὴν ἰερὰν τῆς θεογενεσίας τελετὴν, ἐπειδὴ πρώτου φωτὸς μεταδίδωσι, καὶ πασῶν ἐστιν ἀρχὴ τῶν θείων φωταγωγιῶν, ἐκ τοῦ τελουμένου τὴν ἀληθῆ τοῦ φωτίσματος ἐπωνυμίαν ὑμνοῦμεν. Εἰ γὰρ καὶ πᾶσι κοινὸν τοῖς ἱεραρχικοῖς τὸ φωτὸς ἱεροῦ μεταδιδόναι τοῖς τελουμένοις, ἀλλ´ αὕτη τὸ πρώτως· ἰδεῖν ἐδωρήσατό μοι, καὶ διὰ τοῦ ταύτης ἀρχικωτάτου φωτὸς ἐπὶ τὴν τῶν ἄλλων ἱερῶν ἐποψίαν φωταγωγοῦμαι. Ταῦτα δὲ εἰπόντες, ἀνασκεψώμεθα καὶ κατίδωμεν ἰεραρχικῶς τὴν καθ´ ἕκαστον ἀκριβῆ τῆς ἁγιωτάτης τελετῆς ἱερουργίαν καὶ θεωρίαν. Ι. Μυστήριον συνάξεως, εἴτοιν κοινωνία,. Ὁ μὲν ἱεράρχης, εὐχὴν ἐερὰν ἐπὶ τοῦ θείου θυσιαστηρίου τελέσας, ἐξ αὐτοῦ τοῦ θυμιᾷν ἀρξάμενος, ἐπὶ πᾶσαν ἔρχεται τὴν τοῦ ἱεροῦ χωροῦ περιοχήν· ἀναλύσας δὲ πάλιν ἐπὶ τὸ θεῖον θυσιαστήριον, ἀπάρχεται τῆς ἰερᾶς τῶν ψαλμῶν μελῳδίας, συνᾳδούσης αὐτῷ τὴν ψαλμικὴνθ ἱερολογίαν ἁπάσης τῆς ἐκκλησιαστικῆς διακοσμήσεως. Ἐξῆς δὲ διὰ τῶν λειτουργῶν ἡτῶν ἁγιογράφων δέλτων ἀνάγνωσις ἀκολούθως γίνεται· καὶ μετὰ ταύτας ἔξω γίγνονται τῆς ἐερᾶς περιοχῆς οἱ κατηχούμενοι, καὶ πρὸς αὐτοῖς οἱ ἐνεργούμενοι καὶ οἱ ἐν μετανοίᾳ ὄντες, μένουσι δὲ οἰἱ τῆς θείων ἐποψίας καὶ κοινωνίας ἄξιοι. Τῶν λειτουργῶν δὲ οἱ μὲν ἑστᾶσι παρὰ τὰς τοῦ ἱεροῦ πύλας συγκεκλεισμένας, οἱ δὲ ἄλλο τι τῷν τῆς οἰκείας τάξεως ἐνεργοῦσιν Οἱ δὲ τῆς λειτουργικῆς διακοσμήσεως ἔκκριτοι σὺν τοῖς ἱερεῦσιν ἐπὶ τοῦ θείου θυσιαστηρίου προτιθέασι τὸν ἰερὸν ἄρτον καὶ τὸ τῆς εὐλογίας ποτήριον, προομολογηθείσης ὑπὸ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος τῆς καθολικῆς ὑμνολογίας. Πρὸς οἷς ὁ θεῖος ἰεράρχης εὐχὴν Ἰερὰν τελεῖ, καὶ τὴν ἁγίαν εἰρήνην ἅπασι διαγγέλλει· καὶ, ἀσπασαμένων ἀλλήλους ἀπάντων, ἡ μυστικὴ τῶν ἱερῶν πτυχῶν ἀνάῤῥησις ἐπιτελεῖται. Καὶ, νιύαμένων τὰς χεῖρας ὕδατι τοῦ ἰεράρχου καὶ τῶν ἱερέων, ὁ μὲν ἱεράρχης ἐν μέσῳ τοῦ θείου θυσιαστηρίου καθίσταται, περιεστᾶσι δὲ μόνοι μετὰ τῶν ἱερέων οἱ τῶν λειτουργῶν ἔκκριτοι. Καὶ τὰς ἱερὰς θεουργίας ὁ ἱεράρχης ὑμνήσαςθ, ἱερουργεῖ τὰ θειότατα, καὶ ὑπ´ ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων· καὶ τὰς δωρεὰς, τῶν θεουργιῶν ὑποδείξας, εἰς κοινωνίαν αὐτῶν ἱερὰν αὐτός τε ἔρχεται, καὶ τοὺς ἄλλους προτρέπεται. ΜεΠ. $0=3 $8=221 $9=1 ὅοπεπορίαιδο. τασχών δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς κοινωνίας, εἰς εὐχαριστίαν ἱερὰν καταλήγει, τῶν πολλῶν μὲν εἰς, μόνα τὰ θεῖα σύμβολα παρακυψάντων, αὐτοῦ δὲ ἀεὶ τῷ θεαρχικῷ Πνεύματι πρὸς τὰς ἁγίας τῶν τελου. μένων ἀρχὰς ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἰεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἔξεως ἀν- χομένου Ιi. Θεωρίαι Δεῦρο δὴ οὖν, ὧ παῖ καλὲ, μετὰ τὰς εἰκόνας ἐν τάΚξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν ἀρχετύπων ἀλήθειαν, ἐκεῖνο τοῖς ἔτι τελειουμένοις εἰς ἐναρμόνιον αὐτῶν ψυχαγωγίαν εἰπὼν, ὡς οὐδὲ τῶν συμβάλων ἡ ποικίλη καὶ ἱερὰ σύνθεσις ἀνόητος αὐτοῖς ὑπάρχει, μέχρι τῶν ἐκτὸς φαινομένη μόνον. Αἱ μὲν γὰρ ἱερώταται τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις διδασκαλίαν αὐτοῖς ἐναρέτου ζωῆς ὑφηγοῦνται, καὶ πρό γε τούτου τὴν παντελῆἵ τῆς φθοροποιοῦ κακίας ἀποκάθαρσιν· ἡ δὲ θειοτάτη τοῦ ἑνὸς καὶ ταὐτοῦ καὶ ἄρτου καὶ ποτηρίου κοινὴ καὶ εἰρηναία μετάδοσις ὁμοτροπίαν αὐτοῖς ἔνθεον ὡς ὁμοτρόφοις νομοθετεῖ, καὶ τοῦ θειοτάτου δείπνου καὶ ἀρχισυμβόλου τῶν τελουμένων εἰς μνήμην ἰεράν ἄγει· καθ´ ὃ καὶ αὐτὸς ὁ τῶν συμβόλων δημιουργὸς ἁποκληροῖ δικαιότατα τὸν οὐχ ὁσίως αὐτῶ καὶ ὁμοτρόπως τὰ ἱερὰ συνδειπνήσαντα, διδάσκων εὐαγῶς τε ἅμα καὶ θεοπρεπῶς, ὡς ἡ καθ´ ἕξιν ἀληθὴς ἐπὶ τὰ θεῖα προσέλευσις, τὴν πρὸς τὸ ὅμοιον αὐτῶν κοινωνίαν τοῖς προσιοῦσι χαρίζεται. Ταῦτα μὲν οὖν, ὡς ἔφην, ἐπὶ τὰ τῶν ἀδύτων προπύλαια καλῶς διαγεγραμμένα τοῖς ἀτελέσιν ἔτι πρὸς θεωρίαν αὐτάρκη καταλείποντες, εἰσέλθωμεν ἀπὸ τῶν αἰτιατῶν εἰς τὰ αἴτια, κατὰ τὴν ἱερὰν ἡμῶν σύναξιν, καὶ τὴν εὐπρεπῆ τῶν νοητῶν, Ἰησοῦ φωταγωγοῦντος, ὀψόμεθα θεωρίαν, τὸ μακάριον ἀποστίλβουσαν ἐμφανῶς τῶν ἀρχετύπων κάλλος. Ἀλλὰ, ὧ θειοτάτη καὶ ἱερὰ τελετὴ, τὰ περικείμενά σοι συμβολικῶς ἀμφιέσματα τῶν αἰνιγμάτων ἀποκαλυψαμένη, τηλαυγῶς ἡμῖν ἀναδείχθητι, καὶ τὰς νοερὰς ἡμῶν ὄψεις ἐνιαίου καὶ ἀπερικαλύπτου φωτὸς ἀποπλήρωσον. Δεῖ δὴ οὖν ἡμᾶς ἐντὸς παρεῖναι τῶν πανιέρων, οἴομαι, τὸ νοητὸν τοῦ πρώτου τῶν ἀγαλμάτων ἀπογυμνώσαντας, εἰς τὸ θεοειδὲς αὐτοῦ κάλλος ἐνατενίσαι, καὶ τὸν ἱεράρχην ἐνθέως ἰδεῖν ἀπὸ τοῦ θείου θυσιαστηρίου μέχρι τῶν ἐσχάτων τοῦ ἰεροῦ μετ´ εὐοσμιας $0=3 $8=222 $9=1 δι ἰόντα, καὶ πάλιν ἐπ´ αὐτῷ τελειωτικῶς ἀποκαθιστάμενον. Ἡ τε´ γὰρ ὁπὲρ πάντα θεαρχικὴ μαμαριβτης, εἰ καὶ ἀγαθότητι θείᾳ πρόεισιν εἰς τὴν τῶν μετεχόντων αὐτῆς ἱερῶν κοινωνίαν, ἅλλ´ οὐκ ἔξω τῆς κατ´ οὐσίαν ἀκινήτου στάσεως καὶ ἱδρύσεως γγνεται· καὶ πᾶσι δὲ τοῖς θεοειδέσιν ἀναλόγως ἐλλάμπει, περὶ ἐαυτὴν ὄντως οὖσα, καὶ τῆς οἰκείας Ἐλως οὐ παρακινουμένη ταυτῥτητος· ὡσαύτως ἡ θεία τῆς συνάξεως τελετὴ, κἂν, ἐνιαίαν καὶ ἀπλῆν ἔχουσα καὶ συνεπτυγμένην ἀρχὴν, εἰς τὴν ἰερὰν ποικιλίαν τῶν συμβόλων φιλανθρώπως πληθύνηται, καὶ μέχρι πάσης χωρεῖ τῆς θεαρχικῆς εἰκονογραφίας, ἀλλ´ νοειδῶς ἐκ τούτων αὖθις εἰς τὴν οἰκείαν μονάδα συνάεται, καὶ ἐνοποιεῖ τοὺς ἐπ´ αὐτὴν ἰερῶς ἀναγομένους. Κατὰ τὸν αὐτὸν δὴ θεοειδῆ τρόπον ὁ θεῖος ἱεράρχης, εἰ καὶ τὴν ἑνιαίαν αὐτοῦ τῆς ἱεραρχίας ἐπιστήμηνθ ἀγαθοειδῶς εἰς τοὺς ὑποβεβηκότας κατάγει, τοῖς τῶν ἱερῶν αἰνιγμάτων πλήθεσι χρώμενος· ἀλλ´ αὖθις, ὡς ἀπόλυτος καὶ τοῖς ἤττοσιν ἀκατάσχετος, εἰς τὴν οἰκείαν ἀρχὴν ἀμειώτως ἀποκαθίσταται, καὶ τὴν εἰς τὸ ἓν ἑαυτοῦ νοεράν ποιησμενος εἴσοδον, ὁρᾷ καθαρῶς τοὺς τῶν τελουμένων ἐνοειδεῖς λόΚγους, τῆς ἐπὶ τὰ δεύτερα φιλανθρώπου προόδου τὸ κέρας τὴν εἰς τὰ πρῶτα θειοτέραν ἐπιστροφὴν ποιούμενος. Ἡ τῶν ψαλμῶν ἰερολογία συνουσιωμένη πᾶσι σχεδὸν τοῖς ἱεραρχικοῖς μυστηρίοις, οὐκ ἔμελλεν ἀπηρτίσθαι τοῦ πάντων ἰεραρχικωτάτου· πᾶσα μὲν γὰρ ἱερὰ καὶ ἀγιόγραφος δέλτος, ἢ τὴν ἐκ Θεοῦ τῶν ἑντων γεννητὴν ὕπαρξίν τε καὶ διακόσμησιν, ἢ τὴν νομοεὴν ἰεραρχίαν καὶ πολιτείαν, ἢ τῶν τοῦ θεῖου λαοῦ κληροδοσιῶν διανεμήσεις καὶ κατασχέσεις, ἢ κρττῶν ἰερῶν, ἢ βασιλέων σοφῶν, ἢ ἠερέων ἐνθέων σύνοσιν, ἢ παλαιῶν ἀνδρῶν ἐν ποικιλίᾳ καὶ πλήθει πῶν ἀνιόντων· ἀκαεότενοτον ἐν καρτερίᾳ φίλοσοφίαν, ἢ τῶν πρακτέων σοφὰς ποθήκας, ἢ θείων ἐρώτων μσματα καὶ ἐνθέους εἰκόνας, ἢ τῶν ἀσομόνων τὰς ὑποφητικὰς προαναῤῥήσεις, ἢ τὰς ἀνδρικὰς πσοῦ θιουργίας ὃ, ἣ τὰς τῶν αὐτοῦ μαθητῶν θεοπαραδέτους καὶ θεομιμήτους πολιτείας καὶ ἱράς διδασκα. λίας, ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου, ἢ τὴν ὑπερκόσμιον ησοῦ θεολογίαν τοῖς πρὸς θέωσιν ἐπιτηδείοις ὑφηγήατο, καὶ ταῖς ἱεραῖς τῶν τελετῶν καὶ θεοειδέσιν ἀναγωγαῖς συνεῤῥίζωσεν. Ἐ δὲ τῷν θείων ὡδῶν ἱερογραφία, σκοπὸν ἔχουσα τὰς θεολογίας τε καὶ θεουργίας ἀπάσας ὑμνῆσαι, καὶ τὰς τῶν θείων ἀνδρῶν ἱερολογίας τε καὶ ἱερουργίας αἰνέσαι, καθολικὴν ποιεῖται τῶν θείων ᾠδὴν καὶ ἀφήγησιν, πρὸς πάσης ἰεραρχικῆς $0=3 $8=223 $9=1 τελετῆς ὑποδοχὴν καὶ μετάδοσιν ἕξιν οἰκείαν ἐμποιοῦσα τοῖς ἐνθέως αὐτὴν ἱερολογοῦσιν. Ὅταν οὖν ἡ περιεκτικὴ τῶν πανιέρων ὑμνολογία τὰς ψυχικὰς ἡμῶν ἕξεις ἐναρμονίως διαθῇ πρὸς τὰ μικρὸν ὕστερον ἱερουργηθησόμενα, καὶ τῇ τῶν βείων ᾠδῶν ὁμοφωνίᾳ τὴν πρὸς τὰ θεῖα καὶ ἑαυτοὺς καὶ ἀλλήλους ὁμοφροσύνην, ὡς μιᾷ καὶ ὁμολόγῳ τῶν ἱερῶν χορείᾳ, νομοθετήσῃ, τὰ συντετμημένα καὶ συνεσκιασμένα μᾶλλον ἐν τῇ νοερᾷ τῶν ψαλμων ἱερολογίᾳ διὰ πλειόνων καὶ σαφεστέρων εἰκόνων καὶ ἀναῤῥήσεων εὐρύνεται ταῖς ἱερωτάταις τῶν ἁγιογράφων συντάξεων ἀναγνώσεσιν. Ἐν ταύταις ὁ βλέπων ἱερῶς ὄψεται τὴν ἑνοειδῆ καὶ μίαν σύμπνοιαν ὡς ὑφ´ ἑνὸς τοῦ θεαρχικοῦ Πνεύματος κεκινημένην· ὅθεν εἰκότως ἐν κόσμῳ μετὰ τὴν ἀρχαιοτέρανπαράδοσιν ἡ καινὴ Διαθήκη κηρύσσεται, τῆς ἐνθέου καὶ ἱεραρχικῆς τάξεως ἐκεῖνο, οἷμαι, δηλούσης, ὡς ἡ μὲν ἔφη τὰς ἐσομένας Ἰησοῦ θεουργίας, ἡ δὲ ἐτέλεσε, καὶ ὡς ἐκείνη μὲν ἐν εἰκόσι τὴν ἀλήθειαν ἔγραψεν, αὕτη δὲ παροῦσαν ὑπέδειξε· τῶν γὰρ ἐκείνης προαναῤῥήσεων ἡ κατὰ ταύτην τελεσιουργία τὴν ἀλήθειαν ἐπιστώσατο, καὶ ἔστι τῆς θεολογίας ἡ θεουργία συγκεφαλαίωσις. Τούτων οἱ μὲν ἀπερισάλπιγκτοι καθόλου τῶν ἱερῶν τελετῶν οὐδὲ τὰς εἰκόνας ὁρῶσιν, ἀναιδῶς ἀπειπάμενοι τὴν σωτηριώδη τῆς θεογενεσίας μύησιν, καὶ τοῖς λογίοις ὀλεθρίως ἀντιφθεγξάμενοι τό· Ὀθούς σου εἰδέναι οὐ βούλομαι. Τοὺς δὲ κατηχουμένους, ἐνεργουμένους τε, καὶ τοὺς ἐν μετανοίᾳ ὄντας, ὁ τῆς άγίας ἱεραρχίας θεσμὸς ἐφίησι μὲν ἐπακοῦσαι τῆς ψαλμικῆς ἱερολογίας, καὶ τῆς ἐνθέου τῶν πανιέρων Γραφῶν ἀναγνώσεως· εἰς δὲ τὰς ἑξῆς ἰερουργίας καὶ Θεωρίας οὐ συγκαλεῖται τούτους, ἀλλὰ τοὺς τελείους τῶν τελεσιουργῶν ὀφθαλμούς. Ἔστι γὰρ ἡ θεοειδὴς ἰεραρχία δικαιοσύνης ἱερᾶς ἀνάπλεως, καὶ τὸ κατ´ ἀξιαν ἑκάστῳ σωτηρίως ἀπονέμει τὴν ἐναρμόνιον ἑκάστου τῶν θείων μέθεξιν ἐν συμμετρίᾳ καὶ ἀναλογίᾳ κατὰ καιρὸν ἱερῶς δωρουμένη. Ἡ μὲν οὖν ἐσχάτη τοῖς κατηχουμένοις ἀπονενέμηται τάξις· εἰσὶ γὰρ ἀμέθεκτοι καὶ ἀμύητοι παντὸς ἱεραρχικοῦ τελεστηρίου, μηδὲ τὴν κατὰ θείαν ἀπότεξιν ἔνθεον ἐσχηκότες ὕπαρξιν, ἀλλ´ ἔτι πρὸς τῶν πατρικῶν λογίων μαιευόμενοι, καὶ ζωοποιοῖς μορφώμασι· διαπλαττόμενοι $0=3 $8=224 $9=1 πρὸς τὴν ἐκ θεογενεσίας ἀρχίζωον καὶ ἀρχίφωτον καὶ μακαρίαν προσαγωγήν. Ὥσπερ οὖν, εἰ ἀτέλεστα καῖ ἀμόρφωτα προεκπέσοι τὰ κατὰ σάρκα βρέφη τῆς οἰκείας μαιεύσεως, ὡς ἀμβλωθρίδια καὶ ἐκτρώματα, τὴν ἀγέννητον καὶ ἄζωον καὶ ἀφώτιστον ἐπὶ γῆς ἀπόπτωσιν ἕξει, καὶ οὐκ ἄν τις εὐφρονῶν εἴποι, πρὸς τὸ φαινόμενον ἀποσκοπῶν, ἐπὶ τὸ φῶς αὐτὰ προαχθῆναι, τοῦ κατὰ γαστέρα σκότους ἀπαλλαγέντα·ίη γὰρ ἂν ἡ τῶν σωμάτων ἐπιστημονικὴ προστάτις ἰατρικὴ, τὸ φῶς ἐνεργεῖν· εἰς τὰ δεκτικὰ τοῦ φωτός· οὕτω καὶ τῶν ἱερῶν ἡ πάνσο. φος ἐπιστήμη πρῶτα μὲν αὐτοὺς τῇ τῶν μορφωτικῶν καὶ ζωοποιῶν λογίων εἰσαγωγικῇ τροφῇ μαιεύεται, τελεσφορήσασα δὲ τὴν πρὸς θεογενεσίαν αὐτῶν ὑσόστασιν, ἐνδίδωσι σωτηρίως αὐτοῖς ἐν τάξει τὴν πρὸς τὰ φωτοειδῆ καὶ τελεσιουργικὰ κοινωνίαν· νῦν δὲ ὡς ἀτελέστων ἀποδιαστέλλει τὰ τέλεια, τῆς τε εὐκοσμίας τῶν ἰερῶν προμηθουμένη, καὶ τῆς τῶν κατηχουμένων ἐν θεοειδεῖ τῶν ἱεραρχικῶν τάξει μαιεύσεως καὶ ζωῆς. Ἡ δὲ τῶν ἐνεργουμένων πληθὺς ἀνίερον μὲν καὶ αὕτη, δευτέρα δὲ πρὸς τὸ ἄνω τῆς τῶν κατηχουμένων κστὶν ἐσχατιᾶς. Οὐδὲ γὰρ ἴσον, ὡς οἶμαι, τοῦ παντεκῶς ἀμυήτου καὶ τῶν θείων τελετῶν ἄκρως ἀκοινωνήτου τὸ μετουσίαν τινὰ τῶν ἱερωτάτων ἐσχηκὸς τελεστηρίων, ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνεσχημένον, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανἐέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Εἰ γάρ ἐστιν ἀληθὲς, ὡς ὁ καθόλου θεῖος ὰνὴρ, ὁ τῶν θείων ἄξιος κοινωνὸς, ὁ πρὸς τὸ τοῦ κατ´ αὐτὸν θεοειδοῦς ἄκρον ἐν παντελέσι καὶ τελειωτικαῖς θεώσεσιν ἀνηγμένος, οὐδὲ τὰ σαρκὸς ἐνεργήσει. παρὰ τὴν κατὰ φύσιν ἀναγκαιότητα, καὶ τοῦτο εἰ τύχοι παρέργως, ναὸς δὲ ἅμα καὶ ὀπαδὸς ἐν τῇ κατ´ αὐτὸν ἀκροτάτῃ θεώσει τοῦ θεαρχικοῦ Πνεύματος Κσται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύων· οὐκ ἂν ὁ τοιοῦτές ποτε πρὸς τῶν ἐναντίων ἐνεργηθείη φαντασιῶν ἢ δειμάτων, γελάσεται δὲ αὐτὰ, καὶ προσιόντα καταπαλαίσει, καὶ ἐκδιώξεται, καὶ δράσει μᾶλλον ἢ πείσεται, καὶ πρὸς τῷ τῆς οἰκείας ἕξεως ἀπαθεῖ καὶ ἀνενδότῳ καὶ ἐτέροις ἰατρὸς ὀφθήσεται τῶν τοιούτων ἐνεργημάτων. Οἶμαι δὲ ἐγὼ πρὸς τούτῳ, μᾶλλον δὲ αῖδα σαφῶς, ὡς ἡ τῶν ἰεραρχικῶν ἀμιγεστάτη διάκρισις πρὸ τούτων οἶδεν ἐνεργουμένους ἐναγεστάτην ἐνέργειαν, ὅσοι, τῆς θεοειδοῦς ἀποστάντες ζωῆς, ὁμόφρονές τε καὶ ὁμότροποι τοῖς ὀλεθρίοις γίγνονται δαίμοσι, τὰ μὲν ὄντως ὄντα, καὶ ἀθανάτως κτητὰ, καὶ αἰωνίως ἡδέα, δι´ ἐσχάτην καὶ ἑαυτοῖς ὀλέθριον ἀνοησίαν ἀποστρεφόμενοι· τὴν πρόσυλον δὲ καὶ πολυπαθεστάτην ἀλλοίωσιν, καὶ τὰς ὀλλυμένας καὶ $0=3 $8=225 $9=1 φθοροποιοὺς ἡδονὰς, καὶ τὴν ἀβεβαιον ἐν τοῖς ἄλλοτοίοις οὐκ οὖσαν, ἀλλὰ δοκοῦσαν εὐπάθειαν ἐποθυμοῦντες καὶ ἐνεργοῦντες. Οἱ πρῶτοι δ οὖν οὗτοι καὶ κἀυριώτερον ἐκείνων ὑπὸ τῆς τοῦ λειτουργοῦ διακριτικῆς φωνῆς ἀφοριζέσθωσαν· οὐ γὰρ θεμιτὸν αὐτοῖς ἐτέρου τινὸς ἱεροῦ μετασχεῖν, ἢ τῆς τῶν λογίων ἐπιστρεπτικῆς ἐπὶ τὰ κρείττω διδασκαλίας. Εἰ γὰρ ἡ τῶν θείων ὑπερκόσμιος ἱερουργία καὶ τοὺς ἐν μετανοίᾳ, καὶ τοὺς πρὸς αὐτὴν ἤδη γεγονότας, ἀποκρύπτεται, τὸ μὴ παντελῶς ἱερώτατον οὐ προσιεμένη· προσφωνεῖ δὲ καὶ τοῦτο πανάγνως, ὅτι Καὶ τοῖς κατά τι πρὸς τὸ τοῦ θεοειδοῦς ἄκρον ἀτελῶς ἐξασθενοῦσιν ἀθέατός εἰμι καὶ ἀκοινώνητοςἀποσοβεῖ γὰρ ἡ κατὰ πᾶν ἀμιγεστάτη φωνὴ καὶ τοὺς μὴ δυναμένους συνδεθῆναι τοῖς τῶν θειοτάτων ἀξίως κοινωνοῖς, πολλῷ γε μᾶλλον ἡ τῶν ἐμπαθῶς ἐνεργουμένων πληθὺς ἀνίερος ἔσται καὶ πάσης ἀλλοτρία τῆς τῶν ἰερῶν ἐποψίας καὶ κοινωνίας. Ἐπειδὴ τοῦ θείου γεγόνασιν ἔξω ναοῦ καὶ τῆς ὑπερκειμένης αὐτοὺς ἱερουργίας οἱ τῶν τελετῶν ἀμύητοι καὶ ἀτέλεστοι, καὶ πρὸς αὐτοῖς οἱ τῆς ἱερᾶς ἀποστάται ζωῆς, ἐπομένως τε τούτοις οἱ πρὸς τὰ τῶν ἐναντίων δείματά τε καὶ φάσματα δι´ ἀνανδρίαν εὐπαθεῖς, ὡς οὐκ ἀφικόμενοι διὰ τῆς πρὸς τὰ θεῖα συντόνου καὶ ἀνενδότου συννεύσεως ἐπὶ τὸ τῆς θεοειδοῦς ἕξεω ἀκίνητον καὶ δραστήριον· εἶτα πρὸς αὐτοῖς οἱ τῆς ἐναντίας μὲν ἀποστάντες ζωῆς, οὕπω δὲ καὶ τῶν φαντασιῶν αὐτῆς ἔξει καὶ ἔρωτι θείῳ καὶ ἀμιγεῖ καθαρθέντες, καὶ μετ´ αὐτοὺς οἱ μὴ καθάπαξ ἑνοειδεῖς, καὶ, νομικῶς εἰπεῖν, ἄμωμοι καὶ ἀλώβητοι παντελῶς. Ο πανίεροι τῶν πανιέρων ἱερουργοὶ καὶ φιλοθεάμονες, τὴν ἁγιωτάτην τελετὴν ἀγιοπρεπῶς ἐποπτεύοντες, ὑμνοῦσιν ὑμνολογίᾳ καθολικῇ τὴν ἀγαθουργὸν καὶ ἀγαθοδότιν ἀρχὴν, ὑφ´ ἦς αἱ σωτηριώδεις ἡμῖν ὰνεδείχθησαν τελεταὶ, τὴν ἱερὰν τῶν τελουμένων θέωσιν ἱερουργοῦσαι. Τὸν ὕμνον δὲ τοῦτον οἱ μὲν ὑμνολογίαν καλοῦσιν, οἱ δὲ τῆς θρησκείας τὸ σύμβολον, ἄλλοι δὲ, ὡς οἶμαι, θειότερονἰεραρχικὴν εὐχαριστίαν, ὡς περιεκτικὴν τῶν εἰς ἡμᾶς θεάθεν ἀφικομένων ἱερῶν δώρων· δοκεῖ γάρ μοι τῶν ὑμνουμένων ἁπασῶν θεουργιῶν ἡ πραγματεία περὶ ἡμᾶς γεγονέναι, τὴν μὲν οὐσίαν ἡμῶν καὶ ζωὴν ἀγαθοειδῶς ὑποστήσασα, καὶ ἀρχετύποις κάλλεσι τὸ θεοειδὲς ἡμῶν μορφώσασα, καὶ θειοτέρας ἕξεως καὶ ἀναγωγῆς ἐν μετουσίᾳ καταστήσασα, κατιδοῦσα δὲ τὴν ἐξ ἀπροσεξίας ἐγγενομένην ἡμῖν ἐρημίαν τῶν θείων δωρεῶν, ἐπισκευαστοῖς ἡμᾶς ἀγαθοῖς εἰς τὸ ἀρχαῖον ἀνακαλέσασθαι, καὶ τῇ παντελεῖ τῶν ἡμετέρων προσλήψει τὴν τελειοτάτην τῶν οἰκείων μετάδοσιν ἀγαθουργῆσαι, καὶ ταύτῃ κοινωνίαν ἡμῖν Θεοῦ $0=3 $8=226 $9=1 Οὕτω δὲ τῆς θεαρχικῆς φιλανθρωπίας ἰερῶς ὑμνηθείσης, ἐγκεκαλυμμένος μὲν ὁ θεῖος ἄρτος προτίθεται κὸ καὶ τὸ τῆς εὐλογίας ποτήριον· ὁ δὲ θειότατος ἀσπασμὸς ἱερουργεῖται, καὶ τῶν ἀγιογράφων πτυχῶν ἡ μυστικὴ καὶ ὑπερκόσμιος ἀνάῤῥησις. Οὐ γὰρ ἔνεστι πρὸς τὸ ἑν συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἐνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Εἰ γὰρ ὑπὸ τῆς τοῦ ἐνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι, πρὸς τὴν ἑνοειδῆ καὶ θείαν συναγωγὴν ἑνοποιηθῶμεν, οὐκ ἂν ἐπὶ τὰς μεριστὰς ἀνασχοίμεθα καταπίπτειν ἐπιθυμίας, ἐξ ὧν αἱ πρόσυλοι δημιουργοῦνται καὶ ἐμπαθεῖς πρὸς τὸ κατὰ φύσιν ὁμοειδεῖς ἀπέχθειαι. Ταύτην οὖν, ὡς οἶμαι, τὴν ἐνοειδῆ καὶ ἀδιαίρετον ζωὴν ἡ τῆς εἱρήνης ἱερουργία νομοθετεῖ, ρῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύουσα, καὶ τῶν μεριστων Ἀποδιαστέλλουσα τὰ θεῖα καὶ ἐνιαῖα θεάματα. Τῶν δὲ ἰερῶν πτυχῶν ἡ μετὰ τὴν εἰρήνην ἀνάῤὁησις ἀνακηρύττει τοὺς ὁσίως βεβιωκότας, καὶ πρὸς ἐναρέτου ζωῆς τελείωσιν ἀμεταστάτως ἀφικομένους· ἡμᾶς μὲν ἐπὶ τὴν δι´ ὁμοιότητος αὐτῶν μακαριστὴν ἔξιν καὶ θεοειδῆ λῆξιν προτρέπουσα καὶ χειραγωγοῦσα, τοὺς δὲ ὡς ζῶντας ἀνακηρύττουσα, καὶ ὡς ἡ θεολογία φησὶν, οὐ νεκρωθέντας, ἀλλὰ εἰς θειοτάτην ζωὴν ἑκ θανάτου μεταφοιτήσαντας. Σκόπει δέ, ὅτι καὶ μνημοσύνοις ἱεροῖς ἀνατίθενται, τῆς θείας μνήμης οὐκ ἀνθρωπικῶς ἐν τῇ τοῦ μνημονικοῦ φαντασίᾳ. δηλουμένης, ἀλλ´ ὡς ἄν τις φαίη θεοπρεπῶς, κατὰ τὴν ἐν Θεῷ τῶν τετελεσμένων θεοειδῶν τιμίαν καὶ ἀμετάστατον γνῶσιν. Ἔννω γὰρη τὰ λόγια τούς ὄντας αὐτοῦ· καὶ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὀσίων αὐτοῦ, τοῦ θανάτου τῶν ὁσίων ἀντὶ τῆς ἐν ὀσιότητι τελειώσεως εἰρημένου. Καὶ τοῦτο Εὲ μρῶς ἐννόησον, ὡς, ἐπιτεθέντων τῷ θείῳ θυσιαστηρίῳ τῶν σεβασμίων συμβόλων, δι´ ὧν ὁ Χριστὸς σημαίνεται καὶ μετέχεται, πάρεστιν ἀδιαστάτως ἡ τῶν ἁγίων ἁπογραφὴ, τὸ συνεζευγμένον αὐτῶν ἀδιαιρέτως ἐμφαίνουσα τῆς πρὸς αὐτὸν ὑπερκοσμίου καὶ ἱερᾶς ἐνώσεως. Τούτων δὲ καθ´ ὃν εἴρηται θεσμὸν ἱερουργηθέντων, ἑστὼς ἐπίπροσθεν τῶν ἀγιωτάτων συμβόλων ὑδατι τὰς χεῖρας ὁ ἰεράρχης νίπτεται μετὰ τοῦ σεμνοῦ τῶν $0=3 $8=227 $9=1 ἰερέων τάγματος. Ὅτι μὲν οὖν, ὡς τὰ λόγιά φησιν, ὁ λελουμένος οὐ δεῖταί τινος ἑτέρας εἰ μὴ τῆς τῶν ἄκρων, εἴτουν ἐσχάτων ἑαυτοῦ νίψεως, δι´ ἦς ἀκροτάτης καθάρσεως, ἐν πανάγνῳ τοῦ θεοειδοῦς ἕξει, καὶ πρὸς τὰ δεύτερα προῖὼν ἀγαθοειδῶς, ἄσχετος ἔσται καὶ ἀπόλυτος, ὡς καθάπαξ ἑνοειδὴς, καὶ πρὸς τὸ ἕν αὖθις ἑνιαίως ἐπιστρεφόμενος, ἄχραντον ποιήστται καὶ ἀκηλίδωτον τὴν ἐπιστροφην, ὡς τοῦ θεοειδοῦς ὰποσώζων τὸ πλῆρες καὶ ὁλόκληρον. Ὁ μὲν ἱερὸς λουτὴρ, ὡς εἰρήκαμεν, ἐν τῆ κατὰ νόμον ἦν ἱεραρχίᾳ· νῦν δὲ τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ἡ τῶν χειρῶν ἀποκάθαρσις αὐτὸν ὑπαινίσσεται. Τοὺς γὰρ ἐπὶ τὴν παναγεστάτην ἰόντας ἱερουργίαν ἀποκεκαθάρθαι δεῖ καὶ τὰς ἐσχάτας τῆς ψυχῆς φαντασίας, καὶ δι´ ὁμοιότητος αὐτῇ κατὰ τὸ δυνατὸν προσιέναι· φανοτέρας γὰρ οὕτω τὰς θαοφανείας περιαυγασθήσονται τῶν ὑπερκοσμίων μαρμαρυγῶν εἰς τὴν τῶν ομοιοειδῶν ἐσόπτρων ἀγλαῖαν ὀλικώτερον καὶ διαυγέστερον ἐφιέντων διεῖναι τὴν οἰκείαν αἴγλην. Ἡ δὲ τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ἄχρι τῶν ἄκρων εἴτουν ἐσχάτων ἀπόνιψις ἐπίπροσθεν γίγνεται τῶν ἀγιωτάτων συμβόλων, ὡς ἐπὶ Χριστοῦ τοῦ πάσας ἐφορῶντος ἡμῶν τὰς κρυφιωτάτας ἐννοίας, καὶ τῆς ἀκροτάτης καθάρσεως ἐν τοῖς αὐτοῦ πανεπισκόποις ἀκριβασμοῖς, καὶ ταῖς δικαιοτάταις καὶ ἀδεκάστοις κρίσεσιν ὁριζομένης· οὕτω τοῖς θείοις ὁ ἐεράρχης ἑνοῦται, καὶ τὰς ἱερὰς θεουργίας ὑμνήσας, ἰερουργεῖ τὰ θειότατα, καὶ ὑπ´ ὄψιν ἄγει τὰ ὑμνημένα. Τίνας μὲν εἶναι τὰς εἰς ἡμᾶς θεουργίας φαμὲν, ἑξῆς ἀφηγητέον ὅση δύναμις· οὐ γὰρ ἀπάσας ὑμνεῖν Ἰκανὸς ἐγὼ, μή τί γε σαφῶς εἰδέναι καὶ ἑτέρους μυσταγωγεῖν· ὅσα δὲ πρὸς τῶν ἐνθέων ἰεραρχῶν ἀκολούθως τοῖς λογίοις ὑμνεῖται καὶ ἱερουργεῖται, ταῦτα, ὡς ἡμῖν ἐφικτὸν, ἐροῦμεν, τὴν ἐεραρχικὴν ἐπίπνοιαν ἀρωγὸν ἐπικαλεσάμενοι. Τὴν ἀνθρωπείαν φύσιν, ἀρχῆθεν ἀπὸ τῶν θείων ἀγαθῶν ἀνοήτως ἐξολισθήσασαν, ἡ πολυπαθεστάτη ζωὴ διαδέχεται, καὶ τὸ τοῦ φθοροποιοῦ θανάτου πέρας· ἀκολούθως γὰρ ἡ τῆς ὄντως ἀγαθότητος ὀλέθριος ἀποστασία, καὶ τῆς ἰερᾶς ἐν παραδείσῳ θεσμοθεσίας ὑερβασία, τὸν ἐξοιστρήσαντα τοῦ ζωοποιοῦ ζυγοῦ, ταῖς οἰκείαις ῥοπαῖς καὶ θελκτικαῖς τοῦ ἐναντίου καὶ δυσμενέσιν ἀπάταις, τοῖς ἐναντίοις τῶν θείων ἀγαθῶν παραδέδωκεν, ἔνθεν ἐλεεινῶς ἀντὶ μὲν αἰωνίου τὸ θνητὸν ἀντηλλάξατο· τὴν δὲ οἰκείαν ἀρχὴν ἐν φθαρτικαῖς $0=3 $8=228 $9=1 ἐσχηκυΐα γενέσεσινἐπὶ τὸ τῆς ἀρχῆς κατάλληλον εἰκότως ἦγε τὸ πέρας· ἀλλὰ καὶ τῆς θείας καὶ ἀναγώγου ζωῆς ἐθελουσίως ἀποπεσοῦσα, πρὸς τὴν ἐναντίαν ἐσχατιὰν ἠνέχθη, τὴν πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα Θεὸν ἐκτετραμμένη, καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη πληθύσιν, ἐλάνθανεν οὐ θεοὺς οὐδὲ φίλους, ἀλλὰ δυσμενεῖς θεραπεύουσα· τῶν Δ ἀφειδῶς αὐτῇ κατὰ τὸ οἰκεῖον ἀνηλεὲς ἀποκεχρημένων, εἰς ἀνυπαρξίας οἰκτρῶς ἐμπεπτώκει καὶ ἀπωλείας κίνδυνον. Ἡ δὲ τῆς θεαρχικῆς ἀγαθότητος ἀπειροτάτη φιλανθρωπία καὶ τὴν αὐτουργὸν ἡμῶν ἀγαθοπρεπῶς οὐκ ἀπηνήνατο πρόνοιαν, ἀλλὰ ἐν ἀληθεῖ μεθέξει τῶν καθ´ ἡμᾶς γενομένη πάντων ἀναμαρτήτως, καὶ πρὸς τὸ ταπεινὸν ἡμῶν ἑνοποιηθεῖσα, μετὰ τῆς τῶν οἰκείων ἀσυγχύτου καὶ ἀλωβήτου παντελῶς ἕξεως, τὴν πρὸς αὐτὴν ἡμῖν κοινωνίαν ὡς ῥμογενέσι λοιπὸν ἐδωρήσατο, καὶ τῶν οἰκείων ἀνέδειξε μετόχους καλῶν· τῆς μὲν ἀποστατικῆς πληθυος, ὡς ἡ κρυφία παράδοσις ἔχει, τὸ καθ´ ἡμῶν καταλύσασα κράτος οὐ κατὰ δύναμιν, ὡς ὑπερισχύουσα, κατὰ δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον, ἐν κρίσει καὶ δικαιοσύνῃ. Τὰ καθ´ ἡμᾶς δὸ πρὸς τοὐναντίον ἁπαν ἀγαθουργῶς μετεσκευάσατο· τὸ μὲν γὰρ κατὰ νοῦν ἡμῶν ἀλαμπὲς ἐνέπλησεν ὀλβίου καὶ θειοτάτου φωτὸς, καὶ τοῖς θεοειδέσιν ἐκόσμησε τὸ ἀνείδεον κάλλεσι τὸ δὲ τῆς ψυχῆς οἰκητήριον ἐν παντελεῖ σωτηρίᾳ τῆς ὅσον οὔπω καταπεσούσης ἡμῶν οὐσίας ναγεστάτων παθῶν καὶ φθοροποιῶν μολυσμῶν ἠλευθέρωσεν, ἀναγωγὴν ἡμῖν ὑπερκόσμιον δείξασα Ἑ καὶ πολιτείαν ἔνθεον ἐν ταῖς πρὸς αὐτήν ἡμῶν ἰεραῖς κατὰ τὸ δυνατὸν ἀφομοιώσεσι. Το θεομίμητον δὲ πῶς Ἀν ἡμῖν ἐτέρως ἐγγένοιτο, μὴ τῆς τῶν ἰερωτάτων θεουργιῶν μνήμης ἀνανεουμένης ἀεὶ ταῖς ἰεραρχικαῖς ἱερολογίαις τε καὶ ἱερουργίαις; Τοῦτο οὖν ποιοῦμεν, ὡς τὰ λόγιά φησιν, εἰς τὴν αὐτῆς ἀνάμνησιν. Ἔνθεν ὁθεῖος ἱεράρχης, πὶ τοῦ θείου θυσιαστηρίου καταστὰς, ὑμνεῖ τὰς εἰρημένας ἰερὰς θεουργίας Ἰησοῦ τῆς θειοτάτης ἡμῷν προνοίας, ἂς ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν εὐδοκίᾳ τοῦ παναγεστάτου Πατρὸς ἐν Πνεύματι ἀγίῳ, κατὰ τὸ λόγιον, ἐτελείωσεν. Ὑμνήσας δὲ καὶ τὴν σεβασμίαν αὐτῶν καὶ νοητὴν θεωρίαν ἐν νοεροῖς ὀφθαλμοῖς ἐποπτεύσας, ἐπὶ τὴν συμβολικὴν αὐτῶν ἱερουργίαν ἔρχεται, καὶ τοῦτο θεοπαραδότως· ὄθεν εὐλαβῶς τε ἅμα καὶ ἱεραρχικῶς μετὰ τοὺς ἱεροὺς τῶν θεουργιῶν ὄμνους ὑπὲρ τῆς ὑπὲρ αὐτὸν ἰερουργίας ἀπολογεῖται, πρότερον ἱερῶς πρὸς αὐτὸν ἀναβοῶν, Σὺ αἶπας· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. $0=3 $8=229 $9=1 ΕΤτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιος αἰτὴσας γενέσθαι, καὶ τῇ πρὸς αὐτὸν Χριστὸν ἀφομοιώσει τὰ θεῖα τελέσαι, καὶ διαδοῦναι πανάγνως, καὶ τοὺς τῶν ἱερῶν μεθέξοντας ἱεροπρεπῶς μετασχεῖν, ἱερουργεῖ τὰ θειότατα, καὶ ὑπ´ ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων· τὸν γὰρ ἐγκεκαλυμμένον καὶ ἀδιαίρετον ἄρτον ἁνακαλύψας, καΐ εἰς πολλὰ διελὼν, καὶ τὸ ἐνιαῖον τοῦ ποτηρίου πᾶσι καταμερίσας, συμβολικῶς τὴν ἑνότητα πληθύνει, καὶ διανέμει, παναγεστάτην ἐν τούτοις ἱερουργίαν τελῶν. Τὸ γὰρ ἓν καὶ ἀπλοῦν καὶ κρύφισν Ἰησοῦ τοῦ θεαρχικωτάτου λόγου τῇ καθ´ ἡμᾶς ἐνανθρωπήσει πρὸς τὸ σύνθετόν τε καὶ ὁρατὸν ἀναλλοιώτως ἀγαθότητι καὶ φιλανθρωπίᾳ προελήλυθε, καὶ τὴν πρὸς αὐτὸν ἡμῶν ἑνοποιὸν κοινωνίαν ἀγαθουργῶς διεπραγματεύσατο, τὰ καθ´ ἡμᾶς ταπεινὰ τοῖς θειοστάτοις αὐτοῦ κατ´ ἄκρον ἐνώσας, εἴπερ καὶ ἡμεῖς ὡς μέλη σώματι συναρμολογηθῶμεν αὐτῷ, κατὰ τὸ ταὐτὸν τῆς ἀλωβήτου καὶ θείας ζωῆς, καὶ μὴ τοῖς φθοροποιοῖς πάθεσι κατανεκρωθέντες, ἀνάρμοστοι καὶ ἀκόλλητοι καὶ ἀσύζωοι γενώμεθα πρὸς θεῖα μέλη καὶ ὑγιέστατα· χρὴ γὰρ ἡμᾶς, εἰ τῆς πρὸς αὐτὸν ἐφιέμεθα κοινωνίας, εἰς τὴν θειστάτην αὐτοῦ κατὰ σάρκα ζωὴν ἀποσκοπεῦσαι, καὶ τῇ πρὸς αὐτὴν ἑ ἀφομοιώσει τῆς ἰερᾶς ἀναμαρτησίας εἰς τὴν θεοειδῆ καὶ ἀλώβητον ἔξιν ἀναδραμεῖν· οὕτω γὰρ ἐναρμονίπος ἡμῖν τὴν πρὸς τὸ ὅμοιον κοινωνίαν δωρήσεται. Ταῦτα τοῖς ἱερῶς δρωμένοις ὁ ἱεράρχης ἐμφαίνει, τὰ μὲν ἐγκεκαλυμμένα δῶρα πρὸς τὸ ἐμφανὲς ἄγων, τὸ δὲ ἑνιαῖον αὐτῶν εἰς πολλὰ διαιρῶν, καὶ τῇ τῶν διανεμομένων πρὸς τὰ ἐν οἷς γίγνεταινκατ´ ἄκρον ἑνώσει, κοινωνοὺς αὐτῶν ἀποτελῶν τοὺς μετέγοντας. Ἀιανράφει γὰρ ἐν τούτοις αἰσθητῶς, ὑπ´ ὄψιν ἄγων Ἱησοῦν τὸν Χριστὸν, τὴν νοητὴν ἡμῶν ὡς ἐν εἰκόσι ζωὴν, ἐκ τοῦ κατὰ τὸν Θεῖον κρυφίου, τῇ παντελεῖ καὶ ἀσυγχύτῳ καθ´ ἡμᾶς ἐνανθρωπήσει φιλανθρώπως ἐξ ἡμῶν τ εἰδοποιούμενον, καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύστν ἐνὸς προῖόντα, καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν ἑαυτοῦ καὶ τῶν οἰκείων ἀγαθῶν καλοῦντα τὸ ἀνθρώπειον φῦλον, εἴπερ ἐνωθῶμεν αὐτοῦ τῇ θειοτάτῃ ζωῇ, πρὸς αὐτὴν ἡμῶν κατὰ δυνάμιν ἀφομοιώσει, καὶ ταύτῃ πρὸς ἀλήθειαν κοινωνοὶ Θεοῦ καὶ τῶν θείων ἀποτελεσθησόμεθα $0=3 $8=230 $9=1 τοῦ τῆς Ἐκκλησίας ἱεροῦ πληρώματος. Ἐ μετοχὴ γὰρ τῆς μεταδόσεως ἡγεῖται, καὶ τῆς μυστικῆς διανεμήσεως ἡ τῶν μυστηρίων μετάληψις· αὕτη γὰρ ἡ καθολικὴ τῶν θείων εὐκοσμία καὶ τάξις, πρωτον ἐν μετουσίᾳ γενέσθαι καὶ ἀποπληρώσει τὸν ἰερὸν καθηγεμόνα, τῶν δι´ αὐτοῦ θεόθεν ἑτέροις δωρηθησομένων, οὕτω τε καὶ ἄλλοις μεταδοῦναι. Διὸ καὶ ταῖς ἐνθέοις διδασκαλίαις οἱ τολμηρῶς ἀποκεχρημένοι πρὸ τῆς κατ´ αὐτὰς πολιτείας καὶ ἕξεως ἀνίεροι καὶ ἔκφυτοι πάντη τῆς ἱερᾶς εἰσι θεσμοθεσίας. Ὡς γὰρ ἐπὶ τῶν ἡλιακῶν μαρμαρυγῶν αἱ λεπτότεραι καὶ διειδέστεραι τῶν οὐσιῶν, πρῶται τῆς εἰσρεούσης αἴγλης ἀποπληρούμεναι, τὸ κατὰ πᾶν ἑαυτῶν ὑπερχεόμενον φῶς εἰς τὰ μετ´ αὐτὰς ἡλιοειδῶς μετοχετεύουσιν· οὔτω καὶ θείου παντὸς οὐ τολμητέον ἐτέροις ἡγήσασθαι τὸν μὴ κατὰ πᾶσαν ἕξιν αὐτοῦ γεγονότα θεοειδέστατον, καὶ πρὸς τῆς θείας ἐπιπνοίας καὶ κρίσεως ἀρμοστὴν ἀναδεδειγμένον. Ἔν τούτοις ἡ πᾶσα τῶν ἱερέων διακόσμησις, ἱεραρχικῶς συναχθεῖσα, καὶ τοῖς θειοτάτοις κοινωνήσασα, μετ´ εὐχαριστίας ἱερᾶς καταλήγει, τὰς τῶν θεουργιῶν ἀναλόγως ἐπιγνοῦσα καὶ ὑμνήσασα χάριτας. Ὥστε οἱ τῶν θείων ἀμέτοχοι καὶ ἀγνῶτες οὐκ ἂν εἰς εὐχαριστίαν ἀφίκοιντο, καίτοι κατ´ οἰκείαν φύσιν ἀξίων οὐσῶν εὐχαριστεῖσθαι τῶν θειοτάτων δωρεῶν. Ἀλλὰ, ὅπερ ἔφην, οὐδὲ προσβλέψαι ποτὲ τοῖς θείοις δώροις ἐκ τῆς ἐπὶ τὰ χείρω νεύσεως ἐθελήσαντες, ἀχάριστοι πρὸς τὰς ἀπείρους τῶν θεουργιῶν διαμεμενήκασι χάριτας. Γεύσασθε, φησὶ τὰ λόγια, καὶ ἷδετε· τῇ γὰρ ἰερᾷ τῶν θείων μυήσει τὰς μεγαλοδώρους αὐτῶν οἱ μυούμενοι χάριτας ἐπιγνώσονται, καὶ θειότατον αὐτῶν ὕψος καὶ μέγεθος ἐν μεθέξει πανιέρως ἐποπτεύοντες,. τὰς ὑπερουρανίας εὐχαρίστως ὁμνήσουσι τῆς θεαρχίας ἓ ἀγαθουργίας. $0=3 $8=232 $9=1 Κὗγε, ὅτι ταύτης ἐπεμνήσθημεν τῆς τελετῆς, δηλαδὴ τῆς συνάξεως,ταύτην δὲ καὶ κοινωνίαν λέγει διὰ τὸ τότε κοινωνεῖν τοὺς ἀξίους πάντας τῶν μυστηρίων, ἣν οὐ θεμιτὸν παραδραμεῖν, καὶ πρὸ ταύτης ἑτέραν τῶν τελετῶν ὑμνῆσαι, ταύτην γὰρ ἔλεγε καὶ ὁ κλεινὸς Ἰερόθεος τελετὴν τελετῶν,, καὶ χρὴ πρὸ τῶν ἄλλων αὐτὴν ἰερογραφικῶς, τοῦτ´ ἔστι κατὰ τὴν ἱερὰν διαγραφὴν τῶν ἐμφανῶς τελουμένων ἐκθέμενον, ἔπειτα ἀναχθῆναι πρὸς τὴν καθ´ ἕκαστον θεωρίαν. Καὶ πρῶτον τοῦτο ζητοῦμεν, ἵνα τί τὸ κοινὸν καὶ ταῖς ἄλλαις $0=3 $8=233 $9=1 Π. Χροίοναιο ομμοπεος. τελεταῖς αὕτη ἰδιοποιήσατο, καὶ καλεῖται ἰδίας νοινωνία καὶ σύναξις, ἐκάστης τελετῆς, κἂν τὴν τοῦ βαι πτίσματος εἴποις, κἂν τὴν τῶν ἰερατικῶν τελειώσεων, ἐχούσης τοῦτο δὴ τὸ συνάγειν καὶ εἰς κοινωνίαν ἄγειν καὶ ἕνωσιν· ἅπασα γὰρ τελετὴ ταῦτα δωρεῖται τοῖς τελουμένοις, ὡς φέρε εἰπεῖν ἐπὶ τοῦ θαπτίσματος· καὶ γὰρ ἡ τοιαύτη τελετὴ τὴν μεριστὴν ζωὴν τοῦ ἀνθρώπου, δηλονότι τὴν κοσμικὴν, καὶ εἰς πολλὰ πληθυνομένην, εἰς ἑνοειδῆ συνάγειν θέωσιν, καὶ κατὰ τοῦτο σύναξις ἂν λέγοιτο· καὶ πάλιν ἐν τῇ τοιαύτῃ συμπτύξει τῶν διαιρετῶν καὶ κοσμικῶν κινήσεων τὴν πρὸς τὸ ἕν, τὸν Θεὸν δηλαδὴ, κοινωνίαν δωρεῖται, ἰδοὺ καὶ κοινωνία οὐκ ἀπεικότως λέγοιτο ἄν. α τί γοῦν ἡ προκειμένη τελετὴ τῶν τοιούτων ὀνομάτων ἰδίως μετεἰληκε Καὶ φαμέν, ὅτι ἡ τῶν τελετῶν ἐκείνων τελείωσις ἐκ τῶν ταύτης δωρεῶν ἐστι· καὶ γὰρ οὐκ ἔστι τινὰ τελεσθῆναι ἱεραρχικὴν τελετὴν, μὴ τῆς θειοτάτης Εὐχαριστίας, τῆς τῶν μυστηρίων δηλαδὴ, ἱερουργούσης τὴν ἐπὶ τὸ ἓν, τὸν Θεὸν δηλαδὴ, συναγωγήν· τοῦτο γάρ ἐστι τὸ κεφαλαιωδέστερον ἐπὶ τοῖς καθ´ ἕκαστα τελουμένοις. Εἰ τοίνυν ἑκάστη τῶν τελετῶν ἀπολειπομένη τὴν· μυστηρίων, ἀτελής ἐστι, καὶ οὔκ ἔχει κυρίως οὔτε τὸ τελετὴ λέγεσθαι, οὔτε μὴν τὴν πρὸς τὸ ἂν κοινωνίαν καὶ σύναξιν, εἰκότως ταύτῃ καὶ μόνῃεπιτίθεται ἡκυρία ἐπωνυμία τῆς συνάξεως. Χύναξιν δὲ νοητέον οὐ τὴν τοῦ λαοῦ, καθὼς τὴν λέξιν τινές σήμερον ἐκλαμβάνονται, ἀλλὰ τὴν πρὸς Θεὸν συναγωγὴν καὶ κοινωνίαν. Οὔτως εὕροι τις ἄν καὶ ἐπὲ τῆς τελετῆς τοῦ θείου βαπτίσματος· καὶ γὰρ καὶ αἱ ἄλλαι φωτίζουσι τελεταὶ, ἀλλ´ ὄμως ταύτῃ ἰδίως ἐπετέθη τὸ ὄνομα τοῦ φωτίσματος, διὰ τὸ εἶναι ταύτην πασῶν τῶν θείων φωταγωγιῶν ἀρχήν. Εἰ γὰρ μὴ τελεσθείη τις τῷ θείῳ βαπτίσματι, καὶ τοῦ ἐντεῦθεν φω τισμοῦ καταξιωθείη, οὐδύναται ἄλλου τινὸς φωτισμοῦ μετοχὴν δέξασθαι. Ταῦτα εἰπόντες, κατίδωμεν μὲν τέως τὴν τῆς τοιαύτης τελετῆς ἱερουργίαν, δηλονοτι ὅπως τελεῖται τὸ μυστήριον τῆς συνάξεως, μετέπειτα Π. Μυστήριον συνάξεως. Ὁ μὲν ἰεράρχης, εὐχὴν ἰερὰν ἐντὸς τοῦ θυσιαστηρίου ποιησάμενος,ὐτὸν δὴ οἶμαι τὸν εὐλογητόν, καὶ ἐξαὐτοῦ τοῦ θυμιᾷν ἀρξάμενος, περιέρχεται πᾶ σαν τὴν περιοχήν τοῦ ναοῦ· εἶτα, ἀναλύσας πάλιν ἐπὶ τὸ θεῖον θυσιαστήριον, ἀπάρχεται μετὰ τῶν ἄλλων τῆς φαλμῳδίας· ἐξῆς δὲ διὰ τῶν ἀναγνωστῶν(τούτους γὰρλέγει λειτουργοὺς τῶν θείων Γραφῶν, τῶν προφητειῶν, τοῦ Ἀποστόλου, τοῦ θείου Εὐαγγελίου, ἡ ἀνάγνωσις γίνεται· μετὰ ταῦτα ἐκβάλλονται οἱ κατηχούμενοι, πρὸ τούτων οἱ ἐνεργούμενοι, δηλονότι οἱ δαιμονῶντες, καὶ οἱ ἐν μετανοίᾳ ὄντες, μένουσι δὲ οἱ ἄξιοι. Ἀπὸ δὲ τῶν λειτουργῶν, φημὶ τῶν ὑποδιακόνων, οἱ μὲν τὰς πύλας φυλάσσουσιν, οἱ δὲ ἄλλο τι διαπράττονται· οἱ δὲ ἔκκριτοι, δηλονότι οἱ διάκονοι, σὺν τοῖς ἰερεῦσιν ἐπὶ τοῦ θείου θυσιαστηριου τὸν ἄρτον προτιθέεσι, καὶ τὸ τῆς εὐλογίας ποτήριον, καὶ ἔπειτα προομολογεῖται ἡ κοινὴ ὑμνολογία. Εἶχον γαρ καὶ τότε $0=3 $8=234 $9=1 μάθημά τι καὶ συμμάθημα πίστεως. Πρὸς οἷς ὁ ἱεράρης. εὐχὴν ποιησάμενος, τὴν εἰρήνην διαγγέλλει, ὅηλονότι τέ Εὴρήνη πᾶσι· καὶ εὐθὺς ἀσπασαμένων, ἀναγινώσκονται τὰ δίπτυχα. Καὶ νιψαμένων, ὁ ἱεράρχης, μέσον ἱστάμενος, ἔχει περιισταμένους κἀκείνους τοὺς τῶν λειτουργῶν ἐκκρίτους, καὶ ὑμνήσας, ἰερουργεῖ τὰ θειότατα, καὶ ὑπ´ ὄψιν ἄγει τὰ ὑμνημένα, σαφηνίζων, ὡς Χριστοῦ εἰσι τὰ τοιαῦτα σύμβολα· ὅτι μετὰ τὸ δεῖπσνον λαβών ἄρτον, καὶ τὰ ἔξῆς· καὶ ὅτι Τοῦτο κοιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὑποδείκνυσι δὲ, ἤγουν ἀνυψοῖ τότε, ἀποκαλυπτομένων τῶν παναγίων δώρων μετὰ τὰς εὐχὰς, μενόντων δὲ κεκαλυμμένων ἕως καιροῦ μεταλήψεως. Μετὰ ταῦτα αὐτός τε μεταλαμβάνει, καὶ τοὺς ἄλλους προτρέπεται. Μετασχὼν δὲ καὶ μεταδοὺς, εἰς εὐχαριστίαν καταλήγει. Καὶ πολλοὶ μὲν εἰς μόνα τὰ θεῖα παρακύπτουσι σύμβολα, ἅτε μὴ δυνάμενοι ὑψηλότερόν τι ἐννοῆσαι· αὐτὸς δὲ ὁ ἱεράρ χης πρὸς ἐκεῖνα τὰ πρωτότυπα αὐτὸ τὸ τοῦ Κυρίου τίμιον σῶμα καὶ αἴμα, ἀνάγεται, πιστεύων, ὅτι καὶ τὰ προκείμενα εἰς ἐκεῖνα μετεβλήθησαν τῷ ἁγίῳ καὶ παντουργῷ Πνεύματι. ΚΙ. Θεωρία. Ι. Ἐπὶ τὴν θεωρίαν ἤδη μεταβαίνων τῶν κατὰ σύναξιν τελουμένων, ὅπερ ἐπὶ τοῦ μυστηρίου τοῦ φωτίσματος πεποίηκε, καὶ τοὺς ἀτελειώτους ἔτι ἐψυχαγώγει διὰ τῆς αἰσθητῆς τῶν συμβόλων ποικιλίας· οὕτω καὶ ἐνταῦθα ποιεῖ εἰς ψυχαγωγίαν τῶν ἔτι τελειουμέων καὶ οὖ τῶν τελείων ἐναρμόνιον, δηλονότι προσήκουσαν τῇ δυνάμει τῆς αὐτῶν ἕξεως. Ποικιλίαν δὲ καὶ σύνθεσιν διὰ συμβόλων λέγει. Ἐπεὶ γὰρ ἡ θεωρία ἀπλῆ καὶ ἐνιαία, εἰκότως τὰ σύμβολα ποικιλία καὶ σύνθεσις· οἱ γὰρ τοῖς συμβόλοις προσέχοντες οὐκ ἔχουσι τὴν ἑνιαίαν καὶ ἀπλῆν γνῶσιν· ἀλλ´ ἄλλως ἄλλος ἀνάγει, ἄλλως ἄλλος τὰ τῆς ἀλληγορίας λέγει, ὡς βούλεται. Εἰσὶ δ´ οἶτινες, καὶ τοῖς συμβόλοις ἐναπολειφθάντες, καθ´ αὐτὰς ἐκδέχονται τὰ ὑπὲρ αὐτοὺς, καὶ ψευδῶς ὑπονοοῦσι· καθό δὴ ψεῦδος καὶ μερίζονται καὶ ποικλλονται. Ἐνταῦθα γοῦν φησιν ὁΠατήρ· Ὡς οὐδ´ αὐτὴ ἡ ποικλη διὰ συμβόων σύνθεσις ἀνόητος ὑπάρχει τοῖς τελουμένοις, καὶ μέχρι τῶν αἰσθητῶν φαινομένη μόνον· αἱ γὰρ ἀναγνώσεις τῶν λογίων, ὅπου καὶ ἁναγωγὴν οὐκ εἶχον, διδασκαλίαν ἐναρέτου ζωῆς ὑφηγοῦνται καὶ ἀποκάθαρσιν τῆς κακίας. Ἐ δὲ κοινὴ καὶ ἀπὸ τοῦ αὐτοῦ ἄρτου καὶ ποτηρίου μετάδοσις ὁμοτροπίαν νομοθετεῖ· τὸ γὰρ ὁμοδίαιτον καὶ ὁμότροπον καὶ ἔτι εἰς μνήμην ἄγει τοῦ Κυριακοῦ δείπνου, ὃ καὶ ἀρχισύμβολον λέγει, οἰονεὶ ἀρχικοινωνικόν. Σύμβολον γὰρ ὁ ἔρανος, καὶ ὁ ἐντεῦθεν κοινὸς οἰκονομούμενος δεῖπνον λέγεται· ἐξ οὐ καὶ σύμβολον τὸ διδόμενον, καὶ ἀσύμβολος ὁ ἀσυντελής· καθ´ ὃ καὶ αὐτὸς ὁ τῶν συμβδλων δημιουργὸςδηλαδὴ τῆς κοινωνίας, ἢ τῶν συμβαλλομένων εἰς τὸ κοινόν· εἴτι γὰρ ἂν εἴη τὸ συμβαλλόμενον, Θεοῦ ἐστι δημιούργημα· ἀποκληροῖ καὶ ἀποδιαστέλλει δικαιότατα τὸν οὐχ ὀσίως συνδειπνήσαντα Ἰούδαν. Καὶ αὐτῷ γὰρ τοῦ μυστικοῦ ἄρτου καὶ τοῦ ποτηρίου μεταδοὺς, τὰ μυστήρια μόνοις τοῖς μαθηταῖς. μετὰ τὸ ἐξελθεῖν ἐκεῖνον ἐκ τοῦ δείπνου, παρΠi. ὄοηίεκαρίαιο. $0=3 $8=235 $9=1 Κδωκεν, ὡς ἀναξιου τούτων ὄντος τοῦ Ἰούδα. Διὰ τί τοίνυν τὸν Ἰυύδαν ἀποκληροῖ τῶν θείων μυστηρίων, καίτοι γε συνδειπνήσαντα; Ἡάντως διδάσκων, ὡς οὐκ αὔταρκες τὸ σωματικῶς μόνον συμπαρεῖναι καὶ συνδειπνεῖν, οὐδὲ γάρ ἐστι τοῦτο πρὸς τὴν κοινωνίαν ὅμοιον, ἀλλὰ τὸ κατὰ διάνοιαν συνεῖναι ἡ γὰρ καθ´ ξιν οἰονεὶ κατ´ ἐπίγνωσιν ἀληθής προσέλευσις, τουτέστι τὸ ἐνδιαθέτως, οὕτώς ἔχειν, καὶ κατὰ τὴν διάνοιαν διὰ πίστεως εἰσιέναι, τῇ ἀληθινῇ κοινωνίᾳ ἐμποιεῖ· ὅπερ οὐκ ἦν τότε· τῷ Ἰούδᾳ καὶ συμπαρόντι σωματικῶς καὶ συνδειπνοῦντι. Δρι α πτι οοοπι, αωο νοιαι Ιοίι οιλωοῖοειε ο ῃε ἱὰα εειαι, ιαηειεῖ εοι. μοτο Βιορόιηε εεί, εἰγας ἈΙὰ εωΠαὐεΙ. Π. Ἀλλὰ ταῦτα μὲν οὖν, ὡς ἔφην, ἐῤῥευησαν αισθητικωτέρως διὰ τοὺς ἔτι ἀτελειώτους, καὶ μὴ δυναμένους εἰς τὸ ὕψος ἀπεντεῦθεν τῆς θεωρίας ἀνάγεσθαι εἰς ψυχαγωγίαν αὐτῶν καὶ προσήκουσαν αὐτοῖς μάθησιν. Ἡμεῖς δὲ, τὰ προπύλαια καταλιπόντες, ἐντὸς τῆς θεωρίας εἰσέλθωμεν ἀπὸ τῶν αἰτιατῶν εἰς τὰ αἴτια, τουτέστιν ἀπο τῶν ὁρατῶς τελουμένων ἐπὶ τὰ ἀόρατα καὶ μυστικὰ, ἅπερ τῶν ἐν αἰσθήσει αἴτιά εἰσι καὶ ἀρχέτυπα. Αἰτιατὰ δὲ λέγονται τὰ ἑτέρωθεν τὴν αἰτίαν τοῦ ὁπωσοῦν εἶναι ἔχοντα. Ἡ αἴτια λέγει τὰ ὡσανεὶ τελικὰ, καὶ ὧν ἓνεκα, πρὸς ἃ ἀφορῶντες, ταῦτα δὴ τὰ αἰτιατὰ, καὶ τὰ ἕνεκα ἐκείνων, τελοῦμεν. Ἀλλ´ ὧ θειοτάτη καὶ ἱερὰ τελετή! ὡς ἐμψύχῳ γὰρ αὐτῇ διαλέγεται· καὶ εἰκότως, καθὰ καὶ ὁ θεολόγος μέγας Γρηγόριος· Ἀλλ´, ὡ πάσχα τὸ μέγα καὶ ἱερόν! Τὸ ἡμέτερον γὰρ πάσχα, καὶ ἡ τοιαύτη ἱερὰ τελετὴ, αὐτός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, πρὸς ὃν ποιεῖται τὸν λόγον ὁ ἅγιος, ἵνα ἀποκαλύψῃ τὰ ἀμφιέσματα, καὶ ἀποπληρώσῃ τοῦ ἐνιαίου φωτός. ἔ Πi. Δεῖ δὴ οὖν, ἐπειδὴ ἐντὸς ἐγενόμεθα, τὸ πρῶτον τῶν ἀγαλμάτων ἀπογυμνῶσαι. Ἀγάλματα δέ φησι τὰς εἰκόνας τῶν μυστικῶν, καθὼς καὶ ἐν τῷ Περὶ θείων ὀνομάτων πλατύτερον διελάβομεν. Πρῶτον δὲ τούτων τὸ τῆς συνάξεως μυστήριον ἀπεκάλεσεν, οὐτινος τὸ νοητὸν, ἤγουν τὸ κατὰ θεωρίαν δηλούμενον, ἀπογυμνοῦν ἐπαγγέλλεται. Ἐπειδὴ τοίνυν τύπος ἐστὶ τοῦ Θεοῦ ὁ ἐπίσκοπος, ἴδωμεν πῶς ἄρχεται θυμιᾷν ἀπὸ τοῦ θυσιαστηρίου ἕως τῶν ἐσχάτων. καὶ πάλιν ἐπαναστρέφει εἰς τὸ Θεοῦ θυσιαστήριον. Ἡ τοίνυν ἁγαθότης τοῦ Θεοῦ ἀφ´ ἑαυτῆς ἐπὶ πάντα τὰ προνοούμενα πρόεισιν, ἀλλ´ οὐκ ἔξω, διὰ τούτων, τῆς κατ´ οὐσίαν στάσεως γίνεται, ἧς δὴ οὐσίας τὸ κρύφιον δηλοῖ, τὸ ἄδυτον θυσιαστήριον, εἰς ὃ ἐπαναστρέφει ὁ ἐπίσκοπος. Τοῦτον οὖν τὸν τρόπον ἔχει καὶ ἡ τῆς συνἁξεως τελετή· διττὸς γὰρ τῆς ἐνταῦθα ἀναγωγῆς ὁ τρόπος. Καὶ ἔστιν οὐτος πρωτος, ὅτι κἂν ἡ θεία τῆς συνάξεως τελετὴ καὶ ἑνιαίαν καὶ ἁπλῆν καὶ συνπτυγμένην ἔχῃ ἀρχὴν, πληθύνεται εἰς τὴν ἱερὰν ποικιλίαν τῶν συμβόλων, καὶ ἑνοειδῶς αὖθις ἐκ τούτωνν εἰς τὴν οἰκείαν μονάδα συνάγεται, καὶ ἑνοποιεῖ τοὺς ἐπ´ αὐτὴν ἱερῶς ἀναγομένους. Δεύτερος δὲ τρόπος· ὅτι ὁ θεῖος ἱεράρχης, εἰ χρᾶται τοῖς συμβόλοις, καὶ ἀπὸ τῆς ἑνιαίας ἐπιστήμης πληθύνεται διὰ τὴν τῶν ὑποβεβηκότων πρόνοιαν, ἀλλ´ οὖν ὡς ἀπόλυτος πάντη $0=3 $8=236 $9=1 οῦ τῶν συμβόλων πλήθους καὶ μὴ ἐπικοινωνῶν τοῖς χείροσιν, εἰς τὴν οἰκείαν ἀρχὴν ἐπάνεισι, καὶ τὴν εἰς τὸ ἓν νοερὰν εἴσοδον ποιησάμενος, ὁρᾷ νοητῶς τοὺς τῶν τελουμένων ἐνοειδεῖς λόγους, πέρας τῆς εἰς τὰ δεύτερα προόδου, τὴν εἰς τὰ πρῶτα ἐπιστροφὴν ποιού- μενος ἐΙν. Ἐνταῦθα λέγει, τί δηλοῖ ἡ σύμφωνος ψαλμῳδία. Ὅρα δὲ τὸ συνουσιωμένη, ὅτι καὶ τὸ σχεδὸν προσέθηκεν· οὐ γὰρ ἀλλήλοις ἤνωνται ταῦτα κατ´ οὐσίαν, ἀλλὰ τῷ πρὸς ἕνα σκοπὸν τὰ πάντα συντελεῖν, τουτέστιν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν, ἔφη τὸ συνουσιωμένη, ὅθεν εὐθὺς ἐπήγαγε τὸ σχεδὸν, κολάζων τὴν ἀπὸ τῆς λέξεως ἐναντίωσιν. Κατωτέρω δὲ μίαν ἔμπνευσίν φησι, τουτέστι μίαν σύμπνοιαν, ὃ δηλοῖ τὸν ἕνα πάντων σκοπόν. Πῶς τοίνυν ἔμελλε διαχωρίζεσθαι ἡ ἱερὰ ψαλμῳδία τῶν μυστηρίων, καὶ μὴ παρευθὺς συναρτᾶσθαι, ἐπεὶ πρὸς ἕνα σκοπὸν ἀφορῶσι πάντα, καὶ ἕν τι τῶν εἰς σωτηρίαν ἀγόνπων ὑφηγοῦνται; Ὁρα δὲ τῶν τῆς Παλαιᾶς βιβλίων ὡς ἐν συντόμῳ ἐπίμνησιν. Ἡ γοῦν τῆς ὑπὸ γένεσιν ὑπάρξεως δέλτος ἡ Γένεσίς ἐστιν· ἡ τῆς νομικῆς εραρχίας, τὸ Λευιτικόν ἐστι καὶ τὸ Δευτερονόμιον· ἡ τῆς κληροδοσίας, τὸ τῶν Ἀριθμῶν βιβλίον· ἡ τῶν Βασιλέων, ἡ τῶν Κριτῶν ἐστι βίβλος. Παλαιοὺς δὲ Κνδρας λέγει τὸν Μωϋσῆν, τὸν Ἰησοῦν, τὸν Ἡλίαν. καὶ τοὺς καθεξῆς· θεῖα δὲ ἄσματα τον Ἑαλτῆράφησι· καὶ εἰκόνας, τὸ Ἅσματῶν ἀσμάτων, καθὸ ὁ Χριστὸς νυμφίος, καὶ νύμφη ἡ Ἐκκλησία εἰκονίζεται· προαναῤῥήσεις τῶν ἐσομένων, τὰς προφητείας. Ἐντεῦθεν τὰ τῆς Νέας εἰσάγει, τοῦ Ἰησοῦ τὰς ἀνθρωπικὰς θεουργίας, ἂς Θεὸς ὢν, διεπράττετο ἀναστρεφόμενος μετὰ σώματος· τὰς τῶν μαθητῶν Πράξεις καὶ διδασκαλίας, ὅσα γὰρ ἐποίησαν, καὶ ὅσα ἐδίδαξαν, φησί. Τὴν μυστικὴν δὲ ἐποψίαν οἶμαι λέγειν τὴν Ἀποκάλυψιν τοῦ θείου Ἰωάννου καὶ εὐαγγελιστοῦ· ὑπερκόσμμον δὲ θεολογίαν, τὸ κατ´ αὐτὸν Εὐαγγέλιον. γ Ἀ ὅὴ ταῦτα πάντα ἡ ἱερολογία ταῖς ἁγίαις ττλεταῖς συνεῤῥίζωσεν· οὐδὲν γὰρ τελεῖται σιωπηλῶς πάντη, εἰ μὴ δι´ ὕμνων θείων καὶ ψαλμῶν. Ὁ γοῦν τῶν ψαλμῶν ἐστι σκοπὸς τὸ ὑμνῆσαι Θεόν τε, καὶ τοὺς τῷ Θεῷ γνησίους ἄνδρας, ὑπαγορευτικλν τῶν τοιούτων καὶ περιεκτικὴν ἐχόντων δύναμιν, ἤτις, φησὶν, ἀναγκαίως ἐν πᾶσι τοῖς ἱεραρχικῶς τελουμένοις παραλαμβάνεται, ἔμμονον τὴν τῶν ψαλλομένων μνήμην ἐμποιοῦσα τοῖς ψάλλουσι, καὶ τὰς ψυχικὰς ήμῶν ἔξεις ἐναρμονίως διατιθεῖσα πρὸς τὰ μικρὸν ὕστερον τελεσθησόμενα μυστήρια. Λάβε δὲ καὶ τὸ τῆς ψαλμῳδίας σύμφωνον, εἰς διδασκαλίαν τῆς πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἑαυτὴν ὁμοφροσύνης. Ὅταν γοῦν ταῦτα γένηται, καὶ ἡ ὑμνολογία καλῶς διαθήσῃ τὰς ἡμετέρας ψυχὰς, καὶ εἰς ὁμοφροσύνην συνάξῃ, ὡς ἂν διὰ μιᾶς καὶ ὁμολόγου χορείας τὴν ἀνεκλάλητον ἡμῶν νοερὰν ψαλμῳδίανν καὶ συντετμημένην καὶ συνεσκιασμένην λέγει· τὸ μὲν, ἀς νοερὰν καὶ ἐνιαίαν, τὸ δέ, ὡς ἀφανῆ καὶ κατὰ $0=3 $8=237 $9=1 ψυχὴν διὰ πλειόνων ἐξαπλώσῃ εἰκόνων,λλη γαρ εἰκὼν τῆς ψαλμῳδίας, καὶ ἄλλη τῆς ἀναγνώσεως εὐρύνεται πάντως ἡ τοιαύτη ὑμνολογία καὶ διὰ τῶν ἀναγνώσεων. Πάλιν ἐν ταύταις ταῖς ἀναγνώσεσιν ὁ κατὰ νοῦν βλέπων, ὄψεται πῶς´ τὰ πάντα καλῶς καὶ ὡς δεῖ ἐτάχθησαν, καὶ κατὰ ἔμπνευσιν καὶ κίνησιν τοῦ θείου καὶ ζωαρχικοῦ Πνεύματος. Ἀναγινώσκονται γὰρ τὰ τῆς Παλαιᾶς Διαθήκης πρότερον, εἶΦʹ οὔτως τῆς Νέας· ὅτι ἡ μὲν εἶπὰ τὰ περὶ Χριστοῦ, ἡ δὲ ἐτέλεσε· καὶ ἡ μὲν εἰκόνας ἔγραψεν, ἡ δὲ τρανως πέδειξε τὴν ἀλήθειαν· καὶ ἡ μὲν θεολογία καλογο ἂν, ἡ δὲ Νέα θεουργία, ὅτι Θεὸν ὑπέδειξε μετὰσώματος. ειοηειιονι; ἰο ἱηα ἰὴεοίοςία νοοαιῖ Πεῖ, αοηΙΑΙΙρεαΙ ΒεωΠ ἰ οιροΓε οκὴθυiε. ξv. Τούτων τῶν ἰερῶν ἀναγνώσεων οἱ μὲν τελέως ἔξω που τῶν πνευματικῶν σαλπίγγων ἱστάμενοι, οὐδὲ τὰς εἰκόνας ὁρῶσιν· ἀπέμυσαν γὰρ ἅπαξ πρὸς τὸ φῶς τῆς σωτηρίας, καὶ ἀπολέγουσι καὶ ἀντιφθέγγονται πρὸς τὸν καλοῦντα Θεόν· Τὰς ὁδούς σου εἰδεναι οὐ βούλομαι. Σάλπιγγας δὲ παραλαμβάνει ἢ διὰ τὸν πνευματικὸν τῶν πιστῶν πόλεμον, ὅν ἕχουσι πρὸς τὸν ἀντικείμενον, ἢ διὰ τὴν ἐπὶ τοῦ Σινᾶ συναγωγὴν τοῦ λαοῦ καὶ τὴν ἐκεῖσε κατ´ ἀξίαν τάξιν· οἰ γὰρ ἔσχατοι ἐκείνων τῶν φωνῶν καὶ τῶν σαλπίγγων κατήκουον. Ταύτας δὲ τὰς τρεῖς τάξεις, τῶν κατηχουμένων, τῶν ὑπὸ πνευμάτων ἐνεργουμένων, καὶ τῶν ἐν μετανοίᾳ ὄντων, ἐφίησι μὲν ὁ ἱερὸς θεσμὸς ἐπακούειν τῆς ἀναγνώσεως, ἀπείργει δὲ τῶν ἐξῆς μυστηρίων. Πλὴν καὶ ἡ τάξις τῆς στάσεως τούτων κατὰ δικαιοσύνην ἐτάχθη· καὶ ἐσχάτη μὲν τάξις τοῖς κατηχουμένοις ἀπονενέμηται, ὡς ἀμυήτοις ἔτι, καὶ μὴ τελείαν τὴν κατὰ Θεὸν ἀπότεξιν ἔχουσιν· ὡς γὰρ ἐπὶ τῶν σωματικῶν ἔχει, ὅτι τὰ ἠλιτόμηνα καὶ ἐκτρώματα οὐκ ἄν τις πρὸς τὸ φῶς ἀναχθῆναι εἴποι, διότι τῆς μητρικῆς γαστρὸς ἀτέλεστα ἐκπεπτώκασι αίη γὰρ ὁ φυσικῶς καὶ ἰατρικῶς ἔχων, ὡς οὐκ ἂν εἰς αὐτὰ τὸ φῶς ἐνεργήσειε, φύσιν ἔχον εἰς ἑκεῖνα ἐνεργεῖν, ἃ δὴ καὶ φωτὸς δεκτικά εἰσιν·] οὔτω καὶ ἐπὶ τῶν πνευματικῶν ἔχει· ἔτι γὰρ οἱ κατηχούμενοι ὑπὸ τῶν Αογίων μορφοῦνται, καὶ οὐ τελείαν ἁπέλαβον μόρφωσιν, τελεσφορηθήσονται δὲ, ὅταν θείῳ ἀναγεννηθῶσι βαπτίσματι· τότε καὶ ὡς δεκτικοῖς αὐτοῖς τοῦ φωτὸς οὗσιν, ἐπιλάμποι ἂν τὰ τῶν θείων μυστηρίων φῶτα· νῦν δὲ ἀποδιαστέλλονται, προνοουμένης τῆς ἱεραρχίας καὶ τῆς εὐκοσμίας τῶν ἰερῶν, ἵνα μὴ καὶ τοῖς τυχοῦσι κατάδηλα ἦ. καὶ αὐτῶν δὴ τῶν κατηχουμένων, της κατὰ πνεῦμα ζωῆς, κατὰ καιρὸν τὸν προσήκοντα μελλόντων ἐν τῷ γεννηθῆναι διὰ βαπτίσματος, καὶ τὰ θεῖα ἀπολαβεῖν φῶτα. Ἡ γοῦν τῶν κατηχουμένων τάξις ἐσχάτη ἐστίν. ἔ Νἰi. Ἡ δὲ διὰ τῶν πνευμάτων ἐνεργουμένων δευτέρα καὶ ἐμπροσθία· τοῦτο γάρ ἐστι τὸ πρὸς τὸ Κνω· εἰ γὰρ καὶ δευτέρα ἐστὶ πρὸς τοὺς κατηχουμένους, ἀλλὰ πρὸς τὸ ἄνω, ὅτι οὖτοι ἐτελέσθησαν, καὶ οὐκ ἀμύητοί εἰσιν, ὡς ἐκεῖνοι, εἴ τι ἡ θεία κοινωνία συστέλλεται, καὶ ἀπὸ τῶν ἐνισχημένων σωματικοῖς θελκτηρίοις, ἤγουν πάθεσι καὶ ταραχαῖς ἡδονῶν· καὶ ἐπικρίνει καλῶς ἔχειν τὴν τάξιν ἐκ τοῦ ἐναντίσυ ἐπιχειρῶν. Εἰ γάρ ἐστι, φηαὶν, ἀληθὲς. ὡς ὁ κατὰ εἰεὸν $0=3 $8=238 $9=1 ἄνθρωπος, οὐδὲν τῶν σαρκὸς ἐνιργήσει παρὰ τα κατὰ φύσιν ἀναγκαιότατα, τὸ φαγεῖν, τὸ πιεῖν, τὸ ὑπνῶσαι, καὶ ταῦτα παρέργως, ναὸς δὲ ἔσται καὶ ὀπαδὸς κατὰ πάντα τοῦ πνεύματος· εὔδηλον ὡς ὁ τοιοῦτος ἅτε Θεῷ ἡνωμένος, οὐκ ἐνεργήθήσεται ὑπὸ ἀκαθάρτου πνεύματος· γελάσεται δὲ μᾶλλον αὐτὸ καὶ καταπαλαίσει, καὶ ἐκδιώξεται καὶ δράσει μᾶλλον εἰς αὐτὸ παρ´ ὃ πείσεται παρ´ αὐτοῦ· μᾶλλον δὲ καὶ ἐτέροις ἰατρὸς πνευματικὸς ὀφθήσεται. Ἔτι μἄλλον δὲ ἀκριβῶς οἶδα, ὡς ἡ τῶν ἰεραρχικῶν ἀμιγὴς τῶν χειρόνων ἀπάντων διάκρισις μᾶλλον ἔχει δαιμονῶντας τοὺς ἀσελγεῖς, ἢ τοὺς ὑπὸ πνευμάτων καταπίπτοντας· καὶ γὰροί τοιοῦτοι τὰ ὄντως ὄντα προήκαντο διὰ τὴν αἰσχίστην ἡδονὴν, καὶ τὴν ἀβέβαιον ἐν τοῖς ἀλλοιρίοις οὐκ οὖσαν, ἀλλὰ δοκοῦσαν εὐπάθειαν. Ἀλλότοια δὲ λέγει τὰ πρὸς ἀμαρτίαν· οὐγὰρ φυσικὴ ἡ ἀμαρτία. Ἡ ἀλλότριά φησι τὰ κατὰ κόσμον, ὡς οὕ τινος ἰδικὰ ἰδίως, ἀλλ´ ἐξ ἄλων εἰς ἄλλους μεταπίπτοντα· ἢ καὶ ὡς οὐκ οὔσης ἐν τούτοις διὰ παντὸς τῆς ἡμετέρας διαγωγῆς, ἀλλὰ πρὸς ἕτερον βίον ὁρώσης, ἐφ´ ᾧ καὶ γεγόναμεν. Διὰ γοῦν τοῦτο κυριωτέρως οὗτοι τῶν ὑπὸ πνευμάτων κατάπιπτόντων τῆς κοινωνίας ἀφορισθήσονται· οὐ γὰρ θεμιτὸν αὐτοῖς ἐτέρου τινὸς ἱεροῦ μετασχεῖν ἢ τῆς τῶν Ἀογίων ἀναγνώσεως, ὡς ἂν δι´ αὐτῶν ἐπιστρέφοιντο ἐπὶ τὰ ἐξ ὧν ἐξέπεσον. Ταῦτα δὲ πάντα εἴρηται τῷ ἁγίῳ περὶ τῶν ἐμπμθῶν, καὶ ἔτι μενόντων ἀμετανοήτων, ὡς ἔχει τὸ ἀπὸ τοῦ μείζονος ἐπιφερόμενον ἐπιχείΡημα. φησὶ γάρ· Εἰ γὰρ καὶ τοὺς πρὸς αὐτῇ τῇ μετανοίᾳ ὄντας ἡ τῶν θείων ἱερουργία ἀπωθεῖται, οὐ προσιεμένη τούτους διὰ τὸ μὴ εἶναι παντελῶς ἰερωτάτους, προσφωνοῦσα, οἷον, ὡς ἀθέατός εἰμι καὶ ἀκοινώνητος πᾶσι τοῖς μὴ ἀξίοις εἰς κοινωνίαν, πολλῳ γε μᾶλλον ἀπειρχθήσονται ταύτης οἱ ἔτι ἀμετανόητοι. Ἐπεὶ δὲ τοῦ θείου ναοῦ γεγόνασιν ἔξω, καὶ οἱ ἀμύητοι κατηχούμενοι, καὶ οἱ ἐμπαθεῖς, ὡς ἀποστάται τῆς θείας ζωῆς· προσέτι δὲ καὶ οἱ ὑπὸ πνευμάτων ἐνοχλούμενοι, πρόστιμον ἔχοντες καὶ οὗτοι, καὶ οὐκ ἔχοντες ἀπολογίαν τὸ ἀκουσίως πάσχειν, αὐτοὶ γὰρ ἔδωκαν Ἀαυτοὺς τοῖς ἀκαθάρτοις πνεύμασι, μὴ συντονίαν πρὸς τὰ θεῖα καὶ στεῤῥότητα κεκτημένοι· εἶτα σὺν τούτοις καὶ οἱ μετανοήσαντες μὲν ἐπὶ τοῖς ἰδίοις σφάλμασι, καὶ τῆς ἐναντίας ἀποστάντες ζωῆς, οὔπω δὲ τελέως καθαρθέντες· καὶ μετ´ αὐτοὺς οἱ μὴ ἄμωμοι πάντη καὶ ἀλώβητοι, καθὼς καὶ ἐν τῷ νόμῳ τὸ εἰς υσίαν ἐζητεῖτο πρόβατον· οἶμαι δὲ λέγειν τούτους, τοὺς μὴ ἱερωσύνῃ διαπρέποντας· οὐ γὰρ καὶ οὗτοι ἔξω που ἷστανται, ἀλλ´ ἔξω μόνον τοῦ θυσιαστηρίου Ιστάμενοι, ἀπείργονται τῆς ἱερᾶς ἐποψίας διὰ τῶν ἀναμέσον ἐφαπλουμένων παραπετασμάτων· τότε οἰ πανίεροι φιλοθεάμονες, ἐποπτεύοντες, ὑμνοῦσιν ὑμνολογίαν καθολικὴν, ἢ ὡς ὑπὸ πάντων ἀδομένην, ἢ ὡς ὑπὲρ καθολικῆς χάριτος γινομένην. Τοῦτον τὸν βμνον οἱ μὰν ὑμνολογίαν, οἱ δὲ τῆς θρησκείας τὸ σύμβολον λέγουσιν· ἄλλοι δὲ θειοτέρως ἱεραρχικὴν εὐχαριστίαν φασὶν, ὡς περιεκτικὴν ἁπάσης ὑπερ πάντων εἰς ἡμᾶς ἀγαθῶν εὐχαριστίας· περιέχει γὰρ τὰ εἰς ἡμᾶς θεόθεν ἀφικνούμενα ἱερὰ δῶρα, καὶ καλῶς ὁ ὑπὲρ πάντων λόγος εὐχαριστία ἐκλήθη, ὅτι πᾶν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ἐπραγματεύθη. Καὶ γὰρ καὶ $0=3 $8=239 $9=1 πρώτως παρὰ τοῦ ἀγαθοῦ Θεοῦ ὑπέστημεν, καὶ τοῖς ἁρχετύποις κάλλεσι πρὸς τὸ θεοειδὲς ἐμορφώθημεν. Ἀρχέτυπα δέ φησι τὰ τῇ θείᾳ φύσει ἐπιθεωρούμενα, ὧν τὴν κατὰ τὸ ἐνδεχόμενον μετουσίαν τοῖς ἀνθρώποις Θεὸς ἐδωρήσατο, καὶ θειοτέρας ἀναγωγῆς ἐν τῷ παραδείσω κατηξιώθημεν. Εἶτα, ἐπεὶ ἐξ ἀπροσεξίας τῶν ἀγαθῶν ἐκείνων ἐξώσθημεν, ἐπισκευαστοῖς ἀγαθοῖς εἰς τὸ ἀρχαῖον ἔγνω ἀνακαλέσασθαι,πισκευαστὰ δὲ λέγει τὰ ἀγαθὰ, ὅτι, ἀμαρτωλοὶ ὄντες, χάριτι ἐκαλλωπίσθημεν καὶ ἐσώθημεν· καὶ διὰ τῆς παντελοῦς προσλήψεως, τῆς τελείας λέγω ἐνανθρωπήσεως, τὴν τῶν οἰκείων μετάδοσιν ἀγαθουργῆσαι. Τοῶσο λέγει καὶ ὁ μέγας Γρηγόριος· Προσέλαβε τὸ χεῖρον, ἱνα δῷ τὸ βέλτιον, ἔvi. Σημείωσαι δὲ, ὅτι κεφαλαιωδῶς τὴν ἱερὰν υμνολογίαν πᾶσαν ἐν τούτοις διέλαβε, καθ´ ἣν τῆς φιλανθρωπίας τοῦ Θεοῦ ὑμνηθείσης, περικεκαλυμμένων κειμένων τῶν δώρων, ὁ ἀσπασμὸς τελεῖται, καὶ τῶν πτυχῶν ἡ ἀνάῤῥησις. Καὶ ὁ μὲν ἀσπασμὸς, ἄτι πως συναχθήσονται ἐπὶ τὴν ἑνιαίαν ἐκείνην διὰ τῆς ἀγίας μεταλήψεως κατάστασιν οἱ διηρημένοι κατά τι ἢ πρὸς ἑαυτοὺς ἢ πρὸς ἀλλήλους. Τὸ γοῦν πρὸς ἀλλήλους ἡνῶσθαι ὁ ἀσπασμὸς δηλοῖ. Τὸ δὲ πρὸς ἑαυτοὺς πῶς; Ἡ δηλονότι καὶ ἕκαστος ἐνίζεται πρὸς Ἀαυτὸν, καὶ εἰς μίαν ὁρμὴν φέρεται, τὴν πρὸς τὸν ἀδελφὸν δηλονότι σύμπνοιαν. Εἰ γὰρ μὴ ἑαυτόν τις εἰς τὸ ἓν συνάξει γενέσθαι τοιᾶσδέ τινος ὁρμῆς, οὐκ ἂν εἰς τοῦτο ὁρμήσειε πώποτε. Ταῦτα δὲ πράττονται, ὡς οὐ καλὸν ὃν ἐνοποιηθέντας αὐτοὺς τῇ ἐντὸς τοῦ ἱεροῦ θυσιαστηρίου συναγωγῇ, ἐπὶ τὰς μεριστὰς καὶ πάλιν καταπίπτειν ἐπιθυμίας, ἐξ ὧν πάντως δημιουργοῦνται αἱ ἐμπαθεῖς ἀπέχθειαι πρὸς τὸ κατὰ φύσιν. Ὁμοειδεῖς δὲ λέγει ταύτας ὡς ἀνθρώπων πρὸς ἀνθρώπους. Τὸ δὲ πρὸς τὸ κατὰ φύσιν, τὸ ἀγαθὸν δηλονότι· πᾶν γὰρ ἀνθρώπινον ἀγαθὸν κατὰ φύσιν, ὡς τὸ κακὸν παρὰ φύσιν. Ἡ μὴν τὸν ὁμοειδῆ καὶ τῆς αὐτῆς φύσεως ἄνθρωπον, εἴτουν τὸν πλησίον. ἔΙΧ. Ταύτην οὖν τὴν ἑνιαίαν ζωὴν ὁ ἀσπασμὸς νομοθετεῖ, ἐνιδρύων τῷ ὁμοίῳ τὸ ὅμοιον, καὶ ἀποδιαστέλλων τὰ θεῖα καὶ ἐνιαῖα τῶν μερικῶν καὶ ἀνθρωπίνων. Καὶ ὁ μὲν ἀσπασμὸς οὐτο καὶ διὰ ταῦτα· ἡ δὲ τῶν πτυχῶν ἀνάῤῥησις ἀνακηρύττει τοὺς βεβιωκότας ὁσίως, οὐ μὴν δὲ, ἀλλὰ καὶ τοὺς ζῶντας διεγείρει εἰς τὸν τοῦ ὁμοίου ζῆλον· οὐδὲ γὰρ ὡς τελευτήσαντας ἔχομεν τοὺς ἁγίους, ἀλλ´ ὡς ζῶντας κρείττονα ζωὴν καὶ ἀδιον. Λαμβάνει δὲ τοῦτο ἐκ Σολομῶντος· Δίκαιοι, λέγοντος, εἰς τὸν αιῶνα ζῶσι, καὶ ἀπὸ τῶν ἱερῶν Εὐαγγελίων· Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ήσεται. Μὴ μόνον γοῦν ἡμεῖς τῶν ὁσίων μνημονεύομεν, ἀλλὰ καὶ τῇ τοῦ Θεοῦ μνημοσύνῃ τούτους ἀνατίθεμεν. Μετὰ ταῦτα, καὶ πῶς ἡ θεία μνήμη γίνεται, λέγει· τὸ γὰρ λεγόμενον ἐν προφήταις, Ἀναμνῆσαι ἐνώπιον Κυρίου, οὐχ οὔτως δὲ $0=3 $8=240 $9=1 νοεῖη, ὡς τῆς μνήμης τοῦ Θεοῦ ἀνανεουμένης ἐν τῇ Φαντασία τοῦ ἡγεμονικοῦ, ὅπερ ἐπὶ τῶν σαρκ ποοσ. δεδεμένων νοερῶν, τοῦτ´ ἔστιν ἡμῶν, συμβαίνει· ἀλλὰ μνήμη Θεοῦ λέγοιτο ἂν εἰκότως ἡ γνῶσις τοῦ Θεοῦ, καθ´ ἢν γινώσκει τοὺς τελείους, θεοειδεῖς ἐν μύτῶ γιγνομένους δι´ ἐναρέτου βίου, καὶ ἀξιωθέντας τῆς ἀνεπιλήστου περὶ αὐτῶν γνώσεως, καθὼς παρεστῶσι καὶ τὰ παρατεθέντα θεῖα ῥητά· Τίμιος δὰ ἑναντίον Κυρίου ὁ τῶν ὁσίων θάνατος, οὐ καθ´ δ ἀπλῶς θάνατος καὶ διάζευξις ψυχῆς ἀπὸ σώματος, ἀλλὰ καθότι οἱ θεῖοι ἄνδρες τελειοῦνται ἐν ὁσιότητι· ὥσπερ λέγομεν καὶ τιμίαν ἄλυσιν, οὐ καθ´ αὐτὴν τὸ τίμιον ἔχουσαν, ἀλλὰ διότι περιετέθη ὑπὲρ αὐτῆς τῆς εὐσεβείας τῷ κηρύττοντι τὴν εὐσέβειαν. Κἀκεῖνο δὲ τὸ τῆς πρὸς τὸν Χριστὸν ἐνώσεως ἀδιαίρετον τῶν ἀγίων παρίστησιν, ὅτι τῶν τιμίων δωρεῶν ἐπιτεθεισῶν, ἀδιαστάτως ἡ τῶν ὁνομάτων ἀνακήρυξις γίνεται. Κἔ Χ. Τούτων οὖν γεγονότων, νίπτεται τὰς χεῖρας ὁ ἰεράρχης ἔμπροσθεν τῶν ἱερῶν συμβόλων ἐστὼς, καὶ μετ´ αὐτοῦ ἅπαντες οἱ ἱερεῖς. Ἐ δὲ τῆς συντάξεως ἀνάγνωσις καθ´ ὑπερβατόν ἐστιν, ὅτι μὲν οὖν ὁ λελουμένος οὐ χρήζει ἀπονίπτεσθαι ἕτερα μέρη, εἰ μὴ τὰ ἄκρα καὶ τὰ ἔσχατα· ἀφ´ ἦς δὴ ἀπονίψεως ἐν καθαρᾷ ἕξει γενόμενος, ἄχραντον ποιήσεται τὴν πρὸς τὸν Θεὸν ἐπιστροφὴν, ὁ ἱερὸς λουτὴρ ὁ ἐν τῷ νόμῳ εἰρημένος, καὶ ἡ νῦν ἀπόνιψις τῶν χειρῶν, δηλοῖ· τοῦτο γάρ ἐστι´ τὸ ὑπαινίσσεται. Ὡς γὰρ ὁ νόμος εἶχε λουτῆρα, οὔτως ἐνταῦθα ἡ ἀπόνιψις γίνεται τῶν χειρῶν. Ὁ δὲ ἅγιος καὶ τὸ τὰς χεῖρας νίπτεσθαι ἀνάγει· δηλοῦται γὰρ ἐντεῦθεν ἡ μέχρι τῶν ἐσχάτων ἀκροτάτη κάθαρσις· ἔσχατα γὰρ καὶ ἄκρα τοῦ σώματος αἱ χεῖρές εἰσι. Διὰ τοῦτο γὰρ λέγει καὶ τὸ Ἄσχετος ἔσται, δηλονότι ἀπόλυτος, ὡς μὴ τῇ ἤττονι ἀγωγῇ καὶ διαθέσει συνεχόμενος. Εἰ γὰρ καὶ τὰς ἐσχάτας τῆς ψυχῆς φαντασίας καθαρθήσονται, φανερωτέρας ἔξουσι, τὰς θεοφανείας, τῶν ὑπερκοσμίων καὶ θείων μαρμαρυγῶν ἑφιέντωνντὶ τοῦ ἐφιεισῶν τὴν οἰκείαν αἴγλην εἰς τὴν τῶν ὁμοειδῶν κατὰ χάριν ἐσόπτρεων ἀγλαὶαν. Ἔσοπτρα δὲ λέγει τὰς τῶν ἁγίων ψυχὰς ὡς τοῦ θείου φωτὸς δεκτικὰς, καὶ τῆς κρείττονος λήξεως ἀφομοιωματικάς. Ἀττικίζων δὲ, ὡς Ἀθηναῖος, συνέταξε τὸ ῥητὸν, φάσκων, τῶν μαρμαρυγῶν ἐφιέντων τὴν οἰκείαν αἴγλην· οὕτω γὰρ καὶ ἐν τῷ ζʹ κεφαλαίω τῆς Οὐρανίου ἱεραρχίας πεποίηκε, κατὰ τὸ, Κλυτὸς Ἰπποδάμεια, καὶ Ψολόεντος ἐχίδνης. Διὰ τί δὲ ἐπίπροσθεν τῶν ἰερῶν συμβόλων ἡ τῶν ἱερέων ἀπόνιψις γίνεται; Ὡς ἐπὶ Χριστοῦ τοῦ πάσας ἐφορῶντος τὰς ἀνθρωπίνας ἐννοίας, τῆς ἀκροτάτης ὁριζομένης καθάρσεως ἐν τοῖς πανεπισκόποις ἀκριβασμοῖς, καὶ ταῖς ἀδεκάστοις τούτου κρίσεσιν· οὕτω τοιγαροῦν ἑνωθεὶς ὁ ἱεράρχης τοῖς θείοις, ἱερουργεῖ τὰ θειότατα. Τίνας μὲν οὖν τὰς εἰς ἡμᾶς θεουργίας φαμὲν(ηλονότι τὰς τοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν Χριστοῦ περὶ ἡμᾶς προνοίας, ἂς ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, εὐδοκίᾳ τοῦ Πατρὸς ἐν Πνεύματι ἁγίῳ ἐτελείωσεν, ἑξῆς κατὰ δύναμιν εἴπωμεν περὶ ὤν ἂν $0=3 $8=241 $9=1 καὶ δυνηθείημαν. Ὅσα δὲ παρὰ τῶν ἐνθέων ἱεραρχῶν ἱερουργούντων τὴν ἀναίμακτον θυσίαν ὑμνεῖται, ὡς ἡμῖν ἐφικτὸν. ἐροῦμεν. ἱΧΙ. Ἐ ἀνθρωπεία φύσις, ἀρχῆθεν τοῦ παραδείσου ἐξολισθήσασα, παρεδόθη τῷ θανάτιῳ· ἀκολούθως γὰρ ἡ παράβασις τὸν ἐξοιστρήσαντα τοῦ θείου θελήματος προπάτορα ταῖς ἀπάταις τοῦ πλάνου, τοῖς ἐναντίοις τῶν θείων ἀγαθῶν, τῷ θανάτῳ δηλονότι καὶ τῇ φθορᾷς. Ιδίαις ἐαυτοῖς ῥοπαῖς παραδέδωκε. Τί δέ ἐστι τὸ οἰκείαις ῥοπαῖς; Ἢγουν ἐπειδὴ ἀρχὴν τῆς συστάσεως ἐκ γῆς ἔσχομεν,τὸ γὰρ σωματικὸν ἡμῶν ἐξ αὐτῆς· ὴ εἰκότως μετὰ τὴν παράβασιν, καὶ τὸ τέλος πρόσφορον ἔσχομεν τῇ ἀρχῇ, εἰς γῆν ἀναλύοντες, ἐπειδὴ ἐῤῥέθη, Γῆ εἴ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἔγουν διὰ τὸ ἐπιφερόμενον τίθεται τὸ οἰκείαις ὁρμαῖς, ἢ δηλονὁτι προαιρετικαῖς καὶ αὐτεξουσίοις, καὶ τὸ ἐπιφερόμενον πάλιν καθ´ αὐτὸ νοεῖται. Ὃρα δὲ πῶς εἶπε τὸ Ἀναγώγου ζωῆς· ἀνάγωγος γὰρ ζωὴ λέγεται καὶ ἡ ἀκόλαστος καὶ ἀπαίδευτος, ὡς κακὴν ἀγωγὴν ἔχουσα· ἐνταῦθα δὲ τὴν τὰ ἄνω ζητοῦσαν, καὶ πρὸς Θεὸν επεστραμμένην φησίν. Ἐντεῦθεν ἡ φύσις πλανωμένη τῆς πρὸς Θεὸν εὐθείας ὁδοῦ, ἐλάνθανεν οὐ θεοὺς, οὐ φλους, ἀλλὰ δυσμενεῖς θεραπεύουσα, ὡν δὴ καὶ ἀφειδῶς αὐτῇ κατακεχρημένων κατὰ τὸ οἰκεῖον ἀνηλεὲς, ίγὰρ κακὸν οὐκ ἐποίησεν;] εἰς κίνδυνον ἀπωλείας ἐμπεπτώκει, ὅν δὴ καὶ ἀνυπαρξίανλέγει, δηλονότε θάνατον ψυχικόν. Ὁ γοῦν Θεὸς ἡμῶν δι´ οἰκείαν ἀπειροτάτην ἀγαθότητα, τὴν αὐτουργὸν οὐκ ἀπηνήνατο πρόνοιαν· ὅτι δηλαδὴ αὐτὸς ἦν ὁ τοῦ Θεοῆ Ἀόγος, ὁ ἀναμαρτήτως ἀναδεξάμενος τὰ ἡμέτερα, ὃς δὴ καὶ μείνας ἀλώβητος πάντη ὅπερ ἦν, μὴ ἐκστὰς τῆς ἰδίας ἔξεως,ξιν δὲ λέγει ἐνταῦθα οὐ ποιότητά τινα ἔμμονον, ἀλλὰ τὴν φυσικὴν αὐτὴν διαμονὴν καὶ κατάσχεσιν· τὴν πρὸς αὐτὴν ἡμῖν κοινωνίαν ἐδωρήσατο, καὶ κατέλυσε τὸ καθ´ ἡμῶν κράτος τῆς ἀποστατικῆς δυνάμεωςν καὶ πληθὺν λέγει, οὐ κατ´ ἀριθμὸν πάντως, ἀλλὰ διὰ τὸ ἀποστῆναι ποῤῥωτάτω τοῦ ἐνιαίου καὶ ὑπὲρ τὸ ἓν Θεοῦ], οὐκ ἐν ἰσχύΐ θεότητος. ἀλλ´ ἑν κρίσει καὶ δικαιοσύνῃ. Ἐπεὶ γὰρ δι´ ἁμαρτίαν παρεδόθημεν τῷ θανάτῳ, εὐρέθη αὐτὸς. ὁ Κύριος ἀναμάρτητος, καὶ τοῦ θανάτου δικαίως ἀνώτερος γέγονε. Καὶ ὥσπερ ἐξ ἐνὸς τοῦ πρώτου Ἀδὰμ ἦλθεν ἐπὶ πάντας τὸ βλαβερὸν, οὕτως ἐξ ἑνὸς πάλιν τοῦ δευτέρου Ἀδάμ, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ πάντας διέβη τὸ σωτήριον. Ἐντεῦθεν καὶ τὴν ἡμετέραν μετεσκεύασε φύσιν, τὸ ἀλαμπὲς ἑμπλήσας φωτὸς, τὸ ἀνείδεον καὶ ἀκαλλὲς κοσμήσας τὸ τῆς ψυχῆς οἰκητήριον σῶμα, πάντως μολυσμοῦ φθοροποιοῦ ἐλευθερώσας· καὶ ἔδειξεν ἡμῖν ὁδὸν ἀναγωγῆς πρὸς ἔ ΧΙί. Πῶς δὲ ἄλλως ἔμελλεν ἡ θεομιμησία γίνεσθαι. μὴ ἀνανεουμένων ἀεὶ τῶν τοιούτων ἱερῶν τελετῶν; Τοῦτο γὰρ ποιεῖτε, φησίν, εἰς τὴν ἐμλὴν $0=3 $8=242 $9=1 ἀνάμνησιν. Ὅρα δὲ, ὅτι ἐν τούτοις πάντα τὸν νοῦν τῆς μυστικῆς εὐχῆς περιλαμβάνει ὁ ἅγιος. Ἔνθεν ὲ θεῖος ἱεοάρνης τὰς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προνοίας ὑμνήσας, ἃς εὐδοκίᾳ Πατρὸς ἐν Πνεύματι ἁγίῳ ἐτελείωσε, καὶ ἀνατατικοῖς ὁφθαλμοῖς τὴν νοητὴν θεωρίαν ἐποπτεύσας, ἑπὶ τὴν συμβολικὴν ἱεβουργίαν, τουτέστι τὸν ἄρτον καὶ τὸ ποτήριον, ἔρχεται. Ἐξηγούμενος δὲ πῶς καὶ τοῦτο θεοπαραδότως ποιεῖ, φησὶν ἀπολογούμενος καὶ ἀναβοῶν πρὸς αὐτὸν, τὸ, ἀυ γὰρ εΙπας· Τοῦτο ποιεῖτε εἰ τὴν ἐμὴν ἀνάμνησιν. Εἶτα, αἰτήσας ἄξιος γενέσθαι καὶ τῆς κοινωνίας καὶ τῆς μεταδόσεως, ὑπ´ ὄψιν ἄγει τὰ ὑμνημένα, ἀνακαλύπτων τὸν ἀδιαίρετον ἄρτον, καὶ εἰς πολλὰ διαιρῶν. Ἐντεῦθεν καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου, πᾶσι καταμερίζει κατά τινα λόγον μυστικὸν καὶ αὐτὸ ποιούμενος· τῆ γὰρ ἓν καὶ ἀπλοῦν τοῦ θεαρχικωτάτου Λόγου πρὸς τὸ σύνθετον καὶ ὁρατὸν ἀναλλοιώτως κατὰ τὴν ἐνανθρώπησιν προελήλυθε, τὰ καθ´ ἡμᾶς ταπεινὰ τοῖς θειοτάτοις αὐτοῦ ἐνώσας, Οὕτω γὰρ ἑνούμεθα καὶ ἡμεῖς αὐτῷ, εἴπερ ὡς μέλη συναρμολογούμεθα κατὰ τὸ ταὺτὸν τῆς ἀλωβήτου καὶ μακαρίας ζωῆς· καὶ μὴ πάθοιμεν ὅπερ νεκρὸν μέρος σώματος, πρὸς ζῶν συντιθέμενον. Ὡς γὰρ ἐκεῖνο ἀνάρμοστον πάντη καὶ ἀκόλλητον καὶ ἀσύζωον γίνεται, οὔτω καὶ ἡμεῖς, εἴπερ οὔτω νεκρῶς ἔχοιεν οὐ συναρμολογηθησόμεθα τῷ ζῶντι Χριστῷ πώποτε· χρὴ γὰρ, εἰ τῆς κοινωνίας ἐφιέμεθα, εἰς τὴν αὐτοῦ θειοτάτην ζωὴν ἀποσκοπεῦσαι, καὶ οὕτω τῇ πρὸς αὐτὴν ἀφομοιώσει εἰς τὴν θεφιῶῆ ἕξιν ἀναῆραμεῖν, ἐναρμονίως δωρηθείσης ἡμῖν τῆς πρὸς τὸ ὄμοιον κοινωνίας. ἔ ΧΙ. Ταῦτα διὰ τῶν τελουμένων ὁ ἰεράρχης ἐμφαίνει, ἀνακαλύπτων καὶ διαιρῶν καὶ τῆς κοινωνίας μεταδιδούς· ἀναζωγραφεῖ γὰρ ἐν τοῖς συμβόλοις αἰσθητῶς τὴν νοητὴν ἡμῶν ζωήν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐκ τοῦ κατὰ τὸ θεῖου κρυφίου, δηλονότι τῆς ἀμεταβλήτου θεότητος, ἐν τῇ παντελεῖ καὶ ἀληθινῇ καὶ τελείᾳ σαρκώσει, ἐκ τῆς ἡμετέρας φύσεως εἰδοποιηθέντα, καὶ πρὸς τὴν μεριστὴν ὡς ὑλικὴν ἡμῶν φύσιν ἀναλλοιμώτως ἐκ τοῦ κατὰ φύσιν ἐνὸς, τοῦτ´ Κστι τῆς αὐτοῦ θεότητος, προελθέντα, καὶ εἰς μετουσίαν τῶν ἀγαθῶν αὐτοῦ τὴν ἀνθρωπίνην καλοῦντα ταπεινότητα, εἴπερ καὶ ἡμεῖς ἐπιτήδειοι φαινοίμεθα πρὸς τὴν κατὰ δύναμιν ἀφομοίωσιν. ΧΙν. Ἐντεῦθεν μετασχὼν ὁ ἰεράρνης, καὶ μεταδοὺς, εἰς εὐχαριστίαν καταλήγει. Πρῶτον δὲ μεταλαμβάνει, καὶ οὕτω μεταδίδωσιν· ὅτι δεῖ πρῶτον ἐν μετουσίᾳ γενέσθαι καὶ ἀποπληρώσει τῶν ἀγαθῶν, καὶ εἴθ´ οὔτω μεταδιδόναι· πρῶτον φωτισθῆναι, καὶ οὗτω φωτίσαι. Διὸ καὶ τοῦτο δὴ ποριζόμεθα, ὅτι κακῶς πριοῦσιν οἴτινες, διδακτοὶ μὴ ὄντες Θεοῦ, διδάσκειν ἐπιχειροῦσιν. Ἰς γὰρ ἐπὶ τῶν ἡλιακῶν ἀκτίνων καὶ τῶν ὑέλων ἔχει, ὅτι πρῶτον τὸ φῶς δέχονται οἱ ὕελοι, ἡ τὸ κέρας, ἢ ἄλλο τι τῶν διαφανῶν, καὶ εἶθ´ οὔτω τὸ φῶς πρὸς τὰ ἄλα ἐποχετεύουσιν· οὕτο καὶ ἐπὶ τοῦ $0=3 $8=243 $9=1 θείου φωτὸς καὶ τῶν διδασκάλων, πρῶτον ὀφελει φωτοειδὴς ὁ διδάσκαλος εἰναι, καὶ ἔπειτα ἐπιχειρεῖν φωτίζειν ἐτέρους διὰ τῆς διδασκαλίας. Πῶς γὰρ πρὸ τῆς θείας ἐπιπνοίας καὶ κρίσεως ἀρμοστὴς ἀναδειχθήσεται; Ἀρμοστὴν δὲ ἔλεγον οἱ Λακεδαιμόνιοι τὸν καθιστάμενον ὑπ´ αὐτῶν ἄρχοντα τῶν ὑποκειμένων αὐτοῖς πόλεων, παρὰ τὸ ἀρμόζειν τοὺς ἀρχομένους ζῇν κατὰ νόμους. Ὅθεν καὶ ἀρμοστῆρας πάλιν ἐκάλουν οἱ Ἀθηναῖοι τοὺς εἰς τὸ εὖ ζὴν διατάττοντας, Διὸ καὶ ἐνταῦθα ἀρμοστὴν καλεῖ τὸν τῆς Ἐκκλησίας ἄρχοντα. ἔ Χv. Αοιπὸν ἐν τούτοις ἡ πᾶσα τῶν ἱερῶν διακόσμησιςδιακόσμησιν δὲ λέγει πάντα τὰ τῆς Ἑκκλησίας τάγματα καὶ τοῖς θειοτάτοις κοινωνήσασα μετ´ εὐχαριστίας καταλήγει, ἐν τῷ ἐπιγνῶναι ὑμνοῦσα τὰς χάριτας· ὥστε οἱ ἀγνῶτες οὐκ ἂν εὐχαριστήσαιεν, καίτοι κατ´ οἰκείαν φύσιν ἀξίων ὄντων τῶν δώρων παρὰ πάντων εὐχαριστεῖσθαι. Ἀλλὰ, ὄπερ καὶ πρώην ἔλεγον, ἐκεῖνοι ἐκ τῆς ἐπὶ τὰ χείρω νεύσεως, οὐδὲ προσβλέψαι τοῖς δώροις θέλοντες, ἁχάριστοι πρὸς τὰς ἀπείρους διαμεμενήκασι χάριτας, Οὐ τοῦτο δὲ λέγει, ὅτι εἴπερ ἤθελον, ἔτυχον· ἀλλ´ Ἐτι οὐδὲ τὴν πρώτην πρὸς τὸ φῶς τῆς διδασκαλίας ἠθέλησαν ἀπιδεῖν· ἐξ οὖ καὶ τῶν δώρων στερίσκονται, καὶ πάσης ἄλλης ἀγαθουργίας τῆς τοὺ ἀγαθοῦ Πνεύματος χάριτος. Γεύσασθε γὰρ, φησὶ, καὶ Ιδετε. Ὅθεν καὶ οἱ γευσάμενοι, τὸ τῆς μετοχῆς μέγεθος ἐποπτεύοντες, καὶ ὧν ἔτυχον ἀναλογιζόμενοι, εἰκότως καὶ εὐχαριστεῖν οὐ διαλείποιεν πώποτε, ΚΕΦΑΛΑΙΟΝ Δ. νν ἐν τῷ μύρῳ τελουμένων, καὶ τῶν ἐν αὐτῷ τελειουμένων. ΙΤοσαῦτα τῆς ἀγιωτάτης συνάξεώς ἐστι, καὶ οὕτω καλὰ τὰ νοητὰ θεάματα τὴν πρὸς τὸ ἑν ἡμῶν, ώς πολλάκις εἰρήκαμεν, ἰεραρχικῶς ἱερουργοῦντα κοινωνίαν καὶ σύναξιν· ἀλλ´ ἔστι ταύτης ὁμοταγὴς ἐτέρα τελεσιουργία· μύρου τελετὴν αὐτὴν οἱ καθηγεμόνες ἡμῶν ὀνομάζουσι. Τὰ μέρη τοίνυν αὐτῆς εν τάξει κατὰ τὰς ἰερὰς εἰκόνας ἐπισκοπήσαντες, οὕτω πρὸς τὸ ἓν αὐτῆς διὰ τῶν μερῶν ἱεραρχικαῖς θεωρίαις ἀναχθησόμεθα. $0=3 $8=244 $9=1 Η Μυστήριον ταλετῆς μύρου. Κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον, αἱ τῶν ἀτελειώτεωων ἁπολύονται τάξεις, προηγησαμένων δηλαδὴ τῆς τε ἱεραρχικῆς ἐπὶ πᾶν τὸ ἱερὸν εὐόσμου τεριαγωγῆς, καὶ τῆς ψαλμικῆς ἱερολογίας, καὶ τῆς Κτῶν θειοτάτων Λογίων ἀναγνώσεως. Εἶτα τὸ μύρον ὁ ἰεράρχης λαβὼν ἐπιτίθησι τῷ θείῳ θυσιαστηρίῳ, περικεκαλυμμένον ὑπὸ δυοκαίδεκα πτέρυξιν ἱεραῖς, ἀναβοώντων ἁπάντων ἁγιωτάτῃ φωνῇ τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα· καὶ τὴν ἐπ´ αὐτῷ τελουμένην εὐχὴν ἀποπληρώσας, ἐν ταῖς ἀγιωτάταις τῶν ἀφιερουμένων τελεταῖς αὐτῷ χρῆται πρὸς πᾶσαν σχεδὸν ἰεραρχικὴν τελεσιουργίαν. Κ. Θεωρία. Ἐ μὲν οὖν εἰσαγωγικὴ τῆς τελειωτικῆς ταύτης ἰερουργίας ἀναγωγὴ διὰ τῶν κατὰ τὸ θεῖον μύρον ερῶς δρωμένων ἐκεῖνο, οἶμαι, δηλοῖ, τὸ περικεκαλύφθαι τῶν ὁσίων ἀνδρῶν τὸ κατὰ νοῦν ἱερὸν καὶ εὐῶδες· ἤτις ἐνθέως ἐγκελεύεται τοῖς ἱεροῖς ἀνδράσι, μὴ φαινομένας ἔχειν ἐπὶ δόξῃ κενῇ τὰς κατ´ ἀρετὴν τοῦ κρυφίου Θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις, Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ Θεοῦ κρύφιαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι, καὶ νοητῶς ἐμφαίνονται μόνοις τοῖς νοεροῖς, ὁμοειδεῖς ἔχειν ἐθέλουσαι τὰς κατ´ ἀρετὴν ἐν ψυχαῖς ἀπαραφθάρτους εἰκόνας, Το γὰρ τῆς θεοειδοῦς ἀρετῆς ἀπαράγραπτον εὖ μεμεμημένον ἄγαλμα, πρὸς ἐκεῖνο τὸ νοητὸν καὶ εὐῶδες ἀφορῶν κάλλος, οὕτως ἑαυτὸ τυποῖ καὶ διαπλάττει πρὸς τὸ κάλλιστον μίμημα. Καὶ καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων, εἰ πρὸς τὸ ἀρχέτυπον εἶδος ὁ γραφεὺς ἀκλινῶς εἰσορᾷ, πρὸς μηδὲν ἄλλο τῶν ὁρατῶν ἀνθελκόμενος ἢ κατά τι μεριζόμενος, αὐτὸν ἐκεῖνον, ὅστις ἐστὶ, τὸν γραφόμενον(θέμις εἰπεῖν, διπλασιάσει, καὶ δείξει τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, καὶ τὸ ἁρχέτυπον ἐν τῇ εἰκόνι, καὶ ἑκάτερον ἐν ἐκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον· οὔτω τοῖς φιλοκάλοις ἐν νῷ γραφεῦσιν ἡ πρὸς τὸ εὐὥδες καὶ κρύφιον κάλλος ἁτενὴς καὶ ἁπαρέγκλιτος θεωρία τὸ ἀπλανὲς δωρήσεται καὶ θεοειδέστατον Γνδαλμα. Εἰκότως οὖν πρὸς τὴν ὑπερουσίως εὐώδη καὶ νοητὴν εὐπρέπειαν οἱ θεῖοι γραφεῖςθ τὸ νοερὸν ἐαυτῶν ἀμεταστρέπτως εἰδοποιοῦντες, οὐδεμίαν δρῶσι τῶν ἐν αὐτοῖς θεομιμήτων ἀρετῶν εἰς τὸ θεαθῆναι, κατὰ τὸ λόγιον, τοῖς ἀνθρώποις· ἀλλ´ ἱερῶς ἐπο πτεύουσιν, ὡς ἐν εἰκόνι, τῷ θείῳ μύρῳ τὰ τῆς Ἐκκλησίας ἰερώτατα περικεκαλυμμένα· διὸ καὶ αὐτοί, ὸ κατ´ ἀρετὴν ἰερὸν καὶ θεοειδέστατον εἴσω τοῦ θεομιμήτου καὶ θεογράπτου νοὸς ἱερῶς περικαλύπτοντες, πρὸς μόνην ἀποβλέπουσι τὴν ἀρχέτοπον νόησιν· οὐδὲ γὰρ ἀθέατοι μάνον εἰσὶ τοῖς ἀνομοίοις, $0=3 $8=245 $9=1 ἀλλ´ οὐδ´ αὐτοὴ πρὸς τὴν ἐκείνων καθέλκονται θέαν. Ὅθεν ἑαυτοῖς ἀκολούθως, οὐδὲ τῶν δοκούντων εἰκῆ καλῶν καὶ δικαίων, ἀλλὰ τῶν ὄντως ὄντων ἐρῶσινοὐδὲ πρὸς δόξαν ὁρῶσι τὴν ὑπὸ πλήθους ἀλόγως μακαριζομένην, ἀλλὰ τὸ καλὸν ἢ χεῖρον ἐφ´ ἑαυτοῦ θειομιμήτως κρίναντες, ἀγάλματα θεῖα τῆς θεαρχικωτάτης εἰσὶν εὐωδίας, ἤτις ἐφ´ ἑαυτῆς τὸ ἀληθῶς ο εὐῶδας ἔχουσα πρὸς τὸ τοῖς πολλοῖς ἀνομοίως δοκοῦν οὐκ ἐπιστβέφεται, ταῖς ἀληθέσιν αὐτῆς εἰκόσιν ἐντυποῦσα τὸ ἀνυπόκριτον. θέρε δὴ λοιπὸν, ἐπειδὴ τὴν ἐκτὸς εὐπρέπειαν ἐθεασάμεθα τῆς ὅλης καλῆς ἱερουργίας, εἰς τὸ θειότερον αὐτῆς ἀποβλέψωμεν κάλλος, αὐτὴν ἐφ´ ἑαυτῆς ἀποκαλυψαμένην τὰ παραπετάσματα, θεώμενυε τὴν μακαρίαν ἀποστλβουσαν ἐμφανῶς αἴγλην, καὶ τῆς ἀπερικαλύπτου τοῖς νοεροῖς ἀποπληροῦσαν ἡμᾶς εὐωδίας. Οὐδὲ γὰρ ἡ φαινομένη τοῦ μύρου τελετουργίαδ τοῖς περὶ τὸν ἱεράρχην ἐστὶν ἀκοινώνητος ἢ ἀθέατος, ἀλλὰ τοὺναντίον ἄχρις αὐτῶν διήκουσα, καὶ Ιστῶσα τὴν ὑπὲρ τοὺς πολλοὺς θεωρίαν, ὑπ´ αὐτῶν ἱερῶς περικαλύπτεται, καὶ τῆς πληθύος ἰεραρχικῶς ἀποδιαστέλλεται. Τοῖς γὰρ ἐνθέοις ἀνδράσιν ἡ τῶν πανιέρων ἀκτὶς, ὡς συγγενέσι τοῦ νοητοῦ Ἰ, καθαρῶς καὶ ἀμέσως ἐλλάμπουσα, καὶ τὰς νοερὰς αὐτῶν ἀντιλήψεις ἀπερικαλύπτως εὐωδιάζουσα, πρὸς τὸ φειμένον οὐκέτι ὁμοίως πρόεισιν, ἀλλ´ ὑπ´ αὐτῶν, ὼς κρυφίων τοῦ νοητοῦ θεωρῶν, ἀνεκπομπεύτως εἰς τὸ τοῖς ἀνομοίοις ἄχραντον, ὑπὸ πτερωτοῖς αἰνίγμασι συγκαλύπτεται· δι´ ὧν ἱερῶν αἰνιγμάτων αἱ τῶν ὑποβεβηκότων εὔκοσμοι τάξεις ἀνάγονται πρὸς τὴν καε αὐτὰς ἱερὰν ἀναλογίαν. Ἔστι δὴ οὖν, ὅπερ ἔφην, ἡ νῦν ὑμνουμένη παρ´ ἡμῶν ἰερὰ τελετουργία τῆς τελειωτικῆς τῶν ἱεραρχικῶν] τάξεως καὶ δυνάμεως· διὸ καὶ ταύτην οἱ θεῖοι καθηγεμόνες ἡμῶν, ὡς ὁμοταγῆ καὶ ταὐτουργὸν τῷ τῆς συνάξεως ἱερῷ τελεστηρίῳ, ταῖς αὐταῖς εἰκόσιν ὡς τὰ πολλὰ καὶ μυστικαῖς διακοσμήσεσι καὶ ἱερολογίαις διετάξαντο. Καὶ τὸν μὲν ἱεράρχην ὡσαύτως ὄψῃ τὴν ἀπὸ τοῦ θειοτέρου τόπου καλὴν εὐωδίαν εἰς τὰ ἑξῆς ἱερὰ προφέροντα, καὶ τῇ πρὸς τὸ ταύτὸν ἀναλύσει διδάσκοντα, τῶν θείων τὴν μετουσίαν ἐν ἅπασι μὲν γίγνεσθαι κατ´ ἀξίαν τοῖς ἱεροῖς, ἀμείωτον δὲ εἰναι καὶ ἀκίνητον πάντη, καὶ εἴσω τῆς κατὰ θείαν ἴδρυσιν ἰδιότητος ἀπαραλλάκτως ἑστηκυῖαν. Ἐπίσης δὲ πάλιν αἱ τῶν Λογίων ψδαὶ καὶ ἀναγνώσεις, τοὺς μὲν ἀτελέστους μαιεύονται $0=3 $8=246 $9=1 τρος ζωηφόρον υἱοθεσίαν, ἐπιστροφὴν δὲ ἱερὰν ποιοῦνται τῶν ἐναγῶς ἐνεργουμένων, ἀφαιροῦσί δὲ τὴν ἐναντίαν πτοίαν καὶ θέλξιν ἐκ τῶν ἀνάνδρως ἐνεργουμένων, τὸ τῆς θεοάιδοῦς ἕξεως καὶ δυνάμεως, ἀκρότατον ἀναλόγως αὐτοῖς ὑποδεικνῦσαι· καθ´ ἣν ἐκδειματώσουσι μᾶλλον αὐτοὶ τὰς ἐναντίας δυνάμεις, καὶ τῆς ἐτέρων ἰατρείας προστήσονται, τὸ θεὸμεμήτως ἀκίνητον μὲν ἐκ τῶν οἰκείων καλῶν, πρὸς δὲ τὰς ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον, ἀλλὰ καὶ δωρούμενοι· τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τῷ μὴ αὖθις ὑπὸ κακίας ἀλῶναι· τοὺς δὲ πρὸς τὸ εἶναι πανάγνους ἐνδεεῖς τελέως ἀποκαθαίρουσι· τοὺς δὲ ἱεροὺς ἄγουσιν ἐπὶ τὰς θείας εἰκόνας καὶ ἐποψίας αὐτῶν καὶ κοινωνίας· ἐστεῶσι δὲ τοὺς πανκέρους, ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἀποπληροῦσαι τὸ ἑνοειδὰς αὐτῶν τοῦ Ενὸς, καὶ ἐνοποιοῦσαι. Τί δὲ; Οὐχὶ καὶ τὰς μὴ πάντη καθαρὰς, ὧν ἤδη μνήμην ἐποιησάμεθα, τάξεις, ἀμιγῶς ἀπολύει, κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον, ἡ παροῦσα νῦν ἱερὰ τελετουργία ὃ, μόνοις ἐν εἰκόσιν ὁρωμένη τοῖς ἱεροῖς ὴ, καὶ πρὸς μόνων ἀμέσως τῶν πανιέρων ἱεραρχικαῖς ἀναγωγαῖς ἐποπτευομένη καὶ ἱερουργουμένη; Ταῦτα μὲν οὐν ἤδη πολλάκις ἡμῖν εἰρημένα περιττόν ἐστιν, ὡς οἶμαι, τοῖς αὐτοῖς ἐπανα.κυκλεῖν λόγοις, καὶ μὴ πρὸς τὰ ἑξῆς μεταβῆναι τὸν ἱαράρχην ἐνθέως ὁρῶντας ὑπὸ δυοκαίδεκα πτέρυξι περοιεκαλυμμένον ἱχοντα τὸ θεῖον μύρον, καὶ τὴν παναγεστάτην ἐπ´ αὐτῷ τελείωσιν ἱερουργοῦντα. Λέγωμεν τοίνυν, ὡς ἡ τοῦ μύρου σύνθεσις συναγωγή τίς ἐστιν εὐπνόων ὑλῶν ἐν ἑαυτῇ πλουσίως ἔχουσα ποιότητας εὐόσμους, ἦς οἱ μετασχόντες εὐωδιάζονται, κατὰ τὴν ἀναλογίαν τοῦ ποσοῦ τῆς ἐγγενομένης αὐτοῖς τοῦ εὐώδους μεθέξεως. Πεπείσμεθα δὲ εἶναι τὸν θεαρχικώτατον Ἰησοῦν ὑπερουσίως εὐώδη, νοηταῖς διαδόσεσι τὸ νοερὸν ἡμῶν ἀποπληροῦντα θείας ἡδονῆς. Εἰ γὰρ ἡ τῶν αἰσθητῶν εὐωδῶν ἀντίληψις, εὐπαθεῖν ποιεῖ καὶ τρέφει σὺν ἡδονῇ πολλῇ τὸ τῶν ὀσφραντῶν ἡμῶν διακριτικὸν, εἴπερ ἀβλαβές τε ἐ εἴη καὶ πρὸς τὸ εὐῶδες ἐν συμμετρίᾳ κατάλληλον, ἀναλόγως ἄν τις φαίη καὶ τὰς νοερὰς ἡμῶν δυνάμεις πρὸς τὴν ἐπὶ τὸ χεῖρον ὕφεσιν ἀπαραφθάρτως διακειμένας, ἐν τῇ τοῦ ἐν ἡμῖν κριτικοῦ φυσικῇ ῥώσει, κατὰ τὰ θεουργικὰ μέτρα καὶ τὴν κατάλληλον τοῦ νοὸς πρὸς τὸ θεῖον ἐπιστροφὴν, ἐν ἀντιλήψει τῆς θεαρχικῆς εὐωδίας γίνεσθαι, καὶ εὐπαθείας ἱερᾶς $0=3 $8=247 $9=1 πληροῦσοαι καὶ θειοτάτης τροφῆς. Οὐκοῦν ἡ τοῦ μύροο συμβολικὴ σύνθεσις, ὡς ἐν μορφώσει τῶν ἀμορφώτων, αὐτὸν ἡμῖν ὑπογράφει τὸν Ἰησοῦν πηγαῖον ὄντα τῶν θείων εὐωδῶν ἀντιλήψεων ὄλβον, ἀναλογίαις θεαρχικαῖς εἰς τὰ θεοειδέστατα· τῶν νοερῶν ἀναδόντα τοὺς θειοτάτους ἀτμοὺς, ἐφ´ οἷς οἱ νόες εὐπο.-θῶς ἡδόμενοι, καὶ τῶν ἱερῶν ἀνγιλήψεων ἀποπληρούμενοι, τροφῇ νοητῇ χρῶνται, τῇ πρὸς τὸ νοερὸν αὐτῶν εἰσδύσει τῶν κατὰ θείαν μέθεξιν εὐωδῶν δια- δόσεωνς Τστι δὲ. ὡς οἷμαι, δῆλον, ὅτι ταὶς ὑπὲρ ἡμᾶς ολσίαις, ὡς θειοτέραις, ἡ τῆς πηγαίας εὐωδίας ἀνάδοσις ἐγγυτέρα πώς ἐστι, καὶ μᾶλλον αὐτὴν ἐκφαίνεε καὶ διαδίδωσιν εἰς τὸ διειδέστατον αὐτῶν, καὶ εὐεκτικὸν τῆς κατὰ νοῦν ἀντιληπτικῆς δυνάμεως ἀφθόνως ὑπερβλύζουσα, καὶ πολυπλασίως· εἰσδυομένη· πρὸς δὲ τὰ τῶν νοερῶν ὑφειμένα, καὶ μὴ ὡσαύτως δεκτικὰ, τὴν ὑπερτάτην ἀχράντως ἁποκρύψασα θέαν καὶ μέθεξιν, ἀναλόγοις τῶν μετεχόντων ἀτμοῖς ἐν συμμετρίᾳ θεαρχικῇ διαδίδοται. Τῶν ὑπὲρ ἡμᾶς οὖν ἁγίων οὐσιῶν ἡ τόσον ὑπερκειμένη τῶν Σεραφὶμ τάξις, ἐν τῇ τῶν πτερύγων δυοκαιδεκάδι σημαίνεται, περὶ τὸν Ἰησοῦν ἑστῶσα καὶ ἱδρυμένη, τοῖς μακαριμωτάτοις αὐτοῦ θεάμασιν, ὡς θεμιτὸν, ἐπιβάλλουσα, καὶ τῆς νοητῆς διαδόσεως ἱερῶς ἐν πανάγνοις ὑποδοχαῖς ἀποπληρουμένη, καὶ τὴν πολυύμνητον, αἱς σθητῶς εἰπεῖν, ἀσιγήτοις στόμασιν ἀνακράζουσα θεολογίαν· ἡ γὰρ ἱερὰ τῶν ὑπερκοσμίων νοῶν γνῶσις ἀκάματός τέ ἐστι, καὶ ἀκατάληκτον ἔχει τὸν θεῖον ἔρωτα, κακίας τε ἅμα πάσης ὑπέρκειται, καὶ λήθης· ὅθεν, ὡς οἶμαι, τὸ τῆς ἀσιγήτου κραυγῆς ὑπαινίσσεται τὴν αἰώνιον αὐτῶν καὶ ἀμετάστατον ἐν συντονίᾳ πάσῃ καὶ εὐχαριστίᾳ τῶν θείων ἐπιστήμην καὶ νόησιν. Τὰς μὲν οὖν ἀσωμάτους τῶν σεραφὶμ ἰδιότητας ἐκν τολς Λογίοις αἰσθηταῖς εἰκόσι τῶν νοητῶν ἐκφαντὸ ρικαῖς ἰερῶς ἀναγεγραμμένας, ἐν τοῖς διακόσμοις τῶν ὑπερουρανίων ἰεραρχιῶν, ὡς οἶμαι, καλῶς ἐθεασάμεθα, καὶ τοῖς σοῖς νοεροῖς ὀφθαλμοῖς ὑπεδείξαμενὅμως ἐπειδὴ καὶ νῦν οἱ τὸν ἱεράρχην ἱερῶς περιεστῶτες, αὐτὴν ἡμῖν ἐκείνην ἀποτυποῦσι τὴν ὑπερτάτην διακόσμησιν ἐν ἐπιτομῇ, καὶ νῦν ἀὔλοτάτοις ι εσι τὴν θεοειδεστάτην αὐτῶν ἀγλαίαν ἀψόμεθα. $0=3 $8=248 $9=1 Τὸ μὲν οὖν ἀπειροπρόσωπον αὐτῶν καὶ πολύπουν αωαντορικόν ἐστιν, ὡς οἷμαι, τῆς πολυθεάμονος αὐτῶν εἰς τὰς θειοτάτας ἐλλάμψεις ἴδιότητος, καὶ τῆς ἀεικινήτου καὶ πολυπόρου τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν, ὡς τὰ Λόγιά φησιν, ἐξαπλῆν θέσιν, οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι, κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ´ ὅτι τῆς περὶ Θεὸν ὑπερτάτης οὐσίας καὶ τάξεως ἀναγωγικὰ καὶ ἀπόλυτα παντελῶς ἐστι καὶ ὑπερκόσμια, τὰ πρῶτα, καὶ μέσα, καὶ τελευταῖα τῶν νοερῶν αὐτῆς καὶ θεοειδῶν δυνάμεων. Ὅθεν ἡ τῶν Λογίων ἱερωτάτη σοφία, τὴν τῶν πτερῶν διάπλααιν ἱερογράφουσα, περὶ τὰ πρῶτα, καὶ τὰ μέσα, καὶ τοὺς πόδας αὐτῶν ἐντίθησι τὰ πτερὰ, τὸ καθόλου πτερωτὸν αὐτῶν αἰνισσομένη καὶ παντοδαπὸν τῆς ἐπὶ τὸ ὄντως ὃν ἀναγωγικῆς δυνάμεως. Εἰ δὲ τὰ πρόσωπα καὶ τοὺς πόδας καλύπτουσι, καὶ μένοις πέτονται μέσοις πτεροῖς, ἐννόησον ἰερῶς, ὃτι τοσοῦτον ἐξῃρημένη τῶν ὑπερτάτων οὐσιῶν ἡ τάξις εὐλαβής ἐστι περὶ τὰ τῶν νοήσεων ἐ αὐτῆς ὑψηλότερα καὶ βαθύτερα, καὶ μέσοις πτεροῖς ἐν συμμετρίᾳ πρὸς θεοπτίαν ἀνάγεται, τοῖς θείοις ζυγοῖς ὑποτιθεῖσα τὴν οἰκείαν ζωλν, καὶ πρὸς αὐτῶν ἱερῶς εὐθετουμένη πρὸς τὴν ἑαυτῆς ἐπιγνωμοσύνην. Τοδὲ τοῖς Λογίοις εἰρημένον, ὡς ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖνοοῖμαι δηλοῦν, ὅτι τῶν θεοπτικῶν αὐτῶν νοήσεων ἀλλήλοις ἀφθόνως μεταδιδόασι. Καὶ τοῦτο δὲ ἰερᾶς ἀξιώσωμεν μνήμης, ὡς ἡ τῶν Λογίων Ἑβραίαφωνὴ κατ´ ἐμφατικὴν ἐπωνυμίαν καλεῖ τὰς ἁγιωτάτας τῶν Σεραφὶμ οὐσίας, ἐκ τοῦ κατὰ θείαν καὶ ἀκίνητον ζωὴν διαπύρου καὶ ὑπερζέοντος. Χ Εἴπερ οὕν», ὡς οἱ τὰ Ἐβραίων ἀφερμηνεύσαντές φασιν, οἱ θειότατοι σεοαφὶμ ἐμπμησταὶ καὶ θερμαίνοντες ὑπὸ τῆς θεολογιας ὡνομάσθησαν, ἐκφαντορικῷ τῆς οὐσιώδους αὐτῶν ἕξεως ὀνόματι, τοῦ θείου μύρου κατὰ συμβολικὴν εἰκονογραφίαν ἀνακινητικὰς ἐχουόι δυνάμεις εἰς ἔκφανσιν αὐτὸ καὶ δραστικωτάρων ἀτμῶν διάδοσιν ἐκκαλουμένας. Ἡ γὰρ ὑπὲρ νοῦν εὐώδης οὐσία πρὸς τῶν διαπύρων καὶ καθαρωτάτων νοῶν εἰς ὅκφανσιν ἀνακινεῖσθαι φιλεῖ, καὶ τὰς θειστάτας αὐτῆς ἐπιπνοίας ἐν πανολβίαις διαδόσεσιν δωρεῖται τοῖς οὓτως αὐτὴν ὑπερκοσμίως ἐκκαλουμένοις. Οὐκοῦν ἡ θειοτάτη τῶν ὑπερουρανίων οὐσιῶν $0=3 $8=249 $9=1 τάξις, οὐκ ἠγνόηκε τίν υκαρχικώτατον Ἰησοῦν εἰς τὸ ἁγιάζεσθαι κατεληλυνότα· νοεῖ δὲ αὐτὸν ἱερῶς ἐν τοῖς καθ´ ἡμᾶς ἐαυτὸν ὑφεντα διὰ θείαν καὶ ἄῤῥητον ἀγο. ότητα, καὶ πρὸς τοῦ Πατρὸς, αὐτοῦ ἠ τε καὶ τοῦ Πνεύματος, ἀνθρωποπρεπῶς ἁγιαζόμενον ὀρῶσα, τὴν οἰκείαν οἶδεν ἀρχὴν, ἐν οἷς ἂν θεαρχικῶς δρᾷ, τὸ κατ´ οὐσίαν ἀναλλοίωτον ἕχουσαν. Ὅθεν ἡ τῶν ἰερῶν συμβἄλων παράδοσις ἀγιαζομένῳ τῷ θείῳ μύρῳ τοὺς σεραφὶμ παρίστησιν, ἀπαράλλακτον εἰδυῖα καὶ διαγράφουσα τὸν Χριστὸν. ἐν τῇ καθ´ ἡμᾶς ὁλικῇ πρὸς ἀλήθειαν ἐνανθρωπήσει. Καὶ προσέτι τὸ θειότερον, ὅτι τῷ θείῳ μύρῳ χρῆται πρὸς παντὸς ἱεροῦ τελεσιουργίαν, ἐναργῶς ποδεικνύουσα Ῥ, κατὰ τὸ Λόγιον, ἀγιάζοντα τὸν ἁγιαζόμενον, ὡς ἀεὶ ταὐτὸν ὄντα ν ἑαυτῷ κατὰ πᾶσαν τὴν θεαρχικὴν ἀγαθουργίαν. Δὸ καὶ τῆς ἰερᾶς θεογενεσίας ἡ τελεσιουργὸς δωρεὰ καὶ χάρις, ἐν ταῖς τοῦ μύρου τελεῖται θειοτάταις τελειώσεσιν. Ὅθεν, ὡς οἶμαι, καὶ τῷ καθαρτικῷ βαπτιστηρίῳ τὸ μύρον ἐν σταυροειδέσι βολαῖς ἐπιχέων ὁ ἱεράρχης, ὑπ´ θψιν ο ἄγει τοῖς θεωρητικοῖς ὀφθαλμοῖς, ἄχρις ἂν καὶ αὐτοῦ θανάτου διὰ σταυροῦ τὸν Ἰησοῦν ὁπὲρ τῆς ἡμῶν θεογενεσίας καταδυόμενον αὐτῇ τῇ θείᾳ καὶ ἀκρατήτῳ καθόδῳ, τοὺς εἰς τὸν θάνατον αὐτοῦ κατὰ τὸ κρύφιον λόγιον βαπτιζομένους ἐκ τῆς τοῦ φθοροποιοῦ θανάτου παλαιᾶς καταπόσεως ἀγαθοπρεπῶς ἀνασπῶντα καὶ ἀνακαινίζοντα πρὸς ἔνθεον καὶ αἰώνιον ὕπαρξιν. Ἀλλὰ μὴν καὶ αὐτῷ τῷ τελεσθέντι τὴν ἱερωτάτην τῆς θεογενεσίας τελετὴν τὴν τοῦ θεαρχικοῦ Πνεύματος ἐπιφοίτησιν, ἡ τοῦ μύρου δωρεῖται τελειωτικὴ χρίσις, ὑποτυπούσης, ὡς οἶμαι, τῆς ἱερᾶς τῶν συμόόλων εἰκονογραφίας, ὑπ´ αὐτοῦ τοῦ δι´ ἡμᾶς ἀνθρωποπρεπως τῷ θεαρχικῷ Πνεύματι καθαγιασθέντος, ἀναλλοιώτῳ τῆς οὐσώδους θεότητος εξει, τὸ θειότατον Πνεῦμα χορηγούμενον Καὶ τοῦτο δὲ ἱεραρχικῶς ἐννόησον, ὅτι καὶ τοῦ θείου θυσιαστηρίου τὴν ερὴν τελείωσιν ἡ τῶν ἁγιωτάτων τελεῶν θεσμοθεσία, ταῖς τοῦ ἱερωτάτου μύρου τελετουργεῖ παναγέσιν ἐπιχύσεσιν. Ἔστι δὲ ὑπερουράνιος καὶ ὑπερούσιος ἡ θεωρία, πάσης τῆς θεουργικῆς ἡμῶν ἀγιαστείας ἀρχὴ καὶ οὐσία καὶ τελεσιουργὸς δύναμις. Εἰ γάρ ἐστι τὸ θειότατον ὑμῶν θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ κατὰ τὸ Λόγιον ἀφιερούμενοι, καὶ μυστικῶς ὀλοκαυτούηενοι, τὴν προσαγωγὴν ἔχομεν, ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον θυσιαστήριον(ν ᾧ $0=3 $8=250 $9=1 τὰ τελοὺμενα τελεῖται, καὶ ἁγιάζεται πρὸς αὐτοῦ τοῦ θειοτάτου μύρου τελούμενον· ἁγιάζει γὰρ ὄ ὃπὴρ ἡμῶν ἐαυτὸν· ὁ παναγιώτατος Ἰησοῦς, καὶ κάσης ἡμᾶς ἀγιαστείας ἀποπληροῖ, τῶν ἐπ´ αὐτῶν Ρ τελουμένων οἰκονομικῶς εἰς ἡμᾶς, ὡς θεογεννήτους, λοιπὸν ἀγαθουργικῶς διαβαινόντων. θεν, ὡς οἷμαι, κατὰ νοῦν ἱεραρχικὸν θεοπαραδότως οἱ θεῖοι τῆς καθήμᾶς ἰεραρχίας καθηγεμόνες τὴν πάνοεμνον ταύτην ἰερουργίαν μύρου τελετὴν ἐκ τοῦ τελουμένου πραγματικῶς ὀνομάζουσιν, ὡς ἄν τις φαίη Θεοῦ τελετὴν, ἐκατέρῳ νῷ τὴν θείαν αὐτῆς τελετουργίαν ὑμνοῦντες. Ἔστι γὰρ αὐτοῦ τελετὴ καὶ τὸ δι´ ἡμᾶς ὰνθρωποπρεπῶς ἁγιάζεσθαι, καὶ τὸ θεουργικῶς ἁπαντα τελεῖν καὶ ἁγιάζειν τὰ τελούμενα. Τὸ δὲ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελώδημα, φασὶν οἱ τὰ Ἑβραὶων εἰδότες, τὸ αἶνος Θεοῦ δηλοῦν, ἢ τὸ Ανεῖτε τὸν Κύριον. Ἀπάσης οὖν ἐερᾶς θεοφανείας καὶ θεουργίας· ἐν τῇ ποικίλῃ συνθέσει τῶν ἱεραρχικῶν συμβόλων ἱερογραφουμένης, οὐκ ἀνάρμοστόν ἐστι μεμνῆσθαι τῆς θεοκινήτου τῶν προφητῶν ὑμνολογίας· διδάσκει γὰρ εὐαγῶς τε ἅμα καὶ ἰεροπρεπῶς, αἴνων ἱερῶν ἀξίας εἶναι τὰς θεαρχικἀς Ρ ἀγαθουργίας, $0=3 $8=251 $9=1 Π. Χνείενι. Ι. Τοσαῦτα τὰ νοητὰ θεάματα τῆς ἱερᾶς συνάξεώς εἰσι. Σημείωσαι δὲ, ὅτι σύναξιν μόνην τὴν λειτουργίαν φησὶ, καθ´ ἣν τῶν θείων μυστηρίων κοινωνοῦσιν οἱ ἄξιοι· ἐπὶ τούτῳ γὰρ καὶ τὸ ὄνομα λαμβάνει, οὐ διὰ τὸ συνάγεσθαι τὸν λαὸν, καθὼς οἰηθείη τις, ἀλλὰ διὰ τὴν πρὸς τὸ ἓν κοινωνίαν, καθ´ ἣν τῷ Σωτῆρι Χριστῷ, ὡς μέλη τῇ κεφαλῇ συναγόμεθα. Ἀλλὰ Ἐστιν ὁκοταγὴς ταύτης ἡ τοῦ μύρου ἑτέρα τελετή· καὶ αὕτη γὰρ ἐν τῇ θείᾳ ἰερουργίᾳ τελεῖται. Τὰ μέρη τοίνυν αὐτῆς τὴν καθ´ ἕκαστον τάξιν, πῶς τόδε δηλαδὴ πράττεται, καὶ τόδε, καὶ τόδεταῦτα γὰρλέγει καὶ εἰκόνας ἐπισκοπήσαντες, οὕτως ἐπὶ τὸ ἕν αὐτῆς, τοῦτ’´ ἔστι τὸ νοητὸν καὶ πνευματικὸν, ἀναχθησόμεθα. Μήποτε δὲ, ἐπεὶ τὸ νοητὸν ἐν λέγει, τὰς αἰσθητὰς εἰκόνας μέρη φησὶν ὡς αἰσθητικωτέρας, καθ´ ἂς ἡ ἡμετέρα γνῶσις μερίζεται, καὶ οὐ μέρη τὰ καί ἕκαστα τῆς τελετῆς, καθὼς ἐλέγομεν ἀνωτέρω. Ιi.Μυστήριον. Καθὼς ἔλέγομεν ἐν τῇ συνάξει, ὅτι θυμιᾷ ὁ ἐπί σκοπος πᾶσαν τὴν ἐκκλησίαν, ἀπὸ τοῦ θυσιαστηρίου ἀρχόμενος καὶ καταλήγων εἰς τὸ θυσιαστήριον, $0=3 $8=252 $9=1 αῖ τε ὡδαὶ, καὶ αἱ ἀναγνώσεις, καὶ ἡ τῶν κατηχουμένων ἀπόλυσις γίνεται· τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὰ τοιαῦτα τελοῦνται. Εἰτα, τὸ μύρον ὁ ἱεράρχης λαβὼν, ἐπιτίθησι τῷ θείῳ θυσιαστηρίῳ, περικεκαλυμμένον ῥιπίσιν ἀγίαις ὡς πτέρυξι δυοκαίδεκα, ἀναβοώντων πάντων τὸ Ἀλληλούϊατοῦτο γὰρ λέγει μελῴδημα τῆς ἐν τοῖς προφήταις ἐπιπνοίας τρῦ παναγίευ Πνεύματος,, καὶ ἀποπληρώσας τὴν ἐπ´ αὐτῷ εὐχὴν, χρῆται λοιπὸν πρὸς πᾶσαν σχεδὸν ἱεραρχικὴ τελεσιουργίαν. Ιi. Θεωρία. ἔ Ι Καθὼς καὶ ἐν τοῖς προτοῦ πεποίηκε, καὶ πρῶτον ἔλεγε τὴν εἰσαγωγικὴν ἀναγωγὴν πρὸς ψυχαγωγίαν τῶν ἔτι τελουμένων, καὶ μὴ δυναμένων πρὸς ὑψηλοτέραν ἀναχθῆναι θεωρίαν· οὕτω ποιεῖ καὶ ἐνταῦθα. Ἡ γοῦν τοῦ θείου μύρου, φησί, περικάλυψις κατὰ ἀναγωγὴν εἰσαγωγικὴν, ἐκεῖνο, οἶμαι, δηλοῖ, τὸ περικεκαλύφθαι πᾶσαν κατὰ νοῦν πρᾶξιν εὐώδη· ἥτις δὲ ἡ ἀναγωγὴ ἐγκελεύεται, μὴ φαινομένας ἔχειν ἐπὶ δόξῃ κενῇ τὰς νοητὰς εὐωδίας, καὶ ἀφομοιώσεις τοῦ κρυφίου Θεοῦ. Ἄχραντοι γάρ εἰσιν ἀπὸ τῶν τοῦ κόσμου, καὶ μόνοις τοῖς νοεροῖς ἐμφαίνονται αἱ θεῖαι καὶ εὐώδεις εὐπρέπειαι, καὶ ὁμοειδεῖς θέλουσιν ἔχειν, οὐκ ἀνθρώπους σαρκὶ ζῶντας, ἀλλὰ τὰς ἐν κρυφίαις ψυχαῖς ἀπαραφθάρτους εἰκόνας, ὅτε δηλαδὴ τὸ κατ´ εἰκόνα μένει ἀλώβητον· τὸ γὰρ ἄγαλμα τῆς θεοειδοῦς ἀρετῆς οὐκ ἄλλως τὸ ἀπαράγραπτον ἕξει, εἰ μὴ εὖ μεμήσεται, καὶ πρὸς ἐκεῖνο τὸ νοητὸν καὶ εὐῶδες κάλλος τυπώσει ἑαυτό. Ὥσπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων, εἰ πρὸς τὸ ἀρχέτυπον κάλλος ὁ γραφεὺς ἀκλινῶς ἀφορᾷ μὴ περισπώμενος ἔνθεν κἀκεῖθεν, ἐξακριβάσει τὸ μίμηματοῦτο γάρ ἐστι τὸ διπλασιάσει ποιήσει γὰρ καὶ ἄλλο οἷον ἐκεῖνο, πλὴν τοῦ τῆς οὐσίας διαφόρου, τὸ μὲν γὰρ ἀληθινὸν ἔμπνουν, τὸ δὲ τοῦ ζωγράΚφου ἔργον· οὔτω καὶ τοῖς γραφεῦσι τοῖς πνευματικοῖς ἡ πρὸς τὸ ἀρχέτυπον καὶ εὐῶδες κάλλος ἀκλινὴς θεωρία τὸ ἀπλανὲς δωρήσεται ἴνδαλμα. Καλῶς οὖν οἱ ὅσιοι γραφεῖς, ἀμεταστρέπτως εἰδοποιοῦντες τὸ ἴδιον, τὸ νοερὸν, οὐ φροντίσουσι τῆς ἔξω περιπλανήσεως. Ἔ ξουσι γοῦν τὸ θεῖον μύρον περικεκαλυμμένον ὡς εἰκόνα, πρὸς τὰς τῆς Ἐκκλησίας διατάξεις, ἐπὶ τὸ μὴ πομπεύειν ἅπαν ἀγαθὸν ἔργον εἰς κενὴν τῶν ἀνθρώπων δόξαν· διὸ καὶ αὐτοὶ, τὸ κατ´ ἀρετὴν ἱερὸν εἴσω τοῦ νοὸς περικαλύπτοντες κατὰ τὸ κεκαλυμμένον μύρον, πρὸς μόνην ἐκείνην τὴν ἀρχέτυπον ἀποβλέπουσι νόησιν. Οὐδὲ γὰρ ἀθέατοι μόνον εἰσὶ τοῖς πολλοῖς, οὓς καὶ ἀνομοίους λέγει· οἱ γὰρ ὅμοιοι, ἀλλήλοις τῆς ἀρετῆς κοινωνήσουσι, καὶ οὐ βλαβήσονται παρ´ ἀλλήλων· ἅμα γὰρ καὶ ἀμφότεροι τὴν θείαν διώκουσι δόξαν, καὶ οὐ τὴν τῶν ἀνθρώπων. Οὐ τοίνυν ἀθέατοι μόνον εἰσὶ τοῖς πολλοῖς, ἀλλ´ οὐδ´ αὐτοὶ οὗτοι ζητοῦσι βλέπειν ἐκείνους, οὐχ ὅτι μὴ προνοοῦντες ἐκείνων, ἀλλ´ ὅτι μὴ ζητοῦντες παρ´ ἐκείνων ὡφεληθῆναι· ὅθεν ἀκολούθως τῇ ἰδίᾳ Ηξει οὐκ ἐρῶσι τῶν δοκούντων, ἀλλὰ τῶν ὄντωνπεὶ γὰρ τῶν ἄλλων διίστανται, πῶς ζητήσουσι τὸ δοκεῖν, μὴ ὄντων τῶν δοκούντων μηδόλως;] ἀλλὰ τὸ καλὸν καὶ τὸ μὴ ἐφ´ ἑαυτοῦ· καὶ καθὼς ἔχει φύσεως κρίνοντες, ἀγάλματα τῆς θείας εὐωδίας εἰσὶν, ἤγουν αὐτοῦ τοῦ θεοῦ, ὅς δὴ τὸ καλὸν ἐφ´ ἑαυτοῦ ποιῶν, εἰς πάντας οὐκ i. Σοκίεκρίαιῖο. $0=3 $8=253 $9=1 ἐπιστρέφεται, τοῦτ´ ἕστιν, οὐ φροντίζει κενοδόξως τῶν μὴ ἀποδεχομένων ἑσθ´ ὅτε τὰς παρ´ αὐτοῦ κρίσεις· οὐ γὰρ ἐπιτηδεύει δόξαν ἔχειν παρὰ ἀνθρώποις. Κ Η. Ἐπειδὴ τὴν εἰσαγωγικὴν θεωρίαν εἴπομεν, Κφησὶ, φέρε λοιπὸν εἰς τὸ θειότερον καὶ ὑψηλότερον κάλλος αὐτῆς ἀποβλέψωμεν, καὶ ἀποκαλυψάμενοι τὰ παραπετάσματα, αὐτὴν τὴν νοητὴν αἴγλην Θεασώμεθα, καὶ τῆς ἐκεῖθεν εὐωδίας ἐμφορηθῶμεν. Οὐδὲ γὰρ, ἐπειδὴ τοῖς πολλοῖς ἐστιν ἀθέατος ἡ τοῦ μύρου τελεσιουργία, ἤδη καὶ τῷ ἱεράρχῃ οὕτως ἔσται, ἢ τοῖς περὶ αὐτόν· ἀλλ´ αὐτὴ μὲν ἄχρις αὐτῶν διαφέρει τὴν περὶ αὐτῆς θεωρίαν, αὐτοὶ δὲ ὡς τιμίαν ἐκείνην καὶ ὑπὲρ τοὺς πολλοὺς περικαλύπτουσι, καὶ ἀπὸ τῶν πολλῶν διαστέλλουσι. Πολλάκις γὰρ ἐν τῷ Περὶ τῶν θείων ὀνομάτων ἐδηλώσαμεν, τί νοητὸν καὶ τί νοερόν. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι τοῖς περὶ τὸν ἐπίσκοπον ἁγίοις οὖσιν, ὡς συγγενέσι τοῦ νοητοῦ φωτὸς, οὶ γὰρ ἡμέρας οὕτοι καὶ τέκνα φωτός, ἀποκαλύπτει ὁ Θεὸς, οὐ δι´ ἑτέρου διδασκαλίας, ἀλλ´ αὐτὸς αὐτοὺς φωτίζων τὸ μυστήριον τῆς θεωρίας· διὸ αὐτοῖς οὐ περίκειται κάλυμμα κατὰ τοῦ θείου μύρου, ἀλλ´ ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν Ἀπόστολον, θεωροῦσι τὰ μυστήρια· τοῖς δὲ μὴ τελείοις χρεία συμβόλων. Διὸ αὐτοί εἰσιν οἱ τὸ μύρον ταῖς ἱεραῖς πτέρυξι περισκέποντες, καὶ τῆς πληθύος ἀποδιαστέλλοντες. Θεωροὺς δὲ καλεῖ τοὺς ἐπισκόπους, ἐπειδὴ καὶ παρ´ Ἔλλησι θεωροὶ ἐκαλοῦντο οἱ προβαλλόμενοι παρὰ πάντων ἐπερωτᾷν Θεὸν περὶ μελλόντων, καὶ θυσίας ὑπὲρ αὐτῶν Κπροσφέρειν, καὶ ἐξιλεοῦσθαι ὑπὲρ αὐτῶν. Ἀνομοίους δὲ καλεῖ τοὺς ἀτελεῖς τοῦ λαοῦ· τοῦτο γὰρ αὐτῷ ἔθος. Οὐδὲ γὰρ καὶ τοῖς ἱερωμένοις, φησὶ, πρὸς τὸ ὑφειμένον καὶ περικεκαλυμμένον ἡ τελετὴ πρόεισιν, ὥσπερ τοῖς πολλοῖς· ἀλλὰ παρ´ ἐκείνων διὰ τοὺς πολλοὺς συγκαλύπτεται, ἵνα καὶ αὐτοὶ διὰ τῶν αἰνιγμάτων ἀναλόγως τῇ ἰδία ἕξει ἀνάγωνται. ἔ ΙΗ. Ἔστιν οὖν καὶ ἡ τοιαύτη ἰερὰ τελετὴ, μία τῶν ἱεραρχικῶν τάξεων καὶ δυνάμεων, διὸ καὶ ὁμοταγής ἐστι τῇ τῆς συνάξεως τελετῇ. Καὶ ὄψει κἀνταῦθα τὸν ἀρχιερέα ἀπὸ τοῦ θυσιαστηρίου ἀρχόμενον θυμιᾷν, καὶ περιερχόμενον, καὶ εἰς αὐτὸ πάλιν καταλήγοντα, καὶ διδάσκοντα ἐντεῦθεν, τὴν θείαν μετουσίαν, ἐπὲ πάντας προερχομένην, καθ´ ἑαυτὴν ἀμείωτον μένειν, καὶ μηδὲν τῆς οἰκείας ταυτότητος ἐξίστασθαι. Ἐπίσης αἱ ψαλμῳδίαι καὶ αἱ ἀναγνώσεις γίνονται, καὶ τοὺς ἀτελέστους μαιευόμεναι, καὶ τοὺς ἐνεργουμένους ὑπὸ πνευμάτων ἐπιστρέφουσαι, καὶ τὴν ἐναντίαν σύμπτυξιν οῦτο γὰρ λέγει πτοίαν καὶ θέλξιν τῶν ἐν ἁμαρτίαις, ἀφαιρούμεναι, ὑποδεικνῦσαι τούτοις, καὶ διδάσκουσαι πῶς περιγενήσονται τῶν ἐναντίων οὗτοι, καὶ τοῖς ἄλλοις ἰατροὶ θεομιμήτως φανήσονται, καὶ μὴ μόνον ἕξουσιν ἐφ´ ἑαυτοῖς τὸ κατὰ τῆς ἐναντίας πτοίας καὶ φόβου δραστήριον, ἀλλὰ καὶ ἄλλοις δωρήσονται τοῖς ἐπιστρεφομένοις καὶ μετανοοῦσι, δύναμιν ἐντιθέμεναι πρὸς τὸ μὴ καὶ αὖθις ἁλῶναι, τοὺς ἔτι ἐνδεεῖς πρὸς τὸ πάναγνον οὐς δὴ καὶ τῶν λαῖκῶν ἑλέγομεν ἄνωθεν, $0=3 $8=254 $9=1 τελέως ἀποκαθαίρουσαι, τοὺς δὲ ἱεροὺς ἑστιῶσαι· διὰ ταῦτα γὰρ καὶ κοινῶς αἱ ψαλμφδίαι καὶ αἱ ἀναγνώσεις γίνονται. ἔΙΝ. Τὸ ἄὲ, Τί δὲ, οὐχὶ καὶ τὰς μὴ κάντη καθαρὸς, ἐρωτηματικῶς προενεκτέον, ἵν´ ἐπιφέρηται τὸ Ναὶ, πάντως· λέγει γὰρ, Τί δέ,οὐχὶκαὶ ἡ τελετὴ αὕτη, κατὰ τὴν τῆς συνάξεως τελετὴν, ἀπολύει ἔξω που σοὺς μὴ καθαροὺς, καὶ πρὸς μόνων τῶν πανιέρων ἐποπτεύεται; Καὶ τοῦτο πάντως. Ἀμιγῶς δὲ εἶπεν, ὡς ἂν εἶ ἔλεγε· Διὰ τοῦτο ἁπολύει τοὺς μὴ καθαροὺς, ἵνα ἀμιγῶς ἀπὸ τούτων ἱερουργῆται παρὰ τῶν καθαρῶν. Ταῦτα πολλάκις ἐῤῥέθησαν παρ´ ἡμῶν, καὶ περιττὸν οἶμαι πάλιν λέγειν περὶ αὐτῶν, μὴ τὸν ἱεράρχην ἐντεῦθεν ὁρῶντας, πῶς ἔχοντα τὸ πάναγνον μύρον ταῖς πτέρυξι περικαλύπτεται. Αέγομεν τοίνυν, ὡς ἡ τοῦ μύρου σύνθεσις ἐξ ὑλῶν εὐωβεστάτων συνάγεται, ἡς οἱ μετασχόντες εὐωδιάζονται κατὰ τὸ ποσὸν τῆς μεθέξεως. Ὁ γοῦν θεαρχικώτατος Ἰησοῦς, οὗ τὸ ὄνομα μύρον ἐκκενωθὲν, ὡς ὑπερουσίως εὐώδῃς, ἀναπίμπλησι θείας ἡδονῆς τοὺς μετέχοντας. Εἰ γὰρ ἡ τῶν αἰσθητῶν εὐωδῶν Ισ, εὐωδιῶν]ἀντίληψις εὑπαθεῖν ποιεῖ, εἰμόνον ὑγιὲς τὸ ὁσφραντικὸν ἔχομεν, ἀναλόγως φαίη τις ἂν καὶ τὰς νοιρὰς ἡμῶν δυνάμεις, καὶ τὸ τῆς ψυχῆς διακριτικὸν, τῆς θείας εὐωδίας ἀντιλαμβάνεσθαι, εἴπερ ἀπαραφθάρτως ἔχουσιν. Ἡ γοῦν τοῦ μύρου σύνθεσις αὐτὸν ἡμῖν ὑπογράφει τὸν ἀμόρφωτον ἐν μορφώσει τὸν δεσπότην Χριστὸν, τὴν πηγὴν τῆς εὐωδίας, ἀναδιδόντα τὰς θείας ἀποφορὰς ταῖς θεοειδέσι ψυχαῖς, ἐφ´ αἷς οἱ νόες ἡδόμενοι, χρῶνται τροφῇ νοητῇ τῇ εὐωσίᾳ ταύτῃ. ξθ Εἰπὼν δὲ νόσς, καθολικῶς καὶ ἐπὶ τῶν ἀγγέλων καὶ ἐφ´ ἡμῶν λαμβανομένης τῆς λέξεως, ἤδη ποιεῖται καὶ τὴν διαφορὴν, ὅτι ἐκεῖσε μὲν πολλαπλασίως εἰσδύεται, ὡς ἔγγιστα οὐσῶν τῶν οὐρανίων δυνάμεων, καὶ εὐεκτικῶς ἐχουσῶν πρὸς τὴν τοιαύτην θείαν μετάληψιν· πρὸς δὲ τοὺς ἀνθρώπους τοὺς μὴ ὡσαύτως δεκτικοὺς κατ´ ἀναλογίαν· τοῦτο γάρ ἐστι τὸ Ἐν συμμετρίᾳ διαδίδοται. Τῶν δὲ οὐρανίων δυνάμεων ἡ τόσον ὑπερκειμένηκαὶ ὄρα καὶ ἐνταῦθα πῶς τὰ σεραφὶμ πάντων ὑπερκείμενα λέγει· ἐν τῇ τῶν πτερύγων δυοκαιδεκάδι σημαίνεται. Καίτοι γε εἰπεῖν τις ἔχει ἐνταῦθα, οὐ δωδεκάδα ἑκάστῳ, ἀλλ´ ἐξάδα τῶν πτερων ἐπιτίθησιν ἡ Γραφὴ, ἢ δηλονότι διὰ τὸ εἰπεῖν τὸν προρήτην· Ἕξ πτέρυγες τῷ ἐνὶ, καὶ ἑξ πτέρυγες τῳ ἐνὶ, καὶ σύναμα τῶν δύο εἰπεῖν. Αὕτη γοῦν ἡ ὑπερτάτη τάξις τῶν ἀγίων σεραφὶμ περὶ Θεὸν ἰδρυμένη τὴν ἀσίγοτον ἀνακράζει θεολογίαν. Ἐξηγούμενος δὲ, τί τὸ ἀσίγητον, ἐπιφέρει· Ἡ γὰρ ἱερὰ γνῶσις ἀκάματός ἐστι, καὶ ἀκατάληκτον ἔχει τὸν θεῖον ἔρωτα, καὶ ὑπέρκκιται πάσης κακίας καὶ λήθης· ὥστε μήτε ἀπὸ κακίας σιγῆσαί ποτε ἑκουσίως, μήτε ἀπὸ λήθης ἀκουσίως. Καλῶὸς δὲ συνῆψε τῇ ἐπιστήμῃ τὴν νόησιν· ἡ γὰρ ἀκριύὴς περὶ οὐτινοσοῦν κατανόησις ἐπιστήμην τούτοο ἐργάζεται. $0=3 $8=255 $9=1 ἔ ΝΙ. Τὰ μὲν περὶ τῶν ἁγίων σεραφὶμ, καὶ ὅπως ἐν ταῖς Γραφαίς εἰκονιζόμενοι ἑκφαίνονται νοητῶς, ἐν τῷ Περὶ τῆς οὐρανίας ἰεραρχίας διελάβομεν ὅμως ἐπειδὴ οἱ περὶ τὸν ἱεράρχην ἰστάμενοι καὶ τὸ μύρον περικαλύπτοντες ἐκείνην ἀποτυποῦσι τὴν διακόσμησιν, εἴπωμέν τι ἐν συντόμῳ περὶ αὐτῶν. ἔ θΙi. Τὸ μὲν ἀπειροπρόσωπον αὐτῶν, ὡς τοῦτον μὲν ἀνθρωπείαν, τοῦτον δὲ βοείαν·, κἀκεῖνον λεοντος, καὶ ἄλλον ἀετοῦ, καὶ ἄλλον ἄλλως ἐμφαίνεσθαι τὸ πολυθέαμον αὐτῶν παρίστησι· πᾶσα γὰρ θέα ἐν τὴ ποσῶς ἀνακαλύψει τοῦ προσώπου γίνεται. Τὸ δὲ πολύπουν τὸ ἀεικίνητον καὶ πολύπορον τῆς θείας αὐτῶν νοήσεως· καὶ γὰρ τὸ εἰς πολλὰ νοεῖσθαι διὰ τῶν ποδῶν γίνεται. Τὴν δὲ ἔξαπλῆν θέσιν τῶν πτερῶν οὐκ ἀριθμὸν οἶμαι δηλοῦν, ὅτι οὗτος ὁ ἀριθμὸς τέλειός ἐστιν, ὡς τοῖς οἰκείοις μέρεσι συνιστάμενος,ρία γὰρ, καὶ δύο, καὶ ἕν, πάλιν ἓξ, ἅτινά εἰσιν ἥμισυ, τρίτον, καὶ ἕκτον, καθὼς ἑτέροις ἔδοξε· καὶ ἡμεῖς δὲ αὐτοὶ οὕτως ἐν τῷ Περὶτῆς οὐροωνίου ἰεραρχίας ἐλέγομεν ἐξηγούμενοι· ἀλλ´ ὅτι τὰ ἑξ εἰς τρεῖς δυάδας τέμνονται. Εἰσὶ δὲ καὶ ἐπὶ πάσαις οὐρανίαις δυνάμεσιν ἄμα, καὶ πάλιν ἐφ´ ἑκάστη διακοσμήσει, πρῶται καὶ μέσαι καὶ τελεινταῖαι· διὰ τοῦτο περιτίθενται ἓξ πτέρυγες, ἵνα δηλωθῇ καὶ τὸ ἀναγωγικὸν αὐτῶν διὰ τῶν διπλῶν πτερόγων, οὐ γὰρ αὐτάρκης ἡ μία. Καὶ τὸ καὶ τὰ πρῶκα, παὶ μέσα. καὶ τὰ τελευταϊα τῶν νοερῶν αὐτῶν δυνάμεων, εἰς αὐτὸν τὸν Θεὔν ἁνάγεσθαι, καὶ τῶν χαμερπῶν ἀπολύεσθαι, τοῦτο γὰρ δηλοῖ τὸ ἀπόλυτα, οὐ διότι εἰσὶν ἀπολελυμέναι καὶ αἱ ἕξ πτέρυγες, ἀλλ´ ὅτι τῶν χαμερπῶν ἀπολύονται. Τὸ καθόλου οὖν πτερωτὸν αἰνισσομένη ἡ θεία Γραφὴ, περιτίθησι καὶ ἄνω καὶ κάτω καὶ μέσον τὰς πτέρυγας. ἔ νΙi. Τί δέ ἐστι τὸ τὰς μὲν ἄνω καὶ τὸς κάτω πιστέλλεσθαι, τὰς δὲ μέσας ἐκτείνεσθαι; ὅτι εὐλαβής ἐστιν ἡ τάξις περὶ τὰ ὑψηλότερα καὶ βαθύτερα, ὑψηλότερα μὴ ζητουσα, καὶ βαθύτερα μὴ ἐρευνῶσα, μόνα δὲ τὰ μέσα καὶ σύμμετρα ζητοῦσα, ἀνάγεται, τῇ θείᾳ δικαιοσύνῃ ὑποτιθεῖσα τὴν οἰκείαν ζωὴν, καὶ παρ´ ἐκείνης εὐθετοῦσα τὰ καθ´ αὑτήν. Κἔ ΙΚ. Τὸ δὲ κράζειν ἔτερον πρὸς τὸν ἕτερον, τὸ τῆς μεταδόσεως τῶν νοήσεων ἄφθονον παριστᾷ. ὁ Κ. Ἐπεὶ δὲ καὶ ἐμπρησταὶ καὶ θερμαίνοντες ἐκ τῆς Ἑβραῖκῆς διαλέκτου μεθερμηνεύονται, ὅηλοῦται ἐντεῦθεν τὸ ἀνακινητικδν αὐτῶν τῶν τοῦ μύρον νοητῶν διαδόσεων· τῇ θέρμῃ γὰρ τοῦ πυρὸς πᾶν εὐῶδες ἀναλυόμενον τοὺς ἀτμοὺς ἀναδίδωσι· φιλεῖ γὰρ ἡ ὑπερτάτη καὶ εὐώδης οὐσία παρὰ τῶν διαπύρων καὶ καθαρωτάτων νοῶν κινεῖσθαι, εἰς τὴν τῆς νοητῆς αὐτῆς ἐπιπνοίας διάδοσιν, ὅπου γε καὶ κοινωνοὺς τῆς εὐφροσύνης τούτους ποιεῖται ἐπὶ ἐνὶ ἀμαρ τωλῷ μετανοοῦντι. Οὐκοῦν οὐδ´ αὐτοὶ οἱ ἄγγελοι ἠγνοήκασιν ὅτι ὁ ἁγιάζων αὐτὸς Ἰησοῦς καὶ ἡγιάσθη ποτὲ κατὰ τὸ ἀνθρώπτνον βαπτισδείς. Σημείωραι Ἐ τὴν τῶν ρητῶν ἀκρίβειαν, καὶ πῶς ἐφύλαξε τῆς σαρκὸς τὴν διαφοράν. Ὁ γὰρ ἀγιάγων Ἱησοῦς ὡς Θεὸς πάντα, καὶ αὐτὸς ὡς ἄνθρωπος ἡγιάσθη ὑπὸ τοῦ $0=3 $8=256 $9=1 Πατρὸς καὶ ὑφ´ αυτοῦ, ἐπαὶ καὶ Θεὸς, καὶ ἰπὸ τοῦ ἀγίου Πνεύμωτας, εἴδιῶν καὶ τῶν οὐρανίων τάξιων τὴν ἐδίαν ἄρχὴν, τοῦτ´ ἔστι τὸν αἴτιον αὐτῶν καὶ δημιουργὸν Ἰησοῦν, ὅτι καν ἀἁγιάζηται, ἀλλ´ οὖν καὶ οὔτως ὄχει τὸ κατ´ οὐσίαν ἀναλλοίωτον, Θεὸς γάρ. Νοοῦσι γὰρ αὐτὸν ἱερῶς, ὅτι ἐνηνθρώπησε· τὸ γὰρ ὑφέντα τὸ ἐνανθρωπήσαντα δηλοῖ. Καὶ εἰ ἀγιάζέται, ἀλλ´´ οὖν κατὰ τὸ ἀνθρώπινον ἀγιάζεται, διὰ τοῦτο πρόκειται· Καὶ ἅγιάζεται τὸ τίμιον μύρον τὸ σύμβολον τοῦ Δεσπότου Χριστοῦ, καὶ τὰ σεραφὶμ περιίστανται. Ἀπαράλλακτον δὲ εἶπεν, ἢ ὡς πρὸς τὸ κατὰ πάντα τῆς καθ´ ἡμλς φύσεως ὁμοιωθέντα ἡμῖν, χωρὶς ἁραρτίας, ἢ ὡς μὴ ὑπομείναντα παραλλαγὴν, ἢ τραπῆς ἀποσκίασμα κατὰ τὴν θεότητα, ἐν τῷ ἠροσλαβεῖν τὸ ἀνθρώπινον. Καὶ τὸ δὴ θειότερον τοῦτό ἐστιν, ὅτι τῷ θείῳ μύρῳ πρὸς πᾶσαν τελεσιουργίαν χρῆται ἡ ἱεραρχία, ὑποδεικνῦσα φανερῶς τὸν ἀγιαζόμενον Ἰησούν ἀγιάζοντα. Δὸ καὶ ἡ τοῦ ΒαπτίΚσματος χάριςοῦτο γάρ ἐστι τὸ κατὰ Θεὸν γεννηθῆναι· τελεκοῦται διὰ τοῦ μύρου σταυροειδῶς ἐπιχεομένου τῷ ῥαπτιστηρίῳ παρὰ τοῦ ἰεράρχου θεωροῦντος, νοητῶς αὐτὸ τὸ νοητὸν μύρον, τὸν Κύριον ἄχρι καὶ ανάτου καταὸυόμονον· τὸν γὰρ θάνατον ἡ κολυμβήθρα δηλοῖ. καὶ ἀνασπῶντα ἐν τῇ ἀκρατήτῳ καθόδῳ, καθότι οὐκ ἦν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, τοὺς εἰς τὸν ἄάίατον αὐτοῦ βαπτιζομένους. Κρύφιον δο λόγιον λέγει, ὅτι ἀπόκρυφος τοῖς πολλοῖς ἡ αἰτιολογάε τοῦ εἰς Χριστὸν βαπτίσματος. ἔ ΧΙ. Οὁ μὴν δὲ ἀλλὰ καὶ αὐτῷ τῷ βαπτισθέντι ἡ τοῦ μύρου χρίσις τὴν ἐπιφοίτησιν δωρεῖται τοῦ Πνεύματος; θηλουμένου ἐντεῦθεν, ἐπεὶ διὰ τῆς τοῦ μύρυ χρίσεως ἐπιφοιτᾷ τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ δὲ μύρον ἀστὶν ὁ Χριστὸς, ὅτι καὶ ὑπ´ αὐτοῦ δὴ τοῦ ἀνθρωποπρεπῶς τῷ ἁγίῳ Πνεύματι καθαγιασθέντος τὸ ἅγιον Πνέῦμα χορηγεῖται ὡς οἰκεῖον αὐτοῦ. Ὥοπερ δὲ ἐπὶ τῶν ἀγγέλων οὐσιώδεις ἀκούοντες ἕξεις, οὐ ποιότητας ἕἕωθεν κατὰ συμβεβηκὸς ἐπιγινομένας νοοῦμεν, φολλῷ μᾶλλον τοῦτο ἐπὶ Θεοῦ νοήσομεν· οὐ γὰρ δεἔόμεθα ποιότητα ἐπισυμβαίνουσαν τὴν ἕξιν, ἀλλ´ ἕξιν 2ὐσώδη θεότητος, τὴν φυσικῶς ἔχουσαν ἀφ´ ἑαυτης τὰ τῆς ἀγεθότητος ἅπαντα, ἐπείτοι γε καὶ ἡ θεότης ωὐτὴ οὐκ αὐτοουσία ἐστὶ τοῦ Θεοῦ, ἐλλὰ δόξα τις τῆς οὐσίας αὐτοῦ. ἑΧΙi. Ἐννόησον πάλιν ἄλλο, ὅτι καὶ αὐτὸ τὸ θεῖον δυσταστήριον ἐν τῷ τιμίῳ τελειοῦμεν μύρῳ Ἔστι δὲ ἡ τοιαύτη θοουρία ὑψηλὴ καὶ ὑπερούσιος, καὶ ἀρχὴ πάσης ἁγιαστείας καὶ τελεσυουργὸς δύναμις· ὅτι παυς καὶ αὐτὸ τὸ θειότατον θυσιαστήριον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, πρὸς ὃν ἅπας νοῦς θεῖος ἀφιεροῦται. Τύτε γὰρ, φησὶν ὀ ἄαυῖδ, ἁνοίσομεν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, τοὺς θείους δηλαδὴ νόας λέγων. Ὡς γὰρ ὁ μόσχος ἀφιεροῦτο· τὸ παλαιὸν, οὕτω καὶ οἱ θεῖοι νἄες, ἀφιεροῦνται Θεῷ, ἐν ᾧ τὴν προσαγωγὴν ἔχομεν, πάντως ὁλοκαυτούμενοι μυστικῶς· ἡ γὰρ προσμγωγὴ ἐπὶ τῶν ἐμψύχων θυσιῶν λέγεται, ἐν ᾧ ἁγιάΛΑΡΙΤ $0=3 $8=257 $9=1 v. Ι. Οε εαινοι ονίίηαια εοκεεειαιίοθε. θείου ἀγιὰζεται μύρου; Ἡ δῆλον, ὅτι ὥσπερ βαπτίζεται ὑπὲρ ἡμῶν, οὐκ αὐτὸς ἐῤῥυπωμένος ὢν τὸ σύνολον, ἀλλ´ ἡμᾶς ἐκκαθαίρων τῶν ῥύπων, καὶ πάσχει καὶ θνήσκει ὑπὲρ ἡμῶν, οὐχ ἀμαρτὼν αὐτὸς, ἀλλ´ ἡμᾶς τῆς ἀμαρτίας λυτρούμενος· οὕτω δὴ καὶ ἀγιάζει αὐτὸς ἑαυτὸν ὑπὲρ ἡμῶν, τὸ μύρον δηλαδὴ τὸ θυσαστήριον· καὶ λοιπὸν ὁ τοιοῦτος ἁγιασμὸς εἰς ἡμᾶς διαβαίνει συμφύτους γεγονότας αὐτῷ διὰ τοῦ θείου βαπτίσματος. Διὰ τοῦτο τὴν τοιαύτην ἱερουργίαν, καὶ μύρου τελετὴν ἐξ αὐτοῦ πραγματικῶς ὀνομάζουσιν· ἔμπροσθεν γὰρ ἐλέγομεν μυστήριον φωτίσματος καὶ μυστήριον συνάξεως, ἐνταῦθα δὲ μυστήριον τελετῆς μύρου. Εἰ γοῦν ἐλέγομεν μυστήριον μύρου, ἐλέγομεν ἂν μυστήριον Χριστοῦ, μύρον γὰρ ὁ Χριστός· ἀλλὰ μυστήριον τελετῆς μύρου, ὡς ἄν τις φαίη, μυστήριον τελετῆς Θεοῦ. Ἐπεὶ δὲ τελετὴ καὶ τοῦ τελοῦντος καὶ τοῦ τελουμένου λέγεται, ἐν ἑκατέρῳ νῷ ἐκλαμβάνομεν τὴν λέξιν, καὶ ὅτι δι´ ἡμᾶς ἀνθρωποπρεπῶς ἀγιάζεται, καὶ ὅτι ἅπαντα τὰ τελούμενα ἀγιάζει. Τὸ δὲ ἱερὸν μελῴδημα τῆς ἐν τοῖς προφήταις θείας ἐπιπνοίας τοῦ Πνεύματος, τὸ Ἀλληλούτα, φασὶν οἱ τὰ τῶν Ἐβραίων εἰδότες, αἰνον εἶναι Θεοῦ. Ἀπάσης οὖν ἰερουργίας τελουμένης, οὐκ ἀπεικός ἐστι μεμνῆσθαι Θεοῦ. Τοῦτο δὲ λέγει, ὅτι τὸ Ἀλληλούτα ψάλλεται ἐν τῇ τοῦ μύρου ἰερουργίᾳ. ΚΕΦΑΛΑΙΟΝ Εʹ. ερὶ τῶν ἰερατικῶν [τάξεων, δυνάμεών τε αὐτῶν καὶ ἐνεργειῶν] τελειώσεωμ Αὕτη μὲν ἡ θειοτάτη τοῦ μύρου τελετουργία· καιρὸς δ´´ ἂν εἴη μετὰ τὰς θείας ἰερουργίας, αὐτὰς ἐκθέσθαι τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποπληρώσεις, δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας καὶ τελειώσεις, καὶ τὴν ὑπ´ αὐτὰς τριάδα τῶν ὑπερβεβηκυιῶν τάξεων, ὅπως ἂν ἀποδειχθείη τῆς καθ´ ἡμᾶς ἰεραρχίας ἡ διακάσμησις, τὸ μὲν ἄτακτον καὶ ἀκόσμητον καὶ συμπεφορημένον, ἀμιγῶς ἀποδιαστέλλουσα καὶ ἀποκληροῦσα, τὸ κόσμιον δὲ καὶ τεταγμένον καὶ εὐσταθὲς, ἐν ταῖς κατ´ αὐτὴν ἀναφαίνουσα τῶν ἱερῶν τάξεων ἀναλογίαις. Καὶ τὴν μὲν ἁπάσης ἰεραρχίας τριαδικὴν διαίρεσιν $0=3 $8=258 $9=1 ἔΙ νν ταῖς ἤδη παρ´ ἡμῶν ὑμνημέναις ἱεραρχίαις, ὡς, οἷμαι, καλῶς ἐξεθέμεθα, φήσαντες ὡς ἡ καθ´ ἡμᾶς ἰερὰ παράδοσις ἔχει πᾶσαν ἱεραρχικὴν πραγματείαν εἰς τὰς θειοστάτας τελετὰς διαιρεῖσθαι, καὶ τοὺς ἐνθέους αὐτῶν ἐπιστήμονας καὶ μύστας, καὶ τοὺς ὑπ´ αὐτῶν ἐερῶς τελουμένους. Οὐκοῦν ἡ μὲν ἁγιωτάτη· τῶν ὑπερουρανίων οὐ σιῶν ἱεραρχία τελετὴν μὲν ἔχει τὴν κατὰ δύναμιν οἰκείαν Θεοῦ καὶ τῶν θείων ἀὕλοτάτην νόησιν, καὶ τὴν τοῦ θεοειδοῦς ὁλόκληρον καὶ εἰς, ὡς ἐφικτὸν, θεομέμητον ἕξιν· φωταγωγοὺς δὲ καὶ πρὸς τὴν ἱερὰν ταύτην τελείωσιν ἡγεμόνας, τὰς περὶ Θεδν πρωτίστας οὐσίας· αὗται γὰρ εἰς τὰς ὑποβεβηκυίας ἱερὰς τάξεις ἀγαθοειδῶς καὶ ἀναλόγως διαπορθμεύουσι τὰς δωρουμένας αὐταῖς ἀεὶ θεουργικὰς γνώσεις ὑπὸ τῆς αὐτοτελοῦς καὶ σοφοποιούντων θείων νοῶν θεαρχίας. Λἰ δὲ τῶν πρώτων οὐσιῶν ὑφειμέναι διακοσμήσεις, ὡς δι´ ἐκείνων ἐερῶς ἀναγόμεναι πρὸς τὴν θεουργὸν τῆς θεαρχίας ἔλλαμψιν, αἱ τελούμεναι τάξεις εἰσί τε καὶ ἀληθῶς ὀνομάζονται. Μετ´ ἐκείνην δὲ τὴν οὐρανίαν καὶ ὑπερκόσμιον ἱεραρχίαν, εἰς τὰ καθ´ ἡμᾶς ἀγαθουργικῶς ἡ θεαρχία τὰς ἱερωτάτας αὐτῆς δωρεὰς προφέρουσα, νηπίοις μὲν οὖσι, κατὰ τὸ λόγιον, ἐδωρήσατο τὴν κατὰ νόμον ἱεραρχίαν, ἀμυδραῖς των ἀληθῶν εἰκόσι, καὶ ποῤῥωτάτοις τῶν ἀρχετύπων ἀπεικονίσμασι, καὶ δυσθεωρήτοις αἰνίγμασι, καὶ τύποις οὐκ εὐδιάκριτον ἔχουσι τὴν ἐγκεκαλυμμένην αὐτοῖς θεωρίαν ἀνάλογον φῶς, ὡς ἀσθενέσιν βψεσιν ἀβλαβῶς ἐπιλάμψασα. Ταύτῃ δὲ τῇ κατὰ νόμον ἱεραρχίᾳ, τελετὴ μὲν ἡ πρὸς τὴν πνευματικὴν λατρείαν ἀναγωγή· χειραγωγοὶ δὲ πρὸς ταύτην οἱ τὴν ἁγίαν ἐκείνην σκηνὴν ὑπὸ Μωσέως ἱερῶς μυηθέντες, τοῦ πρώτου τῶν κατὰ νόμον ἰεραρχῶν μύστου καὶ ἡγεμόνος· πρὸς ἣν ἱερὰν σκηνὴν εἰσαγωγικῶς ἰερογράφῶν τὴν κατὰ νόμον ἱεραρχίαν, εἰκόνα τύπου δειχθέντος αὐτῷ κατὰ τὸ Σιναῖον? ὄρος ἐκάλει πάντα τὰ κατὰ τὸν νόμον ἱερουργούμενα. Τελούμενοιἓ δὲ οἱ πρὸς τῶν νομικῶν συμβόλων ἀναλόγως ἐπιτελεωτέραν μύησιν ἀναγόμενοι. Τὴν τελειοτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ´ ἡμᾶς ἱεραρχίαν φησὶν, ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἰερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ κοινωνικῶς τῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβανομένη, τῇ μὲν κοινωνοῦσα ταῖς νοεραῖς δὶ θεωρίαις, τῇ δὲ ὅτι καὶ συμβόλοις αἰσθητοῖς ποικίλλεται, καὶ δι´ αὐτῶν ἱερῶς ἐπὶ τὸ Θεῖον ἀνάγεται. Τὸ τρισσὸν δὲ ὡσαύτως ἔχει τῆς ἱεραρχικῆς διαιρέσεως, εἰς τὰς ἀγιωτάτας τῶν τελετῶν ἱερουργίας διαιρουμένη, καὶ τοὺς θεοειδεῖς τῶν ἱερῶν ὑπηρέτας, καὶ τοὺς ὑπ´ αὐτῶν ἀναλόγως ἐπὶ τὰ ἱερὰ προσαγομένους. Ἐκάστη δὲ τῶν τριῶν τῆς καθ´ ἡμᾶς ἱεραρχίας διαιρέσεως ἀκολούθως τῆ τε νομικῇ καὶ τῇ θειοτέρᾳ τῶν καθ´ ἡμᾶς ἱεραρχίᾳ, πρώτη καὶ μέση $0=3 $8=259 $9=1 καὶ τελευταία τάττεται δυνάμει, τῆς τε ἱεροπρεποῦς ἀναλογίας προμυθουμένη, καὶ τῆς ἀπάντων εὐκόσμου καὶ κατὰ τάξιν ἐναρμονίου καὶ συνδετικῆς κοινω νίας. Ἡ μὲν οὖν ἁγιωτάτη τῶν τελετῶν ἱερουργία πρώτην μὲν ἔχει θεοειδῆ δύναμιν τὴν ἱερὰν τῶν ἀτελέστων κάθαρσιν, μέσην δὲ, τὴν τῶν καθαρθέντων φωτιστικὴν μύησιν· ἐσχάτην δὲ, καὶ τῶν προτέρων συγκε. φαλαιωτικὴν, τὴν τῶν μυηθέντων ἑν ἐπιστήμη τῶν οἰκείων μυήσεων τελείωόιν. Ἡ δὲ τῶν ἱερουργῶν διακόσμησις ἐν μὲν τῇ δυνάμει τῇ πρώτῃ διὰ τῶν τελετῶν ἀποκαθαίρει τοὺς ἀτελέστους· ἐν τῇ μέσῃ ἅ, φωταγωγεῖ τοὺς καθαρθέντας· ἐν ἐσχάτῃ δὲ καὶ ἀαροτάτῃ τῶν ἱερουργῶν δυνάμεων ἀποτελειοῖ τοὺς τῶ θείῳ φωτὶ κεκοινωνηκότας ἐν ταῖς τῶν θεωρηθεισῶν ἐλλάμψεων ἐπιστημονικαῖς τελειώσεσιν, ὲ τῶν τελουμένων δύναμις ἡ πρώτη μὲν ἔστιν ἡ καθαιρομένη· μέση δὲ μετὰ τὴν κάθαρσιν ἡ φωτιζομένη, καί τινων ἰερῶν θεωρητική· τελευταία δὲ καὶ θειοτέρα τῶν ἄλλων ἡ τῶν ἱερῶν φωτισμῶν, ὧν ἐγέγόνει θεαρὸς, ἐλλαμπομένη τὴν τελειωτικὴν ἐπιστήμην. Τῆς μὲν οὖν ἁγίας τῶν τελετῶν ἱερουργίας ἡ τρισσὴ δύναμις ὕμνηται, τῆς μὲν ἱερᾶς θεογενεσίας ἐκ τῶν λογίων ἀποδειχθείσης καθάρσεως καὶ φωτιστικῆς ἐλλάμψεως· τῆς συνάξεως δὲ καὶ τῆς τοῦ μύρου τελετῆς, τελειωτικῆς τῶν θεουργιῶν γνώσεως καὶ ἐπιστήμης, δι´ ἦς ἱερῶς ἡ πρὸς τὴν θεαρχίαν ἐνοποιὸς ἀναγωγὴ καὶ μακαριωτάτη κοινωνία τελεσίσυργεῖται. Νῦν δὲ τὴν ἑερατικὴν διακόσμησιν ἐξῆς ἀφηγητέον, εἰς κα. θαρτικὴν καὶ φωτιστικὴν καὶ τελειωτικὴν εὐταξίαν διαιρουμένην Θεσμὸς μὲν οὗτός ἐστι τῆς θεαρχίας ὁ πανίερος, τὸ σιὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θειότατον αὐτῆς ἀνάγεσθαι φέγγος. Ἡ οὐχὶ καὶ τὰς αἰὸβητὰς τῶν στοιχείων οὐσίας ὁρῶμεν εἰς τὰ μᾶλλον αὐταῖς συγγενέστερα πρῶτον ἰούσας, καὶ δι´ ἐκείνων ἐφ´ ἕτερα τὴν οἰκείαν διιούσας ἐνέργειαν· Εἰκότως οὖν ἡ πάσης ἄοράτου καὶ ὁρατῆς εὐκοσμίας ἀρχὴ καὶ ἶρυσις, εἰς τοὺς θεοειδεστέρους πρώτους ἐνδίδωσι τὰς θεουργικὰς ὰκτῖνας ἰέναι, καὶ δι´ ἐκείνων, ὡς διειδεστέρων νοῶν, καὶ πρὸς μετοχὴν φωτὸς καὶ μετάδοσιν οἰκείως ἐχόντων, εἰς τοὺς ὑφειμένους ἀναλόγως αὐτοῖς ἐλλάμπει, καὶ ἐπιφαίνεται. Τούτων οὖν ἐστι τῶν πρώτων θεοπτικῶν τὸ τοῖς δευτέροις ἀφθόνως ἑν συμμετρίᾳ τῇ κατ´ αὐτοὺς ὑποδεῖξαι τὰ πρὸς σὐτῶν ἰερῶς ἐποπτειθεντα $0=3 $8=260 $9=1 θεῖα θεάματα· καὶ τὸ μυῆσαι τὰ ἱεραρχικὰ τῶν μετ´ ἐπιστήμης τελειωτικῆς τὰ θεῖα τῆς κατ´ αὐτοὺς ἱεραρχίας ἅπαντα καλῶς μυηθέντων, καὶ τὴν τελεσιουργὸν τοῦ μυῆσαι δύναμιν προσειληφόταν· καὶ τὸ μεταδοῦναι κατ´ ἀξίαν τὰ ἱερὰ τῶν ἐπιστημονικῶς καὶ ὀλοκλήρως μετασχόντων τῆς ἱερατικῆς τελειώσεως. θὼκοῦν ἡ θεία τῶν ἱεραρχῶν τάξις πρώτη μὴν ἕστι τῶν θεοπτικῶν τάξεων, ἀκροτάτη δὲ καὶ ἐσχάτη πάλιν ἡ ἀὐτὴ, καὶ γὰρ εἰς αὐτὴν ἀποτελεῖταιδ καὶ ἀποπληροῦται πᾶσα τῆς καθ´ ἡμᾶς ἱεραρχίας ἡ διακόσμησις. Ὡς γὰρ ἅπασαν ἰεραρχίαν ὁρῶμεν εἰς τὸν Ἰησοῦν ἀποπεραιουμένην, οὔτως ἑκάστην εἰς τὸν οἰκεῖον ἔνθεον ἰεράρχην. Ἡ ὲ τῆς ἰεραρχικῆς τάξεως δύναμις ἐν πάσαις χωρεῖ ταῖς ἱεραῖς ὁλότησι, καὶ διὰ πασῶν τῶν ἱερῶν τάξεων ἐνεργεῖ τὰ τῆς οἰκείας ἰεραρχίας μυστήρια· ἐκκρίτως δὲ αὐτῇ παρὰ τὰς λοιπὰς τάξεις εἰς αὐτουργίαν ὁ θεῖος θεσμὸς ἀπονενέμηκε τὰς θειοτέρας ἰερουργίας· αὗται δέ εἰσιν αἱ τελεσιουργοὶ τῆς θεαρχικῆς δυνάμεως εἰκόνες, ἀποσελοῦσαι πάντα τὰ θειότατα σύμβολα καὶ πάσας τὰς ἰερὰς διακοσμήσεις. Εἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ´ οὔ ποτε τὴν ἰερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς, οὐδε τὰ τῆς θείας κοινωνίας τελέσει μυστήρια, μὴ τῷ θειοτάτῳ θυσιαστηρίῳ τῶν κοινωνικῶν ἐπιτεθέντων συμββλων· ἀλλ´ σὐδὲ αὐτὸς ἱερεὺς ἔσται, μὴ πρὸς τῶν ἰεραρχικῶν τελειώσεων εἰς τοῦτο κεκληρωμένος. Ὅθεν ἡ θεία θεσμοθεσία, τὴν τῶν ἱεραρχικῶν ὃ τάξεων ἀγιαστείαν, καὶ τὴν τοῦ θείου μύρου τελείωσιν, καὶ τὴν ἱερὰν τοῦ θυσιαστηρίου τελετουργίαν, ταῖς ἐῶν ἐνθέων ἱεραρχῶν τελεσιουργοῖς δυνάμεσίν ἑνιαίως ἀπεκλήρωσεν. Ἐαιιν οδν ἡ ἰεραρχικὴ· τάξις, ἡ τῆς τελειωτικῆς δυνάμεως ἀναπεπλησμένη, τὰ τελεσιουργὰ τῆς ἱεραρχίας ἐκκρίτως ιελετουργοῦσα, καὶ τὰς ἐπιστήμας τῶν ἱερῶν ἐκφαντορικῶς μυοῦσα, καὶ ἐκδιδάσκουσα τὰς ἀναλόγους αὐτῶν καὶ ἱερὰς ἕξεις τε καὶ ὅυνάμεις. Ἡ δὲ τῶν ἰερέων φωταγωγικὴ τάξις ἐπὶ τὰς θείας τῶν τελττῶν ἐποψίας χειραγωγεῖ τοὺς τελουμένους ὑπὸ τῇ τῶν ἐνθέων ἱεραρχῶν τάξει, καὶ μετ´ αὐτῆς ἱερουργοῦσα τὰς οἰκείας ἱερουργίας· ἐν οἷς μὲν αὐτὴ δρᾷ τὰς θεουργίας ὑποδεικνύουσ διὰ τῶν ἰερωτάτων συμβόλων καὶ θεωρητικοὺς τοὺς προσιόντας ἀποτελοῦσα, καὶ τῶν ὁσίων τελετῶν κοινωνοὺς, εἰς τὸν ἰεράρχὴν δὲ ἀναπέμπουσα τούς τῆς $0=3 $8=261 $9=1 ἐπιστήμης τῶν θεωρηθεισῶν ἰερουργιῶν ἐφιεμένους. Ἡ δὲ τῶν λειτουργῶν τάξις, ἡ καθαρτικὴ καὶ τῶν ἀνομοίων διακριτικὴ, ποὸδ τῆς ἐπὶ τὰς τῶν ἱερέων ἰερουργίας προσαγωγῆς, ἀποκαθαίρει τοὺς προσιόντας, ἀμιγεῖς αὐτοὺς ἀποτελοῦσα τῶν. ἐναντίων, καὶ πρὸς ἰερουργικὴν ἐποψίαν καὶ κοινωνίαν ἐπιτηδείους. Ὅθεν ἐπὶ τῆς ἰερᾶς θεογενεσίας οἱ λειτουργοὶ τὸν προσιόντα τῆς παλαιᾶς ἀπογυμνοῦσιν ἐσθῆτος, ἔτι μὴν καὶ ὑπολύουσι, καὶ πρὸς δυσμὰς εἰς ἀποταγὴν ἰστῶσι, καὶ αὖθις πρὸς ἕω μετάγουσι,(τῆς καθαρτικῆς γάρ εἰσι τάξεως καὶ δυνάμεως, ἀποβάλλειν ὁλικῶς ἐγκελευόμενοι τοῖς προσιοῦσι τὰς τῆς προτέρας ζωῆς ἀμφιέσεις, καὶ τὸ τοῦ προτέρου βίου σκοτεινὸν ὑποδεικνύντες, καὶ ἐκδιδάσκοντες αὐτοὺς, ἀποταξαμένους τοῖς ἀλαμπέσιν, ἐπὶ τὰ φωτιστικὰ μεταταχθῆναι. Καθαρτικὴ τοίνυν ἐστὶν ἡ λειτουργικὴ διακόσμησις, ἐπὶ τὰς φανὰς τῶν ἱερέων ἰερουργίας ἀνάγουσα τοὺς κεκαθαρμένους, καὶ τοὺς ἀτελέστους ἀποκαθαίρουσα καὶ μαιευομένη ταῖς καθαρτικαῖς τῶν λογίων ἐλλάμφεσι καὶ διδασκαλίαις, καὶ προσίτι τοὺς ἀνιέρους τῶν ἱερέων ἀμιγῶς ἀποδιαστέλλουσα· διὸ καὶ ταῖς ἰεραῖς αὐτὴν ἐφίστησι πύλαις ἡ ἰεραρχικὴ θεσμοθεσία, τὴν πρὸς τὰ ἰερὰ τῶν προσιόντων εἴσοδον ἐν ταῖς παντελέσι καθάρσεσιν αἰνισσομένη, καὶ τὴν ἐπὶ τὰς ἱερὰς αὐτῶν ἐποψίας καὶ κοινωνίας προσαγωγὴν ταῖς καθαρτικαῖς δυνάμεσιν ἐγχειρίζουσα, καὶ διὰ τούτων αὐτοὺς ἀκηλιδώτους εἰσδεχομένη. Λέδεικται τοίνυν ἡμῖν ἡ μὲν τῶν ἱεραρχῶν τάξις τελειωτικὴ καὶ τελεσιουργός· ἡ δὲ τῶν ἰερέων φωτιστικὴ καὶ φωταγωγός· ἡ δὲ τῶν λειτουργῶν καθαρτικὴ καὶ διακριτικὴ, δηλαδὴ τῆς ἱεραρχικῆς τάξεως, οὐ τελεσιουργεῖν μόνον, ἀλλὰ καὶ φωτίζειν ἅμα καὶ καθαίρειν ἐπισταμένης, καὶ τῆς τῶν ἱερέων δυνάμεως ἐχούσης ἐν ἑαυτῇ μετὰ τῆς φωτιστικῆς καὶ τὴν καθαρτικὴν ἐπιστήμην. Αἰ μὲν γὰρ ἤττους ἐπὶ τὰ κρείττω μεταπηδᾷν ἀδυνατοῦσι, πρὸς τὸ μηδὲ θεμιτὸν αὐταῖς εἰναι πρὸς τοιαύτην ἐγχειρεῖν ἀλαζονείαν· αἱ δὲ θειότεραι δυνάμεις μετὰ τῶν οἰκείων καὶ τὰς ὑφειμένας τῆς αὐτῶν τελειότητος ἱερὰς ἐπιστήμας γιγνώσκουσιν. Ὃμως ἐπειδὴ θείων εἰσὶν ἐνεργειῶν εἰκόνες αἱ ἱερατικαὶ διακοσμήσεις τῆς εὐκό σμου καὶ ἀσυγχύτου τῶν θείων ἐνεργειῶν τάξεως, ἐν ἑαυταῖς δεικνῦσαι τὰς τεταγμένας ἐλλάμψεις εἰς τὰς πρώτας καὶ μέσας καὶ τελευταίας ἱερὰς ἐνεργείας καὶ τάξεις, ἐν διακρίσεσιν ἱεραρχικαῖς ἐτάχθησαν, ἐμφαίνουσαι, καθάπερ ἔφην, ἐν ἑαυταῖς τῶν θείων ἐνεργειῶν τὸ τεταγμένον καὶ ἀσύμφυρτον Ἐπειδὴ γὰρ ἡ θεαρχία τοὺς ἐν οἷς ἂν ἐγγένηται νόας ἀποκαθαίρει πρῶτον, εἶτα φωτίζει, καὶ φωτισθέντας ἀποτελειοῖ πρὸς θεοειδῆ τελεσιουργίαν, εἰκότως ἡ ἰεραρχκὴ τῶν θείων εἰκόνων εἰς διακεκριμένας ἑαυτὴν $0=3 $8=262 $9=1 διαιρεῖ τάξεις τε καὶ δυνάμεις, ἐναργῶς ὑποδεικνῶσα τὰς θεαρχικὰς ἐνεργείας ἐν παναγεστάταις καὶ ἀμιγέσι τάξεσιν εὐσταθῶς καὶ ἀσυγχύτως ἑστηκυίας. Ἀλλ´ ἐπειδὴ τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποπληρώσεις, δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας εἰρήκαμεν, ὡς ἡμῖν ἐφικτὸν, καὶ τὰς ἱερωτάτας αὐτῶν, ὡς οἶοί τέ ἐσμεν, ἐποπτεύσωμεν τελειώσεις. Π. Μυστήριον ἴερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης, ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος, ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια, καὶ τὴν ἱεραρχικὴν χεῖρα, καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἰεράρχου ταῖς παναγεστάταις ἐπικλήσεσιν ἀποτελειοῦται. Ὁ δὲ ἰερεὺς, ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου, ἐπὶ κεφαλῆς ἔχει τὴν ἱεραρχικὴν δεξιὰν, καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς ἱεροποιοῖς ἐπικλήσεσιν ἁγιάζεται. Ὁ δὲ λειτουργὸς, ἕνα τοῖν ποδοῖν κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου, ἐπὶ κεφαλῆς ἔχει τὴν τοῦ τελοῦντος αὐτὸν ἱεράρχου δεξιὰν, τελειούμενος ὑπ´ αὐτοῦ ταῖς τῶν λειτουργῶν τελεστικαῖς ἐπικλήσεσιν. Ἐκάστῳ ἄὲ αὐτῶν ἡ σταυροειδὴς ἐνσημαίνεται πρὸς τοῦ τελοῦντος ἰεράρχου σφραγὶς, καὶ καθ´ ἕκαστον ἀνάῤῥησις ἱερὰ γίγνεται, καὶ τελειωτικὸς ἀσπασμὸς, ἀσπαζομένου παντὸς ἱερατικοῦ παρόντος ἀνδρὸς, καὶ τοῦ τελέσαντος ἱεράρχου τὸν πρός τι τῶν εἰρημένων ἱερατικῶν ταγμάτων ἀποτελεσθέντα. ii. Θεωρία. Κοινὰ μὲν ἔστι τοῖς ἱεράρχαις τε καὶ ἱερεῦσι καὶ λειτουργοῖς ἐν ταῖς ἱερατικαῖς αὐτῶν τελειώσεσιν ἡ πρὸς τὸ θεῖον θυσιαστήριον προσαγωγὴ, καὶ ὑπόπτωσις, ἡ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις, ἡ σταυροειδὴς σφραγὶς, ἡ ἀνάῤῥησις, ὁ τελεμωτικὸς ἀσπασμός· ἐξαίρετα δὲ καὶ ἔκκριτα τοῖς ἰεράρχαις μὲν ἡ τῶν λογίων ἐπὶ κεφαλῆς ἐπίθεσις, οὐκ ἐχόντων τοῦτο τῶν ὑφειμένων ταγμάτων· τοῖς δὲ ἰερεῦσιν, ἡ ἀμφοῖν τοῖν ποδοῖν κλίσις, οὐκ ἐχούσης τοῦτο τῆς τῶν λειτουργῶν τελειώσεως· οἱ γὰρ λειτουργοί, καθὼς εἴοη- Β ἰημοιι Πεοιι. ται, τὸν ἕνα κλίνουσιν τοῖν ποδοῖν μόνον. Ἡ μὲν οὖν ἐπὶ τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις αἰνίσσεται πᾶσι τοῖς ἱερατικῶς τελουμένοις, ὑποτιθέναι καθόλου τελετάρχῃ Θεῷ τὴν οἰκείαν ζωὴν, καὶ τὴν ἑαυτῶν νοερὰν ὀλότητα. πάν αγνον αὐτῷ καὶ καθιερωμένην προσαγαγεῖν, καὶ ὁμοειδῆ, καὶ, ὡς δυνατὸν, ἀξίαν οὖσαν τοῦ θεαρχικοῦ καὶ παναγεστάτου καὶ ἱερείου καὶ θυσιαστηρίου τοῦ καθιεροῦντος ἱερατικῶς τοὺς θεοειδεῖς Ιi. ὄοίεπαρίαιρ $0=3 $8=263 $9=1 Ἡ ἄὲ τῆς ἰεραρχικῆς χειρὸς ἐίδεσις ὁμοῦ μὸν ἐμφαίνει τὴν τελεταρχικὴν σκέπην, ὀφ´ ἧς ὡς παῖδες ἱεροὶ παριέπονται πατρικῶς, αὐτοῖς μὲν ἕξιν καὶ δύναμιν ἱερατικὴν δωρουμένης, τὰς ἐναντίας δὲ αὐτῶν δυνάμεις ἁποῤῥαπιζούσης διδάσκει ἄὲ ἂμα καὶ πάσας τελεῖν τὰς ἔερατικμς ἐνεργείας, ὡς ὑπὸΘεῷ πράττοντας τοὺς τελεσθέντας, καὶ τῶν οἰκείων ἐνεργειῶν αὐτὸν ἔχοντας ἐν παντὶ καθηγεμόνα. Ἡ σταυροειδὴς ὲ σφραγῖς τὴν ἁπαοῶν ὁμοῦ τῶν σαρκικῶν ὁρέξεων ἀνενεργησίαν, καὶ τὴν θεομίμητον ζωὴν, ἀφορῶσαν ἀκλινῶς εἰ τὴν ἀνδρικὴς Ἰησοῦ θειοτάτην ζωὴν, ἄχρι σταυροῦ καὶ θανάτου μετὰ θεαρχικῆς ἀναμαρτησίας ἐληλυθότος, καὶ τοὺς οὕτω ζῶντας, ὡς ὁμοιοειδεῖς Ν ἐνσημαίνοντος τῇ σταυροειδεῖ τῆς οἰκείας ἀναμαρτησίας εἰκόνι, Τὴν ἱερὰν δὲ τῶν τελειώσεων καὶ τῶν τελουμάνων ἀνάῤῥησιν ὁ ἱεράρχης ἀναβοᾷ, τοῦ μυστηρίσυ δηλοῦντος, ὡς ὁ φιλόθεος ἰεροτελεστὴς ἐκφαντορικές ἐστι τῆς θεαρχικῆς ἐκλογῆς, οὐκ αὐτὸς ἰδίᾳ χάριτι τοὺς τελουμένους ἐπὶ τὴν ἰερατικὴν ἁγων τελείωσιν, ἀλλ´ ὁπὸ Θεοῦ κινούμενος εἰς πάσς τὰς ἰεραρχικὰς ἁγιαστείας. Οὔτω Μωσῆς ὁ νομικῶς ἱεροτελεστὴς, οὐδὲ ἀδελφὸν ὄντα τὸν Ἀαρὼν εἰς ἱερατικὴν τελείωσιν ἄγει, καὶ φιλόθεον αὐτὸν εἶναι καὶ ἱερατικὸν οἰόμενος, ἄχρις οὗ θεόθεν εἰς τοῦτο κινηθεὶς, ὑπὸ τελετάρχῃ Θεῷ, τὴν ἰερατικὴν τελείωσιν ἱεραρχικῶς ἐτελεσιούργησεν. Ἀλλὰ καὶ ὁ θεαρχικὸς ἡμῶν καὶ πρῶτος ἰεροτελεστὴςγεγόνει γὰρ καὶ τοῦτο δε´ ἡμᾶς ὁ φιλανθρωπότατος Ἰησοῦς οὐχ ἐαυτὸν ἀδέξασεν, ὡς τὰ λόγιά φησιν, ἀλλ´ ὁ λαλήσας πρὸς σὐτόν· Σὺ ἰερεὺς σἰς τὸν αιῆννε ατὰ τὴν τάξῳ Κελχισεδέκ. Διὸ καὶ αὐτὸς ἐπὶ τὴλν ερατικὴν τελείωσιν ἄγων τοὺς μαθητὰς, καίπερ ὃπὰρχων ὡς Θεὸς τελετάρχης, ὄμιος ἐπὶ τὸν παναγάστατον αὐτοῦ Ποτέρα, καὶ τὸ θεαρχικὸν Πνεῦμα, τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν, παραγγελλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιάφησιν, ἀκὸ Ἰεροσολύμων δὴ μὴ χωρίζεσθαι, ἀλλὰπερεμένεν τὴν ἐπαγγελέμ τοῦ Πανρὸς, ἣν ἡκούσατέ μου, δτι ὑμεῖς βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν μαθητῶν κορυφαῖος, μετὰ τῆς ὁμοταγοῦς αὐτῷ καὶ ἱεραρχικῆς δεκάδος, εἰς τὴν τοῦ δυοκαιδεκάτου τῶν μαθητῶν ἐληλυθὼς ἰερατικὴν τελείωσιν, ἐπὶ τῇ θεαρχίᾳ τὴν ἐκλογὴν εὐλαβῶς καταλέλοιπεν, Ἄνάδειξον, φήσας, ὃν ἐξελέξω, καὶ τὸν ὑπὸ τοῦ θεία $0=3 $8=264 $9=1 κλήρου θειωδῶς ἀναδεδειγμένον εἰς τὸν τῆς ἁγίας δυοκαιδεκάδος ἰεραρχικὸν ἀριθμὸν εἰσεδέξατο. Περὶ δὲ τοῦ θείου κλήρου τοῦ τῷ Ματθίᾳ θειωδῶς ἐπιπεσόντος ἕτεροι μὲν ἄλλα εἰρήκασιν οὐκ εὐαγῶς, ὡλς οἷμαι, τὴν ἐμὴν δὲ καὶ αὐτὸς ἔννοιαν ἐρῶ. Δοκεῖ γάρ μοι τὰ λόγια κλῆρον ὁνομάσαι θεαρχικόν τι δῶ. ρον. ὑποδηλοῦν ἐκείνῳ τῷ ἱεραρχικῷ χορῷ τὸν ὑπὸ τῆς θείας ἐκλογῆς ἀναδεδειγμένον· πλήν γε ὅτι τὸν θεῖον ἰεράρχην οὐκ αὐτοκινήτως χρὴ τὰς ἱερατικὰς ποιεῖσθαι τελεσιουργίας, ἀλλ´ ὑπὸ Θεῷ κενοῦντι ταύτας ἰεραρχικῶς καὶ οὐρανίως τελεσιουργεῖν. Ὁ ἀὲπρὸς τῷ τέλει τῆς ἰερατικῆς τελειώσεως ἀσπασμὸς ἱερὰν ἔμφασιν ἔχει. Πάντες γὰρ ὅσοι πάρεισι τῶν ἱερατικῶν ὄντες τάξεων, ἀλλὰ καὶ αὐτὸς ὁ τελέσας ἰεράρχης, ἀσπάζονται τὸν τετελεσμένον. Ὅταν γὰρ ἐερατικαῖς ἕξεσι καὶ δυνάμεσι, καὶ θείᾳ κλήσει, καὶ ἁγιαστεέᾳ, πρὸς ἱερατικὴν τελεσιουργίαν ἀφίηται νοῦς ἱερὸς, ἐραστός ἐστι ταῖς ὁμοταγέσι καὶ ἰτρωτάταις τάξεσιν, εἰς τὸ θτοειδέστατον ἀνηγμένος δ κάλλος, ἐρῶν τῶν ὁμοειδῶν νοῶν, καὶ πρὸς αὐτῶν ἰερῶς ἀντερώμενος. Ἔνθεν ὁ πρὸς ἀλλήλους ἱερατικὸς ἀσπασμὸς ἱερουργεῖται, τὴν τῶν ὁμοειδῶν νοῶν ἱερὰν κοινωνίαν ὑποδηλῶν, καὶ τὴν ἐπ´ ἀλλήλοις ἐραστὴν εὐφροσύνην, ὡς ὁλοκλήρως ἀποσώζουσαν ἱερατικῇ μορφώσει τὸ θευειδέστατον κάλλος,. Ταῦτα μαν οὖν, ἀς ἕφην, ἐστὶ τὰ κοινὰ τῆς ὅλης ἐερατικῆς τελειὼσεως. Ὁ δὲ ἱεράρχης ἔκκριτον ἔχει πὴν τῶν λογίων ἐπὶ κεφαλῆς ἱερωτάτην ἐπίθεσιν Ἐπειδὴ γὰρ ἡ τελειωτικὴ τῆς πάσης ἱερατείας δύ ναμις καὶ ἐπιστήμη τοῖς ἐνθέοις ἱεράρχαις ὑπὸ τῆς Βεαρχικῆς δωρεῖται καὶ τελεταρχικῆς ἀγαθότητος, εἰκότως ἐπὶ τῶν ἱεραρχικῶν κεφαλῶν ἐπιτίθεται τὰ θεοπαράδοτα λόγια, τὰ περιεκτικῶς καὶ ἐπιστημονικῶς ἐκφαντορικὰ πάσης θεολογίας, θεουργίας, θεοφανείας, ἱερολογίας, ἱερουργίας, ἐνὶ λόγῳ, πάντων τῶν θείων καὶ ἱερῶν ἔργων τε καὶ λόγων τῶν ὑπὸ τῆς άγαθουργοῦ θεαρχίας τῇ καθ´ ἡμᾶς ἱεραρχίᾳ δεδωρημένων, ὡς τοῦ θεοειδοῦς ἱεράρχου, πάσης μὲν ἰεραρχικῆς δυνάμεως ὁλοκληρος μεθέξοντος, πασῶν δὲ τῶν ἱεραρχικῶν ἱερολογιῶν τε καὶ ἱερουργιῶν τὴν ἀληθῆ καὶ θεοπαράδοτον ἐπιστήμην, οὐκ ἐλλαμφθησομένου μόνον, ἀλλὰ καὶ ἑτέροις ἀναλογίαις ἱεραρχικαῖς μεταδώσοντος, καὶ τελεσιουργήσοντος ἐν θειοτάπαις γνώσεσι, καὶ ἀκροτάταις ἀναγωγαῖς, ἱεραρχικῶς $0=3 $8=265 $9=1 ἄπαντα τὰ τῆς ὅλης ἱεραρχίας τελεστικώτατα. Τοῖ δὲ ὶερεῦσι τοῖν δυοῖν ποδοῖν ἡ κλίσις ἔκκριτόν ἐστι παρὰ τὴν λειτουργικὴν διακόσμησιν, ὡς τὸν ἕνα κλινούσης ἐκείνης, καὶ τούτῳ τῷ ἰεραρχικῷ σχήματι τελειουμένης. Ἡ μὲν οὖν κλίσις ἐμφαίνει τὴν ὑποκειμένην προσαγωγὴν τοῦ προσάγοντος, ὑποτιθέντος Θεῷ τὸ ἱερῶς προσαγόμενον. Ἐπειδὴ δὲ, ὡς πολλάκις εἰρήκαμεν, αἱ τρεῖς τῶν ἱεροτελεστῶν διακοσμήσεις διὰ τῶν τριῶν ἁγιωτάτων τελετῶν καὶ δυνάμεων ἐφεστᾶσι ταῖς τρισὶ τῶν τελουμένων τάξεσι, καὶ τὴν ὑπὸ τὰ θεῖα ζυγὰ σωστικὴν αὐτῶν ἱερουργοῦσι προσαγωγὴν, εἰκότως ἡ λειτουργικὴ τάξις, ὡς μόνον καθαρτικὴ, τὴν μίαν ἰερουργεῖ τῶν καθαιρομένων προσαγωγὴν ὑπὸ τὸ θεῖον αὐτὴν ὑποτιθεῖσα θυσιαστήριον, ὡς ἐν αὐτῷ τῶν καθαιρομένων νοῶν ὑπερκοσμίως ἱερουμένων. Οἱ δὲ ἱερεῖς ἄμφω τὼ πόδε κλίνουσιν, ὡς τῶν ὑπ´ αὐτῶν ἱερῶς προσαγομένων οὐ μόνον κεκαθαρμένων, ἀλλὰ καὶ ταῖς φανοτάταις αὐτῶν ἱερουργίαις ἀναγωγικῶς ἀποκεκαθαρμένης ζωῆς, εἰς θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς ἀποτελεσθέντων. Ὁ δὲ ἱεράρχης, ἄμφω πὼ πόδε κλίνων, ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια, τοὺς ὑπὸ τῆς λειτουργικῆς δυνάμεως ἐκκεκαθαρμένους, καὶ πρὸς τῆς ἱερουργοῦ πεφωτισμένους πρὸς τὴν τῶν ἐποπτευθέντων ὑπ´ αὐτῶν ἱερῶν ἀναλόγως αὐτοῖς ἐπιστήμην ἱεραρχικῶς ἄγων, καὶ δι´ αὐτῆς ἀποτελειῶν τοὺς προσαγομένους, εἰς τὴν κατ´ αὐτοὺς ὁλόκληρον ἀφιέρωσιν. $0=3 $8=267 $9=1 ὁΙ Ταῦτα τὰ περὶ τοῦ θείου καὶ μυστικοῦ μύρου. καιρὸς δ´ ἂν εἴη λοιπὸν μετὰ ταῦτα ἐκθέσθαι τὰς ἱερατικὰς τάξεις καὶ ἀποκληρώσεις. Τοῦτο δὲ λέγει διὰ τὸ Ἀκάστην τάξιν ἰερατικὴν ἀφορισμένως ἔχειν τῆς ἱερατείας ὑπηρεσίας ἀποκεκληρωμένας οἷον αὐτῇ, ἅς ὑπερβῆναι οὐ δύναται. Δυνάμεις δὲ καὶ ἐνεργείας ἔνι μὲν λαβεῖν ἐφ´ ἑνὸς νοήματος, ὡς ταὺτοδυνάμους· τὴν γὰρ τοῦ καθαίρειν καὶ φωτίζειν διδασκαλικῶς ἐνέργειαν λεκτέον καὶ δύναμιν. Πρῶτον γὰρ δυνάμεθα, καὶ οὕτως ἐνεργοῦ μεν. Ἔστι δὲ καὶ ἑτέρως διαστείλασθαι, καὶ δυνάμεις μὲν ἐκλαβέσθαι τὰς πνευματικὰς δωρεὰς καὶ ἀξίας· ἐνεργείας δὲ τὰς λειτουργίας· τὰς δὲ τελειώσεις, πρόδηλον ὡς ἐπὶ τῶν καταστάσεων, ἤγουν χειροτονιῶν ἐκληψόμεθα. Οὕτω γὰρ καὶ ἐπὶ τῆς καθ´ ἡμᾶς ἰεραρχίας τὸ μὲν ἄτακτον καὶ ἀκόσμητον ἀμιγῶς διασταλήσεται, τὸ δὲ εὔτακτον καὶ κόσμιον ἀναφανήσεται. Ὅτι τοίνυν καὶ ἐπὶ πάσης ἱεραρχίας ἡ τριαδικὴ διαίρεσίς ἐστι, καλῶς καὶ πρώην, ὡς οἶμαι παρεδηλώσαμεν· διαιρεῖται γὰρ πᾶσα ἱεραρχικὴ πραγματεία εἰς αὐτὰς δὴ τὰς τελετὰς, εἰς τοὺς μύστας, καὶ εἰς τοὺς μυουμένους. ἔ Ι. Οὐκοῦν ἡ μὲν οὐρανία ἱεραρχία τελετὴν ἔχει τὴν τῶν θείων ἀὖλοτάτην νόησιν, καὶ τὴν, ὡς ἐφικτὸν, θεομίμητον ἔξιν· μύστας δὲ τὰς πρωτίστας οὐσίας· αὖται γὰρ πρὸς τοὺς ὑποβεβηκότας ἀγαθοειδῶς τὰς θείας δωρεὰς μετοχετεύουσιν· αἱ δὲ ὑφειμέναι δυνάμεις μυούμεναί εἰσι καὶ τελούμεναι. Μετὰ γοῦν τὴν οὐρανίαν καθιστῶσα τὴν καθ´ ἡμᾶς ἱεραρχίαν ἡ ἀγαθότης τοῦ Θεοῦ, ὅτε μὲν νήπιοι ἠμεν, τὴν κατὰ νόμον ἐρωρεῖτο ἱεραρχίαν ταῖς ἀσθενέσιν ἡμῶν ὄψετπιν ἐπιλάμπουσα τὸ ἀνάλογον φῶς διά τινων ἀμυδρῶν εἰκόνων, καὶ οὐκ εὐδιάκριτον ἐχόντων τὴν θεωρίαν. Ἐπειδήπερ εἶπεν, ὅτι πᾶσαἱεραρχία τελετὴν ἔχει, καὶ μύστας, καὶ μυουμένους, ἐλθὼν ἐπὶ τὴν νομικὴν ἰερουργίαν, βούλεται δεῖξαι τὴν τοιαύτην τριάδα. Τελετὴ μὲν οὖν ταύτῃ ἐστὶν ἡ ἀπὸ τῶν τύπων ἐπὶ τὴν πνευματικὴν λατρείαν ἀναγωγὴ, καθὼς καὶ ὁ Θεολόγος ἀνάγει Γρηγόριος· χειραγωγοὶ δὲ πρὸς ταύτην, ἤγουν μύσται, οἱ ὑπὸ Μωσέως τοῦ πρώτου μύστου καὶ ἡγεμόνος μυηθέντες τὴν ἀχειροποίητον ἐκείνην σκηνὴν. πρὸς ἡν ἱερογραφῶν τὴν κατὰ νόμον ἰεραρχίαν, εἰκόνα τὰ κατὰ νόμον ἐκάλει· ἥκουε γάρ· Πάντα ποιήσεις κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὁρει. Προτελούμενοι δὲ εἶεν ἅν, οἱ ἀπὸ ταύτης ἐπὶ τε λεωτέραν ἀναγόμενοι μύησιν, ἢν καὶ ἀποπλήρωσιν τῆς πρώτης καὶ ἱερὰν λῆξιν αἱ Γραφαὶ λέγουσι. καθὸ $0=3 $8=268 $9=1 καὶ πληρωτὴς νόμου, οὐ καταλυτὴς ὁ Κύριος λέγέται· ὥσπερ καὶ ὁ ἐπὶ σκιάσματι εἰκόνος ἐπιτιθεὶς πολλάκις τὰ χρώματα γραφεὺς, πληρωτὴς τῆς εἰκόνος, οὐ καταλυτὴς λέγοιτ´ ἄν. Εἰ δὲ δεῖ Παύλῳ πείθεσθαι πρὸς Ἑβραίους γράφοντι, ἔστι τι μέσον τῆς οὐρανίας ἐκείνης καὶ τῆς κατὰ νόμον λατρείας, ἡ καθ´ ἡμᾶς ἰεραρχία, τῇ μὲν οὐρανίᾳ κοινωνοῦσα, ὅτι καὶ αὐτὴ νοηταῖς θεωρίαις χρῆται· τῇ δὲ κατὰ νόμον, ὅτι καὶ αὐτὴ ὡς ἐκείνη αἰσθητοῖς συμβόλοις ποικίλλεται. Ἔχει δὲ καὶ αὐτὴ τὸ τρισσὸν τῆς ἱεραρχικης διαιρέσεως, διαιρουμένη εἴς τε τὰς τελετὰς καὶ εἰς τοὺς ὑπηρέτας τῶν θείων, καὶ ἱερεῖς, καὶ τρίτους εἰς τοὺς προσαγομένους ὑπ´ αὐτῶν εἰς τὰ ἱερά. Ἐκάστη δὲ τούτων τριττῶς πάλιν διήρηται. Τῶν γοῦν τελετῶν πρώτη ἡ κἄθαρσις· δευτέρα τῶν καθαρθέντων ὁ φωτισμός· καὶ τρίτη ἡ συμπληρωτικὴ τῶν προτέρων τελείωσις. Πάλιν, ἡ τῶν ἰερουργῶν διακόσμησις πρώτως καθαίρει, εἶτα φωτίζει, καὶ ἔπειτα τελειοῖ. Οἱ διάκονοι καθαίρουσιν, οἱ πρεσβύτεροι φωτίζουσι, καὶ οἱ ἐπίσκοποι τελειοῦσι. Τῶν δὲ τελουμένων οἱ πρῶτοι καθαίρονται διὰ κατηχήσεων, οἱ δεύτεροι φωτίζονται διὰ τοῦ βαπτίσματος, καὶ οἰ τρίτοι τελειοῦνται τὴν τελειωτικὴν ἐπιστήμην λαμβάνοντες, ὡν ἐν τῷ φωτισμῷ θεωροὶ ἐγεγόνεισαν, ἐν μετουσίᾳ τῆς θείας Εὐχαριστίας γινόμενοι. Τὸ οὖν τριττὸν τῆς τῶν τελετῶν ἱερουργίας ὑμνεῖται· τὸ γὰρθεῖον βάπτισμα ἁπεδείχθη καὶ κάθαρσις καὶ φωτισμός· ἡ δὲ κοινωνία τῆς μεταλήψεως, καὶ ἡ τοῦ μύρου τελετὴ, τῆς τελειωτικῆς γνώσεως καὶ ἐπιστήμης εἶεν γνωρίσματα, δι´ ἧς ἰερῶς ἡ πρὸς τὸν Θεὸν κοινωνία τελεσιουργεῖται. ἔΙv. Νῦν δὲ περὶ τῆς ἰερατικῆς λεκτέον διακοσμήσεως, καὶ ταύτης διαιρουμένης τριχῶς, εἰς κάθαρσιν, εἰς φωτισμὸν, εἰς τελείωσιν· νόμος ἐστὶν οὗτος ἁπάσης ἰεραρχίας πανίερος, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα ἀνάγεσθαι. Ἢ γὰρ οὐ τοῦτο βλέπομεν, καὶ ἐπὶ τὰ αἰσθητὰ ταῦτα καὶ ὁρατά;ταῦτα γὰρ στοιχεῖα καλεῖ· ὡς ἐπὶ τοῦ ὑέλου ἔστιν ἰδεῖν τὸ φῶς δεχομένου, καὶ οὕτω φωτίζοντος· καὶ ἐπὶ τοῦ πυρὸς, ὅπερ καὶ πρότερον τῆς εὐκαταπρήστου ὕλης ἐπιδράττεται, καὶ διὰ ταύτης τὰς ἀνεπιτηδείους πρὸς μετουσίαν αὐτοῦ φύσεις ἐκπυροῖ. Διὰ τοῦτο καὶ πάσης εὐκοσμίας, κἂν τὴν οὐρανίαν εἴπης, κἂν τὴν καθ´ ἡμᾶς, ἡ ἀρχὴ καὶ ἡ δρυσις εἰς τοὺς πρώτους ἐνδίδωσιν, ὥστε ἰέναι τὰς θείας ἀκτῖνας, καὶ διὰ τούτων καὶ τοῖς ὑφειμένοις ἐπιφαίνεται. ὁv Τούτων τῶν πρώτων ἐστὶ τὸ τοῖς δευτέροις ἀφθό ως μεταδιδόναι ὧν αὐτοὶ μετέσχον. Οὐκοῦν ἡθεία τῶν ἰεραρχῶν τάξις πρώτη ἐστὶ καὶ ἀκροτάτη, καὶ ἐσχάτη ἡ αὐτή· πρώτη, ὅτι ἐξ ἐκείνης τοῖς ἄλλοις μεταδίδονται τὰ οἰκεῖα· ἐσχάτη, ὅτι εἰς αὐτὴν ἀποτελευτᾷπᾶσα ἱερατικὴ διακόσμησις. Ὧσπερ γὰρ πᾶσα ἰεραρχία εἰς τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ἀποπληροῦται, ὁ πρώτιστος γὰρ ἱεράρχης οὗτός ἐστιν· οὕτω καὶ ἑκάστη Ιεραρχία εἰς τὸν οἰκεῖον ἱεράρχην τὴν ἀναφορὰν ἔχει, ώς αὐτοῦ διὰ τῶν ὑπ´ αὐτὸν ταγμάτων πάντα ἐνεργοῦντος, $0=3 $8=269 $9=1 οἷς καὶ παρέσχε τὴν δύναμιν τοῦ ταῦτα ἐνεργεῖνλότητας γὰρ πάσας τὰς τάξεις φησὶν, ὡς εὐθὺς κπεξηγεῖται· τέως δὲ ὅμως ἐξαιρέτως τῷ ἱεράρχῃ πρὸς αὐτουργίαν, καὶ οὐ διὰ τῆς ἑτέρων ὑπουργίας, ὰποκεκλήρωται ὁ τοῦ μύρου ἁγιασμὸς, ἡ τοῦ θυσιαστηρίου καθιέρωσις, καὶ ἡ τῶν ἱερατικῶν χειροτονία, ἅτινα καὶ τελεσιουργοὺς εἰκόνας τῆς θείας δυνάμεως ἀπεκάλεσεν· αὐταὶ γάρ εἰσιν αἱ ἀποτελειοῦσαι πάντα τὰ θειότατα σύμβολα. Εἰ γὰρ μὴ μύρον, εἰ μὴ θυσιαστήριον, εἰ μὴ ἀρχιερεὺς, οὐκ ἄν τι ἱερατικὸν ἐνεργηθήσεται. Εἶτα ὥσπερ τινὸς ἀνθυποφέροντος, ὅτι καὶ πῶς βάπτισμα διὰ τῶν ἰερέων τελεῖται, φησὶν. ὅτι οὐδὲ τοῦτο τελείως ἐνεργεῖ ὁ πρεσβύτερος· χρεία γὰρ τοῦ ἀρχιερέως ἔσται, εἰς τὸ χρίσαι τῷ μύρῳ τὸν βαπτισθέντα· αὔτη γὰρ ἦν ἡ ἀρχαία συνήθεια. Πῶς δὲ καὶ ἡθεία κοινωνία γενήσεται, μὴ θυσιαστηρίου ὄντος; Ποῦ δὲ ἔσται ὁ ἱερεὺς, εἰ μὴ ἀρχιερεὺς αὐτὸν χειροτονήσει; Καλῶς ἄρα ἐλέγομεν, ὅτι ταῦτα τὰ τρία μυστήρια τελεσιουργικαὶ δυνάμεις εἰσὶ, καὶ ἐνιαίως τῷ ἀρχιερεῖ ἀπεκληρώθησαν, τοῦτ´ ἕστι μονομερῶς καὶ ἁπαξαπλῶς, καὶ οὐ κατά τι καὶ μερικῶς. Χί. Ἐπεὶ διεῖλε τὴν ἱερατικὴν διακόσμησιν εἰς τελειωτικὴν, εἰς φωτιστικὴν, εἰς καθαρτικὴν, ἤδη δίδωσι τὸ οἰκεῖον ἑκάστῃ τάξει. Ἡ γοῦν ἀρχιερατικὴ τὴν τελειωτικὴν ἔχει δύναμιν, τελεσιουργοῦσα τὰ τελεσιουργὰ, καὶ διδάσκουσα τὰς ἐπιστήμας τῶν ἰερῶν, καὶ τὰς ἕξεις, καὶ τὰς δυνάμεις· ἡ δὲ τῶν ἰερέων, ἤγουν τῶν πρεσβυτέρων, τάξιν τὴν φωτιστικὴν ἔχει, χειραγωγοῦσα εἰς τὰς ἐποψίας τοὺς τελουμένους, δρῶσα μὲν καὶ αὐτὴ, καὶ τὰς θεουργίας ὑποδεικνῦσα διὰ τῆς ἰδίας τῶν ἱερῶν μεταχειρίσεως, τοὺς δὲ τῆς ἐπιστήμης τῶν ἰερουργιῶν ἐφιεμένους τῷ ἱεράρχῃ παραπέμπουσα. Ἡ δὲ τῶν λειτουργῶν, δηλαδὴ τῶν διακόνων τάξις, καθαρτική ἐστι καὶ διακριτικὴ τῶν καλῶν καὶ τῶν χειρόνων, εἴτε προσώπων, εἴτε μὴν καὶ πραγμάτων· διακρίνουσι γὰρ καὶ τὰ τῶν προσιόντων πρόσωπα, καὶ τὰς τῶν πραγμάτων δυνάμεις, ποῖα καλὰ καὶ ποῖαχείρονα. Ὅθεν αὐτοί εἰσι καὶ οἱ ἀπογυμνοῦντες τῆς παλαιᾶς ἐσθῆτος, τῆς ἐχούσης σύμβολον τῆς παλαιᾶς κακίας· καὶ οἱ ὑπολύοντες, καὶ ἰστῶντες, καὶ μετάγοντες τὸν τῷ βαπτίσματι προσερχόμενον· ταῦτα γὰρ πάντα, τῆς παθαρτικῆς εἰσιν ἐνεργείας καὶ τάξεως. Ἔκδιδάσκουσι γὰρ αὐτοὺς, ἵνα, ὰποταξάμενοι τὰ ἀλαμπῆ, καταχθῶσιν ἐπὶ τὰ φωτιστικά. Ἀνάγει γοῦν τοὺς κεκαθαρμένους, ἀποκαθαίρει τοὺς ἀτελέστους, μαιεύεται ταῖς διδασκαλίαις, ἀποδιαστέλλει τῶν ἀνιέρων τοὸς ἱεροὺς, τὰς πύλας ἐπιτηρεῖ. Οἱ διάκονοι γὰρ τότε τὰς πύλας εἶχον, νῦν δὲ οἱ ὑποδιάκονοι, Ἐφίστησι τοίνυν τοὺς διακόνους ταῖς πύλαις ἡ ἀρχιερατικὴ νομοθεσία, αἰνισσομένη ὀποία καὶ ὁποίῳ ἔσται ἡ πρὸς τὰ ἱερὰ εἴσοδος οοὶ ἐγχειρίζουσα ταῖς καθαρτικαῖς δυνάμεσιν αὐτοῖς δὴ τοῖς διακόνοις τὴν ἐπὶ τὰς ἰερὰς ἐποψίας προσαγωγὴν, καὶ διὰ τούτων αὐτῶν εἰσδεχομένη, εἴπερ μαρτν ρηθεῖεν, παρ´ αὐτῶν δηλαδὴ τῆς εποψίας ἄξιοι. Ανακεφαλαιούμενος δὲ τὰ πάντα σησὶν, ὅτι ὁ μὴ ἀρχιερεὺς τελειοῖ, ὁ δὲ ἱερεὺς φωτίζει, ὁ ὲ διάκονος $0=3 $8=270 $9=1 καθαίρει καὶ διακρίνει τὸν πιστὸν καὶ τὸν ἄπιστον, τὸν ἄξιον καὶ τὸν ἀνάξιον, ὅπερ ἰδίως ἔχουσιν οἱ ὑποδιάκονοι. Τέως δὲ ὁ μὲν ἐπίσκοπος, καὶ τὰ τῶν ὑφειμένων ποιεῖ, οὐ μὴν οἱ ἱερεῖς τὰ τῶν ἐπισκόπων· καὶ ἐκ τούτου σημειωθείη, ὡς ἕκαστον οὐ χρὴ κατατολμᾷν τῶν μειζόνων. Αἰ δὲ θειότεραι δυνάμεις καὶ τὰ τῶν Ἀττόνων ἔχουσι, καὶ ἠδύνατο πάντα ποιεῖν ὁ ἐπίσκοπος· ἀλλ´ ἐπειδὴ θείων εἰσὶν εἰκόνες ἐνεργειῶν αἱ ἱερατικαὶ διακοσμήσεις, δεικνύεται καὶ ἐν ταύταις τὸ εὔκοσμον καὶ ἀσύγχυτον. Πῶς δὲ κατὰ τὴν τάξιν τῶν θείων τὰ ἡμέτερα γίνονται, λέγει. Ὡς ἐπειδὴ ἡ θεαρχία τοὺς ἐν οἷς ἂν ἐγγένηται νόας, εἴτε ἀγγελικοὺς, εἴτε καὶ ἀνθρωπίνους, πρῶτον καθαίρει, εἰτα φωτίζδει, καὶ ἔκτοτε τελειοῖ, καὶ ἔστιν ἀεὶ ἀπαράλλακτος καὶ ἐπὶ πᾶσιν ἡ τοιαύτη τάξις, καὶ οὐ μεταπίπτει ποτὲ πρὸς ἀλλοίαν κατάστασιν. Πῶς γὰρ φωτισθήσεται ὁ μὴ καθαρθείς; καὶ πῶς τελειωθήσεται ὁ μὴ φωτισθείς; Διὰ τοῦτο τὴν τοιαύτην τάξιν ἀπαράλλακτον μαθοῦσα ἡ καθ´ ἡμᾶς ἰεραρχία, διαιρεῖ ἑαυτὴν εἰς διακεκριμένας τάξεις τε καὶ δυνάμεις· καὶ τὸ κρεῖττον αὐτὴ παρ´ ἑαυτῇ παρακατασχοῦσα, τὸ καθαίρειν καὶ τὸ φωτίζειν τοῖς ἑτέροις κατὰ τάξιν ἀπέδωκεν Ἀλλ´ ἐπειδὴ περὶ τούτων ἱκανῶς ἐῤῥέθη, φέρε τὰς Ιερωτάτας αὐτῶν τελεώσεις ἐποπτεύσωμεν. ii. Μυστήριον. Ὁ μὲν ἰεράρχης, προσαγόμενος εἰς τὸ χειροτονηθῆναι, ἄμφω τὼ πόδε κλίνας, ἐπὶ κεφαλῆς ἔχει τὰ θεῖα καὶ ἱερὰ Εὐαγγέλια, καὶ τὴν τοῦ χειροτονοῦντος χεῖρα, καὶ διὰ τῶν παναγεστάτων εὐχῶν ἀποτελειοῦται. Ὁ δὲ ἱερεὺς καὶ αὐτὸς ἄμφω κλίνει τὼ πόδε, καὶ τὴν τοῦ χειροτονοῦντος δεξιὰν ἐπὶ κεφαλῆς ἔχει, καὶ οὕτω καὶ αὐτὸς ταῖς ἱεροποιοῖς εὐχαῖς ἁγιάζεται. Ὁ δὲ διάκονος ἕνα τοῖν ποδοῖν κλίνας, ἐπὶ κεφαλῆς ἔχει καὶ αὐτὸς τὴν τοῦ χειροτονοῦντος δεξιὰν, καὶ τελειοῦται ταῖς τῶν λειτουργῶν ἐπικλήσεσι, δηλονότι ταῖς κεγομέναις αἰτήσεσι, συννοουμένου ἔξωθεν καὶ ταῖς τοῦ ἰεράρχου εὐχαῖς. Κοινὸν δὲ τοῖς τρισίν ἐστι τὸ ἐπίπροσθεν τοῦ ἰεροῦ θυσιαστηρίου χειροτονεῖσθαι καὶ ἡ σταυροειδὴς σφραγὶς, καὶ ἡ τοῦ ὀνόματος ἀνάῤῥησις, καὶ ὁ τελειωτικὸς ἀσπασμός. Ὅρα δὲ ὅτι πάντας λέγει τοὺς ἐν τῷ ἰερατείῳ τὸν χειροτονούμενον ἀσπάζεσθαι. Πi. Θεωρία. ἑ Ι. Εἰς θεωρίαν εἰσβάλλων τῶν τελουμένων πρῶτον τὰ κοινὰ τοῖς τρισὶ καὶ τὰ ἴδια ἐκάστῳ ἀπαριθμεῖται. Κοινὰ γοῦν ἡ ἐπὶ τοῦ θυσιαστηρίου χειροτονία, ἡ σταυροειδὴς σφραγὶς, ἡ τοῦ ὁνόματος ἀνάῤῥησις, καὶ ὁ τελειωτικὸς ἀσπασμός· ἰδίως δὲ τοῖς μὲν ἰεράρχαις ἐπιτίθεται τὸ ἱερὸν Εὐαγγέλιον· τοῖς δὲ Ιερεῦσι τὸ κλίνειν ἐστὶ καὶ ἀμφοτέρους τοὺς πόδας· τοις δὲ λειτουργοῖς τὸ κλίνειν τὸν ἕτερον. ἔ Ι. Δέγομεν οὖν πρῶτον περὶ τῆς κοινῆς πρὸς τὸ ἅγιον θυσιαστήριον προσαγωγῆς τε καὶ ὑποπτώσεως· αἰνίσσεται γὰρ, ὅτι πάντες οὗτοι ὁλικῶς ἀνατιθέασι τῷ τελετάρχῃ Θεῷ τὴν ἰδίαν ζωὴν, ὁμοειδῆ κατὰ τὸ δυνατὸν ὀφείλουσαν εἶναι τῷ παναγεστάτῳ $0=3 $8=271 $9=1 θυσιαστηρίῳ, τῷ Σωτῆρι Χριστῷ καὶ Δεσπότῃ, τῷ καθιεροῦντι τοὺς θεοειδεῖς νόας. Ἡ δὲ τῆς χειρὸς ἐπίθεσις ὁμου μὲν ἐμφαίνει τὴν ἐκ Θεοῦ σκέπην, τὴν φυλάττουσαν πατρικῶς ὡς παῖδας τοὺς αὐτῷ προσανέχοντας· ἂμα δὲ διδάσκει καὶ τὸ ἐποφειλόμενον ἔχειν τοὺς τελεσθέντας τὴν ἑαυτῶν ὑπηρεσίαν τελεῖν ὡς ὑπὸ Θεῷ πράττοντας· σύμβολον γὰρ ἡ χεὶρ πράξεως. ἔΓν. Ἡ δὲ σταυροειδὴς σφραγὶς τὴν ἀνενεργησίαν τῶν σαρκικῶν παθῶν, καὶ τὴν θεομίμητον ζωὴν ἐμφαίνει τῇ πρὸς αὐτὸν μιμήσει, ὃς μέχρι σταυροῦ καὶ θανάτου ἐλήλυθεν. Ἀναβοᾷ δὲ τὸ ὄνομα τοῦ χειροτονουμένου ὁ ἱεράρχης, ὅτι ὁ φιλόθεος ἱεροτελεστὴς μόνον ἐκφαίνει τὴν θείαν ἐκλογὴν, ὅτι οὐ χάριτι, ἀλλ´ ὑπὸ Θεοῦ κινούμενος αὐτὸν ἐξελέξατο· τοῦτο γάρ ἐστιν ἡ ἐκφώνησις, ἡ ἔκφανσις τῆς θείας βουλῆς. ν Οὕτω καὶ ὁ νομικὸς ἱεροτελεστὴς Μωϋσῆς τὸν ἀδελφὸν αὐτοῦ Ἀαρὼν, καὶ εἰδὼς ἄξιον τῆς ὑπουργίας, οὐκ ἐξελέξατο, ἕως οὗ θεόθεν ἐκινήθη εἰς τούτο. Καὶ τί λέγω περὶ τούτου· αὐτὸς ὀ πρῶτος ἱεροτελεστὴς ὁ ζωαρχικὸς Ἰησοῦς πρὸς τὸν Πατέρα βοᾷ· Πάτερ, δόξασόν σου τὸν Υἱόν· τὴν ἐπικύρωσιν ὡσανεὶ ἐκεῖθεν δεχόμενος, καίτοι Θεὸς ὢν καὶ Δεσπότης, καὶ ἐν τελείᾳ δόξῃ ἄμα τῷ Πατρὶ καὶ τῷ ἀγίῳ Πνεύματι γνωριζόμενος. Εἰ δὲ πιστεύομεν, ὅτι τὰ ὑπὸ προφητῶν λαλούμενα ῥήματά εἰσι Θεοῦ, καθὼς καὶ εἰσὶ, καὶ ἀπὸ Θεοῦ λέγονται· τὸ, Σὺ ἱερεύς εἰς, τὸν αἰῶνα, καὶ τὰ ἐξῆς, οὐ τοῦ Δαυλδ πάντως φήσομεν εἶναι, ἀλλὰ τοῦ ἐπὶ πάντων Θεοῦ· ἐκλαμβάνεται δὲ ὡς ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐπιμαρτυροῦντος τούτῳ τὴν εἰς αἰῶνα ἱερωσύνην κατὰ τὴν τάξιν Μελχισεδέκ. Καὶ τοὺς μαθητὰς, καίτοι Θεὸς ὤν, οὐκ αὐτὸς ἐχειροτόνησε ἰόιως ἀφ´ ἑαυτοῦ, ἀλλ´ ἐπηγγείλατο πέμπειν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν μαθητῶν κορυφαῖος μετὰ τῆς δεκάδος τῶν μαθητῶν, ἐπεὶ ἤμελλεν ἀναπληροῦν τὴν δωδεκάδα, οὐκ ἀφ´ ἑαυτοῦ ἐχειροτόνει ὃν ἂν ἐβούλετο, ἀλλ´ ἔλεγεν· Ἀνάδειξον ὃν ἐξελέξω· κἀκεῖψον ἐδέξατο ὃν τὸ Πνεῦμα τὸ ἅγιον ἀνέδειξε, τὸν Ματθίαν φημί. Περὶ δὲ τοῦ θείου κλήρου τοῦ ἐν ταῖς Πράξεσιν, ἕτεροι μὲν ἄλλα εἰρήκασι, τέως οὐκ εὐαγῶς ἐκλαβόμενοι ἴσους κλήρους, οὓς πολλάκις ἐτίθουν, καὶ Ἔλληνες κατὰ τὸ παρ´ Ὁμήρῳ πάλλεν δὲ Τερήνιος ἰππότα Νέστωρ. Ἐγὼ δὲ λέγω, σύμβολόν τι ἐξ ἀποκαλύψεως ἢ ἐνεργήματος τοῦ παναγίου Πνεύματος πῖπτον ἐπὶ τὸν κληρούμενον ὁ κλῆρος ἦν Ὅθεν καὶ περὶ τοῦ Ἰσκαριώτου φησὶν ὁ μέγιστος Πέτρος, ὅτι Ἔλαβε σὺν ἡμῖν τὸν κλῆρον τῆς διακονίας ταύτης· καίτοι συνήθης τοῖς πολλοῖς κλῆρος οὐκ ἐπὶ τῶν ἀποστόλων γέγονεν ὑπὸ τοῦ Κυρίσυ τοῦ ἐπιλεξαμένου αὐτούς. Πλὴν πάλιν τὸ προκείμενον λέγομεν, ὅτι χρὴ τὸν ἱεράρχην κινούμενον παρὰ τοῦ παναγίου Πνεύματος τὰς ἐκλογὰς ποιεῖσθαι. Κ vi Πάντες δὲ ἀσπάζονται, καὶ αὐτὸς ὁ νειοσονήσας, τὸν τελεσθέντα· διότι ὅταν τοιουτοτρόπως ἀπὸ θείας κλήσεως καὶ ἱερατικῶν δυνάμεων πρὸς $0=3 $8=272 $9=1 ἱερωσύνην ἀφίκηται νοῦς ἱερὸς καὶ σημείωσαι, ὅτι ὧσπερ πρῶτος ὁ νοῦς ἐλλάμπαται ἐπὶ τῶν θείων δωρεῶν, οὔτω καὶ πρῶτος ὁ νοῦς τὴν ἱεροτελεστίαν δέχεται, ὡς θεῖον δῶρον καὶ ὑπὲρ ἄνθρωπον, ἐραστός ἐστι τοῖς ὁμοταγέσι, καὶ ἐρῶν καὶ ἐρώμενος· ὑποδηλοῦται γὰρ ἐντεῦθεν τὸ κοινωνικὸν καὶ ἡ ἐπ´ ἀλλήλοις ὡς ὁμοειδέσιν ἐραστὴ εὐφροσύνη· χαίρει γὰρ τῷ Κὁμοίῳ τὸ ὅμοιον. ἔ vii. Ἐπίκειται δὲ τὸ ἱερὸν Εὐαγγόλιον τῷ εἰς ἀρχιερέα τελουμένῳ· διότι πᾶσα δύναμις καὶ ἐπιστήμη δίδοται τούτῳ· καὶ περίκειται τούτῳ τὰ περιεκτικὰ παντὸς ἰεροῦ καὶ λόγου καὶ ἔργου ὡς ὀλοκλήρως πάσης μεθέξοντι τῆς ἱεραρχικῆς δυνάμεως, καὶ μὴ μόνον καθ´ αὐτὸν ἐλλαμφθησομένῳ, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν δωρημάτων μεταδώσοντι. ἔ vΙΙ. Τίδέ ἐστιν, ὅτι ὁ μὲν ἀρχιερεὺς ἄμφω τὴ κᾶς κλίνων, ὅμως ἔχει ἐπὶ κεφαλῆς αὐτοῦ τὸ θεῖον Εὐαγγέλιον· ὁ δὲ ἰερεὺς κλίνει καὶ αὐτὸς ἄμφω τὼ πόδε μόνον, ὁ δὲ διάκονος θάτερον τῶν ποδῶν:; Συνελὼν λέγω, ὅτι ἐπειδὴ τρεῖς εἰσιν αἱ τελειωτικαὶ δυνάμεις, καθαρτικὴ, φωτιστικὴ, καὶ τελειωτική· καὶ ὁ μὲν διάκονος ἔχει τὴν μίαν, ὁ δὲ πρεσβύτερος ταύτην τε καὶ τὴν φωτιστικὴν, ὁ δὲ ἁρχιερεὺς σὺν αὐταῖς καὶ τὴν τελειωτικήν· διὰ τοῦτο ὁ διάκονος, ὡς ἔχων τὴν καθαρτικὴν μόνην, θάτερον τῶν ποδῶν κλίνει· ὁ δὲ ἰερεὺς, ὡς ἔχων σὺν αὐτῇ καὶ τὴν φωτιστικὴν, καὶ ἄμφω τὼ πόδε κλίνει· ὁ μέντοι γε ἱεράρχης κλίνει καὶ αὐτὸς ἄμφω τὼ πόδε, καθαρτικὸς ὢν καὶ φωτιστικός· ἕπειτα, ἐπεὶ καὶ τελειωτικός ἐστι, καὶ ἀπὸ τῶν θείων Εὐαγγελίων τὴν τελείωσιν ποιεῖται, διὰ τοῦτο ἐπιτίθεται τούτῳ καὶ τὸ ἱερὸν Εὐαγγέλιον. Τέως δὲ ἀπαξαπλῶς ἡ τῶν ποδῶν κλίσις δηλοῖ, ὅτι, εἰ καὶ προσάγοντές εἰσιν, ὁ μὲν ἐν τῷ καθαίρειν, ὁ δὲ ἐν τῷ καθαίρειν ἅμα καὶ τῷ φωτίζειν, ὁ δὲ ἐν τούτοις ἄμα καὶ τῷ τελειοῦν, ἀλλ´ οὖν ὑποκείμενοί εἰσι τῷ Θεῷ, καὶ αὐτῷ ὑποτιθεῖσι τὸν προσαγόμενον. Αὕται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις, δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις· τὴν δὲ ὑπ´ αὐτὰς τριάδα τῶν τελουμένων τάξεων ἐξῆς ἀφηγητέον. Λέγομεν τοίνυν, ὅτι καθαιρόμεναι μέν εἰσι τάξεις $0=3 $8=273 $9=1 αἱ τῶν ἱερουργιῶν καὶ τελετουργιῶν ἀποδιαστελλόμεναι πληθύες, ὧν ἤδη μνήμην ἐποιησάμεθα· τῆς μέν, ὡς ἔτι πρὸς τῶν λειτουργῶν τοῖς μαιευτικ οἰς λογίοις πρὸς ζωτικὴν ἀπότεξιν μορφουμένης τε καὶ διαπλαττομένης· τῆς δὲ, ὡς ἔτι πρὸς τὴν ἱερὰν, ης ἀπέστη ζωῆς ἀνακικλησκομένης τῇ τῶν ἀγαθῶν λογίων ἐπιτρεπτικῇ διδασκαλίᾳ· τῆς δὲ, ὡς ἔτι πρὸς τῶν ἐναντίων πτοιῶν ἀνάνδρως ἐκδειματουμένης, καὶ πρὸς τῶν δυναμοποιῶν λογίων ἐπιῤῥων νυμένης· τῆς δὲ, ὡς ἔτι πρὸς τὰς ἱερὰς ἐνεργείας ἐκ τῶν χειρόνων μεταγομένης· τῆς δὲ, ὡς μεταχθείσης? μὲν, οὔπω δὲ τὸ πανάγνως ἀνεπίστροφον ἐν θειοτέραις ἕξεσι καὶ ἀσαλεύτοις ἐσχηκυίας. Αὗται γάρ εἰσιν αἱ καθαιρόμεναι τάξεις ὑπὸ τῆς λειτουργικῆς μαιεύσεως καὶ καθαρτικῆς δυνάμεως· ταύτας οἱ λειτουργοὶ ταῖς ἱεραῖς αὐτῶν δυνάμεσι τελεσιουργοῦσι πρὸς τὸ τελέως ἐκκαθαρθείσας αὐτὰς εἰς τὴν φωτιστικὴν τῶν φανοτάτων ἱερουργιῶν θεωρίαν τε καὶ κοινωνίαν μεταχθῆναι Μέση δὲ τάξις ἐστὶν ἡ θεωρητικὴ καί τινων ἱερῶν ἀναλόγως ἐν καθαρότητι πάσῃ κοινωνὸς, ἡ τοῖς ἰερεῦσιν εἰς τὸ φωτίζειν αὐτὴν ἀπονεμηθεῖσα. Καὶ γάρ ἐστιν, ὡς οἷμαι, δῆλον, ὡς ἡ καθαρθεῖσα πάσης ἀνιέρου κηλίδος, καὶ πάναγνον ἐσχηκυῖα τὴν τοῦ οἰκείου νοὸς ἀκίνητον ἵδρυσιν, ἐπὶ τὴν θεωρητικὴν ἔξιν καὶ δύναμιν ἱερουργικῶς μετάγεται, καὶ κοινωνεῖ τοῖς κατ´ αὐτὴν θειοτάτοις συμβόλοις, ἐν ταῖς θεωρίαις αὐτῶν καὶ κοινωνίαις, ἀπάσης ἱερᾶς εὐφροσύνης ἀποπληρουμένη, καὶ πρὸς τὸν θεῖον τῆς ἐπιστήμης αὐτῶν ἔρωτα ταῖς ἀναγωγικαῖς αὐτῶν δυνάμεσιν ἀναλόγως ἀναπτερουμένη. Ταύτην ἐγώ φημι τὴν τοῦ ἱεροῦ λαοῦ τάξιν, ὡς διὰ πάσης ἐληλυθυῖαν καθάρσεως, καὶ τῆς ἱερᾶς τῶν φανοτάτων τελετῶν ἐποψίας καὶ κοινωνίας, ὡς θεμιτὸν, ἠξιωμένην. Ἡ δὲ τῶν τελουμένων ἀπασῶν ὑψηλοτέρα τάξις, ἡ τῶν μοναχῶν ἐστιν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ὰποκεκαθαρμένην κάθαρσιν, ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ, ὅσης θεμιτὸν αὐτῆ, θεωρεῖν ἱερουργίας, ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη, καὶ ταῖς τῶν ἰεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομέντι καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδιδασκομένη τὰς ἐποπτευθείσας τῶν κατ´ αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας, καὶ πρὸς τῆς ἰερᾶς αὐτῶν ἐπιστήμης ἀναλόγως εἰς τελειοτάτην ὰναγομένη τελείωσιν. Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἰερῶν ἠξίωσαν, οἱ μὲν θεοοποο ρΟΩ $0=3 $8=274 $9=1 ραπευτὰς, οἱ δὲ μοναχοὺς ὀνομάζοντες, ἐκ τῆς τοῦ Θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας, καὶ τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς, ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν, εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν· διὸ καὶ τελεστικὴν αὐτοῖς ἐδωρήσατο χάριν ἡ Ιερὰ θεσμοθεσία, καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπικλήσεως, οὐχ ἱεραρχμκῆςκείνη γὰρ ἐπὶ μόναις γίγνεται ταῖς ἱερατικαῖς τάξεσιν, ἀλλ´ ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἰαρέων τῇ ἱεραρχικῇ τελετουργίᾳ δευτέρως ἱερουρτουμένης. Π. Μυστήριον μοναχικῆς τελειώσεως. Ὁ μὲν ἰερεὺς ἕστηκεν ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου, τὴν μοναχικὴν ἐπίκλησιν ἱερολογῶν. Ὁ ὰ τελούμενος ὀπίσω τοῦ ἱερέως ἕστηκεν, οὐκ ἄμφω τὼ πόδε κλίνων, οὐχ ἕνα τοῖν ποδοῖν, οὐκ ἐπὶ κεφαλῆς ἔχων τὰ θεοπαράδοτα λόγια, μόνον δὲ τῷ ἰερεῖ παρεστὼς ἰερολογοῦντι τὴν ἐπ´ αὐτῷ μυστικὴν ἐπίκλησιν. Τελέσας δὲ αὐτὴν ὀ ἱερεὺς, ἐπὶ τὸν τελούμενον ἐλθὼν, ἐπερωτᾷ πρῶτον αὐτὸν, εἰ πάσαις ἀποτάσσεται ταῖς διαιρεταῖς οὐ μόνον ζωαῖς, ἀλλὰ καὶ φαντασίαις. Εἶτα τὴν τελειντάτην αὐτῷ ζωὴν ὑφηγεῖται, μαρτυρούμενος, ὅτι χρὴ τῆς μέσης αὐτὸν ὑπερανεστηκέναι. Ταῦτα δὲ πάντα τοῦ τελουμέμου προσεχῶς ὁμολογήσαντος, τῷ σταυροειδεῖ τύπῳ σφραγισάμενος αὐτὸν ὁ ἰερεὺτ, ἀποκείρει, τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν, καὶ τὴν ἐσθῆτα πᾶσαν ἀπαμΚφιέσας, ἐτέραν ἀμφιέννυσι, καὶ μετὰ τῶν ἄλλων ἰερῶν· ἀνδρῶν, ὅσοι πάρεισιν, ἀσπασάμενος, αὐτὸν κοινωνὸν ἀποτελεῖ τῶν θεαρχικῶν μυστηρίων. iii. Θεωρία. Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν, μηδ´ ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι, δηλοῖ τὴν μοναχικὴν τάξιν οὐκ εἶναι προσαγωγικὴν ἐτέρων, ἀλλ´ ἐφ´ ἑαυτῆς ἐστῶσαν ἐν μοναδικῇ καὶ ἱερᾷ στάσει, ταῖς ἰερατικαῖς ἑπομένην τάξεσι, καὶ πρὸς αὐτῶν, ὡς ὀπαδὸν, ἐπὶ τὴν θείαν τῶν κατ´ αὐτὴν ἰερῶν ἐπιστήμην εὐπειθῶς ἀναγομέ- νῆν δ τῶν μεριστῶν οὐ μόνον ζωῶν, ἀλλὰ μὴν καὶ φαντασιῶν ἀποταγὴ, τὴν τελειοτάτην· ἐμφαίνει τῶν μοναχῶν φιλοσοφίαν, ἐν ἐπιστήμῃ τῶν ἑνοποιῶν ἐντολῶν ἐνεργουμένην. Ἔστι γὰρ, ὡς ἔφην, οὐτῆς μέσης τῶν τελουμένων τάξεως, ἀλλὰ τῆς πασῶν ὑψηλοτέρας. Διὸ καὶ πολλὰ τῶν πρὸς τῆς μέσης τάξεως ἀκατακρίτως ἐνεργουμένων ἀπείρηται τρόπῳ παντὶ τοῖς ἑνιαίοις μοναχοῖς, ὡς πρὸς τὸ ἂν αὐτῶν ὀφειλόντων ἑνοποιεῖσθαι, καὶ πρὸς ἱερὰν μονάδα συνάγεσθαι, καὶ πρὸς τὴν ἰαρατικὴν, ὡς θεμιτὸν, ἀπομορφοῦσθαι ζωὴν, ὡς τὸ $0=3 $8=275 $9=1 Ξτρ συγγενὲς αὐτῆς ἔχουσαν ἐν πολλοῖς, καὶ μᾶλλον αὐτῇ παρὰ τὰς λοιπὰς τῶν τελουμένων τάξεις πλησιάζου. σαν. Ἡδὲ τοῦ σταυροειδοῦς τύπου σφραγὶς, ὡς δη παρ´ ἡμῶν εἴρηται, δηλοῖ τὴν πασῶν ψμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν. Ἡ δὲ τῶν τριχῶν ἀπόκαρσις ἐμφαίνει τὴν καθαρὰν καὶ ἀσχημάτιστον ζωὴν οὐκ ἐπιπλάστοις σχήμασι τὸ κατὰ νοῦν δυσειδὲς ἐπιθετικῶς καλλωπίζουσαν, ἀλλ´ αὐτὴν ἐφ´ ἑαυτῆς οὐκ ἀνθρωπικοῖς κάλλεσιν, ἀλλ´ ἑνιαίοις καὶ μοναχοῖς εἰς τὸ θεοειδέστατον ἀναγομένην. Ἡ δὲ τῆς προτέρας ἐσθῆτος ἀποβολὴ, καὶ τῆς ἑτέρας λῆψις, τὴν ἀπὸ μέσης ἰερᾶς ζωῆς ἐπὶ τὴν τελειι, τέραν μετάταξιν ἐμφαίνει, καθάπερ ἐπὶ τῆς ἑερᾶς θεογονεσίας ἡ τῆς ἐσθῆτος ἄμειψις ἐδήλου τὴν ἀποκαθαιρομένης ζωῆς εἰς θεωρητικὴν καὶ φωτιστικὴν ἕξιν ἀναγωγήνʹ. Εἰ δὲ καὶ νῦν ὁ ἱερεύς τε καὶ πάντες ὅσοω πάρεισιν ἱεροί, τὸν τετελεσμένον ἀσπάζονται, τὴν ἱερὰν τῶν θεοειδῶν ἐννόησον κοινωνίαν, ἀγαπητικῶς ἐν εὐφροσύνῃ θείᾳ συνηδομένων ἀλλήλοις. Ἐν τλει δὲ πάντων ὁ ἱερεὺς ἐπὶ τὴν θεαρχικὴν κοινωνίαν καλεῖ τὸν τετελεσμένον, ἐμφαίνων ἱερῶς, ὡς ὁ τελεσθεὶς, εἴπερ ἀληθῶς ἐπὶ τὴν μοναχικὴν ἀφίκοιτο καὶ ἑνιαίαν ἀναγωγὴνἵ, οὐ θεωρητικὸς μόνον ἔσται τῶν κατ´ αὐτὸν ἱερῶν, οὐδὲ κατὰ μέσην τάξιν ἐπὶ τὴν κοινωνίαν ἥξει τῶν ἱερωτάτων συμβόλων, ἀλλὰ μετὰ θείας τῶν ὑπ´ αὐτοῦ μετεχομένων ἱερῶν γνώσεως ἑτέρῳ τρόπῳ παρὰ τὸν ἱερὸν λαὸν ἐπὶ τὴν μετάληψιν ἤξει τῆς θεαρχικῆς κοινωνίας. Διὸ καὶ ταῖς ἰερατικαῖς τάξεσιν, ἐν ταῖς ἱεροτελεστικαῖς αὐτῶν ἀγιαστείαις, ἐν τέλει τῶν ἰερωτάτων αὐτῶν ἀφιερώσεων, ἡ τῆς ἁγιωτάτης εὐχαριστίας κοινωνία μεταδίδοται πρὸς τοῦ τελέσαντος αὐτὰς ἰεράρχου· οὐ μόνον ὅτι τῶν θεαργικῶν μυστηρίων ἡ μετάληψις ἑκάστης ἰεραρχικῆς μεθέξεώς ἐστι τὸ κεφάλαιον, ἀλλ´ ὅτι καὶ αὐτῆς τῆς κοινωνικῆς καὶ θειοτάτηςδ δωρεᾶς ἀναλόγως αὐταῖς καθ´ ἑκάστην αἱ ἰεραὶ πᾶσαι τάξεις μετέχουσι πρὸς τὴν οἰκείαν αὐτῶν τῆς θεώσεως ἀναγωγὴν καὶ τελείωσιν. Συνῆκται τοίνυν ἡμῖν, ὡς αἱ μὲν ἅἁγιαι τελεταὶ κάθαρ σίς εἰσι καὶ φωτισμὸς καὶ τελείωσις· οἱ δὲ λειτουργοὶ καθαρτικὴ τάξις, οἱ δὲ ἱερεῖς φωτιστική· τελεστικὴ δὲ οἱ θεοειδεῖς ἱεράρχαι. Καθαιρομένη δὲ τάξις ἡ τῆς ἱερᾶς ἐποψίας καὶ κοινωνίας ἀμέτοχος, ὡς ἔτι καθαιρομένη. Θεωρητικὴ δὲ τάξις ὁ ἱερὸς λαός. Τετελεσμένη δὲ τάξις ἡ τῶν ἐνιαίων μοναχῶν. Οὕτω γὰρ ἡ καθ´ ἡμᾶς ἰεραρχία, ταῖς θεοπαραδότοις τάξεσιν ἰερῶς εὐθετουμένη, $0=3 $8=276 $9=1 ταῖς οὐραναις ἱεραρχίαις ὁμοειδής ἐστι, τοὺς θεομιμήτους αὐτῆς ὡς ἐν ἀνδράσιν ἀποσώζουσα καὶ θεοειδεῖς χαρακτῆρας. Ἀλλ´ ἐρεῖς, ὅτι ταῖς οὐρανίαις ἰεραρχίαις ἐλλείπουσι πάντως αἱ καθαιρόμεναι τάξειςοὐ γὰρ θεμιτὸν, οὐδὲ ἀληθὲς εἰπεῖν, ὡς ἔστι τις οὐρανία διακόσμησις ἐναγής· ἐγὼ δέ, ὅτι μὲν ἀλώβητοι παντελῶς εἰσι, καὶ τὸ πάναγνον ὑπερκοσμίως ἔχουσιν, ὁμολογήσαιμι πάντως, εἰ μὴ παντελῶς ἀποπέσοιμι τοῦ ἱερωτάτου νοός. Εἰ γάρ τις αὐτῶν ὑπὸ κακίας ἑάλω, τῆς μὲν οὐρανίας καὶ ἀμιγοῦς ἀποπεπτώκει τῶν θείων νοῶν ἀρμονίας, εἰς τὴν ἀλαμπῆ δὲ τῶν ἀποστατικῶν πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ´ ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἰεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ Θεοῦ τῶν τέως ἀγνοουμένων ἔλλαμψις, ἐπὶ τελειοτέραν αὐτὰς ἐπιστήμην ἄγουσα τῶν θεαρχικῶν γνώσεων, καὶ τῆς ἀγνοίας ὧν οὔπω τὴν ἐπιστήμην εῖχον, οἰον ἀποκαθαίρουσα διὰ τῶν πρώτων καὶ θειοτέρων οὐσιῶν ὰναγομένας εἰς τὰς ὑπερτέρας τῶν θεοπτιῶν καὶ φανοτέρας μαρμαρυγάς· οὕτω καὶ φωτιζόμεναι τάξεις εἰσὶ καὶ τελούμεναι, καὶ καθαρτικαὶ, και φωτιστικαὶ, καὶ τελεστικαὶ κατὰ τὴν οὐρανίαν ἱεραρχίαν, ὡς τῶν ὑπερτάτων καὶ θειοτέρων οὐσιῶν, τὰς ὑφειμένας ἱερὰς καὶ οὐρανίας διακοσμήσεις ἀγνοίας μὲν ἀπάσης ἀποκαθαιρουσῶνν τάξεσι καὶ ἀναλογίαις τῶν οὐρανίων ἱεραρχιῶν, πληρουσῶν δὲ αὐτὰς τῶν θειοτάτων ἐλλάμψεων, καὶ τελειουσῶν ἐν τῇ παναγεστάτῃ τῶν θεαρχικῶν νοήσεων ἐπιστήμῃ. Καὶ γὰρ ἤδη πρὸς ἡμῶν εἴρηται, καὶ τοῖς λογίοις θειωδῶς διηγόρευται, τὸ μὴ ταὐτὰς εἶναι πάσας τὰς οὐρανίας διακοσμήσεις, ἐν πάσαις ταῖς ἱεραῖς τῶν θεοπτικῶν ἐλλάμψεων ἐπιστήμαις· ἀλλ´ ἐκ Θεοῦ μὲν ἀμέσως τὰς πρώτας, δι´ ἐκείνων δὲ πάλιν ἐκ Θεοῦ τὰς ὑφειμένας, ἀναλόγως αὐταῖς ἐλλάμπεσθαι τὰς φα- $0=3 $8=277 $9=1 · $0=3 $8=278 $9=1 κένων ἐστὶν, ἀνακεφαλαιούμενος τὰς των τελούντων τρεῖς τάξεις, τῶν ἱεραρχῶν, τῶν πρεσβυτέρων, τῶν διακόνων, ὧν ἐκάστῃ ἀποκεκλήρωται ἡ προσήκουσα δύναμις καὶ ἐνέργεια, ἡ καθαρτικὴ, φημὶ, ἡ φωτιστικὴ, καὶ ἡ τελειωτική· εἰ μὴ γὰρ δυνηθεῖεν, οὐκ ἂν ἐνεργήσειε. Λέγει καὶ περὶ τῶν τελουμένων τάξεων, αἵτινές εἰσι καθαιρόμεναι, φωτιζόμεναι, τελειούμεναι· τοιγαροῦν εἰσιν αἱ τῶν κατηχουμένων καὶ τῶν ἐνοχλουμένων καὶ ἔτι τῶν ἐμπαθῶν, καὶ τῶν ἐν μετανοίᾳ πληθύες, ἔστι μὲν εἰπεῖν καὶ κατ´ ἀριθμὸν τῶν ἁπλουστέρων, ἐπειδὴ ἐπὶ πλέον τὸ κακὸν, ἐπ´ ἔλαττον δὲ τὸ ἀγαθόν ἐστι. Ἔστι δὲ καὶ κρειττόνως εἰπεῖν, ὅτι ἐπειδὴ τοὺς τῷ Θεῷ προσεγγίζοντας ὡς ἑνουμένους τῷ ἑνὶ ἑνοειδεῖς φησιν, εἰκότως οἱ τοῦ ἑνὸς ἀφιστάμενοι, πληθύες ῥηθεῖεν ἄν· καὶ ὅσῳ ποῤῥώτερον, τοσοῦτόν γε πληθυνθήσονται· εἰ καὶ μὴ κατ´ ἀριθμόν εἰσιν ἐκτεταμένοι, ἀλλ´ ὀλίγοι τινές καὶ εὐαρίθμητοι, Διαιρῶν οὖν τὰς τῶν καθαιρομένων τάξεις, τοὺς μὲν κατηχουμένους λέγει μαιεύεσθαι παρὰ τῶν διακόνων, καὶ μορφοῦσθαι εἰς ζωτικὴν τὴν διὰ τῆς κολυμβήΘρας ἀπότεξιν· τοὺς δὲ ἐμπαθεῖς ἀνακαλεῖσθαι διὰ τῆς τῶν λογίων ἀναγνώσεως· τοὺς δὲ ἐνοχλουμένους παρὰ τῶν ἐναντίων φόβων ἐπιῤῥωννύεσθαι· τοὺς ἐν μετανοίᾳ ἐκ τῶν χειρόνων μετάγεσθαι, καὶ τοὺς μὴ παντελῶς καθαρθέντας λαμβάνειν τὸ πρὸς τὰ χείρονα ἀνεπίστροφον. Ὑποδιασταλτέον δὲ εἰς τὸ, οὔπω δέ,, καὶ ἔξωθεν ἐκληπτέον τὸ, τελέως καθαρθείσης· οὔτω γὰρ τὸ τῆς ἐννοίας σωθήσεται. ἔΠ. Εἰπών δὲ περὶ τῶν καθαιρομένων τάξεων, ἂς παρὰ τῶν διακόνων εἶπε μαιεύεσθαι. καὶ εἰς ὑπὸ δοχὴν τοῦ φωτὸς εὐτρεπίζεσθαι, ἤδη διαλαμβάνει καὶ περὶ τῆς τῶν φωτιζομένων τάξεως, ἢν καὶ μέσην φησὶ, τῆς τε δηλαδὴ καθάρσεως καὶ τῆς τελειώσεως· καὶ θεωρητικὴν λέγει, ὡς ἠξιωμένην τῆς θείας θεωρίας καὶ ἐποψίας· λέγει δὲ τοὺς ἐν τῷ ἰερῷ λαῷ ὁλοκλήρους καὶ ἀνεπιτιμήτους· οὗτοι γὰρ, ἀποκαθαρθέντες, τοῖς φωτίζουσιν ἐγχειρίζονται. Καὶ γάρ ἐστι δῆλον, ὡς ἡ καθαρθεῖσα τάξις πάσης κηλῖδος, καὶ τὴν τοῦ νοὸς κίνησιν ἀπὸ παντὸς πάθους διαφυλάξασα ἐπὶ τὴν θεωρητικὴν ἕξιν ἀνάγεται, καὶ κοινωνεῖ τοῖς συμβόλοις ἐν θεωρίᾳ καὶ μετοχῇ αὐτῶν γινομένη, καὶ δι´ ἀναγωγῆς ἀναπτεροῦται καθ´ ὅσον ἔνι πρὸς τὸν θεῖον αὐτῶν ἔρωτα. Ὅσῳ γὰρ τὰ σύμβολα ἀναπτύσσονται, καὶ τὸ ἀπόκρυφον θεωρεῖται, τοσούτῳ ποθεῖ ὁ μετέχων κατά τινα θεῖον καὶ ἀπόῤῥητον ἕρωτα. Εἰπὼν περί τε τῶν καθαιρομένων, περί τε τῶν φωτιζομένωων τάξεων, ἐπειδὴ κατὰ τούτους ἡ τῶν τελουμένων ἐστίν. Εἰσὶ δὲ μετὰ πολλοὺς τρόπους οἱ τελούμενοι· καὶ γὰρ καὶ οἱ τῷ βαπτίσματι τελειούμενοι, καὶ οἱ των θείων μυστηρίων μετέχοντες, καὶ οἱ ἱερωσύνην περιτιθέμενοι, καὶ οἱ μοναχικῆς ἀξιούμενοι καταστάσεως, ἅπαντες ὑπὸ τὴν τάξιν τῶν τελουμένων εἰσίν. ἔ ΠΙ. Περὶ τῶν ἄλλων προδιαλαβὼν, νῦν περὶ τῆς μοναχικῆς διέξεισι τελεσιουργίας, ἢν καὶ ὑψηλοτέραν φησὶν, οὐ πρὸς τὴν τῶν τοιούτων τελετῶν τῶν μόνως τελειουμένων σύγκρισιν· ποῦ γὰρ ἡ βαπτίσματος δύναμις, ποῦ δὲ ἡ τῆς ἐερωσύνης ὑπερκειμένη κατάστασις, ὥστε κληθῆναι ταύτην ὑψηλοτέραν; Οὐ τοίνυν $0=3 $8=279 $9=1 πρὸς σύγκρισιν τῶν μόνως τελειουμένοων ὑψηλοτέρα αὔτη, ἀλλὰ πρός τε τὴν τῆς καθάρσεως τελετὴν, καὶ πρὸς τὴν τοῦ φωτισμοῦ τελετὴν, αὕτη ὑψηλοτέρα. Ἀὕτη γὰρ ὡς ὑπερβεβηκυῖα τὴν μέσην τάξιν, δηλαδὴ τὴν τῶν φωτιζομένων, καὶ τὰς τῷν τριῶν ἰδιότητας φέρει ἐν ἑαυτῇ, τὴν κάθαρσιν, τὸν φωτισμὸν, τὴν τελείωσιν, καθὼς κατωτέρω διέξεισιν. Οὐ λέγω, ὅτι καὶ πρὸς τὴν τῶν τελουμένων προσώπων παράθεσιν· οἶ τε γὰρ τελούμενοι τῷ βαπτίσματι τῆς μέσης εἰσὲ τάξεως, καὶ τῆς ἱερᾶς λαώδους μοίρας, οἷς δὴ καὶ πολλὰ ἐφεῖται, δηλονότι τὸ γάμοις ὁμιλεῖν, τὸ στρατεύεσθαι, τὸ πραγματείας τοῦ βέου μεταχειρίζεσθαι. ΟΙ τε τῇ ἰερωσύνῃ κοσμούμενοι, οὐδ´ αὐτοὶ πάμπαν τὸ ἐπὶ πᾶσιν ἀκίνητον ὀφείλουσιν ἔχειν καὶ ἀνενέργητον· τελειωτικοὶ γὰρ τῶν ἐτέρων οἱ ἱερεῖς εἰσι, καὶ διὰ τοῦτο πολλὰ ἐνεργήσουσιν. Οἱ δὲ κατὰ τὴν μοναχικὴν πολιτευόμενοι διακόσμησιν νεκροὶ τὸ σύνολον ὀφείλουσιν εἶναι ἐν τῷ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ ζῇν μόνως Θεῷ καὶ ἐαυτοῖς· τοῦτο γάρ ἐστιν ἡ ὁλικὴ κάθαρσις καὶ ἡ παντελὴς τῶν οἰκείων ἐνεργειῶν ἁγνότης. Οὐ λέγω γοῦν τοῦτο, ὅτι οὐδ´ ὁ τοῦ ἁγίου σκοπὸς εἰς τοῦτο ῥέπει· ἀλλ´ ἐπειδὴ ἄλλο ἐστὶ τὸ τελεῖσθαι, καὶ ἄλλο τὸ τελειοῦσθαιελεῖσθαι γὰρ ἔστι καὶ κατὰ τὴν κάθαρσιν, τελεῖσθαι ἔστι καὶ κατὰ τὸν φωτισμόν· τει λειοῦσθαι δὲ κατὰ μόνην τὴν κυρίως τελείωσιν προκρίνει τῶν ἀπλῶς τελουμένων, τῶν τε καθαιρομένων δηλαδὴ καὶ τῶν φωτιζομένων, τοὺς μοναχούς· ὡς τελειουμένους μὲν καὶ αὐτοὺς, ἀλλ´ ὑπὲρ τὴν τῶν κανηχουμένων κάθαρσιν, καὶ ἔτι τῶν φωτιζομένουν άξιν, ἣν καὶ μέσην φησί, τὴν τῶν λαϊκῶν δηλαδήΤὸ δὲ τελεῖσθαι ὄνομα, ἐπεὶ καθολικώτερόν ἐστι τοῦ τελειοῦσθαι, πρὸς ὅπερ οὐκ ἔχομεν λόγον τὴν τῶν μοναχῶν τελετὴν συγκρίνειν. Ἀλλ´ ἐπειδὴ ἡ τῶν μοναχῶν τάξις περιληπτική ἐστι καὶ τῆς καθάρσεως καὶ τοῦ φωτισμοῦ, διὰ τῆς παντελοῦς ἁγνότητος, τὴν κάθαρσιν ἔχειν ἐμφαίνεται, μεθ´ ἡν καὶ τὸ τῶν φωτιζομένων ἴδιον ἐπικέκτηται, ἔτι δὲ καὶ τῶν τελειουμένων ἐν πνεύματι, τῶν μὲν φωτιζομένων, ὅτι ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ πάσης, ὅσης θεμιτὸν, ἰερουργίας γίνεται· τῶν δὲ τελειουμένων, ὅτι, ἐγχειὸ ριζομένη ταῖς ἱεραρχικαῖς δυνάμεσι καὶ παρὰ τούτων διακοσμουμένη, πρὸς τὴν τῆς ἱερᾶς ἐπιστήμης τελείωσιν ἀναλόγως ἀνάγεται, ὥστε εἰκότως ἡ τοιαύτη πολιτεία τὸ ὑψηλὸν ἔχει, τὰς τρεῖς τῶν τελουμένων τάξεις ἐν ἑαυτῇ περιφέρουσα. Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν, θείων ἐπωνυμιῶν αὐτοὺς κατηξίωσαν, οἱ μὲν θεραπευτὰς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες· θεραπευτὰς μὲν ὡς τὸ Θεῖον καθαρῶς θεραπεύοντας· μοναχοὺς δὲ, ὡς πρὸς ἀμέριστον καὶ ἑνιαίαν ζωὴν καταντῶντας, ἥτις δὴ ἐνιαία ζωὴ ἑνοποιοῦσα αὐτοὺς εἰς ἑνοειδῆ γνῶσιν· ταύτην γὰρ λέγει μονάδα( γὰς γνῶσις ἑνιαία, ὡς ἡ ἄγνοια πλῆθος ἐσκεδασμένων εἰς πολλὰ καὶ διάφορα, ἑνοποιοῦσα δέ πως, δηλονότι ἐν ταῖς ἱεραῖς τῶν διαιρετῶν συμπτύξεσι τελειοῖ. Διαι ρετὰ δέ εἰσι τὰ ἐνταῦθα σύμβολα, τὸ κουκούλιον, ἀνάλαβος, τὸ τρίχινον, τὸ μέλαν, καὶ τὰ τοιαῦτα. ὡ. ἕκαστον ὑψηλὴν ἔχει καὶ ἐνιαίαν τὴν ἔννοιαν· τοῦτο γάρ ἐστι καὶσύμπτυξις. Ἄλλοι δὲ διαιρετὰ τὰ βιω $0=3 $8=280 $9=1 τικά φασι, καὶ σύμπτυξιν τὴν ἀπὸ τούτων τελείαν καὶ ὀλόκληρον ἀναχώρησιν. Διὰ τὴν τοιαύτην τελείωσιν ἡξιώθη ἡ τοιαύτη τάξις καὶ ἱερατικῆς τελετῆς, καὶ τῆς διὰ τῶν εὐχῶν ἐπικλήσεως· ὥστε μὴ μόνους ἀφ´ ἑαυτῶν ἀμφιέννυσθαί τινας τὸ σχῆμα, ἀλλὰχερσὶν ἰερατικαῖς καὶ θείᾳ ἐπικλήσει γίνεσθαι τὴν εἰς τοῦτο τελείωσιν· πλὴν χερσὶν οὐκ ἀρχιερέωντοῦτο γὰρ ἐπὶ μόνων τῶν ἱερατικῶν γίνεται χειροτονιῶν, ἀλλὰ χερσὶν ἱερέων, καὶ δευτέρᾳ μετὰ τὴν ἱερατικὴν τελετήν, Ἐντεῦθεν δὲ σημειούμεθα, ὡς κατὰ τὸν τοῦ Πατρὸς λόγον οὐ δεῖσχῆμαμοναχοῦ ἐπίσκοπον διδόναι, ἀλλ´ ἠ μόνον πρεσβύτερον. ii. Μυστήριον. Ἑστηκε μὲν ὁ ἱερεὺς, οὐχ ὁ ἀρχιερεὺς, τοῦ θείου θυσιαστηρίου ἔμπροσθεν, ἱερολογῶν τὴν εὐχήν· ἕστηκε δὲ ὁ τελούμενος ὁπίσω τοῦ ἰερέως, μήτε κατὰ τὸν ἱερέα ἄμφω τὼ πόδε κλίνων, μήτε κατὰ τὸν διάκονον θάτερον των ποδῶν, μήτε μὴν κατὰ τὸν ἀρχιερέα ἐπὶ κεφαλῆς ἔχων τὸ θεῖον καὶ ἰερὸν Εὐαγγέλιον· μόνον δὲ πλησίον τοῦ ἱερέως ἵσταται ἱερολογοῦντος τὴν ἐπ´ αὐτῷ εὐχήν, Ὁ μέντοι γε ἱερεὺς τὴν εὐχὴν τελέσας, ἐπὶ τοῦτον ἐλθὼν, πρῶτον μὲν ἐπερωτᾷ εἰ ἀποτάσσεται πάσαις μὲν διαιρεταῖς καὶ ποικίλαις ζωαῖς, ἤγουν ἐμπορίαις, πραγματείαις, συναλλάγμασι, καὶ τοῖς ἄλλοις· πάσαις δὲ φαντασίαις, ὥστε μηδὲ φαντάζεσθαι ταῦτα, ἀλλ´ ὡς νεκρὸν μένειν καὶ ἀνενέργητον ἐπὶ τούτοις ἄπασιν. Ἔπειτα διδάσκει τὴν τῆς μοναχικῆς πολιτείας ἀκρίβειαν, μαρτυρόμενος, ὅτι χρὴ τοῦτον ὑπερανεστηκέναι κατὰ πολὺ τῆς μέσης τῶν λαϊκῶν τάξεως. Ταῦτα δὲ ἐκείνου ὁμολογήσαν. τος προσεχῶς, κατὰ τὸ ἀπολυπραγμόνητον ναὶ, τῷ σταυροειδεῖ τύπῳ σφραγισάμενος, ἀποκείρει εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ἀπαμφιάσας τὴν ἐσθῆτα μέλαιναν ἀμφιέννυσι, καὶ μετὰ τῶν ἄλλων ἱερῶν ἀνδρῶν ὅσοι πάρεισιν ἀσπασάμενος, τῆς θείας ποιεῖται κοινωνὸν μεταλήψεως. Πi. φεωρία. εΙ Ἐπειδήπερ ἡ τῶν ποδῶν κλίσις τὴν ὑποκειμένην ἐδήλου προσαγωγὴν, εἴτε διὰ μιᾶς τῆς καθάρσεως, εἰτε διὰ δυοῖν αὐτῆς ε καὶ τοῦ φωτισμοῦ· δήλου δέ, ὅτι Θεῷ ὑποκείμενοι οἱ τελοῦντες, αὐτῶ δὴ τῷ τελετάρχῃ Θεῷ προσάγουσι τὸν τελούμενον Ἐνταῦθα, ἐπεὶ μὴ παρά τινος προσάγεται, ἀλλὰ παρ´ ἑαυτοῦ ἀπὸ τῆς μέσης ζωῆς εἰς ὑψηλοτέραν ζωὴν καὶ κρείττονα καὶ ἀπὸ ἱερᾶς εἰς ἰερὰν, καθὼς ὁ Πατὴρ σαφηνίζει, οὐδέτερον κλίνει τοῖν ποδοῖν ὁ τελούμενος, ἵσταται γὰρ ἐν ἱερᾷ καὶ μοναδικῇ τάξει. Καὶ ὅρα καὶ ἄλλως ὁρισμὸν μοναδικῆς τάξεως, καὶ τί ἐστι τὸ μοναχικὸν πρὸς τὸ μοναδικόν. Πρώην γὰρ ἐλέγομεν, ὅτι, ἐπεὶ ἀπὸ τῶν διαιρετῶν, δηλονότι τῶν βιωτικῶν ἐμπαθῶν, ἐνίζεται εἴς τινα σύμπτυξιν καὶ θεοειδῆ μονάδα, διὰ τοῦτο τὴν τοῦ μοναχοῦ ὀνομασίαν ἐκληρώσατο· νῦν δὲ καὶ ἄλλως λέγομεν τοῦτο, ὅτι δηλαδὴ μόνος καὶ ἀφ´ ἑαυτοῦ προσάγεται, καὶ ἀφ´ ἐαυτοῦ μοναδικῶς ἴσταται ἑπομένως τῷ ἰερεῖ ὡς Ι.Ηυείεγήκηε, ii. ὄοηίενρίαίο. $0=3 $8=281 $9=1 ῥπαδὸς ἐπὶ τὴν τῶν ἱερῶν ἐπιστήμην εὐπειθῶς ἀγόμενος. Ὅθεν τὸ μοναχικὸν ἐπὶ τῆς τάξεως λέγοιτο ἄν κυρίως, τὸ δὲ μοναδικὸν ἐπὶ τῆς στάσεως. Μοναδικὴ στάσις, ὅτι μόνος κατὰ μονάδα ἴσταται· μοναχικὴ τάξις, ὅτι μοναχῶς καὶ ἑνοειδῶς, καὶ οὐ διχῶς, ἢ τριχῶς, ἢ πολλαχῶς πολιτεύεται. Τοῦτο γὰρ ὃηλοῖ καὶ τὸ ἀμφιεννύμενον μέλαν· τὰ μὲν γὰρ ἄλλα τῶν χρωμάτων εἰς ἕτερα μεταπεσοῦνται ῥᾳδίως καὶ πάντα εἰς τὸ μέλαν, τὸ δὲ μέλαν οὐκ ἔστι μεταβληθῆναι εἰς ἕτερον χρῶμα πώποτε. ερὶ Λἰᾳοι οοἰοι ἰ αἰωπ ΒΗα Πααῖ ροΚΙ. Ἐ δὲ ἀποταγὴ τῶν μεριστῶν καὶ κατὰ κόσιιν ζωῶν, ἔτι δὲ καὶ φαντασιῶν, τὴν τελειστάτην ἑμφαίνει φιλοσοφίαν· ἑνοποιεῖται γὰρ ταῖς ἐνιαίαις ἐντολαῖς τοῦ Δεσπότου Χριστοῦ τῶν μεριστῶν ἀφιστάμενος. Οὐδὲ γὰρ τῆς μέσης τῶν τελουμένων ἐστὶ τάξεως, δηλονότι τῶν φωτιζομένων καὶ ἱερῶν λαῖκῶν· πολλὰ γὰρ κωλύεται ὁ μοναχὸς ποιεῖν, ὧν οἱ λαῖκοὶ τὴν ἐπιτροπὴν καὶ τὴν ἐξουσίαν ἔχουσι· τὸ δέ εἰσιν ὁ γάμος, καὶ τὸ στρατείαις καὶ ἐμπορίαις ὁμιλεῖν, καὶ ἐτέροις, ἐν οἷς ὁ λαϊκὸς οὐ κατακρίνεται. Καὶ σημείωσαι τὸ ῥητὸν, ὅτι χρήσιμον κατὰ Λαμπετιανῶν, ἤτοι Μασαλιανῶν ἢ Ἀδελφιανῶν, ταὐτὲν δὲ εἰπεῖν Μαρκιανιστῶν, οἵτινες τριετίαν μόνην νομοθετοῦσι, καὶ ὑπὲρ τὸ προσῆκον ἀγνίζεσθαι, καὶ μετὰ ταῦτα ἐφειμένην ἔχουσι πᾶσαν ἀσέλγειαν, ἀναισθήτως νοσοῦντες τὴν ἐμπάθειαν. Ἀλλ´ οἱ μοναχοὶ πρὸς τοῖς ἄλλοις ὁφείλουσι πρὸς τὴν ἱερατικὴν ἀπομορφοῦσθαι ζωὴν, ὡς μᾶλλον αὐτῇ πλησιάζοντες παρὰ τὰς λοιπὰς τῶν τελουμένων τάξεις, καθὼς ἐλέγομεν ἔμπροσθεν, οὓ πρὸς τὰς τελετὰς τῶν ἄκρως τελουμένων, δηλονότι. τῶν τελειουμένων τῆς συγκρίσεως γινομένης· οὐ γὰρ εἷσε τῶν τελειουμένων(τελειούμενοι γάρ εἰσιν οἱ´ διὰ τοῦ βαπτίσματος, οἱ διὰ τῆς χρίσεως, οἱ διὰ τῆς μεταλήψεως, οἱ διὰ τῆς χειροτονίας, ἀλλὰ τελουμένων, δηλαδὴ καθαιρομένων, διδασκομένων, φωτιζομένων. Ὥστε πᾶς τελειούμενος καὶ τελεῖται, οὐ μὴν δὲ πᾶς τελούμενος τελειοῦται. Ιi. Ἐ σταυροειδὴς δὲ πάλιν σφραγὶς, τὴν ἀνενεργησίαν δηλοῖ τῶν σαρκικῶν ὀρέξεων· ἡ ἀπόκαρσις, καθαρὰν καὶ ἀσχημάτιστον ζωήν· καθαίρεται γὰρ τῶν περιττωμάτων, καὶ οὐκ ἔστι διὰ τῆς κόμης ἐπιθετικὸν κάλλος λαμβάνειν, ἀλλὰ κάλλος θεοειδέστατον Ο κατὰ νοῦν καὶ ἐνιαῖον. ὁ Γν. Αἰ ἐσθῆτες τὰς ζωὰς ὑπεμφαίνουσιν· ἡ μὲν Πν ἀποβάλλεται, τὴν προτέραν καὶ λαῖκήν· ἡ δὲ ἣν ἀμφιέννυται, τὴν τελειοτέραν ταύτην καὶ κρείττονα· καθάπερ καὶ ἐπὶ τοῦ βαπτίσματος τὴν ἀπὸ τῆς κα θαιρομένης διὰ τῆς διδασκαλίας ζωῆς εἰς θεωρητικὴν καὶ φωτιστικὴν ἕξιν ἀναγωγὴν ἡ τῆς ἐσθῆτος ἐδήλου ἀντάμειψις. Ἐατέον νῦν ἐκείνην τὴν προτέραν τῶν κατηχουμένων ἀπαμφίασιν· ἐκείνη γὰρ τὴν τῶν ἔξωθεν ῥυπασμάτων καὶ τῆς πλάνης ἀπόθεσιν παριστᾷ, καὶ διὰ τοῦτο καὶ πόῤῥω που καὶ ἔξω τοῦ Ιεροῦ ναοῦ γίνεται. Τὴν μέντοι γε κοινωνίαν καὶ τὴν θείαν εὐφροσύνην διὰ τοῦ ἀσπασμοῦ δηλουμένην μάνθανε. Κἔ Ν. Ἐπὶ τέλει δε καὶ τῶν ἱερῶν μυστηρίων κοινωνεῖ $0=3 $8=282 $9=1 ὁ τελεσθεὶς ἤδη, ὅτι καὶ ὑπὲρ τὴν μέσην τάξιν Κἤνθεωρητικὴν, ὡς θεωρεῖν τῶν θείων, φησὶ, τὴν τοῦ ἰεροῦ λαοῦ δηλαδή ὁ τοιοῦτός ἐστι· μετέχει γὰρ καὶ γνώσεως ἱερᾶς, καὶ καθ´ ὅσον ἔνι πρὸς τὴν ἱερατικὴν ἐπιστήμην ἀφομοιοῦται. Διὸ καὶ ἐπὶ τῶν ἱερουργῶν ἔστιν ἰδεὶν, ὅτι μεθ´ ὃ πληρώσουσι πᾶσαν τὴν ἀκολουθίαν τῆς ἁγιαστείας, ἐν τέλει τῶν μυστηΚρίων κοινωνοῦσι· μὴ μόνον, ὅτι πάσης ἱερᾶς μεθέξεως ἡ τῶν θείων μυστηρίων μετάληψίς ἐστι τὸ κεΚφάλαιον, ἀλλ´ ὅτι καὶ αὐτῆς τῆς κοινωνικῆς καὶ ειοτάτης δωρεᾶς αἱ ἱεραὶ μετέχουσι τάξεις, κατὰ τὴν ἀναλογίαν τῆς ἀναγωγῆς αὐτῶν. Ἔχει δὲ τοῦτο διαφορὰν πρὸς τὸ πρότερον, ὅτι ἐκεῖ λέγει, διὰ τοῦτο τῶν μυστηρίων μεταλαμβάνουσιν, ὅτι τοῦτό ἐστι τὸ κεφάλαιον τῆς ὅλης αὐτῶν ἱερᾶς πράξεως, ὡς χωρὶς τῆς μεταλήψεως τυχὸν, μὴ οἷόν τε εἶναι τελειωθῆναι τὴν ἱερὰν αὐτῶν πρᾶξιν· ἐνταῦθα δὲ λέγει, διὰ τοῦτο τὴν κοινοωνίαν γίνεσθαι, ὡς δωρεὰν δηλαδὴ τοῦ ἱεροῦ αὐτῶν κόπου καὶ τῆς θείας ὑπηρεσίας. Κατὰ ταῦτα γοῦν κοινωνεῖ καὶ ὁ τελεσθεὶς μοναχὸς τῶν μυστηρίων, ἢ συγκεφαλαίωσιν ἔχων ἀπάντων τῶν καθ´ αὐτὸν τὴν ἱερὰν μετάληψιν, ἢ μὴν τὴν θείαν δωρεὰν δεχόμενος, ἀνθ´ ὧν εἰς τοιαύτην πολιτείαν κατέστη. Συνάγει τοίνυν, ὡς αἱ τελεταὶ κάθαρσίς εἰσι,. καὶ φωτισμὸς, καὶ τελείωσις· καὶ αἱ τάξεις ἡ μὲν τῶν διακόνων καθαρτικὴ, ἡ δὲ τῶνἱερέων φωτιστικὴ, ἡ δὲ τῶν ἀρχιερέων τελεστική· καὶ οἱ τελούμενοι, οἱ καθαιρόμενοι, ἔτι καὶ τῆς κοινωνίας καὶ τῆς ἐποψίας ἀμέτοχοι, οἱ κατηχούμενοι, οἱ θεωρητικοὶ, ὁ λαὸς, οἱ τετελεσμένοι, οἱ μοναχοί· οὕτω γὰρ ἡ καθ´ ἡμᾶς ἱεραρχία τῇ οὐρανίᾳ ὀμοειδής ἐστι, κατὰ τὰς τοιαύτας τριάδας, ὡς ἐν ἀνθρώποις ἀποσώζουσα χαρακτῆράς τινας τῆς ἐκεῖσε θεοειδείας. vί. Ἀλλ´ εἴποις, ὅτι, ἐπεὶ πρὸς ἐκείνην τὴν ἱεραρχίαν ἡ ἡμετέρα ἀπευθύνεται, ὤφειλον εἶναι κἀκεῖσε αἱ καθαιρόμεναι τάξεις· ἀλλ´ οὐκ εἰσίν· οὐ γὰρ Θεμιτὸν εἰπεῖν τὴν οὐρανίαν διακόσμησιν ἐναγῆ. Ἐγὼ δὲ πρὸς τοὺς τοιούτους λόγους ὁμολογῶ, πάναγνοι γάρ εσι καὶ ἀλώβητοι· καὶ εἰτις ἐάλω, δηλονότι ὁ Σατανᾶς καὶ οἱ περὶ αὐτὸν, ἐκπεπτώκεισαν καὶ τῆς ἀγγελικῆς εὐθὺς τάξεως, καὶ ἐν τῇ ἀλαμπεῖ μεμενήκεισαν πτώσει. Ἔτεροι δὲ τοὺς χρόνους τοῦ τε ὑπερσυντελικοῦ τοῦ ἀπεπτώκει, καὶ τοῦ παρατατικοῦ τοῦ ἀφέρετο, κυριολεκτικῶς ἐκλαβόμενοι, καὶ τὸ ἄν ἔξωθεν νοοῦντες, οὐτως ἐξηγοῦνται τὴν τοῦ ῥητοῦ ἄγνοιαν, καὶ μετὰ ταῦτα, πρὸς τοῦτο τὴν ἰδίαν ἐξήγησιν ἐπιφέρουσιν. Εἰ γάρ τις, φησὶν, ἑάλω, ἀποπεπτώκει ἂν καὶ ἐφέρετο εἰς τὴν ἀλαμπῆ πτῶσιν, ὡσανεὶ, φασὶ, λέγων· Ὅτι εἴ τις ἀλοίη, οὐ κάθαρσιν δέξεται, ἀλλὰ πρὸς τὴν πτῶσιν ἀπενεχθήσεται, καθὼς καὶ ἐπὶ τοῦ Σατᾶν γέγονεν, ὡς πεφυκότος τυχὸν γενέσθαι τοιούτου τινός. Οὕτω τὴν ἔννοιαν ἐκλαβόμενοι, ἐξηγοῦνται λέγοντες· Ἀλλ´ οὐδεὶς αὐτῶν μετὰ τὴν τῶν δαιμάνων ἀπόπτωσιν ἑάλω ποτέ· τοῦτο γὰρ οὐδὲ παρὰ τῆς θείας Γραφῆς ἔγνωμεν, οὐδέ τις τῶν θεοσόφων Πατέρων εἴρηκεν. Οὕτω δὲ ὁ ἅγιος, φασὶ, κατὰ συγΔβΑΡΤ $0=3 $8=283 $9=1 vΙΙ. ἱΡε ἰἰε αἄκι οἰνεα εμησιοά. χώρησιν αὐτό φησιν, ὡς ἂν εἴποι τις, Πάναγνοι μέν εἰσι καὶ ἀλώβητοι, καὶ οὐ δέονται καθάρσεως· πλὴν εἰ καὶ δῶμεν ἔν τινι βλάβην γενέσθαι αὐτῶν τινα, πάντως εἰς τὰς ἐναντίας ἐχώρει δυνάμεις, ὥστε τὰς λοιπὰς ὡσαύτως τὸ ἀλώβητον ἔχειν, καὶ ὁμοίως μὴ δεῖσθαι καθάρσεως. Καὶ ὅτι τοῦτό ἐστι, φασὶ, σαφῶς ἔδειξεν· εἰπών γὰρ πρὸς τὴν ἀντίθεσιν τὴν ἰδίαν γνώμην καὶ ἀληθῆ, ὅτι πάναγνοί εἰσι καὶ ἀλώβητοι, ἐπήγαγε τό· Εἰ γάρ τις, ἀντὶ τοῦ, Εὲ δέ καὶ τις δοίη τινὰ παρατραπῆναι, εὐθὺς τοῦ χοροῦ τούτου ἐξέπεσεν· ὅπερ οὐκ ἔστιν, ἀλλὰ τοὐναντίον, ὅτι πάναγνοι διαμένουσιν ἐσαεί· ἐπεὶ ἐκπέσοιμι τοῦ καθεστῶτος νοὸς, εἰ ταῦτα λέγοιμι. Μὴ οὖν τις τῶν Ὡριγενιαστῶν οἰέσθω, τὸν τοιοῦτον λόγον συνηγορεῖν τῆ κακοπίστῳ αὐτῶν δόξη, φάσκων κατὰ τὸν Ὡριγένην, ὅτι ἀεὶ πτῶοις καὶ ἀνάκλησις καὶ μετάπτωσις τῶν οὐρανίων γίνεται νοῶν· ἀλλὰ κάθαρσιν λέγομεν γί. νεσθαι καὶ παρὰ ταῖς οὐρανίαις δυνάμεσιν, ὅτε ἀπὸ τῶν ἀγνοουμένων ἐπὶ θειοτέραν ἐπιστήμην ἀνάγονται καὶ ἐλλάμπονται· οἷον γὰρ τὴν ἄγνοιαν ἀποκαθαίρονται διὰ τῶν πρὸ αὐτῶν θείων οὐσιῶν εἰς τὰς φανοτάτας μαρμαρυγὰς ἀναγόμεναι. Οὕτως εἰσὶν ἐκεῖσε καὶ καθαιρόμεναι, καὶ φωτιζόμεναι καὶ τελφιούμεναι τάξεις, αἱ ὑφειμέναι δηλαδή· καὶ πάλιν καθαίρουσαι, καὶ φωτίζουσαι, καὶ τελειοῦσαι, αἱ ὑπερβεβηκυῖαι δῆλον. Καὶ γὰρ καὶ παρ´ ἡμῶν ἐν τῷ Περὶ ρύρανίας ἰεραρχίας εἴρηται, καὶ ἐν τῇ θείᾳ Γραφῇ εὕρηται, τὸ μὴ ταύτὰς κατὰ τὰς ἐλλάμψεις εἶναε πάσας τῶν οὐρανίων διακοσμήσεις· ἀλλ´ αἱ πρῶται μὲν ἀμέσως ἐκ Θεοῦ ἐλλάμπονται, αἱ δεύτεραι δὲ διὰ τῶν μέσων, καὶ αἱ μετ´ αὐτὰς διὰ τῶν πρὸ αὐτῶν· καὶ οὕτω μένει κἀκεῖσε τῆς τάξεως τὸ ἀσύγΚΕΦΑΛΑΙΟΝ Ζʹ. Ι. Περὶ τῶν ἑπὶ ἐοῖς κεκοιμημενοις τελουμένων. Τούτων δὲ διωρισμένων, γκαῖον εἰπεῖν, ὡς οἰμαι, καὶ τὰ πρὸς ἡμῶν ἱερῶς ἐπὶ τῶν κεκοιμημένων τελούμενα. Καὶ γὰρ οὐδὲ τοῦτο κοινόν ἐστι τοῖς ἰεροῖς τε καὶ ἀνιέροις, ἀλλ´ ὥσπερ ἀλλοῖον εἶδός ἐστι τῆς ἐκατέρων ζωῆς, οὕτω καὶ πρὸς θάνατον όντες, οἱ μν $0=3 $8=284 $9=1 ἐερὰν ἐσχηκότες ζωὴν, εἰς τὰς ἀληθεῖς ἐπαγγελίας τῆς θεαρχίας ἀποσκοποῦντες, ὡς τὴν ἀλήθειαν αὐτῶν ἐν τῇ καθ´ αὐτὴν ἀναστάσει τεθεαμένοι, μετὰ βεβαίας καὶ ἀληθοῦς τῆς ἐλπίδος ἐν εὐφροσύνῃ θείᾳ πρὸς τὸ τοῦ θανάτου πέρας ἴατιν, ὡς ἐπὶ τέλος ἱερῶν ἀγώνων, ἐν παντελεῖ καὶ ἀτελευτήτῳ ζωῇ καὶ σωτηρίᾳ, τὰ κατ´ αὐτοὺς ἔσεσθαι πάντως εἰδότες διὰ τῆς ἐσφμένης αὐτῶν ὁλικῆς ἀναστάσεως. Αἱ μὲν γὰρ ἱεραὶ ψυχαὶ πρὸς τὴν ἐπὶ τὰ χείρω κατὰ τὸν τῇδε βίον δυνάμεναι καταπίπτειν τροπὴν, ἐν τῇ παλιγγενεσίᾳ τὴν ἐπὶ τὸ ἄτρεπτον ἕξουσι θεοειδεστάτην μετάταξιν. Τὰ δὲ καθαρὰ τῶν ἱερῶν ψυχῶν, ὁμόζυγα καὶ ὁμοπόρευτα σώματα συναπογραφέντα καὶ συναθλήσαντα κατὰ τοὺς θείους αὐτῶν ἱδρῶτας, ἐν τῇ τῶν ψυχῶν ἁτρέπτῳ κατὰ τὴν θείαν ζωὴν ἰδρύσει, συναπολήψεται τὴν οἰκείαν ἀνάστασιν· ἑνωθέντα γὰρ αἷς ἤνωντο κατὰ τὸν τῇδε βίον ἱεραῖς ψυχαῖς, ὡς μέλη Χριστοῦ γεγονότα, τὴν θεοειδῆ καὶ ἄφθαρτον ἀθάνατόν τε καὶ μακαρίαν ἀπολήψεται λῆξιν. Ἐν τούτοις μὲν οὖν ἡ τῶν ἱερῶν ἐστι κοίμησις ἐν εὐφροσύνῃ καὶ ἀσαλεύτοις ἐλπίσιν, εἰς τὸ τῶν θείων ἀγώνων ἀφικνουμένη πέρας. Τῶν δὲ ἀνιέρων οἱ μὲν εἰς ἀνυπαρξίαν ἀλόγως οἴονται χωρεῖν, οἱ δὲ τὴν σωματικὴν εἰσάπαξ ἀποῤῥήγνυσθαι τῶν οἰκείων ψυχῶν συζυγίαν, ὡς ἀνάρμοστον αὐταῖς, ἐν θεοειδεῖ ζωῇ καὶ μακαρίαις λήξεσιν, οὐκ ἐννοήσαντες, οὐδὲ ἱκανῶς ἐν ἑπιστήμῃ θείᾳ μυηέντες, ἀρχθεῖσαν ἤδη τὴν καθ´ ἡμᾶς ἑν Χριστῷ Ζεοειδεστάτην ζωήν. Ἄλλοι δὲ σωμάτων ἄλλων ἀπονέμουσι ταῖς ψυχαις συζυγίας, ἀδοκοῦντες τὸ ἐπ´ αὐτοῖς, ὡς οἶμαι, τὰ συμπονήσαντα ταῖς θείαις ψυχαῖς, καὶ τῶν ἱερῶν ἀντιδόσεων οὐκ εὐαγῶς ἀποστεροῦντες τὰ πρὸς τὸ πέρας ἐλθόντα τῶν θειοτάτων δρόμων. Ἄλλοι δὲ, οὐκ οἶδ´ ὅπως ἐπὶ προσύλους ἐννοίας ἀποκλιθέντες, εἰρήκασιν ὁμοειδῆ τοῦ τῇδε βίου τὴν τοῖς ὁσίοις ἐπηγγελμένην ἁγιωτάτην καὶ μακαριωτάτην ὴ λῆξιν, καὶ τροφὰς οἰκείας ἀλλοιωτῷ βίῳ τοῖς ἰσαγγέλοις ἁθεμίτως ἀπέῤῥιψαν. Ἀλλ´ οὐκ ἀποτεσεῖταί τίς ποτε τῶν ἱερωτάτων ἀνδρῶν εἰς τὰς τοιάσδε πλανήσεις· ἀλλ´ ὅλους αὐτοὺς ἀπολήψεσθαι τὴν Χριστοειδῆ λῆξιν εἰδότες, ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῆδε βίου, τὴν εἰς ἀφθαρσίαν αὐτῶν ὁδὸν, ὡς ἐγγυτέραν ἥδὴ γεγενημένην, ἐμφανέστερον ὁρῶσι, καὶ τὰς δωρεὰς τῆς θεαρχίας ὑμνοῦσι, καὶ θείας ἡδονῆς ἀποπληροῦνται, τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκέτι δεδοικότες, ἀλλ´ εὖ εἰδότες, ὅτι τὰ κτηθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν. Οἱ δὲ μολυσμῶν ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυχήκασι μυήσεως, αὐτοὶ δὲ ταύτην ἐκ τοῦ $0=3 $8=285 $9=1 οἱκείου νοὸς ὀλεθρίως ἀποῤῥαπίσαντες, ἐπὶ τὰς φβοροποιοὺς ηὐτομόλησαν ἐπιθυμίας, ὅταν ἐπὶ τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκ ἔτι ὁμοίως αὐτας εὐκαταφρόνητος φανεῖται τῶν λογίων ἡ θεία θεσμοθεσία, τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονάς, μτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες, καὶ τὴν ἱερὰν ζωὴν, ἧς ἀνοήτως ἐκπεπτώκασι, μακαρίσαντες, ἐλεεινῶς καὶ ἀβουλήτως ἀποσχίζονται τοῦ τῇδε βίαυ, πρὸς μηδεμίαν ἰερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν. Τούτων δὲ οὐδενὸς γιγνομένου κατὰ τὰς κοιμήσεις τῶν ἰερῶν ἀνδρῶν, αὐτὸς μὲν ὁ πρὸς τὸ πέρας ἐρχόμενος τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦται, καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας. Οἱ δὲ τοῦ κοιμηθέντος οἰκεῖοι, κατὰ τὴν θείαν οἰκειότητα καὶ ὁμοτροπίαν, αὐτόν τε, ὅστις ἐστὶ, μακαρίζουσι, πρὸς τὸ νικηφόρον εὐκταίως ἀφικόμενον τέλος, καὶ τῷ τῆς νίκης αἰτίῳ χαριστηρίους ᾠδὰς ἀναπέμπουσι, προσέτι καὶ αὐτοὺς ἀφικέσθαι πρὸς τὴν ὁμοίαν εὐχόμενοι λῆξιν· λαβόντες δὲ αὐτὸν, ἐπὶ τὸν ἱεράρχην ἄγουσιν, ὡς ἐπὶ στεφάνων ἱερῶν δόσιν· ὁ δὲ ἀσμένως ὑποδέχεται, καὶ τελεῖ τὰ κατὰ θεσμὸν ἱερῶν ἐπὶ τοῖς ὁσίως κεκοιμημένοις τελούμενα ii. Μυστήριον ἐπὶ τῶν ἰερῶς κεκοιμημέονυΣυναγαγὼν ὁ θεῖος ἱεράρχης τὸν ἱερὸν χορὸν, εἰ μὴν ἰερατικῆς ἐγεγόνει τάξεως ὁ κεκοιμημένος, ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου κατακλίνας αὐτὸν, ἀπάρχεται τῆς πρὸς Θεὸν εὐχῆς καὶ εὐχαριστίας· εἰ δὲ τοῖς εὐαγέσι μοναχοῖς ἢ τῷ ἱερῷ λαῷ κατετέτακτο, παρὰ τὸ τίμιον ἱερατεῖον αὐτὸν κατακλίνει πρὸ τῆς ἱερατικῆς εἰσελεύσεως. Εἶτα τελεῖ τὴν πρὸς Θεὸν εὐχαριστήριον εὐχὴν ὁ ἱεράρχης· ἐξῆς δὲ οἱ λει. τουργοὶ τὰς ἐν τοῖς θείοις λογίοις ἐμφερομένας ἀθευδεῖς ἐπαγγελίας περὶ τῆς ἰερᾶς ἡμῶν ἀναστάσεως ἀναγνόντες, ἱερῶς ᾤδουσι τὰς ὁμολόγους καὶ ταὐτοδυνάμους τῶν ψαλμικῶν λογίων ᾠδάς· εἶτα τῶν λειτουργῶν ὁ πρῶτος ἀπολύει τοὺς κατηχουμένους, καὶ ἀνακηρύττει τοὺς ἤδη κεκοιμημένους ἀγίους, μεθ´ ὧν ἀξιοῖ τὸν ἄρτι τελειωθέντα τῆς ὁμοταγοῦς ἀναῤῥήσεως, καὶ προτρέπεται πάντας αἰτῆσαι τὴν ἐν Χριστῷ μακαρίαν τελείωσιν· εἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης, εὐχὴν ἱερωτάτην ἐπ´ αὐτῷ ποιεῖται, καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἰεράρχης ἀσπάζεται τὸν κεκοιμημένον, καὶ μετ´ αὐτὸν οἱ παρόντες ἄπαντες. Ἀσπασαμένων δὲ πάντων, ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης, καὶ τὴν ὑπὲρ πάντων εὐχὴν ἱερὰν ποιησάμενος, ἀποτίθησιν ἐν οἴκῳ ΚΠΙ. Θεωφία. Ταῦτα μὲν εἴπερ ἴδοιεν ἢ ἀκούσαιεν οἱ ἀνίεροι πρὸς ἡμῶν τελούμενα, πλατὺς ελάσουσιν, ὡς οἶ $0=3 $8=286 $9=1 μαι, καὶ τῆς πλανῆστως ἡμἄς ἐλεήσουσίν. Οὐ δεῖ δὲ πρὸς τοῦτο θαυμάζειν· ἐὰν γὰρ μὴ πιστεύσωσιν, ὡς τὰ λόγιά φησιν, οὐδὲ μὴ συνήσουσιν. Ὡμεῖς δὲ τὰ νοητὰ τῶν τελουμένων ἐποπτεύσαντες, Ἰησοῦ φωταγωγοῦντος, εἴπωμεν Ἴ, ὡς οὐκ ἀλόγως ὁ ἱεράρχης ἐπὶ τὸν ὁμοταγῆ χῶρον εἰσάγει καὶ ἐπιτίθησι τὸν κεκοιμημένον· ἐμφαίνει γὰρἱερῶς, ὡς κατ´ ἐκείνας ἔσονται πάντες ἐν τῇ παλιγγενεσίᾳ τὰς ἀποκλοήρώσεις, καθ´ ἂς ἐνθάδε τὴν οἰκείαν ζωὴν ἀπεκλήρωσαν. Οἷον, εἰ θεοειδῆ τις ἕσχεν ἐνθάδε καὶ ἱερωτάτην ζωὴν, ὡς ἀνδρὶ τὸ θεομίμητον ἐφικτὸν, ἐν θείαις ἕσται κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μακαρίαις λήξεσιν· εἰ δὲ τῆς κατ´ ἄκρον θεοειδοῦς ὑφειμένην, Ἰρὰν δὲ ὅμως, ὁμοειδεῖς καὶ οὗτος ἀπολήψεται τὰς ἱερὰς ἀμοιβάς. Ἔπερ ταύτης τῆς θείας δικαιοσύνης ὁ ἱεράρχης εὐχαριστήσας, εὔχὴν ἱερὰν ποιεῖται, καὶ τὴν σεβασμίαν ὑμνεῖ θεαρχίαν, ὡς καθαιρετικὴν μὲν τοῦ κατὰ πάντων ἡμῶν ἀδίκου καὶ τυραννικοῦ κράτους, μεταγωγὸν δὲ ἡμῶν ἐπὶ τὰ οἰκεῖα δικαιότατα κρίματα. Αἱ ζὲ τῶν θεαρχικῶν ἐπαγγελιῶν ψδαὶ καὶ ἀναγνώσεις ἐκφαντορικαὶ μέν εἰσι τῶν μακαριωτάτων λήξεων, εἰς ἂς οἱ θείαν ἐσχηκότες τελείωσιν αἰωνίως καταταχθήσονται· τοῦ δὲ κοιμηθέντος ἰερῶς ἀποδεκτικαὶ, τῶν ἔτι δὲ ζώντων προτρεπτικαὶ πρὸς τὴν ὁμοίαν τελείωσιν. ἐ Ιi. Σκόπει δὲ, ὅτι νῦν οὐ πᾶσαι κατὰ τὸ σύνηθες αἱ καθαιδάμεναι τὰμεις ἀπολύονται, μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώριον οἱ κατηχούμενοι, καὶ γὰρ αὔτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς, καὶ πρὸς οὐδὲν, οὐ μικρὸν, οὐ μέγα τῶν ἱερῶς τελουμένων ἐποπτεύειν αὐτῇ θεμιτὸν, ὡς οὐδὲ τῆς τῶν ἱερῶν ὀπτικῆς δυνάμεως μετασχούσῃ, διὰ τῆς ἀρχιφώτου καὶ φωτοδότιδος θεογενεσίας. Αἰ δὲ λοιπαὶ τῶν καθαιρομένων τάξεις ἐν μυήσει μὲν ἤδη γεγόνασιν ἱερᾶς παραδόσεως· ἀνοήτως δὲ πρὸς τὰ χείρω. παλινδρομήσασαι, δέον ἐπὶ τὰ πρόσω τὴν οἰκείαν ἀναγωγὴν ἁποτελειῶσαι, τῶν θεαρχικῶν μὲν, ὡς ἐν συμβόλοις ἱεροῖς, ἐποψιῶν καὶ κοινωνιῶν εὐλόγως ἀποδιαστέλλονται· βλαβήσονται γὰρ, ἀνιέρως αὐτῶν μετέχουσαι, καὶ πρὸς πλείονα τῶν θείων καὶ ἑαυτῶν ἐλεύσονται περιφρόνησιν. Οὐκ ἀπεικότως δὲ πάρεισιν ἐπὶ τοῖς νῦν τελουμένοις, ἐναργῶς ἐκδιδασκόμεναι καὶ ὁρῶσαι τὴν τοῦ καθ´ ἡμᾶς ἀδειλίαν δανάτου, καὶ τὰ τῶν ἀγίων γέρα πρὸς τῶν ἀληθῶν Λογίων ὑμνούμενα, καὶ τὰς ἠπειλημένας ἔσεσθαι τοῖς κατ´ αὐτὰς ἀνιέροις ἀτελευτήτους ἀνίας· ἔσται γὰρ σύταῖς ἴσως ὄφελος, ὀρώσαις τὸν ἱερῶς τετελειωμένον ὑπὸ τῆς λειτουργικῆς ἀναῤῥήσεως, ὡς κοινωνὸν $0=3 $8=287 $9=1 ὄντως ὄντα τῶν ἀπ´ αἰῶνος ἁγίων, ἱερῶς ἀνακηρυττόμενον· καὶ τάχα καὶ αὐται πρὸς τὴν ὁμοίαν Εφεσιν ἤξουσι, καὶ πρὸς τῆς λειτουργικῆς ἐπιστήμης ἑκδιδαχθήσονται, μακαρίαν ἀληθῶς εἶναι τὴν ἐν Χριστῷ τελείωσιν. Εἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης, εὐχὴν ἱερὰν ἐπὶ τῷ κεκοιμημένῳ ποιεῖται· καὶ μετὰ τὴν εὐχὴν, αὐτός τε ὁ ἱεράρχης αὐτὸν ἀσπάζεται, καὶ ἐξῆς οἰ παρόντες ἅπαντες. Ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται, πάντα μὲν ἀφεῖναι τὰ δι´ ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κεκοιμημένῳ, κατατάξαι δὲ αὐ- « τὸν ἐν φωτὶ καὶ χώρᾳ ζώντων, εἰς κόλπους Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἀν τόπῳ οὗ ἀπέδρα ὁδύνη καὶ λύπη καὶ στεναγμός. Ταῦτα μὲν οὖν, ὡς οἶμαι, ὅῆλα τὰ τῶν ἀγίων μακαριώτατα γέρατα. Τί γὰρ ἂν γένοιτο τῆς παντελῶςʹ· ἀλύπου καὶ φωτιστικῆς ἀθανασίας ἰσόῤῥοπον; εἰ καὶ τὰ μάλιστα ταῖς ἡμῶν ἀναλόγοις σημασίαις αἱ παντὸς ὑψηλότεραι νοὸς ἐπαγγελίαι σημαινόμεναι, τῆς πραγματικῆς αὐτῶν ἀληθείας ἀποδεούσας ἔχουσι τὰς ὀνομασίας. Ἀληθὲς γὰρ εἶναι τὸ λόγιον οητέον· Ὅτι ὀφθαλμὸς οὐκ εἰδεν, καὶ οὕς οὐκ ἡκουσεν, καὶ έπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἁ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Κβλποι δέ εἰσιν, ὡς οἶ. μαι, τῶν μακαρίων πατριαρχῶν καὶ τῶν λοιπῶν ἀγίων ἀπάντων αἱ θειόταται καὶ μακάρισται λήξεις, αἱ τοὺς θεοειδεῖς ὑποδεχόμεναι πάντας εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωαινω. νi. ααίης δ´ ἄν ἴσως, ταῦτα μὲν ὁρθῶς εἰρῆσθαι παρ ἡμῶν, ἀπορεῖν δὲ, ὅτου ἕνεκα τῆς θεαρχικῆς ἀγαθότητος ὁ ἱεράρχης δεῖται, τῶν ἡμαρτημένων αὐτῶν τῷ κεκοιμημένῳ τὴν ἄφεσιν, καὶ τὴν τοῖς θεοειδέσιν ὁμοταγῆ καὶ φανοτάτην ἀποκλήρωσιν. Εἰ γὰρ ἀμοιβἀς ἀπολήψεται πᾶς ὑπὸ τῆς θείας δικαιοσύνης, ὧν ἐν τῇ παρούσῃ ζωῇ χρηστῶν ἢ ἐτέρων ἔδρασεν, ἐτέλεσε δὲ τὰς κατὰ τὸν τῇδε βίον οἰκείας ἐνεργείας ὁ κεκοιμημένος, πρὸς τίνος ἱεραρχικῆς εὔχῆς, ἐφ´ ἕτέραν λῆξιν μεταταχθήσεται, παρὰ τὴν ἀξίαν αὐτοῦ, καὶ τῆς ἐνθάδε ζωῆς ἀμοιβαίαν; Ἐγὼ δὲ, ὅτι μὲν ἀμοιβαίαν ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οΚὰα, τοῖς λογίοις ἀκολουθῶν· ἀπέκλεισε γὰρ, φησιν, ὁ Κύριος κατ’´ αὐτοῦ, καὶ κομίσεται ἑκαστος τὸ διὰ τοῦ $0=3 $8=288 $9=1 σώματος κρὸς ἄ ἑπραξεν, εἶτε ἀγαθὸν εἰτε κακόν. Ὅτι δὲ καὶ τῶν δικαίων αἱ προσευχαὶ κατὰ τὸν τῇδε βίον, μήτιξγε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν ἐνεργοῦσι μόνον, αἱ τῶν λογίων ἡμᾶς ἐκδιδάσκουσιν ἀληθεῖς παραδόσεις. Ἡ τί πρὸς τοῦ Σαμουὴλ ὁ Σαοὺλ ἀπώνατο; τί δὲ τὸν τῶν Ἑβραίων λαὸν ὥνησεν ἡ προφητικὴ προσευχήδ; Καὶ γὰρ ὡς εἴ τις, ἡλίου τὰ οἰνεῖα δωρουμένου φῶτα τοῖς ἀβλαβέσιν ὀφθαλμοῖς, ἐν μετουσίᾳ τοῦ ἡλιακοῦ φωτὸς αἰτεῖ γενέσθαι, τὰς οἰκείας ὄψεις ἐξαφανίζων· οὕτω πρὸς ἀδυνάτους ἤρτηται καὶ περιττὰς ἐλπίδας, ὁ τὰς τῶν ἁγίων ἐξαιτων προσευχὰς, καὶ τὰς κατὰ φύσιν αὐτῶν ἱερὰς ἐνεργείας ἐλαύνων, ἀπροσεξίᾳ τῶν θείων δώρων, καὶ τῶν φανοτάτων καὶ ἀγαθοδοτίδων ἐντολῶν ἀποφοιτήσει. Φημὶ δὲ, τοῖς λογίοις ἐπόμενος, ὡς ὡφέλιμοι πάμπαν εἰσὶν ἐν τῷδε τῷ βίῳ τῶν ἁγίων αἱ προσευχαὶ, κατὰ τόνδε τὸν τρόπον, εἴ τις, ἱερῶν ἐφιέμενος δώρων, καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἰερὰν ἔχων, ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος, ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν, οἱ γενέσθαι συλλήπτορα, καὶ συνικέτην, ὡφεληθήσεται πάντως ἐκ τούτου τὴν πάσης ὑπερκειμένην ὡφέλειαν· ἐπιτεύξεται γὰρ ὧν αἰτεῖ θειοτάτων δώρων, ἀποὸεχομένης αὐτὸν τῆς θεαρχικῆς ἀγαθότητος, τῆς τε οἰκείας εὐλαβοῦς ἐπιγνωμοσύνης, καὶ τῆς ἐπὶ τοῖς ὁσίοις αἰδοῦς, καὶ τῆς τῶν αἰτηθεισῶν ἰερῶν αἰτήσεων ἐπαινετῆς ἐφέσεως, καὶ καταλλήλου καὶ θεοειδοῦς ἕξεως. Ἔστι γὰρ καὶ τοῦτο τοῖς θεαρχικοῖς κρίμασι νενομοθετημένον, τὸ τὰ θεῖα δῶρα τοῖς ἀξίοις τοῦ μετασχεῖν ἐν τάξει θεοπρεπεστάτῃ δωρεῖσθαι διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι Ταύτην οὖν εἴ τις ἀτιμάσεις τὴν ἱερὰν εὐκοσμίαν, καὶ πρὸς ἀθλίανοἴησιν ἐληλυθὼς, ἰκανὸν ἑαυτὸν οἰηθείη πρὸς τὴν εαρχικὴν ὁμιλίαν, καὶ τῶν ὁσίων ὑπερφρονήσοι· καὶ μὴν, εἰ τὰς αἰτήσεις ἀναξίας τε Θεοῦ, καὶ μὴ ἰερὰς αἰτήσοι, καὶ τὴν ἔφεσιν τῶν θείων εἰ μὴ σύντονον ἔχοι καὶ ἑαυτῷ κατάλληλον, ἁποστεύξεται δι´ ἐαυτὸν τῆς ἀνεπιῆμανος αἰτήσως. Περὶ δὲ τῆς εἰρημένης εὐχῆς, ἡν ὁ ἱεράρχης ἐπεύχεται τῷ κεκοιμημένῳ, τὴν εἰς ημας ἐλθοῦσαν ἐκ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων παράδοσιν εἰπεῖν ἀναγκαῖον. Ὁθεῖος ἰεράρχης ἐκφαντορικός ἐστιν, ὡς τὰ λόγιά φησι, τῶν θεαρχικῶν δικαιωμάτων· ἄγγελος γὰρ Κυρίου παντοκράτορος Θεοῦ ἐστι· μεμάθηκεν οὖν ἐκ τῶν θεοπαραδότων λογίων, ὅτι τοῖς ὁσίως βιώσασιν ἡ φανοτάτη καὶ θεία ζωὴ κατ´ ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδίδοται, παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ] ἀνθρωπίνης ἀσθενείας κηλῖδας ἐπείπερ οὐδεὶς, ὡς τὰ λόγιά φησι, καθαρὸς ἀπὸ ῥύπου. Ταῦτα μὲν οὖν ὁ ἰερὰρχης οἶκεν ἐπηγγελμένα πρὸς τῶν ἀληθῶν λογίων· αἰτεῖ δὲ αὐτὰ ὃ γενέσθαι, καὶ δωρηθῆναι τοῖς ὀσίως βαώσασι τὰς ἰερὰς ἀντιδόσεις, ἀμα μὲν ἐπὶ τὸ θεομίμητον $0=3 $8=289 $9=1 ἀγαθοειδῶς ἐκτυπούμενος, καὶ τὰς ἑτέρων δωρεὰς ὡς οἰκείας ἐξαιτῶν χάριτας· ἅμαδὲ καὶ τὰς ἀθευδεῖς ἐπαγγελίας εἰδὼς ἐσομένας, καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων, ὅτι τὰ παρ´ αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα, πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις. Οὐ γὰρ ἂν ὁ ἱεράρχης, ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑποφήτης, ἐζήτει ποτὲ τὰ μὴ τῷ Θεῷ προσφιλέστατα, καὶ ορὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα. Δὸ τοῖς ἀνιέροις οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις, οὐ μόνον ὅτι τῆς ὑποφητικῆς ἵὶ ἐν τούτῳ παρατραπήσεται τάξεως, καί τι τῶν ἱεραρχικῶν αὐθαδῶς τολμήσει, μὴ πρὸς τοῦ τελετάρχου κεκινημένος, ἀλλ´ ὅτι καὶ τῆς ἐναγοῦς εὐχῆς ἀποτεύξεται, πρὸς τοῦ δικαίου λογίου καὶ αὐτὸς οὐκ ἀπεικότως ἀκούων· Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε. Ὀὐκοῦν ὁ θεῖος ἰεράρης ἐξαιτεῖἵ τὰ θειωδῶς ἐπηγγελμένα καὶ φίλα Θεῷ, καὶ πάντως δωρὴθησόμενα· καὶ τὸ τῆς οἰκείας ἀγαθοειδοῦς ἕξεως ἐπιδεικνὺς τῷ φιλαγάθῳ βεῷ, καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων τὰ τοῖς ὁσίοις ἐσόμενα δῶρα. Οὕτω καὶ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις, ὡς ἐκφαντορικοὶ τῶν θείων δικαιωμάτων, οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας φήμως εἰπεῖν ὑπηρετικῶς ἑπομένης, ἀλλ´ ὡς αὐτῶν ὑποφητικῶς ὑποκινοῦντι τῷ τελεταρχικῷ πνεύματι τοὺς κεκριμένους Θεῷ κατ´ ἀξίαν ἀφοριζόντων. άβετε γάρ, φησὶ, τὸ Πνεῦμα τὸ ἄγιον ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται Καὶ τῷ τὰς θείας ἀποκαλύψεις τοῦ πανωγεστάτου Πατρὸς ἐλλαμπομένῳ τὰ λόγιά φησιν· Ῥ ἐὰν θήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ὃ ἐν λόσης ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· ὡς ἐκεῖνου καὶ παντὸς τοῦ κατ´ αὐτὸν ἱεράρχου, κατὰ τὰς ἐν αὐτῷ γενομένας τῶν πατρικῶν δικαικωμάτων ἀποκαλύψεις, ἐκφαντορικῶς καὶ διαπορθμευτικῶς τούς τε θεοφιλεῖς προσιεμένου, καὶ τοὺς ἀθέους ἀποκληροῦντος. Καὶ τὴν ἱερὰν γὰρ ἐκείνην θεολογίαν, ὡς τὰ λόγιά σησιν, οὐκ αὐτοκινήτως, οὐδὲ σαρκὸς καὶ αἴματος ἀποκαλυψάντων, ἀλλ´ ὑπὸ Θεοῦ νοητῶς αὐτὸν τὰ θεῖα μυήσαντος ἀπεφθέγξατο. Τοὺς μὲν οὖν ἐνθέους ἱεράρχας, οὕτω καὶ τοῖς ἀφορισμοῖς, καὶ πάσαις ταῖς ἱεραρχικαῖς δυνάμεσι χρηστέον, ὅπως ἂν ἡ τελετάρχις αὐτοὺς θεαρχία κινήσοι· τοὺς δὲ ἄλλους οὕτω τοῖς ἱεράρχαις, » ἐν οἷς ἂν δρῶσιν ἱεραρχικῶς, προσεκτέον, ὡς ὑπὸ Θεοῦ κεκινημένουςʹ Ὁ ἀθετῶν γὰρ ὑμας, φησὶν, ἐμὲ ἀθετεῖ $0=3 $8=290 $9=1 ἀσπάζεται τὸν κεκοιμημένον, καὶ ἑξῆς οἰ παρόντες ἅπαντες· ἡδὺς γάρ ἐστι καὶ τίμιος ἅπασι τοῖς θεοειδέσιν ὁ κατὰ θείαν? ζωὴν τετελειωμένος. Μετὰ δὲ τὸν ἀσπασμὸν ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἰεράρχης. μέμνησο δὲ, ὅτι κατὰ τὴν ἱερὰν θεογενεσίαν πρὸ τοῦ θειοτάτου βαπτίσματος πρώτη μέθεξις ἱεροῦ συμβόλου δωρεῖται τῷ τελουμένῳ, μετὰ τὴν ὀλικὴν τῆς προτέρας ἐσθῆτος ἀπαμφίασιν, τὸ τῆς χρίσεως ἔλαιον· ἐν τέλει δὲ νῦν ἀπάντων ἐπὶ τῷ κεκοιμημένῳ ὸ Ελαιον ἐπιχέεται. Καὶ τότε μὲν ἡ τοῦ ἐλαίου χρίσις ἑπὶ τοὺς ἱεροὺς ἀγῶνας ἐκάλει τὸν τελούμενον· νῦν δὲ τὸ ἐπιχεόμενον ἔλαιον ἐμφαίνει κατὰ τοὺς αὐτοὺς ἱεροὺς ἀγῶνας ἀθλήσαντα καὶ τελειωθέντα τὸν κεκοιμημένον. Ταῦτα τελέσας ὁ ἱεράρχης, ἀποτίθησιν ἐν οἴκῳ τιμῳ τὸ σῶμα μεθ´ ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων Εἱ γὰρ ἐν ψυχῇ καὶ σώματι τὴν θεοφιλῆ ζωὴν ὁ κεκοιμημένος ἐβίω, τίμιον ἔσται μετὰ τῆς ὁσίας ψυχῆς καὶ τὸ συναθλῆσαν αὐτῇ σῶμα κατὰ τοὺς ἱεροὺς ἱδρῶ τας. Ἔνθεν ἡ θεία δικαιοσύνη μετὰ τοῦ σφετέρου σώματος αὐτῇ δωρεῖται τὰς ἀμοιβαίας λήξεις, ὡς ὁμοπορεύτῳ καὶ συμμετόχῳ τῆς ὀσίας ἢ τῆς ἐναντίας ζωῆς. Διὸ καὶ τῶν ἱερῶν ἡ θεία θεσμοθεσία τὰς θεαρχικὰς κοινωνίας ἀμφοῖν δωρεῖται· τῇ ψυχῇ μὲν ἐν καθαρᾷ θεωρία καὶ ἐν ἐπιστήμῃ τῶν τελουμένων· τῷ σώματι δὲ κατὰ τὸ θειότατον ὡς ἐν εἰκόνι μύρον, καὶ τὰ τῆς θεαρχικῆς κοινωνίας ἱερώτατα σύμβολα, τὸν ὅλον ἄνθρωπον ἀγιάζουσα, καὶ τὴν ὁλικὴν αὐτοῦ σωτηρίαν ἰερουργοῦσα, καὶ τελειοτάτην αὐτοῦ τὴν ἀνάστασιν ἔσεσθαι διαγγέλλουσα ταῖς καθολικαῖς ἀγιστείαις. Τὰς δὲ τελεστικὰς ἐπικλήσεις οὐ θεμιτὸν ἐν γραφαῖς ἀφερμηνεύειν, οὐδὲ τὸ μυστικὸν αὐτῶν, ἢ τὰς ὲπ´ αὐταῖς ἐνεργουμένας ἐκ Θεοῦ δυνάμεις ἐκ τοῦ κρυφίου πρὸς τὸ κοινὸν ἐξάγειν· ἀλλ´ ὡς ἡ καθ´ ἡμᾶς ἱερὰ παράδοσις ἔχει, ταῖς ἀνεκπομπεύτοις μυήσεσιν αὐτὰς ἐκμαθὼν, καὶ πρὸς θειοτέραν ἕξιν καὶ ἀναγωγὴν ἔρωτι θείῳ καὶ ἐνεργείαις ἱεραῖς ἀποτελεσθεὶς, ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἀναχθήσῃ πρὸς τὴν ὡπερτάτην αὐτῶν ἐπιστήμην. Τὸ δὲ καὶ παῖδας. οὔπω τὰ θεῖα συνιέναι δυναμένους, τῆς ἱερᾶς μετόχους γίγνεσθαι θεογενεσίας, καὶ τῶν ἱερωτάτων τῆς θεαρχικῆς κοινωνίας συμβάλων. δοκεῖ μὲν, ὡς φὴς, τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τοὺς ἀκοῦσαι μὴ δυναμένους ἐκδιδάσκουσιν οἱ ἱεράρχαι τὰ θεῖα, καὶ τοῖς μὴ νοοῦσιν εἰκῆ παραδιδόασι τὰς ἱερὰς παραδόσεις· καὶ τὸ ἔτι $0=3 $8=291 $9=1 γελοιότερον, ὡς ὑπὲρ αὐτῶν ἕτεροι τὰς ἀποταγάς φασι, καὶ τὰς ἰερὰς ὁμολογίας. Δεῖ δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν μὴ χαλεπαίνειν ἐπὶ τοῖς πεπλανημένοις, ἀλλ´ εὐλαβῶς τε ἅμα καὶ τῆς αὐτῶν φωταγωγίας χάριν ἀγαπητικῶς ἀπολογεῖσθαι πρὸς τὰς ὑπ´ αὐτῶν προφερομένας ἐνστάσεις ποοτιθέντα· καὶ τουτο κατὰ θεσμὸν ἰερὸν, ὡς οὐκ ἐν τῇ καθ´ ἡμᾶς γνώσες πάντα τὰ θεῖα περιγράφεται, πολλὰ δὲ τῶν ὑφ´ ἡμῶν ἀγνοουμένων, αἰτίας ἔχει θεοπρεπεῖς, ἡμῖν μὲν ἠγνοημένας, ἐπιστητὰς δὲ ταῖς ἡμῶν κρείττοσι τάξεσι. Πολλὰ δὲ καὶ τὰς ὑπερτάτας οὐσίας λέληθε, καὶ πρὸς μόνης ἀκριβῶς ἔγνωσται τῆς πανσόφου καὶ σοφοποιοῦ θεαρχίας. Πλήν γε, ὅτι καὶ περὶ τούτου ταῦτὰ φαμεν, ἅπερ οἱ θεοειδεῖς ἡμῶν ἱεροτελεσταὲ, πρὸς τῆς ἀρχαίας μυηθέντες παραδόσεως, εἰς ἡμᾶς προήγαγον. Φασὶ γὰρ, ὅπερ ἐστὶ καὶ ἀληθὲς, στι, κατὰ θεσμὸν ἱερὸν ἀναγόμενα τὰ βρέφη, πρὸς ἕξιν ἰερὰν ἥξουσι, πάσης ἀποτελούμενα πλάνης καὶ ἀνιέρου ζωῆς ἀπείρατα. Τοῦτο τοῖς θείοις ἡμῶν καθηγεμόσιν εἰς νοῦν ἐληλυθὸς, ἔδοξεν εἰσδέχεσθαι τὰ βρέφη κατὰ τόνδε τὸν ἱερὸν τρόπον, ὥστε τοὺς φυσικοὺς τοῦ προσαγομένου παιδὸς γονέας παραδιδόναι τὸν παῖδά τινι τῶν μεμυημένων ἀγαθῷ τὰ θεῖα παιδαγωγῷ, καὶ τὸ λοιπὸν ὑπ´ αὐτῷ τὸν παῖδα τελεῖν, ὡς ὑπὸ θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν, ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι, καὶ τὰς ἱερὰς ὁμολογίας, οὐχ, ὡς ἂν ἐκεῖνοι γελῶντες φαῖεν, ἄλλον ἀντ´ ἄλλου τὰ θεῖα μυῶν· οὐδὲ γὰρ τοῦτό φησιν, ὡς ὑπὲρ τοῦ παιδὸς ἐγὼ τὰς ἀποταγὰς, ἢ τὰς ἱερὰς ὁμολογίας ποιοῦμαι· ἀλλ´ ὅτι ὁ παῖς ἀποτάσσεται καὶ συντάσσεται· τοῦτ´ ἔστιν· Ὁμολογῶ τὸν παῖδα πείσειν εἰς νοῦν ἱερὸν ἰόντα, ταῖς ἐμαῖς ἐνθέοις ἀναγωγαῖς, ἀποτάξασθαι μὲν ὁλικῶς τοῖς ἐναντίοις, ὁμολογῆσαι δὲ καὶ ἐνεργῆσαι τὰς θείας ὁμολογίας. Οὐδὲν οὖν, ὡς οἶμαι, τὸ ἄτοπον, εἰ κατὰ θείαν ὁ παῖς ἀναγωγὴν ἀνάγεται, καθηγεμόνα καὶ ἀνάδοχον ἱερὸν ἔχων, ἕξιν αὐτῷ τῶν θείων ἐμποιοῦντα, καὶ φυλάττοντα τῶν ἐναντίων ἀπείρατον. Μεταδίδωσι δὲ τῷ παιδὶ τῶν ἱερῶν συμβόλων ὁ ἱεράρχης, ὅπως ἐν αὐτοῖς ἀνατραφείη, καὶ μηδὲ σχοίη ζωὴν ἐτέραν, εἰ μὴ τὴν τὰ θεῖα θεωροῦσαν ἀεὶ, καὶ κοινωνὸν αὐτῶν ἐν προκοπαῖς ἱεραῖς γιγνομένην, ἕξιν τε ἱερὰν ἐν τούτοις ἴσχουσαν, ἀναγομένην τε ἱεροπρεΤοσαῦτα, ὧ παῖ, καὶ οὕτω καλὰ τῆς καθ´ ἡμᾶς ἰεραρχίας ὦπταί μοι τὰ ἑνοειδῆ θεάματα, πρὸς ἄλλων δὲ ἴσως ὀπτικωτέρων νοῶν οὐ ταῦτα μόνον ἐθεωρήθη, φανότερα δὲ πολλῷ καὶ θεοειδέστερα. Καὶ σοὶ δέ, ὡς οἶμαι, πάντως ἐλλάμψει τηλαυγέστερα κάλλη καὶ θειότερα, τοῖς εἰρημένοις ἐπαναβαθμοῖς χρωμένῳ πρὸς ὑπερτέραν ἀκτῖνα. Μετάδος οὖν, ὧ $0=3 $8=292 $9=1 φθε, καὶ αὐτὸς ἐμοι τελειοτέρας ἐλλάμψεως, καὶ ἄεῖξον ἐμοῖς ὀφθαλμοῖς ἄπερ ἂν ἰδεῖν δυνηθείης εὐπρεπέστερα κάλλη καὶ ἐνοειδέστερα· θαῤῥῶ γὰρ, ὅτι τοῖς εἰρημένοις ἐγὼ τοὺς ἐναποκειμένους ἐν σοὶ τοῦ θείου πυρὸς ἀνασκαλεύσω σπινθῆρας. Ι.Τούτων οὖν διωρισμένων, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τῶν κεκοιμημένων· καὶ γὰρ οὐδὲ τοῦτο κοινῶς ἔχουσιν οἵ τε Χριστιανοὶ ούτους γὰρ λέγει τανῦν ἱερούς] καὶ οἱ ἔξωθεν Ἔλληνες, οἱ ἀνίεροι· ἀλλ´ ὥσπερ τῆς ζωῆς αὐτῶν πολὺ τὸ διάφορον, ῶν μὲν ζώντων κατὰ Χριστὸν ἐν τῷ νεκροῦσθαι τῷ σώματι, τῶν δὲ ζώντων κατὰ τὰς τῆς σαρκὸς ἀπεθυμίας, οὕτω καὶ τὸ τέλος αὐτῶν διάφορον ἱ μὲν γὰρ ἱεροί, ἀποσκοποῦντες πρὸς τὰς ἐκεῖθεν ἐλπίδας, πρὸς τὸ τοῦ θανάτου πέρας ἴασιν, ὥσπερ ἐπὶ τέλος ἀγώνων, τὸν τῆς δικαιοσύνης ληψόμενοι στέφανον ἐν τῇ ὁλικῇ αὐτῶν ἀναστάσει τῇ μετὰ σώματος δηλονότι· αἱ μὲν γὰρ ἱεραὶ ψυχαὶ, ἐνταῦθα τὸ τρεπτὸν ἔχουσαι, ἐν τῇ παλιγγενεσίᾳ τὸ ἀμετάτρεπτον ἕξουσι· τὰ δὲ ὁμόζυγα σώματα, ἐνταῦθα ταῖς ψυχαῖς συγκακοπαθήσαντα. τὴν οἰκείαν ἀνάστασιν ἀπολήψονται, $0=3 $8=293 $9=1 ἑνωθέντα ταῖς ψυχαῖς, αἷς ἣνωνται κατὰ τὸν τῇδε βίον· ἀπολήψονται δὲ καὶ τὴν θεοειδῆ δόξαν ὡς μέλη Θεοῦ. ΚὁΗ. Τῶν δὲ ἀνιέρων οἱ μὲν ἀλογιστότερον μη μόνον σωμάτων οὐ δοξάζουσιν ἐξανάστασιν, ἀλλὰ καὶ τὰς ψυχὰς αὐτὰς εἰς τελείαν ἀνυπαρξίαν χωρεῖν οἴονται. Οἱ δὲ λογικώτεροι δῆθεν αὐτῶν, ὡς ὁ Πλάτων, τὸ μὲν σῶμα μετὰ θάνατον οὐκέτι φασὶ συστήσεσθαι, ἀλλ´ εἰς αἰῶνας οὐχ ὑποστρέφειίν ἔτι πρὸς ἡν ἔχει σύστασιν· τοῦτο γάρ ἐστιν ὅ φησιν εἰσάκαξ. Ἀνάξιον γάρ φασιν εἶναι τὸ ὑλικὸν συναιωνίζειν τῇ ἀθλῳ ψυχῇ, τὴν ψυχὴν μόνην ἀθανάτως ὑπάρχειν. Ταῦτα καὶ οἱ ἀπὸ Σίμωνος ἔλεγον, οὐκ ἐννοήσαντες οὐδὲ μυηθέντες παρὰ τοῦ μεγάλου ἀποστόλου Παύλου λέγοντος, ἀῤῥαβῶνα καὶ ἀπόδειξιν τῆς μετὰ σώματος καθολικῆς ἀναστάσεως τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γεγενῆσθαι, καὶ ὅτι ἐν αὐτῷ νῦν κέκρυπται ἡ ζωὴ ἡμῶν ἐν τῷ Θεῷ φανερωθησομένη ἐν τῇ παλιγγενεσίᾳ. Ἄλλοι δὲ αἰθέριον ἔφασκον ἔσεσθαι γε καὶ ἔσεσθαι σῶμα ταῖς ψυχαῖς, καὶ οὐκ αὐτὸ τοῦτο ἐξαναστήσεσθαι ὃ περικείμεθα, ἀδικοῦντες τὰ συναθλήσαντα σώματα. Ἄλλοι δὲ, οὐκ οἶδ´ ὅπως εἰς ἐννοίας ὑλικὰς ἀποκλιθέντες, τροφὰς αἰσθητὰς καὶ πόσεις ἐκεῖσε γενησομένας ἀνέγραώαν. Αἰνίττεται δὲ, φασὶν, εἰς Παππίαν τὸν Ἰεραπόλεως τῆς Ἀσίας ἐπίσκοπον, τὸν τῷ θείῳ καὶ εὐαγγελιστῇ Ἰωάννῃ συνακμάσαντα. Οὗτος γὰρ ὁ Παππίας ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Κυριακῶν αὐτοῦ ἐξηγήσεων τὰς διὰ βρωμάτων εἶπεν ἐν τῇ ἀναστάσει ἀπολαύσεις· εἰς ὅπερ δόγμα καὶ ὁ Ἀπολλινάριος μετὰ ταῦτα ἐπίστευσε Πῶς οὔν Ἀπολλιναρίου ταῦτα τὰ τοῦ ἁγίου Διονυσίου συγγράμματα κατὰ τούς τινων λήρους, τὰ] ἀναιροῦντα Ἀπολλινάριον; Ἀλλ´ οὐκ ἄν τις τῶν ἱερῶν ἀνδρῶν εἰς τοιαύτας ἀτοπίας ἀπενεχθήσεται· ἀλλὰ πιστεύοντες, ὅτι λήψονται τὴν Χριστοειδῆ λῆξιν, αὐ τὴν ἐπὶ θάνατον δεδοικότες τροπὴν, ἀλλ´ εὖ εἰδότος ὅτι τὰ κτηθέντα καλὰ βεβαίως ἕξουσιν. Οἱ δὲ ἀμαρτωλοὶ, εἴπερ εἰσὶ καὶ μεμυημένοι, ἐπεὶ πρὸς ἐπιθυμίας ἀπηυτομόλησαν, ὅταν πρὸς τὸ τέλος ἔρχωνται, οὐκέτι τότε εὐκαταφρόνητον τὸν θεῖον νόμον λογίζονται ὡς καὶ πρότερον, ἀλλ´ ἑτέροις ὀφθαλμοῖς νοεροῖς λοιπὸν καὶ τὰ ἐκεῖσε σκοποῦσιν, ἀποσκοποῦντες τὰ ἐκεῖσε, καὶ ὧν ἐκπεπτώκασι μακαρίζουσι μὲν τολς ἐκείνων ἁψαμένους, ἐλεεινως δὲ τῆς παρούσης ζωῆς ἀποσχίζονται, οὐκ ἔχοντες ἐλπίδα σωτηρίας διὰ τὴν χειρίστην διαγω γήν. ἔ Ιi. Τούτων οὐδενὸς γινομένων κατὰ τὰς τῶν ἀγίων ἀνδρῶν κοιμήσεις, αὐτὸς μὲν ὁ πρὸς τὸ πέρας ἐρχόμενος, χαίρει ἐπιβαίνων τῆς ἱερᾶς παλιγγενεσίας, οἱ δὲ τοῦ κοιμηθέντος οἰκεῖοι, οἱ πνευματικοὶ μᾶλλον ἤπερ οἱ κατὰ σάρκατοῦτο γάρ ἐστι τὸ κατὰ τὴν θείαν οἰκειότητα αὐτόν τε μακαρίζουσι καὶ τοιοῦτον μακαριστὸν τέλος εὐχονται καὶ αὐτοὶ λήψεσθαι. Ἄγουσι δὲ τοῦτον ἐπὶ τὸν ἱεράρχην, ὡς ἐπὶ δόσιν στεφάνων· ὁ δὲ, δεχόμενος, ἐκτελεῖ ἐπὲ $0=3 $8=294 $9=1 Π. Μυστήριον. Συναγαγὼν τὸν κλῆρον ὁ ἰεράρχης, εἰ μὲν τῶν ἱερωμένων ἐστὶν ὁ κεκοιμημένος, ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου κατακλίνας, τῶν εὐχῶν καὶ τῆς εὐχαριστίας ἀπάρχεται· εὐχῶν μὲν, ὑπὲρ τῶν ἀγνοημάτων τοῦ κεκοιμημένου· εὐχαριστίας δὲ, ὑπὲ ρ ὧν ἤμβλυνε τὸ τοῦ θανάτου κέντρον, καὶ οὕτως ἠδυνήθη παρ αὐτοῦ βοηθούμενος κατορθῶσαί τινα. Εἰ δὲ μοναχός ἐστιν Κἢ πιστὸς ἐκ τοῦ ἱεροῦ λαοῦ, παρὰ τὸν νάρθηκα κατακλίνει. Τὸ δὲ πρὸ τῆς ἱερατικῆς εἰσελεύσεως δηλοῖ ὅτι ἐπίπροσθεν τῶν ψαλλόντων ὀφείλει κεῖσθαι. Εἶτα ὁ μὲν ἰεράρχης τὸν εὐλογητὸν ἐκφωνεῖ, ἐξῆς δὲ οἱ διάκονοι τὰ πρόσφορα ἱερῶς ᾤδουσι· ταῦτα γάρ εἰσι πὰ ταύτοδύναμα καὶ ὀμόλογα, δηλονότι τὰ τοῖς προκειμένοις σύμφωνα. Εἶτα ὁ ἀρχιδιάκονος ἀπολύει μὲν τοὺς κατηχουμένους, εἶτα ἀνακηρύττει τὰ τῶν ἀγίων ἀνδρῶν καὶ κεκοιμημένων ὀνόματα, μεθ´ ὧν ἀξιοῖ τὸν προκείμενον τῆς ἀναῤῥήσεως ταύτης, καὶ προτρέπεται πάντας ὑπὲραὐτοῦ αἰτῆσαι τὴν ἐν Χριστῷ τελείωσιν. Κἶτα ὁ ἰεράρχς εὐχὴν ὑπὲρ τοῦ κεκοιμημένου ποιεἶται, καὶ ἀσπάζεται τοῦτον, καὶ σὺν αὐτῷ οἱ ἕτεροι. ετὰ ταῦτα ἐπιχέει τούτῳ τὸ ἅγιον ἔλαιον, καὶ τὴν ἀπόλυσιν, ἤτις λέγεται ὑπὲρ πάντων εὐχὴ, ποιησάμενος, ἀποτίθησι τὸ σῶμα ἐν οἴκῳ τιμίῳ μεθ´ ἑτέρων Δμοταγῶν ἰερῶν σωμάτων. Πi. Θεωρία. ΔΙ. Ταῦτα μὲν εἴπερ δοιεν ἢ ἀκούσαιεν οἱ Ἔλληνες τελούμενα παρ´ ἡμῶν, πλατὺ γελάσουσιν· ἡμεῖς, ἘΑ τὸν φωταγωγὸν Ἰησοῦν ἐπικαλεσάμενοι λέγομεν, ὅτι καλῶς ὀ ἰεράρχης ἐπὶ τὸν ἄξιον τόπον τὸν κεκοιμημένον ἐπιτίθησι, δηλονότι τὸν μὲν ἱερωμένον τοῦ θυσιαστηρίου ἐπίπροσθεν, τὸν δὲ μοναχὸν ἢ τὸν λαῖκὸν ἐν τῷ ἱερατείῳ, Ἐμφαίνει γὰρ ὅτι κατὰ τὸν ἐνταῦθα βίον καὶ τὰ πρακτέα ἡ ἐκεῖσε γίνεται ἀποκλήρωσις· εἰ μὲν ἐνταῦθα θεοειδής τις ἐγένετο, ἐν θείαις καὶ κατὰ τὸ μέλλον λήξεσιν· εἰ δὲ καθυφῆκε τῆς ἀκριβείας ἐνταῦθα, κατ´ ἀξίαν κἀκεῖσε λήψεται τὰς ἁποκληρώσεις. Εὐχαριστεῖ τοίνυν ὁ ἱεράρχης καὶ ὑπὲρ τῆς τοιαύτης δικαιοσύνης, ἀλλὰ καὶ ὅτι κατελύθη τὸ τοῦ τυράννου κράτος, καὶ ὁ θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ ζωή. ἔΙi. Αἱ δὲ ᾠδαὶ καὶ αἱ ἀναγνώσεις ἐκφαντικαί εἰσι τῶν ἐκεῖσε αἰωνίων μονῶν, ἀποδεκτικαὶ μὲν τοῦ κοιμηθέντος, τῶν δὲ ἔτι ζώντων προτρεπτικαὶ πρὸς τὴν ὁμοίαν τελείωσιν. Πi. Σκόπει δὲ, ὅτι νῦν οὐ πᾶσαι αἱ καθαιρόμεναι τάξεις ἀπολόονται, ἤγουν καὶ αἱ τῶν ἐνοχλουμένων, καὶ αἱ τῶν ἐν μετανοίᾳ, ἀλλὰ μόνων τῶν κατηχουμένων· ἀμύητοι γὰροὗτοι, καὶ πάσης ἐποψίας ἀμέθεκτοι. Οὐδὲν δὲ μικρὸν ἐν τοῖς καθ´ ἡμᾶς μυστηρίοις λογίζεσθαι χρὴ, ἀλλὰ πάντα μεγάλα· αὐτὰ μέντοι, πρὸς ἄλληλα συγκρινόμενα, διαφορὰν ἕξουσι, Μέγιστα γὰρ καὶ ἀπαράβλητα, τὰ τῶν θείων. Αἱ δὲ ἕτεραι τάξεις, οἱ ἐνεργούμενοι, οἱ ἐν μετανοίᾳ συνίστανται, ως μυηθεῖσαι μὲν, ἀνοήτως δὲ πρὸς τὰ χείρω παλινδρομήσασαι, τῶν γοῦν θεαρχικῶν ἐποπτιῶν, καὶ τῆς Ζείας μεταλήψεως ἀπειρχθήσονται. Ὁ γὰρ ἀναξίως σθιων καὶ πίνων, εἰς κρῆμα ἑαυτῷ ἐσθίει καὶ πίνει, $0=3 $8=295 $9=1 καθὼς ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν ὁ Ἀπόστολος. Οὐκ ἀπεικότως δὲ ἐπὶ τοῖς νῦν τελουμένοις καὶ οὗτοι πάρεισιν, διδασκόμενοι τὴν ἀδηλίαν τοῦ θανάτου, τά τε βραβεῖα τῶν δικαίων, καὶ τὰς τῶν ἀμαρτωλῶν λύπας. Διὰ γοῦν τὸ ἐντεῦθεν βφελος, καὶ ἵνα τάχα καὶ οὗτοι πρὸς τὴν τῶν ὁμοίων ἔφεσιν διεγερθῶσι, πόρεισιν. Ιν. η διαλαμβόνει καὶ περὶ τοῦ ἀσπασμοῦ καὶ τῆς εὐχῆς· καὶ ἡ μὲν εὐχὴ δέησίς ἐστιν ὑπὶρ τοῦ κεκοιμημένου, ἵνα καταταχθείη ἐν κόλποις τῶν ὶ·ωἈαΚνθὰ ἀπέδρα τὰ ὀδυνηρὰ πάντα. ΚΝ. Ὡσπερ γὰρ ἀπὸ τῶν ἡμῖν ἡδίων, τῆς βασι λείας, τοῦ δείπνου, τοῦ φωτὸς;, τῆς δόξης, τῆς λαμπρότητος, τὰ ἐκεῖσε χαρακτηρίζονται ἀγαθὰ, Σ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν· οὕτω καὶ τὰ ἐκεῖσε δυσχερῆ ἀπὸ τῶν ἐνταῦθα δυσχερῶν κατωνομάσθησαν, σκότος, καὶ βρυγμὸς ὀδόντων, καὶ ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ταῦτα γάρ εἰσιν αἱ ἀνάλογοι σημασίαι, καὶ τῶν ἀγαθῶν καὶ τῶν δυσχερῶν ἀποδέουσαι πάντως τῆς ἀληθείας. Κόλποι δέ εἰσι τῶν πατριαρχῶν καὶ τῶν ἑτέρων ἀγίων αἱ μακαριστοὶ μοναί· οἱ καὶ, ὡς οἶμαι, ἀπὸ τῶν θαλαττίων κόλπων καὶ λιμένων πλέον ἐκλαμβάνονται, ἤ ἀπὸ τῶν κόλπομν τῶν ἰματίων. Ὡς γὰρ οἱ ἐν κλύδωνι θαλάσσης ὄντες πρὸς τοὺς θαλαττίους ἀφορῶσι κόλπους, ἐν οἷς καὶ ἐλλιμενίζονται, καὶ τῶν ταραχῶν ἀποπαύονται· οὔτω καὶ οἱ ἐν τῷ βίῳ κλυδωνιζόμενοι ἤδη τοῖς κἄλποις ἐκείνοις ἐλλιμενίζονται, ἀλλ´ ὅσοι τὴν ἑαυτῶν ψυχὴν ἀνωτέραν τοῦ κινδύνου διεφυλάξαντο. Εἰ δέ γε τοὺς κόλπους καὶ ἀπὸ τῶν ἐν ἡμῖν ἱματίων ἐκλαμβάνεσθαι εἴποιμεν, κατὰ τό· Ἱνα ἡμᾶς θάλψῃ τοῦ Ἀβραὰμ ὁ κόλπος· ἐξηγηθείη καὶ τοῦτο προσφόρως, βιὰ τὸ πρώτως εἰς θεογνωσίαν ἀχθῆναι τὸν Ἀβραὰμ, καὶ οἰκειωθῆναι Θεῷ· ἢ διὰ τὸ πατέρα πολλῶν ἐθνῶν κληθῆναι, τῶν κατὰ Χριστὸν δηλαδή· ἢ διὰ τὴν τοῦ πατριάρχου φιλοξενίαν, ἐκεῖνα ποιήσαντος ἐν τῷ βίῳ, ἐν ὅσοις ἂν ὁ κόσμου παντὸς ποιητὴς καὶ κριτὴς τοὸο δικαίους τῆς βασιλείας καταξιώσῃ. νi. Ἀλλ´ ἴσως ταῦτα μὲν ἀποδείξει· ἀπορήσεις δὲ περὶ τῆς γινομένης εὐχῆς παρὰ τοῦ ἱεράρχου ἐπὶ τοῖς ἐν ἁμαρτίαις κεκοιμημένοις· ὅτι, πῶς τὸ δίκαιον φυλαχθήσοται τοῦ Δεσπότου, εἴπερ ἐπακουὸς γενόμενος τῶν εὐχῶν, σώσει τὸν ἐν ἁμαρτίαις ἀποθανόντα. Ἐγὼ δὲ, ὅτι μὲν δικαίαν πρὸς τὰς πράξειςτύτην γὰρ ἀμοιβαίαν λέγει ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οἶδα, ἀκολουθῶν ταῖς Γραφαῖς· καὶ παρευθὺς τέθησι καὶ γραφικὰς μαρτυρίας, Ὅτι δὲ μόνους τοὺς ἀξίους τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ὡφελοῦσιν αἱ τῶν δικαίων προσευχαὶ, εἴτε ζῶντας, εἰτε καὶ τελευτήσαντας, οὐ μὴν τοὺς ἀξιοκατακρίτους αἱ γραφικαὶ παραὡφελήθη; Τί δὲ τοὺς Ἰουδαίους ἡ τοῦ Ἰερεμίου ἄνησε προσευχή; πρὸς ὃν εἶπεν ὁ Κύριος· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ὥσπερ γὰρ, τοῦ ἡλίου λάμποντος, ἂξαφανίζων τις τὰς οἰκείας ὄψεις, αἰτεῖ μετασχεῖν φωτός· οὕτω καὶ πρὸς ἀδυνάτους κρέματεα $0=3 $8=296 $9=1 ἐλπίδας ὁ τὰς τῶν ἀγιων μὲν ἐξαιτῶν προσευχὰς, μὴ κατέχων δὲ τὰς τοῦ Θεοῦ ἐντολὰς, μηδὲ ἔχων οἰον ἀποκεκαλυμμένους τοὺς νοητοὺς ὀφθαλμοὺς, καὶ ἐκλείποντας ἤδη, κατὰ τὸν Ψαλμῳδὸν, εἰς τὸ σωτήριον τοῦ Θεοῦ. Μὴ νομίσῃς δὲ, ὅτι ὁ ἤλιος τὰ ἑαυτοῦ φῶτα δωρεῖται,(πῶς γὰρ ἂν, ἄψυχος ὢν, δωρήσεται δωρεάν; ἀλλὰ κατὰ ἠθοποιίαν οἰονεί τινα τὸ προκείμενον λέγει. Ὥσπερ γὰρ εἴ τις ὑπόθοιτο τὸν ἥλιον λέγοντα· Ἐγὼ τοῖς ἐῤῥωμένοις ὁφθαλμοῖς δίδωμι φῶς· εἶτα ἀσθενῶν τις τὰ ὄμματα εἴποι· Δὸς κἀμοὶ τὴν ἀκτῖνα, ἔῤῥωμαι γάρ· λέγω ὅτι οὐ τοσοῦτον ὡφεληθήσεται οὗτος, ὅσον καὶ ὃ ἑώρα ἀπολέσει· τὸν αὐτὸν τρόπον καὶ ὁ ἀξιοκατάκριτος ἀμαρτωλὸς τὰς τῶν δικαίων εὐχὰς ἔκζητῶν, κἀκεῖνος μηδόλως ἐπιστρεφόμενος. Καὶ τοῦτό ἐστι τὸ παρὰ τῇ Γραφῇ λεγόμενον· Μέγα ἰσχύει εὐχὴ δκαίου ἑνεργουμένη· παρ´ ἐκείνου γὰρ λέγεται. Παρὰ δὲ τοῦ ὑπὲρ οὐ ἡ Κντευξις ἐνεργεῖται, λέγω γοῦν κατὰ τὰς Γραφὰς, ὡς ώφλιμοί εἰσιν αἱ τῶν δικαίων εὐχαὶ κατὰ τόνδε τὸν τρόπον, εἴ τις, τῶν ἐκ Θεοῦ δωρεῶν ἑφιέμενος, καὶ ἔχων διάθεσιν ἀγαθὴν πρὸς αὐτὰς,τὴν γὰρ τοῦ οἰκείου βίου πρὸς ἀρετὴν διάθεσιν ξιν εἶπεν, ἤτις πάντως γίνεται ἐκ τῆς οἰκείας ἐπιγνωμοσύνης ἐκάστου· ἐλθὼν ἀπί τινα τῶν δικαίων, ἀξιώσειε γενέσθαι τὰ πρὸς τὸν Θεὸν συμπαρακλήτορά οἱ καὶ ἑαυτῷ, ὡφεληθήσεται πάντως ἑκ τούτου τὴν μεγίστην ὡφέλειαν· ἀπολεχθήσεται γὰρ παρὰ Θεοῦ ἕνεκα τῆς εὐλαβοῦς αὐτοῦ ἐπιγνωμοσύνης, καὶ τῆς ἐπὶ τοὺς ὁσίους αἰδοῦς, ἔτι δὲ καὶ τῆς ἐφέσεως καὶ μετρίας ἕξεως· τοῦτο γάρ ἐστι τὸ κατάλληλον, ὅτι τὰ καλὰ ἠγάπησε καὶ ἐξήτησεν. Ἔστι γὰρ καὶ τοῦτο τοῖς θείοις νενομοθετημένον κρίμασι, τὸ δωρεῖσθαι τοῖς ἀξίοις τοῦ μετασχεῖν διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι. Ὡς γὰρ τὸν ζητοῦντα φιλοκρινεῖ, εἴπερ ἐστὶ τῆς δωρεᾶς ἄξιος, οὕτω καὶ τὸν εὐχόμενον ἐρευνήσει, εἴπερ ἐστὶ καὶ αὐτὸς ἄξιος ὑπηρετήσασθαι πρὸς ἐκεῖνον τοιούτῳ δωρήματι. Οὐχ ἀπλῶς οὖν τὸ πρὸς θείαν ὁμιλίαν χωρεῖν, καὶ αἰτεῖσθαι παρὰ Θεοῦ τὰ κρείττονα κωλύσειέ τις τὐφρονῶν, εἰδὼς τὸν μέγαν Ἀπόστολον προστάσσοντα ἀδιαλείπτως προσεύχεσθαι· ἀλλὰ τὸ οἰήσει τινὰ κρατούμενον ὑπερφρονεῖν τῶν ἀγίων, καὶ παρὰ φαύλων τίθεσθαι τὰς τούτων εὐχὰς, τοῦτο καὶ λίαν τοῖς θείοις ἀπᾷδον καὶ κεκωλυμένον. Ὅτε δὲ καὶ οἴησις μὴ ἔστι, τέοως χρῄζομεν τῶν κοινωνῶν τῆς εὐχῆς τὸ μὲν ἱνα διδασκώμεθα τὸ τίνα ἂν αἰτησαίμεθα τὸ δὲ ὄπως αἱτησαίμεθα. Λήσομεν γὰρ ἀποτυχόντες ἢ διὰ τὸ μὴ εἰδέναι ὅπως σύντονος ἡ δέησις γίνεται, τοῦτο γάρ ἐστιν ἀνεπιστῆμον τῆς αἰτήσεως, ἢ διὰ τὸ ἀνάξια αἰτεῖν Ἀλλ´ εἴποι πις ἄν· Καὶ τίς χρεία διδασκαλίας εἰς τὸ γνῶναι τίνες εἰσὶν αἱ ἀνάξιοι αἰτήσεις, καὶ τίνες αἱ ἄξιαι, αὐτοῦ τοῦ Κυρίου λέγοντος· ΑΙεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τᾶλλα πάντα κροστεθήσεται ὑμῆν; Λέγομεν εἰς τοῦτο, ὅτι πολλά εἰσι τὰ παρ´ ἡμῶν ἀγνοούμενα ὅτι εἰσὶν ἀνάξια· κλεπτέμεθα γὰρ τῇ εφέσει, καὶ ἐν ἀμαρτίαις πολλάκις $0=3 $8=297 $9=1 προφασιζόμεθα· πολλάκις δὲ αἰτοῦντες καὶ ἀγαθὰ, ἀναξίως αἰτοῦμεν, μὴ εἰδότες ὅτι μᾶλλον τὰ κατὰ παραχώφησιν τοῇ Θεοῦ ἐναντία μειζόνως ὡφελήσει. Πῶς γὰρ μετῴκησεν εἰς Αἴγυπτον Ἰσραὴλ, καὶ τὴν γῆν τῆς ἐπαγγελίας ἐκληρονόμησεν, εἴπερ, ἐπακουὸς τῶν εὐχῶν τοῦ Ἰωσήφ ὁ Θεὸς φανεὶς, ἀλώβητον τῷ πατρὶ παραυτᾳ τὸν παῖδα διέσωζε; ἔΥii. Ἀλλὰτούτων ἤδηῥηθέντων περὶ πάσηςκοινῶς εὐχῆς, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τῆς ἐπὶ τῷ κειμένον τοῦ ἱεράρχου εὐχῆς. Ὁ θεῖος τοιγαροῦν ἱεράρχης ἐκφαντορικός ἐστι τῶν θείων δικαιωμάτῳν· διὰ τοῦτο γὰρ ἄγγελος Κυρίου παντοκράτορος παρὰ τῷ ἱερῷ Μιχαίᾳ λέγεται, ὡς ἐξαγγέλλων καὶ ἐκφαίνων τὰ τοῦ Θεοῦ δικαιώματα. Μεμάθηκε γοῦν ἀπὸ τῶν Γραφῶν, ὅτι τοῖς μὲν δικαίοις παρὰ τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἡ λαμπροτάτη καὶ θεία ζωὴ ἀντιδίδοται, παρορώσης ἐξ ἀγαθότητος τῆς τοῦ Θεοῦ φιλανθρωπίας τοὺς ἐξ ἀνθρωπίνης ἀσθενείας ῥύπους· ἐπείπερούδεὶς, φησέ, καθαρὸς ῥύπου. Ταῦτα εἶδεν ἐπηγγελμένα ὀἰεράρχης. Αἰτεῖ τοίνυν τοῖς πιστῶς βεβιωκόσι, παροραθῆναι τὰς ἐξ ἀσθενείας κηλῖδας, καὶ δοθῆναι τὰς ἱερὰς ἀντιδόσεις· ἅμα μὲν θεομιμήτως τὰς εἰς ἑτέρους δωρεὰς τοῦ Θεοῦ ὡς εἰς ἑαυτὸν γενησομένας ἐξαιτῶν,(τοῦτο γάρ ἐστι τὸ θεομίμητον, ἀγαπᾶν τὸν πλησίον ὡς Ἀαυτόν· ἅμα δὲ καὶ ὡς ὑποφήτης Θεοῦ εἰδώς καὶ τοῖς ἄλλοις ἐκφαίνων, ὡς ἄγγελος Κυρίου, ἐκφαντορικῶς, ὅτι γενήσεται ὡς δικαία ἡ αἴτησις· οὐ γὰρ ἂν τὴν ἀρχὴν ἐζήτει τὰ μὴ Θεῷ προσφιλέστατα. Διὸ πὶ μὲν τοῖς ὁσίοις οὕτω ποιεῖ, ἐπὶ δὲ τοῖς ἀνιέροις ἁπίστοις, καθὼς καὶ παρακατιὼν δηλώσει, ὅτε λέγει, δόξει τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον· τοῖς γοῦν ἀνιέροις οὐκ ἐπεύχεται ταῦτα, οὐ μόνον ὅτι, εἰπερ ζητοίη ταῦτα, οὐκ ἔσται χρηστὸς ὑποφήτης τοῦ Πνεύματος, ὡς ἐκεῖνα ζητῶν, εἰς ἅπερ οὐκ ἐκινήθη παρὰ τοῦ τελετάρχου, τοῦ θείου δηλαδὴ Πνεύματος· ἀλλ´ ὅτι καὶ τῆς εὐχῆς ἁποτεύξεται ὡς ἀναξίως γενομένης· τοῦτο γὰρ δηλοῖ τὸ ἐναγοῦς, οἱονεὶ ἀναξίου. Ἀκούσεται γὰρ καὶ αὐτὸς πρὸς τοῦ δικαίου λογίου, Αἰτεῖτε, καὶ οὐ λαμβάνετε. Ἔστι δὲ τὸ ῥητὸν ἐκ τῆς ποῦ Ἰακώβου Ἐπιστολῆς. Ὁ δὴ καὶ λέγει, ἢ ὡς δικαίως λεγόμενον, ἢ ὡς παρὰ δικαίου λεγόμενονἸοβλίας γὰρ ὁ Ἰάκωβος, οἰονεὶ δίκαιος, ἐπωνομάζετο. Οὐκοῦν ἐκεῖνα αἰτεῖ ὁ ἱεράρχης, τὰ πάντως δωρηθησόμενα, ἐπιδεικνὺς ἐντεῦθεν τῷ μὲν Θεῷ, τὴν θεομίμητον ἑαυτοῦ ἕξιν· τοῖς δὲ παροῦσι, τὰ ἐσόμενα τοῖς ὁσίοις δῶρα. Οὕτω καὶ τὰς ἀφοριστικὰς δυνάμεις δηλονότι τοὺς ἀφορισμοὺς, οἱ ἱεράρχαι ἔχουσιν, οὐχ ὅτι ἕπεται ταῖς ἀλόγοις ὁρμαῖς αὐτῶν, ἵν´ οὕτως εὐλαβῶς εἴπω, ἡ θεαρχία, ἀλλ´ ὅτι αὐτοὶ ἀφορίζουσι τοὺς κεκριμένους, εἰς τοῦτο κινοῦντος τοῦ ἁγίου Πνεύματος· Λάβετε γὰρ, φησί, Πνεῦμα ἄγιον, κινοῦν ὑμᾶς δηλαδὴ καὶ εἰς δέσιν καὶ εἰς λύσιν. Καὶ πάλιν τότε φησὶ τῷ Πέτρῳ ὁ Κύριος· Ὅ ἐὰν δήσφς ἐπὶ τῆς γῆς, καὶ τὰ ἑξῆς· ὅτε τὰς θείας ἀποκαλύψεις παρὰ τοῦ ἐν οὐρανοῖς Πατρὸς ἐνελάμπετο, ὡς καὶ ποῦ μακαρίου Πέτρου, καὶ παντὸς τοῦ κατ´ αὐτὸν ἰεράρχου, κατὰ τὰς ἐν αὐτῷ γινομένας οὐρανόθεν ἐκ Θεοῦ ἀποκαλύψεις, καὶ προσδεχομένου, καὶ ἀφορίζοντος. Πῶς δὲ αἱ ἐν ἐκείνῳ ἀποκαλύψεις καὶ ἐπὶ τοῖς $0=3 $8=298 $9=1 κτέροις ἰεράρχαις ἔσονται δι´ ὧν ταῦτα καὶ ἐνεργήσουσιν, ἢ ὄτι διαπορθμευτικῶς καὶ ἀλληλοδιαδόχως, καὶ ἐκααντορικῶς; Ὅσῳ γὰρ πληθύνονται τὰ τῶν ἀποκαλύψεων ἐν πολλοῖς, τοσούτῳ μᾶλλονέκφαίνονται. Καὶ γὰρ τὴν ἱερὰν ἐκείνην θεολογίαν, τήν Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ἶντος, οὐκ ἀφ´ ἑαυτοῦ, οὐδ´ ἀπὸ σαρκὸς καὶ αἴματος, ἀλλ´ ὑπὸ Θεοῦ μυοῦντος καὶ κινοῦντος αὐτὸν ἀπεφθέγξατο. Τοὺς γοῦν ἀρχιερεῖς οὔτω ταῖς ἱεραρχικαῖς δυνάμεσι χρηστέον. Ἀττικὴ δὲ ἡ σύνταξις, καὶ ἀρχαῖον, τὸ συντάσσειν τὰ Φποθετικὰ αἰτιατικαῖς πτώσεσιν· οὕτω πως, καθὼς ἅν κινήσοι αὐτοὺς ὁ Θεός· τοὺς δὲ ἄλλους οὕτω προστvιντέον τοῖς ἰεράρχαις(καὶ τοῦτο γὰρ οὕτω συντάσσεται ὡς ὑπὸ Θεοῦ κεκινημένοις· πρὸς αὐτοὺς γάρ ἐστι ὁ τοῦ Δεσπότου Χριστοῦ λόγος, Ὁὑμᾶς ἀθετῶν, ἐμὲ ἀθετεῖ. ξviΗi. Ἀλλ´ ἐπανελθόντες λέγομεν, ὅτι τελεσθείσης τῆς εὐχῆς, ἀσπάζονται ἅπαντες τὸν κεκοιμημένον· ἤδὺς γὰρ καὶ τίμιος ὁ ἀγίως βεβιωκώς. Μετὰ ταῦτα ἐπιχέει τὸ ἔλαιον ὁ ἱεράρχης τῷ κειμένῳ. Ἐλέγομεν δὲ ἐν τοῖς περὶ τοῦ φωτίσματος λόγοις, ὡς τῷ ἐλαίῳ πρώτως ἐχρίοτο ὁ τελούμενος μεθ´ ὃ τῆς ἑσθῆτος ἀπεγυμνοῦτο· ἐνταῦθα ἐν τῷ τέλει, καὶ ταῦτα οὐκ ἀπεικότως. Ἐπειδὴ γὰρ καὶ οἱ εἰς ἀγῶνας εὐτρεπιζόμενοι χρίονται, καὶ οἱ τῶν ἀγώνων παυσάμενοι καὶ τῶν ἰδρώτων ἀπολουσάμενοι χρίονται, εἰκότως καὶ ἐπὶ τούτοις, ἐκεῖσε μὲν κατ´ ἀρχὰς ἐχρίετο εἰς τοὺς ἀγῶνας ὑπαλειφόμενος, ἐνταῦθα δὲ ἐν τῷ τέλει πάντων ὧς τῶν ἀγώνων ἀποπαυσάμενος. βΧ. Ταῦτα τελέσας ὁ ἱεράρχης, ἀποτίθησι τιμίως τὸ σῶμα μεθ´ ἑτέρων ἱερῶν σωμάτων. Ἐπειδὴ γὰρ ὁ φιλόθεος ἄνθρωπος ἐν ψυχῇ καὶ σώματι συνεστώς τὸν ἐνάρετον βίον ἐπολιτεύετο, ἵνα τί τῆς ψυχῆς αὐλιζομένης ἐν ἀγαθοῖς, τὸ σῶμα παροραθήσεται, καὶ οὐ τιμίως κατατεθήσεται; Καὶ γὰρ καὶ αἱ ἀμοιβαὶ τῇ ψυχῇ μετὰ σώματος δοθήσονται, εἴτε τῶν ἀγαθῶν, εἴτε τῶν κακῶν, παρὰ τοῦ δικαίου Κριτοῦ. Διὸ καὶ ὁ´ ἱερὸς θεσμὸς καὶ ἀμφότερα ἀγιάζει, τήν τε ψυχὴν καὶ τὸ σῶμα· τὴν ψυχὴν μὲν, ἐν νοηταῖς θεωρίαις καὶ ἐπιστήμη τῶν τελουμένων· τὸ σῶμα δὲ τῷ θείω μύρῳ. Ἔτι δὲ καὶ τοῖς ἀγιωτάτοις συμβόλοις τῆς θειας μεταλήψεως ἀγιάζων πάντα τὸν ἄνθρωπον, καὶ τὴν ὁλικὴν αὐτοῦ, ἤγουν καὶ τὴν τῆς ψυχῆς καὶ τὴν σοῦ σώματος σωτηρίαν ἰερουργῶν, καὶ πάλιν οὗτω τελειοτάτην διαγγέλλων καὶ τὴν ἀνάστασιν. Χ. Τὰς δὲ τῆς χειροτονίας εὐχὰς οὐ θεμιτὸν ἀφερμηνεύειν, ἤγουν μεθ´ ἑρμηνείας δημοσιεύειν, μυστικὰς οὔσας καὶ ἀποῤῥήτους· οὐ χρὴ δὲ ἐξάγειν πρὸς τὸ κοινὸν τὰς ἐκ τῶν εὐχῶν δωρουμένας τοῖς τελουμένοις δυνάμεις τοῦ Πνεύματος. Ἀλλὰ σὺ, ταύτας κατὰ τὴν θείαν παράδοσιν μυστικῶς ἐκμαθὼν καὶ πρὸς θειοτέραν ἀναχθεὶς ἕξιν, φθάσεις καὶ τὴν των τοιούτων ἐπιστήμην ὑπὸ τῆς ἱεραρχικῆς ἐλλάμψεως τη γάρ ἐστιν ἡ πασῶν τῶν τελετῶν ἄρχουσα ὁδηγούμενος. $0=3 $8=299 $9=1 ρρέφη βαπτίζεσθαι. Τὸ δὲ, Δοκεῖμέν, ὡς φὴς, ὅῆλων ώς ἐρωτήσαντι τῷ ἁγίῳ Τιμοθέῳ ἔγραψε καὶ ταυτα καὶ τἄλλα. Δάξει τοίνυν τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τὰ βρέφη τὰ μὴ ἀκοῦσαι δυνάμενα ἐκδιδάσκουσι· καὶ τὸ ἔτι παρακινῆσον αὐτοὺς εἰς τὸ τὰ ἡμέτερα σκώπτειν, ὅτι ὑπὲρ ἄλλων ἕτεροι τὰς ἀποταγὰς ποιοῦνται καὶ τὰς ὁμολογίας. Δεῖ δὲ τοὺς κατὰ Θεὸν ἱεράρχας καὶ συνετοὺς μὴ χαλεπαίνειν ἐπὶ τοῖς πεπλανημένοις, ἀλλ´ εὐλαβῶς ἀπολογεῖσθαι, προτιθέντας καὶ τοῦτο, ὅτι εἰσί τινες λόγοι ἐπὶ τοῖς ἡμετέροις ὑπὲρ τὴν ἡμετέραν γνῶσιν, καί τινες μὲν ἀπὸ τούτων ἐπιστητοὶ τοῖς ἀγγέλοις εἰσὶί, τινὲς δὲ κἀκείνοις ἄγνωστοί εἰσι, καὶ Θεῷ μόνῳ γινώσκονται. Πλὴν ὅσα παρὰ τῶν διδασκάλων ἡμῶν ἀκηκόαμεν μυηθέντων καὶ τούτων ἑκ τῆς ἀρχαίας παραδόσεως, ταῦτά φαμεν, ὅτι κατὰ τὸν ἱερὸν νόμον τὰ βρέφη ἀναγόμενα, ἤξουσί ποτε πρὸς ἕξιν ἱερὰν καθ´ ἡν γνώσονται τὸ δῶρον οὗ μετέσχον. Τοῦτο γοῦν, τό ποτε προελθεῖν αὔτὰ εἰς τελείαν ἡλικίαν καὶ ἕξιν, εἰς νοῦν ἐληλυθὸς τοῖς ἡμετέροις διδασκάλοις, δὲ σύνταξις ἀντὶ τῆς γενικῆς, ἀττικῶς, ἤγουν τούτου δὴ ἐληλυθότος ἔδοξεν εἰσδέχεσθαι τὰ βρέψη· πλὴν οὗτως, ὥστε τοὺς φυσικοὺς αὐτῶν γονέας παραδιδόναι τὸν παῖδα ἀγαθῷ τινι παιδαγωγῷ καὶ ἀναδόχῳ, ὑπ´ αὐτῷ τὰ θεῖα διδαχθησόμενον. Καὶ τοῦτον ἀκαιτεῖ τὰς ὁμολογίας ὁ ἱεράρχης, οὐχ ὡς ἐκεῖνοί φασιν, ἄλλον ἀντ´ ἄλλου τὰ θεῖα μυῶν, ἀλλὰ τὰς ὑποσχέσεις τούτου δεχόμενος, δτι κατὰ τὸν πρόσφορον καιρὸν παραδοθήσεται τῷ παιδὶ παρ´ αὐτοῦ ἡ πᾶσα διδασκαλία τοῦ μυστηρίου, ὥστε καὶ αὐτὸν οἰκείᾳ προαιρέσει τοῖς ἐναντίοις ἀποτάξασθαι, καὶ ὁμολογῆσαι, ἔτι δὲ καὶ ἐνεργῆσαι τὰς ὑπὲρ αὐτοῦ ὁμολογίας τοῦ ἀναδόχου. Οὐδὲν ουν ἄτοπον εἰ τοιαῦτα ἐπὶ τῷ βρέφει τελοῦνται, ἀνάδοχον ἔχοντι ἕξιν αὐτῷ τῶν θείων παρεχόμενον. Μετέχει δὲ καὶ τῶν μυστηρίων τὸ βρέψος, ὅπως ἐν αὐτοῖς μᾶλλον ἃνατραφείη, καὶ μηδεμίαν ἑτέραν ζωλν κατὰ σάρκα σχοίη, εἰ μὴ τὴν θεωροῦσαν τὰ θεῖα ἐν προκοπαῖς γιγνομένην ὑπὸ τῆς τοῦ ἀναδόχου διδασκαλίας. Τοσαῦτα καὶ ἐμοὶ ὡπται τὰ ἑνοειδῆ, ἤγουν θεῖα θεάματα τῆς καθ´ ἡμᾶς ἱεραρχίας· καὶ σοὶ δὲ, ὡς οἶμαι, πάντως ἐλλάμψει χρωμένῳ τοῖς ἡμετέροις λόγοις, ὡς κλίμαξί τισι πρὸς ὑψηλοτέραν ἔλλαμψιν· ἧς καὶ μετάδος ἐμοί, καὶ δεῖξον τοῖς ἐμοῖς νοητοῖς ὀφθαλμοῖς, ἅπερ ἂν δυνηθείης εὐπρεπέστερα κάλλη θεάσασθαι. Θαῤῥῶ γὰρ ἐγὼ ὅτι ἐν τούτοις τοῖς ἡμετέροις λόγοις τοὺς ἐναποκειμένους ἐν σοὶ τοῦ θείου πυρὸςηλονότι τῆς θείας καὶ φωτιστικῆς γνώσεως ἀνασκαλεύσω σπονθῆ $0=3 $8=300 $9=1 ΚΕΦΑΛΑΙΟΝ Αʹ. Τ ΣΜΠΡΕΣΒΥΤΕΡΩ ΤΙΜΟΟΕΑ ΔΙοΝΥΣΙΟΣ ΠΡΕΣΗΥΤΕΡΟΣ, Νῦν δλς ὦ μακάριε, μετὰ τὰς θεολογικὰς ὑποτυπώσεις ἐπὶ τὴν τῶν θείων ὀνομάτων ἀνάπτυξιν, ὡς ἐφικτὸν, μετελεύσομαι. Ἔστωδὲ καὶ νῦν ἡμῖν ὁ τῶν λογίων θεσμὸς προδιωρισμένος, τὸ τὴν ἀλήθειαν ἡιμᾶς καταδείσασθαι τῶν περὶ Θεοῦ λεγομένων, οὐκ ἐν πειθοις σοφίας ἀνθρωπίνης λόγοις?θ, ἀλλ´ ἐνἀποδείξει τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως, καθ´ ἡν τοῖς ἀφθέγκτοις καὶ ἀγνώστοις ἀφθέγκτως καὶ ἀγνώστως συναπτόμεθα, κατὰ τὴν κρείττονα τὴν $0=3 $8=301 $9=1 καθ´ ἡμᾶς λογικῆς καὶ νοερᾶς δυνάμεως καὶ ἐνεργείας ἕνωσιν. Καθόλου τοιγαροῦν οὐ τολμητέον εἰπεῖν. οὔτε μὴν ἐννοῆσαί τι περὶ τῆς ὑπερουσίου καὶ κρυφίας θεότητος, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱέρῶν λογίων ἐκπεφασμένα. Τῆς γὰρ ὑπὲρ λόγον καὶ νοῦν καὶ οὐσίαν αὐτῆς ὑπερουσιότητος ἀγνωσία, αὐτῇ τὴν ὑπερούσιον ἐπιστήμην ἀναθετέον, τοσοῦτον ἐπὶ τὸ ἄναντες ἀνανεύοντας, ὅσον ἑαυτὴν ἐνδίδωσιν ἡ τῶν θεαρχικῶν λογίων? ἀκτὶς, πρὸς τὰς· ὑπερτέρας αὐγὰς τῇ περὶ τὰ θεῖα σωφροσύνη καὶ ὁσιότητι συστελλομένους. Καὶ γὰρ εἴ τι δεῖ τῇ πανσόφῳ καὶ ἀληθεστάτῃ θεολογίᾳ πείθεσθαι, κατὰ τὴν ἀναλογίαν ἑκάστου τῶν νοῶν ἀνακαλύπτεται? τὰ θεῖα, καὶ ἐποπτευεται, τῆς θεαρχικῆς ἀγαθότητος ἐν σωστικῇ δικαιοσύνῃ τῶν ἐν μέτρῳ τὴν ἀμετρίαν θεοπρεπῶς, ὡς ἀχώρητον, ἀποδιαστελλούσης. Ὥσπερ γὰρ ἄληπτα καὶ ἀθεώρητα τοῖς αἰσθητοῖς ἐστι τὰ νοητὰ, καὶ τοῖς ἐν πλάσει καὶ τύπῳ τὰ ἁπλᾶ καὶ ἀτύπωτα, τοῖς τε κατὰ σωμάτων σχήματα μεμορφωμένοις, ἡ τῶν ἀσωμάτων ἀναφής καὶ ἀσχημάτιστος ἀμορφία· κατὰ τὸν αὐτὸν τῆς ἀληθείας λόγον ὑπέρκειται τῶν οὐσιῶν ἡ ὑπερούσιος ἀοριστία·· καὶ τῶν νοῶν, ἡ ὑπὲρ νοῦν ἐνότης· καὶ πάσαις διανοίαις ἀδιανόητόν ἐστι τὸ ὑπὲρ διάνοιαν ἐν, ἄῤῥητόν τε λόγῳ παντὶ τὸ ὑπὲρ λόγον ἀγαθὸν, ἑνὰς ἐνοποιὸς ἀπάσης ἐνάδος, καὶ ὑπερούσιος οὐσία, καὶ νοῦς ἀνόητος καὶ λόγος ἄῤῥητος· ἀλογία καὶ ἀνοησία καὶ ἀνωνυμία, κατὰ μηδὲν τῶν ὄντων οὖσα· καὶ αἴτιον μὲν τοῦ εἶναι πᾶσιν, αὐτὸ δὲ μὴ ὃν, ὡς πάσης οὐσίας ἐπέκεινα, καὶ ὡς ἂν αὐτὴ περὶ ἑαυτῆς κυρίως καὶ ἐπιστητῶς ἀποφαίνοιτο·. ΙΙερὶ ταύτης οὖν, ὡς εἴρηται, τῆς ὑπερουσίου παὶ κρυφίας θεότητος οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαί τι, παρὰ τὰ θεοειδῶς ἡμῖν ἐκ τῶν ἐερῶν λογίων ἐκπεφασμένα· καὶ γὰρ ὡς αὐτὴ περὶ ἑαυτῆς ἐν τοῖς λογίοις ἀγαθοπρεπῶς παραδέδωκεν, ἡ μὲν αὐτῆς ὅ τι ποτέ ἐστιν ἐπιστήμη καὶ θεωρία πᾶσιν ἄβατός ἐστι τοῖς οὐσιν, ὡς πάντων ὑπερουσίως ἐξῃρημένη. Καὶ πολλοὺς τῶν θεολόγων εὐρήσεις οὐ μόνον ὡς ἀόρατον αυτὴν καὶ ἁπερίληπτον ὑμνηκότας, ἀλλὰ καὶ ἀνεξερεύνητον ἅμα καὶ ἀνεξιχνίαστον, ὡς οὐκ ὅντος ἴχνους οὐδενὸς, τῶν ἐπὶ τὴν κρυφίαν αὐτῆς ἀπειρίαν διεληλυθότων. Οὐ μὴν ἁκοινώνητόν ἐστε αθόλου τἀγαθὸν οὐδενὶ τῶν ὄντων, ἀλλ´ ἐφ´ ἑαυτοῦ μονίμως τὴν ὑπερούσιον ἱδρῦσαν ἀκτῖνα ταῖς ἑκάστου τῶν ὄντων ἀναλόγοις ἐλλάμψεσιν ἀγαθοπρεπῶς ἐπιφαίνεται, καὶ πρὸς τὴν εφικτὴν αὐτοῦ θεωοίαν καὶ κοινωνίαν καὶ ὁμοίωσιν ἀνατείνει τοὺς ἱεροὺς νόας, τοὺς ὡς θεμιτὸν αὐτῷ καὶ ἱεροπρεπῶς ἐπιβάλ- οουθοο $0=3 $8=302 $9=1 λντας, καὶ μήτε πρὸς τὸ ὑπέρτερον τῆς ἐναρμονίως ἐνδιδομένης θεοφανείας, ἀδυνάτως ἀπαυθαδιζομένους, μήτε πρὸς τὸ κάταντες ἐκ τῆς ἐπὶ τὸ χεῖρον ὑφέσεως ἁπολισθαίνοντας, ἀλλ´ εὐσταθῶς τε καὶ ἀκλτνῶς ἐηὶ τὴν ἀκτῖνα τὴν αὐτοῖς ἐπιλάμπουσαν ἀνατεινομένους, καὶ τῷ συμμέτρῳ τῶν θεμιτῶν ἐλλάμψεων ἔρωτι μετ´ εὐλαβείας ἰερᾶς, σωφρόνοως τε καὶ ὁσίος ἀναπτερουμένους. Τούτοις ἐπόμενοι τοῖς θεαρχικοῖς ζυγοῖς, οἱ καὶ τὰς ὅλας διακυβερνῶσι τῶν ὑπερουρανίων τάξεων ἀγίας διακοσμήσεις, τὸ μὲν ὑπὲρ νοῦν καὶ οὐσίαν, τῆς θεαρχίας κρύφιον ἀνεξερευνήτοις καὶ ἱεραῖς νοὸς εὐλαβείαις, τὰ δὲ ἄῤῥητα σώφρονι σιγῇ τιμῶντες, ἐπὶ τὰς ἐλλαμπούσας ἡμῖν ἐν τοῖς ἰεροῖς λογίοις αὐγὰς ἀνατεινόμεθα, καὶ πρὸς αὐτῶν φωταγωγούμεθα πρὸς τοὺς θεαρχικοὺς ὕμνους, ὑπ´ αὐτῶν ὑπερκοσμίως φωτιζόμενοι, καὶ πρὸς τὰς ἱερὰς ὑμνολογίας τυπούμενοι, πρὸς τὸ καὶ ὁρᾶν τὰ συμμέτρως ἡμῖν δι´ αὐτῶν δωρούμενα θεαρχικὰ φῶτα, καὶ τὴν ἀγαθοδότιν ἀρχὴν ἁπάσης ἱερᾶς φωτοφανείας ὑμνεῖν, ὡς αὐτὴ περὶ καυτῆς ἐν τοῖς ἱεροῖς λογίοις παραδέδωκεν. Οἷον, ὅτι πάντων ἐστὶν αἰτία, καὶ ἀρχὴ, καὶ οὐσία, καὶ ζωή· καὶ τῶν μὲν ἀποπιπτόντων αὐτῆς ἀνάκλησίς τε καὶ ἀνάστασις, τῶν δὲ πρὸς τὸ τοῦ θεοειδοῦς παραφθαρτικὸν ἀπολισθησάντων· ἀνακαινισμὸς καὶ ἀναμόρφωσις, τῶν δὲ κατά τινα σάλον ἀνίερον παρακινουμένων Τρυσις ἱερὰ, καὶ τῶν ἑστηκότων ἀσφάλεια, καὶ τῶν ἐπ´ αὐτὴν ἀναγομένων ἀνατατικὴ χειραγωγία, καὶ τῶν Κφωτιζομένων ἔλλαμψις, καὶ τῶν τελουμένων τελεταρχία, καὶ τῶν θεουμένων θεαρχία, καὶ τῶν ἁπλουΚμένων ἁπλότης, καὶ τῶν ἑνιζομένων ἑνότης ἀρχῆς ἀπάσης ὑπερουσίως ὑπεράρχιος ἀρχὴ, καὶ τοῦ κρυφίου κατὰ τὸ θεμιτὸν ἀγαθὴ μεταδότις, καὶ ἀπλῶς εἰπεῖν, ἡ τῶν ζώντων ζωὴ, καὶ τῶν ὄντων οὐσία, πάσης ζωῆς καὶ οὐσίας ἀρχὴ καὶ αἰτία, διὰ τὴν αὐτῆς εἰς τὸ εἶναι τὰ ὄντα παρακτικὴν καὶ συνοχικὴν ἀγαθότητα. Ταῦτα πρὸς τῶν θείων λογίων μεμυήμεθα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰεράν τῶν θεολόγων ὑμνολογίαν εὐρήσεις πρὸς τὰς ἀγαθουργοὺς τῆς θεαρχίας προόδους, ἐκφαντορικῶς καὶ ὑμνητικῶς τὰς θεωνυμίας διασκευάζουσανδ. Ὅθεν ἐν πάσῃ σχεδὸν τῇ θεολογικῇ πραγματείᾳ τὴν θεαρχίαν ὁρῶμεν ἱερῶς ὑμνουμένην, ὡς μονάδα μὲν καὶ ἑνάδα, διὰ τὴν ἀπλότητα καὶ ἐνότητα τῆς ὑπερφυοῦς ἀμερίας, ἐξ ἦς, ὡς ἐνοποιοῦ δυνάμεως, ἐνιζόμεθα, καὶ τῶν μεριστῶν ἡμῶν Ἀτεροτήτων ὑπερκοσμίως συμπτυσσομένων, εἰς θεοειδῆ μονάδα συναγόμεθα, καὶ θεομίμητον ἕνωσιν· ὡς $0=3 $8=303 $9=1 Τριάδα δὲ, διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίκω γονιμότητος ἔκφανσιν, ἐξ ἦς πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐστι καὶ ὀνομάζεται· ὡς αἰτίαν δὲ τῶν ὄντων, ἐπειδὴ πάντα πρὸς τὸ εἶναι παρήχθη διὰ τὴν αὐτῆς οὐσιοποιὸν ἀγαθότητα· σοφὴν δὲ καὶ καλὴν, ὅτι τὰ ὄντα πάντα τὰ τῆς οκείας φύσεως ἀπαράφθαςτα διασώζοντα, πάσης ἀρμονίας ἐνθέου καὶ ἱερᾶς εὐπρεπείας ἐστὶν ἀνάπλεα· φιλάνθρωπον δὲ διαφερόντως, ὅτι τοῖς καθ´ ἡμᾶς πρὸς ἀλήθειαν ὀλικῶς ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἐκοινώνησεν, ἀνακαλουμένη πρὸς ἑαυτὴν καὶ ἀνατιθεῖσα τὴν ἀνθρωπίνην ἐσχατιὰν, ἐξ ἦς ἀῤῥήτως ὁ ἀπλοῦς Ἰησοῦς συνετέθη, καὶ παράτασιν εἴληφε χρονικὴν ὁ ἀδιος, καὶ εἴσω τῆς καθ´ ἡμᾶς ἐγεγόνει φύσεως, ὁ πάσης τῆς κατὰ πᾶσαν φύσιν τάξεως ὑπερουσίως ἐκβεβηκὼς μετὰ τῆς ἀμεταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Καὶ ὅσα ἄλλα θεουργικὰ φῶτα τοῖς λογίοις ἀκολούθως ἡ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων κρυφία παράδοσις ἐκφαντορικῶς ἡμῖν ἐδωρήσατο, ταῦτα καὶ ἡμεῖς μεμυήμεθα· νῦν μὲν ἀναλόγως ἡμῖν, διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ τῶν ἱειραρχικῶν παραδόσεων φιλανθρωπίας, αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυῆ καὶ ἀσχημάτιστον ἀπλότητα τῇ ποικιλίᾳ τῶν μεριοτῶν συμβόλων πληθυνούσης τε καὶ διαπλαττούσης. Τότε δὲ ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σὸν Κυρίῳ, κατὰ τὸ λόγιον, ἐσόμεθα τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις μαρμαρυγαῖς ἡμᾶς περιαυγαζούσης, ἂς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειστάτῃ μεταμορφώσει· τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀθλῳ τῷ νῷ μετέχοντες, καὶ τῆς ὑπὲρ νοῦν ἑνώσεως ἐν ταῖς τῶν ὑπερφανῶν ἀκτίνων ἀγνώστοις καὶ μακαρίαις ἐπιβολαῖς, ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νοῶν· ἰσάγγελος γὰρ, ὡς ἡ τῶν λογίων ἀλήθειά φησιν, ἐοόμεθα, καὶ υἱοὶ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὁντες. Νῦν δὲ, ὡς ἡμῖν ἐφικτὸν, οἰκείοις μέν εἰς τὰ θεῖα συμβόλοις χρώμεθα, κἀκ τούτων αὖθις ἐπὶ τὴν ἁπλῆν καὶ ἡνωμένην τῶν νοητῶν θεαμάτων ἀλήθειαν ἀναλόγως ἀναπεινόμεθα, καὶ μετὰ πᾶσαν τὴν καθ´ ἡμᾶς τῶν θεοειδῶν νόησιν, ἀποπαύοντες ἡμῶν τὰς νοερὰς ἐνεργείας, εἰς τὴν ὑπερούσιον ἀκτῖνα κατὰ τὸ θεμιτὸν ἐπιβάλλομεν, ἐν ᾗ πάντα τὰ πέρατα πασῶν τῶν γνώσεων ὑπεραῤῥήτως προῦφέστηκεν, ἣν οὔτε ἐννοῆσαι δυνατὸν, οὔτε εἰπεῖν, οὔτε ὅλως πως θεωρῆσαι, διὰ τὸ πάντων αὐτὴν ἐξῃρημένην εἰναι, καὶ ὑπαράγνωστον, καὶ πασῶν μὲν τῶν οὐσιωδῶν γνῶσεων καὶ δυνάμεων τὰς ἀποπερατώσεις ἅμα καὶ πάσας ὑπερουσίως ἐν $0=3 $8=304 $9=1 καντῆ ποοειληφυῖαν. πάντων δὲ ἀπεριλήπτῳ δυνάμει, καὶ τῶν ὑπερουρανίων νοῶν ὑπεριδρυμένην. Εἰ γὰρ αἱ γνώσεις πᾶσαι τῶν ὄντων εἰσὶ, καὶ εἰς τὰ ὄντα τὸ πέρας ἔχουσιν, ἡ πάσης οὐσίας ἐπέκεινα καὶ πάσης γνώσεώς ἐστιν ἐξῃρημένη. Καὶ μὴν, εἰ κρείττων ἐστὶ παντὸς λόγου καὶ πάσης γνώσεως, καὶ ὑπὲρ νοῦν καθόλου καὶ οὐσίαν ζδρυται, πάντων μὲν οὐσα περιληπτικὴ, καὶ συναπτικὴ, καὶ συλληπτικὴ, καὶ προληπτικὴ, πᾶσι δὲ αὐτὸς καθόλου ἄληπτος, καὶ οὔτε αἴσθησις αὐτῆς ἐστιν, οὔτε φαντασία, οὔτε δόξα, οὔτε ὄνομα, οὔτε λόγος, οὔτε ἐπαφὴ, οὔτε ἐπιστήμη, πῶς ὁ περὶ θείων ὀνομάτων ἡμῖν διαπραγματευθήσεται λόγος, ἀκλήτου καὶ ὑπερωνύμου τῆς ὑπερουσίου θεότητος ἀποδεικνυμένης; Ἀλλ´ ὅπερ ἔφημεν, ἡνίκα τὰς θεολογικὰς ὑποτυπώσεις ἐξετιθέμεθα, τὸ ἓν, τὸ ἄγνωστον, τὸ ὑπερούσιον, αὐτοτάγαθον, ὅπερ ἐστὶ, τὴν τριαδικὴν ἐνάδα φημὶ, τὴν ὁμόθεον, καὶ ὁμοάγαθον, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δυνατόν· ἀλλὰ καὶ αἱ τῶν ἀγίων δυνάμεων ἀγγελοπρεπεῖς ἑνώσεις, ἃς εἴτε ἐπιβολὰς, εἴτε παραδοχὰς χρὴ φάναι τῆς ὑπεραγνώστου καὶ ὑπερφανοῦς ἀγαθότητος, ἄρῥητοί τε εἰσὶ καὶ ἄγνωστοι, καὶ μόνοις αὐτοῖς ἐνυπάρχουσι τοῖς ὑπὲρ γνῶσιν ἀγγελικὴν ἠξιωμένοις αὐτῶν ἀγγέλοις. Ταύταις οἱ θεοεἰδεῖς ἀγγελομιμήτως, ὡς ἐφικτὸν, ἑνούμενοι νόες πειδὴ κατὰ πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν ἡ τοιάδε γίγνεται τῶν ἐκθεουμένων νοῶν πρὸς τὸ ὑπέρθεον φῶς ἕνωσις ὑμνοῦσιν αὐτὸ κυριώτατα διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, τοῦτο ἀληθῶς καὶ ὑπερφυῶς ἐλλαμφθέντες ἐκ τῆς πρὸς αὐτὸ μακαριωτάτης ἑνώσεως, ὅτι πάντων μέν ἐστι τῶν ὄντων αιτιον, αὐτὸ δὲ οὐδὲν, ὡς πάντων ὑπερουσίως ἐξῃρημένον. Τὴν μὲν οὖν ὑπερουσιότητα τὴν θεαρχικὴν, ὄ τι ποτέ ἐστιν ἡ τῆς ὑπεραγαθότητος ὑπερύπαρξιςῬ, οὔτε ὧς λόγον, ἢ δόναμιν, οὔτε ὡς νοῦν, ἢ ζωὴν, ἢ οὐσίαν ὑμνῆσαι θεμιτὸν οὐδενὶ τῶν ὅσοι τῆς πὲρ πᾶσαν ἀλήθειαν ἀληθείας εἰσὶν ἐρασταί· ἀλλ´ ὡς πάσης ἕξεως, κινήσεως, ζωῆς, φαντασίας, δόξης, ὀνόματος, λόγου, διανοίας, νοήσεως, οὐσίας, στάσεως, ἱδρύσεως, ἑνώσεως, πέρατος, ἀπειρίας, ἀπάντων ὅσα ὄντα ἐστὶν, ὑπεροχικῶς ἁφῃρημένην. Ἐπειδὴ δὲ ὡς ἀγαθότητος ὕπαρξις, αὐτῷ τῷ εἶναι, πάντων ἐστὶ τῶν ὄντων αἰτία, τὴν ἀγαθαρχικὴν τῆς θεαρχίας πρόνοιαν, ἐκ πάντων τῶν αἰτιατῶν ὑμνητέον· ἐπεὶ καὶ περὶ αὐτὴν πάντα, καὶ αὐτῆς ἕνεκα, καὶ αὐτή κστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῇ συνέστηκε· καὶ τῷ εἶναι ταύτην, ἡ τῶν ὅλων παραγωγὴ καὶ ὑσόστασις, καὶ αὐτῆς πάντα ἐφίεται· τὰ μὲν νοερὰ καὶ λογικὰ, γνωστικῶς· τὰ δὲ ὑφειμένα τούτων, αἰσθητικῶς· καὶ τὰ ἄλλα κατὰ ζωτικὴν κίνησιν, ἢ αὐσιώδη καὶ ἑκτικὴν ἐπιτηδειότητα. $0=3 $8=305 $9=1 Τοῦτο γοῦν εἰδότες οἰ θεολόγοι, καὶ ὡς ἀνώνυμον αὐτὴν ὑμνοῦσι, καὶ ἐκ παντὸς ὀνόματος. Ἀνώνυμον μὲν ὡς ὅταν φασὶ, τὴν θεαρχίαν αὐτὴν ἐν μιᾷ] τῶν μυστικῶν τῆς συμβολικῆς θεοφανείας ὁράσεων ἐπιπλῆξαι τῷ φήσαντι· Τί τὸ ὄνομά σου; καὶ ὥσπερ ἀπὸ πάσης αὐτὸν θεωνυμικῆς γνώσεως ἀπάγουσαν, φάναι τό· Καὶ ἱνατί ἐρωτᾷς τὸ ὅνομά μου; καὶ τοῦτ´ ἔστι θαυμαστόν. Ἢοὐχὶ τοῦτο ὄντως ἐστὶ τὸ θαυμαστὸν ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ ἀνώνυμον, τὸ παντὸς ὑπεριδρυμένον ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἰτε ἐν τῶ μέλλοντι; Πολυώνυμον δὲ, ὡς ὅταν αὖθις αὐτὴν εἰσάγωσι φάσκουσαν· Ἐγώ εἰμι ὁ ὤν· ἡ ζωὴ, τὸ φῶς, ὁ Θεὸς, ἡ ἀλήθεια, καὶ ὅταν αὐτοὶ τῶν πάντων αἴτιον οί θεόσοφοι πολυωνύμως ἐκ πάντων τῶν αἰτιατῶν ὑμνῶσιν, ὡς ἀγαθὸν, ὡς καλὸν, ὡς σοφὸν, ὡς ἀγαπητὸν, ὡς Θεὸν θεῶν, ὡς Κύριον κυρίων, ὡς Ἄνιον ἀνίων. ὡς αἰώνιον, ὡς ὄντα, καὶ ὡς αἰώνων αἴτιον· ὡς ζωῆς χορηγὸν, ὡς σοφίαν, ὡς νοῦν, ὡς Λόγον, ὡς γνώστην, ὡς ὑπερέχοντα πάντας τοὺς θησαυροὺς ἁπάσης γνώσεως, ὡς δύναμιν, ὡς δυνάστην, ὡς Βασιλέα τῶν βασιλευόντων, ὡς παλαιὸν ἡμερῶν, ὡς καὶ ἀγήρω καὶ ἀναλλοίωτον, ὡς σωτηρίαν, ὡς δικαιοσύνην, ὡς ἁγιασμὸν, ὡς ἀπολύτρωσιν, ὡς ἐν μεγέθει πάντων ὑπερέχοντα, καὶ ὡς ἐν αὔρα λεπτῇ. Καί γε καὶ ἐν νόοις ἔ αὐτὸν εἶναί φασι, καὶ ἐν ψυχαῖς καὶ ἐν σώμασι, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, καὶ ἅμα ἐν ταὐτῷ τὸν αὐτὸν, ἐγκόσμιον, περικόσμιον, ὑπερκόσμιον, ὑπερουράνιον, ὑπερούσιον, ἦλιον, ἀστέρα, πῦρ, ὕδωρ, πνευμα, δρόσον, νεφέλην, αὐτόλιθον, καὶ πέτραν, πάντα τὰ ὄντα, καὶ οὐδὲν τῶν Οὕτως οὖν, τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὖσ,, καὶ τὸ ἀνώνυμον ἐφαρμόσει, καὶ πάντα τὰ τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ἦ τῶν ὅλων βασιλεία ἔ, καὶ περὶ αὐτὴν ᾐ τὰ πάντα, καὶ αὐτῆς ὡς αἰτίας, ὡς ἀρχῆς, ὡς πέρατος, ἐξηρτημένα, καὶ αὐτὴ, κατὰ τὴὸ λόγιον, ᾖ τὰ πάντα ἐν πᾶσι, καὶ ἀληθῶς ὑμνῆται πάντων ὑποστάτις, ἀρχηγικὴ, καὶ τελειωτικὴ, καὶ συνεκτικὴ, φρουρὰ καὶ ἑστία, καὶ πρὸς ἑαυτὴν ἐπιστρεπτικὴ, καὶ ταῦτα ἡνωμένως, ἀσχέτως, ἐξῃρημένως· οὐ γὰρ συνοχῆς, ἢ ζωῆς, ἢ τελειώσεως αἰτία μόνον ἐστὶν, ἵνα ἀπὸ μόνης ταύτης, ἢ τῆς ἐτέρας προνοίας, ἡ ὑπερώνυμος ἀγαθότης ὀνομασθείη· πάντα $0=3 $8=306 $9=1 δὲ ἀπλῶς καὶ ἀπεριορίστως ἐν ἐαυτῇ τὰ Κντα προείληφε, ταῖς παντελέσι τῆς μιᾶς αὐτῆς καὶ παναιτίου προνοίας ἀγαθότησι, καὶ ἐκ τῶν ὄντων ἁπάντων ἐναρμονίως ὑμνεῖται, καὶ ὀνομάζεται. Καὶ γοῦν οὐ ταύτας μόνας οἱ θεολόγοι τὰς θεωνυ μίας πρεσβεύουσι, τὰς ἀπὸ τῶν παντελῶν ἢ τῶν μερικῶν προνοιῶν, ἢ τῶν προνοουμένων, ἀλλὰ καὶ ἀπό τινων ἔσθ´ ὅτε θείων φασμάτων ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἢ ἄλλοθί που τοὺς μύστας, ἢ τοὺς προφήτας καταλαμμάντων, κατ´ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις ὀνομάζουσι τὴν ὑπερφαῆ καὶ ὑπερώνυμον ἀγαθότητα, καὶ μορφὰς αὐτῇ, καὶ τύπους ἀνθρωπικοὺς, ἢ πυρινοὺς, ἢ ἠλεκτρίνους ἔ περιτιθέασι, καὶ ὀφθαλμοὺς αὐτῆς, καὶ ὡτα, καὶ πλοκάμους, καὶ πρόσωπα, καὶ χεῖρας, καὶ μετάφρενα, καὶ πτερὰ, καὶ βραχίονας, καὶ ὀπίσθια, καὶ πόδας ὑμνοῦσι· στεφάνους τε καὶ θώκους, καὶ ποτήρια, καὶ κρατῆρας αὐτῇ, καὶ ἄλλα ἅττα μυστικὰ περιπλάττουσι, περὶ ὧν ἐν τῇ Συμβολικῇ θεολογίᾳ κατὰ δύναμιν ἐροῦμεν· νῦν δέ, ὅσα τῆς παρούσης ἐστὶ πραγματείας, ἐκ τῶν λογίων συναγαγόντες, καὶ ὥσπερ τινὶ κανόνι τοῖς εἰρημένοις χρώμενοι, καὶ πρὸς αὐτὰ σκοποῦντες, ἐπὶ τὴν ἀνάπτυξιν τῶν νοητῶν θεωνυμιῶν προΐωμεν· καὶ ὅπερ ἀεὶ κατὰ πᾶσαν ἡμῖν θεολογίαν ὁ ἱεραρχικὸς θεσμὸς ὑφηγεῖται, θεοπτικῇ διανοία τὰς θεοειδεῖς ἔ ἐποπτεύσωμενκυρίως εἰπεῖν θεωρίας· καὶ ὡτα ἰερὰ ταῖς τῶν ἱερῶν θεωνυμιῶν ἀναπτύξεσι παραθώμεθα, τοῖς ἁγίοις τὰ ἅγια, κατὰ τὴν θείαν παράδοσιν, ἐνιδρύοντες, καὶ τῶν ἀμυήτων ἔ αὐτὰ γελώτων καὶ ἐμπαιγμῶν ἐξαιρούμενοι, μᾶλλον δὲ αὐτοὺς ἐκείνους, εἴπερ ὅλως εἰσὶ τοιοίδε τινὲς ἄνθρωποι, τῆς ἐπὶ τούτῳ θεομαχίας ἀπολυτρούμενοι. Σοὶ μὲν οὖν ταῦτα φυλάξαι χρεὼν, ὡ καλὲ Τιμόθεε, κατὰ τὴν ἱερωτάτην ὑφήγησιν, καὶ μήτε ῥητὰ, μήτε ἔκφορα τὰ θεια ποιεῖν εἰς τοὺς ἀμυήτους. Ἐμοὶ δὲ δοίη ὁ Θεὸς θεοπρεπως ὑμνῆσαι τὰς τῆς ἀκλήτου καὶ ἀκατονομάστου θεότητος ἀγαθουργικἀς πολυωνυμίας δ, καὶ μὴ περιέλοι λόγον ἀληθείας ἀπὸ τοῦ στόματός μου. $0=3 $8=310 $9=1 Σοὶ ἄνι· πάντα μένει, σοὶ δ´ αθρόα πάντα θράδει. Σὸ πάντων τέλος ἐσσὶ, καὶ εἰς, καὶ πάντα, κα [ὐδέτ· Οὐχ ἑν ἐὼν, οὐ πάντα, πανώνυμε, τί σὲ καὶ [λέσσω, ἕίο ονῆΒΙΙΩΓ ἰειὴ μὴΓοΙὴ, ϛίο ΡοσίροΩΙΗΓ συο ΓρμῖῖΗΙ. ὧἴ Ιίαα., Λ. Ζὰῦ ὀι ἁυθ, α. ΕΓωρειῖ, πρΡΠΩΩ ΙεΓ. ΘιῶΙὴΙΙΙ ΤήρεαμιμΜ. δωΒαΙΙΙΙ Γεοιο οἱἱεραι Β. Οωιάοιυε νεῖειιε εαιοι ὴοουφῖ. ζατιΙιε κθʹ Ρορηαία ἀφσονμιμ, ἰ. Π. ὓ. κὶ ρ. Βωρί., εκοιι Ιω ο, ὐῌμρ α ναιία εοιίο Σοὶ ἐνὶ πάντα μένει· σοὶ δ´ ἀθοόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ καὶ εἰς, καὶ πάντα, καὶ ούδεις, Οὐχ ἑν ἐὼν, οὐ πάντα· πανώνυμε, πῶς σὲ καλέσσω, Τὸν μόνον ἀκλήῖστον; $0=3 $8=311 $9=1 Τὸ παρὸν βιβλίον ὁ μέγας συντίθησι Διονύσιος πρὸς τὸν ἐν ἁγίοις Τιμόθεον, τὸν τοῦ μεγάλου Παύλου μαθητὴν, Ἐφέσου ἐπίσκοπον παρ´ ἐκείνου καταστάντα. Ὅς, ἐπειδὴ τότε αἱ τῶν ἐν Ἰωνίᾳ φιλοσόφων αἱρέσεις ἤκμαζον, καὶ πολλὰς εἶχε τὰς διαλεκτικὰς ἐπηρείας παρ´ ἐκείνων ὁ ἅγιος, γινώσκων τὸν μέγαν Διονύσιον σοφὸν καὶ τὴν ἔξω σοφίαν, σοφὸν καὶ τὴν θείαν καὶ ἱερὰν, τῷ μεγάλῳ Παύλῳ κατὰ ταύτην μαθητεύσαντα, καὶ πολλὰ ἐσχολακότα ταῖς θείαις Γραφαῖς, ἀξιοῖ παρ´ αὐτοῦ διδαχθῆναι τὰ ὑποτεταγμένα· ὃ δὴ καὶ γίνεται. Καλεῖ γοῦν αὐτὸν ὁ μέγας Διονύσιος συμπρεσβύτερον, οἰονεὶ συνεπίσκοπον, ὡς καὶ ἑαυτὸν πρεσβύτερον, δηλονότι ἐπίσκοπον. Οὕτω γὰρ δηλοῦ ται ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων, ἔνθα ἐν Ἀσίᾳ συντάττεται ταῖς Ἐκκλησίαις αὐτῶν ὁ μέγας τοῦ Χριστοῦ ἀπόστολος Παῦλος. Ἐπειδὴ δὲ περὶ θείων ὀνομάτων ἡ πραγματεία ἐστὶν, ἰστέον, ὅτι καθολικῶς καὶ ἐπὶ πᾶσι τὰ ὀνόματα οὐ σημαίνουσιν οὐσίας, καὶ τὸ τί ἠν εἰναι, τοῦτο γὰρ τοῦ ὁρισμοῦ ἐστι· τὸ δὲ ὄνομα ἐτυμολογία τίς ἐστιν ἐκ τῶν προσόντων τῷ ὀνομαζομένῳ πράγματι· οἷον ἄνθρωπος, ἐκ τοῦ ἀνω ἀβρεῖν, ἤτοι θεωρεῖν, ὀνομάζεται. Τὸ γοῦν, τί ἦν εἶναι τοῦ Θείου, καὶ αὐτοῖς τοῖς ἀγγέλοις ἀνεξιγνίαστον. Τὸ δὲ, ἔκ τινων ἐνεργειῶν αὐτοῦς τὸ, Θεὸς ἀγαθὸς, σωτὴρ, ἣν δὴ καὶ καταφατικὴν θεολογίαν λέγουσι καὶ πάλιν ἐκ τῶν καθ´ ἡμᾶς κατὰ ἀπόφασιν ἡν δὴ καὶ ἀφαιρετικὴν θεολογίαν φασὶνς τὸ, ἀκατάληπτος, ἀνείδεος, ἀθάνατος, τὸ γοῦν ἐκ τούτων ὀνομάζεσθαι, οὐκ ἔστιν ἀπᾷδον τῇ ἱερᾷ ἀγιστείᾳ· οὐ γὰρ τὴν φύσιν αὐτοῦ πολυπραγμονοῦμεν, τοῦτο γὰρ ἀδύνατον· ἀλλ´ ὥσπερ ἐκ τῶν ἱερογραφιῶν τοῦ Θεοῦ, ὡς ἐκ συνθέτων τινῶν, ἐπὶ τὸ ἀπλοῦν τῆς ὁπωσοῦν γνώσεως ἀναγόμεθα, οὕτω καὶ ἐκ τῶν τοιούτων ὀνομασιῶν, καὶ τοῦ ἐπὶ τούτοις συνεθισμοῦ, ἐπὶ τὸ ἀνωνόμαστον ἀναγόμεθα. Τέως δὲ εἴτι ἄν τις εἴποι ἐπὶ Θεοῦ, ὑπὲρ τοῦτό ἐστι· παντὸς γὰρ ὁνομαζοιμένου ὁνόματος ἐπέκεινά ἐστι. Διὰ τοῦτο ἐπενοήθη τοῖς θεολόγοις ἐπὶ τούτοις, ἡ ὑπὲρ προσθήκη, καὶ τὸ αὐτόκαὶ λέγεται ὁ Θεὸς ὑπεράγαθος, καὶ αὐτοάγαθος, καὶ ψπεράπειρος, καὶ αὐτοάπειρος. Τὸ μὲν, ὅτι ὑπὲρ ταῦτα καὶ ἀσυγκρίτως ἐστί· τὸ δὲ, ὅτι κυρίως καὶ πρώτως, καὶ οὐ κατά τινα μετογὴν ἢ σχέσιν ἢ σόγκρισιν· τὸ γὰρ ὄνομα ἢ σῶμα ἥ πρᾶγμα σημαίνέῖ· ὑπὲρ ταῦτα δὲ ἀκατανοήτως καὶ ἐξῃρημένως τὸ Θεῖόν βόςφϛπζἄδπδ´ ἐ Ξὸσπτιτὸ ὸγὰ $0=3 $8=312 $9=1 κειμένου Θεοῦ, Τιμόθεε, μετὰ τὰς θεολογικὰς ὑποτυπώύσεις καὶ προεισαγωγάς. Ἐτέρα γὰρ πρὸ ταύτης, πραγματεία τῷ ἁγίῳ πεπόνηται, στοιχειώδης τῶν περὶ Θεοῦ ἐν ταῖς Γραφαῖς εἰρημένων, ἦς τινος κατὰ ἀκολουθίαν ἡ παροῦσα ἐπραγματεύθη. Κατὰ γοῦν ἐκείνην, ἐπὶ τὴν τῶν θείων ὀνομάτων διασάφησιν μετελεύσομαι. Ἀνάπτυξιν γοῦν εἶπε τὴν διασάφησιν, ὡς ἐχόντων τῶν τοιούτων θείων ὀνομάτων τοῦ φαινομένου βαθύτερον. Ἔστω δὲ καὶ ἐνταῦθα προδιωμολογημένον, ὅτι τὴν τῶν περὶ Θεοῦ λεγομένων ἀλήθειαν οὐ καταδοῦμεν, καὶ καταδεσμοῦμεν ἐν ἀνθρωπίνης σοφίας πειθοῖ καὶ λόγῳ· ἄνετος γὰρ καὶ ὑπὲρ πάντα τὰ ὄντα ἐστὶν, ὥστε μὴ ἐκ τούτων ποτὲ συλλογισθῆναι· ἡ γὰρ ἀνθρωπίνη σοφία ἐκ τῶν αἰσθητῶν τὰς ἀποδείξεις ἐρανίζεται. Εἰπερ δὲ καὶ αὐτὴν εἴποις τὴν ἄμεσον πρότασιν, ἤτις ἐστὶν αὐτόπιστος, καὶ αὕτη ὲκ τῶν μερικῶν αἰσθήσεων τῷ νῷ συνάγεται· ἐπὶ ζὲ τῶν ὑπὲρ πᾶσαν οὐσίαν πῶς ἄν τις λογικῶς ἐπιθτήσειεν, εἰ μὴ μόλις τῷ ἀκροτάτῳ ἄνθει τοῦ νοῦ διὰ τῆς εἰλικρινοῦς εὐσεβείας ἀλαλήτως συννοεῖν δύναιτο; Οὐχ οὔτω γοῦν καὶ εὐοδοῦμεν τὴν ἀλήθειαν ἑν πειθοῖ ἀνθρωπίνης σοφίας, ἀλλ´ ἐν ἀποδείξει τῆς τῶν θεολόγων δυνάμεως, καθ´ ἣν τοῖς ἀφθέγκτοις καὶ ἀγνώστοις συναπτόμεθα νοερῶς· τοῦτο γάρ ἐστι τὸ ἀρθέγκτως καὶ ἀγνώστως. Εἴ τι γὰρἂν φθέγξαιτό τις διὰ διδασκαλὶαν, καὶ εἴ τι γνώσεται διὰ μάθησιν, οὐκ ἔστι κατάλληλον ταῖς περὶ Θεοῦ ἐννοίαις, εἰ μή πως ἐνδυναμωθείη τῶν νοερῶν ἡμῶν ταῖς πνευματοκινήτοις βευλογίαις, ἐπὶ τῷ διατεθῆναι εἰς τὴν τοιαύτην ἄφθεγκτον σύναψιν, κατὰ τὴν κρείττονα ἕνωσιν τῆς καθ´ ἡμᾶς λογικῆς καὶ νοερᾶς δυνάμεως, καθ´ ἡν δυνάμεθα εἰπεῖν τι καὶ νοῆσαι, καὶ ἐνεργείας, καῦ´ ἡν λέγομεν ἢ νοοῦμεν. Τοῦτο δέ ἐστι, ὅτι τῷ ὁμοίῳ ἐστὶ νοῆσαι τὸ ὅμοιον. Τὰ χοῦν καθ´ ἡμᾶς διὰ λογικῆς μεθόδου καὶ ἐπιστήμης γινώσκομεν, λέγοντες, καὶ Διὰ νοερᾶς δυνάμεως καὶ ἐνεργείας, κατὰ τὴν προσήκουσαν ἀναλογίαν τῆς γιγνωσκομένης νοοῦμεν καὶ οἷον τούτοις συναπτόμεθα καὶ ἐνούμεθα. Ὡς γὰρ ἐπὶ πῆς αἰσθήσεως ἔχει, ὅτι τὸτε αἰσθανόμεθα, ὅτε τῶ αἰσθητῷ ἑνοῦται ἡ αἴσθησις· οὕτω καὶ ἐπὶ τῆς νοήσεως ἔχει· καὶ γὰρ τῷ νοητῷ ἐνοῦται ὁ νοῦς, ὅτε τούτου ἀντιλαμβάνεται. Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἄλλων· ἐπὶ δέ γε τοῦ θείου, ἐπειδήπερ οὐκ ἔχομέν τι Θεοῦ οἰκειότερον λόγου καὶ νοῦ, πάλιν τούτων τὰ κρείττω καὶ οἷον ἄνθη, καὶ ταῦτα κεκαθαρμένα παραλαμβάνονται, ὡς ἂν ὁ νοῦς μὲν ποσῶς γνῷ, ὁ δὲ λόγος ἐξαγγείλῃ τὰ ὑπὸρ ἡμᾶς. Καθόλου τοιγαροῦν οὐ τολμητέον οὕτε εἰπεῖν, οὔτε μὴν ἐννοῆσαί τι περὶ τῆς ὑπὲρ πᾶσαν οὐσίαν αἰσθητήν τε καὶ νοερὰν οὔσης, καὶ κρυφίας τῇ φύσει Θεότητος, παρὰ τὰ ἐνδειχθέντα ἡμῖν ἐκ τῶν ἱερῶν καὶ θείων λογίων, ἃ δὴ καὶ ποσῶς ὁ ἡμέτερος νοῦς καὶ λάγος ἐνασμενίζει· τὴν γὰρ ὑπερούσιον ἐπιστήμην τῆς ἀγνωσίας τῆς ὑπὲρ λόγον, καὶ νοῦν, καὶ οὐσίαν περουσιότητος, αὐτῇ μόνῃ ἀναθετέον. Ὁρα δὲ καὶ ἐπιστήμην ἀγνωσίας, οὐ μόνσν γνώσεως· μὴ μόνον γὰρ τὸ τί ἐστι Θεὸς ἐπιστημόνως οὐκ ἔχομον τοῦτο $0=3 $8=313 $9=1 γάρ ἐστιν ἀδύνατον], ἀλλὰ καὶ τὸ τί οὐκ ἱστιν. ὰἀλλ´ οἴδαμεν ὅτι τὶ τῶν ὄντων οὐκ στι Θεός. Πῶς δὲ, καὶ δι´ ἣν αἰτίαν οὐκ οἴδαμεν, ὅπερ τῆς ἀκρεβοῦς ἐστιν ἐπιστήμης ἐπὶ τῶν καθ´ ἡμᾶς Ὅτε τὸ τί ἐστι τόδε οδαμεν ἐπιστημόνως, τότε καὶ τὸ τί οὐκ ἔστιν ἐπεστημόνως οἱδαμεν. Εἰ γὰρ οἴδαμεν τὴν αιτίαν τοῦ εἶναι τὸν ἄνθρωπον λογικὸν. ὅτι λόγῳ χρῆταιτοῦτο γάρ ἐστι τὸ αἴτιον καὶ τὸ μέσον, οδαμεν τὴν αἰτίαν, καὶ τοῦ μὴ εἶναι τὸν ἄνθρωπον ἄλοτον δι´ αὐτοῦ τούτου τοῦ μέσου. Ἐπεὶ δὲ τοῦ Θεοῦ καὶ ἡ γνῶσις τοῦ τί ἐστιν ἀναπόδεικτος, καὶ ἡ τῆς τοῦ τί οὐκ ἔστιν ἀναγνωσίας ἐπιστήμη ὑπερούσιος, ἦν δὴ καὶ ἀναθετέον Θεῷ. Τοσοῦτον ἐπὶ τὸ ἄναντες ἀνανεύοντας, ὅσον ἡ τῶν ἰερῶν λογίων ἀκτὶς ἐνδίδωσιν ἑαυτὴν πρὸς ἡμᾶςὐδὲ γὰρ ὅσον ἔνι, τὸ Θεῖον ἑκ τῶν Γραφῶν μανθάνομεν, ἀλλ´ ἅσον χωρεῖ, καὶ συστελλομένους πρὸς τὰς ὑπερτέρας αὐγὰς τῇ περλ τὰ θεῖα σωφροσύνῃ καὶ εὐλαβείᾳ. Καὶ γὰρ εἴτι δεῖ τῇ πανσόφῳ θεολογίᾳ τοῦ μεγάλου Παύλου πείθεσθαι ὐτὸς γάρ ἐστιν ὁ λέγων, ὅτι κατὰ τὸ μέτρον τῆς δυνάμεως ἐκάστου ἡ παρὰ Θεοῦ χορηγεῖται ἔλλαμψις, τοῦτο λέγομεν, ὅτι κατὰ ἀναλογίαν ἐκάστου τῶν νοῶν, ἢ τῶν ἀνθρωπίνων, ὡς πρώτως δεχομένων τὴν ἔλλαμψιν, ἡ τῶν ἀγγέλων, οὓς εἴωθε νόας ὀνομάζεςν, ὡς τὸ πᾶν νοῦς ὄντας οὐσιωμένους, καὶ πάντα νοοῦντας ἐνιαίως τὰ ἐκ Θεοῦ ῥέοντα προσεχῶς εἰς αὐτοὺς, κατὰ γοῦν τὴν ἀναλογίαν ἑκάστου ἀνακαλύπτεται τὰ θεῖα· οὐχ ὅτι φθονεῖ ὁ Θεὸς τοῦ πλείονος, ἀλλὰ διὰ τὸ σῶσαι. τὴν ἐν τῇ ἐπιμετρήσει τῆς θεογνωσίας δικαιοσύνην. Δικαιοσύνης γὰρ ἴδιον, τὸ κατὰ ἀξίαν ἐπιμετρεῖν ἑκάστῳ. Τοιγαροῦν ἀμέτρητος μὲν ἡ περὶ Θεοῦ γνῶσις· ἡμεῖς δὲ μέτρων δεόμεθα. Εἰ γὰρ ἀμέτρως ἡμῖν ἀπεκαλύπτετο, οὐκ ἂν ἐσώθημεν· ὡς οὐδὲ σωματικὸς ὀφθαλμὸς ὅλον ἥλιον δεχόμενος. Ἡ τοίνυν θεαρχικὴ ἀγαθότης σῶσαι βουλομένη, ἢ τὸ τῆς δικαιοσύνης καλὸν, ἢ καὶ ἡμᾶς αὐτοὺς, ἀποδιαστέλλει θεοπρεπῶς(πρέπον γὰρ τὸ σώζειν, καὶ μὴ φθονεῖν Θεῷ, ἀπὸ τῶν ἐν μέτρῳ καὶ χωρητῶν τὴν ἀμετρίαν αὐτοῦ, ὡς ἀχώρητον, ἐξ ἀναλογίας τὸ ἀκατάληπτον τῆς περὶ Θεοῦ γνώσεως ἐνταῦθα παρίσταται. Ὡς γὰρ ἄληπτα τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς ἐν πλάσει, καὶ συνθέσει, καὶ τύπῳ τὰ ἀπλᾶ καὶ ἀτύπωτα, καὶ τοῖς κατὰ σχήματα μεμορφωμένοις, τὰ ἀσχημάτιστα· κατὰ τὸν αὐτὸν λόγον καὶ τὰ θεῖα ἀκατάληπτά εἰσεν. Εἰ γὰρ οὔτε τὰ ἁπλᾷ καὶ ἀσχημάτιστα, κἂν οὐσίαι τινὲς ὧσι, ταῖς αἰσθήσεσιν ὑποπίπτουσιν, ὡς ἄγγελοι καὶ ψυχαί, πόσῳ μᾶλλον ὑπερέχει ὁ Θεὸς, ὁ μήτε οὐσία, ἀλλ´ ὑπὲρ οὐσίαν, καὶ ἄπειρος ὤν· μήτε νοῦς, ἀλλ´ ὑπὲρ νοῦν ἐνότης; ἐνότητα δὲ ἀκούων, μὴ δια. φόρων τινῶν πρὸς ἕνωσιν καὶ συνδρομὴν νοησάτο τις· οὐ γὰρ περὶ τοιούτων ὁ λόγος νῦν, ἀλλὰ περὶ Θεοῦ τοῦ ἀσυνθέτου πάντη, καὶ ὑπὲρ τὰ μονοούσια ἡνωμένου. Τί γὰρ ἐνὸς μᾶλλον ἀπλοῦν τε καὶ μονοούσιον; Ἀλλ´ ἡ τοῦ Θεοῦ ἐνότης ὑπεξῃρημένως ὑπὲρ τοῦτόν ἐστι, καὶ ἀδιανόητόν ἐστι πάσαις διανοίαις, τὸ ὑπὲρ διάνοιαν ἐκεῖσε ἕν. Ἐνταῦθα γὰρ ἡ ἡμετέρα διάνοια ποικιλλομένη, εἰς ἀποδείξεις καί τινας προτάσει, $0=3 $8=314 $9=1 λαμβάνουσα, πληθύνεται. Ὅτε δὲ ἐκ τούτων συνάξει τὸ συμπέρασμα, ἕν τι ἕτερον τῶν κειμένων, συμβαῖνον εὐρίσκει. Τὸ δὲ ὑπὲρ διάνοιαν ἓν, οὐ τοιοῦτόν τι ἐστὶν, ἀλλ´ ἀδιανόητον καὶ ἀσυλλόγιστον· ὃ καὶ ὑπὲρ λόγον ὃν ἀγαθὸν, ἄῤῥητόν ἐστι λόγῳ παντί. Λοιπὸν μετὰ τὸ ἐξελεῖν πάντων τῶν ἐν τοῖς οὓσι τὰ περὶ Θεοῦ, τῷ μέτρῳ τῆς ἡμετέρας γλώσσης ἀκολουθῶνοὐ γὰρ ὑπερβῆναι ταύτην δυνατὸν ἡμῖν, ἐξ αὐτῶν δοξάζει τὸν Θεὸν, ἐξ ὧν αὐτὸν ἐξεῖλε. Καὶ ἐνάδα φησὶν αὐτὸν, ἀλλ´ ἑνοποιὸν ἀπάσης ἐνάδος, τουτέστι δημιουργὸν τῶν ἀπλῶν οὐσιῶν, ἀγγέλων, ψυχῶνκαὶ νοῦν, ἀλλ´ ἀνόητον, ἀντὶ τοῦ μὴ νοούμενον ὑπότινος νοῦ. Εἰ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, ἐχρῆν εἰ νοῦς ἦν, ὑπὸ τῶν νοῶν νοεῖσθαι· ἀλλὰ Τίς ἔγνω νοῦν Κυρίους Οὐκοῦν νοῦς ἐστιν ὑπὲρ νοῦν, καὶ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ τὸ ὄνομά μου, φησὶν, οὐκ εἴπον αὐτοῖς· διὸ καὶ ἀνώνυμός ἐστι πᾶσιν. Ἐὰν δὲ λέγη· Ἐγώ εἰμι ὁ ὤν, ἀξίως νοαῖται ἄναρχος καὶ ἀτελεύτητος, καὶ ὡς ἂν αὐτὴ περὶ ἑαυτῆς εἴποι· μόνῃ γὰρ αὐτῇ τῇ Θεότητι τὰ κθ ἑαυτὴν ὡς ἔχει φύσεως ἐπιστητὰ, καὶ μόνη ἐπίσταται ἐπιστητῶς καὶ κυρίως. Οὐδεις γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· καὶ τὸν Υἱὸν, εἰ μὴ ὃ Πατήρ. Τὸ αὐτὸ καὶ περὶ τοῦ ἀγίου Πνεύματος· οὐδεὶς γὰρ οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Κ Π. Περὶ ταύτης οὖν τῆς ὑπερουσίου· ἡ γὰρ οὐσία λέγεται παρὰ τὸ εἶναι· τὸ δὲ εἶναι παραγωγῆς τινος ἔννοιαν ὑπογράφει, οὐκ ἂν λέγοιτο κυρίως οὐσία, ἀλλ´ ὑπερούσιος. Περὶ ταύτης οὖν τῆς ὑπερουσῖου καὶ κρυφίας θεότητος οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαί τι τολμητέον παρὰ τὰ δηλωθέντα ἐκ τῶν θείων Γραφῶν. Καὶ γὰρ ὡς αὐτὴ περὶ ἑαυτῆς ἐν τοῖς Εὐαγγελοις παρέδωκεντε ὁ Κύριος ἔλεγεν· Οὐδεὶς οἷδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· καὶ, Οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἀγαθο πρεπῶς ἀποφαινόμενος, ἀναστέλλων τὴν ἡμετέραν παράλογον ἔρευναν, ἡ ἐπιστήμη ταύτης καὶ θεωρίαὶ ἄβατός ἐστι πᾶσι τοῖς οὖσιν, ὡς ὑπὲρ τὰ πάντα οὔσης. Καὶ πολλοὺς τῶν θεολόγων εὐρήσεις οὐ μόνον ταύτην ἁόρατον καὶ ἀπερίληπτον λέγονταςοῦτο γάρ ἐστι καὶ ὕμνος Θεοῦ, ὅτε προσηκόντως τις περὶ Θεοῦ λέγει, ὥσπερ τὸ ἐναντίόν βλασφημία, ὅτε μὴ προσηκόντως, ἀλλὰ καὶ ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον· ὅτι κρυφία ἡ ἀπειρία αὐτῆς ἐστι. Καὶ μὴ μόνον οὐ περιλαμβάνεται διὰ τὸ ἄπειροντὸ γὰρ πεπερασμένον περιλαμβάνεται ὑφ´ οὗ καὶ πεπέρασται· ὁ Θεὸς δὲ Κἀπάντων τόπος ἐστὶν, οὐ σωματικῶς, ἀλλὰ δημιουργικῶς· τὸν γὰρ οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὰ πάντα αὐτὸς πληροῖ], ἀλλὰ καὶ οὐδὲν ἴχνος ἐμφαίνεται οὐδενὸς τῶν διεληλυθότων ἐπὶ ταύτην τὴν κρυφίαν ἀπειρίαν. Τοῦτο δὲ λέγει, σὐχ ὅτι διῆλθον μέν τινες, οὐ $0=3 $8=315 $9=1 φαίνονται δὲ τὰ ἵχνη αὐτῶν· ἀλλ´ ὅτι οὔτε διῆλθον οὔτε ἴχνη τινῶν φαίνονται· πῶς γὰρ τῶν μὴ διελθόντων ἱχνη φανήσονται; Οὸ μὴν δὲ εἰ ἀκούει τις ἀπερίληπτον ταύτην, ἤδη καὶ ἀκοινώνητόν ἐστι καθόλου καὶ παντελῶς τὸ ἀγαθὸν αὐτῆς τῶν ὄντων οὐδενὶ, ἀλλ´ ἐφ´ ἑαυτοῦ μονίμως Ηδρῦσαν τὴν θείαν ἀκτῖνα τὸ ἀγαθὸν οὐδὲ γὰρ ἐξίσταται κατά τι τῆς ἰδιότητος αὐτοῦ· μετεχόμενον δι´ ἀγαθότητα ἐπιφαίνεται ἀγαθοπρεπῶς τῶν ἑκάστου τῶν ὄντων ἀναλόγοις ἐλλάμψεσι, κατὰ τὸ μέτρον καὶ τὴν τάξιν τῆς ἑκάστου φύσεως. Τὸ γὰρ μόνως ὃν μετέχει τοῦ κυρίως ὄντος καθὸ ὄν· τὸ δὲ ζῶον, τοῦ κυρίως ζῶντος, καθὸ ζῶν· τὸ λογικόν τε καὶ νοερὸν, τοῦ κυρίως τοιούτου, καθὸ λογικόν τε καὶ νοερόν. Ἔτι δὲ καὶ πρὸς τὴν ἐφικτήν αὐτοῦ θεωρίαν, ἔξ ἦς καὶ ἡ κοινωνία ἐστὶ, καὶ ἐξ αὐτῆς ἡ ὁμοίῳσις, ἀνατείνει τοὺς ἱεροὺς ἀγγέλους ἐπιβάλλοντας, ὡς θεμιτὸν, τῷ τοιούτῳ ἀγαθῷ, καὶ μήτε πρὸς τὸ ὑπέρτερον τῆς ἐναρμονίως καὶ εὐτάκτως ἐνδιδομένης θεοφανείας, παρὰ τὴν δύναμιν αὐτῶν ἀπαυθαδιαζομένους, μήτε πρὸς τὸ κά· ταντες ἐκ τῆς ἐπὶ τὸ χεῖρον ὑφέσεως ἀπολισθαίνοντας, ὰλλ´ ἑδραίως καὶ ἀκλινῶς ἀνατεινομένους ἐπὶ τὸν ἐνδιδομένην ἀκτῖνα, καθ´ ὅσον αὐτοῖς ἐστι δυνατὸν, καὶ ἀναπτερουμένους σωφρόνως τε καὶ εὐλαβῶς τῷ συμμέτρῳ ἔρωτι τῶν καθόσον ἔνι πρέπον καὶ δυνατὸν ἐλλάμψεων. Καλῶς δὲ τὸ ἀδυνάτως· κἂν γὰρ ἐσοχειρήσῃ τις, οὐκ ἐφικνεῖται μὲν, μόνον δὲ τὰς νοερὰς ὄψεις ἀμαυρούμενος, καὶ τοῦ ὄντως ἐκπίπτει φωτὸς, ὥσπερ ὁ φιλονεικήσας ὅλον ἥλιον τῷ σωματικῷ δέξασθαι ὀφθαλμῷ. Ὅπερ αἱ θεῖαι δυνάμεις αἰνιττόμεναι, χερουβὶμ καὶ σεραφὶμ, τὰ πρόσωπα καλύπτουσι, δηλοῦντα μὴ προσερίζειν τῇ ὑπὲρ αὐτοὺς θεωρίᾳ μὴ δεδομένῃ. Καὶ τοῦτό ἐστι τὸ, Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὅθεν οἱ θεόσοφοι δόξαν Θεοῦ, ἀλλ´ οὐ Θεὸν ἐωρακέναι φασί. Κὁ ΠΙ. Τούτοις επόμενοι τοῖς θείοις ουγοις,γοων τῇ θεαρχικῇ ἐξισώσει καὶ σωστικῇ δικαιοσύνῃ, ὅτι κατὰ τὸ προσῆκον μέτρον αἱ ἐλλάμψεις γίνονται· καθ´ οὓς ζυγοὺς διακυβερνοῦνται καὶ αἱ ἀγγελικαὶ δυνάμεις εἰς τὰς προσηκούσας ἐλλάμψεις αὐταῖς· τὸ μὲν ὑπὲρ νοῦν καὶ οὐσίαν τῆς παμβασιλίδος Τριάδος, καὶ τῶν λεγομένων θεῶν, φημὶ ἀγγέλων τε καὶ ἁγίων, ἀρχούσης, τὸ κρύφιον καὶ ἀκατάληπτον ἀνεξερευνήτοις νοὸς εὐλαβείαις, τὰ δὲ ἄῤῥητα σώφρονι τιμῶντες σιγῇ, ἐπὶ τὰς ἐνδιδομένας αὐγὰς παρὰ τῶν Γραφῶν ὰνατε.νόμεθα, καὶ παρὰ τῶν Γραφῶν φωταγωγούμεθα, καὶ πρὸς τὰς ὑμνολογίας τὰς θείας, οἰονεὶ τὰς Βείας ὀνομασίας κανονιζόμεθα. Οὐ κανονιζόμεθα δὲ καὶ τυπούμεθα οὕτως, ὥστε ἀλόγως καὶ ἀμαθῶς ἔπεσθαι, καὶ οἷον σκοτεινῶς καὶ ἀφωτίστως, ἀλλὰ σὸν τῷ ὁρᾷν καὶ τὰ συμμέτρως δι´ αὐτῶν ἡμῖν παρεχόμενα φῶτα, καὶ τὴν ἀρχὴν καὶ αἰτίαν ἀπάσης φωτοφανείας ὑμνεῖν. Πῶς δέ ἐστιν ἀρχὴ καὶ αἰτία, αὐτὸς ὁ Κύριος λέγει ἐν τοῖς ἰεροῖς Εὐμγγελίοις· Ἐγώ εὐμι ἡ δυὴ, καὶ ἡ ἀνάστασις. Ζωὴ τῶν ἀπολισθησάντων εἰς τὴν $0=3 $8=316 $9=1 τοῦ θεοειδοῦς παραφθοραν. ὃ γὰρ φθορὰ τοῖς σώμασι, τοῦτο ψυχαῖς ἡ τοῦ θεοειδοῦς παραφθορά· ἀνάστασις τῶν ἀποπιπτόντων. Ἔτι δὲ τῶν κατά τινα ἄλλον λυγισμὸν ἀνίερον σαλευομένων, ὥστε παρ´ ὀλίγον ἐκχυθῆναι τὰ κατὰ Θεὸν διαβήματα, ἵδρυσις ἱερὰ, ὅτι καὶ ὁ σάλος ἀνίερος· τὰ δὲ ἐναντία τῶν ἐναντίων ἰάματα. Ἔτι τῶν ἑστηκότων ἀσφάλεια· Ἐν τῷ Θεῷ γὰρ ποιήσομαι δύναμιν, φησὶν ὁ Δαυίδ. Καὶ τῶν ἀναγομένων διὰ θεωρίας ἐπ´ αὐτὴν χειραγωγία· ἔτι γὰρ αὐτῶν καλούντων, ἐρεῖ· Ἰδοὺ πάρειμι. Καὶ μετὰ τὴν ἀναγωγὴν τῶν φωτιζομένων ἔλλαμψις. καὶ βαθμηδὸν· τῶν τελουμένων, ἀρχὴ τῆς αὐτῶν προκοπῆς, καὶ τῶν θεουμένων ἕτι θεαρχία. Καὶ ἔτι τῶν ἀπὸ τῆς πολυσυνθέτου ὕλης ἀπογενομένων, καὶ ἁπλουμένων ἀπλότῆς, καὶ τῶν ἐνιζομένων καὶ τὸ κυρίως ἓν καταλαβόντων ἐνότης· πάσης ἀρχῆς ἀρχὴ. καὶ μετάδοσις τοῦ κρυφίου δι´ ἀγαθότητα, ϛωὴ τῶν ζώντων, οὐσία τῶν ὄντων, ἀρχὴ καὶ αἰτία τῶν οὐσιῶν, ἃ δὴ πάντα καὶ παράγει καὶ συνέχει δι´ ἀγαθότητα. ξΓv. Ταῦτα παρὰ τῶν ἱερῶν Γραφῶν μεμυήμεθα. Καὶ πᾶσαν εὐρήσεις ὑμνολογίαν τῶν θεολόγων τὰς Θεοῦ ὀνομασίας διασκευάζουσαν πρὸς τὰς τοῦ Θεοῦ ἐνεργείας, οὐ πρὸς τὴν φύσιν αὐτοῦ εἰς ὕμνον, καὶ ἐκφαντορίαν ποσῶς αὐτοῦ· ἐκφάντορες γὰρ λέγονται οἱ τῶν μυστηρίων τὰ ἄῤῥητα συμβολικῶς ἀναφαίνοντες. Ὅθεν καὶ ἐν ἀπάσαις ταῖς θείαις Γραφαῖς τὸν Θεὸν ὁρῶμεν ἰερῶς ὑμνούμενον ὡς μονάδα μὲν καὶ ἀνάδα, ἐπεὶ ἡ μονὰς ἀσύνθετός ἐστι καὶ ἁμερής· ἡ δὲ ἐνὰς ἐνιαία τις καὶ ἡνωμένη καὶ ἑνοποιητικὴ, ἵνα παραστῇ ἡ τοῦ Θεοῦ ἀμέρεια. Τὸ γὰρ ὄγκοις καὶ πηλικότησι διειλημμένον, τοῦτο ὡς ἅτε καὶ σῶμα μερίζεται· τὸ δὲ ἀμερὲς, καὶ ἀνέμφατον, ἀλλὰ καὶ ὑπὲρ πᾶσάν ἐστν ἀσωματίαν. Ἄλλως τε ἐπειδὴ διανοηθεὶς ὁ Θεὸς βουλητικῶς, πάντα ὑπέστησεν, οὐχ οἱά τις νοῦς εἰς νοήσεις μερισθεὶς ἐπολυπλασιάσθη, ἀλλὰ μείνας καὶ μένων ἐν τῇ ἑνάδι ἀμερῶς καὶ ἀσκεδάστως, πάντα τὰ ἐν τῇ κτίσει καὶ ὑπέστησε καὶ ὑφίστησιν· ἕως γὰρ ἄρτι ἐργάζεται. Ὑπερήπλωται οὖν, πᾶσαν ἁπλότητα ἀμερῶς ὑπεραίρων· ἐκεῖθεν δὲ καὶ ἡμῖν ἡ ἕνωσις γίνεται. Πῶς δὲ ἑνοποιούμεθα, τῶν μεριστῶν ἑτεροτήτω, καθ´ ἂς ἕκαστος διαφέρει ἐκάστου, συμπτυσσομένων· Μία γὰρ πίστις, καὶ ἔν βάπτισμα, καὶ ὁ Χριστὸς οὐ μεμέρισται κατὰ τὸν μέγαν Ἀπόστολον. Συναγόμεθα γοῦν εἰς θεοειδῆ μονάδα, ἀπλοῖ καὶ ἀμερεῖς καὶ ἡμεῖς, ὡς ὁ Θεὸς, κατὰ τὸ προσῆκον γινόμενοι, καὶ εἰς θεομίμητον ἕνωσιν, τουτέστι καὶ ἐνοποιούμεθα καὶ ἐνοποιοῦμεν· τοῦτο γάρ ἐστι τὸ θεομίμητον, καθ´ ὃ καὶ υἱοὶ Θεοῦ καλοῦνται οἱ εἰρηνοποιοι, ὅτι μιμοῦνται Θεόν. Ἡ γοῦν οὕτως οἱ πολλοὶ τῇ εἰρήνῃ ἑνούμεθα, ἠ καὶ ὁ εἶς καθ´ ἑαυτὸν ἑνοῦται τοιουτοτρόπως. Ὡς γὰρ ἐπὶ τῶν ὑπερκοσμίων, καὶ τοῦδε τοῦ ὁρατοῦ τὰ κατώτερα ἔστραπται ἐπὶ τὰ ὑπερκείμενα, καὶ τὸ $0=3 $8=317 $9=1 σωματικὸν ἤδρασται ἐν τῷ ζῶντι, γὰρ τῇ γειρ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς, ἀλλὰ καὶ οἱ οὐρανοί· ἐν ᾧ γὰρ, φησί, τὰ πάντα, οὕτω καὶ ἐπὶ τοῦ καθ´ ἡμᾶς ἔχει· ἡ γὰρ ψυχὴ ἔστραπται πρὸς τὸ πνεῦμα, ἐν ᾧ εἰσιν ἀπεστηριγμέναι αἱ αἰσθήσεις καὶ οἱ λογισμοὶ, δι´ ὧν τὸ ἐν σκέψει λογιζόμεθα, ὅπερ πνεῦμα οἰδε τὰ ἐν τῷ ἀνθρώπῳ. Ἐπεστραμμένη οὖν πρὸς τὸ πνεῦμα ἡ ψυχὴ, καὶ πρὸς τὰς ἐν αὐτῷ αἰσθήσεις, καὶ δι´ αὐτῶν πρὸς τὸ σῶμα, τὰς νοερὰς ἐνεργείας ἔχει μεριζομένας εἰς ἐτερότητας, καὶ σκεδαστῶς προῖούσας ἀπὸ πρώτης νοήσεως εἰς δευτέρας, ἢ κρείττονας ἢ φαύλας. φησὶν οὖν, ὅτι ἀνατεινόμενοι πρὸς Θεὸν γινόμεθα ὑπὸ τῆς ἑνάδος ἐκείνης ἓν ἀμερὲς, τῶν πολυμερῶν ἡμῶν ἐτεροτήτων ἐκ τοῦ σκεδασμοῦ εἰς σύμπτυξιν ἀθροιζομένων, καὶ ἑνοποιουμένων ὑπερκοσμίως, τουτέστιν οὐκ αἰσθητῶς, ἀλλὰ νοερῶς, οὐκ Ετι ἀσυμβάτων ὄντων ἡμῶν πρὸς ἑαυτοὺς, ἀλλὰ γενομένων ἓν ἑνοειδῶς, ὡς καὶ αὐτὸς ἕν ἑστιν, ὥς φησιν ἐν τοῖς ἰεροῖς Εὐαγγελίοις. Πάλιν Τριάδα, ὡς τρισυπόστατον, καὶ διὰ τὴν πατρικὴν ὑπὲρ ἔννοιαν ἄναρχον πρόοδον, εἰς ἔκφανσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷδηλονότι τὰ οὐράνια τάγματα, καὶ ἐπὶ γῆςδηλονότι αἱ πνευματικαὶ συγγένειαι καὶ ἀλληλουχίαι, πατριὰς γὰρ τὰς συγγενείας φησὶν ὁ Μωϋσῆς ἔστι τε καὶ ὀνομάζεται. Ὡς αἰτίαν σε των ὄντων, ὅτι καὶ πάντα ἐκ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐν ἁγίῳ ἐγεγόνεισαν Πνεύματι, οὐσιοποιηθέντα, οὐ διὰ χρείαν, ἀλλ´ ἀγαθότητα. Σοφὴν δὲ καὶ καλὴν, ὅτι πάντα τὰ τοῦ Θεοῦ δημιουργήματα καλὰ λίαν γεγόνασι καὶ εἰσίν. Εἰ μὴ ἦν οὖν σοφὸς ὁ δημιουργὸς, πῶς αὐτὰ γεγόνασι; καὶ εἰ μὴ ἦν καλὸς, πῶς αὐτὰ καλά; Τέως δὲ καλὰ, ἐφ´ ὅσον ἐν τῆ κατὰ φύσιν ὡς γεγόνασι μένουσι τάξει. Ἡ δὲ τοῦ κατὰ φύσιν παρατροπὴ, εἴτε ἐν ἀγγέλοις, εἴτε ἐν ψυχαῖς, εἴτε ἐν ὁποιοισοῦν σώμασι γινομένη, τὸ κάλλος ἀπόλλυσι, καὶ τῇ τούτου διαμαρτίᾳ τὸ αἴσχος δημιουργεῖ. διλάνθρωπον δὲ καὶ μᾶλλον τοῦτο, ὅτι ἑσαρκώθη ἐν ἀληθείᾳ ὁ τῆς Τριάδος εἶς, καὶ τέλειον ἄνθρωπον προσελάβετο οῦτο γάρ ἐστι τὸ ὁλικῶς καὶ τοῖς καθ´ ἡμᾶε ἐκοινώνησεν ἀνακληθείσης τῆς ἀνθρωπίνης οὐθενείας, ἐξ ἦς τῆς ἀνθρωπίνης ἐσχατιᾶς ὁ ἀπλοῦς τῇ θεότητι Ἰησοῦς συνετέθη, καὶ διπλοῦς τῇ φύσει γέγονε, καὶ ὁ ἀδιος παράτασιν εἴληφε χρονικὴν, δηλονότι τὴν ἐν σαρκὶ διαγωγήν· καὶ εἴσω τῆς καθ´ ἡμᾶς φύσεως ἐγεγόνει καθ´ ὑπόστασιν αὐτῇ ἑνωθεὶς, ὁ πάσῃς ἐκβεβηκὼς φυσικῆς τάξεως τῇ θεότητι, ἀμεταβλήτως καὶ ἁσυγχύτως ἐνανθρωπήσας. Καὶ ὅσας ἄλλας διδασκαλίας ταῖς Γραφαῖς ἀκολούθως ἡ τῶν διδασκάλων ἡμῶν κρυφία παράδοσις ἐν μυστηρίῳοῦτο γάρ ἐστι τὸ ἐκραντορικῶς] ἡμῖν ἐδωρήσατο,(καὶ σημείωσαι, ὅτι πολλὰ τοῖς τελείοις διὰ λόγου παρεδίδοσαν οἱ ἀπόστολοι μυστηριωδῶς ἀποκαλύπτοντες· διὸ καὶ ὁ Ἀπόστολος, γράφων Θεσσαλονικεῦσι, φησί, χρῆναι φυλάττειν αὐτοὺς ἃ ἤκουσαν εἰτε διὰ λόγων εἰτε δι´ ἀπιστολῆς· καὶ Τιμοθέῳ παραθήκην λέγων δεδωκέναι ἐν μυστηρίῳ, ταῦτα καὶ ἡμεῖς μεμυήμεθα· νῦν μὲν $0=3 $8=318 $9=1 ἡμετέρας νοήσεως, διά τε Γραφικῶν παραπετασμάτων, ὅταν λέγηται ἐπὶ μὲν Θεοῦ, ὡς πῦρ, καὶ ὡς Κγέρων, καὶ ὡς παλαίων τῷ Ἰακὼβ, καὶ ὅσα τοιαῦτα· ἐπὶ δὲ ἀγγέλων, ὡς τὰ θηριόμορφα, καὶ οἱ νεανίσκοι, καὶ αἱ λοιπαὶ εἰκόνες. Ταῦτα γάρ εἰσι τὰ παραπετάσματα, μὴ ἐχόντων ἡμῶν ἀμέσως προσβάλλειν τοῖς πράγμασι, καὶ διὰ τοῦτο δεομένων περικαλυμμάτων τινῶν, ἅπερ εἰσὶ τὰ προειρημένα. Διά τε γοῦν τῆς τούτων φιλανθρωπίας, καὶ εἴτι τῶν ἱεραρχικῶν παραδόσεων, τὴν μύησιν ἔχομεν. Καὶ σημείωσαι, ὅτι καὶ πολλὰ ἐμυσταγωγοῦντο ἀγράφως οἱ ἅγιοι. Τί δέ ἐστι τὸ φιλάνθρωπον τῶν ἰερῶν Γραφῶν· Ὅτι κατὰ ἀγάπησιν θείαν, ἵνα χωρηθῇ τὸ νοητὸν καὶ ἀχώρητον ἐν ἡμῖν, αἰσθητοῖς συμβόλοις ἐχρήσατο, οονεί τισι περικαλύμμασι, καὶ τὰ ἁσχημάτιστα εἰκονοὐργησε, καὶ τὰ ἁπλὰ ἐν τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων· ὅτε δηλονότι ἀνθρωπολογεῖ ἡ Γραφὴ τὸ Θεῖον, πόδας καὶ εῖρας καὶ πρόσωπον αὐτῷ περιτιθεῖσα, ἐπλήθυνε καὶ διέπλασε τὸ ἓν τῆ φύσει πολλὰ τοῖς συμβόλοις ποιοῦσα καὶ εἰκονίζουσα. Καὶ νῦν μὲν οὔτως· ἔν τε τῇ ἀναστάσει, ὅτε Χριστοειδοῦς τευξόμεθα καταστάσεωςτοῦτο γάρ ἐστι τὸ λήξεως], πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, κατὰ τὸν Ἀπόστολον, ἀποπληρούμενοι μὲν καὶ τῆς ὁρατῆς αὐτοῦ θεοφανείας, ὅτι ἀεί ἐστιν ἀδιαίρετος τῇ ἐμψυχωμένῃ σαρκὶ ἡν προσελάβετο, περιαυγαζούσης ἐν μαρμαρυγαῖς ἡμῖν φανοτάταις, καθὼς καὶ ἐντῇ μεταμορφώσει ἐφάνη· μετέχοντες δὲ καὶ τῆς νοητῆς φωτοδοσίας, ἤτις ἐστὶ καὶ ὑπὲρ νοῦν καὶ κατὰ νοῦν ἕνωσιςκατὰ νοῦν γὰρ ἔσται ἡμῖν μεθεκτή], τότε τελεωτέρως, ὅταν, ἐπιστραφέντες πρὸς Θεὸν, ἐκεῖθεν τελείως ἐλλαμπόμενοι, Ἀνοειδῶς γενώμεθα ἓν, ἐλευθερωθέντες τῶν κατὰ σύνθεσιν ἡμῖν ἑτεροτήτων, δηλονότι τῶν κοσμικῶν ἀπιθυμιῶν καὶ αἰσθήσεων· τοῦτο γάρ ἐστιν ὁ ἀπαθὴς καὶ ἄδλος νοῦς. Πῶς δὲ μεθέξομεν· ἐν ἐπιβολαῖς ἀγνώστοις τῶν ἀκτίνων. Ὅσον γὰρ ἐγγίσομεν, τοσοῦτον τὸ ἄγνωστον ἡμῖν γενήσεται· καὶ ὅσον ἐπιβαλοῦμεν τῇ θεωρίᾳ, τοσοῦτον τὸ τοῦ ἀπείρου πέλαγος πλατυνθήσεται, ἐν θειοτέρᾳ μιμήσει τῶν ἀγγέλων, δηλονότι ἀκριβεστέρᾳ· σημαίνων ἐντεῦθεν, ὡς καὶ νῦν ἀγγελοπρεπὴς ὁ τῶν ἀγίων βίος ἐν τῇ τοῦ Θεοῦ Καἰνέσει, καὶ ὑπεροψίᾳ τῶν σαρκικῶν, κἂν οὐ παντελεῖ· διὸ καὶ τὰ τῆς μιμήσεως μετριώτερα, τότε δὲ θειοτέρα ἡ μίμησις γενήσεται· Ἰσάγγελοι γὰρ, κατὰ τὰ ἰερὰ Εὐαγγέλια, καὶ υἱοὶ Θεοῦ, ὡς υἱοὶ τῆς ἀναστάσεως, χρηματίσομεν. Οἱ γὰρ σύμφυτοι τῷ τοῦ Ἀεσαότου θανάτῳ γενόμενοι κοινωνοὶ καὶ τῆς δόξης ἔσονται, καθὼς καὶ ὁ Κύριος· Πορεύομαι κρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν. Ἀλλὰ ταῦτα μὲν μετὰ τὴν ἀνάστασιν· νῦν δὲ οἰκείοις συμβόλοις χρώμεθα, ἐπὶ Θεοῦ δηλονότι, καὶ τύποις, καὶ ὀνομασίαις. Πλὴν οὐκ ἐν τούτοις ἐναπομένομεν, ἀλλ´ ἀνατεινόμεθα, καθ´ ὅσον ἔνι, ἐπὶ τὴν ἀπλῆν καὶ ἡνωμένην ἀλήθειαν. Ἀπλῆν μὲν, ὅτι ἀμερής ἐστι καὶ μονοειδής· ἡνωμένην δὲ, ὅτι ἐνιαία ἐστί. Καὶ εἰ ποικιλοτρόπως τοῖς συμβόλοις πληθύνεται, καὶ μετὰ πᾶσαν νόησιν τῶν θεοειδῶν ἀγγέλων ἀποπαύοντες, καὶ $0=3 $8=319 $9=1 ἱστῶντες τὰς νοερὰς ἐνεργείας, τῇ θείᾳ ἀκτῖνι κατὰ τὸ θεμιτὸν ἐπιβάλλομεν. Ἀποπαύοντες γὰρ εἰπε κατὰ δύο τρόπους τῆς ἐξηγήσεως· ἢ ὅτι μέχρι τῶν ἀγγελικῶν θεαμάτων ἱστῶμεν τὴν νόησιν, ὡς ἀργούσης πάσης γνώσεως ἐπὶ Θεοῦ, καὶ οὐδενὸς τῶν τούτου τῇ κινήσει τοῦ νοῦ καταλαμβανομένου, μόνον δὲ ὑπὲρ νόησιν ἡ θεία ἀκτὶς ἡμῖν ἐπιλάμπει δι´ ἁγαθότητα· ἢ ἀποκαύοντες οἷον πρός τινα ὁμολογουμένην καὶ τρανὴν πληροφορίαν ἰστῶντες τὴν νόησιν, δηλονὀτι περὶ αὐτὸ τὸ ἀκατάληπτον τοῦ Θεοῦ, ὅπερ τῇ τοῦ νοὸς ἀνενεργησίᾳ καταλαμβάνεται· ἐν ἧτινι θείᾳ ἀκτῖνι πάντα τὰ τῶν πασῶν γνώσεων πέρατα· οὐ γὰρ ἐκ μέρους, ἀλλ´ ἀθρόως καὶ ἅμα προῦφέστηκε. Καὶ ἐκ τούτου νοηθήσεται, πῶς φησιν ὁ ἀπόστολος, ἐν τῷ Θεῷ εἰναι ἡμᾶς πρὸ καταβολῆς κόσμου. Ἰστέον οὖν, ὅτι ὡς τῆς ἁπάντων παραγωγῆς κατὰ τὸ αἴτιον καὶ τὴν ἀρχὴν ἀπηρτημένης αὐτοῦ, ἐπειδὴ τὰ ὄντα πάντα ἐξ αὐτοῦ εἰσιν, εἰκότως ἅτε καὶ μέλλοντα ἔσεσθαι, ἐν αὐτῷ καὶ προῦφειστήκειν τῷ εἰδότι, ὅτι καὶ παράξει, καὶ πότε παράξει, ὡς ερηται, ὁ εἰδὼς πάντα πρὶν γενέσεων αὐτῶν. Ἡν δὴ ἀκτῖνα οὔτε ἐννοῆσαι δυνατὸν, οὔτε εἰπεῖν, οὔτε ἄλλως πως θεωρῆσαι, διὰ τὸ εἶναι πάντων ἐξηρημένην, καὶ προσλαμβάνειν μὲν πᾶσαν ἀποπεράτωσιν γνώσεως, καὶ οὐσίας, καὶ δυνάμεως· πάντων δὲ καὶ τῶν οὐρανίων νοῶν ὑπεριδρύεσθαι. Καὶ ὄρα πῶς κατασκευάζει τοῦτο. Ὅτι αἱ γνώσεις τινῶν εἰσι γνώσεις, ἤγουν ὄντων· καὶ εἴ τινα ἀποπερατοῦνται γνωστὰ, ἅπερ εἰσὶ καλ αὐτὰ ὄντα. Ἢ πάσης γοῦν οὐσίας, καὶ πάντων τῶν ὄντων ἐπέκεινα, πάντως καὶ γνώσεως πάσης ἐξῃρημένη ἐστίν. Ἰστέον δὲ ὅτι ἕτερον οὐσία, καὶ ἔτερον δύναμις· ἡ μὲν γὰρ τῶν καθ´ αὐτὰ ὑφεστώτων, ἡ δὲ τῶν ἐν ἐτέρῳ τὸ εἶναι ἐχόντων ἐστίν. v. Εἰπών τὴν θεαρχίαν πάσης οὐσίας ἐξῃρημένην καὶ γνώσεως, ἀπορεῖ πῶς οὖν ὀνομασθήσεται ὰ γὰρ ὀνόματα δηλωτικά εἰσι πραγμάτων ὑποκειμένων καὶ πῶς πραγματευθήσεται ὁ περὶ θείων ὀνομάτων λόγος ἡμῖν, εἰ κρείττων ἐστὶν, ὡς ἐῤῥέθη, καὶ παντὸς λόγου καὶ πάσης γνώσεως, καὶ εἰ νοῦ καὶ οὐσίας ἑπέκεινα, πῶς ὁ νοῦς ἐπιβαλεῖται, καὶ περιδράξεται; Αὕτη γάρ ἐστιν ἁπάντων περιληπτικὴ, ὡς δημιουργὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ· καὶ συλληπτικὴ, ὡς προνοητική· ἐν αὐτῇ γὰρ τὰ πάντα συνέστηκε· καὶ προληπτικὴ, ὅτι καὶ οἱ λόγοι πάντων, μᾶλλον δὲ τὰ πέρατα τῶν γνώσεων ἁπασων ἐν αὐτῇ προῦφέστηκεν. Ἔστι δὲ πᾶσιν οὐχ ἀπλῶς καθόλου καὶ κυρίως ἄληπτος, ἀλλὰ αὐτοκαθόλου, καὶ αὐτοκυρίως, καὶ αὐτοπαντελῶς. Τὸ γὰρ αὐτοάπειρον. καὶ αὐτοκαθόλου ἄληπτον· καὶ οἷον τὸ ὑποκείμενον, $0=3 $8=320 $9=1 τοιοῦτον καὶ τὸ ἴιον. Καὶ οὔτε αἰσθήσει ὑποπίπτει, τὐδὲ γὰρ αἰσθητόν· οὔτε φαντασίᾳ τινί, τυπώσει δηλαδὴ ἀναγγελτικῇ αἰσθητοῦ νοὸς, γίνεται γὰρ φαντασία ἐκ μενόντων τινῶν ἐγκαταλειμμάτων, ἐξ αἰ σθημάτων μὴ ἔχουσα ἐρηρεισμένας ἐπί τι τὰς εἰκόνας. Πῶς οὐν φαντασθήσεται τὸ ἀθέατον; Οὔτε δόξῃ, οἰονεὶ τοιᾷδέ τινι ὑπολήψει κατὰ τὸ δοκοῦν φαινομένη· εἰ γὰρ καὶ μᾶλλον τῆς φαντασίας ἡ δόξα πεπέρασται, καὶ ἕστι πρὸς τῷ ἐνὶ σύνεγγυς τοῦ νοός· ὅτι καὶ αὕτη ἐπιβάλλει ἀσυλλογίστως τοῖς τῶν πραγμάτων συμπεράσμασιν, ὥσπερ ὁ νοῦς καθ´ ἀπλῆν ἐπιβολὴν, τῆς φαντασίας πλῆθος ἄπειρον καὶ ἀόριστον ἐχούσης, ἀλλ´ οὐχ οἶα τέ ἐστιν ἡ δόξα ἐπιβάλλειν τοῖς ὑπὲρ κατάληψιν. Οὔτε ὀνόματι ὑποπίπτει· πῶς γὰρ τὸ πάσης γνώσεως ἐπέκεινα ὀνομασθήσεται; οὕτε λόγῳ· πῶς γὰρ ῥηθείη τὸ ἄῤῥητον; οὔτε ἐπαφῇ, νοερᾷ δηλονότι, δ ἐστι νῷ, καὶ γὰρ οἱ τοῖς νοητοῖς ἐπιβάλλοντες τῷ νοὶ δοκοῦσιν ὥσπερ ἀπτόμενοι αὐτῶν, νοεῖν ὅ τι ποτέ εἰσιν, ὡς καὶ διὰ τῆς ἀφῆς τῶν αἰσθητῶν τὰ αἰσθητὰ, ἐπὶ δὲ Θεοῦ οὐδενὸς νοερῶς ἐπαφώμεθα. Εἰπὼν τοίνυν τὰς τέσσαρας γνωστικὰς δυνάμεις τῆς ψυχῆς, τὴν αἴσθησιν, τὴν φαντασίαν, τὴν δόξαν, τὸν νοῦν, τίθησι καὶ τὴν λοιπὴν ἐπιστήμην, δηλονότι τὴν διά- νοιαν’. ἡ γὰρ ἐπιστήμη διά τινων προῦπαρχουσῶν γνώσεων γίνεται. Ποία δὲ ἂν εἴη γνῶσις Θεοῦ προῦπάρχουσα; ὅθεν οὐδὲ ἐπιστήμῃ ὑποπίπτει. Πῶς οὐν ὀνομαρθήσεται ἡ ἄκλητος καὶ μὴ καλουμένη τιν γνωρίσμαει, καὶ μὴ μόνον ἄκλητος, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν ὀνομασίαν οὖσα; Ὅπερ γὰρ ἔφημεν, ἡνίκα τὰς θεολογικὰς ὑποτυπώσεις ἐξετιθέμεθα, τὴν τριαδικήν καὶ ὁμοάγαθον καὶ ὀμόθεον ἐνάδα, ὅπερ ἐστὶ κατὰ φύσιν, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δυνατόν. Καὶ τι φημι ερὶ Θοοῦ, ὅτι ἀνεννόητος ἡμῖν καὶ ἄφθεγκτὸς ἐστιν; ἀλλὰ καὶ αὐταὶ αἱ τῶν οὐρανίων δυνάμεων ἀγγελοπρεπεῖς ἑνώσεις, καθ´ ἂς ἑνοῦνται Θεῷ καθ´ ὅσον πρέπει ἑνοῦσθαι ἀγγέλους Θῷ. Αὗται οὖν αἱ ἐνώσεις ἂς εἴτε ἐπεβολὰς εἴτε παραδοχὰς χρὴ φάναι τῆς ἀγαθότητος τοῦ Θεοῦ, ἄῤῥητοι καὶ ἄγνωστοί εἰσιν. Ἐπιβολὴν δὲ νοητέον τὴν εἰς τὸ καθ´ ἑν τῶν παραγομένων μεριζομένην ἀμερῶς θέλησιν τοῦ Θεοῦ, τουτέστιν εἰς τὴν ἑκάστου παραγωγήν. Ἀλλ´ ἐπεὶ οὐ συμβιβάζονται καὶ αἱ παραδοχαὶ κατὰ τὴν τοιαύτην ἔννοιαν τῆς ἐπιβολῆς, ἄλλως νοητέον τὸ ῥητὸν ἐπὶ τῶν ἀγγέλων, ὃ καὶ μᾶλλον, ὅτι καὶ ἐπιβολαὶ καὶ παραδοχαὶ τῶν ἁγγέλων πρὸς τὸ Θεῖον λέγονται. Ἐπιβολὴ μὲν, καθ´ ἢν ἐπιβάλλουσι κατὰ τὴν οἰκείαν ἀξίαν τῇ ἀγαθότητι τοῦ Θεοῦ· παραδοχὴ δὲ ἡ τῆς τοῦ Θεοῦ ἀγαθότητος αὐτοῖς ἀποκάλυψις. Αὗται γοῦν μὴ μόνον ἡμῖν εἰσι, καθώς εἰσιν, ἄγνωστοι, ἀλλὰ καὶ τοῖς κατωτέροις ἀγγέλοις, μόνοις δὲ τοῖς ἀνωτάτοις γινώσκονται, ἅτε ἠξιωμένοις τῶν κρειττόνων ἐνώσεων. Ταύταις ταῖς θείαις ἑνώσεσιν οἱ θεοειδεῖς νόες τῶν θεολόγων καὶ προφητῶν ἀγγελομιμήτως ἐνούμενοι, ἐπειδὴ καὶ οὕτω γίνεται τούτοις ἡ τοιαύτη ἕνωσις, ἀποπαύουσι δηλαδὴ κατὰ πάσης νοερᾶς ἐνεργείας· οὐδὲ γὰρ ἐν κινήσει Θεὸς, ἀλλὰ μᾶλον ἐν ἠρεμίᾳ καὶ ἀποπαύσει ἡ θεία $0=3 $8=321 $9=1 γνῶσις ἰνδάλλεται. Καὶ ἐνθεουμένοις διὰ καθάρεεως ὑμνοῦσι τὸ Θεῖον κυριώτατα ἐξ ἀφαιρέσεως, ἣν δὴ καὶ ἀφαιρετικὴν θεολογίαν φασὶν, ὅτι οὐ σῶμα, οὐχ ἔξις, οὐ δύναμις, καὶ τὰ λογικὰ πάντα, καθὼς καὶ διὰ τῶν ἑξῆς σημαίνει, τοῦτο ἐλλαμφθέντες ὑπερφυῶς ἐκ τῆς τοιαύτης ἀῤῥήτου ἑνώσεως, ὅτι πάντων μὲν ἔστι τῶν ὄντων αἴτιον, αὐτὸ δὲ οὐδὲν τῶν ἅντων· πλὴν οὐχ ὡς μηδαμῆ μηδαμῶς ὃν, ἀλλ´ ὡς πάντων ὑπερουσίως ἐξῃρημένον. Κυριωτάτην δὲ λέγει τὴν ἐξ ἀφαιρέσεως πρὸς ἀντιδιαστολὴν τῆς καταφατικῆς· τί γὰρ οὐκ ἔστιν, οἷδαμεν· τί δέ ἐστιν, οὐκ οἴδαμεν. Τὴν μὲν οὖν ὑπερουσιότητα καὶ ὑπερύπαρξιν τῆς ὑπεραγαθότητος, καὶ ὑπὲρ τὸ ἀγαθὸν γὰρ καὶ ὑπὲρ τὸ εἶναι, καὶ ὑπὲρ αὐτὴν τὴν ὕπαρξίν ἐστι. Ταῦτα γὰρ πάντα παραγωγῆς σημασίαν ἔχουσιν· ὑπὲρ δὲ πᾶσαν παραγωγὴν τὸ Θεῖόν ἐστι· τὸ γοῦν Θεῖον ὅ τι ποτέ ἐστιν, οὐδενὶ θεμιτὸν ὑμνῆσαι τῶν ὅσοι εἰσὶν ἐρασταὶ τῆς ὄντως ἀληθείας, οὔτε ὡς λόγον, οὔτε ὡς δύναμιν, οὔτε ὡς τἄλλα τὰπηριθμημένα· ὑπὲρ ταῦτα δὲ πάντα ἐστὶ, καὶ ὑπεροχικῶς ἀφῃρημένον ἐστὶ, καὶ πάσης ἕξεως, καὶ πάσης κινήσεως, καὶ πάντων ὅσα τούτοις συνείλεκται. Ἔξις μὲν οὖν ἐστι διάθεσις ἔμμονος· κίνησις δὲ, τὸ τῇ ἠρεμίᾳ ἀντιδιαστελλόμενον κατὰ πολλῶν τιθέμενον· ἐξαχῶςἐξάγεή γὰρ ἡ κίνησις, ζωὴ δὲ τὴ ταῦτα δεικνύον ἐνεργά· φαντασία δὲ τὸ ἐν τῇ διανοία ἀνατυπωτικόν· δόξα δὲ πεπληροφορημένη ὑπόληψις· διάνοια ἡ ἐπιστημονικὴ ἕξις τῆς ψυχῆς· νόησις ἡ τοῦ νοὸς ἐνέργεια· στάσις ἐστὶ μὲν καὶ ἡ ἠρεμία πρὸς τὴν κίνησιν ἀντιδιαστελλομένη, ἔστι δὲ καὶ τὸ αὐτὸ τῇ ἰδρύσει, ἤτις παρείληπται ἐκ τῆς τῶν Ἐλλήνων συνηθείας. Ἑκεῖνοι γὰρ ἴστων καὶ ἵδρυον διά τινων τελετῶν τοὺς δοκιμαζομένους πρότερον θεοὺς παρ´ αὐτοῖς. Ἔνωσις ἡ τοῦ νοὸς ἐπαφὴ καὶ οἰονεί τις γνῶσις· πέρας, τὸ οὐχ ὡς μέρος ἐν τῷ περατουμένῳ ὃν, ὡς πέρας γραμμῆς ἡ στιγμή· καὶ πέρας τοῦ χρόνου τὸ νῦν· τὸ δὲ νῦν ἐν τῷ χρόνῳ, καὶ οὐχ ὡς μέρος τοῦ χρόνου· τὸ γὰρ μέρος τοῦ χρόνου χρόνος. Ἀπειρία ἡ τοῦ ἀπείρου συμπαρέκτασις. Ἃ ταῦτα οὐκ οὐσία εἰσὶν, ἀλλὰ περὶ οὐσίαν ὁρᾶται. Ταύτης δὲ πάλιν τῆς οὐσίας τὸ Θεῖον ὑπέρκειται, καὶ ὑπερούσιόν ἐστι καὶ ὑπέρθεον. Ἐπειδὴ δὲ αὐτὸ μὲν ἔστιν ἀγαθότητος ὕπαρξις καὶ οὐχ ἀπλῶς ἀγαθότης, τὰ δὲ κτίσματα πάντα ὄντα, καὶ κατὰ τὸ εἶναι αἰτίαν ἔχουσι τὸν Θεὸν ἐν τούτῳ αὐτῷ τῷ εἶναι, ὅπερ ἔχει ἐξῃρημένως τὸ Θεῖον, ὡς ὕπαρξις, ἀγαθότητος δι´ ἣν δὴ ἀγαθότητα καὶ τὸ πᾶν παρήγαγε· καὶ ἐκ τούτων αἱ ἁνόητοι δόξαι ἐκλύονπαι τῶν τολμησάντων λέγειν, φύσει τινὶ ἐνεῖναι τὸ δημιουργικὸν τῷ Θεῷ, ὡς καὶ τοῖς ἀραχνίοις τὸ ὑφαίνειν· διὰ γὰρ μόνην ἀγαθότοτα τὰ κτίσματα παρήγαγεν ὁ Θεὸς ἀῤῥήτῳ θελήσει· ἐπεὶ οὖν ταῦτα, καὶ ἐν αὐτῷ τῷ εἶναι αἰτία τῶν ὄντων ἐστὶν ὁ Θεὸς, τὴν τούτου πρόνοιαν, ἐπεὶ ταύτης τῆς αἰτίας ἀνωτέρα αἰτίᾳ οὐκ ἕστιν, ἐξ ἥς ὑμνηθήσεται, ἐκ τῶν αἰοιατῶν ὑμνηπέον. $0=3 $8=322 $9=1 Διὰ τί; ὅτι καὶ περὶ αὐτὴν πάντα ὡς περὶ αἴτιον, καὶ δημιουργὸν, καὶ ἀρχὴν, ὡς περὶ τὸ κέντρον ἡ περιφέρεια, ὡς ἄν τις εἴποι διὰ τὴν τῶν λεγομένων σαφήνειαν· καὶ αὐτῆς ἕνεκα, ὡς τέλους πάντων· καὶ αὐτὴ πρὸ πάντων ἐστίν. Ἀρχὴ γὰρ καὶ τέλος τῶν ἁπάντων Θεὸς, πλὴν ὑπερεξῃρημένως καὶ δημιουργικῶς· καὶ γὰρ οὐ σὺν αὐτῷ, ἀλλ´ ἐν αὐτῷ τὰ πάντα συνέστηκε· καὶ ἐν τῷ εἶναι τὸ Θεῖον ἡ παραγωγὴ καὶ ὑπόστασις ἁπάντων ἐστί. Τούτου πάντα ἐφίεται· τὰ μὲν νοερὰ, ἤγουν οἱ ἄγγελοι, καὶ τὰ λογικὰ, ἤγουν αἱ ἄνθρωποι, γνωστικῶς ἐπιβάλλοντα τῇ τοῦ Θεοῦ προνοίᾳ, ἀναλόγως ἐφίενται τοῦ Θεοῦ. Τὰ δὲ ὑφειμένα τούτων, ἤγουν τὰ ἄλογα, ὧν ἀλόγων ἡ ψυχὴ ἐκ τῶν στοιχείων καὶ τοῦ ἐνύλου πυρὸς συνεστῶσα, ἐν πνεύματι ἐνύλῳ ἔχει τὸ εἶναι· ταῦτα μόνον, ἐκ τῆς αἰσθήσιως συνελαυνόμενα εἰς, τὸ πεινῇν καὶ εἰς τὸ διψῇν, ἐφίενται εἰκότως αἰσθητῶς τοῦ χορηγοῦντος, ὡς τό· Πάντα πρὸς σὲ κροσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὕκαφον. Τλλα μέντοι ὅσα τὴν ζωτικὴν μόνην ἀναισθήτως ἔχει κίνησιν, ὡς τὰ φυτὰ καὶ αἱ βοτάναι, ἄ τινα καὶ ζωτικὸν πνεῦμα μόνον συνιστῶν ἔχουσι, τὴν ἑαυτῶν οὐσίαν ἄνευ αἰσθήσεως· ἃ δὴ καὶ πολλάκις, στερούμενα τοῦ φυσικοῦ πνεύματος, ἀποξηραίνονται, δι´ οὖ κινοῦνται πρὸς αὔξησιν καὶ εὐθάλειαν. Ἐφίενται καὶ ταῦτα τῆς θείας Προνοίας, ἐφ´ ᾧ συνεστάναι καὶ ἀνθεῖν· ὅθεν καὶ ταῦτα παραλαμβάνονται ἐν τῷ ρμηʹ ἕαλμῷ, αἰνεῖν τὸν Θεὸν διὰ τῆς αὐτῶν συστάσεως. Τὰ δὲ ἄψυχα, ἐν τῷ ἔχειν ἐν ἑαυτοῖς τὸ Κλως εἶναι, ἢ ἐν τῷ τοιώσδε ἢ τοιώσδε εἶναι· τοῦτο χὰρ εἶπεν οὐσιώδη καὶ ἐκτικὴν ἐπιτηδειότητα, ὡς τοῦ λἔθου ἐστὶ τὸ κάτω φέρεσθαι· καὶ τοῦ πυρὸς, τὸ ἄνω· Ξ vi. Τοῦτο εἰδότες οἱ θεολόγοι· τοῦτο ποῖον; ὅτι ἀδύνατόν ἐστιν ἐκ προτέρας τινὸς αἰτίας καὶ γνώσεως τὸ Θεῖον ὑμνεῖσθαι, εἰ μὴ ἐκ τῶν αἰτιατῶν, καὶ ὡς ἀνώνυμον ὑμνοῦσιν, ὅτι ἐξῃρημένον πάντων ἐστί· καὶ πάλιν ἐκ παντὸς ὁνόματος, ὅτι καὶ αἰτιατὰ τὰ πάντα ἐκ τούτου αἰτίου. Ἀνώνυμον μὲν, ὡς ἐν τῇ βίβλῳ τῶν Κριτῶν εὕρηται, λέγων πρὸς τὸν ἐρωτῶντα· Καὶ ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου, καὶ αὐτό ἐστι θαυμαστόν· Πῶς θαυμαστὸν, ἐξηγούμενος λέγει, ὅτι ὑπὲρ πᾶν νομα, καὶ ὑπερκείμενον παντὸς ὀνομαζομένου ὀνό ματος εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι· πολυώνυμον δὲ, ὡς ὅταν καὶ αὐτὸν εἰσάγωσι λέγοντα, ὡς ἐν τῷ Σινᾷ, Ἐγώ εἰμι ὁ ὤν· καὶ ἐν ἑτέροις, ἡ ζωή, τὸ φῶς, ὁ Θεὸς, ἡ ἀλήθεια, ὡς ἐν Εὐαγγελίοις· Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια· καὶ πάλιν· Ἐγώ σὴμε τὸ φῶς τοῦ κόσμου· καὶ ἐν τῷ πρὸς τὸν Ἰακὼβ χΡηματισμῶ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου. Καὶ πάλιν αὐτοὶ οἱ θεολόγοι περὶ αὐτοῦ λέγουσιν ἐκ τῶν αἰτιατῶν τἄλλα τε καὶ τὸ αἰώνιον· τὸν γὰρ τῶν αἰώνων ποιητὴν αἰώνιόν φασιν· αἰώνιον δέ ἐστι τὸ αἰῶνος μετέχον. Καὶ γοῦν φησιν ὁ Ἡσαῖας· Ὁ Θεὸς ὁ ακὸνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Ὁ $0=3 $8=323 $9=1 οε Θεὸς οὐ δεύτερός ἐστιν αἰῶνος, ἵνα καὶ μετέχῃ αωτοῦ, ἀλλ´ αἰώνων ποιητής. Ἀγήρω δὲ λέγει κατὰ τό· Σὺδὲ ὁ αὐτὸς εἰ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· καὶ πάλιν, ὡς ἐν μεγέθει πάντων ὑπερέχοντα· τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν πληροῖ· καὶ ὡς ἐν αὔρᾳ λεπτῇ κατὰ τὸ εἰρημένον ἐν ταῖς Βασιλείαις· Ἀλλὰ καὶ φωνὴ αὔρας λεπτῆς, κάκεῖ ὁ Κύριος. Καί γε καὶ ἐν νόοις αὐτῶν φασι, καὶ ἐν ψυχαῖς, καὶ ἐν σώμασι, ὡς τό· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἐν τῷ παντὶ, καὶ ἄμα τὸν αὐτὸν ἐγκόσμιον, ὅτε λέγεται ἐν τῷ κόσμῳ εἶναι· περικόσμιον δὲ, ὅτε ἐν τῷ παντί· καὶ ὑπερκόσμιον, ὅτε ἀχώρητος τῷ παντὶ λέγεται· καὶ ὑπερουράνιον, καὶ ὑπερούσιον, ὡς τό· Ὑπὲρ τὸν οὐρανὸν ἡ δόξα Κυρίου· καὶ πάλιν ἤλιον δικαιοσύνης· καὶ τὰ τοιαῦτα· καὶ λίθον τμηθέντα ἐξ ὄρους· καὶ πέτραν Ρί Βσκανδάλου, καὶ πάντα τὰ ὄντα ἐκ τῶν αἰτιατῶν, καὶ οὐδὲν τῶν ὄντων. ἔv. Οὕτως οὖν τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὔσῃ καὶ τὸ ἀνώνυμον ἐφαρμόσει, καθ´ ὃ ὑπὲρ πάντα ἐστὶ, καὶ οὐδὲν τούτων. Καὶ πάλιν πάντα ἐφαρμόσει τὰ τῶν ὄντων ὀνόματα, καθ´ ὃ αἰτία πάντων ἐστὶ, καὶ μετέχουσιν αὐτῆς ἀναλόγως τὰ πάντα, ἀκριβῶς οὔσης ἁπάντων βασιλείας, ὡς τῷ μὲν ἀξιώματι ὑπεξῃρημένης, καὶ μὴ ἀπό τινος ὀνομαζομένης, τῇ δὲ προνοία καὶ τῇ συνοχῇ ἐντὸς οὔσης, καὶ ἀπ´ αὐτῶν ὀνομαζομένης. Πάντα γὰρ αὐτῆς ἐξήρτηται ὡς αἰτίας· καὶ ἀρχῆς μὲν, ὡς τὸ εἶναι παρασχομένης· πέρατος δὲ, ὡς τὸ εἶναι συνεχούσης. Καὶ αὐτή ἐστι, κατὰ τὸν θεῖον ἀπόστολον, τὰ πάντα ἐν πᾶσιν, ὑποστάτις πάντων, καὶ ἀρχικὴ, καὶ τελειωτική οὐκ ἄλλου μὲν ἀρχομένου αὐτὴ τελειοῦσα, οὐδ´ αὐτὴ ἀρχομένη καὶ εἰς ἄλλον παραπέμπουσα τὸν τελειώσαντα. Αὐτή ἐστι καὶ ἡ συνέχουσα, καὶ ἡ φρουροῦσα, καὶ ἑστία οὖσα, οἰονε ἱερά τις οἴκησις. Ἐλληνικὴ δὲ ἡ λέξις· ἐπιστρέφει γὰρ πρὸς ἑαυτὴν τὴν κτίσιν, λέγουσα· Μείνατε ἐν ἐμοί· καὶ πάλιν· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει. Ὡσπερ γὰρ ναὸς αὐτοῦ ἑσμεν, κατὰ τό· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ έμπεριπατήσω· οὕτω καὶ αὐτὸς οἶκος ἡμῶν ἐστι. Καλῶς δὲ εὐθὺς ἐπήγαγε τὸ ἡνωμένως. Ἐπειδὴ γὰρ εἴπεν, αὐτὸν εἶναι πάντα, καὶ ἐν αὐτῷ τὰ πάντα, ἵνα μὴ νοήσῃ τις ἄπαντα σωρηδὸν ἐν τῷ Θεῷ συμφέρεσθαι, ἐντεῦθεν δὲ εἰς σωματικὰς ὑπονοίας ἐμπέσῃ, μεοισ μούς τινας καὶ συνθέσεις, θεραπεύων τὴν ὑπόνοιαν, φησὶν ἡνωμένως, οἰονεὶ ἀμερῶς, καὶ ἐν τῇ οἰκείᾳ ἑνάδι, μᾶλλον δὲ, καὶ ὑπὲρ τὴν ἐνάδα, μένουσα ἑστία τῶν πάντων ἐστὶν, ἀλλὰ καὶ ἀσχέτως, ἀντὶ τοῦ ὑπ´ οὐδενὸς κατεχομένη ἢ περιγραφομένη· ἐξῃρημένως δὲ μᾶλλον, ἔξω γάρ ἐστι τῶν ἁάντων. Οὐ γὰρ μόνον αἰτία ἐστι συνοχῆς τῶν ἁπλῶς ὄντων, ἢ ζωῆς τῶν ζώντων, ἢ τελειώσεως τῶν νοερῶν καὶ λογικῶν οὐσιῶν· μένει δὲ ἔξῳ τούτων, ἵνα ἀπὸ τούτων μόνον ὁνομάζοιτο, συνοχεὺς τυχὸν, ζωὴ, καὶ τελείωσις· ἢ καὶ ἀφ´ ἑτέρας προνοίας, δημιουργὸς ἴσως, παντεπἃ $0=3 $8=324 $9=1 δὴ ἐκ τῆς αἰτίας καὶ τῆς προνοίας ὀνομασθήσονται· ἀλλ´ ἐπεὶ καὶ πάντα ὄντα ἀπλῶς καὶ ἁσυνθέτως, καὶ ἀπεριορίστως, καὶ ἀκρατήτως ἐν αὐτῇ μὴ μόνον συνέχει, ἀλλὰ καὶ προείληφε ταῖς ἀγαθότησι τῆς παναιτίου προνοίας· αὐτὴ γάρ ἐστιν ἡ καλοῦσα τὰ μὴ ὅντα ὡς ὄντα. Ἐναρμονίως ἄρακαὶ καταλλήλως ἐκ πάντων τῶν ὄντων ὑμνεῖται καὶ ὀνομάζεται φῶς, ὕδωρ, πῦρ, δρόσος, νεφέλη, καὶ τὰ τοιαντα. Καὶ δὴ μὴ μόνον ταύτας τὰς θεωνυμίας οἱ θεολόγοι δοξάζουσι τὰς τῶν παντελῶν προνοιῶν τῶν προνοουμένων, οἰον τὸ Βασιλεὺς, τὸ Ποιητὴς, τὸ Παντοκράτωρ· ταῦτα γὰρ τῶν κοινῶν προνοιῶν· καὶ πάλιν τὰς ἀπὸ τῶν μερικῶν προνοιῶν, ὡς τὸ, Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, καὶ Βασιλεὺς τῶν βασιλευόντων· ταύτα γὰρ τῶν μερικῶν εἰσι προνοιῶν, καὶ ἐπί τισι· μὴ μόνον οὖν τὰς ἀπὸ τούτων θεωνυμίας δοξάζουσιν, ὰλλὰ καὶ ἀπό τινων ἔστιν ὅτε θείων φασμάτων· οἱονεὶ τῶν ἐν συμβόλοις ἀποκαλύψεων τῶν ἐν τοῖς ἱεροῖς. ἀνακτόροις, ἤγουν ναοῖς, ἐμφαινομένων· ἀνάκτορα γὰρ ἐκάλουν οἱ Ἕλληνες τῶν παρ´ αὐτοῖς θεῶν τὰ τεμένη. Ὀνομάζουσι γοῦν τὴν ὑπερφαῆ ἀγαθότητα, καὶ τύπους ἀνθρωπίνους, ἢ πυρίνους, ἢ ἠλεκτρίνους περιτιθέασιν, ὡς ἐν τῷ Ἰεζεκιὴλ εὕρηται. Καὶ πάλιν μέλη ἀνθρώπινα λέγουσιν, ὡς ἐν τοῖς Ψαλμοῖς καὶ ἐν ἑτέραις Γραφαῖς, ὡς τό· Οἱ όφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι· καὶ τό· Εἰς ὥτα Κυρίου Σαβαώθ· καὶ τό· Ἡ θρὶξ αὐτοῦ ὡσεὶ ἔριον· καὶ τό· Πρόσωρν δό Κυρίου ἐπὶ ποιοῦντας κακά· καὶ τό· Αἰ χεῖρές σου ἐποίησάν με· καὶ τό· Ἐν τοῖς μεταρένοις αὐτοῦ ἐπισκιάσει σοι· καί· Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ τό· Ὁ ἕραχίων σσυ ἔσωσεν αὐτοὺς, καὶ τὰ ὀπίσθια Κυρίου. ὧν ἠξιώθη Μωϋσῆς· καὶ τό· Ἢκουσαν τῆς φωνῆς Κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ. Πάλιν στεφάνους περιτιθέασιν, ὡς τό· Εὐλόγησον τὸν στέφανον τῆς χρηστότητός σου· καὶ θρόνους, ὡς τό· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αιῶνα· καὶ ποτήρια, ὡς τό· Ποτήριον ἐν χειρὶ Κυρίου· καὶ κρατῆρας, ὡς τό· Ἐκέρασε τὸν ἐαυτῆς κρατῆρα περὶ ὧν ἔστιν εἰπεῖν ἐν τῇ συμβολικῇ θεολογία. Νῦν δὲ, ὅσα εἰσὶ τῆς παρούσης πραγματείας συναγαγόντες, καὶ οἱονεὶ κανόνα τὰ εἰρημένα προθέντες, ὅτι ἐκ τῶν ὄντων καὶ κὰταφατικῶς καὶ ἀποφατικῶς τὸ Θεῖον ὀνομάζεται· καταφατικῶς μὲν ὡς αἴτιον ἐκ τῶν αἰτιατῶν, ἀποφατικῶς δὲ,ὡς οὐδὲν τούτων ὄν, ἐπὶ τὴν διασάφησιν τῶν νοητῶν θεωνυμιῶν προΐωμεν. Καὶ ὄπερ ἡμῖν ἐπὶ πάσῃ θεολωγίᾳ ὁ ἱερὸς νόμος ὑφηγεῖται, ὁσίως βλέπειν, ὀσίως λέγειν, καὶ ὁσίως ἀκούειν τὰ ἱερά· οὕτως ἐν θεοπτικῇ διανοίᾳ τὰς θεοειδεῖς ἐποπτεύσωμεν θεωρίας· καὶ ὧτα ἱερὰ ταῖς ἀναπτύξεσι τῶν θείων ὀνομάτων παραθώμεα, ἐνιδρύοντες τὰ ἅγια λογία τοῖς ἁγίοις ὡσὶ, καὶ ἐξαιρούμενοι τῶν ἀνιέρων γελώτων καὶ ἐμπαιγμῶν, οὓς ἐγέλων οἱ Ἔλληνες παχεῖς καὶ σάρκινοιὄντες, ἀκούοντες· μᾶλλον δὲ, ἐπεὶ θεομαχία κρίνεται τὸ μετὰ $0=3 $8=325 $9=1 ἐμπαιγμῶν καὶ καταφρονήσεων ἀκούειν τῶν θείων, ἀπολυτρούμενοι, εἴπερ οἷόν τε, τοὺς τοιούτους τῆς θεομαχίας. Σοὶ τοίνυν πρέπει φυλάξαι ταῦτα, ὦ καλὶ Τιμόθεε· ἔχεις γὰρ παραινοῦντα καὶ τὸν Ἀπόστολον, ὅτι οὐ δεῖ τοῖς μὴ δεχομένοις τὸν λόγον ἐν ἀληθείᾳ λαλεῖν περὶ τῶν τοιούτων. Ἐμοὶ δὲ δῴη ὁ Θεὸς πρεπόντως τοῖς θείοις λαλῆσαι καὶ εἰπεῖν τὰς τῆς ἀκατονομάστου θεότητος θεωνυμίας, τὰς ἐκ τῶν ἀγαθῶν ἔργων αὐτοῦ παρωνυμουμένας! Πάντα δὲ τὰ ἔργα τοῦ Θεοῦ ἀγαθὰ, καὶ δι´ ἀγαθότητα τελοῦνται, εἰ καὶ ἡμῖν πολλάκις τινὰ οὐκ εἰσὶ καθ´ ἡδονὴν, δικαίως τιμωρουμένοις ἐφ´οῖς ἀμαρτάνομεν· ὃ δὴ τῆς ἄκρας ἐστὶν ἀγαθότητος τοῦ Θεοῦ, γινομένης τῆς τιμωρίας φιλανθρωπίας, κατὰ τὸν θεῖον Γρηγόριον· καὶ μὴ περιέλοι ὀ Κύριος λόγον ἀληθείας ἐκ τοῦ στόματός μου, ὡς ψάλλει Δαυῒδ ὁ προφήτης καὶ βασιλεύς. ΚΕΦΑΛΑΙΟΝ Βʹ. Τὴν θεαρχικὴν ὅλην ὕπαρξιν ὅ τι ποτέ ἐστιν ἡ αὐτοαγαθότης ἀφορίζουσα καὶ ἐκφαίνουσα πρὸς τῶν λογίων ὕμνηται. Καὶ τί γὰρ ἄλλο μαθεῖν ἔστιν ἐκ τῆς ἱερᾶς θεολογίας, ὁπόταν φησὶ τὴν θεαρχίαν αὐτὴν ὑφηγουμένην εἰπεῖν· Τίμε ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; οὐδεὶς ἀγαθὸς, εἰμὴ μόνος ὁ Θεός. Τοῦτο μὲν οὖν, καὶ ἐν ἄλλοις ἐξετασθὲν, ἡμῖν ἀποδέδεικται, τὸ πάσας ἀεὶ τὰς θεοπρεπεῖς θεωνυμίας οὐ μερικῶς, ἀλλ´ ἐπὶ τῆς ὅλης καὶ παντελοῦς, καὶ ὁλοκλήρου καὶ πλήρους θεέτητος ὑπὸ τῶν λογίων ὑμνεῖσθαι, καὶ πάσας αὐτὰς, ἀμερῶς, ἀπολύτως, ἀπαρατηρήτως, ὁλικῶς, ἀπάσῃ τῇ ὁλότητι τῆς ὁλοτελοῦς, καὶ πάσης θεότητος ἀνατίθεσθαι·. Καὶ γοῦν, ὡς ἐν ταῖς θεολογικαῖς ὑποτυπώσεσιν ὑπεμνήσαμεν, εἰ μὴ περὶ τῆς ὅλης θεότητος φαίη τι $0=3 $8=326 $9=1 τοῦτο εἰρῆσθαι, βλασφημεῖ, καὶ ἀποσχίζειν ἀθέσμως τολμᾷ τὴν ὑπερηνωμένην ἐνάδα. Ῥητέον οὖν, ὡς ἐπὶ πάσης θεότητος αὐτὸ ἐκληπτέον· καὶ γὰρ αὐτός Ῥ τε ὁ ἀγαθοφυὴς ἔφη Λόγος· Ἐγὼ ἀγαθός εἰμι· καί τις τῶν θεολήπτων προφητῶν ὑμνεῖ τὸ Πνεῦμα τὸς ἀγαθόν. Καὶ αὖθις τό· Ἐγώ εἰμι ὁ ὥν, εἰ μὴ καθ´ ὅλης φήσουσι τῆς θεότητος ὑμνεῖσθαι, καθ´ ἕνδὲ μέρος αὐτὸ περιγράψαι βιάσαιντο Ἵ, πῶς ἀκούσονται τοῦ· Τάδε· λέγει ὁ ὥν, ὃς ἧνΡ, ὁ ἐρχόμενος, ὁ καντοκράτωρ· καί´ Σὺ θὲ ὁ αὐτὸς εἶ καὶ τό· Πνεῦμα τῆς ἀληθείας τὸ ὃν, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεταις Καὶ εἰ μὴ ὅλην εἶναί φασι τὴν θεαρχικὴν Κζωὴν, πῶς ἀληθὴς ὁ φήσας ἱερὸς λόγος· Ὅσπερό Πατὴρ ἐγείρει τοὺς νεκροὺς, καὶ ὤοποιεῖ οὕτω καὶ ὁ Υίὸς οὐς θέλει ζωοποιεῖ· καί´ Ὅτι τὸ Πνεῦμά ἐστι τὸ ζωοκοιοῦν; Ὅτι δὲ καὶ τὴν κυρείαν ἔχει τῶν ὅλων ἡ ἶλη θεότης, περὶ μὲν τῆς θεογόνου θεότητος, ἢ τῆς υἱικῆς οὐδὲ εἰπεῖν ἔστιν, ὡς οἶμαι, ποσαχῆ τῆς θεολογίας ἐπὶ Πατρὸς καὶ Υἱοῦ διαθρυλλεῖταὶ τὸ Κύριος· ἀλλὰ καὶ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ τὸ καλὸν δὲ καὶ τὸ σοφὸν ἐπὶ τῆς ὅλης θεότητος ὑμνεῖται, καὶ τὸ φῶς, καὶ τὸ θεοποιὸν, καὶ τὸ αἴτιον, καὶ πάντα ὅσα τῆς ὅλης θεαρχίας ἐστὶν, εἰς πᾶσαν ἀνάγει τὰ λόγια τὴν θεαρχικὴν ὑμνῳδίαν- περιληπτικῶς μὲν, ὡς ὅταν λέγη· Τὸ κάνταἐκτοῦ Θεοῦ· διεξοδικῶς δὲ, ὡς ὅταν φαίη· Τὰ κάντα δι´´ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καί· Τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ· Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται. Καὶ ἵνα συλλήἕδην φαίη τις, αὐτὸς ὁ θεαρχικὸς ἔφη Λόγος· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν, καὶ, Πάντα ὁσα ἔχει ὁ Παι τὴρ, ἐμά ἐστι, καὶ, Πάντα τὰ ἐμὰ, σά ἑστι, καὶ τὰ σά, ἐμά. Καὶ αὖθις, ὅσα. ἐστὶ τοῦ Πατρὸς καὶ αὐτοῦ, τῷ θεαρχικῷ Πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ἀνατίθησι, τὰς θεουργίας, τὸ σέβας, τὴν πηγαίαν καὶ ἀνέκλειπτον αἰτίαν, καὶ διανομὴν τῶν ἀγαθοπρεπῶν δώρων. Καὶ οὐδένα τῶν ἐν τοῖς θείοις λογίοις ἀδιαστρόφοις ἐννοίαις ἐντεθραμμένων, οἶμαι πρὸς τοῦτο ἀντερεῖν, ὅτι τὰ θεοπρεπῆ πάντα τῇ ὅλῃ θεαρχίᾳ πρόσεστι κατὰ τὸν θεοτελῆλόγον Τούτων οὖν ἡμῖν βραχέως μὲν ἐν τούτοις καὶ μερικῶς, ἐν ἄλλοις ἄὲΙκανῶς ἐκ τῶν λογίων ἀποδεδειγμένων τε καὶ θιωρισμένων, ὁποίαν ἀναπτύξαι θεωνυμίαν ὁλικὴν ἐγχειρήσομεν, ἐπὶ τῆς ὅλης αὐτὴν θεότητος ἐκληπτέον. θεοπρεποῦς διαιρέσεως εἰσάγειν, τὸν τοιόνδε λόγον $0=3 $8=327 $9=1 ἡμεῖς οὔτε αὐτὸν οόμεθα πείθειν ἱκανὸν, ὡς ἔστεν ἀληθής. Εἰ μὲν γάρ ἐστί τις ὅλως ὁ τοῖς λογίοις ἀντανιστάμενος, πόῤῥω που πάντως ἔσται καὶ τῆς καθ´ ἡμᾶς φιλοσοφίας καὶ εἰ μὴ της ἐκ τῶν λογίων αὐτῷ θεοσοφίας μέλει, πῶς ἂν ἡμῖν μελησει τῆς ἐπὶ τὴν θεολογικὴν ἐπιστήμην αὐτοῦ χειραγωγίας; Εἰ δὲ εἰς τὴν τῶν λογίων ἀλήθειαν ἀποσκοπεῖ, τούτῳ καὶ ὴμεῖς κανόνι καὶ φωτὶ χρώμενοι πρὸς τὴν ἀπολογίαν, ὡς οἷοί τέ ἐσμεν, ἀκλινῶς βαδιούμεθα, φάσνον τες, ὡς ἡ θεολογία τὰ μὲν ἡνωμένως παραδίδωσι, τὰ δὲ διακεκριμένως· καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν θεμιτὸν, οὕτε τὰ διακεκριμένα συγχεῖν· ἀλλ´ ἑπομένους αὐτῇ κατὰ δύναμιν, ἐπὶ τὰς θείας μαρμαρυγὰς ἀνανεύειν· καὶ γὰρ ἐκεῖθεν τὰς θείας ἐκφαντορίας παραλαβόντες, ὥσπερ τινὰ κανόνα κάλλιστον ἀληθείας, τὰ ἐκεῖ κείμενα φρουρεῖν ἐν ἑαυτοῖς ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρεπτα σπεύδομεν, ἐν τῇ φρουρᾷ τῶν λογίων φρουρούμενοι καὶ πρὸς αὐτῶν εἰς τὸ φρουροῦντας αὐτὰ φρουρεῖσθαι δυναμούμενοι. Τὰ μὲν οὖν ἡνωμένα τῆς ὅλης θεότητός ἐστιν, ὡς ἐν ταῖς θεολογικαῖς ὑποτυπώσεσι διὰ πλειόνων ἐκ τῶν λογίων ἀπεδείξαμεν, τὸ ὑπεράγαθον, τὸ ὑπέρθεον, τὸ ὑπερούσιον, τὸ ὑπέρζωον, τὸ ὑπέρσοφον, καὶ ὃσα τῆς ὑπεροχικῆς ἐστιν ἀφαιρέσεως· μεθ´ ὤν καὶ τὰ αἰτιολογικὰ πάντα, τὸ ἀγαθὸν, τὸ καλὸν, τὸ ὃν, τὸ ζωογόνον, τὸ σοφὸν, καὶ ὅσα ἐκ τῶν ἀγαθοπρεπῶν αὐτῆς δωρεῶν, ἡ πάντων ἀγαθῶν αἰτία κατονομάζεται· τὰ δὲ διακεκριμένα, τὸ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα, καὶ Υἱοῦ, καὶ Πνεύματος, οὐδεμιάς ἐν τούτοις ἀντιστροφῆς, ἢ ὅλως κοινότητας ἐπεισαγομένης. Ἔστι δὲ αὖθις πρὸς τούτῳ διακακριμένον ἡ καθ´ ἡμᾶς Ἰησοῦ παντελὴς καὶ ἀναλλοίωτος ὕπαρξις, καὶ ὅσα τῆς κατ´ αὐτήν ἐστι φιλανθρωπίας οὐσιώδη μυστήρια. Χρὴ δὲ. ὡς οἶμαι, μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεώς τε καὶ διακρίσεως ἐκθέσθαι τρόπον, ὅπως ἂν ἡμῖν εὐσύνοπτος ὁ πᾶς ἐγγένηται λόγος, τὸ μὲν ποικίλον ἅπαν καὶ ἀσαφὲς ἀπαναινόμενος, εὐδιακρίτως δὲ καὶ σαφῶς καὶ εὐτάκτως τὰ οἰκεῖα κατὰ δύναμιν ὁροθετῶν. Καλοῦσι γὰρ, ὅπερ καὶ ἐν ἑτέροις ἔφην, οἱ τῆς καθ´ ἡμᾶς θεολογικῆς παραδόσεως ἱερομύσται τὰς μὲν ἑνώσεις τὰς θείας. τὰς τῆς ὑπεραῤῥήτου καὶ ὑπεραγνώστου μονιμότητος, κρυφίας καὶ ἀνεκφοιτήτους ὑπεριδρύσεις· τὰς δια-ρίσεις δὲ, τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας, προόδους τε καὶ ἐκφάνσεις· καί φασι, τοῖς ἱεροῖς λογίοις ἐπόμενοι, $0=3 $8=328 $9=1 καὶ τῆς εἰρημένης ἑνώσεως ἴδια· καὶ αὖθις, τῆς διακρίσεως εἶναί τινας ἰδικὰς καὶ ἑνώσεις καὶ διακρίσεις· οἷον ἐπὶ τῆς ἑνώσεως τῆς θείας ἤτοι τῆς ὑπερουσιότητος. ἡνωμένον μὲν ἔστι τῇ ἑναρχικῇ Τριάδι, καὶ κοινὸν ἡ ὑπερούσιος ὕπαρξις, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράγαθος ἁγαθότης· ἀπάντων ἐπέκεινα τῆς ἐπέκεινα πάντων ὅλης ἰδιότητος ταὐτότης· ἡ ὑπὲρ ἑναρχίαν ἐνότης, τὸ ἄφθεγκτον, τὸ πολύφωνον, ἡ ἁγνωσία, τὸ παννόητον, ἡ πάντων θέοις, ἡ πάντων ἀφαίρεσις, τὸ ὑπὲρ πᾶσαν καὶ θέσιν καὶ ἀφαίρεσιν, ἡ ἐν ἀλλήλαις, εἰ οὕτω χρὴ φάναι, τῶν ἑναρχικῶν ὑποστάσεων μονὴ, καὶ ἴδρυσις, ὁλικῶς ὑπερηνωμένη, καὶ οὐδενὶ μέρει συγκεχυμένη, καθάπερ φῶτα λαμπτήρωννα αἰσθητοῖς καὶ οἰκείοις χρήσωμαι παραδείγμασιν, ὄντα ἐν οἴκῳ ἐνὶ, καὶ ὅλα ἐν ἀλλήλοις ὅλοις ἐστὶν, ἀκραιφνῆ καὶ ἀκριβῆ τὴν ἀπ´ ἀλλήλων ἱδικῶς ὑφισταμένην ἔχει διάκρισιν, ἡνωμένα τῇ διακρίσει, καὶ τῇ ἑνώσει διακεκριμένα. Καὶ γοῦν ὁρῶμεν, ἐν οἴκῳ πολλῶν ἐνόντων λαμπτήρων, πρὸς ἕν τι φῶς ἐνούμενα τὰ πάντων φῶτα, καὶ μίαν αἴγλην ἀδιάκριτον ἀναλάμποντα, καὶ οὐκ ἄν τις, ὡς οἶμαι, δύναιτο τοῦδε τοῦ λαμπτῆρος τὸ φῶς ἀπὸ τῶν ἄλλων ἐκ τοῦ πάντα τὰ φῶτα περιέχοντος ἀέρος διακρῖναι καὶ ἰδεῖν ἄνευ θατέρου θάτερον, ὅλων ἐν ὅλοις ἀμιγῶς συγκεκραμένων. Ἀλλὰ καὶ εἰ τὸν ἕνα τις τῶν πυρσῶν ὑπεξαγάγοι τοῦ δωματίου, συνεξελεύσεται καὶ τὸ οἰκεῖον ἅπαν φῶς οὐδέν τι τῶν ἐτέρων φώτων ἐν ἑαυτῷ συνεπισπώμενονδ, ἢ τοῦ ἑαυτοῦ τοῖς ἑτέροις καταλεῖπον· ἦν γὰρ αὐτῶν, ὅπερ ἔφην, ἡ ὅλων πρὸς ὅλα παντελὴς ἕνωσις ἀμιγὴς καθόλου, καὶ οὐδενὶ μέρει συμπεφυρμένη, καὶ ταῦτα ὄντως ἐν σώματι τῷ ἀέρι, καὶ ἐξ ἐνύλου τοῦ πυρὸς ἠρτημένου τοῦ φωτός. Ὅπου γε καὶ τὴν ὑπερούσιον ἕνωσιν ὑπεριδρῦσθαί φαμεν, οὐ τῶν ἐν σώμασι μόνων ἐνώσεων, ἀλλὰ καὶ τῶν εν ψυχαῖς αὐταῖς καὶ ἐν αὐτοῖς νόοις, ἃς ἔχουσιν ἀμιγῶς καὶ ὑπερκοσμίως, δι ὅλων ὅλα τὰ θεοειδῆ καὶ ὑπερουράνια φῶτα κατὰ μέθεξιν ἀνάλογον τοῖς μετέχουσι, τῆς πάντων ὑπερηρμένης ἑνώσεως. πστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις, οὐχ ἣν ἔφην μόνον, ὅτι κατ´ αὐτὴν τὴν ἕνωσιν ἀμιγῶς ἴδρυται, καὶ ἀσυγχύτως ἑκάστη τῶν ἑναρχικῶν ὑποστασεων· ἀλλ´ ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα. Μόνη δὲ πηγὴ θ τῆς ὑπερουσίου θεότητος ὁ Πατὴρ, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρὸς, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ, φυλαττόντων δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων. Αὗται μὲν αἱ κατὰ τὴν ἄφθεγκτον ἕνωσίν τε καὶ ὕπαρξιν ἑνώσεις τε καὶ διακρίσεις. Εἰ δὲ καὶ θεία διάκρισίς ἐστιν ἡ ἀγαθοπρεπὴς πρόοδος τῆς $0=3 $8=329 $9=1 ἐνώσεως τῆς θειας ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθυούσης τε καὶ πολλαπλασιαζούσης, ἡνωμέναι μέν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις, αἰ οὐσιώσεις, αἰ ζωώσεις, αἱ σοφοποιήσεις, αἱ ἄλλαι δωρεαὶ τῆς πάντων αἰτίας ἀγαθότητος, καθ´ ἂς ἐκ τῶν μετοχῶν καὶ τῶν μετεχόντων ὑμνεῖται τὰ ἀμεθέκτως μετεχόμενα. Καὶ τοῦτο κοινὸν καὶ ἡνωμένον καὶ ἕν ἐστι τῇ ὅλῃ θεότητι. τὸ πᾶσαν αὐτὴν ὅλην ὑφ´ ἑκάστου τῶν μετεχόντων μετέχεσθαι, καὶ ὑπ´ οὐδενὸς οὐδενὶ μέρει· καθάπερ σημεῖον ἐν μέσῳ κύκλου πρὸς πασῶν τῶν ἐν τῷ κύκλῳ περικειμένων εὐθειῶν· καὶ ὥσπερ σφραγῖδος ἐκτυπώματα πολλὰ μετέχει τῆς ἀρχετύπου σφραγῖδος, καὶ ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων, ὅλης καὶ ταύτῆς οὐδενὶ κατ´ οὐδὲν μέρος. Ὑπέρκειται δὲ καὶ τούτων ἡ τῆς παναιτίου θεότητος ἀμεθεξία, τῷ μήτε ἐπαφὴν αὐτῆς εἶναι, μήτε ἄλλην τινὰ πρὸς τὰ μετέχοντα συμμιγῆ κοινωνίαν. Καίτοι φαίη τις· Οὐκ ἔστιν ἡ σφραγὶς ἐν ὅλοις τοῖς ἐκμαγείοις ὅλη καὶ ταὐτή. Τούτου δὲ οὐχ ἡ σφραγὶς αἰτίαπᾶσαν γὰρ ἑαυτὴν ἐκείνη καὶ ταὐτὴν ἑκάστῳ? ἐπιδίδωσιν, ἡ δὲ τῶν μετεχόντων διαφορότης ἀνάμοια ποιεῖ τὰ ἀπομόργματα τῆς μιᾶς καὶ ὅλης καὶ ταύτῆς ἀρχετυπίας· οἶον, εἰ μὲν ἁπαλὰ καὶ εὐτύπωτα ᾖ, καὶ λεῖα, καὶ ἀχάρακτα καὶ μήτε ἀντίτυπα καὶ σκληρὰ, μήτε εὐδιάχυτα καὶ ἀσύστατα, καθαρὸν ἕξει καὶ σαφῆ καὶ ἐναπομένοντα τὸν τύπον· εἰ δέτι τῆς εἰρημένης ἐπιτηδειότητος ἐλλείποι, τοῦτο αἴτιον Κσται τοῦ ἀμεθέκτου καὶ ἀτυπώτου καὶ τοῦ ἀσαφοῦς, καὶ τῶν ἄλλων ὅσα ἀνεπιτηδειότητι μετονῆς γίνεται. Διακέκριται δὲ τῆς ἁγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας, τὸ καθ´ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον λόγον, καὶ δρᾶσαι καὶ παθεῖν ὅσα τῆς ἀνθρωπικῆς αὐτοῦ θεουργίας ἐστὶν ἔκκριτα καὶ ἐξαίρετα. Τούτοις γὰρ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα κατ´ οὐδένα κεκοινώνηκε λόγον, εἰ μή πού τις φαίη κατὰ τὴν ἁγαθοπρεπῆ καὶ φιλάνθρωπον βούλησιν, καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄρῥητον θεουργίαν, ἣν δέδρακε καθ´ ἡμᾶς γεγονὼς ὁ ἀναλλοίωτος, ᾗ Θεὸς καὶ Θεοῦ Λόγος. Οὗτω καὶ ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα καὶ ἦνωται καὶ διακέκριται. $0=3 $8=330 $9=1 ταῖς θεολογικαῖς ὑποτυπώσεσιν, ἰδίᾳ περὶ ἑκάοτου διαλαβόντες, ὡς ἐφικτὸν, ἐξεθέμεθα, τὰ μὲν ἀνελίξαντες τῷ ἀληθεῖ λόγῳ καὶ ἀναπτύξαντες, καὶ τὸν ἱερὸν καὶ τὸν ἀνεπιθόλωτον νοῦν ἐπὶ τὰ φανὰ τῶν λογίων· θεάματα προσαγαγόντες· τοῖς δέ, ὡς μυστικοῖς κατὰ τὴν θείαν παράδοσιν ὑπὲρ νοερὰν ἐνέργειαν ἐπιβαλόντες. Πάντα γὰρ τὰ θεῖα, καὶ ὅσα ἡμῖν ἐκπέφανται, ταῖς μετοχαῖς μόναις γινώσκεται· αὐτὰ δὲ, ὀποῖά ποτέ ἐστι κατὰ τὴν οἰκείαν ἀρχὴν καὶ ἴὸρυσιν, ὑπὲρ νοῦν ἐστι καὶ πᾶσαν οὐσίαν καὶ γνῶσιν. Οἷον, εἰ τὴν Οπερούσιον κρυφιότητα Θεὸν, ἢ ζωὴν, ἢ οὐσίαν, ἢ φῶς, ἢ λόγον ὀνομάσαιμεν, οὐδὲν ἕτερον νοοῦμεν, ἢ τὰς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις, ἐκθεωτικὰς, ἢ οὐσιοποιοὺς, ἢ ζωογόνους, ἢ σοφοδώρους· αὐτῇ δὲ κατὰ τὴν πασῶν· τῶν νοερῶν ἐνεργειῶν ἀπόλυσιν ἐπιβάλλομεν, οὐδεμίαν ὁρῶντες θέωσιν, ἡ ζωὴν, ἢ οὐσίαν, ἤτιςἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ἐξῃρημένη κατὰ πᾶσαν ὑπεροχὴν αἰτίᾳἵ. Πάλιν, ὅτι μὲν ἔστι πηγαία θεότης ὁ Πατὴρ, ὁ δὲ Ἰησοῦς· καὶ τὸ Πνεῦμα, τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φάναι, βλαστοὶ θεόφυτοι, καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δννατόν. Ἀλλὰ μέχρι· τούτου πᾶσα τῆς καθ´ ἡμᾶς νοερᾶς ἐνεργείας ἡ δύναμις ὅτι πᾶσα θεία πατριὰ καὶ υἱότης ἐκ τῆς πάντων ἐξῃρημένης πατριαρχίας καὶ υἱαρχίας δεδώρηται καὶ ἡμῖν καὶ ταῖς ὑπερουρανίαις δυνάμεσιν, ἐξ ἧς καὶ θεοί, καὶ θεῶν υἱοὶ, καὶ θεῶν πατέρες οἱ θεοειδεῖς γίγνονται καὶ ὀνομάζονται νόες, πνευματικῶς δηλαδὴτῆς τοιᾶσδε πατρότητος καὶ υἱότητος ἐκτελουμένης, τοῦτ´ ἕστιν ἀσωμάτως, ἀθλως, νοητῶς, τοῦ θεαρχικοῦ Πνεύματος, ὑπὲρ πᾶσαν νοητὴν ἀὐλίαν καὶ θέωσιν ὑπεριδρυμένου, καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πάσης πατριᾶς καὶ υἱότητος θείας, ὑπεροχικῶς ἐξῃρημένων. Οὐδὲ γάρ ἐστιν ἀκριβὴς ἐμφέρεια τοῖς αἰτιατοῖς καὶ τοῖς αἰτίοις· ἀλλ´ ἔχει μὲν τὰ αἱτιατὰ τὰς τῶν αἰτίων ἐνδεχομένας εἰκόνας, αὐτὰ δὲ τὰ αἴτια τῶν αἰτιατῶν ἐξήρηται καὶ ὑπερίδρυται, κατὰ τὸν τῆς οἰκείας ἀρχῆς λόγον· καὶ ἵνα τοῖς καθ´ ἡμᾶς χρήσωμαι παραδείγμασιν, ἡδοναὶ καὶ λῦπαι λέγονται ποιητικαὶ τοῦ ἤδεσθαι καὶ λυπεῖσθαι· αὐταὶ δὲ οὔτε ἤδονται, οὔτε λυποῦνται· καὶ τὸ πῦρ θερμαῖνον καὶ καῖον οὐ λέγεται καίεσθαι καὶ θερμαίνεσθαι. Καὶ ζῇν εἴ τις φαίη τὴν αὐτοζωὴν, ἢ φωτίζεσθαι τὸ αὐτόφως, οὐκ ὀρθῶς ἐρεῖ κατὰ τὸν ἐμὸν λόγον, εἰ μή που καθ´ ἕτερον ταυτα εἴποι τρόπον, ὅτι περισσῶς καὶ οὐσιωδῶς προένεστι τὰ τῶν αἰτιατῶν τοῖς $0=3 $8=331 $9=1 Ἀλλὰ καὶ τὸ πάσης θεολογίας ἐκφανέστατον, ἡ καθ´ ἡμᾶς Ἰησοῦ θεοπλαστία, καὶ ἄῤῥητός ἐστι λόγῳ παντὶ, καὶ ἄγνωστος νῷ παντὶ, καὶ αὐτῷ τῷ πρωτίστῳ τῶν πρεσβυτάτων ἀγγέλων. Καὶ τὸ μὲν ἀνδρικῶς αὐτὸν οὐσιωθῆναι, μυστικῶς παρειλήφαμεν· ἀγνοοῦμεν δὲ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἐτέρῳ παρὰ τὴν φύσιν θεσμῷ διεπλάττετο, καὶ ὅπως ἀβρόχοις ποσὶ, σωματικὸν ὄγκον ἔχουσι καὶ ὕλης βάρος, ἐπεπόρευτο τὴν ὑγρὰν καὶ ἄστατον οὐσίαν· καὶ τὰ ἄλλα ὅσα τῆς ὑπερφυοῦς ἐστιν Ἰησοῦ φυσιολογίας. Ταῦτα δὲ ἡμῖν τε ἐν ἄλλοις ἱκανῶς εἴρηται, καὶ τῷ κλεινῷ καθηγεμόνι κατὰ τὰς θεολογικὰς αὐτοῦ στοιχειώσεις ὕμνηται λίαν ὑπερφυῶς, ἅπερ ἐκεῖνος, εἴτε πρὸς τῶν ἱερῶν θεολόγων παρείληφεν, εἴτε καὶ ἐκ τῆς ἐπιστημονικῆς τῶν λογίων ἐρεύνης συνεώρακεν, ἐκ πολλῆς τῆς περὶ αὐτὰ γυμνασίας τε καὶ τριβῆς, εἴτε καὶ ἔκ τινος ἐμυήθη θειοτέρας ἐπιπνοίας, οὐ μόνον μαθὼν, ἀλλὰ καὶ παθὼν τὰ θεῖα· κἀκ τῆς πρὸς αὐτὰ συμπαθείας, εἰ οὕτω χρὴ φάναι, πρὸς τὴν ἀδίδακτον αὐτῶν καὶ μυστικὴν ἀποτελεσθεὶς ἕνωσιν καὶ πίστιν. Καὶ ἵνα τὰ πολλὰ καὶ μακάρια θεάματα τῆς κρατίστης ἐκείνου διανοίας ἐν ἐλαχίστοις παραθώμεθα, τάδε περὶ τοῦ Ἰησοῦ φησιν ἐν ταῖς συνηγμέναις αὐτῷ θεολογικαῖς στοιχειώσεσι, Τοῦ ἀγιωτάτου Ἰεροθέου ἐκ τῶν θεολογικῶν στοιχειώσεων. Ἡ τάντων αἰτία, καὶ ἀποπληρωτικὴ, τοῦ Ἰησοῦ θεότης, ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασώζουσα καὶ οὔτε μέρος οὔτε ὅλον οὖσα, καὶ ὅλον καὶ μέρος, ὡπᾶν καὶ μέρος καὶ ὅλον ἐν ἑαυτῇ συνειληφυῖα, καὶ ὑπερέχουσα, καὶ προέχουσα, τελεία μὲν ἔστιν ἐν τοῖς ἀτελέσιν, ὡς τελετάρχις· ἀτελὴς δὲ ἐν τοῖς τελείοις, ὡς ὑπερτελὴς καὶ προτέλειος· εἶδος εἰδοποιὸν ἐν τοῖς ἀνειδέοις, ὡς εἰδεάρχις, ἀνείδεος ἐν τοῖς εἴδεσιν, ὡς ὑπὲρ εἶδος· οὐσία ταῖς ὅλαις οὐσίαις ἀχράντως ἐπιβατεύουσα, καὶ ὑπερούοιος, απάσης οὐσίας ἐξηρημένης, τὰς ὅλας ἁρχὰς καὶ τάξεις ἀφορίζουσα, καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένη. Καὶ μέτρον ἐστὶ τῶν ὄντων, καὶ αἰὼν, καὶ ὑπὲρ αἰῶνα, καὶ πρὸ αἰῶνος· πλήρηςἰ ἐν τοῖς ἐνδεέσιν· ὑπερπλήρης ἐν τοῖς πλήρεσιννο, ἄρῥητος, ἄφθεγκτος, ὑπὲρ νοῦν, ὑπὲρ ζωλν, ὑπὲρ οὐσίαν ὑπερφυῶς ἔχει τὸ ὑπερφυὲς, ὑπερουσίως τὸ ὑπερούσιον. Ὅθεν ἐπειδὴ καὶ ἕως φύσεως ὑπὸφιλανθρωπίας ἐλήλυθε, καὶ ἀληθῶς οὐσιώθη, καὶ ἀνὴρ ὁ ὑπέρθεος ἐχρημάτισενεω δὲ εἴη τὰ πρὸς ἡμῶν τὰ ὑπὲρ νοῦν καὶ λόγον ὑμνούμενα· καν τούτοις ἔχει τὸ ὑπερφυὲς καὶ ὑπερούσιον, οὐ μόνον; ἀναλλοιώτως $0=3 $8=332 $9=1 ἡμῖν καὶ ἀσυγχύτως κεκοινώνηκε, μηδὲν πεπονθὼς εἰς τὸ ὑπερπλῆρες αὐτοῦ, πρὸς τῆς ἀφθέγκτου κενώσεωὲ·. ἀλλ´ ὅ τι καὶ τὸ πάντων καινῶν καινότατον, ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν, ἐν τοῖς κατ´ οὐσίαν ὡπερούσιος ν, πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὧπερέχων. Τούτων μὲν οὖν ἄλις· ἐπὶ δὲ τὸν τοῦ λόγου σκοπὸν προᾶωμεν, τὰ κοινὰ καὶ ἡνωμένα τῆς διακρίσεως τῆς βείας ὀνόματα, κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀνελίττοντες. Καὶ ἵνα σαφῶς περὶ πάντων ἐξῆς προδιορισώμεθα, διάκρισιν θείαν φαμὲν, ὡς εἴρηται, τὰς ἁγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι, καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας, ἡνωμένως μὲν διακρίνεται, πληθύεται δὲνι ἐνικῶς, καὶ πολλαπλασιάζεται ἐκ τοῦ ἑνὸς ἀνεκφοιτήτως· οἷον, ἐπειδὴ ὤν ἐστιν ὁ Θεὸς ὑπερουσως, δωρεῖται δὲ τὸ εἶναι τοῖς οὖσι, καὶ παράγει τὰς ὅλας αὐσίας, πολλαπλασιάζεσθαι λέγεται τὸ ἕν ὃν ἐκεῖνοτῇ ἐξαύτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων, μένοντος δὲ οὐδὲν ἧττον ἐκείνου, καὶ ἐνὸς ἐν τῷ πληθυσμῷ, καὶ ἡνωμένου κατὰ τὴν πρόοδον, καὶ πλήρους ἐν τῇ διακρίσει, τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξῃρημένον, καὶ τῇ ἑνιαίᾳ τῶν ὅλων προσαγωγῇ, καὶ τῇ ἀνελαττώτῳ χύσει τῶν ἀμειώτων αὐτοῦ μεταδόσεων. Ἀλλὰ καὶ ἓν ὤν, καὶ παντὶ μέρει καὶ ὅλῳ, καὶ ἐνὶ καὶ πλήθει, τοῦ ἑνὸς μεταδοὺς, ἕν ἐστιν ὡσαύτως ὑπερουσίως, οὔτε μέρος ὃν τοῦ πλήθους, οὔτε ἐκ μερῶν ὅλον· καὶ οὔτως οὕτε ἕν ἐστιν, οὔτε ἐνὸς μετέχει, οὐδὲ τὸ ἓν ἔχει· πόῤῥω δὲ τούτων ἕν ἀστιν, ὑπὲρ τὸ ἓν, τοῖς οὖσιν ἓν, καὶ πλῆθος ἀμερὲς, ἀπλήρωτον ὑπερπλῆρες, πᾶν ἕν καὶ πλῆθος παράγον, καὶ τελειοῦν, καὶ συνέχον. Πάλιν τῇ ἐξ αὐτοῦ θεώσει, τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖθεῶν πολλῶν γιγνομένωνʹ, δοκεῖ μὲν εἶναι καὶ λέγεται τοῦ ἑνὸς Θεσῦ διάκρισις καὶ πολλαπλασιασμὸς, ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος ὑπερουσίως εἷς Θεὸς, ἀμέριστος ἐν τοῖς μεριστοῖς, ἡνωμένος ἑαυτῷ, καὶ τοῖς πολλοῖς ἀμιγὴς καὶ ἀπλήθυντος. Καὶ τοῦτο ὑπερφυῶς ἐννοήσας ὁ κοινὸς ἡμῶν καὶ τοῦ καθηγεμόνος ἐπὶ τὴν θείαν φωτοδοσίαν χειραγωγὸς, ὁ πολὺς τὰ θεῖα, τὸ φῶς τοῦ κόσμου, τάδε φησὶν ἐνθεαστικῶς ἐν τοῖς ἰεροῖς αὐτοῦ γράμμασι· Καὶ γὰρ εἰπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς,σκεροῦν εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί,] ἀλλ´ ἡμῖν εἰς Θεὸς ὁ Παεὴρ, ἐξ οὖ τὰ πάντα, καὶ ἡμεῖς $0=3 $8=333 $9=1 εἰς σὐτόν· καὶ εἶς Κύριος λησοῦς Χριστὸς, δι´ οὖ τὰ πάντα, καὶ ἡμεῖς δι´ σὐτοῦ. Καὶ γὰρ ἐιὰ τῶν θείων αἱ ἐνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι, καὶ προκατάρχουσι, καὶ οὐδὲν ἧττόν ἐστιν ἡνωμένα καὶ μετὰ τὴν τοῦ ἐνὸς ἀνεκφοίτητον καὶ ἐνιαίαν διάκρισιν. Ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεέτητος διακρίσεις, εἴτ´ οὖν ἀγαθοπρεπεῖς προόδους, ἐκ τῶν ἐμφαινουσῶν ὃ αὐτὰς ἐν τοῖς λογίοις θεωνυμιῶν ὑμνῆσαι κατὰ τὸ δυνατὸν πειρασόμεθα, τούτου καθάπερ εἴρηται προδιεγνωσμένου, τοῦ πᾶσαν ἀγαθουργικὴν ὃν θεωνυμίαν, ἐφ´ ἧπερ ἂν κέηται τῶν θεαρχικῶν Ὑποστάσεων, ἐπὶ τῆς ὄλης αὐτὴν ἐκληφθῆναι θεαρχικῆςν ὁλότητος ἀπαρατηρήτως. $0=3 $8=336 $9=1 ἔΠ. Τὸ παρὸν κεφάλαιον εστι περὶ ἡνωμένης καὶ ϟακεκριμένης θεολογίας. Ἐπειδὴ γὰρ προέθετο ὁ ἁγιος περὶ θείων ὀνομάτων εἰπεῖν, τὰ δὲ θεῖα ὀνόματα, τὰ μὲν κοινῶς καὶ τοῖς τρισὶ θεαρχικοῖς Προσώποις ἁρμόζουσι, τὰ δὲ μιᾷ ἑκάστῃ τῶν Ὑποστάσεων· διὰ σοῦτο τὰ μὲν κοινῶς τῇ θείᾳ φύσει ἀρμόζοντα ὀνόματα, ἡνωμένην ἐπιγράφει θεολογίαν· τὰ δὲ μιᾷ ἑκάστῃ ὑποστάσεων, δισκέκριμένην. Καὶ πάλιν θείαν ἕνωσιν λέγει τὴν κρυφίαν καὶ ἀκατάληπτον γνῶσιν τῆς θείας φύσεως,τὴν γὰρ οὐσίαν αὐτὴν τῆς ἀκαταλήπτου Τριάδος τί ἐστιν οὐδεὶς γνώσεταί ποτε· ἄιάκρισιν δὲ θείαν τὰς ἐνυποστάτους προσκυνητὰς ὑκάρξεις, τουτέστι, τοῦ μὲν Υἱοῦ τὸν ἐκ Πατρὸς ἀνέκφραστον ἀπαυγασμὸν, τοῦ δὲ παναγίου Πνεύματος τὴν ἐκ Πατρὸς ἀνεννόητον ἐκπόρευσιν, τὴν θεαρχικὴν Ἐλην ὕοαρξιν, μᾶλλον δὲ οὐδὲ κυρίως ὕπαρξιν, ἀλλὰ ὑπερόπαρξιν· ἀλλ´ ἐπειδὴ πᾶσα ὕπαρξις ἐξ αὐτῆς, ἐκ τῶν αἴτιατῶν κτισμάτων ὀνομάζὲται ὕπαρξις. Τὴν γοῦν θεαρχικὴν ταύτην ὕπαρξιν ὅλην, τουτέστι τὴν μίαν καὶ μόνην θεότητα,ος γὰρ αὐτῷ οὕτω καλεῖν τὴν τῆς ἁγίας καὶ μόνης προσκυνητῆς Τριάδος τὴν Κντρισὶν Υποστάσεσι γνωριζομένην θεότητα, ταύτην γοῦν ὅτι ποτέ ἐστιν ἡ αὐτοαγαθότης, ὁ Κύριος ἐν τοῖς ἰεροῖς Εὐαγγελίοις γνωρίζων ἡμῖν ὑμνεῖται, τουτέστι μετὰ πάσης εὐλαβείας καὶ θεότητος κατανοεῖται· ατὴ γὰρ ἡ θεαρχία ὁ Κύριος ὑφηγούμενος ἔιαγε πρὸς τὸν ἐρωτῶντα· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἰς ὁ Θεός. Τοῦτο μὲν οὖν καὶ ἐν ἄλκρις εἴρηται παρ´ ἡμῶν ἐξετασθὲν, ὅτι οὐ μερικῶς ἐφ´ νὶ τῶν θεαρχικῶν ὑποστάσεων τὰ τοιαῦτα ὀνόμτα λέγονται, ἀλλ´ ἐπὶ τῆς ὅλης καὶ πλήρους θεότη- «τος· καὶ ὅτι πάντα ταῦτα τὰ κοινὰ ὀνόματα ἀνατίενται ἀμερῶς, οὐ μεριζόμενα κατὰ ἀποκλήρωσιν, ώς ν Πρόσωον, ἀλλ´ ἐφ´ ἑνὶ ἐκάστῳ, καὶ ἐπὶ τοῖς τρεσὶ καινῶς, ἀπολύτως, τουτέστιν οὐ μετά τινος ρρσθήκης εἰς ἓν Πρόσωπον, καὶ δίχα ταύτης εἰς ἄλλο· ἀλλ´ ἀπαρατηρήτως, ὡς ἐφ´ ἑνὶ ἑκάστῳ, καὶ ἐπὶ τοῖς τρεσὶ κοινῶς· καὶ ὡς κοινῶς, καὶ ἐφ´ ἐνὶ ἑκάστῳ, καὶ ὀλικῶς ἐπλ ἀπάσῃ τῇ ὁλότητι τῆς θαότητος. Καὶ γοῦν καὶ ὡς ἐν ἄλλοις ὑπεμνήσαμεν, ὁ μὴ κοινὰς εἶναι λέγων τὰς θεωνυμίας ἀποσχίζει ἀσὅῶς τὴν ἑνότητα τῆς προσκυνητῆς Τριάδος. Ῥητέον οὖν ὡς τὸ ἐν Εὐαγγελίοις ἀγαθός ἐπὶ τῶν τριῶν θεαρικῶν Ὑποστάσεων ἐκληπτέον, καὶ γὰρ καὶ ὁ ἀγαθοφυὴς Λόγος λέγει· Εἰ οὐν ὁ ὀφθαλμός σου πονηΡός $0=3 $8=337 $9=1 ἐστιν, δτι ἐγὼ ἀγαθός εἰμις καὶ πάλιν παρὰ τῷ Δαυΐδ εὕρηται, λέγοντι· Τὸ Πνεῦμά σου τὸ ἀγαρὸν ὀδηγήσει με ἐν τῇ εὐθείᾳ· καὶ πάλιν τὸ πρὸς Μωσῆν εἰρημένον· Ἐγώ εἰμι ὁ ὥν. Ἔὰν περιγράψαι θελήσωσί τινες ἐν ἑνὶ προσώπῳ, πῶς ἀκούσονται περὶ μὲν τοῦ Πατρὸς τὰ ἐν τῇ Ἀποκαλύψει τοῦ κὸάγγελιστοῦ Ἰωάννου· Ὁ ὅν, ὁ ἧν, ὁ ἐρχόμενος; περὶ δὲ τοῦ Υἱοῦ τὰ ἐν τῷ Δαυὶδ· Σὐ δὲ ὁ αὐτὸς εἶῷ περὶ δὲ τοῦ ἁγίου Πνεύματος τὰ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· Τὸ Πνεῶμα τῆς ἀληθείας, τὸ δὃν, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται; Καὶ σκέψαι πῶς φησι τὴν χρῆσιν ταύτην· οὐδὲ γὰρ φέρεται οὕτω νῦν. Καὶ πάλιν περὶ τῆς ζωῆς, εἰ μὴ καὶ ἐπὶ ταῖς τρισὶν ὑποστάσεσι ῥηθείη, πῶς ἐν τοῖς θείοις Εὐαγγελίοις εὕρηται, ὅτι ὥσπερ ὁ Πατὴρ ἐγείρει καὶ ζωοποιεῖ τοὺς νεκροὺς, οὔτω κὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ; καὶ τό· Πνεῦμά ἐστι τὸ ζωοποιοῦν; Ὅτι δὲ καὶ τὸ Κύριος κοινόν ἐστι, περὶ μὲν τῆς θεογόνου θεότητος τοῦ Πατρὸς, ἢ τῆς υἱικῆς, δηλονότι τοῦ Υἱοῦ, οὐδ´ ἔστιν εἰπεῖν ποσαχῶς λέγεται. Ἀλλὰ καὶ Κύριος τὸ Πνεῦμά ἐστιν· ὁμοίως καὶ τὸ καλὸν, καὶ τὸ σοφὸν, καὶ τὸ φῶς, καὶ τὸ θεοποῖὸν, καὶ τὸ αίτιον. Πάντα ταῦτα καὶ περιληπτικῶς ἐπὶ τῆς ὅλης εότητος, κατὰ τό· Τὰ πάντα ἐκ τοῦ Θεοῦ ἐστε, καὶ διεξοδικῶς ἐπὶ μιᾷ ἑκάστῃ τῶν ἱΥποστάσεων ἐπὶ μὲν τοῦ Υἱοῦ ὅτε φησί· Τὰ πάντα δι´ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισήαι, καὶ ἐν αὐτῷ συνέστηκε· τοῦτο γὰρ εἰς τὸν δημιουργικὸν Λόγον ἐδέξαντο πάντες. Ἑπὶ δὲ τοῦ ἀγίου Πνεύματος· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται. Καὶ ἵνα συλληπτικῶς εἴποι τις, αὐτὸς ὁ Κύριος ἔφη· Πάντα ὅσὰ ἔχει ὁ Παιὴρ, ἐμά ἐστι, καὶ, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ, ἐμά. Πλὴν κοινωνικῶς καὶ ἡνωμένως καὶ τω παυαγίω Πνεύματι. Τίνα ταῦτα· Αἱ θεουργίαι, δηλονότι τὰ θαύματα, ὡς τό· Εἰ δὲ ἑγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Τὸ σέβας, ὡς τό· Τῷ δέ εἰς τὸ Πνεῦμα τὸ ἄγιον βλασφημήσαντι οὐκ ἀφεθψσεται. Τὴν πηγὴν καὶ διανομὴν τῶν χαρισμάτων, ὡς τό· Αήψεσθε δύναμιν ἐξ ὕψους, ἐπελθόντος τοῦ ἀγίου Πνεύματος. Καὶ οὐδένα τῶν ἐν ταῖς ἰεραῖς Γραφαῖς ἀδιαστρόφως ἐντεθραμμένων, οἶμαι ἀντερεῖν πρὸς ταῦτα, ὅτι καὶ κοινῶς καὶ ἱδίᾳ τὰ τοιαῦτα ὀνόματα πρόσεισι, κατὰ τὸν λόγον καὶ τὴν αἰτίαν, ὅτι ἕκαστον τῶν θεαρχικῶν τέλειος Θεὸς, καὶ τὰ τρία πάλιν εἶς Θεὸς τέλειος. Τούτων οὖν βραχέως μὲν ἐνταῦθα, ἐν ἄλλοις δὲ ἱκανῶς διωρισμένων, ὁποίαν θεωνυμίαν ὁλικὴν καὶ κοινὴν(πεξαιρουμένης τῆς ἰδίας καὶ ὑποστατικῆς, ἀναπτύξαι ἐγχειρήσομεν, κοινῶς αὐτὴν ἐκληπτέον. ἔ Ιi. Εἰ δέ τις εἴποι, ὅτι σόγγυσιν ἐντεῦθεν ποιούμεθα καὶ συγχέομεν τὴν θεοπρεπῆ κατὰ τὰς Ὑποστάσεις διαίρεσιν, ὅτι τὴν ἐπὶ τοῦ Υἱοῦ θεωνυμίαν τυχὸν ἐπὶ πάσης φέρομεν τῆς θεότητος, $0=3 $8=338 $9=1 ἡμεῖς οὐδὲ ὑπολαμβάνομεν αὐτὸν εἶναι ἐκανὸν εἰ τὸ πείθειν, ὅτι ἀληθῆ λέγει ἃ λέγει καθ´ ἡμῶν. Εἰ μὲν γὰρ τῇ θείᾳ Γραφῇ ἀνθίσταται, πόῤῥω καὶ τῆς ἡμετέρας φιλοσοφίας ἔσται· καὶ εἴ μὴ μέλει τούτῳ τῶν θείων Αογίων, πῶς ἂν μελήσοι ἡμῖν τῆς ἐκείνου χειραγωγίας καὶ διδασκαλίας; Εἰ δὲ δέχεται τὴν τῶν λογίων ἀλήθειαν, ἡμεῖς αὐτοῖς τοῖς λογίοις, ὡς κανόνι καὶ φωτὶ χρώμενοι, ἀπολογὴσόμεθα αὐτῷ, ὡς ἡ θεολογία τὰ μὲν τῶν ὀνομάτων ἡνωμένως παραδίδωσιν, ὡς τὸ Θεὸς, τὸ ἁγαθὸς, καὶ τὰ ὅμοιας τὰ δὲ βιακεκριμένως, ὡς τὸ Πατὴρ, τὸ Υλὸς, τὸ Πνεῦμα, τὸ γεννητὸν, τὸ ἀγέννητονό, τὸ ἐκπορευτόν· Κκαὶ οὐχ οἷόν τε οὔτε τὰ ἡνωμένα διαιρεῖν, οὗτε τὰ διακεκριμένα συγχεῖν, ἀλλὰ χρὴ ἐπομένους τῇ θεολαγίᾳ, ἀνανεύειν ἐπὶ τὰς θείας φωταγωγίας· καὶ γὰρ ἐκεῖθεν τὰς διδασκαλίάς παραλαβὸντες, σπεύσομεν ὥσπερ τινὰ κανένα ταύτας φυλάττειν καὶ ἀπληθύντους, καὶ ἀμειώτους, τοῦτο γάρ ἐστι τοῦ κανόνος τὸ ἴδιον, τὸ πλέον δὲ ἀπεριτρέπτους, φρουρούμενοι μὲν ἐν τῇ φρουρᾷ τῶν λογίων, δυναμούμενοι δὲ, εἰς τοῦτο δὴ τὸ φρουρεῖσθαι ἐν τῷ φρουρεῖν αὐτά. ΠΙ. Τὰ μὲν οὖν ἡνωμένα, δηλαδὴ τῆς δλης Θεότητος, τῆς Τριμδικῆς μονάδος, ὡς ἐν ἄλλοις εἴπομεν, ἐστὶ τὸ ὑπεράγαθον, καὶ τάλλα, προσλαμβανομένης τῆς ὑπὲρ προθέσεως, ἂ δὴ καὶ τῆς ὑπεροχικῆς ἀφαιρέσεως λέγει· ἀφαιρεματικὸν γὰρ καὶ τὸ ἀθάνατον, καὶ τὸ ἄκτιστον, ἀλλὰ κατὰ ἀπόφασιν. Ἀφαιρεματικὸν καὶ τὸ ὑπεράγαθον· οὐδὲ Κγὰρ ἁπλῶς ἀγαθὸν καὶ σοφὸν, ἂἄλλ´ ὑπὲρ ταῦτα καὶ ἀσυγκρίτως, καὶ διὰ τοῦτο ὑπεροχικῶς τὴν ἀφαίρεσιν ἔχουσι· μεθ´ ὧν εἰσι καὶ τὰ αἰτιολογικά· τὸ γὰρ ἁγαθὸν, καὶ τὸ καλὸν, καὶ τὸ ὅν, ὅτι τὸ Θεῖον ὔπίστησε καλὰ, καὶ ὄντα, καὶ ἀγαθὰ, ἐκ τῶν αἰτιατῶν αὐτὰ ὀνομάζεται· τῦτα τὰ ἡνωμένα. Τὰ βὴ διακεκριμένα, τὸ ὑπερούσιον ὄνομα τοῦ Πατρὸς, τὸ ὑπερούσιον ὄνομα τοῦ Υἱοῦ, τὸ ὑπερούσιον ὄνομα τοῦ ἁγίου Πνεύματος· οὔτε γὰρ ἀντιστροφὴ ἐκ τούτων γίνεται, οὔτε κοινότης. Ὁ γὰρ Πατὴρ Θεὸς, οὐ μὴν ὁ Θεὸς Πατὴρ μόνως· καὶ ὁ Υἱὸς Θεὸς, οὐ μὴν ὲ καὶ ὁ Θεὸς Υἱὸς μόνως· ὁμοίως καὶ ἐπὶ τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος. Εὔρηται καὶ ἄλλη διακεκριμένη θεολογία ἰδίως ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ, ἡ τούτου καθ´ ἡμᾶς ὕπαρξις ἡ παντελής· σάρκα γὰρ ἐψυχωμένην καὶ νοερὰν προσελάβετο· καὶ ἀναλλοίωτος· ὃ γὰρ ἦν μείνας ἀτρέπτως, ὃ οὐκ ἦν προσελάβετο, δηλονότι υἱὸς ἀνθρώπου, τὸ ὑπ´ ἀρχὴν γενέσθαι, τὸ ὑπὸ χρόνον, καὶ τᾶλλα τὰ ἀνθρώπινα, καὶ ὅσα ἄλλα τῆς κατ´ αὐτὸν φιλανθρωπίας μυστήρια, τὸ πεινῆσαι, τὸ διψῆσαι, τὸ κοπιάσαι, καὶ τᾶλλα, ἃ δή φησιν οὐσιώδη, ἐκβάλλων τὴν κατὰ φαντασίαν δόξαν. Ιv. Πρέπει τοίνυν, ἀναλαβόντας τὸν ὁλοτελῆ τῆς θείας ἑνώσεώς τε καὶ διακρίσεως ἐκθέσθαι καὶ εἰπεῖν τρόπον, ὅπως δῆλος ὁ λόγος γένηται, ἅπαν μὲν ἀσαφὲς φεύγων, τὰ δὲ κατὰ δύναμιν σαφῶς περιορίζων Καλοῦσι γὰρ, ὅπερ καὶ ἐν ἑτέροις εἶπον, οἱ τὰ ἱερὰ μεμυημένοι, ἑνώσεις μὲν θείας τὰς περὶ τῆς οὐσίας ἀκαταλήπτου γνώσεις· τὴν δὲ οὐσίαν αὐτὴν τῆς ἀκαταλήπτου $0=3 $8=339 $9=1 Τριάδος τί ἐστιν, οὐδεὶς γνώσεταἱ ποτ·· διακρίσεις δὲ θείας τὰς ἐνυποστάτους προσκυνητὰς ὑπάρξεις, τουτέστι, τοῦ μὲν Υἱοῦ τὸν ἐκ Πατρὸς ἀνέκφραστον ἀπαυγασμὸν, τοῦ δὲ παναγίου Πνευματος τὴν ἐκ Πατρὸς ἀνεννόητον ἐκπόρευσιν Σὸτῖ ἓνώσεις, ὅτι τὸ ταύτὸν τῆς ἑνιαίας δηλοῦσι φύσεως· ἐνταῦθα διακρίσεις, ὅτι τὴν διαίρεσιν τῶν ὑποστάσεων παριστῶσι. Καί φασιν οἱ τοιοῦτοι ἱεροὶ ἄνδρες, καὶ τῆς ἐνώσεως τὰ ἴδια, δηλονότι τὸ ἀγαθὸν, τὸ σοφὸν, τὸ ἀθάνατον, καὶ τῆς διακρίσεως πάλιν τὰ ἴδια· Πατρὸς μὲν τὸ ἀγέννητον, Υἱοῦ δὲ τὸ γεννητὸν, καὶ Πνεύματος ἀγίου τὸ ἐκπορευτόν. Τινὲς δέ εἰσιν αἱ ἰδικαὶ ἐνώσεις, καὶ τινὲς αἱ ἰδικαὶ διακρίσεις, δηλονότι, κοινὸν μὲν Υἱοῦ καὶ Πνεύματος τὸ ἐκ Πατρὸς εἶναι, ἴδιον δὲ πάλιν, ὅτι τὸ μὲν γεννητῶς, τὸ δ´ ἐκπορευτῶς. Καὶ πάλιν, κοινὸν μὲν Πατρὸς καὶ Υΐοῦ τὸ εἶναι τὸ Πνεῦμα τὸ ἄγιον καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἴδιον δὲ, ὅτι Πατρὸς μὲν Πνεῦμα, ὡς ἐα Πατρὸς ἐκπορευόμενον· Υἱοῦ δὲ Πνευμα, ὡς συνοοσιωμένον καὶ ἴδιοναὺτοῦ. Καὶ ταύτας λέγει ἑνώσεις καὶ διακρίσεις τῆς διακρίσεως ἰδικάς. Ἐφεξῆς λέγει, τίνες αἱ θεῖαι ἑνώσεις, ἤ γουν αἱ κοιναὶ τῆς θείας οὐσίας, δηλονότι ἡ ὑπερούσιος θεότης, ἡ ὑπεράγαθς ἀγαθότης· ὅτι καὶ ὑπὲρ ἃ λέγεται, τὸ Θεῖσν ἀσυγκρίτως ἐστίν· ὃ δὴ προλαβὼν, καὶ ὑπεροχικὴν ἀφαίρεσιν εἶπεν· Ἡ πάντων ἐπέκεινα ταύτότης, τῆς ἐπέκεινα. πάντων ὅλης Θεοῦ ἰδιότητος δηλονότι τοῦ ἀγαθοῦ. τοῦ σοφοῦ καὶ τῶν τοιούτων· ταῦτα γάρ εἰσιν ἰδιότης Θεοῦ πρὸς τὰ κτιστμ ὑπεροχικῶς. Τὸ ὑπὲρ πᾶσαν ἑνότητα ἐν τοῖς οὗσιν ἀμερές τε καὶ ἁπλοῦν, τὸ ἄφθεγκτον καὶ πολύφωνον· τὸ μὲν, ὅτι ἀκατονόμαστον· τὸ δὲ, ὅτι τῇ ποικιλίᾳ τῶν εὐεργετουμένων ποικίλως ὀνομάζεται. Ἡ ἀγνωσια καὶ πὸ παννόητον· ἐν ἀγνοίᾳ γὰρ γίνεται γνωστὸς ὁ Θεός. Ἄγνοιαν δὲ μὴ τὴν διὰ τῆς ἀμαθίας λάβῃς,ὕτη γὰρ σκότος ἐστὶ ψυχῆς, μήτε τὴν γινώσκουσαν,τι ἀγνοεῖται ὁ ἄγνωστος, εἶδός γὰρ καὶ αὕτη γνωριστικόν· ἀλλὰ κατ´ ἐκείνην τὴν ἄγνοιαν, καθ´ ἡν ἁπφωθέντες ὑπὲρ τὰς νοήσεις, καὶ πᾶσαν ἔννοιαν περὶ Θεοῦ ὑπερβάντες, ἀπλοῖ γινόμεθα. Νομίζοντες δὲ κατειληφέναι, καὶ ἀδιάκριτοι μένοντες, διὰ τὴν πρὸς τὴν ἑνότητα στάσιν· καὶ βεβαίως ἑστῶτες ἐν τῇ ἑνώσει, ἀγνοοῦμεν ὅτι οὐ κατελάβομεν, τουτέστιν, οὐχ ἑτέρου τινὸς εἰδότες, ἡμεῖς ὡς ἀμαθεῖς ἀγνοοῦμεν. Ἀλλὰ τὰ παρὰ πάσης τῆς κτίσεως εὐσεβῶς ἀγνοούμενα ἀγνοοῦμεν. Ἐν ταύτῃ γὰρ στάντες τῇ ἀγνοίᾳ, εἶδος γινόμεθα τοῦ πρὸ πάντων ὄντος, ἐάσαντες μν πάντα τὰ εἴδη καὶ τὰς νοήσεις, ἐν ἀφασίᾳ δὲ κρείττονι πάσης φθέγξεως ἱδρυμένοι τῷ μηδὲ τοῦτο γινώσκειν ὅτι ἀγνοοῦμεν· εἶτα πάλιν ὑποστρέψαντες ἐκ τῆς ἐν ἀφασίᾳ σιωπῆς, καὶ συνιέντες ὅτι ἠγνοοῦμεν, ἀφιστάμεθα λοιπὸν τοῦ περὶ ἀγνώστου ζητεῖν. Παννόητος δὲ πάλιν ὁ Θεὸς, ὡς ἐκ τῶν φιλοδώρων ἐν νοιῶντ νοούμενος ὅτι ἔστι, καὶ ἐκ τῶν δημιουργημάτων· ἐκ τῶν μὲν, ὅτι σωτήρ ἐστιν· ἐκ τῶν δὲ, ὅτι δημιουργός. Καὶ θέσιν μὲν τὴν ὑπαρξιν καλεῖ, ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ, τῆς πάντων οὕσης ὑπάρξεως. $0=3 $8=340 $9=1 Λέγουσι γὰρ οἰ φιλόσιφοι θέσιν τὰ ἐπιτιθέμενα εἴδη τῇ ὕλῃ· ἀφαίρεσιν δὲ, ὅταν αἱ ποιότητες τῶν εἰδῶν ἀφαιρτθῶσιν, οἷον γῆς τὸ ξηρὸν καὶ βαρό· τότε γὰρ ἔσται τυχὸν βδωρ- Ὁ γοῦν Θεὸς ὁ καὶ ταῦτα μετασχηματίζων, ἡ πάντων θέόις καὶ ἀφαίρεσίς ἀστι· θέσις μὲν πάντων, ὡς τὰ πάντα θεὶς καὶ ποιήσας, καὶ ἰδρύσθαι παρασκευάζων· ἐν αὐτῷ γὰρ τὰ πάντα συνέστηκεν. Ἀφαίρεσις δὲ πάντων ἐστὶν, ὡς καὶ τὴν θέσιν αὐτὴν τῶν ὄντων καὶ τὴν ποίησιν μεταῤῥυθμίζων, μετασκευάζων καὶ ἀφαιρῶν ἐκ τῶν τεθειμένων τὰ κατὰ φύσιν. Εἰ γὰρ ὡμολόγηται, τὰ ἐν γενέσει πάντως καὶ φθείρεσθαι, αὐτὸς ὲ κλούτῳ ἀγαθότητος, τῶν μὲν ἀνεῖλε καὶ τὸ φθαρτὸν, ὥς ἀγγέλων καὶ ψυχῶν, τῶν δὲ τὸ φθαρτὸν εἰς ἀφθαραὔαν μετήγαγεν, ὡς τὰ σώματα ἡμῶν ἐν τῇ ἀναστά- σαι´ δῆλον ὡς αὐτὸς ταῦτα ἡμῖν ὑπάρχων, αὐτὸς καὶ ὑπὲρθέσιν ἐστὶ καὶ ἀφαίρεσιν, θεμέλιος καὶ ῥίζα πάντων ὤν, οὐ τοπικῶς, ἀλλὰ κατὰ τὸ αἴτιον. Οὔτε ἀφαίρασις αὐτὸς ὢν, ὧν αὐτὸς ἔχει· τὸ γὰρ ἀθάνατον, καὶ ἀπατάληπτον, καὶ ἄγνωστον, καὶ ὅσα τοιαῦτα ἔχει, ὐχ ὡς μὴ ὤν τὸ ἐναντίον, ἀλλὰ κατὰ ἰδιότητά τινα πᾶσιν ἄῤῥητον· ἐξῇρηται γὰρ τῶν ἀπάντων, καὶ ὑπ´ οὐλενὸς νοεῖται, ἢ ὅλως καταλαμβάνεται, ὡς αὐτὸς ἑαυτὸν ἀρπάσας διὰ τῆς ἀπειρίας. Ἡ ἐν ἀλλήλαις πάλεν τῶν ἐναρχικῶν ὑποστάσεων μονὴ καὶ ἴδρυσις· ἕν γὰρ, καὶ ἓν, καὶ ἂν, καὶ τὰ τρία ἕν. Τί δέ ἐστιν ἡ μονὴ καὶ ἴδρυσις, ὡς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἀν ἐμοί; οὕτω καὶ περὶ τοῦ ἁγίου Πνεύματός φησιν ὁ εῖος ἀπόστολος. Ἡ μὴ συγκεχυμένη ἐν μέρει, καθάπερ τὸ αἰσθητὸν παράδειγμα ἔχον. Ὥσπερ γὰρ τριῶν κηρῶν ἁπτόντων ἔν τινι οἴκῳ, ταῖς μὲν ὑποστάσεσι διακεκριμένων, τῷ δὲ φωτὶ ἡνωμένην τὴν καινωνίαν ἐχόντων, καὶ οὐδεὶς δύναται διακρῖναι τὸ κοινὸν φῶς, δτι τοῦτο μὲν τούτου, τοῦτο δὲ τοῦ ἄλλου λαμπτῆρος. Ταῦτα εἰπὼν, μεταφέρει τὸν λόγον ἐπὶ τὸ τῆς οἰκονομίας μυστήριον, καὶ τὸ Εὐαγγελικὸν ῥητὸν σαφηνίζει τὸ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Πατέρα μου ὑπάγω, φησὶν ὅτι εἴ τις ἕνα τῶν πυρσῶν ὑπείαγαγέσθαι τοῦ δωματίου νοήσει, οὐδέν τι τῶν ἑτέρων φώωτων συνεπισπώμενον, ἢ τὸ ἀαυτοῦ τοῖς ἐτέροις καταλεῖπον, τὸ ὑπεξαγόμενον φῶς ὑπεξάγεται· οὕτω νόει καὶ ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας. Ἔλθὼν ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, καὶ ἐπιδημήσας ἐν τῷ κόσμῳ, οὐ συνκξήγαγεν ἑαυτῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα οὔτε μὴν τῶν οἰκείων τι ἐκείνοις κατέλιπεν, ἀλλ´ ἁδιαίρετον τῆς ἑαυτοῦ μονῆς τὴν ἔξοδον ἐποιήσατο. Πλὴν αἱ τῶν σωμάτων ἐνώσεις τῶν τε στοιχειωδῶς θεωρουμένων, καὶ τῶν ἄλλως πως μιγνυμένων, δυνάμεσι καὶ ποιότητι τὸ παρηλλαγμένον ἔχουσιν· ὡσαύτως καὶ αἱ ἀυχικαὶ δυνάμεις τὸ διάφορον ἔχουοι, καὶ μὴν καὶ αἱ τῶν ἀγγέλων πρὸς τὰς θείας ἑλλάμψεις ἑνότητες, τὸ ἀνὰ μέρος καὶ ἀνάλογον ταῖς οἰκείαις τάξεσιν ἔχουσιν· ἡ δὲ ἐν τῇ ἁγίᾳ Τριάδι ἑνότης, καὶ ὅσα ταύτης, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη, ἢ ἐαυτῶν διαφέρουσα, εἰκότως ὑπὲρ ταύτας τὰς ἑνώσεις εἶναι δοξάζεται. Ὑπερίδρυται μὲν ἡ ὑπερούσιος ἕνωσις. οὐ τῶν σωματικῶν $0=3 $8=341 $9=1 μόνον ἐνώσεων, ἀλλὰ καὶ τῶν ἑν ψυχαῖς αὐταῖς, καὶ μᾶλλον ἐν αὐτοῖς τοῖς ἀγγέλοις, ἂς δὴ ἑνώσεις θείας ἔχουσι τὰ ὑπερουράνια φῶτα, οἱ ἄγγελοι, ἀμιγῶς, ἀσυγχύτως, καὶ ὑπερκοσμίως, ὅλα δι´ ὅλων· οὐ γὰρ μερικῶς ἐπιβραβεύεται τούτοις ἡ ἕλλαμψις, ἀλλ´ ὀλοτελῶς, εἰ κἀπεῖνοι πρὸς τὸ δυνατὸν καὶ μὸνον ἑνοῦνται. Ὅσπερ, ἡλίου ὀλοτελῶς ἐπιλάμποντος, ἕκαστον πρὸς τὸ δυνατὸν ποῦ φωτὸς μεταλαμβάνει, οὕτω καὶ ἐπὶ τοῖς ἀγγέλοις γίνεται, κατὰ τὴν ἁναλογίαν αἱτῶν, τῆς θείας καὶ ὑπερηρμένης ἐνώσεῳς μετέχουσιν. Ἔστι διάκρισις ἐν ταῖς θεολογίαις, οὐχ ἣν ἔφημεν μόνον πρότερον, ὅτι ἀσυγχύτως εἰς τρεῖς Ὑποστάσεις διακέκριται ἀδιαιρέτως ἡ θεία καὶ ἁπλῆ φύσις· ἀλλ´ ὅτι καὶ τὸ τοῦ Πατρὸς αὔχημα, δηλονότι ἡ θεογονία, οὐκ ἀντιστρέφει πρὸς τἀλλα. Μόνη γὰρ πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατὴρ, φυλαττόντων πῶὕμνων εὐσεβῶς τὰ οἰκεῖα ἑκάστῃ τῶν θεαρχικῶν Υπο στάσεων. Ἰδοὺ καὶ ἐτέρα διάκρισις, καθ´ ἣν διακέκρεται ὁ Πατὴρ τῶν αἰτιατῶν, Υἱοῦ τε καὶ Πνεύματος. Αὗται μὲν αἱ κατ´ ἐκείνην τὴν ἄῤῥητον φυσικὴν Κνωσιν ἑνώσεις τε καὶ διακρίσεις. ἔv. Ἔστι καὶ κατ´ ἄλλον λόγον θεία διάκρισις, ἡ διὰ πλῆθος ἀγαθότητος πρόοδας τοῦ Θεοῦ εἰς τὴν πολυέιδίαν τῆς δημιουργίας τῆς ἀοράτου καὶ ὁρατῆς. Κοιναὶ δέ εἰσι τῆς τρισυποστάτου ἐνάδος αἱ δημιουργικαὶ πρόνοιαί τε καὶ ἀγαθότητες, Μὴ γοῦν ἀκούσῃς διάκρισιν, καὶ νομίσῃς, ὅτι διακεκριμένως μία Υπόστασις ἔχει τὴν δημιουργίαν ἢ τὴν πρόνοιαν· ἀλλὰ διακρίσεις εἶπον τὰς προόδους τῆς δημιουργίας καὶ τῆς προνοίας, ὥς τινας χύσεις ἀγαθότητος διακεκριμένας ἀπὸ τῆς μακαρίας καὶ ἀσυγχύτου Τριάδος, καθ´ ἃς ἐκ τῶν μετοχων, δηλονότι τῶν δωρεῶν, καὶ τῶν μετενόντων, τῶν αἰτιατῶν δηλονότι, ὑμνεῖται τὰ ἀμεθέκτως μετεχόμενα. Μετεχόμενον δέ ἐστιν ἀμεθέκτως ἡ τρισυπόστατος φύσις ὁ Θεὴς, καὶ τοῦτο γὰρ κοινὸν τῇ´ ὅλῃ θεότητι, τὸ πᾶσαν αὐτὴν ὅλην ὑφ´ ἑκάστου τῶν μετεχόντων μετέχεσθαι, καὶ οὐκ ἐν μέρει, εἰ καὶ τὰ μετέχοντα κατὰ τὴν οἰκείαν μετέχουσι δύναμιν, ὥσπερ φωνῆς μεγάλης γενομένης ἅπαντες μετέχουσιν οἱ παρόντες κατὰ τὴν οἰκείαν δύναμιν, καὶ ἀνὴρ, καὶ νήπιον, καὶ ἄλογα· ἀλλ´ οἱ μὲν ἐῤῥωμενέστερον, οἱ δὲ ἀμυδρότερον πρὸς τὴν τῆς ἀκουστικῆς ἐνέργειαν. Καὶ ἔστι μεθεκτικὴ ἡ φωνὴ, ἐφ´ ἑαυτῆς ἀμέθεκτος μένουσα. Ἠ, κατὰ τὰ ὑποκείμενα παραδείγματα, ὥσπερ κέντρου κύκλου αἱ ἀπὸ τῆς περιφερείας προσπίπτουσαι εὐθεῖαι πρὸς τοῦτο ὁλικῶς μετέχουσι, καὶ οὐκ ἐν μέρει· ἀμερὲς γὰρ τὸ σημεῖον, ὃ δὴ καὶ τὸ κέντρον ἐστίκαὶ ὥσπερ τὰ ἐκτυπώματα ὁλικῶς, καὶ οὐκ ἐν μέραι τῆς σφραγῖδος μετέχουσιν. Εἰπὼν δὲ τὰ παραδείγματα ὑπερκειμένην δείκνυσι πρὸς ταῦτα τὴν τῆς θεότητος ἀμεθεξίαν διότι οὕτε ἐπαφὴ αὐτῆς ἐστιν, ὡς ἐπὶ τοῦ $0=3 $8=342 $9=1 σημείου· οὔτε ἄλλη τις συμμιγὴς κοινωνία πρὸς τὰ μετέχοντα, ὡς ἔστι τῆς σφραγῖδος· κατ´ οὐσίαν γὰρ ἡ θεότης οὐ μετέχεται, μεθεκτικὴ δέ ἐστιν ἐν τῷ ἐξ αὐτῆς εἶναι τὰ πάντα, καὶ ὑπ´ αὐτῆς συνέχεσθαι εἰς τὸ εἶναι. ἔvΝi. Καίτοι φαίη τις, ὡς οὐκέστιν ἡ σφραγὶς ἐν ὅλοις τοῖς ἐκμαγείοις ἡ αὐτή· ποῦ μὲν γὰρ ἀκριβῶς ἐγκεχάρακτάι, ποῦ δὲ μετρίως· καὶ λέγει λύων ὁ Ἅγιος, ὅτι τοῦτο μᾶλλόν ἐστι παρατατικὸν τῶν λεγομένων, ὅτι ἡ μὲν σφραγὶς ἡ αὐτή ἐστιν· ἡ δὲ τῶν μετεχόντων διαφορὰ ἀνόμοια ποιεῖ τὰ ἐκτυπώματα τῆς αὐτῆς καὶ μιᾶς ἀρχετυπίας· οἷον εἰ ἀπλᾶ, καὶ εὐτύπωτα, ἢ καὶ λεῖα καὶ ἀχάρακτα ἁπὸ ἄλλων προηγησαμένων χαρακτήρων, καὶ μήτε σκληρὰ καὶ ἀντίτυπα, ὡς κατεσκληκὼς κηρὸς, μήτε πάλιν εὐδιάχυτα, ὡς κατατετηγμένος τῇ θέρμῃ, καθαρὸν ἕξει τὸν τύπον· εἰ δέ τι ἐλλείπει, τοῦτο αἴτιον ἢ τοῦ ἀσαφοῦς, ἢ τοῦ παρακεκομμένου, ἤ τινος ἄλλου, ὅσα ἐπισυμβαίνει διὰ τὴν τῶν μετεχόντων ἀνεπιτηδειότητα. Σκόπει καὶ ἐτέραν θείαν διάκρισιν τὴν τῆς ἐνανθρωπήσεως τοῦ Λόγου, καὶ τὸ δρᾶσαι καὶ παθεῖν, ὅσα ὡς ἄνθρωπος καὶ ἔδρασε καὶ ἔπαθε θαυμαστὰ καὶ παράδοξα· τούτοις γὰρ ὁ Πατὴρ καὶ τὸ Πνεῦμαοὐ κεκοινωνήκασιν· εἰ μή τις εἴποι κατὰ τὴν φιλάνθρωπον εὐδοκίαν καὶ βούλησιν, καὶ κατὰ τὸ συνεργάζεσθαι τῷ Υἱῷ τὰς θεοσημείας. Οὕτω γοῦν καὶ ἡμεῖς καθὼς τὰ θεῖα ἔχουσιν ἀληθείας καὶ φύσεως, παὶ ἕνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδουεν. Νί. Ἀλλὰ τούτων μὲν τῶν ἑνώσεων καὶ διακρίσεων ὅσας αἰτίας θεοπρεπεῖς ἐν ταῖς ἱεραῖς Γραφαῖς εὑρήκαμεν, ἐν ἄλλοις ἰδίᾳ περὶ ἑκάστης διελάβομεν, τὰ μὲν ἀναπτύξαντες, νοῦν ἀθόλωτον προσαγαγόντες τοῖς φανοῖς γραφικοῖς θεάμασιν, οὕτω γὰρ ὁ ἱερὸς ἀναπτύσσει καὶ ἑρμηνεύει νοῦς· τοῖς δὲ, ὡς μυστικοῖς καὶ ὑπὲρ νοερὰν ἐνέργειαν, ἑνωθέντες, δηλονότι σιγῇ καὶ ἀκαταληψίᾳ τιμήσαντες· οὐκἄλλως γὰρ τοῖς τοιούτοις ἐπιβάλλει ὁ ἱερὸς νοῦς ἢ κατὰ ἀπόπαυσιν πάσης κινήσεως νοητικῆς τῶν ὄντων· τοῦτο γὰρ δηλοῖ τὸ ὑπὲρ νοερὰν ἐνέργειαν, τουτέστιν ὅταν τῶ ἀκαταλήπτῳ τοῦ Θεοῦ πάντοθεν περισχεθῇ, τότε καταλαμβάνει ποσῶς τὸ ζητούμενον. Πάντα γὰρ τὰ θεῖα ὀνόματα, καὶ ὅσα ἡμῖν πεφανέρωται, ταῖς μετοχαῖς μόναις γινώσκονται, καθ´ ἂς μετέχομεν ἀμιγῶς ἡμεῖς τοῦ Θεοῦ· ἐκ γὰρ τῶν μετοχῶν τῶν ὑπὸ τοῦ Θεοῦ δωρουμένων ἡμῖν καὶ τὰς περὶ Θεοῦ ὀνομασίας ποιούμεθα. Αὐτὰ δὲ τὰ θεῖα ὀποῖά ποτέ ἐστι κατὰ τὴν οἰκείαν φύσιν, ὑπὲρ νοῦν καὶ πᾶσαν οὐσίαν ἐστίν· οἷον εἰ τὴν ὑπερούσιον κρυφιότητα, τὸν Θεὸν, ὀνομάζομεν ἢ Θεὸν, ἢ ζωὴν, ἢ τᾶλλα, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὰς εἰς ἡμᾶς ἀγαθοπρεπεῖς δυνάμεις, καθ´ ἂς ἐκθεούμεθα, ἢ οὐσιοποιούμεθα, ἢ ζωοποιούμεθα, καὶ τἄλλα ὁμοιοτρόπως. Αὐτὴ δὲ ἡ θεία ὑπερύπαρξις οὕτω ποσῶς ὑμνηθήσεται, ὅταν πάσης ἐνεργείας δραστικωτάτης καὶ νοερᾶς ἀπολυθεῖση, τούτων ἡμῶν ἐν τῇ τοῦ ἢμετέρου νοῦ ἀδιακρισίᾳ δέξηται ἡμᾶς διὰ σιγῆς ἁγίας ἐπιβάλλοντας ταῖς ἐκεῖθεν ἐκφοιτώσαις δωρεαῖς· τοῦτο $0=3 $8=343 $9=1 γάρ ἐστι καὶ ἡ ἐν ἀγνωσίᾳ γνῶσις, ἐν ᾗ οὐδεμίαν ὁρῶμεν ἢ θέωσιν, ἢ ζωὴν, ἢ οὐσίαν, ἥ τς ἁκριβῶς ἐξισωθήσεται τῇ κατὰ πᾶσαν ὑπεροχὴν ἐξῃρημένῃ αἱτίᾳ. Τὰ σεβάσμια καὶ φρικτὰ ἐπὶ τῆς ἀἁγίας Τριάδος ὀνόματα, ὅτι πηγαία θεότης ὁ Πατήρ· ὁ δὲ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα βλαστοί, καὶ ἄνθη, καὶ φῶτα ὑπεροώσια. Βλαστοὶ μὲν, ἀπὸ τῆς τῶν ἐλαιῶν ὀπτασίας τοῦ Ζαχαρίου· φῶτα δὲ ἐκ τοῦ Ἰακώβου ἀδελφοῦ τοῦ Κυρίου, παρὰ [σ. περὶ] τοῦ Πατρὸς τῶν φώτων λέγοντος. Ταῦτα γοῦν τὰ ὀνόματα παρὰ τῆς Γραφῆς παρελάβομεν· ὅπως δὲ ταῦτά ἐστιν, οὐτε εἰπεῖν οὔτε ἐννοῆσαι δυνατόν. Κἔ Νii. Ἀλλ´ ἄχρι τούτου προβαῖνει ἡ τῆς ἡμετέρας νοερᾶς ἐνεργείας δύναμις, ὅτι ἐκ ταύτης τῆς πατρότητος καὶ τῆς υἱότητος πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἐξ ἦς πνευματικῶς καὶ διδασκαλικῶς καὶ θεοὶ καὶ θεῶν πατέρες, οἱ θεῖοι καὶ ἱροὶ ἄνδρες, καὶ θεῶν υἱοὶ ἐν τῇ ἱερᾷ διδασκαλίᾳ προσβαίνοντες ὀνομάζονται. Τί γοῦν ἐστι τὸ πνευματικῶς; ἀσωμάτως δηλαδὴ καὶ ἀὔλως, καὶ νοητως, ἐκ μὲν τοῦ θεαρχικοῦ Πνεύματος τοῦ ὑπὲρ πᾶσαν ἀΔλίαν ὄντος καὶ θέωσιν, τὸ θεοὶ [θεῖον καὶ τὸ πνευματικὸν λαμβανόντων τῶν ἰερῶν ἀνδρῶν· ἐκ δὲ τοῦ Πατρὸς καὶ τοῦ ΥΙοῦ, τῶν ὑπεροχικῶς ἐξῃρημένων πάσης πατριᾶς καὶ υἱότητος, τὰς τοιάσδε σχέσενς προσδεχομένων. Οὐδὲ γάρ ἐστιν ἀκριβής ὁμοιότης τοῖς αἰτιατοῖς κτίσμασι, καὶ τοῖς αἰτίοις, ταῖς θεαρχικαῖς, φημὶ, ὑποστάσεσιν· ἀλλ´ ἔχει μὲν τὰ κτίσματα τὰς ἐνδεχομένας εἰκόνας ἐκ τοῦ Θεοῦ αὐτὰ δὲ τὰ αἴτια παντελῶς τῶν αἰτιατῶν κτισμάτων ἐξήρηνται. Καὶ ἵνα χρήσωμαι τοῖς γηῖνοις παραδείγμασιν, ἡδοναὶ ποιὴτικαὶ τοῦ ἥδεσθαι, καὶ λῦπαι τοῦ λυπεῖσθαί εἰσιν· αὐταὶ δὲ αἱ ἡδοναὶ οὐ λέγονται ἤδεσθαι, οὐδὲ αἱ λῦπαι λυποῦνται. Καὶ τὸ πῦρ θερμαίνει καὶ καίει, οὐ θερμαίνεται δὲ καὶ καίεται. Διὰ τοῦτο καὶ εἴτις φαίη ζῇν τὴν ζωοῦσαν καὶ αὐτοζωὴν, καὶ φωτίζεσθαι τὸ αὐτόφως, οὐκ εἴποι κυρίως κατὰ τὸν ὀρθὸν τῆς ἀληθείας λόγον, εἰ μή που καθ´ ἕτερον τρόπον, ὅτι περισσῶς, καὶ οὐσιωδῶς, καὶ οὐ κατὰ μετογὴν, πρὸ τῶν αἰτιατῶν ἔνεισι ταῦτα τοῖς αἰτίοις. ΙΧ. Ἀλλὰ καὶ τὸ ἐκφανέστατον ἁπάσης δεολογίας τὸ τῆς Ἰησοῦ φιλανθρωπίας μστήριον,τι καὶ φανερῶς καὶ ἀληθινῶς ὡμίλησεν ἡμῖν· ἀλλὰ καὶ τοῦτο ἄρῥητόν ἐστι λόγῳ παντὶ, καὶ ἄγνωστον νῷ παντὶ, καὶ αὐτῷ τῷ πρωτίστῳ καὶ πρεσβυτάτῳ ἀγγέλῳ, δηλονότι τῇ ὑψηλοτάτῃ καὶ πρώτῃ τάξει. Λέγει γὰρ καὶ ὁ θεολόγος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει πρεσβυτέρους ἀγγέλους. Καὶ τὸ μὲν σαρκωθῆναι μυστικῶς παρειλήφαμεν, τὸ δ´ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἐτέρῳ παρὰ τὴν φύσιν θεσμῷ διεπλάττετο, καὶ τἄλλα πάντα τῆς Ἰησοῦ φυσιολογίας, πῶς ἐν δυσὶ ταῖς φύσεσι γνωριζόμενος, καὶ κατὰ ἄνθρωπον ἔπραττε, καὶ ὑπὲρ ἄνθρωπον ἐνήργει, ἐτέρου λόγου καὶ κρείττονος $0=3 $8=344 $9=1 ἢ καθ´ ἡμλς καὶ τὴν ἡμετέραν ἀνθρωπίνην δύναμιν. Εἰ γοῦν ἐπὶ τούτοις ἄῤῥητά εἰσι τὰ θεοπρεπῆ, ἃ δὴ καὶ τὴν θεολογίαν ἐκφανεστέραν ἔχουσι, τέ φήσειέ τις περὶ τῆς μακαρίας Τριάδος: Ταῦτα ἡμῖν τε ἐν ἄλλοις εἴρηται, καὶ τῷ κλεινῷ ἡμῶν διδασκάλῳ τῷ μακαρίῳ Ἰεροθέῳ, ὃν μετὰ τὸν Παῦλον διδάσκαλον ἐπλούτησεν· ἅπερ ἐκεῖνος, εἴτε ἁπὸ τῶν ἱερῶν Γραφῶν παρείληφεν, εἴτε καὶ ἐκ τῆς περὶ τὰς Γραφὰς ἐρεύνης συνεώρακεν, ἐκ τῆς πολλῆς γυμνασίας καὶ τριβῆς, εἴτε καὶ ἔκ τινος ἐμυήθη θειοτέρας ἐπιπνοίας, οὐ μόνον μαθὼν, ἀλλὰ καὶ παθών· ὡς οὐ διδακτῶς διὰ λόγων τὴν περὶ τούτων δεξάμενος μόησιν, ἀλλὰ τῇ θείᾳ ἐλλάμψει τυπωθεὶς, καὶ οἷον ἐνσημανθεὶς τῇ διανοίᾳ τὴν γνῶσιν τῶν ὑπὲρ φύσιν. Ταύτην γὰρ τὴν τῶν θειοτέρων μύησιν συμαάθειαν ἐκάλεσεν, ἥγουν συνδιάθεσιν. Καὶ ἵνα τὰ πολλὰ καὶ μακάρια τῶν ἐκείνου παρῶμεν, ἐν ἐλαχίστοις παραθώμεθα ἅπερ φησὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ ἐν ταῖς Θεολογικαῖς στοιχειώσῆὗὲΝ. Ἰρροθέου. Χ. Ἐφεξῆς δε ἐκτίθησι πρὸς ῥῆμα καὶ τὴν τοῦ ἁγίου γραφὴν, ἐν οἷς ὁ μακάριος λέγει, παριστῶν, ὅτι καὶ ὁ Υἱὸς τὰ πάντα ἐστὶν ἐν πᾶσι, καὶ κεφαλὴ ππάντων κατὰ τὸν Ἀπέστολον, ὅτι πάντων ἐστὶ πλήρωμα καὶ συνοχεὺς, καὶ διασώζει καὶ περισφίγγει τὰ μέρη τῇ ὁλότητι· καὶ οὔτε μέρος ἐστὶν οὔτε ὅλον, ὑπὰρ ταῦτα γάρ· ἀλλὰ καὶ ὅλον καὶ μέρος, ὡς συνειληφώς τὰ πάντα· καὶ ὑπερέχει τῇ φύσει, καὶ προέχει τῷ αἰτίῳ, καὶ τέλειος ἐν τοῖς ἀτελέσιν ἡμῖν ἐστι, καὶ ἀτελής ἐν τοῖς τέλείοις ἀγγέλοις, ὡς ὑπερτελὴς καὶ προτέλειος, καὶ μηδεμίαν ἔγων σύγκρισιν τῆς τελειότητος πρὸς αὐτούς· καὶ εἶδος τῶν ἀνειδέων, ὡς δημουργὸς καὶ ἀρχὴ παντὸς εἴους, καὶ ἀνείδεος πρὸς σύγαρισιν τῶν εἰδοπεποιημένων, ὡς ὑπὲρ ταῦτα Οσία πᾶσιν ἐπιβατεύουσα τῇ προνοία. καὶ πάλιν ἐξῃρημένη ἀπάσης οὐσίας τῇ φύσει πάσας ἀρχας καὶ τάξεις περιορίζων, καὶ πάσης ὑπεριδρυμένος καὶ ἀρχῆς καὶ τάξεως. Καὶ μέτρον ἐστὶ τῶν ὄντων, ἐπειδὴ ἐν αὐτῷ πάντα πεπέρασται· καὶ αἰὼν, καὶ ὑπὲρ αἰῶνα, ὡς αἰώνων ποιητής· ὥσπερ τέλειος ἐν τοῖς ἀτελέσι, καὶ ἐν τοῖς τελείοις ἀτελὴς, ὡς ὑπερτέλειος· οὓτω πλήρης ἐν τοῖς ἐνδεέσι, καὶ ὑπερπλήρης ἐν τοῖς πλήρεσι· καὶ τἄλλα ὑπὲρ ταῦτα, ἵνα. μὴ καθ´ Κκαστον λέγωμεν. Ὅθεν καὶ ἐπεὶ ἡμῖν κεκοινώνηκε σαρκὸς καὶ αἴματος, καὶ ἀληθῶς οὐσιώθη, καὶ ἄνθρωπος ἐχρημάτισε, πάλιν, κἀν τούτοις ἔχει τὰ τῆς θεότητος αὐχήματα τέλεια, οὐ μόνον καθ´ ὃ ἀναλλοιώτως κεκοινώνηκε, μηδὲν πεπονθὼς παρὰ τῆς χείρονος ἁνθρωπότητος εἰς τὴν αὐτοῦ θεότητα, ἀλλ´ ὅ τι, καὶ τὲ πάντων καινότατον, ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυής ἦν, πεζεύων, ἀλλ´ ἐπάνω εὐδιαλύτου ὕδατος· ἀσθίων, ἀλλὰ τόσας χιλιάδας χορτάζων· πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ἔχων, καὶ ὑμᾶς ὑπερέχων. Ηἱενοιμεῖ. $0=3 $8=345 $9=1 πὸν προῖωμεν, ἀνελίττοντες τὰ κοινὰ καὶ ἡνωμάνα, τῆς ἀγίας δηλαδὴ Τριάδος ὀνόματα τῆς θείας διακρίπεις οἰονεὶ τῶν θείων δωρεῶν, αἱ δὴ ἀπὸ Θεοῦ διακρίνονται. Καὶ ἵνα σαφῶς προδιορισώμεθα, διάκρισι· θείαν φαμὲν τὰς ἀγαθοπρεπεῖς, ὡς εἴρηται, δωρεάς δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι τὰς τῶν ἀγαθῶν μει. τουσίας, ἡνωμένως μὲν, ἤγουν ἐκ τῆς ἰδιότητος τῆς μιᾶς φύσεως, διακρίνεται εἰς τὰς δῳρεάς· πληθυομένοη δὲ εἰς τὰς μερικὰς εὐεργεσίας, πάλιν ἑνοῦται· ὅτι ἐξ ἑνὸς Θεοῦ αἱ εὐεργεσίαι. Καὶ πολλαπλασιάζονται μὲν αἱ. δωρεαὶ ἐπὶ τοῖς καθ´ ἕκαστον, μένουσι δὲ ἀνεκφοιτήτως εἰς τὸ ἓν, οἷον ἐπὶ ἑνὸς τοῦ ὄντος ἱδοι τις, κπειδὴ ὥν ἐστιν ὁ Θεὸς, ἀλλ´ ὑπερουσίως· καὶ παράγει τὰ ὄντα, τὸ εἶναι τούτοις δωρούμενος· πολλαπλασιάζεται τοῦτο τὸ ἕν ὃν εἰς πολλὰ ὄὺτα· μένει δὲ οὐδὲν ἦττον ἔν ἡνωμένον ἐν τῷ τοιούτῳ πληθυσμρ, καὶ πλῆρες ἐν τῷ διακρίνεσθαι τοῖς καθ´ ἕκαστον, διότι ἐστὶ πάντων τῶν ὄντων ἐξῃρημένον καὶ τῇ ἑνιαίᾳ παραγωγῇ,γουν τῇ ἅμα τῷ βούλεσθαι, καὶ οὐ κατὰ μικρόν τε καὶ μερικῶς, καὶ τῇ ἁνελαττώτῳ χύσει· ὅτι κτίζων τὰ ὄντα ὁ Θεὸς, οὐδὲν τῶν οἱκείων μειοῖ ἀγαθῶν, ἀλλὰ καὶ ἓν ὢν, καὶ μεταδιδοὺς τῆς ἑνιαίας δυνάμεως καὶ μέρει ἑκάστῳ εἴτε τοῦ κόσμου, εἴτε τοῦ ζώου· πᾶν γὰρ μέρος ἑνιαῖόν τι, καὶ ὅλῳτὸ γὰρ ὅλον ἕν τι καὶ ἑνὶ ἀτόμῳ, καὶ πλήθει ἤγουν πολλοῖς, ἃ τῷ εἴδει ἕν εἰσιν, ὥσπερ οἱ πολλοὶ ἄνθρωποι εἷς τῇ φύσει ἐστί. Τούτοις οὖν τοῖς πᾶσι τοῦ ἐνὸς μεταδιδοὺς, συνθεὶς αὐτὰ ἐκ τῶν ἀρχικῶν στοιγείων, Σ καὶ αὐτὰ ὑπέστησε, καὶ ἓν ποιήσας ἔκαστον τῇ συστάσει, πάλιν ἕν ἐστιν ὡσαύτως, οὐ μερισθεὶς τοῖς εἰς πλῆθος δημιουργήμασιν, ὥσπερ ἡ αὐτὴ καὶ μία τέχνης τινὸς δύναμις, πολλὰ κατασκευάσασᾳ τεχνητὰ, καὶ τοῖς ἀθλοις ἐπιστατήσασα, πάλιν ἐν ἑαυτῇ μία καὶ ἁπλῆ μένει, οὔτε μέρος οὖσα τῶν τεχνητῶν, οὕτε τι ὅλον ἐξ ἐκείνων συγκείμενον. Πῶς γὰρ μέρος τῶν κατὰ πὴν τέχνην συστάντων ἡ τέχνη, αὐτὴ ὁλοτελῶς ἐφ´ ἑκάστῳ ἐπιστασήσασα; πῶς δὲ ὅλον ἐκ τούτων, ἡ πρώτη ἐκ τῶν ὑστέρων, καὶ ἡ αἰτία ἐκ τῶν αἰτιατῶν; Καὶ διὰ τοῦτο συνάγεται, ὅτι οὔτε ἕν ἐστι τὸ Θεῖον τοιοῦτον, οἴόν ἐστιν ἐν ἡμῖν· ἐν ἡμῖν γὰρ τὸ ἕν ἢ ὅλον ἢ μέρος ἐστὶ, τὸ δὲ Θεῖον ὑπὲρσαῦτα, οὕτε μετέχει τοῦ ἑνός· πῶς γάρ; πρῶτον γὰρ ἔσται πάλιν ἕτερον ἓν, οὖπερ μεθέξει τὸ Θεῖον· τὸ γὰρ μετεχόμενον τῶν μετεχόντων πρῶτόν ἐστιν. Οὔτε τὸ ἓν ἔχει, ὥς τι ἐπισύμβαμα, ἢ καὶ οὐσιῶδες[ἱδίωμα· ἐκεῖνο γὰρ ἔχει τὸ ἓν, ὅ ἐστιν οὐσία καὶ ὃν, τὸ δὲ Θεῖον ὑπὲρ τὴν οὐσίαν καὶ ὑπὲρ τὸ ὄν. Πόῤῥω γοῦν τούτων ἁπάντων τὸ Θεῖον ἓν ὑπὲρ τὸ ἐν τοῖς οὖσιν ἕν· ἀλλὰ καὶ πλῆθος, ἐπεὶ εἰς τὰς ἀγαθοπρεπεῖς δωρεὰς καὶ προνοίας πεπλήθυνται μὴ μεριζόμενον, ἀλλ´ ὁλοκλήρως ἑκάστοις προσβάλλον, εἰ καὶ τὰ μετέχοντα κατὰ τὴν οἰκείαν μετέχουσι δύναμιν. Διὰ τοῦτο ἀπλήρωτον, ὑπερπλῆρες· εἰ γὰρ ἐμερίζετο, ἐπληροῦτο, πᾶν καὶ τὸ ἕν· καὶ τὸ πλῆθος, παράγον, τελειοῦν καὶ συνέχον, πολλῶν θεῶν γινομένων, καὶ τῶν ἀγγέλων, καὶ τῶν ἀνθρώπων τῇ ἐξ αὐτοῦ θεώσει ἐν τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖ, ὃ ἀπὸ Θεοῦ λαμβάνουσι. Δοκεῖ μὲν οὖν ἐντεῦθεν, ὅτι τὸ Θεῖον διακρίνεται καὶ πληθύνεται, ἐν τῶ θεοῦν ἔκαστον· ἀλλ´ οὐδὲν ἦττον ὁ Ἀρχίθεος εἶς Θεὸς, ἀμέριστος $0=3 $8=346 $9=1 ἐν τοῖς μεριστοῖς, ἡνωμένος ἑαυτῷ ὑπὲρ Κπασαν ἕνωσιν· καὶ ἀμιγὴς μένων τοῖς πολλοῖς καὶ ἀπλήθυντος, ὡς τὸ φῶς τοῦ ἡλίου, πολλοὺς φωτίζον, μένει ἔν, καὶ ἀπλήθυντον. Καὶ τοῦτο ὑπερφυῶς ἐννοήσας ὁ κοινὸς ἡμῶν διδάσκαλος, ἐμοῦ τε καὶ τοῦ ἡμετέρου καθηγεμόνος τοῦ μεγάλου Ἰεροθέου, τὸ φῶς τοῦ κόσμου, ὡς διδάσκαλος τοῦ κόσμου, καὶ μαθητὴς τοῦ κυρίως τοῦ κόσμου φωτὸς, ὁ μέγας Παῦλός Θημι, τάδε φησὶν ἐνθέως· ΚΔν θεοὶ παλλοὶ καὶ κώριοι ὦσι κατὰ χωριν, οἱ θεῖο ἄγγελοι καὶ οἱ ἱεροὶ ἄνδρες· ἀλλ´ ἡμῖν εἰς Θεὸς ἀληθῶς ὁ Πατὴρ, ὁ Υiὸς, καὶ τὸ ἄγισν Πνεῦμα, ὡς κατὰ μετάδοσιν ἀμέριστον καὶ ἀσκέδαστον τῆς ἐπωνυμίας τῆς οἰκείας Οεότητος καὶ κυριότητος τοῖς πολλοῖς μεταδίδωσιν, οὐ κατακερματιζομένης τῆς θεότητος εἰφ μέρη θεοτήτων, ὡς χρυσὸς εἰς νομίσματα· οὔτε τῷν πολλῶν θεῶν συμπληρούντων τὴν αὐτὴν θεότητα, ὃν τρόπον τὰ πολλὰ εἴδη τὸν ὄνα κόσμον· ἀλλὰ πληθύεσθαι λέγεται ὁ Θεὸς τῷ καθ´ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι προνοητικαῖς προόδοις πολλαπλα. σαζόμενος, μένει δὲ ἀμερίστως πάλιν ἕν. Διὰ τοῦτο καὶ ἐπὶ τῶν θείων, ἐπικρατοῦσιν αἱ ἕνώσεις τῶ διακρίσεων, τὰ ἐνιαίως δηλονότι καὶ μοναδικῶς θεωροὔμενα· οὐ γὰρ ἐκ πολλῶν συνήχθη τὰ τῆς μιας θεότητος καὶ κυριότητος, ἀλλ´ ἐκ τοῦ ταύτης μοναλκκοῦ, ὁ ἐν ἐκείνοις πληθυσμὸς θεωρεῖται. Ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν θείων· ἐπὶ δὲ τῶν καθ´ ἡμᾶς τὸ ἐναντίον γίνεται· οὐδὲν γὰρ αὐτῶν ἐστιν ἑνὰς κυρίως, ἁλλ´ αἱ διακρίσεις τῶν στοιχείων προῦποῦσαι, σύνδρομοι γινόμεναι καὶ ἐνούμεναι δευτέρας τὰς ἐκ τῆς συνθέσεως ἐνώσεις ἐργάζονται. Ἐπὶ δέ τῶν θείων καὶ τὸ ἕν πρόεστι, καὶ μετὴ τὴν εἰς τὰς´ εὐεργεσίας διάκρισιν, πάλιν ἓν καὶ ὑπὲρ τὸ ἓν μένει. Ταύτας καὶ ἡμεῖς τὰς κοινὰς τῆς Σλης θεότητος καὶ ἡνωμένα, Σαακρίσεις καὶ εὐεργεσίας πειραθῶμεν ὑμνῆσαι ἐκ τῶν ἐν τοῖς Λογίοις θεωνυμιῶν, τούτου προδιεγνωσμένού, ὡς εἴ τι ἃν κέηται ὄνομα, καὶ μία ἑκάστη τῶν Ὑποστάσεων, ἄνευ δηλαδὴ ὧν προῦπεστείλατο ἰδιοτὴτων, πατρότητος, υἱότητος, ἐκπορεύσειως, ἐπὶ τῆ $0=3 $8=347 $9=1 ΚΕΦΑΛΑΙΟΝ Γ. ΛΑΡΗΤ ΙΙΙ. Καὶ πρώτην, εἰ δοκεῖ, τὴν παντελῆ, καὶ τῶν ὅλων τοῦ Θεοῦ προόδων ἐκφαντορικὴν ἀγαθωνυμίαν ἐπι σκεψώμεθα, τὴν ἀγαῦαρχικὴν καὶ ὑπεράγαθον ἐπικαλεσάμενοι Τριάδα, τὴν ἐκφαντορικὴν τῶν ὄλων ἑαυτῆς ἀγαθωτάτων προνοιῶν. Χρὴ γὰρ ἡμᾶς ταῖς εὐχαῖς πρῶτον ἐπ´ αὐτὴν, ὡς ἀγαθαρχίαν, προσανάγεσθαι, καὶ μᾶλλον αὐτῇ πλησιάζοντας, ἐν τούτῳ μυεῖσθαι τὰ πανάγαθα δῶρα τὰ περὶ αὐτὴν ἱσρυμένα· καὶ γὰρ αὔτη μὲν ἅπασι πάρεστιν, οὐ πάντα δὲ αὐτῇ πάρεστι. Τότε δὲ, ὅταν αὐτὴν ἐπικαλώμεθα, πανάγνοις μὲν εὐχαῖς, ἀνεπιθολώτῳ δὲ νῷ, καὶ τῇ πρὸς θείαν ἕνωσιν ἐπιτηδειότητι, τότε καὶ ἡμεῖς αὐτῇ πάρεσμεν· αὐτὴ γὰρ οὔτε ἐν τόπῳ ἐστὶν, ἵνα καὶ ἀπῇ τινος, ἢ ἐξκτέρων εἰς ἕτερα μεταβῇ. Ἀλλὰ καὶ τὸ ἐν πᾶσι τοῖς οὖσιν αὐτὴν εἶναι λέγειν ἀπολείπεται τῆς ὑπὲρ πάντα καὶ πάντων περιληπτικῆς ἀπειρίας. Ἡμᾶς οὖν αὐτοὺς ταῖς εὐχαῖς ἀνατείνωμεν ἐπὶ τὴν τῶν θείων καὶ ἀγαθῶν ἀκτίνων ὑψηλοτέραν ἀνάνευσιν, ὥσπερ εἰ πολυφώτου σειρᾶς ἑκ τῆς οὐρανίας ἀκρότητος ἠρτημένης, εἰς δεῦρο δὲ καθηκούσης, καὶ ἀεὶ αὐτῆς ἐπὶ τὸ πρόσω χερσὶν ἀμοιβαίαις δραττόμενοι, καθέλκειν μὲν αὐτὴν ἐδοκοῦμεν, τῷ ὄντε δὲ οὐ κατήγομεν ἐκείνην, ἄνω τε καὶ κάτω παροῦσαν, ἀλλ´ αὐτοὶ ἡμεῖς ἀνηγόμεθα πρὸς τὰς ὑψηλοτέρας τῶν πολυφώτων ἀκτίνων μαρμαρυγάς. Ἢ ὥσπερ εἰς ναῦν ἐμβεβηκότες, καὶ ἀντεχόμενοι των ἔκ τινος πέτρας εἰς ἡμᾶς ἐκτεινομένων πεισμάτων, καὶ οἷον ἡμῖν εἰς ἀντίληψιν ἐκδιδομένων, οὐκ ἑφ´´ ἡμᾶς τὴν πέτραν, ἀλλ´ ἡμᾶς αὐτοὺς τῷ ἀληθεῖ καὶ τὴν ναῦν ἐπὶ τὴν πέτραν προσήγομεν. σπερ καὶ τὸ ἔμπαλιν, εἴ τις τὴν παραλίαν πέτραν ἑστὼς ἐπὶ τῆς νηὸς ἀπώσεται, δράσει μὲν οὐδὲν εἰς τὴν ἑστῶσαν καὶ ἀκίνητον πέτραν, ἑαυτὸν δὲ ἐκείνης ἀπογωρίσει, καὶ ὅσῳ μᾶλλον αὐτὴν ἀπώσεται, μᾶλλον αὐτῆς ἀκοντισθήσεται. Διὸ καὶ πρὸ παντὸς, καὶ μᾶλλον θεολογίας, εὐχῆς ἀπάρχεσθαι χρεὼν, οὐχ ὡς ἐφελκομένους τὴν ἁπανταχῆ παροῦσαν καὶ οὐδαμῆ δύναμιν, ἀλλ´ ὡς ταῖς θείαις μνείαις καὶ ἐπικλήσεσιν ἡμᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῇ καὶ ἑνοῦντας. $0=3 $8=348 $9=1 Καὶ τοῦτο δὲ ἴσως ἀπολογίας ἄξιον, ὅτι τοῦ κλειοὖ καθηγεμόνος ἡμῶν Ἰεροθέου τὰς θεολογικὰς στοιχειῶσεις ὑπερφυῶς συναγαγόντος, ἡμεῖς ὡς οὐχ Ἰκανῶν ἐκείνων, ἄλλας τε καὶ τὴν παροῦσαν θεολογίαν συνεγραψάμεθα. Καίτοι γε, εἰ μὲν ἐκεῖνος ἑξῆς διαπραγματεύσασθαι. πάσας τὰς θεολογικὰς πραγματείας ἠξίωσε, καὶ μερικαῖς ἀνελίξεσι διῆλθεν ἀπάσης θεολογίας κεφάλαιον, οὐκ ἂν ἡμεῖς ἐπὶ τοσοὖτον ἢ μανίας ἢ σκαιότητος ἐληλύθειμεν, ὡς ν ὸπτικώτερον ἐκείνου καὶ θειότερον οἰηθῆναι ταῖς θεολογίαις ἐπιβαλεῖν· ἢ δις τὰ αὐτὰ περιττῶς λέγοντας, εἰκαιολογῆσαι, προσέτι καὶ ἀδικῆσαι καὶ διδάσκαλον καὶ φίλον ὄντα, καὶ ἡμᾶς τοὺς μετὰ Παῦλον τὸν αῖον ἐκ τῶν ἐκείνου λόγων στοιχειωθέντας, τὴν κλεινοτάτην αὐτοῦ καὶ θεωρίαν καὶ ἔκφανσιν ἑαυτοῖς ὑφαρπάζοντας. Ἀλλ´ ἐπειδὴ τῷ ὄντι τὰ θεῖα πρεσβυτικῶς ὑφηγούμενος ἐκεῖνος, συνοπτικοὺς ἡμῖν ὅρους ἐξέθετο, καὶ ἐν ἐνὶ πολλὰ περιειληφότας, ὡς οἷον Κἡμῖν, καὶ ὅσοι καθ´ ἡμᾶς διδάσκαλοι ἓ τῶν νεοτελῶν ψυχῶν, ἐγκελευόμενος ἀναπτύξαι καὶ διακρῖναι τῷ ἡμῖν συμμέτρῳ λόγῳ τὰς συνοπτικὰς καὶ ἐνιαίας τῆς νοερωτάτης τὰνδρὸς ἐκείνου δυνάμεως συνελίξεις· καὶ πολλάκις ἡμᾶς καὶ αὐτὸς εἰς τοῦτο προέτρεψας, καὶ τήν γε βίβλον αὐτὴν, ὡς ὑπεραίρουσαν ἀνταπέσταλκας. Ταύτῃ τοι καὶ ἡμεῖς τὸν μὲν, ὡς τελείων καὶ πρεσβυτικῶν διανοιῶν διδάσκαλον, τοῖς ὑπὲρ τοὺς πολλοὺς ἀφορίζομεν, ὥσπερ τινὰ δεύτερα λόγια, καὶ τῶν θεοχρίστων ἀκόλουθα· τοῖς καθ´ ἡμᾶς δὲ ἡμεῖς ἀναλόγως ἡμῖν τὰ θεῖα παραδώσομεν. Εἰ γὰρ τελείων ἐστὶν ἡ στερεὰ τροφὴ, τὸ ταύτην ἑστιᾷν ἑτέρους, ὑπόσης ἃν εἴη τελειότητος; Ὁρθῶς οὐν ἡμῖν καὶ τοῦτο εἴρηται, τὸ, τὴν μὲν αὐτοπτικὴν τῶν νοητῶν λογίων θέαν, καὶ τὴν συνοπτικὴν αὐτῶν διδασκαλίαν, πρεσβυτικῆς δεῖσθαι δυνάμεως· τὴν δὲ τῶν εἰς τοῦτο φερόντων λόγων ἐπιστήμην καὶ ἐκμάθησιν τοῖς ὑφειμένοις καθιερωταῖς καὶ ἰερωμένοις ἀρμόζειν. Καίτοι καὶ τοῦτο ἡμῖν ἐπιτετήρηται λίαν ἐμμελῶς· ὥστε τοῖς αὐτῷ τῷ θείῳ καθηγεμόνι κατὰ ἔκφανσιν σαφῆ διηυκρινημένοις, μηδ´ ὅλως ἐγκεχειρηκέναι ποτὲ πρὸς ταύτολογίαν, εἰς τὴν αὐτὴν τοῦ προτεθέντος αὐτῷ λογίου διασάφησιν· ἐπεὶ καὶ παρ´ αὐτοῖς τοῖς θεολήπτοις ἡμῶν ἰεράρχαις, ἣνίκα καὶ ἡμεῖς, ὡς οἷσθα, καὶ αὐτὸς, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν, ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος, καὶ Πέτρος, ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν θεολόγων ἀκρότης, εἶτα ἐδόκει μετὰ τὴν θάαν ὑμνῆσαι τοὺς ἱεράρχας ἅπαντας, ὡς ἕκαστος ἦν ἱκανὸς, τὴν ἀπειροδύναμον ἀγαθότητα τῆς θεαρχικῆς ἀσθενείας] πάντων ἐκράτει μετὰ τοὺς θεολόγους, ἁς οἷσθα, τῶν ἄλλων ἱερομυστῶν, ὅλος ἐκδημων, Οος ἐξιστάμενος ἑαυτοῦ, καὶ τὴν πρὸς τὰ ὑμνούμενα $0=3 $8=349 $9=1 κοινωνίαν πάσχων, καὶ πρὸς πάντων ὧν ἠκουετο καὶ ἑωρᾶτο, καὶ ἐγιγνώσκετο, καὶ οὐκ ἐγιγνώσκετο, θεόληπτος εἶναι, θεῖοςἔ ὑμνολόγος κρινόμενος. Καὶ τί ἀν σοι περὶ τῶν ἐκεῖ θεολογηθέντων λέγοιμι; Καὶ γὰρ εἰ μὴ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, πολλάκις οδα παρὰ σοῦ καὶ μέρη τινὰ τῶν ἐνθεαστικῶν ἐκείνων ὑμνῳδιῶν ἐπακούσας· οὕτω σοι σπουδὴ μὴ ἐκ παρέργου τὰ θεῖα μεταδιώκειν. Ἀλλ´ ἕνα τὰ ἐκεῖ μυστικὰ, καὶ ὡς τοῖς πολλοῖς ἄῤῥητα, καὶ ὡς ἐγνωσμένα σοι, παραλείψωμεν, ὅτε τοῖς πολλοῖς ἐχρῆν κοινωνῆσαι, καὶ ὅσους δυνατὸν ἐπὶ τὴν καθ´ ἡμᾶς ἱερογνωσίαν προσαγαγεῖν, ὅπως ὑπερεῖχε τοὺς πολλοὺς τῶν ἱερῶν διδασκάλων, καὶ χρόνου τριβῇ, καὶ νοῦ καθαρότητι, καὶ ἀποδείξεων ἀκριβείᾳ, καὶ ταῖς λοιπαῖς ἱερολογίαις, ὥστε οὐκ ἄν ποτε πρὸς οὔτω μέγαν ἤλιον ἀντωπεῖν ἐνεχειρήσαμεν. Οὕτω γὰρ ἡμεῖς ἑαυτῶν συνησθήμεθα, καὶ ἴσμεν, ὡς οὔτε ἱκανῶς νοῆσαι τὰ νοητὰ τῶν θείων χωροῦμεν, οὔτε ὅσα τὰ ῥητὰ τῆς θεογνωσίας ἐξειπεῖν καὶ φράσαι. Πόῤῥω δὲ ὄντες, ἀπολειπόμεθα τῆς τῶν θείον ἀνδρῶν εἰς θεολογικὴν ἀλήθειαν ἐπιστήμης, ὅτι πάντως ἂν εἰς τοῦτο διὰ περισσὴν εὐλάβειαν ἐληλύθαμεν, εἰς τὸ μηδόλως ἀκούειν ἢ λέγειν τι περὶ τῆς θείας φιλοσοφίας, εἰ μὴ κατὰ νοῦν εἰλήφαμεν, ὡς οὐ χρὴ τῆς ἐνδεχομένης τῶν θείων γνώσεως ἀμελεῖν. Καὶ τοῦτο ἡμᾶς ἔπεισαν οὐ μόνον αἱ κατὰ φύσιν ἐφέσεις τῶν νοῶν, ἐρωτικῶς ἀεὶ γλιχόμεναι τῆς ἐγχωρούσης τῶν ὑπερφυῶν θεωρίας, ἀλλὰ καὶ αὐτὴ τῶν θείων θεσμῶν ἡ ἀρίστη διάταξις· τὰ μὲν ὑπὲρ ἡμᾶς ἀποφάσκουσα πολυπραγμονεῖν, καὶ ὡς ὑπὲρ ἀξίαν, καὶ ὡς ἀνέφι. κτα· πάντα δὲ ὅσα ἐν ἡμῖν ἐφίεται καὶ δεδώρηται μανθάνειν, προσεχῶς ἐγκελευομένη καὶ ἑτέροις ἀγαθοειδῶς μεταδιδόναι. Τούτοις οὖν καὶ ἡμεῖς πειθόμνοι, καὶ πρὸς τὴν ἐφικτὴν τῶν θείων εὕρεσιν μὴ ἀποκαμόντες ἢ ἀποδειλιάσαντες, ἀλλὰ καὶ τοὺς μὴ δυναμένους εἰς τὰ ἡμῶν κρείττονα θεωρεῖν, ἀβοηθήτους καταλιπεῖν οὐ καρτεροῦντες, ἐπὶ τὸ συγγράφειν ἑαυτοὺς καθήκαμεν, καινὸν μὲν οὐδὲν εἰσηγεῖσθαι τολμῶντες, λεπτοτέραις δὲ καὶ ταῖς κατὰ μέρος ἕκαστον ἐξετάσεσι, τὰ συνοπτικῶς εἰρημένα τῷ ὄντως Ἰεροθέῳ διακρίνοντες καὶ ἐκφαίνοντες. $0=3 $8=351 $9=1 ὁ ΙΠρῶτον, εἰ δοκεῖ, τὴν ἐκφαντορικὴν τῶν ἄλων τοῦ Θεοῦ εὐεργεσιῶν, δηλονότι τὴν τοῦ ἀγαθοῦ ὀνομασίαν, ἐπισκεψώμεθα, τὴν ἀρχικὴν πάσης ἀγαθάτητος ἁγίαν Τριάδα, τὴν πάσας τὰς προνοίας ἑαυτῆς ἀγαθῶς ἐκφαίνουσαν ἐπικαλεσάμενοι. Χρὴ τοίνυν ἡμᾶς, ταῖς εὐ χαῖς προαγομένους, καὶ μᾶλλον πλησιάζοντας, κατὰ τό· Ἐγγίσατε πρὸς μὲ, καὶ ἐγγοῶ πρὸς ἡμᾶς, Λέγει Κύριος, μυεῖσθαι τὰς περὶ αὐτὴν δωρεὰς, ἐν τῷ πάσχειν μᾶλλον αὐτὰς, ἢ ἐν τῷ μανθάνειν· καὶ γὰρ αὐτὴ μὲν πᾶσι πάρεστιν, οὐ πάντα δὲ ταύτῃ πάρεστιν, ὅσα ὅηλαδὴ ἐν τῇ τῶν γηλνων ἕξει καὶ τῇ τῶν λογισμῶν ἐπιθολώσει ἀπομακρύνονται· ὅτε δὲ δι´ εὐχῆς καὶ νῷ ἀνεπιθολώτῳ ἐπιτήδειοι γινόμεθα πρὸς τὴν θείαν ἔνωσιν, τότε πάρεσμεν καὶ ἡμεῖς αὐτῇ. Κατασκευάζων δὲ τὸ, ὅτι πᾶσι πάρεστι, φησίν· ὅτι οὐκ ἐν τόπῳ ἐστὶν, ἵνα καὶ ἀπῇ τινος, ἢ εἰς ἕτερα ἐξ ἄλλων μεταστῇ. Τὰ γὰρ ἐν τόπῳ, περιέχονται· καὶ τόπος ἐστὶ πέρας τοῦ περιέχοντος τὸ περιεχόμενον, Ἀλλὰ καὶ τοῦτο πὸ λέγειν ἐν πᾶστν εἶναι αὐτὴν, πρὸς τὸ περιληπτικὸν τῆς ἀπειρίας ἐκείνης πολὺ ἀπολείπεται. Οὐδὲ γὰρ μόνον ἔν πᾶσίν ἐστιν, ἀλλὰ καὶ πάντα περιλαμβάνει. Καὶ σὐ μόνον περιλαμβάνει, ἀλλὰ καὶ τὸ τῆς περιλήεως ἐπέκεινα ἄπειρόν ἐστι. Τοίνυν καὶ ἀνανεύσωμεν ταῖς εὐχαῖς, οὐχ ἵνα τὸ Θεῖον κατάξωμεν, ἀλλ´ ἵνα μᾶλλον πρὸς αὐτὸ ἀναχθῶμεν. Καὶ λαμβάνει πρῶτον παράδειγμα Ἑλληνικὸν ἐκ τοῦ Ὁμήρου, προσαρμόζει Σὲ τοῦτο τοῖς θείοις παγκάλλιστα· λέγει γὰρ ἐκεῖνος, σειρὰν χρυσέην ὀρανόθεν κρεμάσαντες. Ὥσπερ γὰρ τῆς σειρᾶς οὕτω διακειμένης, ὁ κατὰ μικρὸν ἑαυτὸν τῆς γῆς κουφίζων, εἴτε ταῖς ἀμοιβαίαις ἐπιδράξεσι, δοκεῖ μὲν καθέλκειν τὴν σειρὰν, αὐτὸς δὲ μᾶλλον πρὸς ὕψος αἴρεται τῇ κατὰ μικρὸν ἀναδάσει· οὕτω καὶ ὁ ἐκτενῶς προσευχόμενος διὰ τῶν πράξεων, ἂς χεῖρας καλεῖ, τῇ κατὰ μικρὸν ἐργασίᾳ καὶ προσευχῇ τὸν νοῦν αὐτοῦ ἀναλέγεται πρὸς Θεόν. Ἐὰν δὲ τὰς χεῖρας τας σειρᾶς ἁπολύσωμεν ἀναγόμενοι, πίπτομεν ἐξ ὕψουςἐν γὰρ τῷ ἀνάγεσθαι καὶ τοῦ Θεοῦ ὀφείλομεν ἔχεσθαι. Τὸ αὐτὸ καὶ περὶ τῆς νηὸς, ἵνα νοήσωμεν ναῦν τὴν ἡμῶν διάνοιαν, ῥιπιζομένην τοῖς τοῦ βίου ἀνέμοιςθάλασσαν δὲ τὸν βίον αὐτὸν γέμοντα πολλῶν χειμώνων· πέτραν δὲ τὸν Χριστὸν, ὃν κρατοῦντες ἀσάλευτοι διαμένομεν, πρὸς αὐτὸν τὸν βίον ἡμῶν κατὰ τὴν πολιτείαν ἕλκοντες. Διὸ καὶ πρὸ παντὸς πράγματος, »μᾶλλον δὲ τῆς θεολογίας, δεῖ ἀπάρχεσθαι τῆς σὐχῆς, οὐχ ἵνα ἐφελξώμεθα τὴν ἁπανταχοῦ παροῦσαν καὶ οὐδαμοῦ δύναμιν,(άρεστι γὰρ πανταχοῦ, ὅτι πᾶσου διήκει, οὐδαμοῦ δὲ, ὅτι οὐδελς ἄξιος τόπος τῆς καταπαύσεως αὐτοῦ· ἀλλ´ ἵνα ἐγχειρίοωμεν ἑαυτοὺς καὶ τῷ Θείῳ ἐνώσωμεν ταῖς θείαις μνήμαις καὶ ἐπρλήσεσι. ἑ. Καὶ τοῦτο δ´ ἱσως ἀπολογοῦμεν, ὅτι τοῦ κλεινοῦ Ἱεροθέου τὰς θεολογικὰς στοιχειώσεις συναγαγόντος, ἡμεῖς δὲ συνεγραψάμεθα ἄλλας τε πραγματείας, καὶ $0=3 $8=352 $9=1 Καὶ γὰρ εἴπερ ἐκεῖνος περὶ τούτων λεπτομερεστέρως ἡ ξίμωσε διελθεῖν, οὐκ ἂν ἡμεῖς εἰς τοσοῦτον ἢ μανίας ἢ σκαιότητος ἐληλύθαμεν, ὡς οἰηθῆναι ἐπιβαλεῖν τοῖς θείοις ἐπιστημονικώτερον, ὥστε δις τὰ αὐτὰ λέγειν, καὶ ἀδικεῖν φίλον ἅμα καὶ διδάσκαλον· καὶ ἡμᾶς τέως, τοὺς μετὰ τὸν μακάριον Παῦλον μαθητευθέντας αὐτῷ, ὑφαρπάζειν τὰ ἐκείνου καὶ ὡς ἷδια γράφειν. Ἀλλ´ ἐπειδὴ πρεσβυτικῶς καὶ ἐπιστημονικῶς εἶπεν ἐκεῖνος, καὶ συντόμους καὶ κεφαλαιώδεις τὰς διδασκαλίας πεποίηκεν, ἐγκελευόμενος καθ´ ἕκαστον καὶ ἡμῖν, καὶ τοῖς ἑτέροις τῶν νεοτελῶν ψυχῶν διδασκάλοις, καθ´ ὅσον ἔνι ἀναπτύξαι καὶ διακρῖναι τὰς συνοπτικὰς καὶ δι´ ὀλίγον ἐκφράσεις τῆς ἑνιαίας ἐκείνου καὶ νοερωτάτης δυνάμεως· καὶ πολλάκις ἡμᾶς εἰς αὐτὸ τοῦτο καὶ σὺ προέτρεψας, ἀνταποστείλας καὶ τὴν βίλον αὐτοῦ. Ταύτῃ τοι καὶ ἡμεῖς τὸν μὲν ἅγιον Ἰερόθεον, ὡς τελείων διανοιῶν διδάσκαλον, τοῖς τελείοις ἀφορίζομεν, καὶ τὰ ἐκείνου λόγια, ὡς δεύτερα λόγια, πρὸς τὰ θεῖα καὶ ἱερὰ τῶν ἀποστόλων παραγγέλματα, ἔχομεν· τοὺς δὲ καθ´ ἡμᾶς ἀτελέσι τὰ θεῖα παραδώσομεν, ἀναλόγους τοῖς διδασκάλοις ἡμῖν τοὺς μαθητὰς ἔχοντες. Ὁπόσον ὀε ἔχει ἐκεῖνος τὸ τέλειον, ἑν ᾧ ἑστιᾷν ἑτέρους τὴν στερεὰν τροφὴν, ὅπου γε καὶ ἡμεῖς λεγόμεθα τέλειοι, ὡς τῆς τοιαύτης στερεᾶς τροφῆς μεταλαμβάνειν ἠξιωμένοι; Ὁρθῶς οὖν εἴπομεν τὸ, τὴν μὲν αὐτοπτικήν καὶ ἀνεπικάλυπτον, καὶ ἐμφανεστέραν κατανόησιν, καὶ τὴν κεφαλαιώδη διδασκαλίαν πρεσβυτικῆς δεῖσθαι δυνάμεως· τὴν δὲ διασάφησιν καὶ ἐκμάθησιν ἀρμόζειν τοῖς ὑφειμένοις ἡμῖν. Ἐπιτετήρηται γοῦν ἡμῖν, ὥστε ὅσα δὴ σαφῶς παρὰ τοῦ θείου Ἰεροθέου διηυκρίνηται, μηδόλως ἐγκεχειρηκέναι καὶ οἷον φαίνεσθαι ταύτολογεῖν· τὰ δὲ συνοπτικῶς εἰρημένα ἐκείνῳτοῦτο γὰρ ἔξωθεν προσληπτέον λεπτοτέραις ἐννοίαις ἐκφαίνειν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ὃ ἐν τῷ τέλει τοῦ λόγου ἐπήγαγε. Νῦν δὲ εἰς τοὺς ἐπαίνους τοῦ ἀνδρὸς εἰσελθὼν, ὅπως καὶ δσθοῖα ἦσαν τὰ παρ´ αὐτοῦ ὑμνούμενα ἐν τῷ καιρῷ τῆς ἁγίας Θεοτόκου κοιμήσεως, κατὰ ἐνδιάθετον σχῆμα, τεχνικῶς οἷον ἐπελάθετο τῆς τοῦ λόγου συμφράσεως, καί φησιν· Ἐπεὶ καὶ παρ´ αὐτοῖς τοῖς θεολής πτοις πατράσιν τε συμπαρῆμεν ἐκείνοις καὶ ἡμεῖς,, ἐν τῷ καιρῷ τῆς κοιμήσεως τῆς παναγίας Δεσποίνης ἡμῶν θεοτόκου, ἐδόκει δὲ κατὰ τὴν θείαν ὑμνῆσαι τοὺς ἰεράρχας ὡς ἕκαστος εἶχε δυνάμεως τὴν ἀπειροδύναμον ἀγαθότητα τῆς θεαρχικῆς ἀσθενείας, τῆς ἐκουσίου δηλονότι τοῦ Θεοῦ ἄχρι σαρκὸς χωρὶς ἀμαρτίας συγκαταβάσεως, πάντων ἐκράτει τῶν ἱερομυστῶν ὁ μέγας Ἰερόθεος, ὅλος ὢν ὥσπερ ἔκδημος ἐκ τοῦ σώματος, ὅλος ἐξιστάμενος ἑαυτοῦ ἐν τοῖς ὕμνοις, καὶ πάσχων τὴν πρὸς τὰ ὑμνούμενα κοινωνίαν, παρὰ πάντων καὶ τῶν γνωρίμων καὶ τῶν μὴ γνωρίμων θεβἄληπτος ἐκρίνετο. Ἡ γοῦν τοῦτο λέγει, παρὰ πάντων καὶ τῶν γινωσκόντων καὶ τῶν μὴ γινωσκόντων αὐτόν· ἢ, ὅπερ καὶ κρεῖττον, οὐ γὰρ εἶπε, οὐκ ἐγινώσκετο, ἀλλ´ οὐκ ἐπεγινώσκετο· ἐγινώσκετο μὲν λέγει παρ´ ἐκείνων, δηλονότι οἵτινες ἐγίνωσκον τὴν τῶν λεγομένων δύναμιν· οὐκ ἐπεγιγνώσκετο δὲ παρ´ ἐκείνων, οἵτινες οὐχ οἷοί τε ἦσαν ἐπιβαλεῖν τῷ ὕψει τῶν ὕμνων. Ἐφαίνετο γοῦν θεόληπτος κἀκείνοις καὶ $0=3 $8=353 $9=1 τούτοις. Ἐκείνοις μὲν, ὡς συνιοῦσι καὶ ἐπιστήμην σχοῦσιν, ὅτι τοιοῦτός ἐστι· τούτοις δὲ, ὡς μὴ συνιοῦσε τὰ λεγόμενα, κἀντεῦθεν θεῖά τινα κρίνουσι ταῦτα καὶ ὑπὲρ τοὺς πολλοὺς, καὶ μόνοις ἄξια τοῖς θείοις καὶ κατ´ ἐκεῖνον ἀνδράσιν. Ἐκ τῶν ὕμνων γοῦν ἐκείνων οἶδα ἐπακούσας πολλάκις καὶ παρὰ σοῦ μέρη τινά· οὕτως ἔχεις σπουδὴν εἰς τὰ θεῖα, ὥστε μὴ ἐκ παρέργου λογίζεσθαι ταῦτα. βΗi. Καὶ ἵνα σοι παραλείψωμεν τὰ πολλὰ ὡς ἄῤῥητα τοῖς πολλοῖς, καὶ σοι ἐγνωσμένα, ἢ γοῦν ἐγνοσμένα, ὅτι εἰσὶν ἄῤῥητα καὶ μυστικά· ἢ ὅτι σοὶ ἐγνωσμένα, ὡς ὄντι ὑπὲρ τοὺς πολλοὺς, καὶ θείῳ· τοῦτο πρὸς τὸ παρὸν λέγομεν· πῶς, ὅτε τοῖς πολλοῖς ἤθελεν ὁμιλῆσαι, καὶ ὅσους ἦν δυνατὸν μετάξαι εἰς θεοσέβειαν, ὑπερεῖχε τοὺς πολλοὺς τῶν ἱερῶν διδα. σκάλων κατὰ πολλοὺς τρόπους, οἱς ἂν σεμνύνοιτο ὁ θεῖος διδάσκαλος, ὥστε οὖκ ἄν ποτε πρὸς τοιοῦτον ἥλιον ἀντωπεῖν ἐνεχειρήσαμεν· δηλονότι τὰ ἐκείνῳ συντεθειμένα λέγει, καθὼς ἐκεῖνος εἶπε, προστιθέμενοι· Ἡμεῖς γὰρ κατὰ τό· Γνῶθι σαυτόν, ἑαυτῶν αἰσθανόμεθα, ὡς οὔτε νοῆσαι ἱκανῶς τὰ θεῖα χωῤοῦμεν, οὔτε εἰπεῖν. Πόῤῥω δέ ἐσμεν τῆς ἕξεως καὶ ἐπιστήμης τῶν ἰερῶν ἀνδρῶν· πολλὴν γὰρ ἂν εὐλάβειαν εἴχομεν καὶ εἰς τὸ μηδόλως ἀκούειν ἢ λέγειν περὶ τῶν θείων, μὴ ὅτι γε ἐπὶ τοῖς ἁγνοουμένοις, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀκριβῶς γινωσκομένοις ἡμῖν, εἰ μὴ κατὰ νοῦν εἴχομεν, ὅτι οὐ δίκαιόν ἐστιν ἀμελεῖν τῆς ἐνδεχομένης τῶν θείων γνώσεως, ἧς ἕκαστος μετέσχεν ἐκ τῆς θείας χάριτος· καὶ δῆλον ἐκ τοῦ μὴ ἐπεξεργασαμένου τὸ τάλαντον. Καὶ εἰς τοῦτο ἡμᾶς ἔπεισαν, ὅτι καλόν ἐστι δηλαδὴ τὸ μεταδιδόναι καὶ ἐτέροις τῆς ἐνδεχομένης γνώσεως, αἱ φυσικαὶ ἐφέσεις τῶν θείων ἀγγέλων ἐφετικῶς ἀεὶ γλιχόμεναι τῆς προσηκούσης θείας θεωρίας· καὶ αὐτὴ δὴ ἡ τῶν θείων Γραφῶν διάταξις, ἀποτρέπουσα μὲν πολυπραγμονεῖν τὰ ὑπὲρ ἡμᾶς, ὡς ἡΣοφία τοῦ Σειρὰχ παραινοῦσα· Υψῥηλότεράσου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· προτρέπουσα δὲ εἰς τὰ κατὰ δύναμιν, ὡς ὁ θεῖος Ἀπόστολος διακελευόμενος· Καὶ ἄ ἡκουσας παο´ ἐμοῦ, ταῦτα παράθου πιστοῖς ἀνόρώποις. Ταῖς τοιαύταις πειθόμενοι παραινέσεσι, πρὸς τὴν ἐφικτὴν τῶν θείων εὕρεσιν μὴ ἀποδειλιάσαντες, ἀλλὰ καὶ τοὺς ἔτι δυναμένους εἰς τὰ κρείττονα καὶ ὑψηλότερα τῆς ἡμετέρας ἕξεως καὶ δυνάμεως ἀναδραμεῖν, ἀβοηθήτους οὐ φέροντες καταλιπεῖν ὡς τυχὸν, ἐκ ταύτης δὴ τῆς ἡμετέρας χαμερποῦς διδασκαλίας ἀναχθήσεσθαι μελλόντων τινῶν εἰς ὑψηλοτέραν γνῶσιν, μελέτῃ τε καὶ σπουδῇ, καὶ τῇ θείᾳ συνάρσει, καθήκαμεν καὶ ἐνεβάλομεν ἑαυτοὺς εἰς τὴν ἐγγραφὴν, νέον μέν τοι καὶ ξένον οὐ τολμῶντες εἰσηγεῖσθαι καὶ διδάσκειν λεπτοτέραις δὲ ἐξετάσεσι τὰ συνοπτικῶς εἰρημένα τῷ ἱερῷ καὶ θείῳ ἀνδρὶτοῦτο γάρ ἐστι τὸ, τῷ ὅντως Ἱεροθόῳ] ἀναπτύσσοντες, καὶ δῆλα ποιοῦντες τοῖς πλείοσιν. $0=3 $8=354 $9=1 ΚΕΦΑΛΑΙΟΝ Δʹ. Α ΟΑΡΠΤ ΙΝʹ. ΘΥΝΟΡΕΙΘ ΛΑΒΙΤΙΘ. Εἶεν δὴ οὖν, ἐπ´ αὐτὴν ἤδη τῷ λόγῳ τὴν ἀγαθωνυμίαν χωρῶμεν, ἡν ἐξῃρημένως οἱ θεολόγοι τῇ Φπερθέῳ θεότητι, καὶ ἀπὸ πάντων ἀφορίζουσιν αὐτὴν, ὡς οἶμαι, τὴν θεαρχικὴν ὕπαρξιν, ἀγαθότητα λέγοντες· καὶ ὅτι τῷ εἶναι τὸ ἀγαθὸν, ὡς οὐσιῶδες ἀγαθὸν, εἰς πάντα τὰ ὄντα διατείνει τὴν ἀγαθότητα. Καὶ γὰρ ὥσπερ ὁ καθ´ ἡμᾶς ἤλιος, οὐ λογιζόμενος ἢ προαιρούμενος, ἀλλ´ αὐτῷ τῷ εἰναι φωτίζει πάντα πὰ μετέχειν τοῦ φωτὸς αὐτοῦ κατὰ τὸν οἰκεῖον δυνάμενα λόγον· οὕτω δὴ καὶ τὰγαθὸνπὲρ ἤλιον αὺς ὑπὰρ ἀμυδρὰν εἰκόνα τὸ ἐξῃρημένως ἀρχέτυτον αὐτῆ τῇ ὑπάρξει πᾶσι τοῖς οὖσιν ἀναλόγως κφίησι τὰς τῆς ὅλης ἀγαθότητος ἀκτῖνας. Διὰ ταύτας ὑπέστησαν αἱ νοηταὶ καὶ νοεραὶ πᾶσαι καὶ οὐσίαι, εαὶ δυνάμεις καὶ ἐνέργειαι, διὰ ταύτας εἰσὶ καὶ ζωὴν ἔχουσιἃ τὴν ἀνέκλειπτον καὶ ἀμείωτον, ἁπάσης φθορᾶς, καὶ θανάτου, καὶ ὕλης καὶ γενέσεως καθαρεύουσαι, καὶ τῆς ἀστάτου καὶ ῥευστῆς, καὶ ἄλλοτε ἄλλως φερομένης ἀλλοιώσεως ἀνῳκισμέναι· καὶ ὡς ἀσώματοι καὶ ἄῦλοι νοοῦνται, καὶ ὡς νόες ὧπερκοσμίως νοοῦσι, καὶ τοὺς τῶν ὄντων οἰκείως ἐλλάμπονται λόγους, καὶ αὖθις εἰς τὰ συγγενῆ, τὰ $0=3 $8=355 $9=1 οἰκεῖα διαπορθμεύουσι. Καὶ τὴν μονήν ἐκ τῆς ἀγάθότητος ἔχουσι· καὶ ἵὸρυσις αὐταῖς ἐκεῖθέν ἐστι, καὶ συνοχὴ, καὶ φρουρὰ, καὶ ἐστία τῶν ἀγαθῶν, καὶ αὐτῆς ἐφιέμεναι, καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἕχουσι, καὶ πρὸς αὐτὴν ὡς ἐφικτὸν ἁποτυπούμεναι καὶ ἀγοθοειδεῖς εἰσι καὶ ταῖς μετ´ αὐτὰς κοινωνοῦσιν ἁς ὁ θεῖος θεσμὸς ὑφηγεῖται, τῶν εἰς αὐτὰς ἐκ τὰγαθοῦ διαφοιτησάντων δώρων. Ἐκεῖθεν αὐταῖς αἱ ὑπερκόσμιοι τάξεις, αἱ πρὸς ἐαυτὰς ἑνώσεις, αἱ ἐν ἀλλήλαις χωρήσεις, αἱ ἀσύγχντοι διακρίσεις, αἱ πρὸς τὰς κρείττους ἀναγωγικαὶ τῶν ὑφειμένων δυνάμεις, αἱ περὶ τὰ δεύτερα πρόνοιαι τῶν πρεσβυτέρων, αἱ τῶν οἰκείων ἑκάστης δυνάμεως φρουραὶ, καὶ περὶ ἑαυτὰς ἀμετάπτωτοι συνελίξεις, αἱ περὶ τὴν ἔφεσιν τὰγαθοῦ ταὐτότητες, καὶ ἀκρότητες, καὶ ὅσα ἄλλα εἴρηται πρὸς ἡμῶν ἐν τῷ Περὶ τῶν ἀγγελικῶν ἰδιοτήτων καὶ τάξεων· ἀλλὰ καὶ ὅσα τῆς οὐρανίας ἱεραρχίας ἐστὶν, αἱ ἀγγελοπρεπεῖς καθάρσεις, αἱ ὑπερκόσμιοι φωταγωγίαι, καὶ τὰ τελεσιουργὰ τῆς ὄλης ἀγγελικῆς τελειδεητος, ἐκ τῆς παναιτίου καὶ πηγαίας ἐστὶν ἐγαθότητος, ἐξ ἦς καὶ τὸ ἀγαθοειδὲς αὐταῖς ἐδωρήθη, καὶ τὸ ἐκφαίνειν ἐν ἑαυταῖς τὴν κρυφίαν ἀγαθότητα, καὶ εἶναι ἀγγέλους ὤσπερὲξαγγελτικὰς τῆς θείας σιγῆς, καὶ οἷον φῶτα φανὰ τοῦ ἐν ἀδύτοις ὄντος ἑρμηνευτικὰ προβεβλημένας. Ἀλλὰ καὶ μετ´ ἐκείνους τοὺς ἱεροὺς καὶ ἁγίους νόας, αἱ ψυχαὶ καὶ ὅσα ψυχῶν ἀγαδὰ, ιὰ τὴν ὑπεράγαθόν ἐστιν ἀγαθότητα· τὸ νοεράς αὐτὰς εἶναι, τὸ ἔχειν τὴν οὐσκώδη ζωὴν ἀνώλεθρον αὐτὸ τὸ εἶναι, καὶ δύνασθαι πρὸς τὰς ἀγγελικὰς ἀνατεινομένας ζωὰς, δι´ αὐτῶν ὡς ἀγαθῶν καθηγεμόνων, ἐπὶ τὴν πάντων ἀγαθῶν ἀγαθαρχίαν ἀνάγεσθαι, καὶ τῶν ἐκεῖθεν ἐκβλυζομένων ἐλλάμψεων Ῥ ἐν μετουσίᾳ γίνεσθαι κατὰ τὴν σφῶν ἀναλογίαν, καὶ τῆς τοῦ ἀγαθοειδοῦς δωρεᾶς ὅση δύναμις μετέχειν, καὶ ὅσα ἄλλα πρὸς ἡμῶν ἐν τοῖς Περὶ ὑυχῆς ἀπηρίθμηται. Ἀλλὰ καὶ περὶ αὐτῶν, εἰ χρὴ φάναι, τῶν ἀλόγων ψυχῶν, ἢ ζώων, ὅσα τὸν ἀέρα τέμνει, καὶ ὅσα ἐπὶ γῆς βαίνει, καὶ ὅσα εἰς γῆν ἐκτέταται, καὶ τὰ ἐν ὕδασι τὴν ζωήν, ἢ ἀμφιβίως λαχόντα, καὶ δα ὑπὸ γῆν ἐγκεκαλυμμένα ζῇ καὶ ἐγκεχωσμένα, καὶ ἁπλῶς ὅσα τὴν αἰσθητικὴν ἔχει ψυχὴν, ἢ ζωὴν, καὶ ταῦτα πάντα διὰ τὰγαθὸν ἐψύχωται καὶ ἐζώωται. Καὶ φυτὰ δὲ πάντα τὴν θρεπτικὴν καὶ κινητικὴν ἔχει ζωὴν, ἐκ τὰγ θοῦ· καὶ ὅσηδ ἄψυχος καὶ ἄζωος οὐσία, διὰ τὰγαθόν ἐστι, καὶ δι´ αὐτὸ τῆς οὐσιώδους $0=3 $8=356 $9=1 Εἰ ἄὲ καὶ ὑπὲρ πάντα τὰ ὄντα ἐσοὸνσπερ οὖν ἐστι τὰγαθὸν, καὶ τὸ ἀνείδεον εἰδοποιεῖ· καὶ ἐν αὔτῷ μόν καὶ τὸ ἀνούσιον· οὐσίας ὑπερβολή· καὶ τὸ ἄζωον ὑπερέχουσα ζωή· καὶ τὸ ἄνουν ὑπερέχουσα σοφία, καὶ ὅσα ἐν τὰγαθῷ τῆς τῶν ἀνειδέων ἐστὶν ὑπαροχικῆς εἰδοποιίας· καὶ εἰ θεμιτὸν φάναι, τὰγαβοῦ τοῦ ὑπὲρ πάντα τὰ ὄντα, καὶ αὐτὸ τὸ μὴ ὃν ἐφίεται, καὶ φιλονεικεῖ πως ἐν τὰγαθῷ καὶ αὐτὸ εἶναι, τῷ ὄντως ὑπερουσίῳ, κατὰ τὴν πάντων ἁφείρεσιν. Ἀλλ´ ὅπερ ἡμᾶς ἐν μέσῳ παραδραμὸν διαπέφευγε, καὶ τῶν οὐρανίων ἀρχῶν καὶ ἀποπερατώσεων αἰτία τὰγαθὸν, τῆς ἀναυξοῦς καὶ δλως ἀναλλοιώτου ταύτης οὐσίας, καὶ τῶν ἀψόφων, εἰ οὕτω χρὴ τάναι, τῆς παμμεγέθους οὐρανοπορίας κινήσεων, καὶ τῶν ἀστρῴων τάξεων, καὶ εὐπρεπειῶν, καὶ φώτων, καὶ ἰδρύσειν, καὶ τῆς ἐνίων ἀστέρων μτταβατικῆς πολυκινησίας, καὶ τῆς τῶν δύο φωστήρων, οὓς τὰ λόγιᾳ καλεῖ μεγάλους, ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ περιοδικῆς ἀποκαταστάσεως, καθ´ ἂς αἱ παρ´ ἡμῖν ἡμέραι καὶ νύκτες ὁριζόμεναι, καὶ μῆνες, καὶ ἐνιαυτοὶ μετρούμενοι, τὰς τοῦ χρόνου καὶ τῶν ἐν χρόνῳ κυκλικὰς κινήσεις ἀφορίζουσι, καὶ ἀριθμοῦσι, καὶ τάττουσι καὶ συνέχουσι, Τί δʹ ἄν τις φαίη περὶ αὐτῆς καθ´ αὐτὴν τῆς ἡλιακῆς ἀκτῖνος; ἐκ τὰγαθοῦ γὰρ τὸ φῶς, καὶ εἰκὼν τῆς ἀγαθότητος· διὸ καὶ φωτωνυμικῶς ὑμνεῖται τὰγαθὸν, ὡς ἐν εἰκόνι τὸ ἀρχέτυπον ἐκφαινόμενον. Ὡς γὰρ ἡ τῆς πάντων ἐπέκεινα θεότητος ἀγαθότης ἀπὸ τῶν ἀνωτάτων καὶ πρεσβυτάταν οὐσιῶν, ἄχρι τῶν ἐσχάτων διήκει, καὶ ἔτι ὑπὲρ πάσας ἐστὶ, μήτε τῶν ἄνω φθανουσῶν αὐτῆς τὴν θπεροχὴν, μήτε τῶν κάτω τὴν περιοχὴν διαβαινουσῶν, ἀλλὰ καὶ φωτίζει τὰ δυνάμενα πάντα, καὶ δημιουργεῖ, καὶ ζωοῖ, καὶ συνέχει, καὶ τελεσιουργεῖ, καὶ μὲτρον ἐστὶ τῶν ἤντων, καὶ αἰὼν, καὶ ἀριθμὸς, καὶ τάξις, καὶ περιοχὴ, καὶ αἰτία, καὶ τέλος· οὕτω δὴ καὶ ἡ τῆς θείας ἀγαθότητος ἐμφανὴς εἰκὼν, ὁ μέγας οὗτος, καὶ ὁλολαμπὴς, καὶ ἀείφωτος ἤλιος, κατὰ πολλοστὸν ἀπήχημα τὰγαθοῦ, καὶ πάντα ὅσα μετέχιιν αὐτοῦ δύναται, φωτίζει, καὶ ὑπερηπλωμένον ξχει τὸ φῶς, εἰς πάντα ἐξαπλῶν τὸν ὁρατὸν κόσμον, ἄνω τε καὶ κάτω, τὰς τῶν οἰκείων ἀκτίνων αὐγάς· καὶ εἴ τι αὐτῶν οὐ μετέχει, τοῦτ οὐ τῆς ἀδρανείας ἢ τῆς βραχύτητός ἐστι τῆς φωτιστικῆς αὐτοῦ διαδόσεως, ἀλλὰ τῶν διὰ φωτοληψίας ἀνεπιτηδειότητα μὴ ἀναπλουμένων· εἰς τὴν φωτὸς μετουσίαν. Ἀμέλει πολλὰ τῶν οὕτως ἐχόντων ἡ ἀκτὶς διαβαίνουσα, τὰ μετ´ ἐκεῖνα φωτίζει, καὶ οὐδέν ἐστι τῶν ὁρατῶν οὗ $0=3 $8=357 $9=1 μὴ ἐφικνεῖται κατὰ τὸ τῆς οἰκείας αἴγλης ὑπερβάλλον μέγεθος. Ἀλλὰ καὶ πρὸς τὴν γένεσιν τῶν αἰσθητῶν σωμάτων συμβάλλεται, καὶ πρὸς ζωὴν αὐτὰ κινεῖ καὶ τρέφει καὶ αὕξει, καὶ τελειοῖ, καὶ καθαίρει, καὶ ἀνανεοῖ· καὶ μέτρον ἐστὶ, καὶ ἀριθμὸς ὡρῶν, ἡμερῶν, καὶ παντὸς τοῦ καθ´ ἡμᾶς χρόνου τὸ φῶς· αὐτὸ γάρ ἐστι τὸ φῶς, εἰ καὶ τότε ἀσχημάτιστον ἦν, ὅπερ ὁ θεῖος ἔφη Μωσῆς, καὶ αὐτὴν ἐκείνην ὁρίσαι τὴν πρώτην τῶν καθ´ ἡμᾶς ἡμερῶν τριάδα. Καὶ ὡσπερ πάντα πρὸς ἑαυτὴν ἡ ἀγαθότης ἐπιστρέφει, καὶ ἀρχισυναγωγός ἐστι τῶν ἐσκεδασμένων, ὡς ἐναρχικὴ, καὶ ἐνοποιὸς θεότης, καὶ πάντα αὐτῆς ὡς ἀρχῆς, ὡς συνοχῆς, ὡς τέλους ἐφίεται· καὶ τὰγαθόν ἐστινς τὰ λόγιά φησιν ἐξ οὗ τὰ πάντα ὑπέστη, καὶ ἕστιν, ὡς ἐξ αἰτίας παντελοῦς παρηγμένα, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν, ὡς ἐν παντοκρατορικῷ πυθμένι φρουρούμενα καὶ διακρατούμενα, καὶ εἰς ὃ· τὰ πάντα ἐπιστρέφεται, καθάπερ εἰς οἰκεῖον ἑκάστῳ πέρας, καὶ οὗ ἐφίεται πάντα, τὰ μὲν νοερὰ καὶ λογικὰ γνωστικῶς, τὰ δὲ αἰσθητικὰ αἰσθητικῶς· τὰ δὲ αἰσθήσεως ἄμοιρα, τῇ ἐμφύτῳ κινήσει τῆς ζωτικῆς ἐφέσεως· τὰ δὲ ἄζωα καὶ μόνον ὄντα, τῆ πρὸς μόνην τὴν οὐσιώδη μέθεξιν ἐπιτηδειότητι. Κατὰ τὸν αὐτὸν τῆς ἐμφανοῦς εἰκόνος λόγον, καὶ τὸ φῶς συνάγει και ἐπιστρέφει πρὸς ἑαυτὸ πάντα τὰ ὄντα, τὰ ὁρῶντα, τὰ κινούμενα, τὰ φωτιζόμενα, τὰ θερμαινόμενα, τὰ Σλως ὑπὸ τῶν αὐτοῦ μαρμαρυγῶν συνεχόμενα· διὸ καὶ ἦλιος, ὅτι πάντα ἀολλῆ ποιεῖ, καὶ συνάγει τὰ διεσκεδασμένα. Καὶ πάντα αὐτοῦ τὰ αἰσθητὰ ἐφίεται, ἢ ὡς τοῦ ρᾷν, ἢ ὡς τοῦ κινεῖσθαι, καὶ φωτίζεσθαι, καὶ θερμαίνεσθαι, καὶ ὅλως συνέχεσθαι πρὸς τοῦ φωτὸς ἐφιέμενα. Καὶ οὐ δήπου φημὶ κατὰ τὸν τῆς παλαιότητος λόγον, ὅτι θεὸς ὤν ὁ ἥλιος καὶ δημιουργὸς τοῦδε τοῦ παντὸς ἰδίως ἐπιτροπεύει τὸν ἐμφανῆ κόσμον, ἀλλ´ ὅτι τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιμασι νοούμενα καθορᾶται, ἢ τε ἀἱδιος σὐτοῦ δυἈλλὰ ταῦτα μὲν ἐν τῇ συμβολικῇ θεολογίᾳ. Νῶν δὲ τὴν νοητὴν τάγαθοῦ φωτωνυμίαν ἡμῖν ὑμνητέον, καὶ ῥητέον, ὅτι φῶς νοητὸν ὁ ἀγαθὸς λέγεται διὰ τὸ πάντα μὲν ὑπερουράνιον νοῦν ἐμπιμπλάναι νοητοῦ φωτός· πᾶσαν δὲ Ἀγνοιαν καὶ πλάνην ἐλαύνειν ἐκ πασῶν, αἷς ἂν ἐγγένηται ψυχαῖς, καὶ πάσαις αὐταῖς φωτὸς ἱεροῦ μεταδιδόναι, καὶ τοὺς νοεροὺς αὐτῶν ὀφθαλμοὺς ἀνακαθαίρειν τῆς περικειμένης αὐταῖς ἐκ τῆς ἀγνοίας ἀχλύος, καὶ ἀνακινεῖν καὶ ἀναπτύσσειν τῷ πολλῷ βάρει τοῦ σκότους συμμεμυκότας· καὶ μεταδιδόναι πρῶτα μὲν αἰγλης μετρίας· εἶτα $0=3 $8=358 $9=1 ἐκείνων ὥσπερ ἀπογευομένων ο φωτὸς, καὶ μᾶλλον ἐφιεμένων, μᾶλλον ἑαυτὴν ἐνδιδόναι, καὶ περισσως ὲπιλάμπειν, ὅτι ἠγάπησαν πολύ· καὶ ἀεὶ ἀνατείνειν αὐτὰς ἐπὶ τὰ πρόσω, κατὰ τὴν σφῶν εἰς ἀνάνευσιν ἀναλογίαν. τῶς οὖν νοητὸν λέγεται τὸ ὑπὲρ πᾶν φῶς ἀγαθὸν, ὡς ἀκτὶς πηγαία καὶ ὑπερβλύζουσα φωτοχυσία, πάντα τὸν ὑπερκόσμιον καὶ περικόσμιον, καὶ ἐγκόσμιον νοῦν, ἐκ τοῦ πληρώματος αὐτῆς καταλάμπουσα, καὶ τὰς νοερὰς αὐτῶν ὅλας ἀνανεάζουσα Ἀυνάμεις, καὶ πάντας περιέχουσα τῷ ὑπερτετάσθαι, καὶ πάντων ὑπερέχουσα τῷ ὑπερκεῖσθαι· καὶ ἀπλῶς, πᾶσαν τῆς φωτιστικῆς δυνάμεως τὴν κυρείαν, ὡσι ὰρχίφωτος καὶ ὑπέρφωτος, ἐν ἑαυτῇ συλλαβοῦσα, καὶ ὑπερέχουσα, καὶ προέχουσα, καὶ τὰ νοερὰ καὶ τὰ λογικὰ πάντα συνάγουσα, καὶ ἀολλῆ ποιοῦσα. Καὶ γὰρ ὥσπερ ἡ ἄγνοια διαιρετικὴ τῶν πεπλανημένων ἐστὶν, οὕτως ἡ τοῦ νοητοῦ φωτὸς παρουσία, συναγωγὸς καὶ ἐνωτικὴ τῶν φωτιζομένων ἐστὶ, καὶ τελειω τικὴ, καὶ ἔτι· ἐπιστρεπτικὴ πρὸς τὸ ὄντως ὃν, ἀπὸ τῶν πολλῶν δοξασμάτων ἐπιστρέφουσα, καὶ τὰς ποικλας ὄψει,, ἢ κυριώτερον εἰπεῖν, φαντασίας, εἰς μίαν ἀληθῆ καὶ καθαρὰν, καὶ μονοειδῆ συνάγουσα γνῶσιν, καὶ ἐνὸς καὶ ἐνωτικοῦ φωτὸς ἐμπιπλῶσα. Τοῦτο τὰγαθὸν ὑμνεῖται πρὸς τῶν ἱερῶν θεολόγων καὶ ὡς καλὸν, καὶ ὡς κάλλος, καὶ ὡς ἀγάπη καὶ ὡς ἀγαπητὸν, καὶ ὅσαι ἄλλαι εὐπρεπεῖς εἰσι τῆς καλλοποιοῦ καὶ κεχαριτωμένης· ὡραιότητος θεωνυμίαι Τὸ δὲ καλὸν καὶ κάλλος διαιρετέον ἐπὶ τῆς ἐν ἑνὶ τὰ ὅλα συνειηφυίας αἰτίας· ταῦτα γὰρ ἐπὶ μὲν τῶν ὄντων ἀπάντων εἰς μετοχὰς καὶ μετέχοντα διαιροῦντες, καλὸν μὲν εἶναι λέγομεν τὸ κάλλους μετέχον κάλλος δὲ τὴν μετοχὴν τῆς καλλοποιοῦ τῶν ὅλων καλῶν αἰτίας. Τὸ δὲ ὑπερούσιον καλὸν κάλλος μὲν λέγεται, διὰ τὴν ἀπ´ αὐτοῦ πᾶσι τοῖς οὖσι μεταδιδομένηψ οἰκείως ἐκάστῳ καλλονὴν, καὶ ὡς τῆς πάντων εὐαρμοστίας καὶ ἀγλαὶας αἴτιον, δίκην φωτὸς ἐναστράπτον ἂπασι τὰς καλλοποιοὺς τῆς πηγαίας ἀκτῖνος αὐτοῦ μεταδόσεις, καὶ ὡς πάντα πρὸς ἑαυτὸ καλοῦν θν καὶ κάλλος λέγεται καὶ ὡς ὅλα ἐν ὅλοις εἰς ταύτὸ συνάγον. Καλὸν δὲ ὡς πάγκαλον ἄμα καὶ ὑπέρκαλον, καὶ ἀεὶ ὃν, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καλὸν, καὶ οὔτε γιγνόμενον, οὔτε ἀπολλύμενον, οὔτε αὐξανόΚμενον, οὔτε φθίνον, οὐδὲ τῇ μὲν καλὸν, τῆ δὲ αἰ σχρὸν, οὐδὲ τοτὲ μὲν, τοτὲ δὲ οὓ, οὐδὲ πρὸς μὲν τὸ, καλὸν, πρὸς δὲ τὸ, αἰσχρόν· οὐτε ἔνθα μὲν, ἔνθα δὲ οὐ, $0=3 $8=359 $9=1 ὥς τισι μὲν ὃν καλὸν, τιοὶ δὲ οὐ καλόν· ἀλλ´ ὡς αὐτὶ καθ´ ἑαυτὸ μεθ´ ἑαυτοῦ· μονοειδὲς ἀεὶ ὃν καλὸν, καὶ ὡς παντὸς καλοῦ τὴν πηγαίαν καλλονὴν ὑπεροχικῶς ἐν ἐαυτῷ προέχον. Τῇ γὰρ ἀπλῃ καὶ ὑπερφυεῖ τῶν ὅλων καλῶν φύσει πᾶσα καλλονὴ καὶ πᾶν καλὸν ἐνοειδῶς κατ´ αἰτίαν προῦφέστηκεν. Ἐκ τοῦ καλοῦ τούτου πᾶσι τοῖς οὖσι τὸ εἶναι, κατὰ τὸν οἰκεῖον λόγον ἕκαστα καλὰ, καὶ διὰ τὸ καλὸν αἱ πάντων ἐφαρμογαὶ, καὶ φιλίαι, καὶ κοινωνίαι· καὶ τῷ καλῷ τὰ πάντα ἥνωται· καὶ ἀργὴ πάντων τὸ καλὸν, ὡς ποιητικὸν αἴτιον, καὶ κινοῦν τὰ ὅλα, καὶ συνέχον τῷ τῆς οἰκείας καλλονῆς ἔρωτι· καὶ πέρας πάντων, καὶ ἀγαπητὸν, ὡς τελικὸν αἴτιοντοῦ καλοῦ γὰρ ἕνεκα πάντα γίγνεται]· καὶ παραδειγματικὸν, ὅτι κατ´ αὐτὸ πάντα ἀφορίζεται· διὸ καὶ ταὐτόν ἐστι τὰγαθῷ τὸ καὶ ὸν, ὅτι τοῦ καλοῦ καὶ ἀγαθοῦ κατὰ πᾶσον αἰτίαν πάντα ἑφίεται· καὶ οὐκ ἔστι τι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ καλοῦ καὶ ἁγαθοῦ. Τολμήσει δὲ καὶ τοῦτε εἰπεῖν ὁ λόγος, ὅτι καὶ τὸ μὴ ὃν μετέχει τοῦ καλοῦ καὶ ἀγαθοῦ, τότε γὰρ καὶ αὐτὸ καλὸν καὶ ἀγαθὸν, ἄταν ἐν Θεῷ κατὰ τὴν πάντων ἀφαίρεσιν ὑπερουσίως ὕμνηται ἐ, Τοῦτο τὸ ἓν ἀγαθὸν καὶ καλὸν ἑνικῶς ἐστι πάντων τῶν πολλῶν καλῶν καὶ ἀγαθῶν αἴτιον. Ἑκ τούτουἐ πᾶσαι τῶν ὄντων αἱ οὐσιώδεις ὑπάρξεις αἱ ἐνώσεις, αἱ διακρίσεις, αἱ ταύτότητες, αἱ ἑτερότητες, αἱ ὁμοιότητες, αἱ ἀνομοιότητες, αἱ κοινωνίαι τῶν ἐναντίων, αἱ ἀσυμμιξίαι τῶν ἡνωμένων, αἱ πρόνοιαι τῶν ὑπερτέρων, αἱ ἀλληλουχίαι τῶν ὁμοστοίχων, αἱ ἐπιστροφαὶ τῶν καταδεεστέρων, αἱ πάντων ἑαυτῶν φρουρητικαὶ καὶ ἀμετακίνητοι μοναὶ καὶ ἱδρύσεις. Καὶ αὖθις αἱ πάντων ἐν πᾶσιν οἰκείως ἑκάστῳ κοινωνίαι, καὶ ἐφαρμογαὶ, καὶ ἀσύγχυτοι φιλίαι, καὶ ἁρμονίαι τοῦ παντὸς, αἱ ἐν τῷ παντὶ συγκράσεις, καὶ αί ἀδιάλυτοι συνοχαὶ τῶν ὄντων, αἱ ἀνέκλειπτει διαδοχαὶ τῶν γινομένων, αἱ στάσεις πᾶσαι, καὶ αἱ κινήσεις αἱ τῶν νοῶν, αἱ τῶν ψυχῶν, αἱ τῶν σωμάτων· στάσις γάρ ἐστι πᾶσι καὶ κίνησις, τὸ ὑπὲρ πᾶσαν στάσιν καὶ πᾶσαν κίνησιν ἐνιδρύον ἔκαστον ἐν τῷ ἑαυτοῦ λόγῳ, καὶ κινοῦν ἐπὶ τὴν οἰκείαν κίνησιν. Καὶ κινεῖσθαι μὲν οἱ θεῖοι λέγονται νόες, κυκλικῶς μὲν ἑνούμενοι ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ· κατ´ εὐθεῖαν δὲ, ὁπόταν προῖωσιν εἰς τὴν τῶν ὑφειμένιων πρόνοιαν, εὐθείᾳ τὰ πάντα περαίνοντες· ἐλικοειδῶς δὲ, ὅτι καὶ προνοοῦντες τῶν καταδεεστέρων, ἀνεκφοιτήτως μένουσιν $0=3 $8=360 $9=1 πυχῆς δὲ κίνησίς ἐστι, κυκλικὴ μὲν ἡ εἰς ἐαυτὴν εἴσοδος ἀπὸ τῶν ἔξω, καὶ τῶν νοερῶν αὐτῆς δυνάμεων ἡ ἐνοειδὴς συνέλιξις, ὥσπερ ἔν τινι κύκλῳ τὸ ἀπλανὲς αὐτῇ δωρουμένη, καὶ ἁπὸ τῶν πολλῶν τῶν ἔξωθεν αὐτὴν ἐπιστρέφουσα καὶ συνάγουσα, πρῶτον εἰς αυτὴν, εἶτα ὡς ἐνοειδῆ γενομένην, ἐνουσα ταῖς ἑνιαίως ἡνωμέναις δυνάμεσι, καὶ οὕτως ἐπὶ τὸ καλὸν καὶ ἀγαθὸν χειραγωγοῦσα, τὸ ὑπὲρ πάντα τὰ ὄντα, καὶ ἕν καὶ ταύτὸν, καὶ ἄναρχον καὶ ἀτελεύτητον. Ἐλικοειδῶς δὲ ἡ ψυχὴ κινεῖται καθ´ ἕσον οἰκείως ἐαυτῇ τὰς θείας ἐλλάμπεται γνώσεις, οὐ νοερῶς καὶ ἐνιαίως, ἀλλὰ λογικῶς καὶ διεξοδικῶς, καὶ οἶον συμμίκτοις καὶ μεταβατικαῖς ἐνεργείαις. Τὴν κατ´ εὐθεῖαν δὲ, ὅταν οὐκ εἰς ἑαυτὴν εἰσιοῦσα καὶ νικῇ νερότητι κινουμένη,τοῦτο γὰρ, ὡς ἔφην, ἐσεὶ τὸ κατὰ κύκλον· ἀλλὰ πρὸς τὰ παρὶ ἑαυτὴντ προῖοῦσα, καὶ ἀπὸ τῶν ἄξωθεν, ἄσπερ ἀπό τινων συμβἄλων πεποικιλμένων καὶ πεπληθυσμένων, ἐπὶ τὰς ἀπλᾶς καὶ ἡνοωμένας ἀνάγεται θεωρίας. Τούτων οὖν, καὶ τῶν αἰσθητῷν ἐν τῷδε τῷ παντὶ τρῶν κινήσεων, καὶ πολλῷ πρότερον τῶν ἑκάστου μονῶν καὶ στάσεων, καὶ ἱδρύσεων αἴτιόν ἐστι, καὶ συνοχικὸν, καὶ πέρας τὸ καλὸν καὶ ἀγαθὸν, τὸ ὑπὲρ πᾶσαν στάσιν καὶ κίνησιν· διὸ πᾶσα στάσις καὶ κίνησις, καὶ ἐξοὖ, καὶ ἐν ᾧ Ν, καὶ εἰς ὃ, καὶ οὖ ἕνεκα. Καὶ γὰρ ἐξ αὐτοῦ, καὶ δι´ αὐτοῦ, καὶ οὐσία, καὶ ζωὴ πᾶσα, καὶ νοῦ καὶ ψυχῆς, καὶ πμσης φύσεως αἱ σμικρότητες, αἱ ἰσότητες, αἱ μεγαλειότητες, τὰ μέτρα πάντα, καὶ αἱ τῶν ὄντων ἀναλογίαι, καὶ ἁρμονίαι καὶ κράσεις, αἱ ὁλότητες, τὰ μέρη, πᾶν Σν, καὶ μλῆθος, αἱ συνδέσεις τῶν μερων, αἱ παντὸς πλήθαυς ἐνώσεις, αἱ τελειότητες τῶν ὁλοτήτων, τὸ ποιὸν, τὸ ποσὸν, τὸ πηλίκον, τὸ ἄπειρον, αἱ συγκρίσεις, αἱ διακρίσεις, πᾶσα ἀπειρία, πᾶν πέρας, οἱ ἕροι πάντες, αἱ τάξεις, αἱ ὑπεροχαὶ, τὰ στοιχεῖα, τὰ αδη, πᾶσα οὐσία, πᾶσα δύναμις, πᾶσα ἐνέργεια, πᾶσα ἕξις, πᾶσα αἴσθησις, πᾶς λόγος, πᾶσα νόησις, τᾶσα ἐπαφή, πᾶσα ἐπιστήμη, πᾶσα ἕνωσις· καὶ ἀπλῶς, πᾶν ὃν ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ, καὶ ἐν τῷ καλῷ καὶ ἀγαθῷ ἐστι, καὶ εἰς τὸ καλὸν καὶ ἀγαθὸν κπιστρέφεται· καὶ πάντα ὅσα ἐστὶ καὶ γίνεται, διὰ τὸ καλὸν καὶ ἀγαθόν ἑστι καὶ γίνεται, καὶ πρὸς αὐτὸ πάντα ὀρᾷ, καὶ ὑπ´ αὐτοῦ κινεῖται καὶ συνέχεται, καὶ αὐτοῦ Κνεκα, καὶ δι´ αὐτὸ, καὶ ἐν αὐτῷ πᾶρα ἀρχὴ καρολειγματικὴ, τελικὴ ζῆ, ποιητικὴ, εἰδικὴ, στοιχειώδης, καὶ ἁπλῶς πᾶσα ἀρχὴ, πᾶσα συνωχὴ, πᾶν πέρας· ἢ ἵνα συλλαβὼν εἴπω, πάντα $0=3 $8=361 $9=1 τὰ ὄντα ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ· καὶ πάντα τὰ οὐκ ὄντα, ὑπερουσίως ἐν τῷ καλῷ καὶ ἀγαθῷ· καὶ ἔστε, πάντων ἀρχὴ, καὶ πέρας ὑπεράρχιον, καὶ ὑπερτελές. Ὅτι ἐξ αὐτοῦ, καὶ δι´ αὐτοῦ, καὶ ἐν αὐτῷ, καὶ εἰς αὐτὸ τὶ τὰ πάντα, ὥς φησιν ὁ ἱερὸς λόγος· Πᾶσιν οὖν ἐστι τὸ καλὸν καὶ ἀγαθὸν, ἐφετὸν, καὶ ἐραστὸν, καὶ ἀγαπητόν· καὶ δι´ αὐτὸ, καὶ αὐτοῦ Κνεκα, καὶ τὰ ἥττω τῶν κρειττόνων ἐπιστρεπτικῶς ἐρῶσι, καὶ κοινωνικῶς τὰ ὁμόστοιχα τῶν ὁμοταγῶν ε, καὶ τὰ κρείττω τῶν ἡττόνων προνοητικῶς, καὶ αὐτὰ ἑαυτῶν ἕκαστα συνεκτικῶς, καὶ πάντα τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφιέμενα, ποιεῖ καὶ βούλεται πάντα ὄσα ποιεῖ καὶ βούλεται. Παῤ ῥησιάσεται δὲ καὶ τοῦτο εἰπεῖν ὁ ἀληθὴς λόγος, ὅτι καὶ αὐτὸς ὁ πάντων αἴτιος δι´ ἀγαθότητος ὑπερβολὴν πάντων ἐρᾷ, πάντα ποιεῖ, πάντα τελειοῖ, πάντα συνέχει, πάντα ἑπιστρέφει, καὶ ἔστι καὶ ὁ θεῖος ἔρως ἀγαθὸς ἀγαθοῦ διὰ τὸ ἁγαθόν. Αὐτὸς γὰρ ὁ ἀγαθοεργὸς τῶν ὄντων ρως, ἐν τὰγαθῷ καθ´ ὑπερβολὴν προῦπάρχων, οὐκ εἴασεν αὐτὸν ἄγονον ἐν ἑαυτῷ μένειν, ἐκίνησε δὲ αὐτὸν εἰς τὸ πρακτικεύεσθαι κατὰ τὴν ἁπάντων γενητικὴν ὑπερβολήν. Καὶ μή τις ἡμᾶς οἰέσθω παρὰ τὰ λόγια τὴν τοῦ ἔρωτος ἐπωνυμίαν πρεσβεύειν. Ἔστι μὲν γὰρ ἄλο Κγον, ὡς οἶμαι, καὶ σκαιὸν, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι· καὶ τοῦτο οὐκ ἔστι τῶν τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, ἀλλὰ τῶν ἤχους ψιλοὺς εἰσδεχομένων, καὶ τούτους ἄχρι τῶν ὤτων ἀδιαβάτους, ἔξωθεν συνεχόντων, καὶ οὐκ ἐθελόντων εἰδέναι, τί μὲν ἡ τοιάδε λέξις σημαίνει. πῶς δὲ αὐτὴν χρὴ καὶ δι´ ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφῆσαι, προσπασχόντων δὲ στοιχείοις, καὶ γραμμαῖς ἀνοήτοις?, καὶ συλλαβαῖς, καὶ λέξεσιν ἀγνώστοις, μὴ διαβαινούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερὸν, ἀλλ´ ἔξω περὶ τὰ χελη καὶ τὰς ἁκοὰς αὐτῶν διαβομβουμέναις, ὥσπερ οὐκ ἐξδν τὸν τέσσαρα ἀριθμὸν διὰ τοῦ δις δύο σημαίνειν, ἢ τὰ εὐθύγραμμα διὰ τῶν ὁρθογράμμων, ἢ τὴν μητρίδα διὰ τῆς πατρίδάς, ἢ ἕτερόν τι· τῶν πολλοῖς τοῦ λόγου μέρεσι ταύτὸ σημαινόντων· δέον εἰδέναι κατὰ τὸν ὀρθὸν λόγον, ὅτι στοιχείοις καὶ συλλαβαῖς, καὶ λέξεσι, καὶ γραφαῖς, καὶ λόγοις χρώμεθα διὰ τὰς αἰσθήσεις, ὡς ὅταν ἡμῶν ἡ ψυχὴ ταῖς νοεραῖς ἐνεργείαις ἐπὶ τὰ νοητὰ κινεῖται, περιτταὶ μετὰ τῶν αἰ σθητῶν αἱ αἰσθήσεις· ὥσπερ καὶ αἱ νοεραὶ δυνάμεις, ὧταν ἡ ψυχὴ θεοειδὴς γινομένη, δι´ ἐνώσεως ἀγνώστου ταῖς τοῦ ἀπροσίτου φωτὸς ἀκτῖσιν ἐπιβάλλῃ, ταῖς ἀνομμάτοις ἐπιβολαῖς. Ὅταν δὴ ὁ νοῦς διὰ τῶν αἰσθητῶν ἀνακινεῖσθαι σπεύδῃ πρὸς θεωρητικὰς $0=3 $8=362 $9=1 νοήσεις, τιμεὔτεραι πάντως εἰσὶντ αἱ ἐπιδηλότεραι τῶν αἰσθήσεων διαπορθμεύσεις, οἱ σαφέστε ροι λόγοι, τὰ τρανέστερα τῶν ὁρατῶν, ὡς ὅταν ἁτράνωτα ᾗ τὰ παρακὲίμενα ταῖς αἰσθήσεσιν, οὐδὲ αὐταὶ τῶ νῷ παραστῆσαι τὰ αἰσθητὰ καλῶς δυνήσονται. Πλὴν ἵνα μὴ ταῦτα εἰπεῖν δοκῶμεν, ὡς τὰ θεῖα λόγεα παρακινοῦντες, ἀκουέτωσαν αὐτῶν θ οἱ τὴν ἔρωτος ἐπωνυμίαν διαβάλλοντες. Ἐράσθητιαὐτῆς, φησὶ, καὶ τηρήσει σε· περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε´ τίμησον αὐτὴν, ἶνα σεπεριλάβῃ· καὶ ὅσα ἄλλα κατὰ τὰς ἱερωτικὰς θεολογίας ὑμνεῖται. Καίτοι ἔδοξέ τισι τῶν καθ´ ἡμᾶς ἱερολόγων καὶ θειότερον εἶναι τὸ τοῦ ἔρωτος ὄνομα τοῦ τῆς ἀγάπης. Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος· Ὁ ἐμὸς ἔρως ἐσταύρωται. Καὶ ἐν ταῖς προεισαγωγαῖς τῶν λογίων εὑρήσεις τινὰ λέγοντα περὶ τῆς θείας Σοφίας· Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. Ὥστε τοῦτο δὴ τὸ τοῦ ἔρωτος ὄνομα μὴ φοδηθῶμεν, μηδέ τις ἡμᾶς θορυβείτω λόγος περὶ τούτου δεδιττάμενος. Ἐμοὶ Κγὰρ δοκοῦσιν οἱ θεολόγοι κοινὸν μὲν ἡγεῖσθαι τὸ τῆς ἀγάπης, καὶ τὸ τοῦ ἔρωτος ὄνομα, διὰ τοῦτο δὲ τοῖς θείοις μᾶλλον ἀναθεῖναι τὸν ὄντως ἔρωτα, διὰ τὴν ἄτοπον τῶν τοιούτων ἀνδρῶν πρόληψιν. Θεοπρεπῶς γὰρ τοῦ ὄντως ἔρωτος, οὐχ ὑφ´ ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸς τῶν λογίων αὐτῶν ὑμνουμένου, τὰ πλήθη μὴ χωρήταντα τὸ ἑνοειδὲς τῆς ἐρωτικῆς θεωνυμίας, οἰκείως αυτοῖς ἐπὶ τὸν μεριστὸν καὶ σωματοπρεπῆ καὶ διῃρημένον ἐξωλίσθησαν, ὡς οὐκ ἔστιν ἀληθὴς ἔρως, ἀλλ´ εἴδωλον, ἢ μᾶλλον ἔκπτωσις τοῦ ὄντως ἔρωτος· ἀχώρητον γάρ ἐστι τῷ πλήθει τὸ ἑνιαῖον τοῦ θείου καὶ ἐνὸς ἔρωτος· διὸ καὶ ὡς δυσχερέστερον ὄνομα τοῖς πολλοῖς δοκοῦν, ἐπὶ τῆς θειας σοφίας τάττεται, πρὸς ἀναγωγὴν αὐτῶν καὶ ἀνάστασιν εἰς τὴν τοῦ ὄντως ἔρωτος γνῶσιν, καὶ ὥστε ἀπολυθῆναι τῆς ἐπ´ αὐτῷ δυσχερείας· ἐφ´ ἡμῶν δὲ αὐθις, ἔνθα καὶ ἄτοπόν τι πολλάκις ἦν οἰηθῆναι τοὺς χαμαιζήλους κατὰ τὸ δοκοῦν εὐφημότερον. Ἐπέπεσε, τίς φησιν, ἡ ἀγάπησίς σου ἐπ´ ἐμὲ ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Ἐπὶ τοῖς ὀρθῶς τῶν θείων ἁκροωμένοις ἐπὶ τῆς αὐτῆς δυνάμεως τάττεται πρὸς τῶν ἱερῶν θεολόγων τὸ τῆς ἀγάπης καὶ τὸ τοῦ ἔρωτος ὄνομα κατὰ τὰς θείας ἐκφαντορίας. Καὶ ἔστι τοῦτο δυνάμεως ἑνοποιοῦ καὶ συνδετικῆς, καὶ διαφερόντως συγκρατικῆς ἐν τῷ καλῷ καὶ ἀγαθῷ, διὰ τὸ καλὸν καὶ ἀγαθὸν προῦφεστώσης, καὶ ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ διὰ τὸ καλὸν καὶ ἀγαθὸν ἐκδιδομένης, καὶ συνεχούσης μὲν τὰ ὁμοταγῆ κατὰ τὴν κοινωνικὴνδ ἀλληλουχίαν, κινούσης δὲ τὰ πρῶτα πρὸς τὴν τῶν ὑφειμένων πρόνοιαν, καὶ ἐνιδρυούσης τὰ καταδεέστερα τῇ ἐπιστροφῇ τοῖς ὑπερτέροις. $0=3 $8=363 $9=1 Ἔστι δὲ καὶ ἐκστατικὸς ὁ θεῖος ἔρως, οὐκ ἐῶν ἑαυτῶν εἶναι τοὺς ἐραστὰς, ἀλλὰ τῶλν ἐρωμένων. Καὶ δηλοῦσι, τὰ μὲν ὑπέρτερα τῆς προνοίας γιγνόμενα τῶν καταδεεστέρων· καὶ τὰ ὁμόστοιχα τῆς ἀλλήλων συνοχῆς· καὶ τὰ ὑφειμένα τῆς πρὸς τὰ πρῶτα θειοτέρας ἐπιστροφῆς. Διὸ καὶ Παῦλος ὁ μέγας, ἐν κατοχῇ τοῦ θείου γεγονὼς ἔρωτος, καὶ τῆς ἐκστατικῆς αὐτοῦ δυνάμεως μετειληφώς, ἐνθέῳ στόματι· Ζῶ ἐγὼ, φησὶν, οὐκ ἑτι, ζῇ δέ ἐν ἐμοὶ Χριστός· ὡς ἀληθὴς Ῥ ἐραστής καὶ ἐξεστηκὼς, ὡς αὐτός φησι, τῷ Θεῷ, καὶ οὐ τὴν ἑαυτοῦ ζῶν, ἀλλὰ τὴν τοῦ ἐραστοῦ ζωὴν, ὡς σφόδρα ἀγαπητήν. Τολμητέον δὲ καὶ τοῦτο ὑπὰρ ἀληθείας εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ πάντων αἴτιος τῶ καλῷ καὶ ἀγαθῷ τῶν πάντων· ἔρωτι δι´ ὑπερβολὴν τῆς ἐρωτικῆς ἀγαθότητος, ἔξω ἑαυτοῦ γίνεται, ταῖς εἰς τὰ ὄντα πάντα προνοίαις, καὶ οἷον ἀγαθότητι καὶ ἀγαπήσει καὶ ἔρωτι θέλγεται· καὶ ἐκ τοῦ ὑπὲρ πάντα καὶ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται κατ´ ἐκστατικὴν ὑπερούσιον δύναμιν ἀνεκφοίτητον ἑαυτοῦ. Διὸ καὶ ζηλωτὴν αὐτὸν οἱ τὰ θεῖα δεινοὶ προσαγορεύουσιν, ὡς πολὺν τὸν εἰς τὰ ὄντα ἀγαθὸν ἱρωτα, καὶ ὡς πρὸς ζῆλον ἐγερτικὸν τῆς ἐφέσεως αὐτοῦ τῆς ἐρωτικης, καὶ ὡς ζηλωτὴν αὐτὸν ὸ ἀποδεικνύντα, ᾦκαὶ τὰ ἐφιέμενα, ζηλωτὰ, καὶ ὡς τῶν προνοουμένων ὄντων, αὐτῷ ζηλωτῶν. Καὶ ὅλως τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐστι τὸ ἐραστὸν, καὶ ὁ ἔρως, καὶ ἐν τῷ καλῷ καὶ ἀγαθῷ προῖδρυται, καὶ διὰ τὸ καλὸν καὶ ἀγαθόν ἐστι καὶ γίνεται. Τι ὲ ὅλως οἱ θεολόγοι βαυλόμενοι, ποτὲ μὲν ἔρωτα καὶ ἀγάπην αὐτέν φασι, ποτὲ δὲ ἐραστὸν καὶ ἀγαπητόν; Τοῦ μὲν γὰρ αἴτιος, καὶ ὥσπερ προβολεὺς, καὶ ἀπογεννήτωρ· τὸ δὲ αὐτός ἐστι. Καὶ τῷ μὲν κινεῖται, τῷ δὲ κινεῖ· ἢ ὅτι αὐτὸς ἑαυτοῦ καὶ ἐαυτῷ ἐστι προαγωγικὸς καὶ κινητικός. Ταύτῃ δὲ ἀγαπητὸν μὲν καὶ ἐραστὸν αὐτὸ δί καλοῦσιν, ὡς καλὸν καὶ ἀγαθόν· ἔρωτα δὲ αὐθις καὶ ἀγάπην, ὡς κινητικὴν ἄμα καὶ ὡς ἀναγωγὸν δύναμιν ὄντα ἐφ´ ἑαυτὸν, τὸ μόνον αὐτὸ δι´ ἑαυτὸ καλὸν καὶ ἀγαθὸν, καὶ ὥσπερ ἔκφανσιν ὄντα ἐαυτοῦ δι´ ἑαυτοῦ, καὶ τῆς ἐξῃρημένης ἐνώσεως, ἀγαθὴν πρόοδον, καὶ ἐρωτικὴν κίνησιν, ἀπλῆν, αὐτοκίνητον, αὐτενέργητον, προοῦσαν ἐν τὰγαθῷ, καὶ ἐκ τὰγαθοῦ τοῖς οὖσιν ἐκβλυζομένην, καὶ αὖθις εἰς τὰγαθὸν ἐπιστρεφομένην. Ἐν ᾧ καὶ τὸ ἀτελεύτητον ἑαυτοῦ καὶ ἄναρχον ὁ θεῖος ἔρως ἐνδείκνυται διαφερόντως, ὥσπερ τις ἀδιος κύκλος, διὰ τὰγαθὸν, ἐκ τὰγαθοῦ, καὶ ἐν τὰγαθῷ, καὶ αἰς τὰγαθὸν, ἐν ἀπλανεῖ συνελξει περιπορευόμενος, καὶ ἐν ταύτῷ, καὶ κατὰ τὸ οοκοοΟΟΟΩ $0=3 $8=364 $9=1 ατὸ θ. καὶ προῖὼνν ἀεὶ, καὶ μένων, καὶ ἀποκαθιστάμενος. Ταῦτα καὶ ὁκλεινὸς ἡμῶν ἱεροτελεστὴς ἐνθέως Κὑφηγήσατο κατὰ τοὺς ἐρωτικοὺς ὕμνους· ὧν οὐκ ἁτοπον ἐπιμνησθῆναι, καὶ οἷον ἱεράν τινα κεφαλὴν ἐπιθεῖναι τῷ περὶ ἔρωτος ἡμῶν λόγῳ. ἅφοθέου τοῦ ἁγώτάτου ἐκ των ἐρωτικῶν υβμνων. Τὸν ἔρωτα, εἴτε θεῖον, εἴτε ἀγγελικὸν, ειτε νοερὸν, εἴτε ψυχικὸν, εἴτε φόσικὸν εἴποιμεν, ἐνωτικήν τινα καὶ συγκρατικὴν ἐννοήσωμεν δύναμιν, τὰ μὲν ὑπέρτερα κινοῦσαν ἐπὶ πρόνοιαν τῶν καταδεεστέρων, τὰ Δὲ ὁμὸστοιχα πάλιν εἰς κοινωνικὴν ἀλληλουχίαν, καὶ κπ´ ἐσχατων τὰ ὑφειμένα πρὸς τὴν τῷν κρειττόνων καὶ ὑπερκειμένων ἐπιστροφήν. ποῦ σὐτοῦ ἐκ τῶν σὐτῶν ὀρωτσῶν ὓινιων, Ἐπειδὴ τοὺς ἐκ τοῦ ἐνὸς πολλοὺς ἔρωτας διετάξαμεν, ἐξῆς εἰρηκότες, οἷαι μὲν αἱ τῶν ἐγκοσμίων τε καὶ ὑπερκοσμίων ἐρώτων γνώσεις τε καὶ δυνάμεις, ᾧ ὑπερέχουσι κατὰ τὸν ἀποδοθέντα τοῦ λόγου σκοπὸν, αἱ τῶν νοερῶν τε καὶ νοητῶν ἐρώτων τάξεις τεʹ καὶ διακοσμήσεις, μεθ´ οὓς οἱ αὐτονόητοι καὶ θεῖοι τῶν ὄντως ἐκεῖ καλῶν ἐρώτων ὑπερεστᾶσι, καὶ ἡμῖν οἰκείως ὕμνηνται. Νῦν αὖθις ἀναλαβόντες ἅπαντας εἰς τὸν ἕνα καὶ συνεπτυγμένον ἔρωτα, καὶ πάντων αὐτῶν πατέρα συνελίξωμεν ἅμα καὶ συναγάγωμεν ἀπὸ τῶν πολλῶν, πρῶτον εἰς δύο συναιροῦντες αὐτῶν τὰς ἐρωτικὰς καθόλου δυνάμεις, ὧην ἐπικρατεῖ, καὶ προκατάρχει πάντως ἡ ἐκ τοῦ Κπάντων ἐπέκεινα παντὸς ἔρωτος ἄσχετος αἰτία, καὶ πρὸς ἣν ἀνατείνεται συμφυῶς ἑκάστῳ τῶν ὄντων ὁ ἐκ τῶν ὄντων ἁπάντων ὁλικὸς ἔρως. Τοῦ στοῦ ἔκ τῶν αὐτῶν ἐρωτικών ὑμνων. Ἀγε δὴ καὶ ταύτας πάλιν εἰς ἓν συναγαγόντες, εἴπωιλεν, ὅτι μία τίς ἐστιν ἁπλῆ δύναμις ἡ αὐτοκινητικὴ πρὸς ἑνωτικήν τινα κρᾶσιν ἐκ τἀγαθοῦ μέχρι τοῦ τῶν ὄντων ἐσχάτου, καὶ ἀπ´ ἐκείνου πάλιν ἑξῆς διὰ πάντων εἰς τὰγαθὸν ἔξ ἑαυτῆς, καὶ δι´ ἑαυτῆς, καὶ ἐφ´ ἑαυτῆς ἑαυτὴν ἀνακυκλοῦσα, καὶ εἰς ἐαυτὴν ἀαὶ ταὐτῶς ἀνελιττομένης $0=3 $8=365 $9=1 αὐτου καὶ τὸ μὴ ὃν. ὡς εἴρηται, καὶ φιλονεικεῖ πμος ἐν αὐτῷ εἶναι· καὶ αὐτό ἐστι τὸ εἰδοποιὸν καὶ τῶν ἀνειδέων, καὶ ἐπ´ αὐτοῦ καὶ τὸ μὴ ὃν ὑπερουσίεος λέγεται καὶ ἔστι· πῶς ἡ δαιμονία πληθὺς οὐκ ἐφίεται τοῦ καλοῦ καὶ ἀγαθοῦ, πρόσυλος δὲ οὖσα, καὶ τῆς ἀγγελικῆς περὶ τὴν ἔφεσιν τὰγαθοῦ ταύτότητος ἀποπεπτωκυῖα, κακῶν ἀπάντων αἰτία καὶ ἑαυτῇ καὶ τοῖς ἄλλοις γίνεται, ὅσα κακύνεσθαι λέγεται; πῶς δὲ ὄλως ἐκ τἀγαθοῦ παραχθὲν τὸ δαιμόνιον φῦλον. σὐκ ἔστιν ἀγαθοειδές; ἢ πῶς, ἀγαθὸν ἐκ τὰγαθοῦ γεγονὸς, ἠλλοιώθη; καὶ τί τὸ κακῦναν αὐτὸ, καὶ ὅλως τί τὸ κακόν ἐστι; καὶ ἐκ τίνος ἀρχῆς ὑπέστη, καὶ ἐν τίνι τῶν ὄντων ἐστί; καὶ πῶς ὁ ἀγαθὸς αὐτὸ παραγαγεῖν ἠβουλήθη; πῶς δὲ βουληθεὶς ἠδυνήθη; Καὶ εἰ ἐξ ἄλλης αἰτίας τὸ κακὸν, τίς ἑτέρα τοῖς οὖσι παρὰ τὰγαθὸν αἰτία; πῶς δὲ, καὶ Προνοίας οὔσης, ἔστι τὸ κακὸν, ἢ γινόμενον ὅλως, ἢ μὴ ἀναιρούμενον; καὶ πῶς ἐφίεταί τι τῶν ὄντων αὐτοῦ παρὰ τὰγαθόν; Ταῦτα μὲν οὖν ἴσως ἐρεῖ τοιόσδε ἀπορῶν λόγος, ἡμεῖς δὲ ἀξιώσομεν αὐτὸν εἰς τὴν τῶν πραγμάτων ἀλήθειαν ἀποβλέπειν, καὶ πρῶτόν γε τοῦτο εἰπεῖν παῤῥησιασόμεθα· Τὸ κακὸν οὐκ ἱστιν ἐκ τὰγαθοῦ, καὶ εἰ ἐκ τὰγαθοῦ ἐστιν, οὐ κακόν· οὐδὲ γὰρ πυρὸς τὸ ψύχειν, οὔτε ἀγαθοῦ τὸ μὴ τὰγαθὰ παράγειν. Καὶ εἰ τὰ ὄντα πάντα ἐκ τὰγαθοῦ,φύσις γὰρ τῷ ἁγαθῷ σὸ παράγειν καὶ σώζειν· τῷ δὲ κακῷ τὸ φθείρειν καὶ ἀτολύειν, οὐδέν ἐστι τῶν ὄντων ἐκ τοῦ κακοῦ· καὶ οὐδὲ αὐτὸ ἔσταιἵ τὸ κακὸν, επερ καὶ ἐαυτῷ κακὸν εἴη. Καὶ εἰ μὴ τοῦτο, οὐ πάντη κακὸν τὸ κακὸν, ἀλλ´ ἔχεὶ τινὰ τὰγαθοῦ, καθ´ ἣν ὅλως ἐστὶ, μοῖραν Καὶ εἰ τὰ ὄντα τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφίεται, καὶ πάντα ὅσα ποιεῖ διὰ τὸ δοκοῦν ἀγαθὸν ποιεῖ, καὶ πᾶς ὁ τῶν ὄντων σκοπὸς ἀρχὴν ἔχει καὶ τέλος τὰγαθὸν, ὐδὲν γὰρ, εἰς τὴν τοῦ κακοῦ φύσιν ἀποβλέπον, ποιεῖ ἃ ποιεῖ· πῶς ἔσται τὸ κακὸν ἐν τοῖς οὖσιν, ἢ ὅλως ὃν τῆς τοιαύτης ἀγαθῆς ὁρέξεως παρηρημένον; Καὶ εἰ τὰ ὄντα πάντα ἐκ τἀγαθοῦ, καὶ τἀγαθὸν ἐπέκεινα τῶν ὄντων, ἔστι μὲν ἐν τὰγαθῷ καὶ πὸ μὴ ὃν, ὄν· τὸ δὲ κακὸν οὔτε ὄν ἐστιν· εἰ δὲ μὴ, ο πάντη κακὸν οὔτε μὴ ὄν· οὐδὲν γὰρ ἔσται τὸ καθέλου μὴ ὃν, εἰ μὴ ἐν τἀγαθῷ κατὰ τὸ ὑπερούσιον λά γοιτο. Τὸ μὲν οὖν ἀγαθὸν ἔσται καὶ τοῦ ἀπλῶς ὄντος καὶ τοῦ μὴ ὄντος πολλῷ πρότερον ὑπεριδρυμένον. Τὸ δὲ κακὸν οὔτε ἐν τοῖς οὖσιν, οὔτε ἐν τοῖς μὴ οὗ· σιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ μὴ ὄντος μᾶλλον ἀπέχον τὰγαθοῦ, ἀλλότριον καὶ ἀνουσιώτερον. Πόθεν οὖν ἐστι τὸ κακόν; εἴποι τις. Εἰ γὰρ μὴ ἔστι τὸ κακὸν. ἀρετὴ καὶ κακία ταύτὸν, καὶ ἡ πᾶσα τῇ ὅλῃ, καὶ ἡ, ἐν μέρει τῇ ἀναλόγῳ· ἢ οὐδὲ τὸ τῇ ἀρετῇ μαχόμεναν $0=3 $8=366 $9=1 Κσται κακόν. Καίτοι ἐναντία σωφροσύνη καὶ ἀκο λασία, καὶ δικαιοσύνη καὶ ἀδικία. Καὶ οὐ δήπου κατὰ τὸν δίκαιον καὶ τὸν ἄδικόν φημι, καὶ τὸν σώφρονα καὶ τὸν ἀκἄλαστον· ἀλλὰ καὶ πρὸ τῆς ἔξω φαινομένης τοῦ ἐναρέτου πρὸς τὸν ἀντικείμενον διαστάσεως ἐν αὐτῇ πολλῇ πρότερον τῇ ψυχῇ καθόλου διεστήκασι τῶν ἀρετῶν αἱ κακίαι, καὶ πρὸς τὸν λόγον τὰ πάθη στασιάζει, καὶ ἐκ τούτων ἀνάγκη δοῦναί τι τῷ ἀγαθῷ κακὸν ἐναντίον. Οὐ γὰρ ἐαυτῷ τὰγαθὸν ἐναντίόν, ἀλλ´ ὡς ἀπὸ μιᾶς ἀρχῆς, καὶ ἐνὸς ἔκγονον αἰτίου, κοινωνία, καὶ ἐνότητι, καὶ φιλίᾳ χαίρει. Καὶ οὐξὲ τὸ Ὡαττον ἀγαθὸν, τῷ μείζονι ἐναντίον· οὔτε γὰρ τὸ ἦττον θερμὸν ἢ ψυχρὸν τῷ πλείονι ἐναντίον. Ἔστιν οὖν ἐν τοῖς οὖσι, καὶ ὄν ἑστι, καὶ ἀντιτέθειται καὶ ἡναντίωται τάγαθῷ τὸ κακόν. Καὶ εἰ φθορά ἐστι τῶν ὄντων, οὐκ ἐκβάλλει τοῦτο τοῦ εἶναι τὸ κακὸν, ἀλλ´ ἱσται καὶ αὐτὸ ὓν, καὶ ὄντων γενεσιουργόν. Ἡ οὐχὶ πολλάκις ἡ τοῦδε φθορὰ τοῦδε γίγνεται γένεσις; Καὶ ἔσται τὸ κακὸν εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν συντελοῦν, καὶ τῷ ὅλῳ τὸ μὴ ἀτελὸς εἶναι δι´ ἐαυτὸ παρεχόμενον. Τρεῖ δὲ πρὸς ταῦτα ὁ ἀληθὴς λόγος, ὅτι τὸ κακὸν Π κακὸν οὐδεμίαν οὐσίαν ἢ γένεσιν ποιεῖ, μόνον δὴ κακύνει καὶ φθείρει τὸ ἐπ´ αὐτῷ τὴν τῶν ὄντων ὑπόστασιν. Εἰ δὲ γενεσιουργόν τις αὐτὸ εἶναι λέγει, καὶ τῇ τούτου φθορᾷ τῷ ἐτέρῳ διδόναι γένεσιν, ἀποκριτέον ἀληθῶς, οὐχ ᾗ φθορὰ διδωσι γένεσιν, ἀλλ´ ἧ Κμὲν φθορὰ καὶ κακὸν φθείρει καὶ Ἄ κακύνει μόνον, γένεσις δὲ καὶ οὐσία διὰ τὸ ἀγαθὸν γίγνεται, καὶ ἔσται τὸ κακὸν φθορὰ μὲν δι´ ἑαυτὸ, γενεσιουργὸν δὲ διὰ τὸ ἀγαθόν· καὶ ᾗ μὲν κακὸν οὕτε ὃν οὔτε ὄντων ποιητικόν· διὰ δὲ τὸ ἁγαθὸν καὶ ὃν, καὶ ἀγαθὸν ὃν, καὶ ἀγαθῶν ποιητικόν. Μἄλλον δὲ οὐδὲ γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ἀγαθὸν καὶ κακὸν, οὐδὲ τοῦ αὐτοῦ φθορὰ καὶ γένεσις ἡ αὐτὴ κατὰ τὸ αὐτὸ δύναμις, οὔτε αὐτοδύναμις, ἢαὐτοφθορά· τὸ μὲν αὐτοκακὸν οὕτε ὃν, οὔτε ἀγαθὸν, οὔτε γενεσιουργὸν, οὔτε ὄντων καὶ ἀγαθῶν ποιητικόν· τὸ δὲ ἀγαθὸν, ἐν οἱς μὲν ἂν τελέως ἐγγένηται, τέλεια ποιεῖ, καὶ ἀμιγῆ, καὶ ὁλόκληρα ἀγαθά· τὰ δὲ ἦττον αὐτοῦ μετέχοντα καὶ ἀτελῆ ἐστιν ἀγαθὰ, καὶ μεμιγμένα διὰ τὴν ἔλλειψιν τοῦ ἀγαθοῦ Καὶ οὐκ ἔστι καθόλου τὸ κακὸν οὔτε ἀγαθὸν οὔτε ἀγαθοποιόν· ἀλλὰ τὸ μᾶλλον ἢ ἧττον τῷ ἀγαθῷ πλησάζον ἀναλόγως ἔσται ἀγαθόν· ἐπείπερ ἡ διὰ πάντων φοιτῶσα παντελὴς ἀγαθότης οὐ μέχρι μόνον·Ρ χωρεῖ τῶν περὶ αὐτὴν παναγάθων οὐσιῶν, ἐκτείνεται δὲ ἄχρι τῶν ἐσχάτων, ταῖς μὲν ὁλικῶς παροῦσα, ταῖς δὲ ὑφειμένως, ἄλλαις δὲ ἐσχάτως, ὡς ἕκαστον $0=3 $8=367 $9=1 αὐτῆς μετέχειν δύναται τῶν ὄντων. Καὶ τὰ μὴν πάντη τοῦ ἀγαθοῦ μετέχει, τὰ δὲ μᾶλλον καὶ ἧττον ἐστέροται, τὰ δὲ ἀμυδροτέραν ἔχει τοῦ ἀγαθοῦ μετουσίαν, καὶ ἄλλοις κατὰ ἔσχατον ἀπήχημα πάρεστι τὰγαθόν. Εἰ γὰρ μὴ ἀναλόγως ἑκάστῳ τὰγαθὸν παρῆν, ἦν ἂν τὰ θειότατα καὶ πρεσβύτατα τὴν τῶν ἐσχάτων ἔχοντα τάξιν. Πῶς δὲ καὶ ἦν δυνατὸν, μονοειδῶς πάντα μετέχειν τοῦ ἀγαθοῦ, μὴ πάντα ὄντα ταὺτῶς εἰς τὴν ὁλικὴν αὐτοῦ μέθεξιν ἐπιτήδεια; Νον δὲ τοῦτό ἐστι τῆς τοῦ ἀγαθοῦ δυνάμεως τὸ ὑπερβάλλον μέγεθος, ὅτι καὶ τὰ ἐστερημένα καὶ τὴν ἑαυτοῦ στέρηᾳ σιν δυναμοῖ, κατὰ τὸ ὅλως αὐτοῦ μετέχειν. Καὶ εἰ χρὴ παῤῥησιασάμενον εἰπεῖν τὰληθῆ, καὶ τὰ μαχόμενα αὐτῷ τῇ αὐτοῦ δυνάμει καὶ ἔστι καὶ μάχεσθαι δύναται· μᾶλλον δὲ, ἵνα συλλαβὼν εἴπω, τὰ ὄντα πάντα, καθ´ ὅσον ἱστι, καὶ ἀγαθά ἐστι, καὶ ἐκ τὰγαθοῦ, καθόσον δὲ Σστέρηται τοῦ ἀγαθοῦ, οὔτς ἀγαθὰ, οὔτε ὄντα ἐστίν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἕξεων, οἷον θερμότητος Π ψυχρότητος, ἔστι τὰ θερμανθέντα, καὶ ἀπολειπούσης αὐτὰ τῆς θερμότητος, ὅπαὶ ζωῆς, καὶ νοῦ, πολλὰ τῶν ὄντων ἄμοιρα· καὶ οὐσίας ὁ Θεὸς ἐξῄρηται, καὶ ἔστιν ὑπερουσίως. Καὶ ἀπλῶς, ἐπὶ μὲν τῶν ἄλλων πάντων, καὶ ἀπελθούσης ἢ μηδὲ ἐγγενομένης πάντη τῆς ἕξεως, ἔστι τὰ ὄντα, καὶ ὑφίστασθαι δύναται· τὸ δὲ κατὰ πάντα τρόπον τοῦ ἀγαθοῦ ἐστερημένον, οὐδαμῆ οὐδαμῶς οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται, οὔτε εἶναι δύναται. Οἷον δ ὁ ἀκἄλαστος, εἰ καὶ ἐστέρηται τὰγαθοῦ κατὰ τὴν ἄλογον ἐπιβυμίαν, ὅν τούτῳ μὲν οὔτε ἐστὶν, οὔτε ὄντων ἐπιθυμεῖ. μετέχει δὲ ὃμως τὰγαθοῦ κατ´ αὐτὸ τὸ τῆς ἑνώσεως καὶ φιλίας ἀμυδρὸν ἀπήχημα. Καὶ ὁ θυμὸς δὲ Ἔ μετέχει τὰγαθοῦ κατ´ αὐτὸ τὸ κινεῖσθαι, καὶ ἐφίςσθαι τὰ δοκοῦντα κακὰ πρὸς τὸ δοκοῦν καλὸν ἀνορθοῦν καὶ ἐπιστρέφειν. Καὶ αὐτὸς ὁ τῆς χειρίστης ζωῆς ἐφιέμενος, ὡς ὄλως ζωῆς ἐφιέμενος, καὶ τῆς ἀρίστης αὐτῷ δοκούσης, κατ´ αὐτὸ τὸ ἐφίεσθαι, καὶ ζωῆς ἑφίεσθαι, καὶ πρὸς ἀρίστην ζωὴν ἀποσκοπεῖν, μετέχει τἀγαθοῦ. Καὶ εἰ πάντη τὰγαθὸν ἀνέλῃς. οὔτε οὐσία ἔσται, οὔτε ζωὴ, οὔτε ἔφεσις, οὕτε κίνη σις, οὔτε ἄλλο οὐδέν. Ὡστε καὶ τὸ γίνεσθαι ἐκ φθορᾶς γένεσιν οὐκ ἔστι κακοῦ δύναμις, ἀλλ´ ἤττονος ἀγαθοῦ παρουσία, καθ´ ὅσον καὶ νόσος ἔλλειψίς ἐστι τάξεως, οὐ πάσης· εἰ γὰρ τοῦτο γένηται, οὔτε ἡ νόσος αὐτὴ ὑποστήσεται, μένει δὲ καὶ ἱστιν ἡ νόσος, οὐσίαν ἔχουσα τὴν ἐλαχίστην τάξιν, καὶ ἐν αὐτῇ παρυφισταμένη. Τὸ γὰρ πάντη ἄμοιρον τοῦ ἀγαθοῦ οὔτε ὃν, οὔτε ἐν τοῖς οὖσι· τὸ δὲ μικτὸν διὰ τὸ ἀγαθὸν ἐν τοῖς οὖσι, καὶ κατὰ τοῦτο ἐν τοῖς οὖσι καὶ θν καθ´ ὅσον τοῦ ἀγαθοῦ μετέχει. Μᾶλλον δὲ τὰ ὄντα πάντα κατὰ τοσοῦτον ἔσται μᾶλλον καὶ ἧττον, καθ´ σον τοῦ ἀγαθοῦ μετέγει· καὶ γὰρ καὶ ἐπὶ τοῦ αὐτὸ εἶναι τὸ μηδαμῆ μηδαμῶς ὃν οὔτε ἔσται. Τὸ δὲ πὴ μὲν ὃν, πὴ δὲ μὴ ὃν, καθ´ ὅσον μὲν ἀποπέπεωκε $0=3 $8=368 $9=1 τοῦ ἀεὶ ὄντος, οὐκ στι· καθ´ ὅσον δὲ τοῦ εἶναι μετσληφε, κατὰ τοσοῦτον Κστι, καὶ τὸ ὅλως εἶναι, καὶ τὸ μὴ ὃν αὐτοῦ διακρατεῖται, καὶ διασώζεται. Καὶ τὸ κακὸν, τὸ μὲν πάντη τοῦ ἀγαθοῦ ἀποπεπτωκὸς, οὔτε ἀν τοῖς μᾶλον, οὕτε ἐν τοῖς ἦττον, ἀγαθὸνέσται Τὸ πῆ μὲν ἐγαθὸν, πῆ δὲ οὐκ ἀγαθὸν, μάχεται μὲν ἀγαθῷ τινι, οὐχ ὅλῳ δὲ τὰγαθῷ· κρατεῖται δὲ καὶ αὐτὸ τῇ τοῦ ἀγαθοῦ μετουσίᾳ, καὶ οὐσιοῖ καὶ τὴν ἐαυτοῦ στέρησιν τὸ ἀγαθὸν, τῇ ὅλως αὐτοῦ μεθέξει· πάντη γὰρ ἀπελθόντος τοῦ ἀγαθοῦ, οὔτε καθόλου τι Ἀσται ἀγαθὸν, οὔτε μικτὸν, οὔτε αὐτόκακον. Εἰ γὰρ τὸ κακὸν ἀτελές ἐστιν ἀγαθὸν, ἀπουσίᾳ παντελεῖ τοῦ ἀγαθοῦ καὶ τὸ ἀτελὲς, καὶ τὸ τέλειον ἀγαθὸν ἀπέσται· καὶ τότε μόνον ἔρται καὶ ὀφθήσεται τὸ κακὸν, ἡνίκα τόῖς μὲν ἔστι κακὸν οἷς ἠναντίωται, τῶν δὲ ὡς ἀγαθῶν ἐξῄρηται. Μάχεσθαι. γὰρ ἀλλήλοις τὰ αὐτὰ κατὰ τὰ αὐτὰ ἐν πᾶσιν ἀδύνατον. Οὐκ ἄρα ὃν τὸ κακόν. Ἀλλὰ οὐδὲ ἐν´ τοῖς οὖσίν ἐστι τὸ κακόν. Εἰ γὰρ πάντα τὰ ὄντα ἐκ τὰγαθοῦ, καὶ ἐν πᾶσι τοῖς οὖσι, καὶ πάντα περιέχει τὰγαθὸν, ἢ οὐκ ἔσται τὸ κακὸν ἑν τοῖς οὖσιν, ἢ ἐν τὰγαθῷ ἔσται· καὶ μὴν ἐν τὰγαθῷ οὐκ ἱσταια γὰρ οὐδὲ ἐν πυρὶ τὸ ψυχρόν·] οὐδὸ πὸ κακύνεσθαι τῷ καὶ τὸ κακὸν ἀγαθύνοντι. Εἰ Σλ ἄσται, πῶς ἔσται ἐν τἀγαθῷ τὸ κακόν; Εἰ μὲν ἐξ αὐτοῦ, ἄτοπον καὶ ἀδύνατον· Οὐ δύνατει γὰρ, ἅς ἡ τῶν Λογίων ἀλήθειά φησι, δένδρον ἀγαθὸν καρποὺς κονηροὺς ποιεῖν· οὐδὲ μὴν τὸ ἀνάπαλιν Εἰ δὲ οὐκ ἐξ αὐτοῦ, ἐξ ἄλλης δηλονότι ἀρχῆς καὶ αἰτίας· καὶ γὰρ ἢ τὸ κακὸν ἐκ τοῦ ἀγαθοῦ ἔσται, ἢ τὸ ἀγαθὸν ἐκ τοῦ κακοῦ· ἢ εἰ μὴ τοῦτο δυνατὸν, ἐξ ἄλλης ἀρχῆς καὶ αἰτίας ἔσται καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Πᾶσα γὰρ δυὰς οὐκ ἀρχὴ, μονὰς δὲ ἔσται πάσης δυάδος ἀρχή. Καίτοι ἄτοπον, ἐξ ἐνὸς καὶ τοῦ αύτοῦ δύο παντελῶς ἐναντία προῖέναι καὶ εἶναι. καὶ αὐτὴν τὴν ἀρχὴν οὐχ ἀπλῆν καὶ ἐνιαίαν, ἀλλὰ μεριστὴν καὶ δυοειδῆ, καὶ ἐναντίαν ἑαυτῇ, καὶ ἠλλοιωμένην. Καὶ μὴν οὔτε δύο τῶν ὄντων ἐναντίας ἀρχὰς δυνατὸν εἶναι, καὶ ταύτας ἐν ἀλληλαις, καὶ ἐν τῷ παντὶ, καὶ μαχομένας· εἰ γὰρ τοῦτο δοθείη. σται καὶ ὁ Θεὸς οὐκ ἀπήμων οὐδὲ ἐκτὸς δυσχερείας, εἴπερ εἴη τι καὶ αὐτῷ τὸ ἐνοχλοῦν· ἔπειτα ἔσται πάντα ἄτακτα καὶ ἀεὶ μαχόμενα· καίτοι φιλίας πᾶσι τοῖς οὖσι τὸ ἀαθὸν μεταδίδωσι, καὶ αὐτοειρήνη, καὶ $0=3 $8=369 $9=1 αἰοηνόδωρος ὑμνεῖται πρὸς τῶν ἱερῶν θεολόγων. Δὰ καὶ φλα τὰγαθὰ, καὶ ἐναρμόνια πάντα, καὶ μιᾶς ζωῆς ἔκγονα, καὶ πρὸς ἕν ἀγαθὸν συντεταγμένα, καὶ κροσηνῆ, καὶ ὅμοια, καὶ προσήγορα ἀλλήλοις· ὥστε οὐκ ἐν Θεῷ τὸ κακὸν, καὶ τὸ κακὸν οὐκ ἔνθεον. Ἀλλ´ οὐδὲ ἐκ Θεοῦ τὸ κακόν· ἢ γὰρ οὐκ ἀγαθὴς, ἢ ἀγαθοποιεῖ, καὶ ἀγαθὰ παράγει· καὶ οὖ ποτὲ μὲν, καί τινα, ποτὲ δὲ οὖ, καὶ οὐ πάντα· μεταβολὴν γὰρ ἐν τούτῳ πείσεται καὶ ἀλλοίωσιν, καὶ περὶ αὐτὸ τὸ πάνπων θειότατον, τὴν αἰτίαν. Εἰ δὲ ἐν Θεῷ τὰγαθὸν ὕπαρξίς ἐστιν, ἔσται ὁ μεταβάλλων ἐκ τὰγαθοῦ Θεὸς ποτὲ μὲν ὧν, ποτὲ δὲ οὐκ ὤν. Εἰ δὲ μεθέξει τὸ ἀγαθόν ἔχει, καὶ ἐξ ἐτέρου Ηξει, καὶ ποτὲ μὲν ἕξει, ποτὲ δὲ οὐχ ἕξει. Οὐκ ἄρα ἐκ Θεοῦ τὸ κακὸν, οὔτε ἑν Θεῷ, οὔτε ἀπλῶς, οὔτε κατὰ χρόνον. Ἀλλ´ οὔτε ἐν ἀγγλοις ἐστὶ τὸ κακόν. Εἰ γὰρ ἐξαγγέλλει τὴν ἀγαθότητα τὴν θείαν ὁ ἀγαθοειδὴς ἄγγελος, ἐκεῖνο ὧν κατὰ μὲθεξιν δευτέρως, ὅπερ κατ´ αἰτίαν τὸ ἀγγελλόμενον πρώτως, εἰκών ἐστι τοῦ Θεοῦ ὁ ἄγγελος, φανέρωσις τοῦ ἀφανοῦς φωτὸς, ἔσοπτρον ἀκραιφνὲς, διειδέστατον, ἀλώβητον, ἄχραντον, ἀκηλέδωτον, εἰσδεχόμενον ὅλην( θέμις εἰπεῖν, τὴν ὡραιότητα τῆς ἀγαθοτύπου θεοειδείας, καὶ ἀμιγῶς ἀναλάμπον ἐν ἑαυτῷαθάπερ οἷόν τέ ἐστι, τὴν ὰγαθότητα τῆς ἑν ἀδύτοις σιγῆς· οὐκ ἄρα οὐδὲ ἐν ἀγγέλοις ἐστὶ τὸ κακὸν, ἀλλὰ τῷ κολάζειν τοὺς ἁμαρτάνοντάς εἰσι κακοί. Τούτῳ γοῦν τῷ λόγῳ καὶ οἱ σωφρονισταὶ τῶν πλημμελούντων κακοί, καὶ τῶν ἱερέων οἱ τὸν βέβηλον τῶν θείων μυστηρίων ἀπείργοντες. Καίτοι οὐδὲ τὸ κολάζεσθαι κακὸν, ἀλλὰ τὸ ἄξιον γενέσθαι κολάσεως, οὐδὲ τὸ κατ´ ἀξίαν ἀπείργεσθαι τῶν ἱερῶν, ἀλλὰ τὸ ἐναγῆ καὶ ἀνίερον γενέσθαι, καὶ τῶν ἀχράντων ἀνεπιτήδειον. Ἀλλ´ οὔτε οἱ δαίμονες φύσει κακοί· καὶ γὰρ εἱ φύσει κακο, οὔτε ἐκ τὰγαθοῦ, οὕτε ἐν τοῖς οὖσιν οὔτε μὴν ἐξ ἀγαθῶν μετέβαλον, φύσει καὶ ἀεὶ κακοὶ ὄντες. Ἔπειτα ἑαυτοῖς εἰσι κακοὶ, ἢ ἐτέροις; Εἰ μὲν ἑαυτοῖς, καὶ φθείρουσιν ἑαυτούς· εἰ δὲ ἄλλοις, πῶς φθείροντες, ἡ τί φθείροντες; οὐσίαν, ἢ δύναμεν, ἢ ἐνέργειαν; Εἰ μὲν οὐσίαν, πρῶτον μὲν οὐ παρὰ φύσιν· τὰ γὰρ φύσει ἄφθαρτα οὐ φθείρουσιν, ἀλλὰ τὰ δεκτικὰ φθορᾶς. Ἔπειτα οὐδὲ τοῦτο παντὶ καὶ πάντη κακόν· ἀλλ´ οὐδὲ φθείρεταί τι τῶν ὄντων, καθ´ ὃ οὐσία καὶ φύσις, ἀλλὰ τῇ ἐλλείψει τῆς κατὰ φύσιν τάξεως, ὁ τῆς ἀρμονίας καὶ τῆς συμμετρίας λόγος ἀσθενεῖ μένειν ὡσαύτως ἔχων. Ἡ δὲ ἀσθένεια οὁ παντελής· εἰ γὰρ παντελὴς, καὶ τὴν φθορὰν, καὶ τὸ ὑποκείμενον ἀεῖλε, καὶ ἔσται ἡ τοιαύτη φθορα $0=3 $8=370 $9=1 καὶ ἑαυτς φθορά· ὧοτε τὸ τοιρῦτον οὐ κακὸν, ἀλλ´ Ρλλειπὲς ἀγαθόν· τὸ γὰρ πάντη ἄμοιρον τοῦ ἀγαθοῦ, οὔτε ἐν τοῖς οὖσιν ἔσται· καὶ περὶ τῆς εἰς δύναμιν καὶ ἑνέργειαν φθορᾶς ὁ αὐτὸς λόγος. Εἰτα, πῶς οἱ ἐκ Θεοῦ γενόμενοι δαίμονές εἰσι κακοί; Τὸ γὰρ ἀγαθὸν ἀγαθὰ παράγει καν ὑφίστησι. Καίτοι, λέγονται κακοὶ, φαίη τις ἂν, ἀλλ´ οὐ καθ] ὅ εἰσιν, κ τὰγαθοῦ γάρ εἰσι, καὶ ἀγαθήν ἔλαχον οὸσίαν· ἀλλὰ καθ´ ὅ οὐκ εἰσὶν, ἀσθενήσαντεςς τὰ Λόγιά Κφησιὶ τηρῆσαι τὴν ἑαυτῶν ἀρχήν Ἐν τίνι γὰρ, εἰπέ μοι, κακύνεσθαί φαμεν τοὺς δαίμονας, εἰ μὴ ἐν τῆ παύσει τῆς τῶν θείων ἀγαθῶν ἕξεως καὶ ἐνεργείας; ἄλλως τε, εἰ φύσει κακοὶ οἱ δαίμονες, ἀεὶ κακοί· καίτοι τὸ κακὸν ἄστατόν ἐστιν. Οὐκοῦν, εἰ ἀεὶ ὡσαύτως ἔχουσιν, οὐ κακοί· τὸ γὰρ ἀεὶ ταὐτὸν τοῦ ἀγαθοῦ ἴδιον. Εἰ Σὲ οὐκ ἀεὶ κακοὶ, οὐ φύσει κακοὶ, ἀλλ´ ἐνδείᾳ τῶν ἀγγελικῶν ἀγαθῶν. Καὶ οὐ πάντη ἄμοιροι τοῦ ἁγαθοῦ, καθ´ ὃκαὶ εἰσὶ, καὶ ζῶσι, καὶ νοοῦσι, καὶ Ελως ἐστί τις ἐν αὐτοῖς ἐφέσεως κίνησις· κακοὶ δὲ εἶναι λέγονται διὰ τὸ ἀσθενεῖν περὶ τὴν κατὰ φύσιν ἐνργειαν. Παρατροπὴ οὖν ἐστιν αὐτοῖς τὸ κακὸν, καὶ τῶν προσηκόντων αὐτοῖς ἔκόασις, καὶ ἀτευξία, καὶ ἁτλεια, καὶ ἀδυναμία, καὶ τῆς σωζούσης τὴν ἐν αὐτοῖς τελειτητα δυνάμεως ἀσθένεια καὶ ἀποφυγὴ καὶ ἀπόπτωσις. Ἅλλως τε, τί τὸ ἐν δαίμοσι κακόν; Θυμὸς ἄλογος, ἄνους ἐπιθυμία, φαντασία προπετής. Ἀλλὰ ταῦτα, εἰ καὶ ἐν δαίμοσιν εἰσὶν, οὐ πάντη, οὐδὲ ἐπὶ τάντων, οὐδὲ αὐτὰ καθ´ αὐτὰ κακά. Καὶ γὰρ ἐφ´ ἐτέρων ζώων οὐχ ἡ σχέσις τούτων, ἀλλ´ ἡ ἀναίρεσίς ἐστι καὶ φθορὰ τῷ ζώῳ·, καὶ κακόν· ἡ δὲ σχέσις σώζει καὶ εἶναι ποιεῖ τὴν ταῦτα ἔχουσαν τοῦ ζώου φύσιν. Οὐκ ἁρα κακὸν τὸ δαιμόνιον φῦλον, ᾗ ἐστι κατὰ φύσιν, ἀλλ´ ᾗ οὐκ ἔστι. Καὶ οὐκ ἠλλοιώθη τὸ δοθὲν αὐτοῖς ὅλον ἀγαθὸν, ἀλλ´ αὐτοὶ τοῦ δοθέντος ἀποπεπτώκασιν ὅλου ἀγαθοῦ. Καὶ τὰς δοθείσας αὐτοῖς ἀγγελικὰς δωρεὰς, 2ὐ μήποτε αὐτὰς ἠλλοιῶσθαί φαμεν· ἀλλ´ εἰσὶ καὶ ἄλόκληροι, καὶ παμφαεῖς εἰσι, κἂν αὐτοὶ μὴ ὁρῶσιν, ἀπομύσαντες αὐτῶν· τὰς ἀγαθοπτικὰς δυνάμεις. Ὥστε ὅ εἰσι, καὶ ἐκ τὰγαθοῦ εἰσι, καὶ ἀγαθοί, καὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφίενται, τοῦ εἶναι, καὶ ζῇν, καὶ νοεῖν, τῶν ὄντων ἐφιέμενοι· καὶ τῇ στερήσει, καὶ ἀποφυγῇ, καὶ ἀποπτώσει τῶν προσηκόντων αὐτοῖς ἀγαθῶν, λέγονται κακοί· καί εἰσι κακοὶ, καθ´ ὃ οὐκ εἰσί· καὶ τοῦ μὴ ὄντος ἐφιέμενοι, τοῦ κακοῦ ἐφίενται. $0=3 $8=371 $9=1 κῶς, τοῦτο οὐ κακὸν, ἀλλ´ ἀγαθὸν, καὶ ἐκ τάγαθοῦ, τοῦ καὶ τὸ κακὸν ἀγαθύνοντος. Εἰ δὲ τὸ κακύ νεσθαι ψυχάς φαμεν, ἐν τίνι κακύνονται, εἰ μὴ ἐν τῇ τῶν ἀγαθῶν ἕξεων καὶ ἐνεργειῶν ἐλλείψει, καὶ ῥε· οἰκείαν ἀσθένειαν ἀτευξίᾳ καὶ ἀπολισθήσει; καὶ γὰμ καὶ τὸν ἀέρα τὸν περὶ ἡμᾶς ἐσκοτῶσθαί φαμεν ἐλλείψει καὶ ἀπουσίᾳ φωτός· αὐτὸ δὲ τὸ φῶς ἀεὶ φῶς ἐστι τὸ καὶ τὸ σκότος φωτίζον. Οὐκ ἄρα οὕτε ἐν δαίμοσιν, οὔτε ἐν ἡμῖν τὸ κακὸν, ὡς ὃν κακὸν, ἀλλ´ ὡς ἔλλειψις καὶ ἐρημία τῆς τῶν οἰκείων ἀγαθῶν τελειοί τητος. Ἀλλ´ οὐδὲ ἐν ζώοις ἀλόγοις ἑστὶ τὸ κακόν. Εἰ γὰρ ἀνέλῃςθυμὸν, καὶ ἐπιθυμίαν, καὶ τᾶλλα, ὅσα λέγεται, καὶ οὐκ ἔστιν ἀπλῶς τῇ ἑαυτῶν φύσει κακά· τὸ μαι ἁδρὸν καὶ γαῦρον ὁ λέων ἀπολέσας, οὐδὲ λέων ἔσται· προσηνὴς δὲ πᾶσι γενόμενος ὁ κύων, οὐκ ἕσται κύων, εἴπερ κυνὸς τὸ φυλακτικὸν, καὶ τὸ προσίεσθοι μὲν τὸ οἰκεῖον, ἀπελαύνειν δὲ τὸ ἀλλότριον. Ὥστε τὸ μὴ φθείρεσθαι τὴν φύσιν οὐ κακὸν, φθορὰ δὲ φύσεως ἀσθένεια καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεων, καὶ ἐνερτειῶν καὶ δυνόηειων Καὶ εἰ πάντα τὰ διὰ γενέσεως ἐν χρόνῳ ἔχει τὸ τέλειον, οὐδὲ τὸ ἁτελὲς πάντη παρὰ πᾶσαν τὴν φύσιν. Ἡλλ´ οὐδὲ ἐν τῇ ὅλη φύσει τὸ κακόν. Εἰ γὰρ οἱ πάντες φυσικοὶ λόγοι παρὰ τῆς καθόλου φύσεως, σὐδέν ἐστιν αὐτῇ τὸ ἐναντίον· τῇ καθ´ ἕκαστον δὲ, τὸ μὲν κατὰ φύσιν ἔσται, τὸ δὲ οὐ κατὰ φύσιν. Ἄλλῃ γὰρ ἄλλο παρὰ φύσιν· καὶ τὸ τῇδε κατὰ φύσιν, τῇ ἕὲ ν παρὰ φύσιν. Φύσεως δὲ κακία τὸ παρὰφύσιν, ἡ στέρησις τῶν τῆς φύσεως. Ὥστε οὐκ ἕστι κακὴ φύσις, ἀλλὰ τοῦτο τῇ φύσει κακὸν, τὸ ἀδυνατεῖν τὰ τῆς οἰκείας φύσεως ἐκτελεῖν. Ἀλλ´ οὐδὲ ἐν σώμασι τὸ κακόν. Αἷσχος γὰρ καὶ νόσος ἔλλειψις εἶδους καὶ στέρησις τάξεως· τοῦτο δὲ οὐ πάντη κακὸν, ἀλλ´ ἠττον καλόν· εἰ γὰρ παντελὴς γένοιτο λύσις κάλλους, καὶ εἴδους, καὶ ντάξεως, οἰχήσεται καὶ αὐτὸ τὸ σῶμα. Ὅτι δὲ οὐδὲ κακίας αἴτιον τῇ ψυχῇτὸ σῶμα, δῆλον ἐκ τοῦ δυνατὸν εἶναι καὶ ἄνευ σώματος παρυφίστασθαι κακίαν, ὥσπερ ἐν δαίμοσι· τοῦτο γάρ ἐστι καὶ νοῖς, καὶ ψυχαῖς, καὶ σώμασι κακὸν, ἡ τῆς ἕξεως τῶν οἰκείων ἀγαθῶν ἀσθένεια καὶ ἀπόπτωσις. $0=3 $8=372 $9=1 Ἀλλ´ οὐδὲ τὸ πολυθρύλλητον· «Ἐν ὕλῃ τὸ κακὸν, ὡς φασι, καθ´ ὃ ὕλη·» καὶ γὰρ καὶ αὐτὴ τοῦ κόσμου καὶ κάλλους καὶ εἴδους ἔχει μετουσίαν Εἰ δὲ τούτων ἐκτὸς οὖσα ἡ ὕλη, καθ´ ἑαυτὴν ἄποιός ἐστι καὶ ἀνείδεος, πῶς ποιεῖ τι ἡ ὕλη, ἡ μηδὲ τὸ πάσχειν δύνασθαι καθ´ ἑαυτὴν ἕχουσα; Ἄλλως τε, πῶς ἡ ὄλη κακόν; Εἰ μὲν γὰρ οὐδαμῆ οὐδαμῶς ἐστιν, οὔτε ἀγαθὸν οὔτε κακόν· εἰ δέ πως ὃν, τὰ δὲ ὄντα πάντα ἐκ τάγαθοῦ, καὶ αὐτὴ ἐκ τοῦ ἀγαθοῦ ἂν εἴη, καὶ ἣ τὸ ἀγαθὸν τοῦ κακοῦ ποιητικὸν, ἢ τὸ κακὸν, ὡς ἐκ τοῦ ἀγαθοῦ ὃν, ἀγαθόν· ἢ τὸ κακὸν τοῦ ἀγαθοῦ ποιητικὸν, ἢ καὶ τὸ ἀγαθὸν, ὡς ἐκ τοῦ κακοῦ, κακόν. Ἠ δύο αὖθις ἀρχαὶ, καὶ αὐται ἄλλης μιᾶς ἐξημμέναι κορυφῆς. Εἰ δὃὲ ἀναγκαίαν φαοὶ τὴν ὕλην πρὸς συμπλήρωσιν τοῦ παντὸς κόσμου, πῶς ἡ ὕλη κακόν; ἄλλο γὰρ τὸ κακὸν, καὶ ἄλλο τὸ ἀναγκαῖον, Πῶς δὲ ὁ ἀγαθὸς ἐκ τοῦ κακοῦ παράγει τινὰ πρὸς γένεσιν· ἢ πῶς κακὸν τὸ τοῦ ἀγαθοῦ δεόμενον· φεύγει γὰρ τὴν τοῦ ἁγαθοῦ φύσιν τὸ κακόν. Πῶς δὲ γεννᾷ καὶ τρέφει τὴν φύσιν ἡ ὕλη κακὴ οὐσα; τὸ γὰρ κακὸν, ᾗ κακὸν, οὐδενός ἑστι γεννητικὸν, ἢ θρεπτικὸν, ἢ ὅλως ποιητικὸν, ἢ σωστικόν. Εἰ δὲ φαῖεν, αὐτὴν μὲν οὐ ποιεῖν κακίαν ἐν ψυχαῖς, ἐφέλκεσθαι δὲ αὐτὰς, πῶς ἔσται τοῦτο ἀληθές; πολλαὶ γὰρ αὐτῶν εἰς τὸ ἁγαθὸν βλέπουσι. Καίτοι πῶς ἐγίνετο τοῦτο τῆς ὕλης πάντως αὐτὰς εἰς τὸ κακὸν ἐφελκομένης; Ὥστε οὐκ ἐξβλης ἐν ψυχαῖς τὸ κακὸν, ἀλλ´ ἐξ ἀτάκτου καὶ πλημμελοῦς κινήσεως. Εἰ δὲ καὶ τοῦτό φασι, τῇ ὕλῃ πάντως ἕπεσθαι, καὶ ἀναγκαία ἡἄστατος ὕλη τοῖς ἐφ’καυτῶν ἰδρῦσθαι μὴ δυναμένοις, πῶς τὸ κακὸν ἀναγκαῖον, ἢ τὸ ἀναγκαῖον κακόν;· Ἀλλ´ οὐδὲ τοῦτο, ὅ φαμεν, ἡ στέρησις κατὰ δύναμιν οἰκείαν μάχεται· τῷ ἀγαθῷ· ἡ γὰρ παντελὴς στέρησις, καθόλου ἀδύναμος· ἡ δὲ μερικὴ, οὐ καθ’´ ὃ στέρησις, ἔχει τὴν δύναμιν, ἀλλὰ καθ´ ὃ οὐ παντελής ἐστι στέρησις. Στερήσεως γὰρ τοῦ ἀγαθοῦ μερικῆς οὑσης, οὔπω κακόν· καὶ γενομένης, καὶ ἡ τοῦ κακοῦ φύσις ἀπελήλυθε. Συνελόντι δὲ φάναι, τὸ ἀγαθὸν ἐκ τῆς μιᾶς καὶ τῆς ὅλης αἰτίας· τὸ δὲ κακὸν ἐκ πολλῶν καὶ μερικῶν ἐλλείψεων. Οδεν ὁ Θεὸς τὸ κακὸν ἢ ἀγαθὸνἵ,, καὶ παρ´ αὐτῷ αἱ αἰτίαι τῶν κακῶν, δυνάμεις εἰσὶν ἀγαθοποιοί. Εἰ δὲ τὸ κακὸν ἀδιον, καὶ δημιουργεῖ, καὶ δύναται, καὶ ἔστι, καὶ δρᾷ, πόθεν αὐτῷ ταῦτα; ἢ $0=3 $8=373 $9=1 ἐκ τοῦ ἀγαθοῦ; ἢ τῷ ἀγαθῷ ἐκ τοῦ κακοῦ; ἡ ἀμφοῖν ἐξ ἄλλης αἰτίας; ᾶν τὸ κατὰ φύσιν εξαιτίας ὡρισμένης γεννᾶται· εἰ δὲ τὸ κακὸν ἀναίτιον καὶ ἀόριστον, οὐ κατὰ φύσιν· οὐδὲ γὰρ ἐν τῇ φύσει τὸ παρὰ φύστν, οὐδὲ ἀτεχνίας ἐν τῇ τέχνῃ λόγος. Ἄρα ἡ ψυχὴ τῶν κακῶν αἰτία, καθάπερ τὸ πῦρ τοῦθερμαίνειν, καὶ πάν τα οἷς ἂν γειτνιάσῃ, κακίας ἀναπίμπλησιν; ἢ ἀγαθὴ μὲν ἡ τῆς ψυχῆς φύσις, ταῖς δὲ ἐνεργείαις, ποτὲ μὲν οὔτως ἔχει, ποτὲ δὲ οὔτως; Εἰ μὲν φύσει καὶ τὸ εἶναι αὐτῆς κακὸν, καὶ πόθεν αὐτῇ τὸ εἶναι; ἢ ἐκ τῆς δημιουργικῆς τῶν ὅλων ὄντων ἁγαθῆς αἰτίας; Ἀλλ´ εἰ ἐκ ταύτης, πῶς κατ´ οὐσίαν κακόν; ἀγαθὰ γὰρ πάντα ταύτης ἔκγονα. Εἰ δὲ ταῖς ἐνεργείαις, οὐδὲ τοῦτο ἀμετάβλητον· εἰ δὲ μὴ, πόθεν αἱ ἀρεταὶ, μὴ καὶ ἀγαθοειδοῦς αὐτῆς γινομένης; Λείπεται ἄρα, τὸ κακὸν Τῶν ἀγαθῶν τὸ αἴτιον ἕν. Εἰ τῷ ἀγαθῷ τὸ κακὸν ἐναντίον, τοῦ κακοῦ τὰ αἴτια πολλά· οὐ μὴν τὰ ποιητικὰ τῶν κακῶν, λόγοι καὶ δυνάμεις, ἀλλ´ ἀδυναμία, καὶ ἀσθένεια, καὶ μίξις τῶν ἀνομοίων ἀσύμμετρος. Οὔτε ἀκίνητα καὶ ἀεὶ ὡσαύτως ἔχοντα τὰ κακἀ, ἀλλ´ ἄπειρα, καὶ ἀόριστα, καὶ ἐν ἄλλοις φερόμενα, καὶ τούτοις ἀπείροις. Πάντων καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος ἔσται τὸ ἀγαθόν· τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα καὶ ὅσα ἀγαθὰ, καὶ ὅσα ἐναντία· καὶ γὰρ καὶ ταῦτα πράττομεν τὸ ἀγαθὸν ποθοῦντες· οὐδεὶς γὰρ εἰς τὸ κακὸν ἀποβλέπων ποιεῖ ἃ ποιεῖ· διὸ οὔτε ὑπόστασιν ἔχει τὸ κακὸν, ἀλλὰ παρυπόστασιν, τοῦ ἀγαθοῦ ἕνεκα καὶ οὐχ ἑαυτοῦ γινόμενον. Τῶ κακῷ τὸ εἶναι θετέον κατὰ συμβεβηκὸς καὶ δε´ ἄλλο, καὶ οὐκ ἐξ ἀρχῆς οἰκείας· ὥστε τὸ γιγνόμενον, ὁρθὸν μὲν εἶναι δοκεῖν, ὅτι τοῦ ἀγαθοῦ ἕνεκα γίνεται τῷ ὄντι δὲ οὐκ ὁρθὸν εἰναι, διότι τὸ μὴἀγαθὸν ἀγαθὸν οἰόμεθα. Δέδεικται ἄλλοτὸ ἐφετὸν, καὶ ἄλλο τὸ γινόμενον. Οὐκοῦν τὸ κακὸν παρὰ τὴν ὁδὸν, καὶ παρὰ τὸν σκοκὸν, καὶ παρὰ τὴν φύσιν, καὶ παρὰ τὴν αἰτίαν, καὶ παρὰ τὴν ἀρχὴν, καὶ παρὰ τὸ τέλος, καὶ παρὰ τὸν ὁρον, καὶ παρὰ τὴν βούλησιν, καὶ παρὰ τὴν ὑπόστασιν. Στέρησις ἄρα ἐστὶ τὸ κακὸν, καὶ ἔλλειψις, καὶ ἀσθένεια, καὶ ἀσυμμετρία, καὶ ἀμαρτία, καὶ ἄσκοπον, καὶ ἀκαλλὲς, καὶ ἄζωον, καὶ ἄνὸυν, καὶ ἄλογον, καὶ ἀτελὶς, καὶ ἀνδδρυτον, καὶ ἀναίτιον, καὶ ἀόριστον, καὶ ἄγονον, καὶ ἀργὸν καὶ ἀδρανὲς, καὶ ἄτακτον, καὶ ἀνόμοιον, καὶ ἄπειρον, καὶ σκοτεινὸν, καὶ ἁνούσιον, καὶ αὐτὸ μηδαμῶς μηδαμῆ μηδὲν ὄν. Πῶς ὅλως δύναταί τι τὸ κακὸν τῇ πρὸς τὸ ἀγαθὸν μίξει; τὸ γὰρ πάντη τοῦ ἀγαθοῦ ἄμοιρον $0=3 $8=374 $9=1 αθτε ἐστί τι, οὔτε δύναται. Καὶ γὰρ εἰ τὸ ἀαθὸν καὶ ἕν δστι, καὶ βαυλητὸν, καὶ ἐνδύναμον, καὶ ὃραστήρον, πῶς δυνήσεταί τι τὸ ἐναντίον τὰγαθῷ, τὸ οὐσίας καὶ βουλήσεως, καὶ δυνάμεως, καὶ ἐνεργείας Κἐστερημένον; Οό πάντα πᾶσι Ῥ καὶ πάντη τὰ αὐτὰ κατὰ τὸ αὐτὸ κακά. Δαίμονι κακὸν, τὸ παρὰ τὸν ἀγαθοειδῆ νοῦν εἶναι· ψυχῇ, τὸ παρὰ λόγον σώματι, τὸ παρὰ φύσιν. Πῶς δλως τὰ κακὰ Προνοίας οὕσης; Οὐκ ἔστι τὸ κακὸν, ᾗ κακὸν, οὔτε Ἀν, οθτε ἐν τοῖς οὖσι. Καὶ οὐδὲν τῶν ὄντων ἐστὶν ἀπρονόητον· οὐδὲ γάρ ἐστι τὸ κακὸν ὸν, ἀμιγὲς ὑπάρχον τοῦ ἀγαθοῦ. Καὶ εἰ μηδὲν τῶν ὄντων ἀμέτοχον τοῦ ἀγαθοῦ, κακὸν δὲ ἡ ἔλλειψις τοῦ ἀγαθοῦ, οὐδὲν δὲ τῶν ὄντων ἐστέρηται καθόλου τοῦ ἀγαθοῦ, ἐν πᾶσι τοῖς οὖσιν ἡ θεία Πρόνοια, καὶ οὐδὲν των ὄντων ἀπρονόητον· ἀλλὰ καὶ τοῖς γινομένοις κακὸἷς ἀγαθοπρεπῶς ἡ Πρόνοια κέχρηται, πρὸς τὴν αὐτῶν, ἢ ἄλλων, ἢ ἰδικὴν ἢ Ὅ κοινὴν ὡφέλειαν, καὶ οἰκείως ἐκάστου τῶν ὄντων προνοεῖ. Διὸ καὶ τὸν εἰκαῖον τῶν πολλῶν οὐκ ἀποδεξόμεθα λόγον, οἱ χρῆναί φασι τὴν Πρόνοιαν καὶ ἄκοντας ἡμᾶς ἐπὶ τὴν ἀρετὴν ἄγειν· τὸ γὰρ φθεῖραι φύσιν οὐκ ἔστι Προνοίας. Ὅθτν ὡς Πρόνοια τῆς ἑκάστου φύσεως σωστικὴ, τῶν αὐτοκινήτων ὡς αὐτοκινήτων προνοεῖ, καὶ τῶν ὅλων καὶ τῶν καθ´ ἕκαστον οἰκείως ὅλῳ καὶ ἐκάστῳ, καθ´ ἕσον ἡ τῶν προνοουμένων φύσις ἐπιδέχεται τὰς τῆς ἄλης καὶ παντοδαπῆς προνοίας ἐκδιδομένας ἀναλόγως κκάστῳ προνοητικὰς ἀαθότητας. Οὐκ ἄρα ὃν τὸ κακὸν, οὐδὲ ἐν τοῖς οὖσι τὸ κακόν. Οὐδαμοῦ γὰρ τὸ κακὸν, ᾗ κακόν· καὶ τὸ γίνεσθαι τὸ κακὸν οὐ κατὰ δύναμιν, ἀλλὰ δι´ ἀσθένειαν. Καὶ τοῖς δαίμοσιν, ὃ μέν εἰσι, καὶ ἐκ τὰγαθοῦ, καὶ ἀγαθόν· τὸ δὲ κακὸν αὐτοῖς ἐκ τῆς τῶν οἰκείων ἀγαθῶν ἀποπτώσεως, καὶ ἀλλοίωσις ἡ περὶ τὴν ταύτότητα καὶ τὴν Ἐξιν ἀσθένεια τῆς προσηκούσης αὐτοῖς ἀγγελοπρεποῦς τελειότητος. Καὶ ἐφίενται τοῦ ἀγαθοῦ, καθ´ ὃ τοῦ κναι, καὶ ζῇν, καὶ νοεῖν ἐφίενται· καὶ καθὸ οὐκν κφίενται τοῦ ἀγαθοῦ, τοῦ μὴ ὄντος ἑφίενται· καὶ οὐκ Κστι τοῦτο ἕφεσις, ἀλλὰ τῆς ὄντως ἐφέσεως ἀμαρτία, $0=3 $8=375 $9=1 ἑξασθενοῦντας, καὶ τοὺς εἰδότας τὸ θέλημα, καὶ μὴ ποιοῦντας· τοὺς ἀκηκοότας μὲν, ἀσθενοῦντας δὲ περὴ τὴν πίστιν, ἢ τὴν ἐνέργειαν τοῦ ἀγαθοῦ· καὶ ἀβούλητόν τισι τὴ συνιέναι τοῦ ἀγαθῦναι, κατὰ τὴν παρατροπὴν, ἢ τὴν ἀσθένειαν τῆς βουλήσεως. Καὶ ὅλως τὸ κακὸν, ὡς πολλάκις εἰρήκαμεν, ἀσθένεια, καὶ ἀδυναμία, καὶ λλειψῖς ἐστιν ἢ τῆς γνώσεως, ἢ τῆς ἀλήστου γνώσεως, ἢ τῆς πίστεως ʹ, ἢ τῆς ἐφέσεως, ἢ τῆς ἐνεργείας τοῦ ἀγαθοῦ. Καίτοι φαίη τις· Οὐ τιμωρητὸν ἡ ἀσθένεια, τοὐναντίον δ συγγνωστόν· εἰ μὴν οὐκ ἐξῆν τὸ δύνασθαι, καλῶς ἂν εἶχεν ὁ λόγος· εἰ δὲ ὄκ τὰγαθοῦ τὸ δύνασθαι, τοῦ διδόντος, κατά τὰ Λόγια, τὰ προσήκοντα πᾶσιν ἁπλῶς, οὐκ ἐπαινετὸνδΡ ἡ τῆς ἐκ τὰγαθοῦ τῶν οἱκείων ἀγαθῶν ἔξεως ἀμαρτάα, καὶ παρατροπὴ, καὶ ἀποφυγὴ, καὶ ἀπόπτωσις. Ἀλλὰ ταῦται μὴν ἡμῖν ἐν τοῖς Περὶ δικαίου καὶ θεέου δικαιωτηρίσυ κατὰ δύναμιν ἱκανῶς εἰρήσθω, καδ´ ἤν ἱερὰν πραγματείαν ἡ τῶν Λογίων ἀλήθεια, τοὺς σοφιστικοὺς καὶ ἀδικίαν καὶ ψεῦδος κατὰ τοῦ Θεοῦ λαλοῦντας ἀπεῤῥάπισεν ὡς παράφρονας λόγους, Νῦν δὲ, ὡς καθ´ ἡμᾶς ἁρκούντως ὕμνηται τὰγαθὸν, ὡς ὅντως ἀγαστὸν, ὡς ἁρχὴ καὶ πέρας πάντων, ς περιοχὴ τῶν ὄντων, ὡς εἴδοποιὸν τῶν οὐκ ὄντων, ὡς πάντων ἀγαθῶν αἴτιον, ὡς τῶν κακῶν ἀναίτιον, ὡς πρόνοια καὶ ἀγαθότης παντελὴς, καὶ ὑπερβάλλουσα τὰ ὄντα καὶ τὰ οὐκ ὄντα, καὶ τὰ κακὰ, καὶ τὴν δαυτῆς στέρησιν ἀγαθύνουσα, πᾶσιν ἐφετὸν, καὶ ἐραστὸν, καὶ ἀγαπητὸν, καὶ ὅσα ἄλλα ἐν τοῖς ἔμπρεσθεν ὁ ἀληθὴς ἀπέδειξεν, ὡς οἰμαι, λόγος. $0=3 $8=381 $9=1 Φ ΡΑΚΑΡΗΣΑΘΒ ΡΑΩΗΙΜΕΣΧθ ἐΙ. Στικτέον εἰς τὸ οὖν τελείαν· τὸ γὰρ εἶσν, κατὰ παλαιὰν χρῆσιν, ἀπόθεσίς ἐστι τῶν λεχθέντων, καὶ ἔναρξις τῶν ἐσομένων, ἀντὶ τοῦ, Ἔστωσαν δὴ οὖν τὰ προειρημένα· νῦν δὲ χωρῶμεν ἐν τῷ λόγῳ ἐπ´ αὐτὴν τὴν τοῦ ἁγαθοῦ ὀνομασίαν, ἡν διαφερόντως οἱ θεολόγοι ἀνατιθέασι τῇ θεότητι, πάντων τῶν παραχθέντων δηλαδὴ, ὅτι τὰ πάντα· ἐξ αὐτῆς παρῆκται δι´ ἀγαθότητα, λέγοντες αὐτὴν τὴν τοῦ Θεοῦ ὑπερύπαρξιν ἀγαθότητα καὶ αὐτοαγαθότητας Οὐ μὴν δὲ ἀλλ´ ἅον οὐκ ἐπίκτητον καὶ συμβεβηκὸς ἔχει τὸ ἀγαθὸν ὁ Θεὸς, ὥστε, ἄλλο τι ὃν, ἐπισύμβαμα ἔχειν τὸ ἀγαθὸν, ἀλλ´´ οὐσίᾳ τοῦ ἀγαθοῦ αὐτὸς ὑπάρχων, ἐκτείνει περὶ πάντας τὴν τῆς ἀγαθότητος αἴγλην φυσικῶς ἐν τῷ εἶναι ἀγαθόν. Ὥσπερ γὰρ ὁ ἤλιος οὐκ ἄλλο τι ὤν παρὰ τὸ φῶς, οὐδὲ ἐτέρωθεν τὸ φῶς λαμβάνων φωτίζει· αὐτὸς γάρ ἐστι φῶς, καὶ φωτίζει φυσικῶς ἐν τῷ εἰναι φώς πάντα τὰ δυνάμενα μετέχειν αὐτοῦ, οὔτε λογιζόμενος, οὔτε προαιρούμενος· μὴ φωτίζων γὰρ οὐδέ γε ἤλος ἂν εἴη· καὶ τί ἂν εἴη ἄλλο λογίσαι τὸ φωτίσαι, ὁ μὴ ὧν φῶς; τοῦτο γὰρ ἐμφαίνει ὁ ἅγιος, καὶ οὐχ ὅτι ἀπλῶς ἄλογός ἐστι καὶ ἀπροαίρετος ὁ ἤλιος, τοῖτο γὰρ δῆλον, καὶ οὐδὲν πρὸς τὸ προκείμενον· οὕτω δὴ καὶ τὸ ὑπὲρ ἤλιον ἀγαθὸν ὁ Θεὸς, τὸ ἐξῃρημένως ἀρχέτυπον πρὸς τοιαύτην σκοτεινὴν καὶ μηδὲν παρομοιάζουσαν εἰκόνα, αὐτῇ τῇ ὑπάρξει, καὶ τῷ εἶναι ἀγαθὸς, τὰς ἀκτῖνας τῆς ἀγαθότητος ἀναλόγως τοῖς οἷσιν ἐφίησι. Διὰ ταύτης αἱ οὐράνιαι οὐσίαι ὑπέστησαν, αἱ νοηταί τε καὶ νοεραί. Ἄλλο δέ ἐστι τὸ νοητὸν, καὶ ἄλλο τὸ νοερόν. Τὸ γὰρ νοητὸν οἷά τις τροφὴ τοῦ νοεροῦ ἐστιν, εἴπερ τὸνοούμενον, ὅ ἐστι νοητὸν, μεῖζόν ἐστι καὶ προεπινοούμενον τοῦ νοοῦντος, ὅ ἐστι νοερόν. Τὰ μὲν οὖν ὑπερκείμενα καὶ προσεχῆ τῷ Θεῷ τὰγματα νοητὰ κυρίως λεκτέον, τὰ δὲ ὑποβεβηκότα νοερὰ, ἄτε νοοῦντα τὰ ὑπερκείμενα· οὐχ ὅτι δὲ νοητά ἐστι τὰ νοούμενα, νομιστέον αὐτὰ μὴ νοεῖν· νοεῖ γὰρ καὶ αὐτὰ, ἐπειδὴ νόες εἰσὶ καὶ οὐσίᾳι. Διὸ νοοῦνται μὲν, ὡς ἄὐλοι, νοοῦσι δὲ τὰ ὄντα, ὡς νόες ἀσώματοι καὶ ὑπερκόσμιοι, ἄνωθεν ἐλλαμπόμενοι τοὺς περὶ τῶν ὄντων λόγους, καὶ διαβιβάζοντες αὐτοὺς μυστικῶς εἰς τοὺς ὑποβεβηκότας ἀγγέλους. Δυνάμεις δὲ καὶ ἐνεργείας λέγει ταύτας οὐκ ἀνυποστάτους, ἀλλ´ ἐνυποστάτους καὶ ζώσας, δυνατάς τε καὶ ἐνεργεῖς τῶν οἰκείωιν κινήσεων, δυνατοὶ γὰρ ὶσχύτπαρὰ τῷ Δαυΐδλέγονται. Ἔ καὶ ἄλλως δυνάμεις μὲν, ἐπειδὴ καὶ μήπω τῶν ἐν τῆ κτίσει φανέντων, δυνάμει πάντα τῷ Θεῷ προῦφειστήκει, μέλλοντα παράγεσθαι δι´ αὐτοῦ εἰς τὸ εἶναι· ἐνέργειαι δὲ, ὅτι καὶ πρὸς ἔργον ἡ δημιουργία παρήχθη. Διὰ ταύτας τὰς ἀκτῖνας τῆς ἀγαθάτητος, καί $0=3 $8=382 $9=1 σιναὐταὶ καὶ ζῶσι, καὶ ἀνέηλειπταν ἕχωσι τὴλν ζεὴλμ, παθαρεύουσαι καὶ φθορᾶς καὶ δανάτου, καὶ ὕλης, καὶ γενέσιως. δθορὰ θέ ἐστι τοῦ θανάτου καθολικα τέρα ἢεὶς τὸ μὴ ὃν κίνησις, ἤτις ἐστὶ καὶ τῶν ἀψόγων. Γενέσεως δὲ ἀνώτεραι αἱ δυνάμεις, οὐχ ὅτι οὐκ ἐγενὴθησαν καὶ γὰρ ἐδημιουργήθησαν,, ἀλλ´ ὅτι ἐξ βλης οὐ συνέστηραν· τοιαῦτα γὰρ τὰ ἐν γενέσει καὶ φθορᾷ, οἷς ἡ βλη ὑποκειμένη, εἰ μὲν εἶδος δέξεται, εἰδοποιεῖται, χαὶ ἰδοὺ ὄν τι ἐγένετο· εἰ δὲ στερηθείη τοῦ εἴδους, χωρεῖ πρὸς τὸ ἁνεῖδεον, καὶ ἰδοὺ φθορά τινος ὄντος, καὶ εἰς τὸ μὴ ὃν κνησις. Αἰ ὅὲ θεῖαι δυνάμεις καὶ τούτων ὰνώτεραι τῶν φθορῶν τε καὶ τῶν γενέσεων, ὅτι καὶ ἄβλοι, καὶ τῆς ῥευστῆς ἀλλοιώσεως ἀνῳκισμέναι. Τοῦτο δὲ λέγει, ἐπειδὴ τρεπτοὶ καὶ οἱ ἄγγελοι ἑδημισυργήθησαν, ἀλλὰ κατὰ γνώμην, οὐ κατ´ οὐσίαν· ὅθεν κατ´ σὐσίαν ἐστὶ τούτοις καὶ τὸ ἀναλλοίωτον. Νοητοὶ γοῦν εἰσιν ὡς ἀσώματοι, καὶ παρ´ ἀλλήλων καὶ παρ´ ἡμῶν πωσοῦν νοούμενοι, καὶ νοεροὶ ὡς νόες, καὶ ὄτι ὑπερκασμίως νοοῦσιν, ἐπιβάλλοντες δι´ ἐλλάμψεως τοῖς λόγοις τῶν ὄντων καὶ οὐκ αἰσθητῶς ὡς ἡμεῖς τῶν πραγμάτων ἀντιλαμβανόμενοι. Εἰ δὲ καὶ ἡμεῖς πολλάπις τρίς λόγοις ἐπιβάλλομεν, ἀλλ´ ἐπιστημονικῶς καὶ τὰς ἀρχὰς ἔχοντες ἐξ αἰσθήσεως, καὶ διὰ τοῦτο δεόμενοι παύτης· οὐδὲν γὰρ ἔξω τῆς αἰσθήσωως γινόμενον Τσμεν, κἂν ᾑσθημένοι ὧμεν αὐτοῦ. Ἀλλ´ οἱ θεῖοι νόες ὑπερκοσμβως τοὺς λόγους ἐλλάμπονται, καὶ τοῖς συγγενέσι διαπορθμεύουσι, καὶ μονὴ, καὶ ἵὸρυσις, καὶ συγκράτησις, καὶ συντήρησις αὐταῖς ἐστιν ἐκ τῆς ἂγαθότητος τοῦ Θεοῦ καὶ τὸ εἶναι ταύτας ὥσπερ τινὰ ἐστίαν καὶ θεῖον βωμὸν τῶν ἐκ Θεοῦ ἀγαθῶν. Ἐστίν γὰρ οἱ παλαιοὶ τὸν βωμὸν ἐκάλουν, ἐν ὦ τὰς θυσίας ἕπετέλουν. Ἔλεγον δὲ καὶ ἐτέραν νοητὴν ἑστίαν, τὴν περὶ τὸ αὐτὸ τῶν θείων ἵδρυσιν, ἡν καὶ ἰερὰν εἶχον, καὶ ὅρκον ἐτίθεντο, θεῖα δὲ τὰ οὐράνια ἔλεγον. Λέγει γὰρ καὶ ὁ Ἰουδαῖος Φλων ἐν τῷ περὶ τῆς φλογίνης ῥομραίας καὶ τῶν χερουθὶμ λόγῳ· Ἡ δὲ μονὴ τῶν τοῦ κόσμου μερῶν, ἕστῶσα παγίως, ἐστία πρὸς τῶν παλαιῶν εὐθῶβόλως ὡνόμασται· κόσμου μέρη λέγων τὴν φαῦσιν τοῦ ἡλίου, καὶ τὴν ἐπὶ τὸ αὐτὸ ἀποκατὰστασιν τῆς σελήνης, αὔξησίν τε καὶ μείωσιν, τὴν τῶν ὑετῶν χύσιν, τὴν τῶν βροντῶν τε καὶ ἀστραπῶν σύστασιν καὶ οἰκονομίαν, καὶ τἄλλα ἅ δὴ κατὰ τὰς αὐτὰς αἰτίας εἰσαεί ποτε γίνονται· ταῦτα γὰρ καὶ οἱ Ἔλληνες θεῖα ἔλεγον πρὸς ἀντιδιαστολὴν τῶν καθ´ ἡμᾶς δι´ ἄλλας καὶ ἄλλας αἰτίας ῥευστῶν τε καὶ ἀλλοιωτῶν, Καὶ τὸ ἐφίεσθαι πάλιν τῆς θείας αἴγλης αὐτὰς, ἀλλὰ καὶ τὸ εἶναι, καὶ τὸ εὖ εἶναι, ἐκ ταύτης τῆς ἀγαθότητος ἔχουσι, καὶ πρὸς ἐκείνην ἀγαθοειδῶς ἀποτυποῦνται, καὶ ταῖς μετ´ αὐτὰς κοινωνοῦσι τῶν δώρων, ὡς ὁ περὶ αὐτὰς θεῖος τῆς διαδόσεως νόμος ὑφηγεῖταί. Ἀπὸ ταύτης τῆς θείας ἀγαθότητος αὐτῶν οἱ βαθμοὶ καὶ αἱ τάξεις εἰσὶν, αἱ πρὸς ἀλλήλας ἐνώσεις, $0=3 $8=383 $9=1 δηλονότι ὁ πρὸς ἀλλήλας θεοπρεπὴς ἔρως. Ὃς δὴ θεῖος ἔρως ὢν καὶ ἐνοποιὸς, συνάπτει αὐτὰς οὐ σωρηζόν συγκομίζων, ἀλλὰ ἀγαπητῶς συνδεσμῶν. Τῶν γὰρ νοητῶν, ὡς καὶ τῶν αἰσθητῶν, ὄντων ὁμωνύμως λεγομένων, τὰ μὲν ἔστιν ἡνωμένα καὶ ἀλληλουχούμενα, τὰ δὲ διηρημένα καὶ σωρηδόν. Καὶ νοητῶν μὲν ἡνωμένα, οἷον φως, ζωή, καὶ νοητὸς κόσμος, καὶ ὅσα τοιαῦτα, καθ´ ἣν ἔνωσιν καὶ αἱ τῶν ἀγγέλων τάξεις αἰσὺν ἑνοποιούμεναι, καὶ ἀλληλουχούμεναι τῷ θείω ἔρωτι· διῃρημένα δὲ καὶ ἐν παραθέσει, οἷον στρατιὰ, καὶ τἀξις ἰδία ἀγγέλων, καὶ πατριὰ, καὶ χορός. Ἔοὶ δὲ αἰσθητῶν, ἐνώσεις μὲν ζῶον, δένδρον, ὁ αἰσθητὸς οὗτος κόσμος· διαιρέσεις δὲ ποίμνη, δῆμος, χορὸς, σωρός. Ἀλλ´ αὗται μέν εἰσιν αἱ πρὸς ἀλλήλας ἐνώσεις τῶν ἀγγελικῶν δυνάμεων, ἔχουσι δὲ καὶ ἐν ἀλλήλαις, καὶ αὖθις διακρίσεις ἀσυγχύτους. Χωρήσεις μὲν ἐν ἀλλήλαις, ὅτι μὴ ἀκούσας ἑνώσεις πρὸς ἀλλήλας, φυσικήν τινα εἴπῃς ἕνωσιν, καθ´ ἡν ἑνοῦνται τὰ μέρη εἰς ἑνὸς ὅλου συμπλήρωσιν, ἀλλὰ προαιρετή ἐστι χώρησις, ἡ τοιαύτη ἕνωσις ἐξ ἀγαθότητος Θεοῦ γενομένη εἰς αὐτάς· τὰ γὰρ ἄὕλα καὶ ἐν ἀλλήλοις χωρεῖ ἀσυγχύτως, καὶ πάλιν ἀποχωρεῖ καὶ διακρίνεται, καὶ τοῦτό ἐστιν οἱ βαθμοὶ καὶ αἱ τάξεις αὐτῶν πρῶται καὶ δεύτεραι. Σὺ δὲ σκόπει, πῶς τὸ ἀσύγχυτον ἐπὶ τῶν διακρίσεων τίθησιν. Ἔδει γὰρ μᾶλλονπερὶ τῶν εἰς ἀλλήλας χωρήσεων τοῦτο εἰπεῖν, ὅπου καὶ ἡ σύγχυσις ὧποπτεύεται. Ἀλλ´ ἑκεῖνο μὲν θεραπεύεται, τῷ εἰπεῖν εὐθὺς καὶ διάκρισιν τῶν ἰδιοτήτων τὴν σύγχυσιν, ἡ εἰς ἄλληλα χώρησις, ἐπεὶ εὐθὺς ἀκολουθεῖ ἡ διάκρισις. Ἐπὶ δὲ τῶν διακρίσεων τί εἶπεν; ἀσύγχυτον, δηλῶν τὸ τῆς τάξεως αὐτῶν ἀπαράλλακτον· ἐπεὶ γὰρ κατὰ τὴν τοιαύτην διάκρισιν συνίστανται οἰ βαθμοὶ καὶ αἱ τάξεις αὐτῶν, καθ´ ἂς τὸ πρῶτόν ἐστι καὶ τὸ δεύτερον. Διὰ τοῦτο ὡσανεὶ λέγει, μὴ ὅτι ἐν ἀλλήλαις χωροῦσι, καὶ πάλιν διακρίνονται, παραλλαγὴν λαμβάνειν τὰς τάξεις αὐτῶν, καὶ σύγχυσίν τινα μὴ ἐννοήσῃς· ἀλλ´ ἡ αὐτὴ πάλιν μένει τάξις αὐταῖς, κδν καὶ ἐν ἀλλήλαις χωρῶσι. Πάλιν ἐστὶ τῆς ἀγαθότητος τοῦ Θεόῦ τὸ τὰς ὑφειμένας δυνάμεις πρὸς τὰς κρείττους ἀνάγεσθαι, καὶ πάλιν τὰς κρείττους τῶν δευτέρων προνοεῖν ὡς μήτ´ ἐκείνας ἀρχὰς εἰναι περὶ τὴν ἀναγωγὴν, μήτε ταύτας ἀνεπιστρόφους περὶ τὴν πρόνοιαν· ἑνὸς γὰρ δυοῖν λείποντος, οὐκ ἦν τι γενέσθαι Ἀλλ´ ἡ ἀγαθότης ἡ θεία, οὕτως περὶ αὐτῶν ψκονόμησε· παρ´ οἷς καὶ αἱ τῶν οἰκείων ἑκάστης δυνάμεως φρουραὶ, καὶ αἱ περὶ αὐτὰς ἀμετάπτωτοι συνελίξεις. Μὴ γὰρ, ὅτι ἐφίενται καὶ μειζόνων, καταφρονεῖν αὐτὰς τῶν οἰκείων ὑπολάβῃς. Ἐλίσσονται δὲ οἱ θεῖα νόες περὶ αὐτὰς ἔλιξίν τινα οὐ σωματικὴν, ἀλλ´ ὑπερκόσμιον καὶ νοερὰν, καὶ οἷαν πέφυκε νοῦς ἑλίττεσθαι ἐξέαυτοῦ προῖὼν ἐπὶ νοήσεις, καὶ εἰς ἑαυτὸν ἀναστρέφων, οὐ μὴν, ἔξω ἑαυτοῦ χωρῶν σκεδαστῶς. Τοῦτο αἰνίττονται καὶ οἱ παρὰ τῷ θείῳ Ἰεζεκιὴλ τροχοὶ πολυόμματοι. Ἐκ τῆς θείας εἰσὶν ἀγαθότητος καὶ αἱ περὶ τὴν ἔφεσιν τἀγαθοῦ ταὐτότητες καὶ ἀκρότητες. Ταὐτότητα μὲν νοητέον τὴν οὐκ ἀπόστατον πρὸς Θεὸν προσοχήν· ἀκρότητα δὲ, τὴν τῆς νοήσεως αὐτῶν εἰς ἀναγωγὴν, καὶ κατὰ χάριν θέωσιν, πρόοδον, καὶ δσαἄλλα εἴρηται ἡμῖν ἐν ἰδίῳ βιβλίῳ τῷ Περὶ τῶν ἀγγελκῶα $0=3 $8=384 $9=1 ἰδιοτήτων καὶ τάξεων. Οὐ μὴν δὲ ἀλλὰ καὶ ὅσα εἴπο μεν ἐν τῷ Περὶ τῆς οὐρανίου ἰεραρχίας βιβλίῳ, ὅτι ταῖς θείαις δυνάμεσι πρόσεισι, καὶ ταῦτα ἐξ ἀγαθάτητός εἰσι τοῦ Θεοῦ. Τίνα ταῦτα; Αἱ ἀγγελοπρεπεῖς δηλαδὴ καθάρσεις, αἱ φωταγωγίαι, αἱ τελειότητες· καθαίρονται γὰρ καὶ αὗται, καὶ φωτίζονται, καὶ τελειοῦνται, παρὰ τῆς πηγῆς τῆς ἀγαθότητος ἱεραρχούμεναι, Κἐξ ἧς ἐδωρήθη ταύταις καὶ τὸ ἀγαθοειδὲς, καὶ τὸ ἐκφαίνειν ἐν ἑαυταῖς τὴν κρυφίαν ἀγαθότητα. Καθαίρουσι γὰρ καὶ αὐτι, καὶ φωτίζουσι, καὶ τελειοῦσιν ἃ πάσχουσι, ταῦτα ποιοῦσαι, καὶ δηλοῦσαι τὸ τῆς ἀγαθότητος κρύφιον τοῦ Θεοῦ. Εἰ γὰρ ἐξ ἐμοῦ θαμαστοῦται ἡ τοῦ Θεοῦ γνῶσις, πόσῳ μᾶλλον ἐκ τῶν ἀγγελικῶν καὶ θείων δυνάμεωνς Ἐξαγγέλλουσι γὰρ οὐκ ἐν τῷ λέγειν. ἀλλ´ ἐν ἑαυταῖς ἐν τῷ ταύτας νοεῖσθαι, τὴν θείαν ἐκείνην σιγὴν τὴν ὑπὲρ κατάληψιν φωτοφάνειαν τοῦ ἐν ἀδύτοις καὶ ἐν ἀποκρύφῳ ὄντος, κατὰ τὸ, Ἔβετο σκότος ἀποκρυφὴν αὐτοῦ, ὡς φῶτα φανὰδεύτερα προβεβλημένα εἰς ἐρμήνευσιν ὀπωσοῦν τῆς πρώτης λαμπρότητος. Ἀλλὰ καὶ μετὰ τοὺς ἀγγέλους αἱ ψυχαὶ, καὶ ὅσα εἰσὶν ἀγαθὰ τῶν ψυχῶν, ἐκ τῆς ἀγαθότητός εἰσι τοῦ Θροῦ, τὸ νοερὰς αὐτὰς εἶναι, ὡς νοούσας, τὸ ἀθανάτους, αὐτὸ δὴ τὸ εἶναι, καὶ τὸ ἔχειν δύναμιν, ἀνατεινομένας πρὸς τὰς ἀγγελικὰς ζωὰς, δι´ ἐκείνων ὡς καθηγεμόνων ἐπὶ τὴν θείαν ἀγαθαονίαν ἀνάγεσθαι, καὶ τῶν ἐκ τοῦ Θεοῦ μετέχειν ἐλλάμψεων κατὰ τὴν ἀναλογίαν αὐτῶν, καὶ τῆς ἀγαθοειδοῦς δωρεᾶς ἐν μετουσίᾳ γίνεσθαι, καθὼς ἐπὶ τοῦ Ἡσαῖου καὶ τοῦ Ἱεζεκιὴλγέγονε, τοῦ μὲν δεξαμένου τὸν ἄνθρακα, τοῦ δὲ ψωμιασθέντος τὴν κεφαλίδα, καὶ ὅσα ἄλλα ἐν ἰδίᾳ πραγματείᾳ τῇ Περὶ ψυχῆς εἴρηται. Ἀλλὰ καὶ αὐταῖ αἰἄλογοι ψυχαὶ, καὶ πάντα τὰ ἄλογα ζῶα, τὰἀέρια, τὰ χερσαῖα, τὰ ἑρπετὰ, τὰ ἐν ὕδατι, τὰ ἀμφίβια, τὰ ὑπὸ γῆν ἐγκεχωσμένα, πάντα ταῦτα διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα ἐψύχωνται καὶ ἐζώωνται· ὁμοίως καὶ τὰ φυτὰ, καὶ ὅση ἄψυχος καὶ ἄζωος οὐσία, διὰ τὰγαθὸν, τὰ μὲν τὴν θρεπτικὴν καὶ αὐξητικὴν ζωὴν, ἡ ὲ τῆς Εἰ δὲ καὶ ὑπὲρ πάντα τὰ ὄντα ἐστὶ τὸ Θεῖον, ὥσπερ καὶ αὐτὸ τὸ ἀγαθὸν, ἀλλ´ οὖν αἱ στερήσεις ἐπὶ Θεοῦ ὑπερβολαίεῖσι θέσεων ὃραστήριοι, ὡς τὸ ἀνείδεος, ἀνούσιος, ἄζωος, ἄνους· ταῦτα γὰρ, ἔννοιαν ἔχοντα μὴ βντος, ὅμως ἐν τῷ Θεῷ ὑπερουσίως ὄντι κατὰ τὴν κφαίρεσιν ἁπάντωνοὐδὲν γάρ ἐστι τῶν ὄντων· ὑπεροχικῶς νοοῦνται. Καὶ εἰ θεμιτὸν φάναι, καὶ αὐτὸ τὸ μὴ ὄν τοῦ ὑπὲρ πάντα ἀγαθοῦ ἐφίεται, γὰρ μὴ ἕστιν αὐτὸ, πῶς ἐφίεται;] ᾗ δῆλον, ὅτι τὸ μὴ ὃν κακὸν ἐνόησεν εἶναι, μὴ ὃν ὡσανεὶ ἀγαθόν, ὡς παρακατιὼν ἀποδεικνύει, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον κακὸι τοῦ ἀγαθοῦ ἕνεκα πολλάκις γίνεται. ἔ Γ. Ἀλλ´ ὅπερ ἡμᾶς διαπέφευγεν, αἴτιον τῶν σόρανίων καὶ κοσμικῶνοὐρανὸν γὰρ τὸν κόσμον φασίν ἀρχῶν καὶ ἀποπερατώσεων ἡ τοῦ Θεοῦ ἀγαθότης $0=3 $8=385 $9=1 ἐστί· καὶ ταῦτα γὰρ δι´ ἀγαθότητος ὑπερβολν παρήγαγεν ὁ Θεός. Ἀρχὰς δὲ οὐρανίας καὶ ἀποπερατώσεις νοητέον τὴν ὡς ἐκ σημείου ἤτοι κέντρου τοῦ θελήματος τοῦ Θεοῦ, κυκλικῶς ὑποστᾶσαν τῶν οὐρανῶν σφαιροειδῆ δημιουργίαν· τὸ γὰρ κυκλικὸν σγῆμα, ἀρχόμενον ἐξ ἔαυτοῦ, εἰς ἑαυτὸ περατοῦται. Τὴν δὲ οὐρανίαν οὐσίαν ἀναυξῆκαὶ ἀμείωτόν φησιν, ὡς τελείως ἔχουσαν, καὶ αὐτάρκως πρὸς ὃ γέγονε· διὸ καὶ ἀναλλοίωτον αὐτὴν λέγει, ἐξοὗ γέγονεν οὐ παρατραπεῖσαν, τέλειον δέ ἐστιν, ὃ μήτε αὕξει μήτε μειοῦται. Σημείωσαι δὲ, ὅτι καὶ κινεῖσθαι ἀψόφως φησὶ καὶ ἀνεπαισθήτως τὸν οὐρανόν. Τὸ δὲ ἐνίων ἀστέρων μεταβατικῆς πολυκινησίας περὶ τῶν πλανητῶν φησιν· αὐτοὺς γὰρ μόνους ἐδέξατο κινεῖσθαι. Τί ἄν τις εἴπος περὶ τῆς ἡλιακῆς ἀκτῖνος ἰδίᾳ τῶν ἄλλων καθ´ αὐτήνς ὃτι καὶ ταύτῃ τὸ φῶς ἐκ τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἦε καὶ είκὼν τοῦτο δὴ τὸ φῶς, διὸ καὶ φωτωνυμικῶς ὑμνεῖται τὸ θεῖον ἀρχέτυπον, οἷον ὃν πρὸς εἰκόνα τὸ φῶς. Ὡς γὰρ ἡ τοῦ θεοῦ ἀγαθότης ἀπὸ τῶν ἀνωτάτων ἄχρι τῶν ἑσχάτων διήκει, καὶ ὑπὲρ πάντα ἐστίν·· ν τοῖς πᾶσι γὰρ, καὶ οὐδὲν τῶν ἀπάντων τὸ Θεῖόν ἐστι, μήτε τῶν ἄνω τὴν ὑπερογὴν φθανουσῶν, ἄναρχος γὰρ καὶ οὐκ ἔχει τι ὑψηλότερον· μήτε τῶν κάτω τὸν περιοχὴν διαβαινουσῶν, ἤγουν Εξω οὐσῶν τῆς ταροχῆς, ἀτελεύτητος γὰρ, καὶ οὐκ ἕγει ἔξωταύτης καότερον· ἀλλὰ καὶ φωτίζει τὰ χωροῦντα πρὸς τὸ μέτρεν ὃ χωροῦσι· διὸ καὶ μέτρον εἶναι λέγεται τῶν ὄντων τὸ Θεῖον, ἢ ὡς περιοχικὸν, καὶ τὴν ἀρχὴν καὶ τὸ πέρας τῶν ἀπάντων ἐπιστάμενον, καὶ αὼν, καὶ ἀρεθμλς, καὶ τάξις, ὡς περιοχικὸν τῶν ὄντων καὶ τακτικὸν, πάντα γὰρ μετ´ εὐταξίας ἐδημιούργησεκ· οὕτω δὴ καὶ ἡτῆς θείας ἀγαθότητος ἐμφσνὴς εἰκὼν ὁ ἤλιοΚαλῶς δὲ τὸ ἀπεμφαῖνον τῶν ἐπὶ τῷ ἡλίῳ λαγομένων εὐθὺς ἐθεράπευσε, πολλοστὸν καὶ τελευταῖον ἀπήχημα τοῦτον εἰπὼν τὰγαθοῦ. Ὥσπερ γὰρ εἴ τις βοήσας καὶ ἀποκράξας εἴποι τι, καὶ οἱ μὲν παρεστῶτες ἂν ἐῤῥωμένοι τὰς ἀκοὰς ὧσι, τῆς φωνῆς καὶ τοῦ λεχθέντος ἀκούουσιν· οἱ δὲ ἀφεστῶτες, ὅσον ἀπέχουσι, τοσοῦτον ἀδρανέστερον τοῦ φθέγματος ἀκροῶνται· οἶ δὲ ἐπὶ μεῖζον διάστημα κεχωρισμένοι ἀμυδρότατον τοῦ ἀπηχήματος λαμβάνουσιν, ὡς φωνῆς μὲν ἀσήμοι. τινὸς ἀκούειν, μὴ νοεῖν δὲ τὸ ἐκφωνηθέν. Τοσοῦτόν ἐστιν ὑπολαβεῖν τὸ ἡλιακὸν φῶς πρὸς τὸ ἀληθὲς ἐκεῖνο καὶ θεῖον, ὥστεκαὶ ἄπειρον καὶ ἀξύμβλητον εἶναι τὸ μᾶσον. Ἐφεξῆς λέγει πῶς εἰκονίζει τὸ Θεῖον ὁ ἤλιος· ὅτε τὸ Θεῖον, πάντα ὅσα μετέχειν δύναται τούτου, δι´ ἁγαθῆς πολιτείας καὶ πράξεως καὶ ἄλλης τινὸς ἐπιτηδειότητος φωτίζει, ἔχων τὸ φῶς ὑπερηπλωμένον ἐξαπλᾷ πρὸς πάντα τὸν ὁρατὸν κέσμον καὶ τὰς αὐγὰς τῶν ἀκτίνων αὐτοῦ, ἐκεῖνο διὰ τὰ ἄψυχα καὶ ἀναίσθητα, τοῦτο διὰ τὰ λογικά τε καὶ νοερά. Ὡς γοῦν ὁ αἰσθητὸς ἤλιος πάντα τὰ ὁρατὰ φωτίζε, καὶ τὰ μὴ μετέχοντα τοῦ φωτὸς αὐτοῦ, δι´ οἰκείαν ἀδράνειαν οὐ μετέχει. Βὗτω καὶ ἐπὶ τοῦ Θεοῦ ὑπερηπλωμένου τοῦ φωτισμοῦ καὶ ἀγιασμοῦ ὄντος, πάντες οἱ βουλόμενοι ᾠωτίζοντει καὶ ἀγιάζονται. Ἀλλὰ καὶ πάλιν, ὥσπερ ὁ Θεὸς δημιοιργεῖ, οὕτω καὶ ὁ ἤλιος πρὸς γέννησιν τῶν αἰσθητῶν σωμάτων συμβάλλεται, καὶ πρὸς ζωὴν κινεῖ, καὶ τᾶλλα ποιεῖ, πλὴν οὐχ ὡς οἴτιος τούτων κτά τινα $0=3 $8=386 $9=1 προαίρεσιν· ἀλλ´ εἰδὼς ὁ Θεὸς ὅτι τὸ μὲν ψυχρὸν ἁγαν ἄγονον, τὸ δὲ συμμέτρως θερμὸν γενεσιουργεῖ,, καὶ ὅτι τὰ φυτὰ καὶ τὰ σπέρρατα θερμότητος δεῖται, ὡς καὶ τὰ σώματα ἅπαντα τὰ ζωὴν ἔχοντα, τούτου χάρίν τὸν ἥλιον οὕτως ἔχειν φύσεως ἐποίησε. Τοῦτο τὸ ἡλιακὸν φῶς κατ´ εἰκόνα τοῦ Θείου τοῦ ὄντος αἰῶνος καὶ ἀριθμοῦ τοῦ παντὸς, ὡς δημιουργοῦ καὶ περιεκτικοῦ πάντων, καὶ μέτρον ἐστὶ καὶ ἀριθμὸς ὡρῶν, καὶ ἡμερῶν, καὶ παντὸς τοῦ καθ´ ἡμᾶς χρόνου· ὃ καὶ κατὰ τὴν τριάδα τῶν πρώτων ἡμερῶν, ἀσχημάτιστον ὃν, οὓτως ἐκείνας τὰς ἡμέρας διώριζε τῇ συστολῇ τε καὶ παρεκτάσει, καθὼς δηλοῖ καὶ ὁ θεῖος ΜΚωϋσῆς· ἐκεῖνος γάρ ἐστιν ὁ λέγων, ὅτι καὶ ἐγένετο ἡμέρα μία· καὶ πάλιν, δευτέρα, καὶ ἐφεξῆς τρίτη. Καὶ ὥσπερ πρὸς ἑαυτὴν ἡ ἀγαθότης ἐπιστρέφει πάντα τὰ ἐσκεδασμένα, ὡς ἀρχὴ καὶ αἰτία, καὶ πάντα ταύτης ἐφίεται, καὶ ἁς ἀρχῆς, ἐξ οὗ γὰρ τὰ πάντα, φησὴν ἡ Γραφή· καὶ ὡς συνοχέως, ἐν ᾧ γὰρ τὰ πάντα, δηλονότι παντοκρατορικῷ πυθμένι καὶ θεμελίῳ περιφρουρούμενα· καὶ ὼς τέλους, εἰς ὃ γὰρ τὰ πάντα, οἱονεὶ πέρας, οἰκεῖον, σὐ φυσικὸν, ἀλλὰ δημιουργικόν· καὶ οὗ φίεται πάντα, ἕκαστον δὲ κατὰ τὴν ἰδίαν τῆς φύσεως τάξιν, ὡς ἄγγελοι καὶ ἄνθρωποι γνωστικῶς, ἄλογα ζῶα αἰαθητικῶς· φυτὰ τῇ ἐμφύτῳ κινήσει τῆς ἑαυτῶν ζωῆς, τὰ ἄὲ ἄζωα καὶ ὄντα κατὰ τὸ εἶναι, οὐχ ἵνα γνῶσιν, ἀλλ´ ἵνα μένωσι τῇ φυσικῇ καὶ μόνῃ συνεχόμενα φύσει. Οτω καὶ ὁ ἤλιος τὰ ὑπὸ τῆς αὐτοῦ μαρμαρυγῆς συνιχόμενα ἐπιστρέφει πρὸς ἑαυτόν· διὸ καὶ ἦλιος λέγεται, ὅτι πάντα ἀολλῆ καὶ συνηθροισμένα ποιεῖ, καὶ συνάγει τὰ διεσκεδασμένα, καὶ πάντα τούτου ἰφίενται, τὰ μὲν ζῶα ὡς τοῦ ὁρᾷν, τὰ δὲ φυτὰ ὡς τοῦ κινεῖσθαι, τὰ ἄλλα ὡς τοῦ ὅλως συνέχισθαι παρ´ αὸτοῦ φωτὸς ἐφιέμενα. Καὶ οὐ δήπου φημὶ κατὰ τὸν παλαιὸν καὶ λαμπρὸν ὀδωδότα λόγον τὸν ἐλληνικὸν βθλον ἦσαν γάρ ποτε καὶ ἁμφάτεροι Ἔλληνες, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ὃηλοῦται ἢ μὴν πὸν μωρόν· τὸ γὰρ μωρὸν ἀργαῖον οἐ Ἔλληνες ἔλεγον· οὐκοῦν κατὰ τοῦτον τὸν μωρὸν ὕθλον φημί, ὅτι ὁ ἤλος, θεὸς ὢν, ἐπιτροπεύει τὸν κόσμον· ἀλλὰ τὰ όρατα τοῦ Θεοῦ, κατὰ τὸν Ἀπόστολον, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἡ θεὸτης αὐτοῦ, καὶ ἀδιος δύναμις ἀπὸ τοῦ ἡλίου ξv. Ἀλλὰ ταῦτα μὲν ἐν ἰδίᾳ πραγματείᾳ τεθεολόγηται, νῦν δὲ ῥητέον περὶ τοῦ νοητοῦ φωτός Λέγεται τοίνυν ὁ Θεὸς φῶς, ἀλλὰ νοητὸν, διὰ τὸ πάντα ἀγγελικὸν νοῦν φωτίζειν, πᾶσαν δὲ ἄγνοιαν ἀπελαύνειν ἀκ τῶν ψυχῶν, αἷς ἂν ἐγγένηται. Ὅρα δὲ, ὅτι ἐπὶ μὲν τῶν ἀγγόλων εὐθυβόλως εἶπε φωτίζειν τὸ φῶς, ἐπὶ δὲ τῶν ψυχῶν πρότερον ἀπελαύνειν τὸ τῆς πλάνης σκότος καὶ οὕτῳ φωτίζειν· οἱ γὰρ ἄγγελοι ἁπλοῖ καὶ μονοειδεῖς, καὶ ἐξ ἀρχῆς τὸ φῶς ἐσχηκότες, τῇ ἀκλινεῖ ἀναπάσει φωτίζονται πάντες, οἱ δ´ ἄνθρωποι, διλρῖ ὄντες, καὶ σάρκα περιφέροντες, συνειθισμένοι εἰοτ ταίς κοσμικαῖς ἀγνοίαις καὶ πλάναις· καὶ οὐκ $0=3 $8=387 $9=1 Ἀν φωτισθεῖεν ἄλλως εἰ μὴ τὸ σκότος ἀπελασθῇ. Ὅθεν καὶ ἐπεὶ οὐκ ἔχει φύσιν τὸ φῶς τῷ σκότει συνεῖναι, διὰ τοῦτο τοῦ φωτὸς ὑπεισερχομένου, τὸ σκότος διώκεται καὶ ὅσον τὸ φῶς ἐπεισέρχεται, τούτου αἱ ψυχαὶ ἀπογευόμεναι, μᾶλλον ἐφίενται· καὶ μᾶλλον, αὐτῶν ἐφιεμένων, μᾶλλον ἐπιλάμπει τὸ φῶς, ὅτι ἠγάπησαν πολὺ, κατὰ τὰ ἱερὰ Εὐαγγέλια. Οὐ γὰρ ἐξαίφνης ἐπιλάμπει τὸ φῶς, ἵνα μή πως σκοτισθῶσιν, ὥσπερ συμβαίνει τοῖς ἐξαίφνης ἀπὸ βαθέος σκότους τῷ ἡλίῳ ἐπεντρανίζειν ἐθέλουσιν· ἀλλὰ κατ´ ὀλίγον καὶ πρὸς τὸ μέτρον τῶν ὑποδεχομένων, ὅτε τῷ πληθυσμῷ τοὺς ἀσθενεστέρους καταβαπτίζων, οὔτε πάλιν ἐπ´ ἔλαττον παρὰ τῶν ἀξίων χωρούμενον, ἀλλὰ κατὰ τὴν τῶν ὑποδεχομένων εἰς ἀνάνευσιν ἀναλογίαν· τοῦτο γάρ ἐστιν, ὃ καὶ ἀνωτέρω λέγει, ὅτι τάξις καὶ μέτρον ἡμῶν ἐσἔ vί. Τοῦτο τὸ ὑπὲρ πᾶν φῶς, ἀγαθὸν φῶς λέγεται, καὶ ὅτι πάντα νοῦν ὑπερκόσμιον, δηλονότι τὸν τῶν ἀνωτέρω δυνάμεων, περικόσμιον τὸν ἀγγελικὸν, τουτέστι τῶν ἐπὶ λειτουργίᾳ ἀποστελλομένων, καὶ εἰς διοίκησιν, καὶ διακονίαν τεταγμένων κατὰ τὸν Ἀπόστολονοὕτω γὰρ καὶ ἐν τῷ Περὶ τῆς οὐρανίρι ίεραρχίας φησί· καὶ ἐγκόσμιον, τὸν ἀνθρώπινον, ἐκ τοῦ οἰκείου πληρώματος καταλάμπει, κατὰ τὸν θεῖον ἁπόστολον καὶ εὐαγγελιστὴν Ἰωάννην λέγονταΚαὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν Ἠ ὑπερκόσμιόν φησι τὸν πνευματικόν· περικόσμιον τὸν ψυχικόν· ἐγκόσμιον, τὸν σαρκικόν. Ἡ καὶ ἄλλως, ὑπερκόσμιον τὸν τὴν θεολογίαν κατορθοῦντα· περικόσμιον τὸν τὴν φυσικὴν θεωρίαν· ἐγκόσμιον τὸν τὴν πρακτικὴν ἀρετήν. Φῶς πάλιν ὁ Θεὸς, διότι τὰς ὅλας νοερὰς δυνάμεις, τάς τε ἐν οὐρανῷ καὶ τὰς ἡμετέρας ἀνανεάζει. Πῶς δὲ ἀνανεάζει τὸ φῶς; ἢ δηλονότι ἐξ ἀναλογίας τῶν σωματικῶν, καὶ τὰ ψυχικά τε καὶ νοερὰ ἐκλαμβάνονται. Ὡς γοῦν νεότης ἐστὶ, καθ´ ἢν τὸ σῶμα τὰ οἰκεῖα δύναται ἐνεργεῖν, γῆρας δὲ, καθ´ ὁ οὐ δύναται· οὕτω δὴ καὶ ψυχῆς καὶ νοῦ γῆρας μὲν, καθ’´ ὃ οὐ δύναται ἐνεργεῖν τὰ οἰκεῖα, νεότης δὲ καθ´ ἡν δύναται. Ἐν γοῦν τῷ τῆς πλάνης καὶ τῆς ἀγνοίας σκότει ὁ νοῦς ὢν, γηρᾷ οἷον καὶ ἀπρακτεῖ κατὰ τὰς οἰκείας δυνάμεις· τοῦ νοητοῦ δὲ φωτὸς ἐπιλάμψαντος, ἀνανεοῦται, καὶ τὰ οἰκεῖα πράττειν δύναται. Αὕτη τοῦ νοητοῦ φωτὸς ἡ ἀκτὶς πάντας περιέχει ἐν τῷ ὑπερεῖναι πάντων καὶ μὴ παρ´ οὐδενὸς περιέχεσθαι, καὶ ἀπλῶς πᾶσαν τῆς φωτιστικῆς δυνάμεως κυριότητα καὶ ἐξουσίαν συλλαβοῦσα, καὶ ὑπερέχει, ὅτι ὑπὲρ πάντα τὰ φῶτά ἐστι καὶ προσέχει, ὅτι δημιουργὸς τούτων ἐστὶ, καὶ πάντα συνάγει καὶ ἀολλῆ ποιεῖ. Πῶς δὲ ἀολλῆ καὶ συνηθροισμένα ποιεῖ τὸ φῶς, συνίστησιν ἐκ τοῦ ἐναντίου· ὡς γὰρ ἡ ἄγνοια διαιρετική ἐστι τῶν πεπλανημένων γὰρ ἀγνοῶν εἰς πολλὰ μερίζεται, οὕτως ἡ παρουσία τοῦ φωτὸς καὶ τῆς γνώσεως συναγωγός ἐστι τῶν φωτιζομένων· ἔτι δὲ καὶ ἐπιστρεπτικὴ, ἐπιστρέφουσα ἀπὸ τῆς πολυθετας πρὸς τὸ ὄντως ὃνσπερ ἡλίου ἐπιλάμψαντος, πρῶτος ὁ βλέπων εἰς αὐτὸν ἐπιστρέφεται, καὶ τούτου $0=3 $8=388 $9=1 ἀντιλαμβάνεται; καὶ εἰς μίαν καθαρὰν γνῶσιν συνάγουσα, τὴν θεογνωσίαν δηλαδὴ, τὰς ποικίλας ὄψεις τὰς εἰς πολλὰ μεμερισμένας δηλονότι. Εἶτα, ἐπεὶ ἡ ὄψις αὐθυπάρκτου πράγματος ἀντιλαμβάνεται, τὰ δὲ εἴδωλα οὐκ εἰσὶν εἰκόνες τινῶν, ἀλλὰ πλάττονται ὰ τοῦτο γὰρ καὶ εἴδωλα ὡνομάσθησαν, φησὶν ὅτι, κυριώτερον δὲ εἰπεῖν, φαντασίας οἱονεὶ πλασματώδεις, ἐννοίας περὶ τὰ αἰσθητά· εἴωθε γὰρ ἡ φαντασία καὶ τὰ μὴ ὄντα καὶ ὡν εἰς γνῶσιν ἢ θέαν οὐκ ἤλθομεν ἀναπλάττειν. vΙ. Τοῦτο τὸ ἀγαθὸν ὑμνεῖται καὶ ὡς καλὸν καὶ ώς κάλλος, καὶ ὡς ἀγάπη, καὶ ὡς ἀγαπητόν. Εἶτα, ἐπεὶ καλὸν μὲν ἔστι τὸ τοῦ κάλλους μετέχον, κάλλος δὲ αὐτὸ τὸ μετεχόμενον, καὶ ἀγαπητὸν μὲν τὸ τῆς ἀγάπης μετέχον, ἀγάπη δὲ αὐτὸ τὸ μετεχόμενον, καὶ ἐφ´ ἡμῖν κατὰ διαίρεσιν ταῦτα φαίνονται, ὅτι πὰ μέν εἰσιν ἕξεις, τὰ δὲ ἐκτὰ, φησὶν, ὅτι οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῆς ἐν ἑνὶ τὰ δλα συνειληφυίας αἰτίας. Ἐν ἑνὶ γάρ καὶ τῷ αὐτῷ καὶ τὰς ἕξεις καὶ τὰ ἑκτὰ συλλαμβάνουσα οὔτε ὡς ἑκτὸν, οὔτε ὡς ἕξις, ἀλλ´ ὑπὲρ ταῦτα οὖσα, αἰτία τοῖς ἄλλοις τῶν τοιούτων ἀγαθῶν γίνεται. Ὅθεν καὶ κάλλος μὲν λέγεται διὰ τὴν ἐξ αὐτοῦ διαδιδομένην πᾶσι καλλονὴν, καὶ διὰ τὸ εἶναι αἴτιος πάσης εὐαρμοστίας καὶ ἀγλαὶας· κάλλος γάρ ἐστι συμμετρία μελῶν καὶ μερῶν μετὰ τῆς ἐπανθούσης εὐχροίας ἢ καὶ διὰ τὸ πάντα πρὸς ἑαυτὸ καλεῖν, καὶ ὼς ἀεὶ ὃν καὶ μηδέ ποτε μειούμενον ἢαὖξον· τὰς γὰρ ὑπαρβολὰς καὶ ἐλλείψεις κακίας οἴδαμεν λέγειν. Οὐδὲ κατά τι καὶ ἀνὰ μέρος καλὸν, οὐδὲ κατά τινα χρόνον καλὸν, κατά τινα δὲ οὔ· οὐδὲ πρός τι καλὸν, οὐδέ που, οὐδέ τισιν· δὴ πάντα τὸ κάλλος περιπέφευγε πάντως, τοῦ καθ´ ἡμᾶς καλοῦ ὑποκειμένου ἐξ ἀνάγκης τοῖς τοιούτοις προσδιορισμοῖς· ἀλλ´ ὡς τὸ καθ´ ἐαυτὸ μονοειδὲς ἀεὶ ὃν καλὸν, ἐπεὶ οὔτε σκεδάννυται εἰς ἕξεις τε καὶ διαφοράς καλλοποιούς. Τὸ καθ´ ἡμᾶς γὰρ κάλλος σκεδάννυται, ἄλλο γὰρ κάλλός ὀφθαλμοῦ τυχὸν, καὶ ἄλλο κάλλος ῥινὸς, καὶ ἄλλο προσώπου παντὸς, καὶ ἄλλο χειρῶν. Οὕτε πρὸς ἐνίους τὸ καλόν ἐστι, πρὸς ἐνίους δὲ οὖ, ἀλλὰ πανταχοῦ πέφυκε φαίνεσθαι καὶ ἐν πᾶσιν, ὅπερ οὐκ ἔχει τὸ καθ´ ἡμᾶς κάλλος· εἰ γὰρ τοῖς πᾶσι. πέφυκεν εἶναι, ὅτι καὶ πάντα καλὰ λίαν, ἀλλ´ οὐ μονοειδῶς. Ἄλλο γὰρ κάλλος ἡλίου, καὶ ἄλλο κάλλος γῆς, καὶ ἄλλο ὕδατος, ποικίλα τινὰ κάλλη, καὶ οὐκ εἰς ἓν συναγόμενα· τὸ δὲ ὄντως κάλλος, μονοειδὲς ὃν, ποικίλλεται πρὸς τὰ ὑποκείμενα, καὶ διὰ τοῦτο προέχειν ἐν ἑαυτῷ λέγεται καὶ καλλονὴν, ὡς καὶ πρὸς τῶν δημιουργημάτων ὃν, καὶ ὑπεροχικῶς ἔχειν τὸ καλὸν, ὡς πηγὴ καὶ ἀρχὴ τῶν καλῶν ἀπάντων. Κἂν γὰρ πολλὰ καλὰ, ἀλλ´ ἐξ αὐτοῦ εἰσι καλά· αὐτῇ γὰρ τῇ ὑπερφυεῖ καλλονῇ καὶ ἀναι. τίῳ πᾶσα καλλονὴ καὶ πᾶν καλὸν αἰτιατῶς προῦφέστηκεν. Ἐνοειδὲς δὲ καλὸν ὁ Θεὸς, ἐπεὶ οὐ κατὰ μετοχὴν τοῦ κάλλους, καλός ἐστιν, ὡς διαιρεῖσθαι εἰς ὑποκείμενόν τι καὶ ποιότητα, ἀλλ´ αὐτός ἐστι καὶ καλὸν καὶ κάλλος, καὶ ὑπὲρ ταῦτα· τὰ δὲ ἀπὸ τούτοι κατὰ μετοχὴν καλὰ ἐν ποιότητι τὸ καλὸν κέκτηνται. $0=3 $8=389 $9=1 Διὰ τοῦτο τὸ καλὸν αἱ τῶν στοιγείων γεγόνασιν ἀλληλουχίαι, ἂς ἐφαρμογάς φησι, καὶ αἱ τῶν ὄντων εὔτακτοι συνδέσεις, αἱ λεγόμεναι φιλίαι καὶ κοινωνίαι· λογικῶν μὲν, αἱ πρὸς Θεὸν ἀνατάσεις, ὡς ἡ τῶν πρωτοτόκων Ἐκκλησία ἐν οὐρανῷ, καὶ πάλιν αὔτη Κἡ ἐπὶ γῆς· ἐπὶ δὲ τῶν ἀλόγων αἱ ἀγελαῖαι συνδιαγωγαί· ἐπὶ ἄὲ τῶν ἀψύχων αἱ πρὸς ἄλληλα συνδετικαὶ συμπάθειαι· ταῦτα οὖν ἣνωνεαι τῷ καλῷ, τὰ μεθέξει πρὸς τὸ αἴτιον ἐπεστραμμένα. Τοῦτο τὸ καλὸν καὶ ὡς ποιητικὸν ἀρχὴ πάντων, καὶ ὡς τελικὸν αἴτιον, ἐφ´ ὄ τείνει πασα σπουδὴ καὶ ἕφεσις. Πέρας πάντων· πέρας γὰρ ὁ Θεὸς λέγοιτο ἃν, ὡς συνέχωι τὰ πάντὰ καὶ πάντων εἰς ἀσφάλειαν περιδεδραγμένος, καὶ ὡς αὐτοῦ γε ἕνεκα πάντων εἰς τὸ εἶναι παραχθέντων, καὶ ἐτέρου τινὸς εἰς τὸ τελειωθῆναι οὐ δεομένων. Ὀτω καὶ μέσον, ὡς τὴν εἰς τὸ συνεστάναι παράτααν διδούς· καὶ τελευτὴ, ὡς ἐν τῷ Δελήματι αὐτοῦ παριτουμένων τῶν ὄντων, ἐφ´ ὃν καὶ ἐπέστραπται. Τοῦτον λέγει καὶ παραδειγματικὸν αἴτιον, ὡς πάντων τῶν ἐσομένῳν τοὺς προορισμοὺς καὶ ἐν αυτῷ προειληφότα, καὶ πρὶν ἡ παραγαγεῖν, ὥς φησιν ὁ Ἀπέστοἠος· Οθς δὲ κροώρισε, καὶ τὰ ἐξῆς. Οὕτω γὰρ εἶπεν ὁ ἐγος, ἐν τῷ προωρίσθαι ἐν αὐτῷ προγνωστικῶς πὰ ἐσόμενα διὰ τῆς περιεχούσης τὰ πάντα ἐνιαίας προγνώσεος. Ὡς γοῦν τοῦ ἁγαθοῦ, οὕτω καὶ τοῦ καλοῦ πάντα ἐφίεται, καὶ οὐκ ἔστι τι τῶν ὄντων, ὅπερ οὔ μετέχει τοῦ καλοῦ, ἐν τῇ μεθάξει τοῦ ὄντος καλοῦ. Τολμήσει δέ τις εἰπεῖν, ὅτι καὶ τὸ μὴ ὃν τοῦ καλοῦ μετέχει. Πῶς δὲ τὸ μὴ ὃν μετέχειν φησίν; ὅτι ἐν τῷ Θεῷ καὶ τὸ μὴ ὃν αὐτὸ κατὰ τὴν πάντων ἀφαίρεσιν ὑμνεῖται, ὅτε λέγει τις· Οὐ τοῦτό, οὐκ ἐκεῖνο ἐσιι τὸ Φεῖον, ἀλλ´ ὑπὲρ ταῦτα. Τοῦτο γοῦν τὸ μὴ ὃν, ἡ πάντων ἁφαίρεσις, μετέχει τοῦ θείου καλοῦ καὶ ἀγαθοῦ, καθὸ μὴ ὃν τὸ Θεῖον ὁνομάζεται. Ἔεις εἰπεῖν καὶ τὴν ὄλην μὴ ὃν, ὡς μὴ μετέχουσαν τοῦ καλοῦ εδους. Ἔχεις εἰπεῖν καὶ τὸ κακὸν, μὴ ὃν ἀγαθὸν, ὡς μετέχει καὶ τοῦτο τοῦ καλοῦ ὅτι διὰ τι φαινόμενον καλλν ἤ ἀγαθὸν πράττεται· ἀλλ´ ἡ ἐπιφερομένη ἐπεξεργασία τὸ πρότερον δίδωσιν ἡμᾶς ἐννοεῖν. Ἐπεὶ συνάμιξε τῷ ἁγαθῷ τὸ καλόν·ς γὰρ ἐκείνου, οὔτω καὶ τοιτου πάντα ἐφίεται· τοῦτό φησι, πάντων τῶν τοιούτων ἐστὶν αἴτιον, ἐνικῶς δηλονότι, εἰ καὶ ποικάλεται κατὰ τὰ καθ´ ἕκαστον, ἀλλ´ οὖν Σν καὶ ἀπλοῦν μένει Ὡς ὁ αὐτὸς ἤλιος θερμαίνων καὶ πέτραν, καὶ ἱμάτιον, καὶ γῆν βεβρεγμένην, καὶ ὕδωρ, πλὴν ποικλως πρὸς τὰ δεχόμενα· ἐκ τούτου πᾶσαι τῶν κτιστῶν αἱ οὐσιώδεις ὑπάρξεις. Καλῶς δὲ τὸ οὐσώδεις· α γὰρ ὑπάρξεις καθ´ ἑαυτὰς ἀνώτεραι τῶν οὐσιῶν εἰσιν· ὕπαρξις γάρ ἐστιν αὐτὸ τὸ εἶναί τι· οὐσία δέ ἐστι τὸ τί ἐστι τοῦ ὄντος. Ἐπειδὴ οὖν περὶ τῶν κτιστῶν φησιν, εἰκότως τῷ ὑπάρξεις προσεθηκε τὸ οὐσιώδεις. Ἐνώσεις δὲ λέγονται, οὐχ ὅτι σωρηδὸν σὺν ἐκείνῳ ἕν τι ἀποτελοῦνται, ἀλλ´ ὅτι πηγὴ αὐτῶν καὶ ἀρχὴ ὁ Θεὸς, καὶ ἐξ αὐτοῦ παρήχθησαν ὑποστάντα καθ´ ὑπόστασιν, ὡς καὶ εἰς διακρίσεις ὑποστάσεων φανῆναι. Ταὐτότητες δὲ αἱ ἀναγωγαὶ καὶ ἐνωτικαὶ πρὸς $0=3 $8=390 $9=1 Θὼν δυνάμεις τῶν νοητῶν, ὡς καὶ ὄμοιότητες, ἐπειδὴ καὶ ἐξ αὐτοῦ εἰσι καὶ προσεχεῖς αὐτῷ. Ἐτερότητος δὲ οἰονεὶ ὁ μεριστικὸς πληθυσμὸς ἐν ταῖς ὑποβεηκυίαις προόδοις τοῦ θείου θελήματος. Ἀνομοιότητες δι, ἐπειδὴ τὸ γινόμενον Κτερον ποῦ δημιουργήραιτος. Κοινωνίαι τῶν ἐνεντίων αἱ τῶν στοιχείμων κράσεις· ἀλληλουχίαι ἡ τοῦ κόσμου παντὸς συνφεια καὶ συμπάθεια. Ἀσνμμιξίαι τῶν ἢνωμένων, ὡς ἐπὰ τῆς τοῦ ἀνθρωπεία γένους κοινότοτος, καὶ τῆς καὲ´ ἕκαστονἄνθρωπον ἰδιότητος· τῷ μὲν γὰρ κοινῷ τῆς ουσίας λόγῳ πάντες ἡμώμοθα· τῇ ὲ καθ´ Κκαστον ἰδιότητι τὸ ἀσύμμικτον ἑχομεν. ΔΙ τάντων ἀμοτακίνητοι μοναί· ἕκαστον γὸρ καθ´ ἑαυτὸ συνίσταται καὶ ἕστι. Καὶ αὖθις, αἱ πάντων ἐν ἑκάστῳ κοινωνίαι. Ἐντεῦθεν διορθεῦται καὶ δοξας δυοῖν παλαιῶν φιλοσόφων, Ἐμπεδοιλίους καὶ Ἀναξαγόρου. Ὁ μὲν γὰρ Ἐμπεδοκλῆς σφαῖραν ἀπὸ τῆς ἁπάντων φὰας καὶ συγκρίσοως Ελεγεν, ὥστε μὴ εἶναι διακρένεσθαι καθ´ ἑαυτὸ ἕκαστον ἀπὸ ἄλλου, πρὶν τὸ νεῖκις γονέσθαι καὶ τὴν διάκρισιν καδ´ ἣν ὑπέεσο, ὁ πασμος. Ὁ δὲ Ἀναξαγόρας, Ἥν ὁμοῦ χρήματα παντω, ἔλεγε. Αέγει γοῦν, ὃτι καὶ κατ´ αὐτὰ τὸ πδν συνἔστανται, καὶ πᾶσι κάντα κοινωνοῦντα, σὔτε τῆς οἰκείας μανῆς ἐξίστανται ὡς σφαῖραν γίνεσθαι· οὔτε μὴν πραγματικὴν τὴν κοινοονίαν ἔχουσιν, ὡς εἶναι ἐν τῷ ἄρτῳ τυχὸν καὶ χρνοὸν, καὶ ξύλον, καὶ σέδηρον, ἄτομά τινα καὶ διὰ σμικρότητα οὐ βλεπόμανα, ὥς ὁ Ἀναξαγόρας ἐδδξασεν, ὃς καὶ τὴν γένεσιν δθιάκρισιν Θεγεν· ἀλλ´ εἰσὶ μὲν ἐν κοινωνίᾳ, δυνάμεο ἄὲ τῇ κατὰ ποιότητα, ὡς δύνασθαι, φέρε εἰπεῖν, καὶ αὐτὸ βὸατος γενέσθαι ἀέρα καὶ πῦρ, καὶ ἀπὸ γῆς βδωρ, καὶ ἀπὸ τῶν τροφῶν σάρκας, καὶ τἄλλα· Ἐστε καὶ τὴν φιλίαν ἀσύγχυτον εἶναι, καὶ τὴν συνοχὴν ἀδιάλυτον. Ἀνεκλείπτους δὲ τὰς δκαδοχὰς τῶν γινομένων φησίν· Ἔως γὰρ ἄρτι ἐργάζεται. Εἰ καὶ ὁ Ἀρίστοτέλης ἐπαπορῶν ἐτέρως λύει, διότι λέγεω, ἐξ ἀλλήλων γίνονται, καὶ ἡ φθορὰ ταύτου, ἄλλου γνεσίς ἐστι καὶ ἄλλου φθορὰ, τούτου γένεσις, καὶ ἐφεξῆς οὓτως, ὥστε μὴ ἐπιλείπειν τὴν γένεσιν. Ἐκειδὴ δὲ στάσις ἐστὶ καὶ κίνησις ἀπάντων τὸ Θεῖον ὑπὲρ στάσιν καὶ κίνησιν, ὡς ἕκαστον ἱστῶν ἐν τῷ οἰκείῳ λόγῳ, καὶ κινοῦν ἐπὶ τὴν οἰκείαν κίνησεν, ἄιὰ τοῦτο λέγει, αἱ στάσεις πᾶσαι καὶ αἱ κινήσεις, εἴτε ἀγγέλων εἴποις, εἴτε ψυχῶν, εἴτε σωμάτων, ἐκ τούτου εἰσί. Νοῶν γοῦν στάσις ἐστὶ τὸ ἱδρῦσθαι τῇ πρὸς Θεὸν ἀνατάσει, κἂν ἀποστέλλοιντο καὶ καταβαίνοιεν ἑπὶ τὰ ὑποβεβηκότα προνοίας χάριν τῶν ὠφεληθησοἔ $0=3 $8=391 $9=1 ΝΙi. Ἐπεὶ δὲ τριχῶς ἡ κίνῖσις γίναται, ἐστι τούτοις καὶ τὸ τριττὸν τῆς κινήσεως. Κυκλικῶς μὲν, ὅτε περὶ ἑαυτοὺς ἐπιστρέφονται· εὐθέως δέ, ὅταν εἰς τὴν τῶν καταδεεστέρων προΐασι κηδεμονίαν. Ἐπεὶ γὰρ ἐκάστη κηδεμονία τέλος ἔχει,(τάντως τῆς ἐπ´ εὐθείας κινήσεως τέλος ἐχούσης,, κατὰ ταύτην κινοῖντο, καὶ τὰ τῆς προνοίας περαίνοιιν· ἐπεὶ δὲ πάλιν εἰς ἑαυτοὺς ἀνακυκλοῦσι, καὶ ἰδοὺ καὶ ἡ ἑλικοειδὴς συνίσταται κίνησις ἔ ΠΧ. Πάλιν ψυχῆς στάσις τὸ ἀμετακίνητον καὶ ἐδραῖον τῆς ἰδίας οὐσίας. Κνησις δὲ κυκλικὴ μὲν, ὅταν τῇ κατὰ νοῦν θεωρίᾳ κινῆται, καὶ εἰς ἑαυτὴν γινομένη, ἐκ τῆς ἔξω τῶν αἰσθήσειων πλάνης συνελίσσηται, καὶ πρωτον εἰς ἑαυτὴν συνάγηται, κἀντεῦθεν ἀνάγηται πρὸς Θεὸν χειραγωγουμένη. Καὶ τοῦτό ἐστιν ἡ κατὰ νοῦν ἐργασία, ἑλικοειδὴς δὲ, ὅτε πρόεισι μὲν εἰς τὰ κατὰ μέρος, λαμβάνει δὲ τὰς γνωσεις, οὐχὶ νοερῶς καὶ ἑνιαίως· τοῦτο γὰρ τῶν ἀγγέλων, οἵτινες κατὰ ἀθρόαν μεταβολὴκ τὰς ὑπερκειμένας θείας ἐλλάμψεις νοοῦσι κατὰ τὸ αὐτὸ μέτρον ἀποκαλυπτομένας. Ἡ δὲ ψυχὴ λογικῶς, καὶ διεξοδικῶς, τουτέστιν εἰς μερικὴν, μεριζομένην καὶ ἐκ μετοχῆς διδασκομένην· ὁ γὰρ νοῦς, εἰς λογισμοὺς κατιὼν, οἰονεὶ μερίζεται καὶ δέεται τοῦ διὰ πλειόνων παρ-δειγμάτων διεξοδεύοντος λόγου πρὸς παράστασιν τοῦ νοουμένου. Συμμίκτως οὖν ἐνεργεῖ ψυχὴ καὶ μεταβατικῶς, ὅτε. καῖ νοερῶς νοεῖ· τὸ γὰρ νοερὸν ἵδιον τῆς ψωχῆς· διότι μόνον αὐτὰ νοεῖ τὰ ὑπερβεβηκότα. Οὐ νοεῖται δὲ παρ´ οὐδενὸς ὥστε εἶναι καὶ νοητὸν, πάντων γὰρ τῶν νοητῶν ἐσχάτη ἐστὶν, ὥστε τριούτως κληθείη ἂν αὐτὴ νοητὴ, ὡς τὸ ὑπὸ βυθὸν ἀπλήστου θαλάσσης κείμενον ὄστρακον, αἰσθητὸν, ἡ μᾶλλον τὸ ὑσπεράνω τῶν οὐρανῶν ὕδωρ. Κατ´ εὐθεῖαν δὲ κίνοσι· κινεῖται ψυχὴ, ὅταν οὐκ εἰς αὐτὴν εἰσιοῦσα,τοῦτο γάρ ἐστι τὸ κατὰ κύκλον, ἀλλὰ προῖοῦσα τὰ περὶ αὸτὴν σκοπῇ, καὶ τὰ ἔξωθεν, εἰς ἅπερ ἀρθεῖσα ὡς εἰς σύμβολά τινα, ἐκ τούτων αυθις κατ´ εὐθεῖαν, ἐπὶ τὰς ἀπλᾶς θεωρίας ἀνάγηται οὐ συλλογιζομένη, οὐδ´ ἐπαστημονικὸν ζητοῦσα λόγον, ὡς ἂν ἐπιστημόνως ἀναχθείη, οτω γὰρ ἂν καὶ τὰ θεῖα ἐπιστημονικῇ γνώσες ὑπέκειντο, καὶ ἡ κίνησις οὐ κατ´ εὐθεῖαν, ἀλλ´ ἑλικοειδὴς ἐγίνετο· ἀλλ´ ἀπὸ κτίσεως κόαμου τὰ ἀόρατα τοῦ Θεοῦ ἀπλαῖς καὶ εὐθείαις ἐπιβολαῖς καὶ ἀπολυπραγμονήτως νοοῦσα, ὑπὲρ πᾶσαν διανοητικὴν ἐνέρἔΧ. Τούτων οὖν τῶν τριῶν δηλαδὴ κινήσεων, τῶν νοῶν δηλοόνότι καὶ τῶν ψυχῶν, καὶ αὐτῶν δὴ τῶν ἐν τοῖς αἰσθητοῖς τριῶν κινήσεων, καὶ πολλῷ πρότερσν τῷ ἑκάστου, ἀγγέλου δηλονότι καὶ ψυχῆς καὶ αἰσθητοῦ, μονῶν καὶ στάσεων καὶ ἱδρύσεων. ἐκ παραλλήλοω καὶ αὐτὰ, αἴτιόν ἐστιν ὁ Θεός, Πῶς δὲ πολλῷ πρότερον τῶν μονῶν ἢ τῶν κινήσεων; ἢ δηλονότι τὸ μένον τοῦ ἐν κινήσει προτιμότερον; ὅθεν καὶ τὰ θεῖα ἀκίνητα, τὰ δὲ καθ´ ἡμᾶς κινουμενά εἰί τε καὶ λέγονται, καὶ ὅτι πᾶν τὸ κινούμενον ὑπὸ ἀκινήτου κινεῖται, τὸ δὲ ἀκίνητον οὐ χρείαν ἔχει τοῦ κινουμένου. Πῶς δὲ ἔχει καὶ τὸ αἰσθητὸν τὰς τρεῖς κινήσεις, ἡ δηλσιάτι, $0=3 $8=392 $9=1 ἔὰ μὲν στοιχεῖα τὴν κατ´ εὐθεῖαν· τὸ μὲν πῦρ, ἄνω ἡ δὲ γῆ, κάτω· τὸ δὲ πᾶν, τὴν κύκλῳ· οἱ δὲ πλανῆται, τὴν ἑλικοειδῆ καθὸ ἀπὸ τῶν νοτίων ἐπὶ τὰ βόρεια, καὶ ἀπὸ τῶν βορείων ἐπὶ τὰ νότια τὴν κίνησιν ἔχουσι, καὶ εἰς τὸ αὐτὸ σημεῖον πάλιν ἐπανακυκλοῦσι; Καὶ γὰρ ἐκ τοῦ Θεοῦ τὰ πάντα καὶ δι´ αὐτοῦ, κἂν σμικρά τις φύσις ἧ, κἂν μεγάλη, κἂν ἴση τοῖς ἄλλοις, κἂν ἐν μέτρῳ τινὶ ὡρισμένῳ, αἱ τῶν σωματικῶν ἀναλογίαι μερῶν, αἱ ἁρμονίαι, ἀἱ τῶν χυμῶν κράσεις, τὰ ὧλα, τὰ μέρη, πᾶν ἂν καὶ πλῆθος. Ἔστι γὰρ καὶ ἓν κατὰ τὴν σύνδεσιν τῶν μερῶν, ὡς ἄνθρωπος, βοῦς· ἱστιν ἓν καὶ κατὰ τὴν τοῦ πλήθους ἕνωσιν, ὡς δῆμος, ἐκκλησία, ποίμνη. Τὸ ποιὸν ἑκάστου, τὸ ποσόν· τοῦτο γάρ ἐστι τὸ πηλίκον, αἱ τῶν στοιχείων κοινωνίαι καὶ διακρίσεις Καθὸ γὰρ ἐτέρῳ ἐνοῦταί τι, ἀποδιίσταται ἄλλου· κατὰ γὰρ τὸ θερμὸν τὸ πῦρ τῷ ἀέρι ἐνούμενον, τοῦ Ἐδατος χωρίζεται. Ἡ ἐν τοῖς μεγέθεσιν ἀπειρία, κατὰ τὴν διαίρεσιν· ἡ ἐν τοῖς ἀριθμοῖς ἀπειρία κατὰ τὴν πρόσθεσιν· πᾶν πέρας, οἱ ἑρμηνευτικοὶ λόγοι πάντων, αἱ τάξεις, αἱ πρὸς ἄλληλα ὑπεροχαὶ, πᾶσα οὐσία, καὶ ἡ ἐν αὐτῇ ἕξις, καὶ πᾶσα δύναμις καὶ ἐνέργεια, καὶ πᾶσα αἴσθησις, καὶ λόγος, καὶ ἐπαφὴ, ἤγουν γνῶσις, καὶ ἐπιστήμη, καὶ πᾶσα ἕνωσις δι´ ἀγνωσίας προσβάλλουσα τοῖς κρείττοσι, καὶ πᾶν ὃν, ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ, καὶ εἰς αὐτὸ, καὶ πρὸς αὐτὸ ὀρᾷ, καὶ ὑπ´ αὐτοῦ συνέχεται, καὶ ἐν αὐτῷ πᾶσα ἀρχὴ, ἢ παραδειγματικὴ, πρὸς ἣν γίνεται τὸ γινόμενον· τοῦτο δέ ἐστιν ἡ ἔδέα, ἧτις ἐστὶ νόησις αὐτοτελὴς, ἀδιος τοῦ ἀἴδίου Θεοῦ· ἢ τελικὴ, καὶ ἧς ἕνεκα τὸ γινόμενον τελειοῦ· ται· ἢ ποιητικὴ, ἡ κεχωρισμένη τοῦ ἀποτελέσματος· ἢειδικὴ, ὃ γίνεται τὸ γινόμενον· ἢ στοιχειώδης, οἱονεὶ ὑλικὴ ἐξ οὗ ἐνυπάρχοντος γίνεται τὸ γινόμενον. Καὶ πάντα τὰ ὄντα ἐκ τοῦ καλοῦ ἐστι, καὶ πάντα τὰ ρὐκ ὄντα ἐκ τοῦ καλοῦ μὲν οὐ λέγονται, οὐδὲ γὰρ ἔχουσι σύστασιν, ἀλλ´ ἐν τῷ καλῷ εἰσι· λέγεται γὰρ τὸ καλὸν τοῦτο ἀφαιρεματικῶς ἀπὸ πάντων. ἔΧΙ. Ἐντεῦθεν εἰσβάλλει περὶ ἔρωτος, καί φησι· Πᾶσιν οὖν ἐστι τὸ καλὸν καὶ ἐφετὸν, καὶ ἐραστὸν, δι´ αὐτὸ, καὶ αὐτοῦ ἕνεκα, καὶ οὐ δι´ ἄλλο τι, καὶ μὴ μόνον δι´ αὐτοῦ πάντα πρὸς ἄλληλα τὸν ἔρωτα ἔχουσι. Τὰ μὲν ἤττω τῶν κρειττόνων ἐπιστρεπτικῶς, τὰ δὲ ὁμόστοιχα τῶν ὁμοταγῶν κοινωνικῶς, καὶ τὰ κρείττιω τῶν ἡττόνων προνοητικῶς, ἀλλὰ καὶ αὐτὰ ἑαυτῶν συνεκτικῶς, καὶ πάντα, πρὸς τὸ καλὸν καὶ ἀγαθὸν ἀπευθυνόμενα, ποιοῦσι καὶ βούλονται ὅσα ποιοῦσι καὶ βούλονται· καὶ ἀπλῶς πάντα ἀλλήλων καὶ ἑαυτῶν ἐρᾷ] καὶ ὁ Θεὸς πάντων ἐρᾷ, ἵνα τὰ πάντα ἀγαθὰ ποιήσῃ, Διὰ τοῦτό ἐστι καὶ ὁ θεῖος ἔρως καὶ ἀγαθὸς, καὶ ἀγαθοῦ πράγματος ἐπιτηδείου εἰς θὰγαθὸν, καὶ διὰ τὸ ἀγαθόν· Τνα γὰρ τελειώσῃ καὶ συνέξῃ, καὶ ἀγιάσῃ, γίνεται. Οὗτος γὰρ ὁ ἔρως καὶ τὸ Θεῖον ἐκίνησεν εἰς παραγωγὴν ἡμῶν καὶ πρόνοιαν, ἵνα καὶ πρακτικὸν ἕσηται καὶ κινούμενον, καὶ μὴ μείνῃ ἄγονον. Ἀλλὰ σημειωτέον, ὅτι οὐ δεῖ προσεχειν ταῖς λέξεσιν, ἀλλὰ τῇ δυνάμει τοῦ σκοποῦ. Θείως γὰρ αὐτὰ ὁ λόγος διέξεισιν· οὐδὲ γὰρ τοισβεύομεν τὴν ἐπωνυμίαν τοῦ ἔρωτος, $0=3 $8=393 $9=1 ὡς σἱ Ἔλληνες· οὐδὲ γάρ ἐστι τὸῦτο Πδιον τῶν τα θεῖα νοεῖν ἐθελόντων, ἀλλ´ ἑκείνων τῶν τοὺς ἤχους δεχομένων μέχρι τῶν ὤτων, καὶ ἀδιαξάτους ἔξωθεν τῆς ψυχῆς συνεχόντων αὐτοὺς, καὶ μὴ θελόντων εἰδέναι, ὅτι καὶ διὰ ἰσοδυνάμων λέξμων πολὸ τὸ χαμηλὸν ἐχουσῶν οὐ κωλυόμεθα ἐκφωνεῖν τὰς θείας λέξεις· προσπασχόντων δὲ ἀνοήτως στοιχείοις καὶ λέξεσι, καὶ συλλαβαῖς μὴ διαβαινούσαις εἰς ψυχὴν, ἀλλ´ ἔξω που περὶ τὰ ὧτα περιηκούσαις, ὥσπιρ εἰ μὴ ἦν ἐξὸν τὸν τέσσαρα εἰπεῖν διὰ τοῦ δίς δύο, ἢ τὰ εὐθύγραμμα ὀρθόγραμμα. Ὅμοια γὰρ καὶ τὰ αὐτὰ, ἢ τὴν μητρίδα, κατὰ τοὺς Κρῆτας πατρίδα εἰπεῖν καθ´ ὑμᾶς, καὶ τἄλλα, ἵνα μὴ καθ’´ ἕκαστον διατρίβωμεν, δέον εἰδέναι. τι τοῖς λόγοις διὰ τὰς αἰσθήσεις χρώμεθα. Ἡνίκα γὰρ τὸν προφορικὸν τοῦτον λόγον κινοῦμεν περί τενος τῶν αἰσθητῶν, τότε λέξεων καὶ γραφῶν καὶ λόγων δεόμεθα πρὸς δήλωσιν τοῦ καλουμένου. Εἰ δὲ ἀφ´ καυτῆς ἡ ψοχὴ πρὸς τὰ νοητὰ κινεῖται διὰ τῶν ὁρθῶν ἐνεργειῶν, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις· ὑψηλὰ γὰρ φαντάζεται. Ὅταν δὲ θεοειδὴς Τένηται προκόπτουσα. ταῖς μετὰ μικρὸν ἀνατάσεσι καὶ δι´ ἀνώσεως ἀγνώστου πρὸς τὸ ἀπρόσιτον φῶς τὰς ἐπιβολὰς Κγῃ, τότε καὶ αἱ νοεραὶ ἐνέργειαι περιτταί εἰστιν, ὡς καὶ αἱ αἰσθήσεις, ἐπειδὴ τὰ ὑψηλότερα τούτων ἡ ψυχὴ διανοεῖται, λοιπὸν ἡνωμένη Θεῷ. Ὅταν δὲ ὁ νοῦς χαμαίζηλα φαντασθῇ, καὶ περί τινος ἀκὸ ῶν αἰσθητῶν σπεύδῃ κινηθῆναι, τότε τοὺς σαφεστέρους λόγους καὶ τὰ τρανότερα τῶν ὁρατῶν χρὴ ἐπιλέγεσθαι· διότι ἀτρανώτων, καὶ ἀδήλων τῶν παρακειμένων ταῖς αἰσθήσεσιν ὄντων οὐξὲ αὐτὰ αἱ αἰσθήσεις δυνήσονται καλῶς παραστῆσαι τῷ νῷ τὰ ὑποκείμενα. ΧΙΙi. Πλὴν ἵνα μὴ δοκῶμεν παρακινοῦντες τὰ θεῖα λόγια, ἄγε ἀπὸ τῶν Γραφῶν παραστήσωμεν τὸ τοῦ ἔρωτος ὄνομα. φέρει γοῦν τὸν Σολομῶντα μάρτυρα, καὶ τὸν μέγαν Ἰγνάτιον· καὶ πάλιν τὸν Σολομῶντα, οὗ καὶ τὰ ῥήματα προεισαγωγὰς τῶν θείων λογίων φησίν, ὡς σκιὰς τῆς χάριτος· ὥστε μή τις ἡμᾶς δεδιττόμενος καὶ ἐκφοβῶν θορυβείτω περὶ τούτου· οἱ γὰρ θεολὸγοι κοινὸν ὄνομα τίθενται τὸ τῆς ἀγάπής καὶ τὸ τοῦ ἕρωτος, τινὲς δὲ τούτων καὶ θειάτερον ὄνομα τίθενται τὸ τοῦ ἔρωτος, ὡς κρυφιωδέστερον, καθὸ καὶ ἀτοπώτερον. Ὅσον γὰρ ἀπρεπὲς φαίνεται καὶ τοῖς θείοις ἀπᾷδον, τοσοῦτόν ἐστι καὶ κρύφιον, ζητούντων ἡμῶν, ὅπως καὶ δι´ ἣν τὴν αἰτίαν οὕτω λέγεται. Τούτου γοῦν θεοπρεπῶς παρ´ ἡμῶν λεγομένου, τὰ πλήθη μὴ χωρήσαντα τὸ ἑνοειδὲς τῆς ἐρωτικῆς θεωνυμίας, ἢ καθ´ ἣν ὁ Θεὸς ἐρᾷ τῶν ἁπάντων, ὁ ἑνιαῖος, καὶ ἀπλοῦς, καὶ ὑπὲρ πᾶν ἔρως καὶ μὴ ἐσκεδασμένος εἰς τέλη πολλὰ, ἀλλ´ εἰς ἑν τὸ τὰ πάντα ἀγαθοποιῆσαι, ἢ καθ´ ἣν ἐρῶμεν αὐτοῦ· καὶ οὗτος γὰρ ὁ ἔρως αὐτοῦ ἑνοειδὴς ὀφείλεται εἶναι κατὰ τό· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ δλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ἄλης τῆς ἰσχύος σου, μὴ ἔχοντος χώραν ἐτέρου ἔρωτος ἐν τῇ τοῦ Θεοῦ ἐρώσῃ ψυχῇ. Ταύτην οὖν τὴν τοῦ $0=3 $8=394 $9=1 ἱρμωτος θεωνυμίαν τὰ πλήθη οὐ χοωρήσαντα, ἐξώλισθον ἑὶ τὸν σωματοπρεπῆ καὶ διῃρημένον καὶ μεριστιόν· Ἐλλις γὰρ ἄλλου ἐρᾷ, καὶ ἄλλος ἄλλου ἐφίεται κατὰ τὸν τοιοῦτον Κρωτα, ὃς οὐκλστιν ἀληθλς ἔρως, ἀλλὰ μῶλον εἴδωλον, ἢ ἕκπτωσις τοῦ θείρυ ἔρωτος. λς γὰρ ἡ κομμωτικὴ τῆς γυμναστικῆς εἴδωλόν ἐστι, τὸ φαινόμενον ἐπιχρωννύουσα κάλλος, ὅπερ κατὰ ἀλήθεαν γυμναστικὴ ποιεῖ, καὶ ἡ ὀψαρτυτικὴ τῆς ἰατρικῆς· οὔτω καὶ ὁ σωματικὸς, ἱρωτος τοῦ θείου εἴδωλόν στιν, ἐκκαίων καὶ ουτος τὴν ψυχὴν, ἀλλ´ εἰς οὐδέν ἀγαπητὸν καὶ μόνιμον, ἢ μᾶλλον Κκπτωσις· ἐκεῖνος γὰρ ὁ θεῖος ἔρως οἰκεῖός ἐστι τῇ ψυχῇ, οὗτος δὲ ἀλλότριος καὶ ἀνοίκειος. Ὃθεν καὶ τῆς ψυχῆς φυσικῶς καὶ κατὰ χάριν ἐχούσης ἐφίεσθαι τοῦ ὄντως καλοῦ καὶ πρὸς τὸν ζῆλον αὐτοῦ διαθερμαίνεσθαι, ἐγγίνεται μὲν ἡ τοιαύτη θέρμη καὶ κίνησις· πλὴν ἐκπίπτει ὁ νοῦς τῆς ἀληθινῆς κρίσεως, καὶ δι´ ὀρέξεως συλαγωγεῖται, καὶ τὸ μισητὸν κατὰ ύσιν ποθεινὸν ἡγεῖται, καὶ ὡς μένον τὸ παρερχόμενον στέργει, καθὼς εἴρηται· Ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Καὶ τοῦτό ἐστιν ἡ τοῦ θείου ἔρωτος ἕκπτωσις, ἐκ τοῦ ἀπαθοῦς εἰς τὸν ἐμπαθῆ, ἐκ τοῦ θείου εἰς τὸν σωματικὸν, ἐκ τοῦ ἀθλου εἰς τὸν ἔνυλον· ἀχώρητον γάρ ἐστι τῷ τῶν πολλῶν πλήθει τὸ ἐνιαῖον τοῦ θείου ἔρωτος, καὶ διὰ τοῦτο, ὡς δυσχερέστερον καὶ διαβεβλημένον ἑπὶ τοῦ Θεοῦ, τάττεται πρὸς τὸ ἀνάξαι τούτοις εἰς τὴν τοῦ ὄντως ἔρωτος γνῶσιν, καὶ ὧστε συντόμως ἀπολυθῆναι τῆς τοιαύτης διεψευσμένης δόξης ἐκ τοῦ γινώσκειν διαβεβλημένην τὴν λέξιη τοῦ ἔρωτος, καὶ ἤκιστα τῷ Θεῷ πρέπουσαν. Οὕτω γὰρ καὶ ἐν τῇ οὐρανίῳ ἰεραρχίᾳ φησὶν, ὅτι τὸ μᾶλλον ἀπεμφαῖνον εὐχερές ἐστιν ἐπὶ Θεοῦ λέγεσθαι, καὶ πλέον τοῦ ἦττον τοιούτου, ὡς ἀπαγομένης ἐντεῦθεν τῆς διανοίας εὐκάλως, ὅτι οὐ τοῦτό ἐστιν ὁ Θεὸς, ἀλλὰ κατά τινα λόγον ὑψηλὸν οὔτω λέγεται. Τίς γὰρ ὑπονοήσει τὸν Θεὸν πάνθηρα, ἢ λέοντα; Φῶς δὲ, ἢ πῦρ, ἢ πνεῦμα ἐπὶ Θεοῦ λεγόμενον μᾶλλον ἀπατᾷ τὴν διάνοιαν, μήποτέ τι τούτων ἐστί. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ ἔρωτος τῆς ἀγάπης· ἐπὶ μὲν Θεοῦ τὸ δυσχερὲς ὄνομα τοῦ Ηρωτος τάττεται, ἐφ´ ἡμῶν δὲ, ἔνθα καὶ ἄτοπόν τι πολλάκις ἦν οἰηθῆναί τινας τῶν χαμαιζήλων καὶ μοχθηρῶν, ἡ ἀγάπησις λέγεται εὐφημότερον, κατὰ τὸ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν παρὰ τοῦ Δαυῖδ πρὸς Ἰωνάθαμ λεγόμενον. Ἐπεὶ τοῖς ὁρθῶς ἀκούουσι πρὸς τῶν ἱερῶν θεολόγων ταὐτοδύναμα τάττονται τὰ δύο ταῦτα ὀνόματα εἰς τὰς θείας ἐκφαντορίας, καὶ δηλοῖ τὴν ἐνοποιὸν καὶ συγκρατικὴν δύναμιν ἐν τῷ Θεῷ προῦφεστῶσαν, διὰ τὸ καλὸν καὶ ἀγαθὸν, ἵνα συγκιρνῶνται δηλαδὴ τὰ πάντα ὡς ἐρῶντα, τούτῳ δὴ τῷ Θεῷ ὡς ἐρωμένῳ καλῷ καὶ ἀγαθῷ, καὶ ἐκ τοῦ Θεοῦ ἐνδιδομένην διὰ τὸ καλὸν πάλιν καὶ ἀγαθὸν, ἵνα δηλονότι πρὸς ἄλληλα τὰ μὲν ὁμοταγῆ συνέχωνται ὡς ἀνὰ μέρος ἐρῶντά τε καὶ ἐρώμενα· τὰ δὲ πρῶτα πρὸς τὰ ὑφειμένα κινοῖντα καὶ ἐρῷεν τούτων προνοούμενα, να ὡς ἑαυτὰ κἀκεῖνα ποιήσωσι· τὰ δὲ καταδεέστερα πρὸς τὰ ὑπέρτερα ἀγαπητικῶς ἔχοιεν ἐπιστρεφόμενα, ἱνα κἀκεῖνα, ὡς δυνατὸν,τῆς ὑπερτέρας ἕξεως ἀπολαύωσιν. $0=3 $8=395 $9=1 ἔ ΧΙἱ. Ἔστιν ὁ θεῖος ἔρως καὶ ἐκστατικός· ἐξίστησιγὰρ ἑαυτῶν τοὺς ἐρῶντας, ὡς ζῇν καὶ κινεῖσθαι οὐκ ἐκείνους, ἀλλ´ ἐν αὐτοῖς τοὺς ἐρωμένους. Κμὶ δηλοῦσι τὰ προλεχθέντα, μᾶλλον δὲ ὁ μέγας Παῦλος τῷ θείῳ τούτῳ κατεχόμενος ἔρωτι, καὶ λέγων· Χῶ ἐγόὸ οὐκέτι, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, ὡς ἀληθὴς ἐρα στής, καὶ ἐξεστηκὼς κατ´ αὐτὸν λέγοντα, καὶ ἐξεστη κότες Θεῷ· καὶ πάλιν ὡς ἀνὰ μέρος ἐρώμενος παρὰ τοῦ ὑπερτέρου Θεοῦ προνοητικῶς, οὐ ζῶν τὴν ἑαυτοῦ ζωὴν, ἀλλὰ τὴν τοῦ ἐραστοῦ, ὅτε λέγει· Ὡς ἀποβνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Τολμητέον γὰρ καὶ τοῦτο ὡς ἀληθινὸν εἰπεῖν ὅτι καὶ αὐτὸς ὁ τῶν Ελων Θεὸς δι´ ὑπερβολὴν ἀγαθότητος, ἔξω ἑαυτοῦ γίνεται ταῖς εἰς τὰ ὄντα ορονοίαις, καὶ οἷον θέλγεται ἐν τῇ τοιαύτῃ ἀγαθότητί· λέγει γάρ· Καὶτί θέλω, εἰ φθη ἀναφθῇ; Καὶ ἐκ τοῦ ὑπὲρ πάντα ἐξῃρημένου ἀνεκφοιτήτως ἐπὶ πάντα κατάγεται· διὸ καὶ Ζηλωτὴν μὐτὸν καλοῦσιν, ὡς πολὺ ἀποδεικνύντα τὸν εἰς τὰ θεῖα ἔρωτα, καὶ ὡς διεγερτικὸν τῆς ἐφέσεως αὐτοῦ, καὶ ὅτι τὰ ἐφιέμενα καὶ προνοούμενα παρ´ αὐτοῦ ζηλωτὰ καὶ μακάριά εἰσιν. Εἰ γὰρ μὴ ἧσαν τοιαῦτα, οὐκ ἂν ἐζηλοτύπει πρὸς ταῦτα, ὅτι ἐκκλίνουσιν αὐτοῦ, καὶ ἄλλοις προστίθενται. Καὶ ὅλως, ὁ ἔρως τοῦ καλοῦ ἐστι· καλὸς γὰρ ὤν, ἐρᾷ τοῦ τοιούτου καλοῦ, καὶ ἐν τῷ καλῷ μένει καὶ διακέχυται δαπανώμενος. Οἱ γὰρ σωμάτων ἔρωτες, ἐπειδὴ ῥεόντων εἰσὶν, ἴσα καὶ ἡρινοῖς διαῤῥέουσιν ἄνθεσιν· οἰ δὲ θεῖοι καὶ τῶν θείων, ὡς μενόντων τούτων, ο τω κἀκεῖνοι μένουσιν ἐν τᾶν ἔχοντι, καὶ διὰ τὸ καλὸν γίνονται· ἵνα γὰρ καλλοποιηθῶσι τὰ ἐρώμενα, καὶ μὴ ἐμπεριληφθῶσι τῷ τῆς ὄλης αἴσχει, ὁ ἔρως γίνεται. ὁΓΝ. Ἐντεῦθεν ἀπορεῖ, καὶ τί δήποτε οἱ θεόλόγοι ποτὲ μὲν ἔρωτα καὶ ἀγάπην αὐτὸν λέγουσι, ποτὲ δὲ ἐραστὸν καὶ ἀγαπητόν. Καὶ λύων λέγει, ὅτι, ὡς μὲν αἴτιος καὶ γεννήτωρ τοῦ θείου ἔρωτος, ἔρως λέγεται· ὡς δὲ αὐτὸς ὤν τὸ ἐραστὸν, ἐραστὸν λέγεται, καὶ κατ´ ἐκεῖνο μὲν κινεῖται εἰς τὸ τῶν ἄλλων ἐρᾷν, κατὰ τοῦτο δὲ κινεῖ τὰ ἄλλὰ εἰς τὸ ἐρᾷν αὐτοῦ. Ἢ ἐραστὸν λέγεται, διότι προαγωγικὸν, καὶ κινητικὸν ἑαυτοῦ ἐστι πρὸς ἐρωτικὴν συνάφειαν τὴν ἐν πνεύματι, τουτέστι μεσίτης ταύτης, καὶ πρὸς ἑαυτὸν συναρμοστής ἐστι τοῦ ἐρᾶσθαι αὐτὸν ὑπὸ τῶν ἰδίων ποιημάτων. Κινητικὸν δέ φησιν, ὡς κινοῦντα ἕκαστα κατὰ τὸν οἰκεῖον λόγον πρὸς αὐτὸν ἐπιστρέφεσθαι. Τὸ δὲ τῆς προαγωγείας ὄνομα, εἰ καὶ παρὰ τοῖς ἔξωθεν πρᾶγμα σημαίνει οὐκ εὐαγὲς, ἀλλ´ ἐνταῦθα τὴν πρόξενον τῆς ἐν Θεῷ ἑνώσεως μεσιτείαν φησί, καὶ οὖτω μὲν ἐραστὸν λέγεται· ἔρως δὲ πάλιν καὶ ἀχάπη, ὡς κινητική τις δύναμις ἐφ´ ἑαυτὴν ἀνάγουσα τὸ μόνον καὶὶ δι´´ ἑαυτὸ ἀγαθὸν, καὶ ὅτι ἔκφανσίς ἐστιν αὐ τὸς ἐαυτοῦ δι´ ἑαυτοῦ, οὐκ ἄλλου μεσιτεύοντος, οὐδὲ ἄλλοθεν ἐπερχομένου τοῦ ἔρωτος, ἀλλ´ ἀπ´ αὐτοῦ εἰς αὐτόν· τοιοῦτον γὰρ τὸ δι´ ἑλυτὸ καλόν. Ὧσπερ γὰρ ἐρῶμεν τῆς τοῦ μέλιτος γλυκύτητος, οὐκ ἄλλοθεν νινούμενοι εἰ μὴ παρ´ αὐτοῦ, καὶ οὐ δι´ ἄλλο εἰμὴ κατ αὐτὴν τὴν γλυκύτητα· καὶ διὰ τοῦτο ἀνεξάγγελτός $0=3 $8=396 $9=1 ἐστιν ἡ γλυκότης τοῖς ἀγνοοῦσιν· εἰ γὰρ παρ´ ἄλλων τινῶν ἐκινούμεθα εἰς τοῦτο, τάχα ἂν ἐκ τούτων εἴχομεν λέγειν τι, καὶ οἱ ἀγνοοῦντες ἐκ τούτων συνίεσαν. Οθτω νόει καὶ ἐπὶ τοῦ θείου καὶ ὄντως γλυκασμοῦ, ὅτι ἐξ αὐτοῦ ὁ ἔρως· καὶ αὐτό ἐστι τὸ ἐραστὸν, καὶ δι´ αὐτοῦ, καὶ καθ´ αὐτὸ, καὶ οὐ δι´ ἄλλο· ἐξῃοημένη γάρ ἐστι πάντων ἡ τοιαύτη ἕνωσις, καὶ ἁπλῆ, καὶ ὰπ´ αὐτοῦ τοῦ ἐραστοῦ κινουμένη. Ἃναρχον δὲ καὶ ἀτελεύτητον τὸν θεῖον ἕρωτα λέγει, ὡς ἐκ τοῦ ἀγαθοῦ προῖόντα, καὶ πρὸς τὸ ἀγαθὸν ἐπαναστρέφοντα· κατὰ σχῆμα κυκλικὸνπεὶ καὶ ἡ τοῦ κύκλου γραμμὴ οὐ γνώριμον ὄψει ὅθεν ἤρξατο, καὶ οὗ κατέληξε· καὶ γὰρ ἐξ αὐτοῦ ἡ τὰγαθοῦ ἔφεσις, καὶ εἰς αὐτὸ πάλιν ὁρᾷ, ἐν αὐτῷ δέ ἑστι καὶ μένει τὸ ἐρᾷν τῆς συμφυοῦς ἀγαθότητος, καὶ τῶν πρὸς τὸ ἀγαθὸν ἀνατεινομένων. Ἐφεξῆς τίθησι καὶ μαρτυρίαν τῶν λεγομένων ἐκ τοῦ Ἀαίου Ἱεροθέου. Ιεροθέου. Ἐπίστησον ὅπως ὁ μέγας Ἰερόθεος τὰ περὶ τοῦ ἐπαινετοῦ ἔρωτος ἄριστα φιλοσοφεῖ· πρῶτον μὲν θεῖον αὐτὸν λέγων, ἐπειδὴ καὶ πρῶτον αἴτιον ἔρωτος ἁ Θεός ἐστιν ἐξῃρημένως καὶ ἀναιτίως, Εἰ γὰρ ὁἔρως αὐτός ἐστιν ἡ ἀγάπη, ὡς προείρηται, γέγραπται δέ· Ὅτι ὁ Θεὸς ἀγάπη ἐστὶ, δηλονότι πάντων ἐνοποιὸς ἔρως, ἤτοι ἀγάπη ὁ Θεός ἐστιν. Ἐκεῖθεν οὖν μεταβατικῶς πρόεισιν ἐπ´ ἀγγέλους, ὅθεν καὶ ἀγγελικὸν αὐτόν φησιν, ἔνδα μάλιστα καὶ τὸν τῆς ἑνότητος εὖροι τις ἂν ἔρωτα θεῖον· οὐδὲν γὰρ ἀσύμφωνον ἢ στασιάζον ἐστὶ παρ´ αὐτοῖς. Εἰτα μετ´ ἀγγέλους καὶ νοερόν φησιν ἔρωτα, τουτέστι παρὰ θείοις ἀνδράσι τοῖς τῆς Ἑκκλησίας δηλαδὴ, πρὸς οὓς ὁ Παῦλός φησιν·Ἦνα τὸ αὸτὸ λέγητε· καὶ ὁ Κύριος· Ἵνα ὧσιν ὅν. Εἶτα καὶ καρὰ τοῖς ἄλλοις ἀνθρώποις, ἐν οἷς ὁ περὶ φιλίας λόγος ἐστί· τὸν γὰρ κατὰ τὰς λογικὰς ψυχὰς ἔρωτα νοερὸν εἴπε, ψυχικὸν δὲ ἐκάλεσεν ἔρωτα τὸν τῶν ἀλόγον. Ἐκ γὰρ τῆς ἐρωτικῆς ταύτης δυνάμεως καὶ πτηνὰ ἀγεληδόν ἴπτανται, καὶ πεζὰ, καὶ νηκτὰ συννέμονται. φυσικὸν ἔρωτά φησι τὸν τῶν ἐμψύχων καὶ ἀναισθήτων, καὶ ἰδίως τῶν ἀναισθήτων κατὰ τὴν ἐκτικὴν ἐπιτηδειότητα ἐρώντων τοῦ δημιουργοῦ διὰ τὸ Βπ´ αὐτοῦ συνεστάναι· κατὰ γὰρ τὴν φυσικὴν αὐτῶν κίνησιν, καὶ αὐτὰ πρὸς τὸν Θεὸν ἐπέστραπται Τοῦ αὐτοῦ. ἔ Χvί. Ἐπειδὴ ἐκ τοῦ ἐνιαίου καὶ ὄντως ἔρωτος τοῦ Θεοῦ πολλοὺς ἔρωτας συνετάξαμεν, τοὺς ἀγγελικοὺς, τοὺς νοεροὺς, τοὺς ψυχικοὺς, τοὺς φυσικοὺς, τοι γὰρ εἰσιν οἱ μὴν ἐγκόσμιοι, οἱ δὲ ὑπερκόσμιοι ρωτες, ὧν ὑπερέχουσιν αἱ τῶν νοερῶν τε καὶ νοητῶν· φέρε συνελίξωμεν ἅπαντας ἐπὶ τὸν Πατέρα αὐτῶν. Σημαίωσαι δὲ, ὅτι νοερά εἰσι τὰ νοοῦντα, νοητὰ δὲ τὰ νοούμενα· καὶ ὑπερβαίνονται τὰ νοερὰ παρὰ τῶν νοητῶν, ὅθεν καὶ τροφή ἐστι τῶν νοούντων τὰ νοούμενα. $0=3 $8=397 $9=1 Τὰ γοῦν νοερὰ ἐρᾷ τῶν νοιτῶν ἐπιστρεπτικῶς πάντως, ἐρᾷ δὲ καὶ τὰ νοητὰ τῶν νοερῶν, ἀλλὰ προνοητικῶς τῷ μεταδιδόναι τῆς ὡφελείας. Ὁμολογούμενον οὖν ἐστιν, ὅτι οἱ τῶν τοιούτων ἔρωτες ὑπερεστᾶσι τῶν αἰσθητῶν. Ἀλλὰ ταῦτὰ μὲν τὰ νοητά τα καὶ νοερὰ, ἐκ μετοχῆς τοῦ ὄντως ἁγαθοῦ τοιαῦτα γεγένηνται, οἱ δὲ αὐτονόητοι ἕρωτες, οἱ θεῖοί εἰσιν Ὥσπερ γὰρ ἄλλο ἐστὶ τὸ κατὰ μετοχὴν ἀγαθὸν, καὶ ἄλλο τὸ ἁπλῶς ἀγαθόν· οὕτως ἐστὶ καὶ ἄλλο τό τινι νοητὸν, ἅτε νοούμενον ὑπ´ αὐτοῦ, καὶ ἄλλο τὸ ἁπλῶς νοητὸν, οὐχ ὡς ὁ χρόνος, ἢ ὁ τόπος,(νοητὰ γὰρ καὶ ταῦτα, ἐπεὶ μὴ αἰσθητὰ, ἀλλὰ νοῦς τῶν νοητῶν, καὶ ζῶν, καὶ ζωὴ, καὶ ἐνέργεια. Ἀπὸ γοῦν τῶν πολλῶν ἐρώτων εἰς δύο συναιρεῖν ἐρωτικὰς καθόλοι δυνάμεις βούλεται, τάς τε νοητὰς καὶ τὰς νοερὰς, ὧν προκατάρχει πάντως ἡ παντὸς ἐπέκεινα ἄσχετος αἰτία Ἄσχετον δὲ αἰτίαν τὴν δημιουργικήν φησιν· αὐτὴ γὰρ καὶ μόνη κεχωρισμένη ἐστὶ τοῦ ἀποτελέσματος, τῆς ὑλικῆς, καὶ τῆς εἰδικῆς, καὶ τῆς τελοκῆς, ἐν τῷ ἁποτελέσματι φαινόμενον. Πρὸς ταύτην οὖν τὴν ἄσχοτον καὶ ποιητικὴν αἰτίαν, προσφόρως ἐκάστῳ, ὁ ἐκ τῶν ἀπάντων ὀλικὸς ἔρως ἀνατείνεται, ὁλικὸν ἔρωτα λέχων τὸν ἐκ πάντων τῶν μερικῶν συναγόμενον. Ἔστι καὶ ὁ Θεὸς ὁλικὸς καὶ μερικὸς ἔρως, ὡς αἴτιος καὶ πᾶσε χορηγῶν κατὰ τὴν ἑκάστου δύναμιν ἐρωτικὴν, οἷον ἀπόῤῥοιαν. Πῶς οὖν ὁ Θεὸς καὶ τὸ ὅλον καὶ τὸ μέρος ἀνεκφοιτήτως ἑαυτῷ συνὼν εἶναι δύναται, ἐκ τοῦ σπερματικοῦ λόγου σαφὲς γίνεται· ὅταν μὲν γὰρ τὸ σπέρμα ἀδιακόπως ὁμοῦ εἰς τὴν μήτραν καταβληθῇ ἓν ἀποτελεῖται ἔμβρυον· ἐὰν δὲ μερισθῇ τὸ σπέρμα εἰς διαφόρους κύστιδας τῆς μήτρας, ἕκαστον μέρος ὁλόκληρον ἔμβρυον ἀποτεμεῖται· ἔσται οὖν τοῦ σπέρματος τὸ μὲν ῥὶς, τὸ δὲ ὀφθαλμὸς, καὶ τὰ ἐξῆς, καὶ πάντα τέλεια. Ὅμοιόν τι θεωρητέον κατὰ ἀναλογίαν καὶ περὶ τὸν παντέλειον νοῦν· ὅλη γὰρ ἡ ἐνέργεια περιέχει καὶ τὰ μέρη· καὶ οὔτως ὁ Θεὸς καὶ ὁλικὸς Τοῦ αὐτοῦ. ἔ ΧνΙ. Τὰς γοῦν ἄνωθεν ῥηθείσας ἐρωτικὰς δύο δυνάμεις, ἄγε εἰς ἂν συνάγοντες, εἴπωμεν, ὅτι μία ἐστὶν ἡ ἀπλῆ δύναμις, ἡ ἐξ αὐτῆς κινητικὴ, καὶ δι´ ἑαυτῆς, καὶ οὐ δι´ Ἀλλης τινὸς δυνάμεως, καὶ ἐφ´ ἑαυτῆς· ἀνεκφοιτήτως γὰρ εἰς ἑαυτὴν ἀνακυκλοῦσα ἐξἑαυτῆς μέχρι τοῦ τῶν ὄντων ἐσχάτου, καὶ ἐκ τούτου εἰς ἑαυτήν. Καὶ μετὰ ταῦτα ἐκτίθεται ὁ ἅγιος ἁς ἀπό τινων ἀπορίαν τινά· ἔστι δὲ τὸ πᾶν κατὰ Ἑλλήνων καὶ Μανιχαίων. ΧνΙΙ. Φησὶ γοῦν, ὅτι φαίη τις ἄν· Εἰ πᾶσιν ἐστιν ἐραστὸν τὸ ἀγαθὸναὶ αὐτὸ γὰρ τὸ μὴ ὃν ἐφίεται τούτου, μὴ δν λέγων τὴν ἀνείδεον ὕλην· αὐτὸ γάο ἐστι τὸ ἀγαθὸν τὸ εἰδοποιόν. Ὡς γοῦν ἡ ὕλη τοῦ εἴδους, οὕτω τὸ μὴ ὃν τοῦ Θείου ἐφίεται. Καὶ ἔτι ὑπερουσίως λέγεται τὸ μὴ ὃν ἐπὶ Θεοῦ, ἄποσος γὰρ καὶ ἀνείδεος καὶ ἀσχημάτιστος, καὶ οὐ γῆ, οὐχ ὕδωρ, οὐ πῦρ, ὁ Θεός ἐστιν, ὑπερουσίως δὲ ὑπὲρ ταῦ τα πάντα· εἰ οὖν πάντα τοῦ ἀγαθοῦ ἐφίεται, πῶς η $0=3 $8=398 $9=1 ἑαιμονία πληθὺςοὐκ ἐφίεται; Πρότερον δὲ σημειιατάον παρὶ τοῦ μὴ ὄντος, ὅτι τοῦτο τὸ μὴ ὃν οἱ παλαιοὶ μὴ μόνον ὀνείδεον ὓλην ἐκάλεσαν, ἀλλὰ καὶ ἕσχετον αἴσχος. ΑἈέγεται δὲ μὴ θν ἡ βλη οὐχ ὅτι παντελῶς οὐδέν κστιν, ἀλλ´ ὅει μὴ ἑστί τι τῶν ὄντων· παρῆκται μὲν γὰρ ἐκ μὴ ὄντων ὑπὸ τοῦ Θεοῦ καὶ ἡ ὕλη· ἀλλ´ οὐχ, ἁς τινες ὑπέλαβον, ἀνείδεος καὶ ἀσχημάτιστος· ὅθαν 2δὲ ἀρχὴ τῶν αἰσθητῶν ἡ ὕλη, ἀλλὰ μᾶλλον συμὰηρρντιεὴ τούτων καὶ ἔσχατόν τι καὶ ὑποστάθμη τῶν ὄντων, Καὶ τὸ αἰσθητὸν οὐκ ἄνευ μὲν ὕλης ἐστὶ, κρεῖττον δὲ τῆς δλης, εἴδους ὁπωσοῦν μετέχον· οὐἑένοτε οὖν δειχθήσοο ἡ ὕλη δίχα τοῦ εἴδους καὶ τῶν ποιοτήτων· πότε γὰρ γένονε τὸ πῦρ ἄνευ θερμέτητος ἦ φωτὸς, ἢ τὸ ὕδωρ Δνευ ψυχρότητος καὶ ὑγρότητος καὶ τοῦ κυανίζοντος χρώματος; Διὰ τοῦτο καὶ λόγῳ θειωρητή ἐστιν ἡ ὕλη, καὶ οὐκ ασδήσει λητπτή, καὶ νὸθῳ λογισμῷ καταλαμβάνεσθαι λέγεται· τόδε ἀστὶ, λέγοται, ἀλλ´ ἑτι τόδε οὐκ ἕστι, χεῖρον δὲ άντων. Οὕτω γὰρ καὶ ἐπὶ τοῦ Θεοῦ λέγομεν· ἀλλ´ ἐκεῖσε κρεῖττον πάντων φαμὲν, καὶ ὑπερουσίως. Εἰ γοῦν οὕτω ταῦτα, πῶς ἡ δαιμονία πληθὺς τοῦ ἀγαθοῦ οὐκ ἐφίεται, ἀοπεπτωκυῖα δὲ, κακῶν ἀπάντων καὶ δαυτῇ καὶ τοῖς κακυνομένοις αιτία γίνεται; Πῶς δὲ, παρανθεῖσα. ἐκ τοῦ ἀγαθοῦ, οὐκ Κστιν ἀγαθοειδὴς, μετασχοῦσα τοῦοὐσιωδῶς καὶ οὐ κατὰ μετοχὴν ἀγαθοῦε γὰ γὰρ ἔξιοθεν ἀγαθυνόμενα τῇ περὶ αὐτὸ ἐφέσει ἀγαθοειδῆ λέγονται, καὶ οὐκ αὐτόχρημα ἀγαθά· ἢ πῶς ἀγαθὸν γεγονὸς, ἠλλοιώθη, μὴ τοῦ ἀγαθοῦ ἐκνμκήσαντος; Καὶ τί ἐστι τὸ κινῆσαν αὐτὴν εἰς κακίαν, ἢ μᾶλλον, τίς ἡ ἀρχὴ τούτου; οὐδὲ γὰρ εὔαγὲς, δύο ἀρχὰς εἰπεῖν, κατὰ τοὺς Μανιχαίους. Εἰ δὲ ὁ ἀγαθὸς ἡαρῆξεν αὐτὴν, πῶς ἠβουλήθη τοῦτο ποιῆσαι; ἢ βουληθεὶς, πῶς ἠδυνήθη; Ὡς γὰρ τὸ πῦρ φυσικὴν ἀδυναμίαν ἔχει πρὸς τὸ ψύχειν, καὶ οὐ ψύξει κἂν εἴ τι καὶ γένηται· οὔτω καὶ τὸ αὐτάγαθον φυσικὴν ἀδυναμίαν ἔχει πρὸς τὸ κακὸν παράξαι. Πῶς δὲ καὶ προνοίας οὔσης καὶ κυβερνώσης, ἐφ´ ᾧ πάντα ἐν τῷ κγαθῷ μένειν, στι τὸ κακὸν, ἢ γινόμενον; ἢ εἴπου καὶ ἐγενήθη, μὴ ἀναιρούμενον; καὶ πῶς ἐστιν, ἀφέμανόν τι τοῦ ἀγαθοῦ, τοῦ κακοῦ ἐφίεσθαι· ΧΙΧ. Ἐν ταύτῷ γυμνάζων τὸν λόγον περὶ τοῦ κακοῦ ἀπλῶς, καὶ οὐ περὶ τῶν δαιμόνων, καὶ ἀναλύων τὰς ἁπορίας φησί· Τὸ κακὸν οὔτε ἐκ τοῦ ἀγαθοῦ μέλλομεν εἰπεῖν παραχθῆναι, οὔτε ἐκ τοῦ κακοῦ· ἐκ μὲν τοῦ ἀγαθοῦ οὐκ ἔστιν, ὅτι καὶ αὐτὸ ἔμελλεν εἶναι οὐ κακόν· ὡς γὰρ οὐ πυρὸς τὸ ψύχειν, οὕτως οὐδὲ ἀγαθοῦ τὸ παράγειν κακόν. Πάλιν δὲ ἐκ τοῦ κακου σὐκ ἕστιν, ὅτι ὥσπερ τῷ ἁγαθῷ φύσις ἐστὶ παράγειν καὶ σώζειν· οὐτω τῷ κακῷ φθείρειν καὶ ἀπολλύειν. Τί οὖν; εἰποι τις· Ἢ τοίνυν οὐκ ἔστι λοιπὸν τὸ καοὸν, ἢ ὃν ἔχει τινὰ μοῖραν τοῦ ἀγαθοῦ, καθ´ ἣν ὅλως ἐστί. Πάλιν οὖν ἀμφοτέρωθεν ἀπορία. Εἰ μὲν οὐκ ἔστιν ὅλως τὸ κακὸν, μέλλει εἶναι ἡ ἀρετὴ καὶ ἡ κακία ταύτὸν, ὅπερ παρακατιὼν τίθησιν· εἰ δέ ἐστι, τὰ δὲ ὄντα πάντα τοῦ καλοῦ ἐφίςνται, καὶ εἴτι γίνεται, $0=3 $8=399 $9=1 ἢ διὰ τὸ ἁγαθὸν, ἢ διὰ τὸ δοκοῦν γίνεται, μαὶ αὐτὸς γὰρ ὁ φθόνος διά τι δοκοῦν ἀγαθὸν γίνεται, καὶ πᾶς ὁ τῶν ὄντων σκοπὸς ἀρχὴν ἔχει καὶ τέλος τὸ ἀγαθόν· ἕξει καὶ τὸ κακὸν, καθότι ἑστὶ, τὴν πρὸς τὸ ἀγαθὸν ἔφεσιν· πῶς γὰρ ὅλως ὃν τῆς τοιαύτης ἀγαθῆς παραιρεθήσεται ἕξεως· Εἰ γοῦν τὰ ὄντα σπάτα καὶ ἐκ Θεοῦ καὶ ἑν τῷ Θεῷ εἰσι, καὶ αὐτὸ δὴ τὸ μὴ θν ὡτ ἡ ὕλη, καὶ τὰ ἐξ ἀφαιρέσεως λεγόμενα ἐπὶ τοῦ Θεοῦ ὑπερουσίως, τὸ κακὸν ἐν τοῖς οὖσι ταττόμενον, ἀν τῷ Θεῷ ἱσται, καὶ ἐν τοῖς μὴ οὐσι, πάλιν ἐν τῷ Θεῷ ἔσται. Εἰ δὲ οὐκ ἕστιν ἐν τῷ Θεῷ, τί ἂν εἴη ὅπερ ἔξω τῶν ὄντων καὶ τῶν μὴ ὄντων ἐστί; Προομολογουμένου, ὅτι τὸ Θεῖον καὶ τῶν ὄντων καὶ τῶν μὴ ὄντων ἔξω ἐστὶ, καὶ τὸ μὴ ὃν ἐν τῷ ἀγαθῷ κατὰ τὸ ὑπερούσιον λέγεται, οὐ τέδε γὰρ, οὐ τόδε, ἀλλ´ ὑπὲρ ταῦτα ὑπερουσίως. Λοιπὸν τὸ ἀγαθὸν ὑπεριδρυμένον ἐστὶ καὶ ἐν τῷ ὄντι καὶ ἐν τῷ μὴ ὄντι· τὸ δὲ κακὸν μὴ μόνον τῶν ὄντων ἀλλότριον,ν γὰρ ἦν, μετεῖχεν ἂν τοῦ ἀγαθοῦ· ἀλλὰ καὶ τῶν μὴ ὄντων ἀλλότριον, καὶ ἀνουσιώτερον, ἐπεὶ καὶ τὸ μὴ ὃν ἐν τῶ Θεῷ ὑπερίδρυται. Συνάγεται τοίνυν, ὅτι οὐδαμῆ οὐδαμῶς τὸ κακόν ἐστι· καὶ εἰ τοῦτο, ἀδιάκριτα ἔσται πάντα καὶ ἐπαινούμενα, καὶ μὴ μόνον ἡ ἀρετὴ τῇ κακίᾳ ταύτὸν, ἡ καθόλου, τῇ καθόλου, καὶ ἡ μερικὴ τῇ ἀναλόγῳ, δηλονότι ἡ ἀνδρία τῇ δειλίᾳ, ἀλλὰ καὶ τὸ ἀντικείμενον τῇ ἀρετῇ ἀρετὴ ἔσται. Λοιπὸν συνάξας τὸν ὑποθετικὸν συλλογισμὸν, ἀναιρεῖ τὸ ἑπόμενον, καίτοι λέγων· Ἐναντία τῇ· σωφροσύνῃ ἡ ἀκολασία. Καὶ οὐ λέγω κατ´ αὐτοὺς τοὺς ἀνθρώπους τοὺς μετέχοντας τούτων, ὅτι μάχονται καὶ ἀντίκεινταιθξειαν γὰρ δι´ ἄλλας τινὰς αἰτίας αὐτοὺς ἀντικεῖσθαι· ἀλλὰ καὶ πρὸ τῶν ἐξωτερικων τούτων καὶ φαινομένων ἐν αὐτῇ πολλῷ πρότερον τῇ ψυχῇ στασιάζει πρὸς τὸ λογικὸν τῆς ψυχῆς τὰ πάθη, ὁ θυμὸς λέγω καὶ ἡ ἐπιθυμία, κἀκεῖνος μὲν ἡνίοχος λέγεται, ταῦτα δὸ ὑποζύγια, ἀεὶ μὲν ἀντιβαίνοντα, ποτὲ δὲ καὶ ὑπείκοντα, ὅτε δηλαδὴ ὁ λόγος κατακρατήσει. Ἀνάγκη γοῦν ἐκ τούτου δοῦναι τῷ ἀγαθῷ ἐναντίον· οὐδὲ γὰρ τὸ ἀγαθὸν ἐναντίον ἑαυτῷ· πάντα γὰρ τὰ ἀγαθὰ, ὡς ἀπὸ μιᾶς ἀρχῆς καὶ ἐνὸς αἰτίου ἔκγονα, τῇ ἑνότητι χαίρει, καὶ οὐκ ἀντίκειται πρὸς ἄλληλα. Μὴ οὖν εἴποι τις ὅτι μαχόμενόν ἐστι τὸ μεῖζον ἀγαθὸν πρὸς τὸ Εαττον ἀγαθόν· τῷ γὰρ ποσῷ οὐδέν ἐστιν ἐναντίον, καὶ τὸ μᾶλλον θερμὸν τῷ ἦττον θερμῷ οὐκ ἀντίκειται. Συνάγεται τοίνυν, τοῦ ἐπομένου ἀναιρεθέντος, ὅτι ἔστι τὸ κακὸν, καὶ ἀντίκειται τῷ ἀγαθῷ· οὐδὲ γὰρ ὅτι τὸ κακὸν φθορά ἐστι τῶν ὄντων, ἐκβάλλει καὶ αὐτὸ τὸ κακὸν τοῦ εἶναι· ἀλλ´ ἡ φθορὰ αὐτὴ ἔσθ´ ὅτε εἰς γένεσιν ἄγει. Οἷον τὸ ὡὸν φθείρεται μὲν, μεταστοινειοῦται δὲ εἰς πτηνόν· καὶ ὁ τοῦ ἐγκεφάλου τοῦ βοὸς μυελὸς εἰς μελίσσας, καὶ ὁ τοῦ ἕππου εἰς σφῆκας, φθειρόμενοι μεταβάλλονται. Ἔσται γοῦν καὶ αὐτὸ μὴ μόνον ὓν, ἀλλὰ καὶ γενεσιουργὸν, καὶ εἰς συμπλήρωσιν συντελοῦν, καὶ δι´ ἑαυτὸ παρέχον τῷ ἀποτελέσματι, τὸ μὴ ἀτελὲς εἶναι. ἔ ΚΧ. Εἰπὼν ὄτι συνάγεται ἐκ τῶν τοιούτων λόγοων καὶ εἶναι τὸ κακὸν, καὶ γενεσιουργὸν εἶναί τινων, ἀτιτίθησιν $0=3 $8=400 $9=1 ἕτερον λογισμὸν ἀληθέστερον, καί φησιν, δτι τὸ κακὸν, ᾗ κακὸν, οὐδεμίαν γένεσιν ποιεῖ, μόνον ἄὲ φθείρει, ὅσον τὸ ἐπ´ αὐτῷ, τὴν τῶν ὄντων ὑπόστασιν. Εἰ δὲ λέγοι τις αὐτὸ γενεσιουργὸν, διότι ἡ ἑτέρου φθορὰ θατέρου γένεσίς ἐστιν, ἀποκριτέον, ὡς οὐχ ᾗ φθείρει δίδωσι τὴν γένεσιν· ἀλλ´ ἡ μὲν φθορὰ φθείρει, εἰ δέ γε καὶ γίνεταί τι, ἐκ τοῦ ἀγαθοῦ γίνεται, καὶ ἔσται τὸ κακόν. Σημείωσαι γὰρ ὅτι ἔτι γυμνάζει τὸν λόγον, καὶ διὰ τοῦτο λέγει, ἔστι καὶ οὐκ ἔστιν. Ἔσται τοίνυν τὸ κακὸν φθορὰ μὲν δι´ ἑαυτό· διὰ τὸ ἀγαθὸν δὲ, γενεσιουργόν. Καὶ δι´ ἑαυτὸ μὲν οὔτε ὃν, οὔτε ὅντων ποιητικόν ἐστι· κακὸν γὰρ ὃν, πῶς ἂν συσταίη ποτὲ, καὶ πόθεν σχοίη τὴν ὕπαρξιν, στέρησις ὄν; Διὰ δὲ τὸ ἀγαθὸν, καὶ ὃν καὶ ἀγαθῶν ποιητικόν ἐστιν· ὃν μὲν, ὅτι τούτου ὑποχωροῦντος, ἐκεῖνο ἐμφαίνεται· ἀγαθῶν δὲ ποιητικὸν, ὅτι ἐν τῷ φθείρειν τοῦτο τὴν εἰδοπεποιημένην οὐσίαν, ἀντεισάγεται εἶδος ἔτερον τῆς ὕλης ἐνυπαρχούσης, καὶ διὰ τὸ ἀγαθὸν δεχομένης τὴν εἰδοποίησιν· μᾶλλον δὲ ἐπεὶ ἀκώλυτός ἐστιν ἐν τοῖς θείοις λογίοις ἡ ἐξ ἐπιλογισμοῦ τῶν ἀκριβεστέρων παράδοσις. Τὸ πᾶν, λέγει, τοῦ ἁγαθοῦ ἐστι, καθὼς καὶ παρακατμὼν ἀποδείξει. Πῶς γὰρ ἔσται τὸ αὐτὸ καὶ ἀγαθὸν ώς ἐκ τοῦ φθείρειν προξενοῦν γένεσιν, καὶ κακὸν ὡς φθεῖρον; οὐδὲ γὰρ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος μία κατὰ τὸ αὐτὸ δύναμις, καὶ φθορά ἐστι καὶ γένεσις· ὅπερ συμβαίνει, εἴπερ δεξαίμεθα, ὅτι δύναμίς ἐστι τὸ κακὸν καθ´ ἑαυτὴν μὴ φθείρουσα, κατὰ συμβεβηκὸς δὲ τὴν γένεσιν παρέχουσα. Πῶς γὰρ τῆς τῶν ἐναντίων κινήσεως μία καὶ ἡ αὐτὴ ἔσται δύναμις; Εἰ γὰρ καὶ ὁ ἰατρὸς λέγεται δύναμιν ἔχειν ὑγιάσαι, καὶ δύναμιν ἔχειν νόσον παρασχεῖν, τὸ μὲν καθ´ αὑτὸ, τὸ δε κατὰ συμβεβηκὸς τῇ ἀπουσίᾳ καὶ τῷ μὴ ἐπισκέψασθαι· καὶ τὸν κυβερνήτην μὴ μόνον παρόντα τῆς σωτηρίας τῆς νεὼς αἰτιώμεθα, ἀλλὰ καὶ ἀπόντα τῆς ἀπωλείας. Ὃ γὰρ παρὸν αἰτιώμεθα τοῦδε, φησὶν ὁ Ἀριοτοτέλης, τοῦτο καὶ ἀπὸν αἰτιώμεθα τοῦ ἐναντίου. Ἀλλὰ προῦπόκειται, ὅτι δύναμίς τίς ἐστιν ἐν τούτοις, ἐν ἐκείνῳ μὲν τοῦ ὑγιάσαι, ἐν τούτῳ δὲ τοῦ σῶσαι, ἦστινος ἡ ἀπουσία τὰναντία παρέχει· καὶ καθ´ αὐτὸ μὲν τὰ καθ´ ἕξιν γίνονται, τὰ δὲ κατὰ στέρησιν κατὰ συμβεβηκός· ἐκεῖσε δὲ ἡ μὲν στέρησις τὸ καθ´ αὐτὸ ἔχει, ἡ δὲ ἕξις τὸ κατὰ συμβεβηκός. Τίς οὖν ἡ δύναμις αὕτη, ἡ κατὰ στέρησιν συνισταμένη, ἤτις ἐστὶν ὲν τῷ αὐτῷ καὶ φθορὰ καὶ γένεσις; Οὐδὲ γὰρ τῆς φβορᾶς ἡ στέρησις γένεσίς ἐστιν, ἀλλ´ ἡ τῆς γενέσεως καὶ τοῦ εἶναι στέρησις φθορά· οὐδὲ ἡ τῆς στερήσεως ἀπουσία εἶδος, ἀλλ´ ἡ τοῦ εἴδους ἀπουσία φθορά καὶ στέρησις. Διὰ τοῦτο, ἐπεὶ καὶ τὸ κακὸν αὐτοφθορά ἐστι, τὸ δὲ ἀγαθὸν αὐτοδύναμις εἰς γένεσιν, πῶς ἂν εἵη ἡ αὐτοφθορὰ αὐτοδύναμις, ὡς δύνασθαι αὐτὴν ποιεῖν τι;. Ἀλλ´ εἰδέναι χρὴ, ὅτι ἐπεὶ τὸ αὐτόκακον, αὐτοάμετρον, καὶ αὐτοανείδεον, καὶ ἑαυτῷ κακὸν οὐσιῶδές ἐστιν, οὐ μὴν ἑτέρῳ κακόν· τοῦτο γὰρ εἰδός ἐστιν οἷον καὶ συμβεβηκὸς κακίας. Ὥσπερ πάλιν ὁ Θεὸς αὐτόμετρον, καὶ αὐτοειδοποιὸν, καὶ αὐτοάγαθον οὐσιῶδες, οὐ μὴν τὸ ἐν ἑτέρω ἀγαθόν· συμβεβηκὸς γὰρ τοῦτο. Τοῦτο τοίνυν τὸ αὐτόκακον οὕτε ὃν, οὔτε ποιητικόν ἐστιν, οὐκ ἐν ὑπάρξει τινὶ φαίνεται, ἀλλ´ ἐν παρεισδύσει ἐν τῇ τοῦ ἀγαθοῦ στερήσει. Καὶ τοῦτό $0=3 $8=401 $9=1 ἐστιν ὃ λέγει ὁ μγας θεολέγος Γρηγόριος τῇ τοῦ καλοῦ φυγῇ. Πῶς τοίνυν τὸ κακὸν, μὴ θν, παρεισδύεται, ἐκτίθησι πλατύτερον, καὶ τὸ πᾶν ἐπινέμει τῷ ἀγαθῳΤὸ γοῦν ἀγαθὸν, ἐν οἷς μὲν τελέως ἐγγένηται, ἀμιγῆ ποιεῖ καὶ ὁλόκληρα ἀγαθά· οἷς δὲ ἧττον, μεμιγμένε πρὸς τὸ κακόν. Οὐ μὴν δέ ἐστι τὸ κακὸν καθ´ αὐτὸ, ἀλλὰ διὰ τὴν τοῦ ἀγαθοῦ ἔλλειψιν· ἐπείπερ ἡ διὰ πάντων φοιτῶσα παντελὴς ἀγαθότης οὐ μέχρι μόνων χωρεῖ τῶν οὐρανίων καὶ θείων δυνάμεων, ἀλλ´ ἑκτείνεται ἄχρι καὶ τῶν ἐσχάτων καὶ τῶν γηῖνων· διὰ τοῦτο γὰρ καὶ ἡ γῆ τοῦ Θεοῦ λέγεται ὑποπόδιον. Καὶ τοῖς μὲν ἄλλως καὶ ἄλλως κατ´ ἐπίτασίν τε καὶ ὕφεσιν, τοῖς δὲ ἐσχάτοις κατὰ ἔσχατον ἀπήχημα πάρεστι τὰγαθόν. Ὡς γὰρ ἔφημεν, ὑπόθου τινὰ βοῆσαι μγα, καὶ τὸν μὲν ἐγγὺς ἱστάμενον καὶ ἐῤῥωμένον τὸ ἀκουστικὸν, ὅλην δέξασθαι τὴν βοὴν, τοὺς δὲ ἀφεστηκότας ἀναλόγως τῇ διαστάσει, τὸν ἄὲ πάνυ πόῤῥω ἀμυδρότατα ὡς ἀπηχήματος ὑστάτου ποσῶς αἰσθάνεσθαι· εἰ γὰρ μὴ οὕτως ἡ τοῦ ἀγαθοῦ μετουσία ἦν, ἦσαν ἂν τὰ θειότατα τὴν τῶν ἐσχάτων τάξιν ἔχοντα. Πῶς δὲ ἔδει πάντα ἐπίσης δέχεσθαι τὸ ἀγαθὸν, μὴ ὄντα ἐπίσης πρὸς τοῦτο ἐπιτήδεια; Νῦν δὲ τοῦτό ἐστι τὸ ὑπερβάλλον τῆς τοῦ ἀγαθοῦ δυνάμεως, ὅτι καὶ τὸ ἐστερημένα οὐκ ἄλλων οὐδὲ κατ´ ἄλλο τι, ἀλλὰ κατὰ τὴν αὐτοῦ στέρησιν ἐνδυναμοῖ κατὰ τοῦτο, κττὰ τὸ ὅλως αὐτοῦ μετέχειν. Καὶ τοῦτό ἐστι τό· τὰ ἀδόνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ. Εἰ χρὴδὲ εἰπεῖν παῤῥησιασμένον, ὅτι καὶ τὰ μαχόμενα αὐτῷ, τῇ αὐτοῦ δυνάμει καὶ ἔστι καὶ μάχονται· ἀνέχεται γὰρ καὶ ἀμαρτωλῶν ὁ Θεὸς, ἀλλὰ καὶ πολλῶν μαχομένων τοῖς θείοις αὐτοῦ θελήμασι· καὶ τοῦτό ἐστι τὸ τοῖς αὐτοῦ παραπεμπόμενον κρίμασι, λεγόντων ἡμῶν· Οἰς κρίμασιν οἶδε Θεὸς, τοῦτο γίνεται, καὶ τοῦτο οὐ γίνεται. Μᾶλλον δὲ, ἵνα συλλαβὼν εἴπω, τὰ ὄντα πάντα, καθ´ ὅσον ἀγαθά ἐστι, καὶ ἔστι, καὶ ἀγαθὰ ἐκ τοῦ ἀγαθοῦ ἐστι· καθ´ ὅσον δὲ ἐστέρηνται τοῦ ἀγαθοῦ, μὴ μόνον οὐκ ἀγαθὰ, ἀλλ´ οὐδὲ ὄντα ἐστίν. Ἔνθεν νοήσεις καὶ τὸ παρὰ Ἀβδιοὺ τῷ προφήτῃ εἰρημένον περὶ τῶν ἀμαρτωλῶν· Καὶ ἔσονται ὡς μὴ ὅντες. Ὅπον γε καὶ παρὰ τοῖς ἔξωθεν τοῦτο λέγεται, ὡς παρὰ τῷ Ὀμήρῳ, ἐν οἷς λέγει τις περὶ τῶν ὧν ἐν μετουσίᾳ πάλαι καλῶν ἐγεγόνει, καὶ νῦν τούτων ἐστέρηται, εἴ κοτε ἤν γε. Ἐντεῦθεν συλλογίζεται ὅτι τὸ παντελῶς κακὸν, ὡς ἐστερημένον παντελῶς τοῦ ἀγαθοῦ, οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε εἶναι δύναται. Καί φησιν, ὅτι Ὑπόθου ἕξν τὸ ἀγαθόν· κἂν γὰρ ὑπερουσίως καὶ αὐτάγαθόν ἐστι τὸ Θεῖον, καὶ οὐσιῶδες ἀγαθὸν, ἀλλὰ καὶ ἑπὶ τοῖς μετέχουσι τὸ ἀγαθὸν κατὰ ἕξιν τινά ἐστι. Τίθησι τοίνυν τινὰ μὲν μένοντα ἐν τῇ ἕξει, καὶ ἀπολειπούσης τῆς ἕξεως, ὡς τῆς τοῦ πυρὸς θερμότητος, τὰ θερμανθέντα θερμὰ, καὶ τῆς ψυχρότητος τῆς χιάνος, τὰ ψυχρανθέντα ψυχρὰ. Καὶ πάλιν ἄλλα, ἅπερ οὐκ ἐν μεθέξει ὄντα τινῶν ἕξεων, ὅμως σώζονται καί εἰσι. Πόσα γὰρ ἄμοιρα ζωῆς, πόσα νοῦ, ἀλλ´ ὅμως εἰσὶ, λίθοι καὶ φυτὰ, καὶ τὰ παραπλήσια; Ἐλθὲ καὶ ἐπ´ αὐτὸν τὸν Θεόν· οὐσίας ἐξῃρημένος ἐστὶ, καὶ ἔστιν ὑπερούσιος. Καὶ ἁπλῶς, ἐπὶ μὲν τῶν ἄλλων, ἢ ἀπελθούσης $0=3 $8=402 $9=1 τῆς ἔξεως, ἢ μηδὲ ἐγγινομένης, εἶναί τι καὶ ὑφίστασθαι δύναται, τὸ δὲ κατὰ πάντα τοῦ ἀγαθοῦ ἐστερημένον, ὡς εἶναι αὐτόκακον, οὐκ εἶναι ποσῶς δύναται. Τίθησι γοῦν παράδειγμα τὸν ἀκόλαστον, ὃς ἐν τῷ κακοῦ μετέχειν οὔτε ἐστὶν, οὔτε ὄντως ἐπιθυμεῖ, (οος γὰρ ὁ ἔρως, τοιαῦτα καὶ τὰ ἐραστὰ κατ´ αὐτὸ δὲ ὅμως τὸ τῆς ἐνώσεως καὶ φιλίας σχῆμα μετέχει τοῦ ἀγαθοῦ, εἰ καὶ μὴ ὄντος, ἀλλὰ τοῦ δοκοῦντος· τοῦτο γάρ ἐστι τὸ ἀμυδρὸν τῆς ὄντων φιλίας ἀπήχημα. Καὶ ὁ τῷ θυμῷ ἀποχρώμενος μετέχειν λέγεται τοῦ ἀγαθοῦ ἐν τῷ πρὸς διόρθωσιν κινεῖσθαι τῶν δοκούντων κακῶν. Οὕτω καὶ ὁ τῆς κακίστης ζωῆς ἐφιέμενος μετέχει τοῦ ἀγαθοῦ ἐν τῷ τῆς δοκούσης αὐτῷ ἀρίστης ζωῆς ἐφίεσθαι. Καὶ ὁ τὸ κακὸν δὲ μετιὼν ἐν τῷ δοκαῖν καλὸν ποιεῖν μετέχει τοῦ ἀγαθοῦ. Ὡστε, ἂν πάντη τὸ ἀγαθὸν ἀνέλῃς, ἀνεῖλες καὶ πάντα. Ὡστε καὶ τὸ ἐκ φθορᾶς γίνεσθαι γένεσιν, ὃ ἀνωτέρω ἵλεγεν, οὐκ ἱστι κακοῦ δύναμις, ἀλλ´ ἀγαθοῦ ἥττονος ἐπικράτησις. Ὥσπερ καὶ ἡ ὑγίεια τάξις ἐστὶ καὶ συμμετρία τῶν κράσεων, ἡ δὲ νόσος ἔλλειψις τῆς τοιαύτης τάξεως, πλὴν δὲ οὐ πάσης, ἀλλά τινος· εἰ γὰρ πάσης, φθαρήσεται ἂν τὸ ζῶον, καὶ ἡ νόσος οὐχ ὑποστήσεται. στι τοίνυν ἡ νόσος ἀπουσία ὑγιείας, σύστασιν ἔχουσα τὴν ἐλαχίστην τάξιν· ἂν μὴ γὰρ ἀποφύγῃ ὑγίεια, οὐκ ἂν συσταίη ἡ νόσος, παρυφισταμένη ἐν τῷ τὴν ἕξιν ἀποδιίστασθαι, οὐδὲνικωμένη ὑπὸ τῆς νόσου ἡ ὑγίεια ἄπεισιν· οὕτω γὰρ ἂν εἶχεν ἡ νόσρς καὶ τὴν πρωτίστην τάξιν. Ἀλλ´ ἡ τῆς ὑγιείας στέρησις νόσος ἀστί· διὰ τοῦτο γὰρ εἶπε καὶ παρυφισταμένη· οὐδὲ γὰρ ἔχει ὑπόστασιν, ἀλλ´ οἷον παρυπόστασιν ἐν τῷ τὴν ὑγίειαν ἀπεῖναι, ὥσπερ τὸ σκότος τῇ τοῦ φωτὸς ὑποχωρήσει παρυφίσταται. Τὸ γοῦν πάντη τοῦ ἀγαθοῦ ἄμοιρον οὐκ ἔστι, τὸ δὲ μετέχον καὶ ἀγαθοῦ, κατὰ τὸ ἀγαθὸν, καὶ καθ´ ὅσον μετέχει τοῦ ἀγαθοῦ, ἢ μᾶλον ἢ ἦττόν ἐστι, καὶ ἐν τοῖς οὖσίν ἐστιν. Ὁμοίως πάλιν καὶ ἐπὶ τοῦ αὐτὸ εἶναι κατὰ ἀπόφασιν· τὸ γὰρ μηδαμῆ μηδαμῶς ὃν, ὅπερ ἂν καὶ λέγοιτο καὶ αὐτὸ αἶναι κατὰ ἀπόφασιν, οὐκ ἔσται. Τὸ δὲ πῆ μὲν ὃν, πῆ θὲ μὴ ὃν, καθ´ ὅσον τοῦ ὄντως ὄντος ἀποπέπτωκεν, οὐκ ἔστι καὶ ἐν τῷ ποσῶς εἶναι, καὶ τὸ μὴ ὃν αὐτοῦ διακρατεῖται καὶ διασώζεται· τοῦτο γὰρ ἔλεγε καὶ πρότερον, ὅτι καὶ τὰ ἐστερημένα δυναμοῖ κατὰ τὸ ὅλως εἶναι. Τὸ γοῦν πάντη κακὸν οὐκ ἕστι· τὸ δὲ πῆ μὲν ἀγαθὸν, πῆ δὲ οὐκ ἀγαθὸν, τοῦτό ἐστι το τινι μαχόμενον ἀγαθῷ, κρατεῖται δὲ καὶ αὐτὸ καὶ συνέχεται παρὰ τοῦ ἀγαθοῦ τῇ ποσῶς μετουσίᾳ αὐτοῦ. Κἂν γὰρ τὴν δειλίαν εἴποις, κἂν τὸ θράσος, ἔχουσι καὶ ταῦτα ἐξ ἀγαθοῦ μοῖραν· ἡ μὲν τὸ προνοητικὸν καὶ φιλόζωον, τὸ δὲ τολμηρὸν καὶ πρὸς τοὺς κινδύνους ἕτοιμον. Πάντη γὰρ ἀπελθόντος τοῦ ἀγαθοῦ, τὸ ἐναπομεῖναν οὔτε καθόλου ἀγαθὸν ἔσται, οὔτε μικτὸν, οὔτε μὴν αὐτόκακον. Τὰ γοῦν δύο παρέδραμε. Πῶς γὰρ καθάλου ἔσται ἀγαθὸν, ἐξ οὗπερ ἀπῆλθε τὸ παντελὲς ἀγαθόν; πῶς δὲ πάλιν αὐτόκακον ἔσται, ἐπειδὴ πάντα τὰ ὄντα τοῦ ἀγαθοῦ μετέχοντά εἰσι; τοῦτο δὲ παντελῶς ἀπέχει τοῦ ἀγαθοῦ. Τὸ δὲ, ὅτι οὐ μικτὸν ἐναπολειφθήσεται ἐν τῇ παντελεῖ ἀπουσίᾳ τοῦ ἀγαθοῦ, ἀποδείκνυσι λέγων οὔτως· Εἰ δώσομεν, ὅτι ἐν τῇ παντελεῖ ἀπουσίᾳ τοῦ ἀγαθοῦ τὸ ἐναπομεῖναν κακὸν ἀτελές $0=3 $8=403 $9=1 ἐστιν ἀγαθόν, μένει λοιπὸν ἐν αὐτῷ τι ἀγαθόν· ἀλλ´ οὖν ἐν τῇ παντελεῖ ἀπουσίᾳ τοῦ ἀγαθοῦ καὶ τὸ τέλειον καὶ τὸ ἀτελὲς ἀπέσται, καὶ πῶς ἔσται τοῦτο ἀτελὲς ἀγαθόν; τότε γὰρ μόνον ὀφθήσεται τὸ κακὸν ἀτελὲς ἄγαθὸν, ὅτεοὐ γίνεται παντελὴς ἀπουσία τοῦ ἀγαθοῦ. Ἀλλὰ τὸ τοιοῦτον τοῖς μὲν τῶν ἀγαθῶν ὡς κακὸν ἐναντιοῦται, τῶν δὲ ὡς ἀγαθὸν ἐξήρτηται· μάχεσθαι γὰρ ἐν πᾶσι τὰ αὐτὰ κατὰ τὰ αὐτὰ ἀδύνατον. Οὐκ ἄρα ὃν τὸ αὐτόκακον. ἔΧΧΙ. Ἀλλ´ οὐδὲ ἐν τοῖς οὖσίν ἐστι, καθὼς ἀποδείξει δι´ ὑποθετικοῦ συλλογισμοῦ κατὰ τὸν διαζευκτικὸν σύνδεσμον. Εἰ γὰρ ἐν πᾶσι τοῖς οὖσι τὸ ἀγαθὸν, τὸ κακὸν ἢ ἐν τοῖς οὖσιν οὐκ ἔσται, ἢ ὃν ἐν τῷ ἀγαθῷ ἐστιν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, ὅτι ἐστὶν ἐν τῷ ἀγαθῷ· τὸ πρότερον ἄρα, ὅτι οὐκ ἔστι τὸ κακὸν ἐν τοῖς οὖσι. Τὴν γοῦν πρόσληψιν κατασκευάζει ἐκ παραδείγματος, λέγων· Ὅτι καὶ γὰρ οὐδὲ ἐν τῷ πυρὶ τὸ ψυχρὸν, οὐδὲ τὸ κακύνεσθαι ἐν τῷ καὶ τὸ κακὸν ἀγαθύνοντι. Εἰ γὰρ ἔσται, πῶς ἔσται ἐν τούτῳ; εἰ μὲν ὡς ἐξ αὐτοῦ ὑποστὰν ἄτοπον, σὐ δύναται γὰρ ἀγαθὸν δένδρον καρποὺς πονηροὺς ποιεῖν, κατὰ τὰ ἰερὰ Εὐαγγέλια. Οὐδὲ μὴν τὸ ἀνάπαλιν, ὅτι τὸ ἀγαθὸν ἐκ τοῦ κακοῦ· καὶ τοῦτο γὰρ ἄτοπον καὶ ἀδύνατον. Εἰ δὲ οὐκ ἐξ αὐτοῦ, ἐξ ἄλλης δηλονότι αἰτίας ὑφίσταται, καὶ ἰδοὺ δύο ἀρχαὶ καὶ αἰτίαι. Πᾶσα δὲ δυὰς οὐκ ἔστιν ἀρχή· ἡ μονὰς γὰρ ἔσται καὶ τῆς δυάδος ἀρχή. Ταῦτα δὲ πάντα κατὰ Μανιχαίων λέγονται, ἐπεὶ ἢ δυὰς οὐκ ἀρχὴ, μονὰς δὲ πάσης δυάδος ἀρχή. Πάλιν ἄτοπον ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ δύο ἐναντία, τὸ ἀγαθὸν καὶ τὸ κακὸν, προῖέναι, ὡς ἐντεῦθεν καὶ τὴν ἀρχὴν εἶναι μὴ ἁπλῆν, ἀλλὰ δυοειδῆ· καὶ ἢ ἐναντίαν ἑαυτῇ, καθὸ τὰ ἐναντία προΐεται· ἢ ἠλλοιωμένην, ὡς ἄλλοτε μὲν παράγειν τὸ ἀγαθὸν, ἄλλοτε δὲ ἀλλοιωθεῖσαν παράγειν τὸ κακόν. Εἰ οὖν τὸ ἓν ἄτοπον διὰ ταῦτα, τί δὴ εἶεν ἄν αἱ ἀρχαί; καὶ πάλιν δύο ἐναντία; ἀλλ´ ἄτοπον· οὐτε γὰρ ἐν ἀλλήλαις εἶναι ταύτας εἰκὸς, οὔτε μὴν μαχομένας ἀλλήλαις· καὶ γὰρ ἔσται καὶ ὁ Θεὸς οὐκ ἀπήμων, καὶ οὐκ ἐκτὸς ἐπηρείας καὶ ἐνοχλήσεως. Ἔπειτα ἔσται πάντα ἄτακτα καὶ μαχόμενα, τὰ μὲν ὑπὸ τοῦτο, τὰ δὲ ὑπὸ τοῦτο ὅντα· ἀλλὰ τοῦτο ἀδύνατον, φιλίας γὰρ τὸ ἀγαθὸν μεταδίδωσι, καὶ αὐτοειρήνη ὁ Θεὸς ὑμνεῖται· διὸ καὶ πάντα τὰ ἀγαθὰ ἐναρμόνιας τὰ ακὰ σκεδαστικά· κακὸν γὰρ ἀπὸ τοῦ χάζω τὸ ὑποχωρῶ λέγεται· καὶ μιᾶς ζωῆς τῆς θείας ἔκγονάἐστι, καὶ πρὸς ἓν τείνουσι τὸ ἀγαθόν. Ὥστε οὔτε ἐν Θεῷ, αὔτε ἔνθεον, οὕτε ἐκ Θεοῦ τὸ κακόν· ἢ γὰρ οὐκ ἀγαθὸςκαὶ οὕτως ἐξ ἐκείνου ἐστὶ τὸ κακ ν, ἢ ἀγαθοποιεῖ, καὶ οὐκ ἐκ τούτου ἐστίν. Οὐδὲ γὰρ ποτὲ μὲν ἀναθὸν παράξει, ποτὲ δὲ κακόν· ἀλλοίωσιν γὰρ παίσεται, καὶ ταῦτα περὶ αὐτὸ τὸ θειότατον, τὴν αἰτίαν. $0=3 $8=404 $9=1 Εἰ δὲἕτερόν ἐστι Θεὸς, καὶ ἕτερον ἐν αὐτῷ ἡ τοῦ ἀγαθοῦ ὕπαρξις, κατὰ συμβεβηκὸς ἂν εἴη τὸ ἀγαθὸν τῷ Θεῷ ὥστε καὶ ποτὲ μὲν ἔσται Θεὸς ἔχων τὸ γνώρισμα τῆς θειότητος, τὰγαθὸν, ποτὲ δὲ οὐκ ἔσται, ἀποβαλὼν αὐτό. Καὶ εἰ μεθέξει τοῦ ἀγαθοῦ, ἐξ ἐτέρου μεθέξει καὶ ποτὲ, ποτὲ δὲ οὐ μεθέξει, ἀλλὰ τοῦ κακοῦ μεθέξει· ὥστε καὶ μετέχων τοῦ ἀγαθοῦ, τὸ ἀγαθὸν παράξει, μὴ μετέχων δὲ τούτου, τὸ κακὸν, ὅπερ ἄτοπον. Οὐκ ἄρα ἐκ Θεοῦ ἢ ἐν Θεῷ τὸ κακὸν, οὔτε ἀπλῶς, οὔτε κατά τινα χρόνον. ξΧΧΙ. Ἔτι δὲ οὐδ´ ἐν ἀγγέλοις ἐστὶ τὸ κακόν· ὁ γὰρ ἄγγελος εἰκών ἐστι τοῦ Θεοῦ, ἐκεῖνο ὢν δευτέρως κατὰ μέθεξιν, ὅπερ πρώτως κατ´ αἰτίαν τὸ ἀγγελλόμενον, φανέρωσις τοῦ ἀφανοῦς φωτὸς, καὶ ἕσοπτρον διειδέστατον, εἰσδεχόμενον τὰς τῆς ὡραιότητος ἐμφάσεις· καὶ ἀμιγῶς πρὸς τὸ κακὸν, ἥγουν ἀγαθοειδως ἀναλάμπον ἐν ἑαυτῷ τὸ ἀγαθὸν τῆς κρυφίας σιγης· οὐκ ἄρα οὐδὲ ἐν ἀγγέλοις ἐστὶ τὸ κακόν. Ἐν ἀδύτοις δὲ σιγὴν, τὴν θείαν φησὶ κρυφιότητα· σιγῶνται γὰρ καὶ τὰ ἄτιμα δι´ αἰσχρότητα, σιγῶνται δὲ καὶ τὰ ἔντιμα καὶ τὰ θεῖα διὰ τιμιότητα, καὶ τοῦ μὴ ἔχειν ἐξαγγεῖλαι ταῦτα ἐν ἀδύτοις κείμενα· ὅπου νοῦς οὐ διεισδύνει, κἂν λίαν καθαρὸς ᾗ, καὶ δι´ ἁγιότητα διαβατικώτατος. Ἀλλ´ εἴποι τις, ὅτι κακοὶ οἶ ἄγγελοι, ὡς κολαστικοί. Λύει γοῦν τὴν ἀντίθεσιν φιλοσοφώτατα· πρῶτον μὲν ἀπὸ τῶν ἱερέων τῶν ἀπειργόντων τοὺς ἀναξίους τῶν θείων μυστηρίων· ἔπειτα λέγει, ὅτι οὔτε αὐτὸ τὸ κολάζεσθαί τινα, κακόν· παίδευσις γάρ ἐστι, καὶ ἡ παίδευσις ἀγαθὸν, οὔτε οἱ κολάζοντες κακοί· εἴρηται γάρ· θὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· διάκονος γάρ ἐστι Θεοῦ εἰς ὀργὴν τῷ τὸ κακὸν κράσσοντι. Λοιπὸν εἰσβάλλει εἰς τὴν λύσιν τῆς προκειμένης ἀπορίας, καὶ φησιν, ὅτι οὐδὲ οἱ δαίμονες φύσει κακοί. Τοῦτο γοῦν ἐκ πλειόνων κατασκευάζει· πρῶτον μὲν, πῶς ἔμελλον παραχθῆναι ἐξ ἀγαθοῦ ποιητοῦ, καὶ ἄλλο, ὅτι καὶ ἐξ ἀγαθῶν μετέβαλον· αἱ γοῦν κατ´ ἀλλοίωσιν μεταβολαὶ οὐ κατ´ οὐσίαν εἰσὶν, ἀλλὰ κατὰ τὸ ποιὸν, ὥσπερ αἱ κατὰ αὔξησιν καὶ μείωσιν, κατὰ τὸ ποσόν· ἡ δὲ κατ´ οὐσίαν μεταβολὴ, ἢ γέννησίς ἐστιν, ἢ φθορά. Ἐπεὶ οὖν ὄντες μετέβαλον, ἔδει, εἰ κατ´ οὐσίαν μετέβαλον, φθαρῆναι, καὶ εἰς τὸ μὴ ὃν ἐλθεῖν· ἀλλ´ ἰδού εἰσιν οὐσίαι ἄὖλοι, εἰ καὶ κατ´ ἄλλον τρόπον οὐκ εἶναι λέγονται, καθὸ κακοί. Σὺ δὲ σημείωσαι, ὅτι ἄλλο ἐστὶ τὸ εἰς τὸ μὴ ὃν ἐλθεῖν καὶ φθαρῆναι, καὶ ἄλλο μὴ εἶναί τι. Ὡς γὰρ ἡ γένεσις, ἡ μὲν ἀπλῶς ἐστιν, ὡς ἡ κατ´ οὐσίαν· ἡ δὲ κατά τι, ὡς ἡ κατ´ ἀλλοίωσιν, οὕτω καὶ ἡ φθορὰ, ἡ μὲν ἀπλῶς, ἡ κατ´ οὐσίαν, ἡ δὲ κατά τι, ἡ κατ´ ἀλλοίωσιν. Τὴν γοῦν ἀλλοιωτικὴν φθορὰν πεπονθότες, οὐκ εἶναι λέγονται· τὴν δὲ κατ´ οὐσίαν μὴ γνόντες,θνατοι γὰρ, οὐ λέγονται φθαρῆναι καὶ εἰς τὸ μὴ ὃν ἐλθεῖν. $0=3 $8=405 $9=1 ΧΚΙ. Ἔπειτα διαιρῶν ὁ ἅγιος ἐρωτᾷ· Κακοὸ ὄντες, ἐαυτοῖς εἰσι κακοὶ, ἢ ἑτέροις; Εἰ μὲν ἐαυτοῖς, πεται τὸ φθείρειν ἑαυτούς·φθοροποιὸν γὰρ τὸ κακόν· ἀλλ´ οὐδ´ ἐστὶ τοῦτο. Εἰ δ´ ἑτέροις,άλιν διαιρεῖ. Τί φθείροντες; οὐσίαν; δύναμιν; ἢ ἐνέργειαν Δυνάμεως δὲ πρὸς τὴν ἐνέργειαν τοιαύτη ἐστὶ διαφορὰ, ὡς τῆς ἔξεως πρὸς τὴν καθ´ ἕξιν ἐνέργειαν· οἷον πυρὸς δύναμις ἡ θερμαντικὴ, ἐνέργεια δὲ, ὅτε θερμαίνει τι. Εἰ οὖν οὐσίαν φθείρουσι, πρῶτον μὲν, ἐπεὶ τὰ φύσει ἄφθαρτα οὐ φθείρουσιν, ἀλλὰ τὰ φύσει φθαρτὰ, ἃ καὶ χωρὶς τούτων ἔδει φθαρῆναι, οὐ ποιοῦσι τὸ παρὰ φύσιν, ἀλλὰ τὸ κατὰ φύσιν τοῖς πράγμασιν. Ἔπειτα δὲ τοῦτο οὐ πάντη κακὸν ἔνι, κατὰ τοῦτο μόνον κακὸν, ὅτι πρὸ τῆς νομιζομένης ὥρας γίνεται ἡ φθορά· οὐδὲ παντὶ, Κστι γὰρ καί τισι καλὸν, ὡς ἐπὶ θηρίων, καὶ ἑρπετῶν, καὶ βοτανῶν ὀλεθρίων. Λύσας οὖν κατὰ ἀντιπαράστασιν, ἤδη λύει καὶ κατὰ ἔνστασιν, ὅτι οὐδέ τι τῶν ὄντων φθείρεται καθὸ οὐσία, ἤγουν εἰς τὸ μηδαμῆ μηδαμῶς προχωρεῖν· ἀλλὰ τῇ ἐλλαίψει τῆς κατὰ φύσιν τάξεως ἐξασθενεῖ εἰς τὸ ὡσαύτως ἔχειν. Ἡ δὲ ἀσθένεια οὐκ ἔστι παντελὴς φθορά· εἰ γὰρ παντελὴς, ἀπολομένων ἑκείνων περὶ ἃ ἡ φθορὰ, καὶ ἡ φθορὰ Ἀν ἐπιλελοίπει. Ὡστε ἡ ὥλειψις τῆς τάξεως οὐ τοιοῦτον κακὸν, ἤγουν παντελῶς κακὸν, ὅπερ ἐν τοῖς οὗσιν οὐκ ἔστιν, ἀλλ´ ἐλλιπὲς ἀγαθόν. Οὗτος ὁ λόγος ἕσται καὶ περὶ τῆς δύναμεως καὶ περὶ τῆς ἑνεργείας· κὲ γὰρ ἐφθείρετο παντελῶς τὸ ὑποκείμενον ἐν ἦ ἡ δύναμις οὐδὲ ἡ ἐνέργεια, μὴ μόνον οὐδὲ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἦν, ἀλλ´ οὐδὲ αὐτὴ ἡ φθορά. Εἰ δὲ ἐσώζετο μὲν τὸ ὑποκείμενον, ἀπώλετο δὲ ἡ δύναμις καὶ ἡ ἐνέργεια, οὐκ ἦν παντελῶς κακὸν ἡ φθορὰ, ὡς μὴ παντελῶς φθείρουσα, ἀλλὰ μόνην τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. Πολλάκις δὲ ἔμελλεν ἡ φθυρό εἶναι καὶ ἀγαθόν· εἰ γὰρ ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν ἀναθῶν ἦσαν, ἧν ἂν φθορὰ τῶν κακῶν· εἰ δὲ ἐκεῖνα τῶν κακῶν ἦσαν, ἦν ἂν ἡ φθορὰ ἀγαθὸν, ὡς ἐῶσα μὲν τὸ ὑποκείμενον, φθείρουσα δὲ τὴν κακὴν ἕξιν καὶ τὴν ἐνέργειαν. Εἶτα οἱ δαίμονες, ὡς ἐκ Θεοῦ ποῦ ἀγαθοῦ γεγονότες, οὐ κακοί· ἀλλὰ μὴν εἴποι τις, ὅτι κακοὶ, φημὶ κἀγώ· ἀλλ´ οὐ καθό εἰσι τόδε, ἀλλὰ καθὸ οὐκ εἰσὶ τόδε, δηλονότι ὡς ἐπλάσθησαν. Διότι παρήχθησαν καὶ αὐτοὶ εἰς πᾶν ἔργον ἀγαθόν· ἀλλ´ ἠσθένησαν εἰς τὸ τηρῆσαι τὴν ἑαυτῶν ἀρχὴν, καὶ τὴν εἰς τὸ εἶναι παραγωγήν· ἐν οὐδενὶ γὰρ ἄλλῳ κακοί εἰσιν, εἰ μὴ ἐν τῇ παύσει τῆς ἕξεως τῶν ἀγαθῶν, καὶ ἐν τῷ μὴ ἐνεργεῖν τὸ ἀγαθόν· ὥστε κατὰ προαίρεσίν εἰσι κακοί, ἀλλ´ οὐ κατὰ φύσιν· ἦσαν γὰρ ἂν ἀεὶ καφρί Καὶ πάλιν εἰ ἀεὶ κακοὶ οὐ κακοί· καὶ συνάγςται, ὅτι εἰ κατὰ φύσιν κακοὶ, οὐ κακοί· ἄτακτον γάρ· τὸ κακὸν δὲ τὸ ἀεὶ ὡσαύτως ἔχον. οὐ κακὸν, τὸ γὰρ ἀεὶ ταὐτὸν, τοῦ ἀγαθοῦ ἵδιον· τὸ γαρ ἀγαθὸν συντηρητικόν ἐστι τοῦ ταὐτοῦ, ὥσπερ τὸ κακὸν διαλυτικόν. Εἰ δὲ οὐκ ἀεὶ κακοὶ,ρηνται γὰρ ἀγαθοὶ παραχθέντες· οὐ φύσει κακοὶ, ἀλλὰ καθό εἰσι καὶ ζῶσι καὶ νοοῦσι, τοῦ ἁγαθοῦ μετέχουσιν, ἦἧς δὴ ζωῆς καὶ ἐφίενται· κακοὶ δὲ λέγονται, διὰ τὸ ἀσθενεῖν περὶ τὴν κατὰ φύσιν ἐνέργειαν, καὶ ἐκρῆναι τῶν προσηκόντων. $0=3 $8=406 $9=1 Ἄλλως τε· Τί τὸ ἐν δαίμοσι κακόν; εἴποι τις ἄν· Θυμὸς ἄλογοςρηται γὰρ ἐν ἡμῖν καὶ ἔλλογος ὁ κατὰ τοῦ ἐχθροῦ καὶ τῆς ἀμαρτίας·] καὶ ἀνόητος ἐπιθυμίαρηται γὰρ καὶ ἐπ´ ἄλλοις ἐπιθυμία ἔννους· Ἐπιθυμίᾳ ἐπεθύμησα, καὶ, ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων ὁ Δανιήλ· καὶ φαντασία προπετὴς, ἐκεῖνα φανταζομένους ὧν ποτε εἰς ἕξιν οὐκ ἐλεύσονται· ἔστι γὰρ καὶ φαντασία οὐ προπετὴς, καθ´ ἡν κααπτόμεθα τῶν ὄντων καὶ δυνατῶν. Ἐπεὶ οὖν τὰ τοιαῦτα, εἴτε τις εἴποι τὰ κρείττω καὶ παρὰ τοῖς ἀγαθοῖς ἀνδράσιν, εἴτε τὰ χείρω καὶ παρὰ τοῖς δαίμοσιν, ἐφ´ ἑτέρων ζώων συστατικαὶ δυνάμεις εἰσὶ, καὶ οὐχ ἡ ἕξις τούτων, ἀλλ´ ἡ ἀναίρεσις φθορά· ἀναιρεθέντος γὰρ τοῦ θυμοῦ, τῆς φαντασίας καὶ τῆς κπιθυμίας, οὐδὲ ζῶον ἔσται· διὰ ταῦτα οὐ κακὰ ταῦτα, ὥστε οὐδὲ ἐν τοῖς δαίμοσι παντελῶς κακὰ ὡς μὴ φθαρτικά· οὐκ ἄρα κακοὶ κατὰ φύσιν, ἀλλ´ ᾗ οὐκ εἰσὶν ἀγαθοί, Καὶ οὐκ ἠλλοιώθη τούτοις τὸ δοθὲν ἀγαβὸν χάρισμα, ὧσπερ τάχα εἰς μεταμέλειαν ἐλθόντος τοῦ Θεοῦ, ὅτι οὔτως αὐτοὺς ἐτίμησε, μὴ γένοιτο! ἀλλ´ αὐτοὶ τοῦ ὅλου ἀποπεπτώκασιν ἀγφθοῦ, μύσαντες αὐτῶν τὰς ἀγαθοπτικὰς δυνάμεις, καθὼς ἔχει καὶ τὸ περὶ τοῦ Ἰσραὴλ εἰρημένον· Τοὺς ὀφθαλμοὺς σὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὡσὶ βαρέως ἡκουσαν, μ ποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι ὐτούς, Διὰ τοῦτο καὶ ἔτι λέγεται ὁ Σατὰν Ἔωσφόρος· καὶ ἐν Εὐαγγελίοις· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστρακὴν ἐκ τοῦ οὐρανοῦ κεσόντα. Περὶ γὰρ τὴν τάξιν αὐτῶν τὴν ἁγγελικὴν καὶ φωτοειδῆ τὴν ἀταξίαν καὶ τὴν φθορὰν ἔσχον ἐκ προαιρέσεως, καθὼς καὶ παρὰ τῷ Ἰεζεκιὴλ εὕρηται· Ἐφθάρη ἡ ἐπιστήμη σου σὺν τῷ κάλλει σου, δηλονότι ἡ φωτοειδὴς ἔξις καὶ ἡ ἀγγελοπρέπεια. Πῶς δὲ τοῦ μὴ ὄντως ἐφιέμενοι, τοῦ κακοῦ ἐφίενται, ἢ δηλονότι, ἀλήθειά ἐστιν ὁ Θεὸς καὶ ὄν; τὸ δὲ τῇ ἀληθείᾳ ἀντικείμενον ψεῦδος, οὔτε ὄν ἐστιν, ἔξω γὰρ τοῦ Θεοῦ παντελῶς, οὔτε εἰκὼν ἀληείας. Ἐπειδὴ δὲ πείθει τινὰς εἶναί τι, ἔσται σκοτεινὸν καὶ ἀμυδρὸν τῶν ὀπωσοῦν ὄντων εἴδωλον· διὸ καὶ ἐνεργείᾳ ἐστὶν εἴδωλον, καὶ ἐνεργείᾳ ψεῦδος, τουτέστιν ἀληθινῶς καὶ ὄντως ψεῦδος, ὅθεν καὶ ἐνεργείᾳ μὴ ὄν. Ὥσπερ οὖν ἐπὶ τῶν ψευδῶς ὄντων τὸ ψεῦδος ἀναιρεθὲν, πᾶσαν τὴν οὐσίαν τοῦ πράγματος ἀναιρεῖ· ροτω καὶ ὁ τοῦ ψεύδους ἐρῶν, ὡς οἱ δαίμονες, τοῦ μὴ Κντος ἐρᾷ, καὶ ἐν τῷ ὄντι, τουτέστιν ἐν τῇ ἀληθείᾳ, σὐχ ἕστηκεν. Οἱ οὖν δαίμονες, καθά φησιν ὁ Κύριος, ψεῦσται ὄντες, καὶ πατέρες τοῦ ψεύδους, τοῦ μὴ ὄντος φίενται, καὶ κακοῦ ἑφίενται. ΧΧΙν. Μεταβαίνει ἐπὶ τὰς λεγομένας κακὰς ἱωὰς, γυμνάζων τὸν λόγον καὶ ἐπὶ τούτων, εἰ δύναται ἐπὶ ταύτης εἶναί τινα οὐσίαν καὶ καθ´ αὐτὸ τοῦ κακοῦ, καί φησιν· Ἀλλὰ τίς εἴποι ψυχὰς κακάς; Καὶ μὴν ἢ ἐν τῷ συγγίνεσθαι ἐτέροις κακοῖς τὸ κακὸν ἡ ψυχὴ $0=3 $8=407 $9=1 ἕξει, ἢ ἀφ´ ἑαυτῆς κακύνεται· εἰ μὲν ἐν τῷ συγγίνεσθαι, ἢ ὡς κακὴ συγγίνεται, τῷ ὁμοίῳ προστρέχουσα, ἢ ὡς ἀγαθὴ, ἵνα τυχὸν ὡφελήσῃ, κατὰ τὸ ἐν τῷ Ἀποστόλῳ λεγόμενον· Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος· καὶ ταῦτα οὐκ ἕστι κακὰ, ἐπεί τοί γε καὶ ἀμφότερα προνοητικῶς τε καὶ σωστικῶς γίνονται, προνοοι μένης τῆς ψυχῆς οἷον ἢ φυλάξαι τὸ κακὸν, ἢ μεταβαλεῖν εἰς τὸ ἀγαθόν. Ἔχει γοῦν καὶ τὸ πρότερον, ὅτι συγγίνεται ὡς κακὴ τοῖς κακοῖς, ἔννοιαν προνοίας καὶ σωτηρίας, φαινομένης δὲ, καὶ μὴ ἀληθινῆς πάντως, ὅτι προνοουμένη ἡ κακὴ ψυχὴ, ἵνα σώζηται τὸ κακὸν οἷς συγγίνεται. Διὰ τοῦτο συγγίνεται ὁ ἐν τοῖς ἁγίοις ἀρχῆθεν λαβὼν, ὅτι ὡς ἀγαθὴ συγγίνεται, ἵν´ ὡφελήσῃ δηλαδὴ καὶ διὰ τοῦτο βλάπτηται· παριδὼν τὸ ἕτερον, τὸ ὡς κακὴ πολλάκις ουγγίνεται τοῖς κακοῖς, ἐπεξεργαζόμενος, ὅτι καλόν ἐστι τοῦτο καθὸ προνοεῖσθαι καὶ σώζειν θέλει τὰ ἀπολλύμενα, εἰ καὶ οὐ δύναται, ἀλλὰ μᾶλλον παραπολαύει τοῦ κακοῦ´ πρὸς τὸ δεύτερον τοῦτο μόνον ἀπαντᾷ, ὅτι· Εἰ ὡς ἀγαθὴ συγγίνεται, ἵν´ ὡφελησῃ, καὶ διὰ τοῦτο βλάπτεται, οὐ κακὸν τοῦτο ἀλλ´ ἀγαθὸν, καὶ ἐκ τὰγαθοῦ τοῦ καὶ τὸ κακὸν ἀγαθύνοντος. Εἰ δὲ μὴ οὕτως, ἀλλὰ τὸ ἔτερον δώσομεν, ὅτι ἀφ´ ἑαυτῆς κακύνεται ἡ ψυχὴ, ἐν τίνι ἄλλῳ κακύνεται πάντως, εἰ μὴ ἐν τῇ ἐλλείψει τῶν ἀγαθῶν; Οὐ μὴν δὲ ἔν τινι ὑποστάσει τῷ κακῷ κακύνεται, καθὼς καὶ τὸ περὶ τὸν ἀέρα ἔχει παράδειγμα· οὔτε γὰρ οὐσία τίς ἐστι τὸ κακὸν, οὔτε δύναμις, οὔτε ἐνέργεια, ἀλλ´ ἔλλειψις καὶ ἐρημία τῆς τελεμώσεως· καὶ ἐφ´ ἡμῖν τὰ πάθη ἄτε λογικοῖς οὖσι καὶ νῷ κυβερνωμένοις, κατ´ ἔλλειψιν τῶν ἀγαθῶν ἐπεισέρχονται· καὶ διὰ τοῦτο, οὐ κακὰ καθ´ αὐτὰ, ὅτι εἰσί τι, κακὰ δὲ, ὅτι οὐκ εἰσὶν ἐν τῷ ἀγαθῷ, ἀλλ´ ἐκείνου ἐλλείπονται. ξ ΧΧθ. Ἐπὶ δὲ τοῖς ἀλόγοις ζώοις τὰ πάθη τοσοῦτον οὐκ εἰσὶ κακὰ ἀπλῶς καὶ ὁλστελῶς, ὥστε καὶ ἐὰν ἀνέλῃς ταῦτα ἀπὸ τῶν ἐχόντων αὐτὰ ζώων, οὐδὲ ζῶα τοιαῦτά εἰσιν οἷα λέγονται· ὥστε, ἐπεὶ μᾶλλον φυλάσσουσι καὶ οὐ φθείρουσι τὴν φύσιν, οὐ κακά· τῆς φύσεως γὰρ φθορὰ ἔλλειψις τῶν φυσικῶν ἕξεων καὶ ἐνεργειῶν καὶ δυνάμεών ἐστι. Καὶ ἐπεί ἐστιν ἡ γένεσις κίνησις, πᾶσα δὲ κίνησις ἐν χρόνῳ ἐστὶ καὶ ἐξ οὐ τελείου εἰς τὸ τελειωθῆναι, οὐδὲ τὸ ἀτελὲς ἄρα παρὰ φύσιν, ἀλλ´ ἐντὸς τῆς φύσεώς ἐστι τῆς πεφυκυίας δέξασθαι τὴν τελειότητα· ὅθεν καὶ τὸ ἀτελές οὐκ ἔστι παντελῶς μὴ ὃν, ἐπεὶ οὐ πάντη παρὰ φύςιν ἐστί. Τοῦτο δὲ λέγει, πρὸς τὸ ἄνω συναρμόζων τὴν ἕννοιαν· ἔλεγε γὰρ ἐκεῖσε, ὅτι εἰ κακύνεται ἡ ψυχὴ, ἐν τῷ πάθει κακύνεται· τὸ δὲ πάθος οὐκ ἐνυπόστατὸν κακόν ἐστιν, ἀλλ´ ἔλλειψίς ἐστι, καὶ ἐρημία τῆς τῶν ἀγαθῶν τελειότητος· αὕτη δὲ ἀτέλειά ἐστι· τὸ κοῦν ἀτελὲς οὐ παρὰ φύσιν ἐστὶν, ἐπεὶ ἐκ τούτοω οὐκ ἐνυπάρχοντος τὸ τέχειον γίνεται. Εἰ γοῦν οὐ παρὰ φύσιν τὸ ἀτελὲς, ὄν ἐστι κατὰ τοῦτο, διότι κατὰ φύσιν ἐστίν. Ἡ γοῦν πᾶσα τῆς περικοπῆς ἔννοια τοιαύτη ἐστὶν, ὅτι εἰ κακύνεται ἡ ψυχὴ, ἐν τῇ ἐλλεήει $0=3 $8=408 $9=1 τῶν ἀγαθῶν κακύνεται, καὶ οὐκ ἕστι κακὸ ἑνύκόστατον, κατὰ ἀντιπαράστασιν λέγων, ὅτε, εἰ Ξταν ἐπὶ πᾶσι, καὶ τὰ πάθη κακά. Ἔπειτα κατὸ Κνστασιν, ὅτι οὐ κακὰ ἐπὶ πάσιν· ἐπὶ γὰρ τοῖς ἀλόγοις τινὰ τούτων. καὶ συστατικὰ τῆς φύσεώς ἐστι, καὶ μᾶλλον διὰ τοῦτο οὐ κακά εἰσι. Λοιπὸν ἐκ τούτων ἐστὶν ἀπορῆσαι, ὅτι ἐπὶ μὲν τῶν λογικῶν, ἱδοῦ ἡ στέρησις τοῦ ἀγαθοῦ, τὸ κακόν ἐστιν, ἢ μὴν ἡ ἀτέλεια· ὅτε δηλαδὴ τὸ ἀγαθὸν οὐ προηγήσεται, ἀλλὰ μένει ἡ ψυχὴ ἔτι ἀτελής· ἐπὶ δὲ τῶν ἀλόγων ζώων, ἐπεὶ οὐκ εἰσὶ δεκτικὰ λόγου, πῶς εἴποιμεν, ὅτι κατὰ ἀπουσίαν τοῦ ἀγαθοῦ τὰ πάθη γίνονταιἈναγκασθησόμεθα τοίνυν ἐντεῦθεν εἰπεῖν, ὅτι εἰσὶ καὶ κακὰ καθ´ ἑαυτὰ, καὶ οὐχὶ τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ παρυφιστάμενα. Ἡ λέγομεν, ὅτι καὶ πάντως οὐκ ἐπὶ τοῖς ἀλόγοις τὰ πάθη, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, κακὰ ὁπωσοῦν τίθησιν, ἀλλ´ οὐ κακὰ, καὶ μᾶλλον συστατικὰ τῶν φύσεων. Ἀναιρεθέντος οὖν τοῦ ἐκλαμβάνεσθαι τὰ πάθη κακὰ ἐπὶ τῶν ἀλόγων, ἀναιρεῖται καὶ ἡ ἀπορία· εἰ γὰρ οὐκ εἰσὶ κακὰ, περιττὸν ζητεῖν εἰ καθ´ αὐτὰ κακά εἰσι, καὶ οὐ κατὰ τὴν τοῦ ἀγαθοῦ ἀπουσίαν· ἱστι γὰρ τοῦ ἀπλῶς ὄντος. Ζητοῦμεν καὶ τὸ, ἢ οὕτως ἢ οὕτως ἐστίν· ἀπλῶς δὲ μὴ ὄντος τοιούτου, περιττὴ καὶ ἀνόητος ἡ ζήτησις. ΚΧvi. Ἔκβαλων τὸ κακὸν ἀπὸ τῶν ἀγγέλων, ἕτι δὲ τὸ παντελῶς κακὸν καὶ ἀπὸ τῶν νοῶν, καὶ ἀπὸ τῶν ψυχῶν, καὶ ἔτι ἀπὸ τῶν δαιμόνων, νῦν ἐκβάλλει αὐτὸ καὶ ἀπὸ τῶν ἄλλων, καὶ πρῶτον ἀπὸ τῆς καθολικῆς τῶν ὄντων φύσεως. Πάντες γοῦν, φησὶν, οἱ τῶν φύσεων λόγοι καὶ αἰτίαι, καθ´ οὓς γεγόνασι καὶ κἰσι, παρὰ τῆς θείας φύσεως ὑπάρχουσιν· ἥντινα καθ.λσυ καλεῖ, ἐπειδὴ ἐξ αὐτῆς ἔφυ τὰ ὅλα. Ὃλην ἄὲ φύσιν, πάντα τὰ ὑπὸ Θεοῦ πλασθέντα ἐκάλεσεν. Οὐδὲν οὖν ἐσιι, φησὶν, ἐν τῇ φύσει ὅπερ ὅλον ὅλοις ἀντίκειται, τὸ γάρ τινι τῶν ὄντων παρὰ τὴν αὐτοῦ φύσιν ἑτέρῳ ἐστὶ φύσις, τοῦτο δὲ ἀγαθὸν, ἡ γὰρ φύσις ἐστοὶν ἀρχὴ κινήσεως καὶ ἡρεμίας· τὸ δὲ κινοῦν ἐστιν ὸ ἀκίνητος λόγος, ἡ θεία τέχνη. Ὡς γοῦν ἐν τοῖς τεχνικοῖς ἀποτελέσμασι τοὺς τῆς τέχνης λόγους ἐν σὐτοῖς μένειν λέγομεν, καὶ πολλάκις βλέποντες ταῦτα, Ὦ οἴα τέχνη! φαμὲν, ἐκθειάζοντες τὸ ὁρώμενον· οὕτω καὶ ἐν τοῖς φυσικοῖς πᾶσιν οἱ λόγοι τῆς δημιουργίας μένουσι. Πῶς γοῦν ἔσται ἐν τῇ καθόλου φύσει τι ἐναντίον; Καὶ οἱ ἐν τοῖς δημιουργήμασι λόγοι τίνι εναντιωθήσονται; Τῷ ποιητῇ; ἀλλ´ οὐκ εὐαγές. Ἀλλ´ ἑαυτοῖς; καὶ οὐδέν τι ὑποστήσεται πώποτε. Ἀλλ´ ἄλλφ τινί; καὶ ἔστιν ἕτερον παρὰ τοῦ καθόλου πρὸς ὃ ἡ μάχη γενήσεται. Οὐκοῦν οὐκ ἔστι τὸ κακὸν, οὐδὲ ἐν τῷ καθόλου. Τοῖς δὲ κατ´ εἷδος τῆς δημιουργίας εἴ τι ἂν καὶ πρόσεστιν ἐναντίον, τοῦτο παρὰ φύσιν λέγεται, καὶ οὐ κατὰ φύσιν· ὡς τὸ φέρεσθαι ἄνω τὸ Ὡδωρ, καὶ κάτω τὸ πῦρ. Τοῦτο δὲ στερήσει φύσεως γίνεται· ὥστε οὐκ ἕστιν ἡ φύσις κακὸν, ἀλλὰ μᾶλλον ἐπήρειά τις φύσεως τὸ κακὸν, ὁ δὴ καὶ παρὰ φύσιν λέγεται. $0=3 $8=409 $9=1 ξ ΧΧvΙ. πΙπὸν ἄὲ ὅτι οὐκ ἕστι τὸ κωεὸν ἐν τῇ φύσει, φησίν ὅτι οὐδὲ ἐν τοῖς φωσικοῖς όν. Ὥσπερ γὰρ κάλλος συμμετρία ἐστὶ μελῶν μετ δχροίας, οὕτως αἴσχος ἀσυμμετρία τῶν αὐτῶν ἐστι. Τὸ δὲ αἴσχος οὐ πάντη κακόν· εἰ γέρ ἐστι παντελὸς λύσις τοῦ εἴδους καὶ τῆς τάξεως, καὶ αὐτὸ τὸ σῶμοἰχήσοται. Ὅτι δὲ οὐδὲ κακίας αἴτιον τὸ σῶμα ψυχῖ, καθώς τινες κακῶς οἰόμενοι αἰτιῶνται τὸν δημιουργὸν, δῆλον ἐκ τῶν δαιμένων, ο τινες, ἀσώματοι ὄντες, τὴν κακίαν προσεκτήσαντο· ἐπὶ πκσι γὰρ τοῦτό ἐστι κακία, ἡ ἀπόπτωσις τῶν οἰκείων ἁγαθῶν. ἔ ΧΧΝΙ. Οὐδὲ ὄλη τὸ κακὸν, ὥς φασί τινες. Πρῶτον μὲν, ὅτι οὐχ εὑρεθήσεται πώποτε γυμνὴ τοῦ εδους ἀνείδεος· μετὰ εἶδους δὴ, ὡς γοῦν μετέχουσα εδους, κόσμου μετέχει καὶ καλλονῆς. Εἰ ἄὲ καθ´ ἐαυτὴν νοήσωμεν ταύτην ἀνείδεον, μηδὲν παθοῦσαν ἢ πάσχουσαν, πῶς δυνατή ἐστιν ἡ ὕλη ποιεῖν κακόν τι, ἡ μηδὲ τὸ πάσχειν ἔχουσα; Εἰδὲ καὶ τὸ Θεῖον, μηδὲν πάσχειν ἔχον, πάντα ποιεῖ, ἀλλ´ ἐκεῖνο ἐξῃρημένον ἐστὶ τῶν φυσικῶν ἀποτελεσμέτων, καὶ εἰ αἴτιον, ἀλλὰ ποιητικόν. Τὸ δὲ ὑλικὸν αἴτιον, ἐν τοῖς ἀποτελέσμασι πεφυκὸς εἶναι, οὐ δράσει ποτὲ τὸ τυχὸν ἐν τοῖς ἀποτελέσμασιν, εἰ μὴ πάθοι πρότερον τὴν εἰδοποίησιν Ταῦτα δὲ πάντα λέγει ὁ ἅγιος, ἐκειδή τινες τῶν φελοσόφων ἐκ τοῦ ἀλόγου τῆς ψυχῆς μέρους ὕλῃ καὶ σώματι μεμιγμένου, ῥεπούσης εἰς τοῦτο τῆς ψυχης. τὰ κακὰ γίνεσθαι. Πάλιν περὶ τῆς ὄλης μάχεται καὶ ποιεῖται τὸν λόγον ἐκ διαιρέσεως. Ἡ γοῦν οὐδαμῆ οὐδαμῶς ἐστι, καὶ οὐδέτερον Κξει, ἢ πῆ ὄν· τὰ δὰ ὄντα ἐκ τοῦ Θεοῦ, καὶ αὐτὸ ὡς ἐκ Θεοῦ, ἀγαθόν. Ἄλλως δὲ δύο ὄντων, τοῦ τε Θεοῦ καὶ τῆς ὕλης, ἐὰν θάτερον. ὑποτεθῇ ἀγαθὸν, θάτορον δὲ κακὸν, συμβήσεται εἶναι ἣ τὸ ἀγαθὸν τοῦ κακοῦ ποιητικὸν, ἢ αὐτὸ τὸ κακὸν, ὡς ἐκ τοῦ ἀγαθοῦ ὃν, ἀγαθόν· ἢ ἀνάπαλιντὸ κακὸν τοῦ ἀγαθοῦ ποιητικὸν, ἢ τὸ ἀγαθὸν, ὡς ἐκ τοῦ κακοῦ, κακόν. Ἡ οὐ γέγονε θάτερον ἐξ ἐτέρου· καὶ ἕπεται δύο εἶναι ἀρχὰς, ὅπερ οὐκ ἐνδέχεται λέγειν. Αὗται δὲ πάλιν ἀναγκαίως ἐπὶ μίαν ἀναχδήσονται, ἐπειδὴ ἀρχὴ ἡ μονὰς, οὐχ ἡ δυάς· κἀκείνη, ῥποία ποτ´ ἂν εἴη, τὰ αὐτὰ παλιν λεχθήσονται. Ἐ γὰρ ἀγαθὴ, καὶ ἀγαθὰ πάντως τὰ ἐξ αὐτῆς· ἢ πῆ μὲν κακὴ, πῆ δὲ ἀγαθή· καὶ ἤδη σύνθετος, καὶ οὐχ ἀπλῆ, οὐδ´ ἀρχὴ, ἀλλ´ ἐκεῖνα ἀρχὴ ἐξ ὧν συνετέθη, καὶ τοῦτο ἐπ´ ἄπειρον. Ἐπειδὴ δὲ ἔνιοι τῶν Ἐλλήνων ἔλεγον, διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὰ ἄστρα μὴ φθείρεσθαι, διὰ τὸ ἐκ τοῦ καθαρωτάτου τῆς ὕλης γενέσθαι· τὰ δὲ καθ´ ἡμᾶς ἐκ τῆς ὑποστάθμης καὶ παχυτέρας, καὶ διὰ τοῦτο φθείρεσθαι ταῦτα, μὴ δυνάμενα ἱδρύσθαι καὶ βεβαίως ἔχειν, φησὶν ὁ ἅγιος. Εἰ δὲ ἀναγκαῖόν φασι τὴν ὕλην πρὸς συμπλήρωσιν κόσμου, πῶς ἡ ὕλη κακόν; Σημείωσαι δὲ, ὅτι τὴν ὕλην ἐξ ὑποθέσεως ἀναγκαῖόν φησιν ὁ Ἀριστοτέλης, ὡς εἴδους ὄντος ἀναγκαῖον εἶναι καὶ ὕλην· ἔνι γὰρ αὶ τὸ εἶδος ἀναγκαῖον. Ἀλλὰ οὗ ἕνεκα; καὶ τὸ τί ἦν εἶναι; ἡ δὲ ὕλη ὑποθετικὸν ἀναγκαῖον, ὡς πρίονος ὑποτεθέντος εἶναι, ἀνάγκη εἶναι σίδηρον, ἄλλως γὰρ οὐ δύναται συσταθῆναι· οὐ μὴν ἐξ ἀνάγκης $0=3 $8=410 $9=1 πστι σίδηρος, κἂν μλλῃ γονέσθαι πριων, κλν μή, Ἐταὶ δὲ ὁ δημιουργὸς παράγει ἐκ κακοῦ τῆς ὕλης, καὶ οὐκ ἐξ ἀγαθοῦ, ἢ ἐπεὶ ἡ ὕλῃ τοῦ εδουε Ἀφίεται, κατ´ αὐτοὺς, πῶς κακὸν τὸ τοῦ καλοῦ ἐφιέμενον; φεύγει γὰρ καὶ μάχεται τὸ κακὸν τῷ ἀγαθῷ. Πῶς ἄλ τὸ κακὸν γεννητικὸν καὶ ποιητικόν ἐστιν, ἐπεὶ λέγουσιν, ὅτι ἡ ὧλη τρέφει τὴν φύσιν, ὥσναρ καὶ ἡ εἰς καῦσιν ἐπιτηδεία ὕλη τὸ πῦρ; Εἰ δὲ εἴποιεν, ἔτι αὐτὴ μὲν ἡ ὕλη κακὸν αὐ ποιεῖ, ἀγαθὴ δὲ ούσα, δύ ναμιν ἐφελκυστίκὴν εἰς τὸ κακὸν, πῶς τοῦτο ἀληθὲς, επεὶ πολλαὶ ψυχαὶ σώματι καὶ ὕλῃ συνδεδεμέναι πρὸς τὸ ἀγαθὸν βλέπουσιν; Οὐκ ἱδει δὲ, εἴπερ ἐξ Ἀνάγκης ἦν τὸ παρὰ τῆς ὕλης ἐφέλκεσθαι, ὥστε τὸ πᾶν ἐκ προαιρέσεώς ἐστιν. Εἰ δὲ λέγει τις, ὅτι τῶν υχῶν ἐκείνας κατάγει ἡ ὕλη, ὅσαι εὔεικτοί εἰσι πρὸς κὐτὴν, ὅσαι δὲ οὓ, οὐ δύναται, ἐπεὶ κἀκεῖνα τῶν πλησιαζόντων καίει τὸ πῦρ. ὅσα ὑπείκοιυσιν ὑπείεει φυσικῇ πρὸς τὸ πῦρ, τὴν δὲ σαλαμάνδραν οὐδ´ ὅλως εαίει, ὥστε ἀναγκαὶα ἡ ὕλη ἐστὶν εἰς τὸ ἕλκειν εἰς κακίαν τῶν μὴ ἐφ´ ἑαυτῶν ἱδρυμένων, πῶς ἢ τὸ καὸν ἀναγκαῖον, ἢ τὸ ἀναγκαῖον κακόν; Τὸ γὰρ ἐξ ἀνάγκης, ὡς κατὰ φύσιν ὃν, οὐ κακόν. Ἄλλως τε καὶ οὐδὲν ἦττον ἐντεῦθεν μᾶλλον συνίσταται ἡ προαίρεσις· παρ´ ἡμῖν γάρ ἐστι καὶ τὸ ἱδρύσθαι ἐφ´ ἑαυτῶν, καὶ τὸ μὴ, ἀλλὰ πρὸς τὰ πάθη χαυνοῦσθαι καὶ ὑποκλίνειν. ἔ ΧΧΙΧ. Ἐπεὶ δὲ ὁ Ἀριστοτέλης μετὰ τῆς ὕλης καὶ τοῦ εἴδους ἀρχὴν τίθησι καὶ τὴν στέρησιν, ἢ δὴ ἐναντία ἐστὶ τῷ εἴδει, καὶ τῇ ὕλῃ ἔνεστι, φησὶν ὅτι καὶ αὐτὴ δὴ ἡ στέρησις οὐ μάχεται τῷ ἁγαθῷ κατὰ τὴν οἰκείαν δύναμιν· ἡ στέρησις γὰρ οὐκ ἕστιν ὑγόστασις· τὸ δὲ μὴ ὑφιστάμενον ποίαν ἕξει τὴν δύναμιν. Εἰ δέ ἐστι μερικὴ, ὡς τόδε μὲν εἶναί τι, τοδε δὲ μὴ εἶναι, ἡ τοιαύτη στέρησις οὐ παντελῶς κακόν· στερήσεως γὰρ μερικῆς οὔσης τοῦ ἀγαθοῦ, οὐχ ὁλοτελῶς πὸ πρᾶγμα κακόν· καὶ γενομένης, ἐπὶ τοσοῦτον λγομεν γίνεσθαι ταύτην, καθόσον τὸ ἀγαθὸν ἐπέρχεται. Τὸ γοῦν οὔσης τέθεικεν ἐπὶ τῶν πάλαι ποτὲ στερηθέντων, τὸ δὲ γενομένης ἐπὶ τῶν ἤδη καὶ προσεχῶς παθόντων τὴν στέρησιν, δηλῶν καὶ ἐξ ἀμφοτέρων, ὅτι τότε ἡ στέρησις παρυφίσταται, ὅτε τὸ ἀγαθὸν ἀπέρχεται ΧΚΧ. Ἔτι συλλογίζεται κατὰ Μανιχαίων, δι´ ὧν ἀποδείκνυσιν, ὅτι οὐκ ἔστιν ὃν τὸ κακόν· εἰ γὰρ καὶ μήπω τις αἷρεσις, ἀλλὰ προφυλακτικῶς ἐνεπνεύσθη τὰ τὴν πλάνην αὐτῶν ἀνατρέποντα. Ἵσως δὲ καὶ πρός πινας τῶν ἔξωθεν δόξας οἱ τοιοῦτοι συλλογισμοί. Λοιπὸν φησιν, ὅτι τὸ ἀγαθὸν ἐκ μιᾶς τῆς τῶν ὅλων αἰτίαςταύτην γὰρ λέγει ὅλην αἰτίαν, τὸ δὲ κακὸν οὐ κατὰ φύσιν, ἀλλ´ ἐκ πολλῶν καὶ μερικῶν ἐλλείεων τοῦ ἀγαθοῦ. Μερικῶν δὲ εἴρηκεν, ἵνα τὸ καθόλου ἀνέλῃ· ἡ γὰρ παντελὴς ἔλλειψις τὸ μὴ εἶναι ἀπλῶς συνίστησιν. Οὐκ ἔστιν ἄρα ὡρισμένον τι τὸ κακὸν, ἀλλ´ ἀόριστον, ὡς ἐκ πολλῶν γινόμενον. Πῶς δὲ τὸ κακὸν ἐκ πολλῶν ἐλλείψεων; ἢ δηλονότι, ἐν ὅσῳ ἐλλείπει $0=3 $8=411 $9=1 τὸ ἀγαθὸν, ἐν τοσούτῳ τὸ κακὸν παρυφίσταται, κατ´ ὀλίγον καὶ ἐν χρόνῳ αἱ ἐλλείψεις, κατ´ ὀλίγον καὶ ἐν χρόνῳ καὶ ἡ τοῦ κακοῦ παρυπόστασις. Ὁ οὖν πρῶτος συλλογισμὸς δυνάμει ὄύο εἰσὶν, ὄτι τε τὸ ἀγαθὸν ὃν, καὶ ὅτι τὸ κακὸν μὴ ὃν συμπεραίνοντες. Εἰσὶ δὲ καὶ οἐ δύο ἐκ μόνης τῆς ἐλάττονος προτάσεως, τὸ ἀγαθὸν ἐκ μιᾶς τῆς τῶνδλων ἀρχῆς, τὸ οὔτως ἔχον ὃν, τὸ ἀγαθὸν ἄρα ὄν· καὶ πάλιν, τὸ κακὸν ἐκ πολλῶν καὶ ἀορίστων ἐλλείψεων, τὸ οὔτως ἔχον οὐκ ὓν, τὸ κακὸν ἄρα οὐκ ὄν. Καὶ τὰ λεγόμενα, φησὶ, κακὰ οἶδεν ὁ Θεὸς ὡς ἀγαθὰ, κακὰ λέγων πολέμους, νόσους παιδευτικὰς, θανάτους, καὶ τὰ τοιαῦτα· νομγονται γὰρ ἡμῖν κακά· εἰσὶ δὲ δυνάμεις ἀγαθοποιοῦ αἰτίας· καὶ γὰρ δι´ αὐτῶν μετάνοια καὶ ἐπίΚγνωσις Θεοῦ καὶ εὐσεβείας τοῖς πλείοσιν ἐγένοντο· καὶ ἐν τοῖς προφήταις ἡ κακία λέγεται. Ἡ καὶ ἄλλως. Αἰτία τοῦ ἑν τῷ ἀσελγαίνειν κακοῦ ἡ ἐπιθυμία ἐστίν· ἀλλ´ αὔτη ἡ ἑπιθυμία δύναμις ἀγαθοποιός ἐστι, λογικοῖς μὲν πρὸς τὸ δι´ αὐτῆς ἀνατείνεσθαι πρὸς τὸ ὄντως ἀγαθόν· ἀλόγοις δὲ πρὸς ὄρεξιν τῶν ἐπιτηδείων τῆς οἰκείας διαμονῆς. Οἶδε γοῦν ὁ Θεὸς, ἤγουν καὶ γινώσκει καὶ οἰκειοῦται τὸ κακὸν, οὐχ ᾗ κακὸν, ἀλλ´ ᾗ ἀγαθὸν· οὐ δὲν ἄρα καθ´ ἑαυτὸ καὶ ὃν τὸ κακὸν, ὡς μηδὲν ἔχειν καὶ ἀγαθὸν, ὅπου καὶ αἱ αἰτίαι τῶν κακῶν ἀγαθοποιοὶ δυνάμεις εἰσίν. Εἰ τὸ κακὸν ἀθδιον, καὶ δύναται καὶ πράττει. Πόθεν ταῦτα τούτῳ; ἢ γοῦν ἐκ τοῦ ἀγαθοῦ, ἢ ἀντιστρόφως, ἐπεὶ καὶ τὸ ἀγαθὸν ταῦτα ἔχει, ἔσται ταῦτα τῷ ἀγαθῷ ἐκ τοῦ κακοῦ; ἀλλὰ μὴν τοῦτο οὐκ εὐαγὲς τὸ τελειοῦσθαι τὸ ἀγαθὸν ἐκ τοῦ κακοῦ, ἄρα γοῦν ἕσται τὸ πρῶτον. Ἀλλὰ μὴν τὰ ἐκ τοῦ ἀγαθοῦ διδόμενα ἀγαθὰ ἔμελλον ἀγαθοποιῆσαι τὸ κακόν· πῶς γοῦν οἰένει καὶ πάλιν κακόν; Ἡ γοῦν οὐχ οὕτως, ἀλλ´ ἀμφοῖν τούτοιν καὶ τῷ ἁγαθῷ καὶ τῷ κακῷ ταῦτα ἐξ ἄλλης αἰτίας. Καὶ τίς ποτ´ ἃν εἴη αὕτη; καὶ εἰ ἔστι, ποταπή ἐστι· Καὶ πάλιν ἐκεῖσε ταῦτα ἅπερ καὶ ἐνταῦθα ῥηθήσονται. Οὐκ ἄρα τὸ κακὸν αὐθόπαρκτον. Ἔτι, ἕπεται τῷ κατὰ φύσιν τὸ ὡρισμένον· ὅρος γάρ ἐστι καὶ ὁ ἐρμηνευτικὸς λόγος τῆς οὐσίας τῶν πραγμάτων, καὶ τὸ τί ἦν εἶναι δηλῶν. Πᾶν οὖν κατὰ φύσιν ἐξ αἰτίας ἐστὶν ὡρισμένης, δι´ ἣν αἰτίαν γίνεται τὸ γινόμενον. Εἰ οὖν τὸ κακὸν ἀναίτιόν ἐστινοὐ γὰρ διά τι γέγονεν, εἰκότως καὶ ἐν ἀοριστίᾳ, οὐ γάρ ἐστιν αὐτοῦ λόγος τὸ τί ἦν εἶναι ἑρμηνεύων· ἐξ ἀνάγοης ἄρα οὐδὲ κατὰ φύσιν τὸ κακόν. Εἰ οὖν παρὰ φύσιν, οὐχ ἕξει ἐν τῇ φύσει λόγον, ὥσπερ οὐδὲ ἐν τῇ τέχη ἡ ἀτεχνία· πᾶν δὲ τὸ μὴ ἔχον λόγον ἐν τῇ φύσει οβτε ἐστὶν, οὔτε συνίσταται, ἀλλὰ τῇ ἐλλείψει τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν γίνοται. Ἑτι, ἡ ψυχὴ ἡ φύσει κακὴ, ὡς τὸ πῦρ θερμὸν, ἢ αἱ ἐνέργειαι αὐτῆς πάντη καὶ ὀλοτελῶς κακαί. Ἀλλ´ οὔτε τὸ πρῶτον, τὸ γὰρ ἀγαθὸν οὐκ ἔμελλε παράξαι φύσει κακόν· οὔτε τὸ δεύτερον, πόθεν γὰρ αἱ ἀρεταί· Λείπεται ἄρα. ὅτι τὸ κακὸν οὐκ ἔστιν αὐθύπαρκτον, ἀλλὰ τοῦ ἀγαθοῦ ἔλλειψις. Οὗτος ὅλος ὁ νοῦς τοῦ ῥητοῦ. Ὁ δὲ ἅγιος κατ´ ἐρώτησιν τὸν λόγον προαγσγάτ, $0=3 $8=412 $9=1 Ἀρα ἡ ψυχὴ τῶν κακῶν αἰτία; οὐ κατὰ διαίρεσιν τὴν ἐρώτησιν ἐποιήσατο, ἵνα ἦν τὸ ἢ διαζευκτικὸν εἰς τὸ, Ἡ ἀγαθὴ μέν ἡ ψυχ· ἀλλ´ εὐθὺς ἐνέστη πρὸς τὴν ἐρώτησιν, καὶ τέθεικε τὸ ἢ διασαφητικὸν, λέγων· Ἡ δηλονότι ἀγαθὴ μὲν ἡ φύσις τῆς ψυχῆς, ταῖς δὲ ἐνεργείαις ποτὲ μὲν καλῶς ἔχει, ποτὲ δὲ οὐ καλῶς· ὅπερ ἐστὶ τὸ μεταβλητὴν αὐτὴν εἶναι. Θεὶς γοῦν τοῦτο ὡς ἀληθὲς, καὶ διασαφήσας, πρὸς τὸ πρῶτον μάχεται, ὅτι οὐ φύσει κακὴ, ἢ αἰτία κακῶν ἡ ψυχή. ΧΧΧΙ. Ἔτι, τῷ ἀγαθῷ τὸ κακὸν ἐναντίον· τοῦ γοῦν ἀγαθοῦ αἴτιον ἓν, τοῦ δὲ κακοῦ πολλά, Σημείωσαι δὲ, ὅτι ἐπὶ τοῦ ἁγαθοῦ τὸ αἴτιον μὴ μόνον ἐστὶ λέγειν τὸ ποιητικὸν, ἀλλὰ καὶ τὸ εἰδικὸν, καὶ τὸ τί ν εἶναι, καθὼς καὶ ἀνωτέρω ἔλεγε, καθὸ λέγεται καὶ ὡρισμένον. Ατια δὲ τοῦ κακοῦ ἐπεὶ οὐκ ἔγομεν εἰπεῖν εἰδικὰὐδὲ γάρ ἐστί τι κατὰ φύσιν τὸ κακὸν, ὡς ἃν καὶ ὁρισθείη καὶ εἰδοποιηθείη, καὶ τὸ τί ἦν αἶναι ἕξει· διὰ τοῦτο οὐ τὰ εἰδικὰ, ἄλλὰ τὰ ποιητικὰ βούλεται λέγειν· ταῦτα δέ εἰσιν ἅπερ ἀνωτέρω ἐλλείψεις μερικὰς ἔφη. Εἶτα ἵνα μή τις ὑπολάβῃ, ὅτι τὰ ποιητικὰ ταῦτα τῶν κακῶν δυνάμεις εἰσὶ καὶ λόγοι καὶ εἴδη, καθ´ οὓς εἰδοποιηθείη, φησὶν, ὅτι οὐ δυνάμεις εἰσὶν, ἀλλ´ ἀδυναμία καὶ μίξις τῶν ἀνομοίων ἀσύμμετρος. Ἐλλείμματος γὰρ ἐπισυμβάντος τῷ ὑποκειμένῳ κατὰ τὴν ἀρετὴν, ἱδοὺ παρυφίσταταί τις κακία, καὶ ἕτι πλείων, καὶ ὅτι πλείων, καὶ τοῦτο ἐπ´ ἄπειρον, καὶ τὸ παντελὲς ἡ κακία οὐχ ἕξει ποτέ. Καλῶς δὲ τέθειται τὸ ἀσύμμετρος· ἡ γὰρ σύμμετρος μίξις τῶν ἀνομοίων εἰδοπεποιημένον τί ἐστι καὶ ὡρισμένον, καὶ διὰ τοῦτο αὕτη οὐ κακὸν, ἀλλ´ ἁγαθὸν, καθὼς ἔστιν ἰδεῖν ἐπὶ τῆς ὑγιείας, συμμετρίας ρὔσης τῶν ἐναντίων χυμῶν· καὶ ἐπὶ τῆς συμφωνίας, Κτις πολυμιγῶν καὶ δίχα φρονούντων ἕνωσις λέγεται, τῶν γοῦν κατὰ φύσιν ἀεὶ ὡσαύτως ἐχόντων, ὡς ὡρισμένων κατὰ τὸν τῆς φύσεως αὐτῶν λόγον. Οὐ γὰρ ἐκ γιγάρτου ποτὲ ἐλαία ἀναφύσεται, ἀλλ´ ἄμπελος, οὐδ´ ἐκ τοῦ πυρῆνος ἄμπελος, ἀλλ´ ἐλαία. Τὰ κακὰ ἀόριστά εἰσι, καὶ ἐν ἄλλοις καὶ ἄλλοις ἀπείροις· καὶ τῶν κακῶν ἐστιν ἀρχὴ καὶ τέλος τὸ ἀγαθόν· καὶ κακὸν γὰρ ποιοῦντες, ἀγαθὸν ποιεῖν νομίζομεν· εἴ τι γὰρ πράττομεν, τὸ ἀγαθὸν ποθοῦντες πράττομεν· εἰ γὰρ ἐδόκει πάντη κακὸν, οὐκ ἂν ἦν ὁρμὴ καὶ ἔφεσις ἡμῶν πρὸς ἐκεῖνο· διὰ τοῦτο γοῦν οὐχ ὑπόστασιν ἔχει τὸ κακὸν ποὸς ὃ Βλέπων τις ἴσως ἐποίει· ἀλλ´ εἰ ἄρα παρυπόστασιν, τοῦ ἀγαθοῦ ἕνεκα, καὶ οὐχ ἑαυτοῦ γιγνόμενον., ἄΧΚΧΙi. Τῷ κακῷ τὸ εἶναι κατὰ συμβεβηκός ἐστι, καὶ οὐ καθ´ αὐτό· οὐδὲ γὰρ ἐφιέμενοι τοῦ κακοῦ, ποιοῦμεν ὁ ποιοῦμεν, ἀλλ´ ἐφιέμεθα μὲν τοῦ ἀγαθοῦ, γίνεται δὲ τὸ κακόν· ὥστε διὰ τὸ ἀγαθὸν τὸ κακὸν γίνεται. Θαυμασίως τοίνυν δείκνυσι τὸ κακὸν ἀνυτλστατον καὶ στέσησιν αὐτὸ τῶν ἐν τάξει καὶ φύσει λέγων· ἡ δὲ στέρησις οὐκ αὐτοῦ ὑπόστασις, ἀλλὰ τὸ πεφυκὸς καὶ ἐπιβάλλον παρεῖναι μὴ παρόν· ὅθεν καὶ ἁμαρτίαν, τουτέστιν ἀτευξίαν καὶ ἀπόπτωσιν τοῦ προσἡκοντος, αὐτὸ τὸ τῆς στερήσεως καλεῖ καὶ ἄσκοπον, $0=3 $8=413 $9=1 ἀντὶ τοῦ παρὰ τὸν σκοπὸν βάλλον, ἐκ μεταφορᾶς τῶν τοξευόντων. Ὧσπερ γὰρ οἱ ἔξω τοῦ σκοποῦ τοξεύοντες ἀμαρτάνουσι τοῦ προσήκοντος· οὕτω καὶ ἡμεῖς, του σκοποῦ καὶ τῆς τάξεως ἀποτυγχάνοντες, φερόμεθα εἰς τὴν παρὰ φύσιν ἄλογον καὶ ἀτελῆ καὶ ἀνούσιον ἀνυπαρξίαν· ὅθεν καὶ μηδαμῆ μηδὲν ὓν λέγει τὸ κακόν. Ἔτι πρὸς τοὺς λέγοντας, ὅτι δύναταί τι τὸ κακὸν καθ´ αὐτὸ ποιεῖν, φησὶ τοίνυν, ὅτι τὸ κακὸν ἄλλως οὐ παρυφίσταται, εἰ μὴ ἐν τῇ τοῦ ἀγαθοῦ μίξει, τόσον ἐπισυμβαῖνον, καθόσον τὸ ἀγαθὸν ἐλλείπει· τὸ δὲ πάντη ἄμοιρον τοῦ ἀγαθοῦ οὔτε ὄν ἐστιν, οὔτε δύναταί τι. Ἐκ τοῦ ἐναντίου γοῦν ἐπιχειρεῖ λέγων· Ὅτι εἰ τὸ Κἀγαθόν ὄν ἐστι, καὶ βουλή ἐστι, καὶ δύναται, καὶ ποιεῖ, τὸ κακὸν τοῦ ὄντος ἐστερημένον, ταῦτα οὐχ ἕεει. Ἔτι ὅτι οὐκ ἔστι τὸ κακὸν καθ´ αὐτὸ, δῆλον ἐκ τοῦ μὴ εἶναι παρὰ πᾶσι ταὺτὸν, ἀλλὰ καὶ ἄλλο ἐν ἄλλοις, καθὼς ἐν ἐκάστῳ ἡ τοῦ ἀγαθοῦ ἀπόπτωσις γίεται. Θεὸς δὲ τὰς ὑποβάσεις τῶν ἐν τῇ δημιουργία διέσωσεν· ὁ μὲν γὰρ νοῦς, καθ’´ ὃν οὐσίωνται οἱ θεῖος νόες, καὶ πάντη ἄὐλοι, ἀνώτερος ψυχῆς ἐστιν, ἐκ τῆς ἀγαθοειδείας νῦν κινηθεὶς, δαίμων ἀπέβη· ἡ δὲ ψυχὴ, καθὸ νοερὰ καὶ λογική, κατὰ λόγον ἐνεργοῦσα, μένει ἐν τῷ οἰκείῳ· παρὰ λόγον δὲ κινηθεῖσα, κακὴ γίνεται· τὰ δὲ σώματα, παρὰ φύσιν κινηθέντα, οὐκ ἕρῥωνται. ἔΧΧΧΠΙ. Ἔτι εἰ πρόνοια ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐστὶ, κακὸν καθ´ αὐτὸ οὐκ ἔστιν· ἦν γὰρ ἂν καὶ πρόνοια ἐπὶ τῷ κακῷ ὡς ὄντι· ἀλλὰ μὴν πρόνοιά ἐστιν ἐπὶ πᾶσι· κακὸν ἄρα καθ´ αὐτὸ οὐκ ἔστι. Καὶ ἔστι πρῶτος τρόπος τῶν ὑποθετικῶν συλλογισμῶν, τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζων τὸ ἑπόμενον· ἐν πᾶσι γὰρ τοῖς οὖσιν ἡ πρόνοιά ἐστι, καὶ οὐδὲν τῶν ὄντων ὁλοτελῶς ἀπρονόητον, τοῦτο γὰρ ἐστι, τὸ καθόλου τοῦ ἀγαθοῦ ἐστέρηται. Καὶ τί λέγω ἐπὶ τοῖς γινομένοις ἦ οὖσιν ἀγαθοῖς; ἀλλὰ καὶ αὐτοῖς τοῖς γινομένοις κακοῖς, ἀγαθοπρεπῶς ἡ πρόνοια κέκτηται πρὸς σωφρονισμὸν, ἢ ἐκείνων αὐτῶν, ἢ ἄλλων, διὸ κακῶς λέγουσιν οἱ λέγοντες· Διὰ τί οὐκ ἐποῖησεν ἡμᾶς ὁ Θεὸς οὔτως, ἵνα, κἂν θέλωμεν, μὴ ἀμαρτάνωμεν; τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ λέγειν· Διὰ τί μὴ ἀνοήτους καὶ ἀλόγους ἡμᾶς ἐποίησε; Τὸ γὰρ ἐξ ἀνάγκης ἡμᾶς ἄγεσθαι ἐπ´ ἀρετὴν οὔτε αὐτοκράτορας ἡμᾶς ἐδείκνυ τῶν καθ´ ἑαυτοὺς, οὔτε τὴν νοερὰν ἡμῶν φύσιν εἰναι συνεχώρει. Ἄνελε γοῦν ἡμῶν τὸ αὐτεξούσιον, καὶ οὔτε εἰκὼν Θεοῦ ἐσόμεθα, οὔτε ἕξομεν ψυχὰς λογικὰς καὶ νοςερὰς, καὶ τῷ ὄντι φθαρήσεται ἡ φύσις ἡμῶν. Αὐτοκινήτων δέ, ἀντὶ τοῦ αὐτεξουσίων καὶ αὐτοκρατόρων φησὶν, οὐ γὰρ τῶν ἑαυτοὺς κινούντων πρὸς ἀντιδιαστολὴν τῶν ἀκινήτων ὡς οἴκων, ἢ ἑτεροκινήτων, ὡς λίθων· περὶ γὰρ ἀρετῆς διαλεγόμενος, τοὺς αὐτοκινήτους ὡς αὐτεξουσίους παρέλαβε. Συνάγει ἄρα ἐντεῦθεν, ὅτι οὐκ ὃν τὸ κακὸν, καὶ ἡ γένεσις αὐτοῦ οὐ κατὰ δύναμιν, ἀλλὰ κατὰ ἀσθένειαν, ἔΧΚκΙΝ. Καὶ ἡ ἀλλοίωσις τῶν δαιμόνων ἐκ τοῦ ἁγαθοῦ όντων ἀρχῆθεν, ἀλλ´ οὐχ ᾗ κακῶν, ἀλλ’ῇ ἀγαρῶν $0=3 $8=414 $9=1 καὶ ἀγγελοειδῶν, ἢ περὶ τὴν τῆς ἀγγελοειδείας ταὺτότητα ἔλλειψις καὶ ἀσθένειά ἐστι. Λέγω δὲ ὅτι καὶ οὗτοι τοῦ ἀγαθοῦ ἐφίενται, καθὸ τοῦ εἶναι, καὶ τοῦ ζῇν, καὶ τοῦ νοεῖν ἐφίενται· καὶ ἐξ ἀποφάσεως ἐπιχειρεῖ· Εἰ οὐκ ἐφίενται τοῦ ἀγαθοῦ, ἐφίενται τοῦ μὴ ὄντος· καὶ τοῦτο ἔφεσις οὐκ ἕστιν, οὐδεμία γὰρ ἕφεσίς τισι τοῦ μὴ εἶναι, ἀλλὰ φθαρῆναι· ἀλλ´ ἀμαρτία τοῦτο τῆς βντως ἐφέσεως. ΧΧΧΥ. Ἐπειδὴ εἴπεν, ὅτι τὸ κακὸν ἀσθένειἀ ἐστι. καὶ Ελειὺις τοῦ ἐν ἐκάστῳ ἀγαθοῦ, ἔστι δὲ ἂν τῶν ἀγαθῶν καὶ ἡ τῶν καλῶν γνῶσις, καὶ ἀκολουθεῖ ἐντεῦθεν, πᾶσαν τὴν διὰ πράξως ἀμαρτίαν γίνεσθαι ἐν τῇ ἐλλείψει τῆς τοιαύτης γνώσεως· πῶς ἔχει τὸ, Οὐαὶ τοῖς ἐν γνώσει ἀμαρτάνουσι! καὶ τὸ, Ὁ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιῶν αὐτὸ, ὃαρήσεται κολλάς; ὥστε μὴ γενομένης τῆς τοῦ καλοῦ ἐλλείψεως, δηλονότι τῆς γνώσεως, ἡ ἀμαρτία πέφυκε γίνεσθαι. Θαυμασίως γοῦν λύει τὸ ἄπορον, ὅτι κἀκεῖσε Ελλειψίς τις ἀκολουθεῖ, καὶ ἀσθένεια· ἀσθενοῦσι γὰρ κἀκεῖνοι ἢ περὶ τὴν πίστιν, ὡς ἀκούοντες μὲν, μὴ ἔχοντες δὲ τελείαν πἰστιν τῶν λεγομένων· ἢ περὶ τὴν ἐνέργειαν κατὰ τὴν παρατροπὴν τῆς ὁρέξεως, καθ´ ἣν οὐ βούλεταί τις τὸ ἀγαθὸν, ἀλλὰ τὸ κακόν· καθόλου γὰρ ὁ ποιῶν τὸ κακὸν δι´ ἔλλειψιν ποιεῖ τοὺτο, ἢ τῆς γνώσεως τῆς διδακτῆς δηλονότι, ἢν καὶ λήθη πολλάκις δύναται ἀμαυρῶσαι, ἣν καὶ ἀνωτέρω ἕφη ἐξ ἀκοῆς ἐγγίνεσθαι· ἢ τῆς ἀλήστου γνώσεως, δηλονότι τῆς ἐκ φυσικῆς θεωρίας, ἢ ἐλλάμψεως ἀδιὸάκτως πρεσγινομένης· ἢ τῆς πίστεως, ὡς ἀκούων μὲν, μὴ ἔχων δὲ τελείαν τὴν πίστιν πρὸς τὰ λεγόμενα· ἢ τῆς ἐφέσεως, ὅτι κακως ἐφίεται καὶ ἀμαρτάνει περὶ τὴν ἕφεσιν· ἢ τῆς ἐνερείας τοῦ ἀγαθοῦ, ὡς βουλόμενος μὲν ἐνεργῆσαι τὸ ἀγαθὸν, ἐμποδιζόμενος δὲ διά τι· ὅθεν καὶ ἀπὸ τούτου εἰσβάλλει ἁπορία. Καίτοι, φαίη τις ἂν, συγγνωστὸν, οὐ τιμωρητὸν ἡ ἀσθένεια. Ἀλλ´ εὐθὺς ἡ λύσις. Εἰ μὲν οὐκ εἴχομεν τὸ δύνασθαι, καλῶς ἂν εἶχεν ὁ λόγος· ἐπεὶ δὲ ἐκ τοῦ ἀγαθοῦ ἡμῖν τὸ δύνασθαι, οὐκ ἐπαινετὸν ἡ περὶ τὸ ἁγαθὸν ἀμαρτία. Ἀλλὰ ταῦτα μὲν ἐν ἑτέρῳ συγγράμματι διελάβομεν, καθ´ ἣν πραγματείαν καὶ ἡγωνισάμεθα πρὸς τοὺς περὶ τούτων σοφιστικοὺς καὶ παράφρονας λόγους· νῦν δὲ ἡμῖν ἀρκούντως τὸ ἀγαθὸν ὕμνηται, ὡς πάντων τῶν ἀγαθῶν αἴτιον, καὶ τῶν κακῶν ἀναίτιον· ὡς εἰδοποιὸν, καὶ ὡς πέρας τῶν δντων· πέρας δὲ οὐ φυσικὸν, ἀλλὰ δημιουργικὸντὸ γὰρ φυσικὸν πέρας ἐν τῷ περατουμένῳ ἐστὶ, ὡς ἡ στιγμὴ ἐν τῇ Τραμμῇ· ὡς καὶ αὐτὰ τὰ κακὰ ἀγαθῦνον, καὶ ἑτι πᾶσίν ἐστιν ἐφετὸν, καὶ ὅσα ἄλλα ὁ λόγος ἀπέδειξε. $0=3 $8=415 $9=1 Μετιτέον δὲ νῦν ἐπὶ τὴν ὄντος οὖσαν τοῦ ὄντως ὄντος θεολογικὴν οὐσιωνυμίαν. Τοσοῦτον δὲ ὑπομνήσομεν ὸ, ὅτι τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν, ᾗ ὑπερούσιος, ἐκφαίνειν,ῤῥητον γὰρ τοῦτο καὶ ἄγνωστόν ἐστι, καὶ παντελῶς ἀνέκφαντον, καὶ αὸτὴν ὑπεραῖρον τὴν ἕνωσιν ὃ ἀλλὰ τὴν οὐσιοποιὸν σς τὰ ἔντα πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆν σαι. Καὶ γὰρ ἡ τὰγαθοῦ θεωωνυμία τὰς ἄλας τοῦ πάνταο αὐτίου προόδους ἐκφαίνουσα, καὶ εἰ τὰ ὄντα, καὶ εἰς τὰ σύκ ὄντα ἐκτείνεται, καὶ ἅπὰρ τὰ ὄντα κοὶ ὀπὲρ τὰ οὐκ ὄντα ἐσνίν. Ἡ ὲ τοῦ βντος, εἰς κάντα τὰ ὄντα ἐκτείνεται, καὶ ὑπὰρ τὰ βντα ἑστίν. Ἐ δὲ τῆς ζαῆς εἰς πάντα τὰ ζῶντα ἐκτείνεται, καὶ ὑπὲρ τὰ ζῶντά ἐστιν. Ἠ δὲ τῆς σοφίας, εἰς πάντα τὰ νοερὰ καὶ λογικὰ, καὶ αἰσθητικὰ ἐκτείνοται, καὶ ὑπὲρ παντα ταῦτά ἐστι. Ταύτας οὖν ὁ λόγος ὑμωῆσαι ποθεῖ τὰς τῆς προνοίας ἐκφαντορικὰς θεωνυμίας· οὐ γὰρ ἐκφράσαι τὸγν αὐτοῦπερούσιον ἀγαθότητα, καὶ οὐσίαν, καὶ ζωὴν, καὶ σοφίαν τῆς αὐτοῦκερουσίαυ θεότητος ἐππγγέλλεται, τῆς ὑπὲρ πᾶσαν ἀγαθότητα, καὶ θεότηεα, καὶ οὐσίαν, καὶ σοφίαν, καὶ ζωὴν, ἐν ἀκοκρύφοις, ἁς τὰ λόγιά φησιν, ὑπεριδρυμένης· ἀλλὰ τὴν ἐκπαφασμένην ἀγαθοποιὸν πρόνοιαν ὑπεροχικῶς ἀγαθότητα, καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ, καὶ ὓν, καὶ ζερλν, καὶ σοφίαν, τὴν οὐσιοποιὸν, καὶ ζωοποιὸν, καὶ σοφοδότιν αἰτίαν, τῶν οὐσίας, καὶ ζωῆς, καὶ νοῦ, καὶ λόγου, καὶ αἰσθήσεως μετειληφότων. Οὐκ ἄλλο δὲ εἶναι τὰγαθόν φησι, καὶ ἄλλο τὸ ὓν, καὶ ἄλλο τὴν ζωὴν ἢ τὴν σοφίαν, οὐδὲ πολλὰ τὰ αἴτια καὶ ἄλλων ἄλλας παρακτικὰς θεότητας, ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ´ $0=3 $8=416 $9=1 ἡμῶν ἐξυμνουμένας θεωνυμίας· καὶ τὴν μὲν εἶνα τῆς παντελοῦς τοῦ ἐνὸς Θεοῦ προνοίας ἐκφαντικὴν ο, τὰς δὲ τῶν ὁλικωτέρων τοῦ αὐτοῦ καὶ μερικαωτέρων, Καίτοι σαίη τις· Ἀνθ´ ὅτου, τοῦ ὄντος τὴν ζωὴν καὶ τῆς ζωῆς τὴν σοφίαν ὑπερεκτεινομένην Ῥ, τῶν ὄντων μὲν τὰ ζῶντα, τῶν ἄὲ ὅσα ζῇ τὰ αἰσθητικὰ, καὶ τούτων τὰ λογικὰ, καὶ τῶν λογικῶν οἱ νόες ὑπερἐχουσι, καὶ παρὶ Θεόν εἰσι, καὶ μᾶλλον αὐτῷ πλησιάξουσι; Καίτοι ἔδει τὰ τῶν μειζόνων ἐκ Θεοῦ δωρεῶν μετέχοντα καὶ κρείττονα εἶναι, καὶ τῶν λοιπῶν δ ὑπερέχειν. Ἀλλ´ εἰ μὲν ἀνούσια καὶ ἄζωά τις ὑπετίθετο τὰ νοερὰ, καλῶς ἂν εἶχεν ὁ λόγος· εἰ δὲ καί εἰσιν οἱ θεῖοι νόες ὑπὲρ τὰ λοιπὰ ὄντα, καὶ ζῶσιν ὑπὲρ τὰ ἄλλα ζῶνια, καὶ νοοῦσι, καὶ γινώσκουσιν ὑπὰρ αἴσθησιν καὶ λόγον, καὶ παρὰ πάντα τὰ δντα τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφίενται καὶ μετέχουσιν, αὐτο μᾶλλόν εἰσι περὶ τὰγαθὸν, οἱ περισσῶς αὐτοῦ μετέχοντες, καὶ πλείους καὶ μείζους ἐξ αὐτοῦ δωρεὰς εΚηφότες· ὥσπερ καὶ τὰ λογικὰ ὅ τῶν αἰσθηττκῶν ὑπερέχει, πλεονεκτοῦντα τῇ περισσείᾳ τοῦ λόγου, καὶ ταῦτα τῇ αἰσθήσει, καὶ ἄλλα τῇ ζωῇ. Καὶ ἔστιν, ἁς οἶμαι, τοῦτο ἀληθὲς, ὅτι τὰ μᾶλλον τοῦ ἐνὸς καὶ ἀπειροδώρου Θεοῦ μετέχοντα μᾶλόν εἰσεν αὐτῷ πλησιαίτερα καὶ θειότερα τῶν ἀπολειπομένων. Κπαὶ δὲ καὶ περὶ τούτων εἴπομεν, φέρε τὰγαθὸν ς ὄντως ὃν, καὶ τῶν ὄντων ἀπάντων οὐσιοποιὸν ἀνυμνήσωμεν. Ὁ ὤν ὅλω τοῦ εἶναι κατὰ δύναμιν θπερούσιός ἐστι, ὑποστάτις αἰτία, καὶ δημιουργὸς, ντος, ὑπάρξεων, ὑποστάσεως, οὐσίας, φύσεως· ἀρχὴ καὶ μέτρον ακώνων· καὶ χρόνων ὀντότης, καὶ αἰὼν τῶν ὄντων χρόνος τῶν γινομένων, τὸ εἶναι τοῖς ὀπωσοὖν οὖσι, γένεσις τοῖς ὀπωσοῦν γινομένοις. Ἐκ τοῦ ὄντος, αἰὼν, καὶ οὐσία, καὶ ὃν, καὶ χρόνος, καὶ γένεσις, καὶ γενόμενον· τὰ ἐν τοῖς οὖσινδ ὄντα, καὶ τὰ ὁπωσοῦν ὑπάρχοντα, καὶ ὑφεστῶτα. Καὶ γὰρ, ὁ Θεὸς οὔ πώς ἐστιν ὤν, ἀλλ´ ἀπλῶς καὶ ἀπεριορίστως, Ξλον ἐν ἐαυτῷ τὸ εἶναι συνειληφὼς καὶ προειληφώς· διὸ καὶ βασιλεὸς λέγοται τῶν αἰώνων, ὡς ἐν αὐτῷ καὶ περὶ αὐτὸν παντὸς τοῦ εἶναι καὶ ὄντος καὶ ὑφεστηκότος ὃ, καὶ οὔτε ἦν, οὔτε ἔσται, οὔτε ἐγένετο, οὔτε γίνεται, οὔτε γενήσεται, μᾶλλον δὲ οὔτε ἐστίν· ἀλλ´ αὐτός ἐστι τὸ εἶναι τοῖς οὖσι· καὶ οὐ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι τῶν ὄντων, ἐκ τοῦ προαιωνίως ὄντος αὐτὸς γάρ ἐστιν ὁαἰὼν τῶν αἰώνων, ὀ ὑπάρχων πρὸ τῶν αἰώνων. $0=3 $8=417 $9=1 Ἀναλαβόντες οὖν εἴποωμεν, ὅτι πᾶσι τοῖς οὖσι καὶ τοῖς αἰῶσι τὸ εἶναι παρὰ τοῦ προόντος. Καὶ πᾶς μὲν αἰὼν καὶ χρόνος ἐξ αὐτοῦ, παντὸς δὲ καὶ αἰῶνος καὶ χρόνου, καὶ παντὸς ὁπωσοῦν ὄντος, ὁ προὼν ἀρχὴ καὶ αἰτία· καὶ πάντα αὐτοῦ μετέχει, καὶ οὐδενὸς τῶν ὄντων ἀποστατεῖ· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ ἀπλῶς, εἴ τι ὁπωσοῦν ἐστιν, ἐν τῷ προόντι καὶ ἔστι, καὶ ἐπινοεῖται, καὶ σώζεται· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ μετοχῶν τὸ εἶναι προβέβληται· καὶ ἔστιν αὐτὸ καθ´ αὐτὸ τὸ εἶναι πρεσβύτερον τοῦ αὐτοζωὴν εἶναι, καὶ αὐτοσοφίαν εἶναι, καὶ αὐτοομοιότητα θείαν εἶναι, καὶ τὰ ἄλλα ὅσων τὰ ὄντα μετέχοντα, πρὸ πάντων αὐτῶν τοῦ εἶναι μετέχει· μᾶλλον δὲ καὶ αὐτὰ καθ´ αὐτὰ πάντα, ὧν τὰ ὄντα μετέχει, τοῦ αὐτὸ καθ´ αὐτὸ εἶναι μετέχει· καὶ οὐδέν ἐστιν ὃν, οὗ μὴ ἔστιν οὐσία καὶ αἰὼν τὸ αὐτὸ εἶναι. Πάντων οὖν εἰκότως τῶν ἄλλων ἁρχηγικώτερον, ὡς ὢν, ὁ Θεὸς ἐκ τῆς πρεσβυτέρας τῶν ἄλλων αὐτοῦ δωρεῶν ὑμνεῖται· καὶ γὰρ τὸ προεἶναι καὶ ὑπερεῖναι προέχων καὶ ὑπερέχων, τὸ εἶναι πᾶν, αὐτό φημι καθ´ αὑτὸ τὸ εἶναι, προῦπεστήπατο, καὶ τῷ εἶναι αὐτῷ πᾶν τὸ ὁπωσοῦν ὃν ὑπεστήσατο. Καὶ γοῦν αἱ ἀρχαὶ τῶν ὄντων πᾶσαι, τοῦ εἶναι μετέχουσαι, καί εἰσι, καὶ ἀρχαί εἰσι, καὶ πρῶτόν εἰσιν, ἔπειτα ἀρχαί εἰσι. Καὶ εἰ βούλει τῶν ζώντων, ὡς ζώντων, ἀρχὴν φάναι τὴν αὐτοζωήν· καὶ τῶν ὁμοίων, ὡς ὁμοίων, τὴν αὐτοομοιότητα· καὶ τῶν ἡνωμένων, ὡς ἡνωμένων, τὴν αὐτοένωσιν· καὶ τῶν τεταγμένων, ὡς τεταγμένων, τὴν αὐτόταξιν· καὶ τῶν ἄλλων ὅσα τοῦδε ἢ τοῦδε, ἢ ἀμφοτέρων, ἢ πολλῶν μετέχοντα, τόδε ἢ τοδε, ἢ ἀμφότερα ἢ πολλά ἐστι, τὰς αὐτομετοχὰς εὐρήσεις, τοῦ εἶναι πρῶτον αὐτὰς μετεχούσας, καὶ τῷ εἶναι πρῶτον μενούσας· ἔπειτα τοῦδε ἢ τοῦδε ἀρχὰς οὔσας, καὶ τῷ μετέχειν τοῦ εἶναι, καὶ οὔσας καὶ μετεχομένας. Εἰ δὲ ταῦτα τῇ μετοχῇ τοῦ εἶναί ἐστι, πολλῷ γε μᾶλον τὰ αὐτῶν Πρώτην οὖν τὴν τοῦ αὐτὸ εἶναι δωρεὰν ἡ αὐτοῦπεραγαθότης προβαλλομένη, τῇ πρεσβυτέρᾳ πρώτῃ τῶν μετοχῶν ὑμνεῖται, καὶ ἔστιν ἐξ αὐτῆς, καὶ ἐν αὐτῇ, καὶ αὐτὸ τὸ εἶναι, καὶ αἱ τῶν ὄντων ἀρχαὶ, καὶ τὰ ὄντα πάντα, καὶ τὰ ὁπωσοῦν τῷ εἶναι διακρατούμενα» καὶ τοῦτο ἀσχέτως, καὶ συνειλημμένως, καὶ ἑνιαίως. Καὶ γὰρ ἐν μονάδι πᾶς ἀριθμὸς ἑνοειδῶς προῦφέστηκε καὶ ἔχει πάντα ἀριθμὸν ἡ μονὰς ἐν ἑαυτῇ μοναχῶς· καὶ πᾶς ἀριθμὸς ἤνωται μὲν ἐν τῇ μονάδι· καθ´ ὅσον δὲ τῆς μονάδος πρόεισι, κατὰ τοσοῦ- οοοοΟΟΘ $0=3 $8=418 $9=1 τον διακρίνεται, καὶ πληθύνεται. Καὶ ἐν κέντρῳ πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι· καὶ πάσας ἔχει τὸ σημεῖον ἑν ἑαυτῷ τὰς εὐθείας ἑνοειδῶς ἡνωμένας πρός τε ἀλλήλας, καὶ πρὸς τὴν μίαν ἀρχὴν ἀφ´ ἧς προῆλθον, καὶ ἐν αὐτῷ μὲν τῷ κέντρῳ παντελῶς ἥνωνται· βραχὺ δὲ αὐτοῦ διαστᾶσαι, βραχὺ καὶ διακρίνονται· μᾶλλον δὲ ἀποστᾶσαι, μᾶλλον· καὶ ἀπλῶς, καθ´ ὅσον τῷ κέντρῳ πλησιαίτεραί εἰσι, κατὰ τοσοῦτον καὶ αὐτῷ καὶ ἀλλήλαις ἤνωνται, καὶ καθ´ ὅσον αὐτοῦ, κατὰ τοσοῦτον καὶ ἀλλήλων διεστήκασιν. Αλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων φύσει πάντες οἱ τῆς καθ´ ἕκαστονἵ φύσεως λόγοι συνειλημμένοι εἰσὶ κατὰ μίαν ἀσύγχυτον ἕνωσιν, καὶ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις· οὐδὲν οὖν ἄτοπον, ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας, ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ, καὶ τὰ ἀλλήλοις ἐναντία, μονοειδῶς καὶ ἡνωμένως· ἀρχὴ γάρ ἐστι τῶν ὄντων, ἀφ´ ἦς καὶ αὐτὸ τὸ εἶναι, καὶ πάντα τὰ ὁπωσοῦν ὄντα, πᾶσα ἀρχὴ, πᾶν πέρας, πᾶσα ζωὴ, πᾶσα ἀθανασία, πᾶσα σοφία, πᾶσα τάξις, πᾶσα ἀρμονία, πᾶσα δύναμις πᾶσα φρουρὰ, πᾶσα ἵδρυσις, πᾶσα διανομὴ, πᾶσα νόησις, πᾶς λόγος, πᾶσα αἴσθησις, πᾶσα ἕξις, πᾶσα στάσις, πᾶσα κίνησις, πᾶσα ἕνωσις, πᾶσα κρᾶσις, πᾶσα φιλία, πᾶσα ἐφαρμογὴ, πᾶσα διάκρισις, πᾶς ὅρος, καὶ τὰ ἄλλα ὅσα, τῷ εἶναι ὄντα, τὰ ὄντα πάντα χαρακτηρίζει. Καὶ ἐκ τῆς αὐτῆς ὴ πάντων αἰτίας αἱ νοηταὶ καὶ νοεραὶ τῶν θεοειδῶν ἀγγέλων οὐσίαι, καὶ αἰ τῶν ψυχῶν, καὶ αἱ τοῦ παντὸς κόσμου φύσεις, καὶ τὰ ὁπωτ οῦν ἡ ἐν ἐτέροις ὑπάρχειν, ἢ κατ´ ἐπίνοιαν εἶναι λεγόμενα· καὶ γοῦν αἱ πανάγιαι καὶ πρεσβύταται δυνάμεις ὄντως οὖσαι, καὶ οἶον ἐν προθύροις της ὑπερουσίου Τριάδος ἰδρυμέναι, πρὸς αὐτῆς καὶ ἐν αὐτῇ, καὶ τὸ εἶναι, καὶ τὸ θεοειδῶς εἶναι ἔχουσι· καὶ μετ´ ἐκείνας αἱ ὑφειμέναι τὸ ὑφειμένως, καὶ αἱ Κσχαται τὸ ἐσχάτως, ὡς πρὸς ἀγγέλους, ὡς πρὸς ἡμᾶς δὲ ὑπερκοσμίως. Καὶ αἱψυχαὶ, καὶ τὰ ἄλλα πάντα ὄντα, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἔχει, καὶ ἕστι καὶ εὖ ἐστιν, ἐκ τοῦ προόντος τὸ εἶναι καὶ τὸ εὖ εἰναι ἔχοντα, καὶ ἐν αὐτῷκαὶ ὄντα καὶ εὖ ὄντα, καὶ ἐξ αὐτοῦ ἀρχόμενα, καὶ ἐν αὐτῷ φρουρούμενα, καὶ εἰς αὐτὸν περατούμενα. Καὶ τὰ μὲν πρεσβεῖα τοῦ εἶναι νέμει ταῖς κρείττοσιν οὐσίαις, ἂς καὶ αἰωνίας καλεῖ τὰ λόγια· τὸ δὲ εἶναι αὐτὸ τῶν ὄντων πάντων οὐδέποτε ἁπολείπεται· καὶ αὐτὸ δὲ τὸ $0=3 $8=419 $9=1 εἶναι, ἐκῖ τοῦ προόντος· καὶ αὐτοῦ ἐστι τὸ εἶναι, καὶ οὐκ αὐτὸς τοῦ εἶναι· καὶ ἐν αὐτῷ ἐστι τὸ εἶναι, καὶ οὐκ αὐτὸς ἐν τῷ εἶναι· καὶ αὐτὸν ἔχει τὸ εἶναι, καὶ οὐκ αὐτὸς ἔχει τὸ εἶναι· καὶ αὐτά- ἐστι τοῦ τῖναι καὶ αἰὼν, καὶ ἀρχὴ, καὶ μέτρον, πρὸ οὐσίας ὤν καὶ ὄντος, καὶ αἰῶνος, καὶ πάντων οὐσιοποιὸς ἀργὴ, καὶ μεσότης, καὶ τελευτή. Καὶ διὰ τοῦτο πρὸς τῶν λονίων ὁ ὄντως προὼν κατὰ πᾶσαν τῶν ὄντων ἐπίνοιαν πολλαπλασιάζεται, καὶ τὸ ἦν ἐπ´ αὐτοῦ, καὶ τὸ ἔστι, καὶ τὸ ἔσται, καὶ τὸ ἐγένετο, καὶ γίνεται, καὶ γενήσεται, κυρίως ὑμνεῖται· ταῦτα γὰρ πάντα τοῖς θεοπρεπῶς νοοῦσι τὸ κατὰ πᾶσαν αὐτὸν ἐπίνοιαν ὑπερουσίως εἶναι σημαίνει, καὶ τῶν πανταχῶς ὄντων αἴτιον. Καὶ γὰρ οὐ τόδε μὲν ἔστι, τόδε δὲ οὐκ ἔστιν· οὐδὲ πῆ μὲν ἕστι, πῆ δὲ οὐκ ἔστιν· ἀλλὰ πάντα ἐστὶν, ὡς πάντων αἴτιος, καὶ ἐν αὐτῷ πάσας ἀρχὰς, πάντα συμπεράσματα, πάντων τῶν ὄντων συνέχων καὶ προέχων· καὶ ὑπὲρ τὰ πάντα ἐστὶν, ὥς πρὸ πάντων ὑπερουσίως ὑπερών. Διὸ καὶ πάντα αὐτοῦ καὶ ἅμα κατηγορεῖται, καὶ οὐδέν ἐστι τῶν πάντων· πάνσχημος, πανείδεος, ἄμορφος, ἀκαλλὴς, ἀρχὰς καὶ μέσα καὶ τέλη τῶν ὄντων ἀσχέτως καὶ ἐξῃρημένως ἐν ἑαυτῷ προειληφώς, καὶ πᾶσι τὸ εἶναι κατὰ μίαν καὶ ὑπερηνωμένην αἰτίαν ἀχράντως ἐπιλάμπων. Εἰ γὰρ ὁ καθ´ ἡμᾶς ἤλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας, καίτοι πολλὰς καὶ διαφόρους οὔσας, ὅμως αὐτὸς εἷς ὤν, καὶ μονοειδὰς ἐπιλάμπων φῶς, ἀνανεοῖ, καὶ τρέφει, καὶ φρουρεῖ, καὶ τελειοῖ, καὶ διακρίνει, καὶ ἐνοῖ, καὶ ἀναθάλπει, καὶ γόνιμα εἶναι ποιεῖ, καὶ αὔξει, καὶ ἐξαλλάττει, καὶ ἐνιδρύει, καὶ ἐκφύει, καὶ ἀνακινεῖ, καὶ ζωοῖ πάντα, καὶ τῶν ὅλων ἕκαστον οἰκείως ἑαυτῷ τοῦ ταὐτοῦ καὶ ἐνὸς ἡλίου μετέχει, καὶ τὰς τῶν πολλῶν μετεχόντων ὁ εἶς ἤλιος αἰτίας ἐν ἑαυτῷ μονοειδῶς προείληφε· πολλῷ γε μᾶλλον ἐπὶ τῆς καὶ αὐτοῦ καὶ πάντων αἰτίας, προῦφεστάναι τὰ πάντα τῶν ὄντων παραδείγματα, κατὰ μίαν ὑπερούσιον ἕνωσιν συγχωρητέον· ἐπεὶ καὶ οὐσίας παράγει κατὰ τὴν ἀπὸ οὐσίας ἔκβασιν. Παραδείγματα δέ φαμεν εἶναι τοὺς ἐν Θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἐνιαίως προῦφεστῶτας λόγους, οὓς ἡ θεολογία προορισμοὺς καλεῖ, καὶ θεῖα καὶ ἀγαθὰ θελήματα, τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικὰ, καθ´ οὓς ὁ ὑπερούσιος τὰ ὄντα πάντα Εἰ δὲ ὁ φιλόσοφος ἀξιοῖ Κλήμης, καὶ πρός τι παραδείγματα λέγεσθαι, τὰ ἐν τοῖς οὖσιν ἀργηγιίτερα, πρόεισι μὲν οὐ διὰ κυρίων καὶ παντελῶν καὶ ἁπλῶν ὀνομάτων ὁ λόγος αὐτῷ· συγχωροῦντας δὲ καὶ τοῦτο ὀρθῶς λέγεσθαι, τῆς θεολογίας μνημονευτέον $0=3 $8=420 $9=1 φασκούσης, Ὃτι οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὁπίσω αὐτῶν· ἀλλ´ ἵνα διὰ τῆς τούτων ἀναλογι κῆς γνώσεως ἐπὶ τὴν πάντων αἰτίαν, ὡς οἷοί τέ ἐσμεν ὰανθῶμεν. Πάντα οὐν αὐτῇ τὰ ὄντα κατὰ μίαν τὴν άντων ἐξῃρημένην ἕνωσινδ, ἀναθετέον· ἐπείπες ἀπὸ τοῦ εἶναι, τῆς οὐσιοποιοῦ προόδου καὶ ἀγαθότη, τος ἀρξαμένη, καὶ διὰ πάντων φοιτῶσα, καὶ πάντς ἐξ ἑαυτῆς τοῦ εἶναι πληροῦσα, καὶ ἐπὶ πᾶσι τοῖς οὖ σιν ἀαλλομένη, πάντα μὲν ἐν ἐαυτῇ προέχει, κατὰ μίαν ἀπλότητος ὑπερβολὴν πᾶσαν διπλόην ἀπαναινομένη· πάντα δὲ ὡσαύτως περιέχει κατὰ τὴν ὑπερηπλωμένην αὐτῆς ἀπειρίαν, καὶ πρὸς πάντων ἐνικῶς μετέχεται, καθάπερ καὶ φωνὴ μία οὖσα καὶ ἡ αὐτὴ, πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται. Πάντων οὖν ἀρχὴ καὶ τελευτὴ τῶν ὄντων ὁ προών. Ἀρχὴ μὲν ὡς αἴτιος· τέλος δὲ ὡς οὗ ἕνεκα δὸ, καὶ πέρας πάντων, καὶ ἀπειρία πάσης ἀπειρίας καὶ πέρατος ὑπεροχικῶς τῶν ὡς ἀντικειμένων. Ἐν ἑνὶ γὰρ, ῶνς πολλάκις εἴρηται, τὰ ὄντα πάντα, καὶ προέχει αὶ ὢπέστησε. παρ´ ὧν τοῖς πᾶσι, καὶ πανταχοῦ. καὶ κατὰ τὸ ἕν καὶ τὸ αὐτὸ, καὶ κατὰ τὸ αὐτὸ πᾶν, καὶ ἐπὶ πάντα προῖὼν, καὶ μένων ἐφ´ ἑαυτοῦ, καὶ ἐστὼς καὶ κινούμενος, καὶ οὕτε ἑστὼς οὕτε κινούμενος, οὔτε ἀρχὴν ἔχων, ἢ μέσον, ἢ τελευτήν· οὔτε ἔν τινι τῶν ὄντων, οὐδέ τι τῶν ὄντων ὄν. Καὶ οὔτε ὅλως αὐτῷ προσήκει τι τῶν αἰωνίως ὄντων, ἢ τῶν χρονικῶς ὑφισταμένων, ἀλλὰ καὶ χρόνου, καὶ αἰῶνος, καὶ τῶν ἐν αἱῶνι, καὶ τῶν ἐν χρόνῳ πάντων εξῄρηται· διότι καὶ αὐτοαιὼν, καὶ τὰ ὄντα, καὶ τὰ μέτρα τῶν ὄντων, καὶ τὰ μετρούμενα δι´ αὐτοῦ, καὶ ἀπ´ αὐτοῦ. Ἀλλὰ περὶ μὲν πούτων ἐν ἄλλοις εὐκαιρότερον εἰρήσθω. $0=3 $8=423 $9=1 ἔΙΜετενεκτέον τὸν λόγον ἐπὶ τὴν ὄντως οὗσαν οὐσιωνυμίαν. Ὡς γὰρ ἀγαθωνυμίαν λέγει τοῦ ἀγαθοῦ ὀνομασίαν, οὕτω καὶ οὐσιωνυμίαν τὴν τοῦ ὄντος ὀνομασίαν, οἱονεὶ ἀντωνυμίαν· τὸ δὲ ὃν καὶ ἡ οὐσία ταὐτόν. Ὑπομνήσωμεν δὲ τοσοῦτον, ὅτι οὐκ ἔστι τῷ λόγω σκοπὸς, αὐτὴν τὴν ὑπερούσιον οὐσίαν, ἢ ὑπερούσιος, κκφαίνειν· ἀλλ´ ἐκφαίνειν μὲν τὴν πάσης οὐσίας ἀρχὴν, αἰτίαν, οὐσίαν, οὐ καθὸ δὲ ὑπερούσιον,τὸ γὰρ ὑπὲρ οὐσίαν ὃν πῶς ἐκφανθήσεται κατ´ αὐτό; ἀλλὰ καθὸ ἀπὸ τῶν ἑτέρως ὄντων καὶ παρ´ αὐτῆς παραχθέντων εἰς αὐτὴν ἀναγόμεθα. Ἐκείνη γὰρ καθ´ αὐτὴν ἀνέκφαντός ἐστι, καὶ αὐτὴν τὴν ἕνωσιν ὑπεραίρουσα ἕνωσιν λέγων τὸ τοῦ ὄντος ἑνιαῖον καὶ ὡρισμένον, καθὸ ὄν ἐστιν. Ὡς γὰρ τὸ μὴ ὃν οὐχ ἓν, ἀλλ´ ἐκ πολλῶν καὶ ἀπείρων ἐλλείψεων παρεισαγόμενον· οὕτως τὸ ὃν, ἓν, καθὸ ὃν καὶ ὡρισμένον, ὑπὲρ ὄ ἐστιν ἡ ὑπερούσιος οὐσία, ἤτις ὀνομάζεται ἓν, οὐχ ὡς ἀριθμῶν ἀργὴ, ἀλλὰ διὰ τὸ πάντων ἐξῃρῆσθαι, καὶ οὐδὲν συναριθμούμενον ἔχειν τῶν μετ´ αὐτὴν, ἄλλως δὲ καὶ διὰ τὸ ἀσύνθετον καὶ ἀπλοῦν. Τέως δὲ, καὶ ἓν ἂν εἴπης τὸ Θεῖον, οὐ τοῦτο παρίστησι τὴν οὐσίαν τοῦ Θεοῦ· κυρίως γὰρ οὐσία ἐπὶ Θεοῦ οὐκ ἂν λέγοιτο, ἔστι γὰρ ὑπερούσιος· διὰ τοῦτο ὑπεραίρει καὶ αὐτὴν τὴν ἕνωσιν. Ὡς γοῦν ἐπὶ τοῦ ἀγαθοῦ ἐλέγομεν· ὅτι ἡ θεία ἀγαθότης καὶ εἰς τὰ ὄντα, καὶ εἰς τὰ οὐκ ὄντα ἐκτείνεταιὐκ ὄντα δὲ ῥητέον τὰ ὑλικὰ καὶ τὴν ὕλην· ἢ τὰ πῆ μὲν ὄντα, πῆ δὲ οὐκ ὄντα, καὶ οὐχ ἀπλῶς τὰ μηδαμῆ μηδαμῶς ὄντα· ἢ τρίτον, κατὰ τὸ εἰρημένον αὐτῷ τῷ Πατρὶ, ὅτι καὶ αὐτὸ τὸ μὴ θν, καλὸν, ὅταν ἐν Θεῷ διὰ τὸ ὑπερούσιον θεωρῆται. Ὡς γοῦν ἐπὶ πᾶ σιν ἡ ἀγαθότης τοῦ Θεοῦ διήκει, καὶ πάλιν ὑπὲρ ταῦτά ἐστιν, ὑπὲρ τὸ ὃν μὲν, ὅτι οὐκ ἔστι τι τῶν ὄντωνὑπὲρ τὸ οὐκ ὃν δὲ, ὅτι καὶ ἅπαν τοιοῦτον εἰδοποιεῖοὕτως καὶ ἡ τοῦ ὄντος οὐσιωνυμία εἰς πάντα τὰ ὄντα ἐκτείνεται, πᾶσι τὸ εἶναι διδοῦσα, καὶ ὑπὲρ ταῦτά ἐστιν, ὅτι οὔ τι τῶν ὄντων ἐστίν. Ἀλλ´ εἴποι τις ἄν ἀπορῶν ἐνταῦθα· Πῶς ἐπὶ μὲν τοῦ ἀγαθοῦ λέγει, ὅτι διήκει ἡἀγαθότης καὶ εἰς τὰ ὄντα, καὶ εἰς τὰ μὴ ὄντα, ἐπὶ δὲ τοῦ ὄντος οὐ λέγει τοῦτο, ἀλλὰ μόνον διήκει εἰς τὰ ὄντα; Καὶ ῥητέον, ὅτι τὸ μὲν ὃν ἀγαθυνόμενον μένει πολλάκις μὴ ὄν· ἐπεὶ γὰρ μὴ ὅν λέγεται καὶ ἡ ὕλη, ἀγαθὸν δόξειεν ἂν καὶ ἡ ὕλη ἡ νόθῳ λογισμῳ καταλαμβανομένη, καὶ δίχα τῶν εἰδῶν νοουμένη, εἰ καὶ μὴ καθ´ αὐτήν ἐστιν, ὡς ἐκΘεοῦ παραχθεῖσα, καὶ μένει $0=3 $8=424 $9=1 πάλιν μὴ ὄν. Τῷ ἐὲ μὴ ὄντι, πῶς ἐκταθείη τὸ ὃν, καὶ μενεῖ μὴ ὃν πάλιν, τοῦτο πάντη τῶν ἀδυνάτων. Ἀσφαλῶς γοῦν τίδησι ταῦτα ὁ ἅγιος. Ὁμοίως καὶ ἡ τῆς ζωῆς ὀνομασία τοῦ ἀγαθοῦ Θεοῦ εἰς πάντα τὰ ζῶντα ἐκτείνεται, καὶ ὑπὲρ ταῦτά ἐστι, καὶ ἡ τῆς σοφίας εἰς πάντα τὰ λογικὰ καὶ νοερὰ, τοὺς ἁγγέλους φημὶ, καὶ ἁἰσθητικὰ, δηλονότι τὰς μετὰ σόματος ψυχὰς ἐκτείνοται, καὶ ὑπὲρ ταῦτά ἐστι. Χρὴ δὲ εἰδέναι, ὅτι ὅταν περὶ ἀγγέλων καὶ ἀνθρώπων μόνων φησί, τοὺς ἀγγους νοητούς φησι, τὰς δὲ ἡμετέρας ψυχας νοεράς· νῦν δὲ ἐπειδὴ περὶ Θεοῦ φησιν, εἰκότως καὶ τοὺς ἀγγέλους μεθ´ ἡμῶν νοερούς φησιν, ἅτε καὶ αὐτοὺς διὰ τοῦ νοεῖν τὸν Θεὸν τρεφομένους τῇ νοήσει, καθὼς καὶ αἱ ἀνθρώπιναι ψυχαί. Αἰσθητεκὰ ἄὰ νοήσεις καὶ τὰ ἄλογα, ὡς καὶ αὐτὰ θείας σοφίας ματέχοντα, ἔν ταῖς φυσικαῖς αὐτῶν ὁρμαῖς, ὡς ἐπὶ τοῦ ἀράχνου, καὶ τοῦ μύρμηκος, καὶ τῶν ἄλλων ἐφεξῆς ἀπάντων. ἑΙ. Ταύτας βούλεται ὁ λόγος ὑμνῆσαιτὰς τῆς προνοίας ἐκφαντορικὰς καὶ παραστατικὰς. καὶ δηλωπι. κὰς θεωνυμίας, οὐδὲ γὰρ αὐτὴν τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότηταεο χὰρ καὶ οἱ ἄγγελοι καὶ οἱ δίκαιοι ἄνθρωποι] τὴν ἔδρυμένην ἐν ἀποκρύφοις, κατὰ τό, Ἐν ἀπρκρύφῳ καταιγίδος· καὶ τό, Ἔθετοσκότος ἀκοκρυρὴν αὐτοῦ· ἀλλὰ τὴν τῶν ἀγαθῶν ἀπάντων αἰτίαν ἐγεθέτητα, καὶ τὸ τῶν ὄντων αἴτιον ὃν, καὶ τὴν τῶν ζώντων αἰτίαν ζωὴν, καὶ τὴν σοφοδότιν σοφίαν· τί τούτου δηλοῦντος ἐντεῦθεν, ἐν τῷ συνάγεσθαι ἅμα τῷ αἰτιατῷ τὸ αἴτιαν· ὲν δῆλον, ἵν´ ἀποδειχθείη ἐκ τοῦ αἰτνατοῦ τὸ αἴτιον· ἢ καὶ ἀπόδειξις λέγεται, ἀλλ´ οὐ τοῦ ἄιότι, ἀλλὰ τοῦ ὅτι, ὡς ὅταν δεικνύωμεν τὴν τῆς σελήνης ἀντίφραξιν διὰ τῆς ἐκλείψεως. Ὅτι γοῦν ἐστι τὸ Θεῖον ἀγαθὸν, καὶ ὃν, καὶ ζωὴ, καὶ σοφία, μανθάνομεν διὰ τῶν αἰτιατῶν· δι´ ὃ δὲ ταῦτά ἐστιν, οὐ γινώσκομεν, ἐπειὸὴ πρὸ μικροῦ ἔδοξέ πως ὑπόβασιν λέγειν, τὸ ἀγαθὸν εἰπὼν τοῦ ὄντος αἴτιον, Καὶ οὔτω καθεξῆς, ἵνα μὴ δράξωνταί τινες ἀφορμῆς ἀσυνέτως, οὐκ ἄλλο φησὶν εἶναι τὸ ὃν, καὶ ἄλλο τὸ ἀγαθὸν, καὶ καθεξῆς τἄλλα· ἓν γὰρ τῶν ἁπάντων αἴτιον, καὶ οὐ πολλά· καὶ μία θεότης ἡ τὰ πάντα παρἁγουσα. Καθάπτεται δὲ ἐντεῦθεν τῶν τε ἐν Ἔλλησι σοφῶν καὶ τῶν ἀπὸ Σίμωνος αἱρετικῶν, οἶ κοσμοποιούς φασι θεοὺς, καθ´ ὅσον ὑποβεβήκασι, τοσοῦτον καὶ τὰ ἀσθενέστερα τῶν κτισμάτων παράγοντας, ἕως καὶ τῆς πάντων ὑποστάθμης, τῆς ὕλης· καὶ ταύτης γὰρ ἴδιον δημιουργὸν ἀποδεδώκασι. Τούτων τοίνυν τῶν τοῦ ἐνὸς Θεοῦ θεωνυμιῶν, ἡ μὲν τοῦ ἀγαθοῦ ἐκφαντική ἐστι τῆς παντελοῦς τοῦ Θεοῦ προνοίας, αἱ δὲ λοιπαὶ μερικῶν προνοιῶν εἰσι δηλωτικαὶ, αἱ μὲν ὁλικωτέρων, αἱ δὲ μερικωτέρων· ἡ γὰρ τοῦ ἀγαθοῦ τῆς ταντελοῦς προνοίας, ὅτι πάντα δι´ ἀγαθότητα παρήχθη καί εἰσιν· ἡ δὲ τῆς ζωῆς, μερικῆς, ἀλλ ἄλικωτέρας, $0=3 $8=425 $9=1 οὐ γὰρ πάντα ζῶσεν· ἡ δὲ τῆς σοφίας, ἐτι μεροκωτέρας, οὐδὲ γὰρ πάντα τὰ ζῶντα σοφά. Ὀλικωτέρας γοῦν φησι τὰς ἐπὶ πλαιόνων θεωρουμένας· ἡ ζωὶ γὰρ φθάνει καὶ ἐπὶ φυτῶν, καὶ ζώων λογικῶν, καὶ ἀλόγων· σοφία δὲ καὶ λόγος, μερικώτεροί εἰσιν. ξΠΠ. Ἐντεῦθεν ἐπανακύπτουσαν ἀπορίαν λύει, ὁιὰ τί, τοῦ ὀνόματος αὐτοῦ τοῦ ὄντος ὑπεραίροντος τὴν ζωὴν, καὶ τῆς ζωῆς ὑπεραιρούσης τὴν σοφίαν,τὸ γὰρ ὃν πλατύτερον καὶ ἐπὶ πᾶσιν, ἡ δὲ ζωὴ μερικωτέρα καὶ ἐπὶ τισι, καὶ ἕτι ἡ σοφία μερικωτέρα· οὐ μᾶλλον ὑπερέχουσι, καὶ περὶ Θεόν εἰσι τὰ ἀπλῶς ὄντα, καὶ ἧττον τούτων τὰ ζῶντα. καὶ αὐτῶν πάλειν ἦττον τὰ νοερά· ἀλλ´ ἀντέστραπται ἡ τάξις, καὶ μᾶ λον τὰ μερικώτερα, νοερὰ, περὶ Θεόν εἰσι, καὶ καθεΚξῆς ὄσον ὑπερεκτείνονται, τὸ ποῤῥώτερον ἐκ Θεοῦ ἔχουσι. Μείζονας δὲ δωρεάς φησι τὰς ἐπὶ πλειόνων θεωρουμένας, οἷον τὸ ὃν καὶ τὴν ζωήν. Ἀποκρίνεται τοίνυν καὶ λύει τὴν ἀπορίαν, λέγων, ὅτι εἰ μὲν ἀνόσια ἦσαν τὰ νοερὰ καὶ ἄζωα, καὶ πάλιν τὰ ζῶντα ἀνούσια, καλῶς ἂν εἶγεν ἡ ἀπορία· ἐπειδὴ δὲ τὰ νοερὰ καὶ ὄντα εἰσὶ, καὶ ζῶσι, καὶ ζωὴν κρείττονα, καὶ γινώσκουσιν ὑπὲρ αἴσθησιν καὶ λόγον, καὶ παρὰ πάντα τὰ ὕντα τοῦ ὄντος μετέχουσιν, αὐτοὶ μᾶλλον ἂν πλησιάζοιεν τῷ ἀγαθῷ Θεῇ, οἱ ὑπερπερισσῶς αὐτοῦ μετέχοντες, καὶ πλείους δωρεὰς ἔχοντες, δηλονότι καὶ τὸ εἶναι, καὶ τὸ ζῇν, καὶ τὸ γινώσκειν, ἀλλὰ καὶ τὸ νοεῖν· πάλιν δὲ μείζους δωρεὰς, ὅτι ταῦτα πάντα κρειττόνως ἔχουσιν οὗτοι παρὰ τὰ ἄλλα· καὶ ἔστιν ἀληθὰς, ὄτι τὰ μᾶλλον μετέχοντα τοῦ Θεοῦ μᾶλλον ἀὐτῷ πλησιάζουσι. Ἐπειδὴ δὲ περὶ τούτων εἴπομεν, φέρε· ἐπὶ τὸν προκείμενον σκοπὸν λθωμεν, καὶ περὶ τοῦ ὄντως ὄντος, καὶ τῶν ὄνιων οὐσιοποιοῦ διαλάβωμεν. ξπξπςζόηπμ, μαυαπίω σωποωςς ἔἰιαιφπ οΚεοιιϊοε νοιλα ἱαοίαιηε. ἔ Ιν. Ὁ ὢν, ὁ Θεὸς κατὰ τὸν πρὸς Μωσῆν χρηματισμὸν, ὑπὲρ εἶναι ὃν,(τοῦτο γάρ ἐστι τὸ ὁπερούσιος αἰτία ὑποστάτις ἐστί· τὸ γοῦν εἰς ὑπόσταστν καὶ ὕπαρξιν σοντελοῦσα ὅλου τοῦ εἶναι συλλήβδην οὐδὲν γὰρ τῶν ὄντων, ὃ μὴ ἐκεῖθεν ἕχει τὸ εἶναι. Κατὰ δύναμιν δὲ εἶπεν, ὅτι τὰ μὲν παρήχθησαν, τὰ δὲ παρἁγονται. Ἐπεὶ γοῦν τὸ Θεῖον ἅπαν τὸ εἶναι ἐν ἑαυτῷ συλλαβὸν ἔχει, καὶ τῶν ὄντων καὶ τῶν ἐσομένων, τίθησι τὸ κατὰ δύναμιν περιλαμβάνων καὶ τὸ εἶναι τῶν ἐσομένων, δτι ἐν τῷ ὄντως ὄντι ἐστὶν, ἢ μᾶλλον καὶ πρόεστιν. Ἄν γὰρ καὶ τὰ ἐσόμενα τὸ μλλον ἔχωσιν, ἄλλὰ παρὰ τῷ δημιονργῷ προθφίστανται, καθὼς ἔχει καὶ τὸ περὶ τοῦ Ἰερεμίου λεγόμενον· ὥστε τὸ κατὰ δύναμιν, οὐ πρὸς τὸν ὃημιουργὸν χρήσεις, ἀλλὰ πρὸς τὰ δημιουργούμενα. Εἰ δέ γε τὸ ἕτερον σημαινόμενον τῆς δυνάμεως λαμβάνεις, ἐσπερ λέγεις, δύναται τὸ πῦρ θερμαίνειν, τοῦτο ἐπὶ τοῦ δημιουργοῦ νοῆσαι οὐκ ἐπισφαλές. Ἔστι γοῦν δημιουργὸς τοῦ ὄνπος, καὶ τί λέγω ὄντος πράγματος, αὐτῆς τῆς ὑπάρξεως τοῦ ὄντος, τῆς ὑποστάσεως, τῆς οὐσίας, τῆς φόσεως, ἀρχὴ τῶν αἰώνων, ὡς δημιουργὸς αὐτῶν· δι´ οὖ γὰο καὶ τοὺς αιῶνας ἐποίησε, φησὶν ὁ Ἀπόστολος. $0=3 $8=426 $9=1 Ὀντότης τῶν χρόνων· ἔστωσαν γὰρ εἰς σημεῖα, καὶ εἰς ἐνιαυτοὺς, φησὶν ἡ Γραφή· ὁ γὰρ χρόνος ἡλίου φορᾷ μετρεῖται, καὶ ὅπερ ἡμῖν ὁ χρόνος τὸ πρότερον καὶ τὸ ὕστερονἄχων, τοῦτο τοῖς ἀἶδίοις αἰών. Ὃ γοῦν μήτε ἦν μήτε ἔσται, ἀλλ´ ἔστι μόνον, τοῦτο ἐστὼς ἔχον τὸ εἶναι, τῷ μὴ μεταβάλλειν εἰς τὸ ἔσται, μηδ´ αὖ μεταβεβληκέναι ἐκ τοῦ ἦν εἰς τὸ ἔστι, τοῦτό ἐστιν αἰών. Διὰ τοῦτο γὰρ καὶ αἰὼν λέγεται τῶν ὄντων ὁ Θεὸς, ὡς μήτε ἀρχὴν ἔχων, μήτε τέλος, μήτε τὸ ἦν, μήτε τὸ ἔσται, ἀλλὰ μόνον τὸ ἀδιον καὶ ἀπεριόριστον· χρόνος δὲ τῶν γινομένων, ὅτι τὰ ὁρώμενα εἰκόνες εἰσὶ τῶν ἀοράτων καὶ νοητῶν. Καὶ ὥσπερ αἰῶνα λέγομεν τὴν ἄτρεπτον ἐκείνην, καὶ ὁμοῦ πᾶσαν ζωὴν, καὶ ἄπορον ἤδη καὶ ἀκλινῆ πάντη, καὶ ἐν ἑνὶ καὶ πρὸς ἓν ἑστῶσαν· οὕτω καὶ τὸν χρόνον τότε μὲν ἐν τῷ ἀεὶ ὄντι ἀναπαύεσθαι λέγομεν, ἐκφανῆναι δὲ, ὅτε ἐχρῆν καὶ Κλιον ὑποστῆσαι, καὶ ὁρατὴν φύσιν προελθεῖν. Τὴν οὖν εἰς τὰ αἰσθητὰ πρόοδον τῆς εἰς τὸ ταῦτα δημιουργεῖν ἀγαθότητος τοῦ Θεοῦ καλεῖ χρόνον τῶν γινομένων, ἀλλὰ καὶ εἶναι τοῖς οὖσι, καὶ γένεσιν των γινομένων, ὅτι ἐξ αὐτοῦ ἐκινήθησαν καὶ ὑπέστησαν ἅπαντα τὰ ὑπὸ γένεσιν ὄντα, καὶ τὰ ὑπὸ χρόνον γινόμενα. Ἐκ τούτου τοῦ ὑπερουσίου ὅντος καὶ ὁ αἰὼν ὑπέστη, τὸ τοῖς οὖσι δηλαδὴ συμπαρεκτεινόμενον· καὶ ἡ οὐσία τῶν ὄντων, καὶ τὸ ὃν αὐτὸ τὸ κατὰ τὴν οὐσίαν λεγόμενον. Ταῦτα τῶν ὑπὲρ ἡμᾶς καὶ θειοτέρων δυνάμεων. Καὶ αὖθις τὰ καθ´ ἡμᾶς, καὶ ἐ χρόνος, τοῖς ὑπὸ γένεσιν τῷ προτέρῳ καὶ τῷ ὁστέρῳ μετρούμενος, καὶ ἡ γένεσις τῶν ὑπὸ γένεσιν ὄντων, καὶ τὸ γιγνόμενον αὐτὸ τὸ κατὰ τὴν γένεσιν λεγόμενον, καὶ τἄλλα πάντα, τά τε ἐν τοῖς οὖσιν ὄντα τοῖς θειοτέροις, καὶ τὰ ὁπωσοῦν ὑφεστῶτα, τὰ καθ´ ἡμᾶς δηλαδή. Πάντα δὲ ταῦτα ποσῶς ἐστιν ὄντα· οὐδὲ γὰρ τὸ ὃν τὸ τῶν ἀγγέλων περιλαμβάνει καὶ τὸ τῶν ἀνθρώπων, δδδὲ τὸ τούτων καὶ τὸ τῶν ἀγγέλων, ἀλλ´ ἕκαστόν ἐστιν ἰδιοῦπόστατον, καὶ περιγραπτὸν, καὶ ὅτι ἃ μὲν ἀρχὴν ἔχοντα, τέλος οὐκ ἔχουσιν, ἃ δὲ καὶ ἀρχὴν καὶ τέλος ἔχουσιν. Ἔστι δὲ ἃ καὶ ἀρχὴν μὲν οὐκ ἔχουσι, τέλος δι ἔχουσι, καθὼς καὶ ὁ μέγας διαλαμβάνει ΒασΜειος, λέγων περὶ τῶν θείων τῆς προνοίας τοῦ κόσμοο βουλήσεων, αἶ δὴ καὶ ἀρχὴν μὲν οὐκ ἔσχον, τέλος δὲ ἔδχον τούτων τινὲς, καί τινες ἕξουσι. Ταῦτα γοῦν πάντα ποσῶς ὄντα, μόνον δὲ τὸ Θεῖον οὐ ποσῶς ἐστιν ὃν, ἀλλ´ ἀπλῶς καὶ ἀπεριορίστως· ὅλον γὰρ ἐν ἐαυτῷ συλλαβὸν ἔχει τὸ εἶναι, οὔτε ἀρξάμενον οὔτε παυσόμενον· διὸ καὶ βασιλεὺς λέγεται τῶν αἰώνων, ὡς πάντα αἰῶνα καὶ πᾶν δν περιέχον, καὶ τὰ τοῦ χρόνου τμήματα, τὸ ἠν, τὸ ἔσται, τὸ γενέσθαι, τὸ γίνεσθαι διαπεφευγός· ταῦτα γὰρ τῶν καθ´ ἡμᾶς καὶ τῆς ῥευστῆς φύσεως. Ἔτι δὲ οὐδὲ τὸ ἔστιν ἔχει, ὑπὲρ αὐτὸ γάρ ἐστιν, αὐτό ἐστι τὸ τοῖς οὖσιν εἶναι· οὐδὲ γὰρ τὰ βντα μόνον ἐκ τοῦ Θεοῦ, ἀλλὰ καὶ τὸ εἶναι τῶν ὄντων· αύτὸς γάρ ἐστιν ὀ ὑπάρχων πρὸ τῶν αἰώνων, κατὰ τὸν Δαυΐδ, ὁ αἰὼν τῶν αἰώνων, δηλονότι ὁ συνοχεὺς τῆς ἀιὸίου παρεκτάσεως, ὁ ὅρος τῆς αἰωνίου ζωῆς, ὁ ἐπέκεινα τοῦ μὴ ἐπιλείποντος. $0=3 $8=427 $9=1 ξΝ. Ἀναλαβόντες οὖν εἴπωμεν, ὅτι πᾶσι τοῖς οὖσι, καὶ τοῖς αἰῶσιν αὐτοῖς καθ´ οὓς τὰ ὄντα, τὸ εἶναί ἐστι παρὰ τοῦ προόντος, καὶ πάντων τούτων ὁ προρων ἀρχὴ καὶ αἰτία, καὶ πάντα ἐν αὐτῷ συνέστηκε, πρὸς τῶν ἄλλων αὐτὸς μετοχῶν τὸ εἶναι κεκληρωμένα. Τόθου γὰρ ἄνθρωπον· οὗτος τὸ εἶναι πρῶτον ἔνων, βδη ἔγει καὶ τὸ ζῇν, καὶ τὸ αἰσθάνεσθαι, καὶ τὸ λογίζερδοι· καὶ οἱ ἀόρατοι νόες πρῶτοι τοῦ εἶναι μετἑσχον, καὶ οὕτω ζωῆς καὶ σοφίας. Ταῦτα δὲ καὶ κατ´ ἐπινοιτν μερίζονται. Ὧσπερ γοῦν ἐφ´ ἡμῶν πρώτη ἡ λη ἐπονοεῖται ἀφ´ ἧς ἐσμεν, οὕτως ἐπὶ τῶν ἀσωμάταν νοῦν, οἰονεὶ ὕλη νοεῖται αὐτὸ τὸ ὃν ἑκάστου διὰ ζωῆς εἶδος, καὶ καθὸ οὐσίωται εἰς ζωὴν, καὶ σοφίαν, καὶ τὴν πρὸς τὸ Θεῖον ὁμοιότητα. Διὰ τοῦτο λέγει, ὅτι καὶ κατ´ αὐτὸ τὸ εἶναι πρεσβύτερόν ἐστι τὸ αὐτοζωὴν εἶναι καὶ αὐτοσοφίαν, οὔχ ὅτι ἐπὶ Θεοῦ ὁ τοιοῦτός ἐστι μερισμὸς, ἢ ἀπλῶς, ἢ κατ´ ἐπίνοιαν, ἄπαγε, ἀλλ´ ἀπὸ τούτου, ἐπὶ τῶν ἐξ αὐτοῦ δημιουργικῶς ὑτοστάντιως. ἁπάντων, ταῦτα νοοῦνται. Εἰκότως οὖν πρὸ τῶν ἄλλων ὧν μετέχει τὰ ὄντα τοῦ Θεοῦ, πρεσβυτέρα τις ἀρχὴ ἡ τοῦ εἶναι ἐπινοεῖται αὐτὸς ὁ Θεός. Τὰ γοῦν τοῖς αἰτιατοῖς ἐπινοούμενα τῷ αἰτίῳ προσάπτει, διὰ τοῦτο καὶ μετὰ τῆς αὐτῆς λέξεως τίθησιν ὅσα τίθησιν ὡς ἐπὶ Θεοῦ λεγόμενα· ὥσπερ καὶ τὴν αὐτοομοιότητα καθ’´ ἢν τῷ Θεῷ ὁμοιοῦνται οἱ προσεχεῖς αὐτῳ νάες, μᾶλλον δὲ καὶ ταῦτα, ὧν τὰ ὄντα μετέχει, τὸ εἶναι δηλαδὴ, τὸ κινεῖσθαι, τὸ λογίζεσθαι, καὶ τὰ τοιαῦτα. Καὶ ταῦτα, καθό εἰσι καὶ φαίνονται ἐν τοῖς οὐσι, τὸ αὐτὸ εἶναι μετέχει, ὡς ἐξ ἐκείνου καὶ αὐτὰ εἶναι· καὶ οὐδέν ἐστιν ὃν, κἂν ἐνυπόστατυν, κἂν ἐν ἄλλῳ θεωρούμενον,ντα γὰρ καὶ τὰ συμβεβηκότα ἅπερ ἐν ἄλλῳ θεωροῦνται· οὗ μὴ ἔστιν ὄντωσις αὐτὸ δὴτὸ τοῦ Θεοῦ αὐτοεῖναι. Πάντων τῶν ἄλλων, τῆς ζωῆς φημι, τῆς σοφίας, τῆς ἀγαθότητος, ἀρχηγικωτέραν ἔχων ὁ Θεὸς τὴν τοῦ εἶναι ὀνομασίαν, ἣν ἑαυτῷ ἔθετο εἰπὼν, Ἐγώ εἰμι ὁ ὤν, πρώτως ὑμνεῖται ἐκ τοῦ εἶναι τὰ ὄντα, ὅπερ ἐστὶ καὶ πρεσβύτερον τῶν αὐτοῦ δωρεῶν Εἴπομεν γὰρ, ὅτι τὸ μὲν εἰναι τοῦ Θεοῦ, ὅ ἀρχηγικώτερον ἔνι πρὸς τὴν ζωὴν, πρὸς τὴν σοφίαν, πρὸς τὴν ἀγαθότητα, ἀκατανόητόν ἐπτιν. Ἐκ δὲ τοῦ εἶναι τὰ πάντα συνάγομεν, ὡς ἐξ αἰτιατῶν, τὸ αἴτιον ὅτι ἔστι Θεὸς, ἀλλὰ καὶ πρόεστι καὶ ὑπέρεστιν. Βἰ μὴ γὰρ προην, οὐκ ἂν ὑφίστα τὰ ὄντα· εἰ δὲ οὐχ ὑπερῆν, οὐκ ἂν τοιαύτη δυνάμει ἐχρῆτο Οὗτος ὁ Θεὸς ἐν αὐτῷ τῷ εἶναι τῷ προορισμῷ τῆς οἰκείας γνώσεως προῦπεστήσατο τὸ ὅλως εἶναι τὰ πάντα· αὐτῷ γὰρ τῷ εἶναι, κατὰ πρώτην προσβολὴν ἐπιβάλλει ὁ νοῦς, εἶθ´ οὕτως τὸ ὁπωσοῦν αὐτὰ εἶναι θεωρεῖ. Τὸ οὖν ἀπλῶς εἶναι, οὐ τὸ πῶς εἶναι ἐδήλωσεν, εἰπὼν καθ´ αὐτὸ εἰναι· ὡσπερ καὶ ἑξῆς τὴν αὐτοζωὴν τὴν αὐτοομοιότητα, καὶ τὰ σὺν αὐτοῖς εἰπὼν, τὸ ὅλως εἶναι ζωὴν καὶ ἁπλῶς τὸ ζῇν, οὐχὶ δὴ τὴν τοιάνδε ζωὴν εἰσηγήσατο. Ὥσπερ τοίνυν λόγῳ $0=3 $8=428 $9=1 τυλ ἐπὶ τῶν καθ´ ἡμᾶς ποιοτήτων, ἥγουν τῆς λευκάτητος, τῆς μελανίας, οἰονεὶ πρῶτόν τινα αὐτοποιότητα νοοῦμεν, ἦγουν λευκότητα, ἣν δὴ συμβαίνουσαν τοῖς ὑποκειμένοις, καὶ φαίνεσθαι καὶ δρᾶν· οἷον ἡ αὐτοασώματος λευκότης, ἐπιγενομένη σώματι, λευκαίνει τοῦτο, οὑτω μοι νόει, πλὴν ἀναλόγως, καὶ ἐπὶ τῶν δωρεῶν τῶν θείων, τῆς ζωῆς, τῆς σοφίας, Ἀς ὲκάλεσεν ἀρχὰς τῶν ὄντων, Τῆς ημετέρας γὰρ ζωῆς ἀρχὴ καὶ δημιουργὸς ἡ αὐτοζωὴ, καὶ τῆς σοφίας ἡ αὐτοσοφία. Αὐται οὖν πρῶτον ἐπινοοῦνται οὖσαι, εἶθ´ οὕτως εἰσὶ καὶ ἀρχαὶ τῶν ζώντων, ἡ αὐτοζωὴ ἡθεία, φημὶ, καὶ ἐν τῷ Θεῷ ζωή. Τίθησι δὴ τὸ ὡς ζώντων, ὅτι πάλιν ὡς ὄντων τὸ αὐτὸ ὄν- καὶ ὡς σοφῶν ὄντων, ἡ αὐτοσοφία ἀρχή ἐστι, καὶ τῶν ὁμοίων. Εἰπομεν γὰρ καὶ πρώην, ὅτι ὁμοιότητας λέγει καθ´ ἅς μετέχουσιν οἱ θεῖοι νόες τοῦ Θεοῦ. Τούτων οὖν τῶν ὁμοίων ἀρχὴ ἡ αὐτοομοιότης, ἢν καθ´ ἑαυτὸ τὸ Θεῖσν αὐχεῖ· καὶ τῶν λνωμένωων, δηλονότι τῶν περιωρισμένων τῇ οἰκείᾳ φύσει, καὶ μὴ ἐσκεδασμένων· ἔκαστον γὰρ τῶν ὄντων κατά τινα ἑνιαῖον περιορισμὸν καὶ ἐαυτῷ ἡνωμένον συνίσταται. Τούτων οὖν πάλιν ἀρχὴ ἡ ἐν τῷ Θεῷ αὐτοενότης· καὶ τῶν ἄλλων ὅσα ἢ τῆς ζωῆς μετέχοντα, ἢ τῆς γνώσεως, ἢ καὶ ἀμφοτέρων, ζῶντά εἰσιν, ἢ σοφὰ, ἢ καὶ ἀμφότερα, ἢ καὶ πλείονα, ἢ γοῦν καὶ ὄντα, καὶ ἀθάνατα, καὶ νοερὰ, ὡς ἐπὶ τῶν θείων ἀγγέλων· τούτων οὖν ἁπάντων τὰς αὐτομετοχὰς εὐρήσεις. δηλονότι τὴν αὐτοζωὴν, τὴν αὐτοσοφίαν, καὶ τὰ λοιπὰ, τοῦ εἰναι μετεχούσας, καὶ ἐν τῷ εἶναι μανούσας· καθὸ γὰρ αὖται τοῦ εἶναι μετέχουσι, καί εἰσι, κατὰ τοῦτο καὶ παρὰ τῶν ἄλλων μετέχονται. Νί. Εἰ δὲ ἐκεῖνα τὰ μείζονα, ἅπερ ἔχουσι καθ´ καστον καὶ τὸ αὐτὸ, ἐν τῇ μετοχῇ τοῦ ὄντος εἰσὶ, πόσῳ γε μᾶλλον ταῦτα δὴ τὰ ἐκείνων μετέχοντα ποιεῖ τὸ εἶναι, ζῶντα τυχὸν, ἢ σοφὰ, ἐν τῇ ἐκείνων μετονῇ· καὶ οὐκαθὼς ὑπολήψαιτό τις ἀσυνέτως ὅτι ἀφ´ ἑαυτῶν, καὶ οὐ κατὰ μετοχὴν ἐτέρου, ταῦτα ἐχουσιν; Ἔστι δὲ τὸ ἐπιχείρημα δραστικώτατον ἐκ τοῦ μείζονος. Πρῶτην τοίνυν τὴν τοῦ εἶναι δωρεὰν τοῖς οὖσι παρεχόμενος ὁ Θεὸς, ἐκ ταύτης καὶ πρώτως ὑμνεῖται, καὶ Κστιν ἐξ αὐτῆς καὶ αὐτὸ τὸ εἶναι πάντων, καὶ ἐν αὐτῆ συνειλημμένα διακρατοῦνται κατὰ ἀπλῆν τινα καὶ περιεκτικὴν τῶν δλων αἰτίαν καὶ ἄσχετον· οὐδενὶ γὰρ λόγῳ ἢ νοήματι, ἢ πράγματι ἔχει τὸ Θεῖον τὴν πρὸς τὰ ὄντα σχέσιν τε καὶ κοινωνίαν. Τὰ δὲ ἑξῆς παραδείγματα πιστευτικά εἰσι τοῦ εἶναι πάντα ἐκ τοῦ Θεοῦ, ὡς αἰτίου τῆς τούτων ὑπάρξεως, ἄλλου παρὰ ταῦτα ὑπάρχοντος, καὶ ἐν αὐτῷ συνεστάναι ἄλλῳ παρὰ ταῦτα ὑπάρχοντι· ἡ γὰρ μονὰς, ὡς αἰτία ἀριθμῶν, ἐνοειδῶς, οὐ ποικιλλομένη, ἢ ἄλλως καὶ ἄλλως νοουμένη, τοὺς πάντας περιείληφεν ἀριθμούς· καὶ τὸ μέσον τοῦ κύκλου κέντρον ἀπάσας τὰς ἀπὸ τῆς περιφερείας εὐθείας περιέχει ἐνοειδῶς, καὶ ἀπλῶς, $0=3 $8=429 $9=1 καὶ ὁμοίως· ἀμερὲς γάρ ἐστι τὸ σημεῖον, ὥστε πῶς ἄλλως καὶ ἄλλως τὰς εὐθείας περιλήψεται; Θαυμασίως δὲ τέθεικε τὸ περὶ τοῦ κύκλου παράδειγμα, πῶς ἑνοῦνται ἐν τῷ Θεῷ ἐνιαίως τὰ πάντα, καὶ πῶς διακρίνονται ἀφιστάμενα, καὶ καθ´ ὅσον ἀφίστανται, καὶ τὸν σκεδασμὸν λαμβάνοντα. Ετι καὶ ἐν τῇ δημιουργικῇ τῶν ὅλων φύσει, πάντες οἱ τῆς καθ´ ἕκαστον φύσεως λόγοι συνειλημμένοι εἰσὶν ἀσυγχύτως, ὥσπερ καὶ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ προνοητικαὶ δυνάμεις αὐτῆς, ἡ θρεπτικὴ δηλονότι καθ´ ἡν τρέφει, ἡ αὐξητικὴ καθ´ ἣν αὔξει τὸ πρὸς τὸ γεννᾷν ἐπιτήδειον, ἡ αἰσθητικὴ καθ´ ἡν ἐπιστατεῖ ταῖς αἰσθήσεσιν, ἡ δοξαστικὴ καθ´ ἣν κρίνει τὰ αἰσθητὰ, ἡ φανταστικὴ καθ´ ἣν τὰ αἰσθητὰ φαντάζεται, ἡ ὸρεκτικὴ καθ´ ἡν ὁρέγεται, καὶ καθεξῆς αἱ λοιπαί· οὔτω καὶ οἱ δημιουργικοὶ λόγοι ἐν τῷ δημιουργῷ, καὶ τὰ εἴδη πάντων, καὶ πάντες εἰσὶ καὶ ἀσύγχυτοι μέ νουσι, πλὴν ἐν αὐτῷ εἰσιν οὐχ ὡς ἐν τόπῳ,οὕτε γὰρ αὐτὸς ἐν τόπῳ, οὔτε τὰ ἐν αὐτῷ· ἀλλ´ ἔχει αὐτὰ ὡς ἑαυτὸν ἔχει, πάντων μὲν ὁμοῦ ὄντων, διακεκριμένων δὲ ἐν τῷ μέρει ἀμερῶς. Λαβὼν ἀπὸ τοῦ ἀριθμοῦ καὶ τοῦ κέντρου τὰ παραδείγματα, φησὶν, ὅτι οὐκ ἔστιν ἄτοπον ἐκ τοιούτων εἰκόνων ἐπὶ τὸ ὕψος τῶν λεγομένων ἀναβαίνειν, μόνον εἰ ὀφθαλμοῖς ὑπερκοσμίοις χρώμεθα. Εἴπομεν γὰρ, ὅτι πάντα ἐν τῷ αἰτίῳ μονοειδῶς, ὡς ἐν τῇ μονάδι οἱ ἀριθμοὶ ἅπαντες, καὶ ἠνωμένως, ὡς ἐν τῷ κέντρῳ αἰ ἀπὸ τῆς περιφερείας εὐθεῖαι. vΙi. Πάντα οὖν, ὅσα ἐν τῷ εἶναι ὄντα, χαρακτη ρίζει τὰ ὄντα· εἰ γὰρ μὴ ἦν ζωή, οὐκ ἂν ἐξῶμεν· εἰ μὴ ἦν φρουρὰ, οὐκ ἂν ἐφρουρούμεθα· εἰ μὴ ἦν κἰνησις, οὐκ ἂν ἐκινούμεθα. Πάντα γοῦν, πάντα ὅσα ἐν τῷ εἶναι ὄντα, τὰ ὄντα χαρακτηρίζουσι. Ὅντα δὲ λέγει οὐ τὰς οὐσίας, ἀλλὰ τὰ ἐν ταῖς οὐσίαις θεωρούμενα ἐκ τοῦ Θεοῦ εἰσι· ταῦτα δὲ ἐκτὸς σωμάτων οὐ δύναται συνίστασθαι, διεῖλε δὲ ὁμῶς αὐτὰ ὁ Πατὴρ κατ´ ἐπίνοιαν. viii. Καὶ ἐκ τῆς αἰτίας τῶν πάντων αἱ νοηταὶ ὡς πρὸς ἡμᾶς, καὶ νοεραὶ ὡς πρὸς τὸν Θεὸν δυνάμεις ὧπέστησαν, καὶ αἱ ψυχαὶ, καὶ τὰ σώματα, καὶ τὰ ὁπωσοῦν ἢ ἐν ἑτέροις ὑπάρχοντα, ὡς χρῶμα, σχῆμα, πηλικότης, καὶ τἀλλα τὰ περὶ τὸ σῶμα ὁρώμενα, ἢ κατ´ ἐπίνοιαν εἰναι λεγόμενα, οἷον νόημα, αἴσθησις, λόγος, καὶ τὰ τοιαῦτα. Χωρίζει γοῦν ἐκεῖνα ἀπὸ τούτων, ὅτι ἐκεῖνα, εἰ καὶ ἂν ἑτέροις ὑφίστανται, ἀλλ´ αὖν αἰσθήσει ὑπόκεινται· ταῦτα δὲ οὐχ ὑπόκεινται αἰσθήσει, ἀλλὰ κατ´ ἐπίνοιαν μόνην γινώσκονται. Καὶ γοῦν αἱ μακάριαι δυνάμεις, καὶ αἱ πρωται καὶ αἱ μετ´ αὐτὰς, καὶ αἱ ἔσχαται πρὸς ἐκείνας, οὐ πρὸς ἡμᾶς· πρὸς γὰρ ἡμᾶς ὑπερκόσμιοί εἰσι καὶ αἱ ἔσχαται· καὶ αἱ ἀρχαὶ καὶ πάντα ἐκ τοῦ Θεοῦ καὶ ἐν τῷ Θεῷ εἰσι· καὶ μὴ μόνον τὸ εἶναι, ἀλλὰ καὶ τὸ εὖ εἶναι $0=3 $8=430 $9=1 ἔχουσι. Καὶ τὰ μὲν πρεσβεῖα τοῦ εἶναι, ὅηλονότι τὸ ὑψηλότερον, ὁ ἐστί τὸ ἀθανάτως εἶναι, ταῖς νοηταῖς κδωρήθη δυνάμεσιν, ἀς καὶ αἰωνίας ἐκάλεσεν, ὡς αιῶνος μετεχούσας· ἡ δὲ τοῦτο λέγουσα Γραφή ἐστι· Τα γὰρ βλεκόμενα πρόσκαιρα· τὰ δά μὴ βλεπόμενα αἰώνια. Αὐτὸ δὲ τὸ εἶναι οὐδέποτε ἀπολείπεται τῶν ὄντων· ὅτε γὰρ ἀπολείπει τὸ εἶναι, οὐκ ἔστι τὸ ὄν. Καὶ αὐτὸ γοῦν τὸ εἶναι ἐκ τοῦ προόντος, διὸ καὶ ἐν τῷ Θεῷ ἐστι τὸ εἰναι, ὡς δν καὶ αὐτὸ τῶν ἑτέρων θείων εἰδῶν καὶ νοήσεων, τῆς ζωῆς, τῆς σοφίας, καὶ τῶν τοιούτων. Οὐ μὴν δὲ ὁ Θεὸς ἐν τῷ εἰναι· πρὸ γὰρ τοῦ εἶναί ἐστιν(ὐτοῦ γάρ ἐστι τὸ εἶναι, ὡς καὶ ἡ ζωὴ, καὶ τὸ φῶς, καὶ οὐκ αὐτὸς τοῦ εἶναι. Τί δέ ἐστι, καὶ ἀὐτὸν ἔχει τὸ εἶναι, καὶ οὐκ αὐτὸς ἐκεῖνο· ἢ ἐπεὶ μετὰ τῶν ἄλλων σημαινομένων τοῦ ἄχειν λέγεται ἔχειν καὶ τὸ καθ´ ἕξιν προσὸν, ὡς ἔχειν λεγόμεθα ὄντωσιν καὶ ζωὴν, ὧν ἄνευ οὕτε ἦμεν ἂν, οὔτε εἴχομεν· τοῦτο τὸ σημαινόμενόν ἐστιν ἐνταῦθα. Αὐτὸν γοῦν τὸν Θεὸν ἔχει τὸ εἶναι, ἵνα συστῇ, ἵνα δειχθῇ. οὐκ αὐτὸς ἐκεῖνο εἰς οἰκείαν ὕπαρξιν· αὐτὸς γάρ ἐστι καὶ τοῦ εἶναι αἰὼν, καὶ ἀρχὴ, καὶ μέτρον, καὶ πάντων ἀρχὴ, καὶ μεσότης, καὶ τελευτή· πάσῃ γὰρ ἐπιβολῇ τοῦ νοῦ προῦπαντῶσαν εὑρίσκει τις ἐφ´ ᾧ ἂν καὶ σκέψαιτο τοῦ αἰτίου τὴν ἔννοιαν, ἤγουν τοὺ δημιουργοῦ. Τὸ οὖν πολλαπλασιάζεσθαι δηλοῖ τὸ ἐν τοῖς πολλοῖς αἴτιον τὸν αὐτὸν θεωρεῖσθαι, καὶ ἐφ´ ἑνὶ πάντων ἐκάστῳ ὁσάκις τις ἐπιβάλλοι, καὶ ὁσάκις ἴδοι, τὸ πρᾶγμα σκοπούμενος, τὸν Θεὸν ἀεὶ ἀναλογίζεσθαι αίτιον· κατὰ τοῦτο γὰρ κατὰ πᾶσαν ἐπίνοιαν πολλαπλασιάζεται, καὶ ἀρχὴ καὶ μεσότης καὶ τελευτή ἐστι. Τὸ Θεῖον οὔτε τὸ ἦν, οὔτε τὸ ἔσται ἔχει κατὰ τὸν πολὺν ἑν θεολογίᾳ Γρηγόριον. Ἀλλ´ οὐδὲ τὸ ἐστὶν ἐπ´ αὐτοῦ κυριολεκτεῖται, κατὰ τοῦτον δὴ τὸν θεῖον Διονύσιον· τὸ γὰρ ἐστὶν ἔννοιαν παρεισάγει, ὅτι μετέχει τοῦ εἶναι· ὁ δὲ Θεὸς οὐ μετέχει τοῦ εἶναι, ἀλλ αὐτὸ τὸ εἶναι μετέχει τοῦ Θεοῦ, καὶ ἐν τῷ Θεῷ ἐστι, καθὼς καὶ ἀνωτέρω ἐλέγομεν. Πῶς οὖν ἐνταῦθα τίθησιν ὁ ἅγιος, ὅτι καὶ τὸ ἦν, καὶ τὸ ἔσται, καὶ τἄλλα ἃ δή εἰσιν ἀνοίκεια τοῦ Θεοῦ, ἐπὶ Θεοῦ κυρίως ὑμνεῖ. ται; Αὐτὸς ὁ ἅγιος, λύων τὴν ἀπορίαν, φησὶν, ὅτι θεοπρεπῶς νοοῦνται ταῦτα ἐπὶ Θεοῦ· ταῦτα γὰρ πάντα καὶ ἀλλότριά εἰσι τοῦ Θεοῦ, καὶ πάλιν ἐν τῷ Θεῷ εἰσι, καθὸ τοῦ εἶναι μετειλήφασι. Κατὰ γὰρ τὴν τοῦ αἰτίου ἔννοιαν πάντα τοῦ Θεοῦ λέγονται, καὶ ἐπ´ αὐτοῦ νοοῦνται ὑπερουσίως· τὸ γὰρ κατηγορεῖσθαι κατὰ φιλοσόφους τοῦτο δηλοῖ. Ὡς γοῦν πάντων αἴτιος, καὶ τοῦ ἔστι, καὶ τοῦ ἦν, καὶ τοῦ γίνεσθαι, καὶ τοῦ ἔσται, ἐν ἑαυτῷ πάντα συνέχει· πλὴν ἅμα πάντα καὶ τὸ ἦν, καὶ τὸ ἔσται, καὶ τὸ Κστιν, ὅπερ ἐν τίνι ἄλλῳ λεχθήσεται πώποτε; Καὶ μὴ μόνον τὰ καταφατικὰ, ἀλλὰ καὶ τὰ ἀποφατικὰ, μᾶλλον δὲ καὶ αἱ στερήσεις ἐπ´ αὐτοῦ λέγονται, καὶ ταῦτα ἅμα, ὡς εἶναι τὸν αὐτὸν καὶ πάνσχημον καὶ ἄμορφον, καὶ πανείδεον καὶ ἀκαλλῆ· ἐκεῖνα διὰ τὸ αῖτιον εἶναι τῶν σχημάτων καὶ τῶν εἰδῶν ἀπάντων· ταῦτα διὰ τὸ ὑπὲρ πάντα ταῦτα εἶναι, κατὰ τὸ ὑπὲρ ἁσωματίαν, καὶ ὑπὲρ ἀὔλίαν ἄμορφον καὶ ἀνείδεον, τὰς ἀρχὰς, καὶ τὰ τέλη, καὶ τὰ μέσα τῶν ὄντων πεΡιλαμβάνοντα· οὐδεμία γὰρ ἀρχή ἐστιν, ὑπὲρ ἡν οὐκ $0=3 $8=431 $9=1 ἔστι Θεὸς ἀσχέτως και ἐξῃρημένως· καὶ οὐδὲν τέλος, μεθ´ ὃ οὐκ ἔστι Θεός· καὶ οὐδὲν μέσον, ἐν ὧ οὐκ ἔστι Θεὸς, κατὰ τό· Ἑγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι· τοῦτο γάρ ἐστιν ἡ ἀρχὴ, τὸ τέλος, καὶ τὸ μέσον, κατὰ γοῦν μίαν καὶ ὑπερηνωμένην αἰτίαν. Ἐἰ γὰρ πολλὰ τὰ αἰτιατὰ καὶ αἱ δωοεαὶ ἄπειροι, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν ἕνωσιν ἔχει τὸ ἑνιαῖον τὸ αἴτιον, ἀχράντως τοῖς πᾶσιν ἐπιλάμπει, δίκην τοῦ αἰσθητοῦ τούτου ἡλίου· εἰ γὰρ οὗτος ὁ ἐκ τοῦ Θεοῦ ὑποστὰς πολλὰς οὐσίας καὶ διαφόρους ποιότητας εἰς ὤν μονοειδῶς ἐπιλάμπει, καὶ μενούσης μιᾶς καὶ ἑνιαίας τῆς λάμψεως, διάφοροι γίνονται αἱ ἐνέργειαι· πολλῷ γε μᾶλλον ἐπὶ Θεοῦ τὸ τοιοῦτον νοήσειέ τις τοῦ ποιητοῦ καὶ αὐτοῦ, καὶ τῶν ἄλλων ἀπάντων. Καὶ εἰ ὁ ἥλιος τὰς αἰτίας τῶν τοσούτων ἐνεργειῶν καὶ κινήσεων μονοειδῶς προεληφεν, ἑνιαίως ὅλος ἅπασιν ἐπιλάμπων, καὶ ἑκάστῳ εὑρισκόμενος πρόσφορος· πολλῷ γε μᾶλλον συγχωρήσομεν εἶναι παρὰ τῷ δημιουργῷ τὰ τῶν ὄντων πάντων παραδείγματα. Καὶ ὁ μὲν Πλάτων τὰς ἰδέας καὶ τὰ παραδείγματα ταπεινῶς καὶ ἀναξίως Θεοῦ ἐξεμηφε· ὁ δὲ πατὴρ τῇ μὲν λέξει ἐχρήσατο, τὴν δὲ ἔννοιαν εὐσεβῶς ἐξηγήσατο, παραδείγματα λέγων τοὺς προῦφεστῶτας λόγους, καὶ τὰ ἀφοριστικὰ ποιητικὰ θεῖα θελήματα.Μόνῳ γὰρ τῷ βούλεσθαι τὰ πάντα ὑπέστησεν· οὐς καὶ προορισμοὺς ὁ θεῖος Παῦλός φησιν· Οὕς δὲ προώρισε, λέγων, τούτους καὶ ἐκάλεσε· καὶ ἑτέρωθι· Προορίσας ἡμᾶς ἐν τῷ θελήματι αὐτοῦ. Τὸ δὲ, ἐπεὶ καὶ οὐσίας παράγει κατὰ τὴν ἀπὸ οὐσίας ἔκβασιν, τοιοῦτόν τινα ἔχει λόγον. Εἶπεν, ὅτι πάντων τῶν ὄντων τὰ παραδείγματα ἐν τῶ Θεῶ ἐστιν, εἶτα ὡσπερεί τινος τῶν ἄλλων μὲν τοὺς λόγους διδόντος εἶναι ἐν τῷ Θεῷ, δηλονότι τῶν προνοιῶν, τῶν δωρεῶν, τῶν κινήσεων, καθὼς καὶ τὰ ἁποστολικὰ ῥητὰ ἔχουσιν· ὡς συνάγεσθαι ἴσως ἐντεῦθεν, τοὺς μὲν προορισμοὺς τῆς διακονίας καὶ τῆς ἀποστολῆς, καὶ τοὺς λόγους τούτων εἶναι ἐν τῷ Θεῷ, αὐτῶν δὲ τῶν προσώπων τὰ παραδείγματα μὴ εἶναι· ὡσπερεί τινος γοῦν οἰομένου τοιαῦτα καὶ χωρίζοντος τῶν ποοσὡπων τὰς ἐνεργείας, φησὶ συνιστῶν, ὅτι καὶ αὐτζν καθ´ αὐτὸ τῶν προσώπων τοὺς λόγους ἔχει παρ´ ἑαυτῷ ὀ δημιουργὸς, ἐπεὶ καὶ οὐσίας παράγει. Σκέιὸαι γὰρ ἀπὸ τῶν καθ´ ἡμᾶς τεχνητῶν, ὅτι ἡμεῖς μὲν, ἐπεὶ οὐκ οὐσίας παράγομεν, οὐδὲ τοὺς λόγους τῶν οὐσιῶν παρ´ ἑαυτοῖς ἔχομεν· ἕξεων δὲ καὶ τέχνης λόγους οὐδὲν κωλύει ἔχειν ἡμᾶς, καθ´ οὓς ἀποτελεσθείη τὸ τεχνητόν. Ὁ δὲ Θεὸς, ἐπεὶ καὶ τούτων κἀκείνων παραγωγεύς ἐστιν, εἰκότως ἔχει καὶ ἀμφοτέρων τοὺς λόγους, καὶ τῶν οὐσιῶν καὶ τῶν ἔξεων. ἔ ΙΧ. Ὁ μέντοι φιλόσοφος Κλήμης ὁ Ῥώμης ἐπίσκοπος, ὥς φασί τινες ἐξηγούμενοι, δόξῃ τινὶ κατηκολούθησε λεγούσῃ, καὶ ἐν τῇ γενέσει τῶν αἰσθητῶν εἶναί τινας ἀρχικὰς αἰτίας. Ὡς γοῦν ἐν τοῖς νοητοῖς ἔστι λέγειν τὰς νοήσεις τὰς θείας, λόγους ἀρχικοὺς $0=3 $8=432 $9=1 καὶ παραδείγματα, οὕτως ἐν τοῖς αἰσθητοῖς ἔλεγεν εἶναί τινα ἀρχηγικώτερα παραδείγματα, τοῦ μὲν ἐνύλου τυχὸν πυρὸς τὸ αἰθέριον, τῶν δὲ πηγιμαίων ὑδάτων τὰ ὑπερουράνια ὕδατα, ἅτινα ἀλότερά πώς εἰσι τῶν ὑφειμένων, παρ´ ὅσον ὁ μὲν αἰθὴρ αὐτὸς ἐν ἑαυτῷ καίων ὑφίσταται, τὰ δὲ ὑπεράνω τῶν οὐρανῶν ὄδατα δίχα τοῦ προσήκοντος περιορισμοῦ συσφίγγεται καὶ συνέχεται· καὶ μᾶλλον ἐπὶ σφαιροειδοῦς καὶ δλισθηρᾶς ὄντα φύσεως, ἄμφω δὲ συγκρατεῖται τῷ δημιουργικῷ καὶ θείῳ θελήματι, Διὰ τοῦτο δὲ καὶ πρός τι παραδείγματά φησι· πρὸς γὰρ ταῦτα ἐκεῖνα παραδείγματα, καὶ οὐχ ἁπλῶς ἀρκτικὰ αἴτια, ὡς οὗτός φησι, τὰ θεαρχικὰ θελήματα. Ἄλλοι δὲ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τούτων πάλιν τὰ ὑψηλότερα τῶν κατωτάτω, παραδείγματα λέγειν τὸν ἱερὸν ἐκλαβόμενοι Κλήμεντα, εἰς σαφήνειαν τῆς τοιαύτης δόξης καὶ τοιοῦτόν τι παράγουσιν. Ὑπόθου γὰρ γραμμὴν, ἠσ τὸ μὲν ἄνω μέρος ἀποδιδόσθω τοῖς νοητοῖς, τὸ δὲ κάτω τοῖς αἰσθητοῖς· καὶ τούτων τὸ μὲν ἀρχηγικωτέροις, ἅπερ εἰσὶ τὰ ἰδίως νοητὰ, τὸ πρῶτον καὶ ἀνώτατον μέρος, τοῖς δὲ ἐκ τῶν νοητῶν τὸ μετ´ ἐκεῖνο, αἶθ´ οὕτω, καθ´ ὑπόβασιν τῆς γραμμῆς τὰ ἄλλα. Δεῖξαι γὰρ θέλει ἡ τοιαύτη δόξα, μὴ τῆς ἀξίας τῆς αὐτῆς εἶναι τὰ πάντα, ἀλλ´ ἐξ ἀλλήλων ἔνια γινόμενα, αἷον τὰ ὑφειμένα εἴδη τῶν καθολικῶν. Καὶ ταῦτα μέν τινες· τὸ δὲ ὅλον, οἶμαι, ὡς ἂν τῶν λόγων καταστοχάσωμαι, τοῦτό ἐστιν· Ὅτι ἐπειδὴ τῶν νοητῶν τὰ παρόντα λέγουσιν, ὡς ὁ μέγας Ἀπόστολος εἶπε τοῦ νόμου σκιὰν, οὗτος ἐξ ἀντιστρόφου ἐκεῖνα τούτων ἐκάλεσε παραδείγματα. Διὰ τοῦτο γὰρ εἶπε καὶ πρός, τι ἡ εἰκὼν πρὸς τὸ παράδειγμα, καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα. Φησὶ τοίνυν ὁ Πατὴρ, ὅτι, εἰ κἀκεῖνφ τὰ νοητὰ τῶν αἰσθητῶν ἐκάλεσε παραδείγματα, ραγὰρ, φησὶ, ποιήσεις κατὰ τὸν τύπον τὸν δειχθέντα σοι· ἀλλ´ οὖν οὐκ εἰσὶ τοιαῦτα παραδείγματα τὰ νοητὰ ἐκεῖνα, ὥστε καὶ προσκυνὴτὰ εἶναι, ὡς τὰ θεα θελήματα, ἀλλὰ κἀκεῖνα ποιήματά εἰσι, καὶ ἔχομεν ἀκούειν καὶ περὶ αὐτῶν, καθὼς ὁ Μωϋσῆς περὶ τῶν αἰσθητῶν εἶπεν ὡς ἀπὸ τοῦ Θεοῦ· Οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν, ἀλλ´ ἵνα διὰ τούτων πρὸς τὸ ὄντως ὃν καὶ τὸν ποιητὴν ἀναγώμεθα. Ἐπειδή τινες τῶν Ἐλλήνων τὰς ἰδέας καὶ τὰ παραδείγματα ἐνυπόστατα ἔφησαν, τούτους ἀποῤῥαπίζων φησίν· Εἰ γὰρ μὴ ἁπλῶς καὶ ἑνιαίως εἶεν αἱ ἰδέαι νοήσεις ὑπερηπλωμέναιοῦσαι τοῦ ὑπερηπλωμένου καὶ ὓπερηνωμένου Θεου, σύνθετος ἂν εἴη ὁ Θεὸς ἐκ παραδείγματος καὶ ἑαυτοῦ, ὅπερ διπλόην ὡνόμασε· πάντα οὖν ἀναθετέον τῇ πρώτῃ αἰτία. Ἀλλ´ οὐ, διότι μερικὰ καὶ ἑτερόχρονα τὰ αἰτιατὰ, ἤδη ὑπονοητέον καὶ μερισμούς τινας ἰδιοῦποστάτους, ἢ μὴν ἰδίως ἐπινοουμένους ἐπὶ Θεοῦ· ἀλλὰ μία ἐστὶ καὶ αὕτη ἐξῃρημένη παντὸς ἑνιαίου ἡ ἕνωσις· κατὰ μίαν γὰρ καὶ τὴν αὐτὴν οὐχ ἀπλῶς ἁπλότητα, ἀλλ´ ὑπερβολὴν ἀπλότητος, πάντα ἐν ἑαυτῇ μὴ μόνον περιέχει, ἀλλὰ καὶ προέχει προωρισμένως, ἀρξαμένη τῆς οὐσιοποιοῦ προόδου, καὶ παραγωγῆς τῶν κτισμάτων, ἀπὸ τοῦ $0=3 $8=433 $9=1 ζωῆς Ἀαυτῶν, καὶ τῆς τελειοποιοῦ ἀπὸ τῆς τελειώσεως ἑαυτῆς. Εἰπε δὲ τοῦτο, ἐπεὶ τὰ πάντα ἐκ τοῦ Θεοῦ ἐγένοντο, καὶ τὰ πάντα τοῦ Θεοῦ μετέχουσιν οἰκείας ἐαυτοῖς, καὶ καθὼς ἔχουσι φύσεως· εἰ μέν εἰσι μόνον, ἀπὸ τοῦ εἶναι τοῦ θείου· εἰ δὲ γνωστικά εἰσιν, ἀπὸ τῆς θείας γνώσεως· εἰ δὲ καὶ νοερὰ, ἀπὸ τῆς θείας καὶ ὑπὲρ πᾶσαν νόησιν νοήσεως. Ἄρχεται ἓὲ τῆς οὐσιοποιοῦ προόδου, ὅτι πρώτως ἐπινοοῦμεν τὸ εἶναί τινος, καὶ εἶθ´ οὕτω τὸ τοιῶσδε εἶναι τοῦτο. Τοίνυν ἤρξατο τῆς τοιαύτης προόδου ἀπὸ τοῦ εἶναι ἑαυτῆς· οὐκ ἤρκει γὰρ τῇ ἀγαθέτητι, μόνῃ τῇ περὶ ἑαυτῆς ἐνασχολεῖσθαι θεωρίᾳ, ἀλλ´ ἔδει χυθῆναι καὶ ὁδεῦσαι τὸ ἀγαθὸν εἰς πλείονα τὰ εὐεργετούμενα. Κἔ Χ. Διὰ πάντων δὲ φοιτᾷ τῇ προνοίᾳ, καὶ πάνεα πληροῖ τοῦ εἶναι, καὶ ἐπὶ πᾶσι τοῖς οὖσιν ἀγάλλεται. Τοῦτο δὲ λέγει, οὐχ ὅτι ὁ Θεὸς πάθος ἔχει χαρᾶς καὶ ἀγαλλιάσεως, ἀλλ´ ἀφ´ ἡμῶν χαιρόντων τοῖς τῶν ἡμετέρων ἔργων ἀποτελέσμασιν, εἴπερ κατὰ λόγον προβαῖεν, καὶ μηδεμίαν μομφὴν ἔχοιεν· τοῦτο γάρ ἐστι καὶ ἡ παρὰ τῇ θείᾳ καὶ ἱερᾷ Γραφῇ μετ´ ἐπιτάσεως ἐπίκρισις, τὸ, Ἰδοὺ καλὰ λίαν. Σύμφωνον τούτοις καὶ τὸ παρὰ τῷ θείῳ Δαβὶδ, Εὐφρανθήσεται Κύριος, λέγων, ἑπὶ τοῖς ἔργοις αὐτοῦ καὶ τὸ τοῦΣολομῶντος, Ἐγὼ μην ἧ προσέχαιρε. Καὶ γοῦν ὤσπερ φωνὴ μία οὖσα παρὰ πολλῶν ἀκοῶν, μένουσα καὶ πάλιν μία, μετέχεται, οὐ προτέρως και ὑστέρως, οὐ μεμερισμένως, οὐκ ἀνὰ μέρος μὲν, ὁλοτελῶς δὲ, ἀλλὰ καὶ ὁλοτελῶς, καὶ καθόλου, καὶ ἅμα, καὶ ὡσαύτως ὡς μία· αὔτω πρὸς πάντων καὶ τὸ Θεῖον μετέχεται ἑνικῶς τε καὶ ὁλοτελῶς, καὶ ἀρχή ἐστι πάντων, ὡς αἴτιον, καὶ τλος ὡς οὗ ἕνεκα· πάντα γὰρἕνεκα Θεοῦ, ἀλλ´ οὐ διὰ χρείαν, ἀλλ´ ἀγαθότητα· καὶ πέρας πάντων, οἱονεὶ περιεκτικὸν καὶ ὅρος. Οὐδὲν γὰρ ἐκβαίνει τὴν αὐτοῦ δυναστείαν καὶ πρόνοιαν. ἀλλ´ εἰς αὐτὸ τὰ πάντα περατοῦνται, καὶ ἀπειρία πάσης ἀπειρίας καὶ πέρατος· ἐξ ἴσου γὰρ ἀπολείπονται καὶ ἡ ἀπειρία καὶ τὸ πέρας τῆς θείας ἀπειρίας, καθάπερ ἡλίου καὶ σὐρανοῦ οἱ πρὸς αὐτὰ βλέποντες, ἢ μᾶλλον καὶ πλέον, καὶ ὑπερέκεινα, καὶ ἀπείρως ἀπολείπονται. Ἀλλὰ τίς ἡ ἐν τοῖς καθ´ ἡμᾶς ἀπειρία; Εἴποι τις ἄν· Ἡ ὕλη ἡ ἀεὶ μετασχηματιζομένη, καὶ ἄλλοτε εἰς ἄλλα εἴδη μεταβάλλουσα. Ἀλλ´ οὖν καὶ αὕτη ἐν τῷ Θεῷ πεπέρασται, εἰ καὶ ἄστατός ἐστι καὶ ἀόριστος. Ἔστι γοῦν τὸ Θεῖον ἀπειρία, καὶ τῆς ἀπειρίας, οὐχ ὡς μετασχηματιζόμενον κατ´ αὐτῆς, ἀλλ´ ὡς καὶ ταύτην ἐξ οὐκ ὄντων παραγαγόν. Εἰπὼν δὲ ἀπειρίας καὶ πέρατος, φησὶ τῶν ὡς ἀντικειμένων· οὐ γὰρ κυρίως ταῦτα ὡς ἕξις καὶ στέρησις ἀντίκεινται, ε γὰρ φανῆναί ποτε τὴν ἕξιν, εἴπερ ἦν τοῦτο, καὶ οὕτω γενέσθαι τὴν στέρησιν· ἀλλὰ μᾶλλον ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκεινται· λέγεται γὰρ καθ´ ἕξιν καὶ στέρησιν, νοεῖται δὲ κατὰ κατάφω σιν καὶ ἀπόφασιν. Ἄπειρον γὰρ λέγεται τὸ μὴ ἔχον πέρας, οὐ τὸ στερηθὲν πέρατος· ἐν ἐνὶ μέντοι, δηλονότι ἐνιαίως, ὡς πολλάκις εἴρηται, τὰ πάντα ὁ Θεὸς, καὶ $0=3 $8=434 $9=1 προέχει ὡς αἴτιος, καὶ ὑπέστησεν ὡς ποιητὴς, καὶ ταρὼν ὁμοίως τοῖς πᾶσι καὶ πανταχοῦ· καὶ ἐπὶ πάντα πρόεισι τῇ συστατικῇ προνοίᾳ, καὶ ἐφ´ ἑαυτοῦ μένει ὀς ὑπὰρ πάντα ὢν καὶ μηδενὸς δεόμενος. Καὶ στὼς δστι τῷ κατὰ μηδὲν ὅλως ἐν αὐτῷ ἵχνος μεταβολῆς βεωρεῖσθαι· καὶ κινούμενος πάλιν ἐν τῷ συνέχειν τὰ βντα καὶ συγκρατεῖν. Καὶ αὖθις οὐ ταῦτά ἐστιν, ὅτι ὑπὴρ ταῦτα· κίνησις γὰρ ἀτελὴς ἐνέργειά ἐστι· στάσις ἡ παντάπασιν ἀκινησία· ἥτις, εἰ μετὰ τὴν κίνησιν γένοιτο, ἠρεμία ἂν κληθείη. Τὸ κακοῦ εἶναι τὸ Θεῖον ὑπὸρ τὴν ἀτελῆ ἐνέργειαν, εὔδηλον· ὅτι δὲ καὶ ὑπὲρ πᾶσαν ἀκινησίαν, δῆλον ἐκ τοῦ τὰ πάντα ἕχειν ὑπερΟχικῶς, καὶ οὐ καθώς εἰσι καὶ νοοῦνται. Εἰ γὰρ καὶ λίαν συνάδει ἐπὶ Θεοῦ τὸ παντάπασιν ἀκίνητον, ἀλλὰ καὶ τοῦτο ὑπεροχικῶς ἐστί τε καὶ νοεῖται ἐν τῷ Θεῷ. Οκ Κν τινι τῶν ὄντων πάλιν ἐστὶ διὰ τὸ ἐν πᾶσιν ἄσχετον· οὐδὲν προσήκει τούτῳ τῶν αἰωνίων, ὅτι καὶ τῶν αἰώνων ποιητής ἐστιν· οὐδὲν τῶν ὑπὸ χρόνον, ὅτι καὶ χρόνων ποιητής. Αἰώνια δὲ λέγει τὰς νοερὰς δυνάμεις ὡς αἰῶνος μετεχούσας, καὶ διὰ τὸ τῆς πρὸ τοῦ χρόνου φύσεως γενέσθαι αὐτάς· χρόνος γὰρ ἀπὸ τῆς οὁρανοῦ καὶ γῆς ποιήσεως ἀριθμεῖται. Τὸ δὲ, Οὐδὲν προσήκει τούτῳ, κατ´ οὐσίαν νόησον, καὶ οὐ κατ´ ἄλλην τινὰ ἔννοιαν, οἷον κυβερνήσεως, καὶ συστάσεως, καὶ τῶν τοιούτων. Σημείωσαι δὲ ἐντεῦθεν, ὅτι τὸ δναρχον καὶ αἰώνιον, οὐ μὴν δὲ πᾶν τὸ αἰώνιον καὶ ἄναρχον. Αὐτοαιὼν δὲ τὸ Θεῖον, ὅτι τὸ εἶναι τούτου μὴ μόνον χρόνῳ οὐ μετρεῖται, ἀλλ´ οὐδ´ αἰῶνι, ἀλλ´ αὐτα ἐστιν ἑαυτῶ αἰών. Μέτρα δὲ τῶν βντων τοὺς αἰῶνας τῶν νοητῶν, καὶ τοὺς χρόνους τῶν αἰσθητῶν φησι· τὰ γὰρ νοητὰ ὡς ὑπὸ μέτρου τοῦ αἰῶνος μετρεῖται, εἰ καὶ ὀμωνύμως τῷ μετροῦντι αἰῶνι καὶ τὰ μετρούμενα λέγονται. Αἰῶνες γὰρ λέγονται καὶ οἱ ἄγγελοι. Οὕτω καὶ ἐπὶ τῶν αἰσθητῶν· τὰ γὰρ μετρούμενα τῷ χρόνῳ ὁμωνύμως χρόνοι λέγονται, ὡς ἡ κίνησις τῶν ἀστέρων καὶ τοῦ ἡλίου, καὶ οἱ βίοι· μετρούμενοι· γὰρ ὑπὸ χρόνου, χρόνοι λέγονται· ὁ γὰρ χρόνος εἰς· τὰ δὲ μετρικοὶ χρόνοι, ὡς ὑπὸ τῆς μιᾶς παρατάσεως τοῦ ἑνὸς χρόνου μετρούμενα. Πάντα οὖν ταῦτα δι´ αὐτοῦ, καὶ ἀπ´ αὐτοῦ, καὶ ἐν αὐτῷ ἐστιν. $0=3 $8=435 $9=1 Νῦν δὲ ὑμνητέον ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον, ὡς ἧε· ἡ αὐτοζωὴ, καὶ πᾶσα ζωλ, καὶ ὑφ´ ἧς εἰς πάντα τὰ ὁπωσοῦν ζωῆς μετέχοντα τὸ ζῇν οἰκείως ἐκάστῳ διασπείρεται. Καὶ γοῦν ἡ τῶν ἀθανάτων ἀγγέλων ζωὴ, καὶ ἡ ἀθανασία, καὶ τὸ ἀνώλεθρον αὐτὸ τῆς ἀγγελικῆς ἀεικινησίαςζʹ. ἐξ αὐτῆς καὶ δι´ αὐτὴν καὶ ἔστι καὶ ὑφέστηκε· διὸ καὶ ζῶντες ἀεὶ καὶ ἀθάνατοι λέγονται, καὶ οὐκ ἀθάνατοι πάλιν, ὅτι μὴ παρ´ ἑαυτῶν ἔχουσι τὸ ἀθάνατοι εἶναι καὶ αἰωνίως ζῇν, ἀλλ´ ἐκ τῆς ζωοποιοῦ καὶ πάσης ζωῆς ποιητικῆς καὶ συνοχικῆς αἰτίας. Καὶ ὥσπερ ἐπὶ τοῦ ὄντος ἐλέγομεν ἅτι καὶ τοῦ αὐτοεῖναί ἐστιν αἰὼν, οὕτω καὶ ἐνθάδε πάλιν, ὅτι καὶ τῆς αὐτοζωῆς ἐστιν ἡ ὑπὲρ ζωὴν ἡ θεία ζωὴ, ζωτικὴ, καὶ ὑποστατικὴ, καὶ πᾶσα ζωή, καὶ ζωτικὴ κίνησις ἐκ τῆς ζωῆς, τῆς ὑπὲρὲ πᾶσαν ζωὴν καὶ πᾶσαν ἀρχὴν πάσης ζωῆς. Ἐξ αὐτῆς καὶ αἱ ψυχαὶ τὸ ἀνώλεθρον ἔχουσι, καὶ ζῶα πάντα καὶ φυτὰ κατ´ ἔοχαταν ἀπήχημα τῆς ζωῆς ἔχουσι τὸ ζῇν. Ἡς ἀνταναιρουμένης, κατὰ τὸ Λόγιον, ἐκλείπει πᾶσα ζωὴ, καὶ πρὸς ἡν καὶ τὰ ἐκλελοιπότα τῇ πρὸς τὸ μετέχειν αὐτῆς ἀσθενείᾳ, πάλιν ἐπιστρεφόμενα, πάλιν ζῶα γίγνεται. Καὶ δωρεῖται μὲν πρῶτα τῇ αὐτοζωῆ τὸ εἶναι ωὴν. καὶ πάσῃ ζωῇ, καὶ τῇ καθ´ ἕκαστα τὸ εἶναι οἰκείως ἑκάστην ὃ εἶναι πέφυκε· καὶ ταῖς μὲν ὑπερουρανίοις ζωαῖς τὴν ἄδλον, καὶ θεοειδῆ, καὶ ἀναλλοίωτον ἀθανασίαν, καὶ τὴν ἀῤῥεπῆ καὶ ἀπαρέγκλιτον ἀεικινησίαν, ὑπερεκτεινομένη διὰ περιουσίαν ἀγαθότητος, καὶ εἰς τὴν δαιμονίαν ζωήν· οὐδὲ γὰρ ἐκείνη τὸ εἶναι παρ´ ἄλλης αἰτίας, ἀλλ´ ἐξ αὐτῆς καὶ τὸ εἶναι ζωὴ, καὶ τὴν διαμονὴν ἔχει. Δωρουμένη δὲ καὶ ἀνδράσι τὴν, ὡς συμμίκτοις, ἐνδεχομένην ἀγγελοειδῆ ζωὴν, καὶ ὑπερβλύσει φιλανθρωπίας, καὶ ἀποφοιτῶντας ἡμᾶς εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ ἀνακαλουμένη, καὶτὸ δὴ θειότερον] ὅτι καὶ ὅλους ἡμᾶς, ψυχάς φημι καὶ τὰ συζυγῆ σώματα, πρὸς παντελῆ ζωὴν καὶ ἀθανασίαν ἐπήγγελται μεταθήσειν· πρᾶγμα τῆ παλαιότητι μὲν ἴσως παρὰ φύσιν δοκοῦν, ἐμοὶ δὲ καί σοι καὶ τῇ ἀληθείᾳ καὶ θεῖον καὶ ὑπὲρ φύσιν. Ὑπὲρ φύσιν $0=3 $8=436 $9=1 τὴν καθ´ ἡμᾶς φημι τὴν ὁρωμένην, οὐ τὴν πανσθενῆ τῆς θείας ζωῆς· αὐτῇ γὰρ ὡς πασῶν οὔσῃ τῶν ζωῶν φύσει, καὶ μάλιστα τῶν θειοτέρων, οὐδεμία ζωὴ παςὰ φύσιν ἢ ὑπὲρ φυσιν Ὦστε οἱ περὶ τούτου τῆς παρανοίας Σίμωνος ἀντιῤῥητικοὶ λόγοι πόῤῥω θείου χοροῦ, καὶ τῆς σῆς ἰερᾶς ψυχῆς ἀπεληλάσθωσαν. λαθε γὰραὐτὸν, ὡς οἶμαι, καὶ ταῦτα σοφόν οἰόμενον εἶναι, τὸ μὴ δεῖν τὸν εὐφρονοῦντα τῷ προφανεῖ τῆς αἰσθήσεως λόγῳ συμμάχῳ χρῆσθαι κατὰ τῆς πάντων ἀφανοῦς αἰτίας. Καὶ τοῦτό ἐστι ῥητέον αὐτῷ, τὸ παρὰ φύσιν εἰπεῖν· αὐτῇ γὰρ οὐδὲν ἐναντίον. Ἐξ αὐτῆς ζωοῦται καὶ περιθάλπεται καὶ ζῶα πάντα καὶ φυτά. Καὶ εἴτε νοερὰν εἴποις, εἴτε λογικὴν, εἴτε αἰσθητικὴν, εἴτε θρεπτικὴν, καὶ αὐξητικὴν, εἰτε ὁποίαν ποτὲ ζωὴν, ἢ ζωῆς ἀρχὴν, ἢ ζωῆς οὐσίαν, ὲξ αὐτῆς καὶ ζῇ καὶ ζωοῖ τῆς ὑπὲρ πᾶσαν ζωὴν, καὶ ἐν αὐτῇ κατ´ αἰτίαν ἑνοειδῶς προῦφέστηκεν. Ἐ γὰρ· ὑπέρζωος καὶ ζωαρχικὴ ζωὴ καὶ πάσης ζωῆς ἐστιν αἰτία, καὶ ζωογόνος, καὶ ἁποπληρωτικὴ, καὶ ὸιαιρετικὴ ζωῆς, καὶ ἐκ πάσης ζωῆς ὑμνητέα, κατὰ τὴν πολυγονίαν τῶν πασῶν ζωῶν, ὡς παντοδαπὴ, καὶ πάσῃ ζωῇ θεωρουμένη καὶ ὑμνουμένη, καὶ ὡς ἀνενδεὴς, μᾶλλον δὲ ὑπερπλήρης ζωῆς, ἡ αὐτόζωος, καὶ ὡς ὑπὲρ πᾶσαν ζωὴν ζωοποιὸς καὶ υπερζωος, ἢ ὅπως ἄν τις τὴν ζωὴν τὴν ἄφθεγκτον ἀνθρωπικῶς ἀνυμνήι. $0=3 $8=437 $9=1 ὁ Ι. Ἄρχεται περὶ τῆς αἰωνίου λέγειν ζωῆς, τῆς θείας δηλαδή. Αἰωνίαν δὲ λέγει, οὐχ ὅτι τοῦ αἰῶνος μετέχει,ὕτη γὰρ περιέχει καὶ τοὺς αἰῶνας· ἀλλ´ ὥσπερ λέγεται μὲν καὶ ὃν ὁ Θεὸς, λέγεται δὲ καὶ ὑπὲρ τὸ ὄν· τὸ μὲν, ὅτι ἐστὶν ὕπαρξις ὑπὲρ ὕπαρξιν· τὸ δὲ, ὅτι οὐ μετέχει τοῦ εἰναι, ἀλλ´ ὑπὲρ τὸ εἶναί ἐστιν· οὔτω καὶ αἰώνιος ἡ ζωὴ αὐτοῦ, καὶ πάλιν ὑπεραιώνιος. Αἰώνιος μὲν, διότι αὐτὸς Ἀαυτῷ ἐστιν αἰὼν καὶ ἀἵδιότης· ὑπεραιώνιος δὲ, ὅτι καὶ αἰώνων οὗτός ἐστι ποιητής. Ἐκ ταύτης τῆς ἀδίου ζωῆς ἡ αὐτοζωὴ καὶ πᾶσα ζωή. Αὐτοζωλν νοητέον τὸν ἐν τῷ Θεῷ παραδειγματικὸν λόγον τῆς ζωῆς· πᾶσαν δὲ ζωὴν τὴν ἐν τοῖς ἀγγέλοις, τὴν ἐν τοῖς ἀνθρώποις, ἔτι δὲ καὶ τὴν ἐν τοῖς ἀλόγοις, καὶ ἔτι τὴν ἐν τοῖς φυτοῖς· ἂν γὰρ καὶ πάντα ζῶσι καὶ πάντα μετέχωσι τῆς ζωῆς, ἀλλ´´ οἰκείως ἑκάστῳ κατὰ τὸν τῆς φύσεως αὐτοῦ λόγον τὸ ζῇν διασπείρεται. Οἰκεῖον δὲ καὶ τὸ διασπείρεται· παρεσπαρμένον γάρ ἐστι τὸ ζῇν τοῖς τοῦ ζῶντος μέλεσιν ἅπασι, πλὴν οὐ κατὰ μερισμόν τινα καὶ ἄλλο μέρος ζωῆς, ἐν ἄλλῳ μέρει σώματος, ἀλλ´ ἅπαν ἑν πᾶσιν, ὥσπερ καὶ ἐπὶ τοῦ εἰς τὰς κύστεις μεμερισμένου σπέρματος ἅπασα ἡ τοῦ σπέρματος δύναμις ἐν ἑκάστῳ μέρει ὁλοτελὴς καὶ τελεία ἐστίν. Ἐκ ταύτης τῆς αἰωνίου ζωῆς ἡ τῶν ἀγγέλων ζωή ἐστί τε καὶ ὑφίσταται, οἶτινες καὶ ἀθάνατοι λέγονται, καὶ οὐκ ἀθάνατοι· τὸ μὲν, διὰ τὸ εἶναι ἀνώλεθροι, τὸ δὲ, πρὸς τὸ κυρίως ἀθάνατοι, ὅτι οὐ παρ´ ἑαυτῶν τὸ ἀθάνατον ἔχουσιν, ὥσπορ ἐκεῖνο, ἀλλὰ κατὰ μετοχὴν τῆς αἰωνίου ἐκείνης καὶ θείας ζωῆς, ἣν καὶ συνοχικὴν λέγει ὡς τὴν ζωήν τὴν ἐν τοῖς οὖσι μὴ μόνον δημιουργήσασαν, ἀλλὰ καὶ εἰς τὸ διαμένειν συνέχουσαν. Καὶ ὥσπερ ἐπὶ τοῦ ὄντος ἐλέγομεν, ὅτι καὶ τὸ αὐτὸ εἶναι, τουτέστι τοῦ δημιουργικοῦ λόγου τοῦ ὄντος ἐστὶν αἰὼν ὁ Θεός· οὖτω $0=3 $8=438 $9=1 καὶ τοῦ τῆς ζωῆς δημιουργικοῦ λόγου αἰτία ἐστὶν ἡ βεία ζωή. Ταῦτα δὲ κατὰ τῶν πρεσβευόντων ἰδέας αὐθυποστάτους καὶ συναῖδίους τῷ δημιουργῷ λέγονται. Ἐκ ταύτης τῆς αἰωνίου ζωῆς αἱ λογικαὶ ψυχαὶ τὸ ἀνώλεθρον ἔχουσι, τὰ ἄλογα ζῶα πάντα ζῶσι, καὶ τὰ φυτὰ τὸ ζῇν ἔχουσι κατὰ ἔσχατον ἀπήχημα, ὡς ἐλέγομεν πρότερον. Αἰ γοῦν ζωαὶ τῶν ἀλόγων καὶ τῶν φυτῶν οὐκ εἰσὶ θεῖαι, ἀλλὰ τοῦ ἐνύλου πυρός τε καὶ πνεύματος. Τὴν δὲ ἀνθρωπίνην ζωλν πνεῦμά φησιν ὁ Δαυνδ, λέγων· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, ναὶ ἑκλείνουσι· καὶ πάλιν· Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, δηλονότι εἰς παλινξωἰαν καὶ ἐξανάστασιν. Τὸ γὰρ ἀνταναιρεῖσθαι ἐπὶ τοῦ κεχωρίσθαι τέθεικε, δεικνὺς, ὅτι καὶ παρ´ αὐτοῦ ἀρχῆθεν ἐδόθη τὸ πνεῦμα· ἀσθενεῖν δὲ πρὸς τὸ μετέχειν τῆς ζωῆς ταύτης φησί, διὰ τὸ μὴ οἴκοθεν καὶ παρ´ ἑαυτῶν ἔχειν τὴν ζωὴν, ἀλλ´ ἐπακτὴν ἐκ τοῦ Θεοῦ. ἑ Π. Ὅτι γοῦν τὴν ζωήν ἐπακτὴν ἔχουσιν, ἀσθενοῦντα πρὸς τὴν μετοχὴν αὐτῆς, ἐκλείπουσι· καὶ πάλιν ἐπιστρεφόμενα, πάλιν ζωοῦνται. Τοίνυν ἡ αὐτοζωὴ, αὐτὸς ὁ δημιουργικὸς καὶ παραδειγματικὸς τῆς ζωῆς λόγος, ὁ ἐν τῷ Θεῷ ἀδιος ὢν, δωρεῖται ἀπάσῃ ζω τὸ εἶναι, καὶ τῇ ἀπλῶς, καὶ τῇ καθ´ ἕκαστα οἱκείως ἐκάστῳ τῶν ζώνιων· καὶ τοῖς μὲν ἀγγέλοις ζωὴν δίδωσι τὴν ἄὐλον καὶ θεοειδῆ· ὅλοι γάρ εἰσι ζωαὶ ἐνούσιοι, ἀεὶ καὶ ἀπαρεγκλίτως κινούμενοι ἐν τῷ ζῇν. Ὑπερεκτείνει δὲ τὴν τοιαύτην ζωλν δι´ ἀγαθότηταμεταμέλητα γὰρ τὰ θεῖα χαρίσματα καὶ τῷ δαιμονίῳ φύλῳ· καὶ ἡ ζωὴ γὰρ τῶν δαιμόνων καὶ παρ´ αὐτῆς ὑπέστη, καὶ παρ´ αὐτῆς συνέχεται της αὐτοζωῆς. Δωρεῖται καὶ τοῖς ἀνθρώποις ταῖς συμμίκτοις ψυχαῖς μετὰ σώματος τὴν ἀγγελοειδῆ ζωήν, πλὴν ὡς ἔνεστι· μέσον γὰρ τῆς φυσικῆς ζωῆς καὶ τῆς ἀγγελικῆς ὄντες ἡμεῖς, τὴν ῥοπὴν ἐπ´ ἁμφότερα κατ´ αὐτεξουσιότητα ἔχομεν· ἢ μᾶλλον εἰπεῖν, πρὸς τὴν ἀγγελικὴν ταχθέντες ζωὴν, εἴ που τῇ προαιρέσει καὶ παρεγκλίνοιμεν, ὑπερβλύσει φιλανθρωπίας πρὸς τὸ ἐξ ἀρχῆς ἀνακαλούμεθα καὶ ἐπιστρεφόμεθα· καὶ τὸ θαυμαστότερον, ὅλους ἡμᾶς κατὰ σώματος πρὸς τὴν ἀνώλεθρον ζωὴν ἐπαγγέλλεται μεταθήσειν. Πρᾶγμα τῇ ἀνοήτῳ μὲν δόξῃ τῶν Ἐλλήνων,ταύτην γὰρ παλαιότητά φησιν, ὡς μωρὰν καὶ σαθράν· καὶ πιστευόμενον, ἴσως ὡς παρὰ φύσιν δοκοῦν· ἐκεῖνοι γὰρ παρὰ φύσιν λέγουσιν εἶναι τῇ ὕλῃ τὸ ἀπαθανατίζεσθαι· ὕλη γὰρ οὖσα, καὶ κατὰ φύσιν ἔχουσα τὸ ἐν καυτῇ μεταβάλλειν τὰ εἴδη, πῶς μενεῖ ἐν αὐτῷ ἐσαεὶ ἀμετάβλητος καὶ ἀκίνητος; Ἐκεῖνοι γοῦν, τῇ φύσει ἀκολουθοῦντες, εἰκότως ἅπαν ξένον τῆς φύσεως παρὰ φύσιν φασὶ, καὶ μὴ οἷόν τε γενέσθαι πώποτε· ἡμεῖς δὲ, πρὸς τὸν Θεὸν ἀποβλέποντες, τὸν ἐκ τοῦ μὴ ὄντος τὰ πάντα λόγῳ μόνῳ καὶ θελήματι ὑποστήσαντα, τὸ Ζοκοῦν ἐκείνοις παρὰ φύσιν θεῖον καὶ ὑπὲρ φύσιν λέγομεν, καὶ δυνατὸν γενέσθαι, Θεοῦ θέλοντος. Θεοῦ γὰρ βουλομένου τὸ γενέσθαι τι ξένον, οὐ λέγομεν παρὰ φύσιν· βία γάρ ἐστι τοῦτο τῆς φύσεως, καὶ οὐχὶ σύστα. σις φύσεως, ἀλλ´ ἀσθένεια, ὥστε πεφυκέναι καὶ πάλεν ἐπὶ τὸ κατὰ φύσιν χωρῆσαι, εἴπου τῆς βίας ἀφεθείη $0=3 $8=439 $9=1 καὶ της παρὰ φύσιν κινήσεως. Τὸ δ´ ὑπὲρ φύσιν σύστασιν ἔχει καὶ μετασχηματισμὸν φύσεως, ὥστε γενέσθαι μὲν Θεοῦ θέλοντος, μένειν δὲ καὶ θαυμαστον καὶ ἐν τῇ ταυτότητι τῆς τάξεως αὐτοῦ, ὡς ἀγνοῦσαι παντάπασιν ὅπερ ἐλέγετο ἔχειν κατὰ φύσιν πρότερον. Τὰς δὲ οἰκείας κινήσεις ξένας μὲν καὶ ὑπὲρ ὃ ἔχομεν λέγειν, ὡς οἰκείας δὲ καὶ κατὰ φύσιν αὐτοῦ. Ἄν γαρ καὶ ὑπὲρ φύσιν λέγηται, ἀλλ´ οὖν τὴν καθ´ ἡμᾶς ταύ την καὶ ὁρωμένην καὶ τὴν ἣν εἶχε τυχὸν πρότερον, οὐ μὴν δὲ τὴν πανσθενῆ καὶ θείαν· τῇ γὰρ θείᾳ φύσει, ὡς οὐσῃ φύσει καὶ συστάσει τῶν ζωῶν ἀπασῶν, καὶ μάλιστα τῶν θειοτέρων ετουν τῶν ἀγγελικῶν, ἢ μὴν τῶν ἐν τῇ ἁναστάσει τῶν σωμάτων μετὰ ψυχῶν ζωσῶν, ρὐδεμία ἐστὶ ζωὴ ἢ παρὰ φύσιν, ἢ ὑπὲρ φύσιν. Ποία γὰρ ζωὴ τῷ Θεῷ παρὰ φύσιν καὶ βίαιος; Ποία δὲ ὑπὲρ φύσιν τὴν ἑαυτοῦ; τί γὰρ καὶ ὁποῖον τὸ τῆς θείας φύσεως ὑπερέκεινα; Ὦστε, ὅτε λέγομεν ἐπὶ Θεοῦ, ὅτι τοῦτό ἐστι καὶ τοῦτο λέγεται ὑπὲρ φύσιν, οὐ τὴν ἑαυτοῦ λέγομεν, μὴ γένοιτο! ἀλλὰ τὴν ἡμετέραν τε καὶ τὴν τῶν ἄλλων ἁπάντων· καὶ ὅτε πάλιν κατὰ φύσιν, ἀντιστρόφως, οὐ τὴν ἡμετέραν τε καὶ τῶν ἄλλων, ἀλλὰ τὴν ἑαυτοῦ. Οἱ γοῦν ἀντιῤῥητικοὶ τοῦ Σίμωνος λόγοι κατὰ τοῦ δόγματος τοι λέγοντος, ὅτι τὰ σώματα ἡμῶν ἀθανατισθήσονται, πόῤῥω ἀπεληλάσθωσαν. Τὸ δὲ οἴεσθαι τοῦτον ἐκ τῶν φανερῶν τούτων καὶ αἱσθητῶν τὰς ἀποδείξεις κατὰ τῆς ἀκαταλήπτου καὶ πᾶσιν ἀφανοῦς αἰτίας ταῖς· πάντων πορίζεσθαι μάταιόν ἐστι· τὰ γὰρ δοξαστή ταῦτα καὶ αἰσθητὰ πῶς ἀνατρέψει ἐκεῖνα τὰ ὑπὲρ αἴσθησιν καὶ ἅπασαν νόησιν· οὐδενὸς καὶ τῷ Θεῷ ἐναντίου ὄντος, πῶς ἑσται τι παρὰ φύσιν καὶ βίαιον; ἔΙΙi. Ἐπεὶ δὲ παρ´ αὐτοῦζωοῦται τὸ ζῶον κἂν ἄγγε´ λος ἧ, κἂν ἄνθρωπος, κἂν ἄλογον, κἂν φυτὸν, καὶ ἐξαὐτοῦ πᾶσα ζωῆς ἀρχὴ καὶ ζωῆς οὐσία, πιστὸν ἆν εἴη καὶ τὸ τῆς ἀναστάσεως, ὅτι παρ´ αὐτοῦ εἰς παλινζωΐαν ἀναστησόμεθα. Ζωῆς δὲ ἀρχὴν τὰς ψυχάς φησι,ι αὐτῶν γὰρ τὰ εἰς ζωὴν ἐρχόμενα σώματα ζῶντά εἰσι καὶ κινοῦνται· ζωῆς δὲ οὐσίαν αὐτὰς καθ´ αὐτὰς τὰς ψυχὰς καὶ τὰς νοητὰς δυνάμεις·ὗται γάρ εἰσι ζωαὶ ἐνούσιοι, καὶ αὐτοκίνητοι, καὶ ἀθάνατοι· αὗται δὲ´ ἐξ αὐτῆς τῆς ὑπὲρ πᾶσαν ζωὴν θείας ζωῆς καὶ ζῶσι, καὶ ζωοῦσι τὰ σώματα, ἐν ἧ τῇ θείᾳ ζωῇ, εἰ καὶ πολλαί εἰσι ζωαὶ καὶ ὁμώνυμοι αἱ καθ´´ ἡμᾶς, ἀλλ´ οὖν ἑνοειδῶς καὶ κατὰ μίαν τὴν ζωτικὴν αἰτίαν προὧφίστανται. Ὁ οὖν Θεὸς, ὡς αἴτιος καὶ συμπληρωτικὸς τῆς ζωῆς ἡμῶν, ὡς συνοχεὺς καὶ διαιρετικὸς, ὡς διατάξας δηλαδὴ τὰς διαφορὰς ἀπάσης ζωῆς, νοητῶν, λογικῶν, αἰσθητικῶν, αὐξητικῶν, ἀρχὴ πάντων ἐστίν. Ἐνθεωρεῖται δὲ ἀπάσῃ ζωῇ κατὰ τὴν πολυγονίαν καὶ τὴν ποικιλίαν τῆς ζωῆς· ἄλλη γὰρ ἀγγέλου, καὶ ἄλλη ἀνθρώπου, καὶ ἄλλη ἀλόγου, καὶ ἄλλη φυτοῦ· διὰ τοῦτο ἐνθεωρεῖται παντοδαπὴ καὶ ποικίλη ἡ ἑνιαία τε καὶ ἀπλῆ, ἡ ἀνενδεής, μᾶλλον δὲ καὶ ὑπερπλήρης· οὐ γὰρ ἱκανὸν ἐπὶ ταύτης τὸ ἀνενδεὲς λέγειν, ἀλλὰ προσθετέον καὶ τὸ ὑπερπλήρης, καθὸ τὸ ἁγαθόν τῆς $0=3 $8=440 $9=1 ζωῆς καὶ ἐπὶ πολλοῖς ἐτέροις παρ´ αὐτῆς χέεται· ἡ αντόζωος, καὶ ὑπέρζωος, ἡ ζωοποιὸς, ἢ ὅπως ἄλλως ἀνθρωπικῶς ἂν ὑμνήσοι τις τὴν ἄφθεγκτον ἐκείνην καὶ θείαν ζωήν. ἵαπεάῖἱμωη, ἅια οεὶ εείρεα νiνοωιε, εἰ ειρεινῖνειε, ΚΒiε Ιαμ νίαηαυε νἰίπιο ἰααιο ε ροσῖ ἱι αΙμ νiΙα Ικο ὓΙε ἱ ΠιΙία αΙα ἀἐ νῖνῖἄεαηε, νεῖ οοαε αο οο ΛαΙΟΙΙΦίΚΕΦΑΛΑΙΟΝ Ζʹ. ΘΥΝΟΡΘΙΘ ΛΑΡΙΤΙΕ. Φέρε δὲ, εἰ δοκεῖ, τὴν ἀγαθὴν και αἰωνιαν· ζωὴν. καὶ ὡς σοφὴν, καὶ ὡς αὐτοσοφίαν ὑμνῶμεν, μᾶλλον δὲ ὡς πάσης σοφίας ὑποστατικὴν, καὶ ὑπὲρ πᾶσαν σοφίαν καὶ σύνεσιν ὑπεροῦσαν. Οὐ γὰρ μόνον ὁ Θεὸς ὑπερπλήρης ἐστὶ σοφίας, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς, ἀλλὰ καὶ παντὸς λόγοο, καὶ νοῦ, καὶ σοφίας ὑπερίδρυται. Καὶ τοῦτο ὑπερφυῶς ἐννοήσας ὁ θεῖος ὄντως ἀνὴρ, ὁ κοινὸς ἡμῶν καὶ τοῦ καθηγεμόνος ἤλιος, Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, φησὶν, οὐ μόνον ὅτι πᾶσα ἀνθρωπίνη διάνοια πλάνη τίς ἐστι, κρινομένη πρὸς τὸ σταθερὸν καὶ μόνιμον τῶν θείων καὶ τελειοτάτων νοήσεων· ἀλλ´ ὅτι καὶ σύνηθές ἐστι τοῖς θεολόγοις, ἀντιπεπονθότως ἐπὶ Θεοῦ τὰ τῆς στερήσεως ἁποφάσκειν. Οὕτω καὶ ἀόρατόν φησι τὰ Λόγια τὸ παμφαὲς φῶς· καὶ τὸν πολυύμνητον καὶ πολυώνυμον, ἄῤῥητον καὶ ἀνώνυμον· καὶ τὸν πᾶσι παρόντα καὶ ἐκ πάντων εὐρισκόμενον, ἀκατάληπτον καὶ ἀνεξιχνίαστον. Τούτῳ δὴ τῷ τρόπῳ καὶ νῦν ὁ θεῖος Ἀπόστολος ὑμνῆσαι λέγεται μωρίαν Θεοῦ, τὸ φαινόμενον ἐν αὐτῇ παράλογον καὶ ἄτοπον, εἰς τὴν ἄῤῥητον καὶ πρὸ λόγου παντὸς ἀναγαγὼν ἀλήθειαν. Ἀλλὰ, ὅπερ ἐν ἄλλοις ἕφην, οἰκείως ἡμῖν τὰ ὑπὲρ ἡμᾶς παραλαμβάνοντες, καὶ τῷ συντρόφῳ τῶν αἰσθήσεων ἐνειλούμενοι, καὶ τοῖς καθ´ ἡμᾶς τὰ θεῖα παραβάλλοντες, ἀπατώμεθα, κατὰ τὸ φαινόμενον τὸν θεῖον καὶ ἀπόῤῤητον λόγον μεταδιώκοντες· δέον εἰδέναι τὸν καθ´ ἡμᾶς νουν, ἔχειν τὴν μὲν δύναμιν εἰς τὸ νοεῖν, δι´ ἧς τὰ νοητὰ βλέπει, τὴν δὲ ἕνωσιν ὑπεραίρουσαν τὴν τοῦ νοῦ φύσιν, δι´ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ. Κατὰ ταύτην οὖν τὰ θεῖα νοητέον, οὐ καθ´ ἡμᾶς, ἀλλ´ ὅλους ἑαυτοὺς ὅλων ἐαυτῶν ἐξισταμένους, καὶ $0=3 $8=441 $9=1 ὅλους Θεοῦ γιγνομένους· κρεῖττον γὰρ εἶναι Θεοῦ, καὶ μὴ ἑαυτῶν·· οὕτω γὰρ ἔσται τὰ θεῖα δοτὰ τοῖς μετὰ Θεοῦ γινομένοις. Ταύτην οὖν τὴν ἄλογον καὶ ἄνουν καὶ μωρὰν σοφίαν ὑπεροχικῶς ὑμνοῦντες, εἴπωμεν, ὅτι παντός ἐστι νοῦ, καὶ λόγου, καὶ πάσης σοφίας, καὶ συνέσεως αἰτία· καὶ αὐτῆς ἐστι πᾶσα βουλὴ, καὶ παρ´ αὐτῆς πᾶσα γνῶσις καὶ σύνεσις, καὶ ἐν αὐτῇ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεώς εἰσιν ἀπόκρυφοι. Καὶ γὰρ ἑπομένως τοῖς ἤὸη προειρημένοις ἡ ὑπέρσοφος καὶ πάνσοφος αἰτία καὶ τῆς αὐτοσοφίας καὶ τῆς ὅλης καὶ τῆς καθ´ ἕκαστόν ἐστιν ὑποστάτις. Ἐξ αὐτῆς αἱ νοηταὶ καὶ νοεραὶ τῶν ἀγγελικῶν νοῶν δυνάμεις τὰς ἀπλᾶς καὶ μακαρίας ἔχουσι νοήσεις, οὐκ ἐν μεριστοῖς, ἢ ἀπὸ μεριστῶν, ἢ αἰσθήσεων, ἢ λόγων διεξοδικῶν συνάγουσαι τὴν θείαν γνῶσιν, οὐδὲ ὑπό τινος κοινοῦ πρὸς ταῦτα συμπεριεχόμεναι, παντὸς δὲ ὑλικοῦ καὶ πλήθους καθαρεύουσαι, νοερῶς, ἀθλως, ἐνοειδῶς ὴ, τὰ νοητὰ τῶν θείων νοοῦσι· καὶ ἔστιν αὐταῖς ἡ νοερὰδύναμις καὶ ἐνέργεια, τῇ ἀμιγεῖ καὶ ἀχράντῳ καθαρότητι κατηγλαῖσμένη, καὶ συνοπτικὴ τῶν θείων νοήσεων ἀμερείᾳ, καὶ ἀὐλίᾳ, καὶ τῷ θεοειδῶς ἑνὶ πρὸς τὸν θεῖον ὑπέρσοφον καὶ νοῦν, καὶ λόγον, ὡς ἐφικτὸν, ἀποτυπουμένη διὰ τὴν θείαν σοφίαν. Καὶ ψυχαὶ τὸ λογικὸν ἔχουσι διεξοδικῶς μὲν καὶ κύκλῳ περὶ τὴν τῶν ὄντων ἀλήθειαν περιπορευόμεναι, καὶ τῷ μεριστῷ καὶ τῷ παντοδαπῷ τῆς ποικιλίας ἀπολειπόμεναι τῶν ἑνιαίων νοῶν· τῇ δὲ τῶν πολλῶν εἰς τὸ δν συνελίξει, καὶ τῶν ἰσαγγέλων νοήσεων, ἐφ´ ὅσον ψυχαῖς οἰκεῖον καὶ ἐφικτὸν, ἀξιούμεναι. Ἀλλὰ καὶ τὰς αἰσθήσεις αὐτὰς, οὐκ ἄν τις ἁμάρτοι σκοποῦ, τῆς σοφίας ἀπήχημα φήσας· καίτοι καὶ ὁ δαιμόνιος νοῦς, ᾗ νοῦςἰ, ἐξ αὐτῆς ἐστι· καθ´ ὅσον δὲ νοῦς ἐστιν ἠλογημένος, τυχεῖν, οὗ ἐφίεται, μὴ εἰδὼς, μήτε βουλόμενος, ἔκπτωσιν σοφίας κυριώτερον αὐτὸν προσρητέον. Ἀλλ´ ὅτι μὲν σοφίας αὐτῆς καὶ πάσης, καὶ νοῦ παντὸς, καὶ λόγου, καὶ αἰσθήσεως πάσης ἡ θεία σοφία, καὶ ἀρχὴ, καὶ αἰτία, καὶ ὑποστάτις, καὶ τελείωσις, καὶ φρουρὰ, καὶ πέρας, εἴρηται· πῶς δὲ αὐτὸς ὁ Θεὸς ὀ ὑπέρσοφος σοφία, καὶ νοῦς, καὶ λόγος, καὶ γνῶσις ὑμνεῖται; πῶς γὰρ νοήσει τι τῶν νοητῶν, οὐκ ἔχων νοερὰς ἐνεργείας; ἢ πῶς γνώσεται τὰ αἰσθητὰ, πάσης αἰσθήσεως ὑπεριδρυμένος; Καίτοι πάντα αὐτὸν εἰδέναι φησὶ τὰ Λόγια, καὶ οὐδὲν διαφεύγειν τὴν θείαν γνῶσιν· ἀλλὰ, ὅπερ ἔφην πολλάκις, $0=3 $8=442 $9=1 τὰ θεῖα θεοπρεπῶς νοητέσν. Τὸ γὰρ ἄνουν καὶ ἀναίσθητον καθ´´ ὑπερογὴν, οὐ κατ´ ἔλλειψιν ἐπὶ Θεοῦ ἃ τακτέον· ὥσπερ καὶ τὸ ἄλογον ἀνατίθεμεν τῷ ὑπὲρ ἁάγον, καὶ τὴν ἀτέλειαν τῷ ὑπερτελεῖ καὶ προτελείῳ· καὶ τὸν ἀναφῆ καὶ ἀόρατον γνόφον τῷ φωτὶ τῷ ἀπροσίτῳ, καθ´ ὑπεροχὴν τοῦ ὁρατοῦ φωτός. Ὡστε ὁ θεῖος νοῦς πάντα συνέχει τῇ πάντων ἐξῃρημένῃ γνώσει, κατὰ τὴν πάντων αἰτίαν ἐν ἑαυτῷ τὴν πάντων εἴδησιν προειληφώς, πρὶν ἀγγέλους γενέσθαι τἰδὼς καὶ παράγων ἀγγέλους, καὶ πάντα τὰ ἄλλα Ἐνδοθεν καὶ ἀπ´ αὐτῆς, ἵν´ οὕτως εἴπω, τῆς ἀρχῆς εἰδώς, καὶ εἰς οὐσίαν ἄγων· καὶ τοῦτο οἶμαι παραδιδόναι τὸ Λόγιον, ὁπόταν φησὶν, Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Οὐ γὰρ ἐκ τῶν ὄντων τὰ ὄντα μανθάνων, οἶδεν ὁ θεῖος νοῦς, ἀλλ´ ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ, κατ´ αἰτίαν τὴν πάντων εἴδησιν, καὶ γνῶσιν καὶ οὐσίαν προέχει καὶ προσυνείληφεν, οὐ κατ´ ἱδέαν ἑκάστοις ἐπιβάλλων, ἀλλὰ κατὰ μίαν τῆς αἰτίας περιοχὴν τὰ πάντα εἰδὼς καὶ συνέχων· ὥσπερ καὶ τὸ φῶς κατ´ αἰτίαν ἐν ἑαυτῷ τὴν εἴδησιν τοῦ σκότους προείληφεν, οὐκ ἄλλοθεν εἰδὼς τὸ σκότος ἢ ἀπὸ τοῦ φωτός. Ἐαυτὴν οὖν ἡ θεία σοφία γινώσκουσα, γνώσεται πάντα, ἀθλως τὰ ὑλικὰ, καὶ ἀμερίστως τὰ μεριστὰ, καὶ τὰ πολλὰ ἑνιαίως, αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα· καὶ γὰρ εἰ κατὰ μίαν αἰτίαν ὁ Θεὸς πᾶσι τοῖς οὖσι τοῦ εἶναι μεταδίδωσι, κατὰ τὴν αὐτὴν ἑνικὴν αἰτίαν οἴσεται πάντα ὡς ἐξ ἑαυτοῦ ὄντα, καὶ ἐν ἑαυτῷ προῦφεστηκότα, καὶ οὐκ ἐκ τῶν ὄντων λήψεται τὴν αὐτῶν γνῶσιν, ἀλλὰ καὶ αὐτοῖς ἑκάστοις τῶν αὐτῶν, καὶ ἄλλοις τῆς ἄλλων γνώσεως ἔσται χορηγός. Οὐκ ἄρα ὁ Θεὸς ἰδίαν ἔχει τὴν ἑαυτοῦ γνῶσιν, ἑτέραν δὲ τὴν κοινῇ τὰ ὄντα πάντα συλλαμβάνουσαν· αὐτὴ γὰρ ἑαυτὴν ἡ πάντων αἰτία γινώσκουσα, σχολῇ που τὰ ἀπ´ αὐτῆς, καὶ ὧν ἐστιν αἰτία, ἁγνοήσει. Ταύτῃ γοῦν Ῥ ὁ Θεὸς τὰ ὄντα γινώσκει, οὐ τῇ ἐπιστήμῃ τῶν ὄντων, ἀλλὰ τῇ ἑαυτοῦ· καὶ γὰρ καὶ τοὺς ἀγγέλους εἰδέναι φησὶ τὰ Ἀόγια τὰ ἐπὶ τῆς γῆς, οὐ κατ´ αἰσθήσεις αὐτὰ γινώσκοντας, αἰσθητά γε ὄντα, κατ´ οἰκείαν δὲ τοῦ θεοειδοῦς νοῦ δύναμιν καὶ φύσιν. Ἔπὶ ᾶὲ τουτοις ζητῆσαι χρὴ, πῶς ἡμεῖς Θεὸν γινώσκομεν, οὐδὲ νοητὸν, οὐδὲ αἰσθητὸν, οὐδέτι καθόλου τῶν ντωνόντα. Μήποτεοῦν ἀληθὲς εἰπεῖν, ὅτι Θεὸν γινώσκομεν οὐκ ἐκτῆς αὐτοῦ φύσεως,γνωστον γὰρ τοῦτο, καὶ πάντα λόγον καὶ νοῦν ὑπεραῖρον· ἀλλ´ ἐκ τῆς πάντων τῶν ὄντων διατάξεως, ὡς ἐξ αὐτοῦ προβεβλημένης, καὶ εἰκόνας τινὰς καὶ ὁμοιώματα τῶν θείων αὐτοῦ παραδειγμάτων ἐχούσης, εἰς τὸ ἑπέκεινα πάντων $0=3 $8=443 $9=1 ὁδῷ καὶ ταξει κατα δύναμιν ἄνειμεν ἐν τῇ πάν των ἀφαιρέσει καὶ ὑπεροχῇ, καὶ ἐν τῇ πάντων αἱτίᾳ. Διὸ καὶ ἐν πᾶσιν ὀ, Θεὸς γινώσκεται, καὶ χωρὶς πάντων· καὶ διὰ γνώσεως ὁ Θεὸς γινώσκεται, καὶ διδὰ ἀγνωσίας, καὶ ἔστιν αὐτοῦ καὶ νόησις, καὶ λόγος, καὶ ἐπιστήμη, καὶ ἐπαφὴ, καὶ αἴσθησις, καὶ δόξα, καὶ φαντασία, καὶ ὄνομα, καὶ τὰ ἄλλα πάντα καὶ οἷιτι νοεῖται, οὕτε λὲγεται, οὔτε ὀνομάζεται· καὶ οὐκ ἱστι τι τῶων ὄντων, οὐδὲ ἔν τινι τῶν ὄντων γινώσκεται· καὶ ἐν πᾶσι πάντα ἐστὶ, καὶ ἐν οὐδενὶ οὐδὲν, καὶ ἐκ πάντων πᾶσι γινώσκεται, καὶ ἐξ οὐδενὸς οὐδενί· καὶ γὰρ ταῦτα ὀρθῶς περὶ Θεοῦ λέγομεν, καὶ ἐκ τῶν ὄντων ἀπάντων ὑμνεῖται κατὰ τὴν πάντων ἀναλογίαν ὡν ἐστιν αἴτιος. Καὶ ἔστιν αὖθις ἡ θειοτάτη τοῦ Θεοῦ γνωσις, ἡ δι´ ἀγνωσίας γινωσκομένη, κατὰ τὴν ὑπὲρ νοῦν ἕνωσιν, ὅταν ὁ νοῦς, τῶν ὄντων πάντων ἀποστὰς, ἔπειτα καὶ ἑαυτὸν ἀφεὶς, ἑνωθῇ ταῖς ὑπερφαέσιν ἀκτῖσιν, ἐκεῖθεν καὶ ἐκεῖ τῷ ἀνεξερευνήτῳ βάθει τῆς σοφίας καταλαμπόμενος. Καίτοι καὶ ἐκ πάντων, ὅπερ ἔφην, αὐτὴν γνωστέον· αὕτη γάρ ἐστι κατὰ τὸ Λόγιον ἡ πάντων ποιητικὴ, καὶ ἀεὶ πάντα ἁρμόζουσα. καὶ τῆς ἀλύτου τῶν πάντων ἐφαρμογῆς καὶ τάξεως αἰτία, καὶ ἀεὶ τὰ τέλη τῶν προτέρων συνάπτουσα ταῖς ἀρχαῖς τῶν δευτέρων καὶ τὴν μίαν τοῦ παντὸς σύμπνοιαν καὶ ἁρμονίαν καλλιεργοῦσα. Λόγος δὲ ὁ Θεὸς ὑμνεῖται πρὸς τῶ ἱερῶν Λογίων, οὐ μόνον ὅτι καὶ λόγου καὶ νοῦ καὶ σοφίας ἐστὶ χορηγός, ἀλλ´ ὅτι καὶ τὰς πάντων αἰτίας ἐν ἑαυτῷ μονοειδῶς προείληφε, καὶ ὅτι διὰ πάντων χωρεῖ διικνούμενος, ὡς τὰ Λόγιά φησιν, ἄχρι τοῦ πάντων τέλους· καὶ πρό γε τούτων, ὅτι πάσης. ἁπλότητος ὁ θεῖος ὑπερήπλωται λογος, καὶ πάντων ἐστὶν ὑπὲρ πάντα κατὰ τὸ ὑπερούσιον ἀπολελυμένος. Οὗτος ὁ λόγος ἐστὶν, ἡ ἁπλῆ καὶ ὄντως οὖσα ἀλήθεια, περὶ ἥν, ὡς καθαρὰν καὶ ἀπλανῆ τῶν ὅλων γνῶσιν, ἡ θεία πίστις ἐστὶν, ἡ μόνιμος τῶν πεπιστευμένων ἴδρυσις, ἡ τούτους ἐνιδρύουσα τῇ ἀληθείᾳ, καὶ αὐτοῖς τὴν ἀλήθειαν, ἀμεταπείστῳ ταυτότητι, τὴν ἁπλῆν τῆς ἀληθείας γνῶσιν ἐχόντων τῶν πεπεισμένων. Εἰ γὰρ ἡ γνῶσις ἐνωτικὴ τῶν ἐγνωκότων καὶ ἐγνωσμένων, ἡ δὲ ἄγνοια μεταβολῆς ἀεὶ καὶ τῆς ἐξ ἑαυτοῦ τῷ ἀγνοοῦντι. διαιρέσεως αἰτία. τὸν ἐν ἀληθείᾳ πιστεύσαντα, κατὰ τὸν ἱερὸν Λόγον, οὐδὲν ἀποκινήσει τῆς κατὰ τὴν ἀληθῆ πιστιν εστιας, ἐφ´ ᾗʹτὸ μόνιμον ἕξει τῆς ἀκινήτου καὶ ἀμεταβόλου ταυτότητος. Εὖ γὰρ οἶδεν ὁ πρὸς τὴν ἀλήθειαν ἑνωθεὶς, ὅτι εὐ ἔχει, κἂν οἱ πολλοὶ νουθετοῖεν αὐτὸν, ὡς ἐξεστηκότα· λανθάνει μὲν, ὡς εἰκὸς, αὐτοὺς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς· αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτὸν, οὐχφασιν ἐκεῖνοιὶ μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ οοιοο $0=3 $8=444 $9=1 ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν φορᾶς διὰ τῆς ἁπλῆς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευβερωμένον. Οὕτω γοῦν οἱ τῆς καθ´ μᾶς θεοσοφίας ἀρχηγικοὶ καθηγεμόνες ὑπὲρ ἀληθείας ἀποθνήσκουσι πᾶσαν ἡμέραν, μαρτυροῦντες, ὡς εἰκὸς, καὶ λόγῳ παντὶ καὶ ἔργῳ τῇ ἑνιαίᾳ τῶν Χριστιανῶν ἀληθογνωσίᾳ, τὸ πασῶν αὐτὴν εἶναι καὶ ἀπλουστέραν καὶ θειοτέραν, μᾶλλον δὲ τὸ αὐτὴν εἶναι τὴν μόνην ἀληθῆ καὶ μίαν καὶ ἀπλῆν θεογνωσίαν. $0=3 $8=446 $9=1 ἔΙ Εἰπόντες περὶ ἀγαθοῦ, περὶ ὄντος, περνζωῆς, φέρε, αὐτὴν τὴν ἀγαθὴν καὶ αἰωνίαν ζωὴν τὸν Θελυ ὑμνῶμεν καὶ ὡς σοφήν. Ἔφθασε γὰρ εἰπεῖν, ὅτι ἀπὸ τῶν καθ´ ἡμᾶς συνάγομεν τὰ ὑπὲρ ἡμᾶς· διὰ τοῦτο δὲ ἐπιδιορθούμενος ὡσανεί φησι· Μᾶλλον δὲ ὡς πάσης σοφίας, τῆς ἐν ἁγγέλοις δηλαδὴ, τῆς ἐν ἀνθρώποις, αἰτίαν καὶ ὑπὲρ πᾶσαν σοφίαν καὶ σύνθεσιν ὑπεροῦσαν· ἀσυλλόγιστον γὰρ καὶ ἀπρεπὲς τὸ ποιητικόν τινος εἶναι τοιοῦτον, οἷον τὸ ποίημα. Ἐκ Κγοῦν τῆς καθ´ ἡμᾶς σοφίας, ὑπεροχικῶς τὴν θείαν σοφίαν κατανοοῦμεν, ὡς ἐκ τῶν αἰτιατῶν τὴν αἰτίαν, καὶ οὐχ ἁπλῶς αἰτίαν, ἀλλὰ καὶ ποιητικὴν αἰτίαν. Οὑ γὰρ ὑπερπλήρης μόνον ἐστὶ τῆς σοφίας κατὰ τὴν Γραφὴν, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς, ἀλλὰ καὶ ἐπέκεινα πάσης σοφίας ἐστί. Τοῦτο νοήσας καὶ ὁ μέγας Παῦλος, ὁ κοινὸς ἐμοῦ τε καὶ τοῦ καθηγεμόνος Ἰεροθέου ἤλιος, Τὸ μωρὸν τοῦ Θεοῦ, σο ρώτερον τῶν ἀνθρώπων ἔφησεν εἶναι, οὐ μόνον ὅτι συγκρινομένη ἡ ἡμετέρα γνῶσις πρὸς τὴν θείαν καὶ ἀπλανῆ, πλάνη λογίζεται, ἀλλ´ ὅτι καὶ ἕθος τοῖς θεολόγοις, κατά τινα ἀντιπάθειαν τῶν ἡμετέρων, ἐκ τῆς στερήσεως ἀποφάσκειν τὰ θεῖα, τῶν ἡμετέρων μᾶλλον ἐκ τῶν ἕξεων ὀνομαζομένων· οὕτω γὰρ δηλοῦται ἡ θεία ὑπεροχή. Τοῦτο καὶ δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἐν ἑτέρῳ εἴρηκεν· ἐπειδὴ γὰρ πᾶσα ἕξις ὑπεροχικῶς ἐλαττοῦται πρὸς τὰ ἐκεῖσε, διὰ τοῦτο ἀντιστρόφως πρὸς τὰ ἡμέτερα ἐξ ἀποφάσεως ἑκεῖνα λέγονται. Οὕτω καὶ κένωσιν λέγουσι τὴν τοῦ Θεοῦ ἐνανθρώπησιν, καίτοι πλήρη τυγχάνουσαν, μᾶλλον δὲ ὑπερπλήρη καὶ σοφίας, καὶ δυνάμεως, καὶ σωτηρίας· ἀλλὰ καὶ ἀσθένειαν Θεοῦ τὸ διὰ σταυροῦ τρόπαιον Τοὺτον οὐν τὸν τρόπον καὶ μωρίαν Θεοῦ τὴν πᾶσαν σοφίαν καὶ ἐπιστήμην ὑπεραίρουσαν ἐκάλεσεν ὁ Ἀπόστολος, τὸ φαινόμενον παράλογον καὶ ἄτοπον ἡμῖν, δηλονότι πῶς Θεὸς ἐν σαρκὶ, ἢ πῶς σωματικῶς ἐν τῷ σταυρῷ πέπονθεν, ἀναγαγὼν εἰς τὴν ὑπὲρ πάντα λόγοσν ἀλήθειαν· λόγοις γὰρ οὐκ ἂν ἐξομαλισθείη δι´ αἰσθητῶν ἁποδείξεων τὸ μυστήριον, οὐ προηγουμένης τῆς πίστεως. Ἀλλὰ, ὅπερ καὶ ἐν ἄλλοις ἔφην, θέλσντες οἰκείως ἡμῖν τὰ ὑπὲρ ἡμᾶς ἐκλαμβάνειν ἐγκαλινδούμενοι ταῖς συντρόφοις αἰσθήσεσιν, ἀπατώμεθα· δέον εἰδέναι, ὅτι ὁ καθ´ ἡμᾶς νοῦς ἔχει μὲν καὶὶ δύναμιν εἰς τὸ νοεῖν τὰ νοητὰ,(νοερὸς γάρ ἐστιν ἁπλαῖς τισιν ἐπιβολαῖς καὶ ἀναποδείκτοις· ἀλλ´ ἀκεῖνα τὰ νοητὰ, τὰ τῇ δύναμει τῆς νοήσεως αὐτοῦ ἐπικείμενα· τοῖς δὲ ἐπέκεινα, οὐκ ἂν ἐπιβαλεῖται ποσῶς, εἰ μὴ κατά τινα ἕνωσιν ὑπεραίρουσαν, ἐν τῷ πάντων ἐκστῆναι τῶν αἰσθητῶν τε καὶ νοητῶν, ἔτι δὰ καὶ τῆς οἰκείας κινήσεως, εἶθ´ οὕτω τῆς θείας γνώσεως ἀκτῖνά τινα δέξασθαι. Ἔνωσιν δέ φησιν οὐ τὴν ὡς ἄν τις εἴποι μίξιν καὶ συναφὴν, ὃδὴ καὶ αὐτὸλέγεται, καθὼς καὶ προῖὼν λέγειό ἅγιος· Ὅταν ὁνοῦς ἐνωθῇταῖς, ὑκὲρμύσιν ἀκτῖσιν· ἀλλ’´ ἐπειδὴαἱνοήσεις κατώτεραί εἰσι τοῦ νοοῦντος· καὶ σκεδασμὸς εἰκότως καὶ μερισμὸς τῆς ἐνότητος τοῦνοῦγίνεται, ὅτενοεῖ τι· ὅτε Σὲ ἐφ´ ἑαυτοῦ $0=3 $8=447 $9=1 μένει, ἀμερής φαίνεται· διὰ τοῦτο ἕνωσιν λέγει τὴν κατὰ τὸ ἐνιαῖον ἑαυτοῦ ἷὸρυσιν, προσβαλεῖ γὰρ Ἰσως τῇ περὶ Θεοῦ θεωρίᾳ, οὐ μερισθεὶς, οὐ κινηθεὶς, οὐ νοήσας, ἀλλ´ ὅλως κατά τινα ἀτρεμῆ ἀκινησίαν ἐν τῷ ὅλους γίνεσθαι ἡμᾶς τοῦ Θεοῦ καὶ μὴ ἐαυτῶν· οὕτω γὰρ τὴν θείαν ἀκτῖνά τις δέξεται. ἔ ΙΠ. Ταύτην γοῦν τὴν σοφίαν, τὴν μὴ πεφυκυῖαν δέξασθαι λόγον ἑρμηνευτικὸν, ἢ νοῦν καταληπτικὸν, ἢ σοφίαν ἐξαγγελτικήν· οὕτω γὰρ λέγει τὸ ἄλογον, καὶ ἄνουν, καὶ μωρὸν, οὐ κατὰ διάθεσιν, ἀλλὰ κατὰ ἀπόφασιν καὶ κατὰ ὑπεροχὴν, οὐκατὰ ἔλλειψιν· ὑπεροχικῶς οὖν ταύτην ὑμνοῦντες, λέγομεν, ὅτι παντές ἐστι καὶ λόγου καὶ νοῦ καὶ πάσης σοφίας αἰτία, καὶ αὐτῆς ἐστι πᾶσα βουλὴ καὶ σύνεσις, κατὰ τό· Ἐμὴ σύνεσις, ἐμὴ δὲ βουλὴ καὶ ἀσφάλεια· καὶ ἐν αὐτῇ πάντες οἱ θησαυροὶ τῆς σοφίας εἰσί, καὶ τῆς γνώσεως ἀπόκρυφοι, κατὰ τὸν μέγαν Ἀπόστολον. Καὶ γὰρ ὥσπερ ἡ αἰωνία καὶ θεία ζωὴ ὑποστάτις ἐλέγετο καὶ αὐτῆς τῆς αὐτοζωῆς καὶ τῶν ἐτέρων ἀπασῶν ζωῶν, οὕτω δὴ καὶ ἡ πάνσοφος σοφία, αἰτία ἐστὶ καὶ τῆς αὐτοσοφίας, δηλονότι δι´ ἑαυτοῦ, ἤ γουν τοῦ ἐν αὐτῷ δημιουργικοῦ λόγου τῆς σοφίας, καὶ ἁπάσης σοφίας ὑποστάτις, ἐξ ἧς ἔχουσι τὰς νοήσεις αἱ νοηταί τε καὶ νοεραὶ τῶν ἀγγέλων δυνάμεις. Νοεραὶ αἱ ὑφεἰμέναι τῶν ὑπὲρ αὐτὰς, καὶ πᾶσαι Θεοῦ· νοηταὶ αἱ ὑπεράνω πρὸς τὰς ὑφειμένας, καὶ πᾶσαι πρὸς ἡμᾶς· ἡμεῖς γὰρνοεροὶ μόνον ἐσμέν· οὐδὲ γὰρέχομεν ἐτέραν ἡμῶν κατωτέραν νόησιν, δι´ ἠς ἂν νοηθείημεν· ἡ ἄλογος γὰρ καὶ ἡ ἄνους ψυχὴ καθ´ ἡμᾶς. Ἔχουσε γοῦν αἱ οὐράνιαι δυνάμεις τὰς νοήσεις οὐκ ἐν μεριστοῖς· ἡμεῖς γὰρ ἐν μεριστοῖς τοῖς αἰσθητηρίοις· ἄλλο γὰρ ἀκοὴ, καὶ ἕτερον ὄψις, καὶ τὰ ἄλλα ὁμοίως. Καὶ ἀπὸ μεριστῶν τῶν κατ´ αὐτὰ αἰσθητῶν, τὴν τῶν ὅλων γνῶσιν ἀναλαμβάνομεν, ἢ ἐν μεριστοῖς μὲν, τοῖς κατὰ μέρος νοήμασιν, ἀπὸ μεριστῶν δέ, τῶν μαθήσεων ἤτοι τῶν νοουμένων· τοῦτο γάρ ἐστι τὸ διεξοδικῶν. Οὐχ ἅμα γὰρ τὰς μαθήσεις λαμβάνομεν, ἀλλὰ χρόνῳ καὶ μεριστῶς. Αἱ δὲ νοεραὶ φύσεις, ἀκοινωνήτως πρὸς τὰ τοιαῦτα πάντα ἔχουσαι, ἐνιαίᾳ καὶ ἀπλῇ ναήσει τῆς ἀληθείας τὴν γνῶσιν ἐπιλαμβάνονται. Τὸ δὲ ὑπό τινος κοινοῦ, τοιοῦτόν ἐστιν· αἱ παρ´ ἡμῖν γνώσεις ἀπὸ μερικῶν συναγόμεναι, κοινόν τι ἀποκαθιστῶσι, καὶ ἀπ´ ἐκείνου, ὡς προσγινωσκομένου, ἕτερον εἰς γνῶσιν συνάγεται· καὶ γὰρ καὶ αὐταὶ αἱ ἄμεσοε προτάσεις, καὶ ἀρχοειδεῖς, οὐκ ἄλλως ἕξουσι τὸ καθόλου καὶ τὸ εἰς ἀπόδειξιν εὔχρηστον, εἰ μὴ καὶ αὗται ἐξ αἰσθητῶν καὶ μερικῶν κινήσεων ἴς τι κοινὸν συμπεριληφθεῖεν. Ὡς γὰρἐν πολέμῳ, τροπῆς γενομένης, εἷς ἔστη, καὶ μετ´ αὐτοῦ δεύτερος, καὶ τρίτος, καὶ καθεξῆς, καὶ οὕτως ἴσως ἐπικρατοῦσιν οἱ τέως παραπεπονθότες· καὶ ἐπὶ τῆς κοινῆς γνώσεως μερικὰ καὶ αἰσθητὰ συναγόμενα τὸ κοινὸν ποιοῦσι. Τῷ γὰρ πολλοὺς πολλάκις ὀποίῳ δή τινι πυρὶ πλησιάσαι, καὶ θερμανθῆναι, ἡ καθολικὴ ἐπεγένετο γνῶσις, ὅτι πᾶν $0=3 $8=448 $9=1 πῦρ θερμαίνει ἐξοῦ κοινοῦ συμπεριεχομένη ἡἡμοτέρα διάνοια, ἕτερον μανθάνει δι´ αὐτοῦ, ὅπερ ἐπὶ τῶν ἀγγέλωνν οὐκ ἔστιν· ἀλλὰ παντὸς ὑλικοῦ, δηλονότι αἰσθητοῦ, καὶ πλήθους μαρικῶν τινων γνώσεων. καθαρεύοντες, ἐνοειδῶς οὐχ ἅπαντα τὰ θεῖα νοοῦσιν, ἀλλ´ ὅσα νοεῖσθαι τούτοις παφύκασι, διὰ τὴν ἁπὸ Θεοῦ πρὸς αὐτοὺς λλαμψιν, ᾗτινι καὶ καταγλαὶζονται, καὶ πρὸς τὸ ἐνιαῖον ἀνατυποῦνται· τοῦτο γάρ ἐστιν αὐτῶν τὸ θεοειδές. Διὰ ταύτην τὴν θείαν σοφίαν καὶ αἱ ψυχαὶ τὸ λογικὸν ἔχουσι. Διὰ τί δὲ οὐ τὸ νοερὸν εἶπεν, ἀλλὰ τὸ λογικὸν, ἢ δῆλον ἐκ τοῦ πλεονάζοντος· πάντα γὰρ τὰ τῇδε σα οδασιν αἱ ψυχαὶ διεξοδικῶς δι´ ἀποδείξεων, ἔτι δὲ καὶ διὰ μερικῶν αἰσθήσεων οἴδασι. Τὰ δὲ νοητὰ νοεῖ ἡ ψυχὴ οὐ καθὸ ψυχὴ λόγον ἔχουσα, ἀλλὰ καθὸ νοῦς· τότε γὰρ οἶδεν ὁ νοῦς τὰ νοητὰ, ὅτε μὴ μόνον τῶν αἰσθητῶν, ἀλλὰ καὶ τῆς ψυχῆς καὶ ἑαυτοῦ ἐξίσταται. Τοῦτο δηλοῖ καὶ ὁ θεῖος Ἀπόστολος, Ὁ ψυΧικὸς ἄνθρωπος, λέγων, οὐ δέχεται τὸ τοῦ πνεύματος. Ἀπολείπονται οὖν αἱ ψυχαὶ τῶν ἐνιαίων καὶ ἀγγελικῶν νοῶν τῷ ποικίλῳ καὶ μεριστῷ τῆς παν. τοδαποῦς γνώσεως. Εἶτα, ἑπειδὴ αἱ κατὰ τὰς ψυχας γνώσεις, διὰ λόγου γινόμεναι, εἰς τὸ ἕν συνελίττονται οῦτο γάρ ἐστι καὶ τὸ καθ αὐτὸ καὶ τὸ καθόλου τῆς ἀκοδείξεως· ἀξιοῦνται καὶ αἱ ψυχαὶ τῶν ἰσαγγέλων. Διὰ τοῦτο, νόησαι δὲ καὶ ἑνιαίως, ὡς ἂν εἴποι τις, νοοῦσιν· ἣ καὶ ἄλλως, ὅτε μὴ διὰ λόγου, ἀλλὰ δι´ ἐπιπόνου καὶ κατ´ ἁρετὴν ἕξεως, ὃ καὶ κρεῖττον, εἰς τὸ ἑνιαῖον τῆς γνώσεως φθάνουσι· καθὼς Κστιν ἰδεῖν ἐν τοῖς μεγάλοις καὶ θείοις πατράσιν ἡμῶν, τοῖς μὴ ἀπὸ μαθήσεως, ἀλλ´ ἀπὸ καθαρότητος τῆς δι´ ἀρετὴν, εἰς μεγάλας θεωρίας ἐλθοῦσι, καὶ γνώσεις θειοτέρας ἢ κατὰ ἄνθρωπον. Ἔτι οὐκ ἂν ἁμάρτῃ τις καὶ περὶ τῶν αἰσθήσεων ἁποφηνάμενος, ὅτι τελευταῖον ἀπήχημα τῆς θείας σοφίας εἰσίν· ἔχουσι γὰρ καὶ αὗται ἕξιν τινὰ ἀντιληπτικὴν τῶν ὑποκειμένων καὶ γνωστικὴν, εἰ καὶ σωματικῶν αἰσθητηρίων, δι´ ὧν τῆς ψυχῆς παρακύψαι, ἐνδέονται. Οἱ δὲ δαίμονες, καθὸ νοῦν καὶ αὐτοὶ ἔχουσιν, ἐκ τῆς σοφίας τοῦ Θεοῦ τοῦτον κέκτηνται· ἀλογήσαντες δὲ, καὶ μὴ μείναντες ὄπερ ἦσαν, ἔκπτωσιν σοφίας μᾶλλον ὑπέμειναν. Ἐφίεται μὲν γὰρ ἐξ ἀλογίας καὶ θέλει τὸ ἰσόθεον ὁ δαιμόνιος νοῦς, οὐκ οἶδε δὲ ὅπως τούτου τυχεῖν ἔνεστιν, οὐ φύσει, παθὼν τὴν ἄγνοιαν, ἀλλ´ ἑκουσίως τὸ παρὰ φύσιν αἱρούμενος. Ὥστεκαὶ ἐπεὶ ἠλογημένος ἐστλν ὁτῶν δαιμονίων νοῦς, οὐσοφὸς, ἀλλὰ σοφίας ἐκπεπτωκὼς ῥηθήσεται. Ἀλλ´ ὅτι μὲν ἡ θεία σοφία παντὸς νοῦ καὶ λόγου, καὶ πάσης αἰσθήσεως ὑποστάτις ἐστὶ καὶ αἰτία εἴρηται, πῶς δὲ αὐτὸς ὁ ὑπέρσοφος Θεὸς νοεῖ τὰ κοητὰ, ἢ τὰ αἰσθητὰ, μηδὲ νοερὰς ἔχων ἐνεργείας, ταὶ πάσης αἰσθήσεως ὑπεριδρυμένος; Καίτοι φασὶ τὰ βεῖα καὶ ἱερὰ Εὐαγγέλια, Κύριε, σὺ πάντα οἷδας. Ῥητέον οὖν, ὅπερ ἔφην πολλόκις, ὅτι τὰ κατὰ στέρησιν λεγόμενα ἐπὶ Θεοῦ, καὶ τὰ ἐναντία ὑπεροχικῶς νοοῦνται, τὸ ἄλογον, τὸ ἄνουν, τὸ ἀναφὲς, τὸ ἀορατον, ὥστε ὁ θεῖος νοῦς πάντα συνέχει, κατά τινα ἐξῃρημένην γνῶσιν προειληφὼς τὴν πάντων εἴδησιν, ὡς αἴτιος πάντων, καὶ πάντα εἰδὼς ἔνδοθεν, καὶ οὐκ $0=3 $8=449 $9=1 ἐξἄλλου, ἢ διά τινος ἄλλης προῦπαρχούσης γνώσεως καὶ ἀπ´ αὐτῆς τῆς ἀρχῆς εἰδὼς, οὐ τῆς ἀρχῆς τῶν παραχθέντων, ἀλλὰ τῆς καθολικῆς ἀρχῆς τοῦ Θεοῦ· ὅπερ, ἐπεὶ οὐκ εὐαγές ἐστι λαμβάνειν ἐπὶ Θεοῦ, αρχος γὰρ καὶ ὑπεράναρχος ὁ Θεός, ἐκάλασε διὰ τοῦ, Ἵν´ εἰπω. Καλῶς γοῦν καὶ ὁ μέγας Βασβειος τίθησιν, ὅτι εἰσί τινα, ἄναρχα μὲν, τελευτὴν δὲ ἔχοντα, λέγων τὰς θείας τῆς δημιουργίας νοήσεις· ἀπ´ ἀρχῆς γὰρ, ἵν´ οὕτως εἴπω, παρὰ τῷ δημιουργῷ οἱ λόγοι τῆς κτίσεως. Διὰ τοῦτο γὰρ λέγεται καὶ τό· Ὁ εἰδὼς κάνταπριν γενέσεως αὐτῶν· ὠν τὴν γένεσιν, οὐκ ἐκ τοῦ καταμανθάνειν αὐτὰ ὑποῖά τινά εἰσιν ἔγει· τοῦτο γὰρ ἐδήλωσεν, εἰπῴν, οὐκέκ τῶν ὅντων τὰ ὄντα μανθάνων, καὶ τὸ, οὐ κατ´ ἰδέαν δκάστοις ἐπιβάλλωΥ, ἀλλ´ ὡς ποιητὴς τούτων τὴν εἴδησιν τῶν οἰκείων ἔργων προέχει, εἰδὼς ὅπως αὐτὰ καὶ ἐφ´ οἷς παράξει πρὸς γένεσιν. Ὧν ἡ παρατροπὴ καὶ ἡ ἔλλειψις, ἤγοὺν ἡ ἀποτυχία καὶ ἡ ἀδυναμία, τὸ κακὸν εἰσάγει, τῇ στερήσει τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ποιοῦσα. Ερὸς τοῦτο γὰρ τὸ τοῦ φωτὸς παρήγαγεν ὑπόδειγμα· τῇ γὰρ τούτου στερήσει τὸ σκότος παρυφίσταται, καὶ αἰτίαν ἔχει τὴν ἁπουσίαν τῆς τοῦ φωτὸς φύσεως, ὥσπερ καὶ τῶν στερήσεων αἰ ἕξεις ἀρχικώτεραι τνγχάνουσι, καὶ, ὡς ἄν τις εἴποι, αἰτίαι. Μηδεῖς γοῦν ἐκ τούτων πρὸς ἁτόπους ἐπαγέσθω ἐννοίας, ὥστε λέγειν καὶ τῶν κακῶν ἐν ἑαυτῷ κατ´ αἰτίαν προέχειν τὸν Θεὸν, ἤγουν αἴτιον αὐτῶν ἐκ τούτου συνάγεσθαι αὐτὸν εἶναι· ἤδη γὰρ ἔδειξε μήτε ὃν, μήτε ἐν τοῖς οὖσι τὸ κακόν. Τοῦτο δὲ δηλοῖ καὶ τὸ παράδειγμα. Ὥσπερ γὰρ εἴτις ὑπόθοιτο τὸ φῶς τοῦτο τὸ ὁρατὸν ἔννουν εἶναι καὶ λογικὸν, εἶτα πυθοίμεθα αὐτοῦ, εἰ γινώσκει τὸ σκότος, τὸ δὲ εἴποι γινώσκειν καὶ πρὶν γένηται τὸ σκότος· γινώσκειν δὲ οὐ κατά τινα πεῖραν,(πῶς γὰρ ἴδοι σκότος τὸ φῶς; εἰ γὰρ φῶς, οὐκ ἔσται σκότος· ἀλλὰ γινώσκειν εἴποι τὸ σκότος καθὸ φῶς· διὸ καὶ οἶδεν, ὅτι, ἐὰν συστείλῃ τὸ οἰκεῖον φῶς, οὐδεὶς ὄψεται. Οὕτω καὶ ὁ Θεὸς κατ´ αἰτίαν ἐν ἑαυτῷ τὴν ἁπάντων εἴδησιν ἔχει, οὐ τῆ πείρα ταύτην ἐπικτησάμενος, πεὶ εὑρεθείη ἂν μεταγενέστερος ὁ Θεὸς τῆς γνώσεως, ἢ κατά τινα χρόνον μὴ γινώσκων. Σημειοῦ δὲ τὸ αἰτιατὸν εἶναι τὸ σκότος ἐξ ἐλλείψεως τοῦ φωτὸς, ὅπερ ἐστὶ κατὰ Μανιχαίων. Ἐντεῦθεν κατασκευάζει, ὅτι κατὰ μίαν καὶ τὴν αὐτὴν γνῶσιν ὁ Θεὸς οἷδε καὶ ἑαυτὸν καὶ τὰ πάντα, διὰ τοῦτο καὶ ἀθλως τὰ ὑλικὰ, καὶ τὰ μεριστὰ ἀμερίστως, καὶ τὰ πολλὰ ἑνιαίως· ἄθλος γὰρ καὶ ἁμέριστος καὶ ἐνιαία, καὶ ἀπλῆ, ἡ γνῶσις ἡ θεία. Εἴπερ ἐλέγομεν ὅτι ἐν τῷ ἑνὶ, δηλονότι ἐν τῇ μιᾷ καὶ ἀπλῇ δημιουργικῇ δυνάμει ὑπέστησε τὰ διάφορα, οὕτῳ καὶ ἐν ἑνὶ, ἤγουν ἐν ἑνιαίᾳ καὶ ἀπλῇ γνώσει, τὰ διάφορα γινώσκει· ἀλλὰ καὶ χορηγός ἐστι πάσης γνώσεως, καθ´ ἣν γνώσεταί τις καὶ ἑαυτὸν, καὶ τὰ ἄλλα. Οὐκ ἄρα ὁ Θεὸς κατ´ ἄλλην μὲν γνωσιν γνώσεται ἐαυτὸν, κατ´ ἄλλην δὲ τὰ δημιουργήματα. Εἰ γοῦν αὐτὴ ἡ αἰτία πάντων, ἐαυτὴν καὶ ἁφ´ ἑαυτῆς γινώσκει, πόσῳ γε μᾶλλον τὰ ἀπ´ ὐτῆς εἰδήσεται; ἀλλὰ τῇ ἐαυτοῦ, καὶ οὐ τῇ τῶν ὄντων ἐπιστήμη. Ἐπιχειρεῖ γοῦν ἐκ τοῦ ἐλάττονος, ὅτι καὶ $0=3 $8=450 $9=1 οἱ ἄγγελοι οἴδασι τὰ αἰσθητὰ, οὐ δι´ αἰσθήσεως αὐτοῖς προσβάλλοντες, ἀλλὰ διὰ δυνάμεως ἐπαναβεβηκυίας ἐποβάλλοντες. Ὁ γὰρ ἐπὶ τοῦ Γεδεὼν εἰς τὴν θυσίαν ἐκβάλλων ἐκ τῆς πέτρας πῦρ οὐκ αἰσθήσει οἶδεν, ὅτι καυστικὸν τὸ πῦρ, ὡς ἡμεῖς, ἀλλ´ ἀνωτέρῳ τρόπο, καὶ κατὰ τὴν θεοειδῆ αὐτοῦ δύναμιν. Εἰ γοῦν οἱ ἄγγελοι κρειττόνως ἢ κατ´ αἴσθησιν οἷδασι τὰ αἰσθητὰ, πόσῳ μᾶλλον ὁ Θεὸς ἀθλως τὰ ἔνυλα; ἔΠΙ. Ἐπὶ τούτοις ἀπορεῖ, πῶς ἡμεῖς τὸν Θεὸν Β Πi. Α Μ γινώσκειν λεγόμεθα, καὶ ὑπὲρ τὰ νοητὰ, καὶ ὑπὲρ τὰ αἰσθητὰ ὑπεροχικῶς ὄντα. Ἀληθὲς γοῦν λέγει, ὅτι τῇ αὐτοῦ φύσει ἄγνωστός ἐστιν ὁ Θεὸς, ἀλλ´ ἡ τῶν δημιουργημάτων καλλονὴ, τὸν γενεσιουργὸν, τουτέστι τὸν ἐν γενέσει ποιητὴν, μηνύει· ἡ γὰρ τῶν κτισμάτων διάταξις εἰκόνες τινές καὶ ὁμοιώματα τῶν ἐν τῷ Θεῶ παραδειγμάτων καὶ δημιουργικῶν λόγων εἰσὶ, καθ´ οὓς ἅπαντα ἐν αὐτῷ ὄντα παρήχθησαν, καθὼς καὶ ἐν τῇ Ἀποκαλύψει τοῦ θεολόγου Ἰωάννου καὶ εὐαγγελιστοῦ λέγεται, ὅτι τὰ πάντα ἦσαν καὶ γεγόνασιν· ἧσαν γὰρ τὰ τῶν κτισμάτων παραδείγματα, ὧν εἰκόνες τὰ τῆς κτίσεως ἀποτελέσματα. Ἐν πᾶσι γοῦν κτίσμασι Θεὸς γινώσκεται, ὡς ὁ τεχνίτης ἐν τοῖς τεχητοῖς· πάντη δὴ κεχωρισμένος κατ´ οὐσίαν τῶν πάντων· κἀντεῦθεν, ἄγνωστος ὤν, ἐκ τῆς τοιαύτης ἀγνωσίας γινώσκεται· ἀλλὰ καὶ διὰ τῶν ἐναντίων γινώσκεται, καὶ διὰ τῶν θίσεων καὶ διὰ τῶν ἀφαιρέσεων λέγεται. Εἰ γὰρ καὶ πρώην ἔλεγεν, ὅτι ἐπὶ Θεοῦ οὔτε ἐπαφή ἐστιν, οὔτε νόησις, οὕτε λόγος, οὖτε τι ἄλλο· ἀλλ´ οὖν, ὅτε ταῦτα τὰ θετικὰ θεοπρεπῆ νοοῦμεν, καὶ αὐτοῦ ταῦτα λέγομεν, καὶ οὐκ ἐξ ἡμῶν εἰς ἐκεῖνον, χώραν ἔχουσι λέγεσθαι. Ἡ γοῦν ἐπαφὴ μὲν ἡμῶν πρὸς τὸ Θεῖον οὐκ ἔστιν, ἐπαφὴ δὲ αὐτοῦ ἐαυτοῦ λεχθήσεται, ὥσπερ δὴ καὶ γνῶσις καὶ νόησις· αἱ δ´ ἀποφάσεις ἐφ´ ἡμῖν ταχθήσονται, ὅτι ὑπὲρ ταῦτα πάντα τὸ θεῖον, καὶ οὐχ οἷόν τε ἀπὸ τούτων καταλαμβάνεσθαι παρ’ἡμῶν. Διὰ τοῦτο καὶ ἐκ πάντων ἡμῶν ὑμνεῖται κατὰ τὴν ἀναλογίαν πάντων, ἐκ τῶν ὄντων ὡς ὤν, ἐκ τῶν ζώντων ὡς ζῶν, ἐκ τῶν σοφῶν ὡς σοφία. Καὶ πάλιν ἐστὶν ἡ θειοτάτη τοῦ Θεοῦ γνῶσις, δι´ ἀγνωσίας γινωσκομένη κατὰ τὴν ὑπὲρνοῦν ἕνωσιν καὶ συνάφειαν, καθὼς ἐπιφέρει, ὅταν, λέγων, ὁ νοῦς ἀποστὰς τῶν ὄντων καὶ ἐαυτὸν ἀφεὶς, ἐνωθῇ ταῖς ὑπερφαέσιν ἀκτῖσιν, ἐλλαμπόμενος τῷ ἀνεξερευνήτῳ βάθει· ἑκεῖθεν καὶ ἐκεῖ δηλονότι οὕτως ἡ ἔλλαμψις γίνεται, ὅτε μένων ἐκεῖ, πάντα καὶ ἑαυτὸν ἀφεὶς, ἐκεῖθεν ἐλλάμπεται. Ἀφίησι δὲ ὁ νοῦς ἑαυτὸν, ὅταν ἀργήσῃ παντελῶς τῆς οἰκείας κινήσεως, καὶ ὅλως ἀκινητήσῃ, μηδὲν ἷδιον ἐαυτοῦ ἔχων, μηδὲ αὐτοῦ ὢν, ἀλλ´ ὅλως τῆς θείας ἐκείνης κρυφιότητος, ἣν ἀλλαχοῦ καὶ ἐνδότητα εἶπε. Καίτοι γε κατ´ ἄλλον λόγον, $0=3 $8=451 $9=1 δηλονότι τὸ τῆς ποιήσεως, ὡς ἑλέγομεν, ἐκ πάντοων γινώσκεται, μὴ μόνον ὡς αἴτιος τῆς παραγωγῆς, ἀλλὰ καὶ τῆς συναφείας αὐτῶν, καὶ ἀεὶ τῷ τέλει τῶν προτέρων τὰς τῶν δευσέρων συνάπτων ἀρχάς· οὐδὲν γὰρ μέσον πῶν κτισμάτων κενὸν, ἐν ᾧ οὐκ ἔστι τι δημιούργημα· πλῆρες γάρ ἐστιν ἅπαν τῶν ὄντων. Καν τὸν ἀέρα εἴποις, καὶ αὐτὸς δημιούργημά ἐστι· κατὰ τοῦτο καὶ σύμπνοια ἐπὶ τοῦ παντὸς λέγεται, οἱονεὶ σομπάθεια. Ὡς γοῦν ἐπὶ τοῦ ζώου ἡ σύμπνοιά ἐστιν, ὁμοῦ πνεόντων τῶν ζώντων ἁπέντων μελῶν, οὔτως ἐπὶ παντὸς συμπάθεια. ἔ Ιν. Ἠὸὴ λέγχει καὶ πῶς λόγος ὑμνεῖται ὁ Θεὸς οὐ μόνον τοίνυν κατὰ τὰ προειρημένα, ὅτι ἐκ τῶν αἰτιατῶν ὡς αἴτιος γινώσκεται,ὐτὸς γάρ ἐστιν ὁ χορηγὸς παντὸς λόγου καὶ πάσης σοφίας· ἀλλ´ ὅτι καὶ τὰς τῶν ὄντων ἁπάντων αἴτίας ἐν ἑαυτῷ ἔχει· οἱ γὰρ φύσεως ἀπάσης λόγοι ἐν αὐτῷ εἰσιν ὡς αἰτίῳ πάσης δημιουργίας· αἴ τε γὰρ ἰδέαι καὶ τὰ παραδείγματα, οὐχ ἕτερα ὄντα ἐν ἑτέρῳ, ἀλλὰ νοήσεις ἀδιαι οὖσαι, ἐν αὐτῷ εἰσι. Λέγει δὲ αὐτὸν λόγον, καὶ ὡς διὰ πάντων χωροῦντα ἀκωλύτως, καὶ πάντα περιιόντα μέχρι καὶ τῶν ἐβχάτων, ὡς καὶ ἐν τῇ πρὸς Ἐβραίους φησὶν ὁ Ἀπόστολος· Ζῶν γὰρ ὁ λόγος καὶ ἐνεργὴς, καὶ τὰ ἑξῆς. Καὶ πρὸ τούτων, ὅτι πάσης ἀπλότητος ὑπερήπλωται, καὶ πάσης ὕλης ἀπολέλυται, ἐκ τοῦ παρ´ ἡμῖν λόγου λαμβανομένων τῶν ἐννοιῶν· ἀλλ´ ὅτι μὲν ὁ παρ´ ἡμῖν λόγος, ὅτε μὴ γράφεται, πάσης ὕλης ἀπολελυμένος ἐστὶ, δῆλον. Πῶς δὲ καὶ ἀπλοῦς, καίτοι γε εἴποι τις, ὅτι ἐκ στοιχείων καὶ συλλαβῶν σύγκειται; Ἀλλ´ οὐ λέγομεν τὸν προφορικὸν, ἀλλὰ τὸν ἐνδιάθετον, καθ´ ὃν καὶ λογικοὶ λεγόμεθα. Οὗτος ὁ Θεὸς λόγος, ἡ αὐτὴ καὶ τῷ ὄντι οὖσα ἀλήθεια, εἰκότως ἐστὶ καὶ ἀπλανὴς τῶν ὅλων γνῶσις. Τί δέ ἐστι γνῶσις, εὐθὺς ἐπισυνάπτει, διδάσκων, Ἡ θεία πίστις, ἡ μόνιμος τῶν πεπεισμένων ἵδρυσις, ἡ ἑνιδρύουσα τοὺς πιστεύοντας τῇ ἀληθείᾳ, καὶ τὴν ἀλήθειαν τοῖς πιστεύουσιν, ὡς γίνεσθαι ταύτοὺς τήν τε τῆς ἀληθείας πίστιν καὶ τοὺς πιστεύοντας· ὥσπερ γὰρ ὁ ἐν τῷ πυρὶ σίδηρος ταὺτὸς τῳ πυρὶ γίνεται, καὶ ἐνεργεῖ ὅσα τὸ πῦρ. Διὰ τοῦτο λέγεται καὶ τὴν πίστιν ἐνεργεῖν καὶ τοὺς πιστεύοντας· οἰ γὰρ πεπεισμένοι ἀπλῆν τινα γνῶσιν ἔχουσι, καὶ οὐ διῃρημένην τε καὶ ἀμφίβολον, ὅτι ἡ γνῶσις, τά τε γινώσκοντα καὶ τὰ ἐγνωσμένα ἐνοῖ, ἡ δὲ ἄγνοια διαιρέσεως αἰτία τῷ ἀγνοοῦντι γίνεται· ὁ γὰρ ἀγνοῶν ἔχει τὸ τῆς γνώμης ἀνίδρυτον καὶ εἰς πολλὰ μεριζόμενον. Τὸν γοῦν ἐν ἀληθείᾳ πιστεύοντα οὐδὲν ἀποκινήσει τῆς κατὰ τὴν πίστιν ἐστίας τε καὶ ἱδρύσεως. Ὁ μὲν οὖν κατὰ τὸν Ἀπόστολον ἐν τῷ σκότῳ τῆς ἀγνοίας ὤν, ὑπὸ τῆς πλάνης ταύτης σαλευόμενος, περιφέρεται παντὶ ἀνέμῳ τῆς τῶν ἀνθρώπων κυβείας, ὥσπερ οἱ ἐν πελάγει κλυδωνιζόμενοι, καὶ νομίζει μᾶλλον τοὺς Γνωστικοὺς μαίνεσθαι, ὡς καὶ ὁ φῆστός φησι τῷ Παύλῳ κηρύττοντι τὴν ἀλήθειαν. Μαίνῃ, Παῖλε. Ὁ δὲ γνωστικὸς καὶ τῷ ὄντι $0=3 $8=452 $9=1 Χριστιανὸς, ἅτε τῇ ἀληθείᾳ γνοὺς τὸν Χριστὸν, κα δι´ αὐτοῦ τὴν θεογνωσίαν κτησάμενος, τὴν ἑνιαίαν λέγω τῆς ἀληθείας γνωσιν. Ἐνιαίαν γὰρ τὴν καθ´ ήμᾶς πίστιν ὡνόμασεν, ὡς ἀπλῆν τε καὶ ἀπλανῆ τὴν τοῦ ὄντως ἀληθοῦς κηρύγματος ἔχουσαν γνῶσιν. Ἐξέστηκε μὲν τῷ κόσμῳ, μὴ ὢν ἐν τῇ κοσμικῇ τῶν ἀπίστων γνώμῃ τε καὶ πλάνῃ, ἐαυτὸν δὲ γινώσκει νήφοντα, καὶ ἀπηλλαγμένον τῆς πολυπλανοῦς ἀπιστίας· διὸ καὶ καθ´ ἑκάστην ἡμέραν ἀποθνήσκουσιν ὑπὲρ τῆς ἀληθείας, οὐ μόνον καὶ μέχρι θανάτου κινδυνεύοντες ἑκάστοτε διὰ τὴν ἀλήθειαν, ἀλλὰ καὶ τῇ ἀγνωσίᾳ τελευτῶντες πάντοτε, τῇ δὲ γνώσει ζωντες, καὶ Χριστιανοὶ μαρτυρούμενοι. Ἀλλ´ ἐπειδὴ τὴν θείαν ἀληθότητα καὶ ὑπέρσοφον φοφίαν καὶ ὡς δύναμιν ὑμνοῦσι καὶ ὡς δικαιοσύνην οἱ θεολόγοι, καὶ σωτηρίαν αὐτὴν ἀποκαλοῦσι καὶ ἀπολύτρωσιν, φέρε καὶ ταύτας, ὡς ἐφικτὸν ἡμῖν, τὰς θεωνυμίας ἀναπτύξωμεν. Καὶ ὅτι μὲν ἡ θεαρχία πάσης ἐξήρηται, καὶ ὑπερέχει τῆς ὅπως ποτὲ καὶ οὕσης καὶ ἐπινοουμένης δυνάμεως, οὐκ οἶμαί τινα τῶν ἐν τοῖς θείοις λογίοις ἐντεθραμμένων ἀγνοεῖν· πολλαχοῦ γὰρ ἡ θεολογία καὶ τὴν κυρείαν αὐτῇ, καὶ αὐτῶν τῶν ὑπερουρανίων δυνάμεων ἀφορίζουσα παραδέδοπαιν. Πῶς οὖν αὐτὴν οἰ θεολόγοι καὶ ὡς δύναμιν μνοῦσι, τὴν πάσης ἐξῃρημένην δυνάμεως; ἢ πως ἐπ´ αὐτῇ τὴν δυναμωνυμίαν ἐκλάβοιμεν Λέγομεν τοίνυν, ὅτι δύναμίς ἐστιν ὁ Θεὸς ὡς πᾶσαν δύναμιν ἐν ἑαυτῷ προέχων καὶ ὑπερέχων, καὶ ὡς πάσης δυνάμεως αἴτιος, καὶ πάντα κατὰ δύναμιν Κκλιτον καὶ ἁπεριόριστον παράγων, καὶ ὡς αὐτοῦ τοῦ εἶναι δύναμιν, ἢ τὴν ὅλην ἢ τὴν καθ´ ἕκαστον αἴτιος ὥν· καὶ ὡς ἀπειροδύναμος, οὐ μόνον τῷ πᾶσαν δύναμιν παράγειν, ἀλλὰ καὶ τῷ ὑπὲρ πᾶσαν καὶ τὴν αὐτοδύναμιν εἶναι, καὶ τῷ ὑπερδύνασθαι, καὶ ἀπειράκις ἀπείρους τῶν οὐσῶν δυνάμεων ἐτέρας παραγαγεῖν· καὶ τῷ μὴ ἄν ποτε δυνηθῆναι τὰς ἀπείρους καὶ ἐπ´ Τερὶ δινάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυἄπειρον $0=3 $8=453 $9=1 παραγομένας δυνάμεις τὴν ὑπεράπειρον αὐτοῦ τῆς δυναμοποιοῦ δυνάμεως ἀμβλῦναι ποίησιν· καὶ τῷ ἀφθέγκτῳ καὶ ἀγνώστῳ καὶ ἀνεπινοήτῳ τῆς πάντα ὑπερεχούσης αὐτοῦ δυνάμεως, ἢ διὰ περιουσίαν τοῦ δυνατοῦ καὶ τὴν ἀσθένειαν δυναμοῖ, καὶ τὰ ἔσχατα τῶν ἀπηχημάτων ἢ αὐτῆς συνέχει καὶ διακρατεῖ, καθάπερ καὶ ἐπὶ τῶν κατ´ αἴσθησιν δυνατῶν ὁρῶμεν, Κτι πὰ ὑπέολαμπρα φῶτα καὶ μέχρι τῶν ἀμβλειῶν ὁράσεων φθάνει· καὶ τοὺς μεγάλους φασὶ τῶν ψόφων καὶ εἰς τὰς μὴ λίαν εὐκόλως τῶν ἤχων ἀντιλαμβανομένας ἀκοὰς εἰσδύεσθαι. Τὸ γὰρ πάντη ἁνήκοον οὐδὲ ἀκοή· καὶ τὸ καθόλου μὴ βλέπον οὐδὲ ὅρασις Ῥ, Αὗτη δ´ οὖν ἡ ἀπειροδύναμος τοῦ θεοῦ διάδοσις εἰς πάντα τὰ ὄντα χωρεῖ, καὶ οὐδέν ἐστι τῶν ὄντων ὃ παντελῶς ἀφῄρηται τὸ ἔχειν τινὰ δύναμιν· ἀλλ´ ἢ νοερὰν, ἢ λογικὴν, ἢ αἰσθητικὴν, ἢ ζωτικὴν, ἢ οὐσιώδη δύναμιν ἔχει· καὶ αὐτὸ δέ, εἰ θέμις εἰπεῖν, τὸ εἶναι δύναμιν, εἰς τὸ εἶναι ἔχει παρὰ τῆς ὑπερουσίου δυνάμεως. Ἐε αὐτῆς εἰσιν αἱ θεοειδεῖς τῶν ἀγγελικῶν διακάσμων δυνάμεις· ἐξ αὐτῆς καὶ τὸ εἶναι ἀμεταπτώτως ἔχουσι, καὶ πάσας αὐτῶν τὰς νοερὰς καὶ ἀθανάτους ἀεικινησίας, καὶ τὸ ἀῤῥεπὲς αὐτὸ, καὶ τὴν ἀνελάττωτον ἔφεσιν τοῦ ἀγαθοῦ, πρὸς τῆς ἀπειραγάθου Ῥ δυνάμεως εἰλήφασιν, αὐτῆς ἐφιείσης αὐτοῖς τὸ δύνασθαι καὶ τὸ εἶναι ταῦτα, καὶ ἐφίεσθαι ἀεὶ εἶναι, καὶ αὐτὸ τὸ δύνασθαι ἐφίεσθαι τοῦ ἀεὶ δύνασθαι. Πρόεισι δὲ τὰ τῆς Ἀνεκλείπτου δυνάμεως καὶ εἰς ἀνθρώπους, καὶ ζῶα, καὶ φυτὰ, καὶ τὴν ὅλεν τοῦ παντὸς φύσιν· καὶ δυναμοῖ τὰ ἡνωμένα πρὸς τὴν ἀλλήλων φιλίαν καὶ κοινωνίαν, καὶ τὰ διακεκριμένα πρὸς τὸ εἶναι κατὰ τὸν οἰκεῖον ἕκαστα λόγον καὶ ὅρον ἀσύγχυτα καὶ ἀσύμφυρτα· καὶ τὰς τοῦ παντὸς τάκεις καὶ εὐθυμοσύνας εἰξ τὸ οἰκεῖον ἀγαθόν διασώζει, καὶ τὰς ἀθανάτους τῶν ἀγγελικῶν ἐνάδων ζωὰς ἀλωβήτους διαφυλάττει, καὶ τὰς οὐρανίας, καὶ φωστηρικὰς, καὶ ἀστρῴους οὐσίας, καὶ τάξεις ἀναλλοιώτους, καὶ τὸν αἰῶνα δύνασθαι εἶναι ποιεῖ· καὶ τὰς τοῦ χρόνου περιελίξεις διακρίνει μὲν ταῖς προόδοις, συνάγει δὲ ταῖς ἀποκαταστάσεσι· καὶ τας τοῦ πυρὸς δυνάμεις ἀσβέστους ποιεῖ, καὶ τὰς τοῦ ὕδατος ἐπιὸῥοὰς ἀνεκλείπτους, καὶ τὴν ἀερίαν χύσιν ὁρίζει, καὶ τὴν γῆν ἐπ´ οὐδενὸς ἱδρύει, καὶ τὰς ζωογόνους αὐτῆς ὡδῖνας ἀδιαφθόρους φυλάττει· καὶ τὴν ἐν ἀλλήλοις τῶν στοιχείων ἁρμονίαν καὶ κρᾶσιν ἀσύγχυτον καὶ $0=3 $8=454 $9=1 ἀδιαίρετον ἀποσώζει, καὶ τὴν ψυχῆς καὶ σώματος σύνδεσιν συνέχει, καὶ τὰς τῶν φυτῶν θρεπτικὰς καὶ αὐξητικὰς δυνάμεις ἀνακινεῖ· καὶ διακρατεῖ τὰς οὐσώδεις τῶν ὅλων δυνάμεις, καὶ τὴν τοῦ παντὸς ἀδιάλυτον μονὴν Ὃ ἀσφαλίζεται, καὶ τὴν θέωσιν αὐτὴν δωρεῖται, δύναμιν εἰς τοῦτο τοῖς ἐκθεουμένοις παρἐχουσα· καὶ ὅλως οὐδέν ἐστι καθόλου τῶν ὄντων, τὴν παγκρατορικὴν ἀσφάλειαν καὶ περιοχὴν τῆς θείας δυνάμεως ἀφῃρημένον. Τὸ γὰρ καθόλου μηδεμίαν δύναμιν ἔχον οὕτε ἐστὶν, οὔτε τί ἐστιν, οὔτε ἐστί· τις αὐτοῦ παντελῶς θέσις. Καίτοι φησίν Ἐλύμας ὁ μάγος· Εἰ παντοδύναμός στιν ὁ Θεὸς, πῶς λέγεταί τι μὴ δύνασθαι πρὸς τοῦ καθ´ ὑμᾶς θεολόγου; Λοιδορεῖται δὲ τῷ θείῳ Παύλω φήσαντι, μὴ δύνασθαι τὸν Θεὸν ἑαυτὸν ἀρνήσασθαι. Προθεὶς δὲ τοῦτο, λίαν ὀῤῥωδῶ μὴ καὶ ἀνοίας ὀφλήσω γέλωτα, παίδων ἀθυρόντων οἰκοδομήματα καὶ ἐπὶ ψάμμου καὶ ἀσθενῆ καταλύειν ἐπιχειρῶν, καὶ ῶσπερ τινὸς ἀνεφίκτου σκοποῦ καταστοχάζεσθαι σπεύδων τῆς περὶ τούτου θεολογικῆς διανοίας· ἡ γὰρ καυτοῦ ἄρνησις ἔκπτωσις ἀληθείας ἐστίν· ἡ δὲ ἀλήθεια ὄν ἐστι, καὶ ἡ τῆς ἀληθείας ἔκπτωσις τοῦ ὄντος ἔκπτωσις. Εἰ τοίνυν ἡ ἀλήθεια ὄν ἐστιν, ἡ δὲ ἄρνησις τῆς ἀληθείας τοῦ ὄντος ἕκπτωσις, ἐκ´ τοῦ ὄντος ἐκπεσεῖν ὁ Θεὸς οὐ δύναται, καὶ τὸ μὴ εἶναι οὐκ ἕστιν, ὡς ἄν τις φαίη, τὸ μὴ δύνασθαι οὐ δύναται, καὶ τὸ Κμὴ εἰδέναι κατὰ στέρησιν οὐκ οἶδεν. Ὅπερ ὁ σοφὸς οὐκ ἐννοήσας, μιμεῖται τοὺς τῶν ἀθλητῶν ἀπειρονίκας, οἷ, πολλάκις ἀσθενεῖς εἶναι τοὺς ἀνταγωνιστὰς ὑποθέμενοι, κατὰ τὸ δοκοῦν ἑαυτοῖς, καὶ πρὸς ἀπόνταςν αὐτοὺς ἀνδρείως σκιαμαχοῦντες, καὶ τὸν ἀέρα διακένοις πληγαῖς εὐθαρσῶς καταπαίοντες, οἴονται τῶν ἀντιπάλων αὐτῶν κεκρατηκέναι, καὶ ἀνακηρύττουσιν ἐαυτοὺς, οὔτε εἰδότες τὴν ἐκείνων δύναμιν. Ἡμεῖς δὲ τοῦ θεολόγου κατὰ τὸ ἐφικτὸν στοχαζόμενοι, τὸν ὑπερδύναμον Θεὸν ὑμνοῦμεν. ὡς παντοδιίνα μον, ὡς μακάριον καὶ μόνον δυνάστην, ὡς δεσπόζοντα ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, ὡς κατ´ οὐδὲν τῶν ὄντων ἐκπεπτωκότα· μᾶλλον δὲ καὶ ὑπερέχοντα, καὶ προέχοντα πάντα τὰ ὄντα κατὰ δύναμιν ὑπερούσιον, καὶ πᾶσι τοῖς οὖσι τὸ δύνασθαι εἰναι, καὶ τόδε εἶναι κατὰ περιουσίαν ὑπερβαλλούσης δυνάμεως ἀφθόνῳ χύσει δεδωρημένον. $0=3 $8=455 $9=1 τάξτις ἀφορίζων ἑκάστῳ κατὰ τὸν ὅντως ὄντα δικακότατον ὅρον, καὶ πᾶσι τῆς αὐτῶν ἑκάστων αὐτοπραγίας αἴτιος ὤν. Πάντα γὰρ ἡ θεία δικαιοσύνη τάττει, καὶ ὁροθετεῖ, καὶ πάντα ἀπὸ πάντων ἀμιγῆ καὶ ἀσύμΚφυρτα διασώζουσα, τὰ ἑκάστῳ τπροσήκοντα πᾶσι τοῖς οὗσι δωρεῖται κατὰ τῆν ἑκάστῳ τῶν ὄντων ἐπιβάλλουσαν ἀξίαν. Καὶ εἰ ταῦτα ὀρθῶς φαμεν, ἦσοι τῇ θείᾳ διαλοιδοροῦνται δικαιοσύνῃ, λανθάνουσιν ἑαυτῶν ἀδικίαν ἐναργῆ καταψηφιζόμενοι· φασὶ γὰρ ὀφείλειν ἐνεῖναι τοῖς θνητοῖς τὴν ἀθανασίαν, καὶ τοῖς ἀτελέσι τὸ τέλειον, καὶ τοῖς αὐτοκινήτοις τὴν ἑτεροκίνητον ἀνάγκην, καὶ τοῖς ἀλλοιωτοῖς τὴν ταύτότητα, καὶ τὰ τελειοδύναμα τοῖς ἀσθενέσι, καὶ ἀδια εἶναι τὰ ἑγχρονα, καὶ ἀμετάβολα τὰ φύσει κινούμενα, καὶ τὰς ἐπικαίρους ἡδονὰς αἰωνίας, καὶ ὅλως τὰ ἄλλων ἄλλοις ἁποδιδόασι. Δέον εἰδέναι, τὴν θείαν δικαιοσύνην ἐν τούτῳ ὄντως οὖσαν ἀληθῆ δικαιοσύνην, ὅτι πᾶσιν ἀπονέμει τὰ οἰκεῖα κατὰ τὴν ἑκάστου τῶν ὄντων ἀξίαν, καὶ τὴν ἑκάστου φύσιν ἐπὶ τῆς οἰκείας διασώζει τάξεως καὶ δυνάμεως. Ἀλλ´ εἴποι ἄν τις· Οὐκ ἔστι δικαιοσύνης, ἄνδρας ὁσίους ἐᾷνἀβοηθήτους, ὑπὸ τῶν φαύλων ἐκτρυχομένους, Πρὸς ὃν ῥητέον, ὡς εἰ μὲν ἀγαπῶσιν οὓς φὴς ὁσίους, τὰ ἐπὶ γῆς ὑπὸ τῶν προσύλων ζηλούμενα, τοῦ θείου πάντως ἐκπεπτώκασιν ἔρωτος. Καὶ οὐκ οἷδ´ ὅπως ὅσιοι κληθεῖεν ἂν, ἀδικοῦντες τὰ ὄντως ἐραστὰ καὶ θεῖα, τοῖς ἀζηλώτοις καὶ ἀνεράστοις ὑπ´ αὐτῶν οὐκ εὐαγῶς παρευδοκιμούμενα. Εἰ δὲ τῶν ὄντως ὄντων ἐρῶσι, εὐφραίνεσθαι χρὴ τοὺς τινῶν ἐφιεμένους, ἡνίκα τῶν ἐφετῶν τυγχάνωσιν. Ἢ οὐχὶ τότε μᾶλλον πλησιάζουσι ταῖς ἀγγελικαῖς ἀρεταῖς, ὅταν, ὡς δυνατὸν, ἐφέσει τῶν θείων ἀναχωρῶσι τῆς τῶν ὑλικῶν προσπαθείας, ἐγγυμναζόμενοι πρὸς τοῦτο λίαν ἀνδρικῶς, ν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν; Ὦστε ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μαλλόν ἐστι τῆς θείας δικαιοσύνης ἴδιον, τὸ μὴ θέλγειν καὶ ἀπολλύειν τῶν ἀρίστων τὴν ἀῤρενότητα ταῖς τῶν ὑλικῶν διαδόσεσι, μηδὲ, εἴτις ἐπιχειροίη τοῦτο ποιεῖν, ἐᾷν ἀβοηθήτους, ἀλλ´ ἐνιδρύειν αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμεῖλίκτῳ στάσει, καὶ ἀπονέμειν αὐτοῖς τοιούτοις οὖσι τὰ κατ´ ἀξίαν. Αὕτη γοῦν ἡ θεία δικαιοσύνη καὶ σωτηρία τῶν ὅλιων ὑμνεῖται, τὴν ἰδίαν ἐκάστου καὶ καθαρὰν ἀπὸ τῶν ἄλλων οὐσίαν καὶ τάξιν ἀποσώζουσα καὶ φυλάτπουσα, καὶ αἰτία καθαρῶς οὖσα τῆς ἐν τοῖς ὅλοις ἰδ οπραγίας. Εἰ δέ τις τὴν σωτηρίαν ὑμνοίη, καὶ ὡς ἐκ τῶν χειρόνων τὰ ὅλα σωστικῶς ἀναρπάζουσαν $0=3 $8=456 $9=1 τντως που καὶ τοῦτον ἡμεῖς τὸν ὑμνῳδὸν τῆς παντοδαπῆς σωτηρίας ἀποδεξόμεθα, καὶ ταύτην δὲ καὶ τρώτην σωτηρίαν τῶν ὅλων ἀξιώσομεν αὐτὸν ὁρίΚζεσθαι, τὴν πάντα ἐφ´ ἑαυτων ἀμετάβλητα καὶ ἀστασίαστα καὶ ἀῤῥεπῆ πρὸς τὰ χείρω διασώζουσαν, καὶ πάντα φρουροῦσαν, ἄμαχα καὶ ἀπολέμητα τοῖς αυτῶν ἕκαστα λόγοις διακοσμούμενα, καὶ πᾶσαν ἀνισότητα καὶ ἀλλοτριοπραγίαν ἐκ τῶν ὅλων ἐξορίζουσαν, καὶ τὰς ἀναλογίας ἑκάστου συνιστάνουσαν ἀμεταπτώτους εἰς τὰ ἐναντία, καὶ ἀμεταχωρήτους. Ἐπεὶ καὶ ταύτην τὴν σωτηρίαν οὐκ ἀπὸ σκοποῦ τις ὑμνήσοι τῆς ἰερᾶς θεολογίας, ὡς πάντα τὰ ὄντα τῇ σωστικῆ τῶν ἀπάντων ἀγαθότητι, τῆς τῶν οἰκείων ἀγαθῶν ἀποπτωσεως ἀπολυτρουμένην, καθ´ ὅσον ἡ ἑκάστου τῶν σωζομένων ἐπιδέχεται φύσις· διὸ καὶ ἀπολύτρωσιν αὐτὴν ὀνομάζουσιν οἱ θεολόγοι, καὶ καθ´ δσον οὐκ ἐχ τὰ ὄντως ὄντα πρὸς τὸ μὴ εἶναι διαπεσεῖν, καὶ καθ´ ὄσον εἰ καί τι πρὸς τὸ πλημμελὲς καὶ ἄτακτον ἀποσφαλείη, καὶ μείωσίν τινα πάθοι τῆς τῶν οἰκείων ἀγαθῶν τελειότητος, καὶ τοῦτο τοῦ πάθους, καὶ τῆς ἀδρανείας, καὶ τῆς στερήσεως ἀπολυτροῦται, πληροῦσα τὸ ἐνδεὰς, καὶ πατρικῶς τὴν ἀτονίαν ὑπερείδουσα, καὶ ἀνιστῶσα τοῦ κακοῦ· μᾶλλον δὲ ἱστῶσα ἐν τῷ καλῷ, καὶ τὸ ὑπεκρυὲν ἀγαθὸν ἀναπληροῦσα, καὶ τάττουσα, καὶ κοσμοῦσα τὴν ἀταξίαν αὐτοῦ, καὶ ἀκοσμίαν, καὶ ὁλόκληρσν ἀποτελοῦσα, καὶ πάντων ἀπολύουσα τῶν λελωβημένων. Αλλὰ περὶ μὲν τούτων καὶ περὶ δικαιοσύνης εἴρηται, καθ´ ἣν ἡ πάντων ἱσότης μετρεῖται καὶ ὁρίζεται, καὶ πᾶσα ἀνισότης, ἡ κατὰ στέρησιν τῆς ἐν αὐτοῖς ἑκάστοις ἰσότητος, ἐξορίζεται· τὴν γὰρ ἀνισότητα εἴ τις ἐκλάβοι, τὰς ἐν τῷ ὅλῳ τῶν ὅλων πρὸς ὅλα διαφορὰς, καὶ ταύτης ἡ δικαιοσύνη φρουρητικὴ, μὴ συγχωροῦσα συμμιγῆ τὰ ὧα ἐν ὅλοις γενόμενα διαταραχθῆναι, φυλάττουσα δὲ τὰ ὄντα πάντα κατ´ εἶδος ἕκαστον, ἐν ᾧ $0=3 $8=457 $9=1 ΙἈλλ´ ἐπειδὴ τὴν ὑπέρσοφον ἀληθότητα τὸν Θεὸν καὶ δύναμιν, καὶ δικαιοσύνην, καὶ σωτηρίαν, καὶ ἀπολύτρωσιν καλοῦσιν οἱ θεολόγοι, φέρε καὶ ταύτας τὰς θεωνυμίας ἀναπτύξωμεν, προῦποκειμένου, ὅτι ἀσυγκρίτως ὑπερέχει τὸ Θεῖον πάσης καὶ οὔσης καὶ ἐπινοουμένης δυνάμεως. Οὐκ εἶπε δὲ νοουμένης, γὰρ ἀγγελικαὶ δυνάμεις νοούμεναί εἰσιν, ὧν ὅτι ὑπερέχει τὸ Θεῖον, δῆλον· ἀλλ´ ἀπλῶς Ἐπινοουμένης, ὡς ἂν εἰἔλεγεν· Ὅτι κἂν οἷαν τις δυνηθείη ἐπινοῆσαι δύναμιν, καὶ αὐτῆς ἀσυγκρίτως ὑπερέχει τὸ Θεῖσν· αἱ γὰρ Γραφαὶ καὶ Κύριον τῶν δυνάμεων λέγουσι τὸν Θεὸν, καὶ τὸς Κύριος τῶν δυνάμεων, αὐτός ἑστιν ὁβασιλεὺς τῆς δόξης, καὶ, Κύριος των δνχάμεων $0=3 $8=458 $9=1 μεθ´ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θευς Λ ἱκκε οἰνίκιηηι ἠρες εει Πεα σίοσία ἔς οἱ Ἰακώδ. ΚΙ. Πῶς οὖν τὴν πάσης ἐξῃρημένην δυνάμεως Ἀύναμιν ὀνομάσομεν; Λέγομεν, ὅτι δύναμις λέγεται ῥ Θεὸς, καὶ ὡς προέχων καὶ περιέχων ἅπασαν δύναμιν, καὶ ὡς αἴτιος πάσης δυνάμεως, καὶ ὡς παράγων πάντα ἐστὶ κατὰ δύναμιν ἄκλιτον· οὐ γὰρ κλινόμενος εἰς δύναμιν δημιουργεῖ, ἀλλ´ ἀκίνητος καὶ Κκαμπτος ὑπάρχων ἐπὶ τῆς ἰδίας ἰσχύος παράγει· οὐ γὰρ κλίνεται ὡς δυναμοῖ ἔν τινι. Ἡ ἄκλιτον ἔφη, τουτέστι τῆς οἰκείας ἀκρότητος μὴ ὑποκατιοῦσαν, καὶ ὡς αὐτοῦ τοῦ εἶναι δύναμιν αἴτιός ἐστι, καὶ ὅτι ἀπειροδύναμος, μὴ μόνον ἐν τῷ παράγειν πᾶσαν δύναμιν, ἀλλὰ καὶ τῷ ὑπὲρ πᾶσαν εἶναι καὶ αὐτὴν τὴν αὐτοδύναμιν, τὸν παραδειγματικόν φημι τῆς δυνάμεως λόγον· καὶ ἐν τῷ ὑπερδύνασθαι ἀπειράκις ἀπείρους δυνάμεις παράγειν· καί ποτε μὴ ἀπαμβλυνθῆναι πρὸς τὴν τῶν ἀπείρων δυνάμεων ποίησιν, καὶ ὅτι ἄφθεγκτον καὶ ἀνεπινόητον τὸ ὑπερέχον τῆς αὐτοῦ δυνάμεως. Ὅπερ πῶς ἂν ἦν ἄφθεγκτον, εἴπερ μὴ εἶχεν ἰσχὺν εἰς τὸ μὴ κατανοεῖσθαι παρά τινος, ἢ διὰ περιουσίαν τοῦ δυνατοῦ καὶ τὴν ἀσθένειαν δυναμοῖ; Ἀσθένειαν δὲ καλεῖ τὰ ὑλικὰ ταῦτα καὶ περίγεια σώματα, ἅτινα καὶ ἔσχατα ἀπηχήματά φησι διὰ τὸ ἀμυδρῶς καὶ κατὰ τὴν οἰκείαν ἐπιτηδειότητα μετέχειν τῆς δυνάμεως τοῦ Θεοῦ, ὡς ἔχει ἐπὶ τῶν ἐμπίδων, μυιῶν, καὶ τῶν ἄλλων ὅσα ἐν τοῖς οἰκείοις κέντροις ἰσχύουσιν. Ὅθεν καὶ τῶ Ἰωήλ φησιν ὁ Θεὸς περὶ τῆς ἀκρίδος, καὶ τοῦ βρούχου, καὶ τῆς κάμπης, Ἡ δύναμίς μου ἡ μεγάλη. Ὅτι δὲ καὶ ἐπὶ τούτοις τοῖς ἀσθενέσιν ἡ δύναμις τοῦ Θεοῦ φθάνει, ἴδε τὰ κατ´ αἴσθησιν δονατὰ, τό τε ὁρατὸν φῶς, καὶ τοὺς ἀκουστοὺς ψόφους· τὰ γὰρ λαμπρὰ τῶν φώτων μέχρι καὶ τῶν ἀσθενῶν ὀφθαλμῶν φθάνει, καὶ οἱ μεγάλοι ψόφοι μέχρι καὶ τῶν ἀσθενῶν ἀκοῶν εἰσδύονται. Οὔτε γὰρ τὸ φῶς ἐν τῷ λίθῳ λέγεται φθάνειν, οὔτε ὀ ψόφος εἰσδύεσθαι· ἀλλ´ ἐν τοῖς πεφυκόσιν ὁρᾷν ἢ ἀκούειν, κἀν ἀσθενῶς ἔχωσι. εΠi. Κατὰ τοῦτον τὸν λόγον εἰς πάντα τὰ ὄντα χωρήσει ἡ δύναμις τοῦ Θεοῦ, ὅτι πάντα δεκτικὰ δυνάμεώς εἰσιν, ἢ νοερᾶς καὶ ἀγγελικῆς, ἢ λογικῆς καὶ ἀνθρωπίνης, ἢ αἰσθητικῆς τῶν ἀλόγων, ἢ ζωτικῆς τῶν φυτῶν, ἢ οὐσιώδους ἑτέρας τῶν ἄλλων ἀπάντων, καθὸ τὸν μὲν ἀδάμαντα δύναμιν ἔχειν φαμὲν τοῦ μὴ τέμνεσθαι, τὸν δ´ ἀέρα ἀδυναμίαν τοῦ αὐτοῦ τούτου. Καὶ αὐτὸ δὲ καθ´ αὐτὸ τὸ δύναμιν εἶναι καὶ τοῦτο παρὰ τῆς θείας ἐστὶ δυνάμεως. ἔΠv. Ἐκ τῆς τοιαύτης ἀπειροδυνάμου δυνάμεως αἱ ἀγγελικαὶ δυνάμεις εἰσί, καὶ τὸ εἶναι ἀμετακινήτως ἔχουσι, καὶ τἄλλα πάντα· αὐτὴ γάρ ἐστιν ἣ κφιεῖσα αὐτοῖς τὸ δύνασθαι, καὶ εἶναι, καὶ ἐφίεσθαι αἰσαεὶ τοῦ εἶναι· αὐτή ἐστιν ἡ ἐνδυναμοῦσα καὶ αὐτὸ καθ´ αὐτο τὸ δύνασθαι, εἰς τὸ ἐφίεσθαι τοῦ ἀεὶ $0=3 $8=459 $9=1 ἔv. Πρόεισι δὲ τὸ ἀνέκλειπτον τῆς τοιαύτης δυνάμεως καὶ εἰς ἀνθρώπους, καὶ ζῶα, καὶ φυτὰ, καὶ τὴν τῶν ὅλων φύσιν. Δυναμοῖ τοίνυν καὶ τὰ ἡνωμένα, τὰ μέρη τυχὸν τοῦ ὅλου σώματος ἢ καὶ τὰ στοιχεῖα, ἃ κατά τινα μὲν ἀλλήλοις κοινωνοῦσι, κατά τινα δὲ ὅιαφέρουσι πρὸς τὴν τοιαύτην κοινωνίαν. Λυναμοῖ καὶ τὰ διακεκριμένα εἰς τὸ εἰναι κατὰ τὸν οἰκεῖον λόγον ἕκαστον ἀσύμφυρτον. Ἐπεὶ δὲ ἕκαστον ἔχει τάξιν καὶ εὐθεσίαν ἰδίαν, δυναμοῖ καὶ ταῦτα εἰς τὸ διασώζεσθαι εἰς τὴν οἰκείαν ἕκαστον τάξιν. Δυναμοῖ καὶ τὰς ἀθανάτους ζωὰς τῶν ἀγγελικῶν ἑνάδων, δηλονότι τῶν ἀπλοῖκῶν φύσεων, εἰς τὸ φυλάττεσθαι ἀδιαλωβήτους. ζυλάττει καὶ τὰς οὐρανίας τάξεις, ἀναλλοιώτους. Πλὴν μὴ κατὰ τὸ ἀδίως εἶναι νοήσῃς τὸ ἀναλλοίωτον, ἀλλὰ κατὰ τὴν ἀπαραλλαξίαν τῆς τοῦ παντὸς τάξεως. Ποιεῖ δὲ καὶ τὸν αἰῶνα δύνασθαι· δύναται. γὰρ τὸ συμπαρεκτείνεσθαι τοῖς ἀδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Δυναμοῖ δὲ καὶ τὰς χρονικὰς προόδους, τὰς τῶν ἀστέρων δηλαδὴ κινήσεις, ἐπί τινα ἀριθμὸν χρόνου διερπούσας τὰ ιβʹ τῶν λεγομένων οἴκων διαστήματα. Δυναμοῖ καὶ τὰς ἀποκαταστάσεις, τὰς ἀπὸ σημείου τινὸς ἐπὶ τὸ αὐτὸ σημεῖον ἐπαναδρομάς. Δυναμοῖ τὰ τέσσαρα στοιχεῖα, εἰς τὴν οἱκείαν ἕκαστον τάξιν τῆς φύσεως συσφίγγων καὶ συνέχων. Δυναμοῖ τὰς ζωογόνους ὡδῖνας τῆς·γῆς. Δυναμοῖ τὴν σύνδεσιν τῆς ψυχῆς μετὰ σώματος, ἀνακινεῖ τὰς ψυχικὰς δυνάμεις εἰς τὸ πολλάκις τρέφειν καὶ αὔξειν τὸ φυτὸν, καὶ εἰς αὐτὸ τοῦτο ἑπανακυκλοῦσθαι, διακρατεῖ τὰς οὐσιώδεις δυνάμεις, καὶ τὸ πᾶν ἀσφαλίζεται, καὶ αὐτὴν τὴν τῶν δικαίων δωφεῖταε θέωσιν, δύναμιν τούτοις εἰς τοῦτο παρέχουσα. Καὶ καθόλου, οὐδὲν τῶν ὄντων ἐστὶν, ὅπερ οὐ μετέχει τῆς παντοκρατορικῆς καὶ θείας δυνάμεως. ἔvi. Καίτοι ἐπαπορεῖ ὁ ἐν ταῖς Πράξεσιν Ἐλύμας ὁ μάγος, λέγων· Εἰ παντοδύναμος ὁ Θεὸς, πῶς παρὰ τοῦ καθ´ ὑμᾶς θεολόγου, Παύλου δηλαδὴ, λέγεται τὶ μὴ δύνασθαι; ᾧ δὴ καὶ λοιδορεῖται εἰπόντι, μὴ δύνασθαι τὸν Θεὸν ἑαυτὸν ἀρνήσασθαι Ἐγὼ δὲ προσθεὶς τοῦτο, λίαν φοβοῦμαι μὴ δόξω διαμάχεσθαι πρὸς μειρακιῶδες καὶ ἀσθενὲς ἐπὶ ψάμμου οἰκοδόμημα, καὶ καταστοχάζεσθαι ὡσανεί τινος ἀνεφίκτου σκοποῦ τῆς περὶ τούτου διανοίας. αημὶ δὲ, ὅτι ὁ Θεὸς ἀλήθειά ἐστιν· ἡ δὲ ἀλβθεια ὄν ἐστι, τὸ δὲ ψεῦδος ἀνυπόστατον καὶ μὴ ὄν. Ἐὰν οὖν ἀρνήσηται ἐαυτὴν ἡ ἀλήθεια, τῷ ψεύδει περιπεσεῖται. καὶ τὸ ὃν καὶ ὃν μὴ ὃν ἔσται. Τὸ οὖν μὴ δύνασθαι ἐπὶ Θεοῦ ταττόμενον, ἀφάτου δυνάμεώς ἐστι σημεῖον· ὅμοιον γάρ ἐστιν εἰπεῖν, ὅτι οὐ δύναται ὁ Θεὸς ποιῆσαι ἐαυτὸν μὴ εἶναι Θεόν. Ὢσπερ γὰρ τὸ φῶς, καθὸ φῶς, οὐ δύναται σκότος εἶναι, οὕτω καὶ τοῦτο ἀδύνατον τῷ Θεῷ διὰ τὴν ἀνυπέρλητον ἀλήθειαν. Ὢσπερ οὖν οὐκ οἶδεν ὁ Θεὸς τὸ μὴ εἰδέναι πώποτε, ὡς τὸ πῦρ οὐκ οἶδε τὸ μὴ θερμαίνειν, οὔτως οὐδὲ δύναται τὸ μὴ δύνασθαι· ὅπερ ὁ σοφὸς κατ´ εἰρωνείαν Ἑλύμας οὐκ ἐννοήσας, $0=3 $8=460 $9=1 μαμεῖται τῶν ἀθλητῶν τοὺς μηδὲ τὴν νίκην εἰδότας πῶς γίνεται· οἴτινες κατὰ τὸ δοκοῦν ἐαυτοῖς σκιαμαχοῦσιν ἀπόντων τῶν ἀνταγωνιστῶν, καὶ οἴονται τῶν ἀντιπάλων κρατεῖν, μὴ εἰδότες τὴν ἐκείνων δύναμιν. Ἐμεῖς δὲ, καταστοχαζόμενοι τῆς διανοίας τοῦ θείου Παύλου, ὑμνοῦμεν τὸν Θεὸν ὡς μακάριον καὶ μόνον δυνάστην, ὡς δεσπόζοντα τοῦ αἰῶνος, ὡς κατ´ οὐδὲν ἐκπεπτωκότα τῶν ὄντων,ε γὰρ τὸ δύνασθαι πᾶσι τοῖς οὖσιν ἔνεστι, πάντως ὁ κατά τι μὴ δυνάμενος, εἰ μὴ εὐσεβῶς τὸ ῥητὸν ἐκλαβοίμεθα, ἐκπεσεῖται κατά τι τοῦ ὄντος, ἧ φησιν ὁ ἀσύνετος Ἐλύμας· μᾶλλον δὲ μὴ μόνον οὐκ ἐκπεπτωκότα τῶν ὄντων, ἀλλὰ καὶ προέχοντα καὶ ὑπερέχοντα κατὰ δύναμιν ὑπερούσιον, καὶ δεδωρημένον πᾶσι τοῖς οὖσι καὶ τὸ δύνασθαι εἶναι, καὶ τὸ τόδε εἶναι κατὰ περιουσίαν ὑπερβαλλούσης δυνάμεως. ἔ vii. Ὃρος δικαιοσύνης ἐστὶν, ἀρετὴ διανεμητικὴ τοῦ κατ´ ἀξίαν, ἢ ἰδιοπραγία τῶν τῆς ψυχῆς νοερῶν, ἢ μεσότης πλεονεξίας καὶ μειονεξίας, ἢ εξις ἀπονεμητικὴ ἰσότητος. Πρὸς γοῦν τοὺς τοιούτους ὄρους καλως ἀναπτύσσει τὴν θείαν δικαιοσύνην. Διὰ τοῦτο γὰρ ὁ Θεὸς δικαιοσύνη λέγεται, ὡς πᾶσι κατ´ ἀξίαν ἀπονέμων ἂπαντα κατὰ τὸν οἰκεῖον ἑκάστου τῆς φύσεως ὅρον, καὶ ὡς αἴτιος ὤν τῆς αὐτοπραγίας ἑκάστου· πάντα γὰρ ἡ θεία δικαιοσύνη τάττει κατ´ ἀξίαν ἐκάστου. Ἀδικίαν τοίνυν λαλοῦσιν, οἱ τῆς θείας δικαιοσύνης καταψηφιζόμενοι, καὶ λέγοντες, ὀφείλειν εἰναι τοῖς θνητοῖς τὴν ἀβανασίαν, καὶ τοῖς ἀτελέσι τὸ τέλειον, καὶ τἄλλα, ἵνα μὴ καθ´ καστον διατρίβωμεν. Αἰτιῶνται γὰρ, πῶς ὁ ἄνθρωπος, τοιονδε ζῶον ὤν, φθείρεται, πῶς ὁ ἀσπάλαξ τυφλὸς, πῶς ὁ λίθος οὐκ αὐτοκίνητος, πῶς τὸ πᾶν ἀλλοιοῦται κατὰ τὰς ὥρας, πῶς αἱ ἐπίκαιροι ἡδοναὶ οὐκ αἰώνιοι· δέον εἰδέναι, ὅτι πᾶσιν ἀπονέμει τὰ οἰκεῖα ἡ θεία δικαιοσύνη, καὶ ἕκαστον ἐπὶ τῆς οικείας διασώζει τάξεως καὶ δυνάμεως. ἑἵΙΗ. Ἀλλ´ εἴποι τις· Πῶς οὐ βοηθεῖ τοῖς ὁσίοις ἀδικουμένοις; Ῥητέον ἐκ διαιρέσεως· Ἀγαπῶσιν οἱ ὅσιοι τὰ παρόντα, ἢ οὐκ ἀγαπῶσιν. Εἰ μὲν ἀγαπῶσιν, οὐχ ὅσιοι, ὡς τοῦ θείου ἀποπεπτωκότες ἔρωτος· ἀδικοῦσι γὰρ τὰ ὄντως ἐραστὰ παρευδοκιμούμενα ὑπ´ αὐτῶν, διότι τῶν ἀζηλώτων ἐρῶσιν αὐτὰ παρατρέχοντες. Εἰ δ´ οὐκ ἀγαπῶσιν, ἀλλὰ τῶν ὄντως ὄντων ἐρῶσιν, εὐφραίνεσθαι μᾶλλον χρὴ τούτους, ὅτε περιπίπτοιεν πειρασμοῖς, καθὼς καὶ ὁ μέγας Ἰάκωβος παραινεῖ· διὰ γὰρ τούτων τῶν ἐφετῶν ἐπιτυγχάνουσι, καὶ τότε ταῖς ἀγγελικαῖς ἀρεταῖς πλησιάζουσιν, ἀναχωροῦντες τῆς ὑλικῆς προσπαθείας ἐν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν· ὥστε ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μᾶλλόν ἐστι τῆς θείας δικαιοσύνης ἴδιον, τὸ ἐπί τινας βλέπειν ποθοῦντας τὰ αἰώνια, μὴ θέλγειν τούτους· ἤγουν δι´ ἡδονῆς ἀπατᾷν τῇ ἀνέτῳ διαγωγῇ, ἀλλὰ μᾶλλον τὰς περιστάσεις $0=3 $8=461 $9=1 παραχωρεῖν, ἵνα ἢ ποθοῖντας ὑπαλείφῃ, ἢ καὶ παραπίπτειν μέλλουσι βοηθῇ, καὶ ἐνιδρύῃ αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμειλίκτῳ στάσει. Ἀμελικτον δὲ στάσιν φησὶ τὴν ἀνένδοτον πρὸς τὸν γαργαλισμὸν τῶν γηλνων ἔνστασιν, καὶ τὸ μὴ κατακάμπτεσθαι πρὸς τὰ ὑλικὰ διὰ τῶν πειρασμῶν Χ. Ἡ τοιαύτη θεία δικαιοσύνη καὶ σωτηρία ὑμνεῖται, ὡς δικαίως διασώζουσα τοὺς ἑκάστης φύσεις λόγους, καὶ αἰτία οὖσα τῆς ἰδιοπραγίας ἑκάστου. Ἰδιοπραγίαν δὲ ὡνόμασε τὴν ἑκάστου τῶν ὄντων κατὰ φύσιν ἰδιάζουσαν κίνησιν· οὐδὲ γὰρ τὰ ἀγγέλων ἀνθρώποις πράττειν δυνατὸν, ἢ τὰ πυρὸς ὕδατι, καὶ τὸ ἔμπαλιν. Εἰ δέ τις λέγοι καὶ κατ´ ἄλλον τρόπον σωτηρίαν τὸν Θεὸν, ὡς ἀναρπάζοντα ἀπὸ τῶν χειρόνων τὰ πάντα,είρονα δέ φησι τὰ τῆς φύσεως ἑκάστου ἀλλότρια καὶ ἀνάξια, ἢ μᾶλλον τὴν ὕλην αὐτὴν τὴν ἀνείδεον· καὶ τοῦτον ὡς θεῖον ἀποδεξόμεθα ὑμνῳδόν. Ταύτην γὰρ σωτηρίαν τῶν Ξλων ἀξιώσομεν εἶναι τὴν τὰ πάντα ἀμετάθλητα. καὶ ἀῤῥεπῆ πρὸς τὰ χείρω διασώζουσαν, καὶ πᾶσαν ἀνισότητα καὶ ἀλλοτριοπραξίαν ἐξορίζουσαν, καὶ τὰς ἑκάστου ἀναλογίας συνιστάνουσαν. Εἰ γὰρ ἐκλείψει τὸ ὑγρὸν ἐκ τοῦ ὕδατος, οὐχ ὕδωρ ἔσται· εἰ ἐπὶ πλέον ἐγγενήσεται, ἄλλο τι γενήσεται· ἐπεὶ καὶ ἀπολύτρωσις λεχθείη ἡ τοιαύτη σωτηρία, ὅτι ἀπολυτροῦνται τὰ σωζόμενα τῆς τῶν οἰκείων ἀγαβῶν ἀποπτώσεως, καὶ οὐκ ἐῶνται πρὸς τὸ μὴ εἶναι διαπεσεῖν· καὶ ὅτι, εἴ τι πρὸς τὸ πλημμελὲς ἀποσφαλείη, τοῦ τοιούτου πάθους ἀπολυτροῦται πατρικῶς ὑπεριδρύουσα, καὶ τοῦ καλοῦ ἀνιστῶσα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πεσεῖν εἰς τὸ χεῖρον ἐν τῷ καλῷ ἰδρύουσα, καὶ τὸ ὑπεκρυὲν ἀναπληροῦσα, καὶ πάντων τῶν βλαβῶν ἀπολύουσα. Ἀλλὰ περὶ μὲν τούτων καὶ τῆς δικαιοσύνης εἴρηται, καθ´ ἣν δὴ δικαιοσύνην ἡ πάντων ἰσότης μετρεῖται καὶ ὁρίζεται, καὶ πᾶσα ἀνισότης ἡ κατὰ τὴν στέρησιν τῆς ἰσότητος ἐξορίζεται. Ὃρα δὲ, ποία ἀνισότης ἐξορίζεται, δηλονότι ἡ κατὰ στέρησιν τῆς ἰσότητος· ἔστι γὰρ ἀνισότης καὶ ἡ ἐν τῷ παντὶ τῶν δλων πρὸς ὅλα διαφορὰ, καθ´ ἡν διαφέρει ἔκαστον ἑκάστου. Τὴν γοῦν τοιαύτην ἀνισότητα ἡ τοῦ Θεοῦ δικαιοσύνη φρουρεῖ, καὶ οὐκ ἐξορίζει· οὐ γὰρ ἀπλῶς τὴν ἀνισότητα ἐξορίζεσθαί φησιν, ἀλλὰ τὴν ἐν τοῖς καθ´ ἕκαστον, τουτέστι τὸ μὴ ἴσως καὶ ὁμοίως ἔκαστον τῶν γεγονότων ἐν ταὐτότητι τῇ κατὰ φύσιν. διαμένειν. Δύο δὲ τρόπους καθ´ οὓς ἀνισότης λέγεται εἰδὼς, τοὺς δύο διατρανοῖ, καί φησιν, ὅτι κατὰ τοῦτο δικαιοσύνη λέγεται ὁ Θεὸς, καθὸ καὶ τὴν ἰσότητα πῶν πάντων ἐπιμετρεί, καὶ τὴν ἀνισότητα ἑνὸς ἑκάστου ἐξορίζει. Ἀνισότητα δὲ λέγει τὴν κατὰ στέρησιν τῆς ἰσότητος συμβαίνουσαν, τουτέστι τὴν πλεονεξίαν. Ἐπιφέρει δὲ καὶ τὸν ἕτερον τρόπον τῆς ἀνισότητος· καὶ γὰρ οἶδέ τινας τὰ μὲν νοητὰ καὶ ἀσώματα εἴδη, καὶ τὰς ἑνάδας, τουτέστι τὰς ἀπλᾶς οὐσίας, ἰσότητα καὶ ταῦτότητα ὀνομάσαντας· σὰ δὲ αἰσθητὰ, ἃ καὶ μεριστά εἰσι καὶ ἐν μεταβολῇ καὶ διαφορᾷ πρὸς ἄλληλα, ἀνισότητα καὶ ἐτερότητα. $0=3 $8=462 $9=1 Λέγει οὖν, κἀν ταύτην τὴν ἀνισότητα νοήσειέ τις τὴν διαφορὰν τῶν αἰσθητῶν, ἀλλ´ οὖν καὶ ταύτης τῆς ἀνισότητος ὁ Θεὸς φρουρός ἐστι, μὴ κῶν τὰ ἐναντία εἰς ἓν συναχθῆναι, καὶ διὰ τῆς φύσεως εἰς φθορὰν ἐλθεῖν· ὡς γὰρ παρήγαγε τὰ πάντα, οὕτω συντηρεῖ αὐτὰ, ὡς καί εἰσι καὶ ὡς ἐξ ἀρχῆς ἐγένοντο. ΚΕΦΑΛΑΙΟΝ Οʹ. Ἐπειδὴ δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀνατέθειται τῷ πάντων αἰτίῳ, καὶ τὸ ταύτὸν καὶ τὸ ἕτερον, καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, καὶ ἡ στάσις καὶ ἡ κίνησις, φέρε καὶ τούτων τῶν θεωνυμιῶν ἀγαλμάτων, ὅσα ἡμῖν ἐμφανῆ, θεωρήσωμεν. Μέγας μὲν οὖν ὁ Θεὸς ἐν τοῖς λογίοις ὑμνεῖται, καὶ ἐν μεγέθει, καὶ ἐν αὔρᾳ λεπτῇ τὴν θείαν ἐμφαινούσῃ σμικρότητα· καὶ ταὐτὸς, ὅταν φῇ τὰ λόγια, Σὺ δέ ὁ αὐτὸς εἶ· καὶ ἕτερος, ἡνίκα ὡς πολύσνημος καὶ πολυειδὴς ὑπὸ τῶν αὐτῶν λογίων διαπλάττεται· καὶ Κὅμοιος, ὡς ὁμοίων καὶ ὁμοιότητος ὑποστάτης· καὶ ἀνΚὁμοιος πᾶσιν, ὡς οὐκ ὄντος αὐτῷ τοῦ ὁμοίου· καὶ ἑστὼς, καὶ ἀκίνητος, καὶ καθήμενος εἰς τὸν αἰῶνα, καὶ κινούμενος, ὡς ἐπὶ πάντα πορευόμενος· καὶ ὅσαι ἄλλαι ταύταις ὁμοδύναμοι θεωνυμίαι πρὸς τῶν Λογων ὑμνοῦνται. Μέγας μὲν οὖν ὁ Θεὸς ὁνομάζεται, κατὰ τὸ ἰδίως αὐτοῦ μένα. τὸ πᾶσι τοῖς μεγάλοις ἑαυτοῦ μεταδιδοῦν, καὶ παντὸς μεγέθους ἔξωθεν ὑπερχεόμενον καὶ ὧπερεκτεινόμενον, πάντα τόπον περιέχον, πάντα ἀριθμὸν ὑπερβάλλον, πᾶσαν ἀπειρίαν διαβαῖνον, καὶ ατὰ τὸ ὑπερπλῆρες αὐτοῦ καὶ μεγαλουργὸν, καὶ τὰς πηγαίας αὐτοῦ δωρεὰς, καθ´ ὅσον αὗται πρὸς πάντων μετεχόμεναι κατὰ ἀπειρόδωρον χύσιν, ἀμείωτοι παντελῶς εἰσι, καὶ τὴν αὐτὴν ἔχουσιν ὑπερπληρότητα, καὶ οὐκ ἐλαττοῦνται ταῖς μετοχαῖς, ἀλλὰ καὶ μᾶλλον ὑπερβλύζουσι. Τὸ μέγεθος τοῦτο καὶ ἄπειρόν ἐστι, καὶ ἄποσον, καὶ ἀνάριθμον· καὶ τοῦτό ἐστιν ἡ ὑπεροχὴ, κατὰ τὴν ἀπόλυτον καὶ ὑπερτεταμένην τῆς ἀπεριλήπτου μεγαλειότητος χύσιν. $0=3 $8=463 $9=1 Τὸ δὲ ταὐτὸν ὑπερουσίως ἀἱδιον, ἄτρεπτον, ἐφ’´ ἑαυτοῦ μένον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, πᾶσιν ὡσαύτως παρὸν, καὶ αὐτὸ καθ´ ἑαυτὸ ἐφ´ ἑαυτοῦ σταθερῶς καὶ ἀχράντως ἐν τοῖς καλλίστοις πέρασι τῆς ὑπερουσίου ταὐτότητος ἱδρυμένον, ἀμετάβλητον, ἀμετάπτωτον, ἀῤῥεπὲς, ἀναλλοίωτον, ἀμιγὲς, ἄὖλον, ἀπλούστατον, ἀπροσδεὲς, ἀναυξὲς, ἁμείωτον, ἀγένητον, οὐχ ὡς μήπω γενόμενον, ἢ ἀτελείωτον, ἢ ὑπὸ τοῦδε ἢ τόδε μὴ γενόμενον, οὐδ´ ὡς μηδαμῆ μηδαμῶς ὃν, ἀλλ´ ὥσπερ παναγένητον. καὶ ἀπολύτως ἀγένητον, καὶ ἀεὶ ὃν, καὶ αὐτοτελὲς ὃν, καὶ ταὐτὸν ὃν καθ´ ἑαυτὸ, καὶ ὑφ´ ἑαυτοῦ μονοειδῶς καὶ ταύτοειδῶς ἀφοριζόμενον, καὶ τὸ ταὐτὸν ἐξ δαυτοῦ πᾶσι τοῖς μετέχειν ἐπιτηδείοις ἐπιλάμπον, καὶ τὰ ἕτερά τοῖς ἑτέροις συντάττον, περιουσία καὶ αἰτία ταύτότητος, ἐν ἑαυτῷ καὶ τὰ ἐναντία ταὐτῶς προέχον κατὰ τὴν μίαν καὶ ἑνικὴν τῆς ὅλης ταὐτότητος ὑπερέχουσαν αἰτίαν. Σμικρὸν δὲ ἤτοι λεπτὸν, ἐπ´ αὐτοῦ λέγεται, τὸ παντὸς ὄγκου καὶ διαστήματος ἐκβεβηκὸς, καὶ τὸ διὰ πάντων ἀκωλύτως χωροῦν. Καίτοι καὶ πάντων στοιχειωτικὸν αἴτιόν ἐστι τὸ σμικρόν· οὐδαμῆ γὰρ εὐρήσεις τὴν τοῦ σμικροῦ ἰδέαν ἀμέθεκτον. Οὕτως οὖν ἐπὶ Θεοῦ τὸ σμικρὸν ἐκληπτέον, ὡς ἐπὶ πάντα καὶ διὰ πάντων ἀνεμποδίστως χωροῦν, καὶ ἐνεργοῦν, καὶ διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἀρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μᾶλλον δὲ τῶν ὄντων ἀπάντων· οὐγάρέστι κτίσις ἀφανὴς ἐνώπιοναὐτοῦ. Τοῦτο τὸ σμικρὸν ἄποσόν ἐστι, καὶ ἀπήλικον, ἀκρατές, ἄπειρον, ἀόριστον, περιληπτικὸν πάντων, αὐτὸ δὲ ἀπερίληπτον. Τὸ δὲ ἕτερον, ἐπειδὴ πᾶσι προνοητικῶς ὁ Θεὸς πάρεστι, καὶ πάντα ἐν πᾶσι διὰ τὴν πάντων σωτηρίαν γίγνεται, μένον ἐφ´ ἑαυτοῦ καὶ τῆς οἰκείας ταὐτότητος ἀνεκφοιτήτως κατ´ ἐνέργειαν μίαν, καὶ ἄπαυστον ἑστηκὼς, καὶ ἑαυτὸν ἐπιδιδοὺς ἀκλίτῳ δυνάμει πρὸς ἐκθέωσιν τῶν ἐπεστραμμένων· καὶ τὴν ἑτερότητα τῶν ποικίλων τοῦ Θεοῦ κατὰ τὰς πολυειδεῖς ὁράσεις σχημάτων, ἕτερά τινα τοῖς φαινομένοις $0=3 $8=464 $9=1 παρ´ ὃ φαίνονται, σημαίνειν οἰητέον. Ὡι γὰρ εἰ τὴν ψυχὴν αὐτὴν σωματοειδῶς ὁ λόγος διέ πλαττε, καὶ μέρη σωματικὰ τῇ ἀμερεῖ περιέπλατπεν, ἑτέρως ἐνοοῦμεν ἐπ´ αὐτῆ τὰ περιτιθέμενα μέρη, τῇ ἀμερείᾳ τῇ κατὰ ψυχὴν οἰκείως· καὶ κεφαλὴν μὲν τὸν νοῦν, αὐχένα δὲ τὴν δόξαν,ς ἐν μέσῳ λόγου καὶ ἀλογίας· στῆθος δὲ θυμὸν, γαστέρα δὲ τὴν ἐπιθυμίαν, σκέλη δὲ καὶ πόδας τὴν φύσιν ἐλέγομεν, τοῖς τῶν μερῶν ὀνόμασι τῶν δυνάμεων συμβόλοις χρώμενοι· πολλῷ γε μᾶλλον ἐπὶ τοῦ πάντων ἐπέκεινα τὴν ἑτερότητα τῶν μορφῶν καὶ τῶν σχημάτων, ἱεραῖς καὶ θεοπρεπέσι καὶ μυστικαῖς ἀναπτύξεσιν ἀνακαθαίρεσθαι χρή. Καὶ εἰ βούλει τὰ τριττὰ τῶν σωμάτων σχήματα τῷ ἀναφεῖ καὶ ἀσχηματίστῳ Θεῷ περιάψαι, πλάτος μὲν θεῖον ῥητέον τὴν ὑπεραυρεῖαν ἐπὶ πάντα τοῦ Θεοῦ πρόοδον· μῆκος δὲ, τὴν ὑπερεκτεινομένην τὰ ὅλα δύναμιν· βάθος δὲ, τὴν πᾶσι τοῖς οὖσιν ἀπερίληπτον κρυφιότητα καὶ ἀγνωσίαν. Ἀλλ´ ὅπως μὴ λάθωμεν ἑαυτοὺς ἐκ τῆς τῶν ἑτεροίων σχημάτων καὶ μορφῶν ἀναπτύξεως, τὰς ἀσωμάτους θεωνυμίας ταῖς διὰ συμβόλων αἰσθητῶν συμφύροντες, διὸ περὶ μὲν τούτων ἐν τῇ Συμβολικῇ θεολογίᾳ· νῦν δὲ αὐτὸ τὴν θείαν ἐτερότητα, μὴ ἀλλοίωσίν τινα τῆς ὑπερατρέπτου ταὐτότητος ὑποπτεύσωμεν, ἀλλὰ τὸν ἑνιαῖον αὐτοῦ πολυπλασιασμὸν, καὶ τὰς μονοειδεῖς τῆς ἐπὶ πάντα πολυγονίας προόδους. Ὅμοιον δὲ τὸν Θεὸν εἰ μὲν ὡς ταὐτὸν εἴποι τις, ὡς ὅλον διόλου ἐαυτῷ μονίμως καὶ ἀμερίστως ὅντα ὅμοιον, οὐκ ἀτιμαστέον ἡμῖν τὴν τοῦ ὁμοίου θεωνυμίαν. Οἱ δὲ θεολόγοι τὸν ὑπὲρν πάντα Θεὸν, ᾖ αὐτὸς, οὐδενί φασιν εἶναι ὅμοιον, αὐτὸν δὲ ὁμοιόσητα θείαν δωρεῖσθαι τοῖς ἐπ´ αὐτὸν ἐπιστρεφομένοις, τῇ κατὰ δύναμιν μιμήσει τὸν ὑπὲρ πάντα καὶ ὅρον καὶ λόγον. Καὶ ἔστιν ἡ τῆς θείας ὁμοιότητος δύναμις, ἡ τὰ παραγόμενα πάντα πρὸς τὸ αἴτιον ἐπιστρέφουσα. Ταῦτα γοῦν ῥητέον ὅμοια τῷ Θεῷ, καὶ κατὰ θείαν εἰκόνα καὶ ὁμοίωσιν· οὐδὲ γὰρ αὐτοῖς τὸν Θεὸν ὅμοιον, ὅτὶ μηδὲ ἄνθρωπος τῇ ἰδίᾳ εἰκόνι ὅμοιος ἐπὶ γὰρ τῶν ὁμοταγῶν δυνατὸν καὶ ὅμοια αὐτὰ ἀλλήλοις εἶναι, καὶ ἀντιστρέφειν ἐφ´ ἑκάτερα τὴν ὁμοιότητα, καὶ εἶναι ἄμφω ἀλλήλοις ὅμοια κατὰ προηγούμενον ὁμοίου εἶδος· ἐπὶ δὲ τοῦ αἰτίου καὶ τῶν αἰτιατῶν οὐκ ἀποδεξόμεθα τὴν ἀντιστροφήν. Οὐ γὰρ μόνοις τοῖσδε ἢ τοῖσδε τὸ ὁμοίως εἶναι δωρεῖται, πᾶσι δὲ τοῖς ὁμοιότητος μετέχουσι τοῦ εἶναι ὁμοίοις ὁ Θεὸς αἴτιος γίγνεται, καὶ ἔστι καὶ αὐτῆς τῆς αὐτοομοιότητος ὑποστάτης, καὶ τὸ ἐν πᾶσιν ὅμοιον $0=3 $8=465 $9=1 χνει τινὶ τῆς θείας ὁμοιότητος ὅμοιόν ἐστι, καὶ τὴν ἔνωσιν αὐτῶν συμπληροῖ. Καὶ τί δεῖ περὶ τούτου λέγειν; Δὐτὴ γὰρ ἡ θοολογίαδ τὸ ἀνόμοιον αὐτὸν εἶναι πρεσβεύει, καὶ τῖς πᾶσιν ἀσύντακτον, ὡς καὶ πάντων τερον, καὶ τὸ δὴ παραδοξότερον, ὅτι μηδὲ εἶναί τι ὅμοιον αὐτῷ φησι. Καίτοι οὐκ ἐναντίος ὁ λόγος τῇ πρὸς αὐτὸν ὁμοιότητι· τὰ γὰρ αὐτὰ καὶ ὅμοια Θεῷ καὶ ἀνόμοια· τὸ μὲν κατὰ τὴν ἐνδεχομένην τοῦ ἀμμήτου μίμησιν τὸ· τὸ δὲ, κατὰ τὸ ἀποδέον τῶν αἰτιατῶν τοῦ αἰτίου, καὶ μέτροις ἁπείροις καὶ ἀσυγκρίτοις ἀπολιμπανόμενον. Τί δὲ καὶ περὶ τῆς θείας στάσεως, ἤτοι καθέδρας, φαμέν; Τί δὲ ἄλλο γε, παρὰ τὸ μένειν αὐτὸν ἐν ἑαυτῷ τὸν Θεὸν, καὶ ἐν ἀκινήτῳ ταὐτότητι μονίμωτ πεπηγέναι, καὶ ἀραρότως ὑπεριδρῦσθαι, καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ περὶ τὸ αὐτὸ καὶ ὡσαύτως ἐνεργεῖν, καὶ κατὰ τὸ ἀμετάστατον αὐτὸν ἐξ ἑαυτοῦ πάντως, ὑπάρχειν, καὶ κατὰ τὸ ἀμετακίνητον αὐτὸ, καὶ ὁλικῶς ἀκίνητον, καὶ ταῦτα ὑπερουσίως· αὐτὸς γάρ ἐστιν ὁ τῆς πάντων στάσεως καὶ ἕδρας αἴτιος, ὁ ὑπὲρ πᾶσαν ἕδραν καὶ στάσιν, καὶ ἐν αὐτῷ πάντα συνέστηκεν, ἐκ τῆς τῶν οἰκείων ἀγαθῶν στάσεως ἀσόλευτα διαφυλαττόμενα. ΚΤί δὲ, καὶ ὅταν αὖθις οἱ θεολόγοι καὶ ἐπὶ πάντα προῖόντα, καὶ κινούμενόν φασι τὸν ἀκίνητον, οὐ θεοπρεπῶς καὶ τοῦτο νοητέον; Κινεῖσθαι γὰρ αὐτὸν εὐσεβῶς οἰητέον, οὐ κατὰ φορὰν, ἢ ἀλλοίωσιν, ἢ ἐτεροίωσιν, ἢ τροπὴν, ἡ τοπικὴν κίνησιν, οὐ τὴν εὐθεῖαν, οὐ τὴν κυκλοφορικὴν, οὐ τὴν ἐξ ἀμφοῖν, οὁ τὴν νοητὴν, οὐ τὴν ψυχικὴν, οὐ τὴν φυσικὴν δο, ἀλλὲ τὸ εἰς οὐσίαν ἄγειν τὸν Θεὸν καὶ συνέχειν τὰ πάντα, καὶ παντοίως πάντων προνοεῖν, καὶ τὸ παρεῖναι πᾶσι τῇ πάντων ἀσχέτῳ περιογῇ, καὶ ταῖς ἐπὶ τὰ ὄντα πάντα προνοητικαῖς προόδοις καὶ ἐνεργείαις. Ἀλλὰ καὶ κινήσεις Θεοῦ τοῦ ἀκινήτου, θεοπρεπῶς τῷ λόγῳ συγχωρητέον ὑμνῆσαι. Καὶ τὸ μὲν εὐθὺ τὸ ἀκλινὲς νοητέον, καὶ τὴν ἀπαρέγκλιτον πρόοδον τῶν ἐνεργειῶν, καὶ τὴν ἐξ αὐτοῦ τῶν ὅλων χένεσιν· τὸ δὲ ἐλικοειδὲς τὴν σταθερὰν πρόοδον καὶ τὴν γόνιμον στάσιν· τὸ δὲ κατὰ κύκλον τὸ ταύτὸν, καὶ τὸ τὰ μέσα καὶ ἄκρα περιέχοντα καὶ περιεγόμενα συνέχειν, καὶ τὴν εἰς αὐτὸν τῶν ἀπ´ αὐτοῦ προεληλυθότων ἐπιστροφήν. $0=3 $8=466 $9=1 Εἰ δέ τις τὴν τοῦ αὐτοῦ τῶν λογίων, ἢ τὴν τῆς δεκαιοσύνης θεωνυμίαν, ἐπὶ τοῦ ἴσου λαμβάνοι, ῥηπέον ἴσον τὸν Θεὸν, οὐ μόνον ὡς ἀμερῆ καὶ ἀπαργκλιτον, ἀλλὰ καὶ ὡς ἐπὶ πάντα καὶ διὰ πάντων ἐπίσης διαφοιτῶντα, καὶ ὡς τῆς αὐτοῖσότητος ὑποστάτην, καθ´ ἣν ἰσουργεῖ τὴν δι´ ἀλλήλων ἀπάντων ὁμοίαν χώρησιν, καὶ τὴν τῶν μεταλαμβανόντων ἐπ´ ἴσης μετοχὴν, κατὰ τὴν ἐκάστων ἐπιτηδειότητα, καὶ τὴν σην κατ´ ἀξίαν ἐπὶ πάντα νενεμημένην δόσιν Ῥ, καὶ κατὰ τὸ πᾶσανἰσότητα, νοητὴν, νοερὰν, λογικὴν, αἰσθητικὴν, οὐσιώδη, φυσικὴν, θαλητὴν ἐξῃρημένως καὶ ἐνιαίως ἐν ἐαυτῷ προειληφέναι, κατὰ τὴν ὑπὲρ πάντα πάσης ἰσότητος ποιητικὴν δύναμιν, $0=3 $8=468 $9=1 ἔ Ι. Ἐπειδὴ καὶ τὰ προκείμενα ὀνόματα ἐν ταῖς Γραφαῖς ἐμφαίνονται· μέγας, ὡς τό· Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· μικρὸς, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, Φωνὴ αὔρας λεπτῆς, κἀκεῖ Κύριος· ταύτὸς, ὡς τὸ, Ἐγώ εἰμι, καὶ οὐκ ἡλλοίωμαι· ἕτερος, ὅτε ἄλλως καὶ ἄλλως παρὰ τῷ Ἱεζεκιὴλ φαίκεται· ὅμοιος, ὅτε καθ´ ὁμοιότητα ἰδίαν δημιουργεῖν τὸν ἄνθρωπον λέγεται· ἀνόμοιος, ὅταν λέγῃ ἐν Ἠσαϊᾳ, Τίνι μὲ ὡμοιώσατε; ἅτε μηδὲν ἔχων ὄμοιον· ἑστὼς, ὅτε λέγει πρὸς Μωϋσῆν· Ὦδε γὼ ἕστηκα πρὸ τοῦ σε ἐκεῖ· καθήμενος, ὡς ὁ Βαροὺχ, ὅταν λέγῃ, Σὺ καθήμενος εἰς τὸν αἰωνα· καὶ ἀλλαχοῦ, Ὁ καρήμενος ἐπὶ τῶν χερουβὶμ ἀμφάνηθι· κινούμενος, ὡς τὸ, Ἐπέβη ἐπὶ χερουἕίμ. Ἐπειδὴ γοῦν ταῦτα ἐν ταῖς Γραφαῖς πεοὶ Θεοῦ εὐρίσκονται, ἄγε δὴ καὶ τὰς τοιαύτας θεωνυμίας, $0=3 $8=469 $9=1 καθόσον ἔστὶ, θεωρήσωμεν. Τὴν δὲ λέξιν τῶν ἀγαλμάτων ἐξ Ἐλλήνων ἐπὶ τὸ ἀληθὲς μετήγαγεν· ἐκεῖνοι γὰρ οἷόν τινας ἀνδριάντας ἐποίουν, μήτε χεῖρας μήτε πόδας ἔχοντας· τούτους δὲ Ἔρμᾶς ἐκάλουν, ὅηλονότι στεῤῥοὺς, τετράγωνοι γὰρ ἡσαν· ἢ ἐμφατικούς τινων· Ἑρμῆς γὰρ ἡ τοῦ λόγου ἔμφασις, ὡς προφορικὸς τοῦ ἐνδιαθέτου καὶ ἐνδοτέροῦ. Ἐποίουν τοίνυν αὐτοὺς διακένους θύρας ἔχοντας, καὶ ἔσωθεν αὐτῶν ἐτίθεσαν ἀγάλματα ὧν ἐσέβοντο θεῶν, ἔξωθεν δὲ ἀπέκλειον τοὺς Ἐρμᾶς. Ἐφαίνοντο οὖν οἱ Ἐρμαῖ εὐτελεῖς, ἔσωθεν δὲ τοὺς τῶν θεῶν αὐτῶν καλλωπισμοὺς εἶχον. Οὕτω δὴ κἀνταῦθά φησι τὰ μὲν περὶ τοῦ ὄντος καὶ μόνου ἀληθινοῦ Θεοῦ ἐν τῇ Γραφῇ ὀνόματα ἀνάξια εἶναι περὶ Θεοῦ λεγόμενα, ἀναπτυσσόμενα δὲ, καὶ ἀξίως Θεοῦ ἐρμηνεύονται, καὶ ἕσωθεν Κχουσι τὰ ἀγάλματα, καὶ τοὺς θείους τύπους τῆς περὶ Θεοῦ δόξης. ἔΙ. Μέγας ὁ Θεὸς ὀνομάζεται, ἀλλ´ οὐ πρὸς σύγκρισιν ἑτέρου, ἀλλὰ κατὰ τὸ ἰδίως αὐτοῦ μέγα· ὡς ὁ οὐρανὸς, οἷον φέρε εἰπεῖν, λέγεται μέγας, οὐ πρὸς ἄλλον οὐρανὸν μικρότερον, καὶ ὁ ἤλιος φωτεινὸς, οὸ πρός τι, ἀλλὰ καθ´ αὐτόν. Ὁγοῦν Θεὸς μέγας λέγεται οὐ πρὸς ἀντιπαράθεσιν ἑτέρου, ἀλλὰ διὰ τὸ ἀπαράθετον καὶ ὄντως ἀκατάληπτον τῆς θείας μεγαλειότητος. Λέγεται γοῦν μέγας, ὡς μεταδιδοὺς ἐαυτοῦ πᾶσι τοῖς μεγάλοις· οὐδὲν γὰρ μέγα οὔτε ποσῷ οὔτε μὴν τῇ δυνάμει ἐπὶ τῶν κτισμάτων, ὅπερ οὐ κατὰ μετοχὴν ἑκείνου λέγεται μέγα, ὑπερχεομένου παντὸς μεγάθους, καὶ πάντα τόπον περιέχοντος, καὶ πάντα ἀριθμὸν ὑπερβάλλοντος. Ἐπειδὴ γὰρ τὸ μέγα ἐπὶ ποσοῦ λέγεται, διὰ τοῦτο περιλαμβάνει μέγεθος τόπον καὶ ἀριθμὸν, ἅπερ ἐστὶ τοῦ ποιοῦ εἴδη, τὸ μὲν μέγεθος λαβὼν ἀντὶ γραμμῆς, ἐπιφανείας, καὶ σώματος· χρόνον δε καὶ λόγον ἀφεὶς τὸν προφορικόν· τὸ μὲν, ὅτι ποιητὴς χρόνων, τὸ δέ, ὅτι περὶ αὐτοῦ ἔμπροσθεν εἶπε, κατὰ τί λόγος τὸ Θεῖον λέγεται. Τὸν γοῦν τόπον περιέλαβεν ὡς ἀσώματον, τὸ δὲ μέγεθος καὶ τὸν ἀριθμὸν, ὡς τὸ μὲν ἐπ´ ἄπειρον διαιρετὸν, τὸν δὲ ἐπ´ ἄπειρον αὐξανόμενον. Διὰ τοῦτο γὰρ καὶ προστίθησι· Καὶ πᾶσαν ἀπειρίαν διαβαῖνον. Θαυμασίως δὲ τίθησι τὸ, Πάντα τὸπον περιέχον· ὁ γὰρ τόπος περιέχει, οὐ περιέχεται, πέρας γάρ ἐστι τοῦ περιέχοντος· ὁ δὲ Θεὸς ὑπεράπειρός ἐστι, τῆς βασιλείας γὰρ αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ καὶ ὑπὲρ πάντα ἀριθμόν ἐστιν· εἰ γὰρ καὶ λέγεται ὁ Θεὸς εἶς καὶ ἕν, ἀλλ´ οὖν καὶ ὑπὲρ τὸ ἕν ἐστι· κυρίως γὰρ τὸ ἓν σχέσιν ἔχει πρὸς τοὺς ἐξ αὐτοῦ πολλοὺς ἀριθμοὺς, καὶ πλήθους ἐστὶν ἀρχή. Ὅμως λέγεται ὁ Θεὸς ἓν, ἐπειδὴ ἀπλοῦν ἐστι, καὶ ἀμερὲς, καὶ ἀσύνθετον. Ἀλλὰ καὶ οὕτως ὑπερήνωται, καὶ ὑπὲρ το ἕν ἑστι· λέγεται γὰρ περὶ αὐτοῦ· Καὶ τῆς συνέσεως αὐτοῦ ρὐκ ἔστιν ἀριθμός. Λέγεται καὶ μέγας κατὰ τὸ ὑπερπλῆρες αὐτοῦ καὶ μεγαλουργὸν, ὅτι αἱ πηγαὶ τῶν δωρεῶν αὐτοῦ, παρὰ πάντων μετεχόμεναι, ἀμείωτοί $0=3 $8=470 $9=1 Π. Μικρὸν δε πάλιν λέγεται, ὡς οὐδένα ὃνκον ἢ διάστημα πεφυκὼς δέξασθαι, ἀλλ´ ὑπὶρ ταῦτα ὤν· καὶ ἄλλως, διότι διὰ πάντων ἀκωλῦτως χωρεῖ. Τὸ κὰρ σμικρὸν ἀρχοειδέστερόν ἐστι πάντων· καθὸ ἐκ τοῦ μικροῦ πρὸς τὸ μεῖζον πρόεισι πάντα τὰ ἐν τῇ αὐξήσει, καὶ πάλιν ἐκ μείζονος πρὸς τὸ μικρὸν καταντᾷ τὰ ἐν τῇ μειώσει. Στοιχεῖον δέ ἐστιν, ἐξ οὗ καὶ συνίσταταί τι, καὶ εἰς ὃ ἀναλύεται. Ἐ γοῦν διὰ τοῦτο στοιχειωτικόν ἐστι τὸ σμικρὸν, ἢ ὅτι καὶ ὲν τῷ μείζονι τὸ μικρὸν θεωρεῖται, ἐν δὲ τῷ μικρῷ τὸ μεῖζον οὔ. Ὡς γοῦν ἐν τῷ συνθέτῳ τὰ ἀπλὰ ἐμφαίνονται, ἐν δὲ τοῖς ἀπλοῖς οὐκέτι τὸ σύνθετον, καὶ ἐν ταῖς συλλαβαῖς δηλονότι τὰ στοιχεῖα, οὐ μὴν ἐν τοῖς στοιχείοις αἱ συλλαβαί· οὕτως ἐνταῦθα τὸ μικρὸν στοιχειωτικὸν λέγεται, ὅτι αὐτὸ μὲν ἐν τῷ μείζονι ἐμφαίνεται, οὐ μὴν δὲ καὶ τὸ ἀνάπαλιν. Οὕτω λέγεται καὶ ἐπὶ Θεοῦ τὸ μικρὸν, δι´ ὧν τίθησιν ἀποστολικῶν ῥημάτων, ἐξ ὧν τὸ ὑπεροξύπορον τῆς τοῦ Θεοῦ καὶ ἐπὶ τὰ ἀσώματα ωρήσεως δηλοῦται. Τὸ γὰρ διικνεῖσθαι τὸν Θεὸν ἄχρι καὶ μερισμοῦ ψυχῆς καὶ πνεύματος ἀποφαίνει, ὅτι καὶ αὐτὸ τὸ ἀσώματον τῆς ψυχῆς καὶ ἐνοειδὲς ὑπὸ τοῦ Θεοῦ διαιρεῖσθαι δύναται. Διὸ καὶ τὰς ἐννοίας ὁ Θεὸς οἶδεν, μεταξὺ γὰρ νοῦ καὶ νοήσεως ὁ Θεὸς ωρεῖ, καθὸ εἴρηται· Σὐ ἔγνως τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, ἀλλὰ καὶ μεταξὺ ψυχῆς καὶ πνεύματος, ἐν ᾧ δὴ πνεὔματι τὰς αἰσθήσεις ἐπεστηριγμένας ἔχομεν, δι´ οὗ καὶ αἰσθητοῖς ἡ ψυχὴ προσβάλλει καὶ τὸ διανοητικὸν τῶν σκέψεων ἔχομεν. Τοῦτο δὲ τὸ πνεῦμα, δύναμιν, καὶ οἰονεὶ δευτέραν ψυχὴν αἰσθητικὴν, οἱ παρ´ Ἔλλησι καλοῦσι σοφοί. Ἡ οὖν αἰσθητικὴ αὕτη ψυχή ἐστιν ἡ μέχρι μυελῶν καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ ὀστέων, καὶ τοῦ ὄλου σώματος διικνοῦσα, δε´ ὧν ἀπάντων διικνεῖται ὁ Θεὸς ἀκωλύτως, τοῖς μὲν διδοὺς σύστασιν, τοῖς δὲ ἐμβατεύων, ὡς μηδεμίαν κτίσιν, ἀφανῆ εἶναι ἐνώπιον αὐτοῦ. Σημείωσαι δὲ περὶ τοῦ πνεύματος, ὅτι ἄλλο ἐστὶ τὸ λεγόμενον πνεῦμα ἐνταῦθα, ὅπερ φαμὲν καὶ αἰσθητικὴν ψυχὴν, καὶ ἄλλο ἐκεῖκοτὸ πνεῦμα, περὶ οὗ ὁ μέγας Παῦλός φησιν· Ὁ ψυχρκὸς ἄνθρωκος οὐ θέχεται τὰ τοῦ πνεύματος. Πνεῦμα γὰρ ἐκεῖσε τὸ πνευματικόν φησι χάρισμα, ὅπερ ἐκ τοῦ θείου βαπτίσματος λαμβάνομεν οἱ πιστοὶ, καρτερίας πνεῦμα, ὑπομονῆς, πραότητος, μακροθυμίας, συντονίας εἰς τὸ ἀγαθὸν, καθὸ τοῖς ψυχικοῖς οἱ πνευματικοὶ μωραίνοντες φαίνονται, κἂν ἐκεῖνοι του ἀληθοῦς ἐξέρχωνται, καθὼς καὶ πρώην ἐλὲγομεν. ἐΓv. Πάντα τὰ τῷ Θεῷ προσεῖναι λεγόμενα ὑπερουσίως λέγονται· ὅθεν καὶ ταὐτὸν λέγεται ὑπερουσίως ὅτι ἐφ´ ἐαυτοῦ μένει, καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει ἱδρυμένον ἐν τοῖς καλλίστοις πέρασι τῆς περὶ τὴν οὐσίαν φαινομένης ταὐτότητος. Ἐκ δὲ τῶν περάτων ἐμφαίνεται, ὅτι οὐχί ἐστι μὲν νῦν ταὺτὸν, πέφυκε δέ ποτε ἐκχυθῆναι εἰς ἑτερότητα· ἐκεῖνο γὰρ ἐτεροιοῦται πολλάκις ἐκ τῆς ταῦτότητος, ὅπερ οὐχ $0=3 $8=471 $9=1 τὰ τῆς ταύτότητος περιλαμβάνει πέρατα, πῶς γοῦν σχοίη ποτὲ τὸ ἕτερον; Οὐκ εἶπε δὲ κατὰ τὸ σύνηθες αὐτῷ ἐν τοῖς ἄλλοις τὴν ὑπεροχὴν λέγοντι, ὅτι, ὑπερέχων τὰ πέρατα τῆς ταύτότητος· ἐκκλινεῖ γὰρ τῆς ταὐτότητος, καὶ εἰς ἕτερον μεταπέσοι, εἴπερ ὑπερέξει τῆς ταὐτότητος. Εἶωθε γοῦν ὁ Πατὴρ ἐν ἐκείνοις λέγειν τὴν ὑπεροχὴν, ἐν οἷς ἡ ὑπεροχὴ οὐκ ἀφανίζει τὰ τῳ Θεῳ πρέποντα· ἐν οἷς δὲ τοιοῦτόν τι κινδυνεύεται, ἱκανὸν ἡγεῖται τὴν περιοχὴν τοῦ πράγματος μαρτυρῆσαι ἐπὶ Θεοῦ. Ἔστιν οὖν τὸ Θεῖον ἀμετάβλητον, καὶ κατὰ πᾶσαν κίνησιν ἀκίνητον. Εἰπὼν δὲ ἀγένητον, ἐπειδὴ πολλαχῶς λαμβάνεται τὸ ἀγένητον, τὰς παλιμφήμους ἑρμηνείας τοῦ ὀνόματος ἀποκαθαίρει· λέγεται γὰρ ἢ τὸ μήπω γενόμενον, γενησόμενον δὲ, ὡς ἡ Σάῤῥα εἶπε τὸ, Οὔπω μέν μοι γέγονεν· ἢ ὡς ἀτελείωτον, ὡς ὁ ἐν Χαλάνῃ πύργος· ἂ τὸ ὡς οὐκ ὑπὸ τοῦδε, ὡς τὸ, Παῦλος ἀπόστολος οὐκ ἐξ ἀνθρώπων· ἢ ὡς οὐ τόδε, ὡς, Ὁ Ἰοῦστος οὐχεἶς τῶν δώδεκα· ἢ ὡς μηδαμῆ μηδαμῶς ὃν, ὡς ὅσα τερατεύονται Ἔλληνες, Σκύλλαν, καὶ Χίμαιραν, καὶ τὰ ὅμοια. Ἰδικῶς γοῦν καὶ ἀπολύτως ὑπὲρ ταῦτα πάντα ἐπὶ Θεοῦ τὸ ἀγένητον· μονοειδῶς γὰρ καὶ ταύτοειδῶς ἀφορίζεται· μονοειδῶς διὰ τὸ παντελῶς ἀπαράβλητον τῆς θείας φύσεως· ταύτοειδῶς διὰ τὸ ἀναλλοίωτον. Ἀφοριζόμενον δὲ τὸ δεικνύμενον, ὡς ἀπὸ τοῦ όρίζειν, ἢ τὸ ἐξῃρημένον καὶ κεχωρισμένον. Καὶ τὸ ἀεὶ ταὐτὸν καὶ ὡσαύτως ἔχον ὁ Θεὸς, δωρεῖται τοῖς κτίσμασι τὸ ἐν ταύτότητι διαμένειν. Ταὺτῶς οὖν ἅπαντα, καὶ τὰ μὴ ἐν ταύτότητι τῆς φύσεως, ἐν τῷ Θεῷ θεωρεῖται· πάντων γὰρ τῶν ὄντων ταύτῶς, ἤγουν ὁμοίως, αἴτιος ὁ Θεός. ὁ v. Τὸ δὲ ἕτερον σημαίνειν οἰητέον· καθ´ ὑπερβατὸν γὰρ ἡ σύνταξις πρὸς τὸ οἰητέον ἔχουσα τὴν ἀπόδοσιν· ὅτι μένων ἐφ´ ἑαυτοῦ καὶ τῆς οἰκείας ταὐτότητος, τὰ πάντα ἐν πᾶσι προνοητικῶς διὰ τὴν πάντων σωτηρίαν γίνεται, ἑαυτὸν ποικίλως ἐπιδιδοὺς πρὸς ἐκθέωσιν τῶν ἐπεστραμμένων. Διὰ τοῦτο γὰρ καὶ πολύτροπος ἡ τοῦ Θεοῦ σοφία λέγεται· καὶ αὐτὴν τὴν τῶν ποικίλων σχημάτων ἑτερότητα, τὸ ἄλ λως καὶ ἄλλως τὸν Θεὸν ἐν τοῖς προφήταις φαίνεσθαι, σοῦτο οἰητέον σημαίνειν, ὅτι ἄλλο τί ἐστι παρ´ ὃ φαίνεται, ἐπίσης ἔχων τὰ πάντα ἀλλότρια ἑαυτοῦ. Εἰ γὰρ ἦν τῆς ἐξ ἐκείνων τῶν μορφῶν, ἵνα τί μὴ δι´ ἐκείνης ἐφαίνετο πάντοτε οἷας τε οὔσης καταλαμβάνεσθαι, ἀλλὰ δι´ ἄλλης καὶ ἄλλης; Ὡς γὰρ εἰ περιεπλάττομεν τῇ ἀμερεῖ ψυχῇ οἰκεῖα ταῖς δυνάμεσι μέρη σωματοειδῆ, ὀφείλομεν οἰκείως τῇ ἀμερείᾳ. νοεῖν τὰ λεγόμενα, κατά τινα ἀναγωγὴν καὶ ἀλληγορίαν, τὸν νοῦν μὲν λέγοντες κεφαλὴν, ὅτι ὁ νοῦς τὸ κρεῖττον καὶ περιεκτικώτερον τῆς ψυχῆς, ὡς ἡ κεφαλὴ τοῦ σώματος· τὴν δὲ δόξαν, αὐχένα, ὅτι ὥσπερ ὁ αὐχὴν, μέσον τῆς κεφαλῆς καὶ τοῦ ἑτέρου σώματος, οὕτως ἡ δόξα μέσον τοῦ νοῦ καὶ τῆς ἀλογίας, τὰ γὰρ τῆς διανοίας συμπεράσματα ἀλόγως οἶδεν· $0=3 $8=472 $9=1 τὸν δὲ θυμὸν στῆθος, ὅτι καὶ τὸ θυμικὸν ἐν τῷ στήθει φασὶν εἶναι· τὴν δὲ ἐπιθυμίαν γαστέρα, ἐπεὶ καὶ περὶ τὴν γαστέρα τοῦ σώματος τὸ ἐπιθυμητικὸν περιγραφουσι· τὴν δὲ φύσιν, σκέλη καὶ πόδας, δηλοῦντες ἐντεῦθεν τὸ βάσιμον καὶ ἑδραῖον τῆς φύσεως· πολλῷ γε μᾶλλον ἐπὶ Θεοῦ τοῦ πάντων ἐπέκεινα θεοπρεπῶς ὀφείλομεν ἀναπτύσσειν, καὶ ἀνακαθαίρειν, καὶ τῶν σωματικῶν ἀπαλλάττειν τὸ θεωρούμενον. Καὶ αὐτὸ δὲ τὸ τριχῆ διαστατὸν, ὅπερ ἐπὶ τῶν σωμάτων ἰδίως ἐστὶ, τὸ μῆκος, τὸ πλάτος, καὶ τὸ βάθος, εἰ βουληθείη τις περιάψαι τῷ Θείῳ, θεοπρεπῶς ὀφείλει τοῦτο ποιῆσαι· καὶ νοῆσαι μὲν πλάτος τὴν ὑπερεύρειαν εἰς πάντα τοῦ Θεοῦ πρόοδον εἰς τὸ παραγαγεῖν, εἰς τὸ κυβερνᾷν, εἰς τὸ προνοεῖν· μῆκος δὲ τὴν ὑπερέχουσαν τὰ πάντα δύναμιν· βάθος δὲ τὴν ἀπερίληπτον κρυφιάτητα. Ἀλλὰ δέδοικα, μὴ λάθωμεν ἐαυτοὺς συμωύροντες τὰ περὶ Θεοῦ ἀσωμάτως ὀφειλόμενα νοεῖσθαι ταῖς διὰ συμβόλων αἰσθητῶν ἀναπτύξεσιν. Ἡγουν ἀναπτύσσομεν τὸ πλάτος, ἢ τὸ μῆκος, ἢ τὸ βάθος, ἢ ἄλλοπι. βουλόμενοι ἀνάξαι αὐτὰ ἀπὸ τῶν σωματικῶν· καὶ πάλιν, μὴ ἄλλως ἔχοντες λέγειν, περὶ τὰ σωματικὰ καταντῶμεν, πρόοδον λέγοντες δύναμιν, κρυφιότητα, καὶ τὰ τοιαῦτα, ἃ δὴ καὶ αὐτὰ σωματικά εἰσιν, εἰ καὶ ὑψηλότερα τῶν προτέρων· διὸ περὶ τούτων ἐν ἄλλοις εἴρηται. Νῦν δὲ ἑτερότητα λέγοντες, ἐπὶ Θεοῦ, μὴ ὑποπτεύσωμεν, ὅτι εἰς ἕτερον καὶ ἕτερον ἀλλοιοῦται τὸ Θεῖον, ἀλλὰ τὸ, ἐν τῇ οἰκείᾳ ἁπλότητι μένοντα τὸν Θεὸν, τὰ ποικίλα καὶ παντοδαπὰ εἴδη τῆς κτίσεως παραγαγεῖν, ἐμφαίνομεν· πρόοδον γὰρ λέγει τὴν πρὸς τὸ κτίσαι τὰ πάντα οἱονεὶ κίνηvί. Ὅμοιον δὲ τὸν Θεὸν εἰ μὲν ὡς αὐτὸν ἑαυτῷ ὅλον δι´ ὅλου εἴποι τις, οὐκ ἀτιμαστέον τὴν θεωνυμίαν. Ὅμοιον δέ τινι τῶν ὄντων πῶς τὸ Θεῖον λεχθήσεται; ἐπεί τοί γε ἡ θεία Γραφὴ, ὡς ἀεὶ τὸν αὐτὸν ἀναλλοιώτως ὄντα, ἀνόμοιον πᾶσί φησιν, ἐν τῷ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; καὶ πάλιν, Τίνι με ὡμοιώσατε; λέγει Κύριος· καὶ πάλιν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην· τουτέσιν, Ὁ αὐτὸς ἐγὼ ἐμαυτῷ, ὡς Εἰρηναϊος λέγει ἐν τοῖς Κατὰ αἰρέσεως. Οὕτω δὲ, ὡς οὐκ ἔστιν ὅμοιος οὐδενὶ, δωρεῖται τὴν ὁμοιότητα τοῖς ἐπ´ αὐτὸν ἐπιστρεφομένοις. Πῶς; Κατὰ μίμησιν τὴν κατὰ δύναμιν τῶν θείων ἐκείνων καὶ ὑπὲρ πάντα ὅρον καὶ λόγον ὑπαρχόντων, κατὰ τὸ, Γίνεσθε τέλειοι, καὶ, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ἅπερ ἐπὶ Θεοῦ μὲν κυρίως καὶ ὑπὲρ πάντα λογον καὶ ὅρον· οὐδὲ γὰρ τόσον ἢ τόσον ἐστὶν ἐπ´ ἐκείνῳ τὸ οἰκτίρμον ἢ τὸ τέλειον, ἀλλ´ ἀπεριόριστον· ἐπὶ δὲ τῶν κτισμάτων κατὰ τὴν ἑκάστου σπουδὴν καὶ δύναμιν. Τὰ γοῦν παραγόμενα ῥητέον ὅμοια Θεῷ, αὐτοῖς δὲ τὸν Θεὸν ὅμοιον οὐ ῥητέον, ὅτι οὐδὲ ὁ ἄνθρωπος ὅμοιος τῇ εἰκόνι αὐτοῦ, ἡ δὲ εἰκὼν ὁμοία τῷ ἀνθρώπῳ. Ἐπὶ γὰρ τῶν ὁμοταγῶν καὶ ὁμοφύλων Πέτρου $0=3 $8=473 $9=1 τυχὸν καὶ Παύλου, δυνατὸν ἀντιστρέφειν τὸ ὅμοιον, καὶ προηγεῖσθαι θάτερον θατέρου. ἔvi. Ἐπὶ δὲ τοῦ αἰτίου καὶ τῶν αἰτιατῶν οὐκι ἀποδεξόμεθα τὴν ἀντιστροφὴν, ἀλλὰ τὰ μὲν αἰτιατὰ μοια τῷ αἰτίῳ εἴποιμεν, τὸ δὲ αἴτιον οὐχ ὅμοιον τοῖς αἰτιατοῖς· οὐδὲ γὰρ ἐξισάζει, ἀλλ´ ἐπὶ πλέον ὁ διδοὺς τῶν μετεχόντων ἐστί. Πᾶσι γὰρ τοῦ εἶναι ὁμοίοις αἴτιος ὁ Θεὸς, καὶ αὐτῆς τῆς αὐτοομοιότητος ὑποστάτης. Ἔθος γὰρ τῷ Πατρὶ τὸν Θεὸν λέγειν καὶ αὐτοὸν, καὶ τοῦ αὐτοεῖναι ὑποστάτην, καὶ αὐτοζωὴν, καὶ τῆς αὐτοζωῆς ὑποστάτην. Φησὶ δὲ ταῦτα, οὐχ ὡς ἐτέραν μὲν φάσκων ζωὴν αὐτὸν τὸν Θεὸν, ἑτέραν δὲ παρῆχθαι ζωὴν οὐσιώδη καὶ οἱονεὶ ἐνυπόστατον περὶ τὸν Θεὸν, ἧς μετέχει τὰ ζωῆς μετέχοντα· ἀλλ´ ὡς αὐτὸς ἑαυτὸν ἑρμηνεύει ἐν τῷ ἑνδεκάτῳ κεφαλαίῳ, αὐτοζωὴ καὶ αὐτοδύναμις καὶ αὐτοομοιότης λέγεται ὁ Θεὸς, ὡς ἀρχικως τοῦτο ὢν καὶ θεῖκῶς, καὶ αἰτιατῶς· ταῦτα γὰρ αὐτὸς τῷ ὄντι ἐστί. Τῆς δὲ αὐτοομοιότητός ἐστιν ὑποστάτης, καὶ τῶν τοιούτων, ὡς μεθεκτῶς, αὐτοῖς τοῖς πρώτως ἐν τοῖς οὖσι τῆς δωρεᾶς ταύτης μετέχουσι χορηγῶν· πάντα γὰρ οἰκείως ἑαυτοῖς μετέχει τῶν τοιούτων, αἱ μὲν πρῶται· καὶ ὑπέρταται, ἀρχικῶς, τὰ δὲ ἑξῆς, ὑποβατικῶς. Οὐ χεῖρον δὲ εἰπεῖν, ὅτι καὶ αὐτοῦ τοῦ παραδειγματικοῦ τῆς ὁμοιότητος λόγου ὑποστάτης ἐστὶν ὁ Θεὸς, ὡς ἐν Ἀαυτῷ ἔχων ἀεὶ τοῦς λόγους πάντων ἀνάρχως καὶ ἐνιαίως προὔφεστῶτας, οὓς καὶ προορισμοὺς σορολαβὼν εἴρηκε. Τοῦτο χοῦν τὸ ἐν πᾶσιν ὅμοισν ἡ τῶν ὅλων ἑνότης, τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος μετέχει, κατὰ μετουσίαν τοῦ πρώτου αἰτίου· τοῦτο γάρ ἐστι τὸ ἴχνει τινὶ οἰονεὶ μετουσίᾳ. Τοῦτο γοῦν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἑαυτῷ ὅμοιον, ἀνόμοιον, καὶ τοῖς πᾶσιν ἀσύντακτον ἡ θεία Γραφή φηαιν Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, λέγουσα. Οὐκ ἔστι γοῦν ἐναντίον τοῦτο τοῖς προῤῥηθεῖσιν, ὅτε ἐλέγομεν τὰ πάντα ὅμοια τῷ Θεῷ, οὐ μὴν δὲ ὁ Θεὸς τούτοις ὅμοιος· τὰ γὰρ αὐτὰ καὶ ὅμοια τῷ Θεῷ καὶ ἀνόμοια· τὸ μὲν, κατὰ τὴν ἐνδεχομένην μίμησιν, οδ γὰρ τελείως ἡ μίμησις· τὸ δὲ, ὅτι μέτροις ἀπείροις καὶ ἀσυγκρίτοις τὰ αἰτιατὰ τοῦ αἰτίου ἀπολείπονται. ἔνΙΙ. Στάσιν καὶ καθέδραν τὸ αὐτὸ δέχεται, πρὸς τὴν ἀκίνητον ταὐτότητα ἑκάτερον ἀναπτύξας, Στάσιν γὰρ οὐ τὴν εἰς τὸ ὀρθὸν γενέσθαι ἀπὸ τοῦ συγκεκάιφθαι τῇ καθέδρᾳ ψημί, ἀλλὰ τὸ ἀκλόνητον καὶ ἀμετάστρεπτον τοῦ Θεοῦ, βεβαίαν στάσιν ἐκάλεσεν· ὡς καὶ τὸ καθῆσθαι τὸ ἐν ἀνονομάστῳ βάσει καὶ ἀναπαύσει διαρκῶς καὶ ἀκαταλήπτως ἔχειν· αὐτὸς γάρ ἐστιν ὁ τῆς πάντων στάσεως καὶ ἕδρας αἴτιος, ἐν ᾧ πάντα συνέστηκεν ἐν τοῖς οἰκείοις ἀγαθοῖς διαφυλαττόμενα. ὁ ΙΧ. Ὅταν δὲ καὶ κίνησιν εὖρωμεν ἐπὶ Θεοῦ λεγομένην κατὰ τὸ, Κλῖνοιν οὐρανοὺς, καὶ κατάβηθι, θεοπρεπῶς $0=3 $8=474 $9=1 τὴν κίνησιν ἐκληψόμεθα· κινεῖται γὰροὐ κατά τινα τῶν ἓξ παρὰ φιλοσόφοις κινήσεων, οὔτε κατὰ Κγένεσιν, οὔτε κατὰ φθορὰν, οὔτε κατὰ αὔξησιν, οὔτε κατὰ μείωσιν, οὐτε κατὰ τόπον, οὔτε κατὰ ἀλλοίωσιν. Καὶ πάλιν, ἐπεὶ ἡ κίνησις τριχῶς γίνεται, ἢ κατ´ εὐθεῖαν, ἢ κατὰ κύκλον, ἢ ἐξ ἀμφοῖν ἑλικοειδῶς, ὡς ὁ ὄφις, καὶ ἡ ἐν τοῖς ὕδασι ναῦς, οὐδὲ κατὰ ταύτας κινεῖται. Ἀλλ´ οὐδὲ νοητὴν κίνησιν κινεῖται, οἷαν ὁ νοῦς εἰς ἑαυτὸν συνελισσόμενος, καὶ εἰς νοήσεις πολλαπλασιαζόμενος. Οὐ ψυχικὴν, οἷαν κινεῖται ψυχὴ διανοουμένῃ τε καὶ δοξάζουσα. Οὐ φυσικὴν, οἵαν ἡ φύσις κινεῖ· ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἐστίν Ἀλλὰ κίνησις τοῦ ἀκινήτου ὡσαύτως ἔχοντος λέγεται ἡ εἰς τὰ ὄντα βούλησις αὐτοῦ· καὶ αἱ πρόοδοι τῆς εἰς πάντα προνοίας αὐτοῦ, ἐν τῷ παρεῖναι πᾶσι τῇ πάντων ἀσχέτῳ καὶ ἀπολύτῳ καὶ ἀσυναφεῖ περιοχῇ. ἈπαΚγορεύσας δὲ τὰς τοιαύτας κινήσεις ἑπὶ Θεοῦ, μᾶλλον δὲ τὰς σωματικὰς, τὴν κύκλῳ, τὴν κατ´ εὐθεῖαν, καὶ τὴν ἐλικοειδῆ, ὅπως χρὴ θεοπρεπῶς κίνησιν νοεῖν ἐπὶ Θεοῦ σαφηνίζει, τὰς αἰσθητὰς ἐν τῷ παντὶ κινήσεις ἀναγωγικῶς ἐρμηνεύων. Τὴν γοῦν κατ´ εὐθεῖαν κίνησιν νοοῦμεν ἐπὶ Θεοῦ, διὰ τὸ εὐθὺ καὶ ἀκλινὲς, καὶ τὴν ἐξαὐτοῦ τῶν ὄλων γένεσιν· αὐτόθεν γὰρ καὶ εὐθέως ἡ γένεσις ἐξ αὐτοῦ ἐστι, καὶ οὐ διὰ τινων εἰς τοῦτο συντελούντων τυχόν. Τοῦτο δὲ κρειττόνως σαΚφηνίζεται, εἴ τις ἀπὸ τῶν αἰτιατῶν ἀρξάμενος σκοποίη. Εἴ τι γὰρ τῶν ὄντων ἐπὶ νοῦν λάβοις, ἐπὶ τὸν ποιητὴν αὐτοῦ ἀνατρέχεις εὐθέως, ὥστε ἀπὸ τοῦ αἰτίου εὐθέως εἰς τὸ αἰτιατὸν ἡ τῆς γενέσεως ἔννοια πρόεισιν. Ἡ καὶ ἄλλως, ὅτι τὴν κατὰ γένεσιν κίνησιν εὐθεῖάν φασιν, ὡς εὐθέως ἐφιεμένης τῆς ὕλης τοῦ εἴδους καὶ καθ´ αὐτό· διὸ καὶ τὸ εἶδος, οὗ ἕνεκα λέγεται, οἰονεὶ τὸ τέλος πρὸς ὅπερ ἡ φύσις εὐθέως τρέχει, μὴ εἰς ἄλλα καὶ ἄλλα ἐλισσομένη, ἀλλ´ εἰς αὐτὸ ἀφορῶσα τὸ σκοπιμώτατον. Ἐπεὶ γοῦν ἡ κατὰ γένεσιν κίνησις εὐθέως γίνεται, τὸν τῆς γενέσεως αἴτιον θεοπρεπῶς κατ´ εὐθεῖαν κινεῖσθαί φαμεν. Τὴν δὲ σταθερὰν πρόοδον καὶ τὴν γόνιμον στάσιν ἐλικοειδῆ φαμεν· ἡ τοιαύτη γὰρ κίνησις, καὶ τὸ σταθερὸν ἔχει, ὅτι, εἰ καὶ ἐκκλίνειν ποιεῖ, πάλιν εἰς τὸ αὐτὸ καὶ τὸ Ἀείσου τοῖς προτέροις κατὰ τὰ αὐτὰ, καὶ κοινωνεῖ κατὰ τοῦτο τῇ κυκλικῇ, καὶ τὴν πρόοδον ἔχει, καθ´ ἣν κοινωνεῖ τῇ κατ´ εὐθεῖαν κινήσει. Ἐπεὶ γοῦν ἡ κατ´ Κεὐθεῖα κίνησις ἐπὶ Θεοῦ διὰ τὴν εἰς γένεσιν αἰτίαν καὶ πράοδον ἐξελαμβάνετο, λαμβάνομεν καὶ τὴν ἐλικοειδῆ κίνησιν, πῆ μὲν, ὡς εἰς αὐτὸ καταντῶσαν, διὰ τὸ σταθερὸν, πῆ δὲ, ὡς προερχομένην ἐξ ἐαυτῆς διὰ τὸ εἰς τὰ ποιήματα γόνιμον. Πάλιν τὴν κατὰ κύκλον λέγομεν κίνησιν, διὰ τὸ ταὐτὸν, καὶ ὅτι συνέχει πάντα. Σημείωσαι γὰρ, ὅτι τὰ ὑπερβεβηκότα περιέχει τὰ ὑποβεβηκότα. Ἄκρα γοῦν καλεῖ τὰς ἀνωτάτω δυνάμεις καὶ πλησιαζούσας Θεῷ, μέσας δὲ τὰς μετ´ ἐκείνας μὲν, τῶν δὲ αἰσθητῶν ἀπάντων ὑπερκειμένας. Αἰ μὲν οὖν ἀνώταται περιέχουσι τὰς μέσας, αἱδὲ μέσαι τὰ αἰσθητά, Ὁ μέντοι Θεὸς ἅπαντα περιέχει ὡς κύκλος τὰ ἐντὸς αὐτοῦ πάντα, καὶ εἰς ἑαυτὸν ὡς πρὸς $0=3 $8=475 $9=1 ΟΑΡΙΤ Χ. Χ. Εἰ δέ τις τὸ ταὐτὸν καὶ τὸ δίκαιον εἰς τὸ ἴσον μεταλαμβάνει,ταὐτὸν γὰρ τὸ κατὰ πάντα ἴσον καὶ ὅμοιον, καὶ δικαιοσύνη ἡ τοῦ ἴσου διανεμητική ῥητέον καὶ τοῦτο, ὅτι ἴσος λέγεται ὁ Θεὸς, οὐ μόνον ὡς ἀμερής,τὸ γὰρ ἐξισάζον δι´ ὅλου πρός τι, οὐκ ἔχες μέρος καθὸ ἢ πλεονεκτήσει ἢ μειονεκτήσει· ἀλλὰ καὶ ὡς ἐπίσης ἐπὶ πάντα φοιτῶν, καὶ ὡς ὑποστάτης τῆς αὐτοῖσότητος, ς ἐλέγομεν πρότερον τῆς αὐτοομοιότητος, καθ´ ἣν ἰσουργεῖ τὴν δι´ ἀλλήλων χώρησιν, ὡς ἐπὶ τῶν στοιχείων· ἡ γὰρ ἐπίσης κρᾶσις τούτων, καὶ τὸ μὴ ὑπερταλαντεύειν ἐν τοῖς συγκρίμασι τὰς γενέσεις τοῦ κόσμου ποιεῖ. Εἰ γάρ τι τῶν στοιχείων πλεονάσειε, φθείρεται τὸ γινόμενον. Εἰπὼν δὲ τὴν τῶν μεταλαμβανόντων ἐπίσης μετοχὴν, ἵνα μή τινι δόξῃ λέγειν ὅτι ἐπίσης τὰ πάντα ἀγιάζονται, καὶ ἐπίσης φωτίζονται, ἐπεξηγήσατο ἐαυτὸν, εἰπών· Κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα καὶ τὸ ἴσον τῆς ἀξίας. Καὶ κατ´ ἄλλον πάλιν τρόπον ἴσον τὸ Θεῖον λέγεται, διότι κατὰ τὴν ἑαυτῶν ποιητικὴν τῆς ἰσότητος δύναμιν πᾶσαν ἰσότητα προεληφε, κατὰ τὸν καὶ ἐν ἄλλοις ῥηθέντα προορισμόν· νοητὴν, τὴν αἰσθήσει οὐχ ὑποπίπτουσαν, τὴν τῶν ἀγγέλων δηλαδή· νοερὰν, τὴν ἁπλῶς καὶ ἀπολύτως τὰς νοήσεις ἔχουσαν, ἤγουν τὴν τοῦ νοὸς κατ´ αὐτόν· λογικὴν, τὴν διὰ λόγου καὶ θεωρίας τὰς τῶν ὄντων γνώσεις δεχομένην, τῶν λογικῶν ψυχῶν δηλονότι· αἰσθητὴν, τὴν τῇ αἰσθήσει ὑποπίπτουσαν, εἴτουν τὴν τῶν μερῶν τοῦ κόσμου, ἅπερ διαιροῦνται εἰς οὐσιώδη καὶ φυσικὰ, τουτέστιν εἴς τε τὰ ἀναισθήτως καὶ πάντη ἀκινήτως ὄντα, καὶ εἰς τὰ τὴν ὁποιανοῦν ἔχοντα κίνησιν· τὴν γὰρ φύσιν ἀρχὴν κινήσεως καὶ ἠρεμίας ὁρίζονται· θελητὴν δὲ ἰσότητα τὴν προαιρετικήν φησιν, ἣν θέλοντες καὶ ἐκ προαιρέσεως κατορθούμενοι, τὰ δίκαια ἐργαζόμεθα. ΚΕΦΑΛΑΙΟΝΙʹ. Ὥρα δὴ τῷ λόγῳ τὸν πολυώνυμον Θεὸν, ὡς παντοκράτορα, καὶ ὡς παλαιὸν ἡμερῶν ὑμνῆσαι. Τὸ μὲν γὰρ λέγεται διὰ τὸ πάντων αὐτὸν εἶναι παντοκρατορικὴν ἕδραν, συνέχουσαν καὶ περιέχουοαν τὰ ἕλα καὶ ἐνιδρύουσαν, καὶ θεμελιοῦσαν, καὶ περισφίγγουσαν, καὶ ἀῤῥαγὲς ἐν ἑαυτῇ τὸ πᾶν ἀποτελοῦσαν, καὶ ἐξ αὐτῆς τὰ ὅλα, καθάπερ ἐκ ῥίζης παντο κρατορικῆς, προάγουσαν, καὶ εἰς ἑαυτὴν τὰ $0=3 $8=476 $9=1 κάντα, καθάπερ εἰς πυθμένα παντοκρατορικὸν, δπιστρέψουσαν καὶ συνέχουσαν αὐτὰ, ὡς πάντων ἕδραν παγκρατῆ, τὰ συνεχόμενα πάντα κατὰ μίαν ὑπερέχουσαν πάντα συνόχὴν ἀσφαλιζομένην, καὶ οὐκ ἐῶσαν αὐτὰ διεκπεσόντα ἐαυτῆς, ὠς ἐκ παντελοῦς ἑστίας κινούμενα, παραπολέσθαι. Λέγεται δὲ παντοκράτωρ ἡ θεαρχία καὶ ὡς πάντων κρατοῦσα, καὶ ἀμιγῶς τοῖς διοικουμένοις ἐπάρχουσα, καὶ ὡς πᾶσιν ἐφετὴ καὶ ἐπέραστος οὖσα, καὶ ἐπιβάλλουσα πᾶσι τοὺς ἐθελουσίους ζυγοὺς, καὶ τὰς γλυκείας ὡδῖνας τοῦ θείου καὶ παντοκρατορικοῦ καὶ ἀλύτου τῆς ἀγαθότητος αὐτῆς ἔρωτος. ! Ἡμερῶν δὲ παλαιὸς ὁ Θεὸς ὑμνοῖται διὰ τὸ πάντων αὐτὸν εἶναι καὶ αἰῶνα, καὶ χρόνον, καὶ πρὸ ἡμερῶν, καὶ πρὸ αἰῶνος, καὶ χρόνου. Καίτοι καὶ χρόνον, καὶ ἡμέραν, καὶ καιρὸν, καὶ αἰῶνα θεοπρεπως αὐτὸν προσρητέον, ὡς ὄντα κατὰ πᾶσαν κίνησιν ἀμετάβλητον καὶ ἀκίνητον, καὶ ἐν τῷ ἀεὶ κινεῖσθαι μένοντα ἐφ´ ἑαυτοῦ, καὶ ὡς αἰῶνος, καὶ χρόνου, καὶ ἡμερῶν αἴτιον. Διὸ καὶ ἐν ταῖς ἱεραῖς τῶν μυστικῶν ὁράσεων θεοφανείαις καὶ πολιὸς καὶ νέος πλάττεται· τοῦ μὲν προτέρου τὸν ἀρχαῖον καὶ ὄντα ἀπ´ ἀρχῆς, τοῦ νεωτέρου δὲ τὸν ἀγήρω σημαίνοντος· ἢ ἀμφοῖν τὸ ἑξ ἀρχῆς διὰ πάντων ἄχρι τέλους αὐτὸν προῖέναι διδασκόντων· ἢ, ὡς ὁ θεῖος ἡμῶν ἱεροτελεστής φησι, τοῦ ἐκατέρου τὴν ἀρχαιότητα τὴν θείαν ὑποδηλοῦντος, τοῦ μὲν πρεσβυτέρου τὸ πρῶτον ἑν χρόνῳ, τοῦ νεωτέρου δὲ τὸ κατὰ ἀριθμὸν ἀρχαιότε.ρον ἔχοντος· ἐπείπερ ἡ μονὰς καὶ τὰ περὶ μονάδα τῶν ἐπὶ πολὺ προεληλυθότων ἀριθμῶν ἀρχηγικώ- εραΧρὴ δὲ, ὡς οἶμαι, καὶ χρόνου καὶ αἰῶνος φύσιν κ τῶν λογίων εἰδέναι· καὶ γὰρ οὐ τὰ πάντα καὶ ἀπολύτως ἀγένητα καὶ ὄντως ἀἱδια πανταχοῦ φησιν αἰώνια, καὶ τὰ ἄφθαοτα δὲ, καὶ ἀθάνατα, καὶ αναλλοίωτα, καὶ ὄντα ὡσαύτως· ὡς ὅταν λέγη τό· Ἐκάρθητε, πύλαι αἰώνιοι, καὶ τὰ ὅμοια. Πολλάκις δὲ καὶ τὰ ἀρχαιότατα· τῇ τοῦ αἰῶνος ἐπωνυμίᾳ χαρακτηρίζει, καὶ τὴν ὅλην δὲ αὖθις ἔσθ´ ὅτε τοῦ καθ´ ἡμᾶς χρόνου παράτασιν αἰῶνα προσαγορεύει, καθ´ ὅσον καὶ ἰδιότης αἰῶνός ἐστι τὸ ἀρχαῖον καὶ ἀναλλοίωτον, καὶ τὸ καθόλου τὸ εἶναι μετρεῖν. Χρόνον δὲ καλεῖ τὸν ἐν γενέσει καὶ φθορᾷ, καὶ ἀλλοιώσει, καὶ ἄλλοτε ἄλλως ἔχοντα· διὸ καὶ ἡμᾶς ἐνθάδε κατὰ χρόνον ὁριζομένους αἰῶνος μεθέξειν ἡ θεολογία φησὶν, ἡνίκα τοῦ ἀφθάρτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος αἰῶνος ἐφικώμεθα. Τοῖς λογίοις δὲ ἔσθ´ ὅτε καὶ ἔγχρονος αἰὼν δοξάζεται, καὶ αἰώνιος χρόνος· εἰ καὶ Ἅαλλον ἴσμεν αὐτοῖς, καὶ κυριώτερον τὰ ὄντα τῷ $0=3 $8=477 $9=1 αἰῶνι, καὶ τὰ ἐν γενέσει τῷ χρόνῳ καὶ λεγόμενα καὶ δηλούμενα. Χρὴ τοιγαροῦν οὐχ ἀπλῶς συναΐδια Θεῷ τῷ πρὸ αἰῶνος οἴεσθαι τὰ αἰώνια λεγόμενα· τοῖς σεπτοτάτοις δὲ λογίοις ἀπαρατρέπτως συνεπομένους, αἰώνια μὲν καὶ ἔγχρονα κατὰ τοὺς συνεγνωσμένους αὐτοῖς προσυπακούειν τρόπους, μέσα δὲ ὄντων καὶ γιγνομένων, ὅσα πῆ μὲν αἰῶνος, πῆ δὲ χρόνου μετέχει. Τὸν δὲ Θεὸν καὶ ὡς αἰῶνα καὶ ὡς χρόνον ὑμνεῖν, ὡς χρόνου παντὸς καὶ αἰῶνος αἴτιον, καὶ παλαιὸν ἡμερῶν, ὡς πρὸ χρόνου, καὶ ὑπὲρ χρόνον, καὶ ἀλλοιοῦντα καιροὺς καὶ χρόνους· καὶ αὖθις πρὸ αἰώνων ὑπάρχοντα, καθ´ ὅσον καὶ πρὸ αἰῶνός ἐστι, καὶ ὑπὲρ αἰῶνα, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία πάντων τῶν αἰώνων. Ἀμήν. $0=3 $8=479 $9=1 ΙΚαιρός ἐστι καὶ περὶ παντοκράτορος, καὶ ὅπως παλαιὸς ἡμερῶν παρὰ τῷ Δανιὴλ λέγεται ὁ Θεὸς, εἰπεῖν. Λέγεται τοίνυν παντοκράτωρ ἀπὸ μεταφορᾶς ἐῤῥιζωμένης καὶ συμφύτου πέτρας, ἐφ´ ἠς ὅ τε θεμέλιος τοῦ οἰκοδομήματος καὶ αὐτὸ τὸ οἰκοδόμημα έδράζεται. Εἶτα εἰπὼν συνέχουσαν τὴν ἕδραν, ἵνα μή τις ὑπονοήσῃ, ὅτι τοῦτο εἴπε διὰ τὸ ἐν τῷ εἰναι σὺν αὐτοῖς τοῖς κτίσμασι συνέχειν, καθάπερ τὴν προτεθεῖσαν εἰς ὑποδείγματος λόγον πέτραν, καὶ οὐκ ἔξωθεν, ἐπιφέρει καὶ τὰς ἐπιλοίπους λέξεις. Ἐπὶ γὰρ τῆς πέτρας οὐ λέγεται, ὅτι ἡ πέτρα περιέχει ἢ θεμελιοῖ· ἐπὶ δὲ τοῦ Θεοῦ λέγεται, ὅτι ποιητικὸς αἵτιός ἐστιν, ἐξ οὗ καὶ ὡς ἐκ ῥίζης ποιητικῆς τὰ πάντα προάγονται, καὶ εἰς ὃν, ὡς εἰς πυθμένα ποιητικὸν καὶ προνοητικὸν, ἐπιστρέφονται. Κατὰ μίαν δὲ ὑπερέχουσαν συνοχὴν τὰ πάντα ἐξασφαλίζεται, ὅτι πᾶσα πρόοδος ἐπὶ Θεοῦ, κἂν εἰς τὸ κτίζειν, κἂν εἰς τὸ προνοεῖν, ἑνιαία καὶ ἁπλῆ ἐστιν, εἰ καὶ τὰ κτιόμενα καὶ τὸ προνοούμενα διαφόρως τῶν δωρεῶν μετέχουσι. Λέγεται παντοκράτωρ καὶ καθ´ ἕτερον τρόπον, ὅτι πάντων κρατεῖ, καὶ ἐξουσιάζει, καὶ ἐπαρκεῖ ἡ ἐξουσία αὐτοῦ τοῖς διοικουμένοις ἅπασιν, ὅπερ ἐπὶ τῶν ἐπὶ γῆς βασιλέων οὐκ ἔστι, διὸ καὶ τῶν συνδιαφερόντων αὐτοῖς τὴν ἀρχὴν δέονται. Εἰ δέ τινων καὶ ἀφ´ ἑαυτῶν ἄρχουσιν, ἀλλ´ οὖν μιγνύμενοι οἷον τοῖς πράγμασι, καὶ μανθάνοντες τὰ περὶ τούτων, οὕτως ἀσφαλῶς ἄρχουσιν. Ὁ δὲ Θεὸς παγκρατῶς ἐξουσιάζει, καὶ ἐπαρκεῖ ἀμιγῶς. Λέγεται παντοκράτωρ καὶ ὡς πᾶσιν ἐφετὸς καὶ ἐπέραστος· διὸ γὰρ ἐθελουσίως τὰ πάντα παρ´ αὐτοῦ ἄρχονται, καὶ θεῖον ἔρωτα πρὸς αὐτὸν ἔχουσιν, οὐδεμιᾶς δυσμενείας οὔσης, οὐδὲ ἀκουσίου τινὸς καὶ βιαίου ὁλκῆς, διὰ τοῦτο τὸ παντοκρατορικὸν λέγεται ἔχειν ἀξίωμα· οὐδὲν γὰρ ἀφηνιάζει, οὐδὲν ἀντιβαίνει, οὐδὲν ἀνθίσταται, οὐδὲν βιαζόμενον ὑποπίπτει, ἀλλὰ πάντα, ὡς ποιήματα τὸν πκραγωγέα εἰδότα, τὸν πρὸς $0=3 $8=480 $9=1 αὐτὸν θεῖον ὡδίνουσιν ἔρωτα. Ἡ δὲ λέξις, ἀπὸ τῶν κυῖσκομένων ληφθεῖσα, δηλοῖ τὴν οἷον ἐν ἡμῖν φυσικὴν διάθεσιν, καὶ ἀφ´ ἡμῶν φυσικὴν ὁρμὴν πρὸς τὸν δημιουργὸν καὶ κίνησιν. Ὡς γὰρ ἡ γῆ, θερμαινομένη τῷ ἡλίῳ, πρὸς ὡδῖνας διεγείρεται, οὔτω καὶ ἡ καρδία, τὸ ἐραστὸν ἐν ἐαυτῇ περιφέρουσα, ὡδίνει τὸν ἔρωτα. ΙΙ. Παλαιὸς δὲ ἡμερῶν ὑμνεῖται ὁ Θεὸς διὰ τὸ εἶναι τὸν αὐτὸν αἰῶνα τῶν αἰωνίων ἁγγέλων· τούτους γὰρ εἶπε πρότερον αἰωνίους, ὡς αἰῶνος μετέχοντας, οὐ μὴν δὲ ὡς ἀνάρχους. Χρόνον δὲ τῶν ὑπὸ χρόνον, ἀπάντων ὃηλονότι τῶν γεγονότων μετὰ τὴν παραγωγὴν τοῦ οὐρανοῦ, οὗ τῇ κινήσει ὁ χρόνος εἰσάγεται. Αέγεται δὲ καὶ χρόνος καὶ αἰὼν καὶ ἡμέρα ὁ Θεὸς θεοπρεπῶς, ὡς ἀμετάβλητος, ὅτι τὰ πάντα ἐν τούτοις μεταβάλλονται· αὐτὰ δὲ ἀμετάβλητα μένουσι κατὰ τὸ εἶναι χρόνους καὶ ἡμέρας. Εἰ γὰρ μετεβάλλοντο κατ´ οὐσίαν, πᾶσα δὲ μεταβολὴ ἐν χρόνῳ, ἔμελλε καὶ ἡ μεταβολὴ τοῦ χρόνου ἐν χρόνῳ γίνεσθαι, καὶ ποίω τούτῳ οὐκ οἶδα· κατὰ τὸ εἶναι δὲ χρόνον καὶ ἡμέρας εἶπε τὸ αὐτῶν ἀμετάβλητον. Ἐπεὶ παρακατιὼν ὁ ἅγιος ἐν ἀλλοιώσει εἴποι τὸν χρόνον· ὃ καὶ δοτέον· θέρος γὰρ καὶ ἔαρ, φθινόπωρον καὶ χειμὼν, αἱ τοῦ χρόνου ἀλλοιώσεις. Οὕτω γοῦν θεοπρεπῶς καὶ ὀ Θεὸς ἀεὶ κινούμενος ἑφ´ ἑαυτοῦ μένει. Καὶ τρίτον, ὅτι καὶ ὡς αἴτιος αὐτῶν· ἐλέγομεν γὰρ καὶ πρότερον, ὅτι τὰ πάντα λέγεται ὁ Θεὸς ὡς αἴτιος ἐκ τῶν αἱτιατῶν, εἰ καὶ ὑπὲρ πάντα ἐστί. Διὸ καὶ πολιὸς μὲν ὤφθη τῷ Δανιὴλ, λευκὴν ἔχων κεφαλὴν ὡσεὶ ἔριον, νεανίσκος δὲ πάλιν τῷ Ἀβραάμ· τὸ μὲν, ὡς πάντων ἐκ Θεοῦ τε ὄντων καὶ μετ´ αὐτὸν, καὶ νεωτέρων αὐτοῦ· τὸ δὲ, ὅτι ἐν ἀκμαίᾳ καὶ εὐσταθεῖ μακαριότητι ἁπαλαίωτός ἐστιν· ἢ δι´ ἀμφοτέρων, τοῦ τε πρεσβύτου καὶ τοῦ νέου, δηλοῦται τὸ ἐξ ἀρχῆς ἄχρι τέλους διὰ πάντων τῶν κτισμάτων προῖέναι αὐτόν· ἢ τρίτον, καθὼς καὶ ὁ ἱεροτελεστὴς καὶ διδάσκαλος τοῦ Ἐατρὸς Ἰερόθεός φησιν, ὅτι δι´ ἀμφοτέρων ἡ θεία ἀρχαιότης δηλοῦται, διὰ μὲν τοῦ πρεσβυτέρου, ὅτι τὸ ἀρχαῖον καὶ πρῶτον δηλοῖ τὸ πρεσβύτερον· διὰ δὲ τοῦ νεωτέρου, ἐπείπερ ὡς ἐν ἀριθμοῖς ἀρχηγικώτερον μὲν ἡ μονὰς, καὶ κατ´ ἀριθμὸν νεώτερον, ὁ δὲ ἀριθμός ἐστι τῷ πλήθει φαινόμενος, ὅσον αὐξάνεται, ἔμφασιν ὑστεροχρονίας ἔχει. Διὰ τοῦτο ὁ μὲν Θεὸς, ὡς αἴτιος τῶν κτισμάτων, ἀρχῆς καὶ μονάδος λόγον ἐπέχων· τὰ δὲ κτίσματα, ὡς ἀπ´ αὐτοῦ καὶ αἰτιατὰ πλήθους, εἰκότως ὁ μὲν τὸ ἀρχαῖον ἕξει, τὰ Δὲ κτίσματα τὸ μετὰ ταῦτα τῆς ἀρχῆς καὶ Ιi. Εἰσβάλλει περὶ αὐτοῦ τοῦ χρόνου καὶ τοῦ αἰῶνος εἰπεῖν, σοφώτατα κατασφαλιζόμενος τὸν ἀκροατὴν εἰς εὐσέβειαν, καὶ φάσκων, μὴ χρῆναι ὧπονοεῖν τὰ λεγόμενα αἰώνια κατὰ τοῦτο καὶ συναΐδια εἶναι Θεῷ τῷ πρὸ αἰώνων. Τὰ γοῦν πάντη καὶ ἀπολύτως ἀγένητα καὶ ἀἱδια τὰ ἐπὶ Θεοῦ κυρίως αἰώνια· οἱ δὲ ἄφθαρτοι ἄγγελοι αἰώνιοι λέγονται $0=3 $8=481 $9=1 ΕΟΡ ΑΡΗΤ ΧΙ. κατὰ τό- Ἐπάρθητε, πόλαι αλνιοι, διότι αἰῶνος μετέχουσι καὶ ἀρχαιότατά εἰσι τῶν ἑτέρων κτισμάτων. Εὕρηται γὰρ καὶ αὕτη ἡ τοῦ χρόνου παράτασις αἰὼν λεγομένη, κατὰ τό· Ἕως τῆς συντελείαι τοῦ αἰῶνος· καὶ τό· Ἔτη αἰώνια ἑμνθσθην. καὶ ἐμελέτησα· καὶ πάλιν· Ὁ Θεὺς τοῦ αἰῶνος τοιϊτου ἐτύφλωσε τὰ νοήματα αὐτῶν· καὶ τὸ παρὰ τῷ θεόπτῃ Μωϋσῇ λεγόμενον· Ἕσται σοι κατόχιμος εἰς τὸν αἰῶνα. Ταῦτα γοῦν λέγει ἔγχρονον αἰωνα· αἰώνιος δὲ χρόνος παρὰ τῷ Ἀποστόλῳ πρὸ χρόνων αἰωνίων, καί- Χρόνοις αἰωνίοις σεσιγημένου. Λέγονται τοίνυν οἱ ἄγγελοι αἰώνιοι, ὡς τῆς ἰδιότητος τοῦ αἰῶνος μετέχοντες, ἥτις ἐστὶ τὸ ἀρχαῖον καὶ ἀναλλοίοιτον, καὶ τὸ καθ´ ὅλον τὸ εἶναι μετρεῖν· καθὼς καὶ ὁ θεολόγος λέγει Γῤηγόριος, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσι. Χρόνου δὲ ἴδιον τὸ ἐν γενέσει εἶναι καὶ φθορᾷ· τῷ γὰρ οὐρανῷ καὶ τῇ κινήσει τούτου ἐγένετο· καὶ αὖθις, ἀλλαγέντων τῶν στοιχείων, χρόνος μὲν φθαρήσεται, αἰὼν δὲ ἔσται. Διὸ καὶ ἡμεῖς οἱ ὑπὸ χρόνον ἐνταῦθα, ἔστιν ὅτε ἀφθαρτισθέντες, ἐσόμεθα αἰώνιοι. Πρέπει τοιγαροῦν μὴ ἁπλῶς τὰ λεγόμενα αἰώνια δέχεσθαι καὶ ἀδια, ἀλλὰ κατὰ τὸν θεῖον τῶν Γραφῶν σκοπὸν καὶ τοὺς συνεγνωσμένους αὐτοῖς τρόπους, δηλονότι καθὼς ἔχουσι φύσεως τὰ ὑποκείμενα, οὕτως αἰώνια λέγεσθαι. Ἐπεὶ γοῦν τὰ μὲν ὄντα, δηλονότι τὰ θεῖα καὶ ὑπὲρ πᾶσαν κτίσιν, τῷ αἰῶνι προσένειμεν, εἰ καὶ ὑπεραιώνιά εἰσι· τὰ δὲ ἐν γενέσει τῷ χρόνῳ ἀφώρισε·έσα λέγει τούτων τῶν τε ὄντων καὶ γινομένων τοὺς ἁγγέλους καὶ τὰς ψυχὰς, ἃ πῆ μὲν αἰῶνος μετέχουσιν ὡς ἄφθαρτα καὶ ἀθάνατα, πῆ δὲ χρόνου διὰ τὸ ἐν γενέσει ὁρᾶσθαι· τοῦ δὲ Θεοῦ ἡ βασιλεία αἰώνιος, μᾶλλον δὲ καὶ βασιλεία πάντων αἰώνων, αὐτῷ ἡ δόξα. Ἀμήν. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ εἰρήνης, καὶ τί βούλεται αὐτὸ τὸ αὐτοεῖναι· τίς ἡ αὐτοζωὴ, καὶ τίς ἡ αὐτοδύναμις, καὶ τὰ οὔτω λεγόμενα. ΘΥΝΟΡΘΙΘ ΣΑΡΙΤΙΘ. Ἄγε δὴ τὴν θείαν καὶ ἀρχισυνάγωγον εἰρήνην ὕμνοις εἰρηναίοις ἀνευφημήσωμεν· αὕτη γάρ ἐστιν ἡ πάντων ἑνωτικὴ, καὶ τῆς ἁπάντων ὁμονοίας τε καὶ συμφυτας γεννητικὴ καὶ ἀπεργαστική· διὸ καὶ πάντα αὐτῆς ἐφίεται, τὸ μεριστὸν αὐτῶν πλῆθος ἐπιστρεφούσης εἰς τὴν ὅλην ἐνότητα, καὶ τὸν ἐμφύλιον τοῦ $0=3 $8=482 $9=1 παντὸς πόλεμον ἐνούσης εἰς ὁμοειδῆ συνοικίαν. Τῇ μετοχῇ τῆς θείας εἰρήνης αἱ γοῦν πρεσβύτεραι τῶν συναγωγῶν δυνάμεων αὐταί τε πρὸς ἑαυτὰς καὶ πρὸς ἀλλήλας ἐνοῦνται, καὶ πρὸς τὴν μίαν τῶν ὄλων εἰρηναρχίαν, καὶ τὰ ὑφ´ ἑαυτὰς ἐνοῦσιν αὐτά τε πρὸς ἑαυτὰ, καὶ πρὸς ἄλληλα, καὶ πρὸς τὴν μίαν καὶ παντελῆ τῆς πάντων εἰρήνης ἀρχὴν καὶ αἰτίαν, ἥτις, ἀμερῶς ἐπιβεβηκυῖα τοῖς ὅλοις, ὥσπερ τἰσὶ κλείθροις τῶν διῃρημένων συμπτυκτικοῖς, τὰ πάντα ὀρίει, καὶ περατοῖ, καὶ ἀσφαλίζεται, καὶ οὐκ ἐᾷ διαιρεθέντα χυθῆναι πρὸς τὸ ἄπειρον καὶ ἀόριστον, ἄτακτα, καὶ ἀνίδρυτα, καὶ ἔρημα Θεοῦ γιγνόμενα, καὶ τῆς ἑαυτῶν ἑνώσεως ἐξιόντα, καὶ ἐν ἀλλήλοις παμμιγῶς συμφυρόμενα. Περὶ μὲν οὖν αὐτῆς, ὅ τι ποτέ ἐστι τῆς θείας εἰρήνης καὶ ἡσυχίας, ἣν ὁ ἱερὸς Ἰοῦστος ἀφθεγξίαν καλεῖ, καὶ ἐπὶ πᾶσαν γιγνωσκομένην πρόυδον ἀκινησίαν, ὅπως τε ἠρεμεῖ, καὶ ἡσυχίαν ἄγει, καὶ ὅπως ἐν ἑαυτῇ καὶ εἴσω ἑαυτῆς ἐστι, καὶ πρὸς αὐτὴν ὅλην ὅλη ὑπερήνωται, καὶ οὔτε εἰς ἑαυτὴν· εἰσιοῦσα, καὶ πολλαπλασιάζουσα ἑαυτὴν ἀπολείπει τὴν ἑαυτῆς ἕνωσιν, ἀλλὰ καὶ πρόεισιν ἐπὶ πάντα ἔνδον ὄλη μένουσα δι´ ὑπερβολὴν τῆς πάντα ὑπερεχούσης ἐνώσεως, οὔτε εἰπεῖν, οὕτε ἐννοῆσαί τινι τῶν ὄντων, οὔτε θεμιτὸν οὔτε ἐφικτόν. Ἀλλ´ ὡς ἄφθεγκτον καὶ τοῦτο, καὶ ἄγνωστον ἐπ´ αὐτὴν ἀναθέντες, ὡς πάντων οὖσαν ἐπέκεινα, τὰς νοητὰς αὐτῆς καὶ ῥητὰς μετουσίας, καὶ τοῦτο ὡς δυνατὸν ἀνβράσι, καὶ ἡμῖν πολλῶν ἀνδρῶν ἀγαθῶν ἀπολειπομένοις, ἐπισκοπήσωμεν. καὶ παῶτόν γε τοῦτο ὀητέον, ὅτι τῆς αὐτοειρήνης καὶ τῆς ὅλης καὶ τῆς καθ´ ἕκαστόν ἐστιν ὑποστάτις, καὶ ὅτι πάντα πρὸς ἄλληλα συγκεράννυσι κατὰ τὴν ἀσύγχυτον αὐτῶν ἕνωσιν, καθ´ ἡν ἀδιαιρέτως ἡνωμένα, καὶ ἀδιαστάτως ὅμως ἀκραιφνῆ κατὰ τὸ οἰκεῖον Κκαστα εἶδος ἕστηκεν, οὐκ ἐπιθολούμενα διὰ τῆς πρὸς τὰ ἀντικείμενα κράσεως, οὐδὲ ἀπαμβλύνοντά τι τῆς ἐνωτικῆς ἀκριβείας καὶ καθαρότητος. Μίαν Ρῶν τινα καὶ ἀπλῆν τῆς εἰρηνικῆς ἑνώσεως θεωρήσωμεν φύσιν, ἑνοῦσαν ἅπαντα ἑαυτῇ καὶ ἑαυτοῖς καὶ ἀλλήλοις, καὶ διασώζουσαν πάντα ἐν ἀσυγχύτῳ πάντων συνοχῆ καὶ ἀμιγῆ καὶ συγκεκραμένα. Δι´ ἡν οἱ θεῖοι νόες ἑνούμενοι ταῖς νοήσεσιν ἑαυτων νοῦνται καὶ τοῖς νοουμένοις· καὶ αὖθις ἐπὶ τὴν ἄγνωστον ἀναβαίνουσι τῶν ὑπὲρ νοῦν ἰδρυμένων συναφήν. Δι´ ἣν αἱψυχαὶ, τοὺς παντοδαποὺς αὐτῶν· λόγους ἐνοῦσαι, καὶ πρὸς μίαν νοερὰν συνάγουσαι καθαρότητα, προβαίνουσιν οἰκείως ἑαυταῖς, ὁδῷ, καὶ τάξει διὰ τῆς ἀθλου καὶ ἀμεροῦς νοήσεως ἐπὶ τὴν ὑπὲρ νόησιν ἕνωσιν. Δι´ ἡν ἡ μία καὶ ἀδιάλυτος πάντων συμπλοκὴ κατὰ τὴν θείαν αὐτῆς ἀριμο ἴαν ὑφίσταται, καὶ ἐναρμόζεται συμφωνίᾳ παντελεῖ καὶ ὁμονοίᾳ καὶ συμφυῖᾳ, συναγομένη τε ἀσυγχύτως, $0=3 $8=483 $9=1 ἀδιαιρέτως τε συνεχομένη. Διήκει γὰρ ἡ τῆς παντελοῦς εἰρήνης ὁλότης ἐπὶ πάντα τὰ ὄντα, κατὰ τὴν ἀπλουστάτην αὐτῆς καὶ ἀμιγῆ τῆς ἑνοποιοῦ δυνάμεως παρουσίαν, ἐνοῦσα πάντα, καὶ συνδέουσα τὰ ἄκρα διὰ τῶν μέσων τοῖς ἄκροις, κατὰ μίαν ὁμοφυῆ συζευγνύμεναφιλίαν· καὶ τὸ ἀπολαύειν αὐτῆς δωρουμένη καὶ ταῖς ἐσχάταις τοῦ παντὸς ἀποπερατώσεσι, καὶ πάντα ὁμόγνια ποιοῦσα ταῖς ἐνότησι, ταῖς ταὐτότησι, ταῖς ἑνώσεσι, ταῖς συναγωγαῖς, ἀδιαιρέτως δηλαδὴ τῆς θείας εἰρήνης ἑστώσης, καὶ ἀν ενὶ πάντα δεικνυούσης, καὶ διὰ πάντων φοιτίσης, καὶ τῆς οἰκείας ταὐτότητος οὐκ ἐξισταμένης· πρόεισι γὰρ ἐπὶ πάντα, καὶ μεταδίδωσι πᾶσιν οἱκείως αὐτοῖς ἑαυτῆς, καὶ ὑπερβλύζει περιουσίᾳ τῆς εἰρηνικῆς γονιμότητος· καὶ μένει δι´ ὑπεροχὴν ἑνώσεως ὅλη πρὸς ὅλην καὶ καθ´ ὅλην ἑαυτὴν] ὑπερηνωμένη. Πῶς δὲ, φαίη τις, ἐφίεται πάντα εἴρήνης; πολλὰ γὰρ ἑτερότητι καὶ διακρίσει χαίρει; καὶ οὐκ ἄν ποτε ἑκόντα ἠρεμεῖν ἐθελήσοι. Καὶ εἰ μὲν ἑτερότητα καὶ διάκρισιν ὀ ταῦτα λέγων φησὶ τὴν ἑκάστου τῶν ὄντων ἰδιότητα, καὶ ὅτι ταύτην οὐδὲ ἓν τῶν ὄντων ὃν, ὅπερ ἐστὶν, ἐθέλει ποτὲ ἀπολλύειν, οὐκ ἂν οὐδὲ ἡμεῖς πρὸς τοῦτο ἀντιφήσομεν, ἀλλὰ καὶ ταύτην εἰρήνης ἔφεσιν ἀποφανούμεθα. Πάντα γὰρ ἁγαπᾷ πρὸς ἑαυτὰ εἰρηνεύειν τε καὶ ἡνῶσθαι, καὶ ἑαυτῶν καὶ τὼν ἑαυτῶν ἀκίνητα καὶ ἄπτωτα εἶναι. Καὶ ἔστι καὶ τῆς καθ´ ἕκαστον ἀμιγοῦς ἰδιότητος ἡ παντελὴς εἰρήνη φυλακτικὴ, ταῖς εἰρηνοδώροις αὐτῆς προνοίαις πὰ πάντα ἀστασίαστα καὶ ἀσύμφυρτα πρός τε ἑαυτὰ καὶ πρὸς ἄλληλα διασώζουσα, καὶ πάντα ἐν σταθερᾷ καὶ ἀκλίτῳ δυνάμει πρὸς τὴν ἑαυτῶν εἰρήνην καὶ ἀκινησίαν ἱστῶσα. Καὶ εἰ τὰ κινούμενα πάντα μὴ ἠρεμεῖν, ἀλλὰ κιφεῖσθαι ἀεὶ τὴν ἑαυτῶν κίνησιν ἐθέλοι, καὶ τοῦτο Κοεσίς ἐστι τῆς θείας τῶν ὅλων εἰρήνης, τῆς πάντα ἐφ´ ἑαυτῶν ἀδιάπτωτα διασωζούσης, καὶ τὴν πάντων τῶν κινουμένων ἰδιότητα καὶ κινητικὴν ζωὴν ἀκίνητον καὶ ἄπτωτον φυλαττούσης, ἐν τῷ τὰ κινούμενα πρὸς ἑαυτὰ εἰρηνεύοντα, καὶ ὡσαύτως ἔχοντα, δρᾷν τὰ ἑαυτῶν. Εἰ δὲ, τὴν κατ´ ἔκπτωσιν εἰρήνης ἑτερότητα λέγων, ἰσχυρίζεται μὴ πᾶσιν εἶναι ἑραστὴν τὴν εἰρήνην, μάλιστα μὲν οὐδέν ἐστι τῶν ὄντων, ὃ πάσης παντελῶς ἐνώσεως ἀποπέπτωκε· τὸ γὰρ πάντη ἄστατον, $0=3 $8=484 $9=1 καὶ ἄπειρον, καὶ ἀνίδρυτον, καὶ ἀόριστον, οὔτε ὄν ἐστιν, οὔτε ἐν τοῖς οὐσιν. Εἰ δὲ τούτους φησὶν εἰρήνῃ καὶ εἰρήνης ἀγαθοῖς ἀπεχθάνεσθαι, τοὺς ἔρισι καὶ θυμοῖς, καὶ ἀλλοιώσεσι καὶ ἀκαταστασίαις χαίροντας· καὶ οὖτοι ἀμαυροῖς εἰδώλοις εἰρηνικῆς ἐφέσεως διακρατοῦνται, πρὸς παθῶν ἐνοχλούμενοι πολυκινήτων, καὶ ταῦτα ἱστᾷν ἀνεπιστημόνως ἐφιέμενοι, καὶ οἰόμενοι τῇ ἀποπληρώσει τῶν ἀεὶ ἀποῤῥεόντων εἰρηνεύειν ἑαυτοὺς τῇ ἀτευξίᾳ τῶν κρατησασῶν ἡδονῶν ἐκταρασσομένους. Τί ἄν τις εἴποι περὶ τῆς κατὰ Χριστὸν εἰρηνοχύτου φιλανθρωπίας; καθ´ ἣν οὐ μὴ μάθωμεν ἔτι πολεμεῖν, οὔτε ἑαυτοῖς, οὔτε ἀλλήλοις, οὕτε ἀγγέλοις· ἀλλὰ καὶ αὐτοῖς τὰ θεῖα κατὰ δύναμιν συνεργήσωμεν, κατὰ πρόνοιαν Ἰησοῦ τοῦ τὰ πάντα ἐν πᾶσιν ἐνεργοῦντος, καὶ ποιοῦντος εἰρήνην ἄῤῥητον καὶ ἐξαιῶνος προωρισμένην, καὶ ἀποκαταλλάσσοντος ἡμᾶς καυτῷ καὶ ἐν ἑαυτῷ τῷ Πατρὶ, περὶ ὧν ὑπερφυῶν δώρων ἐν ταῖς Θεολογικαῖς ὑποτυπώσεσιν ἰκανῶς εἴρηται, προσεπιμαρτυρούντων ἡμῖν καὶ τῆς ἱερᾶς τῶν λογίων ἐπιπνοίας. Ἀλλ´ ἐπειδὴ καὶ ἄλλοτε μοῦ δι´ ἐπιστολῆς ἐπύθου τί ποτε ἄρα φημὶ τὸ αὐτὸ εἶναι, τὴν αὐτοζωὴν, τὴν αὐτοσοφίαν, καὶ πρὸς ἑαυτὸν ἔφης διαπορῆσαι, πῶς τὸν Θεὸν ποτὲ μὲν αὐτοζωήν φημι, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑποστάτην· ἀναγκαῖον ᾠήθην, ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἐφ´ ἡμῖν ἀπορίας ἀπολῦσαι. Καὶ πρῶτον μὲν, ἵνα τὰ μυριόλεκτα καὶ νῦν ἀναλάβωμεν, οὐκ ἔστιν ἐναντίον, αὐτοδύναμιν ἢ αὐτοζωὴν εἰπεῖν τὸν Θεὸν, καὶ τῆς αὐτοζωῆς, ἢ εἰρήνης, ἢ δυνάμεως ὑποστάτην· τὰ μὲν γὰρ ἐκ τῶν ὄντων καὶ μάλιστα ἐκ τῶν πρώτως ὄντων, ὡς αἴτιος πάντων τῶν ὄντων, λέγεται· τὰ δὲ, ὡς ὑπὲρ πάντα καὶ τὰ πρώτως ὄντα ὑπερὼν ὑπερουσίως. Τί δὲ ὅλως, φήε, τὸ αὐτὸ εἶναι λέγομεν, ἢ τὴν αὐτοζωὴν, ἢ ὅσα ἀπολύτως καὶ ἀρχηγικῶς εἶναι, καὶ ἐκ τοῦ Θεοῦ πρώτως ὑφεστηκέναι τιθέμεθα. Τοῦτο δέ φαμεν, οὐκ ἔστιν ἀγκύλον, ἀλλ´ εὐθὺ καὶ ἁπλῆν τὴν διασάφησιν ἔχον. Οὐ γὰρ οὐσίαν τινὰ θείαν, ἢ ἀγγελικὴν εἶναί φαμεν τὸ αὐτὸ εἶναι τοῦ εἶναι τὰ ὄντα πάντα αἰτίαν μόνον γὰρ τοῦ εἶναι πάντα τὰ ὄντα, καὶ αὐτὸ τὸ εἶναι ὑπερούσιον, ἀρχὴ, καὶ οὐσία, καὶ αἴτιον, οὐδὲ ζωογόνον ἄλλη θεότητα παρὰ τὴν ὑπέρθεον πάντων ὅσα ζῇ, καὶ τῆς αὐτοζωῆς αἰτίαν ζωὴν, οὔτε συνελόντα εἰπεῖν, ἀρχικὰς τῶν ὄντων καὶ δημιουργικἀς οὐσίας καὶ ὑποστάσεις, ἅστινας καὶ θεοὺς τῶν ὄντων καὶ δημιουργοὺς αὐτοσχεδιάσαντες ἀπεστομάτισαν, οὓς, ἀληθῶς καὶ κυρίως εἰπεῖν, οὔτε αὐτοὶ δεισανοὐκ ὄντας οὔτε οἱ πατέρες αὐτῶν· ἀλλ´ αὐτοεῖναι, καὶ αὐτοζωὴν, καὶ αὐτοθεότητά φαμεν, $0=3 $8=485 $9=1 ἀρχικῶς μὲν οὖν, θεῖκῶς καὶ αἰτιατικῶς, τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν· μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, τὴν αὐτοουσίωσιν, αὐτοζώωσιν, αὐτοθέωσιν, ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα, καὶ ἔνθεα, καὶ ἔστι καὶ λέγεται, καὶ τὰ ἄλλα ὡσαύτως. Διὸ καὶ τῶν πρώτωναὐτῶνό ἀγαθὸς ὑποστάτης λέγεται εἶναι· εἶτατῶν ὅλων αὐτῶν, εἶτα τῶν μερικῶν αὐτῶν· εἶτα τῶν δλων αὐτῶν μετεχόντων, εἶτα τῶν μερικῶς αὐτῶν μετεχόντων. Καὶ τί δεῖ περὶ τούτων λέγειν· ὅπου γε τινες τῶν θείων ἡμῶν ἱεροδιδασκάλων, καὶ τῆς αὐτοαγαθότητος καὶ θεότητος ὑποστάτην φασὶ τὸν ὑπερἁγαθον καὶ ὑπέρθεον, αὐτοαγαθότητα καὶ θεότητα λέγοντες εἶναι τὴν ἀγαθοποιὸν καὶ θεοποιὸν ἐκ Θεοῦ προεληλυθυῖαν δωρεάν· καὶ αὐτοκάλλος, τὴν αὐτοκαλλοποιὸν χύσιν· καὶ ὅλον κάλλος, καὶ μερικὸν κάλλος· καὶ ὅλως καλὰ, καὶ ἐν μέρει καλά· καὶ βσα ἄλλα κατὰ τὸν αὐτὸν εἴρηται καὶ εἰρήσεται τρόπον, δηλοῦντα προνοίας καὶ ἀγαθότητας μετεχομένας ὑπὸ τῶν ὄντων, ἐκ Θεοῦ, τοῦ ἀμεθέκτου, προῖούσας ἀφθόνῳ χύσει καὶ ὑπερβλυζούσας, ἵνα ἀκριβῶς ὁ πάντων αἰτιος ἐπέκεινα ᾖ πάντων, καὶ τὸ ὑπερούσιον, καὶ ὑπερφυὲς πάντη ὑπερέχῃ τῶν καθ´ ὁποίαν τινά ποτε οὐσίαν καὶ φύσιν $0=3 $8=487 $9=1 ἔΙΘΡΑΓΑΡΙΛΑεΙΒ ΡΑΩΙΥΜΕΕΣ. ἔΙ. Φέρε καὶ τὴν αἰτίαν συναγωγῆς ἀπάσης εἰ ρήνην ἀνευφημήσωμεν· αὐτὴ γάρ ἐστιν ἡ τῶν πάντων ἑνωτικὴ, καθὸ τὸ μεριστὸν αὐτῶν πλῆθος εἰς ἕν συνάγει τὴν μίαν αὐτῆς ἔφεσιν· ταύτην γαρ καὶ ὅλην ἑνότητά φησιν. Αὐτή ἐστιν ἡ τὴν ἁρμονίαν τοῦδε τοῦ παντὸς συνιστῶσα ἐξ ἐτεροφυῶν τῶν στοιχείων συγκεκραμένην· διὸ καὶ πόλεμον ἐμφύλιον εἶπε τὴν τῶν ἐν αὐτοῖς ποιοτήτων ἐναντιότητα, θερμοῦ πρὸς ψυχρὸν, καὶ ὑγροῦ πρὸς ξηρὸν, καὶ τῶν ἄλλων ὁμοίων, ἅπερ εἰς ἐνὸς κόσμου συμπλήρωσιν ἥνωται. Εὐσεβῶς δὲ ἐνταῦθα τοὺς τῶν Ἐλλήνων λόγους λύει. Πολλῶν γὰρ ἐν ἐκείνοις στασιαΓόντων, καὶ τῶν μὲν ἐξ ἐναντιώσεως καὶ πολέμου λεγόντων τὰ πάντα γίνεσθαι, τῶν δὲ ἐκ φιλίας καὶ συμφωνίας, ὡς λέγεσθαι παρὰ τοῖς μὲν τὸ νεῖκος ἀρχὴν δημιουργικὴν, παρὰ τοῖς δὲ τὴν φιλίαν ὁ πατὴρ, εἰς ὁρθότητα μεταφέρων τοὺς λόγους, Θεὸν ἐφίστησι τοῦ παντὸς ποιητήν. Ἔστι καὶ ἄλλως ἐκλαβεῖν ἐμφύλιον πόλεμον, τὸν φυσικῷς τοῖς ἀσωμάτοις πρὸς τὰ ὑλικά. Ἡ γὰρ σὰρξ, φησὶν, ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός. Καὶ τὸν τοιοῦτον πόλεμον ἡ θεία εἰρήνη πρὸς ἕνωσιν Ἐγει, καθ´ ἣν αἱ πρεσβύταται τῶν οὐρανίων τάξεων πρὸς ἑαυτὰς καὶ πρὸς ἀλλήλας συνάγονται, καὶ πρὸς μίαν καὶ παντελῆ τῆς εἰρήνης ἀρχὴν ἀνάγονται, ἡτις, ἀμερῶςοὐ γὰρ ἐν μέρει τινὶ, ἀλλ´ ἀθρόως τοῖς ὅλοις ἐπιβεβηκυῖα, ὡς ἐν κλήθροις συμπτύσσει τὰ πάντα καὶ ἀσφαλίζεται, καὶ οὐκ ἐᾷ διαιρεθέντα χυθῆναι πρὸς τὸ ἄπειρον καὶ ἀόριστον, οἱονεὶ τὸ ἀκαλλὲς καὶ ἀμόρφωτον, ἣν οἱ ἔξω σοφοὶ ὕλην προσωνομάκασιν, ἄπειρον λέγοντες ταύτην, ὡς ἀόριστον καὶ ἀνείδεον. Ἐπεὶ γοῦν εἰδοποιὸς καὶ καλλοιοιὸς ὁ Θεὸς, εἰκότως τὸ ἐρημωθὲν Θεοῦ ἀνείδεον γίνεται καὶ ἀκαλλώπιστον. Περὶ γοῦν αὐτῆς τῆς θείας εἰρήνης, δ τι ποτέ ἐστι, παραιτεῖται λέγειν· ταύτην γὰρ καὶ ὁ ἐν ταῖς Πράξεσιν Ἰοῦστος, ὃν καὶ Ἰωσῆν ἐκάλουν, $0=3 $8=488 $9=1 μφθεγξίαν καλεῖ, ὡς σιωπωμένην καὶ κρυφίαν καὶ ἐκινησίαν μὲν, ἀλλ´ ἐπὶ πᾶσαν κίνησιν γινωσκομένην· αὔτη γάρ ἐστιν ἡ τὰ πάντα εἰδοποιήσασα καὶ κινήσασα, ὅλη γὰρ ὅλῃ ἑαυτῇ ὑπερήνωται, καὶ ἑαυτὴν πολλαπλασιάζουσα ταῖς καθ´ ἕκαστον εἰρηναίαις προόδοις, οὐδέ ποτε τὴν ἑαυτῆς ἑνιαίαν ἀπολείπει ἀπλότητα. Περὶ ταύτης τοίνυν οὔτε εἰπεῖν οὔτ´ ἐννοῆσαι ἢ δυνατὸν ἢ θεμιτὸν, ἀλλὰ ταύτην ὡς ἄγνωστον ἐπ´ αὐτὴν ἀναθέντες, τὰς ἐν ταῖς Γραφαῖς ῥηείσας νοητὰς μετουσίας αὐτῆς, ὡς δυνατὸν ἀνθρώποις, ἢ μᾶλλον τοῖς κἀκείνων ἀπολειπομένοις ἡμῖν, σκοπήσωμεν Κἔ Ι. Πρῶτον τοίνυν λέγομεν, ὅτι ἡ θεία ἐκείνη εἰρήνη ἡ ἄφθεγκτος τῆς αὐτοειρήνης ἐστὶν ὑποστάτις, κατὰ τοὺς λόγους καθ´ οὓς ἐλέγομεν ἔμπροσθεν περὶ τῆς αὐτοζωῆς. Ὅλην δὲ καθ´ ἕκαστον εἰρήνην λίνει ὅλην, καθ´ ἣν τὰ πάντα συνάγεται, καὶ εἰς μίαν ἔφεσιν ἀνατείνεται μεμερισμένα ταῖς φύσεσιν ὄντα· καθ´ ἕκαστον δὲ, καθ´ ἣν ἕκαστον, τὴν ἑαυτοῦ ἑνότητα φυλάττον, οὐ διαχέεται πρὸς φθορὰν καὶ ἀνυπαρξίαν, ἃ δὴ ἀνωτέρω εἶπεν ἄπειρον καὶ ἀόριστον. Σημείωσαι δὲ. ὅτι τὰ μὲν ὅλα ἕνωσιν λέγονται ἔχειν πρὸς ἄλληλα, τὸ δὲ;ν πρὸς ἑαυτὸ ἑνότητα· καὶ τὸ μὲν ἓν, συγκρατούμενον, οὐ διαχέεται πρὸς τὸ ἄπειρον, τὰ δὲ ὅλα, συγκεραννύμενα, ἀσύγχυτα μένουσιν. Εἰ γὰρ καὶ τὰ στοιχεῖα, φησὶ, τὴν πρὸς ἄλληλα συμπλοκὴν καὶ μίξιν ἀδιαίρετον ἔχουσιν, ἀλλ´´ ὅμως αἱ τούτων ποιότητες τὴν ἀκρότητα ἑαυτῶν οὐ παραπολλύουσιν, οἷον τὸ θερμὸν, τὸ ξηρὸν, καὶ τὰ λοιπὰ, ἐν τῇ τῶν ἐτεροειδῶν κράσει τῇ ἐν τῷ παντὶ θεωρουμένῃ. Κρᾶσιν γὰρ ἐνταῦθα νοητίον οὐ τὴν ὡς ἐπὶ τῶν ὑγρῶν φύρσιν, τὴν καὶ ἀφανίζουσαν τὰ ὑποκείμενα, ἀλλὰ τὴν σύμπνοιαν καὶ ἀλληλουχίαν τὴν ἐν ἀρμονίᾳ φυλάττουσαν τὰ ὑφεστῶτα. Νοήσομεν γοῦν μίαν τινὰ ἀπλῆν οἱονεὶ φύσιν εἰρήνης ἐνθεωρουμένην τοῖς πᾶσιν, ἐνοῦσαν ἅπαντας ἑαυτῇ, καὶ τὰ πάντα ἀλλήλοις, καὶ τὰ πάντα ἑαυτοῖς, καὶ φυλάττουσαν, καὶ ἀμιγῆ καὶ συγκεκραμένα· ἀμιγῆ, τῇ ἰδίᾳ ἑκάστου ποιότητι· συγκεκραμένα, τῇ πρὸς ἄλληλα μίξει. Διὰ ταύτην οἱ θεῖοι νόες ἑνοῦνται καὶ ταῖς νοήσεσιν ἐαυτῶν καὶ τοῖς νοουμένοις· νοοῦσι γὰρ καὶ ἑαυτοὺς, καὶ τοὺς ἐπαναβεβηκότας, καὶ ἔτι τὰ ὑποδεέστερα. Ὅταν οὖν τὰ ἐαυτῶν ἐνεργῶσι, καὶ ἑαυτοὺς νοῶσι, ταῖς οἰκείαις Σνοῦνται νοήσεσιν· ὅταν δὲ τὰ ὑπερβεβηκότα ἢ τὰ ἰποβεβηκότα νοῶσι, τότε ἑνοῦνται τοῖς νοουμένοις. Τογὰρ νοοῦν τῇ γνώσει ἐνοῦται τῷ γνωσθέντι, ὡς καὶ ὁ ἀγνοῶν σκεδάννυται, οὐ καταλαβὼν ὃ μὴ ἐνόησε. Μετὰ δὲ ταύτας τὰς ἐνώσεις περ οὐκ ἂν ἐγένοντο, εἰμὴ εἰρήνευε καθὼς καθ´ ἑαυτὸν ὁ νοῶν, ἢ μὴν ὁ νοῶν πρὸς τὰ νοούμενα, ἐπὶ τὴν ἄγνωστον ἐκείνην καὶ θείαν ἀνάγεται συναφήν. Πάλιν ἐπὶ τῶν ἡμετέρων Κψυχῶν ἐνδέχεται εὑρεθῆναι ἀμερῆ καὶ ἄὖλον νόησιν, ταν τοὺς παντοδαποὺς λογισμοὺς πρὸς μίαν νοερὰν καθαρότητα συναγάγωσι· τότε γὰρ καὶ ἐπὶ τὴν ὑπὲρ $0=3 $8=489 $9=1 νόησιν ἕνωσιν, οἰκείως ἑαυταῖς, ὁδῷ τινι καὶ τάξει προβαίνουσι, διὰ ταύτην τὴν τῆς εἰρήνης δηλαδὴ φύσιν, ἡ μία συμπλοκὴ τῶν ἁπάντων στοιχείων καὶ ἀδιάλυτος ὑφίσταται, συναγομένη μὲν ἀσυγχύτως, ὄτι, εἰ καὶ συναλλήλοις μιγνύονται, ἀλλ´ ὅμως αἱ τούτων ποιότητες τὴν ἀκρότητα ἑαυτῶν οὐ παραπολλύουσι· συγχεομένη δὲ ἀδιαιρέτως, ὅτι ἐκ τῆς τῶν στοιχείων μίξεως μία τις ἀποτελεῖται φύσις. Αὕτη γάρ ἐστιν ἡ εἰρήνη ἡ τὰ ἄκρα τοῖς ἄκροις διὰ τῶν μέσων συνδέουσα. Ἄκρα δὲ λέγει τὰ τῶν στοιχείων ἔμμεσα, τὴν γῆν, τὸν ἀέρα, τὸ ὕδωρ, καὶ τὸν αἰθέρα, ἅπερ εἰσὶ καὶ κατὰ πάντα ἐναντία. Μέσα δὲ, γῆς μὲν καὶ ἀέρος τὸ ὕδωρ, γῇ μὲν κοινωνοῦν τῷ ψυχρῷ, ἀέρι δὲ τῷ ὑγρῷ· καὶ πάλιν τοῦ ὕδατος καὶ τοῦ αἰθέρος ἀὴρ, ὕδατι μὲν κοινωνῶν τῷ ὑγρῷ, αἰθέρι δὲ τῷ θερμῷ. Αὕτη καὶ ταῖς ἐσχάταις τοῦ παντὸς ἀποπερατώσεσιν, αἴτινές εἰσιν αἱ ἄψυχοι οὐσίαι, ἐν αἷς οὐδεμία κίνησις θρεπτικὴ ἡ αὐξητικὴ, ἢ τῶν ἄλλων τις θεωρεῖται, τὴν φιλίαν δωρεῖται, καὶ πάντα ἀδελφὰ ποιεῖ καὶ συγγενῆ, καθότι ἐκ τοῦ Θεοῦ πάντα, καὶ πρὸς Θεὸν ἐπιστρέφουσιν· οὖτω γὰρ ἐχρήσατο τῷ παλαιῷ ῥήματι καὶ ὁ Ἀπόστολος· Τοῦ γὸρ καὶ γένος ἐσμέν. Λέγει δὲ τὴν αἰτίαν καθ´ ἡν ὁμόγνια τὰ πάντα· καὶ τέως τὰ νοητὰ ταῖς ἑνότησι, κατ´ αὐτὸ δὴ τὸ ἑνιαῖον καὶ ἁπλοῦν αὐτῶν, καὶ κατὰ τὸ ταὐτὸ τῆς ἀθανασίας· τὰ αἰσθητὰ, ταῖς ἐκ τῶν διαφόρων στοιχείων ἑνώσεσιν, ἤτοι συγκρίμασι, καὶ ταῖς συναγωγαῖς τῶν τοιούτων μιγμάτων. Ἡ θεία γὰρ εἰρήνη, ἐν ἑνὶ καὶ τῷ αὐτῷ πάντα δεικνύουσα, πρόεισι μὲν ἐπὶ πάντα, καὶ μεταδίδωσιν ἑαυτῆς οἰκείως καὶ κατ´ ἀξίαν τοῖς πράγμασι· μένει δὲ, δι´ ὑπεροχὴν ἑνώσεως καὶ εἰρήνης, ὅλη πρὸς ὅλην ἐαυτὴν, καθ´ ὅλην ὑπερηνωμένη. Ἐπεὶ γὰρ ὑπερηνωμένη ἐστὶν, αὐτὴ ἑαυτῇ καθόλου ταὐτή ἔΙi. Ἐντεῦθεν ὡς ἀπό τινων ἀπορίαν παρενείρει, Πῶς, λεγόντων, ἐφίεται πάντα ἰρήνης, ἐπειδὴ τινά εἰσι τῇ διακρίσει καὶ τῇ ἔχθρᾳ χαίροντα; Καὶ νῦν μὲν σαφῶς λέγει, τίνα εἰσὶ τὰ τῇ ἑτερότητι χαίροντα, ἐν δὲ τῇ λύσει διευκρινήσει ταῦτα πλατύτερον. Τριχῶς γοῦν ποιεῖται τὴν τοῦ λόγου ἔφοδον, καὶ τὸν μὲν πρότερον λόγον δέχεται, τὸν δὲ δεύτερον, ὡς μὴ δυνάμενον εἶναι, ἀποβάλλεται, τὸν δέ γε τρίτον θεραπεύει. Εἰ γοῦν τὴν ἑκάστου ἰδιότητα, φησὶν ὁ λέγων, καθ´ ἡν τοῦτο μὲν πῶρ, τοῦτο ὲ ὕδωρ, καὶ τοῦτο ἕτερόν τι, ἄλλως τῆς φύσεως ἔχον, τὴν τοιαύτην ἐτερότητα κἀγὼ δέχομαι, ἡν οὐ λέγω διάκρισιν, ἀλλὰ μᾶλλον ἕνωσιν πρὸς ἑαυτὸ ἑκάστου καὶ σύστασινοὐδὲν γὰρ τῶν ὄντων ἐθέλει ἀπολλύειν ὅπερ ἐστί· πάντα γὰρ ἐθέλει εἰρηνεύειν πρὸς ἑαυτὰ, καὶ ἡ ἰδιότης φυλακὴ μᾶλλον τῆς φύσεως γίνεται $0=3 $8=490 $9=1 ΚΙ. Καὶ τί λέγω ταῦτα ἐπὶ τοῖς μὴ κινουμένοις, ἀλλ´ ἀστασιὰστοις καὶ ἡσυχάζουσιν, ὅπου γε καὶ ἐπ´ αὐτοῖς τοῖς κινουμένοις καθ´ ὁποιανοῦν κίνησιν, ὥσπερ ἐπὶ ἡλίου ἴδοι τις ἂν, ἢ ἐπὶ τῶν μερῶν τοῦ οὐρανοῦ, ἢ ἐπ´ ἄλλων εὐμεταβόλων, καὶ εἰς ἄλλο καὶ ἄλλο ῥεστόντων; ὡς καὶ τὸ τῆς ἀστραπῆς ἔχει, εὐθέως τὴν κάτω κίνησιν κινουμένης, καὶ πάλιν τὴν ἄνω· ἢ τὸ τῆς θαλάσσης, νῦν μὲν κυμαινούσης, νῦν δὲ ἡσυχαζούσης, ὅπου γε λοιπὸν καὶ αὐτὴ ἡ ἀλλεπάλληλος κίνησις οὐ καθίστησι τὴν διαφοράν καὶ τὴν ἑτερότητα, ἀλλὰ τὸ ταὐτὸν τῆς φύσεως ἀποδείκνυσιν, ὡς τοιαύτην τοῦ πράγματος ἔχοντος φύσιν κινουμένην καὶ μεταπίπτουσαν τῆς εἰρήνης, καὶ τότε αὐτῇ τὴν κινητικὴν ζωὴν ἀκίνητον φυλαττούσης, καθὼς ἔχει φύσεως. ἔ v. Εἰ δὲ τὸν δεύτερον λόγον λέγει, ἐτερότητα ἱσχυριζόμενος εἶναι κατὰ τελείαν τῆς εἰρήνης ἔκπτωσιν καθὼς οἱ Μανιχαῖοι ἔλεγον τὴν ὕλην αὐθύπαρκτον ἀστασίαν καὶ περιφορὰν καὶ ἀπειρίαν, καὶ ἀοριστίαν ἔχουσαν, ἴστω ὡς οὔτε ὄν ἐστι τοῦτο, ὕλη Κμένουσα καὶ καθ´ αὐτὴν ὑφισταμένη· οὔτε μὴν ἐν τοῖς οὖσιν εὐρίσκεται, ὡς εἶναι καὶ αὐτὴν μίαν τῶν εἰδοπεποιημένων κτισμάτων. Εἰ γοῦν οὔτε εἰδοπεποιημένον ἐστὶν ὡς τὰ ὄντα, οὔτε μὴν ἀνείδεον μένον ὄν ἐστι, καὶ καθ´ αὐτὸν ὑφιστάμενον, πῶς εἴποιμεν, ὅτι τὸ τοιοῦτον εἰρήνην οὐκ ἔχει· Εἰ δὲ τὸ Κτρίτον φησὶν, ὅτι τινές εἰσιν ἀπεχθανόμενοι τῷ ἀγαθῷ, καὶ ταῖς ἔρισι καὶ τοῖς θυμοῖς χαίροντες, φημὶ Ἐτι καὶ οὐτοι ἀμαυροῖς εἰδώλοις τῆς ἀγάπης κατέχονται· ὑπὸ γὰρ παθῶν ἑνοχλούμενοι, καὶ τὰ πάθη κατὰ ἄγνοιαν ὡς καλὰ θέλοντες ἱστᾷν, δοκοῦσιν εἰρήνηςόρέγεσθαι, ἐφιέμενοι ἀδεῶς ἀπολαύειν τῶν παθῶν, καὶ οἰόμενοι εἰρηνεύειν ἑαυτοὺς ἐὰν ἀποπληρωθῶσι τῶν ἀεὶ ἀποῤῥεόντων παθῶν, ἀεὶ ὑπὸ τούτων ἐκταραττόμενοι. Τί ἄν τις εἴποι περὶ τῆς κατὰ Χριστὸν εἰρήνης, καθ´ ἡν ἅπας ἐλύθη πόλεμος, καὶ μὴ μόνον οὔτε ἑαυτοῖς, οὕτε ἀλλήλοις, οὔτε ἀγγέλοις μαχησόμεθα, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀγγέλοις συνεργήσομεν, τὴν αὐτὴν αὐτοῖς περὶ τὸ Θεῖον σέβας λατρείαν καὶ προσκύνησιν τελοῦντες, δι´ ἧς εἰρήνης κατήλλαξεν ἡμᾶς ἑαυτῷ, τῷ Πατρί τε καὶ τῷ Πνεύματι, περὶ ὧν καὶ ἀλλαχόσε ἱκανῶς εἴρηται. ἔΝί. Ἐντεῦθεν εἰσβάλλει καὶ ἑρμηνεύει, πῶςνοεῖ τὸν Θεὸν αὐτοζωὴν εἶναι, καὶ τῆς αὐτοζωῆς ὑποστάτην, καὶ τὰ ὅμοια, ἐπειδὴ καὶ ἐν ἑπιστολαῖς τοῦτο συνἔθετο, καὶ ὁ ἅγιος Τιμόθεος ἠπόρησε περὶ τούτου. φησὶ τοίνυν, ὅτι οὐκ ἔστιν ἐναντίον εἰπεῖν τὸν Θεὸν καὶ αὐτοζωὴν, καὶ αὐτοζωῆς ὑποστάτην· λέγεται γὰρ ὁ Θεὸς καὶ ἐκ τῶν ὄντων, ὡς αἰτιατῶν αἴτιος, καὶ μάλιστα ἐκ τῶν πρώτως ὄντων. Πρώτως δὲ ὄντα οἶμαι αὐτὸν εἰρηκέναι τὰς ὑπερκοσμίους φύσεις, ὡς πρώτως καὶ ἀκραιφνῶς τῶν θείων δωρεῶν μετεχούσας, ζωῆς, ἀθανασίας, καὶ τῶν λοιπῶν. Ἐκ τῶν ὄντων τοίνυν λεγόμενος ὁ Θεὸς, ὡς αἴτιος ἐκ τῶν αἰτιατῶν λέγοιτο ἂν κατὰ τοῦτο, καὶ ὁ τῆς αὐτοζωης ὑποστάτης καὶ αἴτιος, αὐτοζωὴ ἐκ τοῦ αἰτιατοῦ. Τί δέ ἐστιν ἡ αὐτοζωὴ αὔτη, παρακατιὼν εἴποι. Ὅταν δὲ αὐτὸς λέγεται ὁ Θεὸς αὐτοζωὴ, ὑπὲρ πᾶσαν $0=3 $8=491 $9=1 φύσιν λέγεται, ἤγούν καὶ ὑπὶρ ἀγγλους καὶ πκααν νοερὰν οὐσίαν. Ἐξ ἑνὸς δὲ τῆς ζωῆς, καὶ περὶ τῶν ὁμοίων ὁμοίως ἡμᾶς δεῖ νοεῖν. Ὡς γοῦν ἐπ´ ἄλλον αἰτιατῶν εὑρίσκομεν τὸν Θεὸν καὶ ἀπὸ τούτων λεγάμενον, καὶ πάλιν ὑπὲρ ταῦτα ὄντα, πῦρ καὶ ὑπὸρ τὸ πῶρ, νοῦν καὶ ὑπὲρ τὸν νοῦν, πνεῦμα καὶ ὑπὲρ τὸ πνεῦμα· οὕτως καὶ αὐτοζωὴ ὡς ἐξ αἰτιατοῦ, καὶ ὑπὲρ αὐτήν. Ῥί δὲ, εἴποις, ἔστιν αὔτη ἡ αὐτοζωὴ, ἧς ὁ Θεὸς ὑποστάτης καὶ αἴτιος; ἆρααὐθύπαρκτόν τε πρᾶγμα καὶ καθ´ αὐτὸ θεωρούμενον; Οὐ τοῦτο λέγομεν· οὐδὲ γάρ ἐστί τις οὐσία, ἢ θεία ἢ ἀγγελεκὴ, τὸ αὖτοεῖναι αἰτία τοῦ εἰναι τὰ πάντι, ἢ ἡ αὐτοζωὴ τοῦ ζῇν τὰ ζῶνταμόνον γὰρ τοῦ εἶναι τὰ πάντα, καὶ τοῦ εἶναι, καὶ αὐτὸ τὸ ἐν τοῖς οὖσιν εἶναι, ἀρχὴ καὶ αἰτία ἐστὶν ἡ ὑπερούσιος οὐσία. Οὐκ ἕστι γοῦν εἰπεῖν ἀρχικὰς τῶν ὄντων καὶ θημιουργικὰς οὐσίας, καθώσπερ οἱ Ἔλληνες, πολλοὺς θεοὺς σχεδιάσαντες, οὖς οὔτε αὐτοὶ ζδεισαν, οὔτε οἱ πατέρες αὐτῶν. Ἀλλὰ ταῦτά φαμεν, ἀρχικῶς μὲν καὶ αἰτιατῶς αὐτὸν τὸν Θεὸν, αὐτοὸν, αὐτοζωὴν, αὐτοθεότητα· μεθεκτῶς δὲ πάλιν ταῦτα, φημὶ τὰς ἐκδιδομένας προνοητικὰς δυνάμεις. Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ ἀμέθεκτός ἐστι καὶ μεθεκτὸς, ἀμέθεκτος μὲν κατὰ τὴν οὐσίαντῆς γὰρ οὐσίας αὐτοῦ οὐδὲν τῶν ὄντων μετέχει, ὑπὲρ τὰ ὄντα γάρ ἐστι κατὰ τὴν ἰδίαν φύσιν· μεθεκτὸς δὲ κατὰ τὰς φιλοδώρους αὐτοῦ μεταδόσεις καὶ δωρεὰς, καθὸ πάντα τὰ ὄντα αὐτοῦ μετέχει, καὶ δι´ αὐτοῦ συνέστηκε. Τὸ γὰρ μὴ μετέχγον αὐτοῦ οὔτε ἑστὶν, οὔτε ἔσται, οὔτε ἦν· διὰ τοῦτο τὸ ἂν μετέχει τοῦ αὐτοόντος, οὐκ αὐτοῦ τοῦ αἰτίου τοῦ ὄντος Θεοῦ, αὐτῆς δηλαδὴ τῆς οὐσίας, ἀλλὰ τοῦ αὐτοόντος τῆς δωρεᾶς αὐτοῦ, καθ´ ἣν καὶ ἔστιν ὁ Θεὸς μεθεκτός. Μετέχει πάλιν τὸ ζῶν τῆς αὐτοςωῆς, οὓκ αὐτῆς τῆς θείας οὐσίας, ἀλλὰ τῆς ἐν αὐτῷ αὐτοζωἦς, τῆς θείας φημὶ δωρεᾶς, καθ´ ἣν καὶ μετέχεται ὁ Θεός. Ταῦτα ἔλεγεν ἔμπροσθεν καὶ εἶδηκαὶ παραδείγματα, καὶ προορισμοὺς, οὐ παριστάμενος τῷ Πλατωνικῷ δέγματι, μὴ γένοιτο· ἀλλ´ εὐσεβῶς ἐκλαμβάνων τὰ παρ´ ἐκείνου ταπεινῶς καὶ ἀναξίως Θεοῦ λεγόμενα. Τούτων ὑποστάτης λέγεται ὁ Θεὸς εἶναι, ὡς ἐν αὐτῷ ἔχων ταῦτα. Εἴτα καὶ ὅλα αὐτὰ ὑποστήσασθαι λέγεται, διὰ τῶν κατὰ πρόοδον ὑποστασῶν οὐσιῶν ὑπ´ αὐτοῦοὐσιωδῶς· ὅλα λέγων τὰ ἀλοτελῶς μετέχοντακαὶ οὐσίας καὶ ζωώσεως καὶ ἀγιασμοῦ, καὶ πτάντων, ὡς αἱ ἀγγελικαὶ δυνάμεις. Τρίτως τὰ μερικά· τινὰ γὰρ μετέγει μόνης ὀντώσεως, τινὰ καὶ ὀντώσεως καὶ ζωώσεως, τινὰ καὶ ὀντώσοως καὶ ζωώσεως καὶ σοφίας· αἱ γὰρ ἀνώταται δυνάμεις τῶν ἀπάντων μετέχουσι. Καὶ τί δεῖ λέγειν, ὅπου καὶ ὁ διδάσκαλος ἡμῶν ὁ ἱερὸς Ἰερόθεος ὑποστάτην εἶπε τὸν Θεὸν τῆς θεότητος, ὃν καὶ αὐτόκαλλος, καὶ ὅλον κάλλος φημὶ, καὶ μερικὸν κάλλος; οὐχ ὅτι τὸ αὐτό ἐστι καὶ ὅλον καὶ μερικὸν, ἀλλ´ ἀπὸ τῶν μετεχόντων ἀνίσως τῶν δωρεῶν ὀνομάζεται ὁ τῶν δωρεῶν αἴτιος· καὶ ὁ κατὰ τὴν θεότητα ἀμέθεκτος κατὰ τὰς ἀφθόνους χύσεις τῶν δωρεῶν μετέχεται, ἵν´ ἀκριβῶς ὑπερέξῃ ὁ πάντων αἴτιος ἁπάντων τῶν καθ´ ὁποιανοῦν οὐσίαν καὶ φύσιν συνισταμένων ἐν τῷ κατὰ τὰς δωρεὰς μετεχόμενον, κατὰ τὴν οὐσίαν μηδόλως μετέχεσθαι. $0=3 $8=492 $9=1 ΚΕΦΑΛΑΙΟΝ ΠΒʹ. κυρίων, Θσοῦ θρὼν. Ἀαε ερε οκειε ακὲἰρκο. λ´ ἐπειδὴ καὶ περὶ τούτων ὅσα εἰπεῖν ἔδει, τὸ σεροσῆκον ἀπεληφεν, ὡς οἶμαι, τλος· ὑμνητέον ἡμῖν τὸν ἀπειρώνυμον, καὶ ὡς Ἀγιον ἀγίων, καὶ Βασλέα τῶν βασιλευόντων, καὶ βασιλεύοντα τὸν αἰῶνα καὶ ἐπ´ αἰῶνα καὶ ἕτι, καὶ ὡς Κύριον τῶν μυρίων, καὶ Θεὸν τῶν θεῶν. Καὶ πρῶτόν γε ῥητέσν, τί μὲν αὐτοαγιότητα εἶναι οἰόμεθα, τί δὲ βασιλείαν, τί ἄὲ κυριότητα, τί δὲ θεότητα, καὶ τί βούλεται δηλοῦν τὰ λόγια τῷ διπλασιασμῷ τῶν ὀνομάτων. Αγότης μεν οὖν ἐστινς καθ´ ἡμας εἰπεῖν,, ἡ παντὸς ἄγους ἐλευθέρα, καὶ παντελὴς καὶ πάντη ἄχραντος καθαρότης. Βασιλεία δὲ ἡ παντὸς ὅρου, καὶ κόσμου, καὶ δεσμοῦ καὶ τάξεως διανέμησις. Κυριότης δὲ οὐχ ἡ ὃ τῶν χειρόνων ὑπερονὴ μόνον, ἀλλὰ καὶ πᾶσα τῶν καλῶν τε καὶ ἀγαθῶν ἡ παντελὴς παγκτησία, καὶ ἀληθὴς καὶ ἀμετάπτωτος βεβαιότης· δὸ καὶ κυριέτης παρὰ τὸ κύρος, καὶ τὸ κύριον, καὶ τὸ κυριεῦον. Θεότης δὲ ἡ πάντα θρωμένη πρόνοια, καὶ ἀγαθότητι παντελεῖ καὶ πάντα περιθέουσα καὶ συνέχουσα, καὶ ἐαυτῆς ἀποπληροῦσα, καὶ ὑπερέχουσα πάντα τὰ τῆς προνοίας αὐτῆς ἀιολαύοντα. αῦτα μὲν οὖν ἐπὶ τῆς πάντα ὑπερβαλλούσης αἰτίας ἂπολύτως ὑμνητέον, καὶ προσρητέον, αὐτὴν ὑπερέχουσαν ἀγιότητα, καὶ κυριότητα, καὶ βασιλείαν ὑπερκειμένην, καὶ ἀπλουστάτην θεότητα· καὶ γὰρ ἐξ αὐτῆς ἐν ἐνὶ καὶ ἀθρόως ἐκπέφυκε καὶ διανενάμηται πᾶσα ἀμιγὴς ἀκρίβεια πάσης εἰλικρινοῦς καθαρότητος, πᾶσα ἡ τῶν ὄντων διάταξίς τε καὶ διακόσμησις, ἀναρμοστίαν, καὶ ἀνισότητα, καὶ ἀσυμμετρίαν ἐξορίζουσα, καὶ εἰς τὴν εὔτακτον ταύτότητα $0=3 $8=493 $9=1 καὶ ὁρθότητα γαννυμένη, καὶ περιάγουσα τὰ μετέχειν αὐτῆς ἠξιωμένα· πᾶσα ἡ παντελὴς καὶ πάντων τῶν καλῶν παγκτησία, πᾶσα ἀγαθὴ πρόνοια, θεωρὸς καὶ συνοχικὴ τῶν προνοουμένων, ἑαυτὴν ἀγαθοπρεπῶς ἐπιδιδοῦσα πρὸς ἐκθέωσιν τῶν ὑπεστραμμένων. ππειδὴ δὲ ὑπερπλήρης πάντων ἑστὶν ὁ πάντων αἴτιος, κατὰ μίαν τὴν πάντων ὑπερέχουσαν ὑπερβολὴν, Ἄγιος ἀγίων ὑμνεῖται, καὶ τὰ λοιπὰ, καθ´ ψπερβλύζουσαν αἰτίαν, καὶ ἐξῃρημένην ὑπεροχὴν, ὡς ἄν τις φαίη. Καθ´ ὅσον ὑπερέχουσι τῶν οὐκ ὄντων τὰ ὄντα, ἅγια, ἢ θεῖα, ἢ κύρια, ἢ βασιλικὰ καὶ αὐτῶν μετεχόντων αἱ αὐτομετοχαί· κατὰ τοσοὖτον ὑπερίδρυται πάντων τῶν ὄντων ὁ ὑπὲρ πάντα τὰ ὄντα, καὶ πάντων τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος. Ἀγίους δὲ, καὶ βασιλεῖς καὶ κυρίους, καὶ θεοὺς καλεῖ τὰ λόγια τὰς ἐν ἑκάστοις ἀρχικωτέρας διακοσμήσεις, δι´ ὧν αἱ δεύτεραι, τῶν ἐκ Θεοῦ δωρεῶν μεταλαμβάνουσαι, τὴν τῆς ἐκείνων διαδόσεως ἀπλότητα περὶ τὰς ἑαυτῶν διαφορὰς πληθύουσιν· ὡν αἱ πρώτισται τὴν ποικιλίαν προνοητικῶς καὶ θεοειδῶς πρὸς τὴν ἑνότητα τὴν ἑαυτῶν συνάγουσι. $0=3 $8=494 $9=1 ἔ Ι Ἀλλ´ ἐπειδὴ καὶ περὶ τούτων ἰκανῶς, ὡς οἶμαι, λόλεκται, ὑμνητέον τὸν ἀπειροδύναμον, καὶ διὰ τοῦτο καὶ ἀπειρώνυμον, καὶ ὡς Ἄγιον ἀγίων, καὶ Βασιλέα τῶν βασιλευόντων, κατὰ τὸ ἐν τῇ πρώτῃ ᾠδῇ τοῦ Μωϋσέως ἀδόμενον, καὶ ὡς Κύριον τῶν κυρίων, καὶ Θεὸν τῶν θεῶν. Καὶ πρῶτον ῥητέον χωρὶς τοῦ διπλασιασμοῦ, τί ἐστιν αὐτῶν ἕκαστονκαὶ εἶθ´ οὕτως, τί βούλονται αἱ θεῖαι Γραφαὶ διπλασιάζουσαι τὰ ὀνόματα, ἤγουν Ἅγιος ἁγίων, καὶ Κύριος κυρίων, καὶ τὰ ὅμοια. ξ Ι. Ἀγιότης μὲν οὐν ἐστιν, ὡς κατὰ τὴν τῶν ἔξω ἐτυμολογίαν εἰπεῖν, ἐκ τοῦ αστερητικοῦ καὶ τοῦ ἄγος τὸ μίασμα, οἰονεὶ ἀαγιότης· καὶ κράσει τῶν δύο αα εἰς αμακρὸν δασυνόμενον, ἁγιότης, δηλονότι ἐστερημένη παντὸς ἄγους. Βασιλεία δέ ἐστιν ἡ διανέμησις πάσης τάξεως, καὶ παντὸς τύπου, καὶ πάσης καταστάσεως καὶ εὐθεσίας. Κυριότης δὲ, ἐπεὶ διχῶς κυριεύει τις, ἢ ἐν ᾧ οὐχ ἡττᾶται τῶν χειρόνων, ἢ ἐν ᾧ καὶ τῶν κρειττόνων ἐπιλαμβάνεται, τὸ δεύτερον τίθησιν ὁ ἅγιος, ὡς τοῦ προτέρου ταπεινοῦ παντάπασιν ὄντος ἐπὶ Θεοῦ· διὸ καὶ κυριότης παρὰ τὸ κῦρος ἡ ἐξουσία λέγεται. Θεότης δὲ ἢ ἀπὸ τοῦ θεᾶσθαι, καὶ ἐπιτηρεῖν, καὶ προνοεῖν· ἢ ἀπὸ τοῦ περιθέειν καὶ συνέχειν ἀπανταχόθεν τὰ πάντα, καὶ ἐντὸς αὐτῆς ἄπαντα τὰ τῆς προνοίας ἀπολαύοντα ἀποπληροῦσα· ἐν τῇ χειρὶ γὰρ αὐτοῦ τὰ πάντα, κατὰ τὰς ἱερὰς καὶ θείας Γραφάς. $0=3 $8=495 $9=1 Π Ταῦτα μὲν οὖν ἐπὶ Θεοῦ ἀπολύτως ὑμνητέον, δηλονότι οὐ κατά τι μὲν, κατά τι ὅὲ οὓ, ἢ ὡς πρός τι ἕτερον, ἀλλὰ κατὰ ἀπλῆν ἕννοιαν, τουτ έστι κυρίως. Ὡς γὰρ τὸ μέγας ἐπὶ Θεοῦ λέγεται ἀσχέτως, καὶ ἀσυγκρίτως, καὶ οὐ πρός τι ἕτερον, οὕτω καὶ ταῦτα δὴ τὰ ὁνόματα. Μὴ μόνον δὲ ἀπολύτως ῥητέον, ἀλλὰ καὶ μεθ´ ὑπεροχῆς, ὑπεραγιότης, καὶ ὑπερβασιλεία, καὶ ὑπὲρ τὸ κύριος, καὶ ὑπέρθεος· καὶ γὰρ ἐξ αὐτῆς δὴ τῆς ἀπλουστάτης θεότητος πᾶσα διανενέμηται τοῖς αἰτιατοῖς ἀμιγὴς καὶ ἄσχετος ἀκρίβεια καὶ τῆς ἀγιὸτητος καὶ τῆς βασιλείας· ταύτην γὰρ λέγει διάταξιν τῶν ὄντων, δηλονότι τῶν ἀπάντων, καὶ διακόσμησιν, ἤτις καὶ πᾶσαν ἀταξίαν ἐξορίζει, καὶ εἰς τὴν εὔτακτον ταὐτότητα περιάγουσα τὰ ταύτης ἠξιμωμένα, εἰκότως ἂν μία προσαγορεύεται· τοῦτο δέ ἐστινή ἐνότης, τὸ τῆς ταὺτότητος καὶ ἰσότητος λέγω. Τοῦτο τὸ αἴτιον τῆς συμπνοίας καὶ τῆς συμπαθείας καὶ τῆς σωτηρίας τῶν ὅλων, ὁ τῆς Ἀνότητος λόγος, ὁ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων. Γαννυμένη δὲ εἶπεν, ἤτοι χαίρουσα ἐπὶ τοῖς οἰκείοις ποιήμασι, κατὰ τὸ ἐν Ἑαλμοῖς εἰρημένον· Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Πάλιν ἐκ ταύτης τῆς ἁπλουστάτης θεότητος καὶ ἡ κυριότης, ἐστί· ταύτην γὰρ εἶπε πάντων τῶν καλῶν παγκτησίαν. Αὕτη ἡ ἀγαθὴ πρόνοια ἑαυτὴν ἀγαθοπρεπῶς ἐπιδίδωσι πρὸς ἐκθέωσιν τῶν πρὸς αὐτὴν ἐπεστραμμένων. ὁ Γv. Ἐπειδὴ δὲ ὑπερπλήρης πάντων ἑστὶ κατὰ μίαν ὑπερβολὴν ὑπερέχουσαν,ὐδὲ γὰρ πολλαί εἰσιν αἱ παρὰ τῷ Θεῷ ὑπερβολαὶ, ἀλλὰ μία καὶ ὑπερέχουσα λέγεται Ἄγιος ἀγίων, καὶ Βασιλεὺς βασιλέων. φησὶ γὰρ, καθόσον διαφέρει φύσις ἀκραιφνής καὶ αἰτία ποιότητος καὶ αἰτιατοῦ,τοῦτο γάρ ἐστι τὸ ὃν πρὸς τὸ μὴ κυρίως ὄν καὶ καθόσον τοῦ μετέχοντος αὐτὸ τὸ μετεχόμενον, κατὰ τοσοῦτον διαλλάττει ὁ Θεὸς ταῦτα λεγόμενος τῶν κατὰ μέθεξιν τοῦτο ἐσχηκότων· τὰ γὰρ πάντα ἐκ Θεοῦ ἐστι, μόνος δὲ ὁ Θεὸς ἐξ οὐδενός. φιλοθέως δὲ μυσταγωγεῖ καὶ τὰ παρά τισιν εἰς πολυθεὶαν ὑπονοούμενα, ἐκ τοῦ ἀκούειν πολλοὺς θεοὺς, κατὰ τό· Θεὸς θεῶν Κύριος ἐλάλησεν. Οἱ γὰρ ἐν ἀρετῇ προὔχοντες διδάσκαλοι τὴν ἀρετὴν ἐν τῇ ψυχῇ ἑνιαίως συνηθροισμένην ἔχουσι· διὰ δὲ τῆς διδασκαλίας, ἑτέροις τὰς ἀρετὰς μεταδιδόντες, πρὸς τὴν διαφορὰν τοῦ πλήθους τῶν διδασκομένων, πληθυνομένην ἔχουσι τὴν ἀρετήν. Τοῦτο θεωρητέον καὶ ἐπὶ τῶν ἀσωμάτων τάξεων· ἅπερ δὴ ταῦτα Πδιά εἰσι τοῦ Θεοῦ· καὶ ὥσπερ ἐκ κρατῆρος ὑπερβλύζοντος, τὰ μὲν πλησιάζοντα σκεύη πρῶτα πληροῦνται, εἶτα καὶ αὐτὰ ὑπερβλύζοντα διαχεῖται εἰς ἕτερα σκεύη, καὶ πρὸς τὸ πλῆθος τῶν δεχομένων καὶ τὴν διαφορὰν μερίςονται καὶ πληθύονται τὰ ἐκχεόμενα· οὖτω παχυτέρω λόγῳ τὴν ἀφθονίαν τῆς μεταδόσεως τῶν θείων δωρεῶν μεριζομένην εἰς ἅπαντας διὰ τῶν πρώτων διακόσμων νοητέον. Καὶ ὁ Ἀπόστολος γὰρ σκεῦος ἐκλογῆς ὡνομάσθη. Σημειιωκον $0=3 $8=496 $9=1 δὲ, ὅτι μετάδοσιν μὶν ἐπὶ Θεοῦ λέγει καὶ τῶν ἐκ Θεοῦ δωρεῶν· διάδοσιν δὲ ἐπὶ τῶν πρώτων πρὸς εὰ δεύτερα. Τῆς γοῦν τῶν προτέρων διαδόσεως τὴν ἁπλότητα τὰ δεύτερα πληθύουσιν· ὅσῳ γὰρ διάφορα τὰ μετέχοντα, τοσοῦτον καὶ αἰ δωρεαὶ πολυειὰεῖς διαφαίνονται. Αὐτὴν δὲ τὴν τῶν δευτέρων ποικιλίαν προνοητικῶς αἱ πρώτισται πρὸς τὴν ἑαυτῶν ἐνότητα συνάγουσι, καὶ ὅσον ἡ ἀναγωγὴ γίνεται, εἰς τὸ ἑνιαῖον πάλιν καταντήσει τῆς ἐκ Θεοῦ μεταδόσαως. Τοσαῦτα καὶ περὶ τούτων. Ἐπ´ αὐτὸ δὲ λοιπὸν, εἰ δοκεῖ τῷ λόγῳ, τὸ καρτερώτατον ωρῶμεν· καὶ γὰρ ἡ θεολογία τοῦ πάντων αἰτίου καὶ πάντα καὶ ἅμα πάντα κατηγορεῖ, καὶ ὡς ἐν ἀνυμνεῖ. Τέλειον μὲν οὖν ἐστιν οὐ μόνον ὡς αὔτοτελὲς, καὶ καθ´ ἑαυτὸ ὑφ´ ἑαυτοῦ μονοειδῶς ἀφοριζόμενον, καὶ ὅλον δι´ ὅλου τελειότατον, ἀλλὰ καὶ ὡς ὑπερτελὲς κατὰ τὸ πάντων ὑπερέχον· καὶ πᾶσαν μὲν ἀπειρίαν ὁρίζον, παντὸς ἄ πέρατος ὑπερηπλωμένον, καὶ ὑπὸ μηδενὸς χωρούμενον, ἢ καταλαμβανόμενον, ἀλλὰ καὶ διατεῖνον ἐπὶ πάντα ἅμα καὶ ὑπὲρ πάντα ταῖς ἀνεκλείπτοις ἀπιδόσεσι καὶ ἀτελευτήτοις ἐνεργείαις. Τέλειον δ´ αὖ λέγεται καὶ ὡς ἀναυξὲς καὶ ἀεὶ τέλειον, καὶ ὡς ἀμείωτον, ὡς πάντα ἐν ἐαυτῷ προέχον, καὶ ὑπερβλύζοαν κατὰ μίαν τὴν ἄπαυστον καὶ ταύτην καὶ ὑπερπλήρη καὶ ἀνελάττωτον χορηγίαν, καθ´ ἣν τὰ τέλεια πάντα τελεσιουργεῖ καὶ τῆς οἰκείας ἀποπληροῖ τελειότητος. Ἐν δὲ, ὅτι πάντα ἐνιαίως ἑστὶ κατὰ μιᾶς ἐνότητοςἐ ὑπεροχὴν, καὶ πάντων ἐστὶ τοῦ ἑνὸς ἀνεκφοιτήτως αἴτιον· οὐδὲν γάρ ἐστι τῶν ὄντων ἀμέτοχον τοῦ ἐνὸς, ἀλλ´ ὥσπερ ἅπας ἀριθμὸς μονάδος μετέχει, καὶ μία δυὰς, καὶ δεκὰς λέγεται, καὶ ἥμισυ ἓν, καὶ τρίτον καὶ δέχατον ἓν, οὕτω πάντα καὶ πάντων μόριον τοῦ ἐνὸς μετέχει, καὶ τῷ εἶναι τὸ ἓν, πάντα ἐστὶ τὰ ὄντα· καὶ οὐκ ἔστι τὸ πάντων αἴτιον ἑν τῶν πολλῶν ἓν, ἀλλὰ πρὸς παντὸς ἐνὸς ν καὶ πλήγάρ $0=3 $8=497 $9=1 ἐστι πλῆθος ἀμέτοχόν πη τοῦ ἐνὸς, ἀλλὰ τὸ μὲν πολλὰ τοῖς μέρεσιν ἂν τῷ ὅλῳ· καὶ τὸ πολλὰ τοῖς συμβεβηκόσιν ἓν τῷ ὑποκειμένω· καὶ τὸ πολλὰ τῷ ἀριθμῷ ἢ ταῖς δυνάμεσιν ἂν τῷ εἴδει· καὶ τὸ πολλὰ τοῖς εἴδεσιν ἐν τῷ γένει· καὶ τὸ πολλὰ ταῖς πρρδοις ἓν τῇ ἀρχῇ· καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ μετέχει πη τοῦ ἑνὸς τοῦ ἐν τῷ κατὰ πάντα ἐνικῷ, πάντα καὶ ὅλα πάντα, καὶ τὰ ἀντικείμενα καὶ ἐνιαίως προειληφότοςἵ. Καὶ ἄνευ μὲν τὸ ποῦ ἑνὸς οὔκ ἔσται πλῆθος, ἄνευ δὲ τοῦ πλήθους ἔσται τὸ ἕν, ὡς καὶ μονὰς πρὸ παντὸς ἀριθμοῦ πεπληθυσμένου· καὶ εἰ πᾶσι τὰ πάντα ἡνωμένα τις ὑπόθοιτο, τὰ πάντα ἕστα τῷ ὅλῳ ἔν. Ἄλλως τε καὶ τοῦτο ἱστέον, ὅτι κατὰ τὸ ἑνὸς ἑκάστου προεπινοούμενον εἶδος ἡνῶσθαι λέγεται τὰ ἡνωμένα, καὶ πάντων ἐστὶ τὸ ἓν στοιχειωτικόν· καὶ εἰ ἀνέλης τὸ ἓν, οὔτε ὁλότης, οὔτε μόριον, οὔτε ἄλλο αὐδὲν τῶν ὄντων ἔσται· πάντα γὰρ ἐν ἑαυτῷ τὸ ἓς ἐνοειδῶς προείληφέ τε καὶ περιεληφε. Ταύτῃ γοῦν ἡ θεολογία τὴν ὅλην θεαρχίαν, ὡς πάντων αἰτίαν, ὑμνεῖ τῇ τοῦ ἑνὸς ἐπωνυμίᾳ, καὶ εἶς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, καὶ ἓν καὶ τὸ σύτὸ Πνεῦμα, διὰ τὴν ὑπερβάλλουσαν τῆς ὅλης θεῖκῆς ἑνότητος, ἀμέρειαν, ἐν ᾗ πάντα ἐνικῶς συνῆκται, καὶ θπερήνωται, καὶ πρόσεστιν ὑπερουσίως. Διὸ καὶ πάντα ἐπ´ αὐτὴν ἐνδίκως ἀναπέμπεται καὶ ἀνατίθεται, ὑφ´ ἧς, καὶ ἐν ᾗ, καὶ εἰς ἣν πάντα ἐστὶ, καὶ συντέτακται, καὶ μένει, καὶ συνέχεται, καὶ ἀποπληροῦται καὶ ἐπιστρέφεται· καὶ οὐκ ἂν εὕροις τι τῶν ὄντων, ὃ μὴ τῷ ἑνὶ καθ´ ὃ πᾶσα ἡ θεότης ὑπερουσίως ὀνομάζεται, καὶ ἔστι τοῦθ´ ὅπερ ἐστὶ, καὶ τελετοῦται, καὶ διασώζεται. Καὶ χρὴ καὶ ἡμᾶς, ἀπὸ τῶν πολλῶν ἐπὶ τὸ ἂν τῇ δυνάμει τῆς θεῖκῆς ἐνότητος ἐπιστρεφομένους, ἐνιαίως ὑμνεῖν τὴν ὅλην καὶ μίαν Θεότητα, τὸ πάντων αἴτιον ἓν, τὸ πρὸ παντὸς ἑνὸς καὶ πλήθουςδν, καὶ μέρους καὶ ὅλου, καὶ ὅρου καὶ ἀοριστίας, καὶ πέρατος καὶ ἀπειρίας, τὸ πάντα τὰ ὄντα καὶ αὐτὸ τὸ εἶναι ὁοίζον, καὶ πάντων καὶ ἦλιων πάντων, καὶ ἅμα καὶ πρὸ πάντων, καὶ ὑπὲρ πάντα, καὶ ἑνικῶς αἴτιον, καὶ ὑπὲρ αὐτὸ τὸ ἓν ὃν, καὶ αὐτὸ τὸ ἂν ὃν ὁρίζον, ἐπείπερ τὸ ὃν ἓν, τὸ ἐν τοῖς οὖσιν, ἐνάριθμόν ἐστιν· ἀριθμὸς δὲ οὐσίας μετέχει. Τὸ δὲ ὑπερούσιον ἓν, καὶ τὸ ὃν ἔν, καὶ πάντα ἀριθμὸν ὁρίζει, καὶ αὐτό ἐστι, καὶ ἑνὸς, καὶ ἀριθμοῦ, καὶ παντὸς. ὄντος ἀρχὴ καὶ αἰτία, καὶ ἀριθμὸς καὶ τάξις. Διὸ καὶ μονὰς ὑμνουμένη, καὶ τριὰς ἡ ὑπὲῳ πάντα Θεότης, οὐκ ἱστιν οὐδὲ μονὰς, οὐδὲ τριὰς ἡ πρὸς ἡμῶν, ἢ ἄλλου τινὸς τῶν ὄντων διεγνωσμένη, $0=3 $8=498 $9=1 ἀλλὰ ἵνα καὶ τὸ ὑπερηνωμένον αὐτῆς καὶ τὸ θεογόνον ἀληθῶς ὑμνήσωμενδ, τῇ τριαδικῇ καὶ ἐνιαίᾳ θτωνυμίᾳ, τὴν ὑπερώνυμον ὀνομάζομεν, τοῖς οὖσι τὴν ὑπερούσιον. Θὸδεμία δὲ μονὰς, ἢ τριὰς, οὐδὲ ἀριθμὸς, οὔτε ἐνότης, ἢ γονιμότης, οὐδὲ ἄλλο τι τῶν Ἐντων ἥ τινι τῶν ὄντων συνεγνωσμένων, ἐξάγει τὴν ὑπὰρ πάντα καὶ λόγον καὶ νοῦν κρυφιότητα τῆς ὑπὲρ πάντα ὑπερουσίως ὑπερούσης ὑπερθεότητος οὐδὲ ὄνομα αὐτῆς ἐστιν, οὐδὲ λόγος, ἀλλ´ ν ἀβάτοις ἐξ[ρηται. Καὶ οὐδὲ αὐτὸ τὸ τῆς ἀγαθότητος, ὡς ἐφαρμόζοντες αὐτῇ, προσφέρομεν, ἀλλὰ πόθῳ τοῦ ἐννοεῖν· τι καὶ λέγειν περὶ τῆς ἀῤῥήτου φύσεως ἐκείνης, τὸ τῶν ὀνομάτων σεπτότατον αὐτῇ πρώτως ἀφιεροῦμεν· καὶ συμφωνήσοιμεν ἂν κἀν τούτῳ τοῖς θεολόγοις, τῆς δὲ τῶν πραγμάτων ἀληθείας ἀπελειφθησόμεθα. Διὸ καὶ αὐτοὶ τὴν διὰ τῶν ἀποφάστωων ἄνοδον προτοτιμήκασιν, ὡς ἐξιστῶσαν τὴν ψυχὴν τῶν ἑαυτῇ συμφύλων, καὶ διὰ πασῶν τῶν θείων νοήσεων δεύουσαν, ὧν ἐξήρηται τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ πάντα λόγον, καὶ γνῶσιν, ἐπ´ ἐσχάτων δὲ τῶν ὅλων αὐτῷ συνάπταυσαν, καθ´ ὅσον καὶ ἡμῖν ἐκείνῳ συνάπεεσθαι δυνατόν Ταύτας ἡμεῖς τὰς νοητὰς θεωνυμίας συνῃρηκότες, ὡς ἐφικτὸν ἀνεπτύξαμεν, οὐ μόνον αὐτῶν τῆς ἀκριβείας ἀπολειπόμενοι,τοῦτο γὰρ ἀληθῶς καὶ ἄγγελοι φαῖεν· οὐδὲ τῆς κατὰ ἀγγέλους αὐτῶν ὑμνῳδίας· καὶ τῶν ἐσχάτων γὰρ ἀποδέουσιν οἱ κράτιστοι τῶν παρ´ ἡμῖν θεολόγων· οὔτε μὴν αὐτῶν τῶν θεολόγων, οιδ ὲ τῶν αὐτῶν ἀσκητῶν, ἢ συνοπαδῶν, ἀλλὰ καὶ τῶν ἡμῖν ὁμοταγῶν, ἐσχάτως καὶ ὑφειμένως. Ὧοτε, εἰ μὲν ὀρθῶς ἔχοι τὰ εἰρημένα, καὶ ὡς καθ´ ἡμᾶς ὄντως ἐφηψάμεθα τῇ διανοίᾳ τῆς θεωνυμικῆς ἀναπτύξμως, ἐπὶ τὸν πάντων ἀγαθῶν αἴτιον τὸ πρᾶγμα ἀναθετέον· τὸν δωρούμενον πρῶτον αὐτὸ τὸ εἰπεῖν, ἔπειτα τὸ εὖ εἰπεῖν. Καὶ εἴ τι τῶν ὁμοδυνάμων παραλέλειπται, κἀκεῖνο ἡμᾶς κατὰ τὰς αὐτὰς μεθόδους προσυπακούειν δεήσει. Εἰ δὲ ταῦτα ἢ οὐκ ὁρθῶς ἢ ἁτελῶς ἔχει, καὶ τῆς ἀληθείας ἢ ὁλικῶς ἢ μερικῶς ἀποπεπλανήμεθα, τῆς σῆς ἂν εἴη φιλανθρωπίας ἐπανορὸώσασθαι τὸν ἀκουσίως ἀγνοοῦντα, καὶ μεταδοῦναι λόγου τῷ μαθεῖν δεομένῳ, καὶ ἐπαμῦναι τῷ μὴ αὐτάρκη δύναμιν ἔχοντι, καὶ ἰάσασθαι τὸν οὐκἽ ἐθέλοντα ἀῤῥωστεῖν· καὶ τὰ μὲν παρ´ ἑαυτοῦ, τὰ δὲ παρ´ ἑτέρων ἐξευρίσκοντα, πάντα δὲ ἐκ τὰγαθοῦ λαμβάνοντα, καὶ εἰς ἡμᾶς διαβιβάσαι. Μηδὲ ἀποκάμης $0=3 $8=499 $9=1 φλον ἄνδρα εὐεργετῶν· ὁρᾷς γὰρ, ὅνι καὶ ἡμεῖς οὐδένα τῶν παραδοθέντονν ἡμῖν ἱεραρχικῶν λόγων εἰς ἑαυτοὺς συνεστείλαμεν, ἀλλὰ ἀνοθεύτους αὐτοὺς καὶ ὑμῖν καὶ ἐτέροις ἰεροῖς ἀνδράσι μεταδεδώπαμέν τε καὶ μεταδώσομεν, ὡς ἂν ἡμεῖς τε εἰπεῖν ἱκανοὶ καὶ οἷς λέγεται ἀκούειν, κατ´ οὐδὲν τὴν παράδοσιν ἀδικοῦντες, εἰ μὴ ἄρα πρὸς τὴν νόησιν ἢ τὴν ἔκ φρασιν αὐτῶν ἀσθενήσομεν. Ἀλλὰ ταῦτα μὲν, ὅπη τῷ Θεῇ φἴλον, ταύτῃ ἐχέτω τε, καὶ λεγέσθω· καὶ στω δὴ τοῦτο ταῖς νοηταῖς θεωνυμίαις τὸ καθ´ ἡμᾶς πέρας· ἐπὶ δὲ τὴν συμβολυκὴν θεολογίαν, ἡγουμένου Θεοῦ, μεταβήσομαι. $0=3 $8=500 $9=1 Ι. Ἐπ´ αὐτὸ χωρεῖ τὸ ἰσχυρότατον κεφάλαιον, τὸ περὶ τελείου καὶ ἐνός. Πῶς δὲ ἰσχυῤότατον· ὅτι αἱ μὲν ἄλλαι θεωνυμίαι μία καὶ καθ´ αὐτὴν ἐλέγετο, τὸ δὲ τέλειον συνάγεται· ὅτι πάντα λέγεται ὁ αἴτιος, οὐἑενὸς ἀπολειπομένου τῶν αἰτιατῶν εἰς τὸ μὴ λέγεσθαι ἀκ τούτου. Ὅπου δὲ οὐδὲν ἐλλείπει, τέλειον πάντως ἑστί. Καὶ πάλιν ἅμα πάντα λέγεται, καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον· ἢ τὸ μὲν ἐπὶ πλέον, τὸ δὲ ἐπ´ ἕλαττον· ἢ τὸ μὲν χρονιωτέρως καὶ μονιμωτέρως, τὸ δὲ δι´ ὀλίγου καὶ ἐπιπολαίως· πάντα γὰρ ἐπίσης, ἀπολείπονται, κἂν ἄγγελον εἴποις, κἂν μύρμηκα, ὥσπερ δὴ ἐπίσης ἀπολείπονται πρὸς τὸ ἄπειρον καὶ τὰ χίλια καὶ τὰ δέκα. Ἥγουν οὐκ ἦν ἀπό τινος τῶν αἰτιατῶν ὁ αἴτιος λέγεσθαι· ἢ εἰ ἁπό τινος, καὶ ἀπὸ πάντων. Ὅθεν, εἰ ἅμα πάντα λέγονται ἐπὶ Θεοῦ, ἤδη ἐμφαίνεται καὶ τὸ ἕν· εἰ γὰρ μὴ ἦν ὑπερέχουσα ἐνότης ἐν τούτῳ, οὐκ ἂν ἑφήρμοζεν ἁπάντων ὄντων καὶ ἁμα. Ἐπεὶ γοῦν οὕτω ταῦτα τέλειον λέχγεται τὸ Θεῖον. οὐ μόνον ὡς μονοειδῶς διοριζόμενον ἐφ´ ἑαυτοῦ καὶ καθ´ ἑαυτὸ,τοῦτο γάρ ἐστιν ὄρος τελείου· τὸ ἀφ´ ἑαυτοῦ καὶ οὐκ ἔξωθεν, καὶ καθ´ αὐτὸ, καὶ οὐ κατὰ συμβεβηκὸς, μονοειδῶς, ἥγουν καθ´ ὃν ἄν τις ἐπιβάλοι τρόπον, ὁμοίως καὶ ταύτῶς ἀφορέεσθαι, ἀλλὰ καὶ $0=3 $8=501 $9=1 ὡς ὑπερτελὲς, κατὰ τὸν ἀποδοθέντα περὶ τῶν θείων ὀνομάτων τρόπον, ὅτι ἐκ τῶν αἰτιατῷν μὲν ὁ αἴτιος ὁνομάζεται, πλὴν καὶ ὑπὲρ ταῦτά ἐστι καὶ ὑπεροχικῶς λέγεται ὑπεράγαθος, ὑπερούσιος. Λοιπὸν ἀπὸ τοῦ τελείου τῶν αἰτιατῶν πραγμάτων ὑπερτελς τὸ θεῖσν λέγεται· αὐτὸ γὰρ ἑαυτοῦ καὶ ὅρος καὶ τόπος ἐστὶ, καὶ οὐδὲν ὑπερεκτείνεται τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰ ἄπειρα αὐτὸς περατοῖ· τοὺς γὰρ αἰῶνας ἀπείρους ὕνταςοὐ γὰρ ἔχουσι πέρας] αὐτὸς τῷ ἀπείρῳ μεγέθει ὑπερέχων τῷ ἑαυτοῦ ἀπειροπλασίῳ περιέχει καὶ πᾶσαν ἀοριστίαν ζωῆς, ὡς ἐήὶ τῶν νοητῶν· οὐ γὰρ ὥρισται τούτοις ὁ βίος ὡς ἐπὶ τῶν ἀνθρώπων, ἀλλ´ ἀθάνατοι ἐκτίσθησαν· ὁ Θεὸς τῷ ὑπερακωνίῳ ἐντὸς τῆς ἰδίας ἀδιέτητος ὁρίζεται. καὶ ἀμείωτον· οὔτε γὰρ πρόσθεσιν οὕτε μείωσιν ἐπιδέχεται, ὅπερ καὶ τὸ τέλειον ἔστ´ ἂν ἧ τέλειον ἔχει. Καὶ ἄλλως, ὅτι καὶ τὰ τέλεια πάντα τελεσιουργεῖ κατὰ μίαν τὴν ἄπαυστον καὶ ταύτὴν χορηγίαν. Τὸ γοῦν ἐνιαίως καὶ οὐ μεμερισμένως τελεσιουργοῦν καὶ μὴ ἐλαττούμενον τέλειον ἂν εἴη καὶ ὑπερτέλειον. Ἔν δὲ λέγεται, ὅτι καθ´ ἓν πάντα ἕνιαίως ἐστὶ τῷ αἰτίῳ, καὶ πάλιν ἁπάντων καθ´ ἓν ὑπερέχει· οὐδὲν γάρ ἐστε τῶν ὄντων ἀμέτοχον τοῦ ἑνὸς, ἀλλ´ ὥσπερ πᾶς ἀριθμὸς μονάδος μετέχει, καὶ μία δυὰς καὶ δεκὰς λέγεται· καὶ εἰ μορίου ἐπιμνησθῇς, ἤμισυ ἕν ἐρεῖς, καὶ τρίτον ἑν, καὶ δέκατον ἓν, καὶ ἐφεξῆς· οὕτωκαὶ πάντα, καὶ πᾶν μόριον πάντων, τοῦ ἐνὸς μετέχει· καὶ ἐν τῷ εἶναι τοῦτο τὸ ἓν πάντα ἐστὶν, ὥσπερ ἐν τῷ εἶναι τὴν μονάδα πάντες οἱ ἀριθμοὶ, καὶ οὐκ ἔστι τὸ ἅν τοῦτο τῶν πολλῶν ἕν. Ὁ μὲν γὰρ Θεὸς ἕν ἐστι, καθὸ ἁηλοῦς το, καὶ ἀμερὴς, καὶ τῆς κατ´ εἶδος διαφορᾶς ἄμοιρος, καὶ πάντων παθημάτων καὶ συμβεβηκότων ἀλλότριος. Τὸ δὲ ταύτὸν ἑν ἕτερον ἡ μεῖζον ἢ λαττον περιπέφευγεν· ὑπὲρ γὰρ ταῦτα ἐκεῖνο, καὶ ἔτι ὡς ἀρχὴ καὶ αὐτοῦ τοῦ ἐνὸς καὶ πλήθους ὁριστικόν· ἐν τῷ Θεῷ γὰρ οἱ πάντες εἰς, καὶ οἱ προόντες καὶ οἱ ἐσόμενοι· οὐ γάρ ἐστιν ἐκεῖ τὸ μὲν παρεληλυθὸς, τὸ δὲ μέλλον, οὗ τῇ μετοχῇ καὶ τὸ ἕν τοῦτο τὰ πολλὰ περιορίζει, πλὴν διαφόρως, καὶ οὐκ ἔστι καθ´ ὅντινα τρόπον οὐ περιληφθήσονται τὰ πολλὰ τῷ ἐνί. Τὸ γὰρ πολλὰ τοῖς μέρεσιν, ὑπάρχον δηλονότι, ἀν τῷ ὅλῳ, οἷον τὸ σῶμα· καὶ τὸ πολλὰ τοῖς συμβεβηκόσιν ἐν τῷ ὑποκειμένῳ, οἷον ὁ ἄνθρωπος· καὶ τὸ πολλὰ τῷ ἀριθμῷ, οἷον Πέτρος καὶ Παῦλος, ἓν τῷ εἴδει, ἄνρωπος γὰρ καὶ ἀμφότεροι. Ἀλλὰ καὶ τὸ πολλὰ ταῖς δυνάμεσιν, οἰον ἄνθραξ, φῶς, φλὸξ, ἓν τῷ εἴδει, πῦρ γὰρ πάντα· καὶ τὸ πολλὰ ταῖς προόδοις καὶ τοῖς βουλεύμασιν ἢ τοῖς ἔργοις ἓν τῷ αἰτίῳ εἶς γὰρ ἐξ οὗ αἱ βουλαὶ ἡ τὰ ἔργα, καὶ οὐδέν ἐστι τῶν ὄντων ὃ μὴ μετέχει πη τοῦ ἐνός. Ἔν λέγω τὸ ἐνιαῖον αὐτὸ, οὗτινος πάντα μετέχουσι, τὸ ἐν τῷ κατὰ πάντα καὶ ὁλοτελῶς ἑνικῷ προσυνειληφὸς πάντα καὶ ὅλα, πάντα καὶ τὰ ἀντικείμενα. Πῶς γοῦν προσυνείληφε τὰ πάντα τὸ ἑν, μετὰ ταῦτα λεχθήσεται, ὅτε προεπινοούμενον ἀποδείξει τὸ ἕν. Ἀλλὰ πάντα λέγονται, ὅταν ὡς εἴδη καὶ μέρη καὶ διαφοραὶ τοῦ ἐνὸς λαμβάνωνται· ὅλον δὲ, ὅταν τὰ μέρη συλλεγόμεναἓν ὁλόκληρον ἀποτελῶσιν, οἷον καὶ τὸν ἄν $0=3 $8=502 $9=1 θρωπον, καὶ τὰ τοῦ ἀνθρώπου σωματικὰμέρη, ἢ τὰ τῆς οὐσίας αὐτοῦ μέρη, οἰον τὸ λογικὸν, τὸ θνητόν. Πάλιν πάντα καὶ τὰ ἀντικαίμενα, ἤγουν ἕν ἕκαστον στοιχεῖον ἰδίφ. Καὶ πάλιν ἐν ταὐτῷ τὰ ἀντικείμενα, ὅταν ἔν τινι ὑποκειμένῳ θειωρῶνται. Πάντα γὰρ ἐκ τῶν ἐναντίων στοιχείων συνίστανται καὶ ἐνίζονται. Τὸ δὲ ὑποθοῖτο ν ἄλλοις μὲν τὸ καθ´ ὑπόθεσιν λαμβάνεται, καὶ ἐπὶ τῶν πραγματικῶς οὐκ ὄντων, ἀλλὰ λόγῳ τυπουμένων ἀνταῦθα μέντοι οὐχ οὕτω ληπτέον, ἀλλὰ τὸ κατ´ ἐπίνοιαν λόγῳ τοῦτο θετέον διὰ τὴν τοῦ ἐξ ἐνὸς Θεοῦ ἐκτίσθαι ταὐτότητα, καὶ τὸ ἔλον ἐν τοῖς μέρεσι θεωΚρεῖσθαι, καὶ ἐν τῷ ὅλῳ τὰ μέρη. ἔ ΠΙ. Ἄνω μὴν ἔλεγεν, ὅτι τὸ ἓν προσυλλαμβάνει τὰ πάντα, νῦν δὲ, κατασκευάζων τοῦτο, φησίν· Ἀν μὴ γὰρ προεπινοηθῇ τὸ ἑνιαῖον, δηλονότι τὸ τῶν ἀνθρώπων εἶδος, ἥγουν ἡ φόσις, οὐκ ἄν τις εἴποι, τοὺς ἀνθρώπους ἡνῶσθαι ἀλλήλοις κατ´ αὐτὸν τὸν τῆς φύσεως λόγον. νῶσθαι τοίνυν τὰ ἡνωμένα λέγομεν κατ´ εἴδος προεπινοούμενον ἐνὸς ἐκάστου. Καὶ πάλιν τὰ εἴδη καὶ τὰ πολλὰ, στοιχεῖόν τι καὶ ἀρχὴν τὸ ἓν ἐπιγράφονται εἰς γένος ἀναγόμενα, οὖ γένους εἴδη εἰσίν· οἶον ἵπποι, βόες, ἄνθρωποι, ᾠσπερ εἰς ἓν ἀνάγονται τὸ ζῶον. Τοῦτο δὲ λέγει, οὐχ ὅτι τὸ τῶν πρὸ τῶν πολῶν ἀποδέχεται, ὅπερ ὁ Πλάτων ἐπρέσβευε, τὴν ἰδέαν λέγω· ἀλλὰ τὸ ἐν τοῖς πολλοῖς, καὶ τὸ μετὰ τὰ πολλὰ μᾶλον δεχόμενος, ἐκ τούτων καὶ τὸ ἓν στοιχεῖον τῶν πολλῶν συνίστησιν· ἡ γὰρ ἡμετέρα ἐπίνοια, τοὺς πολλοός εἰς μίαν συνάγουσα φύσιν, ὅπερ πάντως γίνεται μετὰ τὰ πολλὰ τότε τὴν τοιαύτην μίαν φύσιν ὡς ἐνιαῖόν τι κατέχει, καὶ ταύτην συναγομένην οὕτω μετὰ τὰ πολλὰ τῶν πολλῶν προεπινοεῖ, ὡς τῶν πολλῶν συστατικὴν καὶ συνοχικήν. Εἰ τοίνυν ἀναιρεθείη τὸ ἕν, οὔτε ὅλον, οὔτε μόριον ἔσται, ἃ δὴ καὶ ἑνιαίως κατονομάζονται· τούτων δὲ ἀναιρεθέντων, οὐδὲν τῶν ὄντων ἔσται. Τὸ ἓν ἄρα πάντα ἑνοειδῶς, δηλονότι καθ´ ἕνα καὶ τὸν αὐτὸν λόγον· οὐδὲ γὰρ ἄλλως λέγεται τὸ ὅλον ἕν καὶ ἄλλως τὸ μέρος, καὶ ἄλλως τοῦτο καὶ ἄλλως ἐκεῖνο προείληφεν, ἀλλ´ ἵνα μὴ τις ὑποπτεύσῃ ἐντεῦθεν τὴν πρὸ τῶν πολλῶν ἰδέαν, φησὶ, καὶ προείληφεν, ὡσανεὶ ὅτι αὐτοῖς τοῖς πολλοῖς, καὶ οὐ καθ´ αὐτὸ θεωρεῖται τὸ ἕν. Ἐπεὶ τοίνυν τὸ ἂν τὰ πάντα περιλαμβάνει, πάντων δὲ ποιητὴς ὁ Θεός ἑστι, καὶ ἑκ πάντων ὀνομάζεται ὡς αἴτιος ἐκ τῶν αἰτιατῶν, εἰκότως καὶ τῇ τοῦ ἑνὸς ἐπωνυμίᾳ ὑμνεῖται, ὃ δὴ καὶ ἐκ τοῦ ἀποστολικοῦ ῥητοῦ παρίστησι, πάντως διὰ τὴν ἀμέρειαν τῆς ἐνότητος, ὅτι καὶ τὸ ἓν ἀμερές, καὶ πάντα ἐν τῷ Θεῷ περιέχονται κατὰ τὴν τοῦ ἑνὸς εἰκόνα· ὅτι πάντα καὶ ἐν αὐτῷ περιέχονται, πλὴν ἐνταῦθα μὲν ὡς ἐν στοιχείῳ καὶ φύσει, ἐπὶ δὲ Θεοῦ ὡς, ἐν αἰτίῳ ποιητικῷ καὶ ὑπεροχικῶς. Τῷ δὲ ὑφ´ ἦς καὶ ἐξ ἧς τὸ ἔστι καὶ τὸ συντέτακται ἀρμοστέον· καὶ τῷ δι´ ἦς καὶ ἐν ἧ τὸ μένει καὶ συνέχεταικαὶ τῷ εἰς ἣν τὸ ἀποπληροῦται καὶ ἐπιστρέφεται ἀποδοτέον, εἰ καὶ ὁ πατὴρ ὑφ´ ἓν τὰ ῥήματα ἔταξε. Καὶ οὐκ ἂν εὕροις τι τῶν ὄντων, ὃ μὴ ἐν τῷ ἑνὶ, καὶ $0=3 $8=503 $9=1 ἔστι τοῦτο ὅπερ ἐστὶν,οτω γὰρ συντακτέον καθ´ ὑπερβατόν καὶ τελειοῦται, καὶ διασώζεται, καθ´ ὃ Ἐν καὶ ἡ θεότης ὑπερουσίως, ὡς καὶ ἐν τοῖς ἄλλοις ὁνομάζεται. Οὐκ ἀπολύτως δὴ παντὶ ἐνὶ, καθ´ ἂ Θεὸς εἷς καὶ ἓν ὀνομάζεται· τούτῳ γὰρ μόνῳ τῷ ἑνὲ τὰ ὄντα ἐστὶ, καὶ χρὴ καὶ ἡμᾶς διὰ τοῦτο ἀπὸ τῶν πολλῶν καὶ ἐσκεδασμένων γνώσεων ἐπὶ τὸ πάντων αἴτον ἕν ἐπιστρέφεσθαι. ὅπερ ἐστὶ καὶ πρὸ παντὸς ἑνὸς, δηλονότι πρὸ πάσης φύσεως, καὶ πρὸ παντὸς πλήθους, δηλονότι παντὸς τοῦ καθ´ ἕκαστον· τοῦτο γὰρ τὸ Τν οὔτε μικρὸν οὔτε μέτριον καλεῖται. Εἰ δὲ δεῖ καὶ ταλμῆσαι, οὔτε καλὸν οὔτε ἀγαθόν· ταῦτα γὰρ πάθη πως οἷόν εἰσι καὶ σχέσεις, καὶ συμβεβηκότα, αὐτὸ δὲ τὸ ν καὶ ὑπὲρ ταῦτα νοεῖται· τὰ δὲ πάθη, ὡς τὸ μικρὸν καὶ τὸ μέτριον, καὶ σὺν ἄλλοις νοοῦνται. Τὸ οὖν ἁπλοῦν καὶ ἀπαθὲς ἕν οὔτε ὡς γένος θετέον τῶν ὄντων, τὰ γὰρ γένη διαιροῦνται εἰς τὰ εἶδη οὔτε στιγμὴν, οὔτε μονάδα κυρίως, σκέσιν γὰρ ἔχει ταῦτα Κπρὸς τὰ ἐφεξῆς· τὸ δέ ἐστιν ἀπλούστατον. Ἀλλ´ οὗτε ὃν θετέον αὐτὸ τὸ ἕν, ἀλλ´ ἀρχὴν ὄντων· καὶ τὸ ὃν γὰρ οὐσία ἐστὶν, ἀπὸ τοῦ εἴναι· ὁ δὲ Θεὸς ὑπερούσιος, καὶ ὑπὲρ τὸ ὃν, διὰ τοῦτο καὶ ὑπὲρ πάντα ὅρον, καὶ ὑπὰρ πᾶσαν, ἀοριστίαν ἐστὶ, καὶ αὐτὸ τὸ εἶναι ὁρίζει, καὶ αἴτιόν ἐστιν ἐνικῶς, δηλονότι ἐξαιρέτις καὶ ἀμιμήτως, καὶ πάντων τῶν ὄντων, καὶ ὅλων πάντων, δηλανότι ὁλοκλήρων· καὶ ἅμα καὶ πρὸ πάντων, καὶ ὑπὲρ πάντα ὡς αἴτιον. Μὴ γοῦν δόξῃ τισὶν ἐναντίον τὸ ἄμα πρὸς τὰ παρὰ τῆς θείας Γραφῆς εἰρημένα, ὅτι ἐν μιᾷ ἑκάστῃ ἡμέρᾳ τόδε τι ἐδημιούργησε καὶ ὑπέστησεν. Ἄμα εἶπε, κατὰ τὴν τοῦ ποιητοῦ δύναμιν· ἠδύνατο γὰρ καὶ ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ τὰ πάντα συστήσασθαι, καθὼς καὶ ὁ μέγας διαλαμῦάνει περὶ τούτου Χρυσόστομος. Καὶ ὑπὲρ αὐτὸ τὸ ἓν ὁ Θεὸς, ὡς καὶ πάντα ὑπερέχων, καὶ πᾶν τὸ ὃν ἕν ὁρίζει· τὸ γὰρ δν ἓν ἀριθμοῦ δήλωσιν ἔχει ἐπί τινος ὄντος ταττόμενον. Ἐπὶ τῶν ὄντων τοίνυν, τούτέστι τῶν κτισμάτων, τὸ ἕν τιθέμενον, κατὰ ἀριθμοῦ ἔννοιαν τίθεται· καὶ διὰ τοῦτο τὸ ὃν ἓν ἐνάριθμον λέγει, δηλονότι τὸ ἓν καὶ ὑποπῖπτον τῷ ἀριθμῷ ἕν ἐστιν ἀντιδιαστελλόμενον πρὸς τὰ δύο ἢ τὰ τρία. Ὁ δὲ τοιοῦτος ἀριθμὸς πάντως οὐσίας μετέχει τινός· τὸ δὲ ὑπερούσιον ἓν καθ´ αὐτὸ καὶ ἀπλούστατόν ἐστι. Θαυμασίως οὖν τὰ περὶ ἀριθμῶν φυσιολογήσας, ἐπάγει, ὅτι, κἂν καὶ μονὰς κἂν τριὰς ὑμνοῖτο ἡ ὑπὶρ πάντα θεότης, οὕτε μονὰς ἅτε μονὰς, οὔτε τριὰς ἅτε τριάς ἐστιν, ἢ παρ´ ἡμῶν δι´ ἀριθμῶν γνωριζομένη ἢ παρ´ ἑτέρου, ἀλλ´ ὑπὲρ πάντα νοῦν καὶ ἔστι καὶ ὀνομάζεται ὁ Θεός· διὰ γὰρ τοῦ εἰπεῖν ὅπερ οὐκ ἑστι, νοοῦμεν ὅ τι ἐστὶν ὁ Θοάς. Μὴ τοίνυν ἀπλῶς τὸ, Οὐκ ἔστι μονὰς ἢ τριὰς, ἐξακούσῃς, ἀλλὰ πρὸς τῇ διεγνωσμένῃ σύνταξον τὸ οὐκ ἔστιν· οὐ γὰρ ἀνελεῖν τὰ τῆς τοιαύτης ὁμολογίας, ἀλλὰ τὸ ἀνεξιχνίαστον ὁ λόγος βούλεται διδάξαι. Τὸ γοῦν ὑπερηνωμένον φησὶ δηλοῦσθαι ἐκ τῆς ὀνομασίας τῆς μονάδος, τὸ δὲ θεόγονον ἐκ τῆς ὀνομασίας τῆς τριάδος· ἵνα γὰρ παραστῇ τῶν ἀνεκλαλήτων ὑποστάσεων ἡ προσκυνητὴ ἔκφανσις, ὁ ἀριθμὸς ἐπανοήθη, καθὰ καὶ Βασίλειος καὶ Γρηγόριος οἱ θεῖοι λέγουσι. Τόνιμον δὲ τὸν Πατέρα ὡνόμασεν, ἅτε προσκυνητοῦ $0=3 $8=504 $9=1 ματος πηγὴν καὶ ἀρχὴν καὶ αἰτίαν. Γονιμότης δὲ ἡ ἐνότης, ἢἕτερόν τι ὄνομα τῶν συνεγνωσμένων ἢ ἀνθρώποις, ἢ καὶ αὐταῖς ταῖς νοηταῖς δυνάμεσιν, οὐκ ἂν παραστήσειε τρανῶς τὰ ὥ, εἰσιν ἐκ πάντων ἀποκεκρυμμένα τοῦ Θεοῦ. Πῶς γὰρ δυνατὸν ὀνομάσαι ἀπό τινος τῶν ὄντων τὸν Θεὸν, μηδὲν τῶν πάντων ὄντα, καὶ ψπὲρ τὰ πάντα ὄντα; Καὶ τί λέγω περὶ τῶν ἄλλων ὀνομάτων, ὅπου καὶ αὐτὸ τὸ σεπτότατον ὄνομα ἡ ἀγαθότης οὐκ οἰκεῖον κυρίως Θεῷ; οἱ γὰρ θερλόγοι διὰ τὸ ὄλως νοεῖν τι καὶ λέγειν περὶ Θεοῦ, τῷ περὶ αὐτὸν πόθῳ κατεχόμενοι, τὸ τῆς ἀγαθότητος ὄνομα ἐπέθαλον τῷ Θεῷ, ἀλλὰ κυρίως καὶ ὑπεράγαθός ἐστι καὶ ὑπερούσιος ὁ Θεός. Αἱ δὲ ἀποφάσεις, ἤτοι ἀρνήσεις καὶ στερήσεις, ἐπὶ Θεοῦ οὐχ ἀπλῶς εἴρηνται τοῖς θεολόγοις· οὐ γὰρ ὡς λέγονται νοοῦνται, ἀλλ´ ὑπεραναβεβηκότως θεωροῦνται. Τὸ γὰρ ἀθάνατος, καὶ ἀόρατος, καὶ ἀνενδεὴς, καὶ τὰ τοιαῦτα, οὐκ ἄν τις, σοφίας μετέχων, δημωδέστερον ἀπολάβοι, ἀλλὰ τῶν δηλουμένων ἐξιστάμενος, ἐπὶ τὰς σεσιγημένας καὶ θειοτέρας ἐννοίας ἀνανεύσειε· διὸ καὶ νοητὰς θεωνυμίας ἐφεξῆς καλῶς αὐτὰς προσαγορεύει. Ἐξισταμένη γὰρ ἡ ψυχὴ τῶν σωματικῶν ἁπασῶν αἰσθήσεων καὶ κοσμικῶν,ταύτας γὰρ συμφύλους φησίν· οὕτω συνἁπτεται τῷ ἀκραιφνεῖ τῆς γνώσεως τοῦ Θεοῦ, καθ´ ὅσον δυνατόν ἐστιν ἀνθρωπίνῃ φύσει, ὡς καὶ ὁ Ἀπάστολος αἰνίττεται, λέγων· Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεβα· καὶ πάλιν Νῦν ὡς ἐν αινίγματι καὶ ἐν ἐσόπτρῳ ὀρῶμεν, τότε δὲ πρόσωπον πρὸς πρόσωπον ὀψόμεθα ξ Ιv. Ταύτας ἡμεῖς τὰς νοητὰς θεωνυμίας, ὡς ἐφικτὸν, ἀνεπτύξαμεν, δηλονότιοὐχ ὑψηλοτέρως, ἀλλὰ κατὰ τὸ γράμμα ἀποδεδώκαμεν ταπεινοτέρως, μὴ μόνον τῶν ἁγγέλων, ὁ γὰρ τούτων κατώτατος μείζων πάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ θεολόγων ἑστί· μὴ μόνον τῶν θεολόγων, ὧν τε συνοπαδῶν λέγει, οἰονεὶ μαθητῶν, καὶ ὧν ἀσκητῶν, δηλονότι τῶν τὰς ἐλλάμψεις τὰς θείας κτησαμένων δι´ ἀσκήσεως, καὶ οὐ δι´ ὁράσεως, κατὰ τοὺς ἀποστόλους· μὴ μόνον γοῦν ἐσχάτως καὶ ταπεινοτέρως τούτων εἴπομεν, ἀλλὰ καὶ αὐτῶν τῶν ὁμοταγῶν ἡμῖν. Ταῦτα δὲ καὶ τὰ ἐξῆς μετριάζων ἀγιοπρεπῶς ὁ πατήρ φησιν. Ὥστε, εἰ μέν τενος κατεστοχασάμεθα, χάρις τῷ αἰτίῳ τῶν πάντων ἀγαθῶν Θεῷ, τῷ δωρουμένῳ καὶ τὸ λέγειν καὶ τὸ εὖ λέγειν. Εἰ γοῦν κατωρθώσαμέν τι, καὶ ἔτι διδάσκομεν, ὅτι, κἂν ἕτεραι ὁμοδύναμοι θεωνυμίαι ἐν τῇ Γραφῇ εὐρεθῶσι, χρὴ καὶ ταύτας κατὰ τὰς αὐτὰς ἑκφαντορικὰς μεθόδους προσυπακούειν. Εἰ δὲ οὐκ ὀρθῶς ἔχει, καὶ διὰ τοῦτο τῆς ἀληθείας ὁλικῶς ἀπεπλανήθημεν, ἢ ἁτελῶς, καὶ διὰ τοῦτο μερικῶς ἡμάρτομεν, εἴη ἂν τῆς σῆς φιλανθρωπίας, θεῖε Τιμόθεε, ἐπανορθωσασθαι τὸν ἀκουσίως ἀγνοοῦντα καὶ μαθεῖν δεόμενον, καὶ $0=3 $8=505 $9=1 βοηθῆσαι τῷ ἀσθενεῖ ἐμοί, καὶ ἰάσασθαι τὸν οὐκ ἐθέλοντα ἀῤῥωστεῖν. Καὶ πάλιν τῆς σῆς φιλανθρωπίας εἴη, τὸ τὰ μὲν παρ´ ἑαυτοῦ ἔχοντα, τὰ δὲ παρ´ ἐτέρων μανθάνοντα, πάντα δὲ πάντως ἐκ τοῦ Θεοῦ λαμβάνοντα, καὶ εἰς ἡμᾶς διαβιβάσαι. Μὴ γοῦν ἀποκάμης ἐκ μέρους καὶ αὐτὸς εὐεργετῶν ἡμᾶς, ἐπεὶ καὶ ἡμεῖς, εἴ τι ἂν εἰς γνῶσιν εἴχομεν, οὐκ ἔσχομεν παρ´ ἑαυτοῖς, ἀλλὰ καὶ μεταδεδώκαμεν, καὶ μεταδώσομεν, καθὼς ἔχομεν καὶ ἡμεῖς δυνάμεως λέγειν, καὶ οἱ ἀκούοντες ἀκούειν. Τοῦτο γὰρ φιλανθρωπίας ἵδιον κατ´ οὐδὲν τὴν τῶν ἁγίων ἀδικοῦντες παράδοσιν, εἰ μὴ ἄρα οὐ δυνησόμεθα, ἀλλ´ ἢ κατὰ νοῦν ἁσθενεῖς φανῶμεν, ἢ κατὰ λόγον. Ἀλλὰ τὰ μετὰ ταῦτα, ὡς τῷ Θεῷ φίλον, οὕτως ἐχέτω, καὶ οὕτω λεγέσθω τὰ ἐπαγγελλόμενα λέγεσθαι παρ´ ἡμῶν. Νῦν δὲ ἔστω πέρας τῇ τοιαύτη πραγματείᾳ, καὶ ἐφ´ ἐτέραν μεταβησόμεθα. Σημείωσαι δὲ, ὅτι Συμβολκὴν θεολογίαν λέγει, τέως μὴ φερομένην. Εἰ δὲ βούλει τὴν διαφορὰν εἰδέναι τῆς θεολογικῆς ὑποτυπώσεως, καὶ τῆς συμβολικῆς θεολογίας, ἀνάγνωθι τὸ τρίτον κεφάλαιον τοῦ περὶ ἄνστετῆς δεολογίας λόγου, περὶ οὖ καὶ ἡμεῖς, Θεοῦ διδόντος, κατὰ καιρὸν λέξομεν. $0=3 $8=506 $9=1 Τριὰς ὑπερούσιε, καὶ ὑπέρθεε, καὶ ὑπεράγαθε, τῆς Χριστιανῶν ἔφορε θεοσοφίας, υνον ἡμᾶς ἐπὶ τὴν τῶν μυστικῶν λογίων ὑπεράγνωστον, καὶ ὑπερφαῆ καὶ ἀκροτάτην κορυφὴν, ἔνθα τὰ ἀπλᾶ, καὶ ἀπόλυτα, καὶ ἄτρεπτα τῆς θεολογίας μυστήρια, κατὰ τὸν ὑπέρφωτον ἐγκεκάλυπται τῆς κρυφιομύστου σιγῆς γνό2ον, ἐν τῷ σκοτεινοτάτῳ τὸ ὑπερφανέστατον ὑπερλάμποντα, καὶ ἐν τῷ πάμπαν ἀναφεῖ καὶ ἀοράτῳ τῶν ὑπερκάλων ἀγλαῖῶν ὑπερπληροῦντα τοὺς ἀνομμάτους νόας. Ἐμοὶ μὲν οὖν ταῦτα ηὔχθω· σὺ δὲ Ἑ, π φλε Τιμόθεε, τῇ περὶ τὰ μυστικὰ θεάματα συντόνῳ διατριβῇ καὶ τὰς αἰσθήσεις ἀπόλειπε, καὶ τὰς νοερὰς ἐνεργείας, καὶ πάντα αἰσθητὰ καὶ νοητὰ, καὶ πάντα οὐκ ὄντα καὶ ὄντα, καὶ πρὸς τὴν ἕνωσιν, ὡς ἐφικτὸν, ἀγνώστως ἀνατάθητι τοῦ ὑπὲρ πᾶσαν οὐσίαν καὶ γνῶσιν· τῇ γὰρ ἑαυτοῦ καὶ πάντων ἀσχέτῳ $0=3 $8=507 $9=1 καὶ ἀπολύτῳ καθαρῶς ἐκστάσει πρὸς τὴν ὑπερούσιοσν τοῦ θείου σκότους ἀκτῖνα, πάντα ἀφελὼν καὶ ἐκ πάντων ἀπολυθεὶς, ἀναχθήσῃ. Τούτων δὲ ὅρα, ὅπως μηδεὶς τῶν ἀμυήτων ἐπακούσῃ· τούτους δέ φημι τοὺς ἐν τοῖς οὖσιν ἐνισχημένους, καὶ οὐδὲν ὑπὲρ τὰ ὄντα ὑπερουσίως εἶναι φανταζομένους, ἀλλ´ οἰομένους εἰδέναι τῇ καθ´ αὐτοὺς γνώσει τὸν θέμενον σκότος ἀποκρυφὴν αὐτοῦ. Εἰ δὲ ὑπὲρ τούτους εἰσὶν αἱ θεῖαι μυσταγωγίαι, τί ἄν τις φαίη περὶ τῶν μᾶλλον ἀμύστων, ὅσοι τὴν πάντων ὑπερκειμένην αἰτίαν καὶ ἐκ τῶν ἐν τοῖς οὖσιν ἐσχάτων χαρακτηρίζουσιν, καὶ οὐδὲν αὐτὴν ὑπερέχειν φασὶ τῶν πλαττομένων αὐτοῖς ἀθέων καὶ πολυειδῶν μορφοωμάτων, δέον ἐπ´ σὸτῇ καὶ κάσας τὸς τῶν ὄντων τιθέναὶ καὶ καταφάσκειν θξσεις, ἀς πάντων αἰτίᾳ, καὶ πάσας αὐτὰς κυριώτερον ἀποφάσκειν, ὡς ὑπὲρ πάντα ὑπερούσῃ, καὶ μὴ οἴεσθαι τὰς ἀποφάσεις ἀντικειμένας εἶναι ταῖς καταφάσεσιν, ἀλλὰ πολὺ πρότερον αὐτὴν ὑπὶρ τὰς στερήσεις εἶναι τὴν ὑπὲρ πᾶσαν καὶ ἁφαίρεσιν καὶ θέσιν; Οὕτω γοῦν ὁ θεῖος Βαρθολομαῖός φησι, καὶ πολλὴν τὴν θεολογίαν εἶναι καὶ ἐλαχίστην· καὶ τὸ Εὐαγγέλιον πλατὺ καὶ μέγα, καὶ αὖθις συντετμημένον. Ἐμοὶ δοκεῖ ἐκεῖνο ὑπερφυῶς ἐννοήσας, ὅτι καὶ πολύλογός ἐστιν ἡ ἀγαθὴ πάντων αἰτία, καὶ βραχύλεκτος ἄμα καὶ ἄλογος, ὡς οὔτε λόγον οὔτε νόησιν ἔχουσα, διὰ τὸ πάντων αὐτὴν ὑπερουσίως ὑπερκειμένην εἶναι, καὶ μόνοις ἀπερικαλύπτως, καὶ ἀληθῶς ἐκφαινομένην τοῖς καὶ τὰ ἐναγῆ πάντα καὶ τὰ καθαρὰ διαβαίνουσι, καὶ πᾶσαν πασῶν ἁγίων ἀκροτήτων ἀνάβασιν ὑπερβαίνουσι, καὶ πάντα θεῖα φῶτα, καὶ ἤχους, καὶ λόγους οὐρανίους ἀπολιμπάνουσι, καὶ εἰς τὸν γνόφον εἰσδυομένοις, οὗ ὄντως ἐστὶν, ὡς τὰ λόγιά Ψησιν, ὁ πάντων ἐπέκεινα. Καὶ γὰρ οὐχ ἀπλῶς ὁ θεῖος Μωϋσῆς ἀποκαθαρθῆναι πρῶτον αὐτὸς κελεύεται, καὶ αὖθις τῶν μὴ τοιούτων ἀφορισθῆναι, καὶ μετὰ πᾶσαν ἀποκάθαρσιν ἀκούει τῶν πολυφώνων σαλπίγγων, ὁρᾷ φῶτα πολλὰ, καθαρὰς ἀπαστράπτοντα καὶ πολυχύτους ἀκτῖνας· εἰτα τῶν πολλῶν ἀφώρεσται, καὶ κατὰ τῶν ἐκκρίτων ερέων ἐπὶ τὴν ἀκρότητα τῶν θείων ἀναβάσεων φθάνει. Κἀν τούτοις αὐτῷ μὲν οὐ συγγίνεται τῷ Θεῷ, θεωρεῖ Σὲ οὐκ αὐτὸνθατος γάρ· ἀλλὰ τὸν τόπον οὗ ἐστι Ῥ. Τοῦτο δὲ οἶμαι σημαίνειν τὸ τὰ θειότατα καὶ ἀκρό τατα τῶν ὁρωμένων καὶ νοουμένων ὑποθετικούς τινας εἶναι λόγους τῶν ὑποβεβλημένων τῷ πάντα ὑπερέχοντι. $0=3 $8=508 $9=1 δι´ ὧν ἡ ὑπὰρ πᾶσαν ἐπίνοιαν αὐτοῦ παρουσία δείκνυται, ταῖς νοηταῖς ἁκρότησι τῶν ἁγοωτάτων αὐτοῦ τόπων ἐπιβατεύουσα· καὶ τότε καὶ αὐτῶν ἀπολύεται τῶν ὁρωμένων καὶ τῶν ὁρώντων, καὶ εἰς τὸν γνόφον τῆς ἀγνωσίας εἰσδύνει τὸν ὄντως μυστικὸν, καθ´ ὃν ἀπομυεῖ θ πάσας τὰς γνωστικὰς ἀντιλήψεις, καὶ ἐν τῷ πάμπαν ἁναφεῖ καὶ ἀοράτῳ γίγνεται, πᾶς ὤν τοῦ πάντων ἐπέκεινα, καὶ οὐδενὸς οὔτε ἑαυτοῦ οὔτε ἑτέρου, τῷ παντελῶς δὲ ἀγνώστῳ τῆς πάσης γνώσεως ἀνενεργησίᾳ, κατὰ τὸ κρεῖττον ἑνούμενος καὶ τῷ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν γινώσκων. $0=3 $8=514 $9=1 Ὃ μὲν ἰερὸς Διονύσιος τοῦ Περὶ θείων ὀνομάτων λόγου προέταξε τὸν Περὶ θεολογικῶν ὑποτυπώσεωνν προθεωρίαν τῶν σποράδην ἐν τῇ Πραφῇ περὶ Θεοῦ εἰρημένων· ὑπέταξε δὲ τὸν Περὶ συμβολικῆς θεολογίας, ἐν ᾧ ἐδίδαξε, τίνες αἱ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ θεῖα μετωνυμίαι, καὶ τὰ ἐξῆς πολυλογώτερα τῶν Περὶ θεολογικῶν ὑποτυπώσεων, καὶ θείων ὀνο μάτων ὑπάρχοντα, δι´ αἰτίαν, ἡν ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ Περὶ μυστικῆς θεολογίας φησί. Μετὰ γοῦν τοῦτον, ἐκείνου ἤρξατο. Μηδεὶς οὖν οἰέσθω τὸν Περὶ συκβολικῆς θεολογίας, ἐφ´ ὃν μετὰ τὸν Περὶ Θείων όνομάτων μετελεύσεσθαί φησι, τὸν Περὶ μυστικῆς θεολογίας εἶναι, ἀλλὰ μετ´ ἐκεῖνον τοῦτον ἴστω συντοτάχθαι τῷ πατρί· μὴ εὐρισκομένου δὲ νῦν ἐκείνου, ὁ Πρὶ μυστικῆς θεολογίας ἐνθάδε τέτακται. ἔΙ. Ἔπειδήπερ Περὶ μυστικῆς θεολογίας μέλλει διαλαβεῖν, τῆς ἀπολύτου λέγω παντὸς συμβόλου τε καὶ ὀνόματος, καὶ διά τε τῆς πάντων νοητῶν ἀπολύσεως, καὶ τῆς πασῶν νοήσεων ἀποπαύσεως συναγομένης, $0=3 $8=515 $9=1 ἤν δὲ ἐν ἐτέροις εἶπε καὶ ἀνενεργησίαν τῆς νοερᾶς κινήσεως· διὰ τοῦτο πρὸ τῶν λόγων τῇ εὐχῇ χρῆται, καὶ πρὸς τὴν ἁγίαν ποτνιᾶται Τριάδα, λέγων· Τριὰς καὶ ὑπὲρ τὸ εἶναι, καὶ ὑπὲρ τὸ Θεὸς εἶναι, καὶ τὸ ὑπὲρ τὸ ἀγαθὸς εἶναι ἔχουσα· τὸ μὲν ἔμφασιν ἔχει παραγωγῆς, δηλονότι τὸ εἶναι, τὸ δὲ ἐνεργείας, τὸ Θεός· τὸ δὲ ἕξεως, τὸ ἀγαθὸς, ἃ δὴ ταῦτα, οὐ φύσιν ποσῶς παραδηλοῦσι Θεοῦ. Ἔστι δὲ ἐντεῦθεν μαθεῖν, ὅτι περὶ μυστικῆς θεολογίας προθέμενος λέγειν, καὶ εἰς τοῦτο φωτισθῆναι εὐχόμενος, καὶ αὐτὴν τὴν εὐχὴν μυστικῶς συντίθησιν· οὐδὲ γὰρ εἶπε τί ἐστιν ἡ Τριὰς, ἀλλὰ ταῦτα ὑπὲρ ἅ ἐστι. Τοῦτο γάρ ἐστιν ἡ μυστικὴ θεολογία, οὐκ αἷσθησις, οὐ λόγος, οὐ νοὸς κίνησις, οὐκ ἐνέργεια, οὐχ ἕξις, οὐκ ἄλλο τε τῶν ἡμετέρων παραστήσει ταύτην· ἀλλ´ ἐν ἀκριβεῖ ἀκινησίᾳ νοὸς τὰ περὶ αὐτῆς ἐλλαμφθέντες, γνωσόμεθα ὅτι ὑπὲρ πάντα, ὅσα ἂν ὁ νοῦς νοήσοι, ἐστί· καὶ τὸ μυστικὸν καὶ ἀνεκλάλητον ἔχουσα, εἰς τοῦτο μόνον τῶν λόγων ἕσται, καὶ θεολογία λεχθήσεται, διότι τοῦτο περὶ Θεοῦ λέγεται, ὅτι ὑπὲρ τὰ πάντα ἐστί. Σὺ γοῦν, μακαρία Τριὰς, ἡ τῆς ἐν τοῖς Χρεστιανοῖς περισσοῦ σοφίας φορος, κυβερνῶσα τὸν νοῦν, ὡς ἂν προσηκόντως τοῖς θείοις νοῇ. καὶ μὴ περισσὰ σοφίςηται, ἴθυνον ἡμᾶς ἐπὶ τὴν ἀκροτάτην κορυφὴν, καὶ ὑπὲρ ἣν οὐκ ἔστι τι ὑψηλότερον ἑννοῆσαι, τὴν ὑπεράγνωστον καὶ ὑπερφαῆ, τὴν ὑπὲρ πᾶσαν καὶ ἀπόφασιν γνώσεως, καὶ κατάφασιν φώους. Ὅτι εἰ καὶ ἄγνωστός ἐστιν ἡτοιαύτη ἀκρότης, ἀλλ´ οὐχὶ ὡς μηδαμῆ μηδαμῶς οὖσα, ἀλλ´ ὡς οὖσα μὲν, νικῶσα δὲ ἐξίσου καῖ πᾶν φάος, δηλονότι πᾶσαν γνῶσιν, καὶ πᾶσαν ἀγνωσίαν· τοῦτο γάρ ἐστι τὸ ὑπερφαὲς, καὶ αὐθις τὸ ὑπεράγνωστον· ἐν ᾗ δὴ κορυφῇ τὰ ἁπλὰ καὶ ἑνοειδῆ καὶ ἀπόλυτα, τὰ δίχα δηλαδὴ συμβόλων, καὶ ὡς ἔχουσιν ὄντα· οὐ μὴν παραβολικῶς μυστήρια κατὰ τὸν ὑπέρφωτον γνόφον τῆς κρυφίας καὶ μυστικῆς σιγῆς κεκάλυπται, ἐν ὧ δὴ γνόφῳ σκοτεινοτάτῳ διὰ τὸ μυστικὸν καὶ ἄῤρητον ὑπερλάμπουσι τὰ ὑπερφανέστατα, διὰ τὸ ἄπειρον τῶν τοῦ Θεοῦ ὄωρεῶν καὶ προνοιῶν καὶ εὐεργεσιῶν, ἐξ ὧν ὑπερλάμπει τὸ τοῦ Θεοῦ κρυφιώτατον, καὶ ἐν τῷ ἀναφεῖ καὶ ἀοράτῳ, τῶν ὑπερκάλων ἀγλαῖῶν καὶ λαμπροτάτων ὑπερπληροῦσι τοὺς ἀνομμάτους νόας, τοὺς κατ´ ἄλλον τρόπον πολυομμάτους, τὰς ἀγγελικάς φημι καὶ θείας δυνάμεις· οὐ γὰρ ὀφθαλμῶν αἰσθήτῶν εἰσι μεστοὶ, ἀλλ´ ἔστιν αὐτῶν ἡ οὐσία ἅτε ζῶν νοῦς, ὅ ἐστιν ὀφθαλμὸς ὀξυδερκέ στατος, αἱ καὶ ἀνόμματοι λογίζονται, διὰ τὸν ἄδυτον γνόφον τῆς θείας σιγῆς. Καθὸ γοῦν τὸ Θεῖςν ἀόρατον, κατὰ τουτο καὶ οἱ νόες ἀνόμματοι. Ὡς γὰρ ἐκεῖνο ἀόρατον ὃν, ὅμως ὑπὲρ πᾶσαν καλλονὴν καὶ ἔφεσίν ἐστι· καὶ οὐ διότι οὐχ ὁρᾶται, καταφρονεῖται, ἀλλὰ διότι ποθεῖται, τῶν καλλονῶν ἀποπληροῖ. ὗτω καὶ οἱ νόες ἀνόμματοι ὄντες πρὸς τὸ ὑπερ βάλλον τῆς λαμπρότητος οἱ πολυόμματοι κατὰ ἄλλον τρόπον, ὡς τολύγνωστοι τῶν κατὰ τὴν οἰκείαν δύναμιν γνώσεων, ὅμως τῆς θείας λαμπηδόνος ἐφίενται· καὶ οὐ διότι οὐκ ἐφικνοῦνται διόλου καταφρονοῦσιν, ἀλλὰ διότι ποθοῦσι, τῶν καλλονῶν ἀναἐκλάβῃς $0=3 $8=516 $9=1 Ἀφὴν, ἀλλὰ κατὰ τὴν νοητὴν, ἤτις ἐστὶν ἡ γνῶσις. Ἐν γοῦν τῷ ἀναφεῖ, ἥγουν τῷ ἀγνώστῳ καὶ ἀοράτῳ, οὐ παύει τὸν πέθον τῶν ἀνατεινομένων, ἀλλὰ μᾶλλον ἀναζωπυρεῖ, διὸ καὶ τῶν καλλονῶν ἐμπίμπλησι. Σὺ δὲ, ὧ καλὶ Τιμάθεε, σύντονος ἔσο πρὸς τὰ μυστικὰ θεάματα, ὡς ἂν κἂν οὕτω τοῖς θείοις ὡς ἐφικτὸν ἐντρανίσῃε. Ὡς γὰρ ἐπί τινος ὁλκῆς, φέρε εἰπεῖν, διὰ σχοίνου βάρους τινὸς ὀφείλει σύντονος εἶναι ὁ Κλκων, καὶ μηδὲν μεταξὺ τῆς ἐλκυστικῆς δυνάμεως καθυφεῖναιὰν γὰρ καθυφῇ, πάλιν ἀρχῆθεν χρεία συναγωγῆς τῆς δυνάμεως, καὶ πάλιν τάσεως συντόνου· καὶ ἐὰν πάλιν καθυφῇ ἐπὶ τὸ ἐξαρχῆς ἤξει, καὶ οὐδὲν εὐοδώσει· ἡ γὰρ ἐπὶ μικρὸν ὕφεσις τὸ πᾶν ἀπόλλυσιν· οὕτω λάβε καὶ ἀπὰ τῆς θείας ἐπεντρανίσεως, ἣν καὶ διατριβὴν λέγει. Τέως δὲ καὶ τὰς αἰσθήσεις ἀπόλιπε, ὅτι ὑπὲρ ασθηστν, καὶ τὰς νοήσεις, ὅτι ὑπὲρ νόησιν· καὶ πάντα αἰσθητὰ καὶ νοητὰ σύμβολε, καὶ μὴ ὄντα καὶ ὄντα, ἐκ παραλλήλου τὰ αὐτά. Τὰ γὰρ αἰσθητὰ ἐκάλουν μὴ ὄντα, ἅτε μεταβολῆς ἀπάσης πάντοτε μετέχοντα, καὶ μὴ ὡσαύτως ἀεὶ ὄντα· τὰ δὲ νοητὰ ὄντα, ὡς ἐν ταύτότητι μένοντα, καὶ πρὸς τὴν ἔνωσιν, τὴν ἑνιαιαν ἐκείνην καὶ ἀμερῆ καὶ θείαν ὡσανεἰ νόησιν. Τοῦτο γάρ ἐστιν ἡ ἕνωσις, καθ´ ἣν ἑνοῦται ὁ νοῦς, καὶ συνάγεται εἰς τὸ κατανοῆσαί τι. Ἀγνώστως ἀνατάθητι· πλὴν δὲ μὴ, ὅτι ἀγνώστως λέγω, ὑπολάβη τις, ὅτι σὺ μὲν, ὡς μὴ εφικνούμενος τυχὸν τῶν θείων πραγμάτων, ἄγνοιαν ἔχεις, ἄλλος δέ τις γνώσεται, ἀλλ´ ὑπὲρ πᾶσαν οὐσίαν καὶ γνῶσιν τὰ θεῖά εἰσι, καὶ ἀπολύτως πᾶσιν ἄγνωστα. Ἄσχετον δὲ ἔκστασιν λέγει τὴν ἀναχώρησιν πάσης σχέσεως. Μή γοῦν ἔχων σχέσιν τινὰ, μήτε μὴν πρὸς ἑαυτὸν, μήτε μὴν πρός τι τῶν κτισμάτων, καὶ αὐτὸς πάντα ἐξ ἑαυτοῦ ἀφελὼν, καὶ ἐκ πάντιωοων ἀπολυθεὶς, ὡς μήτε κατέχειν τι τῶν κάτω συμβόλων καὶ αἰσθητῶν, κἀντεῦθεν ἑδράζεσθαι οἴεσθαι, μήτε μὴν κατέχεσθαι παρά τινος τῶν τοιούτων ἐκ τοῦ περὶ τὰ τοιαῦτα στρέφεσθαι, οὕτως ἐπὶ τὴν ἀκτῖνα τῆς θείας ἀκαταληψίας ἀναχθήσῃ. ἔΠ Σημείωσαι ὅτι ἀμυήτους λέγει καὶ τοὺς Π οὐκ ἀμετόχους τῶν μυστικῶν, τοῖς δὲ αἰσθητοῖς ἐνέιλουμένους, καὶ οὐδὲν ὑπὲρ τὰ ὄντα εἰναι τὸ Θεῖον φανταζομένους, δηλονότι τοὺς πιστεύσαντας μὲν τῷ ὀνόματι τοῦ Χριστοῦ, μὴ μὴν ἐπὶ τελεωτέραν ἐλθόντας γνῶσιν· ἀμύστους δὲ λέγει τοὺς παντάπασι πάντων τῶν μυστικῶν ἀμετόχους εἰδωλολάερας. θησὶ τοίνυν· Ὢρα μή τις ἐκ τούτων τῶν μυστικῶν ἐπακούσηται· εἰ γὰρ οἱ ἀμύητοι οὐδὲν ἔχουσιν ὑψηλότερον φαντασθηναι, ἀλλὰ νομίζουσι τοιοῦτον εἶναι τὸν Θεὸν, καθὼς δύνανται αὐτοὶ νοεῖν, τ ν θέμενον σκότος ἀποκρυφὴν αὐτοῦ, κατὰ τὴν Γραφὴν, δηλονότι τὸν ἐν τῇ ὑπερτάτῃ ἀγνωσίᾳ $0=3 $8=517 $9=1 καλυπτόμενον· τί ἄν τις φαίη περι τῶν μᾶλον ἀμύστων, καὶ εἰδωλολατρῶν; Τὸ δὲ, ὑπὰρ τούτους εἰσὶν αἱ θεῖαι μυσταγωγίαι, οὐ λέγει, ὅτι τυχὸν ὑπὲρ αὐτοὺς μέν εἰσι τὰ θεῖα, ὑπὲρ ἄλλους ἄὲ οὔκ εἰσι· καὶ τί γὰρ ξένον ἠν, εἴ περ αὐτοὶ, παχεῖς Κντες, οὐ κατελάμβανον· Οὐ γὰρ εἶπεν, Ὑπὲρ τὴν τούτων γνῶσιν, ἀλλ´ Ὑπὲρ αὐτοὺς, ὡσανεὶ λέγων, οὐ δὲ τοῦτο κατέλαβον, ὅτι ὁ Θεὸς ὑπὲρ ὃ νοῆσαι δύνανται οὗτοι ἔστιν· ἀλλὰ καὶ τοῦτο ὑπὲρ αὐτοὺς ἐγεγόνει, καὶ οἴονται τῇ ἑαυτῶν γνώσει τὸ Θεῖον εἰδέναι, νοσοῦντες τὴν διπλῆν ἄγνοιαν, δηλονότι τὴν κατὰ διάθεσιν, καὶ τὰ θεῖα ἀγνοοῦντες, καὶ ὅτι ἀγνοοῦσιν οὐκ εἰδότες. Τί γοῦν εἴποιμεν περὶ τῶν ἀμύστων, ὅσοι τὸν Θεὸν ἐκ τῶν αὐτοῖς ἐσχάτων. δηλονότι τῶν ἀψύχων ὑλῶν καὶ μορφωμάτων χαρακτηρίζουσι; Δέον ἐπ´ αὐτῷ καὶ πᾶσαν τῶν ὄντων καταφάσκειν θέσιν, ὡς ἐν τῷ Περὶ βείων ὀνομάτων ἐλέγομεν, ὅτι ἐκ πάντων τὸ Θεῖον ὀνομάζεται, ὡς αἴτιος ἐκ τῶν αἰτιατων· καὶ πᾶν ὃ κατέφησεν ὰποφάσκειν, ὡς ὑπὲρ τὰ ὄντα ὄντι. Οὐ γὰρ τὸ ἀξίωμα τῆς ἀντιφάσεως ἐκεῖσε χώραν ἔχει, ὡς ἐνταῦθα· ἐνταῦθα γὰρ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ εἰ ἡ κατάφασις ἀληθὴς, ψευδὴς ἡ ἀπόφασις, ἢ τὸ ἀνάπαλιν· ἐκεῖσε δὲ καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀληθεῖς πρὸς τὰς προειρημένας ἐννοίας. Ἐπεὶ δὲ τὸ Θεῖον ὑπὲρ πᾶσαν καὶ ἀφαίρεσιν καὶ θέσιν ἐστὶ, καὶ ὑπὲρ τὸ μὴ ὃν, καὶ ὑπὲρ τὸ ὃν, καὶ ὑπὲρ γνῶσιν, καὶ ὑπὲρ ἀγνωσίαν, πολλῷ πλέον ἐστὶ τὸ ὑπὲρ τὰς στερήσεις ἢ ὑπὲρ τὰς θέσεις. Ὁ γὰρ ἀναιρῶν θέσιν ὡρισμένον τι ἀναιρεῖ, καὶ ἴσως ὁ νοῦς ἐπ´ ἄλλο μεταπεσεῖται οἰόμενος ἐπεὶ ἐκεῖνο οὐκ ἦν, τοῦτο εἶναι, ἢ ἕτερον· κἂν πάντα ἀναιρῇ τις, καταντήσει εἰς τὸ μηδαμῆ μηδαμῶς ὄνὁ δὲ στέρησιν ἀναιρῶν ἐπὶ τούτοις, ἐφ´ οἷς οὐκ ἔχει ὁ νοῦς ἕξιν ἐννοῆσαί τινα, πάντως ὑπονοεῖν δίδωσιν, ὅτι ἐστί τι ἀκατάληπτον οἰόν τι λέγω. Ἰδοὺ θέσις, Ἐτι λέγω ἐπὶ Θεοῦ φῶς· ἀναιρεῖ τις τοῦτο, ὅτι οὐ φῶς, ὑπονοῶ ὅτι ἄλλο τι παρὰ τὸ φῶς· ἀναιρεῖ κὰκεῖν·. καὶ εἰς ἄλλο μεταπεσοῦμαι· ἀνεῖλε πάντα, καὶ τὸ μηδαμῆ μηδαμῶς ὑπενόησα. Ἐλθὲ καὶ ἐπὶ τῆς στερήσεως. Ἰδοὺ λέγει στέρησιν, ὅτι ἡἀκροτάτη κορυφὴ ἄγνωστός ἑστιν· ἀναιρεῖ τις τὸ ἄγνωστον, οὐκ ἔχει ὁ νοῦς ἑδρασθῆναι ὅτι γνωστήτοῦτο γὰρ κοιναῖς ἐννοίαις διωμολόγηται· ἐναπελείφθη τοίνυν, ὥς ἐστι τι μὴ μόνον ὑπὲρ τὴν γνῶσιν, ἀλλὰ καὶ ὑπεράγνωστον· καὶ συνήχθη τῷ Θεῷ ἐκ τούτων τὸ ἀκατάληπτον. Διὰ τοῦτο καὶ ὁ πατὴρ προτιμότερον τίθησι τὸ ὑπὲρ τὰς στερήσεις τὸ Θεῖον ἔ. Μετὰ ταῦτα καὶ ἀγράφων παραδοθεῖσαν χρῆσιν τοῦ ἁγίου ἀποστόλου Βαρθολομαίου τίθησι, πολλὴν καὶ ἐλαχίστην τὴν θεολογίαν λέγοντος, καὶ πὸ Εὐαγγέλιον πλατὺ καὶ μέγα. Καὶ αὐθις, οἶμαι, ἐνταῦθα τὸ λεῖπον παρεσιωπήθη· ἔδει γὰρ εἰπεῖν καὶ αὖθις στενὸν καὶ μικρὸν, καὶ οἶμαι, παρεσιωπήθη, ἢ καὶ τῷ ἁγίῳ Βαρθολομαιῳ τότε, ὅτε τὴν ῥῆσιν ἔλεγεν, ἢ ἀρτίως τῷ πατρὶ, διὰ τὸ τοῦ $0=3 $8=518 $9=1 πράγματος ἀπιμφαῖνον. Πῶς γὰρ στενὸν τὸ πᾶσαν σαγηνεῦσαν τὴν οἰκουμένην; καὶ πῶς μικρὸν τὸ περιέχον τὸ μέγα τῆς εὐσεβείας μυστήριον; Τοῦτο γοῦν ἐγένετο, ὡς οἱμαι, δι´ εὐλάβειαν. Ἔν τισι δὲ εὔρηται τὸ καὶ αὐθις συντετμημένον. Τὸ δὲ προτέρως κῶλον ὁ ἅγιος ἐξηγούμενος λέγει, ὅτι ἐμοὶ δοκεῖ, ὡς ἐκεῖνο ἐννοήσας ὁ θεῖος Ἀπόστολος, ταῦτα ἐφθέγξατο, ὅτι ἡ αἰτία πάντων, καὶ πολλῶν δέεται λόγων, καὶ ἄλογος καὶ βραχόλεκτός ἑστιν οὐδὲ γὰρ λόγον ἔχει ἢ νόησιν παραστατικὴν τῆς οἰκείας φύσεως. Τὸ δὲ πολύλογος προπαροξυτόνως, πόλυλόγος γὰρ ῥ πολλὰ λέγων, πολύλογος δὲ ὁ πολλῶν λόγων δεόμενος· ὡς κρωτότοκος προπαροξυτόνως ὁ πρῶτος τεχθείς· πρωτοτόκος δὲ παροξυτόνως ἡ πρώτως τεκοῦσα γυνὴ, ὡς καὶ Ὅμηρος δηλοῖ· θκε· οἰεωι οἰἰαι πρωτότοκος οοοο ιιρεῶοίιίιμα, ερι φ ριῖιηο ρατῖεωι, πρωτοτό Ιὴ ρεΙΙωα, πμίφι φπ ριῖποο ματ, ὡΙΙ οαιΠσειμς ωοῖαιαι Πρωτοτόκος Κινὸρη, οὐ πριν εἰδυῖα τόκοιο Εἰπὼν οὖν, ὅτι οὔτε λόγον ἔχει οὔτε νόησιν, ἐπεξηγούμενος λέγει, οὐ διὰ τὸ μηδαμῆ μηδαμῶς εἶναι, ἀλλὰ διὰ τὸ ὑπερεκτείνεσθαι ὑπερουσίως, καὶ μόνοις ἐκφαίνεσθαι τοῖς διαβαίνουσιν ἐπίσης καὶ τὰ μυσαρὰ καὶ τὰ καθαρὰ, καὶ ὑπερβαίνουσι πάσαν ἀκρότητα, καὶ ἀπολιμπάνουσι καὶ πάντα μῶτα, δηλονότι πᾶσαν γνῶσιν, καὶ πάντας ἤχους καὶ λόγους, δηλονότι τὰ περὶ Θεοῦ ἐν ταῖς Γραφαῖς εἰρημένα. Οὐρανίους δὲ λέγει τούτους ὡς μὴ κατὰ τὴν ἀνθρωπίνην καὶ γηῖνην ἐπίνοιαν, ἀλλὰ κατὰ θείαν ἐπίπνοιαν καὶ λεχθέντας, καὶ παραδοθέντας, καὶ εἰσδυομένους εἰς τὸν θεῖον τῆς ἀγνωσίας γνόφον, οὗ ἐστιν ὁ πάντων ἐπέκεινα. Ὅρα δὸ, πῶς εἶπε· τοῖς διαβαίνουσι καὶ τὰ ἐναγῆ καὶ τὰ καθαρὰ, ὅτι καὶ τὰ ἡμέτερα καθαρὰ πρὸς τὴν θείαν ἐκείνην παραβαλλόμενα καθαρότητα, ἐναγῆ λογίζονται, κατὰ τὸ εἰρημένον· Πᾶσα δικαιοσύνη ἀνθρώκου, ὡς ῥάκος ἀποκαθημένης, τῇ θείᾳ πάντως δικαιοσύνῃ παραβαλλομένη, ἧς οὐκ ἔστιν ἀριθμός, Ὃρα. δὲ καὶ τὸ, Πᾶσαν ἀκρότητα ὑπερβῆναι καὶ αἰσθητῶν καὶ νοητῶν μὴ μόνον ὡαανεὶ αὐτὰ τὰ πράγματα, ἀλλὰ καὶ τὴν τούτων ἀκρότητα. Ἀκρότητας γὰρ ἐκάλουν οἱ παλαιοὶ ἑκάστης οὐσίας τὸ καθαρώτατον, ἐξ οὗ ἤρτηται προσεχως, τουτέστιν ἐχομένως, ἡ οὐσία. Ὡς ψυχῆς ἀκρότης ὁ νοῦς· καὶ ἔρωτος ὁ τῶν ἀναβεβηκότων διάπυρος πόθῳ καὶ τῆς καθ´ ἡμᾶς Ἰεραρχίας τὸ ἐγγὺς συντεῖνον ἀὐλίας. Ὡς πάλιν ἐπὶ τῶν αἰσθητῶν, πυρὸς τὸ λαμπρότατον, καὶ ὕδατος τὸ ἀχνῶδες, καὶ τὰ λοιπὰ ἀναλόγως. Παρακελεύεται τοιγαροῦν ὁ λόγος καὶ αὐτῶν τῶν ἀγίων ἀκροτήτων τὴν ἀνάβασιν ὑπερβῆναι, καὶ οὕτω καταλαβεῖν τὸν τόπον ἐν ᾠ ὁ Θεὸς, ὃ καὶ ἐπὶ Μωθσέως γέγονε. Σημείωσαι τὴν τάξιν τῶν τελεσθέντων ἐπὶ Μωϋσῇ, πρὶν ἀξιωθῆναι εἰς τὸν γνόφον εἰσελθεῖν. Πρῶτον γὰρ ἀπεκαθάρθη, καὶ οὔτω τῶν ἄλλων ἀφωρίσθη. Μεθ´ ὃ γὰρ μετὰ τῶν ἄλλων τῶν σαλπίγγων ἀκήκοε, καὶ τὰ θεῖα φῶτα κατεῖδεν, ἀφορίζεται, καὶ μετὰ τῶν ἱερέων ἴσταται· καὶ εἰς τὸν θεῖον γνόφον εἰσδὺς, τὸν Θεὸν μὲν οὐχ ὁρᾷ,εὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, τὸν τόιον δὲ ἐν ᾧ ἔστη· ἐξ οὗ δηλοῦται, τὰ τῶν νοουμένων $0=3 $8=519 $9=1 καὶ ὁρωμένων ἀκρότατα ὑποθετικούς τινας εἶναι λόγους τῶν τῷ Θεῷ προσόντων. Ὑπὸθετικοὺς δέ φησι τοὺς ὑπογραφικοὺς, ἤγουν θεωρητικοὺς τῶν ὄντων, ἅπερ ὑποβεβλημένα τῷ Θεῷ ἔφη εἰναι, δηλονότι προσεῖναι νοούμενα· ἐξ αὐτῶν γὰρ, τοῖς πᾶσι παρεῖναι τοῦτον, διδασκόμεθα, οὐ μεταβατικῶς, οὐδὲ προνοητικῶς. Νοητὰς δὲ ἀκρότητας τὰς οὐρανίας καὶ νοερὰς οὐσίας καλεῖ, τὰς περὶ Θεὸν οὔσας, ἃς καὶ τόπους ἁγιωτάτους ὡνόμασεν, ὧν καὶ αὐτῶν ὑπέρκειται καὶ ἀπολύεται, κατὰ μηδὲν αὐτοῖς ὅλως προσεοικώς. Θεωρήσας τοίνυν τὸν τόπον Μωϋσῆς οὖ ὁ Θεὸς εἰστήκει, καὶ τότε ἀπολυθεὶς τῶν τε ὁρωμένων, τουτέστιν, αἰσθητῶν ἁπάντων, καὶ τῶν ὁρώντων, τουτέστι τῶν λογικῶν ἁπάντων, νοητῶν φημι καὶ νοερῶν οὐσιῶν, μεθ´ ὧν καὶ ἡμετέρων ψυχῶν, τηνικαῦτα εἰς τὸν γνόφον εἰσῆλθε, τουτέστιν εἰς τὴν περὶ Θεοῦ ἀγνωσίαν· ἔνθα πάσας ἀπομύσας τὰς γνωστικἀς ἀντιλήψεις, ἐγένετο ἐν τῷ ἀφανεῖ τῷ νῷ, τῷ ἀοράτῳ πασῶν τῶν γνωστικῶν ἀντιλήψεων τοῦ πέρα πάντων Θεοῦ, καὶ ἑνωθεὶς διὰ τοῦ τοιούτου τρόπου τῇ ἀγνωσίᾳ καὶ τῇ ἀνενεργησίᾳ. Οὐ λέγω δὲ τῇ περὶ αὐτοῦ ἀνενεργησίᾳ τοῦ ἰδίου νοῦ, οὕτε μὴν τῇ ἑτέρου ἀνενεργησίᾳ ἐν τῷ μήτε αὐτὸν, μήτε ἕτερόν το, νοεῖντοῦτο γὰρ παντελῶς ἠλιθιότης καὶ ἀργία νοός, ἐστιν, ἀλλ´ ἐνωθεὶς κατὰ τὸ κρεῖττον τῷ παντελῶς ἀγνώστῳ, ἐν τῷ ἔχειν ἀνενεργησίαν πάσης γνώσεως, ἐν τῷ ἀπολιπεῖν δηλονότι ἑκουσίως καὶ ἀραρότως πᾶσαν γνῶσιν ἔξωθεν ὡς συγχέουσαν μᾶλλον καὶ βλάπτουσαν ἢ συμβαλλομένην, τότε τῇ ἀγνοίᾳ τὸ πᾶν ἔγνω. Ἡ γὰρ οὐχὶ καὶ ἐνταῦθα ἀμυδρόν τι τοιοῦτον γίνεται, ὅτε θέλομεν μὲν ἐνθυμηθῆναί τι, περικτυπούμεθα δὲ πολλάκις παρά τινος, ὡς δῆθεν συμβάλλεσθαι εἰς τὴν ἐνθύμησιν θέλοντος, καὶ ἡμεῖς δυσχεραίνομεν τοῦτον, ὡς ἤδη ὄχλησιν ἐμποιήσαντα, κἀκείνην τὴν συναγομένην ἀμυδρὰν ἡμῶν ἐνθύμησιν ἀπολέσαντα. Τί γάρ ἐστιν ἄλλο τότε, εἰ μὴ βούλεται ὁ νοῦς ἐν ἀνενεργησίᾳ τῶν ἄλλων γενόμενος σχολάσαι περὶ τὸ προκείμενον; Περὶ δὲ τοῦ γνόφου σημείωσαι, ὅτι τὸ Ἐβραῖκὸν ἀραφὸλ ἔχει, ὅπερ ὁ μὲν Ἀκύλας καὶ Θεοδοτίων γνόφον ἐξέδωκαν, σύναμα τοῖς Ἐβδομήκοντα· Σύμμαχος μέντοι ὁμίκλην. Ὁ δὲ Ἐβραῖος λέγει τὸ ἀραφέλ ονομα εἶναι στερεώματος εἰς ὃ ἔφθασε Μωθσῆς· ἑπτὰ γὰρ στερεώματα λέγουσιν, ἃ καὶ οὐρανοὺς καλοῦσιν, ὧν καὶ τὰ ὀνόματα καθ´ ἕκαστον λέγουσιν. Ὁ δὲ ἅγιος, γνόφον τὴν ἀγνωσίαν ἐνόησε. $0=3 $8=520 $9=1 Κατὰ τοῦτον ἡμεῖς γενέσθαι τὸν ὑπέρφωτον εὐχόμεθα γνόφον, καὶ δι´ ἀβλεψίας καὶ ἀγνωσίας ἰδεῖν, καὶ γνῶναι τὸ ὑπὲρ θέαν καὶ γνῶσιν αὐτὸ τὸ μὴ ἐδεῖν μηδὲ γνωναι· τοῦτο γάρ ἐστι τὸ ὄντως ἰδεῖν καὶ γνῶναι, καὶ τὸν ὑπερούσιον ὑπερουσίως ὑμνῆσαι διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, ὥσπερ οἱ αὐτοφυὲς ἄγαλμα ποιοῦντες, ἐξαιροῦντες πάντα τὰ ἐπιπροσθοῦντα τῇ καθαρᾷ τοῦ κρυφίου θέᾳ κωλύματα, καὶ αὐτὸ ἑφ´ ἑαυτοῦ τῇ ἀφαιρέσει μόνῃ τὸ ἀποκεκρυμμένον ἀναφαίνοντες κάλλος. Χρὴ δὲ, ὡς οἶμαι, τὰς ἀφαιρέσεις ἐναντίως ταῖς θέσεσιν ὑμνῆσαι· καὶ γὰρ ἐκείνας μὲν, ἀπὸ τῶν πρωτίστων ἀρχόμενοι, καὶ διὰ μέσων ἐπὶ τὰ ἔσχατα κατιόντες, ἐτίθεμεν· ἐνταῦθα δὴ, ἀπὸ τῶν ἐσχάτον ἐπὶ τὰ ἀρχικώτατα τὰς ἐπαναβάσεις ποιούμενοι, τὰ πάντα ἀφαιροῦμεν, ἵνα ἀπερικαλύπτως γνῶμεν ἐκείνην τὴν ἀγνωσίαν, τὴν ὑπὸ πάντων τῶν γνωστῶν ἐν πᾶσι τοῖς οὖσι περικεκαλυμμένην, καὶ τὸν ὑπερούσιον ἐκεῖνον ἴδωμεν γνόφον, τὸν ὑπὸ παντὸς τοῦ ἐν τοῖς οὖσι φωτὸς ἀποκρυπτόμενον. $0=3 $8=521 $9=1 Μαθόντες περὶ τοῦ θείου γνόφου εἰς ὃν εἰσέδυ Μωϋσῆς,στι δὲ ἡ ἀνενεργησία τοῦ νοὸς καὶ ἡ ἀγνωσία γνῶσις, εὐχόμεθα κατὰ τοῦτον γενέσθαι. Τὸ δὲ ὑπὸ τὸν θεῖον γνόφον γενέσθαι, ἔστι τὸ δι´ ἀγνωσίας καὶ ἀβλεψίας ἰδεῖν καὶ γνῶναι τὸ ὑπὲρ θέαν καὶ γνῶσιν, αὐτὸ τὸ ἰδεῖν μηδὲ γνῶναι. Πολλάκις δὲ εἴπομεν, ὅτι οὐ καθὸ ὁ νοῦς ἐνεργεῖ, ἢ καθὸ κινεῖται καὶ γινώσκει τὸ Θεῖον γινώσκεται, ἀλλὰ καθὸ μᾶλλον οὐ βλέπει, οὐδὲ γινώσκει, πάσης ἀπολελυμένος κινήσεως, καὶ αὐτῷ κατὰ τὸ κρεῖττον ἐνούμενος στάσιν οἷον σχὼν καὶ ἀτρεμίαν, ἐν τῷ $0=3 $8=522 $9=1 παρ αὐτοῦ ἐλλάμπεσθαι. Ἡὲγὰρ οὐχὶ καὶ ἐνταῦθα ἐπὶ τῆς ἡμετέρας ὁράσεως ἀμυδρῶς πως τελεῖται τοῦτο, ὅτε τινὶ προκατειλημμένοι πόθῳ, καὶ ἱδεῖν αὐτὸ ἐφιέμενοι, αἴφνης ἐπιστάντος τοῦ ποθουμένου, ἡ ἡμετέρα ἐπὶ τούτῳ συνάγεται ὅρασις, οὐ μερικῶς ἐνεργοῦσα, ἀλλ´ ὁλικῶς, καὶ κατὰ τοῦτο ἀκινητίζουσα; πολλάκις δὲ καί τινες τῇ ἰδίᾳ χειρὶ καταψῶσι τοὺς ὀφθαλμοὺς, νὸ ὁρατικὸν ὡσανεὶ διεγείροντες. Ἢ πόθεν αἱ ἐκστάσεις καὶ ἐκπλήξεις, εἰ μὴ ὁ νοῦς συμπάσχων τοῖς ἔξωθεν εἰς ἑαυτὸν ὁλικῶς συστρέφεται, καὶ τὰς μερικὰς νοήσεις ἀποθέμενος, ὀλικῶς ἀκινητίζει πρὸς τῷ πράγματι ὅλος γινόμενος; καὶ διὰ τοῦτο ἐξεστηκὼς ὁ ἄνθρωπος φαίνεται. Δεῖ γὰρ εἰδέναι, ὅτι μίμημα τοῦ παντὸς ὁ νοῦς φέρει. Τὸ γοῦν πᾶν κατὰ τὰ μέρη κινούμενόν ἐστιν ἐν τῷ νῦν γενέσθαι, τυχὸν τοῦτο τὸ μέρος ἐν τῇ δύσει, ὅπερ πρὸ τοῦ κατὰ τὴν ἀνατολὴν ἦν, καὶ ἄλλο ἀλλαχοῦ· καὶ οὔτως ἐπὶ πᾶσι τοῖς μέρεσι, καθ´ ἡν δὴ καὶ κικεῖσθαι ὁ οὐρανὸς λέγεται, κατὰ δὲ τὸ ὅλον ἀκίνητος μένει ἐν ἑαυτῳ, ὡς ἐν ἰδίῳ τόπῳ στρεφόμενος. Διὰ τοῦτο καὶ τὸν νοῦν ἐλέγομεν, τὰς μερικὰς νοήσεις ἀποτιθέμενον, ὀλικῶς ἀκινητίζειν. Εἰ γοῦν ἐπὶ τοῖς παρ´ ἡμῖν οὕτως, τί ἄν τις φαίη ἐπ´ ἐκείνης τῆς θείας καλλονῆς, καὶ ὑπὲρ ὃ εἴποι τις ἂν καὶ νοήσοι; Ἀνάγνωθι εἰς τοῦτο καὶ τὴν πρὸς Δωρόθεον ἐπιστολὴν τοῦ ἁγίου, ὡς ἂν ποσῶς σαφηνισθείη σοι, τίς καὶ ὁποία ἐστιὶν ἡ ἐν ἀγνωσίᾳ γνῶσις. Τοῦτο γάρ Ἀστι τὸ ὄντως ἰδεῖν, τὸ μὴ ἰδεῖν· καὶ τὸ γνῶναι, τὸ μὴ γνῶναι, καὶ οὕτω τὸν ὑπερούσιον καταλλήλως τῆ αὐτοῦ ὑπερουσιότητι ὑμνῆσαι. Πῶς; ἐκ τῆς τῶν ἀπάντων ἀφαιρέσεως. Μὴ γὰρ ἕχοντες θετικῶς κατ´ ἀξίαν εἰπεῖν, διὰ τὸ μηδὲν τῶν ἀπάντων προσφυὶς αὐτῷ ἐννοεῖν ὑμνοῦμεν ἐξ ἀφαιρέσεως τῶν ἀπάντων, καὶ ποιοῦμεν ὅπερ ποιοῦσι καὶ οἱ αὐτοφυὲς ἄγαλμα διαγλύφοντες· ἐκεῖνοι γὰρ, ἐξαιροῦντες τὰ περιττὰ, αὐτὸ ἐφ´ ἑαυτοῦ τὸ ἀποκεκρυμμένον ἀναφαίνουσι κάλλος. Αὐτοφυὲς γὰρ ἄγαλμά φησιν, ὃ γίνεται ἐν ὕλῃ ἀτμήτῳ, οἷον ἐν πέτρᾳ ὁλοκλήρῳ, ἐν ᾗ τις γλύψειέ τι ζώδιον, ὡς δηλοῖ καὶ Εὐριπίθης ἐν Ἀνδρομέδᾳ, Ἐξ αὐτομόρφου λαὶνων τειχισμάτων σοφῆς ἄγαλμα χειρὸς, λέγων. Αὐτόμορφον γὰρ ἄγαλμα τὸ τῆς πέτρας αὐτοφυὲς εἶπεν. Ἀλλὰ καὶ ὅταν μέρος τις δένδρου γλύψας ἐστῶτος καὶ ἀνβοῦντος ποιήσῃ τι, ὥς φησιν Ὅμηρος τὸν Ὁδυσσέα ποιῆσαι, ὅτε ἐν δένδρῳ κατέστησε καὶ ἔγλυψε κλίνην μὐτοφυῆ. Ἄλλοι δὲ τὰς τιμίας λίθους ἀγάλματα λέγουσιν, ὅταν δηλαδὴ ἡ σμάραγδος, ἀποκαθαρθεῖσα τοῦ περιέχοντος αὐτὴν γεώδους καὶ περιττοῦ, ἀναφανῇ ἄγαλμα, τουτέστιν ἀγλάϊσμα. Μάλιστα δὲ τὸ τοιοῦτον ἀρμόσει τῷ προκειμένῳ ἢ τὸ πρότερον. Θέσεις μέντοι εἰσὶν ὅσα οἰκείως ἐπὶ Θεοῦ λέγεται ὄ τι ἐστὶν, οἷον τὸ ὤην, τὸ ζῶν, τὸ φῶς, καὶ τὰ ἄλλα. Ἀφαιρέσεις δὲ, ὅσαώς ἀλλότρια Θεοῦ ἀποφάσκονται, οἷον ὅτι οὐ σῶμα ὁ Θεὸς, οὐ ψυχὴ, οὐδέ τι τῶν γνωστῶν ἢ νοήσει ὑποπιπτόντων. Περὶ γοῦν τῶν τὸιούτων θέοεων καὶ ἀφαιρέσεων ὁ Πατὴρ λέγων, εὐρίστει $0=3 $8=523 $9=1 τινὰ ἀντίθεσιν ἐνοῦσαν τούτοις, ὅτε δι´ αὐτῶν ὑμνοῦντες, τὸ Θεῖον παραδηλοῦμεν. Καὶ γὰρ, τὰς μὲν θέσεις ἐντῷ Περὶ θείων ὀνομάτων λέγοντες, ἀπὸ τῶν πρωτίστων ἀρχόμενοι, καὶ διὰ μέσων χωροῦντες, ἐπὶ τὰ ἔσχατα κατιόντες ἐτίθεμεν. Πρῶτον περὶ τοῦ ὄντος διαλαμβάνοντος, καὶ εἶθ´ οὔτω περὶ τὰγαθοῦ, καὶ μετέπειτα περὶ τῆς ζωῆς, καὶ ἑξῆς διὰ τῶν ἄλλων μέσων εἰς τὰ ἔσχατα κατηντῶμεν, περὶ τοῦ Κυρίου καὶ περὶ τοῦ Βασιλέως, καὶ περὶ τοῦ Παλαιοῦ ἡμερῶν, καὶ περὶ τῶν τοιούτων λέγοντες. Ἐπὶ δὲ τῶν ἀφαιρέσεων τὸ ἐναντίον γίνεται, ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ ἀρχικώτερα τὰς ἐπαναβάσεις ποιούμενοι, ἀφαιροῦμεν ὕστερον καὶ αὐτὸ τὸ πρώτιστον. Ὀὸ μεθύσκεται, οὐ λέγεται, οὐ νοεῖται, λέγοντες· καὶ πάλιν, Οὐ σῶμα, οὐ στοιχεῖον, οὐ ψυχὴ, οὐκ ἄγγελος, οὐ ζωὴ, οὐκ ὃν, ἀλλ´ ὑπὲρ ταῦτα πάντα τὸ Θεῖον. Καὶ οὕτως ἀπερικαλύπτως ἐπὶ τὴν παντελῆ ἀγνωσίαν καταντήσαντες, γινώσκομεν ποσῶς τὴν ἐν ἁγνωσίᾳ γνῶσιν ἐκείνην· ταύτην γὰρ λέγει ἀγνωσίαν ὑπὸ πάντων τῶν γνωστῶν ἐν πᾶσι τοῖς οὖσι περικεκαλυμμένην, καὶ γνόφον ὑπὸ παντὸς τοῦ ἐν τοῖς οὖσι φωτὸς ἀποκρυπτόμενον. Τοῦτο δέ ἐστιν, ὅτι αἱ τῶν ὄντων γνώσεις, καὶ αἱ περὶ τοῦ Θείου θέσεις, τὸ περὶ Θεοῦ ἄγνωστον οὐκ ἐκκαλύπτουσι, καὶ εἰς φανέρωσιν ἄγουσιν, ἀλλὰ μᾶλλον συγκαλύπτουσι, μὴ ἔχοντος τοῦ νοὸς ἐκεῖσε τὴν ἕδραν ἴσχειν, καὶ νοηστοῦ τινος ἐντεῦθεν δράξασθαι, ἀλλὰ μᾶλλον καταπίπτοντος εἰς μὴ προσηκούσας ἐννοίας, εἴπερ μὴ στεῤῥός ἐστι, καὶ τῶν αἰσθητῶν εὐθὺς ὑπερπετᾶται. Τὸ δὲ ἐν τοῖς οὖσι φῶς οὐκ ἄλλο ὑποληπτέον, ἢ τὸ γνῶναι τὰ ὄντα ἧ ὄντα ἐστὶ, καθὼς καὶ ἐν τοῖς ἑξῆς εὑρίσκομεν. Τοῦτο γοῦν τὸ ἐν τοῖς οὖσι φῶς, καὶ ἡ τοιαύτη τῶν ὄντων γνῶσις, μᾶλλον ἀποκρύπτει τὸ Θεῖον· ἡ γὰρ τῶν ὄντων φυσιολογία τοσοῦτον εἰς θεολογίαν οὐκ ὡφελήσει, ὅσον καὶ βλάψει, τὸ ὑπὲρ φύσιν εἰς τὰ οἰκεῖα ἐαυτῇ, καὶ κατὰ φύσιν κατάγουσα. Ἀλλὰ πῶς τὰς μὲν θέσεις ἀπὸ τῶν πρώτων εἰς τὰς ἐσχάτας τιθέμεθα, τὰς δ ἀποφάσεις ἀπὸ τῶν ἐσχάτων εἰς τὰς πρώτας, αὐτὸς ὁ Πατὴρ διδάξει τοῦτο ἐν τῷ μετὰ ταῦτα κεφαλαίῳ. $0=3 $8=524 $9=1 πῶς ἡ θεία καὶ ἀγαθὴ φύσις, ἐνικὴ λέγεται, πῶς τριαδική· τίς ἡ κατ´ αὐτὴν λεγομένη πατρότης τε καὶ υἱότης· τί βούλεται δηλοῦν ἡ τοῦ Πνεύματος θεολογία· πῶς ἐκ τοῦ ἀθλου καὶ ἀμεροῦς ἀγαθοῦ τὰ Τμ ϟεα αν Ψ ἀναβλαστήσει μονῆς ἀπομεμένηκεν ἀνεκφοίτητα· πῶς ὁ ὑπερούσιος Ἰησοῦς ἀνθρωποφυῖκαῖς ἀληθείαις οὐσίωται· καὶ ὄσα ἄλλα πρὸς τῶν Λογίων Ἀκπεφασμένα κατὰ τὰς θεολογικὰς ὑποτυπώσεις ὑμνεῖται. Ἐν δὲ τῷ Περὶ θείων ὀνομάτων, πῶς ἀγαθὸς ὀνομάζεται, πῶς ὢν, πῶς ζωὴ καὶ σοφία καὶ δύναμις, καὶ ὅσα ἄλλα τῆς νοητῆς ἐστι θειωνυμίας· ἐν δὲ τῇ Συμβολικῇ θεολογίμ, τίνες αἱ ἁπὸ τῶτν αἰσθητῶν ἐπὶ τὰ θεῖα μετωνυμίαι· τίνες αἱ θεῖαι μορφαὶ, τίνα τὰ θεῖα σχήματα, καὶ μέρη, καὶ ὄργανα, τίνες οἱ θεῖοι τόποι, καὶ κόσμοι, τίνες οἱ θυμοὶ, τίνες αἱ λῦπαι, καὶ αἱ μήνιδες, τίνες αἱ μέθαι καὶ αἱ κραιπάλαι, τίνες οἱ ὅρκοι, καὶ τίνες αἱ ἀραὶ, τίνες οἱ ὕπνοι, καὶ τίνες αἱ ἐγρηγόρσεις, καὶ ὅσαι ἄλλαι τῆς συμβολικῆς εἰσι θεοτυπίας ἰερόπλαστο, μορφώσεις. Καί σε οἴομαι συνεωρακέναι, πῶς πολυλογώτερα μᾶλλόν ἐστι τὰ ἔσχατα τῶν πρώτων· καὶ γὰρ ἐχρῆν τὰς θεολογικὰς ὑποτυπώσεις, καὶ τὴν τῶν θείων ὀνομάτων ἀνάπτυξιν βραχυλογωτέραν εἶναι τῆς Συμβολικῆς θεολογίας. Ἐπείπερ ὅσῳ πρὸς τὸ ἄναντες ἀνανεύομεν, τοσοῦτον οἱ λόγοι ταῖς συνόψεσι τῶν νοητῶν περιστέλλονται· καθάπερ καὶ νῦν· εἰς τὸν ὑπὲρ νοῦν εἰσδύνοντες γνόφον, οὐ βραχυλογίαν, ἀλλ´ ἀλογίαν παντελῆ καὶ ἀνοησίαν εὐρήσομεν. Κάκεῖ μὲν ἀπὸ τοῦ ἄνω πρὸς τὰ ἔσχατα κατιὼν ὁ λόγος, κατὰ τὸ ποσὸν τῆς καθόδου, πρὸς ἀνάλογον πλῆ- βρ- ηὸρύνετο· νῦν δὲ, ἀπὸ τῶν κάτω πρὸς τὸ ὑπερκείμενον ἀνιὼνν, κατὰ τὸ μέτρον τῆς ἀνόδου συστέλλεται, καὶ μετὰ πᾶσαν ἄνοδον ὅλος ἄφωνος ἔσται, καὶ ὅλος· ἐνωθήσεται τῷ ἀφθέγκτῳ. Διὰ δὲ ὅλως, φῃς, ἀπὸ τοῦ πρωτίστου θέμενοι τὰς θείας θέσεις, ἀπὸ τῶν ἐσχάτων ἀρχόμεθα τῆς θείας ἀφαιρέσεως; Ὅτι, τὸ ὑπὲρ πᾶσαν τιθέντας θέσιν ἀπὸ τοῦ μᾶλλον αὐτῷ συγγενεστέρου, τὴν ὑποθετικὴν κατάφασιν ἐχρῆν τιθέναι· τὸ δὲ ὑπὲρ πᾶσαν ἀφαίρεσιν ἀφαιροῦντας, ἀπὸ τῶν μᾶλλον αὐτοῦ· διεστηκότων ἀφαιρεῖν. Ἢ οὐχὶ μᾶλλόν ἐστι ζωὴ καὶ ἀγαθότης ἢ ἀήρ καὶ λίθος; καὶ μᾶλλον οὐ κραιπαλᾷ, καὶ οὐ μηνιᾷ ἡ οὐ λέγεται οὐδὲ νοεῖται; $0=3 $8=525 $9=1 Ἐν μὲν οὖν ταῖς θεολογικαῖς ὑποτυπώσεσιν αἱ καταφατικαὶ θεολογίαι ὑμνήθησαν, δηλονότι, πῶς ἑνικὴ ἡ θεία φύσις, ὃ οἱ νεώτεροι ὀμοούσιον προσεῖπον· πῶς τριαδικὴ, ὅ φαμεν τρισυπόστατον, τίνες αἱ τῶν προσώπων ἰδιότητες, καὶ τί δηλοῖ πατρότης καὶ υἱότης, καὶ τίς ἡ τοῦ παναγίου Πνεύματος ἁγιαστικὴ δύναμις καὶ θεολόγος, καὶ πῶς εἴρηται τὸ, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, καὶ πῶς περὶ τοῦ προσκυνητοῦ Πνεύματος εἴρηται· Ὅ παρὰ τοῦ Πατρὸς ἑκπορεύεται· καὶ πῶς ἐν τῷ Πατρὶ καὶ ἐν ἑαυτοῖς καὶ ἐν ἀλλήλοις ὁ Υιὸς καὶ τὸ ἅγιον Πνεῦμα συναϊδίως καὶ ἀσχίστως καὶ ἀδιαιρέτως ἐν μονῇ εἰσιν ἀνεκφοιτήτῳ Ἐν δὲ τῳ Περὶ θοίων πάλιν ἐνομάτων, πῶς ὀνομάζεται $0=3 $8=526 $9=1 ὁ Θεὸς καταφατικῶς, καὶ ὢν, καὶ ζωὴ, καὶ σοφία, καὶ δύναμις. Πάλιν ἐν τῇ Συμβολικῇ θεολογίᾳ, τίνες αἱ ἀπὸ τῶν αἰσθητῶν μετωνυμίαι, καὶ τίνες αἱ μορφαὶ, ἂς περιτιθεῖσιν οἱ προφῆται θεοπρεπῶς τῷ Θείῳ· καὶ ποῖα τὰ σχήματα, καὶ τὰ τοῦ σώματος μέρη, τίνα πρόσωπα δηλονότι, καὶ ὧτα, καὶ χεῖρες, καὶ πόδες, καὶ ποῖα τὰ ὄργανα, καὶ τάλλα, ἵνα μὴ καθ´ ἕκαστον λέγωμεν, ἃ δὴ πάντα ἐξ ἀποφάσεως ὀφείλουσι λέγεσθαι ἐπὶ Θεοῦ. Ἔχεις γοῦν γινώσκειν, πῶς τὰ μᾶλλον ποῤῥώτερον τοῦ Θεοῦ, ἃ δὴ ἔσχατα λέγει, πολυλογώτερά εἰσιν. Ὅσῳ γάρ εἰσιν ἀνοίκεια Θεῷ, καὶ μὴ προσήκοντα, τοσούτῳ δέονται λόγων εἰς παράστασιν, πῶς ἐπὶ Θεοῦ νοηθήσονται Διὰ τοῦτο αἱ Θεολογικαὶ ὑποτυπώσεις κατὰ τὸ Περὶ τῶν θείων ὀνομάτων βραχύτερά εἰσι τῆς Συμβολικῆς θεολογίας, ὅτι ἐν ἐκείνοις καταφατικῶς ἐλέγομεν, ἐν μὲν ταῖς Θεολογικαῖς ὑποτυπώσεσι, περὶ Θεοῦ, ὅτι μονὰς, ὅτι Τριὰς, ὅτι Πατὴρ, ὅτι Υἱὸς, καὶ Πνεῦμα· ἐν δὲ τῷ Περὶ θείων ὀνομάτων, ὅτι ὢν, ὅτι ζωὴ, ὅτι σοφία, ὅτι δύναμις· ἐν δὲ τῇ Συμβολικῇ θεολογίᾳ, ἐπεὶ περὶ συμβδλων λέγει, σχημάτων, μερῶν, ὁργάνων, κραιπαλων, ὁρμῶν, βηνων, ἐγρηγόρσεων, ἃ δὴ πάντα ἐξ ἁποφάσεως ὀφείλουσι λέγεσθαι, ὡς ἀνοίκεια καὶ πόῤῥω Θεοῦ, εἰκότοως πολυλογώτερα τὰ τοιαῦτα συνέβησαν γενέσθαι· ἐπείπερ ὅσῳ τῷ Θεῷ οἰκειότερα λέγομεν, καὶ ἀνανεύομεν, καὶ ἐγγίζομεν πρὸς αὐτὸν, τοσούτῳ οἱ λόγοι ταῖς συνόψεσι τῶν νοητῶν περιστέλλονται. Συνόψεις δὲ τῶν νοητῶν, τὰς τῇ ἀθλῳ αὐτῶν ἁπλέτητι πρεπούσας θεωρίας ἐκάλεσε. Τὸ δὲ περιστέλλονται ἀντὶ τοῦ συστέλλονται τέθεικεν. Ὅπερ φησὶ καὶ νῦν ἐπὶ τῇ μυστικῇ θεολογίᾳ πάντως γενήσεται. Καὶ γὰρ παντελῶς εἰς τὸν ὑπὲρ νοῦν καὶ οἰκεῖον Θεῷ γνόφον εἰσδύντες, μὴ μόνον βραχυλόγοι γενησόμεθα, ἀλλὰ καὶ ἀλογίαν παντελῆ καὶ ἀνοησίαν εὐρήσομεν. Ἀλογίαν δέ φησι, τὸ μὴ δύνασθαι λόγῳ παραστῆσαι τὰ ὑπὲρ λόγον, καὶ ἀοὴσίαν τὸ, ἀνεννόητον, καὶ ὃ μὴ δύναταί τις νοῆσαι, ὡς ὑπὲρ νοῦν ὄν. Κἀκεῖ μὲν, ἤγουν ἐν τῷ Περὶ θείων ὀνομάτων, ἀπὸ τοῦ ἄνω πρὸς ἀνάλογον πλῆθος ὁ λόγος ηὐρύνετο· τὸ γὰρ ὤν, οἰκεῖον ὃν τῷ Θεῷ βραχυλογίαν εἶχε· τὸ δὲ Παλαιὸς ἡμερῶν, ἢ ἄλλο τι ποῤῥώτερον, εἰκότως πολυλογίας ἐδέετο. Νῦν δὲ, ὰσὸ τῶν κάτω τε καὶ πολλῶν συνθέσεων καὶ συμβά λων πρὸς τὸ ἑνιαῖον καὶ ἀκρότατον ἀνιὼν, εἰκότως κατὰ τὸ μέτρον τῆς ἀνόδου συσταλήσεται· καὶ τόσον, ὕτι μετὰ τὴν ἄνοδον ἄφωνος ἔσται καὶ ὅλος ἑνωθήατται τῷ ἀφθέγκτῳ διὰ σιγῆς τιμίας τιμῶν τὸν θέμενον σκότος ἀποκρυφὴν αὐτοῦ. Διὰ τί δὲ ὅλως, Κφὴς, ἀπὸ μὲν τῶν πρωτίστων τὰς θέσεις, ἀπὸ δὲ τῶν ἐσχάτων τὰς ἀποφάσεις ποιούμεθα καταρχόμενοι; Λέγομεν ἔτι ἐπὶ μὲν τῶν θέσεων κεχρήμεθα τῇ ὑποθετικῇ, τουτέστι τῇ ὑπαγορευτικῇ, καὶ οἷον δηλωτικῇ καταφάσει, ὅτι Θεὸς, ὅτι ζωή, ὅτι ἀγαθότης, ἢ ἀὴρ, ἢ λίθος, ἢ πῦρ, ἢ πνεῦμα, ἢ τὰ τοιαῦτα. Τὰ γοῦν πρότερα τῷ Θεῷ οἰκειότερα καὶ συγγενέστερα· λοιπὸν μᾶλλόν ἐστι ζωὴ ἢ ἀὴρ, καὶ μᾶλλον Θεὸς ἡλίθος, καὶ μᾶλλον ἀγαθότης, ἢ πῦρ, καὶ μᾶλ. $0=3 $8=527 $9=1 ΕΑΡΟΤ ΙΝ. λον σοφία ἢ πνεῦμα. Τοῦτο γοῦν ἐστι τὸ ἄρχεσθαι ὑπὸ τῶν πρωτίστων, ἐπὶ τῶν θέσεων, ὅτι μᾶλλον νοοῦνται τὰ πρώτιστα ἐπὶ Θεοῦ, ἢ τὰ ἔσχατα. Ἐπὶ δὲ τῶν ἀφαιρέσεων τὸ ἐναντίον, οὕτως· Οὁ μεθύσκεται ὁ Θεὸς, οὐ μηνιᾷ, οὐ λέγεται, οὐ νοεῖται. Τὸ οὐ μεθύσκεται, ἔσχατον· ἔστι γὰρ καὶ ἀνθρώπων. Τὸ οὔ νοεῖται, οἰκεῖον καὶ πρώτιστον. Ἔστι τοίνυν τὸ μὴ λόγῳ λέγεσθαι τὸν Θεὸν, καὶ τὸ μὴ νοεῖσθαι, οἰκειά τερον Θεῷ μᾶλλον ἢ τὸ μὴ κραιπαλᾷν, μηδὲ ὁργίζεσθαι· ταῦτα γὰρ καὶ ἀνθρώποις οἰκεῖα, καὶ διὰ τοῦτο ἔσχατα. Καὶ ὅμως ἐκ τῶν ἐσχάτων τῆς ἀφαιρέσεως ἀρχόμεθα, οἷον· Μᾶλλον οὐ μεθύει ὁ Θεὸς, ἢ οὐ λέγεται· καὶ μᾶλλον οὐ μηνιᾷ ἢ οὐ νοεῖται. Ὢσπερ γοῦν ἐπὶ τῶν θέσεων τὰ οἰκεῖα τὸ μᾶλον εἰχον, καὶ μᾶλον Θεὸς ἐλέγομεν ἢ ἀὴρ, καὶ μᾶλλον ἀγαθὸς ἢ πνεῦμα· οὕτως ἐνταῦθα τὸ μᾶλλον τὰ ἔσχατα ἕχουσιν, ὅτι ἀφαιρεματικῶς λέγομεν, οἶον μᾶλλον οὐ νκραιπαλᾷ ἢ οὐ νοεῖται, καὶ τὰ λοιπά. Κραιπάλη δέ ἐστιν ἡ πολλὴ μέθη καὶ σφοδροτάτη, οἷον καραπάλη τις οὖσα ὅ ἐστι τὸ κάρα ἤτοι τὴν κεφαλήν πάλλουσα, καὶ πάνυ κινοῦσα· μῆνις δὲ οὐχ ἡ τυχοῦσα ὀργὴ, ἀλλ´ ἡ ἐπίμονος. Ποῦ δὲ ἀήρ ἐλέχθη, καὶ ποῦ λίθος; Λίθος μὲν παρὰ τῷ Δαυλδ, καθὼς καὶ ὁ Κύριος περὶ εαυτοῦ ἐξηγεῖται λέγων· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη εἰς κεραλὴν γωνίας; καὶ πάλιν παρὰ τῷ Ἀποστόλῳ· Ἡ δὲ πέτρα ἧν ὁ Χρεστός· ἀὴρ δὲ κατὰ τὸ ἐν ταῖς Βασιλείαις εἰρημέ-· νον· Καὶ ἰδοὺ αὖρα λεπτὴ, καὶ ἑκεῖ Κύριος, ΚΕΦΑΛΑΙΟΝ Δʹ. Λέγομεν οὖν, ὡς ἡ πάντων αἰτία, ὑπὲρ πάντα οὖσα, οὔτε ἀνούσιός ἐστιν, οὔτε ἄζωος, οὔτε ἄλογος. οὔτε ἄνους, οὐδὲ σῶμά ἐστιν· οὔτε σχῆμα, οὔτε εἶδος, οὔτε ποιότητα, ἢ ποσότητα, ἢ ὄγκον ἔχει· οὐδὲ ἐν τόπῳ ἐστὶν, οὔτε ὁρᾶται, οὔτε ἐπαφὴν αἰσθητὴν ἔχει· οὐδὲ αἰσθάνεται, οὕτε αἰσθητή ἐστιν, οὐδὲ ἀταξίαν ἔχει καὶ ταραχὴν, ὑπὸ παθῶν ὑλικῶν ἐνοχλουμένη· οὔτε ἀδύναμός ἐστιν, αἰσθητοῖς ὑποκειμένη συμπτώμασιν, οὔτε ἐν ἐνδείᾳ ἐστὶ φωτὸς, οὐδὲ ἀλλοίωσιν, ἢ φθορὰν, ἢ μερισμὸν, ἢ στέρησιν, ἢ ῥεῦσιν, οὔτε ἄλλο τι τῶν αἰσθητῶν, οἴτε ἐστὶν, οὔτε ἔχει. $0=3 $8=529 $9=1 Ἡ πάντων αἰτία καὶ ὑπὲρ πάντα ὁ Θεός ἐστιν. Αὕτη γοῦν οὔτε ἀνούσιός ἐστιν, οὔτε ἄζωος, οὕτε ἄλογος, οὔτε ἄνους· κλιμακηδὸν δὲ καὶ κατὰ τάξιν ἀπὸ τῶν ἐσχάτων ἀρχόμενος, ἄνεισιν ἐπὶ τὰ ὑψηλότερα, ἐπεὶ ἀποφατικὴ ἡ θεολογία ἐστί. Μᾶλλον γὰρ οὐκ ἀνούσιος ὁ Θεὸς, ἢ οὐκ ἄνους· δηλονότι πλείονες ἂν συντεθεῖεν, ὅτι οὐκ ἀνούσιος, ἢ ὅτι οὐκ ἄνους· τὸ μὲν γὰρ $0=3 $8=530 $9=1 ἀνούσιος παχυτέραν ἔχει τὴν παραλογίαν, τὸ δὲ ἄνους λεπτοτέραν· καὶ διὰ τοῦτο τὴ ν ἀπόφασιν ἐκείνου εὐνολωτέρως δέξονται ἢ τὴν τούτου. Ἀναγκαίως δὲ διὰ τούτων ὁ Πατὴρ προησφαλίσατο τὸν ἀκροατὴν, ὥστε μὴ ἐν ταῖς ἑξῆς ἀποφάσεσιν, ὅτε λέγει· Οὔτε σῶμά ἐστιν, οὔτε τὸ, οὕτε τὸ, οἰεσθαι ὅλως μὴ εἶναι τὸ θεῖον. Ἀλλ´ ἐν τούτοις μὲν τὸ εἶναι αὐτῷ ὑπέθετο· εἰπὼν γὰρ, σθτε ἀνούσιος, οὐσίαν ἐδήλωσεν· οὖτε ἄζωος, ζῶσαν ἐδήλωσεν· οὔτε ἄλογος, λόγον ἐδήλωσεν· οὐτε ἄνους, νοῦν ἐδήλαωσεν. Ἔν τούτοις οὖν ὑποθέμενος τὸ εἶναι αὐτὸ, ἐν τοῖς ἐφεξῆς, ὅτε λέγει τὸ σῶμα, καὶ τὰ λοιπὰ, τὸ κατὰ μηδὲν τῶν ὄντων εἶναι, ἀλλ´ ὑπερούσιον ᾐνίξατο· τὸ γὰρ μὴ ὃν ἀνούσιον. Καὶ πάλιν οὐ σῶμα, ἀλλ´ ὑπὲρ πᾳσαν, ἑτέραν οὐσίαν, καὶ ἕστι καὶ ὑπερούσιόν ἐστιν. Εἰπών δὲ, Οὕτε σῶμά ἐστιὺ, ἀναιρεῖ καὶ τὰ περὶ τὸ σῶμα· ἀσχημάτιστον γὰρ, καὶ ἀνείδεον, καὶ ἄποσον, καὶ ἄποιον, καὶ ἄογκον. Ἀλλ´ οὐδ´ ἐν τόπῳ ἐστί· πᾶν γὰρ περιγραπτὸν ἐν τόπῳ, ἐπεὶ ὁ τόπος πέρας ἐστὶ τοῦ περιέχοντος. Τὸ δὲ θεῖον, πανταχοῦ παρὸν, καὶ πληροῦν τὰ πάντα, οὐ περιέχεται παρ´ οὐδενός· ἀλλ´ ὐδ´ ὁρᾶται· οὐδ´’» ἐπαφὴν ἔχει, ὅτι οὐδ´ αἰσθητόν ἐστιν γὰρ αἰσθήσεις περὶ τὰ αἰσθητά, ἀλλ´ οὐδ´ αἰσθάνεται· οὐδὲ γὰρ αἰσθητικόν ἐστιν, οὐδ´ αἰσθήσεις ἔχει. Οὔτε ὑπὸ παθῶν ἐνοχλεῖται, οὔτε ἐξ ἀδυναμίας αἰσθητοῖς ὑπόκειται πάθεσιν. Οὔτε δεῖ αὐτῷ τοῦ φωτὸς, οὔτε ἀλλοιοῦται, οὔτε φθείρεται· ἀναλλοίωτον γὰρ καὶ ἀθάνατον. Οὐδὲ μερισμὸν ὑφίσταται ἐν τῷ τὰς τρεῖς ζωαρχικὰς ὑποστάσεις Ἐδιοθποστάτως εἶναί τε καὶ νοεῖσθαι. Οὐδὲ στέρησιν· πὰ γὰρ προσόντα τῷ Θεῷ ἀγαθὰ καὶ ὑπερπλήρη καὶ φυσικά ἐἀστιν. Οὐδὲ ῥεῦσιν ὑφίσταται, ἀῤῥεύστως γὰρ ὄ μονυγενὴς Λόγος ἐκ τοῦ Πατρὸς γεννᾶται, καὶ ἀπαθῶς ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τὸ ἅγιον Πνεῦμα. Οθτε ἄλλο τι τῶν αἰσθητῷν οὔτε ἐστὶν, οὔτε ἔχει. Τὸ μὲν ἔστι, διὰ τὰ καθ´ αὐτὰ ὑφεστῶτα λέγει, ἤγουν πνεῦμα, ἀήρ, λίθος· τὸ δὲ ἔχει, διὰ τὰς δηλωθείσας σωματικὰς ποιότητας. ΚΕΦΑΛΑΙΟΝ Ε Ὅτι οὐδὲν τῶν νοητῶν ὁ παντὸς νοητοῦ καθ´ ψπεροχὴν αἴτιος. Αὖθις δὲ ἀνιόντες λέγομενδ, ὡς οὔτεψυχή ἐστιν, οὔτε κοῦς· οὔτε φαντασίαν, ἢ δόξαν, ἢ λόγον, ἢ νόησιν ἔχει· οὐδὲ λόγος ἐστὶν, οὐτε νόησις· οὐδὲ λέγεται οὔτε νοεῖται· οὔτε ἀριθμός ἐστιν, οὔτε τάξις, οὕτε μέγεθος, $0=3 $8=531 $9=1 οὔτε σμικρότης, ὔτε ἰσότης, οὕτε ἀνισάτης, στε ὁμοιότης ἢ ἀνομοιότης· οὕτε ἕστηκεν, οὔτε κενεῖται, οὔτε ἡσυχίαν ἄγει, οὔτε ἔχει δυναμιν, οὔτε δύναμίς ἐστιν, οὔτε φῶς· οὔτε ζῇ, οὔτε ζωή ἐστιν· οὐδὲ οὐσία ἐστνν, οὐτε αἰὼν, οὕτε χρόνος· οὐδὲ ἐπκφή ἐστιν σὸτῆς νοητή· οὓτε ἐπιστήμη, οὔτε ἀλήθοιά ἐστιν· οὐξὲ βασιλεία, οὔτε σοφία· οὐδὲἓν, οὐδὲ ἐνότης, οὐδὲ θεότης, ἢἀγαθότης, οὐδὲ πνεῦμά ἐστιν ὡς ἡμᾶς εἰδέναι· οὔτε υἱότης, οὐτε πατρότης, οὐδὲ ἄλλοτι τῶν ἡμῖν ἢ ἄλλφ τινὶ τῶν ὄντων συνεγνωωσμένον· οὐδέ τι τῶν οὐκ ὄντων, οὐδέ τι τῶν ὄντων ἑστὶν, οὐδὲ τὰ ὄντα αὐτὴν γινώσκει ᾗ αὐτή ἐστιν· οὐδὲ αὐτὴ γινώσκει τὰ ὄντα ᾗ ὄντα ἐστίν· οὐδὲ λόγος αὐτῆς ἐστιν, οὔτε ὄνομα, οὔτε γνῶσις· οὐδὲ σκότος ἐστὶν, οὐδὲ φῶς· οθτε πλάνη, οὔτε ἀλήθεια· οὐδέ ἐστιν αὐτῆς καθλου θέσις, οὔτε ἀφαίρεσις· ἀλλὰ τῶν μετ´ αὐτὴν τὰς θέσεις καὶ ἀφαιρέσεις ποιοῦντες αὐτὴν, οὔτε τίθεμεν, οὔτε ἀφαιροῦμεν· ἐπεὶ καὶ ὑπὲρ πᾶσαν θέσιν ἐστὶν ἡ παντελὴς καὶ ἑνιαία τῶν πάντων αἰτία, καὶ ὑπὲρ πᾶσαν ἀφαίρεσιν ἡ ὑπεροχὴ τοῦ πάντων ἀπλῶς ἀπολελυμένου καὶ ἐπάκεινα τῶν ὅλων. $0=3 $8=536 $9=1 Ἀποφηνάμενος πρῶτον μὲν τὰς στερήσεις, μετέπειτα δὲ τὰς θέσεις τῶν αἰσθητῶν, ἐν τῷ εἰπεῖν, Οὔτε ἀνούσιος, καὶ τὰ λοιπὰ στερητικά· καὶ αὖθις ἐν τῷ εἰπεῖν, Οὕτε σῶμα, καὶ τὰ λοιπὰ θετικά· νῦν ἀποφαίνεται $0=3 $8=537 $9=1 καὶ τὰ νοητὰ, τὸ, Οὔτε ψυχὴ, οὔτε νοῦς. Πλὴν μὴ ἔχῃ., ὅτι κἀκεῖσε περὶ λόγου καὶ νοὸς ἐμνημόνευσεν, Οὔτε ἄλογος, εἰπὼν, οὔτε ἄνους· καὶ λοιπὸν ἀποφαίνεται κἀκεῖ τὰ νοητά. Ἀλλ´ ἴσθι, ὅτι ἐκεῖ τὰ τοιαῦτα, αἰσθητά εἰσιν· οὐδὲ γὰρ ἀποφαίνεται ἀπόλυτον τὸν λόγον, ἢ τὸν κεχωρισμένον τῶν αἰσθητῶν νοῦν· ἀλλὰ τὸ ἄλογον καὶ τὸ ἄνουν, ζῶα δηλαδὴ αἰσθητὰ, ἐστερημένα λόγου τε καὶ νοός. Ἀλλ´ ἐνταῦθα λέγει ὡς οὔτε ψυχή ἐστιν, οὔτε τι ἀπὸ τῶν ἐχόντων τὰ μέρη ταύτης, καὶ ταῦτα κατὰ τάξιν· οὔτε τι ἔχον φαντασίαν μόνην ἄλογον, καὶ τύπον ἀσθενῆ, ἣν δὴ ἔχουσι καὶ τὰ ἄλογα· οὔτε δόξαν, ἀσυλλόγιστον γνῶσιν καὶ ἀμυδρὰν, ἣν τὰ λογικὰ ἔχουσιν· οὔτε λόγον, δηλονότι διάνοιαν καὶ ἐπιστήμην· οὔτε μὴν νόησιν, ἐνέργειαν νοὸς, μέρους κρείττονος τῆς ψυχῆς. Μετὰ ταῦτα ἀνά- «γει τὸν λόγον εἰς αὐτὰς γυμνὰς τὰς δυνάμεις δίχα τῶν ἐχόντων αὐτὰς, καὶ λέγει, Οὕτε λόγος ἐστὶ προφορικὸς, οὔτε νόησις, δηλαὴ ἐνδιάθετος λόγος. Καὶ αὖθις ἔτι ἀνάγει τὸν λόγον, καὶ αὐτῶν ἐξαιρεῖται τὸ Θεῖον, καὶ λέγει· Τί λέγω ταῦτα; οὔτε αὐτὸς ὁ λόγος καὶ ἡ νόησις ἐφικνεῖται εἰς τὸ Θεῖον καταλαβεῖν. Μετὰ ταῦτα ἀριθμεῖται πάντα τὰ ἐν ἡμῖν μὲν φαινόμενα, ἀσώματα δὲ, καὶ διὰ τοῦτο νοητὰ, τέως δὲ ἐν ὑποκειμένοις θεωρούμενα. Νοητὴ δὲ ἐπαφή ἐστιν ἡ τοῦ νοὸς γνῶσις. Ὡς γὰρ ἐπαφὴ αἰσθητή ἐστιν ἡ αἴσθησις· τότε γὰρ αἰσθανόμεθα, ὅτ´ ἐπαφὴ τῶν αἰσθητῶν τοῖς αἰσθανομένοις ἢ τῇ αἰσθήσει γίνεται, καὶ μακρόθεν γὰρ τοῦ πυρὸς καθημένων ἡμῶν, εἴπερ μόνον θερμαινομεθα, ἐπαφὴ λέγεται εἶναι· καὶ ἐπὶ τῆς ὀσφρήσεως καὶ ἐπὶ τῶν ἄλλων τοῦτο συμβαίνει· οὐδὲ γὰρ ἀπλῶς ἡ ἐπαφὴ σωματικὴ γίνεται ἐν τῷ τὰ σώματα συνεχίζεσθαι, ἀλλ´ ἐν τῷ τὴν αἴσθησιν προσβάλλειν τοῖς αἰσθητοῖς. Ὡς γοῦν οὕτω ταῦτα ἐπὶ τῆς αἰσθητῆς ἐπαφῆς, οὕτω νόει καὶ ἐπὶ τῆς νοητῆς ἐπαφῆς, ἤγουν τῆς γνώσεως. Οὔτε δὲ ἀλήθειά ἐστιν, οὕτε σοφία, καίτοι γε τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ τοῦ θείου ἀποστόλου Παύλου· Χριστὸς Θεοῦ δύναμις. καὶ Θεοῦ σοφία ὅτι αὐτοαλήθεια καὶ αὐτοσοφία ἐστὶ, καὶ ὑπὲρ τὴν ἡμετέραν ἀλήθειαν καὶ σοφίαν. Καὶ ἄλλως, ὅτι οὐδὲ ταῦτα Θεοῦ οὐσίαν σημαίνουσι. Τὸ δὲ ἓν καὶ ἡ ἑνότης ἀλλήλων διαφέρουσι· τὸ μὲν γὰρ ἓν δηλοῖ τὸ ὑποκείμενον· ἡ δὲ ἑνότης αὐτὴν τὴν ποιότητα· ὥσπερ λευκὸν καὶ λευκότης, ἀγαθὸν καὶ ἀγαθότης. Οὔτε δὲ ἡ θεότης οὐσία ἐστὶ τοῦ Θεοῦ, ὥσπερ οὐδὲ ἡ ἀγαθότης· οὐδὲ πνεῦμά ἐστι, καίτοι γε ἐν τοῖς θείοις Εὐαγγελίοις ἀκούομεν, Πνεῦμα ὁ Θεός· καὶ πάλιν, Τὸ Πνεῶμα τῆς ἀληθείας· ἀλλ´ ὡς ἡμᾶς εἰδέναι φησὶ τὰ μακαριστικὰ καὶ ἀγιαστικὰ ὀνόματα τῶν τῆς ἁγίας Τριάδος ὑποστάσεων· τοῦτο γὰρ λαβὲ καὶ ἐνταῦθα καὶ ἐπὶ πάσης ἀποφάσεως τὸ ὡς ἡμᾶς εἰδέναι, ἤγουν κατὰ τὴν ἡμετέραν δύναμιν. Οὐ μέντοι γε οὐσία τὰ ἀπηριθμημένα Θεοῦ, ἡ ἀγαθότης, ἡ θεότης, καὶ τὰ λοιπά, ἀλλὰ δόξα περὶ αὐτόν ἐστιν. Οὕτω καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ τρίτῳ τῶν αὐτοῦ Θεολογικῶν λόγων λέγει, ὡς οὔτε ἡ θεʹτης, οὖτε τὸ ἀγέννητον, οὔτε ἡ πατρότης οὐσίαν σημαίνει Θεοῦ. Μὴ ταραττέτω δέ σε τό· Οὕτε ὁ Θεὸς οἶδε τὰ ὄντα ᾖ $0=3 $8=538 $9=1 ὄντα εἰσί-· σκοπὸς γὰρ τῷ ἁγίῳ δεῖξαι τὸν Θεὸν μηδὲν μήτε τῶν ὄντων, μήτ, μὴν τῶν οὐκ ὅντων ὄντα. Τὸ δὲ, Μηδὲν τῶν οὐκ δντων ὑπερβολικῶς τέθεικε· τίνα γάρ. εἰσι τὰ μὴ ὄντα, ὡς ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι τι τῶν μὴ ὄντων, ἀλλὰ οὐδὲν τῶν ὄντων οὕτως· ὅτι, ἐπεὶ τὰ πάντα παρήγαγε, πῶς ἔχει εὑρεθῆναι ἔν τι τῶν ὄντων; Λέγε τοίνυν, ὅτι οὐδὲ τὰ ὄντα γινώσκει τὸν πάντων αἴτιον Θεόν· ἀλλὰ ταχέως αὐτὸ ἐσαφήνισεν, εἰπών· Ἢ αὐτός εστι, τουτέστιν, Οὐδὲν τῶν ὄντων γινώσκει Θεὸν καθό ἐστιν, ἀντὶ τοῦ τὴν ἀνεννόητον καὶ ὑπερούσιον αὐτοῦ οὐσίαν καὶ ὕπαρξιν· εἴρηται γάρ· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Καὶ ἐκ τοῦ ἐναντίον ἐπάγει ὁ Πατὴρ οὗτος, καί φησιν, Οὐδεὶς γινώσκει τὸν Θεὸν ᾗ ἐστιν, οὐδὲ αὐτὸς ὁ Θεὸς γινώσκει τὰ ὄντα ᾗ ὄντα ἐστί· τουτέστιν, οὐκ οἶδεν ἐπιβάλλειν τοῖς αἰσθητοῖς αἰσθητῶς ἢ ταῖς οὐσίαις, ὡς οὐσίαις· ἀνοίκειον γὰρ τοῦτο Θεοῦ. Οἱ γὰρ ἄνθρωποι τὰ μὲν αἰσθητὰ ἢ διὰ θέας, ἢ δι´ ἁφῆς, ἢ διὰ γεύσεως νοοῦμεν τί εἰσι· τὰ δὲ νοητὰ ἀπὸ μαθήσεως, ἢ διδασκαλίας, ἢ ἐλλάμψεως καταλαμβάνομεν. Ὁ δὲ Θεὸς οὐδὲ ἐξ ἐνὸς τοιούτου τρόπου οἶδε τὰ ὄντα, ἀλλὰ γνῶσιν ἔχει τὴν αὐτῷ πρέπουσαν· τοῦτο γὰρ αἰνίττεται τό· Ὁ εἰὼς τὰ κάντα κρὶν γενέσεως αὐτῶν, δηλονότι, οὐ κατὰ τὸν λόγον τῆς γενέσεως τῶν ὄντων οἶδεν αὐτὰ ὁ Θεὸς, ὅπερ ἐστὶν αἰσθητῶς, ἀλλὰ καθ´ ἕτερον γνώσεως τρόπον. Οἱ ἄγγελοι δὲ γνωστικῶς καὶ ἀθλως αὐτὰ γινώσκουσιν, οὐχ ὡς ἡμεῖς αἰσθητῶς. Οὕτως οὖν καὶ ὁ Θεὸς ἀσυγκρίτως καὶ ὑπεραναβεβηκότως, οὐ μὴν ταῖς οὐσίαις συμβάλλων, οἷδε τὰ ὄντα. Λοιπὸν τὰ ὄντα Θεὸν οὐκ οἶδεν ᾗ ἐστι Θεός· ὑπὲρ γὰρ τὴν ἑαυτοῦ φύσιν ἐκταθῆναι ταῖς νοήσεσιν οὐ δύνανται. Εἰκότως οὖν εἰς ἑαυτὰ βλέποντα, ἀγνοεῖ τὴν θείαν φύσιν καθὸ αὐτή ἐστιν. Οὕτως οὐν καὶ ἡ θεία φύσις ἑαυτὴν βλέπουσα, οὐκ οἶδεν ἐν ἐαυτῇ τὰ ὄντα κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδὴ ὑπὲρ πάντα τὰ ὄντα ἐστὶ, καὶ αὐτὸ τὸ εἶναι κέκτηται ὑπερουσίως. Καὶ πάλιν ἀνωτέρω μὲν εἶπεν, Οὔτε φῶς, οὔτε ἀλήθεια· νῦν δὲ, Οὔτε σκότος, οὔτε φῶς, οὔτε πλάνη, οὔτε ἀλήθεια. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν πρῶτον φῶς λέγων, περὶ τοῦ ἀπολύτως φωτὸς λέγει, ἤγουν περὶ τῶν ἀγγελικῶν οὐσιῶν, καὶ ἀλήθειαν τὴν αὐτοαπολελυμένως· οὐ μὴν δὲ τὴν ἀντικειμένην τῷ ψεύδει ἀλήθειαν, ἁφ´ ὧν ἀποφάσκει τὸ Θεῖον, ὅτι καὶ ὑπὲρ ταῦτα ἐξῃρημένον ἐστίν. Ἐνταῦθα δὲ λέγει, ὅτι Οὕτε τῶν πρός τι, μᾶλλον δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν· οἷον, ὅτι οὔτε ἐκ σκότους εἰς φῶς μετέβαλεν, ὡσανεὶ ἐκ τοῦ δυνάμει φωτὸς εἰς τὸ ἐνεργείᾳ φῶς οὔτε πάλιν ἐκ τοῦ πλάνην εἶναι, δηλονότι δυνάμει ἀλήθειαν, εἰς ἀλήθειαν ἐνεργείᾳ μετέβαλε· πάντα γὰρ ταῦτα δεύτερα αὐτοῦ, καὶ τὸ φῶς καὶ ἡ ἀλήθεια, ἐξ αὐτοῦ προνοητικῶς φανέντα. Οὐδέ ἐστι παντελῶς αὐτοῦ θέσις, ὡς εἶναι ἢ ζωὴν ἢ ἀλήθειαν, ἢ ἄλλο τι τῶν ὄντων. Οὐδὲ πάλιν ἀφαίρεσις παντελῶς, ὡς μηδαμῆ μηδαμῶς εἶναι, ἀλλὰ τῶν μετ´ αὐτὸν, δηλονότι τῶν κτισμάτων τὰς θέσεις καὶ ἀφαιρέσεις ποιοῦντες· θέσεις μὲν, οἰον ζωὴν, ἀλήθειαν, ὅν ἀφαιρέσεις δέ, οἷονοὐ ζωὴν, οὐκ ἀλήθειαν, οὐκ ὄν. $0=3 $8=539 $9=1 Ταῦτα γοῦν τὰ μετ´ αὐτὸν καὶ τιθέντες καὶ ἀφαιροῦντες, αὐτὸν τὸν Θεὸν οὔτε τίθεμεν, ἤγουν ἐξ αὐτῶν τὴν οὐσίαν αὐτοῦ γνωρίζομεν, οὕτε ἀφαιροῦμεν παντελῶς ὥστε τελέως ἄληπτον εἰναι,τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον· ἀλλ´ εἰκόνας τινὰς ἐκ τῶν περὶ αὐτὸν ἀναματτόμενοι, ἀμυδρόν τι συνάγομεν τῆς ἀληθείας ἴνδαλμα, ἐπεὶ καὶ ὑπὲρ πᾶσαν θέσιν ἐστὶν, ὡς ἐξῃρημένη αἰτία πάντων· καὶ ὑπὲρπᾶσαν ἀφαίρεσιν ἐν τῷ κατὰ μηδεμίαν τῶν ὄντων ἀφαίρεσιν τὸ Θεῖον γινώσκεσθαι· ἀπολελυμένον γὰρ πάντων, καὶ πάντων ἐστὶν ἐπέκεινα. $0=3 $8=540 $9=1 Τὸ σκότος ἀφανὲς γίνεται τῷ φωτὶ, καὶ μᾶλλον τῷ τολλῷ φωτί· τὴν ἀγνωσίαν ἀφανίζουσιν αἱ γνώσεις, καὶ μᾶλλον αἰ πολλαὶ γνώσεις. Ταῦτα ὑπεροχικῶς, ἀλλὰ μὴ κατὰ στέρησιν ἐκλαβὼν, ἀπόφησον ὑπεραλήθωςἰΡ, ὅτι λανθάνει τοὺς ἔχοντας ὃν φῶς, καὶ ὄντων γνῶσιν ἡ κατὰ Θεὸν ἀγνωσία· καὶ τὸ ὑπερκείμενον μὐ τοῦ σκότος καὶ καλύπτεται παντὶ φωτὶ, καὶ ἀποκρύπτεται πᾶσαν γνῶσιν. Καὶ εἴ τις ἰδὼν Θεὸν, συνῆκεν ὃ οεἰδεν, οὐκ αὐτὸν ἐώρακεν, ἀλλά τι τῶν αὐτοῦ πῶν ὄντων καὶ γινωσκομένων· αὐτὸς δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ οὐσίαν ὑπεριδρυμένος, αὐτῷ τῷ καθόλου μὴ γινώσκεσθαι, μηδὲ εἰναι, καὶ ἔστιν ὑπουσίως καὶ ὑπὲρ νοῦν γινώσκεται. Καὶ ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία γνῶσίς ἐστι τοῦ ὑπὲρ πάντα τὰ γινωσκόμενα. $0=3 $8=541 $9=1 Πῶς ὁ πάντων ἐπέκεινα καὶ ὑπὲρ θεαρχίαν ἐστὶ καὶ ὑπὲρ νὸ ἀγαθαρχίαν; Εἰ θεότητα καὶ ἀγαθότητα νοήσαις αὐτὸ τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ καὶ θεοποιοῦ δώρου, καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέσυ καὶ $0=3 $8=542 $9=1 ὑπεραγάθου, καθ´ ὃ θεούμεθα καὶ ἀγαθυνόμεθα. Καὶ γὰρ εἰ τοῦτο ἀρχὴ γίνεται τοῦ θεοῦσθαι καὶ ἀγαθύνεσθαι τοὺς θεουμένους καὶ ἀγαθυνομένουςε, ὁ πάσης ἀρχῆς ὑπεράρχιος, καὶ τῆς οὕτω λεγομένης θεότητος καὶ ἀγαθότητος, ὡς θεαρχίας καὶ ἀγαθαρχίας ἐστὶν ἐπέκεινα· καθ´ ὅσον ἀμίμητος καὶ ἄσχετος, ὑπερέχει τῶν μιμήσεων καὶ σχέσεων, καὶ τῶν μιμουμένων καὶ τῶν ἐ μετεχόντων. Ἔεαίφνης ἐστὶ τὸ παρ´ ἐλπίδα, καὶ ἐκ τοῦ τέως ἀφανοῦς εἰς τὸ ἐμφανὸς ἐξαγόμενον. Ἐπὶ δὲ τῆς Κκατὰ Χριστὸν φιλανθρωπίας, καὶ τοῦτο οἶμαι τὴν θεολογίαν αἰνίττεσθαι, τὸ ἐκ τοῦ κρυφίου τὸν ὑπερούσιον εἰς τὴν καθ´ ἡμᾶς ἐμφάνειαν ἀνθρωπικῶς οὐσιωθέντα προεληλυθέναι. Κρύφιος δέ ἐστι καὶ μετὰ τὴν ἔκφανσιν, ἢ, ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῇ ἐκφάνσει καὶ τοῦτο γὰρ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγῳ οὔτε νῷ τὸ κατ´ αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ καὶ λεγόμενον ἄῤῥητον μένει, καὶ νοούμενον ἄγνωστον. $0=3 $8=543 $9=1 Πῶς, φὴς, Ἰησοῦς ὁ πάντων ἐπέκεινα, πᾶσίν ἐστιν ἀνθρώποις οὐσιωδῶς συντεταγμένος; Οὐ γὰρ ὡς αἴτιος ἀνθρώπων ἐνθάδε λέγεται ἄνθρωπος, ἀλλ´ ὡς αὐτὸς κατ´ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπος ὥν. Ἡμεῖς δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον(οὐδὲ ὑπερούσιος, ἢ ἄνθρωπος μόνον, ἀλλ´ ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλἀνθρωπος ὑπὲρ ἀνθρώπους καὶ κατὰ ἀνθρώπους ἐκ τῆς τῶν ἀνθρώπων οὐσίας ὁ ὑπερούσιος οὐσιωμένος. Ἔστι δὲ οὐδὲν ἧττον ὑπερουσιότητος ὑπερπλήρης ὁ ἀεὶ ὑπερούσιος, ἀμέλει τῇ ταύτης περιουσίᾳ· καὶ εἰς οὐσίαν ἀληθῶς ἐλθὼν, ὑπὲρ οὐσίαν οὐσιώθη, καὶ ὑπὲρ ἄνθρωπον ἐνήργει τὰ ἀνθρώπου. Καὶ δηλοῖ παρθένος ὑπερφυῶς κύουσα, καὶ ὕδωρ ἄστατον, ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος, καὶ μὴ ὑπεῖκον, ἀλλ´ ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. Τί ἄν τις τὰ λοιπὰ, πάμπολλα ὄντα, διέλθοι; δι´ ὡν ὁ θείως ὁρῶν, ὑπὲρ νοῦν γνώσετει, καὶ τὰ ἐπὶ τῇ φιλανθρωπίᾳ τοῦ Ἰησοῦ καταφασκόμενα, δύναμιν ὑπεροχικῆςνν ἀποφάσεως ἔχοντα. Καὶ γὰρ, ἵνα συνελόντες εἰπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ´ ὡς ἐξ ἀνθρώπων, ἀνθρώπων ἐπέκεινα, καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς ἄνθρωπος γεγονώς. Καὶ τὸ λοιπὸν, οὐ κατὰ Θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπεια κατὰ ἄνθρωπον, ἀλλ´ ἀνδρωθέντος Θεοῦ, καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος. $0=3 $8=544 $9=1 ΘΙΝΟΡΘΙΘ ΕΡΙΤΟΙμΑὖ Ὃ θείος γνόφος ἐστὶ τὸ ἀπρόσιτον φῶς, ἐν ὧ κατοικεῖν ὁ Θεὸς λέγεται. Καὶ ἀοράτῳ γε ὄντι διὰ τὴν ὑπερέχουσαν φανότητα, καὶ ἀπροσίτῳ τῷ αὐτῷ διὰ τὴν ὑπερβολὴν τῆς ὑπερουσίου φωτοχυσίας, ἐν τούτῳ γίγνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾷν, μηδὲ γινώσκειν, ἀληθῶς, ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γιγνόμενος, τοῦτο αὐτὸ γιγνώσκων, ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ, καὶ προφητικῶς ἐρῶν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ ν, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὥσπερ οὖν καὶ ὁ θεῖος Παῦλος ἐγνωκέναι τὸν Θεὸν λέγεται, γνοὺς αὐτὸν ὑπαρ πᾶσαν ὄντα νόησιν καὶ γνῶσιν· διὸ καὶ ἀνεξι- Β οεω εοἰοῶιῖαια οἱ ἰιεῖλίφειίαπ εκίαιοιε οὐᾳο $0=3 $8=545 $9=1 χνιάστους εἶναι τὰς ὁδοὺς αὐτοῦ φησι, καὶ ἀνεξερεόνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεκδιηγήτους τὰς δωρεὰς αὐτοῦ, καὶ τὴν εἰρήνην αὐτοῦ ὑπερέχουσαν πάντα νοῦν, ὡς εὐρηκὼς τὸν ὑπὲρ πάντα, καὶ τοῦτο ὑπὲρ νόησιν ἐγνωκὼς, ὅτι πάντων ἐστὶν ἐπέκεινα πάντων αἴτιος ὤν. $0=3 $8=546 $9=1 Μὴ τοῦτο οἴου νίκην, ἱερὲ Σωσίπατρε, τὸ εἰς θρησκείαν ἢ δόξαν ὑβρίσαι, μὴ ἀγαθὴν φαινομένην· οὐδὲ γὰρ οὐδ´ εἰ κεκριμένως αὐτὴν ἐξελέγξεις, ἤδη τὰ vωσιπάτρου καλά· δυνατὸν γὰρ καὶ σὲ καὶ ἄλλους ἐν πολλοῖς τοῖς ψεύδεσι καὶ φαινομένοις, ἓν ὃν καὶ κρύφιον τὸ ἀληθὲς λανθάνειν. Οὐδὲ γὰρ, εἴ τι μὴ ἐρυθρὸν, ἤδη λευκόν· οὐδὲ, εἴ τις μὴ ἴππος, ἐξ ἀνάγκἘς Κνθρωπος. Οὔτω δὲ ποιήσεις, ἐμοὶ πειθόμενος· ἀφέξῃ μὲν τοῦ καθ´ ἑτέρων λέγειν, ὑπὲρ ἀληθείας δὲ οὔτως ἐρεῖς ὃ, ὡς πάντη εἶναι ἀνεξέλεγκτα τὰ λεγόμενα. Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἔλληνας ἢ πρὸς ἐτέρους εἰπὼν, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ´ ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾖ ὄντως ἔχει. Τούτου γὰρ, ὅ τι ποτέ ἐστι, κατὰ νόμον ἀληθείας ὀρθῶς ἀποδεικνυμένου, καὶ ἀκραιφνοῦς ἑστηκότος, πᾶν τὸ ἐτέρως ἔχον, καὶ τὴν ἀλήθειαν προσποιούμενον, ἐξελεγχθήσεται καὶ ἕτερον ἂν τοῦ ὄντως ὄντος, καὶ ἀνόμοιον, καὶ δοκοῦν ἐκεῖνο μᾶλλον ἢ ὄν. Περιττὸν οὖν ἐστι, τὸν ἀληθείας ἐκφάντορα πρὸς τούτους ἢ ἐκείνους διαμάχεσθαι· λέγει γὰρ ἕκαστυς αὐτὸς ἔχειν τὸ νόμισμα τὸ βασιλικὸν. καὶ ἴσως γε ἔχει τι μορίου τινὸς τοῦ ἀληθοῦς ἀπατηλὸν εἴδωλον· καὶ εἰ τοῦτον ἐλέγξεις, ὁ ἕτερος καὶ αὖνις ὁ ἄλλος περὶ τοῦ αὐτοῦ φιλονεικήσει. Τοῦ $0=3 $8=547 $9=1 δ´ ἀληθοῦς αὐτοῦ τεθέντος ὀρθῶς λόγου, καὶ πρὸς τῶν ἄλλων πάντων ἀνεξελέγκτου μείναντος, πᾶν τὸ μὴ οὔτω κατὰ πάντα ἔχον, αὐτὸ ἐφ´ ἑαυτοῦ τῇ ἀηττήτῳ στάσει τοῦ ὄντως ἀληθοῦς καταβάλλεται. Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καλῶς ἐγνοικὼς, οὐκ ἔσπευσα πρὸς Ἔλληνας ἢ πρὸς ἑτέρους εἰπεῖν· ἀλλ´ ἱκανβν μοι, καὶ τοῦτο Θεὸς δοίη! περῖ ἀληθείας εἰδέναι πρῶτον, ἔπειτα εἰδότα ὡς χρὴ λέγειν. Σν δὲ φῇς λοιὰορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνη, καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἐλλήνων κπὶ τοὺς Ἔλληνας οὐχ ὁσίως χρωμένῳ. Καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἔλληνες τοῖς θείοις οὐχ ὀσίως ἐπὶ τὰ θεξα χρῶνται, διὰ τῆς σοφίας τοῦ Θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. Καὶ οὐ τὴν τῶν πολλῶν ἔγωγέ φημε δόξαν, τοῖς τῶν ποιητῶν προσύλως καὶ ἐμπαθῶς ἐναπομενόντων, καὶ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρευόντων, ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ βεῖα χρῆται· τῇ γὰρ τῶν ὄντων γνώαει, καλῶς λεγομένῃ, πρὸς αὐτοῦ φιλοσοφίᾳ, καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ Θεοῦ κεκλημένῃ, πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. Καὶ ἵνα μὴ τὴν τῶν ἄλλων ἢ τὴν αὐτοῦ παρὰ τὸ δοκοῦν ἐξελέγχοι μοι δρξαν, ἔδει συνιδεῖν Ἀπολλοφάνη, σοφὸν ὄντα, μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα, καὶ αἴτιον ἔσχεν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα τὰ πάντα, καὶ μετασκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. Πῶς οὖν οὐ σέβει τὸν ἐγνωσμένον ἡμίν κἀκ τούτου, καὶ ὄντως ὄντα τῶν δλων Θεὸν, ἀγάμενος αὐτὸν τῆς παναιτίου καὶ ὑπεραῤῥήτου δυνάμεως; ὅταν ἥλιος ὑπ´ αὐτοῦ καὶ σελήνη, κατὰ δύναμιν καὶ στάσιν ὑπερφυεστάτην, ἅμα τῷ παντὶ πρὸς τὸ πάντη ἀκίνητον ὁρίζώνται, καὶ εἰς μέτρον ἡμέρας ὅλης ἐπὶ τῶν αὐτῶν ἑστᾶσι τὰ πάντα σημείων· ἢ τὸ τούτου γε πλεῖον, εἴπερ, τῶν ὅλων καὶ τῶν κρειττόνων καὶ περιεχόντων οὖτω φε. ρομένων, οὐ συμπεριήγετο τὰ περιεχόμενα· καὶ ὅταν ἄλλη τις ἡμέρα κατὰ συνέχειαν σχεδὸν τριπλασιάζηται, καὶ ἐν εἴκοσι ταῖς πάσαις ὥραις, ἢ τὸ πᾶν τοσούτου χρόνου φορὰς ἐναντίας ἀναποδίζῃ καὶ ἐσα. ναστρέφῃ ταῖς οὕτως ἄγαν ὑπερφυεστάταις ἀντιπεριαγωγαῖς· ἢ ὁ ἥλιος, ἐν ἰδίῳ δρόμῳ τὴν πεντάτροπον αὐτοῦ κίνησιν ἐν ὥραις δέκα συνελὼν, ἀναλυτικῶς αὖθις ὅλην αὐτὴν ἐν ταῖς ἑτέραις δέκα παινήν τινα τρίβων ὀδὸν ἀναποδίζῃ· τοῦτο δὴ τὸ καὶ Βαβυλωνίους εἰκότως ἐκπλῆξαν, καὶ μάχης ἐκτὸς τῷ $0=3 $8=548 $9=1 Εζεκίᾳ καθυποτάξαν, ὥς ἂν ἰσοθέῳ τινὶ καὶ ὑπερέχοντι τοὺς ἀνθρώπους. Καὶ οὐ δήπου φημὶ τὰς ἐν Αἔγύπτῳ μεγαλουργίας, ἢ ἄλλας τινὰς ἀλλαχοῦ θεοσημείας γεγενημένας, ἀλλὰ τὰ κοινὰ καὶ οὐράνια, καὶ ἐν τῷ παντὶ καὶ πᾶσι θριαμβευθέντα. φησὶ δὲ πάντως Ἀπολλοφάνης, οὐκ εἶναι ταῦτα ἀληθῆ· μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσυνα τοῦ τριπλασίου Μίθρου τελοῦσν. Ἀλλ´ ἑξέστω αὐτῷ τούτοις διὰ τὴν ἄγνοιαν ἢ τὴν ἀπειρίαν ἀπιστεῖν. Εἰπὲ δὲ αὐτῷ· Τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφοτέρω γὰρ τότε, καπὲ Ἡλιούπολιν ἅμα παρόντε τε καὶ συνεστῶτε, παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶ- μεν(οὐ γὰρ ἦν συνόδου καιρός· αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐννάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. Ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ, ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἐωράκαμεν ἀρξαμένην, καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εῖτα ἀναποδίσασαν, καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ´ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. Τοσαῦτά ἐστι τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατὰ, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, Ταῦτα, εἴ σοι θεμιτὸν, εἰπὲ, καὶ, εἰ δυνιεὸν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τοτε καὶ συμπαρόντα σοι, καὶ συνεωρακότα, καὶ συνανακρίναντα πάντα, καὶ συναγάμενον. Ἀμέλει καὶ μαντείας τότε, οὐκ οἶδ´ ὅθεν, ὁ Ἀπολλοφάνης ἀπάρχεται, καὶ πρὸς ἐμὲ, ὥσπερ τὰ γιγνόμενα συμβάλλων, ἔφη· Ταῦτα, ὦ καλὲ Διονύσιε, θείων ἀμοιβαὶ πραγμάτων. Τοσαῦτα ὡς κατ´ ἐπιστολὴν ἡμῖν εἰρήσθω. Σὺ δὲ ἰκανὸς καὶ τὰ ἐλλείποντα προσαναπληρῶσαι, καὶ προσαγαγεῖν τελέως τῷ Θεῷ τὸν ἄνδρα, σοφὸν τὰ πολλὰ ὄντα, καὶ ἰσως οὐκ ἀπαξιώσοντα πραέως μαθεῖν τὴν ὑπέρσοφον τῆς θρησκείας ἡμῶν ἀλής ειαν. $0=3 $8=549 $9=1 ΑΙ τῶν Ἑβραίων ἰστορίαι φασὶν, ὧ γενναῖε Δημόφιλε, καὶ τὸν ἱερὸν ἐκεῖνον Μωσάα διὰ τὴν ἐῆ πολλὴν πραότητα τῆς θεοφανείας ἠξιωμένον. Καὶ εἴ ποτε αὐτὸν ἔξω τῆς θείας ὄψεως ἀναγράφουσιν, οὐ πρὸ τῆς πραότητος ἐκβάλλουσι τοῦ Θεοῦ. Λέγουσι $0=3 $8=550 $9=1 δὲ, ὅτι λίαν ἀπαυθαδιαζομένῳ καὶ ἀντιτείνοντι ταῖς είαις βουλαῖς ὡργίσθη θυμῷ Κύριος. Ὅταν δὲ αὐτὸν ἀνακήρυκτον ποιῶσι ταῖς θεοκρίτοις ἀξίαις, ἐκ τῆς προὐχούσης τὰγαθοῦ θεομιμησίας ἀνακηρύττεται· καὶ γὰρ ἦν πρᾶος σφόδρα, καὶ ὑπὲρ τούτου λέγεται θεράπων Θεοῦ, καὶ εἰς θεοπτείαν ἀπάντων προφητῶν ἀξιώτερος. Ἀλλὰ καὶ ὅτε πρὸς αὐτὸν καὶ τὸν Ἀαρὼν ἰταμοί τινες ὑπὲρ ἀρχιερωσύνης καὶ ἐθναρχίας ἑφιλονείκουν, ὑπερεῖχε μὲν ἀπάσης φιλοτιμίας καὶ φιλαρχίας, καὶ παρεχώρει τῷ θεοκρίτω τὴν τοῦ λαοῦ προστασίαν. Ἐπειδὴ δὲ καὶ ἐπισυνέστησαν αὐτῷ, καὶ περὶ τῶν προτέριων ὀνειδίζοντες ὴπείλουν, καὶ ἤδη σχεδὸν ἐπήεσαν, ἐπεβοᾶτο μὲν ὁ Κπρᾶος τὸν ἀγαθὸν εἰς σωτηρίαν, ἐπαῤῥησιάζετο δὲ λίαν ἐπιεικῶς, ὅτι πάντων εἴη κακῶν τοῖς ἀρχομένοις ἀναίτιος· ᾔδει γὰρ, ὅτι χρὴ τὸν ὁμιλοῦντα Θεῷ Ρ τὰγαθῷ πρὸς τὸ ὄτι μάλιστα ὁμοιότατον, ὡς ἑφικτὸν, ἀποτετυπῶσθαι, καὶ ἑαυτῷ συνειδέναι τὰς ἀγαθοφιλεῖς ἐργατείας. Τί δὲ τὸν θεοπάτορα Δαυΐδ ἐποίει θεοφιλῆ; Καὶ γὰρ ἀγαθὸν ὄντα, καὶ περὶ ἐχθροὺς ἀγαθόν· Εὖρηκα, φησὶν ὁ ὑπεράγαθος καὶ φιλάγαθος, ἄνδρα κατὰ τὴν καρδίαν μου. Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο, καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἁκακίας ἐχόμενος ἐδικαιοῦτο. Καὶ Ἰωσὴφ τοὺς ἐπιβούλους ἀδελφοὺς οὐκ ἡμύνετο, καὶ Ἁβελ ἁπλῶς καὶ ἀνυπόπτως συνεπορεύετο τῷ ἀδελφοκτόνῳ. Καὶ πάντας ἡ θεολογία τοὺς ἀγαθοὺςἐ ἀνακηρύττει, μὴ προεννοοῦντας τὰ κακὰ, μὴ προσποιοῦντας, ἀλλὰ μηδὲ πρὸς τῆς ἄλλων δΡ κακίας ἐκ τἀγαθοῦ μεταποιουμένους, τοὐναντίον δὲ θεοειδῶς καὶ τοὺς κακοὺς ἀγαθύνοντας καὶ ἐφαπλοῦντας·, καὶ ἐπ´ αὐτοὺς τὴν πολλὴν αὐτῶν ἀγαθότητα, καὶ πρὸς τὸ ὄμοιον ἐπιεικῶς ἐκκαλουμένους. Ἀλλ´ ἐπὶ τὸ ἄναντες ἀνανεύσωμεν, οὐκ ἀνδρῶν ἱερῶν ἐπιεικείας, οὐ φιλανθρώπων ἀγγέλων ἀγαθότητας ἐξαγγέλλοντας, ἐλεούντων ἔθνη καὶ ὑπερδεομένων αὐτῶν ἀγαθοῦ, καὶ ταῖς ὁλεθρίαις καὶ κακεργέτισιν ἐπιτιμώντων πληθύσι, καὶ ἀχθομένων μὲν ἐπὶ κακοῖς, εὐφραινομένων δὲ τῇ σωτηρίᾳ τῶν εἰς τὰ ἀγαθὰ μετακαλουμένων· οὐδ´ ὅσα ἄλλα περὶ τῶν ἀγαθοεργῶν ἀγγέλων ἡ θεολογία παραδίδωσιν· ἀλλὰ τοῦ ὄντως ἀγαθοῦ καὶ ὑπεραγάθου Χριστοῦ τὰς ἀγαθοποιοὺς ἀκτῖνας ἐν ἡσυχίᾳ παραδεχόμενοι, πρὸς αὐτῶν δν ἐπὶ τὰς θείας ἀγαθουργίας αὐτοῦ φωταγωγηθῶμεν. Ἄρα γὰρ οὐκ ἔστιν ἀφάτου καὶ ὑπὲρ νόησιν ἀγαθότητος, ὅτι τὰ ὄντα εἶναι ποιεῖ, καὶ ὅτι πάντα αὐτὰ πρὸς τὸ εἶναι παρήγαγε, καὶ πάντα βούλεται ἀεὶ γενέσθαι παραπλήσια αὐτῷ, καὶ κοινωνικὰ τοῦ αὐτοῦ κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα; Τί δὲ, ὅτι καὶ τῶν ἀποφοιτώντων ἐρωτικῶς ἔχεται, καὶ φιλονεικεῖ, καὶ δεῖται μὴ ἀπαξιωθῆναι τῶν ἐρωμένων καὶ θρυπτομένων αὐτῶν· καὶ $0=3 $8=551 $9=1 εἰκῆ κατεγκαλούντων ἀνέχεται, καὶ αὐτος απολογεῖται; καὶ μᾶλλον ἐπαγγέλλεται θεραπεύσειν, καὶ ἔτι αὐτοῖς ἁπέχουσιν, ὅμως προσιοῦσι προστρέχει καὶ ὑπαντᾷ, καὶ ὅλος ὅλους περιφὺς ἀσπάζεται, καὶ οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἀλλὰ ἀγαπᾷ τὰ παρὁντα, καὶ ἐορτὴν ἄγει, καὶ συγκαλεῖ τοὺς φίλους, δηλαδὴ τοὺς ἀγαθοὺς, ἵνα ᾖ πάντων εὐφραινομένων ἡ κατοικία. Δημόφιλος δὲ, καὶ εἴ τις ἄλλος ἀγαθοῖς ἀπεχθάνεται, καὶ λίαν ἐνδίκως ἐπιτιμᾶται, καὶ ἐκδιδάσκεται τὰ καλὰ, καὶ ἀγαθύνεται. Πῶς γὰρ οὐκ ἔδει, φησὶ, τὸν ἀγαθὸν ἐπὶ σωτηρίᾳ τῶν ἀπολωλότων εὐφραίνεσθαι, καὶ ζωῇ τῶν τεθανατωμένων· Ἀμλει καὶ ἐπ´ ὥμων αἴρει τὸ μόλις ἀπὸ πλάνης ἐπιστραφὲν, καὶ τοὺς ἀγαθοὺς ἀγγέλους εἰς εὐφροσύνην ἐγείρει, καὶ χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους, καὶ ἀνατέλλειτὸν ἡλιον αὐτοῦ ἐπὶ αονηροὺς καὶ ἀγαθοὺς, καὶ αὐτὴν τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν ἀποφευγόντων. Σὺ δὲ, ὡς τὰ γράμματά σου δηλοῖ, καὶ προσπεσόντα τῷ ἱερεῖ, τὸν ὡς φὴς ἀσεβῆ αὶ ἀμαρτωλὸν, οὐκ οἷδ´ ὅπως καθ´ ἑαυτοῦ παρὼν ἀπελάκτισας· εἰτα, ὁ μὲν ἐδεῖτο καὶ ὡμολόγει ποὸς ἰατρείαν κακῶν ἐληλυθέναι, σὺ δὲ οὐκ ἔφριξας, ἀλλὰ καὶ τὸν ἀγαθὸν ἱερέα μετὰ θράσους προεπηλάκιζες, ἐλεητὸν εἶναι μετανοοῦντα, καὶ τὸν ἀσεβῆ δικαιώσαντα· καὶ τέλος, «Ἔξιθι,» ἔφης τῷ ἱερεῖ, μετὰ τῶν ὁμοίων καὶ εἰσεπήδησας, οὐκ ὄντος θεμειτοῦ, πρὸς τὰ ἄδυτα, καὶ τὰ Ἅγια τῶν ἁγίων σουνέστειλας, καὶ γράφεις ἡμῖν, ὅτι μέλλοντα διαφθαρῆναι τὰ ἱερὰ προνοητικῶς ἀπέσωσα, καὶ ἔτι ἄχραντα διαφυλάττω. Νῦν οὖν ἄκουε τῶν ἡμετέρων· Οὐ θε. μιτὸν ἱερέα πρὸς τῶν ὑπὲρ σὲ λειτουργῶν, ἢ τῶν ὁμοταγῶν σοι θεραπευτῶν εὐθύνεσθαι, κἂν ἀσεβεῖν εἰς τὰ θεῖα δοκῇ, κἂν ἄλλο τι τῶν ἀπαιρημένων ἐξελέγχοιτο δράσας. Εἰ γὰρ ἀκοσμία καὶ ἀταξία τῶν θειοτάτων ἐστὶ καὶ ὅρων καὶ θεσμῶν ἄκβασις, οὐκ ἔχει λόγον ὑπὲρ Θεοῦ τὴν θεοπαράδοτον ἀνατρέπεσθαι τάξιν. Οὐ γὰρ ἐφ ἑαυτὸν ὁ Θεὸς ἐμερίσθη· πῶς γὰρ σταθήσεται ἡ βασιλεία αὐτοῦ; Καὶ εἰ τοῦ Θεοῦ ἐστιν, ὡς τὰ λόγιά φησιν, ἡ κρίσις, οἱ δὲ ἰερεὶς ἄγγελοι καὶ ὑποφῆται μετὰ τοὺς ἱεράρχας εἰσὶ τῶν θείων κριμάτων, πρὸς αὐτῶν τὰ θεῖα προσηκόντως σοι διὰ μέσων τῶν λειτουργῶν, ὅταν ἦ καιρὸς, ἐκδιδάσκου, δι´ ὧν καὶ τὸ εἶναι θεραπευτὴς ἠξιώθης. Ἠ οὐχὶ καὶ τὰ ἱερὰ σύμβολα τοῦτο βοᾷ; καὶ γὰρ ούχ ἀπλῶς ἀπάντων μὲν ἐξήρηται τὰ Ἀγια τῶν ἁγίων· πλησιάζει δὲ μᾶλλον αὐτοῖς ὁ τῶν ἰεροτελεστῶν διάκοσμος, εἶτα τῶν ἰερέων ἡ διακόσμησις, ἐπομένως δὲ τούτοις ἡ τῶν λειτουργῶν· τοῖς δὲ τεταγμένοις θεραπευταῖς αἱ πύλαι τῶν ἀδύτων εἰσὶν ἀφωρισμέναι, καθ´ ἂς καὶ τελοῦνται καὶ παρεστᾶσιν, οὐ πρὸς φυλακὴν αὐτῶν, ἀλλὰ πρὸς τάξιν καὶ ἐπίγνωσιν ἑαυτῶν $0=3 $8=552 $9=1 μῶλον τῷ λαῷ παρὰ τοὺς ἱερατικοὺς· πλησιάζοτες. Ὅθεν ἡ τῶν ἱερῶν ἀγία ταξιαρχία μεταλαμβάνειν αὐτοὺς ἱεροθετεῖ τῶν θείων, ἐτέροις δηλαδὴ τοῖς κνδοτέροις αὐτῶν τὴν μετάδοσιν ἐγχειρήσασα Ῥ· καὶ γὰρ οἱ περὶ τὸ θεῖον συμβολικῶς ἀεὶ παρεστηκότες θυσιαστήριον, ὁρῶσι καὶ ἀκούουσι τὰ θεῖα τηλαυγῶς αὐτοῖς ἀνακαλυπτόμενα, καὶ προῖόντες ἀγαθοειδῶς ἐπὶ τὰ ἔξω τῶν θείων παραπετασμάτων, τοῖς ὑπηκόοις θεραπευταῖς, καὶ τῷ ἱερῷ λαῷ, καὶ ταῖς καθαιρομέναις τάξεσιν, ἐκφαίνουσι κατ´ ἀξίαν τὰ ἱερὰ, τὰ καλῶς ἄχραντα διαφυλαχθέντα, μέχρις ὅτε τὸ. ραννικῶς αὐτοῖς ἐπεισπηδήσας, ἐκπομπευθῆναί σοι τὰ Ἄγια τῶν ἀγίων ἠνάγκασας οὐκ ἑθέλοντα· καὶ ἔχειν φῇς τὰ ἱερὰ καὶ διαφυλάττειν, καίτοι οὕτε εἶδες, οὔτε ἤκουσας, οὔτε ἔχεις τι τῶν προσηκόντων τοῖς ἱερεῦσιν, ὥσπερ οὐδὲ τὴν ἀλήθειαν τῶν λογίων γνωκας, ἐκάστης ἡμέρας αὐτὰ λογομαχῶν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ εἰ μὲν ἐθναρχία τις ἐνεχείρησεν οὐ προστεταγμένον αὐτῷ παρὰ βασιλέως, ἐνδίκως ἐτιμωρεῖτο· καὶ εἰ τὸν ἄρχοντα δικαιοῦντά τινας ἢ καταδικάζοντα, παρεστώς τις τῶν ὑπ´ αὐτῷ ταττομένων, ἐπανακρίνειν ἐτόλμησενὔπω γάρ φημι προπηλακίζειν· ἅμα καὶ τῆς ἀρχῆς ἐκβάλλειν ἔδοξε; Σὺ δὲ, ἄνθρωπε, οὕτω τολμηρὸς εἶ κατὰ τοῦ πράου καὶ ἁγαθοῦ, καὶ τῆς ἱεραρχικῆς αὐτοῦ θεσμοθεσίας. Καὶ ταῦτα ἐχρῆν εἰπεῖν, ὅταν, ὑπὲρ ἀξίαν τις ἐγχειρῶν, ὅμως εἰκότα πράττειν ἐδόκει· καὶ γὰρ οὐδὲ τοῦτο ἐφικτὸν οὐδενί. Τί γὰρ ἄτοπον Ὀρίας ἐποίει, θυμιῶν τῶ Θεῶ; Τί δὲ ὁ Σαοὺλ θύων; Τί δὲ οἱ τυραννικοὶ δαίμονες, ἀληθῶς θεολογοῦντες τὸν Ἰησοῦν; Ἀλλ´ ἑκκήρυκτος τῇ θεολογίᾳ πᾶς ὁ ἀλλοτριοςπίσκοπος. καὶ ἕκαστος ἐν τῇ τάξει τῆς λειτουργίας αὐτοῦ ἔσται, καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἀγια τῶν ἀγίων εἰσελεύσεται, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ τοῦτο ἐν πάση τῇ κατὰ νόμον ἰεραρχικῇ καθαρότητι. Καὶ οἱ ἱερεῖς περιστέλλουσι τὰ Αγια, καὶ οἱ λευῖται οὐ μὴ ἄψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι. Καὶ ὡργίσθη θυμῷ Κύριος ἐπὶ τῇ προπετείᾳ Ὀδία, καὶ Μαριὰμ λεπροῦται, τῷ νομοθέτῃ θεσμοθετεῖν ἐγχειρήσασα· καὶ ἑπὶ τοὺς Σκευᾷ υἱοὺς φήλατο τὰ δαιμόνια, καὶ, Οὐκ ἀπέστελλον αὐτοὺς, ἔφη, καὶ αὐτοὶ ἔτρεχον, καὶ, Οὐκ ἐλάλουν πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον, καὶ, Ὁ ἀσεβὴς, ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνωνδ· κύνα. Καὶ ἀπλῶς εἰπεῖν, ἀνέχεται τῶν παρανόμων ἡ παντελὴς τοῦ Θεοῦ δικαιοσύνη· λεγόντων δὲ αὐτῶν, Ἐπὶ τῷ όνόμετί σου δυνάμεις πολλὰς ἐποιήσαμεν καὶ Οὐκ οἷδα ὑμᾶς, ἀποκρίνεται, πορεύεσθε ἀπ´ ἐμοῦ κάντεςοἰἐργάται τῆς ἀνομίας Ὥστεοὺ θεμιτὸν, ὡς τὰ ερὰ λόγιάφησιν, οὐδὲ τὰ δίκαια μὴ κατ´ ἀξίαν διώκειν. $0=3 $8=553 $9=1 Προσίχειν δὲ ἕκαστον ἑαυτῷ χρὴ, καὶ μὴ τὰ ὑψηλέτερα καὶ βαθύτερα ἐννοεὶν, διανοεῖσθαι δὲ μόνα τὰ κατ´ ἀξίαν αὐτῷ προστεταγμένα Τί οὖν, φής, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας, ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομένους, εὐθύνεσθαι, μάνοις δὲ ἐξέσται τοῖς καυχωμένοις ἐν νόμῳ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζειν; καὶ πῶς οἱ ἱερεῖς ἐκφάντορές εἰσι τοῦ Θεοῦ; πῶς γὰρ ἐξαγγελοῦσι τῷ λαῷ τὰς θείας ἀρετὰς, οὐκ ἐγνωκότες αὐτῶν τὴν δύναμιν; ἢ πῶς φωτιοῦσιν οἱ ἐσκοτισμένοι; πῶς δὲ τοῦ θείου μεταδώσουσι Πνεύματος, οὔτε εἰ ἔστι Πνεῦμα ἅγιον ἕβει καὶ ἀληθείᾳ πεπιστευκότες; Ἐγὼ δὲ ἀπολογήσομαί σοι πρὸς ταῦτα· καὶ γὰο οὐκ ἐχθρὸς ὁ Δημόφιλος, οὐδὲ ἀνέξομαί σε πλεονεκτηθῆναι τῷ Σατανᾷ· καὶ γὰρ ἑκάστη τῶν περὶ ἔεὸν διακόσμησις θεοειδεστέρα τῆς μᾶλλον ἀφεστηκυίας στί· καὶ φωτεινότερα ἅμα καὶ φωτιστικώτερα τὰ μᾶλλον τῷ ἀληθεῖ φωτὶ δ πλησιαίτερα. Καὶ μὴ τοπικῶς ἐκλάβοις, ἀλλὰ κατὰ τὴν θεοδόχον ἐπιτηδειότητα, τὸν πλησιασμόν. Εἰ τοίνυν ἡ τῶν ἱερέων διακόσμησίς ἐστιν ἡ φωτιστικὴ, παντελῶς ἀποπέπ τῆς ἰερατικῆς τάξεως καὶ δυνάμεως ὁ μὴ φατιστικός· ἧ πού γε μᾶλλον ὁ ἀφώτιστος. Καὶ τολμηρὸς ἔμοιγε δοκεῖ τοῖς τε ἱερατικοῖς ὁ τοιοῦτος ἐγχειρῶν, καὶ οὐ δέδοικεν οὐδὲ αἰσχύνεται τὰ θεῖα παρὰ τὴν ἀξίαν διώκων, καὶ οἰόμενος Θεὸν ἀγνοεῖν, ἅπερ αὐτὸς ἑαυτῷ συνέγνωκε, καὶ ἀπατᾷν νομίζει τὸν ψευδωνύμως ὑπ´ αὐτοῦ Πατέρα καλούμενον, καὶ τολμᾷ τὰς ἐναγεῖς αὐτοῦ δυσφημίας(οὐ γὰρ εἴποιμι προσευχάς· ἐπὶ τὰ θεῖα σύμβολα χριστοειδῶς ἐπιλέγειν. Οὐκ ἔστιν οὗτος ἱερεὺς, οὐκ ἔστιν, ἀλλὰ δυσμενὴς, δόλιος, ἐμπαίκτης ἑαυτοῦ, καὶ λύκος ἐπὶ τὸν θεῖον λαὸν τῷ ο κωδίῳ καθωπλισμένος. Ἀλλ´ οὐ Δημοφίλῳ ταῦτα θεμιτὸν εὐθύνειν. Εἰ γὰρ ἡθεολογία δικαίως τὰ δίκαια κελεύει μεταδιώκειν καια δέ ἐστι μεταδιώκειν, ὅταν ἀπονέμειν ἐθέλοι τις ἑκάστῳ τὰ κατ´ ἀξίαν· δικαίως τοῦτο πᾶσι μεταδιωκτέον, οὐ παρὰ τὴν ἑαυτῶν ἀξίαν ἢ τάξιν· ἐπεὶ καὶ ἀγγέλοις δίκαιον ἀπονέμεσθαι τὰ κατ´ ἀξίαν, καὶ ἀφορίζεσθαι, πλὴν οὐ πρὸς ἡμῶν, ὧ Δημέφιλε, δι´ αὐτῶν δὲ ἡμῖν ἐκ Θεοῦ, καὶ αὐτοῖς διὰ τῶν ἔτι προὐχόντων ἀγγέλων. Καὶ ἀπλῶς εἰπεῖν, ἐν πᾶσε τοῖς $0=3 $8=554 $9=1 οὖσι διὰ τῶν πρωτων τοῖς δευτέροις ἀπονέμεται τὰ κατ´ ἀξίαν ὑπὸ τῆς πάντων εὐτάκτου καὶ δικαιοτάτης προνοίας· οἱ μὲν οὖν καὶ ἄλλων ἐπάρχειν ὑπὸ Θεοῦ ταχθέντες ἀπονείμωσι μεθ´ ἑαυτοὺς καὶ τοῖς ὑπηκόοις τὰ κατ´ ἀξίαν. Δημόφιλος δὲ λόγῳ και θυμῷ, καὶ ἐπιθυμίᾳ τὰ κατ´ ἀξίαν ἀφοριζέτω, καὶ μὴ ἀδικείτω τὴν ἑαυτοῦ τάξιν, ἀλλ´ ἐἑπαρχέτω τῶν ὑφειΚμένων ὁ ὑπερκείμενος λόγος. Εἰ γὰρ ἐπὶ ἀγορὰς ἰδόντες οἰκέτην δεσπότῃ, καὶ πρεσβυτέρῳ νεώτερον, ἢ καὶ υἱὸν πατρὶ διαλοιδορούμενον, ἅμα καὶ ἐπιόντα, καὶ πληγὰς ἐπιτιθέντα, καὶ ἀσεβεῖν ἐδοκοῦμεν, εἰ μὴ, τοῖς κρείττοσιν ἐπιδραμόντες, ἐβοηθήσαμεν, καίτοι γε ἴσως ἐκεῖνοι προηδίκηντο· πῶς οὐκ αἰσχυνθησόμεθα παρορῶντες ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας ἀδικούμενον λόγον, καὶ τῆς ἐκ Θεοῦ δοθείσης ἀρχῆς ἐκβαλλόμενον, καὶ ἐν ἐαυτοῖς ἀσεβῆ καὶ ἄδικον ἀταξίαν, καὶ στάσιν, καὶ ἀκοσμίαν ἐγείροντες; Εἰκότως μακάριος ἡμῶν ἐκ Θεοῦ νομοθέτης οὐκ ἀξιοῖ τῆς Ἔκκλησίας τοῦ Θεοῦ προῖστασθαι τὸν μὴ τοῦ ἰδίου οἴκου καλῶς ἤδη προεστηκότα· καὶ γὰρ ὁ τάξας Ἀαυτὸν καὶ ἕτερον τάξει· καὶ ὁ ἕτερον καὶ οἶκον· καὶ ὁ οἶκον καὶ πόλιν· καὶ ὁ πόλιν καὶ ἔθνος· καὶ ἀπλῶς εἰπεῖν, ὡς τὰ λόγιά φησιν, ὁ ἐν ὀλίγῳ πιστὸς, καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν. Αὐτὸς μὲν οὖν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ λόγῳ τὰ κατ´ ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοί, καὶ τούτοις οἱ ἰερεῖς, ἰεράρχαι δὲ τοῖς ἰερεῦσι, καὶ τοῖς ἱεράρχαις οἱ ἀπόστολοι, καὶ οἱ τῶν ἀποστόλων διάδοχοι. Καὶ εἴ πού τις ἐν ἐκείνοις τοῦ προσήκοντος ἀποσφαλείη, παρὰ τῶν ὁμοταγῶν ἀγίων ἐπανορθωθήσεται, καὶ οὐ περιστραφήσεται τάξις ἐπὶ τάξιν, ἀλλ´ ἕκαστος ἐν τῇ τάξει αὐτοῦ καὶ ἐν τῇ λειτουργίᾳ αὐτοῦ σται. Τοσαῦτά σοι παρ´ ἡμῶν ὑπὲρ τοῦ εἰδέναι καὶ δρᾷν τὰ ἑαυτοῦ Περὶ ὄὲ τῆς εἰς τὸν ἄνορα τὸν, ὡς φῇς, ἀσεβῆ καὶ ἀλιτήριον ἀπανθρωπίας, οὐκ οἶδ´ ὅπως κλαύσομαι τὸ σύντριμμα τοῦ ἀγαπητοῦ μου· τίνος γὰρ οἴῃ θεραπευτὴς ὑφ´ ἡμῶν ταχθῆναι; καὶ γὰρ. εἰ μὴ τοῦ ἀγαθοῦ, πάντως τοῦ καὶ ἡμῶν ἀνάγκη σε εἶναι καὶ τῆς καθ´ ἡμᾶς θεραπείας ὅλης λλότριον, καὶ ὥρα σοι καὶ Θεὸν ζητῆσαι, καὶ ἱερέας ἐτέρους, καὶ παρ´ ἐκείνοις θηριωθηναι μᾶλλον ἢ τελεσθῆναι, καὶ εἶναι τῆς φλης ἀπανθρωπίας ἀμείλικτον ὑπηρέτην. Ἀρα γὰρ ἡμεῖς αὐτοὶ πρὸς τὸ πάντη ἅγιον ἀποτετελέσμεθα, καὶ οὐ δεόμεθα τῆς θείας ἐφ´ ἑαυτοῖς φιλανθρωπίας; ἢ τὴν διπλῆν ἀμαρτίαν, ὡς τὰ λόγιά φησι, κατὰ τοὺς ἀσεβεῖς ἀμαρτάνομεν, οὐκ εἰδότες ἐν τίνι προσκόπτομεν, ἀλλὰ καὶ δικαιοῦντες ἑαυτοὺς, καὶ οιομενοι βλέπειν, ἀληθῶς δὲ οὐ βλέποντες; Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξα ἐγὼ, καὶ διαπιστῶ $0=3 $8=555 $9=1 ἐμαυτῷ. Καὶ εἰ μὴ τοῖς σοῖς ἐνξτυχον, ἁς οὐκ ὤφελον· εὖ ἴσθι, γράμμασιν, οὐκ ἂν ἔπεισαν, εἴπερ ἄλλοι μέ τινες περὶ σοῦ πείθειν ἠξίουν, ὅτι Ἀημόφιλος οἴεται τὸν ἁγαθὸν ἐπὶ πάντα Θεὸν σόκ εἶναι καὶ φιλάνθρωπον, οὔτε ἑαυτὸν δεῖσθαι ποῦ ἐλεοῦντος ἡ σώζοντος· ἀλλὰ καὶ τοὺς ἱερείς ἀποχειροτονεῖ τοὺς ἠξιωμένους ἀγαθότητι φέρεισν τὰ ἀγνοήματα τοῦ λαοῦ, καὶ εὖ εἰδότας, ὅτι καὶ αὐτοὶ περίκεινται ἀσθένειαν. Ἀλλ´ ὁ θεαρχικὸς ἱεροτελεστὴς ἐτέραν πεπόρευται· καὶ ταῦτα τῶν ἀμαρτωλῶν, ὡς τὰ ἱερὰ λόγιά φησιν, ἀφωρισμένος, καὶ τῆς εἰς ἑαυτὸν ἀγάπης ἀπόδειξιν ποιεῖται τὴν τῶν προβάτων ἐπιεικεστάτην ποιμαντικήν. Καὶ πονηρὸν μὲν ἀποκαλεῖ τὸν μὴ ἀφέντα τῷ συνοικέτῃ τὴν ὀφελὴν, μήτε μερικῶς μεταδόντα· τῆς δωρηθείσης αὐτῷ παμπῶλλης ἀγαθότητος· δικαιοῖ δὲ τῶν οἰκείων ἀπολαύειν αὐτὸνʹ, ὅπερ ἀναγκαῖον εὐλαβηθῆναι καὶ ἐμὲ καὶ Δημέφιλον. Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν ἐν αὐτῷ τῇ πάσχειν ἄφεσιν προάγει παρὰ τοῦ Πατρὸς, ἐπιτιμᾶ δὲ καὶ τοῖς μαθηταῖς, ὅτι καὶ ἀσεβείας ἀνηλεῶς ἡξίωσαν κρῖναι τοὺς ἐκδεδιωκότας αὐτὸν Σαμαρείτας. Τοῦτο δὴ τὸ μυριόλεκτόν σου τῆς θρασείας ἐπιστολῆς, ἄνω γὰρ καὶ κάίω θρυλλεῖς, ὡς οὐχ ἐαυτὸν, ἀλλὰ τὸν Θεὸν ἐξεδίκησας· διὰ κακίας, εἰπέ μοι, τὸν ἁγαθόν; Ἄπαγε, οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, ἀλλὰ καὶ ἄκακὰς ἐστι ἐλεήμων. Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, καὶ αὐτὸς πραθς, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἀμαρτιῶν ἡμῶν. Ὥστε οὐκ ἀποδεξόμεθά σου τὰς ἀηλώτους ὁρμὰς, οὐδ´ ε μυριάκις ἀναλάβοις· τὸν φινεὲς καὶ τὸν Ἡλίαν· ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν οὐκ ἤρεσκον, οἱ τοῦ πραέος τότε καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. Καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης ἐν πραότητι διδάσκει τοὺς ἀντιδιαθεμένους τῇ διδασκαλίᾳτοῦ Θεοῦ· διδάσκεσθαι γὰρ, οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας, ὥσπερ καὶ τυφλούς οὐ κολάζομεν, ἀλλὰ καὶ χειραγωγοῦμεν. Σὺ δὲ καὶ ἀνανεύειν ἐπὶ τὸ φῶς ἀρχομένῳ τὰνδρὶ κατὰ τῆς κόῤ ῥης διδοὺς ἀντώθεις, καὶ μετὰ πολλῆς αἰδοῦς προσιόντα θρασέως ἀπελάκτιζες!τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον! ὃν ὁ Χριστὸς, ἀγαθὸς ὢν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ, καὶ ἀποφεύγοντα, προσκαλεῖται, καὶ εὐρεθέντα μλις ἐπὶ τῶν ὥμων αἷρει. Μὴ παρακαλῶ, μὴ κακῶς οὕτω περὶ ἐαυτῶν βουλευώμεθα, $0=3 $8=556 $9=1 μηδὲ εἰς ἑαυτοὺς ὡθῶμεν τὸ ξίφος· οἱ μὲν γὰρ ἀδικεῖν· τινας, ἢ τοὐναντίον εὐεργετεῖν ἐπιχειροῦντες, ἐκείνους μὲν οὐ πάντως ἔδρασαν ἄπερ ἠθέλησαν, ἐαυτοῖς δὲ κακίαν ἢ ἀγαθότητα συνοικήσαντες, ἢ θείων ἀρετῶν, ἢ ἀτιθάσσων ἔμπλεοι παθῶν ἔσονται. Καὶ οὗτοι μὲν ἀγγέλων ἀγαθῶν ὀπαδοὶ καὶ ξυνοδοιπόροι, καὶ ἐνθάδε καὶ ἐκεῖ σὺν πάσῃ εἰρήνῃ καὶ ἐλευθερίᾳ πάντων κακῶν, εἰς τὸν ἀεὶ ὄντα αἰῶνα τὰς μακαριωτάτας ἀποκληρώσονται λήξεις, καὶ μετὰ Θεοῦ ἀεὶ Ἐσονται ἐ, τὸ πάντων ἀγαθῶν μέγιστον· οὗτοι δὲ ἀποπεσοῦνται τῆς θείας ἄμα καὶ τῆς ἑαυτῶν ειρήνης, καὶ ἐνθάδε καὶ μετὰ θάνατον ἄμα τοῖς ἀνημέροις δαίμοσιν ἔσονται. Οὗ δὴ ἕνεκα ἡμῖν ἡ πολλὴ σπουδὴ μετὰ Θεοῦ τοῦ ἀγαθοῦ γενέσθαι, καὶ εἶναι σὺν Κυρίῳ πάντοτε, καὶ μὴ τοῖς κακοῖς ἐκ τοῦ δικαιωτοῦ συναφορισθῆναι τὰ κατ ἀξίαν ἐξ ἐαυτῶν ὑπομένοντας, ὅπερ ἐγὼ πάντων μάλιστα φοβοῦμαι καὶ εὔχομαι εἶναι πάντων κακῶν ἁμέτοχος. Καὶ εἰ βούἠει, καὶ θείας ὁράσεως ἀγίου τινὸς ἁνδρὸς ἐπιμνησθήσομαι· καὶ μὴ γελάσῃς, ἀληθῆ γὰρ ἐρῶ Γενόμενόν μέ ποτε κατὰ τὴν Κρήτην, ὁ ἰερὸς ἐξεναγώγησε Κάρπος, ἀνὴρ, καὶ εἴ τις ἄλλος, διὰ πολλὴν καθαρότητα νοῦ πρὸς θεοπτείαν ἐπιτηδειότατος. Καὶ γοῦν οὐδὲ ταῖς ἁγίαις τῶν μυστηρίων τελεταῖς ἐνεχείρει, μὴ πρότερον αὐτῷ κατὰ τὰς προτελείους εὐχὰς ἱερὰς, καὶ εὐμενοῦς ὁράσεως ἐπιφαινομένης. Ἑλεγεν οὖν, ὅτι λελυπηκότος αὐτόν ποτε τῶν ἀπίστων τινός· ἡ λύπη δὲ ἦν, ὅτι τῆς ἐκκλησίας ἐκεῖνός τινα πρὸς τὸ ἄθεον ἀπεπλάνησεν, ἔτι τῶν ἐλαρίων ἡμερῶν αὐτῷ τελουμένων· δέον ἀμφοτέρων ἀγαθοπρεπῶς ὑπερεύξασθαι, καὶ Θεὸν σωτῆρα συλλήπτορα λαβόντα, τὸν μὲν ἐπιστρέψαι, τὸν δὲ ἀγαθότητι νικῆσαι· καὶ μὴ διαλιπεῖν νουθετοῦντα διὰ βίου παντὸς, ἄχρις οὗ τὸ σήμερον, καὶ οὕτως ἐπὶ τὴν θείαν αὐτοὺς ἀγαγεῖν γνῶσιν, ὡς ἂν ἤδη καὶ τῶν ἀμφισβητησίμων αὐτοῖς κρινομένων, καὶ τῶν ἀλόγως θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἀναγκαζομένων· ἀλλ´ ἐν ἑαυτῷ μὴ πρότερον τοῦτο παθὼν, οὐκ οἶδ´ όπως τότε, πολλήν τινα τὴν δυσμένειαν καὶ τὴν πικρίαν ἐντήξας, ἐκοιμήθη, κατεδάρθη μὲν, οὕτω κακῶς ἔχων,σπέρα γὰρ ἦν· περὶ δὲ μέσας νύκτας, ἰώθει γὰρ εἰς τόνδε τὸν καιρὸν αὐτὸς ἐφ´ ἑαυτοῦ πρὸς τοὺς θείους ὕμνους ἐγρηγορέναι, διανίστααι Φὲν οὐδὲ τῶν ὕπνων αὐτῶν, πολλῷν γε ὄντων, καὶ ἀεὶ ἐγκοπτομένων, ἔξω ταραχῆς παραπολαύσας· ἑστώς δὲ ὅμως εἰς τὴν θείαν ὁμιλίαν οὐκ εὐαγῶς ἠνιᾶτο, καὶ ἐδυσχέραινεν, οὐκ εἰναι δίκαιον λέγων, εἰ ζῷεν ἄνδρες ἄθεοι, καὶ διαστρέφοντες τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας. Καὶ ταῦτα $0=3 $8=557 $9=1 λέγων ἐδεῖτο τοῦ Θεοῦ πρηστῆρί τινι τὰς ἀμφοτέρων εἰσάπαξ ἀνηλεῶς ἀποπαῦσαι ζωάς. Ταῦτα δὲ εἰπὼν, ἔλεγε δόξαι ἰδεῖν ἄφνω τὸν οἶκον, ἐν ψπερ. εἰοτήκει, διαδονηθέντα πρότερον, καὶ ἐκ τῆς ὀροφῆς εἰς δύο μέσον διαιρεθέντα, καί τινα πυρὰν πολύφωτον ἐπίπροσθεν αὐτοῦ καὶ ταύτηνκει γὰρ λοιπὸν ὕπαιθρος ὁ τόπος ἐκ τοῦ οὐρανίου χώρου μέχρις αὐτοῦ καταφερομένην· τὸν δὲ οὐρανὸν αὐτὸν ἀναπεπταμένον, καὶ ἐπὶ τῷ νώτῳ τοῦ οὐρανοῦ τὸν Τησοῦν, ἀπείρων ἀνθρωποειδῶς αὐτῷ παρεστηκότων ἀγγέλων. Καὶ ταῦτα μὲν ἄνοθεν ὁρᾶσθαι, καὶ αὐτὸν θαυμάζειν. Κάτω δὲ κύψας ὁ Κάρπος, ἰδεῖν ἔφη καὶ τοὔδαφος αὐτὸ πρὸς ἀχανές τι χάσμα καὶ σκοτεινὸν διεῤῥηγμένον, καὶ τοὺς μὲν ἄνδρας ἐκείνους, οἰς ἐπηρᾶτο, πρὸ αὐτοῦ κατὰ τὸ στόμιον ἐστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινοὺς, ὅσον οὕπω καταφερομένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας· κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν, καὶ περὶ τοὺς πόδας αὐτῶν ὑποικινουμένους, ποτὲ μὲν ἀποσύρειν, ἐπανειλουμένους ἅμα καὶ ἐπιβαροῦντας, καὶ ἐπανέλκοντας, ποτὲ δὲ τοῖς ὀδοῦσιν, ἢ τοῖς οὐραίοις ὑποτύφοντας, ἢ ὑπογαργαλίζοντας, καὶ διὰ παντὸς εἰς τὸ ἀχανὲς ἐμβαλεῖν μηχανωμένους· εἶναι δὲ καὶ ἄνὸρας τινὰς ἐν μέσῳ τοῖς ὄφεσι. κατὰ πῶν ἀνδρῶν συνεπιτιθεμένους, διαδονοῦντας ἅμα καὶ ὑπωθοῦντας καὶ καταπαίοντας· ἐδόκουν δὲ εἶναι πρὸς, τὸ πεσεῖν ἐκεῖνοι, τὰ μὴν ἄκοντες, τὰ δὲ ἑκόντες, ὑπὸ τοῦ κακοῦ κατ´ ἄλίγον βιαζόμενοι ἅμα καὶ παιθόμενοι. Ἔλεγε δὲ ὁ Κάρπος, ἐαυτὸν ἤδεσθαι κάτω βλέποντα, τῶν ἄνω δὲ ἀμελεῖν· δυσχεραίνειν δὲ καὶ ὀλιγωρεῖν, ὅτι μὴ πσπττώκασιν ἤδη, καὶ τῷ πράγματι πολλάκις ἐπιθέμενον καὶ ἄδυνατήσαντα, καὶ ἁχθεσθῆναι καὶ ἐπαράσασθαι. Καὶ ἀνανεύσαντα μάλις. ιδεῖν μὲν αὖθις τὸν οὐρανὸν, ὥσπερ καὶ πρότερον ἰωράκει, τὸν δὲ Ἰησοῦν, ἐλεήσαντα τὸ γιγνόμενον, ἐξαναστῆναι τοῦ ὑπερουρανίου θρόνου, καὶ ἕως αὐτῶν καταβάντα, καὶ χεῖρα ἀγαθὴν ὀρέγειν, καὶ τοὺς ἀγγέλους αὐτῷ συνεπιλαμβανομένους, ἄλλον ἄλλοθεν ἀντέχεσθαι τοῖν ἀνδροῖν, καὶ εἰπεῖν τῷ Κάρπῳ τὸν Ἰησοῦν· Τῆς χειρὸς ποη προτεταμένης, παῖε κατ´ ἐμοῦ λοιπόν· ἕτοιμος γάρ εἰμι καὶ αὐθις ὑπὲρ ἀνθρώπων ἀνασωζομένων παθεῖν, καὶ προσφιλές μοι τοῦτο, μὴ ἄλλων ἀμαρτανόντων ἀνθρώπων. Πλὴν ὅρα εἰ καλῶς ἔχει σοι τὴν ἐν τῷ χάσματι καὶ μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ Θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων. Ταῦτά ἐστιν ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ $0=3 $8=559 $9=1 Ἐρωτήσαντι δι´ ἐπιστολῆς, τίς ὁ τῆς σοφίας οῖκος, τίς ὁ κρατὴρ, καὶ τίνα τὰ βρώματα αὐτῆς. καὶ τὰ πόματα. Ὁ μὲν ἱερὸς Τιμόθεος, ὦ καλὲ Τίτε, οὐκ οἷδα εἴ τινος τῶν διεγνωσμένων μοι θεολογικῶν· συμβάλων ἁπελήλυθεν ἀνήκοος· ἀλλ´ ἐν τῇ Συμβολικῇ θεολογίᾳ διηυκρινησάμεθα πάσας αὐτῷ τὰς τῶν λογίωπερὶ Θεοῦ δοκούσας εἰναι τοῖς πολλοῖς τερατολογίας. Καὶ γὰρ ἀτοπίαν δεινὴν ἐναπομόργνυνται ταῖς ἀτε λέσι τῶν ψυχῶν, ὁπόταν οἱ τῆς ἀποῤῥήτου σοφίας, πατέρες, διὰ δή τινων κρυφίων καὶ ἀποτετολμημένων αἰνιγμάτων ἐκφαίνωσι τὴν θείαν καὶ μυστικὴν καὶ ἄβατον τοῖς βεβήλοις ἀλήθειαν. Διὸ καὶ ἀπιστοῦ μεν οἱ πολλοὶ τοῖς περὶ τῶν θείων μυστηρίων λόγοις· θεώμεθα γὰρ μόνον αὐτὰ διὰ τῶν προσπεφυκότων αὐτοῖς αἰσθητῶν συμβόλων. Δεῖ δὲ καὶ ἀποδύντας αὐτὰ ἐφ´ ἑαυτῶν γυμνὰ καὶ καθαρὰ γενόμενα ἰδεῖν· οὕτω γὰρ ἂν θεώμενοι σεφθείημεν πηγὴν ζωῆς εἰς ἑαυτὴν χεομένην, καὶ ἐφ´ ἑαυτῆς ἑστῶσαν ὁρῶντες, καὶ μίαν τινὰ δύναμιν, ἀπλῆν, αὐτοκίνητον, αὐτοενέργητον, ἑαυτὴν οὐκ ἀπολείπουσαν, ἀλλὰ γνῶσιν πασῶν γνώσεων ὑπάρχουσαν, καὶ ἀεὶ δι´ ἑαυτῆς ἑαυτὴν θεωμένην. Χρῆναι γοῦν αὐτῷ τε καὶ ἄλλοις παρ´ ἡμῶν ᾠήθημεν, ὡς οἷόν τε ἦνἙ, ἀναπτυχθῆναι τὰ παντοδαπὰ μορφώματα τῆς περὶ Θεοῦ συμβολικῆς ἱεροπλαστίας· τὰ γὰρ ἐκτὸς αὐτῆς ὁπόσης ἀναπέπλησται τῆς ἀπιθάνου καὶ πλασματώδους τερατείας; οἷον ἐπὶ μὲν τῆς ὑπερουσίου θεογονίας, γαστέρα Θεοῦ σωματικῶς Θεὸν γεννῶσαν ἀναπλαττούσης, καὶ λόγον εἰς ἀέρα προχεόμενον ἀπὸ καρδίας ἀνδρικῆς ἐξερευγομένης αὐτὸν, καὶ πνεῦμα ἐκπνεόμενον ἀπὸ στόματος ἀναγραφούσης, $0=3 $8=560 $9=1 καὶ κόλπους θεογονικοὺς ἐναγκαλιζομένους ρεοῦ Υἱὸν, σωματοπρεπῶς ἡμῖν ἐξυμνούσης, ἢ φυσικῶς ταῦτα διαπλαττούσης, καὶ δένδρα τινὰ, καὶ βλαστοὺς, καὶ ἄνθη, καὶ ῥίζας προδαλλομένης, ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας, ἢ ἀπαυγασμάτων προαγωγικὰς φωτογονίας, ἢ ἄλλας τινὰς ὑπερουσίων θεολογιῶν ἐκφαντορικὰς ἰερογραφίας. Ἐπὶ δὲ τῶν νοητῶν τοῦ εοῦ προνοιῶν, ἢ δωρεῶν, ἢ ἐκφάνσεων, ἢ δυνάμεων, ἢ ἰδιοτήτων, ἢ λήξεων, ἢ μονῶν, ἢ προόδων, ἢ διακρίσεων, ἢ ἑνώσεων, ἀνδροπλαστίαν τῷ Θεῷ, καὶ θηρίων, καὶ ζώων ἄλλων, καὶ φυτῶν, καὶ λίθων ποικιλομορφίαν περιπλαττούσης· καὶ κόσμους αὐτῷ γυκαικείους, ἢ βαρβαρικὰς ὁπλοποιίας περιτιθείσης· καὶ κεραμίαν, καὶ χωνευτήριον, ὡς ἂν βαναύσῳ τινὶ προστιθείσης· καὶ ἵππους αὐτῷ, καὶ ἅρματα, καὶ θρόνους ὑποστρωννύσης· καὶ δαῖτάς τινας ὀψοποιη- τικὰ- ὰ ἐπισκευαζούσης, καὶ πεπωκότα, καὶ μεθύονἑα, καὶ ὑπνώττοντα, καὶ κραιπαλῶντα διαπλαττούσης. Τίἄν τις εἴποι τὰς ὀργὰς, τὰς λύπας, τοὺς παντοδαποὺς ὅρκους, τὰς μεταμελείας, τὰς ἀρὰς, τὰς μήνιδας, τὰ πολυειδῆ καὶ λοξὰ τῆς ἀμαρτίας τῶν ἐπαγγελιῶν σοφίσματα, τὴν ἐν τῇ Γενέσει γιγαντομαχίαν, καθ´ ἣν ἐπιβουλεύειν ἐκ φόβου λέγεται τοῖς δυνατοῖς ἐκείνοις ἀνδράσι, καὶ ταῦτα τὴν οἰκοδομὴν, οὐκ ἐπ´ ἀδικίᾳ τινῶν ἐτέρων, ἀλλ´ ὑπὲρ σωτηρίας τῆς ἑαυτῶν μεμηχανημένοις, καὶ τὸ συμβούλιον ἐκεῖνο τὸ κατ´ οὐρανὸν ἐπὶ δόλῳ καὶ ἀπάτῃ τοῦ Ἀχαὰβ σκευαζόμενον· καὶ τὰς τῶν ἀσμάτων προσύλους καὶ ἑταιρικὰς πολυπαθείας, καὶ ὅσα ἄλλα τῆς πάντα τολμώσης ἐστὶ θεοπλαστίας ἱερὰ συνθήματα φαινόμενα τῶν κρυφίων προβεβλημένα καὶ πεπληθυσμένα, καὶ μεριστὰ τῶν ἑνιαίων καὶ ἀμερίστων, καὶ τυπωτικὰ, καὶ πολύμορφα τῶν ἀμορφώτων καὶ ἀτυπώτων· ὧν εἴ τις ἰδεῖν δυνηθείη τὴν ἐντὸς ἀποκεκρυμένην εὐπρέπειαν, εὐρήσει μυστικὰ καὶ θεουιδῆ πόντα, καὶ πολλοῦ τοῦ θεολογικοῦ φωτὸς ἐναπεπλησμένα Μὴ γὰρ οώμεθα τὰ φαινόμενα τῶν συνθημάτων ὑπὲ» ἑαυτῶν ἀναπεπλάσθαι, προβεβλῆσθαιδὲ τῆς ἀποῤρι του καὶ ἀθεάτου τοῖς πολλοῖς ἐπιστήμης, ὡς μὴ τοῖς· βιβήλοις εὐχείρωτα εἶναι τὰ πανίερα· μόνοις δὲ ἀνακαλύττεσθαι τοῖς τῆς ὁσιότητος γνησίοις ἐρασταῖς, ὡς πᾶσαν τὴν παιδαριώδη φαντασίαν ἐπὶ τῶν ἱερῶν συμβθλων ἀποσκευαζομένοις, καὶ ἱκανοῖς ἰιαβαίνειν ἀπλότητι νοῦ, καὶ θεωρητικῆς δυνάμεως ἐπιτηδειότητι, πρὸς τὴν ἀπλῆν, καὶ ὑπερφυῆ, καὶ ὑπεριδρυμένην τῶν συμβύλων ἀλήθειαν. Ἄλλως τε καὶ τοῦτο ἐννοῆσαι χρὴ, τὸ διττὴν εἶναι τὴν τῶν θεολόγων παράδοσιν, τὴν μὲν ἀπόῤῥητον καὶ μυστικὴν, τὴν δὲ ἐμφανῆ καὶ γνωριμωτέραν· καὶ τὴν μὲν συμβολικὴν καὶ τελεστυκὴν, τὴν δὲ φιλόσοφον καὶ ἀποδεικτικὴν, καὶ συμπέπλεκται τῷ ῥητῷ τὸ ἄῤῥητον. Καὶ τὸ μὲν πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν, τὸ δὲ δρᾷ καὶ ἐνιδρύει τῷ Θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις. Καὶ μὴν οὐδὲ κατὰ τὰς τῶν ἀγιωτάτων $0=3 $8=561 $9=1 μυστηρίων τελετὰς, οἱ τῆς καθ´ ἡμᾶς, ἢ τῆς νομικῆς παραδόσεως ἱερομύσται, τῶν θοοπρεπῶν ἀπέσχοντο συμβόλων· ἀλλὰ καὶ τοὺς πανιερωτάτους ἁγγέλους δι´ αἰνιγμάτων τὰ θεῖα μυστικῶς προάγοντας ὁρῶμεν, καὶ αὐτὸν? Ἰησοῦν ἐν παραβολαῖς θεελογοῦντα, καὶ τὰ θεουργὰ μυστήρια παραδιδόντα διὰ τυπικῆς τραπεζώσεως. Καὶ γὰρ ἦν εἰκὸς, οὐ μόνον ἄχραντα τοῖς πολλοῖς ἀποσεσῶσθαι τὰ Ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὴν ὃ ἀνθρωπίνην ζωλν ἀμέριστον ἅμα καὶ μεριστὴν ὑπάρχουσαν, οἰκείως ἑαυτῇ τὰς θείας ἐλλάμπεσθαι γνώσεις· καὶ τὸ μὲν ἀπαθὲς τῆς ψυχῆς, εἰς τὰ ἁπλὰ καὶ ἐνδότατα τῶν θεοειδῶν ἀγαλμάτων ἀφορίσαι θεάματα· τὸ παθητικὸν δὲ αὐτῆς, συμφυῶς θεραπεύειν ἅμα καὶ ἀνατείνειν ἐπὶ σὰ Βειῥσα. τα, τοῖς προμεμηχανημένοις τῶν τυπικῶν ὃ συμβά λων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα, καὶ δηλοῦσιν ὅσοι, καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες, ἐν ἑαυτοῖς ἀναπλάττουσι τύπον τινὰ πρὸς τὴν νόησιν αὐτοὺς τῆς εἰρημένης θεολογίας χειραγωγουντα. Καὶ αὐτὴ δὲ τοῦ φαινομένου παντὸς ἡ κοσμουργίᾳ τῶν ἀοράτων τοῦ Θεοῦ προβέβληται, καθάπερ φησὶ Παῦλός τε καὶ ὁ ἀληθὴς λόγος. Διὸ καὶ οἱ θεολόγοι τὸ μὲν πολιτικῶς καὶ ἐννόμως ἐπισκοποῦσι, τὰ δὲ καθαρτικῶς καὶ ἀχράντως, καὶ τὰ μὲν ἀνθρωπικῶς καὶ μέσως, τὰ δὲ ὑπερκοσμίονς καὶ τελεσιουργικῶς. Καὶ τοτὲ μὲν ἀπὸ τῶν νόμων τῶν φαινομένων, τοτὲ δὲ ἀπὸ τῶν ἀφανῶν θεσμῶν κατὰ τὸ προσῆκον τοῖς ὑποκειμένοις ἱεροῖς γράμμασι καὶ νοῖς καὶ ψυχαῖς· οὐ γὰρ ἱστορίαν ψιλὴν, ἀλλὰ ζωτικὴν ἔχει τελείωσιν ὁ προκείμενος αὐτοῖς ἅπας τε καὶ διὰ πάντων λόγος. xρὴ τοίνυν καὶ ἡμᾶς, ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως, εἴσω τῶν ἱερῶνσυμβόλων ἱεροπρεπῶς διαβαίνειν, καὶ μηδὲ ἀτιμάζειν αὐτὰ, τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα, καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀποῤῥήτων καὶ ὑπερφυῶν θεαμάτων. Καὶ γὰρ οὐ μόνον τὰ ὑπερούσια φῶτα, καὶ τὰ νοητὰ, καὶ ἁπλῶς τὰ θεῖα τοῖς τυπωτικοῖς διαποικλλεται συμβόλοις, ὡς πῦρ ὁ ὑπερούσιος Θεὸς λεγόμενος, καὶ τὰ νοητὰ τοῦ Θεοῦ λόγια πεπυρωμένα· προσέτι δὲ καὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν ἀγγέων οἱ θεοειδεῖς διάκοσμοι ποικλαις μορφαῖς διαγράφονται καὶ πολυειδέσι, καὶ ἐμπυρίοις σχηματισμοῖς. Καὶ ἄλλως τὴν αὐτὴν τοῦ πυρὸς εἰκόνα κατὰ τοῦ ὑπὲρ νόησιν· Θεοῦ λεγομένην ἐκλαβεῖν· ἄλλως δὲ κατὰ πῶν νοητῶν αὐτοῦ προνοιῶν ἢ λόγων· καὶ ἄλλως ἐπὶ τῶν ἀγγέλων. Καὶ τὴν μὲν κατ´ αἰτίαν, τὴν δὲ καθ´ ὕπαρξιν, τὴν δὲ κατὰ μέθεξιν, καὶ ἄλλα ἄλλως, ὡς ἡ κατ´ αὐτὰ θεωρία καὶ ἐπιστημονικὴ διάταξις ὁροθετεῖ. Καὶ μὴ ὡς ἔτυχε τὰ ἱερὰ σύμβολα συμφύ $0=3 $8=562 $9=1 ρειν, ἀλλὰ προσηκόντως αὐτὰ ταῖς αἰτίαις, ἢ ταῖς πάρεεσιν, ἢ ταῖς δυνάμεσιν, ἢ ταῖς τάξεσιν, ἢ ταῖς ἀξίαις ἀναπτύσσειν, ὡν καὶ ἔστιν ἐκφαντορικὰ συνθήματα. Καὶ ὅκως μὴ πέρα τοῦ δέοντος ἐπιστέλλοιμεν, ἐπ´ αὐτὴν ἤδη τὴν προτεθεῖσαν ὑφ´ ὑμῶν ζήτησιν ἱτέον. Καὶ λέγομεν, ὅτι πᾶσατροφὴ τελεσιουργός ἐστι τῶν τρεφομένων, τὴν ἀτέλειαν αὐτῶν καὶ τὴν ἔνδειαν ἀποπληροῦσα, καὶ τὸ ἀσθενες θεραπεύουσα, καὶ τὴν ζωὴν αὐτῶν φρουροῦσα, καὶ ἀναθάλλειν ποιοῦσα, καὶ ἀνανεάζουσα, καὶ ζωτικὴν αὐτοῖς εὐπάθειαν ὃωρουμένη, καὶ ἀπλῶς τοῦ ἀνιῶντος καὶ τοῦ ἀτελοῦς ἐλάτειρα, καὶ τῆς εὐφροσύνης αὐτῶν καὶ τῆς τελειότητος χορηγός. Καλῶς οὖν ἡ ὑπέρσοφος καὶ ἀγαθὴ σοφία πρὸς τῶν λογίων ὑμνεῖται, κρατῆρα μυστικὸν ἰστῶσα, καὶ τὸ ἱερὸν αὐτοῦ πόμα προχέουσα, μᾶλλον δὲ πρὸ τούτων τὰς στερεὰς τροφὰς προτιθεῖσα, καὶ μετὰ ψηλοῦ κηρύγματος αὐτὴ τῶν δεομένων αὐτῆς ἀγαθοπρεπῶς ἐφιεμένην. Διττὴν οὖν τὴν τροφὴν ἡ θεία σοφία προτίθησι, τὴν μὲν στερεὰν καὶ μόνιμον, τὴν Δὲ ὑγρὰν καὶ προχεομένην· καὶ ἐπὶ κρατῆρι χορηγεῖ τὰς προνοητικὰς αὐτῆς ἀγαθότητας. Ὁ μὲν οὖν κρατὴρ, περιφερὴς ὤν καὶ ἀναπεπταμένος, σύμβολον ἄστω τῆς ἀνηπλωμένης ἄμα καὶ ἐπὶ πάντα περιπορευομένης ἀνάρχου καὶ ἀτελευτήτου τῶν ὅλων προνοίας. Πλὴν ἐπειδὴ καὶ ἐπὶ πάντα προῖοῦσα, μένει ἐν Ἀαυτῇ καὶ ἕστηκεν ἐν ἀκινήτῳ ταύτότητι, καὶ παντελῶς ἀνεκφοιτήτῳ ἑαυτῆς ἰδρυμένη, μονίμως καὶ ἀραρότως αὐτός τε ὁ κρατὴρ ἕστηκεν. Οἰκοδομοῦσα δὲ καὶ ἡ σοφία οἶκον ἐαυτῇ λέγεται, καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς, καὶ τὰ πόματα, καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντελής ἐστιν ὁ τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι τὰ πάντα αἴτιος, καὶ πὴ πάντα πρόεισι, καὶ ἐν τῷ παντὶ γίγνεται, καὶ περιέχει τὰ πάντα, καὶ αὖθις ὁ αὐτὸς ἐν τῷ αὐτῷ καθ´ ὑπεροὴν, οὐδὲν ἐν οὐδενὶ κατ´ οὐδέν ἐστιν· ἀλλʹ κξῄρηται τῶν ὅλων, αὐτὸς ἐν ἑαυτῷ ταύτῶς καὶ ἀδίως ὢν, καὶ ἑστηκὺς καὶ μένων, καὶ ἀεὶ κατὰ ταύτὰ καὶ ὡσαύτως ἔχων, καὶ οὐδαμῶς ἔξω αὐτοῦ γιγνόμενος, οὐδὲ τῆς οἰκείας ἕδρας Ῥ καὶ ἀκινήτου μονῆς καὶ ἐστίας ἀπολειπόμενος· ἀλλὰ καὶ ἐν αὐτῇν τὰς ὅλας καὶ παντελεῖς προνοίας ἀγαθουργῶν, καὶ προῖὼν ἐπὶ πάντα, καὶ μένων· ἐφ´ ἑαυτοῦ, καὶ ἑστὼς ἀεὶ καὶ κινούμενος, καὶ οὔτε ἐστὼς, οὔτε κινούμενος, ἀλλ´ ὡς ἄν τις φαίη τὰς προνοητικὰς ἐνεργείας ἐν τῇ μονιμότητι, καὶ τὴν μονὴν ἐν τῷ προνοεῖν, συμφυως ἄμα καὶ ὑπερφυῶς ἔχων. $0=3 $8=563 $9=1 ὑμνεῖται. Τὴν μὲν οὖν στερεὰν τροφὴν, σύνθημα φέρειν οἴομαι τῆς νοερᾶς καὶ μονίμου τελειότητος καὶ ταύτότητος, καθ´ ἣν τὰ θεῖα κατὰ ἑστῶσαν καὶ δυνατὴν καὶ ἐνιαίαν καὶ ἀδιαίρετον γνῶσιν μετέχεται πρὸς τῶν νοερῶν αἰοθητηρίων ἐκείνων, οἷς ὁ θειότατος Παῦλος ἐκ τῆς σοφίας εἰληφώς, τῆς ὄντως στερεᾶς τροφῆς μεταδίδωσι. Τὴν δὲ ὑγρὰν, τῆς διαχυτικῆς ἄμα καὶ ἐπὶ πάντα προῖέναι σπευδούσης ἐπιῤῥοῆς, καὶ ἔτι διὰ ποικίλων καὶ πολλῶν καὶ μεριστῶν, ἐπὶ τὴν ἁπλῆν καὶ ἀτρεμῆ θεογνωσίαν τοὺς τρεφομένους οἰκείως αὐτοῖς ἀγαθότητα χειραγωγούσης, Διὸ καὶ δρόσῳ καὶ ὕδατι τὰ θεῖα καὶ νοητὰ λόγια, καὶ γάλακτι, καὶ οἵνῳ καὶ μέλιτι παρεικάζεται, διὰ τὴν ζωογόνον αὐτῶν ὡς ἐν ὕδατι δύναμιν, καὶ αὐξητικὴν ὡς ἐν γάλακτι, καὶ ἁναζωτικὴν ὡς ἐν οἵνῳ, καὶ καθαρτικὴν ἅμα καὶ φρουρητικὴν ὡς ἐν μέλιτι· ταῦτα γὰρ ἡ θεία σοφία δωρεῖται τοῖς προσιοῦσιν ἀφθόνων αὐτοῖς, καὶ ἀνεκλείπτων εὐωχιῶν ἐπίῤῥοιαν χορηγοῦσα καὶ ὑπερβλύζουσα. Τοῦτο δὴ τὸ ἀληθῶς εὐωχεῖν· καὶ διὰ ταῦτα ζωοποιὸς ἅμα καὶ κουροτρόφος, καὶ ἀνανεωτικὴ, καὶ τελεσιουργὸς ὑμνου μένη. Κατὰ ταύτην δὲ τὴν ἱερὰν τῆς εὐωχίας ἀνάπτυξιν καὶ αὐτὸς ὁ πάντων ἁγαθῶν αἴτιος Θεὸς μεθύειν λέγεται, διὰ τὴν ὑπερπλήρη καὶ ὑπὲρ νόησιν τῆς εὐωχίας, ἢ κυριώτερον εἰπεῖν, εὐεξίας τοῦ Θεοῦ παντελῆ καὶ ἄφατον ἀμετρίαν. Ὡς γὰρ ἐφ´ ἡμῶν κατὰ τὸ χεῖρον ἡ μέθη καὶ ἀσύμμετρος ἀποπλήρωσίς ἐστι, καὶ νοῦ καὶ φρενῶν ἔκστασις· οὕτω κατὰ τὸ κρεῖττον ἐπὶ Θεοῦ τὴν μέθην οὐκ ἄλλο τι χρὴ διανοεῖσθαι παρὰ τὴν ὑπερπλήρη κατ´ αἰτίαν προοῦσαν Ὅ ἐν αὐτῷ πάντων τῶν ἀγαθῶν ἀμετρίαν. Ἀλλὰ καὶ τὴν ἐπακολουθοῦσαν τῇ μέθῃ τοῦ φρονεῖν ἔκστασιν, τὴν ὑπερο χὴν τοῦ Θεοῦ τὴν ὑπὲρ νόησιν οἰητέον, καθ´ ἦν ἐξήρηται τοῦ νοεῖν ὑπὲρ τὸ νοεῖν ὢν, καὶ ὑπὲρ τὸ νοεῖσθαι, καὶ ὑπὲρ αὐτὸ τὸ εἶναι, καὶ ἁπλῶς ἀπάντων ὅσα ἐστὶν ἀγαθὰ μεμεθυσμένος ἄμα καὶ ἐξεστηκώς ἐστιν ὁ Θεὸς, ὡς πάντων αὐτῶν ἅμα καὶ ὑπερπλήρης ὤν, ἀμετρίας πάσης ὑπερβολὴ, καὶ αὖθις ἔξω καὶ ἐπέκεινα τῶν ὅλων ἀνωκισμένος· ἀπὸ δὴ τούτων ὁρμώμενοι, καὶ τὰ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τῶν ὁσίων συμπόσια κατὰ τὸν αὐτὸν ἐκληψόμεθα τρόπον. Παρελθὼν γάρ φησιν, αὐτὸς ὁ βασιλεὺς ἀνακλινεῖ αὐτοὺς, καὶ αὐτὸς διακονήσει αὐτοῖς· ἐμφαίνει δὲ ταῦτα κοινήν τινα καὶ ὁμονοητικὴν τῶν ἁγίων ἐπὶ τοῖς θείοις ἀγαθοῖς κοινωνίαν, καὶ Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ πνεύματα δικαίων πᾶσιν ἀγαθοῖς τετελειωμένα, καὶ πάντων ἀγαθῶν ἀποπεπλησμένα δ. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οόμεθα $0=3 $8=564 $9=1 τῶν πολλῶν πόνων, καὶ ζωὴν ἁπήμονα, καὶ πολιτείαν ἔνθεον, ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἀπάσης εὐπαθείας Κρᾶς ἀναπεπλησμένην, καὶ παντοδαπῶν καὶ μακαρίων ἀγαθῶν ἄφθονον χορηγίαν, καθ´ ἣν εὐφροσύνης ἁπάσης ἀναπίμπλανται, τούτου δὴ τοῦ εὐφραίνειν Ῥ Ἰησοῦ καὶ ἀνακλίνοντος αὐτοὺς, καὶ διακονοῦντος, καὶ τὴν αἰωνίαν ἀνάπαυλαν δωρουμένου, καὶ τὴν ἁποπλήρωσιν τῶν καλῶν διανέμοντος ἄμα καὶ ἐπιῤῥέον- τος Ἐπνον τοῦ Θεοῦ, καὶ τὴν ἐγρήγορσιν ἀναπτυχθῆναι· καὶ ὅταν φῶμεν, θεῖον ὕπνον εἶναι τὸ ἐξῃρημένον τοῦ Θεοῦ καὶ ἀκοινώνητον ἀπὸ τῶν προνοουμένων· ἐγρήγορσιν δὲ, τὴν εἰς τὸ προνοεῖν αὐτοῦ τῶν παιδείας ἢ σωτηρίας δεομένων προσοχὴν, ἐπ´ ἄλλα θεολογικὰ σύμβολα μετελεύσῃ. Διὸ καὶ περιττὸν οἰηθέντες εἶναι τὸ, τὰ αὐτὰ τοῖς αὐτοῖς ἐπανακυκλοῦντας, ἕτερα δοκεῖν λέγειν, ἅμα δὲ καὶ ὑμῖν εἰς τὰ καλὰ πκίθεσθαι συνεγνωκότες, τὰ μὲν τῆς ἐπιστολῆς ἄχρι τῶν εἰρημένων ἀποπαύομεν, ἐκτεθεικότες, ὡς οἶμαι, κκαὶ περιττὰ τῶν ἐν τοῖς ἡμετέροις γράμμασιν ἐπωφλημένων. Αὐτὴν δὲ ὅλην ὑμῶν τὴν συμβολικὴν θεολογίαν ἀποστέλλομεν, καθ´ ἢν εὐρήσεις μετὰ τοῦ τῆς σοφίας οἴκου καὶ τρὺς στύλους τοὺς ἐπτὰ διηυκρινημένους, καὶ τὴν στερεὰν αὐτῆς τροφὴν, εἰς θύματα καὶ ἄρτους διῃρημένην· καὶ τίς ἡ τοῦ οἵνου κρᾶσις, αὖθίς τε, τίς ἡ ἀπὸ τῆς μέθης τοῦ Θεοῦ κραιπάλη, καὶ αὐτὰ δὲ τὰ νῦν εἰρημένα, διεξοδικώτερον ἐν αὐτῇ διήρθρωται. Καὶ ἔστιν, ὡς οἶμαι, πασῶν τῶν συμβολικῶν εὐρέτις ἀγαθὴ, καὶ συμβαίνουσα ταῖς τῶν λογίων ἱεραῖς παραδόσεσι καὶ ἀληθείαις, $0=3 $8=566 $9=1 ΕΠΙΣΤΟΛΗ Ι ΙΔΑΝΝΗ ΘΕΟΛΟΓΩ, ἈΗΟΣΤΟΛΩΚΑΙΕΥΑΓΓΕ. ΑΙΣΤΗ, ΠΕΡΙΟΡΙΣΘΕΝΤΙ ΚΑΤΑ ΠΑΤΜΟΝ Προσαγορεύω σε τὴν ἱερὰν ψυχὴν, ἠγαπημένε, καὶ ἔστι μοι τοῦτο πρὸς σὲ παρὰ τοὺς πολλοὺς ἰδιαίτορον. Χαῖρε ἀληθῶς ἠγαπημένε, τῷ ὄντως ἐραστῷ καὶ ἐφετῷ καὶ ἀγαπητῷ λίαν ἠγαπημένε. Τί θαυμαστὸν εἰ Χριστὸς ἀληθεύει, καὶ τοὺς μαθητὰς οἱ ἄδικοι τῶν πόλεων ἐξελαύνουσιν, αὐτοὶ τὰ κατ´ ἀξίαν ἑαυτοῖς ἁπονέμοντες, καὶ τῶν ἁγίων οἱ ἐναγεῖς ἁποδιαστελλόμενοι καὶ ἀποφοιτῶντες; Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων· οὐδὲ γὰρ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις αἴτιος ἱσται τῶν ἐξ αὐτοῦ δικαίων ἀφορισμῶν ὁ Θεὸς, ἀλλ´ οἱ τοῦ Θεοῦ παντελῶς ἑαυτοὺς ἀφορίσαντες· ὥσπερ καὶ θατέρους ὁρῶμεν ἐντεῦθεν ἤδη μετὰ τοῦ Θεοῦ γιγνομένους, ἐπειδὴ ἀληθείας ὄντες ἐρασταὶ, τῆς προσπαθείας μὲν ἀναχωροῦσι τῶν ὑλικῶν, ἐν πάσῃ δὲ πάντων κακῶν ἐλευθερίᾳ καὶ ἔρωτι θείῳ τῶν ἀγαθῶν ἁπάντων εἰρήνην ἀγαπῶσι, καὶ τὸν ἀγιασμὸν κἀκ τῆς παρούσης ζωῆς ἀπάρχονται τῆς μελλούσης ἀγγελοπρεπῶς ἐν μέσῳ ἀνθρώπων ἐμπολιτευόμενοι, ξὺν ἀπαθείᾳ πάσῃ, καὶ θεωνυμίᾳ, καὶ ἀγαθότητι, καὶ τοῖς ἄλλοις ἀγαθοῖς. Ὑμᾶς μὲν οὖν, οὐκ ἄν ποτε οὑτω μανείην, ὡς ἡγήσασθαί τι πάσχειν· ἀλλὰ καὶ τὰ σώματος πάθη κατὰ μόνον τὸ κρίνειν αὐτὰ διαισθάνεσθαι πιστεύω. Τοὺς δὲ ἀδικοῦντας ὑμᾶς καὶ περιορίζειν οἰομένους, οὐκ ὀρθῶς τοῦ Εὐαγγελίου τὸν ἥλιον ἐνδίκως αἰτιώμενος, εὔχομαι τούτων ἀφεμένυυς, ὧν ἐφ´ ἑαυτοὺς δρῶσιν, ἐπὶ τὰγαθὸν τραπέσθαι, καὶ πρὸς ἑαυτοὺς ὑμᾶς ἐφελκύσασθαι, καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τούναντίον ἀποστερήσει τῆς Ἰωάννου $0=3 $8=567 $9=1 παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει τῆς σῆς ἀληθοῦς θεολογίας, μικρῶν δὲ ὕστεροςρῶ γὰρ, εἰ καὶ τολμηρόν, ὑμῖν αὐτοῖς ἐνωθησομένους. Ἀξιόπιστος δὲ πάντως εἰμὶ τὰ προεγνωσμένα σοι ἐκ Θεοῦ, καὶ μαθὼν καὶ λέγων, ὅτι καὶ τῆς ἐν Πάτμῳ φυλακῆς ἀφεθήσῃ, καὶ εἰς τὴν Ἀσιάτιδα γῆν ἐπανήξεις, καὶ δράσεις ἐκεῖ τοῦ ἀγαθοῦ Θεοῦ μιμήματα, καὶ τοῖς μετὰ σὲ παραδώσεις. $0=3 $8=568 $9=1 Ὑποθώμεθα δὲ τὸν θεῖον Διονύσιον, ὅτε τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Κυρίουεἶδεν, εἶναι κεʹ ἐτῶν, ἅτε οἶμαι καὶ ἑτι ἀναγινώσκοντα.