token ἀρχόμενος σέο , Φοῖβε , παλαιγενέων κλέα φωτῶν μνήσομαι , οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ . τοίην γὰρ Πελίης φάτιν ἔκλυεν , ὥς μιν ὀπίσσω μοῖρα μένει στυγερή , τοῦδʼ ἀνέρος , ὅντινʼ ἴδοιτο δημόθεν οἰοπέδιλον , ὑπʼ ἐννεσίῃσι δαμῆναι . δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος , ἄλλο δʼ ἔνερθεν κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν . ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων εἰλαπίνης , ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς , Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν . αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο , καί οἱ ἄεθλον ἔντυε ναυτιλίης πολυκηδέος , ὄφρʼ ἐνὶ πόντῳ ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ . νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν . νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην ἡρώων , δολιχῆς τε πόρους ἁλός , ὅσσα τʼ ἔρεξαν πλαζόμενοι · Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς . πρῶτά νυν Ὀρφῆος μνησώμεθα , τόν ῥά ποτʼ αὐτὴ Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα . φηγοὶ δʼ ἀγριάδες , κείνης ἔτι σήματα μολπῆς , ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι ἑξείης στιχόωσιν ἐπήτριμοι , ἃς ὅγʼ ἐπιπρὸ θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν . Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας δέξατο , Πιερίῃ Βιστωνίδι κοιρανέοντα . ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν , ὅν ῥα Κομήτης γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο , Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων , ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς ἄμφω συμφορέονται , ἀπόπροθεν εἰς ἓν ἰόντες . Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν Εἰλατίδης , ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων , ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο , ὁπλότερος πολέμιζε · τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα , μένεν δʼ ἔτι θυμὸς ἀρήιος , ὡς τὸ πάρος περ . οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο , μήτρως Αἰσονίδαο · κασιγνήτην γὰρ ὄπυιεν Αἴσων Ἀλκιμέδην Φυλακηίδα · τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ . οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο . οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους , Ἔρυτος καὶ Ἐχίων , τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης · καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια · τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης . ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεΐδης , ἐσθλὸς μέν , ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων . Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι , ὅτε σφέας οἶος ἀπʼ ἄλλων ἤλασʼ ἀριστήων · οἱ δʼ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἐγκλῖναι προτέρω σθένον , οὔτε δαΐξαι · ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης , θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν . ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος , ὃν περὶ πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν · ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις · ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν . καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος ὦρσεν , ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο . εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης , υἷες μὲν Τελέοντος , δʼ Ἴρου Ἀκτορίδαο · ἤτοι μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης , Ἴρου δʼ Εὐρυτίων . σὺν καὶ τρίτος ἦεν Ὀιλεύς , ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν εὖ δεδαὼς δῄοισιν , ὅτε κλίνωσι φάλαγγας . αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε , τόν ῥα Κάνηθος πέμπεν Ἀβαντιάδης λελιημένον · οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος . αισα γὰρ ἦεν αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι , ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν , ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο , τόσσον ἑκὰς Κόλχων , ὅσσον τέ περ ἠελίοιο μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται . τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο , Οἰχαλίης ἐπίουροι , ἀπηνέος Εὐρύτου υἷες , Εὐρύτου , πόρε τόξον Ἑκηβόλος · οὐδʼ ἀπόνητο δωτίνης · αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι . τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον · οὐ μὲν ἅμʼ ἄμφω , οὐδʼ ὁμόθεν · νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης , ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ . Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ · Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς . τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης , παῖς ἀγαθοῦ Τελέοντος , ἐυμμελίης τε Φάληρος . Ἄλκων μιν προέηκε πατὴρ ἑός · οὐ μὲν ἔτʼ ἄλλους γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας . ἀλλά τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα πέμπεν , ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν . Θησέα δʼ , ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο , Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν , Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν · τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο . Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων , ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμʼ ἁλὸς εὐρείης , ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι . αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον ὦρσεν Ἀθηναίη , μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν . αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε · σὺν δέ οἱ Ἄργος τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν . τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν , ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης . Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν , ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι , πατρὸς ἑοῦ , πηγῇσιν ἐφέστιος Ἀσωποῖο . Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος , υἷε Βίαντος , ἤλυθον ἴφθιμός τε Λεώδοκος , οὓς τέκε Πηρὼ Νηληίς · τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους . οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι . ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων , νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας τὴν ὁδόν , ζωὸν φέρε κάπριον , ὅς ῥʼ ἐνὶ βήσσῃς φέρβετο Λαμπείης , Ἐρυμάνθιον ἂμ μέγα τῖφος , τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων · αὐτὸς δʼ ἰότητι παρὲκ νόον Εὐρυσθῆος ὡρμήθη · σὺν καί οἱ Ὕλας κίεν , ἐσθλὸς ὀπάων , πρωθήβης , ἰῶν τε φορεὺς φύλακός τε βιοῖο . τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη , Ναύπλιος . γὰρ ἔην Κλυτονήου Ναυβολίδαο · Ναύβολος αὖ Λέρνου · Λέρνον γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο · Ποσειδάωνι δὲ κούρη . πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα Ναύπλιον , ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν . Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν , ὅσσοι ἔναιον Ἄργος , ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἤιε , μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο . οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον , ἀλλά μιν αὐτὸς γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν Λητοΐδης · αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι . καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων Σπάρτηθεν · τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν · οὐδʼ ἀπίθησεν νισσομένοις · Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων . οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας Ἀρήνηθεν ἔβαν , μεγάλῃ περιθαρσέες ἀλκῇ ἀμφότεροι · Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν , εἰ ἐτεόν γε πέλει κλέος , ἀνέρα κεῖνον ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι . σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι , πρεσβύτατος παίδων , ὅσσοι Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο · Ποσειδάων δέ οἱ ἀλκὴν δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο μαρνάμενος , τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο . καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν , οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον , υἷε δύω Ἀλεοῦ · τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν Ἀγκαῖος , τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν , τῶν ἄμφω γνωτὸς προγενέστερος . ἀλλʼ μὲν ἤδη γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι , παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν . βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος , ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν . ἔντεα γάρ οἱ πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ , αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι . βῆ δὲ καὶ Αὐγείης , ὃν δὴ φάτις Ἠελίοιο ἔμμεναι · Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν , ὄλβῳ κυδιόων · μέγα δʼ ἵετο Κολχίδα γαῖαν αὐτόν ? ? τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων . Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες Πελλήνης ἀφίκανον Ἀχαιίδος , ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο . Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν , τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη . κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν οἴδματος , οὐδὲ θοοὺς βάπτεν πόδας , ἀλλʼ ὅσον ἄκροις ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ . καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο · ἤτοι μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος , δʼ Ἰμβρασίης ἕδος Ἥρης , παρθενίην , Ἀγκαῖος ὑπέρβιος · ἴστορε δʼ ἄμφω ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο . Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος ἀλκήεις Μελέαγρος ἀνήλυθε , Λαοκόων τε , Λαοκόων Οἰνῆος ἀδελφεός , οὐ μὲν ἰῆς γε μητέρος · ἀλλά θῆσσα γυνὴ τέκε · τὸν μὲν ἄρʼ Οἰνεὺς ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν · ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων . τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω , νόσφιν γʼ Ἡρακλῆος , ἐπελθέμεν , εἴ κʼ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν . καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν , εὖ μὲν ἄκοντι , εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι , Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι . σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο , Λέρνου ἐπίκλησιν , γενεήν γε μὲν Ἡφαίστοιο · τούνεκʼ ἔην πόδα σιφλός · ἀτὰρ δέμας οὔ κέ τις ἔτλη ἠνορέην τʼ ὀνόσασθαι , καὶ μεταρίθμιος ἦεν πᾶσιν ἀριστήεσσιν , Ἰήσονι κῦδος ἀέξων . ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο Ναυβόλου ἐκγεγαώς · ξεῖνος δέ οἱ ἔσκε πάροιθεν , ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων ναυτιλίης · τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν . Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο , οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια ἐσχατιῇ Θρῄκης δυσχειμέρου · ἔνθʼ ἄρα τήνγε Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν . καί μιν ἄγων ἕκαθεν , Σαρπηδονίην ὅθι πέτρην κλείουσιν , ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο , λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας . τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς σεῖον ἀειρομένω πτέρυγας , μέγα θάμβος ἰδέσθαι , χρυσείαις φολίδεσσι διαυγέας · ἀμφὶ δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι . οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος μιμνάζειν , Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης · ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ . τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο . τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες κίκλησκον μάλα πάντας , ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο ἔμμεναι · ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Ἀλκιμέδη , Κλυμένης Μινυηίδος ἐκγεγαυῖα . αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντʼ ἐτέτυκτο , ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες , εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι , δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος , ἔνθα περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες · ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν · οἱ δὲ φαεινοὶ ἀστέρες ὣς νεφέεσσι μετέπρεπον · ὧδε δʼ ἕκαστος ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας · Ζεῦ ἄνα , τίς Πελίαο νόος ; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει ; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω , ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ . ἀλλʼ οὐ φυκτὰ κέλευθα , πόνος δʼ ἄπρηκτος ἰοῦσιν . ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν · αἱ δὲ γυναῖκες πολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον , εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι . ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα · δειλὴ Ἀλκιμέδη , καὶ σοὶ κακὸν ὀφέ περ ἔμπης ἤλυθεν , οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο . Αἴσων αὖ μέγα δή τι δυσάμμορος . τέ οἱ ἦεν βέλτερον , εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς νειόθι γαίης κεῖτο , κακῶν ἔτι νῆις ἀέθλων . ὡς ὄφελεν καὶ Φρίξον , ὅτʼ ὤλετο παρθένος Ἕλλη , κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι · ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας , ὥς κεν ἀνίας Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη . αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων . ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο · μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη . ὀξὺ δʼ ἑκάστην δῦνεν ἄχος · σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν . αὐτὰρ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων , δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρειν πέφραδεν · οἱ δέ τε σῖγα κατηφέες ἠείροντο . μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί , ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον , ἠύτε κούρη οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα μύρεται , οὐκ εἰσὶν ἔτʼ ἄλλοι κηδεμονῆες , ἀλλʼ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει · καί νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν , τῇ δέ τʼ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ , οὐδʼ ἔχει ἐκφλύξαι τόσσον γόον , ὅσσον ὀρεχθεῖ · ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδʼ ἀγκὰς ἔχουσα Ἀλκιμέδη , καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν · αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ , ὅτʼ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν , αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν , κηδέων τε λαθέσθαι , ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν , τέκνον ἐμόν · τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν , ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω . νῦν γε μὲν τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν , σεῖο πόθῳ μινύθουσα δυσάμμορος , ἔπι πολλὴν ἀγλαΐην καὶ κῦδος ἔχον πάρος , ἔπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον . ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο . μοι ἐμῆς ἄτης · τὸ μὲν οὐδʼ ὅσον , οὐδʼ ἐν ὀνείρῳ ὠισάμην , εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας . ὧς ἥγε στενάχουσα κινύρετο · ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν · αὐτὰρ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν · μή μοι λευγαλέας ἐνιβάλλεο , μῆτερ , ἀνίας ὧδε λίην , ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν , ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο . πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι ϝέμουσιν , τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης τλῆθι φέρειν · θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης , ἠδὲ θεοπροπίοισιν , ἐπεὶ μάλα δεξιὰ Φοῖβος ἔχρη , ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ . ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις , μηδʼ ὄρνις ἀεικελίη πέλε νηί · κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι . , καὶ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι . οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων δῆλον ἀνʼ ἠγαθέην , ἠὲ Κλάρον , ὅγε Πυθώ , Αυκίην εὐρεῖαν , ἐπὶ Ξάνθοιο ῥοῇσιν , τοῖος ἀνὰ πληθὺν δήμου κίεν · ὦρτο δʼ ἀυτὴ κεκλομένων ἄμυδις . τῷ δὲ ξύμβλητο γεραιὴ Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα , καί μιν δεξιτερῆς χειρὸς κύσεν , οὐδέ τι φάσθαι ἔμπης ἱεμένη δύνατο , προθέοντος ὁμίλου · ἀλλʼ μὲν λίπετʼ αὖθι παρακλιδόν , οἷα γεραιὴ ὁπλοτέρων , δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη . αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς , ἀκτὴν δʼ ἵκανεν Παγασηίδα , τῇ μιν ἑταῖροι δειδέχατʼ , Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες . στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς · οἱ δʼ ἀντίοι ἠγερέθοντο . ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος νόσφι καταβλώσκοντας , ἐθάμβησαν δʼ ἐσιδόντες πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας . δέρμα δʼ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν · αὐτὰρ καλὴν δίπλακα , τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια . ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο · τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν . αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν , ἠδὲ καὶ ἱστῷ κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο . τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν · ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν - - πάντα γὰρ εὖ κατὰ κόσμον - - ἐπαρτέα κεῖται ἰοῦσιν . τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι ναυτιλίης , ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται . ἀλλά , φίλοι , - - ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω , ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι - - τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων , κεν τὰ ἕκαστα μέλοιτο , νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι . ὧς φάτο · πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα ἥμενον ἐν μέσσοισι · μιῇ δέ πάντες ἀυτῇ σημαίνειν ἐπέτελλον · δʼ αὐτόθεν , ἔνθα περ ἧστο , δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε · μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω . οὐ γὰρ ἔγωγε πείσομαι · ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω . αὐτός , ὅτις ξυνάγειρε , καὶ ἀρχεύοι ὁμάδοιο . ῥα μέγα φρονέων , ἐπὶ δʼ ᾔνεον , ὡς ἐκέλευεν Ἡρακλέης · ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων γηθόσυνος , καὶ τοῖα λιλαιομένοις ἀγόρευεν · εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι , μηκέτʼ ἔπειθʼ , ὡς καὶ πρίν , ἐρητύοιτο κέλευθα . νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτʼ ἐντυνώμεσθα παρασχεδόν . ὄφρα δʼ ἴωσιν δμῶες ἐμοὶ σταθμῶν σημάντορες , οἷσι μέμηλεν δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι , τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός , ὅπλα δὲ πάντα ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά . τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο θείομεν Ἀπόλλωνος , μοι χρείων ὑπέδεκτο σημανέειν δείξειν τε πόρους ἁλός , εἴ κε θυηλαῖς οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι . η ῥα , καὶ εἰς ἔργον πρῶτος τράπεθ̓ · οἱ δʼ ἐπανέσταν πειθόμενοι · ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντο λείῳ ἐπὶ πλαταμῶνι , τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι , χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη . νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν , ἵνʼ εὖ ἀραροίατο γόμφοις δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν . σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον , ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν . αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον στείρης , ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας · τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν , ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο . ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν . τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν , στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν . ἐν δʼ ἄρα Τῖφυς βήσαθʼ , ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι · κεκλόμενος δʼ ἤυσε μάλα μέγα · τοὶ δὲ παρᾶσσον κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ νειόθεν ἐξ ἕδρης , ἐπὶ δʼ ἐρρώσαντο πόδεσσιν προπροβιαζόμενοι · δʼ ἕσπετο Πηλιὰς Ἀργὼ ῥίμφα μάλʼ · οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες . αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς βριθοσύνῃ , κατόλισθε δʼ ἔσω ἁλός · οἱ δέ μιν αὖθι ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν . σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον · ἐν δέ οἱ ἱστὸν λαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο . αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν , κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο , ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν · ἐκ δʼ ἄρα μέσσην ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Ἀγκαίῳ , Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν . τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο αὔτως , οὔτι πάλῳ · ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι . ἔνθεν δʼ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος , Ἀκτίου Ἐμβασίοιό τʼ ἐπώνυμον · ὦκα δέ τοίγε φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης . τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε . τοὺς δʼ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν . οἱ δʼ ἄρʼ ἔπειτα χέρνιβά τʼ οὐλοχύτας τε παρέσχεθον . αὐτὰρ Ἰήσων εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα · κλῦθι ἄναξ , Παγασάς τε πόλιν τʼ Αἰσωνίδα ναίων , ἡμετέροιο τοκῆος ἐπώνυμον , ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθʼ ὁδοῖο σημανέειν , αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων · αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα . σοὶ δʼ ἂν ὀπίσσω τόσσων , ὅσσοι κεν νοστήσομεν , ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν · ἄλλα δὲ Πυθοῖ , ἄλλα δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω . νῦν δʼ ἴθι , καὶ τήνδʼ ἧμιν , Ἑκηβόλε , δέξο θυηλήν , ἥν τοι τῆσδʼ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην · λύσαιμι δʼ , ἄναξ , ἐπʼ ἀπήμονι μοίρῃ πείσματα σὴν διὰ μῆτιν · ἐπιπνεύσειε δʼ ἀήτης μείλιχος , κʼ ἐπὶ πόντον ἐλευσόμεθʼ εὐδιόωντες . , καὶ ἅμʼ εὐχωλῇ προχύτας βάλε . τὼ δʼ ἐπὶ βουσὶν ζωσάσθην , Ἀγκαῖος ὑπέρβιος , Ἡρακλέης τε . ἤτοι μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα πλῆξεν , δʼ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ · Ἀγκαῖος δʼ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας · ἤριπε δʼ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν . τοὺς δʼ ἔταροι σφάξαν τε θοῶς , δεῖράν τε βοείας , κόπτον , δαίτρευόν τε , καὶ ἱερὰ μῆρʼ ἐτάμοντο , κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ καῖον ἐπὶ σχίζῃσιν · δʼ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης , γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν · αἶψα δʼ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο · ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας · ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι . αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο . ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν πότμον ἐμὸν πάτρης ἐξήιον , ὄφρʼ ἐπιβαίην νηός , ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται . ὧς ἄρʼ ἔφη · κοῦροι δὲ θεοπροπίης ἀίοντες νόστῳ μὲν γήθησαν , ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ . ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ , αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι , δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο , τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο κέκλινθʼ ἑξείης · παρὰ δέ σφισι μυρίʼ ἔκειτο εἴδατα , καὶ μέθυ λαρόν , ἀφυσσαμένων προχόῃσιν οἰνοχόων · μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισιν μυθεῦνθʼ , οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ τερπνῶς ἑψιόωνται , ὅτʼ ἄατος ὕβρις ἀπείη . ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς . τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας · Αἰσονίδη , τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις ; αὔδα ἐνὶ μέσσοισι τεὸν νόον . ἦέ σε δαμνᾷ τάρβος ἐπιπλόμενον , τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει ; ἴστω νῦν δόρυ θοῦρον , ὅτῳ περιώσιον ἄλλων κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι , οὐδέ μʼ ὀφέλλει Ζεὺς τόσον , ὁσσάτιόν περ ἐμὸν δόρυ , μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι , μηδʼ ἀκράαντον ἄεθλον Ἴδεω ἑσπομένοιο , καὶ εἰ θεὸς ἀντιόῳτο . τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις . , καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν πῖνε χαλίκρητον λαρὸν μέθυ · δεύετο δʼ οἴνῳ χείλεα , κυάνεαί τε γενειάδες · οἱ δʼ ὁμάδησαν πάντες ὁμῶς , Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν · δαιμόνιε , φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ . ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ οἰδάνει ἐν στήθεσσι , θεοὺς δʼ ἀνέηκεν ἀτίζειν ; ἄλλοι μῦθοι ἔασι παρήγοροι , οἷσί περ ἀνὴρ θαρσύνοι ἕταρον · σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας , τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υἷας Ἀλωιάδας , οἷς οὐδʼ ὅσον ἰσοφαρίζεις ἠνορέην · ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς ἄμφω Λητοΐδαο , καὶ ἴφθιμοί περ ἐόντες . ὧς ἔφατʼ · ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν · ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες , εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον , οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν . φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο , χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης . Χώετʼ ἐνιπτάζων · προτέρω δέ κε νεῖκος ἐτύχθη , εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι αὐτός τʼ Αἰσονίδης κατερήτυεν · ἂν δὲ καὶ Ὀρφεὺς λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς . ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα , τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ , νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα · ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι · οὔρεά θʼ ὡς ἀνέτειλε , καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο . ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο · ὥς τε βίῃ καὶ χερσὶν μὲν Κρόνῳ εἴκαθε τιμῆς , δὲ Ῥέῃ , ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο · οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον , ὄφρα Ζεὺς ἔτι κοῦρος , ἔτι φρεσὶ νήπια εἰδώς , Δικταῖον ναίεσκεν ὑπὸ σπέος · οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ , βροντῇ τε στεροπῇ τε · τὰ γὰρ Διὶ κῦδος ὀπάζει . , καὶ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ . τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπʼ οὔασιν ἠρεμέοντες κηληθμῷ · τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς . οὐδʼ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς , θέμις , ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο αἰθομέναις , ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο . αὐτὰρ ὅτʼ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς Πηλίου αἰπεινὰς ἴδεν ἄκριας , ἐκ δʼ ἀνέμοιο εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι , δὴ τότʼ ἀνέγρετο Τῖφυς · ἄφαρ δʼ ὀρόθυνεν ἑταίρους βαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά . σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι . ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο , τό ῥʼ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ . οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν , ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ἐνὶ χώρῳ , εὐκόσμως σφετέροισι παρʼ ἔντεσιν ἑδριόωντο . μέσσῳ δʼ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος ἵζανον · ἄγχι δέ οἱ ῥόπαλον θέτο , καί οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις . · εἵλκετο δʼ ἤδη πείσματα , καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός . αὐτὰρ Ἰήσων δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν . οἱ δʼ , ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἐνὶ Πυθοῖ που ἐν Ὀρτυγίῃ , ἐφʼ ὕδασιν Ἰσμηνοῖο στησάμενοι , φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν · ὧς οἱ ὑπʼ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς πόντου λάβρον ὕδωρ , ἐπὶ δὲ ῥόθια κλύζοντο · ἀφρῷ δʼ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν . στράπτε δʼ ὑπʼ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης τεύχεα · μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο κέλευθοι , ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο . πάντες δʼ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος , οἳ τότʼ ἄριστοι πόντον ἐπιπλώεσκον · ἐπʼ ἀκροτάτῃσι δὲ νύμφαι Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι ἔργον Ἀθηναίης Ἰτωνίδος , ἠδὲ καὶ αὐτοὺς ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά . αὐτὰρ ὅγʼ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης χείρων Φιλλυρίδης , πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ τέγγε πόδας , καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων , νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν . σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλεΐδην Ἀχιλῆα , φίλῳ δειδίσκετο πατρί . οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο Τίφυος , ὅς ῥʼ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως πηδάλιʼ ἀμφιέπεσκʼ , ὄφρʼ ἔμπεδον ἐξιθύνοι , δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ , δῆσαν δὲ προτόνοισι , τανυσσάμενοι ἑκάτερθεν , κὰδ δʼ αὐτοῦ λίνα χεῦαν , ἐπʼ ἠλακάτην ἐρύσαντες . ἐν δὲ λιγὺς πέσεν οὖρος · ἐπʼ ἰκριόφιν δὲ κάλωας ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην . τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν Ἄρτεμιν , κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν ῥυομένη καὶ γαῖαν Ἰωλκίδα · τοὶ δὲ βαθείης ἰχθύες ἀίσσοντες ὕπερθʼ ἁλός , ἄμμιγα παύροις ἄπλετοι , ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο . ὡς δʼ ὁπότʼ ἀγραύλοιο κατʼ ἴχνια σημαντῆρος μυρία μῆλʼ ἐφέπονται ἄδην κεκορημένα ποίης εἰς αὖλιν , δέ τʼ εἶσι πάρος σύριγ γι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος , ὧς ἄρα τοίγε ὡμάρτευν · τὴν δʼ αἰὲν ἐπασσύτερος φέρεν οὖρος . αὐτίκα δʼ ἠερίη πολυλήιος αἶα Πελασγῶν δύετο , Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας αἰὲν ἐπιπροθέοντες · ἔδυνε δὲ Σηπιὰς ἄκρη , φαίνετο δʼ εἰναλίη Σκίαθος , φαίνοντο δʼ ἄπωθεν Πειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιο ἀκτὴ καὶ τύμβος Δολοπήιος · ἔνθʼ ἄρα τοίγε ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν , καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων κεῖαν , ὀρινομένης ἁλὸς οἴδματι · διπλόα δʼ ἀκταῖς ἤματʼ ἐλινύεσκον · ἀτὰρ τριτάτῳ προέηκαν νῆα , τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος . τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν . ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν . ἀκτήν τʼ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες . ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες πόντῳ κεκλιμένην παρεμέτρεον · οὐδʼ ἔτι δηρὸν μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα . κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας Ὄσσης Οὐλύμποιό τʼ ἐσέδρακον · αὐτὰρ ἔπειτα κλίτεα Παλλήναια , Καναστραίην ὑπὲρ ἄκρην , ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες . ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη Θρηικίη , τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν , ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι , ἀκροτάτῃ κορυφῇ σκιάει , καὶ ἐσάχρι Μυρίνης . τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπι κνέφας οὖρος πάγχυ μάλʼ ἀκραής , τετάνυστο δὲ λαίφεα νηός . αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο . ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι . δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας ἀνέρες ἐχθήραντες , ἔχον δʼ ἐπὶ ληιάδεσσιν τρηχὺν ἔρον , ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν Θρηικίην δῃοῦντες · ἐπεὶ χόλος αἰνὸς ὄπαζεν Κύπιδος , οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν . μέλεαι , ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι . οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας ἀμφʼ εὐνῇ , πᾶν δʼ ἄρσεν ὁμοῦ γένος , ὥς κεν ὀπίσσω μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν . οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος , δὴ κατὰ δῆμον ἄνασσεν · λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι , αἴ κε φύγῃ . καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν , ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν νῆσον , ἐπακτῆρες , Σικίνου ἄπο , τόν ῥα Θόαντι νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα . τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν τεύχεα , πυροφόρους τε διατμήξασθαι ἀροὔρας ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων , οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον . ἀλλὰ γὰρ ἔμπης θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον δείματι λευγαλέῳ , ὁπότε Θρήικες ἴασιν . τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ , αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο , Θυιάσιν ὠμοβόροις ἴκελαι · φὰν γάρ που ἱκάνειν Θρήικας · δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια δῦνʼ ἐνὶ τεύχεσι πατρός . ἀμηχανίῃ δʼ ἐχέοντο ἄφθογγοι · τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο . τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν Αἰθαλίδην κήρυκα θοόν , τῷπέρ τε μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο , σφωιτέροιο τοκῆος , οἱ μνῆστιν πόρε πάντων ἄφθιτον · οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη · ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται , ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος , ἄλλοτʼ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν . ἀλλὰ τί μύθους Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν ; ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο διὰ κνέφας · οὐδὲ μὲν ἠοῖ πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο . Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι εἰς ἀγορήν · αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια . καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο , αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν · Ὦφιλαι , εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν , οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας , ἤια , καὶ μέθυ λαρόν , ἵνʼ ἔμπεδον ἔκτοθι πύργων μίμνοιεν , μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι , κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται βάξις · ἐπεὶ μέγα ἔργον ἐρέξαμεν , οὐδέ τι πάμπαν θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται , εἴ κε δαεῖεν . ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις · ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη , ἐγρέσθω · τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα . ὧς ἄρʼ ἔφη , καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάινον · αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ , γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν , βάκτρῳ ἐρειδομένη , περὶ δὲ μενέαινʼ ἀγορεῦσαι . τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις . στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ , ἀνὰ δʼ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου , ὧδέ τʼ ἔειπεν · δῶρα μέν , ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ , πέμπωμεν ξείνοισιν , ἐπεὶ καὶ ἄρειον ὀπάσσαι . ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο , αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός , ἠέ τις ἄλλος δυσμενέων , τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται ; ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει . εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι , ἄλλα δʼ ὀπίσσω μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει , εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες , κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε . πῶς τῆμος βώσεσθε δυσάμμοροι ; ἦε βαθείαις αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον , καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται ; μὲν ἐγών , εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν κῆρες , ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι , κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν αὔτως , θέμις ἐστί , πάρος κακότητα πελάσσαι . ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα . νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή , εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι . ὧς ἔφατʼ · ἐν δʼ ἀγορὴ πλῆτο θρόου . εὔαδε γάρ σφιν μῦθος . ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο Ὑψιπύλη , καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα · εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή , ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι . ῥα , καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν · ὄρσο μοι , Ἰφινόη , τοῦδʼ ἀνέρος ἀντιόωσα , ἡμέτερόνδε μολεῖν , ὅστις στόλου ἡγεμονεύει , ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω · καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος , αἴ κʼ ἐθέλωσιν , κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας . , καὶ ἔλυσʼ ἀγορήν , μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι . ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ · οἱ δʼ ἐρέεινον , χρεῖος τι φρονέουσα μετήλυθεν . ὦκα δὲ τούσγε πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας · κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν , Ὑψιπύλη , καλέειν νηὸς πρόμον , ὅστις ὄρωρεν , ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ · καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος , αἴ κʼ ἐθέλητε , κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας . ὧς ἄρʼ ἔφη · πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος . Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν · ὦκα δὲ τόνγε πέμπον ἴμεν , καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι . αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον , δίπλακα πορφυρέην περονήσατο , τήν οἱ ὄπασσεν Παλλάς , ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Ἀργοῦς , καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι . τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις , κεῖνο μεταβλέψειας ἔρευθος . δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο , ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν · ἐν δʼ ἄρʼ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο . ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ , Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι · ὃς τόσον ἤδη παμφαίνων ἐτέτυκτο , μιῆς δʼ ἔτι δεύετο μοῦνον ἀκτῖνος , τὴν οἵδε σιδηρείῃς ἐλάασκον σφύρῃσιν , μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν . ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ , Ἀμφίων καὶ Ζῆθος · ἀπύργωτος δʼ ἔτι Θήβη κεῖτο πέλας , τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι . Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη , μογέοντι ἐοικώς · Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἤιε , δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια Ἄρεος ὀχμάζουσα θοὸν σάκος · ἐκ δέ οἱ ὤμου πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος νέρθεν ὑπὲκ μαζοῖο · τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι . ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός · ἀμφὶ δὲ βουσὶν Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος · οἱ μὲν ἀμυνόμενοι , ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι , ληισταὶ Τάφιοι · τῶν δʼ αἵματι δεύετο λειμὼν ἑρσήεις , πολέες δʼ ὀλίγους βιόωντο νομῆας . ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες . καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε , τινάσσων ἡνία , σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια · τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους , σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πῖπτεν , ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι . ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο , βούπαις οὔπω πολλός , ἑὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν , ὅν ῥʼ ἔτεκέν γε δῖʼ Ἐλάρη , θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα . ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ εἰσαΐων κριοῦ , δʼ ἄρʼ ἐξενέποντι ἐοικώς . κείνους κʼ εἰσορόων ἀκέοις , ψεύδοιό τε θυμόν , ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι βάξιν , καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο . τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης . δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον , ῥʼ Ἀταλάντη Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν , πρόφρων ἀντομένη · περὶ γὰρ μενέαινεν ἕπεσθαι τὴν ὁδόν · ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην , δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι . βῆ δʼ ἴμεναι προτὶ ἄστυ , φαεινῷ ἀστέρι ἶσος , ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα , καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει καλὸν ἐρευθόμενος , γάνυται δέ τε ἠιθέοιο παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος ἀνδράσιν , καί μιν μνηστὴν κομέουσι τοκῆες · τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως . καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν , δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες , γηθόσυναι ξείνῳ · δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας νίσσετʼ ἀπηλεγέως , ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν Ὑψιπύλης · ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι δικλίδας , εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν . ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα ἀντία δεσποίνης · δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα παρθενικὰς ἐρύθηνε παρηίδας · ἔμπα δὲ τόνγε αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν · ξεῖνε , τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων ἧσθʼ αὔτως ; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ , ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο πυροφόρους ἀρόωσι γύας . κακότητα δὲ πᾶσαν ἐξερέω νημερτές , ἵνʼ εὖ γνοίητε καὶ αὐτοί . εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν , τηνίκα Θρηικίην , οἵ τʼ ἀντία ναιετάουσιν , δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους ἐκ νηῶν , αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις δεῦρʼ ἄγον · οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος , τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην . δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον , ἐκ δὲ μελάθρων , ματίῃ εἴξαντες , ἀπεσσεύοντο γυναῖκας · αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον , σχέτλιοι . μὲν δηρὸν ἐτέτλαμεν , εἴ κέ ποτʼ αὖτις ὀψὲ μεταστρέψωσι νόον · τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προύβαινεν . ἀτιμάζοντο δὲ τέκνα γνήσιʼ ἐνὶ μεγάροις , σκοτίη δʼ ἀνέτελλε γενέθλη . αὔτως δʼ ἀδμῆτές τε κόραι , χῆραί τʼ ἐπὶ τῇσιν μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο . οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός , εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου · οὐδʼ ἀπὸ μητρὸς λώβην , ὡς τὸ πάροιθεν , ἀεικέα παῖδες ἄμυνον · οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ . ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο · εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος , ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις δέχθαι , ἵνʼ φρονέοιεν ἅπερ θέμις , ἠέ πῃ ἄλλῃ αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο . οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος , ὅσσον ἔλειπτο ἄρσεν ἀνὰ πτολίεθρον , ἔβαν πάλιν , ἔνθʼ ἔτι νῦν περ Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν . τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι · εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις , καί τοι ἅδοι , τʼ ἂν ἔπειτα πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας · οὐδέ τί σʼ οἴω γαῖαν ὀνόσσεσθαι · περὶ γὰρ βαθυλήιος ἄλλων νήσων , Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν . ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες μύθους ἡμετέρους , μηδʼ ἔκτοθι μίμνε πόληος . Ἴσκεν , ἀμαλδύνουσα φόνου τέλος , οἷον ἐτύχθη ἀνδράσιν · αὐτὰρ τήνγε παραβλήδην προσέειπεν Ὑψιπύλη , μάλα κεν θυμηδέος ἀντιάσαιμεν χρησμοσύνης , ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις . εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν , εὖτʼ ἂν ἕκαστα ἐξείπω κατὰ κόσμον . ἀνακτορίη δὲ μελέσθω σοίγʼ αὐτῇ καὶ νῆσος · ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι , ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι . , καὶ δεξιτερῆς χειρὸς θίγεν · αἶψα δʼ ὀπίσσω βῆ ῥʼ ἴμεν , ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι εἱλίσσοντο κεχαρμέναι , ὄφρα πυλάων ἐξέμολεν . μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις ἀκτὴν εἰσαπέβαν , ξεινήια πολλὰ φέρουσαι , μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν , τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια · καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον ῥηιδίως . Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν Ἡφαίστοιο χάριν πολυμήτιος , ὄφρα κεν αὖτις ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος . ἔνθʼ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο Αἰσονίδης · οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος , Ἡρακλῆος ἄνευθεν , γὰρ παρὰ νηὶ λέλειπτο αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι . αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει καπνῷ κνισήεντι περίπλεον · ἔξοχα δʼ ἄλλων ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο . ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν ναυτιλίης · δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες , εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν · δαιμόνιοι , πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει ἡμέας ; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν κεῖθεν , ὀνοσσάμενοι πολιήτιδας ; αὖθι δʼ ἕαδεν ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι ; οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι · οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν . ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα · τὸν δʼ ἐνὶ λέκτροις Ὑψιπύλης εἰᾶτε πανήμερον , εἰσόκε Λῆμνον παισὶν ἐσανδρώσῃ , μεγάλη τέ βάξις ἵκηται . ὧς νείκεσσεν ὅμιλον · ἐναντία δʼ οὔ νύ τις ἔτλη ὄμματʼ ἀνασχεθέειν , οὐδὲ προτιμυθήσασθαι · ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι . ταὶ δέ σφιν ἐπέδραμον , εὖτʼ ἐδάησαν . ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι πέτρης ἐκχύμεναι σιμβληίδος , ἀμφὶ δὲ λειμὼν ἑρσήεις γάνυται , ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον καρπὸν ἀμέργουσιν πεποτημέναι · ὧς ἄρα ταίγε ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο , χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον , εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι . ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα Αἰσονίδεω , τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος · Νίσσεο , καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα αὔτως , ὡς ἐθέλεις καί τοι φίλον . ἥδε δὲ νῆσος σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται , ἢν καὶ ὀπίσσω δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι . ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις ἄλλων ἐκ πολίων · ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν σχήσεις , οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι . μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη Ὑψιπύλης · λίπε δʼ ἧμιν ἔπος , τό κεν ἐξανύσαιμι πρόφρων , ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι . τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν · Ὑψιπύλη , τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο ἐκ μακάρων · τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω ἴσχανʼ , ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν · μοῦνόν με θεοὶ λύσειαν ἀέθλων . εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι τηλοῦ ἀναπλώοντι , σὺ δʼ ἄρσενα παῖδα τέκηαι , πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος , ἢν ἄρα τούσγε τέτμῃ ἔτι ζώοντας , ἵνʼ ἄνδιχα τοῖο ἄνακτος σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν . , καὶ ἔβαινʼ ἐπὶ νῆα παροίτατος · ὧς δὲ καὶ ἄλλοι βαῖνον ἀριστῆες · λάζοντο δὲ χερσὶν ἐρετμὰ ἐνσχερὼ ἑζόμενοι · πρυμνήσια δέ σφισιν Ἄργος λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος . ἔνθʼ ἄρα τοίγε κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν . ἑσπέριοι δʼ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος , ὄφρα δαέντες ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο . τῶν μὲν ἔτʼ οὐ προτέρω μυθήσομαι · ἀλλὰ καὶ αὐτὴ νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα δαίμονες ἐνναέται , τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν . κεῖθεν δʼ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα , τῇ δὲ περαίην Ἴμβρον ἔχον καθύπερθε · νέον γε μὲν ἠελίοιο δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο . ἔνθα σφιν λαιψηρὸς ἄη νότος , ἱστία δʼ οὔρῳ στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα εἰσέβαλον · πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο ἦρι , τὸ δʼ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς μέτρεον , Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες . Δαρδανίην δὲ λιπόντες ἐπιποοσέβαλλον Ἀβύδῳ , Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν . καὶ δὴ τοίγʼ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον . ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο εἰς ἅλα κεκλιμένη , ὅσσον τʼ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος · ἐν δέ οἱ ἀκταὶ ἀμφίδυμοι , κεῖνται δʼ ὑπὲρ ὕδατος Λἰσήποιο . Λ̓́ρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες · καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν Γηγενέες , μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι . ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται , αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο , ταὶ δʼ ὑπένερθεν τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι . ἰσθμὸν δʼ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο ἀνέρες · ἐν δʼ ἥρως Λἰνήιος υἱὸς ἄνασσεν Κύζικος , ὃν κούρη δίου τέκεν Εὐσώροιο Αἰνήτη . τοὺς δʼ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες Γηγενέες σίνοντο , Ποσειδάωνος ἀρωγῇ · τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες . ἔνθʼ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν Θρηικίοις , Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν . κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο , κρήνῃ ὑπʼ Ἀρτακίῃ · ἕτερον δʼ ἔλον , ὅστις ἀρήρει , βριθύν · ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο ἱερόν , θέμις ἦεν , Ἰησονίης ἐν Ἀθήνης . τοὺς δʼ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην ἔκλυον , οἵτινες εἶεν , ἐυξείνως ἀρέσαντο , καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι , ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι εἱσάμενοι παρὰ θῖνα , θυηπολίης τʼ ἐμελοντο . δῶκεν δʼ αὐτὸς ἄναξ λαρὸν μέθυ δευουένοισιν μῆλά θʼ ὁμοῦ · δὴ γάρ οἱ ἔην φάτις , εὖτʼ ἂν ἵκωνται ἀνδρῶν ἡρώων θεῖος στόλος , αὐτίκα τόνγε μείλιχον ἀντιάαν , μηδὲ πτολέμοιο μέλεσθαι . ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι , οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο · ἀλλʼ ἔτι οἱ κατὰ δώματʼ ἀκήρατος ἦεν ἄκοιτις ὠδίνων , Μέροπος Περκωσίου ἐκγεγαυῖα , Κλείτη ἐυπλόκαμος , τὴν μὲν νέον ἐξέτι πατρὸς θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν . ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης τοῖς μέτα δαῖτʼ ἀλέγυνε , βάλεν δʼ ἀπὸ δείματα θυμοῦ . ἀλλήλους δʼ ἐρέεινον ἀμοιβαδίς · ἤτοι μέν σφεων πεύθετο ναυτιλίης ἄνυσιν , Πελίαό τʼ ἐφετμάς · οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα εὐρείης πεύθοντο Προποντίδος · οὐ μὲν ἐπιπρὸ ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι . ἠοῖ δʼ εἰσανέβαν μέγα Δίνδυμον , ὄφρα καὶ αὐτοὶ θηήσαιντο πόρους κείνης ἁλός · ἐκ δʼ ἄρα τοίγε νῆα Χυτοῦ λιμένος προτέρω ἐξήλασαν ὅρμον · ἥδε δʼ Ἰησονίη πέφαται ὁδός , ἥνπερ ἔβησαν . Γηγενέες δʼ ἑτέρωθεν ἀπʼ οὔρεος ἀίξαντες φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς πόντιον , οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα . ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν Ἡρακλέης , ὃς δή σφι παλίντονον αἶψα τανύσσας τόξον ἐπασσυτέρους πέλασε χθονί · τοὶ δὲ καὶ αὐτοὶ πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον . δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα Ἥρη , Ζηνὸς ἄκοιτις , ἀέθλιον Ἡρακλῆι . σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες , πρίν περ ἀνελθέμεναι σκοπιήν , ἥπτοντο φόνοιο γηγενέων ἥρωες ἀρήιοι , ἠμὲν ὀιστοῖς ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι , εἰσόκε πάντας ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν . ὡς δʼ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν , ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους · ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο ἑξείης , ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ δύπτοντες κεφαλὰς καὶ στήθεα , γυῖα δʼ ὕπερθεν χέρσῳ τεινάμενοι · τοὶ δʼ ἔμπαλιν , αἰγιαλοῖο κράατα μὲν ψαμάθοισι , πόδας δʼ εἰς βένθος ἔρειδον , ἄμφω ἅμʼ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι . ἥρωες δʼ , ὅτε δή σφιν ἀταρβὴς ἔπλετʼ ἄεθλος , δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο . δʼ ἔθεεν λαίφεσσι πανήμερος · οὐ μὲν ἰούσης νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον , ἀλλὰ θύελλαι ἀντίαι ἁρπάγδην ὀπίσω φέρον , ὄφρʼ ἐπέλασσαν αὖτις ἐυξείνοισι Δολίοσιν ἐκ δʼ ἄρʼ ἔβησαν αὐτονυχί · ἱερὴ δὲ φατίζεται ἥδʼ ἔτι πέτρη , πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο . οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν ἔμμεναι · οὐδʼ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας ἥρωας νημερτὲς ἐπήισαν · ἀλλά που ἀνδρῶν Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι . τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν . σὺν δʼ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν ὀξείῃ ἴκελοι ῥιπῇ πυρός , τʼ ἐνὶ θάμνοις αὐαλέοισι πεσοῦσα κορύσσεται · ἐν δὲ κυδοιμὸς δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ . οὐδʼ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι . ἀλλά μιν Λἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο πλῆξεν ἐπαΐξας στῆθος μέσον , ἀμφὶ δὲ δουρὶ ὀστέον ἐρραίσθη · δʼ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς μοῖραν ἀνέπλησεν . τὴν γὰρ θέμις οὔποτʼ ἀλύξαι θνητοῖσιν · πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος . ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν μαρνάμενον κείνοισι · πολεῖς δʼ ἐπαρηγόνες ἄλλοι ἔκταθεν · Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα ἠδὲ Μεγαβρόντην · Σφόδριν δʼ ἐνάριξεν Ἄκαστος · Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον . αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα . Ἴδας δʼ αὖ Προμέα , Κλυτίος δʼ Ὑάκινθον ἔπεφνεν , Τυνδαρίδαι δʼ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε . Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα ἠδὲ καὶ Ἀρτακέα , πρόμον ἀνδρῶν · οὓς ἔτι πάντας ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν . οἱ δʼ ἄλλοι εἴξαντες ὑπέτρεσαν , ἠύτε κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι . ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι · αἶψα δʼ ἀυτῆς πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο . ἠῶθεν δʼ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω · στυγερὸν δʼ ἄχος εἷλεν ἰδόντας ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα . ἤματα δὲ τρία πάντα γόων , τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες . αὐτὰρ ἔπειτα τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες τύμβῳ ἐνεκτερέιξαν , ἐπειρήσαντό τʼ ἀέθλων , θέμις , ἂμ πεδίον λειμώνιον , ἔνθʼ ἔτι νῦν περ ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι . οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε · κακῷ δʼ ἐπὶ κύντερον ἄλλο ἤνυσεν , ἁψαμένη βρόχον αὐχένι . τὴν δὲ καὶ αὐταὶ νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο · καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε , πάντα τάγε κρήνην τεῦξαν θεαί , ἣν καλέουσιν Κλείτην , δυστήνοιο περικλεὲς οὔνομα νύμφης . αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν ἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν · οὐδὲ γὰρ αὐτῶν ἔτλη τις πάσσασθαι ἐδητύος , οὐδʼ ἐπὶ δηρὸν ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο · ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες . ἔνθʼ ἔτι νῦν , εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναίοντες Ἰάονες , ἔμπεδον αἰεὶ πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν . ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι ἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα , τοὺς δὲ καταῦθι ναυτίλλεσθαι ἔρυκον . ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο ὕπνῳ ἀριστῆες πύματον λάχος · αὐτὰρ Ἄκαστος Μόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο . δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο πωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα λῆξιν ὀρινομένων ἀνέμων · συνέηκε δὲ Μόψος ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας . καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν , ἷζε δʼ ὕπερθεν νηίου ἀφλάστοιο μετήορος ἀίξασα . τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν . κινήσας ἀνέγειρε παρασχεδόν , ὧδέ τʼ ἔειπεν · Αἰσονίδη , χρειώ σε τόδʼ ἱερὸν εἰσανιόντα Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι μητέρα συμπάντων μακάρων · λήξουσι δʼ ἄελλαι ζαχρηεῖς · τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα ἀλκυόνος ἁλίης , τε κνώσσοντος ὕπερθεν σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται . ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν πᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο · καί οἱ , ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ , Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται . ὧς δὲ καὶ ὧλλοι ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν . ὧς φάτο · τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι . ὤρνυτο δʼ ἐξ εὐνῆς κεχαρημένος · ὦρσε δʼ ἑταίρους πάντας ἐπισπέρχων , καί τέ σφισιν ἐγρομένοισιν Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν . αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην . οἱ δʼ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης ἤρεσαν ἐς λιμένα Θρηίκιον · ἂν δὲ καὶ αὐτοὶ βαῖνον , παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες . τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι · φαίνετο δʼ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι Μυσίαι · ἐκ δʼ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης . ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ , πρόχνυ γεράνδρυον · τὸ μὲν ἔκταμον , ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας · ἔξεσε δʼ Ἄργος εὐκόσμως , καὶ δή μιν ἐπʼ ὀκριόεντι κολωνῷ ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν , αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται . βωμὸν δʼ αὖ χέραδος παρενήνεον · ἀμφὶ δὲ φύλλοις στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες , ἐνναέτιν Φρυγίης , Τιτίην θʼ ἅμα Κύλληνόν τε , οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι μητέρος Ἰδαίης κεκλήαται , ὅσσοι ἔασιν δάκτυλοι Ἰδαῖοι Κρηταιέες , οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν . πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας Λἰσονίδης γουνάζετʼ ἐπιλλείβων ἱεροῖσιν αἰθομένοις · ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο , καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον , ὥς κεν ἰωὴ δύσφημος πλάζοιτο διʼ ἠέρος , ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον . ἔνθεν ἐσαιεὶ ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται . δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς ἀνταίη δαίμων · τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο . δένδρεα μὲν καρπὸν χέον ἄσπετον , ἀμφὶ δὲ ποσσὶν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης . θῆρες δʼ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες οὐρῇσιν σαίνοντες ἐπήλυθον . δὲ καὶ ἄλλο θῆκε τέρας · ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν Δίνδυμον · ἀλλά σφιν τότʼ ἀνέβραχε διψάδος αὔτως ἐκ κορυφῆς ἄλληκτον · Ἰησονίην δʼ ἐνέπουσιν κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω . καὶ τότε μὲν δαῖτʼ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων , μέλποντες Ῥείην πολυπότνιαν · αὐτὰρ ἐς ἠὼ ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν . ἔνθʼ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν , ὅστις ἀπολλήξειε πανύστατος . ἀμφὶ γὰρ αἰθὴρ νήνεμος ἐστόρεσεν δίνας , κατὰ δʼ εὔνασε πόντον . οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ νῆα βίῃ · ? ? δʼ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι . ἔμπης δʼ ἐγρομένοιο σάλου ζαχρηεσιν αὔραις , αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται , τειρόμενοι καὶ δὴ μετελώφεον · αὐτὰρ τούσγε πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ἡρακλέης , ἐτίνασσε δʼ ἀρη ? ? ότα δούρατα νηός . ἀλλʼ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο Ῥυνδακίδας προχοὰς μέγα τʼ ἠρίον Λἰγαίωνος τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες , δὴ τότʼ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς μεσσόθεν ἆξεν ἐρετμόν . ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος , ἄλλο δὲ πόντος κλύζε παλιρροθίοισι φέρων . ἀνὰ δʼ ἕζετο σιγῇ παπταίνων · χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι . ἦμος δʼ ἀγρόθεν εἶσι φυτοσκάφος τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑήν , δόρποιο χατίζων , αὐτοῦ δʼ ἐν προμολῇ τετρυμένα γούνατʼ ἔκαμψεν αὐσταλέος κονίῃσι , περιτριβέας δέ τε χεῖρας εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί · τῆμος ἄρʼ οἵγʼ ἀφίκοντο Κιανίδος ἤθεα γαίης ἀμφʼ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο . τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας δειδέχατʼ , ἐνναέται κείνης χθονός , ἤιά τέ σφιν μῆλά τε δευομένοις μέθυ τʼ ἄσπετον ἐγγυάλιξαν . ἔνθα δʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα , τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες , στόρνυσθαι · τοὶ δʼ ἀμφὶ πυρήια δινεύεσκον · οἱ δʼ οἶνον κρητῆρσι κέρων , πονέοντο τε δαῖτα , Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι . αὐτὰρ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας βῆ ῥ̓ ἴμεν εἰς ὕλην υἱὸς Διός , ὥς κεν ἐρετμὸν οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι . εὗρεν ἔπειτʼ ἐλάτην ἀλαλήμενος , οὔτε τι πολλοῖς ἀχθομένην ὄζοις , οὐδὲ μέγα τηλεθόωσαν , ἀλλʼ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο · τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι . ῥίμφα δʼ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην αὐτοῖσιν τόξοισιν , ἔδυ δʼ ἀπὸ δέρμα λέοντος . τὴν δʼ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν , ἠνορέῃ πίσυνος · ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς · πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης . ὡς δʼ ὅταν ἀπροφάτως ἱστόν νεός , εὖτε μάλιστα χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος , ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται · ὧς ὅγε τὴν ἤειρεν . ὁμοῦ δʼ ἀνὰ τόξα καὶ ἰοὺς δέρμα θʼ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι . τόφρα δʼ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου δίζητο κρήνης ἱερὸν ῥόον , ὥς κέ οἱ ὕδωρ φθαίη ἀφυσσάμενος ποτιδόρπιον , ἄλλα τε πάντα ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι . δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν , νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας , δίου Θειοδάμαντος , ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν νηλειῶς , βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα . ἤτοι μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ Θειοδάμας ἀνίῃ βεβολημένος · αὐτὰρ τόνγε βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα . ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι λευγαλέην , ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον . ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς . αἶψα δʼ ὅγε κρήνην μετεκίαθεν , ἣν καλέουσιν πηγὰς ἀγχίγυοι περιναιέται . οἱ δέ που ἄρτι νυμφάων ἵσταντο χοροί · μέλε γάρ σφισι πάσαις , ὅσσαι κεῖσʼ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο , Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς . αἱ μέν , ὅσαι σκοπιὰς ὀρέων λάχον καὶ ἐναύλους , αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο , δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη · τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν . πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσα βάλλε σεληναίη . τὴν δὲ φρένας ἐπτοίησεν Κύπρις , ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν . αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν λέχρις ἐπιχριμφθείς , περὶ δʼ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον , αὐτίκα δʼ ἥγε λαιὸν μὲν καθύπερθεν ἐπʼ αὐχένος ἄνθετο πῆχυν κύσσαι ἐπιθύουσα τέρεν στόμα · δεξιτερῇ δὲ ἀγκῶνʼ ἔσπασε χειρί , μέσῃ δʼ ἐνικάββαλε δίνῃ . τοῦ δʼ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων Εἰλατίδης Πολύφημος , ἰὼν προτέρωσε κελεύθου , δέκτο γὰρ Ἡρακλῆα πελώριον , ὁππόθʼ ἵκοιτο . βῆ δὲ μεταΐξας Πηγέων σχεδόν , ἠύτε τις θὴρ ἄγριος , ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων , λιμῷ δʼ αἰθόμενος μετανίσσεται , οὐδʼ ἐπέκυρσεν ποίμνῃσιν · πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες ἔλσαν · δὲ στενάχων βρέμει ἄσπετον , ὄφρα κάμῃσιν · ὧς τότʼ ἄρʼ Εἰλατίδης μεγάλʼ ἔστενεν , ἀμφὶ δὲ χῶρον φοίτα κεκληγώς · μελέη δέ οἱ ἔπλετο φωνή . αἶψα δʼ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι , μήπως θήρεσσιν ἕλωρ πέλοι , ἠέ μιν ἄνδρες μοῦνον ἐόντʼ ἐλόχησαν , ἄγουσι δὲ ληίδʼ ἑτοίμην . ἔνθʼ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος · εὖ δέ μιν ἔγνω σπερχόμενον μετὰ νῆα διὰ κνέφας . αὐτίκα δʼ ἄτην ἔκφατο λευγαλέην , βεβαρημένος ἄσθματι θυμόν · δαιμόνιε , στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω . οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει . ἀλλά ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν , θῆρες σίνονται · ἐγὼ δʼ ἰάχοντος ἄκουσα . ὧς φάτο · τῷ δʼ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς κήκιεν , ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα . χωόμενος δʼ ἐλάτην χαμάδις βάλεν , ἐς δὲ κέλευθον τὴν θέεν , πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα . ὡς δʼ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας , οὐδὲ νομήων οὐδʼ ἀγέλης ὄθεται , πρήσσει δʼ ὁδόν , ἄλλοτʼ ἄπαυστος , ἄλλοτε δʼ ἱστάμενος , καὶ ἀνὰ πλατὺν αὐχένʼ ἀείρων ἵησιν μύκημα , κακῷ βεβολημένος οἴστρῳ · ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατʼ ἔπαλλεν συνεχέως , ὁτὲ δʼ αὖτε μεταλλήγων καμάτοιο τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ . αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ ἠῷος , πνοιαὶ δὲ κατήλυθον · ὦκα δὲ Τῖφυς ἐσβαίνειν ὀρόθυνεν , ἐπαύρεσθαί τʼ ἀνέμοιο . οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι · ὕψι δὲ νηὸς εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας . κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι , τῆλε δʼ ἀπʼ ἀκτῆς γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην . ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς ἐκ περάτης ἀνιοῦσα , διαγλαύσσουσι δʼ ἀταρποί , καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ , τῆμος τούσγʼ ἐνόησαν ἀιδρείῃσι λιπόντες . ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν , ἐν δὲ κολῳὸς ἄσπετος , εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν σφωιτέρων ἑτάρων . δʼ ἀμηχανίῃσιν ἀτυχθεὶς οὔτε τι τοῖον ἔπος μετεφώνεεν , οὔτε τι τοῖον Αἰσονίδης · ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃ θυμὸν ἔδων · Τελαμῶνα δʼ ἕλεν χόλος , ὧδέ τʼ ἔειπεν · ἧσʼ αὔτως εὔκηλος , ἐπεί ? ? ύ τοι ἄρμενον ἦεν Ἡρακλῆα λιπεῖν · σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν , ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ , αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον . ἀλλὰ τί μύθων ἦδος ; ἐπεὶ καὶ νόσφιν ἑταίρων εἶμι τεῶν , οἳ τόνγε δόλον συνετεκτήναντο . , καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε · τὼ δέ οἱ ὄσσε ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο . καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο λαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν , εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν , σχέτλιοι · τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσω χερσὶν ὑφʼ Ἡρακλῆος , μιν δίζεσθαι ἔρυκον . ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν , καὶ ἀμήσατο γαῖαν ἀμφʼ αὐτοῖς , στήλας τε δύω καθύπερθεν ἔτευξεν , ὧν ἑτέρη , θάμβος περιώσιον ἀνδράσι λεύσσειν , κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο . καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι . τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη , Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης · ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο , καὶ ἴαχεν ἐσσυμένοισιν · τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα ; Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους , ναίειν δʼ ἀθανάτοισι συνέστιον , εἴ κʼ ἔτι παύρους ἐξανύσῃ · τῶ μή τι ποθὴ κείνοιο πελέσθω . αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ . αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη ὃν πόσιν , οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν . , καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας · ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον , κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα . γήθησαν δʼ ἥρωες · δʼ ἐσσυμένως ἐβεβήκει Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα , χεῖρα δὲ χειρὶ ἄκρην ἀμφιβαλὼν προσπτύξατο , φώνησέν τε · Αἰσονίδη , μή μοί τι χολώσεαι , ἀφραδίῃσιν εἴ τί περ ἀασάμην · πέρι γάρ μʼ ἄχος εἷλεν ἐνισπεῖν μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον , ἀλλʼ ἀνέμοισιν δώομεν ἀμπλακίην , ὡς καὶ πάρος εὐμενέοντες . τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν · πέπον , μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ , φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι . ἀλλʼ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω , πρίν περ ἀνιηθείς · ἐπεὶ οὐ περὶ πώεσι μήλων , οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας , ἀλλʼ ἑτάρου περὶ φωτός . ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφʼ ἐμεῦ , εἰ τοιόνδε πέλοι ποτέ , δηρίσασθαι . ῥα , καὶ ἀρθμηθέντες , ὅπῃ πάρος , ἑδριόωντο . τὼ δὲ Διὸς βουλῇσιν , μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο Εἰλατίδης Πολύφημος · δʼ Εὐρυσθῆος ἀέθλους αὖτις ἰὼν πονέεσθαι . ἐπηπείλησε δὲ γαῖαν Μυσίδʼ ἀναστήσειν αὐτοσχεδόν , ὁππότε μή οἱ ζωοῦ εὕροιεν Ὕλα μόρον , ἠὲ θανόντος . τοῖο δὲ ῥύσιʼ ὄπασσαν ἀποκρίναντες ἀρίστους υἱέας ἐκ δήμοιο , καὶ ὅρκια ποιήσαντο , μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο . τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί , κοῦρον Θειοδάμαντος , ἐυκτιμένης τε μέλονται Τρηχῖνος . δὴ γάρ ῥα κατʼ αὐτόθι νάσσατο παῖδας , οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι . Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων · ἀτὰρ οὐδʼ ἐπὶ τυτθὸν ἄητο ἠοῦς τελλομένης , οἱ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλʼ εὐρεῖαν ἐσιδέσθαι φρασσαμενοι , κώπῃσιν ἅμʼ ἠελίῳ ἐπέκελσαν ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο , Βεβρύκων βασιλῆος ἀγήνορος , ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη , ὑπεροπληέστατον ἀνδρῶν · ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν , μήτινʼ ἀποστείχειν , πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης · πολέας δὲ περικτιόνων ἐδάιξεν . καὶ δὲ τότε προτὶ νῆα κιών , χρειώ μιν ἐρέσθαι ναυτιλίης , οἵ τʼ εἶεν , ὑπερβασίῃσιν ἄτισσεν , τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον · Κέκλυθʼ , ἁλίπλαγκτοι , τάπερ ἴδμεναι ὔμμιν ἔοικεν . οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων , ὅς κεν Βέβρυξι πελάσσῃ , πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι . τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι . εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας , κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη . ῥα μέγα φρονέων · τοὺς δʼ ἄγριος εἰσαΐοντας εἷλε χόλος · περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο , φώνησέν τε · ἴσχεο νῦν , μηδʼ ἄμμι κακήν , ὅτις εὔχεαι εἶναι , φαῖνε βίην · θεσμοῖς γὰρ ὑπείξομεν , ὡς ἀγορεύεις . αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι . ὧς φάτʼ ἀπηλεγέως · δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας , ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος , ὅν τʼ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται · δʼ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτʼ οὐκ ἀλέγει , ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον ἄνδρα τόν , ὅς μιν ἔτυψε παροίτατος , οὐδʼ ἐδάμασσεν . ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος λεπταλέον , τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων · δʼ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε , τὴν φορέεσκεν , ὀριτρεφέος κοτίνοιο . αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους , οὐ δέμας , οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι . ἀλλʼ μὲν ὀλοοῖο Τυφωέος , ἠὲ καὶ αὐτῆς γαίης εἶναι ἔικτο πέλωρ τέκος , οἷα πάροιθεν χωομένη Διὶ τίκτεν · δʼ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης , οὗπερ κάλλισται ἔασιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί . τοῖος ἔην Διὸς υἱός , ἔτι χνοάοντας ἰούλους ἀντέλλων , ἔτι φαιδρὸς ἐν ὄμμασιν . ἀλλά οἱ ἀλκὴ καὶ μένος ἠύτε θηρὸς ἀέξετο · πῆλε δὲ χεῖρας πειράζων , εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται , μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο · σῖγα δʼ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα , καί οἱ ὀρέχθει θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι . τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς , ἀζαλέους , περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες . αὐτὰρ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα · τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα , πάλου ἄτερ ἐγγυαλίξω αὐτὸς ἑκών , ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν . ἀλλὰ βάλευ περὶ χειρί · δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις , ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι ἀζαλέας , ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι . ὧς ἔφατʼ · αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν . ἦκα δὲ μειδήσας , οἵ οἱ παρὰ ποσσὶν ἔκειντο , τοὺς ἕλεν ἀπροφάτως · τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας · ὦκα δʼ ἱμάντας ἀμφέδεον , μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν . τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος , οὐδέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ . οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο , αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας , ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες . ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ , τε κῦμα θαλάσσης τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται , δʼ ὑπὸ τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει , ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος , ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ , οὐδέ μιν εἴα δηθύνειν . δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν ἀίσσοντʼ ἀλέεινεν · ἀπηνέα δʼ αἶψα νοήσας πυγμαχίην , κάρτος ἀάατος , τε χερείων , στῆ ῥ̓ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν . ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες θείνωσι σφύρῃσιν , ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηται δοῦπος ἄδην · ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθεν καὶ γένυες κτύπεον · βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντων ἄσπετος , οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες , ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν . στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων ἱδρῶ ἅλις , καματηρὸν ἀυτμένα φυσιόωντε . ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι , ἠύτε ταύρω φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον . ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς , βουτύπος οἷα , πόδεσσι τανύσσατο , κὰδ δὲ βαρεῖαν χεῖρʼ ἐπὶ οἷ πελέμιξεν · δʼ ἀίξαντος ὑπέστη , κρᾶτα παρακλίνας , ὤμῳ δʼ ἀνεδέξατο πῆχυν τυτθόν · δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων κόψε μεταΐγδην ὑπὲρ οὔατος , ὀστέα δʼ εἴσω ῥῆξεν · δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν · οἱ δʼ ἰάχησαν ἥρωες Μινύαι · τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός . οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος · ἀλλʼ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον . τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγανʼ ἑταῖροι ἔσταν ἐρυσσάμενοι . πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλασʼ ἐπεσσύμενον κεφαλῆς ὕπερ · δʼ ἑκάτερθεν ἔνθα καὶ ἔνθʼ ὤμοισιν ἐπʼ ἀμφοτέροις ἐκεάσθη . αὐτὸς δʼ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα , τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας πλῆξε , καὶ ἐν κονίῃσι βάλεν · τοῦ δʼ ἆσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί , δρύψε δέ οἱ βλέφαρον , γυμνὴ δʼ ὑπελείπετʼ ὀπωπή . Ὠρεΐδης δʼ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο , ἀλλά μιν οὐ κατέπεφνεν , ὅσον δʼ ἐπὶ δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός . αὔτως δʼ Ἄρητος μενεδήιον Εὐρύτου υἷα Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας , οὔπω κηρὶ κακῇ πεπρωμένον · τάχʼ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο . καὶ τότʼ ἄρʼ Λ̓γκαῖος Λυκοόργοιο θρασὺς υἱὸς αἶψα μάλʼ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ ἐμμεμαὼς Βέβρυξιν · ὁμοῦ δέ οἱ ἐσσεύοντο Αἰακίδαι , σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων . ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων , μαίονται δʼ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν , πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ · τὰ δὲ πάντοθεν αὔτως στείνονται πίπτοντα περὶ σφίσιν · ὧς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν . ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν , αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται , ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν · ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον , ἀλλʼ ἐκέδασθεν εἴσω Βεβρυκίης , Ἀμύκου μόρον ἀγγελέοντες · νήπιοι , οὐδʼ ἐνόησαν δή σφισιν ἐγγύθεν ἄλλο πῆμʼ ἀίδηλον ἔην . πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ ἠδʼ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο καὶ Μαριανδυνῶν ἀνδρῶν , ἀπεόντος ἄνακτος . αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης . οἱ δʼ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον · ἤδη δʼ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἥρωες , καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν · Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν , εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσε ? ? . ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα οὐδʼ ἂν πυγμαχίῃ κρινθήμεναι · ἀλλʼ ὅτε θεσμοὺς ἤλυθεν ἐξερέων , αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι . ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν · μάλα δʼ ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην , ἀπάνευθεν ἐόντος . ὧς ἄρʼ ἔφη · τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο . καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας , ἕλκεά τʼ ἀνδρῶν οὐταμένων ἀκέοντο , καὶ ἀθανάτοισι θυηλὰς ῥέξαντες μέγα δόρπον ἐφώπλισαν · οὐδέ τινʼ ὕπνος εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν . ξανθὰ δʼ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα ἀγχιάλῳ , τῇ , ἀκτῇ ἔπι , πρυμνήσιʼ ἀνῆπτο , Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον ἐμμελέως · περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ μελπομένοις · κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα . ἦμος δʼ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας ἐκ περάτων ἀνιών , ἤγειρε δὲ μηλοβοτῆρας , δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης , ληίδα τʼ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι , πνοιῇ δινήεντʼ ἀνὰ Βόσπορον ἰθύνοντο . ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός , αἰὲν ὑπὲρ νεφέων ἠερμένον · οὐδέ κε φαίης φεύξεσθαι κακὸν οἶτον , ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται , καθάπερ νέφος . ἀλλὰ τόγʼ ἔμπης στόρνυται , εἴ κʼ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ . τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο , ἀσκηθεῖς μέν , ἀτὰρ πεφοβημένοι . ἤματι δʼ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματʼ ἀνῆψαν . ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς , ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτλη εἵνεκα μαντοσύνης , τήν οἱ πάρος ἐγγυάλιξεν Λητοΐδης · οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν . τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν , ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος · οὐδὲ γάνυσθαι εἴα ἀπειρεσίοισιν ὀνείασιν , ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον . ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν συνεχέως ἥρπαζον . ἐλείπετο δʼ ἄλλοτε φορβῆς οὐδʼ ὅσον , ἄλλοτε τυτθόν , ἵνα ζώων ἀκάχοιτο . καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον · οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος , ἀλλʼ ἀποτηλοῦ ἑστηώς · τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός . αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν , ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς . ὀρθωθεὶς δʼ εὐνῆθεν , ἀκήριον ἠύτʼ ὄνειρον , βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε , τοίχους ἀμφαφόων · τρέμε δʼ ἅψεα νισσομένοιο ἀδρανίῃ γήραι τε · πίνῳ δέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει , ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον . ἐκ δʼ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπʼ αὐλείοιο · κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος , γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι νειόθεν , ἀβληχρῷ δʼ ἐπὶ κώματι κέκλιτʼ ἄναυδος . οἱ δέ μιν ὡς εἴδοντο , περισταδὸν ἠγερέθοντο καὶ τάφον . αὐτὰρ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν · κλῦτε , Πανελλήνων προφερέστατοι , εἰ ἐτεὸν δὴ οἵδʼ ὑμεῖς , οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων . ὑμεῖς ἀτρεκέως . ἔτι μοι νόος οἶδεν ἕκαστα ᾗσι θεοπροπίῃσι . χάριν νύ τοι , ἄνα Λητοῦς υἱέ , καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν . Ἱκεσίου πρὸς Ζηνός , ὅτις ῥίγιστος ἀλιτροῖς ἀνδράσι , Φοίβου τʼ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι , περίαλλα θεῶν μέμβλεσθε κιόντες , χραίσμετέ μοι , ῥύσασθε δυσάμμορον ἀνέρα λύμης , μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες αὔτως . οὐ γὰρ μοῦνον ἐπʼ ὀφθαλμοῖσιν Ἐρινὺς λὰξ ἐπέβη , καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω · πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν . ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι . ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον . ἀλλά κε ῥεῖα αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς , κείνας · ὧδʼ αἶψα διηέριαι ποτέονται . τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν , πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς · οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας , οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη . ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι . τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο υἱέας . οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες , εἰ δὴ ἐγὼν πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε , πατὴρ δέ με γείνατʼ Ἀγήνωρ · τῶν δὲ κασιγνήτην , ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον , Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν . Ἴσκεν Ἀγηνορίδης · ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον ἡρώων , πέρι δʼ αὖτε δύω υἷας Βορέαο . δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον , ὧδέ τʼ ἔειπεν Ζήτης , ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος · δείλʼ , οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον ἔμμεναι ἀνθρώπων . τί νύ τοι τόσα κήδεʼ ἀνῆπται ; ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν μαντοσύνας δεδαώς ; τῶ τοι μέγα μηνιόωσιν ; ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν χραισμεῖν , εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων νῶιν . ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ἀθανάτων . οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Ἁρπυίας , μάλα περ λελιημένοι , ἔστʼ ἂν ὀμόσσῃς , μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι . ὧς φάτο · τοῦ δʼ ἰθὺς κενεὰς γεραιὸς ἀνέσχεν γλήνας ἀμπετάσας , καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν · σίγα · μή μοι ταῦτα νόῳ ἔνι βάλλεο , τέκνον . ἴστω Λητοῦς υἱός , με πρόφρων ἐδίδαξεν μαντοσύνας · ἴστω δὲ δυσώνυμος , μʼ ἔλαχεν , κὴρ καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος , οἵ θʼ ὑπένερθεν δαίμονες , οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν , ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς . τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον . αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι , λοίσθιον Ἁρπυίῃσιν ἑλώριον · ἐγγύθι δʼ ἄμφω στῆσαν , ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν . καὶ δὴ τὰ πρώτισθʼ γέρων ἔψαυεν ἐδωδῆς · αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες , στεροπαὶ ὥς , ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος · οἱ δʼ ἐσιδόντες ἥρωες μεσσηγὺς ἀνίαχον · αἱ δʼ ἅμʼ ἀυτῇ πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ · ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο . τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαο φάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον . ἐν γὰρ ἕηκεν Ζεὺς μένος ἀκάματόν σφιν · ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην νόσφιν , ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας αἰέν . ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν . ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη ; αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες θείωσιν , τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας · ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν . καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες , εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν , κατὰ δʼ αἰθέρος ἆλτο οὐρανόθεν , καὶ τοῖα παραιφαμένη κατέρυκεν · οὐ θέμις , υἱεῖς Βορέω , ξιφέεσσιν ἐλάσσαι Ἁρπυίας , μεγάλοιο Διὸς κύνας · ὅρκια δʼ αὐτὴ δώσω ἐγών , ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι . ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν , τε θεοῖσιν ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται , μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος , ἐπεὶ καὶ μόρσιμον ἦεν . οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα σώεσθαι . Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποι νήσους τοῖό γʼ ἕκητι , πάρος Πλωτὰς καλέοντες . Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν . αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωίδος · δʼ ἀνόρουσεν Οὔλυμπόνδε , θοῇσι μεταχρονίη πτερύγεσσιν . τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα , τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν . αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο , δαίνυνθʼ ἑζόμενοι · σὺν δέ σφισι δαίνυτο Φινεὺς ἁρπαλέως , οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων . ἔνθα δʼ , ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος , παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες . αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου · κλῦτέ νυν . οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι ἀτρεκές · ὅσσα δʼ ὄρωρε θεοῖς φίλον , οὐκ ἐπικεύσω . ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων ἑξείης τε καὶ ἐς τέλος . ὧδε γὰρ αὐτὸς βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν μαντοσύνης , ἵνα καί τι θεῶν χατέωσι νόοιο . πέτρας μὲν πάμπρωτον , ἀφορμηθέντες ἐμεῖο , Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν , τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι . οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν , ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν , ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον · στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ . τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε , εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες πείρετε · μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως , θύνετʼ ἐπισπόμενοι νεότητι . οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν . ἢν δὲ διʼ αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται , μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου , ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθʼ ἁλὸς στεινωπόν · ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετʼ ἐν εὐχωλῇσιν , ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν . τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως · πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω . εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται , ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις . οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων , οὐδʼ εἴ κε σιδηρείη πέλοι Λ̓ργώ . μέλεοι , μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι , εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν , ὅσσον ἀνάρσιός εἰμι , καὶ εἰ πλεῖον στυγέεσθαι · μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι . καὶ τὰ μὲν ὥς κε πέλῃ , τὼς ἔσσεται . ἢν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου , αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες πλώετε ῥηγμῖνας πεφυλαγμένοι , εἰσόκεν αὖτε Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε . κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες . ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος , ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει , δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος . ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων , τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ , τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται . ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου , πάντοθεν ἠλίβατος , καί μιν καλέουσι Κάραμβιν , τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι · ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει . τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται · ἤδη αἰγιαλός · πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται · μετὰ τὸν δʼ ἀγχίροος Ἶρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις . κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν ἐξανέχει γαίης · ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην μύρεται , εὐρείης διαειμένος ἠπείροιο . ἔνθα δὲ Δοίαντος πεδίον , σχεδόθεν δὲ πόληες τρισσαὶ Ἀμαζονίδων , μετά τε σμυγερώτατοι ἀνδρῶν τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν , ἐργατίναι · τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται . ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην . τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν ἑξείης ἤπειρον , ὑπωρείας τε νέμονται , δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες κάλινα καὶ πύργους εὐπηγέας , οὓς καλέουσιν μόσσυνας · καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν . τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ , μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντες οἰωνούς , οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην . τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηος λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Ἀντιόπη , ὁπότε στρατόωντο . ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον · τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν . ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα ; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες · Φιλύρων δʼ ἐφύπερθεν ἔασιν Μάκρωνες · μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων . ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν · Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες , ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι . ἀλλʼ ἐνὶ νηὶ πείρεθʼ , ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ . ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος , ἠδʼ Ἀμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει . κείνου νῆʼ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο , ἄλσος τε σκιόειν Ἄρεος , τόθι κῶας ἐπʼ ἄκρης πεπτάμενον φηγοῖο δράκων , τέρας αἰνὸν ἰδέσθαι , ἀμφὶς ὀπιπεύει δεδοκημένος · οὐδέ οἱ ἦμαρ , οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε . ὧς ἄρʼ ἔφη · τοὺς δʼ εἶθαρ ἕλεν δέος εἰσαΐοντας . δὴν δʼ ἔσαν ἀμφασίῃ βεβολημένοι · ὀψὲ δʼ ἔειπεν ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι · γέρον , ἤδη μέν τε διίκεο πείρατʼ ἀέθλων ναυτιλίης καὶ τέκμαρ , ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν · εἰ δέ κεν αὖτις τάσδʼ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω ἔσσεται , ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην . πῶς ἔρδω , πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον , νῆις ἐὼν ἑτάροις ἅμα νήισιν ; αἶα δὲ Κολχὶς Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν . ὧς φάτο · τὸν δʼ γεραιὸς ἀμειβόμενος προσέειπεν · τέκος , εὖτʼ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας , θάρσει · ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἴης · μετὰ δʼ Αἶαν ἅλις πομπῆες ἔσονται . ἀλλά , φίλοι , φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος . ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων . καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε . ὧς φάτʼ Ἀγηνορίδης · ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηικίου Βορέαο κατʼ αἰθέρος ἀίξαντε οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας · οἱ δʼ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες , ὅπως παρεόντας ἴδοντο . Ζήτης δʼ ἱεμένοισιν , ἔτʼ ἄσπετον ἐκ καμάτοιο ἆσθμʼ ἀναφυσιόων , μετεφώνεεν , ὅσσον ἄπωθεν ἤλασαν , ἠδʼ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι , ὅρκιά τʼ εὐμενέουσα θεὰ πόρεν , αἱ δʼ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης . γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τʼ ἀγγελίῃ Φινεὺς πέλεν . ὦκα δὲ τόνγε Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν · ἄρα δή τις ἔην , Φινεῦ , θεός , ὃς σέθεν ἄτης κήδετο λευγαλέης , καὶ δʼ ἡμέας αὖθι πέλασσεν τηλόθεν , ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο · εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι τʼ ἂν ὀίω γηθήσειν , ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην . ὧς ἔφατʼ · αὐτὰρ τόνγε κατηφήσας προσέειπεν · Αἰσονίδη , τὸ μὲν οὐ παλινάγρετον , οὐδέ τι μῆχος ἔστʼ ὀπίσω · κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί . ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι , καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν . ὧς τώγʼ ἀλλήλοισι παραβλήδην ἀγόρευον . αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη Ἠριγενής · τὸν δʼ ἀμφὶ περικτίται ἠγερέθοντο ἀνέρες , οἳ καὶ πρόσθεν ἐπʼ ἤματι κεῖσε θάμιζον , αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς . τοῖς γέρων πάντεσσιν , ὅτις καὶ ἀφαυρὸς ἵκοιτο , ἔχραεν ἐνδυκέως , πολέων δʼ ἀπὸ πήματʼ ἔλυσεν μαντοσύνῃ · τῶ καί μιν ἐποιχόμενοι κομέεσκον . σὺν τοῖσιν δʼ ἵκανε Παραίβιος , ὅς ῥά οἱ ἦεν φίλτατος · ἀσπάσιος δὲ δόμοις ἔνι τούσγʼ ἐνόησεν . πρὶν γὰρ δή νύ ποτʼ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο πείσματʼ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ , οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας . τοὺς μὲν ἔπειτʼ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν πέμφʼ γέρων · οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετʼ ἀριστήεσσι σὺν ἀνδράσιν · αἶψα δὲ τόνγε σφωιτέρων ὀίων ὅτις ἔξοχος , εἰς κομίσσαι ἧκεν ἐποτρύνας . τοῦ δʼ ἐκ μεγάροιο κιόντος μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα · φίλοι , οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν , οὐδʼ εὐεργεσίης ἀμνήμονες . ὡς καὶ ὅδʼ ἀνὴρ τοῖος ἐὼν δεῦρʼ ἦλθεν , ἑὸν μόρον ὄφρα δαείη . εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι , δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο χρησμοσύνη τρύχεσκεν · ἐπʼ ἤματι δʼ ἦμαρ ὀρώρει κύντερον , οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι . ἀλλʼ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν ἀμπλακίης . γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων δή ποθʼ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων , μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ , μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος , ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές · αὐτὰρ τήνγε ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος . τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω αὐτῷ καὶ τεκέεσσιν . ἔγωγε μέν , εὖτʼ ἀφίκανεν , ἀμπλακίην ἔγνων · βωμὸν δʼ ἐκέλευσα καμόντα Θυνιάδος νύμφης , λωφήια ῥέξαι ἐπʼ αὐτῷ ἱερά , πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι . ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον , οὔποτʼ ἐμεῖο ἐκλάθετʼ , οὐδʼ ἀθέρισσε · μόλις δʼ ἀέκοντα θύραζε πέμπω , ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι . ὧς φάτʼ Ἀγηνορίδης · δʼ ἐπισχεδὸν αὐτίκα δοιὼ ἤλυθʼ ἄγων ποίμνηθεν ὄις . ἀνὰ δʼ ἵστατʼ Ἰήσων , ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος . ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα ῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο . κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον . ἔνθʼ εὖ δαισάμενοι , τοὶ μὲν παρὰ πείσμασι νηός , τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο . ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον , αἵ τʼ ἀνὰ πᾶσαν γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ . Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο μῆλα νέμειν προτέροισι παρʼ ἀνδράσιν · εὔαδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον . αὐτὰρ Ἀπόλλων τήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν τηλόθεν Αἱμονίης , χθονίῃς παρακάτθετο νύμφαις , αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος . ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν , ὃν καλέουσιν Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες . τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην αὐτοῦ μακραίωνα καὶ ἀγρότιν · υἷα δʼ ἔνεικεν νηπίαχον Χείρωνος ὑπʼ ἄντροισιν κομέεσθαι . τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν Μοῦσαι , ἀκεστορίην τε θεοπροπίας τʼ ἐδίδαξαν · καί μιν ἑῶν μήλων θέσαν ἤρανον , ὅσσʼ ἐνέμοντο ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τʼ ἐρυμνὴν Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο . ἦμος δʼ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους Σείριος , οὐδʼ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν , τῆμος τόνγʼ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο λοιμοῦ ἀλεξητῆρα . λίπεν δʼ ὅγε πατρὸς ἐφετμῇ Φθίην , ἐν δὲ Κέῳ κατενάσσατο , λαὸν ἀγείρας Παρράσιον , τοίπερ τε Λυκάονός εἰσι γενέθλης , καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο , ἱερά τʼ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί . τοῖο δʼ ἕκητι γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι ἤματα τεσσαράκοντα · Κέῳ δʼ ἔτι νῦν ἱερῆες ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς . καὶ τὰ μὲν ὧς ὑδέονται · ἀριστῆες δὲ καταῦθι μίμνον ἐρυκόμενοι · ξεινήια δʼ ἄσπετα Θυνοὶ πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον . ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες , νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν , οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν · ἀλλʼ ἄρα τήνγε δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εὔφημος , γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν . οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες · αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης , κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν , σεύατʼ ἴμεν πόντονδε , φίλα φρονέουσʼ ἐρέτῃσιν . ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος , οἷά τε πολλὰ πλαζόμεθʼ ἄνθρωποι τετληότες , οὐδέ τις αἶα τηλουρός , πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι , σφωιτέρους δʼ ἐνόησε δόμους , ἄμυδις δὲ κέλευθος ὑγρή τε τραφερή τʼ ἰνδάλλεται , ἄλλοτε δʼ ἄλλῃ ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν · ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς . οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν , δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος , πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο , ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὔατʼ ἔβαλλε , βόων δʼ ἁλιμυρέες ἀκταί , δὴ τότʼ ἔπειθʼ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς Εὔφημος πρῴρης ἐπιβήμεναι · οἱ δʼ ὑπʼ ἀνωγῇ Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην , ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν , κάρτεϊ πίσυνοι . τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο . σὺν δέ σφιν χύτο θυμός · δʼ ἀίξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα · τοὶ δʼ ἅμα πάντες ἤειραν κεφαλὰς ἐσορώμενοι · δὲ διʼ αὐτῶν ἔπτατο · ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον . ὦρτο δὲ πολλὴ ἅλμη ἀναβρασθεῖσα , νέφος ὥς · αὖε δὲ πόντος σμερδαλέον · πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ . κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον · ὑψόθι δʼ ὄχθης λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη . νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος . ἄκρα δʼ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος · δʼ ἀπόρουσεν ἀσκηθής . ἐρέται δὲ μέγʼ ἴαχον · ἔβραχε δʼ αὐτὸς Τῖφυς ἐρεσσέμεναι κρατερῶς . οἴγοντο γὰρ αὖτις ἄνδιχα . τοὺς δʼ ἐλάοντας ἔχεν τρόμος , ὄφρα μιν αὐτὴ πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων . τότε δʼ αἰνότατον δέος εἷλεν πάντας · ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος . ἤδη δʼ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος , καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν κυρτόν , ἀποτμῆγι σκοπιῇ ἴσον · οἱ δʼ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν . εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν . ἀλλά μιν ἔφθη Τῖφυς ὑπʼ εἰρεσίῃ βαρύθουσαν ἀγχαλάσας · τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη , ἐκ δʼ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων · ὑψοῦ δὲ μεταχρονίη πεφόρητο . Εὔφημος δʼ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους , ἐμβαλέειν κώπῃσιν ὅσον σθένος · οἱ δʼ ἀλαλητῷ κόπτον ὕδωρ . ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν , δὶς τόσον ἂψ ἀπόρουσεν · ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα , βιαζομένων ἡρώων . ἔνθεν δʼ αὐτίκʼ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα , δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ προπροκαταΐγδην κοίλης ἁλός . ἐν δʼ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχεν ῥόος · αἱ δʼ ἑκάτερθεν σειόμεναι βρόμεον · πεπέδητο δὲ νήια δοῦρα . καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ , δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι . δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ . ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι . αὐτὰρ Ἀθήνη Οὔλυμπόνδʼ ἀνόρουσεν , ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν . πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν νωλεμὲς ἐρρίζωθεν , δὴ καὶ μόρσιμον ἦεν ἐκ μακάρων , εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ . οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλʼ ἀναπεπτάμενον . δὴ γὰρ φάσαν ἐξ Ἀίδαο σώεσθαι · Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων · ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι ἡμέας · οὐδέ τις ἄλλος ἐπαίτιος , ὅσσον Ἀθήνη , οἱ ἐνέπνευσεν θεῖον μένος , εὖτέ μιν Ἄργος γόμφοισιν συνάρασσε · θέμις δʼ οὐκ ἔστιν ἁλῶναι . Αἰσονίδη , τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν , εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν , μηκέτι δείδιθι τοῖον · ἐπεὶ μετόπισθεν ἀέθλους εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς . ῥʼ ἅμα , καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν νῆα διὲκ πέλαγος σεῦεν μέσον . αὐτὰρ τόνγε μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν · Τῖφυ , τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι ; ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην . χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο αὐτίκʼ ἀνήνασθαι τόνδε στόλον , εἰ καὶ ἔμελλον νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι · νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι , στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν , στυγέων δʼ , ὅτʼ ἐπʼ ἠπείροιο βαίνωμεν . πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν . αἰεὶ δὲ στονόεσσαν ἐπʼ ἤματι νύκτα φυλάσσω , ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε , φραζόμενος τὰ ἕκαστα σὺ δʼ εὐμαρέως ἀγορεύεις οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ · αὐτὰρ ἔγωγε εἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι · ἀμφὶ δὲ τοῖο καὶ τοῦ ὁμῶς , καὶ σεῖο , καὶ ἄλλων δείδιʼ ἑταίρων εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω . ὧς φάτʼ ἀριστήων πειρώμενος · οἱ δʼ ὁμάδησαν θαρσαλέοις ἐπέεσσιν . δὲ φρένας ἔνδον ἰάνθη κεκλομένων , καί ῥʼ αὖτις ἐπιρρήδην μετέειπεν · φίλοι , ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω . τούνεκα νῦν οὐδʼ εἴ κε διὲξ Ἀίδαο βερέθρων στελλοίμην , ἔτι τάρβος ἀνάψομαι , εὖτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν . ἀλλʼ ὅτε πέτρας Πληγάδας ἐξέπλωμεν , ὀίομαι οὐκ ἔτʼ ὀπίσσω ἔσσεσθαι τοιόνδʼ ἕτερον φόβον , εἰ ἐτεόν γε φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα . ὧς φάτο , καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων , εἰρεσίῃ δʼ ἀλίαστον ἔχον πόνον · αἶψα δὲ τοίγε Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης , ἄκρην δʼ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν , τῇ δʼ ἄρʼ ἐπὶ προχοὰς Φυλληίδας , ἔνθα πάροιθεν Διψακὸς υἷʼ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν , ὁππόθʼ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο · τίκτε δέ μιν νύμφη λειμωνιάς · οὐδέ οἱ ὕβρις ἥνδανεν , ἀλλʼ ἐθελημὸς ἐφʼ ὕδασι πατρὸς ἑοῖο μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων . τοῦ μέν θʼ ἱερὸν αἶψα , καὶ εὐρείας ποταμοῖο ἠιόνας πεδίον τε , βαθυρρείοντά τε Κάλπην δερκόμενοι παράμειβον , ὁμῶς δʼ ἐπὶ ἤματι νύκτα νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν . οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν ἐργατίναι μογέουσι βόες , περὶ δʼ ἄσπετος ἱδρὼς εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος · ὄμματα δέ σφιν λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ · αὐτὰρ ἀυτμὴ αὐαλέη στομάτων ἄμοτον βρέμει · οἱ δʼ ἐνὶ γαίῃ χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται . τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά . ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον , οὔτʼ ἔτι λίην ὀρφναίη πέλεται , λεπτὸν δʼ ἐπιδέδρομε νυκτὶ φέγγος , ὅτʼ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν , τῆμος ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντες Θυνιάδος , καμάτῳ πολυπήμονι βαῖνον ἔραζε . τοῖσι δὲ Λητοῦς υἱός , ἀνερχόμενος Λυκίηθεν τῆλʼ ἐπʼ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων , ἐξεφάνη · χρύσεοι δὲ παρειάων ἑκάτερθεν πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι · λαιῇ δʼ ἀργύρεον νώμα βιόν , ἀμφὶ δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν · δʼ ὑπὸ ποσσὶν σείετο νῆσος ὅλη , κλύζεν δʼ ἐπὶ κύματα χέρσῳ . τοὺς δʼ ἕλε θάμβος ἰδόντας ἀμήχανον · οὐδέ τις ἔτλη ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο . στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός · αὐτὰρ τηλοῦ βῆ ῥʼ ἴμεναι πόντονδε διʼ ἠέρος · ὀψὲ δὲ τοῖον Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων · εἰ δʼ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος τήνδʼ ἱερὴν κλείωμεν , ἐπεὶ πάντεσσι φαάνθη ἠῷος μετιών · τὰ δὲ ῥέξομεν οἷα πάρεστιν , βωμὸν ἀναστήσαντες ἐπάκτιον · εἰ δʼ ἂν ὀπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ , δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν . νῦν δʼ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι κέκλομαι . ἀλλʼ ἵληθι ἄναξ , ἵληθι φαανθείς . ὧς ἄρʼ ἔφη · καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν · οἱ δʼ ἀνὰ νῆσον ἐδίνεον , ἐξερέοντες εἴ κέ τινʼ κεμάδων , ἀγροτέρων ἐσίδοιεν αἰγῶν , οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ . τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν · ἐκ δέ νυ πάντων εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ καῖον , ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα . ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο , καλὸν Ἰηπαιήονʼ Ἰηπαιήονα Φοῖβον μελπόμενοι · σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς · ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν , κοῦρος ἐὼν ἔτι γυμνός , ἔτι πλοκάμοισι γεγηθώς . ἱλήκοις · αἰεί τοι , ἄναξ , ἄτμητοι ἔθειραι , αἰὲν ἀδήλητοι · τὼς γὰρ θέμις . οἰόθι δʼ αὐτὴ Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει . πολλὰ δὲ Κωρύκιαι νύμφαι , Πλείστοιο θύγατρες , θαρσύνεσκον ἔπεσσιν , Ἰήιε κεκληγυῖαι · ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ . αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ , λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν , μὲν ἀρήξειν ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο , ἁπτόμενοι θυέων · καί τʼ εἰσέτι νῦν γε τέτυκται κεῖσʼ Ὁμονοίης ἱρὸν ἐύφρονος , ῥʼ ἐκάμοντο αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες . ἦμος δὲ τρίτατον φάος ἤλυθε , δὴ τότʼ ἔπειτα ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν . ἔνθεν δʼ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην δερκόμενοι παράμειβον · ὑπὸ πνοιῇ δὲ κάλωες ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν . ἠῶθεν δʼ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο . μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν , εἰς ἅλα δερκομένη Βιθυνίδα · τῇ δʼ ὑπὸ πέτραι λισσάδες ἐρρίζωνται ἁλίβροχοι · ἀμφὶ δὲ τῇσιν κῦμα κυλινδόμενον μεγάλα βρέμει · αὐτὰρ ὕπερθεν ἀμφιλαφεῖς πλατάνιστοι ἐπʼ ἀκροτάτῃ πεφύασιν . ἐκ δʼ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε κοίλη ὕπαιθα νάπη , ἵνα τε σπέος ἔστʼ Ἀίδαο ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές , ἔνθεν ἀυτμὴ πηγυλίς , ὀκρυόεντος ἀναπνείουσα μυχοῖο συνεχές , ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην , τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο . σιγὴ δʼ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην , ἀλλʼ ἄμυδις πόντοιό θʼ ὑπὸ στένει ἠχήεντος , φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν . ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν , ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠῴην · κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν . τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαῖοι Μεγαρῆες , ὅτε νάσσεσθαι ἔμελλον γῆν Μαριανδυνῶν . δὴ γάρ σφεας ἐξεσάωσεν αὐτῇσιν νήεσσι , κακῇ χρίμψαντας ἀέλλῃ . τῇ ῥʼ οἵγʼ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν . οὐδʼ ἄρα δηθὰ Λύκον , κείνης πρόμον ἠπείροιο , καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες αὐθένται Ἀμύκοιο κατὰ κλέος , πρὶν ἄκουον · ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι . αὐτὸν δʼ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι · ἐπεὶ μάλα τοίγʼ ἐπὶ δηρὸν ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον . καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο κεῖνʼ ἦμαρ φιλότητι , μετὰ πτολίεθρον ἰόντες , δαίτην ἀμφίεπον , τέρποντό τε θυμὸν ἔπεσσιν . Λἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομʼ ἑκάστου σφωιτέρων μυθεῖθʼ ἑτάρων , Πελίαό τʼ ἐφετμάς , ἠδʼ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν , ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν · Μυσίδα δʼ ὡς ἀφίκοντο Κίον θʼ , ὅθι κάλλιπον ἥρω Ἡρακλέην ἀέκοντι νόῳ , Γλαύκοιό τε βάξιν πέφραδε , καὶ Βέβρυκας ὅπως Ἄμυκόν τʼ ἐδάιξαν , καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε , ἠδʼ ὡς Κυανέας πέτρας φύγον , ὥς τʼ ἀβόλησαν Λητοΐδῃ κατὰ νῆσον . δʼ ἑξείης ἐνέποντος θέλγετʼ ἀκουῇ θυμόν · ἄχος δʼ ἕλεν Ἡρακλῆι λειπομένῳ , καὶ τοῖον ἔπος πάντεσσι μετηύδα · φίλοι , οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετʼ ἐς Αἰήτην τόσσον πλόον . εὖ γὰρ ἐγώ μιν Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο οἶδʼ ἐσιδών , ὅτε δεῦρο διʼ Ἀσίδος ἠπείροιο πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων Ἱππολύτης · ἐμὲ δʼ εὗρε νέον χνοάοντα ἰούλους . ἔνθα δʼ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος ἡμετέρου Μυσοῖσιν ὑπʼ ἀνδράσιν , ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου , ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερόν , ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν εἶδός τʼ ἠδὲ βίην · χαμάδις δέ οἱ ἤλασʼ ὀδόντας . αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν καὶ Φρύγας , οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας , φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ , ἔστʼ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης · Παφλαγόνες τʼ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως , ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ . ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τʼ Ἀμύκοιο τηλόθι ναιετάοντος , ἐνόσφισαν , Ἡρακλῆος , δὴν ἀποτεμνόμενοι γαίης ἅλις , ὄφρʼ ἐβάλοντο οὖρα βαθυρρείοντος ὑφʼ εἱαμεναῖς Ὑπίοιο . ἔμπης δʼ ἐξ ὑμέων ἔδοσαν τίσιν · οὐδέ φημι ἤματι τῷδʼ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα , Τυνδαρίδην Βέβρυξιν , ὅτʼ ἀνέρα κεῖνον ἔπεφνεν . τῶ νῦν ἥντινʼ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι , τίσω προφρονέως . γὰρ θέμις ηπεοανοισιν ἀνδράσιν , εὖτʼ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν . ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι Δάσκυλον ὀτρυνέω , ἐμὸν υἱέα · τοῖο δʼ ἰόντος , τʼ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε ἀνδράσιν , ὄφρʼ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος . νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης εἵσομαι ἱερὸν αἰπύ · τὸ μὲν μάλα τηλόθι πάντες ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται · καί κέ σφιν μετέπειτα πρὸ ἄστεος , οἷα θεοῖσιν , πίονας εὐα · ρότοιο γύας πεδίοιο ταμοίμην . ὧς τότε μὲν δαῖτʼ ἀμφὶ πανήμεροι ἑψιόωντο . ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες · καὶ δʼ αὐτὸς σὺν τοῖσι Λύκος κίε , μυρίʼ ὀπάσσας δῶρα φέρειν · ἅμα δʼ υἷα δόμων ἔκπεμπε νέεσθαι . ἔνθα δʼ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα Ἴδμονα , μαντοσύνῃσι κεκασμένον . ἀλλά μιν οὔτι μαντοσύναι ἐσάωσαν , ἐπεὶ χρεὼ ἦγε δαμῆναι · κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν κάπριος ἀργιόδων , ὀλοὸν τέρας , ὅν ῥα καὶ αὐταὶ νύμφαι ἑλειονόμοι ὑπεδείδισαν · οὐδέ τις ἀνδρῶν ἠείδει · οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος . αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο ϝίσσετʼ Ἀβαντιάδης · δʼ ἄρʼ ἔκποθεν ἀφράστοιο ὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν ἀίγδην , μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν . ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν · οἱ δὲ τυπέντος ἀθρόοι ἀντιάχησαν . ὀρέξατο δʼ αἶψʼ ὀλοοῖο Πηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντος καπρίου · ἔσσυτο δʼ αὖτις ἐναντίος · ἀλλά μιν Ἴδας οὔτασε , βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί . καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα · τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα , ἀχνύμενοι , χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων . ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι , ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες . ἤματα δὲ τρία πάντα γόων · ἑτέρῳ δέ μιν ἤδη τάρχυον μεγαλωστί · συνεκτερέιζε δὲ λαὸς αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ · παρὰ δʼ ἄσπετα μῆλα , θέμις οἰχομένοισι , ταφήια λαιμοτόμησαν . καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ τύμβος · σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι , νηίου ἐκ κοτίνοιο φάλαγξ · θαλέθει δέ τε φύλλοις ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος . εἰ δέ με καὶ τὸ χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι , τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι , ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο ἄστυ βαλεῖν · οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν . τίς γὰρ δὴ θάνεν ἄλλος ; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο . δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν . Ἁγνιάδην Τῖφυν θανέειν φάτις · οὐδέ οἱ ἦεν μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω . ἀλλά νυ καὶ τὸν αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος , εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος . ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο . δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν αὐτοῦ , ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες , ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου μνώοντʼ οὔτε ποτοῖο · κατήμυσαν δʼ ἀχέεσσιν θυμόν , ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος . καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο , εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη θάρσος , ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι · περιπρὸ γὰρ εὖ ἐκέκαστο ἰθύνειν , Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν · Αἰακίδη , πῶς καλὸν ἀφειδήσαντας ἀέθλων γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι ; οὐ μὲν ἄρηος ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων παρθενίης ἀπάνευθεν , ὅσον τʼ ἐπιίστορα νηῶν . τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω . ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν , τῶν ὅτινα πρύμνης ἐπιβήσομεν , οὔτις ἰάψει ναυτιλίην . ἀλλʼ ὦκα , παραιφάμενος τάδε πάντα , θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου . ὧς φάτο · τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν . αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν · δαιμόνιοι , τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως ; οἱ μὲν γάρ ποθι τοῦτον , ὃν ἔλλαχον , οἶτον ὄλοντο · ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ , καὶ πολέες . τῶ μή τι διατριβώμεθα πείρης · ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον , ἀπορρίψαντες ἀνίας . τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν · Αἰακίδη , πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν ; οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι , οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν . τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην , εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο ἔσσεται , ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι πετράων ἔκτοσθε , κατʼ αὐτόθι δʼ ἄμμε καλύψει ἀκλειῶς κακὸς οἶτος , ἐτώσια γηράσκοντας . ὧς ἔφατʼ · Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν · δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ . τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε ὤρνυντʼ , ἰθύνειν λελιημένοι . ἀλλʼ ἄρα τούσγε ἔσχεθον · Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων . Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον ἤματι · δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο . καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς , ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα , πουλὺ δʼ ἐπιπρὸ λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες . ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον , ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα , Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας , ὀργιάσαι , στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν , ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας , ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν . ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο , ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ἂψ ἀνιὼν - - δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι - - βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς . οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον . ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι . τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών , οἷος πόλεμόνδʼ ἴεν · ἀμφὶ δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ . καί ῥʼ μὲν αὖτις ἔδυνε μέγαν ζόφον · οἱ δʼ ἐσιδόντες θάμβησαν · τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι . οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν , ἐκ δὲ βαλόντες πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο , χύτλα τέ οἱ χεύοντο , καὶ ἥγνισαν ἔντομα μήλων . ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην · ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ . αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν νῆʼ ἔπι · κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους · δʼ ἐς πέλαγος πεφόρητο ἐντενές , ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς , οὐδὲ τινάσσει ῥιπήν , εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν . καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος , πρηυτάτου ποταμοῦ , παρεμέτρεον , ἔνι κούρη Λητωίς , ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ , ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν . νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους , Κρωβίαλον , Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον . ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι ϝύκτα . αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός , ἔνθα Σινώπην , θυγατέρʼ Ἀσωποῖο , καθίσσατο , καί οἱ ὄπασσεν παρθενίην Ζεὺς αὐτός , ὑποσχεσίῃσι δολωθείς . δὴ γὰρ μὲν φιλότητος ἐέλδετο · νεῦσε δʼ ὅγʼ αὐτῇ δωσέμεναι , κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν . δέ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν . ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι ἱέμενον , ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν · οὐδὲ μὲν ἀνδρῶν τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν . ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο υἷες , Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε τῆμος ἔθʼ , Ἡρακλῆος ἀποπλαγχθέντες , ἔναιον · οἵ ῥα τόθʼ , ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν , σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες · οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον , ἀλλʼ ἐνὶ νηί , Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος , ἔβησαν . τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ λεῖπον Ἅλυν ποταμόν , λεῖπον δʼ ἀγχίρροον Ἶριν , ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός · ἤματι δʼ αὐτῷ γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην . ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην ἥρως Ἡρακλέης ἐλοχήσατο , καί οἱ ἄποινα Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν ἀμφὶ κασιγνήτης · δʼ ἀπήμονα πέμψεν ὀπίσσω . τῆς οἵγʼ ἐν κόλπῳ , προχοαῖς ἔπι Θερμώδοντος , κέλσαν , ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν . τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος , οὐδὲ ῥέεθρα τόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων . τετράκις εἰς ἑκατὸν δεύοιτό κεν , εἴ τις ἕκαστα πεμπάζοι · μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή . μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε ὑψηλῶν , τέ φασιν Ἀμαζόνια κλείεσθαι . ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ · τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι · αἰεὶ δʼ ἄλλυδις ἄλλη , ὅπῃ κύρσειε μάλιστα ἠπείρου χθαμαλῆς , εἱλίσσεται · μὲν ἄπωθεν , δὲ πέλας · πολέες δὲ πόροι νώνυμνοι ἔασιν , ὅππῃ ὑπεξαφύονται · δʼ ἀμφαδὸν ἄμμιγα παύροις πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην . καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν ὑσμίνην , καὶ δʼ οὔ κεν ἀναιμωτί γʼ ἐρίδηναν - - οὐ γὰρ Ἀμαζονίδες μάλʼ ἐπήτιδες , οὐδὲ θέμιστας τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο · ἀλλʼ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει · δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε νύμφης , τʼ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας , ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα - - εἰ μὴ ἄρʼ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο ἤλυθον · οἱ δʼ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν , ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο . οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν , ἀλλʼ ἀνὰ γαῖαν κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον · νόσφι μὲν αἵδʼ αὐταί , τῇσιν τότε κοιρανέεσκεν Ἱππολύτη , νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο , νόσφι δʼ ἀκοντοβόλοι Χαδήσιαι . ἤματι δʼ ἄλλῳ νυκτί τʼ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο . τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει , οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος · οὐδὲ μὲν οἵγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν . ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες ὦνον ἀμείβονται βιοτήσιον , οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ , ἀλλὰ κελαινῇ λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν . τοὺς δὲ μετʼ αὐτίκʼ ἔπειτα Γενηταίου Διὸς ἄκρην γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν . ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες , αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες , κράατα δησάμενοι · ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας , ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται . ἱρὸν δʼ αὖτʼ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον , ἔνι Μοσσύνοικοι ἀνʼ οὔρεα ναιετάουσιν μόσσυνας , καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν . ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται . ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις , ἐνὶ δήμῳ , ἀγορῇ , τάδε πάντα δόμοις ἔνι μηχανόωνται · ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα , κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς . οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος , ἀλλά , σύες ὣς φορβάδες , οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας , μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν . αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει , σχέτλιος . ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται , λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν . τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι · λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη . ἤδη καί τινʼ ὕπερθεν Ἀρήιον ἀίσσοντα ἐνναέτην νήσοιο διʼ ἠέρος ὄρνιν ἴδοντο , ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν ἧκʼ ἐπί οἱ πτερὸν ὀξύ · τὸ δʼ ἐν λαιῷ πέσεν ὤμῳ δίου Ὀιλῆος · μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος · οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες . καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης , ἕλκος δὲ ξυνέδησεν , ἀπὸ σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατήορον · ἐκ δʼ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος · ἀλλά μιν ἥρως Εὐρυτίδης Κλυτίος - - πρὸ γὰρ ἀγκύλα τείνατο τόξα , ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος - - αὐτὰρ ἔπειτα πλῆξεν · δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός . τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο , παῖς Ἀλεοῖο · νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς · ἴστε καὶ αὐτοὶ τούσδʼ ὄρνιθας ἰδόντες . ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν . ἀλλά τινʼ ἄλλην μῆτιν πορσύνωμεν ἐπίρροθον , εἴ γʼ ἐπικέλσαι μέλλετε , Φινῆος μεμνημένοι , ὡς ἐπέτελλεν . οὐδὲ γὰρ Ἡρακλέης , ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε , πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι , τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα . ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων δούπει ἐπὶ σκοπιῆς περιμήκεος · αἱ δʼ ἐφέβοντο τηλοῦ , ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι . τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν · αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι . ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας , ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς , ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα . αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν ἀθρόοι , ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν . εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα , δὴ τότʼ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον . ὧς ἄρʼ ἔφη · πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις . ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας , ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι . καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον · τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν . ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ , δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ , ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν · ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν . οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων , ὁπότε ξυνίωσι φάλαγγες , τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή . οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον , ἀλλʼ ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον , αὐτίκʼ ἄρʼ οἵγε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο . ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία , τοὶ δʼ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες ἧνται ἀκήν , ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη ἀπροφάτως , ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον · ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης . τίς γὰρ δὴ Φινῆος ἔην νόος , ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον ; καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι ; υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου , Κολχίδα νῆʼ ἐπιβάντες , ἵνʼ ἄσπετον ὄλβον ἄρωνται πατρός · γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον . καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ . Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι , ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο · αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν · νυκτὶ δʼ ἔβη πόντονδε πελώριος , ὦρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι · κελαινὴ δʼ οὐρανὸν ἀχλὺς ἄμπεχεν , οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι ἐκ νεφέων , σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο . οἱ δʼ ἄρα μυδαλέοι , στυγερὸν τρομέοντες ὄλεθρον , υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως . ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος , ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν . ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες δούρατος ὠρέξαντο πελωρίου , οἷά τε πολλὰ ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις . καὶ τοὺς μὲν νῆσόνδε , παρὲξ ὀλίγον θανάτοιο , κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας . αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος , ὗε δὲ πόντον καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο . τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσου νύχθʼ ὕπο λυγαίην · τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμʼ ἠελίω · ͅ τάχα δʼ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις , Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον · Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου , οἵτινές ἐστε ἀνδρῶν , εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν . πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι νηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν , ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες . τούνεκα νῦν ὑμέας γουναζόμεθʼ , αἴ κε πίθησθε , δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός , ἠδὲ κομίσσαι ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι . ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε ξεινίου Ἱκεσίου τε · Διὸς δʼ ἄμφω ἱκέται τε καὶ ξεῖνοι · δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται . τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν , μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι · ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες . ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον , ὁππόθι γαίης ναίετε , καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει , αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν , ἠδὲ γενέθλην . τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι · Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαι ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί , Φρίξον , ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο , κριοῦ ἐπεμβεβαώς , τόν ῥα χρύσειον ἔθηκεν Ἑρμείας · κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε . τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί . καί μιν ἔδεκτο Αἰήτης μεγάρῳ , κούρην τέ οἱ ἐγγυάλιξεν Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο . τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος . ἀλλʼ μὲν ἤδη γηραιὸς θάνε Φρίξος ἐν Λἰήταο δόμοισιν · ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες νεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι . εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι , τῷδε Κυτίσσωρος πέλει οὔνομα , τῷ δέ τε Φρόντις , τῷ δὲ Μέλας · ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον . ὧς φάτʼ · ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο , καί σφεας ἀμφίεπον περιθαμβέες . αὐτὰρ Ἰήσων ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν · ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα . Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν . Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο . ἀλλὰ τὰ μὲν καὶ ? ? αῦτις ἐνίφομεν ἀλλήλοισιν . νῦν δʼ ἕσσασθε πάροιθεν · ὑπʼ ἐννεσίῃσι δʼ ὀίω ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι . ῥα , καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι . πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος , μῆλʼ ἱερευσόμενοι · περὶ δʼ ἐσχάρῃ ἐστήσαντο ἐσσυμένως , τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ στιάων · εἴσω δὲ μέλας λίθος ἠρήρειστο ἱερός , ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο . οὐδέ σφιν θέμις ἦεν , ὅτʼ ἀντιπέρηθεν ἵκοιντο , μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν · ἀλλʼ ἵππους δαίτρευον , ἐπηετανὸν κομέουσαι . αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο , δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν , ἦρχέ τε μύθων · Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται · οὐδέ μιν ἄνδρες λήθομεν ἔμπεδον , οἵ τε θεουδέες οὐδὲ δίκαιοι . ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο μητρυιῆς , καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον · ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο . πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς ἔνθα καὶ ἔνθα νέεσθαι , ὅπῃ φίλον , εἴτε μετʼ Αἶαν , εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο . τὴν γὰρ Ἀθηναίη τεχνήσατο , καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πέρι · σὺν δέ οἱ Ἄργος τεῦξεν . ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν , πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν , αἵ τʼ ἐνὶ πόντῳ στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν . ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες , ἐπεὶ Φρίξοιο θυηλὰς στέλλομαι ἀμπλήσων , Ζηνὸς χόλον Αἰολίδῃσιν . ἴσκε παρηγορέων · οἱ δʼ ἔστυγον εἰσαΐοντες . οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο κῶας ἄγειν κριοῖο μεμαότας , ὧδε δʼ ἔειπεν Ἄργος , ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι · φίλοι , ἡμέτερον μὲν ὅσον σθένος , οὔποτʼ ἀρωγῆς σχήσεται , οὐδʼ ἠβαιόν , ὅτε χρειώ τις ἵκηται . ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης · τῶ καὶ περιδείδια ναυτίλλεσθαι . στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι · ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα · καὶ δέ κεν Ἄρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι . οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηίδιον , τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται ἀθάνατος καὶ ἄυπνος , ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι , Τυφαονίη ὅθι πέτρη , ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ βλήμενον , ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας , θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον · ἵκετο δʼ αὔτως οὔρεα καὶ πεδίον Νυσήιον , ἔνθʼ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης . ὧς ἄρʼ ἔφη · πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς αὐτίκα , τοῖον ἄεθλον ὅτʼ ἔκλυον . αἶψα δὲ Πηλεὺς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο , φώνησέν τε · μηδʼ οὕτως , ἠθεῖε , λίην δειδίσσεο θυμῷ . οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ , ὥστε χερείους ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι . ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν , μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας . τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει , οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων . ὧς οἵγʼ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο , μέσφʼ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν . ἦρι δʼ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος · ἱστία δʼ ἤειραν , τὰ δʼ ὑπαὶ ῥιπῆς ἀνέμοιο τείνετο · ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος . νυκτὶ δʼ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον · ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος , εὖτʼ ἐν Ὀλύμπῳ Τιτήνων ἤνασσεν , δὲ Κρηταῖον ὑπʼ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετʼ Ἰδαίοισιν , Ῥείην ἐξαπαφών παρελέξατο · τοὺς δʼ ἐνὶ λέκτροις τέτμε θεὰ μεσσηγύς · δʼ ἐξ εὐνῆς ἀνορούσας ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ · δʼ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν ἦλθʼ , ἵνα δὴ Χείρωνα πελώριον , ἄλλα μὲν ἵππῳ , ἄλλα θεῷ ἀτάλαντον , ἀμοιβαίῃ τέκεν εὐνῇ . κεῖθεν δʼ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας , Βύζηράς τʼ ἐπὶ τοῖσιν · ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως , λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο . καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου . καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι , τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα . τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ νηὸς ὑπερπτάμενον νεφέων σχεδόν · ἀλλὰ καὶ ἔμπης λαίφεα πάντʼ ἐτίναξε , παραιθύξας πτερύγεσσιν . οὐ γὰρʼ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο , ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς , δηρὸν δʼ . οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν ἧπαρ ἀνελκομένοιο Προμηθέος · ἔκτυπε δʼ αἰθὴρ οἰμωγῇ , μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν . ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο Φᾶσίν τʼ εὐρὺ ῥέοντα , καὶ ἔσχατα πείρατα πόντοι αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον · ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν · ὦκα δʼ ἐρετμοῖς εἰσέλασαν ποταμοῖο μέγαν ῥόον · αὐτὰρ πάντῃ καχλάζων ὑπόεικεν . ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶν Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης , ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλση τοῖο θεοῦ , τόθι κῶας ὄφις εἴρυτο δοκεύων πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν . αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων · γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως , καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι . αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν · Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος · ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι , εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο , εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή . ὧς ἔφατʼ · Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσων ὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος · τὸ δʼ ἐπισχεδὸν ἦεν νισσομένων , ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο . ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη . εἰ δʼ ἄγε νῦν , Ἐρατώ , παρά θʼ ἵστασο , καί μοι ἔνισπε , ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων Μηδείης ὑπʼ ἔρωτι . σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες , ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις παρθενικάς · τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται . ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι · αἱ δʼ ἐνόησαν Ἥρη Ἀθηναίη τε , Διὸς δʼ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι βούλευον · πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη · αὐτὴ νῦν προτέρη , θύγατερ Διός , ἄρχεο βουλῆς . τί χρέος ; ἠὲ δόλον τινὰ μήσεαι , κεν ἑλόντες χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο , καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν μειλιχίοις ; γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς . ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν . ὧς φάτο · τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν · καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν , Ἤρη , ἀπηλεγέως ἐξείρεαι . ἀλλά τοι οὔπω φράσσασθαι νοέω τοῦτον δόλον , ὅστις ὀνήσει θυμὸν ἀριστήων · πολέας δʼ ἐπεδοίασα βουλάς . , καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν , ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν · αὐτίκα δʼ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον · δεῦρʼ ἴομεν μετὰ Κύπριν · ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν , αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι . τὸν δʼ ἂν ὀίω κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν . ὧς ἄρʼ ἔφη · πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ , καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν · Ἥρη , νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων , οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο . εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει , τʼ ἂν ἔγωγε ἑσποίμην · σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα . , καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο Κύπριδος , ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις , ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν . ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο ἔσταν , ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο . ἀλλʼ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει , νήσοιο πλαγκτῆς εὐρὺν μυχόν , ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ δʼ ἄρα μούνη ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον , ἄντα θυράων . λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ διὰ κερκίδι , μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους · τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν , εἴσω τέ σφʼ ἐκάλει , καὶ ἀπὸ θρόνου ὦρτο , εἷσέ τʼ ἐνὶ κλισμοῖσιν · ἀτὰρ μετέπειτα καὶ αὐτὴ ἵζανεν , ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας . τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν · Ἠθεῖαι , τίς δεῦρο νόος χρειω τε κομίζει δηναιὰς αὔτως ; τί δʼ ἱκάνετον , οὔτι πάρος γε λίην φοιτίζουσαι , ἐπεὶ περίεστε θεάων ; τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν · Κερτομέεις · νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ . ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει Αἰσονίδης , ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται . τῶν ἤτοι πάντων μέν , ἐπεὶ πέλας ἔργον ὄρωρεν , δείδιμεν ἐκπάγλως , περὶ δʼ Αἰσονίδαο μάλιστα . τὸν μὲν ἐγών , εἰ καί περ ἐς Ἄιδα ναυτίλληται λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν , ῥύσομαι , ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις , ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας , ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν . καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών · νιφετῷ δʼ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες , οἱ δὲ κατʼ αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο . γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο , καί μʼ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ . τῶ νύ μοι ἄλληκτον περιτίεται · οὐδέ κε λώβην τίσειεν Πελίης , εἰ μή σύ γε νόστον ὀπάσσεις . ὧς ηὔδα · Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων . ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα , καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν · πότνα θεά , μή τοί τι κακώτερον ἄλλο πέλοιτο Κύπριδος , εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἔπος ἠέ τι ἔργον , κεν χέρες αἵγε κάμοιεν ἠπεδαναί · καὶ μή τις ἀμοιβαίη χάρις ἔστω . ὧς ἔφαθʼ · Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγορευσεν · οὔτι βίης χατέουσαι ἱκάνομεν , οὐδέ τι χειρῶν . ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο . εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα , ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω νοστήσειν ἐς Ἰωλκόν , ἐπεὶ δολόεσσα τέτυκται . ὧς ἄρʼ ἔφη · Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν · Ἥρη , Ἀθηναίη τε , πίθοιτό κεν ὔμμι μάλιστα , ἐμοί . ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν · αὐτὰρ ἐμεῖο οὐκ ὄθεται , μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει . καὶ δή οἱ μενέηνα , περισχομένη κακότητι , αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς ἀμφαδίην . τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς , εἰ μὴ τηλόθι χεῖρας , ἕως ἔτι θυμὸν ἐρύκει , ἕξω ἐμάς , μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ . ὧς φάτο · μείδησαν δὲ θεαί , καὶ ἐσέδρακον ἄντην ἀλλήλαις . δʼ αὖτις ἀκηχεμένη προσέειπεν · ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει · οὐδέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν · ἅλις εἰδυῖα καὶ αὐτή . νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν , πειρήσω , καί μιν μειλίξομαι , οὐδʼ ἀπιθήσει . ὧς φάτο · τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός , ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν · οὕτω νῦν , Κυθέρεια , τόδε χρέος , ὡς ἀγορεύεις , ἔρξον ἄφαρ · καὶ μή τι χαλέπτεο , μηδʼ ἐρίδαινε χωομένη σῷ παιδί · μεταλλήξει γὰρ ὀπίσσω . ῥα , καὶ ἔλλιπε θῶκον · ἐφωμάρτησε δʼ Ἀθήνη · ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι . δὲ καὶ αὐτὴ βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας , εἴ μιν ἐφεύροι . εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ , οὐκ οἶον , μετα καὶ Γανυμήδεα , τόν ῥά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν , κάλλεος ἱμερθείς . ἀμφʼ ἀστραγάλοισι δὲ τώγε χρυσείοις , τε κοῦροι ὁμήθεες , ἑψιόωντο . καί ῥ̓ μὲν ἤδη πάμπαν ἐνίπλεον ὑπὸ μαζῷ μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν , ὀρθὸς ἐφεστηώς · γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς χροιῇ θάλλεν ἔρευθος . δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο σῖγα κατηφιόων · δοιὼ δʼ ἔχεν , ἄλλον ἔτʼ αὔτως ἄλλῳ ἐπιπροϊείς , κεχόλωτο δὲ καγχαλόωντι . καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος , οὐδʼ ἐνόησεν Κύπριν ἐπιπλομένην . δʼ ἀντίη ἵστατο παιδός , καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν · τίπτʼ ἐπιμειδιάᾳς , ἄφατον κακόν ; ἦέ μιν αὔτως ἤπαφες , οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα ; εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος , ὅττι κεν εἴπω · καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα κεῖνο , τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι , σφαῖραν ἐυτρόχαλον , τῆς οὐ σύγε μείλιον ἄλλο χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον . χρύσεα μέν οἱ κύκλα τετεύχαται · ἀμφὶ δʼ ἑκάστῳ διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται · κρυπταὶ δὲ ῥαφαί εἰσιν · ἕλιξ δʼ ἐπιδέδρομε πάσαις κυανέη . ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο , ἀστὴρ ὥς , φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν . τήν τοι ἐγὼν ὀπάσω · σὺ δὲ παρθένον Αἰήταο θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι · μηδέ τις ἔστω ἀμβολίη . δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη . ὧς φάτο · τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι . μείλια δʼ ἔκβαλε πάντα , καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς . λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν · δʼ ἀγανοῖσιν ἀντομένη μύθοισιν , ἐπειρύσσασα παρειάς , κύσσε ποτισχομένη , καὶ ἀμείβετο μειδιόωσα · ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς , μέν τοι δῶρόν γε παρέξομαι , οὐδʼ ἀπατήσω , εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο . φῆ · δʼ ἄρʼ ἀστραγάλους συναμήσατο , κὰδ δὲ φαεινῷ μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ . αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην · ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον . βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν . αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο αἰθερίας · ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη · δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων , κορυφαὶ χθονός , ᾗχί τʼ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν . νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι , ἄλλοτε δʼ αὖτε ἄκριες , ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι . ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο . αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν · οἱ δʼ ὑπάκουον ἠρέμας ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες · φίλοι , ἤτοι ἐγὼ μὲν μοι ἐπιανδάνει αὐτῷ ἐξερέω · τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν . ξυνὴ γὰρ χρειώ , ξυνοὶ δέ τε μῦθοι ἔασιν πᾶσιν ὁμῶς · δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας . ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι · αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο , υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους . πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας , εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι , ἦε καὶ οὔ , πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει . ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθʼ , εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλη μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς . μηδʼ αὔτως ἀλκῇ , πρὶν ἔπεσσί γε πειρηθῆναι , τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας . ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας . πολλάκι τοι ῥέα μῦθος , κεν μόλις ἐξανύσειεν ἠνορέη , τόδʼ ἔρεξε κατὰ χρέος , ᾗπερ ἐῴκει πρηΰνας . δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς . πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν , ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει . ὧς φάτʼ · ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο πασσυδίῃ , οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι . καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαι ὦρσε καὶ Αὐγείην · αὐτὸς δʼ ἕλεν Ἑρμείαο σκῆπτρον · ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ χέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο . Κιρκαῖον τόδε που κικλήσκεται · ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν , τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται δέσμιοι . εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν · οὐδʼ ἐνὶ γαίῃ ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι , ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος . ἠέρι δʼ ἴσην καὶ χθὼν ἔμμορεν αἶσαν , ἐπεὶ χθονὶ ταρχύουσιν θηλυτέρας · γάρ τε δίκη θεσμοῖο τέτυκται . τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος , ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες . ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο Αἰήτεω , τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη . ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος εὐρείας τε πύλας καὶ κίονας , οἳ περὶ τοίχους ἑξείης ἄνεχον · θριγκὸς δʼ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει . εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν . ἄγχι δὲ τοῖο ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον . αἱ δʼ ὑπὸ τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον , ἃς ἐλάχηνεν Ἥφαιστος . καί ῥʼ μέν ἀναβλύεσκε γάλακτι , δʼ οἴνῳ , τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ · δʼ ἄρʼ ὕδωρ προρέεσκε , τὸ μέν ποθι δυομένῃσιν θέρμετο Πληιάδεσσιν , ἀμοιβηδὶς δʼ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης . τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα . καί οἱ χαλκόποδας ταύρους κάμε , χάλκεα δέ σφεων ἦν στόματʼ , ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον · πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν , Ἠελίῳ τίνων χάριν , ὅς ῥά μιν ἵπποις δέξατο , Φλεγραίῃ κεκμηότα δηιοτῆτι . ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο · τῇ δʼ ἐπὶ πολλαὶ δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα · δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο . λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν . τῶν ἤτοι ἄλλῳ μέν , ὅτις καὶ ὑπείροχος ἦεν , κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι · ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο . τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν , Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν . καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα ἔκλεον , οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν . τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες ἄμφω , Χαλκιόπη Μήδειά τε . τὴν μὲν ἄρʼ οἵγε ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν - - Ἥρη γάρ μιν ἔρυκε δόμῳ · πρὶν δʼ οὔτι θάμιζεν ἐν μεγάροις , Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν , ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα - - καί σφεας ὡς ἴδεν ἆσσον , ἀνίαχεν · ὀξὺ δʼ ἄκουσεν Χαλκιόπη · δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον . δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν · ὧς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο , καὶ ἀμφαγάπαζον ἰδόντες γηθόσυνοι · τοῖον δὲ κινυρομένη φάτο μῦθον · ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι · μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα . δειλὴ ἐγώ , οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός . μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας ἡμετέρῃ κραδίῃ . τί δέ κεν πόλιν Ὀρχομενοῖο , ὅστις ὅδʼ Ὀρχομενός , κτεάνων Ἀθάμαντος ἕκητι μητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες , ἵκοισθε ; ὧς ἔφατʼ · Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε , ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο , Χαλκιόπης ἀίουσα · τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο ἕρκος ἐπεπλήθει . τοὶ μὲν μέγαν ἀμφιπένοντο ταῦρον ἅλις δμῶες · τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον · τοὶ δὲ λοετρὰ πυρὶ ζέον · οὐδέ τις ἦεν , ὃς καμάτου μεθίεσκεν , ὑποδρήσσων βασιλῆι . τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος , τετρηχώς , οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται , ὅν τε μύωπα βοῶν κλείουσι νομῆες . ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν . ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων · αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ , ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκʼ ἐπὶ Μηδείῃ · τὴν δʼ ἀμφασίη λάβε θυμόν . αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο καγχαλόων ἤιξε · βέλος δʼ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίῃ , φλογὶ εἴκελον · ἀντία δʼ αἰεὶ βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα , καί οἱ ἄηντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες , οὐδέ τινʼ ἄλλην μνῆστιν ἔχεν , γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ . ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις , τῇπερ ταλασήια ἔργα μέμηλεν , ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο , ἄγχι μάλʼ ἐγρομένη · τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει · τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως · ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον , ἄλλοτʼ ἔρευθος , ἀκηδείῃσι νόοιο . δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν , αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς , ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν . ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν · παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε , τὸν περὶ πάντων ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα , πῶς Αἶάνδε νέεσθε παλίσσυτοι ; ἦέ τις ἄτη σωομένοις μεσσηγὺς ἐνέκλασεν ; οὐ μὲν ἐμεῖο πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου . ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο δινεύσας , ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν Κίρκην ἑσπερίης εἴσω χθονός , ἐκ δʼ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος , ἔνθʼ ἔτι νῦν περ ναιετάει , μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης . ἀλλὰ τί μύθων ἦδος ; δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν , εἴπατʼ ἀριφραδέως , ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται ἀνέρες , ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε . τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο μειλιχίως προσέειπεν , ἐπεὶ προγενέστερος ἦεν · Αἰήτη , κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι ζαχρηεῖς · αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα λυγαίῃ ὑπὸ νυκτί · θεὸς δέ τις ἄμμʼ ἐσάωσεν . οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι , οὐδʼ ἔτι κείνας εὕρομεν . ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν , ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι · καί σφʼ ἀπέρυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος , ἠέ τις αἶσα , αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν , οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες ἠδʼ αὐτοῖο σέθεν · μετὰ γὰρ τεὸν ἄστυ νέονται . χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι , οὔ σʼ ἐπικεύσω . τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεὺς περιώσιον , οὕνεκεν ἀλκῇ σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν , πέμπει δεῦρο νέεσθαι ἀμήχανον · οὐδʼ ὑπαλύξειν στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν καὶ χόλον , οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς Αἰολιδέων γενεήν , πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι . νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν , οὐ μάλα τοίην , οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν , τάων αἰνοτάτης ἐπεκύρσαμεν . ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν · δʼ ἐνὶ γόμφοις ἴσχεται , ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι . ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς . τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον ἡρώων , τεὸν ἄστυ μετήλυθε , πόλλʼ ἐπαληθεὶς ἄστεα καὶ πελάγη στυγερῆς ἁλός , εἴ οἱ ὀπάσσαις . αὐτῷ δʼ ὥς κεν ἅδῃ , τὼς ἔσσεται · οὐ γὰρ ἱκάνει χερσὶ βιησόμενος · μέμονεν δέ τοι ἄξια τίσειν δωτίνης , ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας , τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει . εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε ἴδμεναι , οἵτινές εἰσιν , ἕκαστά γε μυθησαίμην . τόνδε μέν , οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν , κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο . εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης , οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο . ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες · Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο . τόνδε δʼ ἄρʼ , Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις , δέρκεαι Αὐγείην · Τελαμὼν δʼ ὅγε , κυδίστοιο Αἰακοῦ ἐκγεγαώς · Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν . ὧς δὲ καὶ ὧλλοι πάντες , ὅσοι συνέπονται ἑταῖροι , ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν . τοῖα παρέννεπεν Ἄργος · ἄναξ δʼ ἐπεχώσατο μύθοις εἰσαΐων · ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο . φῆ δʼ ἐπαλαστήσας · μενέαινε δὲ παισὶ μάλιστα Χαλκιόπης · τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει · ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο · οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι , λωβητῆρες , νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης , πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι ; αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος , οὐκ ἐπὶ κῶας , σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε . εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης , τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας , οἴοισιν ἐπιπροέηκα πόδεσσιν , ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι , οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν . φῆ ῥα χαλεψάμενος · μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον · ἐέλδετο δʼ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος · ἀλλʼ ἀπέρυκεν Αἰσονίδης · πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν · Αἰήτη , σχέο μοι τῷδε στόλῳ . οὔτι γὰρ αὔτως ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν , ὥς που ἔολπας , οὐδὲ μὲν ἱέμενοι . τίς δʼ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας ; ἀλλά με δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή . δὸς χάριν ἀντομένοισι · σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσιην οἴσω κληηδόνα · καὶ δέ τοι ἤδη πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν , εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι , εἴτε τινʼ ἄλλον δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι . Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί · τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν , σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι , ὅγε πειρήσαιτο βίης . τό οἱ εἴσατʼ ἄρειον φραζομένῳ · καὶ δή μιν ὑποβλήδην προσέειπεν · ξεῖνε , τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις ; εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος , ἠὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε , δώσω τοι χρύσειον ἄγειν δέρος , αἴ κʼ ἐθέλῃσθα , πειρηθείς . ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω , ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα . πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος , τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα . δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε , στόματι φλόγα φυσιόωντες · τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος τετράγυον , τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν , ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας . τοὺς δʼ αὖθι δαΐζων κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας . ἠέριος ζεύγνυμι βόας , καὶ δείελον ὥρην παύομαι ἀμήτοιο . σύ δʼ , εἰ τάδε τοῖα τελέσσεις , αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος · πρὶν δέ κεν οὐ δοίην , μηδʼ ἔλπεο . δὴ γὰρ ἀεικὲς ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι . ὧς ἄρʼ ἔφη · δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας ἧστʼ αὔτως ἄφθογγος , ἀμηχανέων κακότητι . βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον , οὐδέ πῃ εἶχεν θαρσαλέως ὑποδέχθαι , ἐπεὶ μέγα φαίνετο ἔργον · ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν · Αἰήτη , μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις . τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα τλήσομαι , εἰ καί μοι θανέειν μόρος . οὐ γὰρ ἔτʼ ἄλλο ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης , με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος . ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος · αὐτὰρ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα · ἔρχεο νῦν μεθʼ ὅμιλον , ἐπεὶ μέμονάς γε πόνοιο · εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι , ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο , αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι , ὄφρα καὶ ἄλλος ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν . Ἴσκεν ἀπηλεγέως · δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων , Αὐγείης Τελαμών τε παρασχεδόν · εἵπετο δʼ Ἄργος οἶος , ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις · οἱ δʼ ἤισαν ἐκ μεγάροιο . θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν · ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην , κῆρ ἄχεϊ σμύχουσα · νόος δέ οἱ ἠύτʼ ὄνειρος ἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο . καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες . Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει . αὔτως δʼ αὖ Μήδεια μετέστιχε · πολλὰ δὲ θυμῷ ὥρμαινʼ , ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι . προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα , αὐτός θʼ οἷος ἔην , οἵοισί τε φάρεσιν ἕστο , οἷά τʼ ἔειφʼ , ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου , ὥς τε θύραζε ἤιεν · οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον · ἐν οὔασι δʼ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες , οὓς ἀγόρευσεν . τάρβει δʼ ἀμφʼ αὐτῷ , μή μιν βόες ἠὲ καὶ αὐτὸς Αἰήτης φθίσειεν · ὀδύρετο δʼ ἠύτε πάμπαν ἤδη τεθνειῶτα , τέρεν δέ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν · ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον · τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος ; εἴθʼ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος , εἴτε χερείων , ἐρρέτω . μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι . ναὶ δὴ τοῦτό γε , πότνα θεὰ Περσηί , πέλοιτο , οἴκαδε νοστήσειε φυγὼν μόρον · εἰ δέ μιν αἶσα δμηθῆναι ὑπὸ βουσί , τόδε προπάροιθε δαείη , οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ . μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη . οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν , ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο , δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν · Αἰσονίδη , μῆτιν μὲν ὀνόσσεαι , ἥντινʼ ἐνίψω · πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι . κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν . τὴν εἴ κεν πεπίθοιμεν , ὀίομαι , οὐκέτι τάρβος ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι · ἀλλὰ μάλʼ αἰνῶς δείδω , μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ . ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων , ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος . Ἴσκεν ἐυφρονέων · δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν · πέπον , εἴ νύ τοι αὐτῷ ἐφανδάνει , οὔτι μεγαίρω . βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος · μελέη γε μὲν ἧμιν ὄρωρεν ἐλπωρή , ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν . ὧς ἔφατʼ · ὦκα δʼ ἕλος μετεκίαθον . αὐτὰρ ἑταῖροι γηθόσυνοι ἐρέεινον , ὅπως παρεόντας ἴδοντο · τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον · φίλοι , Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται , ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτʼ ἐμοί , οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο . φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι ταύρω χαλκόποδε , στόματι φλόγα φυσιόωντας . τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι · δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον , ὅς ῥʼ ἀνίῃσιν γηγενέας χαλκέοις σὺν τεύχεσιν · ἤματι δʼ αὐτῷ χρειὼ τούσγε δαΐξαι . δή νύ οἱ - - οὔτι γὰρ ἄλλο βέλτερον ἦν φράσσασθαι - - ἀπηλεγέως ὑποέστην . ὧς ἄρʼ ἔφη · πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος , δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο , ἄτῃ ἀμηχανίῃ τε κατηφέες · ὀψὲ δὲ Πηλεὺς θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν · ὥρη μητιάασθαι κʼ ἔρξομεν . οὐ μὲν ἔολπα βουλῆς εἶναι ὄνειαρ , ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν . εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο , ἥρως Αἰσονίδη , φρονέεις , μέμονάς τε πόνοιο , τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο · εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ , μήτʼ αὐτὸς ἐπείγεο , μήτε τινʼ ἄλλον τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος . οὐ γὰρ ἔγωγε σχήσομʼ , ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος . ὧς ἔφατʼ Αἰακίδης · Τελαμῶνι δὲ θυμὸς ὀρίνθη · σπερχόμενος δʼ ἀνόρουσε θοῶς · ἐπὶ δὲ τρίτος Ἴδας ὦρτο μέγα φρονέων , ἐπὶ δʼ υἱέε Τυνδαρέοιο · σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν , οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους ἀντέλλων · τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός . οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον . αὐτίκα δʼ Ἄργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου · φίλοι , ἤτοι μὲν τόδε λοίσθιον . ἀλλά τινʼ οἴω μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν . τῶ καί περ μεμαῶτες , ἐρητύοισθʼ ἐνὶ νηὶ τυτθὸν ἔθʼ , ὡς τὸ πάροιθεν , ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον , κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι . κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο , τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχʼ , ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ , τοῖσι καὶ ἀκαμάτοιο π ? ? ρὸς μειλίσσετʼ ἀυτμή , καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας , ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους . τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες μνησάμεθʼ , εἴ κε δύναιτο , κασιγνήτη γεγαυῖα , μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ . εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει , τʼ ἂν ἱκοίμην ἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο πειρήσων · τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην . ὧς φάτο · τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες . τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις · κίρκος δʼ ἀφλάστῳ περικάππεσεν . ὦκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν · ὔμμι , φίλοι , τόδε σῆμα θεῶν ἰότητι τέτυκται · οὐδέ τῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον , παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ . δοκέω δέ μιν οὐκ ἀθερίζειν , εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον πέφραδεν ἔσσεσθαι . κείνης δʼ ὅγε μείλιχος ὄρνις πότμον ὑπεξήλυξε · κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ τόνδε κατʼ οἰωνὸν προτιόσσεται , ὧς δὲ πέλοιτο . ἀλλά , φίλοι , Κυθέρειαν ἐπικλείοντες ἀμύνειν , ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε . Ἴσκεν · ἐπῄνησαν δὲ νέοι , Φινῆος ἐφετμὰς μνησάμενοι · μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας , δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί , φώνησέν τε · πόποι , ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν , οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι , οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος ; ἐς δὲ πελείας καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων ; ἔρρετε , μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο , παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν . ὧς ηὔδα μεμαώς · πολέες δʼ ὁμάδησαν ἑταῖροι ἦκα μάλʼ , οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον . χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο · τοῖσι δʼ Ἰήσων αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν · Ἄργος μὲν παρὰ νηός , ἐπεὶ τόδε πᾶσιν ἕαδεν , στελλέσθω · ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν . γὰρ ἔοικεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν . ὧς ἄρʼ ἔφη · καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν · οἱ δʼ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς . αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου , τόθι περ καὶ πρόσθε κάθιζον , ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων . στεῦτο δʼ , ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται ἄνδρα τόν , ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον , δρυμὸν ἀναρρήξας λασίης καθύπερθε · κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον , ὄφρʼ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες . οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον , ὃς περὶ πάντων ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο , εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν Ἑρμείαν , ὥς κεν προσκηδέος ἀντιάσειεν · μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας ἔσσεσθαι δηναιὸν ἀπήμονας , οἷσι μέμηλεν ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν , κρυπταδίους τε δόλους τεκταινέμεν , ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι . νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσειν υἱῆας Φρίξοιο , κακορρέκτῃσιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν , ὄφρα τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες · ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο , χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι · τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ , δολιχὴν ὁδόν . οὐδὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος , μή πού τινα μῆτιν φράσσωνται στυγερήν , οὐδʼ υἱέος Ἀψύρτοιο · ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι . καί ῥʼ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος · μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαι ἠδʼ αὐτούς , ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ . τόφρα δὲ μητέρʼ ἑήν , μετιὼν δόμον Αἰήταο , Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν , Μήδειαν λίσσεσθαι ἀμυνέμεν · δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε · δέος δέ μιν ἴσχανε θυμόν , μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὸν χόλον , ἠὲ λιτῇσιν ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο . κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν . ἄφαρ δέ μιν ἠπεροπῆες , οἷά τʼ ἀκηχεμένην , ὀλοοὶ ἐρέθεσκον ὄνειροι . τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον , οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι , οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο ἐλθέμεν , ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν · ὀίετο δʼ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι · σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν , οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας , ἀλλά οἱ αὐτῷ προύθεσαν · ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις · αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν , ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν . δʼ ἄφνω τὸν ξεῖνον , ἀφειδήσασα τοκήων , εἵλετο · τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν , ἐκ δʼ ἐβόησαν χωόμενοι · τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν . παλλομένη δʼ ἀνόρουσε φόβῳ , περί τʼ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο · μόλις δʼ ἐσαγείρατο θυμὸν ὡς πάρος ἐν στέρνοις , ἀδινὴν δʼ ἀνενείκατο φωνήν · δειλὴ ἐγών , οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι . δείδια , μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων . περί μοι ξείνῳ φρένες ἠερέθονται . μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων . ἔμπα γε μὴν θεμένη κύνεον κέαρ , οὐκέτʼ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι , εἴ κέ μʼ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν , ἐπὶ σφετέροις ἀχέουσα παισί · τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος . ῥα , καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο , νήλιπος , οἰέανος · καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε , καὶ ἕρκεος οὐδὸν ἄμειψεν . δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο , αἰδοῖ ἐεργομένη · μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω στρεφθεῖσʼ · ἐκ δὲ πάλιν κίεν ἔνδοθεν , ἄψ τʼ ἀλέεινεν εἴσω · τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα · ἤτοι ὅτʼ ἰθύσειεν , ἔρυκέ μιν ἔνδοθεν αἰδώς · αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν . τρὶς μὲν ἐπειρήθη , τρὶς δʼ ἔσχετο , τέτρατον αὖτις λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα . ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται , μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες , οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε · μυχῷ δʼ ἀχέουσα θαάσσει · τὸν δέ τις ὤλεσε μοῖρα , πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων · δʼ ἔνδοθι δαιομένη περ σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα , μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες · τῇ ἰκέλη Μήδεια κινύρετο . τὴν δέ τις ἄφνω μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησεν δμωάων , οἱ ἑπέτις πέλε κουρίζουσα · Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν · δʼ ἐνὶ παισὶν ἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι . ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν , ὅτʼ ἔκλυεν ἀμφιπόλοιο μῦθον ἀνώιστον · διὰ δʼ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμόνδε διαμπερές , ἔνι κούρη κέκλιτʼ ἀκηχεμένη , δρύψεν δʼ ἑκάτερθε παρειάς · ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα , φώνησέν μιν · Ὤι μοι ἐγώ , Μήδεια , τί δὴ τάδε δάκρυα λείβεις ; τίπτʼ ἔπαθες ; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος ; νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος , ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν ἀμφί τʼ ἐμοὶ καὶ παισίν ; ὄφελλέ με μήτε τοκήων δῶμα τόδʼ εἰσοράαν , μηδὲ πτόλιν , ἀλλʼ ἐπὶ γαίης πείρασι ναιετάειν , ἵνα μηδέ περ οὔνομα Κόλχων . ὧς φάτο · τῆς δʼ ἐρύθηνε παρήια · δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν . μῦθος δʼ ἄλλοτε μέν οἱ ἐπʼ ἀκροτάτης ἀνέτελλεν γλώσσης , ἄλλοτʼ ἔνερθε κατὰ στῆθος πεπότητο . πολλάκι δʼ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν · φθογγῇ δʼ οὐ προύβαινε παροιτέρω · ὀψὲ δʼ ἔειπεν τοῖα δόλῳ · θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες · Χαλκιόπη , περί μοι παίδων σέο θυμὸς ἄηται , μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ . τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ λεύσσω ὀνείρατα λυγρά , τά τις θεὸς ἀκράαντα θείη , μηδʼ ἀλεγεινὸν ἐφʼ υἱάσι κῆδος ἕλοιο . φῆ ῥα , κασιγνήτης πειρωμένη , εἴ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν . τὴν δʼ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη δείματι , τοῖʼ ἐσάκουσεν · ἀμείβετο δʼ ὧδʼ ἐπέεσσιν · καὶ δʼ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα , εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν . ἀλλʼ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν , ὅττι τοι εἴπω σχήσειν ἐν θυμῷ , σύν τε δρήστειρα πέλεσθαι . λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων , μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι λευγαλέως · σοίγε φίλοις σὺν παισὶ θανοῦσα εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς . ὧς ἄρʼ ἔφη , τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ · νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν , σὺν δὲ κάρη κόλποις περικάββαλεν . ἔνθʼ ἐλεεινὸν ἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον · ὦρτο δʼ ἰωὴ λεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν . τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα · δαιμονίη , τί νύ τοι ῥέξω ἄκος , οἷʼ ἀγορεύεις , ἀράς τε στυγερὰς καὶ Ἐρινύας ; αἲ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι . ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαι αὐτὴ ἐποτρύνεις , μέγας Οὐρανός , θʼ ὑπένερθεν γαῖα , θεῶν μήτηρ , ὅσσον σθένος ἐστὶν ἐμεῖο , μή σʼ ἐπιδευήσεσθαι , ἀνυστά περ ἀντιόωσαν . φῆ ἄρα · Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν · οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ δόλον , τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου , παίδων εἵνεκʼ ἐμεῖο ; καὶ ἐκ κείνοιο δʼ ἱκάνει Ἄργος , ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς · μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδʼ ἰοῦσα . ὧς φάτο · τῇ δʼ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός , φοινίχθη δʼ ἄμυδις καλὸν χρόα , κὰδ δέ μιν ἀχλὺς εἷλεν ἰαινομένην , τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν · Χαλκιόπη , ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται , ὧς ἔρξω . μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς , μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο , εἴ γέ τι σῆς ψυχῆς προφερέστερον , ἠέ τι παίδων σῶν θείην , οἳ δή μοι ἀδελφειοὶ γεγάασιν , κηδεμόνες τε φίλοι καὶ ὁμήλικες . ὧς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι , ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ νηπυτίην , ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον . ἀλλʼ ἴθι , κεῦθε δʼ ἐμὴν σιγῇ χάριν , ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν · ἦρι δὲ νηὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων . ὧς ἥγʼ ἐκ θαλάμοιο πάλιν κίε , παισί τʼ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε . τὴν δέ μιν αὖτις αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν , τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι . νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας · οἱ δʼ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν · ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο · καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν · οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν , οὐ θρόος ἦεν ἠχήεις · σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην . ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος . πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος , οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος . πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν , ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα , τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται · δʼ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα · ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης . δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν · ἔνδοθι δʼ αἰεὶ τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός , ἀμφί τʼ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις , ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος , ὁππότʼ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες . φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν , ἄλλοτε δʼ οὔτι · καταφθίσθαι δὲ καὶ αὐτή · αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν , οὐ φάρμακα δώσειν , ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην . ἑζομένη δἤπειτα δοάσσατο , φώνησέν τε · δειλὴ ἐγώ , νῦν ἔνθα κακῶν ἔνθα γένωμαι ; πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι · οὐδέ τις ἀλκὴ πήματος · ἀλλʼ αὔτως φλέγει ἔμπεδον . ὡς ὄφελόν γε Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι , πρὶν τόνγʼ εἰσιδέειν , πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι Χαλκιόπης υἷας . τοὺς μὲν θεὸς τις Ἐρινὺς ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας . φθίσθω ἀεθλεύων , εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει . πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη ; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω ; τίς δὲ δόλος , τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς ; μιν ἄνευθʼ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα ; δύσμορος · οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων · τότε δʼ ἂν κακὸν ἄμμι πέλοιτο , κεῖνος ὅτε ζωῆς ἀπαμείρεται . ἐρρέτω αἰδώς , ἐρρέτω ἀγλαΐη · δʼ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής , ἵνα οἱ θυμῷ φίλον , ἔνθα νέοιτο . αὐτὰρ ἐγὼν αὐτῆμαρ , ὅτʼ ἐξανύσειεν ἄεθλον , τεθναίην , λαιμὸν ἀναρτήσασα μελάθρῳ , καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ . ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας · τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν · καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται · ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν , ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας , μαργοσύνῃ εἴξασα . τί δʼ οὐκ ἐμὸν ἔσσεται αἶσχος ; μοι ἐμῆς ἄτης . τʼ ἂν πολὺ κέρδιον εἴη τῇδʼ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ , κάκʼ ἐλέγχεα πάντα φυγοῦσαν , πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι . , καὶ φωριαμὸν μετεκίαθεν , ἔνι πολλὰ φάρμακά οἱ , τὰ μὲν ἐσθλά , τὰ δὲ ῥαιστήριʼ , ἔκειτο . ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο . δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι , τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως , αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον . ἵετο δʼ ἥγε φάρμακα λέξασθαι θυμοφθόρα , τόφρα πάσαιτο . ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο , ἐξελέειν μεμαυῖα , δυσάμμορος . ἀλλά οἱ ἄφνω δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο . ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον , ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο . μνήσατο μὲν τερπνῶν , ὅσʼ ἐνὶ ζωοῖσι πέλονται , μνήσαθʼ ὁμηλικίης περιγηθέος , οἷά τε κούρη · καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι , πάρος , εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα . καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων , Ἥρης ἐννεσίῃσι μετάτροπος , οὐδʼ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν · ἐέλδετο δʼ αἶψα φανῆναι ἠῶ τελλομένην , ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι , καὶ ἀντήσειεν ἐς ὠπήν . πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων , αἴγλην σκεπτομένη · τῇ δʼ ἀσπάσιον βάλε φέγγος Ἠριγενής , κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι . ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει Ἄργος , ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης · αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς . δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική , ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας , αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο , αὐσταλέας δʼ ἔψησε παρηίδας · αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα · δῦνε δὲ πέπλον καλόν , ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν · ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην ἀργυφέην . αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον λήθῃ ἀχέων , τά οἱ ἐν ποσὶν ἦεν θεσπέσιʼ , ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω . κέκλετο δʼ ἀμφιπόλοις , αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες , οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι , ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ , οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν . ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην · δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο φάρμακον , ῥά τέ φασι Προμήθειον καλέεσθαι . τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο , τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν , οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι · ἀλλὰ καὶ ἀλκῇ λωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο . πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζε αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο . τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη , καυλοῖσιν διδύμοισιν ἐπήορον · δʼ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα . τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι , ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν , ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα , Βριμὼ νυκτιπόλον , χθονίην , ἐνέροισιν ἄνασσαν , λυγαίῃ ἐνὶ νυκτί , σὺν ὀρφναίοις φαρέεσσιν . μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα , ῥίζης τεμνομένης Τιτηνίδος · ἔστενε δʼ αὐτὸς Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων . τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ , τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο . ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης · σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν . αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ , ἔλαεν δὲ διʼ ἄστεος · αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι , πείρινθος ἐφαπτόμεναι μετόπισθεν , τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν · ἂν δὲ χιτῶνας λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον . οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο , ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας , τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης · τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες , αἱ μὲν ἐπʼ αὐτῆς ἀγρόμεναι πηγῆς Ἀμνισίδος , ἂν δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας · ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν · ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος · ἀμφὶ δὲ λαοὶ εἶκον , ἀλευάμενοι βασιληίδος ὄμματα κούρης . αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς , νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα , δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνης ἱεμένη , καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν · φίλαι , μέγα δή τι παρήλιτον , οὐδʼ ἐνόησα μὴ ἴμεν ἀλλοδαποῖσι μετʼ ἀνδράσιν , οἵ τʼ ἐπὶ γαῖαν ἡμετέρην στρωφῶσιν . ἀμηχανίῃ βεβόληται πᾶσα πόλις · τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν τάων , αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται . ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα , καὶ οὔ νύ τις ἄλλος ἔπεισιν , εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν μειλιχίῃ , τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης λεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην . καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθε ἤματι τῷ , εἴ μοι συναρέσσετε τήνδε μενοινήν . Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει , ὧς δὲ καὶ αὐτὴ Χαλκιόπη · τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι ἐξ ἐμέθεν , μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται . τὸν ξεῖνόν με κέλονται , ὅτις περὶ βουσὶν ὑπέστη , δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων . αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον , ἠδὲ καὶ αὐτὸν κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι , ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν , εἴ κεν ὀπάσσῃ δῶρα φέρων , τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν φάρμακον . ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι , εὖτʼ ἂν ἵκηται . ὧς ηὔδα · πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις . αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας Ἄργος , ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν , ἦγε διὲκ πεδίου · ἅμα δέ σφισιν εἵπετο Μόψος Ἀμπυκίδης , ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν οἰωνούς , ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν . ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν , οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος , οὔθʼ ὅσοι ἄλλων ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν , οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ ἠμὲν ἐσάντα ἰδεῖν , ἠδὲ προτιμυθήσασθαι . τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι λαμπόμενον χαρίτεσσιν · ἐγήθησεν δὲ κελεύθῳ Ἀμπυκίδης , ἤδη που ὀισσάμενος τὰ ἕκαστα . ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα , τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι . τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς · Ἀκλειὴς ὅδε μάντις , ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν οἶδε νόῳ φράσσασθαι , ὁθούνεκεν οὔτε τι λαρὸν οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο ἠιθέῳ , εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται . ἔρροις , κακόμαντι , κακοφραδές · οὔτε σε Κύπρις , οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες . Ἴσκεν ἀτεμβομένη · μείδησε δὲ Μόψος ἀκούσας ὀμφὴν οἰωνοῖο θεήλατον , ὧδέ τʼ ἔειπεν · τύνη μὲν νηόνδε θεᾶς ἴθι , τῷ ἔνι κούρην δήεις , Αἰσονίδη · μάλα δʼ ἠπίῃ ἀντιβολήσεις Κύπριδος ἐννεσίῃς , τοι συνέριθος ἀέθλων ἔσσεται , ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς . νῶι δʼ , ἐγὼν Ἄργος τε , δεδεγμένοι , εὖτʼ ἂν ἵκηαι , τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ · οἰόθι δʼ αὐτὸς λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν . ῥα περιφραδέως , ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω . οὐδʼ ἄρα Μηδείης θυμὸς τράπετʼ ἄλλα νοῆσαι , μελπομένης περ ὅμως · πᾶσαι δέ οἱ , ἥντινʼ ἀθύροι μολπήν , οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι . ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος , οὐδέ ποτʼ ὄσσε ἀμφιπόλων μεθʼ ὅμιλον ἔχʼ ἀτρέμας · ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε , παρακλίνουσα παρειάς . θαμὰ δὴ στηθέων ἐάγη κέαρ , ὁππότε δοῦπον ποδὸς ἀνέμοιο παραθρέξαντα δοάσσαι . αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσʼ ἀναθρώσκων τε Σείριος Ὠκεανοῖο , ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι ἀντέλλει , μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν · ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης , κάματον δὲ δυσίμερον ὦρσε φαανθείς . ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν , ὄμματα δʼ αὔτως ἤχλυσαν · θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος . γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν , ἀλλʼ ὑπένερθε πάγη πόδας . αἱ δʼ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν . τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν , δρυσίν , μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν , αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται , νηνεμίῃ · μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον · ὧς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος . γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν θευμορίῃ , καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον · τίπτε με , παρθενική , τόσον ἅζεαι , οἶον ἐόντα ; οὔ τοι ἐγών , οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν ἀνέρες , οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον , ἦα πάρος . τῶ μή με λίην ὑπεραίδεο , κούρη , τι παρεξερέεσθαι , τοι φίλον , ἠέ τι φάσθαι . ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες , χώρῳ ἐν ἠγαθέῳ , ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι , ἀμφαδίην ἀγόρευε καὶ εἴρεο · μηδέ με τερπνοῖς φηλώσῃς ἐπέεσσιν , ἐπεὶ τὸ πρῶτον ὑπέστης αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν . πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων καὶ Διός , ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει · ἀμφότερον δʼ , ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω , χρειοῖ ἀναγκαίῃ γουνούμενος . οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου . σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς , θέμις , ὡς ἐπέοικε διάνδιχα ναιετάοντας , οὔνομα καὶ καλὸν τεύχων κλέος · ὧς δὲ καὶ ὧλλοι ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες ἡρώων τʼ ἄλοχοι καὶ μητέρες , αἵ νύ που ἤδη ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν · τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας . δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλων παρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη , ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο . ἀλλʼ μὲν καὶ νηός , ἐπεὶ χόλον εὔνασε Μίνως , σὺν τῷ ἐφεζομένη πάτρην λίπε · τὴν δὲ καὶ αὐτοὶ ἀθάνατοι φίλαντο , μέσῳ δέ οἱ αἰθέρι τέκμαρ ἀστερόεις στέφανος , τόν τε κλείουσʼ Ἀριάδνης , πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν . ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται , εἴ κε σαώσῃς τόσσον ἀριστήων ἀνδρῶν στόλον . γὰρ ἔοικας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι . ὧς φάτο κυδαίνων · δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης , καὶ ἀνέδρακεν ὄμμασιν ἄντην · οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο , ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι . προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης φάρμακον · αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς . καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι · τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα · τῆς δʼ ἀμαρυγὰς ὀφθαλμῶν ἥρπαζεν · ἰαίνετο δὲ φρένας εἴσω τηκομένη , οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν . ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδον αἰδόμενοι , ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς , ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες . ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη · φράζεο νῦν , ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν . εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας , δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας , ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο , οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν βόθρον ὀρύξασθαι περιηγέα · τῷ δʼ ἔνι θῆλυν ἀρνειὸν σφάζειν , καὶ ἀδαίετον ὠμοθετῆσαι , αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ . μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο , λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων . ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι , ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο · μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω , ἠὲ κυνῶν ὑλακή , μή πως τὰ ἕκαστα κολούσας οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς . ἦρι δὲ μυδήνας τόδε φάρμακον , ἠύτʼ ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας · ἐν δέ οἱ ἀλκὴ ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος , οὐδέ κε φαίης ἀνδράσιν , ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν . πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω καὶ ξίφος . ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν , οὐδʼ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων . τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν ἔσσεαι , ἀλλʼ αὐτῆμαρ · ὅμως σύγε μή ποτʼ ἀέθλου χάζεο . καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ . αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας , ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς , οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων , αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς , λάθρῃ λᾶαν ἄφες στιβαρώτερον · οἱ δʼ ἂν ἐπʼ αὐτῷ , καρχαλέοι κύνες ὥστε περὶ βρώμης , ὀλέκοιεν ἀλλήλους · καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος ἰθῦσαι . τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί · νίσσεο δʼ ἔμπης , φίλον , τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι . ὧς ἄρʼ ἔφη , καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν μυρομένη , τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο πόντον ἐπιπλάγξεσθαι · ἀνιηρῷ δέ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν , εἷλέ τε χειρὸς δεξιτερῆς · δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς · μνώεο δʼ , ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι , οὔνομα Μηδείης · ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι . εἰπὲ δέ μοι πρόφρων τόδε , πῇ τοι ἔασιν δώματα , πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις · νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο , ἦε καὶ Αἰαίης νήσου πέλας ; εἰπὲ δὲ κούρην , ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης , πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο . ὧς φάτο · τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος Ἔρως , τοῖον δὲ παραβλήδην ἔπος ηὔδα · καὶ λίην οὐ νύκτας ὀίομαι , οὐδέ ποτʼ ἦμαρ σεῦ ἐπιλήσεσθαι , προφυγὼν μόρον , εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα , μηδέ τινʼ ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον . εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην , ἐξερέω · μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει . ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα , πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος , ἔνθα Προμηθεὺς Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα , ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις , πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν . Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν . ἐν δʼ αὐτῇ Ἰαωλκός , ἐμὴ πόλις , ἐν δὲ καὶ ἄλλαι πολλαὶ ναιετάουσιν , ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι Αἰαίης νήσου · Μινύην γε μὲν ὁρμηθέντα , Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι . ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω , ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην , κούρην Μίνωος , τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον , ἥν μʼ ἐρεείνεις ; αἴθε γάρ , ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως ἀμφʼ αὐτῆς , ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη . ὧς φάτο , μειλιχίοισι καταψήχων ὀάροισιν . τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι , καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ · Ἑλλάδι που τάδε καλά , συνημοσύνας ἀλεγύνειν . Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν , οἷον ἔειπας Μίνω Πασιφάης πόσιν ἔμμεναι · οὐδʼ Ἀριάδνῃ ἰσοῦμαι · τῶ μήτι φιλοξενίην ἀγόρευε . ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ , ὅτʼ Ἰωλκὸν ἵκηαι , μνώεο · σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι . ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα , ἠέ τις ἄγγελος ὄρνις , ὅτʼ ἐκλελάθοιο ἐμεῖο · αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι , ὄφρα σʼ , ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα , μνήσω ἐμῇ ἰότητι πεφυγμένον . αἴθε γὰρ εἴην ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν . ὧς ἄρʼ ἔφη , ἐλεεινὰ καταπροχέουσα παρειῶν δάκρυα · τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν · δαιμονίη , κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας , ὧς δὲ καὶ ἄγγελον ὄρνιν , ἐπεὶ μεταμώνια βάζεις . εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι , τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε ἔσσεαι · οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν , οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο σῇ βουλῇ , τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται . ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν πορσυνέεις · οὐδʼ ἄμμε διακρινέει φιλότητος ἄλλο , πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι . ὧς φάτο · τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ , ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι . σχετλίη · οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ἑλλάδα ναιετάειν . ὧς γὰρ τόδε μήδετο Ἥρη , ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο Αἰαίη Μήδεια , λιποῦσʼ ἄπο πατρίδα γαῖαν . ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον · ἐδεύετο δʼ ἤματος ὥρη ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην . δʼ οὔπω κομιδῆς μιμνήσκετο , τέρπετο γάρ οἱ θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν , εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα · ὥρη ἀποβλώσκειν , μὴ πρὶν φάος ἠελίοιο δύῃ ὑποφθάμενον , καί τις τὰ ἕκαστα νοήσῃ ὀθνείων · αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες . ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν πείρηθεν · μετὰ δʼ αὖτε διέτμαγεν . ἤτοι Ἰήσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι · δὲ μετʼ ἀμφιπόλους · αἱ δὲ σχεδὸν ἀντεβόλησαν πᾶσαι ὁμοῦ · τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν . ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο . αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης , καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία , τῇ δʼ ἄρʼ ἱμάσθλην δαιδαλέην , οὐρῆας ἐλαυνέμεν · οἱ δὲ πόλινδε θῦνον ἐπειγόμενοι ποτὶ δώματα . τὴν δʼ ἄρʼ ἰοῦσαν Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν · δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων ἔκλυεν , οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο . ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν · ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα , πορφύρουσα οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ . Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ , ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη , ὦρτʼ ἰέναι σὺν τοῖσι , πιφαυσκόμενος τὰ ἕκαστα , ἡρώων ἐς ὅμιλον · ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν . οἱ δέ μιν ἀμφαγάπαζον , ὅπως ἴδον , ἔκ τʼ ἐρέοντο . αὐτὰρ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης , δεῖξέ τε φάρμακον αἰνόν · δʼ οἰόθεν οἶος ἑταίρων Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον · οἱ δὲ δὴ ἄλλοι γηθόσυνοι τῆμος μέν , ἐπεὶ κνέφας ἔργαθε νυκτός , εὔκηλοι ἐμέλοντο περὶ σφίσιν . αὐτὰρ ἅμʼ ἠοῖ πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας ἄνδρε δύω , πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα , σὺν δὲ καὶ Αἰθαλίδην , υἷα κλυτὸν Ἑρμείαο . βὰν δʼ ἴμεν , οὐδʼ ἁλίωσαν ὁδόν · πόρε δέ σφιν ἰοῦσιν κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας Ἀονίοιο δράκοντος , ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ Κάδμος , ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν , πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα · ἔνθα καὶ ἐννάσθη πομπῇ βοός , ἥν οἱ Ἀπόλλων ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο . τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι . καί ῥʼ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν , Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο · τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι προφρονέως , ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου ἐξανύσειν , εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο . ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος , νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων · νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά · τοὶ δὲ χαμεύνας ἔντυον ἥρωες παρὰ πείσμασιν . αὐτὰρ Ἰήσων αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου ἔκλιθεν , οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ , βῆ ῥʼ ἐς ἐρημαίην , κλωπήιος ἠύτε τις φώρ , σὺν πᾶσιν χρήεσσι · πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα ἠμάτιος · θῆλυν μὲν ὄιν , γάλα τʼ ἔκτοθι ποίμνης Ἄργος ἰὼν ἤνεικε · τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός . ἀλλʼ ὅτε δὴ ἴδε χῶρον , ὅτις πάτου ἔκτοθεν ἦεν ἀνθρώπων , καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν , ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας · ἀμφὶ δὲ φᾶρος ἕσσατο κυάνεον , τό ῥά οἱ πάρος ἐγγυάλιξεν Λημνιὰς Ὑψιπύλη , ἀδινῆς μνημήιον εὐνῆς . πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησε σχίζας , ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν , αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο · δαῖε δὲ φιτρους πῦρ ὑπένερθεν ἱείς , ἐπὶ δὲ μιγάδας χέε λοιβάς , Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων . καί ῥʼ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν · δʼ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο · πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες . στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας · ἀμφὶ δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο . πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον · αἱ δʼ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμηίδες , αἳ περὶ κείνην Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται . Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος , ἀλλά μιν οὐδʼ ὧς ἐντροπαλιζόμενον πόδες ἔκφερον , ὄφρʼ ἑτάροισιν μίκτο κιών · ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα . καὶ τότʼ ἄρʼ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο θώρηκα στάδιον , τόν οἱ πόρεν ἐξεναρίξας σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα · χρυσείην δʼ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον , λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος ἠελίου , ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο . ἂν δὲ πολύρρινον νώμα σάκος , ἂν δὲ καὶ ἔγχος δεινόν , ἀμαιμάκετον · τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων , ὅτε κάλλιπον Ἡρακλῆα τῆλε παρέξ , κεν οἶος ἐναντίβιον πολέμιξεν . τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι · ἂν δὲ καὶ αὐτὸς βήσατο , ῥυτῆρας δὲ χεροῖν ἔχεν . ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατʼ ἀμαξιτόν , ὥς κεν ἀέθλῳ παρσταίη · σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός . οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἅρμασιν ἐμβεβαώς , Ταίναρον , ὅγε Λέρνης ὕδωρ , ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο , καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις , πέτρην θʼ Αἱμονίην , δενδρήεντα Γεραιστόν · τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι . τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν ἠδὲ δόρυ βριαρόν , περὶ δὲ ξίφος · ἀμφὶ δʼ ἑταῖροι πείρησαν τευχέων βεβιημένοι , οὐδʼ ἐδύναντο κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ , ἀλλὰ μάλʼ αὔτως ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν . αὐτὰρ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει · ἆλτο δʼ ἀκωκὴ ῥαιστὴρ ἄκμονος ὥστε , παλιντυπές · οἱ δʼ ὁμάδησαν γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου . καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο · δῦ δέ μιν ἀλκὴ σμερδαλέη ἄφατός τε καὶ ἄτρομος · αἱ δʼ ἑκάτερθεν χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι . ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον , αὐτὰρ ὕπερθεν κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει · τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων . πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν , ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων . φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσαν χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι ἐκ νεφέων , ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται . καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον · ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο . τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν , ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα γίγνεται , ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται . τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων , τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν , τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο . Αἰσονίδης δʼ , ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι , δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον , νηὸς ἀποπροθορών · ἄμυδις δʼ ἕλε παμφανόωσαν χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων καὶ ξίφος ἀμφʼ ὤμοις , γυμνὸς δέμας , ἄλλα μὲν Ἄρει εἴκελος , ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι . παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον . χρίμψε δʼ ἔπειτα κιών , παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν ὀρθὸν ἐπʼ οὐριάχῳ , κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας . βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων · οἱ δʼ ἔκποθεν ἀφράστοιο κευθμῶνος χθονίου , ἵνα τέ σφισιν ἔσκε βόαυλα καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ , ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες . ἔδδεισαν δʼ ἥρωες , ὅπως ἴδον . αὐτὰρ τούσγε , εὖ διαβάς , ἐπιόντας , τε σπιλὰς εἰν ἁλὶ πέτρη μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις . πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον · οἱ δέ μιν ἄμφω μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν · οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες . ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν , πῦρ ὀλοόν πιμπρᾶσαι , ὅτʼ αὖ λήγουσιν ἀυτμῆς , δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος , ὁππότʼ ἀίξῃ νειόθεν · ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν , τὸν δʼ ἄμφεπε δήιον αἶθος βάλλον τε στεροπή · κούρης δέ φάρμακʼ ἔρυτο . καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας εἷλκεν ἐπικρατέως παντὶ σθένει , ὄφρα πελάσσῃ ζεύγλῃ χαλκείῃ , τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ , ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον . ὧς δὲ καὶ ἄλλον σφῆλεν γνὺξ ἐπιόντα , μιῇ βεβολημένον ὁρμῇ . εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος , ἔνθα καὶ ἔνθα τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας γούνασιν ἐν προτέροισι , διὰ φλογὸς εἶθαρ ἐλυσθείς . θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος . οἱ δʼ ἄρα τείως Τυνδαρίδαι - - δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν - - ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι . αὐτὰρ εὖ ἐνέδησε λόφους · μεσσηγὺ δʼ ἀείρας χάλκεον ἱστοβοῆα , θοῇ συνάρασσε κορώνῃ ζεύγληθεν . καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα χαζέσθην . δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ ἐξόπιθεν , καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον , π̔ʼ ὑπὸ μέσσας ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας · μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαν τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην . οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον , λάβρον ἐπιπνείοντε πυρὸς σέλας · ὦρτο δʼ ἀυτμὴ ἠύτε βυκτάων ἀνέμων βρόμος , οὕς τε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο . δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ ἤισαν · ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω , σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι . δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες · εἵπετο δʼ αὐτὸς λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί · τῆλε δʼ ἑοῖο βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας ἐντροπαλιζόμενος , μή οἱ πάρος ἀντιάσειεν γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς · οἱ δʼ ἄρʼ ἐπιπρὸ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο . ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο λείπεται ἐξ ἠοῦς , καλέουσι δὲ κεκμηῶτες ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι , τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι , τετράγυός περ ἐοῦσα · βοῶν τʼ ἀπελύετʼ ἄροτρα . καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι · αὐτὰρ ἂψ ἐπὶ νῆα πάλιν κίεν , ὄφρʼ ἔτι κεινὰς γηγενέων ἀνδρῶν ἴδεν αὔλακας . ἀμφὶ δʼ ἑταῖροι θάρσυνον μύθοισιν . δʼ ἐκ ποταμοῖο ῥοάων αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν · γνάμψε δὲ γούνατʼ ἐλαφρά , μέγαν δʼ ἐμπλήσατο θυμὸν ἀλκῆς , μαιμώων συῒ εἴκελος , ὅς ῥά τʼ ὀδόντας θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν , ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο . οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες · φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν Ἄρηος τέμενος φθισιμβρότου · ἵκετο δʼ αἴγλη νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα . ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέσασσαν ἄελλαι λυγαίῃ ὑπὸ νυκτί , τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη τείρεα λαμπετόωντα διὰ κνέφας · ὧς ἄρα τοίγε λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός . αὐτὰρ Ἰήσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων , λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον , δεινὸν Ἐνυαλίου σόλον Ἄρεος · οὔ κέ μιν ἄνδρες αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν . τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις ἀίξας · αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ θαρσαλέως . Κόλχοι δὲ μέγʼ ἴαχον , ὡς ὅτε πόντος ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν · τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο Αἰήτην . οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον · οἱ δʼ ἐπὶ γαῖαν μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν , ἠύτε πεῦκαι δρύες , ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν . οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ ὁλκὸν ὑπαυγάζων , τέρας ἀνδράσιν , οἵ μιν ἴδωντοι μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα · τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν , γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος , οὖτα δὲ μίγδην ἀμώων , πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα · τοὺς δὲ καὶ ἄχρις ὤμων τελλομένους · τοὺς δὲ νέον ἑστηῶτας , τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα . ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο , δείσας γειομόρος , μή οἱ προτάμωνται ἀρούρας , ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς ὠμὸν ἐπισπεύδων κείρει στάχυν , οὐδὲ βολῇσιν μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο · ὧς τότε γηγενέων κεῖρε στάχυν · αἵματι δʼ ὁλκοὶ ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν . πῖπτον δʼ , οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν λαζόμενοι πρηνεῖς , οἱ δʼ ἔμπαλιν , οἱ δʼ ἐπʼ ἀγοστῷ καὶ πλευροῖς , κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι . πολλοὶ δʼ οὐτάμενοι , πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι , ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα , τόσσον ἔραζε βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο . ἔρνεἀ που τοίως , Διὸς ἄσπετον ὀμβρήσαντος , φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε κλασθέντα ῥίζηθεν , ἀλωήων πόνος ἀνδρῶν · τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον · ὧς τότʼ ἄνακτος Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι . ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις , πορφύρων , κέ σφι θοώτερον ἀντιόῳτο . ἦμαρ ἔδυ , καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος . αὐτὴ νῦν κάματόν γε , θεά , καὶ δήνεα κούρης Κολχίδος ἔννεπε , Μοῦσα , Διὸς τέκος . γὰρ ἔμοιγε ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι , ἔμεν ἄτης πῆμα δυσίμερον , τόγʼ ἐνίσπω φύζαν ἀεικελίην , κάλλιπεν ἔθνεα Κόλχων . ἤτοι μὲν δήμοιο μετʼ ἀνδράσιν , ὅσσοι ἄριστοι , παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν οἷσιν ἐνὶ μεγάροις , στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ Αἰήτης ἄμοτον κεχολωμένος · οὐδʼ ὅγε πάμπαν θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει . τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη · τρέσσεν δʼ , ἠύτε τις κούφη κεμάς , ἥν τε βαθείης τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή . αὐτίκα γὰρ νημερτὲς ὀίσσατο , μή μιν ἀρωγὴν ληθέμεν , αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα . τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας · ἐν δέ οἱ ὄσσε πλῆτο πυρός , δεινὸν δὲ περιβρομέεσκον ἀκουαί . πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο , πυκνὰ δὲ κουρὶξ ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ . καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη , φάρμακα πασσαμένη , Ἥρης δʼ ἁλίωσε μενοινάς , εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι ὦρσεν ἀτυζομένην · πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς ἰάνθη · μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο . κύσσε δʼ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν σταθμούς , καὶ τοίχων ἐπαφήσατο , χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον , θαλάμῳ μνημήια μητρὶ κάλλιπε παρθενίης , ἀδινῇ δʼ ὀλοφύρατο φωνῇ · τόνδε τοι ἀντʼ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα , μῆτερ ἐμή · χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ · χαίροις Χαλκιόπη , καὶ πᾶς δόμος . αἴθε σε πόντος , ξεῖνε , διέρραισεν , πρὶν Κολχίδα γαῖαν ἱκέσθαι . ὧς ἄρʼ ἔφη · βλεφάρων δὲ κατʼ ἀθρόα δάκρυα χεῦεν . οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο ληιάς , ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα , οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο , ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης · τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη . τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες , ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς . γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους , λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα στειλαμένη καὶ καλὰ παρήια , δεξιτερῇ δὲ ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος . καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ · οὐδέ τις ἔγνω τήνγε φυλακτήρων , λάθε δέ σφεας ὁρμηθεῖσα . ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ · οὐ γὰρ ἄιδρις ἦεν ὁδῶν , θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς , ἀμφί τε δυσπαλέας ῥίζας χθονός , οἷα γυναῖκες φαρμακίδες · τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός . τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη ἁρπαλέως , καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν · οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω , οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι · θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς , μνησαμένη φιλότητος , ἵνα σκοτίῃ ἐνὶ νυκτὶ φαρμάσσῃς εὔκηλος , τοι φίλα ἔργα τέτυκται . νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης · δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι δαίμων ἀλγινόεις . ἀλλʼ ἔρχεο , τέτλαθι δʼ ἔμπης , καὶ πινυτή περ ἐοῦσα , πολύστονον ἄλγος ἀείρειν . ὦς ἄρʼ ἔφη · τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν . ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο , ἀντιπέρην λεύσσουσα πυρὸς σέλας , ῥά τʼ ἀέθλου παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον . ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων , φρόντιν · δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο · σῖγα δʼ ἑταῖροι θάμβεον , εὖτʼ ἐνόησαν δὴ καὶ ἐτήτυμον ἦεν . τρὶς μὲν ἀνήυσεν , τρὶς δʼ ὀτρύνοντος ὁμίλου Φρόντις ἀμοιβήδην ἀντίαχεν · οἱ δʼ ἄρα τείως ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς . οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης βάλλον , δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων ὑψοῦ ἀπʼ ἰκριόφιν · μετὰ δὲ Φρόντις τε καὶ Ἄργος , υἷε δύω Φρίξου , χαμάδις θόρον · δʼ ἄρα τούσγε γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν · ἔκ με , φίλοι , ῥύσασθε δυσάμμορον , ὧς δὲ καὶ αὐτοὺς ὑμέας Αἰήταο , πρὸ γάρ τʼ ἀναφανδὰ τέτυκται πάντα μάλʼ , οὐδέ τι μῆχος ἱκάνεται . ἀλλʼ ἐπὶ νηὶ φεύγωμεν , πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων . δώσω δὲ χρύσειον ἐγὼ δέρος , εὐνήσασα φρουρὸν ὄφιν · τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις , ξεῖνε , τεῶν μύθων ἐπιίστορας , οὕς μοι ὑπέστης , ποίησαι · μηδʼ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης . Ἴσκεν ἀκηχεμένη · μέγα δὲ φρένες Αἰσονίδαο γήθεον · αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν ἦκʼ ἀναειρόμενος προσπτύξατο , θάρσυνέν τε · δαιμονίη , Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω , Ἥρη τε Ζυγίη , Διὸς εὐνέτις , μὲν ἐμοῖσιν κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν , εὖτʼ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες . ὧς ηὔδα , καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ δεξιτερήν · δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδόν , ὄφρʼ ἔτι νύκτωρ κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο . ἔνθʼ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν . εἰς γάρ μιν βήσαντες , ἀπὸ χθονὸς αὐτίκʼ ἔωσαν νῆα · πολὺς δʼ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἦεν ἀριστήων · δʼ ἔμπαλιν ἀίσσουσα γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος . αὐτὰρ Ἰήσων θάρσυνέν τʼ ἐπέεσσι , καὶ ἴσχανεν ἀσχαλόωσαν . ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντο ἀγρόται , οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα ἄγχαυρον κνώσσουσιν , ἀλευάμενοι φάος ἠοῦς , μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν · τῆμος ἄρʼ Αἰσονίδης κούρη τʼ ἀπὸ νηὸς ἔβησαν ποιήεντʼ ἀνὰ χῶρον , ἵνα κριοῦ καλέονται εὐναί , ὅθι πρῶτον κεκμηότα γούνατʼ ἔκαμψεν , νώτοισιν φορέων Μινυήιον υἷʼ Ἀθάμαντος . ἐγγύθι δʼ αἰθαλόεντα πελεν βωμοῖο θέμεθλα , ὅν ῥά ποτʼ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος , ῥέζων κεῖνο τέρας παγχρύσεον , ὥς οἱ ἔειπεν Ἑρμείας πρόφρων ξυμβλήμενος . ἔνθʼ ἄρα τούσγε Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν . τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο , φηγὸν ἀπειρεσίην διζημένω , ἔπι κῶας βέβλητο , νεφέλῃ ἐναλίγκιον , τʼ ἀνιόντος ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν . αὐτὰρ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους , ῥοίζει δὲ πελώριον · ἀμφὶ δὲ μακραὶ ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος . ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο , ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον · οἱ δὲ συνάμφω Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν . δείματι δʼ ἐξέγροντο λεχωίδες , ἀμφὶ δὲ παισὶν νηπιάχοις , οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον , ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι . ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται , ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα · ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν . τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη , ὕπνον ἀοσσητῆρα , θεῶν ὕπατον , καλέουσα ἡδείῃ ἐνοπῇ , θέλξαι τέρας · αὖε δʼ ἄνασσαν νυκτιπόλον , χθονίην , εὐαντέα δοῦναι ἐφορμήν . εἵπετο δʼ Αἰσονίδης πεφοβημένος , αὐτὰρ ὅγʼ ἤδη οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν γηγενέος σπείρης , μήκυνε δὲ μυρία κύκλα , οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον · ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν . δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς ῥαῖνε κατʼ ὀφθαλμῶν · περί τʼ ἀμφί τε νήριτος ὀδμὴ φαρμάκου ὕπνον ἔβαλλε · γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ θῆκεν ἐρεισάμενος · τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο . ἔνθα δʼ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας , κούρης κεκλομένης · δʼ ἔμπεδον ἑστηυῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη , εἰσόκε δή μιν αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων ἤνωγεν , λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος . ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται · ἐν δέ οἱ ἦτορ χαίρει δερκομένης καλὸν σέλας · ὧς τότʼ Ἰήσων γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν · καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος . ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἐλάφοιο γίγνεται , ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν , τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον . βεβρίθει λήνεσσιν ἐπηρεφές · ἤλιθα δὲ χθὼν αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο . ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές , ἄλλοτε δʼ αὖτε εἴλει ἀφασσόμενος · περὶ γὰρ δίεν , ὄφρα μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας . Ἠὼς μέν ῥ̓ ἐπὶ γαῖαν ἐκίδνατο , τοὶ δʼ ἐς ὅμιλον ἷξον · θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες λαμπόμενον στεροπῇ ἴκελον Διός . ὦρτο δʼ ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν . Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε , τῷ δʼ ἐπὶ φᾶρος κάββαλε νηγάτεον · πρύμνῃ δʼ ἐνεείσατο κούρην ἀνθέμενος , καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν · μηκέτι νῦν χάζεσθε , φίλοι , πάτρηνδε νέεσθαι . ἤδη γὰρ χρειώ , τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες , εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται . τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν κουριδίην · ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης αὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν σώετε . δὴ γάρ που , μάλʼ ὀίομαι , εἶσιν ἐρύξων Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο . ἀλλʼ οἱ μὲν διὰ νηός , ἀμοιβαδὶς ἀνέρος ἀνὴρ ἑζόμενος , πηδοῖσιν ἐρέσσετε · τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεες , δῄων θοὸν ἔχμα βολάων , προσχόμενοι νόστῳ ἐπαμύνετε . νῦν δʼ ἐνὶ χερσὶν παῖδας ἑοὺς πάτρην τε φίλην , γεραρούς τε τοκῆας ἴσχομεν · ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ , ἠὲ κατηφείην , καὶ μέγα κῦδος ἀρέσθαι . ὧς φάτο , δῦνε δὲ τεύχεʼ ἀρήια · τοὶ δʼ ἰάχησαν θεσπέσιον μεμαῶτες . δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν . ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι Ἀγκαίῳ παρέβασκεν · ἐπείγετο δʼ εἰρεσίῃ νηῦς σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι . ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο . ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν · ὅσσα δέ πόντου κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο , ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνὶ μηνί - - τίς ἂν τάδε τεκμήραιτο ; ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας , κλαγγῇ μαιμώοντες · δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ Αἰήτης ἵπποισι μετέπρεπεν , οὕς οἱ ὄπασσεν ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο , σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων , τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα · πὰρ δέ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον . ἡνία δʼ ἵππων γέντο χεροῖν Ἄψυρτος . υπεκπρὸ δὲ πόντον ἔταμνεν νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν , καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ . αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων κέκλετο · δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ εἰ μή οἱ κούρην αὐτάγρετον , ἀνὰ γαῖαν , πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα , ἄξουσιν , καὶ θυμὸν ἐνιπλήσει μενεαίνων τίσασθαι τάδε πάντα , δαήσονται κεφαλῇσιν πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην . ὧς ἔφατʼ Αἰήτης · αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοι νῆάς τʼ εἰρύσσαντο , καὶ ἄρμενα νηυσὶ βάλοντο , αὐτῷ δʼ ἤματι πόντον ἀνήιον · οὐδέ κε φαίης τόσσον νηίτην στόλον ἔμμεναι , ἀλλʼ οἰωνῶν ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν . οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος Ἥρης , ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισιν Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται , ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν Παφλαγόνων ἀκτῇσι , πάροιθʼ Ἅλυος ποταμοῖο . γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Ἑκάτην . καὶ δὴ τὰ μέν , ὅσσα θυηλὴν κούρη πορσανέουσα τιτύσκετο , μήτε τις ἴστωρ εἴη , μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν . ἅζομαι αὐδῆσαι · τό γε μὴν ἕδος ἐξέτι κείνου , ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν , ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι . αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο , σὺν δὲ καὶ ὧλλοι ἥρωες , Φινῆος , δὴ πλόον ἄλλον ἔειπεν ἐξ Αἴης ἔσσεσθαι · ἀνώιστος δʼ ἐτέτυκτο πᾶσιν ὁμῶς . Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν · Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι νημερτὴς ὅδε μάντις , ὅτῳ ξυνέβητε πάροιθεν . ἔστιν γὰρ πλόος ἄλλος , ὃν ἀθανάτων ἱερῆες πέφραδον , οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν . οὔπω τείρεα πάντα , τά τʼ οὐρανῷ εἱλίσσονται , οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι πευθομένοις · οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες , Ἀρκάδες , οἳ καὶ πρόσθε σεληναίης ὑδέονται ζώειν , φηγὸν ἔδοντες ἐν οὔρεσιν . οὐδὲ Πελασγὶς χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν , ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο , μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν , καὶ ποταμὸς Τρίτων ἠύρροος , ὕπο πᾶσα ἄρδεται Ἠερίη · Διόθεν δέ μιν οὔποτε δεύει ὄμβρος · ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι . ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν σφωιτέρων θάρσει τε πεποιθότα · μυρία δʼ ἄστη νάσσατʼ ἐποιχόμενος , τὰ μὲν ποθι ναιετάουσιν , ἠὲ καὶ οὔ · πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών . αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε τῶνδʼ ἀνδρῶν , οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν , οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται , κύρβιας , οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν . ἔστι δέ τις ποταμός , ὕπατον κέρας Ὠκεανοῖο , εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι · Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο · ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν εἷς οἶος · πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν . ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους , ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει τῇδʼ ὕδωρ , τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα , γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται , εἰ ἐτεὸν δὴ ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν . ὧς ἄρʼ ἔφη · τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν αἴσιον , καὶ πάντες ἐπευφήμησαν ἰδόντες στέλλεσθαι τήνδʼ οἶμον . ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη οὐρανίης ἀκτῖνος , ὅπῃ καὶ ἀμεύσιμον ἦεν . γηθόσυνοι δὲ Λύκοιο κατʼ αὐτόθι παῖδα λιπόντες λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο , οὔρεα Παφλαγόνων θηεύμενοι . οὐδὲ Κάραμβιν γνάμψαν , ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη μεῖνεν , ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο . Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν , ἐτώσια μαστεύοντες , Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν · ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον , οἷσιν ἄνασσεν Ἄψυρτος , Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς . τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο . Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη , τριγλώχιν , εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα , στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον · ἀμφὶ δὲ δοιαὶ σχίζονται προχοαί . τὴν μὲν καλέουσι Νάρηκος · τὴν δʼ ὑπὸ τῇ νεάτῃ , Καλὸν στόμα . τῇ δὲ διαπρὸ Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν · οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο τηλόθεν . εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον ποιμένες ἄγραυλοι νηῶν φόβῳ , οἷά τε θῆρας ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας . οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο , οὔτʼ οὖν Θρήιξιν μιγάδες Σκύθαι , οὐδὲ Σίγυννοι , οὔτʼ οὖν Γραυκένιοι , οὔθʼ οἱ περὶ Λαύριον ἤδη Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες . αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος , καὶ ἄπωθεν ἐόντα Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο , πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα βάλλει ἁλός , πεδίον τε τὸ Λαύριον ἠμείψαντο , δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες πάντῃ , μή σφε λάθοιεν , ὑπετμήξαντο κελεύθους . οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον , ἐκ δʼ ἐπέρησαν δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους . τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον · ἐν ? ? δʼ ἑτέρῃ , πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο , βαῖνον · ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους αὔτως , ἁζόμενοι κούρην Διός · αἱ δὲ δὴ ἄλλαι στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης . ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης . ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι παυρότεροι πλεόνεσσιν ὑπείκαθον · ἀλλὰ πάροιθεν συνθεσίην , μέγα νεῖκος ἀλευάμενοι , ἐτάμοντο , κῶας μὲν χρύσειον , ἐπεί σφισιν αὐτὸς ὑπέστη Αἰήτης , εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους , ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν , εἴτε δόλοισιν , εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων · αὐτὰρ Μήδειάν γε - - τὸ γὰρ πέλεν ἀμφήριστον - - παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου , εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων , εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν , εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι . ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη , δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι νωλεμές · αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις , ὄφρʼ ἐλίασθεν πολλὸν ἑκάς , στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον · Αἰσονίδη , τίνα τήνδε συναρτύνασθε μενοινὴν ἀμφʼ ἐμοί ; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν ἀγλαΐαι , τῶν δʼ οὔτι μετατρέπῃ , ὅσσʼ ἀγόρευες χρειοῖ ἐνισχόμενος ; ποῦ τοι Διὸς Ἱκεσίοιο ὅρκια , ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν ; ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας νοσφισάμην , τά μοι ἦεν ὑπέρτατα · τηλόθι δʼ οἴη λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι σῶν ἕνεκεν καμάτων , ἵνα μοι σόος ἀμφί τε βουσὶν ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους . ὕστατον αὖ καὶ κῶας , ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη , εἷλες ἐμῇ ματίῃ · κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα θηλυτέραις . τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι . πάντῃ νυν πρόφρων ὑπερίστασο , μηδέ με μούνην σεῖο λίπῃς ἀπάνευθεν , ἐποιχόμενος βασιλῆας . ἀλλʼ αὔτως εἴρυσο · δίκη δέ τοι ἔμπεδος ἔστω καὶ θέμις , ἣν ἄμφω συναρέσσαμεν · σύγʼ ἔπειτα φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι , ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν . σχετλίη , εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ ἔμμεναι οὗτος ἄναξ , τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς ἄμφω συνθεσίας . πῶς ἵξομαι ὄμματα πατρός ; μάλʼ ἐυκλειής ; τίνα δʼ οὐ τίσιν , ἠὲ βαρεῖαν ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ , οἷα ἔοργα , ὀτλήσω ; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο ; μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις , ἐπικυδιάεις . μνήσαιο δέ καί ποτʼ ἐμεῖο , στρευγόμενος καμάτοισι · δέρος δέ τοι ἶσον ὀνείροις οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον . ἐκ δέ σε πάτρης αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες · οἷα καὶ αὐτὴ σῇ πάθον ἀτροπίῃ . τὰ μὲν οὐ θέμις ἀκράαντα ἐν γαίῃ πεσέειν . μάλα γὰρ μέγαν ἤλιτες ὅρκον , νηλεές · ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων . ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον · ἵετο δʼ ἥγε νῆα καταφλέξαι , διά τʼ ἔμπεδα πάντα κεάσσαι , ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί . τοῖα δʼ Ἰήσων μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν · ἴσχεο , δαιμονίη · τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ . ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος , ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν εἵνεκα σεῦ . πάντες γάρ , ὅσοι χθόνα τήνδε νέμονται , Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν , ὄφρα σε πατρί , οἷά τε ληισθεῖσαν , ὑπότροπον οἴκαδʼ ἄγοιντο . αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ , μίξαντες δαῒ χεῖρας · τοι καὶ ῥίγιον ἄλγος ἔσσεται , εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν . ἥδε δὲ συνθεσίη κρανέει δόλον , μιν ἐς ἄτην βήσομεν . οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος , ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται · οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν ἀντιβίην , ὅτε μή με διὲξ εἰῶσι νέεσθαι . Ἴσκεν ὑποσσαίνων · δʼ οὐλοὸν ἔκφατο μῦθον · φράζεο νῦν . χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις καὶ τόδε μητίσασθαι , ἐπεὶ τὸ πρῶτον ἀάσθην ἀμπλακίῃ , θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς . τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων · αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι μειλίξω · σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις . εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν , ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει , οὔτι μεγαίρω , κτεῖνέ τε , καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα . ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο Ἀψύρτῳ , καὶ πολλὰ πόρον ξεινήια δῶρα , οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης πορφύρεον . τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί · αὐτὰρ παιδὶ δῶκε Θόαντι μεταῦτις · δʼ αὖ λίπεν Ὑψιπυλείῃ · δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι γλήνεσιν εὐεργὲς ξεινήιον . οὔ μιν ἀφάσσων , οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας . τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου , ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι , καλὰ μεμαρπὼς στήθεα παρθενικῆς Μινωίδος , ἥν ποτε Θησεὺς Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ . δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους , θελγέμεν , εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται συνθεσίῃ , νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν , ἐλθέμεν , ὄφρα δόλον συμφράσσεται , ὥς κεν ἑλοῦσα χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω βαίη ἐς Αἰήταο δόμους · πέρι γάρ μιν ἀνάγκῃ υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι · τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν αἰθέρι καὶ πνοιῇσι , τά κεν καὶ ἄπωθεν ἐόντα ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα . σχέτλιʼ Ἔρως , μέγα πῆμα , μέγα στύγος ἀνθρώποισιν , ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε , ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν . δυσμενέων ἐπὶ παισὶ κορύσσεο , δαῖμον , ἀερθείς , οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην . πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ Ἄψυρτον ; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς . ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο συνθεσίῃ . τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν σφωιτέραις κρινθέντες · δʼ ἐς λόχον ᾖεν Ἰήσων δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους . αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς καρπαλίμως νηὶ διὲξ ἁλὸς οἶδμα περήσας , νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου · οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις εἷο κασιγνήτης , ἀταλὸς πάις οἷα χαράδρης χειμερίης , ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν . εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο . καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν · αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο , γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος · αἶψα δὲ κούρη ἔμπαλιν ὄμματʼ ἔνεικε , καλυψαμένη ὀθόνῃσιν , μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος . τὸν δʼ ὅγε , βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον , πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν , ὅν ποτʼ ἔδειμαν Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν . τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε · λοίσθια δʼ ἥρως θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο · τῆς δὲ καλύπτρην ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν . ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς . ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος , τρὶς δʼ ἀπέλειξε φόνου , τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων , θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι . ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν , ἔνθʼ ἔτι νῦν περ κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν . οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες , τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν , Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο ἥρωες · Κόλχον δʼ ὄλεκον στόλον , ἠύτε κίρκοι φῦλα πελειάων , ἠὲ μέγα πῶυ λέοντες ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες . οὐδʼ ἄρα τις κείνων θάνατον φύγε , πάντα δʼ ὅμιλον πῦρ τε δηιόωντες ἐπέδραμον · ὀψὲ δʼ Ἰήσων ἤντησεν , μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς δευομένοις · ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο . ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον ἑζόμενοι βουλήν · ἐπὶ δέ σφισιν ἤλυθε κούρη φραζομένοις · Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον · ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας εἰρεσίῃ περάαν πλόον ἀντίον , ἐπέχουσιν δήιοι · ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα ἔλπομαι οὐχ ἕνα μῦθον , ὅτις προτέρωσε δίεσθαι ἡμέας ὀτρυνέει , τοὺς πεισέμεν · οἷα δʼ ἄνακτος εὔνιδες , ἀργαλέῃσι διχοστασίῃς κεδόωνται . ῥηιδίη δέ κεν ἄμμι , κεδασθέντων δίχα λαῶν , τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος . ὧς ἔφατʼ · ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο . ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν νωλεμές , ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο , ἀλλάων ὑπάτην , ποταμοῦ σχεδὸν Ἠριδανοῖο . Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος , ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός . ἀλλʼ ἀπέρυκεν Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν . ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης στύξαν , ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο , ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν . οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν , ᾗσιν ἐπέσχον ἥρωες , ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο · οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο , τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε , πύργον ἔδειμαν , ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι · οἱ δʼ ἐν ὄρεσσιν ἐνναίουσιν , ἅπερ τε Κεραύνια κικλήσκονται , ἐκ τόθεν , ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι . ἥρωες δʼ , ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων , δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματʼ ἔδησαν Ὑλλήων . νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι οὐδέ σφιν , ὡς καὶ πρίν , ἀνάρσια μητιάασκον Ὑλλῆες · πρὸς δʼ αὐτοὶ ἐμηχανόωντο κέλευθον , μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος . δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι Αἰσονίδῃ περόωντι κατὰ χρέος , ὁππότε Πυθὼ ἱρὴν πευσόμενος μετεκίαθε τῆσδʼ ὑπὲρ αὐτῆς ναυτιλίης · πέπρωτο δʼ , ὅπῃ χθονὸς ἱδρυνθεῖεν , μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν . τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα , πολλὸν ἔνερθεν οὔδεος , ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο . οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα Ὕλλον , ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι δήμῳ Φαιήκων . γὰρ οἰκία Ναυσιθόοιο Μάκριν τʼ εἰσαφίκανε , Διωνύσοιο τιθήνην , νιψόμενος παίδων ὀλοὸν φόνον · ἔνθʼ ὅγε κούρην Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο , νηιάδα Μελίτην · δὲ σθεναρὸν τέκεν Ὕλλον . οὐδʼ ἄρʼ ὅγʼ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ ναίειν , κοιρανέοντος ὑπʼ ὀφρύσι Ναυσιθόοιο · βῆ δʼ ἅλαδε Κρονίην , αὐτόχθονα λαὸν ἀγείρας Φαιήκων · σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον ἥρως Ναυσίθοος · τόθι δʼ εἵσατο , καί μιν ἔπεφνον Μέντορες , ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν . ἀλλά , θεαί , πῶς τῆσδε παρὲξ ἁλός , ἀμφί τε γαῖαν Αὐσονίην νήσους τε Λιγυστίδας , αἳ καλέονται Στοιχάδες , Ἀργῴης περιώσια σήματα νηὸς νημερτὲς πέφαται ; τίς ἀπόπροθι τόσσον ἀνάγκη καὶ χρειώ σφʼ ἐκόμισσε ; τίνες σφέας ἤγαγον αὖραι ; αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο Ζῆνα , θεῶν βασιλῆα , χόλος λάβεν , οἷον ἔρεξαν . Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης αἷμʼ ἀπονιψαμένους , πρό τε μυρία πημανθέντας , νοστήσειν . τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν · ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες τηλόθι · τὰς δʼ ἀπέλειπον , ὅσαι Κόλχοισι πάροιθεν ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι , Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια . αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο , ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην , ἠύκομον Κέρκυραν , ἑκὰς Φλιουντίδος αἴης , ἁρπάξας ὑπʼ ἔρωτι · μελαινομένην δέ μιν ἄνδρες ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν . τῇ δʼ ἐπὶ καὶ Μελίτην , λιαρῷ περιγηθέες οὔρῳ , αἰπεινήν τε Κερωσσόν , ὕπερθε δὲ πολλὸν ἐοῦσαν Νυμφαίην παράμειβον , ἵνα κρείουσα Καλυψὼ Ἀτλαντὶς ναίεσκε · τὰ δʼ ἠεροειδέα λεύσσειν οὔρεα δοιάζοντο Κεραύνια . καὶ τότε βουλὰς ἀμφʼ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθʼ Ἥρη . μηδομένη δʼ ἄνυσιν τοῖο πλόου , ὦρσεν ἀέλλας ἀντικρύ , ταῖς αὖτις ἀναρπάγδην φορέοντο νήσου ἔπι κραναῆς Ἠλεκτρίδος . αὐτίκα δʼ ἄφνω ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ , τό ῥʼ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ . τοὺς δʼ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας φθογγήν τε Ζηνός τε βαρὺν χόλον . οὐ γὰρ ἀλύξειν ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός , οὔτε θυέλλας ἀργαλέας , ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο νηλέα νίψειεν · Πολυδεύκεα δʼ εὐχετάασθαι Κάστορά τʼ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός , ἔνι Κίρκην δήουσιν , Πέρσης τε καὶ Ἠελίοιο θύγατρα . ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας · οἱ δʼ ἀνόρουσαν Τυνδαρίδαι , καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν εὐχόμενοι τὰ ἕκαστα · κατηφείη δʼ ἔχεν ἄλλους ἥρωας Μινύας . δʼ ἔσσυτο πολλὸν ἐπιπρὸ λαίφεσιν , ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο · ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο λίμνης ἐς προχοὰς πολυβενθέος · δʼ ἔτι νῦν περ τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν . οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ · ἀλλὰ μεσηγὺς φλογμῷ ἐπιθρώσκει πεποτημένος . ἀμφὶ δὲ κοῦραι Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν , μύρονται κινυρὸν μέλεαι γόον · ἐκ δὲ φαεινὰς ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε , αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται · εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο , δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα κυμαίνοντι ῥόῳ . Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο , ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο ἐμφέρεται δίναις , τε μυρία χεῦε πάροιθεν , ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν , οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς , χωόμενος περὶ παιδί , τὸν ἐν λιπαρῇ Λακερείῃ δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο . καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται . τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος , οὐδὲ ποτοῖο , οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος . ἀλλʼ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες ὀδμῇ λευγαλέῃ , τήν ῥʼ ἄσχετον ἐξανίεσκον τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο · νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον Ἡλιάδων λιγέως · τὰ δὲ δάκρυα μυρομένῃσιν οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο . ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν , ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται · ἄμμιγα δʼ ὕδωρ ἐν ξυνοχῇ βέβρυκε κυκώμενον . αὐτὰρ γαίης ἐκ μυχάτης , ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός , ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς Ὠκεανοῦ , τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει , τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον ἑπτὰ διὰ στομάτων ἵει ῥόον . ἐκ δʼ ἄρα τοῖο λίμνας εἰσέλασαν δυσχείμονας , αἵ τʼ ἀνὰ Κελτῶν ἤπειρον πέπτανται ἀθέσφατον · ἔνθα κεν οἵγε ἄτῃ ἀεικελίῃ πέλασαν . φέρε γάρ τις ἀπορρὼξ κόλπον ἐς Ὠκεανοῖο , τὸν οὐ προδαέντες ἔμελλον εἰσβαλέειν , τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν . ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν οὐρανόθεν προθοροῦσα · φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς πάντες ὁμῶς · δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ . ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο , καί ῥʼ ἐνόησαν τὴν οἶμον , τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν . δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο Ἥρης ἐννεσίῃσι , διʼ ἔθνεα μυρία Κελτῶν καὶ Λιγύων περόωντες ἀδήιοι . ἀμφὶ γὰρ αἰνὴν ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν . μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων Ζηνός · δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται ἔμπεδον · οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο ναυτιλίης · Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας . Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν νῆσον , ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις · χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται εἴκελαι · ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων · ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται . καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες · ἷξον δʼ Αἰαίης λιμένα κλυτόν · ἐκ δʼ ἄρα νηὸς πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον . ἔνθα δὲ Κίρκην εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν · τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο . αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο μύρεσθαι δόκεον · φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν , οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας , ὅστις ἵκοιτο · τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν , χερσὶν ἀφυσσαμένη · λῆξεν δʼ ὀλοοῖο φόβοιο . τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν . θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν , οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας , ἄλλο δʼ ἀπʼ ἄλλων συμμιγέες μελέων , κίον ἀθρόοι , ἠύτε μῆλα ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι . τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν , οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα , οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο ἰκμάδας αἰνυμένη · τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας · τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο . ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον · αἶψα δʼ ἕκαστος Κίρκης εἴς τε φυήν , εἴς τʼ ὄμματα παπταίνοντες ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο . δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων , αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε · τοὺς δʼ ἅμʼ ἕπεσθαι , χειρὶ καταρρέξασα , δολοφροσύνῃσιν ἄνωγεν . ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο μίμνεν ἀπηλεγέως · δʼ ἐρύσσατο Κολχίδα κούρην . ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν , ἔστʼ ἀφίκοντο Κίρκης ἐς μέγαρον · τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν ἥγε θρόνοις ἕζεσθαι , ἀμηχανέουσα κιόντων . τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε ἵζανον , τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται , μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα , αὐτὰρ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας , ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν · οὐδέ ποτʼ ὄσσε ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον . αὐτίκα δʼ ἔγνω Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο . τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο , ὃς μέγα μὲν κοτέει , μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει , ῥέζε θυηπολίην , οἵῃ τʼ ἀπολυμαίνονται νηλειεῖς ἱκέται , ὅτʼ ἐφέστιοι ἀντιόωσιν . πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο τειναμένη καθύπερθε συὸς τέκος , ἧς ἔτι μαζοὶ πλήμμυρον λοχίης ἐκ νηδύος , αἵματι χεῖρας τέγγεν , ἐπιτμήγουσα δέρην · αὖτις δὲ καὶ ἄλλοις μείλισσεν χύτλοισι , καθάρσιον ἀγκαλέουσα Ζῆνα , παλαμναίων τιμήορον ἱκεσιάων . καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν νηιάδες πρόπολοι , ταί οἱ πόρσυνον ἕκαστα . δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος , ὄφρα χόλοιο σμερδαλέας παύσειεν Ἐρινύας , ἠδὲ καὶ αὐτὸς εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν , εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας , εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν . αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο , δή τότʼ ἔπειτα εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν , καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς . αἶψα δὲ μύθῳ χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν . ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες αὔτως ἱδρύνθησαν ἐφέστιοι . γὰρ ὀνείρων μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν · ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν , αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν . πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι ἦεν , ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην . δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν , Κολχίδα γῆρυν ἱεῖσα , βαρύφρονος Αἰήταο κούρη μειλιχίως , ἠμὲν στόλον ἠδὲ κελεύθους ἡρώων , ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις , ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς , ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς σὺν παισὶν Φρίξοιο · φόνον δʼ ἀλέεινεν ἐνισπεῖν Ἀψύρτου . τὴν δʼ οὔτι νόῳ λάθεν · ἀλλὰ καὶ ἔμπης μυρομένην ἐλέαιρεν , ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν · σχετλίη , ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον . ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο ἐκφυγέειν · τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης τισόμενος φόνον υἷος , ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας . ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο , ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ · ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα , ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν · μηδέ με γουνάσσηαι ἐφέστιος , οὐ γὰρ ἔγωγε αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν . ὧς φάτο · τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν · ἀμφὶ δὲ πέπλον ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν , ὄφρα μιν ἥρως χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε δείματι παλλομένην · λεῖπον δʼ ἀπὸ δώματα Κίρκης . οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον · ἀλλά οἱ Ἶρις πέφραδεν , εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας . αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν , ὁππότε νῆα στείχοιεν · τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν · Ἶρι φίλη , νῦν , εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς , εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν , δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν . κείνης γὰρ χρειώ με κιχάνεται . αὐτὰρ ἔπειτα ἐλθεῖν εἰς ἀκτάς , ὅθι τʼ ἄκμονες Ἡφαίστοιο χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν · εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός , εἰσόκεν Ἀργὼ τάσγε παρεξελάσῃσιν . ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν , Αἴολον , ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει · καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον , ὥς κεν ἀήτας πάντας ἀπολλήξειεν ὑπʼ ἠέρι , μηδέ τις αὔρη τρηχύνοι πέλαγος · Ζεφύρου γε μὲν οὖρος ἀήτω , ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται . ὧς ἔφατʼ · αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσα τέμνε , τανυσσαμένη κοῦφα πτερά . δῦ δʼ ἐνὶ πόντῳ Αἰγαίῳ , τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν . πρώτην δʼ εἰσαφίκανε Θέτιν , καὶ ἐπέφραδε μῦθον Ἥρης ἐννεσίῃς , ὦρσέν τέ μιν εἰς νέεσθαι . δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο · παῦσε δὲ τόνγε ῥίμφα σιδηρείων τυπίδων · ἔσχοντο δʼ ἀυτμῆς αἰθαλέοι πρηστῆρες . ἀτὰρ τρίτον εἰσαφίκανεν Αἴολον Ἱππότεω παῖδα κλυτόν . ὄφρα δὲ καὶ τῷ ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο , τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην · δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε , φαῖνέ τε μῦθον · κέκλυθι νῦν , Θέτι δῖα , τά τοι ἐπιέλδομʼ ἐνισπεῖν . οἶσθα μέν , ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως Αἰσονίδης , οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου , οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωντας πέτρας , ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι , κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν . νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν δεινὸν ἐρευγομένην δέχεται ὁδός . ἀλλά σε γὰρ δὴ ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησα ἔξοχον ἀλλάων , αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν , οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο λέξασθαι . κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν , ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν . ἀλλʼ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα , ἠλεύω · δʼ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν , μήποτέ σʼ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν . ἔμπης δʼ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν , εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα , ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο παῖδα τεκεῖν · τῶ καί σε λιλαιόμενος μεθέηκεν , δείματι , μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι ἀθανάτων , ἀλλʼ αἰὲν ἑὸν κράτος εἰρύοιτο . αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι δῶκά τοι , ὄφρα γάμου θυμηδέος ἀντιάσειας , τέκνα τε φιτύσαιο · θεοὺς δʼ ἐς δαῖτʼ ἐκάλεσσα πάντας ὁμῶς · αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον νυμφίδιον , κείνης ἀγανόφρονος εἵνεκα τιμῆς . ἀλλʼ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω . εὖτʼ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται , ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος , χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο Μηδείης · σὺ δʼ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα , ἠδʼ αὐτῷ Πηλῆι . τί τοι χόλος ἐστήρικται ; ἀάσθη . καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη . ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω λωφήσειν πρήσοντα πυρὸς μένος , Ἱπποτάδην δὲ Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν , νόσφιν ἐυσταθέος ζεφύρου , τείως κεν ἵκωνται Φαιήκων λιμένας · σὺ δʼ ἀκηδέα μήδεο νόστον . δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματʼ ἔασιν μοῦνον , κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις . μηδὲ σύγʼ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς ἐσβαλέειν , μὴ πάντας ἀναβρόξασα φέρῃσιν , ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι , Σκύλλης Αὐσονίης ὀλοόφρονος , ἣν τέκε Φόρκυι νυκτιπόλος Ἑκάτη , τήν τε κλείουσι Κράταιιν , μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν λεκτοὺς ἡρώων δηλήσεται . ἀλλʼ ἔχε νῆα κεῖσʼ , ὅθι περ τυτθή γε παραίβασις ἔσσετʼ ὀλέθρου . ὧς φάτο · τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ · εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι ζαχρηεῖς λήξουσιν ἐτήτυμον , τʼ ἂν ἔγωγε θαρσαλέη φαίην , καὶ κύματος ἀντιόωντος νῆα σαωσέμεναι , ζεφύρου λίγα κινυμένοιο . ἀλλʼ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν , ὄφρα κασιγνήτας μετελεύσομαι , αἵ μοι ἀρωγοὶ ἔσσονται , καὶ νηὸς ὅθι πρυμνήσιʼ ἀνῆπται , ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι . , καὶ ἀναΐξασα κατʼ αἰθέρος ἔμπεσε δίναις κυανέου πόντοιο · κάλει δʼ ἐπαμυνέμεν ἄλλας αὐτοκασιγνήτας Νηρηίδας · αἱ δʼ ἀίουσαι ἤντεον ἀλλήλῃσι · Θέτις δʼ ἀγόρευεν ἐφετμὰς Ἥρης · αἶψα δʼ ἴαλλε μετʼ Αὐσονίην ἅλα πάσας . αὐτὴ δʼ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων ἠελίου , ὅτʼ ἄνεισι περαίης ὑψόθι γαίης , σεύατʼ ἴμεν λαιψηρὰ διʼ ὕδατος , ἔστʼ ἀφίκανεν ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο . τοὺς δʼ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τʼ ὀιστῶν τερπομένους · δʼ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης Αἰακίδεω Πηλῆος · γάρ ῥά οἱ ἦεν ἀκοίτης · οὐδέ τις εἰσιδέειν δύνατʼ ἔμπεδον , ἀλλʼ ἄρα τῷγε οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο , φώνησέν τε · μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες , ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός , Ἥρῃ πειθόμενοι ἐπαρηγόνι . τῆς γὰρ ἐφετμῇς πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν , νῆα διὲκ πέτρας , αἵ τε Πλαγκταὶ καλέονται , ῥυσόμεναι . κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος . ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας , εὖτʼ ἂν ἴδηαι ἀντομένην σὺν τῇσι · νόῳ δʼ ἔχε , μή με χολώσῃς πλεῖον ἔτʼ , τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας . , καὶ ἔπειτʼ ἀίδηλος ἐδύσατο βένθεα πόντου · τὸν δʼ ἄχος αἰνὸν ἔτυψεν , ἐπεὶ πάρος οὐκέτʼ ἰοῦσαν ἔδρακεν , ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος . μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν νύκτα διὰ μέσσην φλογμῷ πυρός · ἤματα δʼ αὖτε ἀμβροσίῃ χρίεσκε τέρεν δέμας , ὄφρα πέλοιτο ἀθάνατος , καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι . αὐτὰρ ὅγʼ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν παῖδα φίλον σπαίροντα διὰ φλογός · ἧκε δʼ ἀυτὴν σμερδαλέην ἐσιδών , μέγα νήπιος · δʼ ἀίουσα τὸν μὲν ἄρʼ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα , αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας , ἠύτʼ ὄνειρος , βῆ ῥʼ ἴμεν ἐκ μεγάροιο θοῶς , καὶ ἐσήλατο πόντον χωσαμένη · μετὰ δʼ οὔτι παλίσσυτος ἵκετʼ ὀπίσσω . τῶ μιν ἀμηχανίη δῆσεν φρένας · ἀλλὰ καὶ ἔμπης πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις . οἱ δʼ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους ἐσσυμένως , δόρπον τε χαμεύνας τʼ ἀμφεπένοντο , τῇς ἔνι δαισάμενοι νύκτʼ ἄεσαν , ὡς τὸ πάροιθεν . ἦμος δʼ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς , δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός · ἐκ δὲ βυθοῖο εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα ἄρμενα μηρύοντο κατὰ χρέος · ὕψι δὲ λαῖφος εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης . νῆα δʼ ἐυκραὴς ἄνεμος φέρεν . αἶψα δὲ νῆσον καλήν , Ἀνθεμόεσσαν ἐσέδρακον , ἔνθα λίγειαι Σειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσιν θέλγουσαι μολπῇσιν , ὅτις παρὰ πεῖσμα βάλοιτο . τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα γείνατο Τερψιχόρη , Μουσέων μία · καί ποτε Δηοῦς θυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκον ἄμμιγα μελπόμεναι · τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν , ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι . αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο , τηκεδόνι φθινύθουσαι · ἀπηλεγέως δʼ ἄρα καὶ τοῖς ἵεσαν ἐκ στομάτων ὄπα λείριον . οἱ δʼ ἀπὸ νηὸς ἤδη πείσματʼ ἔμελλον ἐπʼ ἠιόνεσσι βαλέσθαι , εἰ μὴ ἄρʼ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς , ὄφρʼ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ κρεγμῷ · παρθενικὴν δʼ ἐνοπὴν ἐβιήσατο φόρμιγξ . νῆα δʼ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα πρυμνόθεν ὀρνύμενον · ταὶ δʼ ἄκριτον ἵεσαν αὐδήν . ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις , οἶος ἑταίρων προφθάμενος , ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ Βούτης , Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς · νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος , ὄφρʼ ἐπιβαίη , σχέτλιος . τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων , ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα Κύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο , καί ῥʼ ἐσάωσεν πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην . οἱ δʼ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον , ἄλλα δʼ ὄπαζον κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν . τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη · τῇ δʼ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις · ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι ῥόχθεον , ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ ἄκρων ἐκ σκοπέλων , πυριθαλπέος ὑψόθι πέτρης , καπνῷ δʼ ἀχλυόεις αἰθὴρ πέλεν , οὐδέ κεν αὐγὰς ἔδρακες ἠελίοιο . τότʼ αὖ λήξαντος ἀπʼ ἔργων Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν . ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι ἤντεον · δʼ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο δῖα Θέτις , Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι . ὡς δʼ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα , ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι , ἄλλοτʼ ὄπισθεν , ἄλλοτε παρβολάδην , ναύτῃσι δὲ χάρμα τέτυκται · ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο Ἀργῴῃ περὶ νηί , Θέτις δʼ ἴθυνε κέλευθον . καί ῥʼ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον , αὐτίκʼ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας , ὑψοῦ ἐπʼ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς ῥώοντʼ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν . τὴν δὲ παρηορίην κόπτεν ῥόος · ἀμφὶ δὲ κῦμα λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν , αἵ θʼ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον , ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου ἠρήρειν , τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα . αἱ δʼ , ὥστʼ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαί , δίχα κόλπον ἐπʼ ἰξύας εἱλίξασαι σφαίρῃ ἀθύρουσιν περιηγέι · αἱ μὲν ἔπειτα ἄλλη ὑπʼ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει ὕψι μεταχρονίην · δʼ οὔποτε πίλναται οὔδει · ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πέμπε διηερίην ἐπὶ κύμασιν , αἰὲν ἄπωθεν πετράων · περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ . τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας Ἥφαιστος θηεῖτο , καὶ αἰγλήεντος ὕπερθεν οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ · ἀμφὶ δʼ Ἀθήνῃ βάλλε χέρας , τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν . ὅσση δʼ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα , τοσσάτιον μογέεσκον ἐπὶ χρόνον , ὀχλίζουσαι νῆα διὲκ πέτρας πολυηχέας · οἱ δʼ ἀνέμοιο αὖτις ἐπαυρόμενοι προτέρω θέον · ὦκα δʼ ἄμειβον Θρινακίης λειμῶνα , βοῶν τροφὸν Ἠελίοιο . ἔνθʼ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν δῦνον , ἐπεί ῥʼ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς . τοὺς δʼ ἄμυδις βληχή τε διʼ ἠέρος ἵκετο μήλων , μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατʼ ἔβαλλεν . καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο , ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα · Λαμπετίη δʼ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ πάλλεν ὀπηδεύουσα καλαύροπα . τὰς δὲ καὶ αὐτοὶ βοσκομένας ποταμοῖο παρʼ ὕδασιν εἰσορόωντο ἂμ πεδίον καὶ ἕλος λειμώνιον · οὐδέ τις ἦεν κυανέη μετὰ τῇσι δέμας , πᾶσαι δὲ γάλακτι εἰδόμεναι , χρυσέοισι κεράασι κυδιάασκον . καὶ μὲν τὰς παράμειβον ἐπʼ ἤματι · νυκτὶ δʼ ἰούσῃ πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι , ὄφρα καὶ αὖτις Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν . ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος , ὕπο δὴ κεῖσθαι δρέπανον φάτις - - ἵλατε Μοῦσαι , οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος - - ἀπὸ πατρὸς μήδεα νηλειῶς ἔταμεν Κρόνος · οἱ δέ Δηοῦς κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην . Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ , Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι , Μάκριδα φιλαμένη . Δρεπάνη τόθεν ἐκλήισται οὔνομα , Φαιήκων ἱερὴ τροφός · ὧς δὲ καὶ αὐτοὶ αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν . τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός · οἱ δʼ ἀγανῇσιν Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας δειδέχατʼ ἀσπασίως · ἐπὶ δέ σφισι καγχαλάασκεν πᾶσα πόλις · φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι . καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο , τῷ ἴκελοι , οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες Αἱμονίῃ · μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι · ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη Κόλχων , οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν . Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι ἵεντʼ ἀπροφάτως , ἠὲ στονόεσσαν ἀυτὴν νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ . ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο κρείων Ἀλκίνοος . λελίητο γὰρ ἀμφοτέροισιν δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι . κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς Αἰσονίδεω ἑτάρους μειλίσσετο , πολλὰ δὲ χερσὶν Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο · γουνοῦμαι , βασίλεια · σὺ δʼ ἵλαθι , μηδέ με Κόλχοις ἐκδώῃς πατρὶ κομιζέμεν , εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς μία φέρβεαι , οἷσιν ἐς ἄτην ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν . ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες , οὐ μὲν ἕκητι μαργοσύνης . ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο , ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης , μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν κεῖθεν ἀφωρμήθην · στυγερὸν δέ με τάρβος ἔπεισεν τῆσγε φυγῆς μνήσασθαι , ὅτʼ ἤλιτον · οὐδέ τις ἄλλη μῆτις ἔην . ἔτι μοι μίτρη μένει , ὡς ἐνὶ πατρὸς δώμασιν , ἄχραντος καὶ ἀκήρατος . ἀλλʼ ἐλέαιρε , πότνα , τεόν τε πόσιν μειλίσσεο · σοὶ δʼ ὀπάσειαν ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος . τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα · τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον · ὑμέων , πέρι δὴ μέγα φέρτατοι , ἀμφί τʼ ἀέθλοις ὧν κάμον ὑμετέροισιν , ἀτύζομαι · ἧς ἰότητι ταύρους τʼ ἐζεύξασθε , καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν κείρατε γηγενέων · ἧς εἵνεκεν Αἱμονίηνδε χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες . ἥδʼ ἐγώ , πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας , δόμον , σύμπασαν ἐυφροσύνην βιότοιο · ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις ἤνυσα · καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας ὄμμασιν · αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων ἀγλαΐας · στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι . δείσατε συνθεσίας τε καὶ ὅρκια , δείσατʼ Ἐρινὺν Ἱκεσίην , νέμεσίν τε θεῶν , ἐς χεῖρας ἰοῦσαν Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι . οὐ νηούς , οὐ πύργον ἐπίρροθον , οὐκ ἀλεωρὴν ἄλλην , οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους . σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες · οὐδʼ ἐνὶ θυμῷ αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης δερκόμενοι τείνουσαν ἀμήχανον · ἀλλά κε πᾶσιν , κῶας ἑλεῖν μεμαῶτες , ἐμίξατε δούρατα Κόλχοις αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι · νῦν δʼ ἐλάθεσθε ἠνορέης , ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν . ὧς φάτο λισσομένη · τῶν δʼ ὅντινα γουνάζοιτο , ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν . σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν , φάσγανά τʼ ἐκ κολεῶν . οὐδὲ σχήσεσθαι ἀρωγῆς ἔννεπον , εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν . στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα νὺξ ἔργων ἄνδρεσσι , κατευκήλησε δὲ πᾶσαν γαῖαν ὁμῶς · τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος , ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός . οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει ἐννυχίη · τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα χηροσύνῃ πόσιος · σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς μνωομένης , οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα · ὧς τῆς ἰκμαίνοντο παρηίδες · ἐν δέ οἱ ἦτορ ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν . τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν , ὡς τὸ πάροιθεν , κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο Ἀρήτη ἄλοχος , κούρης πέρι μητιάασκον οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας · οἷα δʼ ἀκοίτην κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις · ναὶ φίλος , εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων παρθενικήν , Μινύῃσι φέρων χάριν . ἐγγύθι δʼ Ἄργος ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες · Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν , οὐδέ τι ἴδμεν Αἰήτην , ἀλλʼ οἶον ἀκούομεν · ἥδε δὲ κούρη αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα . μή μιν , ἄναξ , Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι . ἀάσθη , ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν φάρμακά οἱ · σχεδόθεν δὲ κακῷ κακόν , οἷά τε πολλὰ ῥέζομεν ἀμπλακίῃσιν , ἀκειομένη ὑπάλυξεν πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον . αὐτὰρ Ἰήσων , ὡς ἀίω , μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις , κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν , τῶ , φίλε , μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι θείης Αἰσονίδην , μήτʼ ἄσχετα σεῖο ἕκητι παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο . λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες · οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς · οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη , πατρὸς ἀτασθαλίῃσι · νέον γε μέν , οὐδʼ ἀποτηλοῦ , ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα πῆξε θυγατρὸς ἑῆς · στονόεντι δὲ κάρφεται οἴτῳ ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ . ὧς ἔφατʼ ἀντομένη · τοῦ δὲ φρένες ἰαίνοντυ ἧς ἀλόχου μύθοισιν , ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν · Ἀρήτη , καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι Κόλχους , ἡρώεσσι φέρων χάριν , εἵνεκα κούρης . ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι . οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν , ὡς ἀγορεύεις , λώιον · οὐ γάρ τις βασιλεύτερος Αἰήταο . καί κʼ ἐθέλων , ἕκαθέν περ , ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο . τῶ μʼ ἐπέοικε δίκην , ἥτις μετὰ πᾶσιν ἀρίστη ἔσσεται ἀνθρώποισι , δικαζέμεν · οὐδέ σε κεύσω . παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι ἰθύνω · λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι · οὐδέ , γενέθλην εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει , δῄοισιν ὀπάσσω . ὧς ἄρʼ ἔφη · καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος . δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ · αὐτίκα δʼ ὦρτο ἐκ λεχέων ἀνὰ δῶμα · συνήιξαν δὲ γυναῖκες ἀμφίπολοι , δέσποιναν ἑὴν μέτα ποιπνύουσαι . σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν , ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ , μηδʼ Ἀλκίνοον βασιλῆα λίσσεσθαι · τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει , παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς ἐκδώσειν , λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος . ὧς ἄρʼ ἔφη · τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο , ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο . τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας Ὑλλικῷ ἐν λιμένι , σχεδὸν ἄστεος · ἐκ δʼ ἄρα πᾶσαν πέφραδεν ἀγγελίην · γήθησε δὲ θυμὸς ἑκάστου ἡρώων · μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν . αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν , θέμις , εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες , αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν ἄντρῳ ἐν ἠγαθέῳ , τόθι δή ποτε Μάκρις ἔναιεν , κούρη Ἀρισταίοιο μελίφρονος , ὅς ῥα μελισσέων ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης . κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ἐνὶ κόλπῳ δέξατο , καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν , εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός · ἔδρακε δʼ Ἥρη , καί χολωσαμένη πάσης ἐξήλασε νήσου . δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ νάσσατο , καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν . ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα · τοῖο δʼ ὕπερθεν χρύσεον αἰγλῆεν κῶας βάλον , ὄφρα πέλοιτο τιμήεις τε γάμος καὶ ἀοίδιμος . ἄνθεα δέ σφιν νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις ἐσφόρεον · πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη · τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος . δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον · ἴσχε δʼ ἑκάστην αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι . αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες · αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο · αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες . ὦρσε γὰρ αὐτὴ Ἥρη Ζηνὸς ἄκοιτις , Ἰήσονα κυδαίνουσα . κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον Μηδείης , ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν τεινάμεναι ἑανοὺς εὐώδεας . οἱ δʼ ἐνὶ χερσὶν δούρατα νωμήσαντες ἀρήια , μὴ πρὶν ἐς ἀλκὴν δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος , κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν , ἐμμελέως , Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον . οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι ἥρως Αἰσονίδης , μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο , νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος · ὧς δὲ καὶ αὐτὴ Μήδεια φρονέεσκε · τότʼ αὖ χρεὼ ἦγε μιγῆναι . ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί · σὺν δέ τις αἰεὶ πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη . τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι δεῖμʼ ἔχεν , εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο . Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν λῦε κελαινὴν νύκτα διʼ ἠέρος · αἱ δʼ ἐγέλασσαν ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν ἀτραπιτοὶ πεδίων · ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς · κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν , οἱ δʼ ἀποτηλοῦ Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο . αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν ὃν νόον ἐξερέων κούρης ὕπερ · ἐν δʼ ὅγε χειρὶ σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον , ὕπο λαοὶ ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας . τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο . ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων βαῖνον ἐποψόμεναι · σὺν δʼ ἀνέρες ἀγροιῶται ἤντεον εἰσαΐοντες , ἐπεὶ νημερτέα βάξιν Ἥρη ἐπιπροέηκεν . ἄγεν δʼ μὲν ἔκκριτον ἄλλων ἀρνειὸν μήλων , δʼ ἀεργηλὴν ἔτι πόρϝιν · ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου κίρνασθαι · θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς . αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον , οἷα γυναῖκες , μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν ἀγλαΐην , οἵην τε νεόζυγες ἐντύνονται · θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων εἴδεα καὶ μορφάς , ἐν δέ σφισιν Οἰάγροιο υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ . νύμφαι δʼ ἄμμιγα πᾶσαι , ὅτε μνήσαιτο γάμοιο , ἱμερόενθʼ ὑμέναιον ἀνήπυον · ἄλλοτε δʼ αὖτε οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον , Ἥρη , σεῖο ἕκητι · σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας Ἀρήτῃ , πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο . αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν ἰθείης , ἤδη δὲ γάμου τέλος ἐκλήιστο , ἔμπεδον ὧς ἀλέγυνε διαμπερές · οὐδέ τάρβος οὐλοόν , οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο μήνιες , ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις . τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες , καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν , λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν , δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς δέχθαι μειλίξαντο συνήμονας · αὖθι δὲ νήσῳ δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον , εἰσότε Βακχιάδαι , γενεὴν Ἐφύρηθεν ἐόντες , ἀνέρες ἐννάσσαντο μετὰ χρόνον · οἱ δὲ περαίην νῆσον ἔβαν · κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων οὔρεα , Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι · ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη . Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος βωμοί , τοὺς Μήδεια καθίσσατο . πολλὰ δʼ ἰοῦσιν Λ̓λκίνοος Μινύαις ξεινήια , πολλὰ δʼ ὄπασσεν Λ̓ρήτη · μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο . ἤματι δʼ ἑβδομάτῳ Δρεπάνην λίπον · ἤλυθε δʼ οὖρος ἀκραὴς ἠῶθεν ὑπὲκ Διός · οἱ δʼ ἀνέμοιο πνοιῇ ἐπειγόμ ? ? ἰοι προτέρω θέον . ἀλλὰ γὰρ οὔπω αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν , ὄφρʼ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν . ἤδη μέν ποθι κόλπον ἐπώνυμον Λ̓μβρακιήων , ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους ἑξείης , Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα · καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα , μέχρις ἵκοντο προπρὸ μάλʼ ἔνδοθι Σύρτιν , ὅθʼ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει , ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι . πάντῃ γὰρ τέναγος , πάντῃ μνιόεντα βυθοῖο τάρφεα · κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη · ἠερίη δʼ ἄμαθος παρακέκλιται · οὐδέ τι κεῖσε ἑρπετόν , οὐδὲ ποτητὸν ἀείρεται . ἔνθʼ ἄρα τούσγε πλυμμυρίς - - καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιο θαμὰ δὴ τόδε χεῦμα , καὶ ἂψ ἐπερεύγεται ἀκτὰς λάβρον ἐποιχόμενον - - μυχάτῃ ἐνέωσε τάχιστα ἠιόνι , τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο . οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν , ἄχος δʼ ἕλεν εἰσορόωντας ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα , τηλοῦ ὑπερτείνοντα διηνεκές · οὐδέ τινʼ ἀρδμόν , οὐ πάτον , οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων αὔλιον , εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ . ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν · τίς χθὼν εὔχεται ἥδε ; πόθι ξυνέωσαν ἄελλαι ἡμέας ; αἴθʼ ἔτλημεν , ἀφειδέες οὐλομένοιο δείματος , αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων . τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι . νῦν δὲ τί κεν ῥέξαιμεν , ἐρυκόμενοι ἀνέμοισιν αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον ; οἷον ἐρήμη πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο . ὧς ἄρʼ ἔφη · μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητος ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν · Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον , οὐδʼ ὑπάλυξις ἔστʼ ἄτης · πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναι τῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας , εἰ καὶ ἀῆται χερσόθεν ἀμπνεύσειαν · ἐπεὶ τεναγώδεα λεύσσω τῆλε περισκοπέων ἅλα πάντοθεν · ἤλιθα δʼ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν . καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθη νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω · ἀλλά μιν αὐτὴ πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν . νῦν δʼ μὲν πέλαγόσδε μετέσσυται , οἰόθι δʼ ἅλμη ἄπλοος εἰλεῖται , γαίης ὕπερ ὅσσον ἔχουσα . τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαι ναυτιλίης νόστου τε . δαημοσύνην δέ τις ἄλλος φαίνοι ἑήν · πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσειν μαιομένῳ κομιδῆς . ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι . ὧς φάτο δακρυόεις · σὺν δʼ ἔννεπον ἀσχαλόωντι ὅσσοι ἔσαν νηῶν δεδαημένοι · ἐν δʼ ἄρα πᾶσιν παχνώθη κραδίη , χύτο δὲ χλόος ἀμφὶ παρειάς . οἷον δʼ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν , πολέμοιο λοιμοῖο τέλος ποτιδέγμενοι , ἠέ τινʼ ὄμβρον ἄσπετον , ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα , ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα αἵματι , καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται , ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτʼ ἐπάγῃσιν οὐρανόθεν , τὰ δὲ λαμπρὰ διʼ ἠέρος ἄστρα φαείνοι · ὧς τότʼ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες . ἐπήλυθε δʼ αὐτίκʼ ἐρεμνὴ ἕσπερος . οἱ δʼ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον , ἵνʼ ἄνδιχα δῆθεν ἕκαστος θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες . βὰν δʼ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι · ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτʼ ἔπι πᾶσαν καὶ φάος , οἰκτίστῳ θανάτῳ ἔπι . νόσφι δὲ κοῦραι ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί . ὡς δʼ ὅτʼ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί · ὅτε καλὰ νάοντος ἐπʼ ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσωσιν ἑὸν μέλος , ἀμφὶ δὲ λειμὼν ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα · ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο . καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπʼ ἀέθλῳ · ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῷσσαι , Λιβύης τιμήοροι , αἵ ποτʼ Λ̓θήνην , ἦμος ὅτʼ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα , ἀντόμεναι Τρίτωνος ἐφʼ ὕδασι χυτλώσαντο . ἔνδιον ἦμαρ ἔην , περὶ δʼ ὀξύταται θέρον αὐγαὶ ἠελίου Λιβύην · αἱ δὲ σχεδὸν Λἰσονίδαο ἔσταν , ἕλον δʼ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον . αὐτὰρ ὅγʼ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματʼ ἔνεικεν , δαίμονας αἰδεσθείς · αὐτὸν δέ μιν ἀμφαδὸν οἶον μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον · κάμμορε , τίπτʼ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι ; ἴδμεν ἐποιχομένους χρύσεον δέρος · ἴδμεν ἕκαστα ὑμετέρων καμάτων , ὅσʼ ἐπὶ χθονός , ὅσσα τʼ ἐφʼ ὑγρὴν πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργʼ ἐκάμεσθε . οἰοπόλοι δʼ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι , ἡρῷσσαι , Λιβύης τιμήοροι ἠδὲ θύγατρες . ἀλλʼ ἄνα · μηδʼ ἔτι τοῖον ὀιζύων ἀκάχησο · ἄνστησον δʼ ἑτάρους . εὖτʼ ἂν δέ τοι Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ , δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετʼ ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα · καί κεν ἔτʼ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε . ὧς ἄρʼ ἔφαν , καὶ ἄφαντοι ἵνʼ ἔσταθεν , ἔνθʼ ἄρα ταίγε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν . αὐτὰρ Ἰήσων παπτήνας ἀνʼ ἄρʼ ἕζετʼ ἐπὶ χθονός , ὧδέ τʼ ἔειπεν · Ἵλατʼ ἐρημονόμοι κυδραὶ θεαί · ἀμφὶ δὲ νόστῳ οὔτι μαλʼ ἀντικρὺ νοέω φάτιν . μὲν ἑταίρους εἰς ἓν ἀγειράμενος μυθήσομαι , εἴ νύ τι τέκμωρ δήωμεν κομιδῆς · πολέων δέ τε μῆτις ἀρείων . , καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει , αὐσταλέος κονίῃσι , λέων ὥς , ὅς ῥά τʼ ἀνʼ ὕλην σύννομον ἣν μεθέπων ὠρύεται · αἱ δὲ βαρείῃ φθογγῇ ὑποτρομέουσιν ἀνʼ οὔρεα τηλόθι βῆσσαι · δείματι δʼ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν βουπελάται τε βοῶν · τοῖς δʼ οὔ νύ τι γῆρυς ἐτύχθη ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο . ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες · αὐτὰρ τούσγε ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν ἱδρύσας , μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα · κλῦτε , φίλοι · τρεῖς γάρ μοι ἀνιάζοντι θεάων , στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας , ἠύτε κοῦραι , ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν · ἂν δʼ ἐκάλυψαν πέπλον ἐρυσσάμεναι κούφῃ χερί , καὶ μʼ ἐκέλοντο αὐτόν τʼ ἔγρεσθαι , ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα · μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος . ἐγὼ δʼ οὐ πάγχυ νοῆσαι τῆσδε θεοπροπίης ἴσχω πέρι . φάν γε μὲν εἶναι ἡρῷσσαι , Λιβύης τιμήοροι ᾐδὲ θύγατρες · καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴν ἔτλημεν , τὰ ἕκαστα διίδμεναι εὐχετόωντο . οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον , ἀλλά τις ἀχλὺς ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν . ὧς ἔφαθʼ · οἱ δʼ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες . ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη . ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος , ἀμφιλαφής , χρυσέῃσι μετήορος αὐχένα χαίταις · ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην ὦρτο θέειν , πνοιῇ ἴκελος πόδας . αἶψα δὲ Πηλεὺς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα · ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι · μητέρα δʼ οὐκ ἄλλην προτιόσσομαι , ἠέ περ αὐτὴν νῆα πέλειν · γὰρ κατὰ νηδύος ἄμμε φέρουσα νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν . ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης οἴσομεν , προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος . οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται · ἴχνια δʼ ἡμῖν σημανέειν τινʼ ἔολπα μυχὸν καθύπερθε θαλάσσης . ὧς ηὔδα · πάντεσσι δʼ ἐπήβολος ἥνδανε μῆτις · Μουσάων ὅδε μῦθος · ἐγὼ δʼ ὑπακουὸς ἀείδω Πιερίδων , καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν , ὑμέας , πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων , βίῃ τʼ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους νῆα μεταχρονίην ὅσα τʼ ἔνδοθι νηὸς ἄγεσθε , ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα ἤμαθʼ ὁμοῦ νύκτας τε . δύην γε μὲν καὶ ὀιζὺν τίς κʼ ἐνέποι , τὴν κεῖνοι ἀνέπλησαν μογέοντες ; ἔμπεδον ἀθανάτων ἔσαν αἵματος , οἷον ὑπέσταν ἔργον , ἀναγκαίῃ βεβιημένοι . αὐτὰρ ἐπιπρὸ τῆλε μάλʼ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης ὡς φέρον , ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων . Λυσσαλέοις δἤπειτʼ ἴκελοι κυσὶν ἀίσσοντες πίδακα μαστεύεσκον · ἐπὶ ξηρὴ γὰρ ἔκειτο δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν , οὐδʼ ἐμάτησαν πλαζόμενοι · ἷξον δʼ ἱερὸν πέδον , ἔνι Λάδων εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα χώρῳ ἐν Ἄτλαντος , χθόνιος ὄφις · ἀμφὶ δὲ νύμφαι Ἑσπερίδες ποίπνυον , ἐφίμερον ἀείδουσαι . δὴ τότε δʼ ἤδη τῆμος ὑφʼ Ἡρακλῆι δαϊχθεὶς μήλειον βέβλητο ποτὶ στύπος · οἰόθι δʼ ἄκρῃ οὐρῇ ἔτι σκαίρεσκεν · ἀπὸ κρατὸς δὲ κελαινὴν ἄχρις ἐπʼ ἄκνηστιν κεῖτʼ ἄπνοος · ἐκ δὲ λιπόντων ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν μυῖαι πυθομένοισιν ἐφʼ ἕλκεσι τερσαίνοντο . ἀγχοῦ δʼ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι ἀργυφέας ξανθῇσι λίγʼ ἔστενον · οἱ δʼ ἐπέλασσαν ἄφνω ὁμοῦ · ταὶ δʼ αἶψα κόνις καὶ γαῖα , κιόντων ἐσσυμένως , ἐγένοντο καταυτόθι . νώσατο δʼ Ὀρφεὺς θεῖα τέρα , τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν · δαίμονες καλαὶ καὶ ἐύφρονες , ἵλατʼ , ἄνασσαι , εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν , εἴτε καταχθονίαις , εἴτʼ οἰοπόλοι καλέεσθε νύμφαι · ἴτʼ νύμφαι , ἱερὸν γένος Ὠκεανοῖο , δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι τινα πετραίην χύσιν ὕδατος , τινα γαίης ἱερὸν ἐκβλύοντα , θεαί , ῥόον , ἀπὸ δίψαν αἰθομένην ἄμοτον λωφήσομεν . εἰ δέ κεν αὖτις δή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν , δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων λοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες . ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί · ταὶ δʼ ἐλέαιρον ἐγγύθεν ἀχνυμένους · καὶ δὴ χθονὸς ἐξανέτειλαν ποίην πάμπρωτον · ποίης γε μὲν ὑψόθι μακροὶ βλάστεον ὅρπηκες · μετὰ δʼ ἔρνεα τηλεθάοντα πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο . Ἑσπέρη αἴγειρος , πτελέη δʼ Ἐρυθηὶς ἔγεντο · Λἴγλη δʼ ἰτείης ἱερὸν στύπος . ἐκ δέ νυ κείνων δενδρέων , οἷαι ἔσαν , τοῖαι πάλιν ἔμπεδον αὔτως ἐξέφανεν , θάμβος περιώσιον , ἔκφατο δʼ Λἴγλη μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας · ἄρα δὴ μέγα πάμπαν ἐφʼ ὑμετέροισιν ὄνειαρ δεῦρʼ ἔμολεν καμάτοισιν κύντατος , ὅστις ἀπούρας φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων οἴχετʼ ἀειράμενος · στυγερὸν δʼ ἄχος ἄμμι λέλειπται . ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν καὶ δέμας · ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ · νηλής · ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος ὠμόν , ἀδέψητον · στιβαρὸν δʼ ἔχεν ὄζον ἐλαίης τόξα τε , τοῖσι πέλωρ τόδʼ ἀπέφθισεν ἰοβολήσας . ἤλυθε δʼ οὖν κἀκεῖνος , τε χθόνα πεζὸς ὁδεύων , δίψῃ καρχαλέος · παίφασσε δὲ τόνδʼ ἀνὰ χῶρον , ὕδωρ ἐξερέων , τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι . ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης · τὴν ὅγʼ ἐπιφρασθείς , καὶ θεοῦ ἐννεσίῃσιν , λὰξ ποδὶ τύψεν ἔνερθε · τὸ δʼ ἀθρόον ἔβλυσεν ὕδωρ . αὐτὰρ ὅγʼ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον , ὄφρα βαθεῖαν νηδύν , φορβάδι ἶσος ἐπιπροπεσών , ἐκορέσθη . ὧς φάτο · τοὶ δʼ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη πίδακα , τῇ θέον αἶψα κεχαρμένοι , ὄφρʼ ἐπέκυρσαν . ὡς δʼ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται γειομόροι μύρμηκες ὁμιλαδόν , ὅτε μυῖαι ἀμφʼ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι ἄπλητον μεμάασιν ἐπήτριμοι · ὧς τότʼ ἀολλεῖς πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον . καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς · πόποι , καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους Ἡρακλέης δίψῃ κεκμηότας . ἀλλά μιν εἴ πως δήοιμεν στείχοντα διʼ ἠπείροιο κιόντες . , καὶ ἀμειβομένων , οἵ τʼ ἄρμενοι ἐς τόδε ἔργον , ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν . ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητʼ ἀνέμοισιν κινυμένης ἀμάθου . Βορέαο μὲν ὡρμήθησαν υἷε δύω , πτερύγεσσι πεποιθότε . ποσσὶ δὲ κούφοις Εὔφημος πίσυνος , Λυγκεύς γε μὲν ὀξέα τηλοῦ ὄσσε βαλεῖν · πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος . τὸν μὲν ἄρʼ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε ὦρσεν , ἵνʼ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο , Εἰλατίδην Πολύφημον ὅπῃ λίπε · μέμβλετο γάρ οἱ οὗ ἕθεν ἀμφʼ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα . ἀλλʼ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ? ? ργὼ τῆλε διʼ ἠπείροιο · τέως δʼ ἐξίκετο γαῖαν ἀγχιάλων Χαλύβων · τόθι μιν καὶ Μοῖρʼ ἐδάμασσεν . καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται τυτθὸν ἁλὸς προπάροιθεν . ἀτὰρ τότε γʼ Ἡρακλῆα μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς τὼς ἰδέειν , ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην ἴδεν , ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι . ἐς δʼ ἑτάρους ἀνιὼν μυθήσατο , μή μιν ἔτʼ ἄλλον μαστῆρα στείχοντα κιχησέμεν · οἱ δὲ καὶ αὐτοὶ ἤλυθον , Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼ Θρηικίου Βορέω , μεταμώνια μοχθήσαντε . Κάνθε , σὲ δʼ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο . πώεσι φερβομένοισι συνήντεες · εἵπετο δʼ ἀνὴρ αὐλίτης , σʼ ἑῶν μήλων πέρι , τόφρʼ ἑτάροισιν δευομένοις κομίσειας , ἀλεξόμενος κατέπεφνεν λᾶι βαλών · ἐπεὶ οὐ μὲν ἀφαυρότερός γʼ ἐτέτυκτο , υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος κούρης τʼ αἰδοίης Ἀκακαλλίδος , ἥν ποτε Μίνως ἐς Αιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν , θυγατέρα σφετέρην · δʼ ἀγλαὸν υἱέα Φοίβῳ τίκτεν , ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν . Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ · δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον , ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν . οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας , ὡς μάθον οἷον ἔρεξε . νέκυν δʼ ἀνάειραν ὀπίσσω πευθόμενοι Μινύαι , γαίῃ δʼ ἐνὶ ταρχύσαντο μυρόμενοι · τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν . ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον νηλειὴς ἕλε πότμος · ἀδευκέα δʼ οὐ φύγεν αἶσαν μαντοσύναις · οὐ γάρ τις ἀποτροπίη θανάτοιο . κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων δεινὸς ὄφις , νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι · οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν . ἀλλὰ μὲν τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη ζωόντων , ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει , οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος , οὐδʼ εἰ Παιήων , εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν , φαρμάσσοι , ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν . εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς Εὐρυμέδων - - καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ - - Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων , ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο , αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν . τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός · αὐτὰρ μέσσην κερκίδα καὶ μυῶνα , πέριξ ὀδύνῃσιν ἑλιχθείς , σάρκα δακὼν ἐχάραξεν . ἀτὰρ Μήδεια καὶ ἄλλαι ἔτρεσαν ἀμφίπολοι · δὲ φοίνιον ἕλκος ἄφασσεν θαρσαλέως , ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν . σχέτλιος · τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα λυσιμελές , πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς . αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα ψύχετʼ ἀμηχανίῃ · ἕταροι δέ μιν ἀμφαγέροντο ἥρως τʼ Αἰσονίδης , ἀδινῇ περιθαμβέες ἄτῃ . οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν κεῖσθαι ὑπʼ ἠελίῳ . πύθεσκε γὰρ ἔνδοθι σάρκας ἰὸς ἄφαρ , μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη . αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον ἐσσυμένως μακέλῃσιν · ἐμοιρήσαντο δὲ χαίτας αὐτοὶ ὁμῶς κοῦραί τε , νέκυν ἐλεεινὰ παθόντα μυρόμενοι · τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες εὖ κτερέων ἴσχοντα , χυτὴν ἐπὶ γαῖαν ἔθεντο . ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν , πρήσοντος ἀήτεω ἂμ πέλαγος νοτίοιο , πόρους τʼ ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος , οὔτινα μῆτιν δὴν ἔχον , ἀφραδέως δὲ πανημέριοι φορέοντο . ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον , εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο · ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει , ἐν δέ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι λάμπεται , ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται · ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον . αὐτίκα δʼ Ὀρφεὺς κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι . καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες · τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν τρίτων εὐρυβίης , γαίης δʼ ἀνὰ βῶλον ἀείρας ξείνιʼ ἀριστήεσσι προΐσχετο , φώνησέν τε · Δέχθε , φίλοι · ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι ἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν . εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός , οἷά τε πολλὰ ἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες , ἐξερέω . δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου θῆκε Ποσειδάων τοῦδʼ ἔμμεναι . αὐτὰρ ἀνάσσω παρραλίης , εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντες Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα . ὧς ηὔδα · πρόφρων δʼ ὑπερέσχεθε βώλακι χεῖρας Εὔφημος , καὶ τοῖα παραβλήδην προσέειπεν · Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που , ἥρως , ἐξεδάης , νημερτὲς ἀνειρομένοισιν ἔνισπε . δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν , ἀλλὰ βαρείαις χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης χεῦμα διʼ ἠπείρου βεβαρημένοι · οὐδέ τι ἴδμεν , πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι . ὧς ἄρʼ ἔφη · δὲ χεῖρα τανύσσατο , δεῖξε δʼ ἄπωθεν φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης · κείνη μὲν πόντοιο διήλυσις , ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ · ἑκάτερθε δὲ λευκαὶ ῥηγμῖνες φρίσσουσι διαυγέες · δὲ μεσηγὺ ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι . κεῖνο δʼ ὑπηέριον θείην Πελοπηίδα γαῖαν εἰσανέχει πέλαγος Κρήτης ὕπερ · ἀλλʼ ἐπὶ χειρὸς δεξιτερῆς , λίμνηθεν ὅτʼ εἰς ἁλὸς οἶδμα βάλητε , τόφρʼ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε , ἔστʼ ἂν ἄνω τείνῃσι · περιρρήδην δʼ ἑτέρωσε κλινομένης χέρσοιο , τότε πλόος ὔμμιν ἀπήμων ἀγκῶνος τέτατʼ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν . ἀλλʼ ἴτε γηθόσυνοι , καμάτοιο δὲ μήτις ἀνίη γιγνέσθω , νεότητι κεκασμένα γυῖα μογῆσαι . Ἴσκεν ἐυφρονέων · οἱ δʼ αἶψʼ ἐπὶ νηὸς ἔβησαν λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν . καὶ δὴ ἐπιπρονέοντο μεμαότες · αὐτὰρ τείως τρίτων ἀνθέμενος τρίποδα μέγαν , εἴσατο λίμνην εἰσβαίνειν · μετὰ δʼ οὔτις ἐσέδρακεν , οἷον ἄφαντος αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο . τοῖσι δʼ ἰάνθη θυμός , δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν . καί ῥά οἱ Αἰσονίδην μήλων τι φέρτατον ἄλλων ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα . αἶψα δʼ ὅγʼ ἐσσυμένως ἐκρίνατο , καί μιν ἀείρας σφάξε κατὰ πρύμνης , ἐπὶ δʼ ἔννεπεν εὐχωλῇσιν · δαῖμον , ὅτις λίμνης ἐπὶ πείρασι τῆσδʼ ἐφαάνθης , εἴτε σέγε Τρίτωνʼ , ἅλιον τέρας , εἴτε σε Φόρκυν , Νηρῆα θύγατρες ἐπικλείουσʼ ἁλοσύδναι , ἵλαθι , καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε . ῥʼ , ἅμα δʼ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας ἧκε κατὰ πρύμνης · δὲ βένθεος ἐξεφαάνθη τοῖος ἐών , οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι . ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος στέλλῃ , ὀρεξάμενος λασίης εὐπειθέα χαίτης , εἶθαρ ἐπιτροχάων , δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς ἕσπεται , ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται · ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς ἦγʼ ἅλαδε προτέρωσε . δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος , ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο · αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο · κόπτε δʼ ἀκάνθαις ἄκρον ὕδωρ , αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο . τόφρα δʼ ἄγεν , τείως μιν ἐπιπροέηκε θαλάσσῃ νισσομένην · δῦ δʼ αἶψα μέγαν βυθόν · οἱ δʼ ὁμάδησαν ἥρωες , τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες . ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν βωμοί · ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον . αὐτὰρ ἐς ἠῶ λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντες γαῖαν ἐρημαίην , πνοιῇ ζεφύροιο θέεσκον . ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο . αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν , ἤλυθε δʼ αὔρη ἀργέσταο νότου · κεχάροντο δὲ θυμὸν ἰωῇ . ἦμος δʼ ἠέλιος μὲν ἔδυ , ἀνὰ δʼ ἤλυθεν ἀστὴρ αὔλιος , ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας , δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες ἱστόν , ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν παννύχιοι καὶ ἐπʼ ἦμαρ , ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαν νύχθʼ ἑτέρην . ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος · ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλον Κρήτην , τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων . τοὺς δὲ Τάλως χάλκειος , ἀπὸ στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας , εἶργε χθονὶ πείσματʼ ἀνάψαι , Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν · τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων ῥίζης λοιπὸν ἐοντα μετʼ ἀνδράσιν ἡμιθέοισιν Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι σὖρον , τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα . ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδʼ ἄρρηκτος · ὑπαὶ δέ οἱ ἔσκε τένοντος σύριγξ αἱματόεσσα κατὰ σφυρόν · αὐτὰρ τʼ ἦγχε λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο . οἱ δέ , δύῃ μάλα περ δεδμημένοι , αἶψʼ ἀπὸ χέρσου νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς . καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν , ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες , εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν · κέκλυτέ μευ . μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν ἄνδρα τόν , ὅστις ὅδʼ ἐστί , καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας , ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών . ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς πετράων , εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι . ὧς ἄρʼ ἔφη · καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο νῆʼ ἐπʼ ἐρετμοῖσιν , δεδοκημένοι ἥντινα ῥέξει μῆτιν ἀνωίστως · δὲ πτύχα πορφυρέοιο προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν βήσατʼ ἐπʼ ἰκριόφιν · χειρὸς δέ χειρὶ μεμαρπὼς Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν . ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο , μέλπε δὲ Κῆρας θυμοβόρους , Ἀίδαο θοὰς κύνας , αἳ περὶ πᾶσαν ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται . τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετʼ ἀοιδαῖς , τρὶς δὲ λιταῖς · θεμένη δὲ κακὸν νόον , ἐχθοδοποῖσιν ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς · λευγαλέον δʼ ἐπί οἱ πρῖεν χόλον , ἐκ δʼ ἀίδηλα δείκηλα προΐαλλεν , ἐπιζάφελον κοτέουσα . Ζεῦ πάτερ , μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται , εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος ἀντιάει , καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει . ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι Μηδείης βρίμῃ πολυφαρμάκου . ἂν δὲ βαρείας ὀχλίζων λάιγγας , ἐρυκέμεν ὅρμον ἱκέσθαι . πετραίῳ στόνυχι χρίμψε σφυρόν · ἐκ δέ οἱ ἰχὼρ τηκομένῳ ἴκελος μολίβῳ ῥέεν · οὐδʼ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο . ἀλλʼ ὥς τίς τʼ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη , τήν τε θοοῖς πελέκεσσιν ἔθʼ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον · δʼ ὑπὸ νυκτὶ ῥιπῇσιν μὲν πρῶτα τινάσσεται , ὕστερον αὖτε πρυμνόθεν ἐξαγεῖσα κατήριπεν · ὧς ὅγε ποσσὶν ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο , ὕστερον αὖτʼ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ . κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο ἥρωες · μετὰ δʼ οἵγε νέον φαέθουσαν ἐς ἠῶ ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο , ὕδωρ τʼ εἰσαφύσαντο καὶ εἰσέβαν , ὥς κεν ἐρετμοῖς παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης . Λὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας νὺξ ἐφόβει , τήνπερ τε κατουλάδα κικλήσκουσιν · νύκτʼ ὀλοὴν οὐκ ἄστρα διίσχανεν , οὐκ ἀμαρυγαὶ μήνης · οὐρανόθεν δὲ μέλαν χάος , ἠέ τις ἄλλη ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων . αὐτοὶ δʼ , εἴτʼ Ἀίδῃ , εἴθʼ ὕδασιν ἐμφορέοντο , ἠείδειν οὐδʼ ὅσσον · ἐπέτρεψαν δὲ θαλάσσῃ νόστον , ἀμηχανέοντες , ὅπῃ φέροι . αὐτὰρ Ἰήσων χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει , ῥύσασθαι καλέων · κατὰ δʼ ἔρρεεν ἀσχαλόωντι δάκρυα · πολλὰ δὲ Πυθοῖ ὑπέσχετο , πολλὰ δʼ Ἀμύκλαις , πολλὰ δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν . Λητοΐδη , τύνη δὲ κατʼ οὐρανοῦ ἵκεο πέτρας ῥίμφα Μελαντίους ἀριήκοος , αἵ τʼ ἐνὶ πόντῳ ἧνται · δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας , δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον · μαρμαρέην δʼ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην . τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρʼ ἐφαάνθη νῆσος ἰδεῖν , ὀλίγης Ἱππουρίδος ἀντία νήσου , ἔνθʼ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον · αὐτίκα δʼ Ἠὼς φέγγεν ἀνερχομένη · τοὶ δʼ ἀγλαὸν Ἀπόλλωνι ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν ποίεον , Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης Φοῖβον κεκλόμενοι · Ἀνάφην δέ τε λισσάδα νῆσον ἴσκον , δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν . ῥέζον δʼ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν ἀκτῇ ἐφοπλίσσειαν · δή σφεας ὁππότε δαλοῖς ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο Μηδείης δμωαὶ Φαιηκίδες , οὐκέτʼ ἔπειτα ἴσχειν ἐν στήθεσσι γέλω σθένον , οἷα θαμειὰς αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι . τὰς δʼ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν χλεύῃ γηθόσυνοι · γλυκερὴ δʼ ἀνεδαίετο τοῖσιν κερτομίη καὶ νεῖκος ἐπεσβόλον . ἐκ δέ νυ κείνης μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται , ὅτʼ Ἀπόλλωνα θυηλαῖς Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται . ἀλλʼ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματʼ ἔλυσαν , μνήσατʼ ἔπειτʼ Εὔφημος ὀνείρατος ἐννυχίοιο , ἁζόμενος Μαίης υἷα κλυτόν . εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος , ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης παρθενικῇ ἰκέλη · μίχθη δέ οἱ ἐν φιλότητι ἄσχετον ἱμερθείς · ὀλοφύρετο δʼ ἠύτε κούρην ζευξάμενος , τήν τʼ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι · δέ μειλιχίοισι παρηγορέεσκʼ ἐπέεσσιν · Τρίτωνος γένος εἰμί , τεῶν τροφός , φίλε , παίδων , οὐ κούρη · τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες . ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν · εἶμι δʼ ἐς αὐγὰς ἠελίου μετόπισθε , τεοῖς νεπόδεσσιν ἑτοίμη . τῷ δʼ ἄρʼ ἐπὶ μνῆστιν κραδίη βάλεν , ἔκ τʼ ὀνόμηνεν Αἰσονίδῃ · δʼ ἔπειτα θεοπροπίας Ἑκάτοιο θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε · πέπον , μέγα δή δε καὶ ἀγλαὸν ἔμμορε κῦδος . βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι νῆσον , ἵνʼ ὁπλότεροι παίδων δέθεν ἐννάσσονται παῖδες · ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν τήνδε τοι ἠπείροιο Λιβυστίδος . οὔ νύ τις ἄλλος ἀθανάτων , κεῖνος , μιν πόρεν ἀντιβολήσας . ὧς ἔφατʼ · οὐδʼ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο Εὔφημος · βῶλον δέ , θεοπροπίῃσιν ἰανθείς , ἧκεν ὑποβρυχίην . τῆς δʼ ἔκτοθι νῆσος ἀέρθη καλλίστη , παίδων ἱερὴ τροφὸς Εὐφήμοιο , οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον , Λήμνου τʼ ἐξελαθέντες ὑπʼ ἀνδράσι Τυρσηνοῖσιν Σπάρτην εἰσαφίκανον ἐφέστιοι · ἐκ δὲ λιπόντας Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας καλλίστην ἐπὶ νῆσον , ἀμείψατο δʼ οὔνομα Θήρης ἐξ ἕθεν . ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο . κεῖθεν δʼ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον · αἶψα δὲ τοίγε ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο , ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδʼ ἱκέσθαι . ἄμφθ γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν . ἔνθʼ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατʼ ἀγῶνα πόδεσσιν κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται . Ἵλατʼ ἀριστήων μακάρων γένος · αἵδε δʼ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις . ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθʼ ἱκάνω ὑμετέρων καμάτων · ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος αὖτις ἀπʼ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη , οὔτʼ ἀνέμων ἐριῶλαι ἐνέσταθεν · ἀλλὰ ἕκηλοι γαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶν ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε .