Argonautica Apollonius Rhodius Richard François Philippe Brunck Gottfried Heinrich Schäfer Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences Trustees of Tufts University Medford, MA Perseus Project tlg0001.tlg001.brunck1810-grc2.xml

Public Domain

Apollonius Rhodius Apollonii Rhodii Argonautica Richard François Philippe Brunck Gottfried Heinrich Schäfer Editio nova, auctior et correctior Lipsiae Apud G. Fleischer, jun. 1810–1813

Brunck's Greek text, line numbering, page breaks, headings, and empty quotation markers are retained without silent correction. The supplied XML contains no Latin introduction, notes, apparatus, or indexes, so none have been reconstructed.

Line correspondences and milestones are aligned to the Mooney Perseus edition by Greek textual comparison. Lines without a Mooney counterpart have no corresp attribute; exceptional transpositions and omissions are documented in the accompanying audit.

Ancient Greek Latin Updated to the TEI All schema and direct book-division structure used by the Seaton 1912 edition.Converted Brunck's edition to CTS/EpiDoc TEI and aligned Mooney milestones and line correspondences.
ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Α. Αρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτων μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα, καὶ διὰ πέτρας. Κυανέας, βασιλῆος ἐφημοσύνῃ Πελίαο, χρύσειον μετὰ κῶας ἐΰζυγον ἤλασαν Αργώ. Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὡς μιν ὀπίσσω μοῖρα μένει στυγερὴ, τοῦδ᾽ ἀνέρος, ὅντιν᾽ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπ᾽ ἐννεσίησι δαμῆναι. δηρὸν δ᾽ οὐ μετέπειτα θεὴν κατὰ βάξιν ΙΗΣΩΝ, χειμερίοιο ρέεθρα κιὼν διὰ ποσσὶν Αναύρου, ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾿ ἰλύος, ἄλλο δ᾽ ἔνερθε κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. ἵκετο δ᾽ ἐς Πελίην αὐτοσχεδὸν, ἀντιβολήσων εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς, Ηρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν. αἶψα δὲ τόν γ᾽ ἐςιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ᾽ ἐνὶ πόντῳ ἠέ κεν ἀλλοδαποῖσι μετ᾿ ἀνδράσι νόστον ὀλέσσῃ. Νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Αργον Αθηναίης καμέειν ὑποθημοσύνῃσι. νῦν δ᾽ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην ἡρώων, δολιχῆς τε πόρους ἁλὸς, ὅσσα τ᾽ ἔρεξαν πλαζόμενοι· Μοῦσαι δ᾽ ὑποφήτορες εἶεν ἀοιδῆς. Πρῶτά νυν ΟΡΦΗΟΣ μνησώμεθα, τόν ῥάποτ᾿ αὐτὴ Καλλιόπη Θρήϊκι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληΐδος ἄγχι τεκέσθαι. αὐτὰρ τόν γ᾽ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ, ποταμῶν τε ῥέεθρα. φηγοὶ δ᾽ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς, ἀκτῆς Θρηϊκίης Ζώνης ἔπι τηλεθόωσαι ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅ γ᾽ ἐπιπρὸ θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. Ορφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης, Χείρωνος ἐφημοσύνῃσι πιθήσας, δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. Ηλυθε δ᾽ ΑΣΤΕΡΙΩΝ αὐτοσχεδὸν, ὅν ῥα Κομήτης γείνατο δινήεντος ἐφ᾽ ὕδασιν Απιδανοῖο, Πειρεσιάς, ὄρεος Φυλληΐου ἀγχόθι, ναίων, ἔνθα μὲν Απιδανός τε μέγας, καὶ δῖος Ενιπεὺς ἄμφω συμφορέονται, ἀπόπροθι εἰς ἓν ἰόντες. Λάρισσαν δ᾽ ἐπὶ τοῖσι λιπὼν ΠΟΛΥΦΗΜΟΣ ἵκανεν Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, ὁππότε Κενταύροις Λαπίθαι ἐπεθωρήσσοντο, ὁπλότερος πολέμιζε· τότ᾽ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα, μένεν δ᾽ ἔτι θυμὸς ἀρήϊος, ὡς τοπάρος περ. Οὐδὲ μὲν ΙΦΙΚΛΟΣ Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο, μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὅπυιεν Αἴσων Αλκιμέδην Φυλακηΐδα· τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. Οὐδὲ Φεραῖς ΑΔΜΗΤΟΣ ἐϋρήνεσσιν ἀνάσσων μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. Οὐδ᾽ Αλόπη μίμνον πολυλήϊοι Ερμείαο υἱέες, εὖ δεδαῶτε δόλους, ΕΡΥΤΟΣ καὶ ΕΧΙΩΝ. τοῖσι δ᾽ ἔπι τρίτατος γνωτὸς κίε νισσομένοισιν ΑΙΘΑΛΙΔΗΣ· καὶ τὸν μὲν ἐπ᾿ Αμφρυσοῖο ῥοῇσι Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· τὼ δ᾽ αὖτ᾿ ἐκγεγάτην Μενετηΐδος Αντιανείρης. Ηλυθε δ᾽ ἀφνειὴν προλιπὼν Γυρτῶνα ΚΟΡΩΝΟΣ Καινεΐδης, ἐσθλὸς μὲν, ἑοῦ δ᾽ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζωόν περ ἐπικλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἷος ἀπ᾿ ἄλλων ἤλασ᾽ ἀριστεύων· οἱ δ᾽ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι. ἀλλ᾽ ἄῤῥηκτος, ἄκαμπτος ἐδύσατο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτησιν. Ηλυθε δ᾽ αὖ ΜΟΨΟΣ Τιταρήσιος, ὃν πέρι πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· ἠδὲ καὶ ΕΥΡΥΔΑΜΑΣ Κτιμένου πάϊς· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηΐδα ναιετάασκε. Καὶ μὴν Ακτωρ υἷα ΜΕΝΟΙΤΙΟΝ ἐξ Οπόεντος ὧρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο Είπετο δ' ΕΥΡΥΤΙΩΝ τε, καὶ ἀλκήεις ΕΡΙΒΩΤΗΣ, υἶες, ὁ μὲν Τελέοντος, ὁ δ᾽ Ιρου Ακτορίδαο· ἤτοι ὁ μὲν Τελέοντος ἐϋκλειὴς Εριβώτης, Ιρου δ᾽ Εὐρυτίων. σὺν καὶ τρίτος ἧκεν ΟΙΛΕΥΣ ἔξοχος ἠνορέην, καὶ ἐπαΐξαι μετόπισθεν εὖ δεδαὼς δηΐοισιν, ὅτε κλίνειε φάλαγγας. Αὐτὰρ ἀπ᾿ Εὐβοίης ΚΑΝΘΟΣ κίε, τὸν ῥα Κάνηθος πέμπεν Αβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλε νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν αὐτὸν ὁμῶς, Μόψον τε δαήμονα μαντοσυνάων, πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι. ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν, ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰςορόωνται. Τῷ δ' ἄρ᾽ ἔπι ΚΛΥΤΙΟΣ τε καὶ ΙΦΙΤΟΣ ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἶες, Εὐρύτου, ᾧ πόρε τόξον Εκηβόλος· οὐδ᾽ ἀπόνητο δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. Τοῖσι δ᾽ ἔπ᾿ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμ᾽ ἄμφω, οὐδ᾽ ὁμόθεν· νόσφι γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ. ΤΕΛΑΜΩΝ μὲν ἐν Ατθίδι νάσσατο νήσῳ· ΠΗΛΕΥΣ δὲ Φθίῃ ἔνι δώματα ναῖε λιασθείς. Τοῖς δ᾽ ἔπι Κεκροπίηθεν ἀρήϊος ἤλυθε ΒΟΥΤΗΣ, παῖς ἀγαθοῦ Τελέοντος, ἐϋμελίης τε ΦΑΛΗΡΟΣ. Αλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ᾽ ἄλλους γήραος υἷας ἔχε βιότοιό τε κηδεμονῆας. ἀλλὰ ἑ, τηλύγετον περ ὅμως καὶ μοῦνον ἐόντα, πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσι. Θησέα δ᾽, ὃς πέρι πάντας Ερεχθεΐδας ἐκέκαστο, Ταιναρίην ἀΐδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκε, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν. ἡ τέ κεν ἄμφω ῥηΐτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.· ΤΙΦΥΣ δ' Αγνιάδης Σιφαέα κάλλιπε δῆμου Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμ᾽ ἁλὸς εὐρείης, ἐσθλὸς δ᾽ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον ὧρσεν Αθηναίη, μετὰ δ᾽ ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δὲ οἱ Αργος τεῦξεν Αρεστορίδης, κείνης ὑποθημοσύνῃσι. τῷ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπ᾽ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. ΦΛΙΑΣ δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν Αραιθυρέηθεν ἵκανεν, ἔνθ᾽ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι, πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ασωποῖο. Αργόθεν αὖ ΤΑΛΑΟΣ καὶ ΑΡΗΪΟΣ, υἱε Βίαντος ἤλυθον, ἴφθιμός τε ΛΕΩΛΟΚΟΣ, οὓς τέκε Πηρώ Νηληΐς· τῆς δ᾽ ἄμφι δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ιφίκλοιο Μελάμπους. Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος ΗΡΑΚΛΗΟΣ πευθόμεθ᾽ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλ᾽ ἐπεὶ ἄϊε βάξιν ἀγειρομένων ἡρώων, νεῖον ἀπ᾿ Αρκαδίης Λυγκήϊον Αργος ἀμείψας τὴν ὁδὸν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥ᾽ ἐνὶ βήσσῃς φέρβετο Λαμπείης, Ερυμάνθιον ἀμμέγα τῖφος· τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσι δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· αὐτὸς δ᾽ ἡ ἰότητι, παρὲκ νόον Εὐρυσθῆος, ὡρμήθη· σὺν καί οἱ Υλας κίεν, ἐσθλὸς ὀπάων, πρωθήβης, ἰῶν τε φορεὺς, φύλακός τε βιοῖο. Τῷ δ᾽ ἔπι δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, ΝΑΥΠΛΙΟΣ. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη πρίν ποτ' Αμυμώνη Δαναΐς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς πέρι πάντας ἐκαίνυτο ναυτιλίῃσιν. ΙΔΜΩΝ δ᾽ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον Αργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἤϊε, μή οἱ δῆμος ἐϋκλείης ἀγάσαιτο. οὐ μὲν ὅγ᾽ ἦεν Αβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσι Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν, οἰωνούς τ᾽ ἀλέγειν, ἠδ᾽ ἔμπυρα σήματ᾿ ἰδέσθαι. Καὶ μὴν Αἰτωλὶς κρατερὸν ΠΟΛΥΔΕΥΚΕΑ Λήδη ΚΑΣΤΟΡΑ τ᾿ ὠκυπόδων ὧρσε δεδαημένον ἵππων Σπάρτηθεν· τοὺς δ᾽ ἡ γε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδ᾽ ἀπίθησε νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. Οἱ τ᾽ Αφαρητιάδαι ΛΥΓΚΕΥΣ καὶ ὑπέρβιος ΊΔΑΣ Αρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ ἀμφότεροι· Αυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον· ῥηϊδίως καὶ νέρθεν ὑπὸ χθονὸς αὐγάζεσθαι. . Σὺν δὲ ΠΕΡΙΚΛΥΜΕΝΟΣ Νηλήϊος ὠρτονέεσθαι, πρεσβύτατος παίδων, ὅσοι ἐν Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν . δῶκεν ἀπειρεσίην, ἠδ᾽ ὅ ττι κεν ἀρήσαιτο μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. Καὶ μὴν ΑΜΦΙΔΑΜΑΣ ΚΗΦΕΥΣτ᾽ ἴσαν Αρκαδίηθεν, οἳ Τεγέην καὶ κλῆρον Αφειδάντειον ἔναιον, υἷε δύω Αλεοῦ· τρίτατός γε μὲν ἕσπετ᾿ ἰοῦσιν ΑΓΚΑΙΟΣ, τὸν μὲν ῥα πατὴρ Λυκόοργος ἔπεμπε, τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ᾽ ὁ μὲν ἤδη γηράσκοντ᾽ Αλεὸν λίπετ᾽ ἀμπόλιν ὄφρα κομίζοι, παῖδα δ᾽ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσε. βῆ δ᾽ ὅ γε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ πατροπάτωρ Αλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. Βὴ δὲ καὶ ΑΥΓΕΙΗΣ, ὃν δὴ φάτις Ηελίοιο ἔμμεναι· Ηλείοισι δ᾽ ὅ γ᾽ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων· μέγα δ᾽ ἵετο Κολχίδα γαῖαν αὐτόν τ᾽ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. ΑΣΤΕΡΙΟΣ δὲ καὶ ΑΜΦΙΩΝ Υπερασίου υἶες Πελλήνης ἀφίκανον Αχαιΐδος, ἣν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπ᾽ ὀφρύσιν αἰγιαλοῖο. Ταίναρον αὖτ᾽ ἐπὶ τοῖσι λιπὼν ΕΥΦΗΜΟΣ ἵκανε, τὸν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν οἴδματος, οὐδὲ θοοὺς βάπτε πόδας, ἀλλ᾽ ὅσον ἄκροις ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. Καὶ δ᾽ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· ἤτοι ὁ μὲν πτολίεθρον ἀγανοῦ Μιλήτοιο νοσφισθεὶς ΕΡΓΙΝΟΣ, ὁ δ᾽ Ιμβρασίης ἕδος Ηρης, Παρθενίην, ΑΓΚΑΙΟΣ ὑπέρβιος· ἴστορε δ᾽ ἄμφω ἠμὲν ναυτιλίης, ἠδ᾽ ἄρεος εὐχετόωντο. Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος ἀλκήεις ΜΕΛΕΑΓΡΟΣ ἀνήλυθε, ΛΑΟΚΟΩΝ τε, Λαοκόων Οἰνῆος ἀδελφεὸς, οὐ μὲν ἰῆς γε μητέρος· ἀλλά ὁ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρ᾽ Οἰνεὺς ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· ὧδ᾽ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων. τοῦ δ᾽ οὔ τιν᾽ ὑπέρτερον ἄλλον ὀἴω, νόσφιν γ' Ηρακλῆος, ἐςελθέμεν, εἴ κ᾿ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσι. καὶ μὴν οἱ μήτρως αὐτὴν ὁδὸν, εὖ μὲν ἄκοντι, εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, Θεστιάδης ΙΦΙΚΛΟΣ ἐφωμάρτησε κιόντι. Σὺν δὲ ΠΑΔΑΙΜΟΝΙΟΣ Λέρνου πάϊς Ωλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ηφαίστοιο· τοὔνεκ᾽ ἔην πόδε σιφλός· ἀτὰρ δέμας οὐχ ἕ τις ἔτλη ἠνορέην τ᾽ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦε πᾶσιν ἀριστήεσσιν, Ιήσονι κῦδος ἀέξων. Εκ δ᾽ ἄρα Φωκήων κίεν ΙΦΙΤΟΣ Ορνυτίδαο Ναυβόλου ἐκγεγαώς· ξεῖνος δὲ οἱ ἔσκε πάροιθεν, ἦμος ἔβη Πυθῶδε θεοπροπίας ἐρεείνων ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισι. ΖΗΤΗΣ δ᾽ αὖ ΚΑΛΑΙΣ τε Βορήϊοι υἶες ἵκοντο, οὓς ποτ᾿ Ερεχθηΐς Βορέῃ τέκεν Ωρείθυια ἐσχατιῇ Θρήκης δυςχειμέρου· ἔνθ᾽ ἄρα τὴν γε Θρηΐκιος Βορέης ἀνερείψατο Κεκροπίηθεν, Ιλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην κλείουσι, ποταμοῖο παρὰ ῥόον Εργίνοιο, λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. τῶν μὲν ἐπ᾿ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. Οὐδὲ μὲν οὐδ᾽ αὐτοῖο πάϊς μενέαινεν ΑΚΑΣΤΟΣ ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑοῖο μιμνάζειν, ΑΡΓΟΣ τε θεᾶς ὑποεργός Αθήνης· ἀλλ᾽ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. Τόσσοι ἄρ᾽ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. τοὺς μὲν ἀριστῆας ΜΙΝΥΑΣ περιναιετάοντες κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ᾿ αἵματος εὐχετόωντο ἔμμεναι· ὡς δὲ καὶ αὐτὸν Ιήσονα γείνατο μήτηρ Αλκιμέδη, Κλυμένης Μινυηΐδος ἐκγεγαυῖα. Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπάρμενα πάντ᾽ ἐτέτυκτο, ὅσσαπερ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὔτ᾽ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι; δὴ τότ᾽ ἴσαν μετὰ νῆα δι᾽ ἄστεος, ἔνθα περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς ἐπερχομένων ἄμυδις θέεν· οἱ δὲ, φαεινοὶ· ἀστέρες ὣς νεφέεσσι, μετέπρεπον· ὧδε δ᾽ ἕκαστος ἔννεπεν εἰςορόων σὺν τεύχεσιν ἀΐσσοντας. Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαϊΐδος ἔκτοθι βάλλει; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δηώσειαν » Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλ᾽ οὐ φυκτὰ κέλευθα, πόνος δ᾽ ἄπρηκτος ἰοῦσιν. Ως φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες πολλὰ μάλ᾽ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον, εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. ἄλλη δ᾽ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα. Δειλὴ Αλκιμέδη, καὶ σοὶ κακὸν, ὀψέ περ, ἔμπης ἤλυθεν, οὐδ᾽ ἐτέλεσσας ἐπ᾿ ἀγλαΐῃ βιότοιο. Αἴσων αὖ μέγα δή τι δυςάμμορος. ᾖ τέ οἱ ἦε βέλτερον, εἰ τοπάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆῖς ἀέθλων. ὡς ὄφελεν καὶ Φρίξον, ὅτ᾽ ὤλετο παρθένος Ελλη, κῦμα μέλαν κριῷ ἅμ᾽ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὡς κεν ἀνίας Αλκιμέδη μετόπισθε καὶ ἄλγεα μυρία θείη. Αἱ μὲν ἄρ᾽ ὡς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων. ἤδη δὲ δμῶές τε πολεῖς, δμῶαί τ᾽ ἀγέροντο· μήτηρ δ᾽ ἀμφ᾽ αὐτὸν βεβολημένη· ὀξὺ δ᾽ ἑκάστην δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήρᾳ ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. αὐτὰρ ὃ τῶν μὲν ἔπειτα κατεπρήϋνεν ἀνίας, θαρσύνων, δμώεσσι δ᾽ ἀρήϊα τεύχε᾽ ἀείρειν πέφραδεν· οἱ δὲ σίγα κατηφέες ἠείροντο. μήτηρ δ᾽ ὡς ταπρῶτ᾽ ἐπεχεύατο πήχεε παιδί, ὡς ἔχετο κλαίουσ᾽ ἀδινώτερον, ἠΰτε κούρη οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ᾽ ἄλλοι κηδεμονῆες, ἀλλ᾽ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἠγηλάζει, καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξε· τῇ δὲ τ᾽ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, οὐδ᾽ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ· ὣς ἀδινὸν κλαίεσκεν, ἑὸν παῖδ᾽ ἀγκὰς ἔχουσα, Αλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνησιν. Αἴθ᾽ ὄφελον κεῖν᾽ ἦμαρ, ὅτ᾽ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμὴν, αὐτίκ᾽ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, ὄφρ᾽ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσὶ, τέκνον ἐμόν· τὸ γὰρ οἷον ἔην ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. νῦν γε μὲν ἡ τοπάροιθεν Αχαιϊάδεσσιν ἀγητή, δμωΐς ὅπως, κενεοῖσι λελείψομαι ἐν μεγάροισι, σεῖο πόθῳ μινύθουσα δυςάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο. ᾧ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ᾽ ὅσον, οὐδ᾽ ἐν ὀνείρῳ ὠϊσάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ᾽ ἀλύξας. Ως ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὃ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προςέειπε. Μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλ᾽ ἔτι κεν καὶ ἐπ᾿ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τ᾿ ἀΐδηλα θεοὶ θνητοῖσι νέμουσι, τῶν μοῖραν κατὰ θυμὸν, ἀνιάζουσά περ, ἔμπης τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Αθήνης, ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος ἔχρη, ἀτὰρ μετέπειτά γ᾽ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ᾿ ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μηδ᾽ ὄρνις ἀεικελίη πέλε νηΐ· κεῖσε δ᾽ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι. Η, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι. οἷος δ᾽ ἐκ νηοῖο θυώδεος εἶσιν Απόλλων Δῆλον ἀν᾿ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅ γε Πυθώ, ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσι, τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ἆρτο δ᾽ ἀϋτὴ κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιή Ιφιάς, Αρτέμιδος πολιηόχου ἀρήτειρα, καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι, ἔμπης ἱεμένη, δύνατο, προθέοντος ὁμίλου· ἀλλ᾽ ἡ μὲν λίπετ᾽ αὖθι παρακλιδὸν, οἷα γεραιή ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. Αὐτὰρ ἐπεὶ ῥα πόληος ἐϋδμήτους λίπ᾿ ἀγυιὰς, ἀκτὴν δ᾽ ἵκανε Παγασηΐδα, τῇ μιν ἑταῖροι δειδέχατ', Αργώῃ ἄμυδις παρὰ νηΐ μένοντες. στῆ δ᾽ ἄρ᾽ ἐπὶ προμολῆς· οἱ δ᾽ ἀντίοι ἠγερέθοντο. ἐς δ᾽ ἐνόησαν Ακαστον ὁμῶς Αργον τε, πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ᾽, ἐςιδόντες πασσυδίη, Πελίαο παρὲκ νόον, ἰθύοντας. δέρμα δ᾽ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ᾽ ὤμους Αργος Αρεστορίδης λάχνη μέλαν· αὐτὰρ ὁ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλ᾽ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο· τοὺς δ᾽ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δὲ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ κεκλιμένῳ, μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δ᾽ Αἴσονος υἱὸς ἐϋφρονέων μετέειπεν. Αλλα μὲν ὅσσα τε νηΐ ἐφοπλίσσασθαι᾿ ἔοικε, πάντα μάλ᾽ εὖ κατὰ κόσμον ἐπαρτέα κεῖται ἰοῦσι. τῷ οὐκ ἂν δηναιὸν ἐχοίμεθα, τοῖό γ᾽ ἕκητι, ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσωσιν ἀῆται. ἀλλὰ, φίλοι, ξυνὸς γὰρ ἐς Ελλάδα νόστος ὀπίσσω, ξυναὶ δ᾽ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι· τοὔνεκα νῦν τὸν ἄριστον᾿ ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, «νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι. Ως φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα, ἥμενον ἐν μέσσοισι· μιῇ δὲ ἑ πάντες ἀϋτῇ σημαίνειν ἐπέτελλον· ὁ δ᾽ αὐτόθεν, ἔνθα περ ἦστο, δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο, φώνησέν τε. Μή τις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι· ὡς δὲ καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτὸς, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο. Ἦ ῥα μέγα φρονέων· ἐπὶ δ᾽ ἤνεον, ὡς ἐκέλευεν Ηρακλέης· ἀνὰ δ᾽ αὐτὸς ἀρήϊος ὤρνυτ᾽ Ιήσων γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν. Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτ᾽ ἔπειθ᾽, ὡς καὶ πρὶν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη, Φοῖβον ἀρεσσάμενοι θυέεσσι, δαῖτ᾽ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ᾽ ἴωσι δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἶσι μέμηλε δεῦρο βόας ἀγέληθεν ἐϋ κρίναντας ἐλάσσαι, τόφρα κε νῆ᾽ ἐρύσαιμεν ἔσω ἁλὸς, ὅπλα τε πάντα ἐνθέμενοι, πεπάλαχθε κατὰ κλΐηδας ἐρετμά. τείως δ᾽ αὖ καὶ βωμὸν ἐπάκτιον Εμβασίοιο θείομεν Απόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο σημανέειν, δείξειν τε πόρους ἁλὸς, εἴ κε θυηλαῖς· οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆϊ. Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ᾽· οἱδ᾽ ἐπανέσταν πειθόμενοι· ἀπὸ δ᾽ εἵματ᾽ ἐπήτριμα νηήσαντο λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δ᾽ ἐπικρατέως, Αργου ύποθημοσύνῃσιν, ἔζωσαν πάμπρωτον ἐϋστρεφεῖ ἔνδοθεν ὅπλῳ, τεινάμενοι ἑκάτερθεν, ἵν᾽ εὖ ἀραροίατο γόμφοις δούρατα, καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. σκάπτον δ᾽ αἶψα κατ᾿ εὖρος, ὅσον περιβάλλετο χῶρον, ἠδὲ κατὰ πρώραν εἴσω ἁλὸς, ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν. αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον στείρης, ἐν δ᾽ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· τὴν δὲ κατάντη κλίναν ἐπὶ πρώτῃσι φάλαγξιν, ὡς κεν ὀλισθαίνουσα δι' αὐτάων φορέοιτο. ὕψι δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ, πηχύϊον προὔχοντα περὶ σκάλμοισιν ἔδησαν. τῶν δ᾽ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθε, στέρνα θ᾽ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ᾽ ἄρα Τἴφυς βήσαθ᾽, ἵν᾽ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι· κεκλόμενος δ᾽ ἤϋσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον. ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ νειόθεν ἐξ ἕδρης, ἐπὶ δ᾽ ἐῤῥώσαντο πόδεσσι προπροβιαζόμενοι· ἡ δ᾽ ἕσπετο Πηλιὰς Αργὼ ῥίμφα μάλ᾽· οἱ δ᾽ ἑκάτερθεν ἐπίαχον ἀΐσσοντες. αἱ δ᾽ ἄρ᾽ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι· περὶ δέ σφιν ἀϊδνὴ ἐκήκιε λιγνὺς βριθοσύνη, κατόλισθε δ᾽ ἔσω ἁλός· οἱ δὲ μιν αὖθι ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δ᾽ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δὲ οἱ ἱστὸν, λαίφεά τ᾽ εὐποίητα, καὶ ἁρμαλίην ἐβάλοντο. Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, κληΐδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, ἄνδρ᾽ ἐντυναμένω δοιὼ μίαν· ἐκ δ᾽ ἄρα μέσσην ἥρεον Ηρακληϊ, καὶ ἡρώων ἄτερ ἄλλων Αγκαίῳ, Τεγέης ὃς ῥα πτολίεθρον ἔναιε. τοῖς μέσσην οἴοισιν ἀπὸ κληΐδα λίποντο αὕτως, οὐ τι πάλῳ. ἐπὶ δ᾽ ἔτρεπον αἰνήσαντες. Τίφυν ἐϋστείρης οἰήϊα νηὸς ἔρυσθαι. Ενθεν δ᾽ αὖ λάϊγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Απόλλωνος, Ακτίου, Εμβασίοιό τ᾽ ἐπώνυμον· ὦκα δὲ τοί γε φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης. τείως δ᾽ αὖτ᾿ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ᾽ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δ᾽ ἄρ᾽ ἔπειτα χέρνιβά τ᾽ οὐλοχύτας τε παρέσχεθον αὐτὰρ Ιήσων εὔχετο κεκλόμενος πατρώϊον Απόλλωνα. Κλῦθι ἄναξ, Παγασάς τε, πόλιν τ᾿ Αἰσωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης, Πυθοί χρειομένῳ, ἄνυσιν καὶ πείραθ᾽ ὁδοῖο σημανέειν· αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων· αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις ,, κεῖσέ τε, καὶ παλίνορσον ἐς Ελλάδα. σοὶ δ᾽ ἄρ᾽ ὀπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοί, ἄλλα δ᾽ ἐς Ορτυγίην ἀπερείσια δῶρα κομίσσω. νῦν δ᾽ ἴθι, καὶ τήνδ᾽ ἡμὶν, Εκηβόλε, δέξο θυηλὴν, ἣν τοι τῆςδ᾽ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην· λύσαιμι δ᾽, ἄναξ, ἐπ᾿ ἀπήμονι μοίρῃ πείσματα, σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δ᾽ ἀήτης μείλιχος, ᾧ κ᾽ ἐπὶ πόντον ἐλευσόμεθ᾽ εὐδιόωντες. Η, καὶ ἅμ᾽ εὐχωλῇ προχύτας βάλε. τὰ δ᾽ ἐπὶ βουσὶ. ζωσάσθην, Αγκαῖος ὑπέρβιος, Ηρακλέης τε. ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μετώπῳ. πλῆξεν, ὁ δ᾽ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ· Αγκαῖος δ᾽ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας χαλκείῳ πελέκει, κρατεροὺς διέκερσε τένοντας· ἤριπε δ᾽ ἀμφοτέροισι περιρηδὴς κεράεσσι. τοὺς δ᾽ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ᾽ ἐτάμοντο, καδδ᾽ ἄμυδις τὰ γε πάντα καλύψαντες πύκα δημῷ καῖον ἐπὶ σχίζῃσιν· ὁ δ᾽ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης. γήθει δὲ σέλας θηεύμενος Ιδμων πάντοσε λαμπόμενον θυέων ἄπο, τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀΐσσουσαν· αἶψα δ᾽ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο. Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ᾽ ἐνὶ μέσσῳ κεῖσέ τε δεῦρό τ᾽ ἔασιν ἀνερχομένοισιν ἄεθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπ᾿ Ασίδος ἠπείροιο. ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσι πότμον ἐμὸν, πάτρης ἐξήϊον, ὄφρ᾽ ἐπιβαίην νηὸς, ἐϋκλείη δὲ δόμοις ἐπιβάντι λίπηται. Ως ἄρ᾽ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀΐοντες νόστῳ μὲν γήθησαν, ἄχος δ᾽ ἕλεν Ιδμονος αἴσῃ. ἦμος δ᾽ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ, αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι, δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο, τῆμος ἄρ᾽ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθείαν φυλλάδα χευάμενοι, πολιοῦ πρόπαρ αἰγιαλοῖο κέκλινθ᾽ ἑξείης· παρὰ δὲ σφίσι μυρί᾽ ἔκειτο εἴδατα, καὶ μέθυ λαρὸν, ἀφυσσομένων προχόῃσιν οἰνοχόων· μετέπειτα δ᾽ ἀμοιβαδὶς ἀλλήλοισι μυθεῦνθ᾽, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνω τερπνῶς ἑψιόωνται, ὅτ᾽ ἄατος ὕβρις ἀπείη. ἔνθ᾽ αὖτ᾿ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ πορφύρεσκεν ἕκαστα, κατηφιόωντι ἐοικώς. τὸν δ᾽ ἄρ᾽ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ιδας. Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μητιν ἑλίσσεις; αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἠε σε δαμνᾷ τάρβος ἐπιπλόμενον, τότ᾽ ἀνάλκιδας ἄνδρας ἀτύζει; ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων· κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδ᾽ ἔμ᾽ ὀφέλλει Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι, μηδ᾽ ἀκράαντον ἄεθλον, Ιδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόωτο. τοϊόν μ' Αρήνηθεν ἀοσσητῆρα κομίζεις. Η, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσι πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δ᾽ οἴνῳ χείλεα, κυάνεαί τε γενειάδες· οἱ δ᾽ ὁμάδησαν πάντες ὁμῶς, Ιδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσε. Δαιμόνιε, φρονέεις ὀλοφώϊα καὶ πάρος αὐτῷ. ἠέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ οἰδάνει ἐν στήθεσσι, θεοὺς δ᾽ ἀνέηκεν ἀτίζειν; ἄλλοι μύθοι ἔασι παρήγοροι, οἶσί κεν ἀνὴρ θαρσύνοι ἕταρον· σὺ δ᾽ ἀτάσθαλα πάμπαν ἔειπας. τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υἷας Αλωϊάδας, οἷς οὐδ᾽ ὅσον ἰσοφαρίζεις ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀἴστοῖς ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες. Ως ἔφατ᾽· ἐκ δ᾽ ἐγέλασσεν ἄδην Αφαρήϊος Ιδας, καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν. Αγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἔνισπε, εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον, οἷον Αλωϊάδῃσι πατήρ τεὸς ἐγγυάλιξε· φράζεο δ᾽ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο, χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης. Χώετ᾽ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη, εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι, αὐτός τ᾽ Αἰσονίδης κατερήτυεν· ἐν δὲ καὶ Ορφεύς, λαιῇ ἀνασχόμενος κίθαριν, πείραζεν ἀριδῆς. Ηειδε δ᾽ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τοπρὶν ἐπ᾿ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὀλοσῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ᾽ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα, σεληναίη τε, καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ᾽ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες, αὐτῇσι Νύμφησι, καὶ ἑρπετὰ πάντ᾽ ἐγένοντο. ἤειδε δ᾽ ὡς πρῶτον Οφίων Εὐρυνόμη τε Ωκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὣς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς, ἡ δὲ Ρέῃ, ἔπεσον δ᾽ ἐνὶ κύμασιν Ωκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδὼς, Δικταίον ναίεσκεν ὑπὸ σπέος· οἱ δὲ μιν οὔπω Γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ, βροντῇ τε, στεροπῇ τε· τὰ γὰρ Διῒ κῦδος ὀπάζει. Η, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ· τοῦ δ᾽ ἄμοτον λήξαντος ἔτι προὔχοντο κάρηνα πάντες ὁμῶς, ὀρθοῖσιν ἐπ᾽ οὔασιν ἠρεμέοντες κηληθμῷ· τοίην σφιν ἐνέλλιπε θελκτὺν ἀοιδῆς. οὐδ᾽ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι δὴ λοιβὰς, ᾗ θέμις ἐστὶ, τέως ἐπί τε γλώσσῃσι χέοντο αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο. Αὐτὰρ ὅτ᾽ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ηὼς Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ᾽ ἀνέμοιο εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι, δὴ τότ᾽ ἀνέγρετο Τίφυς· ἄφαρ δ᾽ ὀρόθυνεν ἑταίρους βαινέμεναί τ᾽ ἐπὶ νῆα καὶ ἀρτυνέεσθαι ἐρετμά. σμερδαλέον δὲ λιμὴν Παγασήϊος, ἠδὲ καὶ αὐτὴ Πηλιὰς ἴαχεν Αργὼ, ἐπισπέρχουσα νέεσθαι. ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τὸ ρ᾽ ἀνὰ μέσσην στεῖραν Αθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. οἱ δ᾽ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν, ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ, εὐκόσμως σφετέροισι παρ᾽ ἔντεσιν ἑδριόωντο. · μέσσῳ δ᾽ Αγκαῖος, μέγα τε σθένος Ηρακλῆος ἵζανον· ἄγχι δὲ οἱ ρόπαλον θέτο, καί οἱ ἔνερθε ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ᾽ ἤδη πείσματα, καὶ μέθυ λεῖβον ὑπερθ᾽ ἁλός. αὐτὰρ Ιήσων δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ᾽ ἔνεικεν. οἱ δ᾽, ὥστ᾽ ἤΐθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ, ἤ που ἐν Ορτυγίῃ, ἢ ἐφ᾽ ὕδασιν Ισμηνοῖο στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῆ ἐμμελέως κραὶπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν· ὡς οἱ ὑπ᾿ Ὀρφῆὸς κιθάρῃ πέπληγον ἐρετμοῖς πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο· ἀφρῷ δ᾽ ἔνθα καὶ ἔνθὰ κελαινὴ ἐκήκιεν ἅλμη, δεινὸν μορμύρούσα ἐρισθενέων μένει ἀνδρῶν. στράπτε δ᾽ ὑπ᾽ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης τεύχεα· μακρὰὶ δ᾽ ἀἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτρἀπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο. πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα, καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι πόντον ἐπιπλώεσκον· ἐπ᾿ ἀκροτάτῃσι δὲ Νύμφαι Πηλιάδες κορύφῇσιν ἐθάμβεον εἰσορόωσαι ἔργον Αθηναίης Ιτωνίδος, ἠδὲ καὶ αὐτοὺς ἥρωας χείρεσσιν ἐπικραδάοντὰς ἐρετμά. αὐτὰρ ὅ γ᾽ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης Χείρων Φιλυρίδης, πολιῇ δ᾽ ἐπὶ κύματος ἀγῇ τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων, νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισι· σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλείδην Αχιλῆα, φίλῳ δειδίσκετο πατρί. Οἱ δ᾽ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν φραδμοσύνῃ μήτι τε δαΐφρονος Αγνιάδαο Τίφυος, ὃς ῥ᾽ ἐνὶ χερσὶν ἐὔξοα τεχνηέντως πηδάλι᾽ ἀμφιέπεσκ᾽, ὄφρ᾽ ἔμπεδον ἐξιθύνοι, δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ, δῆσάν τε προτόνοισι, τανυσσάμενοι ἑκάτερθε, καδδ᾽ αὐτοῦ λίνα χεῦαν, ἐπ᾿ ἠλακάτην ἐρύσαντες. ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπ᾿ ἰκριόφιν δὲ κάλωας ξεστῇσι περόνῃσι διακριδὸν ἀμφιβαλόντες, Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην. τοῖσι δὲ φορμίζων ἐϋθήμονι μέλπεν ἀοιδῇ Οἰάγροιο πάϊς νηοσσόον εὐπατέρειαν Αρτεμιν, ἢ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκε, ῥυομένη καὶ γαῖαν Ιωλκίδα· τῇ δὲ βαθείης ἰχθύες ἀΐσσοντες ὕπερθ᾽ ἁλὸς, ἄμμιγα παύροις ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο. ὡς δ᾽ ὁπότ᾽ ἀγραύλοιο κατ᾽ ἴχνια σημαντῆρος μυρία μῆλ᾽ ἐφέπονται, ἄδην κεκορημένα ποίης, εἰς αὖλιν, ὁ δέ τ᾽ εἶσι πάρος, σύριγγι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος· ὡς ἄρα τοί γε ὡμάρτευν· τὴν δ᾽ αἰὲν ἐπασσύτερος φέρεν ουρος. Αὐτίκα δ᾽ ἠερίη πολυλήϊος αἷα Πελασγῶν δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας, αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη, φαίνετο δ᾽ εἰναλίη Σκίαθος, φαίνοντο δ᾽ ἄπωθεν Πειρεσιαὶ, Μάγνησά θ᾽, ὑπεύδιος ἠπείροιο ἀκτὴ, καὶ τύμβος Δολοπήϊος· ἔνθ᾽ ἄρα τοίγε ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν, καί μιν κυδαίνοντες, ὑπὸ κνέφας ἔντομα μήλων κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δ᾽ ἀκταῖς ἤματ᾿ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος. τὴν δ᾽ ἀκτὴν Αφέτας Αργοῦς ἔτι κικλήσκουσιν. Ενθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν, ἀκτήν τ᾽ αἰγιαλόν τε δυσήνεμον ἐκνεύσαντες. ἠῶθεν δ᾽ Ομόλην αὐτοσχεδὸν εἰσορόωντες πόντῳ κεκλιμένην, παρεμέτρεον· οὐδ᾽ ἔτι δηρόν μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Αμύροιο ῥέεθρα. κεῖθεν δ᾽ εὐρυμένας τε πολυκλύστους τε φάραγγας Οσσης Οὐλύμποιό τ᾽ ἐσέδρακον· αὐταρ, ἔπειτα κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην, ἤνυσαν ἐννύχιοι, πνοιῆς ἀνέμοιο θέοντες. ἦρι δὲ νισσομένοισιν Αθω ἀνέτελλε κολώνη Θρηϊκίη, ἢ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν, ὅσσον ἐς ἔνδιόν κεν ἐΰστολος ὁλκὰς ἀνύσσαι, ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης. τοῖσιν δ᾽ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ κνέφας οὖρος πάγχυ μάλ᾽ ἀκραὴς, τετάνυστο δὲ λαίφεα νηός. αὐτὰρ ἅμ᾿ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος, εἰρεσίῃ κραναὴν Σιντηΐδα Αῆμνον ἵκοντο. Ενθ᾽ ἄμυδις πᾶς δῆμος ὑπερβασίησι γυναικῶν νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. δὴ γὰρ κουριδίας μὲν ἀπηνῄναντο γυναῖκας ἀνέρες ἐχθήραντες, ἔχον δ᾽ ἐπὶ ληϊάδεσσι τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν· Θρηϊκίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζε Κύπριδος, οΰνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. ὢ μέλεαι, ζήλοιό τ᾽ ἐπισμυγερῶς ἀκόρητοι. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔῤῥαισαν ἀκοίτας ἀμφ᾽ εὐνῇ, πᾶν δ᾽ ἄρσεν ὁμοῦ γένος, ὡς κεν ὀπίσσω μή τινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. οἴη δ᾽ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Υψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσε· λάρνακι δ᾽ ἐν κοίλῃ μιν ὑπερθ᾽ ἁλὸς ἦκε φέρεσθαι, αἴ κε φύγοι. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο, πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν, νῆσον ἐπακτῆρες, Σικίνου ἄπο, τὸν ῥα Θόαντι Νηϊὰς Οἰνοίη Νύμφη τέκεν εὐνηθεῖσα. τῇσι δὲ βουκόλιαί τε βοῶν, χάλκειά τε δύνειν τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούρας ῥηΐτερον πάσῃσιν Αθηναίης πέλεν ἔργών, οἷς αἰεὶ τοπάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης ἢ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον δείματι λευγαλέῳ, ὁπότε Θρήϊκες ἴασι. τῷ καὶ ὅτ᾽ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Αργώ, αὐτίκα πασσυδίη πυλέων ἔκτοσθε Μυρίνης, δήϊα τεύχεα δῦσαι, ἐς αἰγιαλὸν προχέοντο, Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν Θρήϊκας· ἠδ᾽ ἅμα τῇσι Θοαντιὰς Υψιπύλεια δῦν᾽ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ᾽ ἐκέχυντο ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. Τείως δ᾽ αὖτ᾽ ἐκ νηὸς ἀριστῆες προέηκαν Αἰθαλίδην, κήρυκα θοὸν, τῷπέρ τε μέλεσθαι ἀγγελίας, καὶ σκῆπτρον ἐπέτραπον Ερμείαο, σφωϊτέροιο τοκῆος, ὃς οἱ μνῆστιν πόρε πάντων ἄφθιτον· οὐδ᾽ ἔτι νῦν περ ἀποιχομένου Αχέροντος δίνας ἀπροφάτοὺς ψυχὴν ἐπιδέδρομε λήθη. ἀλλ᾽ ἡ γ᾽ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται, ἄλλοθ᾽ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ᾽ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετ᾿ ἀνδράσιν. ἀλλὰ τί μύθους Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν ; ὃς ῥα τόθ᾽ Υψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ Βορέαο. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἶζον ἰοῦσαι εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Υψιπύλεια. καί ὁ᾽ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, αὐτίκ᾿ ἄρ᾽ ἦγ᾽ ἐνὶ τῇσιν ἐποτρύνουσ᾽ ἀγόρευεν. Ω φίλαι, εἰ δ᾽ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν, οἷά τ᾽ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας, ἤϊα, καὶ μέθυ λαρὸν, ἵν᾽ ἔμπεδον ἔκτοθι πύργων μίμνωσι, μηδ' ἄμμε κατὰ χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι, κακὴ δ᾽ ἐπὶ πολλὸν ἵκηται βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν θυμηδὲς τοῖσίν γε τόδ᾽ ἔσσεται, εἴ κε δαεῖεν. ἡμετέρη μέν νυν τοίη παρενήνοθε μῆτις· ὑμέων δ' εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρο κάλεσσα. Ως ἄρ᾽ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάϊνον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὧρτο Πολυξώ, γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσι, βάκτρῳ ἐρειδομένη, πέρι δὲ μενέαιν᾿ ἀγορεῦσαι. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο, ἀδμῆτες, λευκῇσιν ἐπιχνοάουσαι ἐθείραις. στῆ δ᾽ ἄρ᾽ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δ᾽ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ᾽ ἔειπε. Δῶρα μὲν, ὡς αὐτῇ περ ἐφανδάνει Υψιπυλείῃ, πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο, αἴ κεν ἐπιβρίσῃ Θρήϊξ στρατός, ἠἑ τις ἄλλος δυσμενέων, ἅτε πολλὰ μετ᾿ ἀνθρώποισι πέλονται, ὡς καὶ νῦν ὅδ᾽ ὅμιλος ἀνωΐστως ἀφικάνει; εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ᾽ ὀπίσσω μυρία, δηϊοτῆτος ὑπέρτερα, πήματα μίμνει. εὖτ᾽ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες, κουρότεραι δ᾽ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε, πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἠὲ βαρείαις αὐτόματοι βόες ὕμμιν ἐνιζευχθέντες ἀρούραις γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον, καὶ πρόκα, τελλομένου ἔτεος, στάχυν ἀμήσονται; ἢ μὲν ἐγὼν, εἰ καί με τανῦν ἔτι πεφρίκασι Κῆρες, ἐπερχόμενόν που οΐομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν αὕτως ᾗ θέμις ἐστὶ, πάρος κακότητα πελάσσαι. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολος ἔστ᾽ ἀλεωρή, εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληΐδα πᾶσαν ὑμετέρην ξείνοισι, καὶ ἀγλαὸν ἄστυ μέλεσθαι. Ως ἔφατ᾿· ἐν, δ᾽ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφι μῦθος. ἀτὰρ μετὰ τὴν γε παρασχεδὸν αὖτις ἀνῶρτο Υψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα. Εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι. ἦ ῥα καὶ Ιφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν. Ορσο μοι, Ιφινόη, τοῦδ᾽ ἀγέρος ἀντιόωσα ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει; ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾽ ἐθέλωσι, κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας. Η, καὶ ἔλυσ᾽ ἀγορήν· μετὰ δ᾽ εἰς ἑὸν ὠρτο νέεσθαι· ὡς δὲ καὶ Ιφινόη Μινύας ἵκεθ᾽· οἱ δὲ ἐρέεινον χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τοὺς γε πασσυδίη μύθοισι προσέννεπεν ἐξερέοντας. Κούρη τοί μ᾽ ἐπέηκε Θοαντιὰς ἐνθάδ᾽ ἰοῦσαν Υψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν, ὄφρα τί οἱ δήμοιο, ἔπος θυμῆρες ἐνίσπῃ· καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾽ ἐθέλητε, κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας. Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἐναίσιμος ἥνδανε μύθος. Υψιπύλην δ᾽ εἴσαντο καταφθιμένοιρ Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόν γε πέμπον ἴμεν, καὶ δ᾽ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. Αὐτὰρ ὅγ᾽ ἀμφ᾽ ὤμοισι θεᾶς Ιτωνίδος ἔργον, δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσε Παλλὰς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Αργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. ἢ μὲν ῥηϊτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο, ἄκρα δὲ, πορφυρέη πάντη πέλεν· ἐν δ᾽ ἄρ᾽ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδὸν εὐ ἐκέκαστο. Εν μὲν ἔσαν Κύκλωπες ἐπ᾿ ἀφθίτῳ ἥμενοι ἔργῳ, Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι, ὃς τόσον ἤδη παμφαίνων ἐτέτυκτο, μιῆς δ᾽ ἔτι δεύετο μοῦνον ἀκτῖνος, τὴν οἵγε σιδηρείῃς ἐλάασκον σφύρῃσι, μαλεροῖο πυρὸς ζείουσαν ἀϋτμῇ. Εν δ᾽ ἔσαν Αντιόπης Ασωπίδος υἱέε δοιώ, Αμφίων καὶ Ζῆθος· ἀπύργωτος δ᾽ ἔτι Θήβη κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· Αμφίων δ᾽ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἤϊε, δὶς τόσση δὲ μετ᾽ ἴχνια νίσσετο πέτρη. Εξείης δ᾽ ἤσκητο βαθυπλόκαμος Κυθερείη Αρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δὲ οἱ ὤμου πῆχυν ἐπὶ σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος νέρθεν ὑπὲρ μαζοῖο· τὸ δ᾽ ἀντίον ἀτρεκὲς αὕτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ᾿ ἰδέσθαι. Εν δὲ βοῶν ἔσκε λάσιος νομός· ἀμφὶ δὲ βουσὶ Τηλεβόαι μάρναντο καὶ υἱέες Ηλεκτρύωνος·· οἱ μὲν ἀμειβόμενοι, ἀτὰρ οἵγ᾽ ἐθέλοντες ἀμέρσαι ληϊσταὶ Τάφιοι· τῶν δ᾽ αἵματι δεύετο λειμών ἑρσήεις, πολέες δ᾽ ὀλίγους βιόωντο νομῆας. Εν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων. ἡνία, σὺν δὲ οἱ ἔσκε παραιβάτις Ιπποδάμεια· τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ᾽ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς ἴξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πίπτεν, ἐπεσσύμενος Πελοπήϊα νῶτα δαΐξαι. Εν καὶ Απόλλων Φοῖβος ὀϊστεύων ἐτέτυκτο, βούπαις οὔπω πολλὸς, ἑὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὃν σ᾽ ἔτεκέν γε δι᾽ Ελάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. Εν καὶ Φρίξος ἔην Μινυήϊος, ὡς ἐτεόν περ εἰσαΐων κριοῦ, ὁ δ᾽ ἄρ᾽ ἐξενέποντι ἐῴκει. κείνους κ᾽ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμὸν, ἐλπόμενος πυκινήν τιν᾿ ἀπὸ σφείων ἐσακοῦσαι βάξιν, ὃ καὶ δηρόν νυν ἐπ᾿ ἐλπίδι θηήσαιο. Τοῦ ἄρα δῶρα θεᾶς Ιτωνίδος ἦεν Αθήνης. δεξιτερῇ δ᾽ ἕλεν ἔγχος ἑκηβόλον, ὁ δ᾽ Αταλάντη Μαινάλῳ ἔν ποτέ οἱ ξεινήϊον ἐγγυάλιξε, πρόφρων ἀντομένη· πέρι γὰρ μενέαινεν ἕπεσθαι τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην· δεῖσεν δ᾽ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. Βῆ δ᾽ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσὸς, ὃν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσι νύμφαι θηήσαντο δόμων ὑπεραντέλλοντα, καὶ σφίσι κυανέοιο δι' ἠέρος ὄμματα θέλγει καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠϊθέοιο παρθένος ἱμείρουσα μετ᾿ ἀλλοδαποῖσιν ἐόντος ἀνδράσιν, ᾧ κέν μιν μνηστὴν κομέωσι τοκῆες· τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤΐεν ἥρως. καί ῥ᾽ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν; δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες, γηθόσυναι ξείνῳ· ὁ δ᾽ ἐπὶ χθονὸς ὄμματ᾽ ἐρείσας νίσσετ᾽ ἀπηλεγέως, ὄφρ᾽ ἀγλαὰ δώμαθ᾽ ἵκανεν Υψιπύλης· ἄνεσαν δὲ θύρας προφανέντι θεράπναι δικλίδας, εὐτύκτοισιν ἀρηραμένας σανίδεσσιν. ἔνθα μιν Ιφινόη κλισμῷ ἐνὶ παμφανόωντι ἐσσυμένως καλῆς διὰ παστάδος εἶσεν ἄγουσα ἀντία δεσποίνης· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλούσα παρθενικὰς ἐρύθηνε παρηΐδας· ἔμπα δὲ τόνγε αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισι. Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων ἦσθ᾽ αὕτως; ἐπεὶ οὐ μὲν ὑπ᾽ ἀνδράσι ναίεται ἄστυ. ἀλλὰ Θρηϊκίης ἐπινάστιοι ἠπείροιο πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν ἐξερέω νημερτὲς, ἵν᾽ εὖ γνοίητε καὶ αὐτοί. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευε, τηνίκα Θρηϊκίων, οἱ τ᾽ ἀντία ναιετάουσι, Λήμνου ἀπορνύμενοι λαοί πέρθεσκον ἐπαύλους ἐκ νηῶν, αὐτῇσι δ᾽ ἀπείρονα ληΐδα κούραις δεῦρ᾽ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος, ἥτε σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων, ᾗματίη εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· αὐτὰρ ληϊάδεσσι δορυκτήταις παρίαυον, σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ᾽ αὖτις ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προὔβαινεν. ἀτιμάζοντο δὲ τέκνα γνήσι᾽ ἐνὶ μεγάροις, σκοτίη δ᾽ ἀνέτελλε γενέθλη. αὕτως δ᾽ ἀδμῆτές τε κόραι, χῆραί τ᾽ ἐπὶ τῇσι μητέρες ἀμπτολίεθρον ἀτημελέες ἀλάληντο. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός, εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδ᾽ ἀπὸ μητρός λώβην, ὡς τοπάροιθεν, ἀεικέα παῖδες ἄμυνον· οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε θυμῷ. ἀλλ᾽ οἶαι κοῦραι ληΐτιδες ἔν τε δόμοισιν, ἔν τε χοροῖς, ἀγορῇ τε, καὶ εἰλαπίνῃσι μέλοντο. εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, ἂψ ἐπανερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις δέχθαι, ἵν᾽ ἢ φρονέοιεν ἅπερ θέμις, ἠἐ πη ἄλλῃ αὐταῖς ληϊάδεσσιν ἀφορμηθέντες ἵκοιντο. οἳ δ᾽ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθ᾽ ἔτι νῦν περ Θρηϊκίης ἄροσιν χιονώδεα ναιετάουσι. τῷ ὑμεῖς στρωφᾶσθ᾽ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦτ᾽ ἂν ἔπειτα πατρὸς ἐμοῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σ᾽ οἴω γαῖαν ὀνόσσεσθαι· πέρι γὰρ βαθυλήϊος ἄλλων νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν. ἀλλ᾽ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἔνισπε μύθους ἡμετέρους, μηδ᾽ ἔκτοθι μίμνε πόληος. Ισκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη ἀνδράσιν· αὐτὰρ ὃ τήνγε παραβλήδην προσέειπεν. Υψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν χρησμοσύνης, ἣν ἄμμι, σέθεν χατέουσιν, ὀπάζεις. εἶμι δ᾽ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὔτ᾽ ἂν ἕκαστα ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω σοί τ᾽ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι. Η, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δ᾽ ὀπίσσω βῆ ρ᾽ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι είλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων ἐξέμολε· μετέπειτα δ᾽ ἐϋτροχάλοισιν ἁμάξαις ἀκτὴν εἰσανέβαν, ξεινήϊα πολλὰ φέρουσαι, μῦθον ὅτ᾽ ἤδη πάντα διηνεκέως ἀγόρευσε, τὸν ῥα καλεσσαμένη διεπέφραδεν Υψιπύλεια· καὶ δ᾽ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ᾽ ἄγεσκον ῥηϊδίως· Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὧρσεν, Ηφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λήμνος. Ενθ᾽ ὁ μὲν Υψιπύλης βασιλήϊον ἐς δόμον ὠρτο Αἰσονίδης· οἱ δ᾽ ἄλλοι ὅπη καὶ ἔκυρσαν ἕκαστος, Ηρακλῆος ἄνευθεν. ὁ γὰρ παρὰ νηϊ λέλειπτο αὐτὸς ἑκὼν, παῦροί τε διακρινθέντες ἑταῖροι. αὐτίκα δ᾽ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει, καπνῷ κνισσήεντι περίπλεον· ἔξοχα δ᾽ ἄλλων ἀθανάτων Ηρης υἷα κλυτὸν, ἠδὲ καὶ αὐτὴν Κύπριν ἀοιδῇσι θυέεσσί τε μειλίσσοντο. ἀμβολίη δ᾽ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦε ναυτιλίης· δηρὸν δ᾽ ἂν ἐλίκυον αὖθι μένοντες, εἰ μὴ ἀολλήσας ἑτάρους ἀπάνευθε γυναικῶν Ηρακλέης, τοίοισιν ἐνιπτάζων προσέειπε. Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ᾽ ἀποέργει ἡμέας; ἠὲ γάμων ἐπιδευέες ἐνθάδ᾽ ἔβημεν κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ᾽ ἕαδε ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν ἐσσόμεθ᾽ ὧδ᾽ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. ἴομεν αὖτις ἕκαστος ἐπὶ σφέα· τὸν δ᾽ ἐνὶ λέκτροις Υψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε. Λῆμνον παισὶν ἐπανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται. Ως νείκεσσὲν ὅμιλον· ἐναντία δ᾽ οὐ νύ τις ἔτλη ὄμματ᾽ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι· ἀλλ᾽ αὕτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι. ταὶ δὲ σφιν ἐπέδραμον, εὖτ᾽ ἐδάησαν. ὡς δ᾽ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι πέτρης ἐκχύμεναι σιμβληΐδος, ἀμφὶ δὲ λειμών ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον καρπὸν ἀμέργουσι πεποτημέναι· ὡς ἄρα ταί γε ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο, χερσί τε καὶ μύθοισὶν ἐδεικανόωντο ἕκαστον, εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. ὣς δὲ καὶ Υψιπύλη ἠρήσατο, χεῖρας ἑλοῦσα Αἰσονίδεω, τὰ δὲ οἱ ῥέε δάκρυα χήτει ἰόντος. Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις χρύσειον βασιλῆϊδέρος κομίσειαν ἄγοντα αὕτως, ὡς ἐθέλεις καί τοι φίλον· ἥδε δὲ νῆσος σκῆπτρά τε πατρὸς ἐμοῖο παρέσσεται, εἴ κεν ὀπίσσω δή ποτε νοστήσας ἐθέλοις ἄψοῤῥον ἱκέσθαι. ῥηϊδίως δ᾽ ἄν τοι καὶ ἀπείρονα λαὸν ἀγείραις. ἄλλων ἐκ πολίων. ἀλλ᾽ οὐ σύ γε τήνδε μενοινὴν σχήσεις, οὔτ᾽ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη Υψιπύλης· λίπε δ᾽ ἡμὶν ἔπος, το κεν ἐξανύσαιμι πρόφρων, ἣν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι. Τὴν δ᾽ αὖτ᾿ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· Υψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο ἐκ μακάρων· τύνη δ᾽ ἐμέθεν πέρι θυμὸν ἀρείω ἴσχαν᾽, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. εἰ δ᾽ οὐ μοι πέπρωται ἐς Ελλάδα γαϊαν ἱκέσθαι τηλοῦ ἀναπλώοντι, σὺ δ᾽ ἄρσενα παῖδα τέκοιο, πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ιωλκού, πατρί τ᾽ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἣν ἄρα τοὺς γε τέτμῃ ἔτι ζώοντας, ἵν᾿ ἄνδιχα τοῖο ἄνακτος. σφοῖσιν πορσύνωνται ἐφέστιον ἐν μεγάροισιν. Η, καὶ ἔβαιν᾿ ἐπὶ νῆα παροίτατος· ὡς δὲ καὶ ἄλλοι βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δὲ σφίσιν Αργος λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθ᾽ ἄρα τοίχε κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν. ἑσπέριοι δ' Ορφῆος ἐφημοσύνῃσιν ἔκελσαν νῆσον ἐς Ηλέκτρης Ατλαντίδος, ὄφρα δαέντες ἀῤῥήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο. τῶν μὲν ἔτ᾽ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ νῆσος ὁμῶς κεχάροιτο, καὶ οἱ λάχον ὄργια κεῖνα δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν. Κεῖθεν δ᾽ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου ἰέμενοι, τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην Ιμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο δυομένου, Χερόνησον ἐπὶ προὔχουσαν ἵκοντο. ἔνθα σφι λαιψηρὸς ἄη νότος, ἱστία δ᾽ οὔρῳ στησάμενοι, κούρης Αθαμαντίδος αἰπὰ ῥέεθρα εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο ἦρι, τὸ δ᾽ ἐννύχιοι Ροιτειάδος ἔνδοθεν ἀκτῆς μέτρεον, Ιδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες. Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Αβύδῳ, Περκώπην δ᾽ ἐπὶ τῇ, καὶ Αβαρνίδος ἠμαθόεσσαν ἠϊόνα, ζαθέην τε παρήμειβον Πιτύειαν. καὶ δὴ τῇ γ᾽ ἐπὶ νυκτὶ, διάνδιχα νηὸς ἰούσης, δίνῃ πορφύροντα διήνυσαν Ελλήσποντον. Εστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος τυτθὸν ἀπὸ Φρυγίης πολυληΐου ἠπείροιο εἰς ἅλα κεκλιμένη, ὅσσον τ᾽ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δὲ οἱ ἀκταὶ ἀμφίδυμοι, κεῖνται δ᾽ ὑπὲρ ὕδατος Αἰσήποιο. Αρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες· καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἀμφινέμονται Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι. ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται, αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ᾽ ὑπένερθε τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι. ἰσθμὸν δ᾽ ἀμπεδίον τε Δολίονες ἀμφενέμοντο ἀνέρες· ἐν δ᾽ ἥρως Αἰνήϊος υἱὸς ἄνασσε Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο Αἰνήτη. τοὺς δ᾽ οὐ τι, καὶ ἔκπαγλοί περ ἐόντες, Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ· τοῦ γὰρ ἔσαν ταπρῶτα Δολίονες ἐκγεγαῶτες. ἔνθ᾽ Αργὼ προὔτυψεν ἐπειγομένη ἀνέμοισι Θρηϊκίοις, καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν. κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες, Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο, κρήνῃ ὑπ᾿ Αρτακίῃ· ἕτερον δ᾽ ἕλον, ὅστις ἀρήρει, βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Εκάτοιο Νηλεΐδαι μετόπισθεν Ιάονες ἱδρύσαντο ἱερὸν, ᾗ θέμις ἦεν, Ιησονίης ἐν Αθήνης. Τοὺς δ᾽ ἄμυδις φιλότητι Δολίονες, ἠδὲ καὶ αὐτὸς Κύζικος ἀντήσαντες, ὅτε στόλον ἠδὲ γενέθλην ἔκλυον οἵτινες εἶεν, ἐϋξείνως ἀρέσαντο, καὶ σφέας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι. ἔνθ᾽ οἱ γ' Εκβασίῳ βωμὸν θέσαν. Απόλλωνι, εἰσάμενοι παρὰ θίνα, θυηπολίης τ᾿ ἐμέλοντο. δῶκεν δ᾽ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισι, μῆλά θ᾽ ὁμοῦ. δὴ γὰρ οἱ ἔην φάτις, εὖτ᾽ ἂν ἵκωνται ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι. νεῖόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι, οὐδὲ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο· ἀλλ᾽ ἔτι οἱ κατὰ δώματ᾽ ἀκήρατος ἦεν ἄκοιτις ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, Κλείτη ἐϋπλόκαμος. τὴν μὲν νέον ἐξέτι πατρὸς θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν. ἀλλὰ καὶ ὡς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης τοῖς μέτα δαῖτ᾽ ἀλέγυνε, βάλεν δ᾽ ἀπὸ δείματα θυμοῦ. ἀλλήλους δ᾽ ἐρέεινον ἀμοιβαδίς. ἤτοι ὁ μὲν σφέων πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τ᾽ ἐφετμάς· οἱ δὲ περικτιόνων πόλιας, καὶ κόλπον ἅπαντα εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ ἠείδει καταλέξαι ξελδομένοισι δαῆναι. ἠοῖ δ᾽ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα κεν αὐτοὶ θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δ᾽ ἄρα τοίγε νῆα χυτοῦ λιμένος προτέρου ἐξήλασαν ὅρμου· ἥδε δ' Ιησονίη πέφαται ὁδὸς, ἥνπερ ἔβήσαν. Γηγενέες δ᾽ ἑτέρωθεν ἀπ᾿ οὔρεος ἀΐξαντες φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρης πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα. ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν Ηρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας τόξον, ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ πέτρας ἀμφιρῶγας ἀερτάζοντες ἔβαλλον. δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα Ηρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ηρακλῆϊ. σὺν δὲ καὶ ὦλλοι δῆθεν ὑπότροποι ἀντιόωντες, πρίν περ ἀνελθέμεναι σκοπιὴν, ἥπτοντο φόνοιο Γηγενέων ἥρωες ἀρήϊοι, ἠμὲν ὀϊστοῖς, ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάϊξαν. ὡς δ᾽ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν, ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους· ὡς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ᾽ ὕπερθε χέρσω τεινάμενοι· τοὶ δ᾽ ἔμπαλιν, αἰγιαλοῖο κράατὰ μὲν ψαμάθοισι, πόδας δ᾽ εἰς βένθος ἔρειδον,100 ἄμφω ἅμ᾽ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι. Ήρωες δ᾽, ὅτε δή σφιν ἀταρβὴς ἔπλετ᾽ ἄεθλος, δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῆς ἀνέμοιο λυσάμενοι, προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο. ἡ δ᾽ ἔθεε λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ᾽ ἐπέλασσεν αὖτις ἐϋξείνοισι Δολίοσιν. ἐκ δ᾽ ἄρ᾽ ἔβησαν αὐτονυχί· Ιερὴ δὲ φατίζεται ἥδ᾽ ἔτι πέτρη, ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο. οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν ἔμμεναι· οὐδ᾽ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας ἥρωας νημερτὲς ἐπήϊσαν· ἀλλά που ἀνδρῶν Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι. τῷ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν. σὺν δ᾽ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν, ὀξείῃ ἴκελοι ῥιπῇ πυρὸς, ἥ τ᾽ ἐνὶ θάμνοις αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ. οὐδ᾽ ὅγε δηϊοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι. ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑεῖο πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρί. ὀστέον ἐῤῥαίσθη· ὁ δ᾽ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς μοῖραν ἀνέπλησε. τὴν γὰρ θέμις οὔ ποτ᾿ ἀλύξαι θνητοῖσι· πάντη δὲ περὶ μέγα πέπταται ἕρκος. ὡς τὸν ὀϊόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης εἶναι ἀριστήων, αὐτὴ ὑπὸ νυκτὶ πέδησε,τι μαρνάμενον κείνοισι. πολεῖς δ᾽ ἐπαρηγόνες ἄλλοι ἔκταθεν. Ηρακλέης μὲν ἐνήρατο Τηλεκλῆα ἠδὲ Μεγαβρόντην· Σφόδριν δ᾽ ἐνάριξεν Ακαστος· Πηλεὺς δὲ Ζέλυν εἶλεν, ἀρηϊθούν τε Γέφυρον. αὐτὰρ ἐϋμελίης Τελαμών Βασιλῆα κατέκτα. Ιδας δ᾽ αὖ Προμέα, Κλύτιος δ' Υάκινθον ἔπεφνε, Τυνδαρίδαι δ᾽ ἄμφω Μεγαλοσσάκεα, Φλόγιόν τε. Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἕλε θρασὺν Ιτυμονῆα, ἠδὲ καὶ Αρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντὰς ἐνναέται τιμαῖς ἡρωΐσι κυδαίνουσιν. οἱ δ᾽ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠΰτε κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι. ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δ᾽ αὐτῆς πλῆτο πόλις, στονόεντος ὑποτροπίῃ πολέμοιο. ἠῶθεν δ᾽ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω· στυγερὸν δὲ ἄχος εἶλεν ἰδόντας ἥρωας Μινύας Αἰνήϊον υἷα πάροιθε Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα. ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες τύμβῳ ἐνεκτερέϊξαν, ἐπειρήσαντό τ᾽ ἀέθλων, ᾗ θέμις, ἀμπεδίον λειμώνιον, ἔνθ᾽ ἔτι νῦν περ ἐγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. οὐδὲ μὲν οὐδ᾽ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε· κακῷ δ᾽ ἔπι κύντερον ἄλλο ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ Νύμφαι ἀποφθιμένην ἀλσηΐδες ὠδύραντο· καὶ οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε, πάντα τάγε κρήνην τεῦξαν θεαὶ, ἣν καλέουσι Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν ἀνδράσι τ᾽ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδ᾽ ἐπὶ δηρὸν, ἐξ ἀχέων, ἔργοιο μυληφάτου ἐμνώοντο· ἀλλ᾽ αὕτως ἄφλεκτα διεζώεσκον ἔδοντες. ἔνθ᾽ ἔτι νῦν, εὔτ᾽ ἂν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναϊοντες Ιάονες, ἔμπεδον αἰεὶ πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν. Εκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι ἤμαθ᾽ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ κατ᾽ αὖθι ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δ᾽ ἐνὶ νυκτὶ ὦλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ακαστος Μόψος τ' Αμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο. ἡ δ᾽ ἄρ᾽ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο πωτᾶτ᾽ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος, ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας. καὶ τὴν μὲν θεὸς αὐτις ἀπέτραπεν, ἶζε δ᾽ ὕπερθε νηΐου ἀφλάστοιο μετῄορος ἀΐξασα. τὸν δ᾽ ὅ γε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν κινήσας ἀνέγειρε παρασχεδὸν, ὧδέ τ᾽ ἔειπεν, Αἰσονίδη, χρειώ σε τόδ' ἱερὸν εἰσανιόντα Δινδύμου ὀκριόεντος, ἐϋθρονον ἱλάξασθαι μητέρα συμπάντων μακάρων· λήξουσι δ᾽ ἄελλαι ζαχρηεῖς. τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα ἀλκυόνος ἁλίης, ἥτε κνώσσοντος ὕπερθε σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότητο. ἐκ γὰρ τῆς ἄνεμοί τε, θάλασσά τε, νειόθι τε χθὼν πᾶσα πεπείρηται, νιφόεν θ᾽ ἕδος Οὐλύμποιο· καί οἱ, ὅτ᾽ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνει, Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὡς δὲ καὶ ὦλλοι ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν. Ως φάτο· τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι. ὤρνυτο δ᾽ ἐξ εὐνῆς κεχαρημένος· ὧρσε δ᾽ ἑταίρους ΙΙοὐπάντας ἐπισπέρχων, καί τε σφίσιν ἀγρομένοισιν Αμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν. αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες ἔνθεν ἐπ᾿ αἰπεινὴν ἄναγον βόας οὔρεος ακρην. οἱ δ᾽ ἄρα λυσάμενοι Ιερῆς ἐκ πείσματα πέτρης, Ιπποὔρεσαν ἐς λιμένα Θρηΐκιον· ἀν δὲ καὶ αὐτοὶ βαῖνον, παυροτέρους ἑτάρων ἐν νηΐ λιπόντες. τοῖσι δὲ Μακριάδες σκοπιαὶ, καὶ πᾶσα περαίη. Θρηϊκίης ἐνὶ χερσὶν ἑαῖς προὐφαίνετ᾿ ἰδέσθαι· φαίνετο δ᾽ ἠερόεν στόμα Βοσπόρου, ἠδὲ κολῶναι Μυσίαι· ἐκ δ᾽ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήϊον Αδρηστείης. ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δ' Αργος εὐκόσμως, καὶ δή μιν ἐπ᾿ ὀκριόεντι κολωνῷ ἵδρυσαν, φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν, αἱ ῥά τε πασάων πανυπέρταται ἐρρίζωντο. ·· βωμὸν δ᾽ αὖ χεράδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο, Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα, Κυλληνόν τε, οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ιδαίης κεκλήαται, ὅσσοι ἔασι Δάκτυλοι Ιδαῖοι Κρηταιέες, οὕς ποτε Νύμφη Αγχιάλη Δικταῖον ἀνὰ σπέος, ἀμφοτέρῃσι δραξαμένη γαίης Οἰαξίδος, ἐβλάστησε. πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριωλὰς Αἰσονίδης γουνάζετ᾽ ἐπιλείβων ἱεροῖσιν αἰθομένοις· ἄμυδις δὲ νέοι Ορφῆος ἀνωγῇ σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὡς κεν ἰωὴ δύσφημος πλάζοιτο δι' ἠέρος, ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ ῥόμβῳ καὶ τυπάνῳ Ρείην Φρύγες ἱλάσκονται. ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς ἀνταίη δαίμων· τὰ δ᾽ ἐοικότα σήματ᾽ ἔγεντο. δένδρεα μὲν καρπὸν χέον· ἄσπετον, ἀμφὶ δὲ ποσσὺν α αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης. θῆρες δ᾽ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες, οὐρῇσι σαίνοντες ἐπήλυθον. ἠδὲ καὶ ἄλλα θῆκε τέρας· ἐπεὶ οὐ τι παροίτερον ὕδατι νᾶε Δίνδυμον· ἀλλά σφιν τότ᾽ ἀνέβραχε διψάδος αὕτως ἐκ κορυφῆς ἄλληκτου· Ιησονίην δ᾽ ἐνέπουσι κεῖνο ποτὸν κρήνην περιψαιέται ἄνδρες ἀπίσσω. καὶ τότε μὲν δαῖτ᾽ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Αρκτων, μέλποντες Ρείην πολυπότνιαν. αὐτὰρ ἐς ἠὼ, ληξάντων ἀνέμων, νῆσον λίπον εἰρεσίῃσιν. Ενθ' ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν, ὅστις ἀπολήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ᾽ εὔνασε πόντον, οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκαν ἐπιπρὸ νῆα βίη· τὴν δ᾽ οὐ κε διὲξ ἁλὸς ἀΐσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι. ἔμπης δ᾽ ἐχρομένοιο σάλου ζαχρηέσιν αὔραις, αΐ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθοντο, τειρόμενοι καμάτῳ μετελώφεον. αὐτὰρ ὁ τούςγε πασσυδίη μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ηρακλέης, ἐτίνασσε δ᾽ ἀρηρότα δούρατα νηός, ἀλλ᾽ ὅτε δὴ, Μυσῶν λελιημένοι ἠπείροιο, Ρυνδακίδας προχοὰς, μέγα τ᾽ ἠρίον Αἰγαίωνος τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεου εἰσορόωντες, δὴ τότ᾽ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς, μεσσόθεν ἄξεν ἐρετμόν, ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντας κλύζε παλιροθίοισι φέρων, ἀνὰ δ᾽ ἕζετο σιγῇ παπταίνων· χεῖρες γὰρ ἀήθεσαν ἠρεμέουσαι. Ημος δ᾽ ἀγρόθεν εἶσι φυτοσκάφος, ἤ τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑὴν, δόρποιο χατίζων, αὐτοῦ δ᾽ ἐν προμολῇ τετρυμένα γούνατ' ἔκαμψεν αὐσταλέος κονίησι, περιτριβέας δέ τε χεῖρας εἰσορόων, κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί· τῆμος ἄρ᾽ οἳ γ᾽ ἀφίκοντο Κιανίδος ἤθεα γαίης, ἀμφ᾿ Αργανθώνειον ὄρος, προχοάς τε Κίοιο. τοὺς μὲν ἐϋξείνως Μυσοὶ φιλότητι κιόντας δειδέχατ᾽, ἐνναέται κείνης χθονὸς, ἤϊά τε σφι μῆλά τε δευομένοις, μέθυ τ᾽ ἄσπετον ἐγγυάλιξαν. ἔνθα δ᾽ ἔπειθ᾽ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες, στόρνυσθαι· τοὶ δ᾽ ἀμφὶ πυρήϊα δινεύεσκον· οἱ δ᾽᾽ οἶνον κρητῆρσι κέρων, πονέοντά τε δαῖτα, Εκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Απόλλωνι. Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς ἐὗ ἐπιτείλας βῆ ῥ᾽ ἴμεν εἰς ὅλην υἱὸς Διὸς, ὡς κεν ἐρετμὸν οἱ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι. εὗρεν ἔπειτ᾽ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς ἀχθομένην ἄζοις, οὐδὲ μέγα τηλεθόωσαν, ἀλλ᾽ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο· τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι. ῥίμφα δ᾽ ὀϊστοδόκην μὲν ἐπὶ χθονὶ· θῆκε φαρέτρην αὐτοῖσι· τόξοισιν, ἔδυ δ᾽ ἄπα δέρμα λέοντος, τὴν δ᾽ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας νειόθὲν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσὶν, ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς· πεδόθεν δὲ, βαθύριζόν περ ἐοῦσαν, κα προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης. Α ὡς δ᾽ ὅταν ἀπροφάτως ἱστὸν νεὸς, εὖτε μάλιστα χειμερίη ὀλοοῖο πέλει δύσις Ωρίωνος, ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάϊξ αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται· ὡς ὅγε τὴν ἤειρεν. ὁμοῦ δ᾽ ἀνὰ τόξα καὶ ἰοὺς, δέρμα θ᾽ ἑλὼν, ρόπαλόν τε, παλίσσυτος ὧρτο νέεσθαι. Τόφρα δ' Υλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου δίζετο κρηναίης ἱερὸν ῥόον, ὥς κέν οἱ ὕδωρ φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι. δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβε νηπίαχον ταπρῶτα, δόμων ἐκ πατρὸς ἀπούρας, δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνε νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα. ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ Θειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα. ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι λευγαλέην, ἐπεὶ οὐ τι δίκης ἀλέγοντες ἔναιον. ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς. αἶψα δ' ὅ γε κρήνην μετεκίαθεν, ἣν καλέουσι Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι Νυμφάων ἵσταντο χοροί· μέλε γὰρ σφίσι πάσαις, ὅσσαι κεῖσ᾽ ἐρατὸν Νύμφαι ῥίον ἀμφενέμοντο, Αρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς. αἱ μὲν ὅσαι σκοπιὰς ὀρέων λάχον, ἢ καὶ ἐναύλους, αἱ γε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο· ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο Νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησε κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσι. πρὸς γάρ οἱ διχόμηνις ἀπ' αἰθέρος αὐγάζουσα βάλλε Σεληναίη, τὴν δὲ φρένας ἐπτοίησε Κύπρις, ἀμηχανίῃ δὲ μόγις συναγείρατο θυμόν. αὐτὰρ ὅγ᾽ ὡς ταπρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισε λέχρις ἐπιχριμφθεὶς, περὶ δ᾽ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ᾽ ἤγε λαιὸν μὲν καθύπερθεν ἐπ' αὐχένος ἄνθετο πῆχυν, κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ ἀγκῶν᾽ ἔσπασε χειρὶ, μέσῃ δ᾽ ἐνικάββαλε δίνῃ. Τοῦ δ᾽ ἥρως ἰάχοντος ἐπέκλυεν οἷος ἑταίρων Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου. δέκτο γὰρ Ηρακλῆα πελώριον, ὁππόθ᾽ ἵκοιτο. Αυτό βῆ δὲ μεταΐξας Πηγέων σχεδὸν, ἠὔτε τις θὴρ ἄγριος, ὃν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων, λιμῷ δ᾽ αἰθόμενος μετανίσσεται, οὐδ᾽ ἐπέκυρσε ποίμνῃσι· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμησιν· ὣς τότ᾽ ἄρ᾽ Εἰλατίδης μεγάλ᾽ ἔστενεν, ἀμφὶ δὲ χῶρον φοίτα κεκληγώς· μελέη δὲ οἱ ἔπλετο φωνή. αἶψα δ᾽ ἐρυσσάμενος μέγα φάσγανον ὧρτο δίεσθαι, μή πως ἢ θήρεσσιν ἕλωρ πέλεν, ἠε μιν, ἄνδρες. Α μοῦνον ἐόντ᾽ ἐλόχησαν, ἄγουσι δὲ ληϊδ᾽ ἑτοίμην ἔνθ᾽ αὐτῷ ξύμβλητο κατὰ στίβον Ηρακλῆϊ, γυμνὸν ἐπαΐσσων παλάμη ξίφος· εὖ δέ μιν ἔγνω σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δ᾽ ἄτην ἔκφατο, λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν. Δαιμόνιε, στυγερόν τοῦ ἄχος πάμπρωτος ἐνίψω. οὐ γὰρ Υλας κρήνηνδε κιών, σόος αὖτις ἱκάνει. ἀλλὰ ἑ ληϊστῆρες ἐνιχρίμψαντες ἄγουσιν, ἢ θῆρες σίνονται· ἐγὼ δ᾽ ἰάχοντος ἄκουσα. Ως φάτο· τῷ δ᾽ ἀΐοντι κατὰ κροτάφων ἅλις ἱδρὼς κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα. χωόμενος δ᾽ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφέρον ἀΐσσοντα. ὡς δ᾽ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος, πίσεά τε προλιπὼν καὶ ἐλεσπίδας, οὐδὲ νομήων οὐδ᾽ ἀγέλης ὄθεται, πρήσσει δ᾽ ὁδὸν, ἄλλοτ᾽ ἄπαυστος, ἄλλοτε δ᾽ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχέν᾿ ἀείρων ἵησι μύκημα, κακῷ βεβολημένος οἴστρῳ· ὡς ὅγε μαιμώων, ὁτὲ μὲν θοὰ γούνατ᾽ ἔπαλλε συνεχέως, ὁτὲ δ᾽ αὖτε μεταλήγων καμάτοιο τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀϋτῇ. Αὐτίκα δ᾽ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ · ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τίφυς ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τ᾽ ἀνέμοιο. οἱ δ᾽ ἐσέβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς εὐναίας· ἐρύσαντες ἀνεκρούσαντο κάλωας. κυρτώθη δ᾽ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ᾽ ἀπ᾿ ἀκτῆς γηθόσυνοι φορέοντο παραὶ Ποσιδήϊον ἄκρην. ἦμος δ᾽ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ᾽ ἀταρποὶ, καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ, τῆμος τούςγ᾽ ἐνόησαν ἀϊδρείῃσι λιπόντες. ἐν δέ σφι κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολωὸς ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν σφωϊτέρων ἑτάρων. ὁ δ᾽ ἀμηχανίῃσιν ἀτυχθεὶς οὐδέ τι τοῖον ἔπος, μετεφώνεεν, οὐδέ τι τοῖον Αἰσονίδης· ἀλλ᾽ ἦστο βαρείῃ νειόθεν ἄτῃ θυμὸν ἔδων· Τελαμῶνα δ᾽ ἕλε χόλος, ὧδέ τ᾽ ἔειπεν. Ησ᾿ αὕτως εὔκηλος, ἐπεὶ νύ του ἄρμενον ἦεν Ηρακλῆα λιπεῖν· σέο δ᾽ ἔκτοθι μῆτις ὄρωρεν, ὄφρα τὸ κείνου κῦδος ἀν᾿ Ελλάδα μή σε καλύψη, αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. ἀλλὰ τί μύθων ἦδος, ἐπεὶ καὶ νόσφιν ἑταίρων εἶμι τεῶν, οἱ τόνγε δόλον συνετεκτήναντο. Η, καὶ ἐς Αγνιάδην Τίφυν θόρε· τὼ δὲ οἱ ὄσσε ὄστλιγγες μαλεροῖο πυρὸς ὡς ἰνδάλλοντο.· καὶ νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο, λαῖτμα βιησάμενοι, ἀνέμου τ᾽ ἄλληκτον ἰωὴν, εἰ μὴ Θρηϊκίοιο δύω υἷες Βορέαο Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσι, σχέτλιοι· ἢ τέ σφι στυγερή τίσις ἔπλετ᾽ ὀπίσσω χερσὶν ὑφ᾽ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂῳ ἀνιόντας Τήνῳ ἐν ἀμφιρύτῃ πέφνε, καὶ ἀμήσατο γαῖαν ἀμφ᾿ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν, ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν, κίνυται ἠχήεντος ὑπὸ πνοιῇ Βορέαο. καὶ τὰ μὲν ὡς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι. τοῖσιν δὲ Γλαύκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε᾽ ἀείρας νειόθεν ἐκ λαγόνων, στιβαρῇ γ᾽ ἐπαρέξατο χειρὶ νηΐου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισι. Τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ηρακλῆα; Αργεί οἱ μοῖρ᾽ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆϊ ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους, ναίειν δ᾽ ἀθανάτοισι συνέστιον, εἴ κ᾿ ἔτι παύρους ἐξανύσῃ· τῷ μή τι ποθὴ κείνοιο πελέσθω. αὕτως δ᾽ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα, μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. αὐτὰρ Υλαν φιλότητι θεὰ ποιήσατο Νύμφη. ὃν πόσιν, οἷα περ οΰνεκ᾽ ἀποπλαγχθέντες ἔλειφθεν. Η, καὶ κῦμ᾽ ἀλίαστον ἐφέσσατο νειόθι δύψας· ἀμφὶ δὲ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δ᾽ ἥρωες· ὁ δ᾽ ἐσσυμένως ἐβεβήκει Αἰακίδης Τελαμὼν ἐς Ιήσονα, χεῖρα δὲ χειρὶ ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε. Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίησιν εἴ τί περ ἀασάμην. πέρι γάρ μ' ἄχος ἦκεν ἐνίσπειν μύθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλ᾽ ἀνέμοισι δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες. Τὸν δ᾽ αὖτ᾿ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν · Ω πέπον, ἢ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ, φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι, ἀλλ᾽ οὐ θήν του ἀδευκέα μῆνιν ἀέξω, πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων, οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας, ἀλλ᾽ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφ᾿ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτὲ, δηρίσεσθαι. Ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπη πάρος, ἑδριόωντο. τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοίο Εἰλατίδης Πολύφημος· ὁ δ᾽. Εὐρυσθῆος ἀέθλους αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν Μυσίδ᾽ ἀναστήσειν αὐτοσχεδὸν, ὁππότε μή οἱ ἢ ζωοῦ εὕροιεν Υλα μόρον, ἠὲ θανόντος. τοῖο δὲ ῥύσι᾽ ὄπασσαν, ἀποκρίναντες ἀρίστους; υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο, μή πατε μαστεύοντες ἀπολήξειν καμάτοιο. τοὔνεκεν εἰσέτι νῦν περ Υλαν ἐρέουσι Κιανοὶ, κοῦρον Θειοδάμαντος, ἐϋκτιμένης τε μέλονται Τρηχῖνος. δὴ γάρ ῥα κατ᾿ αὐτόθι νάσσατο παῖδας, οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι, Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ᾽ ἐπὶ τυτθὸν ἄητο ἠοῦς τελλομένης. οἱ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλ᾽ εὐρεῖάν γ᾽ ἐσιδέσθαι φρασσάμενοι, κώπῃσιν ἅμ' ἠελίῳ ἐπέκελσαν.
ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Β. Ενθάδ᾽ ἔσαν σταθμοί τε βοῶν, αὖλίς τ᾿ Αμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὃν ποτε Νύμφη τίκτε, Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα, Βιθυνις Μελίη, ὑπεροπληέστατον ἀνδρῶν· ὃς τ᾽ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκε, μή τιν' ἀποστείχειν, πρὶν πειρήσασθαι ἑεῖο πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάϊξε. καὶ τότε δὴ προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἱ τ᾽ εἶεν, ὑπερβασίῃσιν ἄτισσε· τοῖον δ᾽ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον. Κέκλυθ᾽ ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὄμμιν ἔοικεν. οὔ τινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῆσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. τῷ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δ᾽ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ᾽ ἀνάγκη. Ἦ ῥα μέγα φρονέων· τοὺς δ᾽ ἄγριος εἰσαΐοντας εἶλε χόλος· πέρι δ᾽ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή. αἶψα δ᾽ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε· Ισχεο νῦν, μηδ᾽ ἄμμι κακὴν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, οἷς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι. Ως φάτ᾿ ἀπηλεγέως· ὁ δ᾽ ἐσέδρακεν, ὄμμαθ᾽ ἑλίξας, ὥστε λέων ὑπ᾽ ἄκοντι τετυμμένος, ὅντ᾽ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται· ὁ δ᾽ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτ᾿ οὐκ ἀλέγει, ἐπὶ δ᾽ ὄσσεται οἰόθεν οἷος ἄνδρα τὸν, ὃς μιν ἔτυψε παροίτατος, οὐδ᾽ ἐδάμασσεν. ἔνθ᾽ αὖ Τυνδαρίδης μὲν ἐΰστιπτον θέτο φᾶρος λεπτόμιτον, τὸ ῥὰ οἱ τὶς ἑὸν ξεινήϊον εἶναι ὤπασε Λημνιάδων· ὁ δ᾽ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσι περόνῃσι, καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. αὐτίκα δ᾽ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἶζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλ᾽ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἔϊκτο πέλωρ τέκος, οἷα πάροιθε, χωομένη Διϊ, τίκτεν· ὁ δ᾽ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἔην Διὸς υἱὸς, ἔτι χνοάοντας ἰούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλὰ οἱ ἀλκὴ καὶ μένος ἠΰτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας, πειράζων εἴθ᾽ ὡς πρὶν ἐϋτρόχαλοι φορέονται, μηδ᾽ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν. οὐ μὰν αὖτ᾿ Αμυκος πειρήσατο· σίγα δ᾽ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχ᾿ ὄμματα, καί οἱ ὀρέχθει θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. τοῖσι δὲ μεσσηγὺς θεράπων Αμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμοὺς, ἀζαλέους, πέρι δ᾽ οἱ γ᾽ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὁ τόν γ᾽ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα. Τῶνδέ τοι, ὃν κ᾿ ἐθέλῃσθα, πάλου ἄτερ, ἐγγυαλίξω αὐτὸς ἑκὼν, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν. ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥινούς τε βοῶν πέρι τ᾽ εἰμὶ ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηΐδας αἵματι φύρσαι. Ως ἔφατ᾽· αὐτὰρ ὅγ᾽ οὔτι παραβλήδην ἐρίδηνεν. ἦκα δὲ μειδήσας, οἱ οἱ παρὰ ποσσὶν ἔκειντο, τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ᾽ ἀντίος ἤλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δ᾽ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν. τῷ δ᾽ αὐτ᾿ Αρητός τε καὶ Ορνυτος, οὐδέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ. Οἱ δ᾽ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκ᾽ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπ᾿ ἀλλήλοισι μένος φέρον ἀντιόωντες. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης τρηχὺ θοῇ ἐπὶ νηϊ κορύσσεται, ἡ δ᾽ ὑπὸ τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει, ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, ὣς ὅγε Τυνδαρίδην φοβέων ἕπετ᾽, οὐδέ μιν εἴα δηθύνειν. ὁ δ᾽ ἄρ᾽ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν ἀἴσσοντ᾽ ἀλέεινεν· ἀπηνέα δ᾽ αἶψα νοήσας πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων, τῇ ὁ᾽ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δ᾽ ὅτε νήϊα δοῦρα θοοῖς ἀντίξοα γόμφοις ἀνέρες ὑληουργοὶ, ἐπιβλήδην ἐλάοντες, θείνωσι σφύρῃσιν, ἐπ᾿ ἄλλῳ δ᾽ ἄλλος ἄηται δοῦπος ἄδην· ὣς τοῖσι παρήϊὰ τ᾿ ἀμφοτέρωθε καὶ γένυες κτύπεον· βρυχὴ δ᾽ ὑπετέλλετ᾽ ὀδόντων ἄσπετος, οὐδ᾽ ἔλληξαν᾽ ἐπισταδὸν οὐτάζοντες, ἔς τε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσε. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπῳ ἱδρῶ ἅλις, καματηρὸν ἀϋτμένα φυσιόωντες. ἂψ δ᾽ αὖτις συνόρουσαν ἐναντίοι, ἠὔτε ταύρω φορβάδος ἀμφὶ βοὺς κεκοτηότε δηριάασθον. ἔνθα δ᾽᾽ ἔπειτ᾿ Αμυκος μὲν ἐπ᾿ ἀκροτάτοισιν ἀερθεὶς, βουτύπος οἷα, πόδεσσι, τανύσσατο, καδδὲ βαρεῖαν χεῖρ᾽ ἐπί οἱ πελέμιξεν· ὁ δ᾽ ἀΐξαντος ὑπέστη, κρᾶτα παρακλίνας, ὤμῳ δ᾽ ἀνεδέξατο πῆχιν τυτθόν· ὁ δ᾽ ἄγχ᾿ αὐτοῖο παρ᾿ ἐκ γόνυ γουνὸς ἀμείβων κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ᾽ εἴσω ῥῆξεν· ὁ δ᾽ ἀμφ᾽ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δ᾽ ἰάχησαν ἥρωες Μινύαι· τοῦ δ᾽ ἀθρόος ἔκχυτο θυμός. Οὐδ᾽ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος· ἀλλ᾽ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύνους ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον. τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν᾽ ἑταῖροι ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλασ᾽ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ᾽ ἑκάτερθεν ἔνθα καὶ ἔνθ᾽ ὤμοισιν ἐπ᾿ ἀμφοτέροις ἐκεάσθη. αὐτὸς δ' Ιτυμονῆα πελώριον, ἠδὲ Μίμαντα, τὸν μὲν, ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας, πλῆξε, καὶ ἐν κονίησι βάλε· τοῦ δ᾽ ἄσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρὶ, δρύψε δὲ οἱ βλέφαρον, γυμνή δ᾽ ὑπελείπετ᾽ ὀπωπή. Ωρείδης δ' Αμύκοιο, βίην ὑπέροπλος, ὀπάων οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο, ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ᾽ ἐπὶ δέρματι μοῦνον, νηδυΐων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αὕτως δ᾽ Αρητος μενεδήϊον Εὐρύτου υἷα Ιφιτον αζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας, οὔπω κηρὶ κακῇ πεπρωμένον· ἡ τάχ᾽ ἔμελλεν αὐτὸς δηώσεσθαι ὑπὸ ξίφεϊ. Κλυτίοιο. καὶ τότ᾽ ἄρ᾽ Αγκαῖος Λυκούργοιο θρασὺς υἱὸς αἶψα μάλα τεταγὼν πέλεκυν μέγαν, ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος, ἔνθορε μέσσῳ ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δὲ οἱ ἐσσεύοντο Αἰακίδαι, σὺν δέ σφιν ἀρήϊος ὤρνυτ᾽ Ιήσων. ὡς δ᾽ ὅτ᾽ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ᾽ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι, ὁρμηθέντες λάθρη ἐϋρίνων τε κυνῶν, αὐτῶν τε νομήων, μαίονται δ᾽ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσι, πόλλ᾽ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὕτως στείνονται πίπτοντα περὶ σφίσιν· ὡς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφύβησαν. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἱ δ᾽ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀΐσσουσιν· ὣς οἵγ᾽ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ᾽ ἐκέδασθεν εἴσω Βεβρυκίης, Αμύκου μόρον ἀγγελέοντες· νήπιοι, οὐδ᾽ ἐνόησαν ὃ δὴ σφίσιν ἐγγύθεν ἄλλο πῆμ᾽ ἀΐδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ, ἠδ᾽ οἶαι τῆμος δηΐῳ ὑπὸ δουρὶ Λύκοιο καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης. οἱ δ᾽ ἤδη σταθμούς τε καὶ αὔλια δηϊάασκον· ἤδη δ᾽ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπε. Φράζεσθ᾽ ὁ ττι κεν ἦσιν ἀτασθαλίῃσιν ἔρεξαν, εἴ πως Ηρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν. ἤτοι μὲν γὰρ ἐγὼ, κείνου παρεόντος, ἔολπα οὐδ᾽ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ᾽ ὅτε θεσμοὺς ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευε θεσμοῖσι ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. ναὶ μὲν ἀκηδέστως γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν· μάλα δ᾽ ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος. Ως ἄρ᾽ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο. καὶ τότε δὴ μένον αὖθι διὰ κνέφας, ἕλκεά τ᾽ ἀνδρῶν οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς. ῥέξαντες, μέγα δόρπον ἐφώπλισαν· οὐδέ τιν᾽ ὕπνος, εἶλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσι, ξανθὰ δ᾽ ἐρεψάμενοι δάφνη καθύπερθε μέτωπα ἀγχιάλῳ, τῇ καὶ τὰ περὶ πρυμνήσι᾽ ἀνῆπτο, Ορφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτή μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἶα. Ημος δ' ἠέλιος δνοφερὰς ἐπέλαμψε κολώνας ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας, δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης, ληΐδα τ᾽ εἰσβήσαντες, ὅσην χρεὼ ἦὲν ἄγεσθαι, πνοιῇ δινήεντ᾽ ἀνὰ Βόσπορον ἰθύνοντο. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἐμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικὸς, αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης τい​て φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηός λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τὸ γ᾽ ἔμπης στόρνυται, εἴ κ᾽ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. τῷ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο, ἀσκηθεῖς μὲν, ἀτὰρ πεφοβημένοι. ἤματι δ᾽ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ᾿ ἀνῆψαν. Ενθάδ᾽ ἐπάκτιον οἶκον Αγηνορίδης ἔχε Φινεὺς, ὃς πέρι δὴ πάντων ὀλοώτατα πήματ᾿ ἀνέτλη, εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξε Λητοΐδης· οὐδ᾽ ὅσσον ὀπίζετο, καὶ Διὸς αὐτοῦ - χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισι. τῷ καί οἱ γῆρας μὲν ἐπὶ δὴναιὸν ἴαλλεν, ἐκ δ᾽ ἕλετ᾽ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδ᾽ ἄγειρον. ἀλλὰ διὲκ νεφέων ἄφνω πέλας ἀΐσσουσαι Αρπυιαι στόματος χειρῶν τ᾽ ἄπο γαμφηλῇσι συνεχέως ἥρπαζον. ἐλείπετο δ᾽ ἄλλοτε φορβῆς οὐδ᾽ ὅσον, ἄλλοτε τυτθὸν, ἵνα ζώων ἀκάχοιτο. καὶ δ᾽ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη μὴ ὅτι λευκανίηνδε φορεύμενος, ἀλλ᾽ ἀπὸ τηλοῦ μηδ᾽ ἑστεώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δ᾽ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου, τούσδ᾽ αὐτοὺς παρεόντας ἐπήϊσεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δ᾽ εὐνῆθεν, ἀκήριον ἠὔτ᾽ ὄνειρον, βάκτρῳ σκηπτόμενος, ῥικνοῖς ποσὶν ἦε θύραζε, τοίχους ἀμφαφόων· τρέμε δ᾽ ἅψεα νισσομένοιο· ἀδρανίῃ γήρᾳ τε· πίνῳ τέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον. ἐκ δ᾽ ἐλθὼν μεγάροιο καθέζετο, γοῦνα βαρυνθείς, οὐδοῦ ἐπ᾿ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψε πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι νειόθεν, ἀβληχρῷ δ᾽ ἐπὶ κώματι κέκλιτ᾽ ἄναυδος. οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο, καὶ τάφον. αὐτὰρ ὃ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσι. Κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ οἵδ᾽ ὑμεῖς, οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ Αργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ιήσων, ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν, ἕκαστα. ἦσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα, Λητοῦς υἱὲ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. «Ικεσίου πρὸς Ζηνὸς, ὅτις ῥίγιστος ἀλιτροῖς. ἀνδράσι, Φοίβου τ᾽ ἄμφι, καὶ αὐτῆς εἵνεκεν Ηρης, λίσσομαι, ἠδὲ θεῶν, οἶσι μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μηδ᾽ ἔμ᾽ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες αὕτως. οὐ γὰρ μοῦνον ἐπ᾽ ὀφθαλμοῖσιν Εριννὺς· λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω. πρὸς δ᾽ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν. Αρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν, ἔκ ποθεν ἀφράστοιο καταΐσσουσαι· ὀλέθρου. ἴσχω δ᾽ οὐ τινα μῆτιν ἐπίροθον. ἀλλά κε ῥᾷον αὐτὸς ἐμὸν λελάθοιμι νόον, δόρποιο μεμηλώς, ἢ κείνας· ὧδ᾽ αἶψα διηέριαι ποτέονται. τυτθὸν δ᾽ ἣν ἄρα δήποτ᾽ ἐδητύος ἄμμι λίπωσι, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς· που κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, οὐδ᾽ εἴ οἱ ἀδάμαντος ἐληλαμένον κέαρ εἴη. ἀλλά με πικρὴ δῆτα κατίσχει δαιτὸς ἀνάγκη μίμνειν, καὶ μίμνοντα κακῇ ἐν γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητύσαι Βορέαο υἱέας. οὐδ᾽ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, εἰ δὴ ἐγὼν ὁ πρίν ποτ᾿ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δ᾽ ἔμ᾽ ἐγείνατ᾽ Αγήνωρ· τῶν δὲ κασιγνήτη, ὅτ᾽ ἐνὶ Θρήκεσσιν ἄνασσον, Κλειοπάτρη ἕδνοισιν ἐμὸν δόμον ἦκεν ἄκοιτις. Ισκεν Αγηνορίδης· ἀδινὸν δ᾽ ἕλε κῆδος ἕκαστον ἡρώων, πέρι δ᾽ αὖτε δύω υἷας Βορέαο. δάκρυ δ᾽ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδε τ᾽ ἔειπε Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος. Α δείλ᾽, οὐ τινα φημὶ σέθεν σμυγερώτερον ἄλλον ἔμμεναι ἀνθρώπων, τί νύ τοι τόσα κήδε᾽ ἀνῆπται; ἢ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίησί, μαντοσύνας δεδαώς· τῷ τοι μέγα μηνιόωσιν. ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισι χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων νῶϊν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ᾿ ἀθανάτων. οὐδ᾽ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Αρπυίας, μάλα περ λελιημένοι, ἐς τ᾽ ἂν ὀμόσσης μὴ μὲν τοῖό γ᾽ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι. Ως φάτο· τοῦ δὲ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχε γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ᾽ ἐπέεσσι. Σίγα· μή μοι ταῦτα νόῳ ἐνιβάλλεο, τέκνον. ἴστω Λητοῦς υἱὸς, ὅ με πρόφρων ἐδίδαξε μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἢ μ᾽ ἔλαχεν κὴρ, καὶ τόδ᾽ ἐπ᾿ ὀφθαλμῶν ἀλαὸν νέφος, οἱ θ᾽ ὑπένερθε δαίμονες, οἱ μηδ᾽ ὧδε θανόντι περ᾿ εὐμενέοιεν, ὡς οὐ τις θεόθεν χόλος ἔσσεται εἵνεκ᾽ ἀρωγῆς. Τὼ μὲν ἔπειθ᾽ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον. αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Αρπυίῃσιν ἑλώριον· ἐγγύθι δ᾽ ἄμφω στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. καὶ δὴ ταπρώτισθ᾽ ὁ γέρων· ἔψανεν ἐδωδῆς· ·. αἱ δ᾽ ἄφαρ, ἠὔτ᾽ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὡς, ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ, μαιμώωσαι ἐδητύος· οἱ δ᾽ ἐσιδόντες ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δ᾽ ἅμ᾽ ἀϋτῇ πάντα καταβρώξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. τάων δ᾽ αὖ κατόπισθε δύω υἷες Βορέαο φάσγαν᾽ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκε Ζεὺς μένος ἀκάματὸν σφιν· ἀτὰρ Διὸς οὐ κεν ἑπέσθην νόσφιν, ἐπεὶ Ζεφύροιο παραΐσσεσκον ἀέλλας αἰὲν, ὅτ᾽ ἐς Φινῆα, καὶ ἐκ Φινῆος Κοίεν. εινα ὡς δ᾽ ὅτ᾽ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης, ἢ αἶγας κεραοὺς, ἠὲ πρόκας ἰχνεύοντες, τα θείωσι, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας· ὣς Ζήτης Κάλαϊς τε μάλα σχεδὸν ἀἴσσοντες, τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσί. καὶ νύ κε δή σφ᾽ ἀέκητι θεῶν διεδηλήσαντο, πολλὸν ἑκὰς νήσοισιν ἐπὶ Πλωτῇσι κιχόντες, εἰ μὴ ἄρ᾽ ὠκέα Ιρις ἴδεν, κατὰ δ᾽ αὐθέρος ἆλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν. : “ Οὐ θέμις, ὦ υἷες Βορέω, ξιφέεσσιν ἐλάσσαι Αρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ᾽ αὐτὴ δώσω ἐγὼν, ὡς οὐ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι. · Ως φαμένη λοιβὴν Στυγός ὤμοσεν, ἥ τε θεοῖσι ῥιγίστη πάντεσσιν, ὀπιδνοτάτη τε τέτυκται, μὴ μὲν Αγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. οἱ δ᾽ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα. σεύεσθαι. Στροφάδας δὲ μετακλείουσ᾽ ἄνθρωποι νήσους τοῖά γ᾽ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Αρπυιαί τ' Ιρίς τε διέτμαγον. αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωΐδος· ἡ δ᾽ ἀνόρουσεν Οὔλυμπόνδε, θοῇσι μεταχθονίη πτερύγεσσι. Τόφρα δ᾽ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντη φοιβήσαντες, ἐπικριδὸν ἱρεύσαντο μῆλα, τὰ τ᾿ ἐξ Αμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο, δαίνυνθ᾽ ἑζόμενοι· σὺν δὲ σφίσι δαίνυτο Φινεύς ἁρπαλέως, οἷόν τ᾽ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἐνθάδ᾽, ἐπεὶ δόρποιο κορέσσαντ᾽ ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δ᾽ ἐν μέσσοισι παρ᾽ ἐσχάρῃ ἦστο γεραιός, πείρατα ναυτιλίης ἐνέπων, ἄνυσίν τε κελεύθου. Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι ἀτρεκές· ὅσσα δ' ὄρωρε θεοῖς φίλον οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε, Διὸς νόον ἀφραδίῃσι χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς , βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν. μαντοσύνης, ἵνα καὶ τι θεῶν χατέωσι νόοιο. Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσι. τάων οὔ τινα φημὶ διαμπερὲς ἐξαλέασθαι. οὐ γάρ τε φίζῃσιν ἐνήρεινται νεάτῃσιν·· ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἓν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύνεται ὕδωρ βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελὴ βρέμει ἀκτή. τῷ νῦν ἡμετέρησι παραιφασίησι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ, μακάρων τ᾽ ἀλέγοντες. πείρετε· μηδ' αὕτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ᾽ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθε, νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι᾽ αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου. ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμά, τέμνεθ᾽ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν. τῷ καὶ τἄλλα μεθέντες, ὀνήϊστον πονέεσθε. θαρσαλέως· πρὶν δ᾽ οὐ τι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δὲ κεν ἀντικρύ πταμένη μεσσηγὺς ὄληται, ἄψοῤῥοι στέλλεσθε· ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέοισθε πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Αργώ. ὦ μέλεοι, μὴ τλῆτε παρέξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον ἀΐεσθ᾽ Οὐρανίδησιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον, στυγέεσθαι, μὴ τλῆτ᾽ οἰωνοῖο πάρεξ ἔτι νηϊ περῆσαι. καὶ τὰ μὲν ὡς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες· πλώετε, ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ρήβαν ὠκυρόην ποταμὸν, ἄκρην τε Μέλαιναν γνάμψαντες, νήσου Θυνηΐδος ὅρμον ἵκησθε. κεῖθεν δ᾽ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς Αΐδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Αχερουσιὰς ὑψόθι τείνει, δινήεις τ' Αχέρων αὐτὴν διὰ νειόθι τέμνων ἄκρην, ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος. ἀγχίμαλον δ᾽ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνούς Παφλαγόνων, τοῖσιν Ενετήϊος ἐμβασίλευε, α πρῶτα Πέλοψ, τοῦ καὶ περ ἀφ᾿ αἵματος εὐχετόωνται. ἔστι δέ τις Ελίκης ἄκρη κατεναντίον ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὕπερ Βορέαο περισχίζονται ἄελλαι· ὧδε μάλ᾽ ἀμπέλαγος τετραμμένη αἰθέρι κύρει. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη! αἰγιαλός· πολέος δ᾽ ἐπὶ πείρασιν αἰγιαλοῖο · ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Αλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετὰ τόνδ᾽ ἀγχίρους Ιρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκών ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ἐπ᾿ ἄκρηκ μύρεται, εὐρείης διαειμένος ἠπείροιο. ἐνθάδε Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ Αμαζονίδων, μετὰ δὲ σμυγερώτατοι ἀνδρῶν τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν ἐργατίναι· τοὶ δ᾽ ἀμφὶ σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ναιετάουσι πολύρηνες Τιβαρηνοί Ζηνὸς Ευξείνοιο Γενηταίην ὑπὲρ ἄκρην. τοῖς δ᾽ ἔπι Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν ἑξείης ἤπειρον, ὑπώρειαν τε νέμονται, δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες. τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσω, μήτι παντοίῃ μέγ᾽ ἀναιδέας ἐξελάσαντες οἰωνοὺς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσι νῆσον ἐρημαίην. τῇ μέν τ᾽ ἔνι νηὸν Αρηος λαΐνεον ποίησαν Αμαζονίδων βασίλειαι Οτρηρή τε καὶ Αντιόπη, ὁπότ᾽ ἐστρατόωντο. ἔνθα γὰρ ΰμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον· τῷ καὶ τε φίλα φρονέων ἀγορεύω α ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι, μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες· Φιλύρων δ᾽ ἐφύπερθεν ἔασι Μάκρωνες· μετὰ δ᾽ αὖ περιώσια φύλα Βεχείρων. - ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσι· Βύζηρες δ᾽ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήϊοι. ἀλλ᾽ ἐνὶ νηΐ πείρεθ᾽, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δ᾽ ἐπ' ἠπείροιο Κυταιΐδος, ἠδ᾽ Αμαραντῶν· τηλόθεν ἐξ ὀρέων, πεδίοιο τε Κιρκαίοιο - Φάσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο, ἄλσος τε σκιόειν Αρεος· τόθι κῶας ἐπ᾿ ἄκρης πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ, οὐ κνέφας, ἥδυμος ὕπνος ἀναιδέε δάμναται ὄσσε. Ως ἄρ᾽ ἔφη· τοὺς δὲ εἶθαρ ἕλεν δέος εἰσαΐοντας. τ δὴν δ᾽ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ᾽ ἔειπεν ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι. Ω γέρον, ἤδη μέν τε διἴκεο πείρατ᾽ ἀέθλων ναυτιλίης, καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν· εἰ δὲ καὶ αὐτις τάσδ᾽ ἡμῖν προφυγοῦσιν ἐς Ελλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆϊς ἐὼν ἑτάροις ἅμα νήϊσιν; Αἷα δὲ Κολχὶς Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. · Ως φάτο· τὸν δ᾽ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν. “Ω τέκος, εὔτ᾽ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας, θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἴης· μετὰ δ᾽ Αἷαν ἅλις πομπῆες ἔσονται. ἀλλὰ, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. καὶ δ᾽ ἐμὲ μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε. Ως φάτ᾽ Αγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηϊκίου Βορέαο κατ᾿ αὐθέρος ἀΐξαντες οὐδῷ ἐπὶ κραιπνοὺς ἔβαλον πόδας· οἱ δ᾽ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δὲ ἱεμένοισιν, ἔτ᾿ ἄσπετον ἐκ καμάτοιο ἆσθμ᾽ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδ᾽ ὡς Ιρις ἐρύκακε τάς γε δαΐξαι, ὅρκιά τ᾽ εὐμενέουσα θεὰ πόρεν, αἱ δ᾽ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. γηθόσυνοι δ᾽ ἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τ᾽ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόν γε Αἰσονίδης περιπολλὸν ἐϋφρονέων προσέειπεν. Η ἄρα δή τις ἔην, Φινεῦ, θεὸς, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δ᾽ ἡμέας αὖθι πέλασσε τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο· εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι, ἦτ᾽ ἂν ὀἴω γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ᾽ ἱκοίμην. Ως ἔφατ᾿· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν. Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος ἔστ᾽ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν. Ως τώ γ᾽ ἀλλήλοισι παραβλήδην ἀγόρευον. αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη Ηριγενής· τὸν δ᾽ ἀμφὶ περικτίται ἠγερέθοντο ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ᾽ ἤματι κεῖσε θάμιζον αἰὲν, ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς. τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο, ἔχραεν ἐνδυκέως, πολέων δ᾽ ἀπὸ πήματ᾽ ἔλυσε μαντοσύνῃ· τῷ καὶ μιν ἐποιχόμενοι κομέεσκον. σὺν τοῖσι δ᾽ ἵκανε Παραίβιος, ὃς ῥὰ οἱ ἦε φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούς γ᾽ ἐνόησε. πρὶν γὰρ δὴν ὑπό τ᾽ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ελλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο πείσματ᾽ ἂν ἅψασθαι μυθήσατο Θυνίδι γαίῃ, οἵ τε οἱ Αρπυίας Διόθεν σχήσουσιν ἰούσας. τοὺς μὲν ἔπειτ᾽ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσι πέμφ᾽ ὁ γέρων· οἷον δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετ᾽ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόν γε σφωϊτέρων δΐων ὅτις ἔξοχος εἰς ὃ κομίσσαι ἦκεν ἐποτρύνας. τοῦ δ᾽ ἐκ μεγάροιο κιόντος, μειλιχίως ἐρέτησιν ὁμηγερέεσσι μετηύδα. Ω φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν, οὐδ᾽ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ᾽ ἀνὴρ τοῖος ἐὼν δεῦρ᾽ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείης εὔτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσοι, δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο χρησμοσύνη τρύχεσκεν· ἐπ᾽ ἤματι δ᾽ ἦμαρ ὀρώρει κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέαντι. ἀλλ᾽ ὅ γε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβήν ἀμπλακίης. ὃ γὰρ οἷος ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ' Αμαδρυάδος Νύμφης ἀθέριξε λιτάων, ἢ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυός ἥλικος, ᾗ ἔπι πουλὺν - αἰῶνα πρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε ἀφραδέως ἔτμηξεν, ἀγηνορίῃ νεότητος. τῷ δ᾽ ἄρα νηκερδῆ Νύμφη πόρεν οἶτον ὀπίσσω αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μὲν, εὔτ᾽ ἀφίκανεν, ἀμπλακίην ἔγνων· βωμὸν δ᾽ ἐκέλευσα καμόντα Θυνιάδος Νύμφης, λωφήϊα ῥέξαι ἐπ᾿ αὐτῷ ἱερὰ, πατρώην αἰτεύμενον αἶσαν αλύξαι. ἔνθ᾽ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ᾽ ἐμεῖο. ἐκλάθετ᾽, οὐδ᾽ ἀθέριξε· μόλις δ᾽ ἀέκοντα θύραζε πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι. Ως φάτ᾿ Αγηνορίδης· ὁ δ᾽ ἐπισχεδὸν αὐτίκα δοιώ ἤλυθ᾽ ἄγων ποίμνηθεν ὄϊς. ἀνὰ δ᾽ ἵστατ᾿ Ιήσων, ἂν δὲ Βορήϊοι υἶες, ἐφημοσύνῃσι γέροντος, ὦκα δὲ κεκλόμενοι μαντήϊον Απόλλωνα ῥέζον ἐπ᾽ ἐσχαρόφιν, νέον ἤματος ἀνομένοιο. κουρότεροι δ᾽ ἑτάρων μενοεικέα δαῖτ᾽ ἀλέγυνον. ἔνθ᾽ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός, τοὶ δ᾽ αὐτοῦ κατὰ δώματ᾿ ἀολλέες εὐνάζοντο. ἦρι δ᾽ ἐτήσιαι αὖραι ἐπέχραον, αἱ τ᾽ ἀνὰ πᾶσαν γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ. Κυρήνη πέφαταί τις ἕλος παρὰ Πηνειοῖο μῆλα νέμειν προτέροισι παρ' ἀνδράσιν· εὔαδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Απόλλων τὴν γ᾽ ἀνερειψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν, τηλόθεν Αἱμονίης, Χθονίαις παρακάτθετο Νύμφαις, αἳ Λιβύην ἐνέμοντο, παραὶ Μυρτώσιον αἶπος. ἔνθα δ' Αρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν Αγρέα καὶ Νόμιον πολυλήϊοι Αἱμονιῆες. ·· τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο Νύμφην αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δ᾽ ἔνείκε νηπίαχον Χείρωνος ὑπ᾽ ἄντροισί κομέεσθαι. τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν. Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τ᾽ ἐδίδαξαν· καὶ μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ᾽ ἐνέμοντο ἀμπεδίον Φθίης Αθαμάντιον, ἀμφί τ᾽ ἐρυμνὴν Οθρῶν, καὶ ποταμοῦ ἱερὸν ῥόον Απιδανοῖο. ἦμος δ᾽ οὐρανόθεν Μινωΐδας ἔφλεγε νήσους Σείριος, οὐδ᾽ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσι, τῆμος τόν γ᾽ ἐκάλεσσαν, ἐφημοσύνῃς Εκάτοιο, λοιμοῦ ἀλεξητῆρα. λίπεν δ᾽ ὅ γε πατρὸς ἐφετμῇ Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης· καὶ βωμὸν ποίησε μέγαν Διὸς Ικμαίοιο, ἱερὰ τ᾿ εὖ ἔῤῥεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ Σειρίῳ, αὐτῷ τε Κρονίδη Διΐ. τοῖο δ᾽ ἕκητι γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι. ἤματα τεσσαράκοντα· Κέῳ δ᾽ ἔτι νῦν ἱερῆες ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς. Καὶ τὰ μὲν ὡς ὑδέονται· ἀριστῆες δὲ κατ᾽ αὖθι μίμνον ἐρυκόμενοι· ξεινήϊα δ᾽ ἄσπετα Θυνοὶ πᾶν ἦμαρ, Φινῆϊ χαριζόμενοι, προΐαλλον. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην, καὶ ἐφ᾽ ἱερὰ θέντες, νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλ᾽ ἄρα τήνγε δείματι πεπτηνῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εύφημος, γαίης δ᾽ ἀπὸ διπλόα πείσματ᾽ ἔλυσαν. Οὐδ᾽ ἄρ᾽ Αθηναίην προτέρω λάθον ὁρμηθέντες. αὐτίκα δ᾽ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσι κούφης, ἢ κε φέροι μιν ἄφαρ, βριαρήν περ ἐοῦσαν, σεύατ᾽ ἴμεν πόντονδε, φίλα φρονέουσ᾽ ἐρέτησιν. ὡς δ᾽ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ πλαζόμεθ᾽ ἄνθρωποι τετληότες, οὐδέ τις αἷα τηλουρὸς, πᾶσαι δὲ κατόψιοι εἰσὶ κέλευθοι, σφωϊτέρους δ᾽ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος ὑγρή τε, τραφερή τ᾿ ἰνδάλλεται, ἄλλοτε δ᾽ ἄλλῃ, ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν· ὡς ἄρα καρπαλίμως κούρη Διὸς ἀΐξασα θῆκεν ἐπ᾿ ἀξείνοιο πόδας Θυνηΐδος ἀκτῆς. Οἱ δ᾽ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθε, δινήεις δ᾽ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, ἤδη δὲ σφίσι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὔατ᾽ ἔβαλλε, βόων δ᾽ ἁλιμυρέες ἀκταὶ, δὴ τότ᾽ ἔπειθ᾽ ὁ μὲν ὧρτο πελειάδα χειρὶ μεμαρπώς Εύφημος πρώρης ἐπιβήμεναι· οἱ δ᾽ ὑπ᾽ ἀνωγῇ Τίφυος Αγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην, ἵν᾿ ἔπειτα διὲκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δ᾽ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας, ἀγκῶνα περιγνάμψαντες, ἴδοντο. σὺν δέ σφιν χύτο θυμός· ὁ δ᾽ ἀΐξαι πτερύγεσσιν. Εύφημος προέηκε πελειάδα· τοὶ δ᾽ ἅμα πάντες ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι᾿ αὐτῶν. ἔπτατο· ταὶ δ᾽ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον, ὧρτο δὲ πολλή ἅλμη ἀναβρασθεῖσα, νέφος ὡς· αὖε δὲ πόντος σμερδαλέον· πάντη δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ. κοίλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δ᾽ ὄχθης λευκή καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. νῆα δ᾽ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ᾽ ἔκοψαν οὐραῖα πτερὰ ταί γε πελειάδος· ἡ δ᾽ ἀπόρουσεν ἀσκηθής. ἐρέται δὲ μέγ᾽ ἴαχον· ἔβραχε δ᾽ αὐτὸς Τίφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις ἄνδιχα. τοὺς δ᾽ ἐλάοντας ἔχε τρόμος, ὄφρα μιν αὐτῶν πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων. τότε δ᾽ αἰνότατον δέος εἶλε . πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος. ἤδη δ᾽ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος, καὶ σφίσιν ἀπροφάτως ἀνέδυ μέγα κύμα πάροιθε κυρτὸν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ᾽ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τίφυς ὑπ᾽ εἰρεσίῃ βαρύθουσαν ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, ἐκ δ᾽ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων· ὑψοῦ δὲ μεταχθονίη πεφόρητο. Εὔφημος δ᾽ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπησιν ὅσον σθένος· οἱ δ᾽ ἀλαλητῷ κόπτον ὕδωρ. ὅσσον δὲ παρείκαθε νηῦς ἐρέτῃσι, δὶς τόσον ἂψ᾿ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι, ἠὔτε καμπύλα τόξα, βιαζομένων ἡρώων. ἔνθεν δ᾽ αὐτίκ᾽ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα. ἡ δ᾽ ἄφαρ, ὥστε κύλινδρος, ἐπέτρεχε κύματι λάβρῳ προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ᾽ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχε ῥόος· αἱ δ᾽ ἑκάτερθε σειόμεναι βρόμεον· πεπέδητο δὲ νήϊα δοῦρα. καὶ τότ᾽ Αθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερές ὦσε φέρεσθαι. ἡ δὲ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ᾽ ὀϊστῷ. ἔμπης δ᾽ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Αθήνη Οὔλυμπόνδ᾽ ἀνόρουσεν, ὅτ᾽ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δ᾽ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν ἐμμενὲς ἐῤῥίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν ἐκ μακάρων, εὖτ᾽ ἄν τις ἰδὼν διὰ νηΐ περάσσῃ. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο, ἠέρα παπταίνοντες ὁμοῦ, πέλαγός τε θαλάσσης τῆλ᾽ ἀναπεπταμένον. δὴ γὰρ φάσαν ἐξ Αΐδαο σώεσθαι· Τίφυς δὲ παροίτατος ἤρχετο μύθων. Ελπομαι αὐτῇ νηϊ τόγ᾽ ἔμπεδον ἐξαλέασθαι ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Αθήνη, ἥ οἱ ἐνέπνευσε θεῖον μένος, εὐτέ μιν Αργος γόμφοισι συνάρασσε· θέμις δ᾽ οὐκ ἔστιν ἁλῶναι. Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμὴν, εὖτε δι᾽ ἐκ πέτρας φυγέειν θεὸς ἡμὶν ὄπασσε,·· μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους εὐπαλέας τελέεσθαι Αγηνορίδης φάτο Φινεύς. Η ρ᾽ ἅμα καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν νῆα δι᾽ ἐκ πέλαγος σεῦε μέσον. αὐτὰρ ὃ τόνγε μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπε. Τίφυ, τί δή μοι ταῦτα παρηγορέεις ἀχέοντι;· ....„ἤμβροτον, ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν χὰρ ἐφιεμένοιο καταντικρύ Πελίαο αὐτίκ᾽ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι· νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηϊ διαπλώειν, στυγέων δ᾽, ὅτ᾽ ἐπ᾿ ἠπείροιο βαίνωμεν. πάντη γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν. αἰεὶ δὲ στονόεσσαν ἐπ᾽ ἤματι νύκτα φυλάσσω, ἐξότε τοπρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε, φραζόμενος τὰ ἕκαστα· σὺ δ᾽ εὐμαρέως ἀγορεύεις, οἷον ἑῆς ψυχῆς ἀλέγων ὑπερ· αὐτὰρ ἔγωγε , εἷο μὲν οὐδ᾽ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο καὶ τοῦ, ὁμῶς καὶ σεῖο, καὶ ἄλλων δείδι᾽ ἑταίρων, εἰ μὴ ἐς Ελλάδα γαῖαν ἀπήμονας ὄμμε κομίσσω. Ως φάτ᾽ ἀριστήων πειρώμενος· οἱ δ᾽ ὁμάδησαν θάρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη κεκλομένων, καὶ ῥ᾽ αὖτις ἐπιρήδην μετέειπεν. Ω φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω. τοῦνεκα νῦν, οὐδ᾽ εἴ κε διὲξ Αίδαο βερέθρων στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὔτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ᾽ ὅτε πέτρας Πληγάδας ἐξέπλωμεν, οΐομαι οὐκέτ᾽ ὀπίσσω ἔσσεσθαι τοιόνδ᾽ ἕτερον φόβον, εἰ ἐτεόν γε φραδμοσύνη. Φινῆος ἐπισπόμενοι νεόμεσθα. Ως φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων, εἰρεσίῃ δ᾽ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε Ρήβαν ὠκυρόην ποταμὸν, σκόπελόν τε Κολώνης, ἄκρην. δ᾽ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν, τῇ δ᾽ ἄρ᾽ ἔπι προχοὰς Φυλληΐδας, ἔνθα πάροιθε Διψακὸς υἱ Αθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν, ὁππόθ᾽ ἅμα κριῷ φεῦγε πτόλιν Ορχομενοῖο · · τίκτε δέ μιν Νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις ἥνδανεν, ἀλλ᾽ ἐθελημὸς ἐφ᾽ ὕδασι πατρὸς ἑοῖο μητέρι συνναίεσκεν, ἐπάκτια πώεα φέρβων. τοῦ μὲν θ᾽ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο ἠϊόνας, πεδίον τε, βαθυρείοντά τε Κάλπην δερκόμενοι παράμειβον, ὁμῶς δ᾽ ἐπὶ ἤματι νύκτα τα νήνεμον ἀκαμάτῃσιν ἐπεῤῥώοντ᾽ ἐλάτῃσιν. οἷον δὲ πλαδόῳσαν ἐπισχίζοντες ἄρουραν ἐργατίναι μογέουσι βόες, πέρι δ᾽ ἄσπετος ἱδρὼς εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφι λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀϋτμὴ αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δ᾽ ἐνὶ γαίη χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται· τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἶλκον ἐρετμά. Ημος δ᾽ οὔτ᾽ ἄρ πω φάος ἄμβροτον, οὔτε τι λίην. ὀρφναίη πέλεται, λεπτὸν δ᾽ ἐπιδέδρομε νυκτὶ φέγγος, ὅτ᾽ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσι, τῆμος ἐρημαίης νήσου λιμέν᾽ εἰσελάσαντες Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε. τοῖσι δὲ Λητοῦς υἱὸς, ἀνερχόμενος Λιβύηθεν τῆλ᾽ ἐπ᾿ ἀπείρονα δῆμον Υπερβορέων ἀνθρώπων, ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθε πλοχμοὶ βοτρυόεντες ἐπεῤῥώοντο κιόντι· λαιῇ δ᾽ ἀργύρεον νώμα βιὸν, ἀμφὶ δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ᾽ ὑπὸ ποσσὶ σείετο νῆσος ὅλη, κλύζεν δ᾽ ἐπὶ κύματα χέρσω. τοὺς δ᾽ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη. ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὃ τηλοῦ. βῆ ὁ᾽ ἴμεναι πόντονδε δι' ἠέρος· ὀψὲ δὲ τοῖον Ορφεὺς ἔκφατο μύθον, ἀριστήεσσι πιφαύσκων. Εἰ δ᾽ ἄγε δὴ, νῆσον μὲν Εῴου Απόλλωνος τήνδ᾽ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστι, βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δ᾽ ἂν ὀπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ, δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. νῦν δ᾽ αὕτως κνίσσῃ λοιβῇσί τε μειλίξασθαι κέκλομαι, ἀλλ᾽ ἵληθι ἄναξ, ἵληθι φαανθείς. Ως ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν· οἱ δ᾽ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες εἴ κέ τιν ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ. τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δ᾽ ἄρα πάντων εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ καῖον, ἐπικλείοντες Εώϊον Απόλλωνα. ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο, καλὸν Ιηπαιήον, Ιηπαιήονα Φοῖβον μελπόμενοι· σὺν δέ σφιν ἐὓς πάϊς Οἰάγροιο Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς· ὡς ποτε πετραίῃς ὑπὸ δειράσι Παρνησοῖο Δελφίνην τόξοισι πελώριον ἐξενάριξε, κοῦρος ἐὼν ἔτι γυμνὸς, ἔτι πλοκάμοισι γεγηθώς. ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι, αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ᾽ αὐτὴ Λητώ Κοιογένεια φίλαις ἐνὶ χερσὶν ἀφάσσει. πολλὰ δὲ Κωρύκιαι Νύμφαι, Πλείστοιο θύγατρες, θαρσύνεσκον ἔπεσσιν, Ιήϊε κεκληγυῖαι· ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ, λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἢ μὲν ἀρήξειν ἀλλήλοισιν ἐσαιὲν ὁμοφροσύνῃσι νόοιο, ἁπτόμενοι θυέων· καὶ ῥ᾽ εἰσέτι νῦν γε τέτυκται κεῖσ᾽ Ομονοίης ἱρὸν ἐὔφρονος, ὅ ρ᾽ ἐκάμοντο αὐτοὶ, κυδίστην τότε δαίμονα πορσαίνοντες. Ημος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ᾽ ἔπειτα ἀκραεῖ Ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν. ἔνθεν δ᾽ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο, καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν, ἠδὲ Λύκοιο ρέεθρα, καὶ Ανθεμοεισίδα λίμνην δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες, ὅπλα τε νήϊα πάντα τινάσσετο νισσομένοισιν. ἠῶθεν δ᾽ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος, ἀσπασίως ἄκρης Αχερουσίδος ὅρμον ἵκοντο. ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν, εἰς ἅλα κεκλιμένη Βιθυνίδα· τῇ δ᾽ ὕπο πέτραι λισσάδες ἐῤῥίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσι κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὑπερθεν ἀμφιλαφεῖς πλατάνιστοι ἐπ᾿ ἀκροτάτῃ πεφύασιν. ἐκ δ᾽ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ᾽ Αΐδαο ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφὲς, ἔνθεν ἀϋτμὴ πηγυλὶς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο συνεχὲς, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην, ἥτε μεσημβριόωντος ἰαίνεται ἠελίοιο. σιγὴ δ᾽ οὐ ποτε τήν γε κατὰ βλοσυρὴν ἔχει ἄκρην, ἀλλ᾽ ἄμυδις πόντοιο θ᾽ ὑποστένει ἠχήεντος, φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν. ἐνθάδε καὶ προχοαὶ ποταμού Αχέροντος ἔασιν, ὅστε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον γῆν Μαριανδυνῶν. δὴ γὰρ σφέας ἐξεσάωσεν αὐτῇσι νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ. τῇ ὁ᾽ οἵγ᾽ αὐτίκα νηϊ διὲξ Αχερουσίδος ἄκρης εἰσωποὶ, ἀνέμοιο νέον λήγοντος, ἔκελσαν. Οὐδ᾽ ἄρα δηθὰ Αύκον, κείνης πρόμον ἠπείροιο, καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμηθέντες αὐθένται Αμύκοιο, κατὰ κλέος, ὃ πρὶν ἄκουον· ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖό γ᾽ ἕκητι. αὐτὸν δ᾽, ὥστε θεὸν, Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι· ἐπειὴ μάλα τοί γ᾽ ἐπὶ δηρὸν ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον. καὶ δὴ πασσυδίη μεγάρων ἔντοσθε Λύκοιο κεῖν᾽ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον όντες, δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν. Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ᾽ ἑκάστου σφωϊτέρων μυθεῖθ᾽ ἑτάρων, Πελίαό τ᾽ ἐφετμὰς, ἠδ᾽ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξὶν, ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτέλεσσαν·· Μυσίδα δ᾽ ὡς ἀφίκοντο, Κίον θ᾽, ὅθι κάλλιπον ἥρω Ηρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν πέφραδε, καὶ Βέβρυκας ὅπως Αμυκόν τ᾽ ἐδάϊξαν· καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε, ἠδ᾽ ὡς Κυανέας πέτρας φύγον, ὡς τ᾽ ἀβόλησαν Λητοΐδῃ κατὰ νῆσον. ὁ δ᾽ ἑξείης ἐνέποντος θέλγετ᾽ ἀκουῇ θυμόν· ἄχος δ᾽ ἕλεν Ἡρακλῆϊ λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα. Ω φίλοι, οἷου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετ᾽ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο οἶδ᾽ ἐσιδὼν, ὅτε δεῦρο δι' Ασίδος ἠπείροιο πεζὸς ἔβη, ζωστῆρα φιλοπτολέμοιο κομίζων Ιππολύτης· ἐμὲ δ᾽ εἶρε νέον χνοάοντα ἰούλους. ἐνθάδ᾽ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος ἡμετέρου Μυσοῖσιν ὑπ᾽ ἀνδράσιν, ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου, ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερὸν, ὃς πάντεσσι μετέπρεπεν ἠϊθέοισιν εἶδός τ᾽ ἠδὲ βίην· χαμάδις δὲ οἱ ἤλασ᾽ ὀδόντας. αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσε καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἡμὶν ἀρούρας, φυλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ, ἔς τ᾽ ἐπὶ Ρηβαίου προχοὰς σκόπελόν τε Κολώνης· Παφλαγόνες δ᾽ ἐπὶ τοῖς Πελοπήϊοι εἴκαθον αὕτως, ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ. ἀλλ᾽ ἐμὲ νῦν Βέβρυκες, ὑπερβασίη τ' Αμύκοιο, τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ηρακλῆος, δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ᾽ ἐβάλοντο ούρα βαθυρείοντος ὑφ᾽ εἱαμεναῖς Υπίοιο. ἔμπης δ᾽ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ γε φημί ἤματι τῷδ᾽ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα Τυνδαρίδην Βέβρυξιν, ὅτ᾽ ἀνέρα κεῖνον ἔπεφνε. τῷ νῦν ἥντιν᾽ ἐγὼ τῖσαι χάριν ἄρκιος εἰμὶ, τίσω προφρονέως. ἢ γὰρ θέμις ἠπεδανοῖσιν ἀνδράσιν, εὖτ᾽ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν. ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὄμμιν ἕπεσθαι Δάσκυλον ότρυνέω, ἐμὸν υἱέα· τοῖο δ᾽ ἰόντος, ἦτ᾽ ἂν ἐϋξείνοισι διαμπερὲς ἀντιάοιτε. ἀνδράσιν, ἄφρ᾽ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος. νόσφι δὲ Τυνδαρίδαις Αχερουσίδος ὑψόθεν ἄκρης είσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες ναυτίλοι ἀμπέλαγος θηεύμενοι ἱλάξονται· καὶ κέ σφι μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσι, πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην. Ως τότε μὲν δαῖτ᾽ ἄμφι πανήμεροι εψιόωντο. ἦρί γε μὴν ἐπὶ νῆα κατήϊσαν ἐγκονέοντες· καὶ δ᾽ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί ἀπάσσας δωρα φέρειν· ἅμα δ' υἷα δόμων ἔκπεμπε νέεσθαι. Ενθάδ' Αβαντιάδην πεπρωμένη ἤλασε μοῖρα Ιδμονα, μαντοσύνῃσι κεκασμένον· ἀλλά μιν οὐ τι μαντοσύνας ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆνὰι· κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύϊ νηδὺν κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ Νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν ἠείδει· οἷος δὲ κατὰ πλατύ βόσκετο τίφος. αὐτὰρ ὅ γ'᾿ ἰλυόεντός ἀνὰ θρωσμοὺς πεδίοιο νίσσετ᾽ Αβαντιάδης· ὁ δ᾽ ἄρ᾽ ἔκ ποθεν ἀφράστοιο ὕψι μάλ᾽ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν ἀΐγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. ὀξὺ δ᾽ ὅ γε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ᾽ αἶψ᾽ ὀλοοῖο Πηλεὺς αἰγανέην φυγάδ᾽ εἰς ἕλος ὁρμηθέντος καπρίου· ἔσσυτο δ᾽ αὖτις ἐναντίος· ἀλλά μιν Ιδας οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα· τὸν δ᾽ ἕταροι ἐπὶ νῆα φέρον ψυχοφαγέοντα, ἀχνύμενοι, χείρεσσι δ᾽ ἑῶν ἐνικάτθαν᾽ ἑταίρων Ενθάδε ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι, ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη τάρχυον μεγαλωστί· συνεκτερέϊξε δὲ λαὸς αὐτῷ ὁμοῦ βασιλῆϊ Λύκῳ· παρὰ δ᾽ ἄσπετα μῆλα, ᾗ θέμις οἰχομένοισι, ταφήϊα λαιμοτόμησαν. καὶ δή τοι κέχυται τοῦδ᾽ ἀνέρος ἐν χθονὶ κείνῃ τύμβος· σῆμα δ᾽ ἔπεστι, καὶ ὀψιγόνοισιν ἰδέσθαι, νηΐου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις ἄκρης τυτθὸν ἔνερθ᾽ Αχερουσίδος. εἰ δ᾽ ἐμὲ καὶ τὸ χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι, τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσι· Νισαίοισί τε Φοῖβος ἐπιρήδην ἱλάεσθαι, ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο ἄστυ βαλεῖν· οἱ δ᾽ ἀντὶ θεουδέος Αἰολίδαο Ιδμονος εἰσέτι νῦν Αγαμήστορα κυδαίνουσι. Τις γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἐσαῦτις ἔχευαν ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο. δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν. Αγνιάδην Τίφυν θανέειν φάτις· οὐδέ οἱ ξε μοῖρ᾽ ἔτι ναυτίλλεσθαι ἑκαστέρω, ἀλλά νυ καὶ τὸν αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος, εἰσότ᾽ Αβαντιάδεω νέκυν ἐκτερέϊζεν ὅμιλος. ἄτλητον δ᾽ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέϊξαν αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες, ἐντυπὰς εὐκήλως εἰλυμένοι, οὔτε τι σίτου μνώοντ᾽ οὔτε ποτοῖο· κατήμυσαν δ᾽ ἀχέεσσι θυμὸν, ἐπεὶ μάλα πολλὸν ἀπ᾿ ἐλπίδος ἔπλετο νόστος. καί νύ κ᾽ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο, εἰ μὴ ἄρ᾽ Αγκαίῳ περιώσιον ἔμβαλεν Ηρη θάρσος, ὃν Ιμβρασίοισι παρ᾽ ὕδασιν Αστυπάλαια· τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο ἰθύνειν, Πηλῆα δ᾽ ἐπεσσύμενος προσέειπεν. Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρῆος ἴδριν ἐόντα με τόσσον ἄγει μετὰ κῶας Ιήσων Παρθενίης ἀπάνευθεν, ὅσον τ᾽ ἐπιΐστορα νηῶν. τῷ μή τοι τυτθόν γε δέος περὶ νηϊ πελέσθω. ὣς δὲ καὶ ἄλλοι δεῦρο δαήμονες ἄνδρες ἔασι, τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει ναυτιλίην. ἀλλ᾽ ὦκα, παραιφάμενος τάδε πάντα, θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου. Ως φάτο· τοῖο δὲ θυμὸς ἀρέξατο γηθοσύνῃσιν. αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσε· Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὕτως; οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο· ἡμῖν δ᾽ ἄλλοι ἔασι κυβερνητῆρες ὁμίλῳ, καὶ πολέες, τῷ μή τι διατριβώμεθα πείρης· · ἀλλ᾽ ἔγρεσθ᾽ εἰς ἔργον, ἀπορίψαντες ἀνίας. Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν. Αἰακίδη, ποῦ δ᾽ οἵγε κυβερνητῆρες ἔασιν; οὓς μὲν γὰρ τοπάροιθε δαήμονας εὐχόμεθ᾽ εἶναι, οίδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσι. τῷ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην, εἰ δὴ μήτ᾽ ὀλοοῖο μετὰ πτόλιν Αἰήταρ ,, ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ελλάδα γαῖαν ἱκέσθαι πετράων ἔκτοσθε, κατ᾿ αὐτόθι δ᾽ ἄμμε καλύψει ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας. Ως ἔφατ'· Αγκαῖος δὲ μάλ᾽ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθ᾽ ὁρμῇ. τὸν δὲ μέτ᾽ Εργῖνος, καὶ Ναύπλιος, Εὔφημός τε ὄρνυντ᾽, ἰθύνειν λελιημένοι. ἀλλ᾽ ἄρα τούσγε ἔσχεθον· Αγκαίῳ δὲ πολεῖς ἤνησαν ἑταίρων. Ηῷοι δ᾽ ἤπειτα δυωδεκάτῳ ἐπέβαινον ἤματι· δὴ γάρ σφι Ζέφυρος, μέγας οὗρος, ἄητο. καρπαλίμως δ᾽ Αχέροντα διεξεπέρησαν ἐρετμοῖς, ἐκ δ᾽ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ᾽ ἐπιπρὸ λαίφεσι πεπταμένοις τέμνον πλόον εὐδιόωντες. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον, ἔνθ᾽ ἐνέπουσι Διὸς Νυσήϊον υἷα, Ινδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν, ᾧ ἐν ἀμειδήτους ἁγίας εὐνάζετο νύκτας, ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες, ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν. Ενθεν δὲ Σθενέλου τάφον ἔδρακον Ακτορίδαο, ὃς ῥὰ τ᾿ Αμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ·ἂψ ἀνιὼν, δὴ γὰρ συνανήλυθεν Ηρακλῆϊ, βλήμενος ἰῷ, κεῖθεν ἐπ᾿ ἀγχιάλου θάνεν ἀκτῆς. οὐ μέν θην προτέρω ἔτ᾿ ἐμέτρεον, ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ακτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα, τοῖος ἐὼν, οἷος πόλεμόνδ᾽ ἴεν· ἀμφὶ δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. καὶ ῥ᾽ ὁ μὲν αὖτις ἔδυνε μέλαν ζόφον· οἱ δ᾽ ἐσιδόντες θάμβησαν· τοὺς δ᾽ ὧρσε θεοπροπέων ἐπικέλσαι Αμπυκίδης Μόψος, λοιβῇσί τε μειλίξασθαι. οἱ δ᾽ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες πείσματ᾽ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, χύτλα τέ οἱ χεύαντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δ᾽ αὖ χύτλων νηοσσόῳ Απόλλωνι βωμὸν δειμάμενοι μῆρ᾽ ἔφλεγον· ἂν δὲ καὶ Ορφεὺς θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. Αὐτίκα δ᾽ οἳ γ᾽, ἀνέμοιο κατασπέρχοντος, ἔβησαν νῆ᾽ ἔπι· καδδ᾽ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους· ἡ δ᾽ ἐς πέλαγος πεφόρητο ἐντενὲς, ἤΰτε τίς τε δι' ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ, φέρεται ταχὺς, οὐδὲ τινάσσει ῥιπὴν, εὐκήλῃσιν ἐνευδιόων πτερύγεσσι. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηϋτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη Λητωΐς, ἄγρηθεν ὅτ᾽ οὐρανὸν εἰσαναβαίνει, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσι. νυκτί τ᾽ ἔπειτ᾽ ἄλληκτον ἐπὶ προτέρωσε θέοντες, Σήσαμον, αἰπεινούς τε παρεξενέοντ᾽ Ερυθίνους, Κρωβίαλον, Κρώμναν τε, καὶ ὑλήεντα Κύτωρον. ἔνθεν δ᾽ αὖτε Κάραμβιν ἅμ' ἠελίοιο βολῇσι γνάμψαντες, παρὰ πουλὺν ἔπειτ᾽ ἤλαυνον ἐρετμοῖς αἰγιαλὸν, πρόπαν ἦμαρ, ὁμῶς τ᾽ ἐπὶ ἤματι νύκτα. Αὐτίκα δ᾽ Ασσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, θυγατέρ᾽ Ασωποῖο, καθίσσατο, καί οἱ ὄπασσε παρθενίην Ζεὺς αὐτὸς, ὑποσχεσίησι δολωθείς. δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δ᾽ ὅγ᾽ αὐτῇ δωσέμεναι, ὅ κεν ᾔσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δὲ ἑ παρθενίην ᾐτήσατο κερδοσύνησιν. ὡς δὲ καὶ Απόλλωνα παρήπαφεν, εὐνηθῆναι ἱέμενον, ποταμόν τ᾽ ἐπὶ τοῖς Αλυν· οὐδὲ μὲν ἀνδρῶν τὴν γέ τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν. ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηϊμάχοιο υἷες, Δηϊλέων τε, καὶ Αὐτόλυκος, Φλόγιός τε, τῆμος, ὅθ' Ηρακλῆος ἀπεπλάγχθησαν, ἔναιον· οἱ ῥα τόθ᾽, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν, σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες· οὐδ᾽ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ᾽ ἐνὶ νηΐ, Αργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν. τοῖσι δ᾽ ὁμοῦ μετέπεισα θοῇ πεφορημένοι αὔρῃ λεῖπον Αλυν ποταμὸν, λεῖπον δ᾽ ἀγχίροον Ιριν, ἠδὲ καὶ Ασσυρίης πρόχυσιν χθονός· ἤματι δ᾽ αὐτῷ γνάμψαν Αμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. Ενθα ποτὲ προμολοῦσαν Αρητιάδα Μελανίππην ἥρως Ηρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα Ιππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν ἀμφὶ κασιγνήτης· ὁ δ᾽ ἀπήμονα πέμψεν ὀπίσσω. τῆς οἱ γ᾽ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος, κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισι. τῷ δ᾽ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα τόσσ᾽ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων. τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα πεμπάζοι· μία δ' οἴη ἐτήτυμος ἔπλετο πηγή. ἡ μὲν τ᾽ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε ὑψηλῶν, ἃ τε φασὶν Αμαζόνια κλείεσθαι. ἔνθεν δ᾽ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ· τῷ καί οἱ ἐπίστροφοι εἰσὶ κέλευθοι αἰεὶ δ᾽ ἄλλυδις ἄλλῃ, ὅπη κύρσειε μάλιστα ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν, ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν, ὅππη ὑπεξαφύονται· ὁ δ᾽ ἀμφαδὸν ἄμμιγα παύροις Πόντον ἐς Αξεινον κυρτὴν ὑπερεύγεται ἄκρην. καί νύ κε δηθύνοντες Αμαζονίδεσσιν ἔμιξαν ὑσμίνην, καὶ δ᾽ οὐ κεν ἀναιμωτί γ᾽ ἐρίδηναν, (οὐ γὰρ Αμαζονίδες μάλ᾽ ἐπητέες, οὐδὲ θέμιστας τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο· ἀλλ᾽ ὕβρις στονόεσσα καὶ Αρεος ἔργα μεμήλει· δὴ γὰρ καὶ γενεὴν ἔσαν Αρεος Αρμονίης τε Νύμφης, ἢ τ᾿ Αρηϊ φιλοπτολέμους τέκε κούρας, ἄλσεος Αλκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα·) εἰ μὴ ἐκ Διόθεν πνοιαὶ πάλιν Αργέσταο ἤλυθον· οἱ δ᾽ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτὴν, ἔνθα Θεμισκύρειαι Αμαζόνες ὡπλίζοντο. οὐ γὰρ ὁμηγερέες μίαν ἀμπόλιν, ἀλλ᾽ ἀνὰ γαῖαν κεκριμέναι κατὰ φῦλα διὰ τρίχα ναιετάασκον· νόσφι μὲν αἵδ᾽ αὐταὶ, τῇσι τότε κοιρανέεσκεν Ιππολύτη, νόσφι δὲ Λυκάστιαι ἀμφενέμοντο, νόσφι δ᾽ ἀκοντοβόλοι Χαδήσιαι, ἤματι δ᾽ ἄλλῳ νυκτί τ᾽ ἐπιπλομένη Χαλύβων παρὰ γαῖαν ἵκοντο. Τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἱ γε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες; ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ λιγνύϊ καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσι. Τούσδε μέτ᾽ αὐτίκ᾽ ἔπειτα Γενηταίου Διὸς ἄκρην Ιοιογνάμψαντες, σώοντο παρὲξ Τιβαρηνίδα γαῖαν. ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι· ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας; ἠδὲ λοετρὰ λεχώϊα τοῖσι πένονται. Ἱερὸν αὐτ᾽ ἐπὶ τοῖσιν ὄρος, καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀν᾿ οὔρεα ναιετάουσι δουρατέους πύργους ἐϋπηγέας, οὓς καλέουσι Μόσσυνας· καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. ἀλλοίη δὲ δίκη, καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίῃ ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλὰ, σύες ὣς φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἣν γάρ που τι θέμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσι. Τοὺς παραμειβόμενοι, καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Αρητιάδος, τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη. ἤδη καὶ τιν ὕπερθεν Αρήϊον ἀΐσσοντα ἐνναέτην νήσοιο δι᾽ ἠέρος ὄρνιν ἴδοντο, ὃς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν ἧκ᾽ ἐπὶ οἱ πτερὸν ὀξύ· τὸ δ᾽ ἐν λαιῷ πέσεν ὤμῳ δίου Οϊλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος· οἱ δὲ τάφον, πτερόεν βέλος εἰσορόωντες, καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Εριβώτης, ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατῄορον· ἐκ δ᾽ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλὰ μὲν ἥρως Εὐρυτίδης Κλύτιος, πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἦκεν ἐπ᾿ οἰωνὸν ταχινὸν βέλος, αὐτὰρ ἔπειτα πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἐγγύθι νηός. τοῖσιν δ᾽ Αμφιδάμας μυθήσατο, παῖς Αλεοῖο. Νῆσος μὲν πέλας ἡμὶν Αρητιὰς, ἴστε καὶ αὐτοὶ τούσδ᾽ ὄρνιθας ἰδόντες. ἐγὼ δ᾽ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν᾿ ἄλλην μῆτιν πορσύνωμεν ἐπίροθον, εἴ γ᾽ ἐπικέλσαι μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ηρακλέης, ὁπότ᾽ ἤλυθεν Αρκαδίηνδε, πλωάδας ὄρνιθας Στυμφηλίδος ἔσθενε λίμνης ὤσασθαι τόξοισι, τὸ μέν τ᾽ ἐγὼ αὐτὸς ὄπωπα. ἀλλ᾽ ὅγε χαλκείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δ᾽ ἐφέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. τῷ καὶ νῦν τοίην τιν' ἐπιφραζώμεθα μῆτιν· αὐτὸς δ᾽ ἂν τοπάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, ἡμίσεες μὲν ἐρέσσετ᾽ ἀμοιβαδὶς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσατε νῆα. αὐτὰρ πασσυδίη περιώσιον ὄρνυτ᾽ ἀϋτὴν ἀθρόοι, ὄφρα κολωὸν ἀηθείῃ φοβέωνται, νεύοντάς τε λόφους, καὶ ἐπῄορα δούραθ᾽ ὑπερθεν. εἰ δέ κεν αὐτὴν νῆσον ἱκοίμεθα, δὴ τότ᾽ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσατε δοῦπον. Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἐπίροθος ἥνδανε μῆτις. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο, δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον· τοὶ δ᾽ αὖτ᾽ ἐγχείῃσι καὶ ἀσπίσι νῆ ἐκάλυψαν. ὡς δ᾽ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνὴρ, δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, ἄλλῳ δ᾽ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· ὣς οἵγ᾽ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἵη δὲ κλαγγὴ δηΐου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἄρ᾽ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ᾿ ἀϋτή. οὐδέ τιν' οἰωνῶν ἔτ᾽ ἐσέδρακον, ἀλλ᾽ ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ᾽ ἄρ᾽ οἱ γε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. ὡς δ᾽ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνὰ τ᾿ ἄστυ καὶ οἰκία, τοὶ δ᾽ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες ἦνται ἀκὴν, ἐπεὶ οὐ σφε κατέλλαβε χείματος ὥρη ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρα· ὣς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀΐσσοντες ὕψι· μάλ᾽ ἀμπέλαγος περάτης εἰς οὔρεα γαίης. Τις γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι; Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ορχομενοῖο ἐξ Αἴης ἐνέοντο παρ' Αἰήταο Κυταίου, Κολχίδα νὴ ἐπιβάντες, ἵν᾽ ἄσπετον ὄλβον ἄροιντο πατρός· ὁ γὰρ θνήσκων ἐπετείλατο τήνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. Ζεὺς δ᾽᾽ ἀνέμου Βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Αρκτούροιο· αὐτὰρ ὅγ᾽ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ᾽ ἐτίνασσε τυτθὸν ἐπ᾿ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσι· νυκτὶ δ᾽ ἔβη πόντονδε πελώριος, ώρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι· κελαινὴ δ᾽ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐδέ πη ἄστρα διαυγέα φαίνετ᾿ ἰδέσθαι ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστό. οἱ δ᾽ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱῆες Φρίξοιο φέρονθ᾽ ὑπὸ κύμασιν αύτως. ἱστία δ᾽ ἐξήρπαξ᾽ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν ΙΙιονῆα διάνδιχ᾽ ἔαξε τινασσομένην ῥοθίοισιν. ἔνθα δ᾽ ὑπ᾽ ἐννεσίῃσι θεῶν, πίσυρές περ ἐόντες, δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ ῥαισθείσης κεκέδαστο, θόοις συναρηρότα γόμφοις. καὶ τοὺς μὲν νῆσόνδε, παρέξ ὀλίγον θανάτοιο, κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. αὐτίκα δ᾽ ἐῤῥάγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον καὶ νῆσον, καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. τοὺς δ᾽ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετ᾿ ἠϊόνας βάλε νήσου νύχθ᾽ ὑπὸ λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμ᾽ ἠελίῳ· τάχα δ᾽ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, Αργος δὲ παροίτατος ἔκφατο μῦθον. Αντόμεθα πρὸς Ζηνὸς Εποψίου, οἵτινες ἐστὲ ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσι. πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι νηὸς ἀεικελίης διὰ δούρατα πάντ᾽ ἐκέδασσαν. τοὔνεκα νῦν ὑμέας γουναζόμεθ᾽, αἴ κε πίθοισθε, δοῦναι ὅσον θ' εἵλυμα περὶ χροὺς, ἠδὲ κομίσσαι, ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. ἀλλ᾽ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε Ξεινίου, Ικεσίου τε· Διὸς δ᾽ ἄμφω ἱκέται τε καὶ ξεῖνοι· ὁ δὲ που καὶ ἐπόψιος ἄμμι τέτυκται. Τὸν δ᾽ αὖτ᾿ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινε, μαντοσύνας Φινῆος ὀϊσσάμενος τελέεσθαι· Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες. ἀλλ᾽ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης - ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει, αὐτῶν θ᾽ ὑμείων ὄνομα κλυτὸν, ἠδὲ γενέθλην. Τὸν δ' Αργος προσέειπεν ἀμηχανέων κακότητι· Αἰολίδην Φρίξον τιν᾿ ἀφ᾿ Ελλάδος Αἷαν ἱκέσθαι ἀτρεκέως δοκέω που, ἀκούετε καὶ πάρος αὐτοὶ, Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο, κριοῦ ἐπεμβεβαὼς, τὸν ῥα χρύσειον ἔθηκεν Ερμείης· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε. τὸν μὲν ἔπειτ᾽ ἔῤῥεξεν ἑῆς ὑποθημοσύνῃσι Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διΐ. καί μιν ἔδεκτο Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξε Χαλκιόπην ἀνάεδνον, ἐϋφροσύνῃσι νόοιο. τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ᾽ ὁ μὲν ἤδη γηραιός θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν· ἡμεῖς δ᾽ αὐτίκα, πατρὸς ἐφετμάων ἀλέγοντες, νεύμεθ᾽ ἐς Ορχομενόν, κτεάτων Αθάμαντος ἕκητι. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι, τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷδε δὲ, Φρόντις 1155- τῷ δὲ, Μέλας· ἐμὲ δ᾽ αὐτὸν ἐπικλείοιτέ κεν Αργον. Ως φάτ᾽· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο, καὶ σφέας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ιήσων ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν. Η ἄρα δὴ γνωτοὶ πατρώϊοι ἄμμιν ἐόντες λίσσεσθ᾽ εὐμενέοντας ἐπαρκέσσαι κακότητα. Κρηθεὺς γάρ ρ᾽ Αθάμας τε κασίγνητοι γεγάασι. Κρηθῆος δ' υἱωνὸς ἐγὼ σὺν τοῖσίδ᾽ ἑταίροις Ελλάδος ἐξ αὐτῆς νέομ᾽ ἐς πόλιν Αἰήταο. ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνέψομεν ἀλλήλοισι· νῦν δ᾽ ἕσσασθε πάροιθεν· ὑπ᾽ ἐννεσίῃσι δ᾽ ὀΐω ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι. Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκε σφίσιν εἵματα δύναι. πασσυδίη δ᾽ ἤπειτα κίον μετὰ νηὸν Αρηος, μῆλ᾽ ἱερευσόμενοι· περὶ δ᾽ ἐσχάρῃ ἐστήσαντο ἐσσυμένως, ἥ τ᾽ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ, στιάων· εἴσω δὲ μέγας λίθος ἠρήρειστο ἱερὸς, ᾧ ποτε πᾶσαι Αμαζόνες εὐχετόωντο. οὐδέ σφιν θέμις ἦεν, ὅτ᾽ ἀντιπέρηθεν ἵκοντο, μήλων ἠὲ βοῶν τῇδ᾽ ἐσχάρῃ ἱερὰ καίειν· ἀλλ᾽ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ᾽ ἐπάσαντο, δὴ τότ᾽ ἄρ᾽ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων. Ζεὺς αὐτὸς τὰ ἕκαστ᾽ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες λήθομεν ἔμπεδον, οἵ τε θεουδέες ἠδὲ δίκαιοι. ὡς μὲν γὰρ πατέρ᾽ ὑμὶν ὑπεξείρυτο φόνοιο μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον· ὣς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσε τ χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ᾽ ἐπὶ ὑπὸς ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπη φίλον, εἴτε μετ' Αίαν, εἴτε μετ᾿ ἀφνειὴν θείου πόλιν Ορχομενοῖο. τὴν γὰρ Αθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πάρα· σὺν δὲ οἱ Αργος τεῦξεν. ἀτὰρ, κείνην γε κακὸν διὰ κῦμ᾽ ἐκέδασσε, πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἱ τ᾽ ἐνὶ πόντῳ στεινωπῷ συνίασι πανήμεροι ἀλλήλησιν. ἀλλ᾽ ἄγεθ᾽, ὧδε καὶ αὐτοὶ ἐς Ελλάδα΄ μαιομένοισι κῶας ἄγειν χρύσειον ἐπίροθοι ἄμμι πέλεσθε, καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλάς στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδησιν. Ισκε παρηγορέων· οἱ δ᾽ ἔστυγον εἰσαΐοντες. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αιήταος κῶας ἄγειν κριοῖο μεμάοτας, ὧδέ τ᾽ ἔειπεν Αργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι. Ω φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ᾽ ἀρωγὴ σχήσεται, οὐδ᾽ ἠβαιὸν, ὅτε χρειώ τις ἵκηται. ἀλλ᾽ αἰνῶς ὀλοῦσιν ἀπηνείῃσιν ἄρήρεν Αἰήτης· τῷ καὶ περιδείδια ναυτίλλεσθαι. στεῦται δ᾽ Ηελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δὲ κεν Αρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. οὐ μὰν, οὐδ᾽ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηΐδιον, τοῖός μιν ὄφις περί τ᾽ ἀμφί τ᾽ ἔρυται ἀθάνατος καὶ ἄϋπνος, ὃν αὐτὴ Γαῖ᾿ ἀνέφυσε Καυκάσου ἐν κνημοῖσι, Τυφωνείη ὅθι πέτρη, ἔνθα Τυφάονα φασὶ Διὸς Κρονίδαο κεραυνῷ · βλήμενον ; ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ᾽ αὕτως οὔρεα καὶ πεδίον Νυσήϊον, ἔνθ᾽ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης. Ως ἄρ᾽ ἔφη· πολέεσσι δ᾽ ἐπὶ χλόος εἶλε παρειάς. αὐτίκα, τοῖον ἄεθλον ὅτ᾽ ἔκλυον. αἶψα δὲ Πηλεύς. θαρσαλέως ἐπέεσσιν ἀμείψατο, φώνησέν τε· Μηδ᾽ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδ᾽ ἀλκὴν ἐπιδευόμεθ', ὥστε χερείους ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. ἀλλὰ καὶ ἡμέας οἴομ᾽ ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῷ, εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσοι, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων. Ως οἵγ᾽ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, μέσφ᾽ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δ᾽ ἀνεγρομένοισιν ἐϋκραὴς ἄεν οὗρος· ἱστία δ᾽ ἤειραν, τὰ δ᾽ ὑπὸ ῥιπῆς ἀνέμοιο τείνετο· ρίμφα δὲ νῆσον ἀποπροέλειπον Αρηος, Νυκτὶ δ᾽ ἐπιπλομένη Φιλυρηΐδα νῆσον ἄμειβον· ἔνθα μὲν Οὐρανίδης Φιλύρη Κρόνος, εὔτ᾽ ἐν Ολύμπῳ Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ᾿ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ᾿ Ιδαίοισι, Ρείην ἐξαπάφων, παρελέξατο· τοὺς δ᾽ ἐνὶ λέκτροις τέτμε θεὰ μεσσηγύς· ὁ δ᾽ ἐξ εὐνῆς ἀνορούσας ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππω·উন। ἡ δ᾽ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ωκεανὶς Φιλύρη, εἰς οὔρεα μακρὰ Πελασγῶν ἦλθ᾽, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ, ἄλλα θεῷ, ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ. Κεῖθεν δ᾽ αὖ Μάκρωνας, ἀπειρεσίην τε Βεχείρων γαῖαν, ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βυζηράς τ᾽ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεύς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀΐσσοντα. τὸν μὲν ἐπ᾿ ἀκροτάτης ἴδον ἕσπερον ὀξέϊ ῥοίζω νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης λαίφεα πάντ᾽ ἐτίναξε, παραιθύξας πτερύγεσσιν. οὐ γὰρ ὅγ᾽ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δ᾽ ἐϋξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς. δηρὸν δ᾽ οὐ μετέπειτα πολύστονον ἄϊον αὐδὴν ἦπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δ᾽ ἀἰθὴρ οἰμωγῇ, μέσφ᾽ αὖτις ἀπ᾿ οὔρεος αΐσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δ᾽ Αργοιο δαημοσύνῃσιν ἵκοντο Φᾶσίν τ᾽ εὐρυρέοντα, καὶ ἔσχατα πείρατα πόντου. Αὐτίκα δ᾽ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ᾽ ἐρετμοῖς εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντη καχλάζων ὑπόεικεν. ἔχον δ᾽ ἐπ᾿ ἀριστερὰ χειρῶν Καύκασον αἰπήεντα, Κυταιΐδα τε πτόλιν Αἴης, ἔνθεν δ᾽ αὖ πεδίον τὸ Αρήϊον, ἱερά τ᾽ ἄλση τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων, πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. αὐτὸς δ᾽ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς Γαίῃ τ᾽, ἐνναέταις τε θεοῖς, ψυχαῖς τε καμόντων. ἡρώων· γουνοῦτο δ᾽ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαί. αὐτίκα δ᾽ Αγκαῖος τοῖον μετὰ μῦθον ἔειπε. Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν, ἠδὲ ῥέεθρα Φάσιδος· ὥρη δ᾽ ἡμὶν ἐνὶ σφίσι μητιάασθαι, εἴτ᾽ οὖν μειλιχίῃ πειρησόμεθ' Αἰήταο; εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή. Ως ἔφατ᾿· Αργου δ᾽ αὖτε παρηγορίησιν. Ιήσων ὑψόθι νῆ ἐκέλευσεν ἐπ᾽ εὐναίῃσιν ἐρύσσαι, Δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ᾽ ἐπισχεδὸν ἦε νισσομένων, ἔνθ᾽ οίγε διὰ κνέφας ηυλίζοντο. ἠὼς δ᾽ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Γ. Εἰδ᾽ ἄγενῦν, Ερατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε ἔνθεν ὅπως ἐς Ιωλκὸν ἀνήγαγε κῶας Ιήσων Μηδείης ὑπ᾽ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις παρθενικάς· τῷ καὶ τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται. Ως οἱ μὲν πυκινοῖσιν ἀνωΐστως δονάκεσσι μίμνον ἀριστῆες λελοχημένοι· αἱ δ᾽ ἐνόησαν Ηρη Αθηναίη τε, Διὸς δ᾽ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν, θάλαμόνδε κιοῦσαι βούλευον· πείραζε δ' Αθηναίην πάρος Ηρη. Αὐτὴ νῦν προτέρη, θύγατερ Διὸς, ἄρχεο βουλῆς. τί χρέος; ἠὲ δόλον τίνα μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αἰήταο μεθ' Ελλάδα κῶας ἄγοιντο; ἢ καὶ τόν γ᾽ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν μειλιχίοις; ἢ μὲν γὰρ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ᾽ οὐ τινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν. Ως φάτος τὴν δὲ παρᾶσσον Αθηναίη προσέειπε· Καὶ δ᾽ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ἁρμαίνουσαν, Ηρη, ἀπηλεγέως ἐξείρεαι, ἀλλά ται οὔπω φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων· πολλὰς δ᾽ ἐπεδοίασα βουλάς. Η, καὶ ἐπ᾿ οὔδεος αίγε ποδῶν πάρος ὄμματ᾽ ἔπηξαν. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ' Ηρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον. Δεῦρ᾽ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἶσι βέλεσσι θέλξαι ὀϊστεύσας ἐπ᾿ Ιήσονι. τὸν δ᾽ ἂν οἴω κείνης ἐννεσίῃσιν ἐς Ελλάδα κῶας ἀνάξειν. Ως ἄρ᾽ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Αθήνη, καί μιν ἔπειτ᾽ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· Ηρη, νήϊδα μέν με πατήρ τέκε τοῖο βολάων, οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δὲ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἢ τ᾽ ἂν ἔγωγε ἑσποίμην· σὺ δὲ κεν φαίης ἔπος ἀντιόωσα. Η, καὶ ἀναΐξασαι ἐπὶ μέγα, δῶμα νέοντο Κύπριδος, ὃ ῥά τὲ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν ταπρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δ᾽ εἰσελθοῦσαι ὑπ᾽ αἰθούσῃ θαλάμοιο ἔσταν, ἵν᾽ ἐντύνεσκε θεὰ λέχος Ηφαίστοιο. αλλ᾽ ὁ μὲν εἰς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει νήσοιο πλαγκτῆς εὐρὺν μυχὸν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευε ῥιπῇ πυρός· ἡ δ᾽ ἄρα μούνη ἦστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. λευκοῖσι δ᾽ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα. ἔσχεθεν, εἴσω τέ σφ᾽ ἐκάλει, καὶ ἀπὸ θρόνου ὧρτο, εἶσέ τ᾽ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν. Ηθεῖαι, τις δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὕτως; τί δ᾽ ἵκάνετον, οὔ τι πάρος γε λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων; Τὴν δ' Ηρη τοίοισιν ἀμειβομένη προσέειπεν· Κερτομέεις· νῶϊν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει Αἰσονίδης, οἱ τ᾽ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. τῶν ἤτοι πάντων μὲν, ἐπεὶ πέλας ἔργον ὄρωρε, δείδιμεν ἐκπάγλως, περὶ δ᾽ Αἰσονίδαο μάλιστα. τὸν μὲν ἐγὼν, εἴ κέν περ ἐς Αΐδα ναυτίλληται λυσόμενος χαλκέων Ιξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, ὃς μ᾽ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκε. καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ' Ιήσων, ἐξότ᾽᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Αναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησε θήρης ἐξανιών· νιφετῷ δ᾽ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾿ αὐτῶν· χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. χρηϊ δὲ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾿ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι δι᾽ ἐκ προαλὲς φέρεν ὕδωρ. τῷ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην πτίσειεν Πελίης; εἰ μή σύ γε νόστον ὀπάσσοις. Ως ηὔδα· Κύπριν δ᾽ ἐνεοστασίη λάβε μύθων. ἅζετο δ᾽ ἀντομένην Ηρην ἕθεν εἰσορόωσα, καί μιν ἔπειτ᾿ ἀγανοῖσι προσέννεπεν ἢ γ᾽ ἐπέεσσι· Πότνα θεὰ, μήτοι τι κακώτερον ἄλλο πέλοιτο Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἢ ἔπος, ἠἑ τι ἔργον, ὅ κεν χέρες αίγε κάμοιεν ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω. Ως έφαθ'. Ηρη δ᾽ αὖτις ἐπιφραδέως ἀγόρευσεν· Οὐ τι βίης χατέουσαι ἱκάνομεν, οὐδὲ τι χειρῶν. ἀλλ᾽ αὕτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδί, παρθένον Αἰήτεῳ θέλξαι πόθῳ Αἰσονίδαο. εἰ γὰρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηϊδίως μιν ἑλόντα δέρος χρύσειον δΐω νοστήσειν ἐς Ιωλκὸν, ἐπεὶ δολόεσσα τέτυκται. Ως ἄρ᾽ ἔφη· Κύπρις δὲ μετ᾿ ἀμφοτέρῄσιν ἔειπεν. Ηρη, Αθηναίη τε, πίθοιτό κεν ὕμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γ᾽ αἰδὼς ἔσσετ᾽ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο οὐκ ὄθεται, μάλα δ᾽ αἰὲν ἐριδμαίνων ἀθερίζει. καὶ δὴ οἱ μενέηνα, περισχομένη κακότητι, αὐτοῖσι τόξοισι δυσηχέας ἆξαι δϊστοὺς ἀμφαδίῃ. τοῖον γὰρ ἐπηπείλησε χαλεφθεὶς, εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμὰς, μετέπειτα γ᾽ ἀτεμβοίμην ἑοῖ αὐτῇ. Ως φάτο· μείδησαν δὲ θεαὶ, καὶ ἐσέδρακον ἄντην ἀλλήλαις, ἡ δ᾽ αὖτις ἀκηχεμένη μετέειπεν· Αλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν· ἅλις δ᾽ εἰδυῖα καὶ αὐτή. νῦν δ᾽ ἐπεὶ ὕμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσι, πειρήσω, καί μιν μειλίξομαι, οὐδ᾽ ἀπιθήσει. Ως φάτο· τὴν δ᾽ Ηρη ῥαδινῆς ἐπεμάσσατο χειρὸς, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· Οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδ᾽ ἐρίδηνον χωσμένη σῷ παιδί· μεταλήξει γὰρ ὀπίσσω. Ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ' Αθήνη. ἐκ δ᾽ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἠδὲ καὶ αὐτὴ βῆ ὁ᾽ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόν γ᾽ ἀπάνευθε, Διὸς θαλερῇ ἐν ἀλωῇ, οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τὸν ῥα ποτὲ Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισι, κάλλεος ἱμερθείς, ἀμφ᾿ ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅτε κοῦροι ὁμήθεες, έψιόωντο.· καί ὁ᾽ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ἐπὶ μαζῷ μάργος Έρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστὸν, ὀρθὸς ἐφεστηώς· γλυκερὸν δὲ οἱ ἀμφὶ παρειὰς χροῇ θάλλεν ἔρευθος. ὁ δ᾽ ἐγγύθεν ὀκλαδὸν ἦστο σίγα κατηφιόων· δοιὼ δ᾽ ἔχεν, ἄλλον ἔθ᾽ αὕτως ἄλλῳ ἐπιπροϊεὶς, κεχόλωτο δὲ καγχαλόωντι. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ᾽ ἐνόησε Κύπριν ἐπιπλομένην. ἡ δ᾽ ἀντίη ἵστατο παιδὸς, καὶ μιν ἄφαρ γναθμοίο κατασχομένη προσέειπε. Τίπτ᾿ ἐπιμειδιάας, ἄφατον κακόν; ἠἑ μιν αὕτως ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο, νῆϊν ἐόντα; εἰ δ᾽ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅ ττι κεν εἴπω· καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθύρμα, ,κεῖνο, τὸ οἱ ποίησε φίλη τροφὸς Αδρήστεια, ἄντρῳ ἐν Ιδαίῳ ἔτι νήπια κουρίζοντι,· σφαῖραν ἐϋτρόχαλον, τῆς οὐ σύ γε μείλιον ἄλλο χειρών Ηφαίστοιο κατακτεατίσσῃ ἄρειον. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δ᾽ ἑκάστῳ διπλόαι ἁψίδες περιηγέες εἰλίσσονται· · κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ᾽ ἐπιδέδρομε πάσαις κυανέη. ἀτὰρ, εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο, ἀστὴρ ὣς, φλεγέθοντα δι' ἠέρος ὁλκὸν ἵησι. τὴν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο θέλξον, ὀϊστεύσας ἐπ᾿ Ιήσονι· μηδέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη. Ως φάτο· τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι. μείλια δ᾽ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχετ᾽ ἀμφιμεμαρπώς., λίσσετο δ' αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δ᾽ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα. Ιστω νῦν τόδε σεῖο φίλον κάρη, ἠδ᾽ ἐμὸν αὐτῆς, ἢ μέν σοι δῶρόν γε παρέξομαι, οὐδ᾽ ἀπατήσω, εἴ κεν ἐνισκίμψης κούρῃ βέλος Αἰήταο. Φῆς ὁ δ᾽ ἄρ᾽ ἀστραγάλους συναμήσατο, καδδὲ φαεινῷ μητρὸς ἑῆς, εὖ πάντας ἀριθμήσας, βάλε κόλπῳ. αὐτίκα δὲ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ, πρέμνῳ κεκλιμένην· ἀνὰ δ᾽ ἀγκύλον είλετο τόξον. βῆ δὲ δι᾽ ἐκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονὸς, ἤχί τ' ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσι. νειόθι δ᾽ ἄλλοτε γαῖα φερέσβιος, ἄστεὰ τ᾿ ἀνδρῶν φαίνετο, καὶ ποταμῶν ἱεροὶ ῥόσι, ἄλλοτε δ᾽ αὖτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀν' αἰθέρα πολλὸν ἰόντι. Ηρωες δ᾽ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς ἐν ποταμῷ καθ᾽ ἕλος λελοχημένοι ἠγορόωντο. αὐτὸς δ᾽ Αἰσονίδης μετεφώνεεν· οἱ δ᾽ ὑπάκουον ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες. Ω φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ ἐξερέω· τοῦ δ᾽ ὄμμι· τέλος κρῃῆναι· ἔοικε. ξυνὴ γὰρ χρειὼ, ξυνοὶ δέ τε μῦθοι ἔασι πᾶσιν ὁμῶς· ὁ δὲ σίγα νόον βουλήν τ᾽ ἀπερύκων, ἴστω καὶ νόστου τόνδε στόλον οἷος ἀπούρας. ὦλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ᾽ ἕκηλοι αὐτὰρ ἐγὼν ἐς δώματ᾽ ἐλεύσομαι Αἰήταο, υἷας ἑλὼν Φρίξοιο, δύω δ᾽ ἐπὶ τοῖσιν ἑταίρους. πειρήσω δ᾽ ἐπέεσσι παροίτερον ἀντιβολήσας, εἴ κ᾿ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, ἠὲ καὶ οὐ· πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει, ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες, φρασσόμεθ᾽ εἴτ᾿ Αρηϊ συνοισόμεθ᾽, εἴτε τις ἄλλη μῆτις ἐπίροθος ἔσται ἐεργομένοισιν ἀϋτῆς. μηδ' αὕτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, τόνδ᾽ ἀπαμείρωμεν σφέτερον κτέρας, ἀλλὰ πάροιθε λωΐτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι του ῥέα μῦθος, ὅ κεν μόγις ἐξανύσειεν ἠνορέη, τόδ᾽ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει πρηΰνας. ὁ δὲ καί ποτ᾽ ἀμύμονα Φρίξον ἔπεισε, μητρυιῆς φεύγοντα δόλον, πατρός τε θυηλάς, δέχθαι· ἐπεὶ πάντη καὶ ὅτις μάλα κύντατος ἀνδρῶν Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν, ἠδ᾽ ἀλεγίζει. Ως φάτ᾽· ἐπήνησαν δὲ νέοι ἔπος Αἰσονίδαο πασσυδίην, οὐδ᾽ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι. καὶ τότ᾽ ἄρ᾽ υἱῆας Φρίξου, Τελαμῶνά θ᾽ ἕπεσθαι ὧρσε καὶ Αὐγείην· αὐτὸς δ᾽ ἕλεν Ερμείαο. σκῆπτρον· ἄφαρ δ᾽ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ χέρσονδ᾽ ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασι, τῶν καὶ ἐπ᾿ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδ᾽ ἐνὶ γαίῃ ἔστι θέμις στείλαντας ὕπερθ᾽ ἐπὶ σῆμα χέεσθαι, ἀλλ᾽ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις, δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ᾽ ἴσην καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσι θηλυτέρας· ἢ γάρ τε δίκη θεσμοῖο τέτυκται. Τοῖσι δὲ νισσομένοις Ηρη φίλα μητιόωσα ἠέρα πουλὺν ἐφῆκε δι᾽ ἄστεος, ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες· ὦκα δ᾽ ὅτ᾽ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ' ἵκοντο Αἰήτεω, τότε δ᾽ αὖτις ἀπεσκέδασε νέφος Ηρη. ἔσταν δ᾽ ἐν προμολῇσι τεθηπότες ἕρκε᾽ ἄνακτος, εὐρείας τε πύλας, καὶ κίονας, οἱ περὶ τοίχους ἑξείης ἄνεχον· θριγκὸς δ᾽ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. εὔκηλοι δ᾽ ὑπὲρ οὐδὸν ἔπειτ᾽ ἔβαν. ἄγχι δὲ τοῖο ἡμερίδες χλοεραῖσι καταστεφέες πετάλοισιν · ὑψοῦ ἀειρόμεναι μέγ᾽ ἐθήλεον. αἱ δ᾽ ὑπὸ τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ηφαιστος. καὶ ῥ᾽ ἡ μὲν ἀναβλύεσκε γάλακτι, ἡ δ᾽ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· ἡ δ᾽ ἄρ᾽ ὕδωρ προρέεσκε, τὸ μὲν ποτὶ δυομένῃσι θέρμετο Πληϊάδεσσιν, ἀμοιβηδὶς δ᾽ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. τοῦ ἄρ᾽ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο τεχνήεις Ηφαιστος ἐμήσατο θέσκελα ἔργα. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δὲ σφέων ἦν στόματ᾽, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ηελίῳ τίνων χάριν, ὃς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηϊοτῆτι. ἐνθάδε καὶ μέσσαυλος ἐλήλατο· τῇ δ᾽ ἔπι πολλαὶ δικλίδες εὐπηχεῖς, θάλαμοί τ᾽ ἔσαν ἔνθα καὶ ἔνθα· δαιδαλέη δ᾽ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. λέχρις δ᾽ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθε. Τῶν ἤτοι ἄλλῳ μὲν, ὅτις καὶ ὑπείροχος ἦε, κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· ἄλλῳ δ᾽ Αψυρτος ναῖεν πάϊς Αἰήταο. τὸν μὲν Καυκασίη Νύμφη τέκεν Αστερόδεια, πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ωκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. καὶ μιν Κόλχων υἷες ἐπωνυμίην. Φαέθοντα “ ἔκλεον, οΰνεκα πᾶσι μετέπρεπεν ἠϊθέοισι. τοὺς δ᾽ ἔχον· ἀμφίπολοί τε, καὶ Αἰήταο θύγατρες ἄμφω, Χαλκιόπη, Μήδειά τε. ἡ μὲν ἄρ᾽ ᾔει ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσα. Ηρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δ᾽ οὐ τι θάμιζεν ἐν μεγάροις, Εκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηὸν, ἐπεί ῥα θεῆς αὐτὴ πέλεν ἀρήτειρα. ·· καὶ σφέας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δ᾽ ἄκουσε Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλούσαι νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον. ἡ δ᾽ ἅμα τῇσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὡς δὲ καὶ αὐτοὶς μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μύθον. Εμπης οὐκ ἄρ᾽ ἐμέλλετ᾽ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι· μετὰ δ᾽ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγὼν, οἷον πόθον Ελλάδος ἔκ ποθεν ἄτης λευγαλέης, Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός; ὁ μὲν θνήσκων στυγερὰς ἐπετείλατ᾽ ἀνίας ἡμετέρη κραδίῃ. τί δέ κεν πόλιν Ορχομενοῖο, ὅστις ὅδ᾽ Ορχομενός, κτεάνων Αθάμαντος ἕκητι, μητέρ᾽ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε; Ως ἔφατ· Αἰήτης δὲ πανύστατος ώρτο θύραζε, ἐκ δ᾽ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αιήταο, Χαλκιόπης ἀΐουσα· τὸ δ᾽ αὐτίκα πᾶν ὁμάδοιος ἕρκος ἐπεπλήθει, τοὶ μὲν μέγαν ἀμφιπένοντο ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλήϊ. Τόφρα δ' Ερως πολιοῖο δι᾽ ἠέρος ἶξεν ἄφαντος, τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται, ὃν τε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δ᾽ ὑπὸ φλιὴν προδόμου ἐνὶ τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ᾿ ἰόν. ἐκ δ᾽ ὅγε καρπαλίμοισι λαθών ποσὶν οὐδὸν ἄμειψεν, ὀξέα δενδίλλων· αὐτῷ δ᾽ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδη, γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇς ἰθὺς δ᾽ ἀμφοτέρῃσι· διασχόμενος παλάμησιν ἦκ᾽ ἐπὶ Μηδείῃ· τὴν δ᾽ ἀμφασίη λάβε θυμόν. αὐτὸς δ᾽ ὑψορόφοιο παλιμπετὲς ἐκ' μεγάροιο καγχαλόων ἤΐξε· βέλος δ᾽ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίη, φλογὶ εἴκελον· ἀντία δ' αἰεὶ βάλλεν ἐπ᾿ Αἰσονίδην ἀμαρύγματα, καὶ οἱ ἄηντο, στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν᾿ ἄλλην μνῆστιν ἔχε, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήϊα ἔργα μέμηλεν, ὣς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, και see ἄγχι μάλ᾽ ἐγρομένης τὸ δ᾽ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνερχόμενον σὺν κάρφεα πάντ᾽ ἀμαθύνει τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρη οὖλος Έρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειάς ἐς χλόον, ἄλλοτ᾽ ἔρευθος, ἀκηδείῃσι νόοιο. Αμῶες δ᾽ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν, αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας, τοίοισι παρηγορέων ἐπέεσσι. Παιδὸς ἐμῆς κοῦροι, Φρίξοιό τε, τὸν πέρι πάντων ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, πῶς Αἰάνδε νέεσθε παλίσσυτοι, ἐὲ τις ἄτη σωομένους μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο πείθεσθε, προφέροντος ἀπείρονα μέτρα κελεύθου. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ηελίοιο δινεύσας, ὅτ᾽ ἐμεῖο κασιγνήτην ἐκόμιζεί. Κίρκην. Εσπερίης εἴσω χθονός, ἐκ δ᾽ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ᾽ ἔτι νῦν περ ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. ἀλλὰ τί μύθων ἦδος; ἃ δ᾽ ἐν ποσὶν ὑμμιν ὄρωρεν εἴπατ᾿ ἀριφραδέως, ἠδ' οἵτινες οἵδ᾽ ἐφέπονται ἀνέρες, ὅππη τε γλαφυρῆς ἐκ νηὸς ἔβητε Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Αργος ὑποδείσας ἀμφὶ στόλῳ Αἰσονίδιο μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ήεντ Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι ζαχρηεῖς· αὐτοὺς δ᾽ ὑπὸ δούρασι πεπτηῶτας νήσου Ενυαλίοιο ποτὶ ξερὸν ἔκβαλε αῦμα λυγαίῃ ὑπὸ νυκτί θεὸς δὲ τις ἄμμ᾽ ἐσάωσεν. οὐδὲ γὰρ αἱ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον ηὐλίζοντ᾿ ὄρνιθες Αρήϊαι, οὐδ᾽ ἔτι κείνας εὕρομεν. ἀλλ᾽ οἵγ᾽ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καὶ σφ᾿ ἀπέρυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠε τις αἰσα· αὐτίκ᾽ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ᾿ ἔδωκαν, οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες, ἠδ᾽ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. χρειὼ δ᾽ ἦν ἐθέλῃς ἐξίδμεναι, οὐ σ᾽ ἐπικεύσω. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεὺς περιώσιον, οἵνεκεν ἀλκῇ σφωϊτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσι, πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδ᾽ ὑπολύξειν στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν καὶ χόλον, οὐδ᾽ ἄτλητον ἄγος, Φρίξοιό τε ποινὰς Αἰολιδέων γενεὴν, πρὶν ἐς Ελλάδα κῶας ἱκέσθαι. νῆα δ' Αθηναίη Παλλάς κάμεν, οὐ μάλα τοίην, οἷαί περ Κόλχοισι μετ᾿ ἀνδράσι νῆες ἔασι, τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δ᾽ ἐνὶ γόμφοις ἴσχεται, ἦν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. ἶσον δ᾽ ἐξ ἀνέμοιο θέει, καὶ ὅτ᾽ ἀνέρες αὐτοὶ νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμούς.ώσσα τῇ δὲ ἐναγειράμενος Παναχαΐδος εἴ τι φέριστον ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ᾽ ἐπαληθεὶς ἄστεὰς καὶ πελάγη στυγερῆς ἁλὸς, εἴ οἱ ἀπάσσοις. αὐτῷ δ᾽ ὡς κεν ἅδῃ, τῶς ἔσσεται· οὐ γὰρ ἱκάνει χερσὶ βιησόμενος· μέμονε δέ τοι ἄξια τίσεινיי δωτίνης, ἀΐων ἐμέθεν μέγα δυσμενέοντας τ... ** Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τειιι ἴδμεναι, οἵτινες εἰσὶν, ἕκαστὰ κε μυθησαίμην... τόνδε μὲν, οἷό περ οϋνεκ᾽ ἀφ᾿ Ελλάδος ἄλλοι ἄγερθεν, κλείους Αίσονος υἱὸν Ιήσονα Κρηθείδαο πεἰ δὲ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κε γνωτὸς πατρώϊος ἄμμι πέλοιτο. του ἄμφω γὰρ Κρηθεὺς Αθάμας τ᾽ ἔσαν Αἰόλου υἱε· Φρίξος δ᾽ αὖτ᾿ Αθάμαντος ἔην πάϊς Αἰολίδαο. τόνδε δ᾽ ἄρ᾽, Ηελίου γόνον ἔμμεναι εἴ τιν' ἀκούεις, δέρκεαι Αὐγείην· Τελαμών δ᾽ ὅγε, κυδίστοιο Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δ᾽ Αἰακὸν αὐτὸς ἔτικτεν. ὣς δὲ καὶ ἄλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, ἀθανάτων υἱές τε καὶ υἱωνοὶ γεγάασι. Τοῖα παρέννεπεν Αργος· ἄναξ δ᾽ ἐπεχώσατο μύθοις εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. φῆ δ᾽ ἐπαλαστήσας· μενέηνε δὲ παισὶ μάλιστα δε Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οἵνεκ᾽ ἐώλπει· ἐκ δὲ οἱ ὄμματ᾽ ἔλαμψεν ὑπ᾽ ὀφρύσιν ἱεμένοιο. Οὐκ ἄφαρ᾿ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, τα νεῖσθ᾽ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι. αὐτίχ᾽ ὁμαρτήσαντε ἐφ᾿ Ελλάδα; οὐκ ἐπὶ κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληΐδα δεῦρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦτ᾿ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν, ὡς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσι. Φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον· ἐέλδετο δ᾽ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φᾶσθαι ἔπος· ἀλλ᾽ ἀπέρυκεν Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν. Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔ τι γὰρ αὕτως ἄστυ τεὸν καὶ δώμαθ᾽ ἑκάνομεν, ὡς που ἔολπας, οὐδὲ μὲν ἱέμενοι. τίς δ᾽ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλ᾿ ἐμὲ δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ώρσεν ἐφετμή. δὸς χάριν ἀντομένοισι· σέθεν δ᾽ ἐγὼ Ελλάδι πάση θεσπεσίην οἴσω κληηδόνα· καὶ δὲ τοι ἤδη πρόφρονες εἰμὲν Αρηϊ θοὴν ἀποτῖσαι ἀμοιβὴν, εἴτ᾽ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν᾿ ἄλλου δῆμον σφωϊτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι. Ισκεν ὑποσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινὴν, ἢ σφέας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίξοι, ἢ ὅγε πειρήσαιτο βίης. τὸ οἱ εἴσατ᾿ ἄρειον φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπε. Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; εἰ γὰρ ἐτήτυμον ἐστὲ θεῶν γένος, ἢὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπ᾿ ὀθνείοισιν ἔβητε, δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ᾽ ἐθέλῃσθα, πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ᾿ ἀνδράσιν οὔτι μεγαίρω, ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ᾽ ἄεθλος τόν δ᾽ αὐτὸς περίειμι χεροῖν, ὀλούν περ͵ ἐόντα. δοιώ μοι πεδίον τὸ Αρήϊον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε· τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Αρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ, οὐ σπόρον ὁλκοῖσι Δηοῦς ἐνιβάλλομαι ἀκτὴν, ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ᾽ αὖθι δαΐζων κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην· παύομαι ἀμήτοιο. σὺ δ᾽, εἰ τάδε τοῖα τελέσσεις, αὐτῆμαρ τόδε κῶας ἀποίσεαι ἐς βασιλῆος· πρὶν δέ κεν οὐ δοίην, μηδ᾽ ἔλπεο. δὴ γὰρ ἀεικὲς ἄνδρ᾽ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι. Ως ἄρ᾽ ἔφη· ὁ δὲ σίγα ποδῶν πάρος ὄμματα πήξας: ἦσθ' αὕτως ἄφθογγος, ἀμηχανέων κακότητι. βουλὴν δ᾽ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδὲ πη εἶχε θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργου: ὀψὲ δ᾽ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν. Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. τῷ καὶ ἐγὼ τὸν ἄεθλον, ὑπερφίαλόν περ ἐόντα, τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ᾽ ἄλλο ῥίγιον ἄνθρωπός γε κακῆς ἐπαμείψετ᾽ ἀνάγκης, ἢ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος. Ως φάτ᾽ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὃ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα. Ερχεο νῦν μεθ᾽ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· εἰ δὲ σύ γε ζυγὰ βουσὶν ὑποδείσαις ἐπαεῖραι, ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο, αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος ἀνὴρ ἐῤῥίγῃσιν ἀρείονα φῶτα μετελθεῖν. Ισκεν᾿ ἀπηλεγέως· ὁ δ᾽ ἀπὸ θρόνου ὄρνυτ᾽ Ιήσων, Αὐγείης, Τελαμών τε παρασχεδόν· εἵπετο δ᾽ Αργος οἷος, ἐπεὶ μεσσηγὺς ἔτ᾿ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις· οἱ δ᾽ ᾔεσαν ἐκ μεγάροιο. θεσπέσιον δ᾽ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν· ἐπ᾿ αὐτῷ δ᾽ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, κῆρ᾽ ἄχεϊ σμύχουσα· νόος δέ οἱ, ἠὔτ᾽ ὄνειρος, ἑρπύζων πεπότητο μετ᾽ ἴχνια νισσομένοιο. καὶ ρ᾽ οἱ μὲν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἶσι βεβήκει αὕτως δ᾽ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ ὥρμαιν, ὅσσα τ᾿ Ερωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δ᾽ ἄρ᾽ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα· αὐτός θ' οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο, οἷά τ᾽ ἔειφ᾽, ὡς θ᾽ ἕζετ᾽ ἐπὶ θρόνου, ὡς τε θύραζε ἤϊεν· οὐδέ τιν᾿ ἄλλον οἴσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ᾽ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσε. τάρβει δ᾽ ἀμφ᾽ αὐτῷ, μή μιν βόες, ἠὲ καὶ αὐτὸς Αἰήτης φθίσειεν· ὀδύρετο δ᾽ ἤΰτε πάμπαν ἤδη τεθνειῶτα, τέρεν δὲ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν· ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον. Τίπτ᾿ ἐμὲ δειλαίην τόδ᾽ ἔχει ἄχος; εἴθ᾽ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐῤῥέτω. ἢ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηΐ, πέλοιτο. οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δὲ μιν αἶσα δμηθῆναι ὑπὸ βουσὶ, τόδε προπάροιθε δαείη, οὕνεκεν οὐ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ. Η μὲν ἄρ᾽ ὡς ἐόλητο νόον μελεδήμασι κούρη. οἱ δ᾽ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδὸν, ἣν τοπάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότ' Ιήσονα τοῖσδε προσέννεπεν Αργος ἔπεσσιν. “ Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἣν τιν᾿ ἐνίψω· : πείρης δ᾽ οὐ μάλ᾽ ἔοικε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν, Εκάτης Περσηΐδος ἐννεσίῃσι· τὴν εἴ κεν πεπίθοιμεν, όΐομαι, οὐκέτι τάρβος ἔσσετ᾽ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ᾽ αἰνῶς δείδω, μή πως οὐ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δ᾽ ἐξαῦτις μετελεύσομαι, ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ᾽ ἡμὶν ὄλεθρος. Ισκεν ἐϋφρονέων· ὁ δ᾽ ἀμείβετο τοῖσδ᾽ ἐπέεσσιν. Ω πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔ τι μεγαίρω. βάσκ᾽ ἴθι, καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος: μελέη γε μὲν ἡμὶν ὄρωρευτο. ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν. ὡς ἔφατ᾿· ὧκα δ᾽ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο· τοῖσιν δ᾽ Αἰσονίδης τετιημένος ἔκφατο μύθον. Ω φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἄντικρυς κεχόλωται. ἕκαστα γ᾽ ἄρ᾽ οὐ νύ τι τέκμωρ οὔτ᾽ ἐμοὶ, οὔτε κεν ὄμμι διειρομένοισι πέλοιτος φῆ δὲ δύω πεδίον͵ τὸ Αρήϊον ἀμφινέμεσθαι ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε, τετράγυον δ᾽ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι· δώσειν δ᾽ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ᾽ ἀνίησι Γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δ᾽ αὐτῷ : χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ (οὔτι γὰρ ἄλλο βέλτερου ἦν φράσσασθαι) ἀπηλεγέως ὑποέστην. Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἀνήνυτος εἴσατ᾿ ἄσθλος. δὴν δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρύωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· Ωρη μητιάασθαι ὅ κ᾽ ἔρξομεν. οὐ μὲν ἔολπα βουλῆς εἶναι ὄνειαρ, ὅσον τ᾽ ἐπὶ κάρτεϊ χειρῶν. εἰ μέν νυν τύνη ζεύξαι βόας Αἰήταο,· ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο, ἦ τ᾽ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· εἰ δ᾽ οὐ του μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ, μήτ᾽ αὐτὸς ἐπείγεο, μήτε τιν ἄλλον τῶνδ᾽ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομ᾽, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται, ἄλγος. Ως ἔφατ᾿ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη· σπερχόμενος δ᾽ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ιδας ὧρτο μέγα φρονέων, ἐπὶ δ' υἶες Τυνδαρέοιο σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν. ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός. οἱ δ᾽ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ᾽ Αργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου. Ω φίλοι, ἤτοι μὲν τόδε λοίσθιον, ἀλλά τιν οἴω μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ύμμιν ἀρωγήν. τῷ καί περ μεμαώτες, ἐρητύοισθ᾽ ἐνὶ νηϊ τυτθὸν ἔθ᾽, ὡς τοπάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώϊον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐνιτρέφετ᾽ Αἰήταο, τὴν Εκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχ, ὅσ᾽ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ᾽ ἀϋτμὴν, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε, καὶ Μήνης ἱερῆς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ' ἰόντες μνησάμεθ᾽, εἴκε δύναιτο, κασιγνήτη γεγαυῖα, μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ. εἰ δὲ καὶ αὐτοῖσι τόδ᾽ ἐφανδάνει, ἢ τ᾽ ἂν ἱκοίμην ἤματι τῷδ᾽ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο πειρήσων· τάχα δ᾽ ἂν σὺν δαίμονι πειρηθείην. Ως φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειάς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις κίρκος δ᾽ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευεν. Υμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται, οὐδέ πη ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δ᾽ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίξειν, εἰ ἐτεὸν Φινεύς γε θεῇ ἐνὶ Κύπριδι νόστον πέφραδεν ἔσσεσθαι. κείνης δ' ὅγε μείλιχος ὄρνις πότμον ὑπεξήλυξε· κέαρ δ᾽ ἐμοὶ ὡς ἐνὶ θυμῷ τόνδε κατ᾿ οἰωνὸν προτιόσσεται, ὡς γε πέλοιτο. ἀλλὰ, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Αργοιο παραιφασίῃσι πίθεσθε. Ισκεν· ἐπήνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι· μοῦνος δ᾽ Αφαρήϊος ἄνθορεν Ιδας, δείν᾽ ἐπαλαστήσας μεγάλῃ ὀπὶ, φώνησέν τε. Ω πόποι, ἡ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ᾽ ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίροθον ἄμμι πέλεσθαι, οὐκ ἔτ᾿ Ενυαλίοιο μέγα σθένος· ἐς δὲ πελείας καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων. ἔῤῥετε, μηδ' ὄμμιν πολεμήϊα ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. Ως ηὔδα μεμαώς· πολέες δ᾽ ὁμάδησαν ἑταῖροι ἦκα μάλ, οὐδ᾽ ἄρα τις οἱ ἐναντίον ἔκφατο μύθον. χωόμενος δ᾽ ὅγ᾽ ἔπειτα καθέζετο· τοῖσι δ' Ιήσων αὐτίκ᾽ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ᾽ ἀγόρευεν· Αργος μὲν παρὰ νηὰς, ἐπεὶ τόδε πᾶσιν ἔαδε,. στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοίο ἀμφαδὸν ἤδη πείσματ᾿ ἀνάψομεν. ἢ γὰρ ἔοικε μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας αϋτήν. Ως ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δ᾽ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο, τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς. Αὐτίκα δ᾽ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύαισι δόλους καὶ κήδεα τεύχων. στεῦτο δ᾽, ἐπεί κε πρῶτα βόες διαδηλήσωνται ἄνδρα τὸν, ὃς ῥ᾽ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον, δρυμὸν ἀναρήξας λασίης καθύπερθε κολώνης αὔτανδρον φλέξειν δόρυ νήϊον, ὄφρ᾽ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον, μάλα περ χατέοντα, δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς πέρι πάντων ξείνων μειλιχίῃ τε θεουδείῃ τ᾽ ἐκέκαστο, εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ᾿ οὐρανοῦ ἄγγελον ἔκεν Ερμείην, ὡς κε προσκηδέος ἀντιάσειε. μὴ καὶ ληϊστῆρας ἑὴν ἐς γαῖαν ἰάντας ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἶσι μέμηλεν ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι. νόσφι δὲ οἱ αὐτῷ φάτ᾽ ἐοικότα μείλια τίσειν νἱῆας Φρίξοιο, κακορέκτησιν ἀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδὸν, ὄφρα ἓ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὡς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ηελίοιο, χρῆναὶ μιν πυκινὸν τε δόλον, βουλάς τε γενέθλης σφωϊτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·· τῷ καὶ ἐελδομένους πέμπειν ἐς Αχαϊΐδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν εἶναὶ οἱ τυτθόν γε δέος, μή που τινὰ μῆτιν φράσσωνται στυγερὴν, οὐδ᾽ υἱέος Αψύρτοιο· ἀλλ᾽ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καὶ ῥ᾽ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισι, χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆὰ τ᾿ ἐρύσθαι, ἠδ᾽ αὐτοὺς, ἵνα μή τις ὑπ᾿ ἐκ κακότητος ἀλύξῃ. · Τόφρα δὲ μητέρ᾽ ἑὴν, μετιών δόμον Αἰήτὰο, Αργος παντοίοϊσι παρηγορέεσκεν ἔπεσσι, Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε· δέος δὲ μιν ἴσχανε θυμόν, μή πως ἠὲ παρ᾽ αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὂν χόλον, ἠὲ λιτῇσιν ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο. Κούρην δ᾽ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, διὰ τ᾿ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκοῦ ὄνειροι. τὸν ξεῖνον δ᾽ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον, οὐ τι μάλ᾽ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐδὲ τι τοῖό γ᾽ ἕκητι μετὰ πτόλιν Αἰήταο· ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν· οἴετο δ᾽ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλ᾽ εὐμαρέως πονέεσθαι· σφωϊτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οΰνεκεν οὐ κούρῃ ζεύξαι βόας, ἀλλὰ οἱ αὐτῷ προὔθεσαν· ἐκ δ᾽ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις· αὐτῇ δ᾽ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὡς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δ᾽ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἶλετο· τοὺς δ᾽ ἀμέγαρτον ἄχος λάβεν, ἐκ διἐβόησαν χωόμενοι· τὴν δ᾽ ὕπνος ἅμα κλαγγῇ μεθέηκε. παλλομένη δ᾽ ἀνόρουσε φόβῳ, περί τ᾽ ἀμφί τε τοίχους πάπτηνε θαλάμοιο· μόλις δ᾽ ἐσαγείρατο θυμὸν, ὡς πάρος, ἐν στέρνοις, ἀδινὴν δ᾽ ἀνενείκατο φωνήν. Δειλὴ ἐγὼν, οἶὸν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.· μνάσθω ἑὸν κατὰ δῆμον Αχαϊΐδα τηλόθι κούρην ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκ ἔτ᾿ ἄνευθεν ; αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ᾿ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα παισί· τὸ κέν μοὶ λυγρὸν ἐνὶ κραδίῃ σβέσοι ἄλγος. Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤίξε δόμοιο, νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψε. δὴν δὲ κατ᾿ αὐτόθι μίμνεν ἐπὶ προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη· μετὰ δ᾽ ἐτράπετ᾿ αὐτὶς, ὀπίσσω στρεφθεῖσ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ᾽ ἀλέεινεν εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα. ἤτοι ὅτ᾿ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·· αἰδοῦ δ᾽ εἰργομένην θρασὺς ἵμερος ὀτρύνεσκε. τρὶς μὲν ἐπειρήθη, τρὶς δ᾽ ἔσχετο, τέτρατον αὖτις λέκτροισι πρηνὴς ἐνικάππεσεν είλιχθεῖσα. ὡς δ᾽ ὅτε τις νύμφη θαλερον πόσιν ἐν θαλάμοισι μύρεται, ὦ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῦ ἐπιφροσύνῃ τε· μυχῷ δ᾽ ἀκέουσα θαάσσει· τὸν δὲ τις᾽ ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων· ἡ δ᾽ ἔνδοθι, δαιομένη περ, σῖγα μάλα κλαίει, χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες· τῇ ἰκέλη Μήδεια κινύρετα. τὴν δὲ τις ἄφνω μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ᾽ ἐνόησε δμωάων, ἡ οἱ ἑπέτις πέλε κουρίζουσα· Χαλκιόπῃ δ᾽ ἤγγειλε παρασχεδόν· ἡ δ᾽ ἐνὶ παισὶν ἦστ᾽ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι, ἀλλ᾽ οὐδ᾽ ὡς ἀπίθησεν, ὅτ᾽ ἔκλυεν ἀμφιπόλοιο μῦθον ἀνώϊστον· διὰ δ᾽ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμόνδε διαμπερὲς, ᾧ ἔνι κούρη κέκλιτ᾽ ἀκηχεμένη, δρύψε δ᾽ ἑκάτερθε παρειάς· ὡς δ᾽ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν. Ωι μοι ἐγὼ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις, τίπτ᾿ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος; ωή νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἠε τιν᾿ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν ἀμφί τ᾿ ἐμοὶ καὶ παισίν; ὄφελλέ με, μήτε τοκήων δώμαθ', ἅγ᾽ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλ᾽ ἐπὶ γαίης πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων, Ως φάτο· τῆς δ᾽ ἐρύθηνε παρήϊα· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυίαν. μῦθος δ᾽ ἄλλοτε μέν οἱ ἐπ᾿ ἀκροτάτης ἀνέτελλε γλώσσης, ἄλλοτ᾽ ἔνερθε κατὰ στῆθος πεπότητο. πολλάκι δ᾽ ἱμερόεν μὲν ἀνὰ στόμα θῦεν ἐνισπεῖν· φθογγὴ δ᾽ οὐ προὔβαινε παροιτέρω· ὀψὲ δ᾽ ἔειπε. τοῖα δάλῳ· θρασέες γὰρ ἐπικλονέεσκον Ερωτες. Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται, μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ᾽ ὀλέσσῃ. τοῖα κατακνώσασα μινυνθαδίω νέον ὕπνῳ λεῦσσον ὀνείρατα λυγρά, τα τις θεὸς ἀκράαντα θείη, μηδ᾽ ἀλεγεινὸν ἐφ᾽ υἱάσι κῆδος ἕλοιο. Φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. τὴν δ᾽ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη, δείματι, τοῦ ἐσάκουσεν· ἀμείβετο δ᾽ ὧδ᾽ ἐπέεσσι· Καὶ δ᾽ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν. ἀλλ᾽ ὄμοσον Γαϊάν τε καὶ Οὐρανὸν, ὅ ττι τοι εἴπω σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. λίσσομ᾽ ὑπὲρ μακάρων, σέο τ᾽ αὐτῆς, ἠδὲ τοκήων, μή σφε κακῇ ὑπὸ κηρὶ διαραισθέντας ἰδέσθαι λευγαλέως· ἢ σοί γε φίλοις σὺν παισὶ θανοῦσα εἴην ἐξ Αίδεω στυγερή μετόπισθεν Εριννύς. Ως ἄρ᾽ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ᾿ αὐτίκα δάκρυς νειόθι δ᾽ ἀμφοτέρησι περίσχετο γούνατα χερσὶ, σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ᾽ ἐλεεινὸν ἄμφω ἐπ᾿ ἀλλήλῃσι θέσαν γόον· ἆρτο δ᾽ ἴωὴ λεπταλέη διὰ δώματ᾽ ὀδυρομένων ἀχέεσσι. τὴν δὲ πάρὸς Μήδεια προσέννεπεν ἀσχαλόωσα. Δαιμονίη, τί νύ του ῥέξω ἄκος, οἱ ἀγορεύεις, οι ἀράς τε στυγερὰς καὶ Εριννύας; αἱ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπ᾿ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω, Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν᾽ ὀμόσσαι αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανὸς, ἢ θ᾽ ὑπένερθε Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο, μή σ᾽ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν. Φῆ ἄρα· Χαλκιόπη δ' ἠμείβετο τοῖσδ᾽ ἐπέεσσιν Οὐκ ἂν δὴ ξείνῳ τλαίης, χατέοντι καὶ αὐτῷ, ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου, παίδων εἵνεκ᾿ ἐμεῖο; καὶ ἐκ κείνου ὅδ᾽ ἑκάνει Αργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς· μεσσηγὺς μὲν τόνγε δόμων λίπον ἐνθάδ᾽ ἰοῦσα. Ως φάτο· τῇ δ᾽ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός· φοινίχθη δ᾽ ἄμυδις καλὸν χρόα, καδδέ μιν ἀχλὺς εἶλεν ἰαινομένην, τοῖον δ᾽ ἐπὶ μῦθον ἔειπε: Χαλκιόπη, ως ύμμι φίλον τερπνόν τε τέτυκται, ὡς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠὼς, μηδ' ἐμὲ δηρὸν ἔτι ζώουσαν ἴδοιο, εἴ τί γὲ σῆς ψυχῆς προφερέστερον, ἠε τι παίδων σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασι, κηδεμόνες τε φίλοι, καὶ ὁμήλικες. ὡς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ· νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον. ἀλλ᾽ ἴθι, κεῦθε δ᾽ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν εἴσομαι εἰς Εκάτης, θελκτήρια φάρμακα ταύρων οἰσομένη ξείνῳ, ὑπὲρ οὗ τόδε νεῖκος ὄρωρεν. Ως ἡ γ᾽ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ᾽ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε. τὴν δὲ μὲν αὐτις αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν, τοῖα παρὲξ οὗ πατρὸς ἐπ᾿ ἀνέρι μητιάασθαι. Νὺξ μὲν ἔπειτ᾽ ἐπὶ γαῖαν ἄγε κνέφας· οἱ δ᾽ ἐνὶ πόντω ναῦται εἰς Ελίκην τε καὶ ἀστέρας Ωρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη, καὶ πυλαωρὸς, ἐέλδετο· καὶ τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ᾽ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτ᾿ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ᾽ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ᾽ ἔγείρε δειδυῖαν ταύρων κρατερὸν μένος, οἶσιν ἔμελλε φθίσθαι ἀεικελίη μοίρῃ κατὰ νειὸν Αρηος. πυκνὰ δὲ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυεν, ἠελίου ὡς τις τε δόμοις ἐνιπάλλεται αίγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον νὲ λέβητι, ἠἑ που ἐν γαυλῷ κέχυται· ἡ δ᾽ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγὶ τινάσσεταὶ ἀΐσσουσα· ὡς δὲ καὶ ἐν στήθεσσι κέαῳ ἐλελίζετο κούρης. δάκρυ δ᾽ ἀπ᾿ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ᾽ αἰεὶ τεῖρ᾽ ὀδύνη σμύχουσα διὰ χροὸς, ἀμφί τ᾽ ἀραιὰς ἶνας, καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθ᾽ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ᾽ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ερωτες. φῆ δὲ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν, ἄλλοτε δ᾽ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή· αὐτίκα δ᾽ οὔτ᾽ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλ᾽ αὕτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην. ἑζομένη δ᾽ ἤπειτα δοάσσατο, φώνησέν τε.ς Δειλὴ ἐγὼ νῦν, ἔνθα κακῶν, ἢ ἔνθα γένωμαι, πάντη μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ πήματος οἀλλ᾽ αὕτως φλέγει ἔμπεδον, ὡς ὄφελόν γε Αρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, πρὶν τόν γ᾽ εἰσιδέειν, πρὶν Αχαϊΐδα γαῖαν ἱκέσθαι Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς, ἤ τις Εριννύς ἄμμι πολυκλαύτους δεῦρ᾽ ἤγαγε κεῖθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη; ποῖον δ᾽ ἐπὶ μύθον ἐνίψω; τίς δὲ δόλος, τις μῆτις ἐπίκλοπος ἔσσετ᾽ ἀρωγῆς; ἦ μιν ἄνευθ᾽ ἑτάρων προσπτύξομαι οἷον ἰδοῦσα; δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων· τότε δ᾽ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐῤῥέτω αἰδὼς, ἐῤῥέτω ἀγλαΐη· ὁ δ᾽ ἐμῇ ἰότητι σαωθείς ἀσκηθὴς, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο, αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ᾽ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρου, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ.::. ἀλλὰ καὶ ὡς φθιμένῃ μοι ἐπιλλίζουσιν ὀπίσσω κερτομίας; τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καὶ κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονταί· ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας; μαργοσύνῃ εἴξασα. τί δ᾽ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾧ μοι ἐμῆς ἄτης. ἦτ᾽ ἂν πολὺ κέρδιον εἴη τῇδ᾽ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισι πότμῳ ἀνωΐστῳ, κάκ᾽ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι. Η, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλὰ, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο. ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔῤῥεεν ἀσταγὲς αὕτως, αἴν᾿ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἤγε φάρμακα λέξασθαι θυμοφθόρα, ὄφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Αΐδαο. ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται, μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· καί τε οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα. καὶ τὴν μὲν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ηρης ἐννεσίῃσι μετάτροπος, οὐδ᾽ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ᾽ αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελατήρια δοίη φάρμακα συνθεσίησι, καὶ ἀντιάσειεν ἐς ἀπήν πυκνὰ δ᾽ ἀνὰ κληΐδας ἑῶν λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος Ηριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι. Ενθα κασιγνήτους μὲν ἔτ᾿ αὐτόθι μεῖναι ἀνώγει Αργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης· αὐτὸς δ᾽ αὐτ᾽ ἐπὶ νῆα κίε προπάροιθε λιασθείς. Η δ᾽ ἐπεὶ οὖν ταπρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, αἱ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, αὐσταλέας, δ᾽ ἔψησε παρηΐδας· αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαιδρύνετ᾽ ἐπὶ χρόα· δῦνε δὲ πέπλον καλὸν, ἐϋγνάμπτοισιν ἀρηράμενον περόνησιν· ἀμβροσίῳ δ᾽ ἐφύπερθε καρήατι βάλλε καλύπτρης ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον, λήθῃ ἀχέων τὰ οἱ ἐν ποσὶν ἦε θεσπέσι᾽, ἄλλα τ᾽ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δ᾽ ἀμφιπόλοισιν, αἱ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο, ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσαίνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ, οἱ κέ μιν εἰς Εκάτης περικαλλέα νηὸν ἄγοιεν. ἔνθ᾽ αὖτ᾿ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην· ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο φάρμακον, ὅ ῥά τε φασὶ Προμήθειον καλέεσθαι. τῷ εἴ κ᾽ ἐννυχίοις τις ἀρεσσάμενος θυέεσσι Δαίραν μουνογένειαν, ἑὸν δέμας ἰκμαίνοιτο, ἦτ᾽ ἂν ὅγ᾽ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν, οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ λωΐτερος κεῖν᾽ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. πρωτοφυὲς τὸ γ᾽ ἀνέσχε, καταστάξαντος ἔραζε αἰετοῦ ὠμηστέω κνημοῖς ἐνὶ Καυκασίοισιν αἱματόεντ᾿ ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δ᾽ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθε, χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ, ἐξεφαάνθη, καυλοῖσι διδύμοισιν ἐπήορον· ἡ δ᾽ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ρίζα. τῆς, οἵην τ᾽ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ, Κασπίῃ ἐνὶ κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, ἑπτάκι δὲ Βριμώ κουροτρόφον ἀγκαλέσασα, Βριμώ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνὶ νυκτὶ, σὺν ὀρφναίοισι φάρεσσι. μυκηθμῷ δ᾽ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα, ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δ᾽ αὐτὸς Ιαπετοῖο πάϊς ὀδύνῃ πέρι θυμὸν ἀλύων. τὸ ρ᾽ ἦγ᾽ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥ τε οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ᾿ ἀπήνης· σὺν δὲ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. αὐτὴ δ᾽ ἡνι ἔδεκτο, καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ, ἔλαεν δὲ δι᾽ ἄστεος· αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθε, τρώχων εὐρεῖαν κατ᾿ ἀμαξιτόν· ἂν δὲ χιτῶνας λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. οἵη δὲ λιαροῖσιν ἐφ᾽ ὕδασι Παρθενίοιο, ἠὲ καὶ Αμνισοῖο λοεσσαμένη ποταμοῖο, χρυσείοις Λητωὓς ἐφ᾽ ἅρμασιν ἑστηνῖα, ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, τηλόθεν ἀντιόωσα πολυκνίσσου ἑκατόμβης··· τῇ δ᾽ ἅμα Νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ᾿ αὐτῆς ἀγρόμεναι πηγῆς Αμνισίδος, αἱ δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν· ὡς αἱ γ᾽ ἐσσεύοντο δι' ἄστεος· ἀμφὶ δὲ λαοί εἶκον, ἀλευόμενοι βασιληΐδος ὄμματα κούρης. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐϋδμήτους λίπ᾿ ἀγυιὰς, νηὸν δὲ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα δὴ τότ᾽ ἐϋτροχάλοιο κατ᾿ αὐτόθι βήσατ᾿ ἀπήνης ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν. Ω φίλαι, ἢ μέγα δή τι παρήλιτον, οὐδ᾽ ἐνόησα μὴ ἴμεν ἀλλαδαποῖσι μετ᾿ ἀνδράσιν, οἵτ᾿ ἐπὶ γαῖαν ἡμετέρην στρωφῶσιν, ἀμηχανίῃ βεβόληται πᾶσα πόλις· τὸ καὶ οὐ τις ἀνήλυθε δεῦρο γυναικῶν τάων, αἱ τοπάροιθεν ἐπημάτιαι ἀγέροντα. ἀλλ᾽ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὐ νύτις ἄλλος ἔπεισιν, εἰ δ᾽ ἄγε, μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν » μειλιχίῃ, τάδε καλὰ τερείνης ἄνθεα ποίης λεξάμεναι· τότ᾽ ἔπειτ᾿ αὐτὴν ἀπονισόμεθ᾽ ὥρην. καὶ δὲ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ᾽ ἵκοισθε ἤματι τῷ, εἴ μοι αυκαρέασετε τήνδε μενοινήν. Αργος γάρ μ' ἐπέεσαι παρατρέπει, ὡς δὲ καὶ αὐτὴ. Χαλκιόπη· τὰ δὲ σἴγα νάω ἔχετ᾽ εἰσαΐουσαι ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μύθος ἵκηται. ικηται τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη, δῶρ᾽ ἀποδεξαμένην, ὀλοῶν ῥύσασθαι αέθλων. αὐτὰρ ἐγὼ τὸν μύθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν » κέκλομαι εἰς ἀπὴν, ἑτάρων ἄπο μοῦνον, ἱκέσθαι, ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσοι δῶρα φέρων, τῷ δ᾽ αὖτε κακώτερον ἄλλο πόρωμεν φάρμακον, ἀλλ᾽ ἀπονόσφι πέλεσθ᾽ ἐμοὶ, εὖτ᾽ ἵκηται. Ως ηὔδα· πάσῃσι δ᾽ ἐπίκλοπος ἥνδανε μῆτις. αὐτίκα δ᾽ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας Αργος, ὅτ᾽ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Εκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν, ἦγε διὲκ πεδίου· ἅμα δὲ σφίσιν εἵπετο Μόψος Αμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνίσπεια οἰωνοὺς, ἐσθλὸς δὲ συνευφράσσασθαι ἰοῦσιν, Ενθ' οὔπω τὶς τοῖος ἐπὶ προτέρων γένετ᾽ ἀνδρῶν, οὔθ᾽ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ᾽ ὅσοι ἄλλων ἀθανάτων ἥρωες ἀφ᾿ αἵματος ἐβλάστησαν, δια οἷον Ιήσονα θῆκε Διὸς δάμαρ ἤματὸ κείνῳ, «περηρά οι ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. τὸν καὶ παπταίνοντες ἐθάμβεὸν αὐτοὶ ἑταῖροϊ λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ Αμπυκίδης, ἤδη που οἴσσάμενος τὰ ἕκαστας Εστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦτε ό αἴγειρος φύλλοισὶν ἀπειρεσίοις κομόωσας, τις δωρ τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο πορῶναι. Τότε τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασας «γ ὑψοῦ ἐπ᾿ ἀκρεμόνων Ηρης ἠνίπαπε βουλάς. Ακλειὴς ὅδε μάντις, ὃς οὐδ᾽ ὅσα παῖδες ἴσασινες συ οἶδε νόῳ φράσσασθαι, · ὅθ' ούνεκεν οὔτε τι λαρόνες οὔτ᾽ ἐρατὸν κούρη κεν ἔπος ἔπος προτιμυθήσαιτο ἠϊθέῳ, εὔτ᾽ ἂν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. ἔῤῥοις, ὦ κακόμαντι, κακοφραδές· οὐδέ σε Κύπρις, οὔτ᾽ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ερωτές: Ισκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδε το ἔειπε· Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην δήεις, Αἰσονίδη· μάλα δ' ἠπίῃ ἀντιβολήσεις, Κύπριδος ἐννεσίῃς, ή τοι συνέρὶθος ἀέθλων ἔσσεταὶ, ὡς δὴ καὶ πρὶν Αγηνορίδης φάτο Φινεύς. νῶϊ δ᾽, ἐγὼν Αργος τε, δεδεγμένοι εὔτ᾽ ἂν ἵκηαι, τῷδ᾽ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ᾽· οἰόθι δ᾽ αὐτὸς λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν. Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ἤνεον ἄμφω. οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως· πᾶσαι δὲ οἱ, ἣν τιν᾿ ἀθύροι μολπὴν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανον ἑψιάασθαι. ἀλλὰ μεταλήγεσκεν ὠμήχανος, οὐδέ ποτ᾽ ὅσσε ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾿ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε, παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπονε ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη, ὑψόσ᾽ ἀναθρώσκων, ἅτε Σείριος Ωκεανοῖος ὃς δή του καλὸς μὲν, ἀρίζηλός τ᾽ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δὲ ἐν ἄσπετον ἧκεν ὀϊζύν· ὡς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ώρσε φαανθείς. ἐκ δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὕτως ἤχλυσαν· θερμὸν δὲ παρηΐδας εἶλεν ἔρευθος, γούνατα δ᾽ οὔτ᾽ ὀπίσω, οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὰ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασὰν ἀλλήλοισὶν, νικὴ δρυσὶν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτησιν, αἱ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ· μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιοιο κινύμεναι ὁμάδησαν ἀπείριτον· ὡς ἄρα τώ γε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῆσιν Έρωτος. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηνϊαν θευμορίῃ, καὶ τοῖον ὑποσαίνων φάτο μύθους Τίπτ᾿ ἐμὲ, παρθενική, τόσον ἅζεαι, οἷον ἐόντα; οὔ τι ἐγὼν, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν ἀνέρες, οὐδ᾽, ὅτε περ πάτρῃ ἐνιναιετάασκον, ἦα πάρος, τῷ μή με λίην ὑπεραίδεο, κούρη, ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠε τι φάσθαι. ἀλλ᾿ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ᾽ οὐ θέμις ἔστ᾽ ἀλιτέσθαι, ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδ᾽ ἐμὲ τερπνοῖς φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τοπρῶτον ὑπέστης φαὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. πρός σ'. αὐτῆς Εκάτης μειλίσσομαι, ἠδὲ τοκήων, καὶ τὸς, ὃς ξείνοις ἱκέτῃσί το χεῖρ᾽ ὑπερίσχει ἀμφότερον δ᾽, ἱκέτης ξεϊνός τε τοι ἐνθάδ' ἱκάνω, χρειοῖ ἀναγκαίῃ γουνούμενος, οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος. ἔσσαμ᾽ ἀέθλους, σοὶ δ᾽ ἂν ἐγὼ πίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, ᾗ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας, οὔνομα καὶ καλὸν τεύχων κλέος· ὡς δὲ καὶ ὠλλους ἥρωες κλήσουσιν ἐς Ελλάδα νοστήσαντες, ἡρώων τ᾿ ἄλαχοι καὶ μητέρες, αἱ κύ πατ᾽ ἤδη ἡμέας ἠϊόνεσσιν ἐφεζόμεναι γοάουσι, τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ᾽ ἀέθλων, παρθενική Μινωΐς ἐϋφρονέρυσ᾽ Αριάδνη, ἣν ῥά το Πασιφάη κούρη τέκεν Ηελίοιας ἀλλ᾽ ἡ μὲν καὶ νηὸς, ἐπεὶ χόλον εὔνασε Μίνως, σὺν τῷ ἐφεζομένη, πάτρων λίπε· τὴν δὲ καὶ αὐτοὶ ἀθάνατοι φίλαντο, μέσῳ δὲ οἱ αἰθέρι τεκμαρ ἀστερόεις στέφανος, τόν τε κλείουσ' Αριάδνης, πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν, κυρίου ὡς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ με σαώσαις τόσσον ἀριστήων ἀνδρῶν στόλου, ἡ γὰρ ἔοικας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι Ως φάτο κυδαίνων· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάριον μείδησ᾽ ἐχύθῃ δὲ οἱ ἔνδοθι θυμός αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην· οὐδ᾽ ἔχεν ὅ ττι πάροιθεν ἔπος προτιμυθήσαιτο, ἀλλ᾽ἄμυδις μενέαινεν ἀολλέα πάντ᾽ ἀγορεύσαι. προπρὸ δ᾽ ἀφειδήσασα θυώδιος ἔξελε μίτρης φάρμακου: αὐτὰρ ὅ γ᾽ αἶψα χεροῖν ὑπέδεκταγεγηθώς. καὶ νὰ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασά ψυχὴν ἐγγυάλιξεν ἀγαλλομένη χατέοντι· τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδας στράπτεν Έρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ᾽ ἀμαρυγὰς ὀφθαλμῶν ἡρπαζεν· ἰαίνετο δὲ φρένας εἴσως Ιολοτηκομένη, οἷόν τε περὶ ῥοδέεσσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν. ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ᾿ οὔδεος ὄμματ᾽ ἔρειδον αἰδόμενοι, ὅτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπὰς, ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη. Φράζεο νῦν, ὡς κέν τοι ἐγὼ μητίσομ᾽ ἀρωγήν. εὖτ᾽ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ἄφιος γενύων ὀλαοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμοιρηδὰ φυλάξας, ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοίο, οἷος ἄνευθ᾽ ἄλλων ἐνὶ φάρεσι κυανέδισε βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ᾽ ἔνε θήλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι, αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. μουνογενῆ δ᾽ Εκάτην Περσηΐδα μειλίσσειο, λείβων ἐκ δέπαος σιμβλήϊα ἔργα μελισσών. ἔνθα δ᾽ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας οὐδ᾽ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠὔτ᾽ ἀλαιφῇ, γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δὲ οἱ ἀλκὴ ἔσσετ᾽ ἀπειρεσίη, μέγα τε σθένος, οὐδέ κε φαίης ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισι. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω. καὶ ξίφος, ἔνθ᾽ οὐκ ἂν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδ᾽ ἄσχετος ἀΐσσουσα φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρόν , ἔστεαι, ἀλλ᾿ αὐτῆμαρ· ὅμως σύγε μή ποτ'᾿ ἀέθλουιο5ο χάζεο, καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ᾽ ὄνειαρ. αὐτίκ᾽ ἐπὴν κρατεροὺς ζεύξης βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς, κοἱ δ᾽ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες, σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς, λάθρη λᾶαν ἀφες στιβαρώτερον· οἱ δ᾽ ἂν ἐπ᾿ αὐτῷ, καρχαρέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν ἀλλήλους· καὶ δ᾽ αὐτὸς ἐπείχεο δηϊοτῆτος ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ελλάδα τοῖό γ᾽ ἕκητι οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δ᾽ ἔμπης, ᾗ φίλον, ᾗ τοι ἔαδεν ἀφορμηθέντι νέεσθαι. Ως ἄρ᾽ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηΐδα δάκρυσι δεῦε, μυρομένη, ὅτ᾽ ἔμελλεν ἀπόπροθι πολλὸν ἑεῖο πόντον ἐπιπλάγξασθαι· ἀνιηρῷ δὲ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν, εἶλέ τε χειρὸς δεξιτερῆς· δὴ γὰρ οἱ ἀπ᾿ ὀφθαλμοὺς λίπεν αἰδώς. Μνώεο δ᾽, ἢν ἄρα δή ποθ᾽ ὑπότροπος οἴκαδ᾽ ἵκηαι, οὔνομα Μηδείης· ὡς δ᾽ αὐτ᾽ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι. εἰπὲ δ᾽ ἐμοὶ πρόφρων τόδε, πῆ τοι ἔασι δώματα, πῆ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηΐ περήσεις· ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ορχομενοῖο, ἤὲ καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην, ἣν τινα τήνδ᾽ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης, ἢ πατρὸς ὁμόγνιος ἐστὶν ἐμοῖο. Ως φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήϊε δάκρυσι κούρης οὖλος Ερως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα· Καὶ λίην οὐ νύκτας βίομαι, οὐδέ ποτ᾽ ἦμαρ, σεῦ ἐπιλήσεσθαι, προφυγών μόρον, εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Αχαΐδα, μηδέ κεν ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον. εἰ δὲ του ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην, ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, πάμπαν ἐϋρειτός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς Ιαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα, ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν, Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν, ἐν δ᾽ αὐτῇ Ιαωλκὸς, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι, πολλαὶ ναιετάουσιν, ἵν᾿ οὐδέ περ οὔνομ᾽ ἀκοῦσαι Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα, Αιολίδην Μινύην, ἔνθεν φάτις Ορχομενοῖο δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ᾽ ἀγορεύω, ἡμετέρους τε δόμους, τηλεκλείτην τ' Αριάδνην, κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἣν μ᾽ ἐρεείνεις; αἴθε γὰρ, ὡς Θησῆϊ τότε ξυναρέσσατο Μίνως ἀμφ᾿ αὐτῆς, ὡς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη. Ως φάτο, μειλιχίοισι καταψήχων βάροισι·. τῆς δ᾽ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνίαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ. Ελλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν· Αἰήτης δ᾽ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδ᾽ Αριάδνῃ ἰσοῦμαι· τῷ μή τι φιλοξενίην ἀγόρευε. ἀλλ᾽ οἷον τύνη μὲν ἐμεῦ, ὅτ᾽ Ιωλκὸν ἵκησαι, μνώεο· σεῖο δ᾽ ἐγὼ, καὶ ἐμῶν ἀέκητι τοκήων, μνήσομαι. ἔλθοι δ᾽ ἡμὶν ἀπόπροθεν ἠε τις ὄσσα, ἠἑ τις ἄγγελος ὄρνις, ὅτ᾿ ἐλλελάθοιο ἐμεῖο· ἢ αὐτήν γε ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἔνθενδ᾽ εἰς Ιαωλκὸν ἀναρπάξασαὶ ἄελλαις ὄφρα σ᾽, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμὴ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην ἀπροφάτως τότε σε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν Ως ἄρ᾽ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν δάκρυα· τὴν δ᾽ ὅ γε δῆθεν ὑποβλήδην προσέειπε· Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, ὡς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις. εἰ δὲ κεν ἤθεα κεῖνα καὶ Ελλάδα γαϊαν ἵκηαι, τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν, αἰδοίη τε, μ ἔσσέαι, ἠδὲ σε πάγχυ θεὸν ὡς πορσανεδύσιν, ούνεκα τῶν μὲν παῖδες ὑπότροποι οίκαδ' ίκοντο σῃ βουλῇ, τῶν δ᾽ αὖτε κασίγνητοί τε ἔται τε καὶ θαλεροὶ κακότητος ἄδὴν ἐσάωθεν ἀκοῖται. ἡμέτερον δὲ λέχος θαλάμοις ἐνὶ κουριδίοισι πορσανέεις· οὐδ᾽ ἄμμε διακρινέει φιλότητος ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.1130 Ως φάτο· τῇ δ᾽ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ. ἔμπης δ᾽ ἔργ᾽ ἀΐδηλα κατεῤῥίγησεν ἰδέσθαι. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ελλάδα ναιετάειν. ὡς γὰρ τόδε μήδετο Ηρη, ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ιωλκὸν ἱκοιτο Αἰαίη Μήδεια, λιποῦσά γε πατρίδα γαϊαν. Ήδη δ᾽ ἀμφίπολοι μὲν ὀπιπτεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ᾽ ἤματος ὥρη ἄψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην. ἡ δ᾽ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν, εἰ μὴ ἄρ᾽ Αἰσονίδης πεφυλαγμένος ὀψέ περηὔδα Ωρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ ὀθνείων· αὖτις δ᾽ ἀβολήσομεν ἐνθάδ' ἰόντες. Ως τώ γ᾽ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσι· πείρηθεν· μετὰ δ᾽ αὖτε διέτμαγον. ἤτοι Ιήσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὧρτο νέεσθαι· ἡ δὲ μετ᾿ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν πᾶσαι ὁμοῦ· τὰς δ᾽ οὐ τι περιπλομένας ἐνόησε. ψυχὴ γὰρ νεφέεσσι μεταχθονίη πεπότητο. αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ' ἀπήνης, καί ρ᾽ ἑτέρῃ μὲν χειρὶ λάβ᾽ ἡνία, τῇ δ᾽ ἄρ᾽ ἱμάσθλην δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε θύνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ᾽ ἀνιοῦσαν Χαλκιόπη περὶ παῖσὶν ἀκηχεμένη ἐρέεινεν· ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων ἔκλυεν, οὔτ᾽ αὐδῆσαι ἀνειρομένη λελίητο. ἶζε δ᾽ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθε, λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν· ὑγρὰ δ᾽ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ. Αἰσονίδης δ᾽ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ, ὅθι τούςγε καταπρολιπῶν ἐλιάσθη, ὦρτ᾿ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, ἡρώων ἐς ὅμίλον· ὁμοῦ δ᾽ ἐπὶ νῆα πέλασσαν. οἱ δὲ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ᾽ ἐρέοντο. αὐτὰρ ὃ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης, δεῖξὲ τε φάρμακον αἰνόν· ὁ δ᾽ οἰόθεν οἷος ἑταίρων προἶδας ἦστ᾿ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι γηθόσυνοι, τῆμος μὲν, ἐπεὶ κνέφας ἔργαθε νυκτὸς, εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ᾽ ἠοῖ πέμπον ἐς Αιήτην ἰέναι, σπόρον αἰτήσοντας ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηϊφιλον Τελαμῶνα, σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ερμείαο. βὰν δ᾽ ἴμεν, οὐδ᾽ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσι κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας Αονίοιο δράκοντος, ὃν Ωγυγίῃ ἐνὶ Θήβη Κάδμος, ὅτ᾽ Εὐρώπην διζήμενος εἰσαφίκανε, πέφνεν, Αρητιάδι κρήνῃ ἐπίουρον ἐόντα, ἔνθα καὶ ἐννάσθη, πομπῇ βοὸς, ἣν οἱ Απόλλων ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο. τοὺς δὲ θεὰ Τριτωνὶς, ὑπὲκ γενύων ἐλάσασα, Αἰήτῃ πόρε δῶρον ὁμῶς, αὐτῷ τε φονῆϊ. καί ρ᾽ ὁ μὲν Αονίοισιν ἐνισπείρας πεδίοισι Κάδμος Αγηνορίδης ἐπὶ γηγενῆ εἶσατο λαὸν, Αρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο· τοὺς δὲ τότ᾽ Αἰήτης ἔπορε μετὰ νῆα φέρεσθαι προφρονέως, ἐπεὶ οὐ μιν οἴσσατο πείρατ᾿ ἀέθλου ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγά βουσὶ βάλοιτο. Ηέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων· Νὺξ δ᾽ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ιήσων αὐτίκ᾽ ἐπεί ρ᾽ Ελίκης ἐϋφεγγέες ἀστέρες ἄρκτου ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ᾽ αἰθὴρ, βῆ δ᾽ ἐς ἐρημαίην κλωπήϊος, ἠΰτε τις φώρ, σὺν πᾶσι χρήεσσι· πρὸ γάρ τ᾽ ἀλέγυνεν ἕκαστα ἠμάτιος· θῆλυν μὲν ὄϊν, γάλα τ᾽ ἔκτοθι ποίμνης Αργος ἰὼν ἤνεικε· τὰ δ᾽ ἐξ αὐτῆς ἕλε νηός. ἀλλ᾽ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν ἀνθρώπων, καθαρῆσιν ὑπεύδιος εἱαμενῆσιν, ἔνθ᾽ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρὸς ἕσσατο κυάνεον, τὸ μὲν οἱ πάρος ἐγγυάλιξε Λημνιὰς Υψιπύλη, ἀδινῆς μνημήϊον εὐνῆς. πηχύϊον δ᾽ ἄρ᾽ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησε σχίζας, ἐπὶ δ᾽ ἀρνειοῦ τάμε λαιμὸν, αὐτὸν τ᾽ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς, πῦρ ὑπένερθεν ἱεὶς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, Βριμώ κικλήσκων Εκάτην ἐπαρωγὸν ἀέθλων. καὶ ῥ᾽ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ᾽ ἀΐουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες· στράπτε δ᾽ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. πίσεα δ᾽ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δ᾽ ὀλόλυξαν Νύμφαι ἑλειονόμοι ποταμηΐδες, αἱ περὶ κείνην Φάσιδος είαμενὴν Αμαραντίου εἱλίσσονται. Αἰσονίδην δ᾽ ἤτοι μὲν ἕλε δέος, ἀλλά μιν οὐδ᾽ ὡς ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ᾽ ἑτάροισι μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὑπερθε Καυκάσου ἠριγενής Ηὼς βάλεν ἀντέλλουσα. Καὶ τότ᾽ ἄρ᾽ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο θώρηκα στάδιον, τὸν οἱ πόρεν ἐξεναρίξας σφωϊτέρης Φλεγραῖον Αρης ὑπὸ χερσὶ Μίμαντα· χρυσείην δ᾽ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον, λαμπομένην, οἷόν τε περίτροχον ἔπλετο φέγγος ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ωκεανοῖο. ἂν δὲ πολύρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος. δεινὸν, ἀμαιμάκετον· τὸ μὲν οὐ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ηρακλῆα τῆλε παρὲξ, ὅ κεν οἷος ἐναντίβιον πελέμιξε. τῷ δὲ καὶ ὠκυπόδων ἵππων ἐϋπηγέα· δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἀν δὲ καὶ αὐτὸς βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατ᾿ ἀμαξιτὸν, ὡς κεν ἀέθλῳ παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. οἷος δ᾽ Ισθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἅρμασιν ἐμβεβαὼς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης ὕδωρ, ἠὲ κατ᾿ ἄλσος Υαντίου Ογχηστοῖο, καί τε Καλαύρειαν μετὰ δὴ θαμὰ νίσσεται ἵπποις, πέτρην θ' Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν· τοῖος ἄρ᾽ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ιήσων φάρμακα μυδήνας, ἠμὲν σάκος ἀμφεπάλυνεν, ἠδὲ δόρυ βριαρὸν, περὶ δὲ ξίφος· ἀμφὶ δ᾽ ἑταῖροι· πείρησαν τευχέων βεβιημένοι, οὐδ᾽ ἐδύναντο κεῖνο δόρυ γνάμψαι τυτθόν γέ που, ἀλλὰ μάλ᾽ αὕτως1250 ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμησιν. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Αφαρήϊος Ιδας κόψε παρ᾽ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ᾽ ἀκωκή, ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δ᾽ ὁμάδησαν γηθόσυνοι ἥρωες ἐπ᾿ ἐλπωρῇσιν ἀέθλου. καὶ δ᾽ αὐτὸς μετέπειτα παλύνετο· δῦ δὲ μιν ἀλκὴ σμερδαλέη, ἄφατός τε καὶ ἄτρομος· αἱ δὲ ἑκάτερθε χεῖρες ἐπεῤῥώσαντο περὶ σθένεϊ σφριγόωσαι. ὡς δ᾽ ὅτ᾽ ἀρήϊος ἵππος ἐελδόμενος πολέμοιο σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὑπερθε1260 κυδιόων ὀρθοῖσιν ἐπ᾿ οὔασιν αὐχέν᾿ ἀείρει· τοῖος ἄρ᾽ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων. πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν, ἀσπίδα χαλκείην μελίην τ᾽ ἐνὶ χερσὶ τινάσσων. φαίης κε ζοφεροῖο κατ' αἰθέρος ἀΐσσουσαν χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι ἐκ νεφέων, ὅτ᾽ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται. καὶ τότ᾽ ἔπειτ᾽ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον· ἀτὰρ κληΐσιν ἐπισχερὼ ἱδρυνθέντες ῥίμφα μάλ᾽ ἐς πεδίον τὸ Αρήϊον ἠπείγοντο. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν, ὅσσον τ᾽ ἐκ βαλβίδος ἐπήβολος ἅρματι νύσσα γίγνεται, ὁππότ᾽ ἄεθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. τέτμου δ᾽ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισι, τὸν δ᾽ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. στε: Αἰσονίδης δε, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι, δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν ἐς ἄεθλον, νηὸς ἀποπροθορών· ἄμυδις δ᾽ ἕλε παμφανόωσαν χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων, καὶ ξίφος ἀμφ᾽ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Αρει · εἴκελος, ἄλλα δέ που χρυσάορι Απόλλωνι. παπτήνας δ᾽ ἀνὰ νειὸν, ἴδε ζυγὰ χάλκεα ταύρων, αὐτόγυόν τ᾽ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. χρίμψε δ᾽ ἔπειτα κιὼν, παρὰ δ᾽ ὄβριμον ἔγχος ἔπηξεν ὀρθὸν ἐπ᾿ οὐριάχῳ, κυνέην δ᾽ ἀποκάτθετ᾽ ἐρείσας. βῇ δ᾽ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων· οἱ δ᾽ ἔκποθεν ἀφράστοιο κευθμῶνος χθονίου, ἵνα τε σφίσιν ἔσκε βόαυλα καρτερά, λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ, ἄμφω ὁμοῦ προγένοντο, πυρὸς σέλας ἀμπνείοντες. ἔδδεισαν δ᾽ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσκες εὖ διαβὰς, ἐπιόντας, ἅτε σπιλὰς εἰν ἁλὶ πέτρη μίμνει ἀπειρεσίησι δονεύμενα κύματ᾿ ἀέλλαις, πρόσθε δὲ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δὲ μιν ἄμφω μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν· οὐδ᾽ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν εΰρινοι χοάνοισι φῦσαι χαλκήων ὁτὲ μέν τ᾿ ἀναμορμύρουσι, πῦρ ὀλοὸν πιμπρᾶσαι, ὁτ᾽ αὖ λήγουσιν αϋτμῆς, δεινὸς δ᾽ ἐξ αὐτῶν πέλεται βρόμος, ὁππότ᾽ ἀΐξη νειόθεν· ὡς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδουν; τὸν δ᾽ ἄμφι τε δήϊον αἶθος βάλλεν ἅτε στεροπή· κούρης δὲ ὁ φάρμακ᾽ ἔρυτο. καί ὁ᾽ ὅγε δεξιτεροῖο κέρας βοὺς ἄκρον ἐρύσσας εἶλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρ᾽ ἐπέλασσε ζεύγλῃ χαλκείῃ, τὸν δ᾽ ἐν χθονὶ κάββαλεν ὀκλὰξ, ῥίμφὰ ποδὶ κρούσας πόδα χάλκεον. ὡς δὲ καὶ ἄλλον ἔσφαλε γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. εὐρὺ δ᾽ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας γούνασιν ἐν προτέροισι, διὰ φλογός γὸς εἶθαρ ἐλυσθείς. θαύμασε δ' Αἰήτης σθένος ἀνέρος. οἱ δ᾽ ἄρα τείως Τυνδαρίδαι, δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν,1315 ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι. αὐτὰρ ὅγ᾽ εὐ ἐνέδησε λόφοις· μεσσηγὺ δ᾽ ἀείρας χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ ζεύγληθεν. καὶ τὼ μὲν ὑπ᾽ ἐκ πυρὸς ἄψ ἐπὶ τῆα δο χαζέσθην. ὁ δ᾽ ἄρ᾽ αὖτις ἑλὼν σάκος ἄνθετο νώτῳ ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων πήληκα βριαρήν, δόρυ τ᾽ ἄσχετον, ᾧ ρ᾽ ὑπὸ μέσσας ἐργατίνης ὡς τις τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας· μάλα δ᾽ ἔμπεδον εὖ ἀραρυῖαν τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. " οἱ δὲ τέως μὲν δὴ περιώσια θυμαίνεσκον, λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὧρτο δ᾽ ἀϋτμὴ, ἠΰτε βυκτάων ἀνέμων βρόμος, οὓς τε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. δηρὸν δ᾽ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρί ἤϊσαν· ὀκριόεσσα δ᾽ ἐρείκετο νειὸς ὀπίσσω, σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ᾽ ἀροτῆρι. δεινὸν δ᾽ ἐσμαράγουν ἄμυδις κατὰ ὦλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἶπετο δ᾽ αὐτὸς βαθμὸν ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ' δεῖο βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας, ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειε Γηγενέων ἀνδρῶν ὀλοὺς στάχυς· οἱ δ᾽ ἄρ᾽ ἐπιπρὸβ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο." ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο, ξ λείπεται ἐξ' ἠοῦς, καλέουσι δὲ κεκμηῶτες ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι, τῆμος ἀρήροτο νειὸς ὑπ᾽ ἀκαμάτῳ ἀροτῆρι, τη τετράγυός περ᾽ ἐοῦσα· βοῶν τ᾽ ἀπελύετ᾽ ἄροτρα. ""3 καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· 60 αὐτὰρ ὅγ᾽ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ᾽ ἔτο κεινὰς Γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ᾽ ἑταῖροι ·· θάρσυνον μύθοισιν. ὁ δ᾽ ἐκ ποταμοῖο ῥοάων, αὐτῇ ἀφυσσάμενος κυνέη, σβέσεν ὕδατι δίψαν γνάμψε δὲ γούνατ᾽ ἐλαφρὰ, μέγαν δ' ἐνεπλήσατο θυμὸν ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὃς ῥά τ᾽ ὀδόντας θήγει θηρευτῇσιν ἐπ᾿ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο.Τοπ οἱ δ᾽ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν Γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσι, δούρασί τ᾽ ἀμφιγύοις, κορύθεσσί τε λαμπομένῃσιν Αρηος τέμενος φθισιμβρότου· ἵκετό δ' αἴγλη νειόθεν Ούλυμπόνδε δι' ἠέρος ἀστράπτουσα. ὡς δ᾽ ὁπότ᾽ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος ἂν ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἀῆται λυγαίῃ ὑπὸ νυκτὶ, τὰ δ᾽ ἀθρόα πάντ᾽ ἐφαάνθη τείρεα λαμπετόωντα διὰ κνέφας· ὡς ἄρα τοίγε το λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ' Ιήσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων· λάζετο δ᾽ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, δεινὸν Ενυαλίου σόλον Αρεος· οὔ κέ μιν ἄνδρες αἰζηοὶ πίσυρες γαίης ὑπὸ τυτθὸν ἄειραν. τὸν ὁ᾽ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις ἀΐξας· αὐτὸς δ᾽ ὑφ᾽ ἑὸν σάκος ἕζετο λάθρη θαρσαλέως. Κόλχοι δὲ μέγ᾽ ἴαχον, ὡς ὅτε πόντος ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσι· τὸν δ᾽ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο Αἰήτην. οἱ δ᾽, ὥστε θοοὶ κύνες, ἀμφιθορόντες, ἀλλήλους βρυχηδὸν ἐδήϊον· οἱ δ᾽ ἐπὶ γαῖαν μητέρα πίπτον ἑοῖς ὑπὸ δούρασιν, ἠὔτε πεῦκαι ἢ δρύες, ἃς τ᾽ ἀνέμοιο κατάϊκες δονέουσιν. οἷος δ᾽ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ, ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἱ μιν ἴδωνται μαρμαρυγῇ σκοτίοιο δι' ἠέρος ἀΐξαντα· τοῖος ἄρ᾽ Αἴσονος υἱὸς ἐπέσσυτο Γηγενέεσσι γυμνὸν δ᾽ ἐκ κολεοῖο φέρε ξίφος· οὗτα δὲ μίγδην ἀμώων, πολέας μὲν ἔτ᾽ ἐς νηδὺν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ, καὶ ἄχρις ὤμων τελλομένους· τοὺς δὲ, νέον ἑστηῶτας· τοὺς δ᾽, ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. ὡς δ᾽ ὁπότ᾽, ἀμφ᾽ οὔροισιν ἐγειρομένου πολέμοιο, δείσας γειομόρος μή οἱ προτάμωνται ἀρούμας, ἅρπην εὐκαμπῇ νεοθηγέα χερσὶ μεμαρπώς, ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῆσι μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· ὣς τότε Γηγενέων κεῖρε στάχυν· αἵματι δ᾽ ὁλκοὶ ἠὔτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσι. πίπτον δ᾽, οἱ μὲν ὀκλὰξ, τετρηχότα βῶλον ὀδοῦσι λαζόμενοι πρηνεῖς· οἱ δ᾽, ἔμπαλιν· οἱ δ᾽, ἐπ᾿ ἀγοστῷ καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. πολλοὶ δ᾽ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι, ὅσσον ἄνω προὔτυψαν ἐς ἠέρα, τόσσον ἔραζε εριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος, φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε, κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν· τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον· ὡς τότ᾽ ἄνακτος Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνίαι. ἤϊε δ᾽ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόωτο. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.
ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Δ. Αὐτὴ νῦν κάματόν γε, θεὰ, καὶ δήνεα κούρης Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἢ γὰρ ἔμοιγε ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται, ὁρμαίνοντι, ἠὲ μιν ἄτης πῆμα δυσίμερον, ἢ τὸ γ᾽ ἐνίσπω φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. Ητοι ὁ μὲν δήμοιο μετ᾿ ἀνδράσιν, ὅσσοι ἄριστοι, παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν οἶσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ Αἰήτης ἄμοτον κεχολωμένος· οὐδ᾽ ὅ γε πάμπαν θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει. Τῇ δ᾽ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ηρη. τρέσσεν δ᾽, ἠΰτε τις κούφη κεμὰς, ἣν τε βαθείης τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. αὐτίκα γὰρ νημερτὲς ὀἴσσατο, μή μιν ἀρωγὴν ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. τάρβει δ᾽ ἀμφιπόλους ἐπιΐστορας· ἐν δὲ οἱ ὄσσε πλῆντο πυρὸς, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ᾽ ἀνίῃ. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη, φάρμακα πασσαμένη, Ηρης δ' άλίωσε μενοινάς, εἰ μὴ μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι. ὠρσεν ἀτυζομένην· πτερόεις δὲ οἱ ἐν φρεσὶ θυμὸς ἰάνθης μετὰ δ᾽ ἤγε παλίσσυτος ἀθρόα κόλπων φάρμακα πάντ᾽ ἄμυδις κατεχεύατο φωριαμοῖο. κύσσε δ᾽ ἑόν τε λέχος, καὶ δικλίδας ἀμφοτέρωθε σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήϊα μητρί κάλλιπε παρθενίης, ἀδινῇ δ᾽ ὀλοφύρατο φωνῇ. Τόνδε τοὶ ἀντ᾿ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα, μῆτερ ἐμὴ, χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ· χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος, ξεῖνε, διέῤῥαισε, πρὶν Κολχίδα γαϊαν ἱκέσθαι. Ως ἄρ᾽ ἔφη· βλεφάρων δὲκατ᾿ ἀθρόα δάκρυα χεῦεν. οἵη δ᾽ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο ληϊὰς, ἣν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,κος οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο, ἀλλ᾽ ἔτ᾿ ἀηθέσσουσα δύης, καὶ δούλια ἔργα εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσηςςς τοίη ἄρ᾽ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες, ὠκείαις ἄψοῤῥοι ἀναθρώσκοντες ἀοιδαίς, ο γυμνοῖσι δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους, λαιῇ μὲν χερὶ πέπλον ἐπ' ὀφρύσιν, ἀμφὶ μέτωπα στειλαμένη καὶ καλὰ παρήϊα, δεξιτερῇ δὲ ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτώνος. καρπαλίμως δ᾽ ἀΐδηλον ἀνὰ στίβον ἔκτοθι πύργων ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ· οὐδέ τις ἔγνω τω τήνδε φυλακτήρων, λάθε δὲ σφέας ὁρμηθεῖσα. ἔνθεν ἴμεν νηόνδε μάλ᾽ ἐφράσατ᾽· οὐ γὰρ ἄῒδρις ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκροὺς, ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες·· φαρμακίδες· τρομερῷ δ᾽ ὑπὸ δείματι πάλλετο θυμός. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν φοιταλέην· ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾔσιν ἔειπεν. Οὐκ ἄρ᾽ ἐγὼ μούνη κατὰ Λάτμιον ἄντρον ἀλύσκω, οὐδ᾽ οἴη καλῷ περιδαίομαι Ενδυμίωνι· ἢ θαμὰ δὴ καὶ σῇσι, κύον, δολίῃσιν ἀοιδαῖς μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ φαρμάσσης εὔκηλος, ἃ του φίλα ἔργα τέτυκται.· νῶν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης δῶκε δ᾽ ἀνιηρόν τοι Ιήσονα πῆμα γενέσθαι δαίμων ἀλγινόεις. ἀλλ᾽ ἔρχεο, τέτλαθι δ᾽ ἔμπης, καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν. Ως ἄρ᾽ ἔφη· τὴν δ᾽ αὖψα πόδες φέρον ἐγκονέουσαν. ἀσπασίως δ᾽ ὄχθησιν ἐπηέρθη ποταμοῖο, ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ρὰ τ᾿ ἀέθλου παννύχιοι ἥρωες ἐϋφροσύνῃσιν ἔδαιον. ὀξείῃ δ᾽ ἤπειτα διὰ κνέφας ὄρθια φωνῇ ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων, یا Φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὅπα κούρης αὐτῷ τ᾿ Αἰσονίδη τεκμήρατο· σίγα δ᾽ ἑταῖροι θάμβεον, εὔτ᾽ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦε, τρὶς μὲν ἀνήϋσε, τρὶς δ᾽, ἐτρύνοντος ὁμίλου, Φρόντις αμοιβήδην ἀντίαχεν· οἱ δ᾽ ἄρα τείως ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. οὔ πω πείσματα νηὸς ἐπ᾿ ἠπείροιο περαίης βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ιήσων ὑψοῦ ἀπ᾿ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Αργος, υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δ᾽ ἄρα τοὺς γε, γούνων, ἀμφοτέρῃσι περισχομένη, προσέειπεν. σε Εκμε, φίλοι, ρύσασθε δυσάμμορον, ὡς δὲ καὶ αὐτοὺς ὑμέας, Αἰήταο, πρὸ γάρ τ᾽ ἀναφανδὰ τέτυκται πάντα μάλ᾽, οὐδὲ τι μῆχος ἱκάνεται. ἀλλ᾽ ἐνὶ νηΐ φεύγωμεν, πρὶν τόν γε θοῶν ἐπιβήμεναι ἵππων. δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις, ξεῖνε, τεῶν μύθων ἐπιΐστορας, οὓς μοι ὑπέστης, ποίησαι· μηδ᾽ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν χήτεϊ κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης. Ισκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο γήθεον· αἶψα δὲ μια περὶ γούνασι πεπτηνῖαν ἦκ᾽ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε· Δαιμονίη, Ζεὺς αὐτὸς Ολύμπιος ὅρκιος ἔστω, Ηρη τε Ζυγίη, Διὸς εὐνέτις, ἡ μὲν ἐμοῖσι κουριδίην σὲ δόμοισιν ἔνι θήσεσθαι ἄκοιτιν, εὔτ᾽ ἂν ἐς Ελλάδα γαϊαν ἱκώμεθα νοστήσαντες. Ως ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ δεξιτερήν· ἡ δὲ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδὸν, ὄφρ᾽ ἔτι νύκτωρ : κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο. ἔνθ᾽ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν· ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ᾽ ἔωσαν. νῆα· πολὺς δ᾽ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἦὲν ἀριστήων· ἡ δ᾽ ἔμπαλιν ἀΐσσουσα γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος, αὐτὰρ Ιήσων θάρσυνέν τ᾽ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν. Ημος δ᾽ ἀνέρες ὕπνον. ἀπ᾿ ὀφθαλμῶν ἐβάλοντο ἀγρόται, οἱ τε κύνεσσι πεποιθότες οὐ ποτε νύκτα ἄγχαυρον κνώσσουσιν, ἀλευόμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον, ἠδὲ καὶ ὀδμήν θηρείην, λευκῆσιν ἐνισκίμψασα βολῆσι· τῆμος ἄρ᾽ Αἰσονίδης κούρη τ᾽ ἀπὸ νηὸς ἔβησαν ποιήεντ᾿ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται εὐναὶ, ὅθι πρῶτον κεκμηότα γούνατ' ἔκαμψε, νώτοισι φορέων Μινυήϊον υι Αθάμαντος. ἐγγύθι δ᾽ αἰθαλόεντα πέλε βωμοῖο θέμεθλα, ὃν ῥά ποτ᾽ Αἰολίδης Διῒ Φυξίῳ εἶσατο Φρίξος, ῥέζων κεῖνο τέρας παγχρύσεον, ὡς οἱ ἔειπεν Ερμείης πρόφρων ξυμβλήμενος. ἔνθ᾽ ἄρα τοὺς γε Αργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν. τὼ δὲ δι᾽ ἀτραπιτοῖο μεθ᾽ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἡ τ᾽ ἀνιόντος ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. αὐτὰρ ὅ γ᾽ ἀντικρύ περιμήκεα τείνατο δειρήν ὀξὺς ἀὕπνοισι προϊδῶν ὄφις ὀφθαλμοῖσι νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ ἠϊόνες ποταμοῖο, καὶ ἄσπετον ἴαχεν ἄλσος. ἔκλυον οἱ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο, παρὰ προχοῇσι Λύκοιο, ὃς τ᾽ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Αράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω Καυκασίην ἅλαδ᾽ εἰς ἓν ἐλαυνόμενοι προχέουσι. δείματι δ᾽ ἐξέγροντο λεχωΐδες, ἀμφὶ δὲ παισὶ νηπιάχοις, οἵτε σφιν ὑπ᾽ ἀγκαλίδεσσιν ἴαυον, ῥοίζῳ παλλομένοις, χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δ᾽ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι καπνοῖο στροφάλιγγες ἀπείριτοι εἰλίσσονται, ἄλλη αἶψ᾿ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· ὣς τότ᾽ ἐκεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιζε ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσι. τοῖο δ᾽ ἑλισσομένοιο κατ᾿ ὄμματος εἴσατο κούρη, ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὐε δ᾽ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἶπετο δ᾽ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὁ γ᾽ ἤδη οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ᾽ ἄκανθαν γηγενέος απείρης, μήκυνε δὲ μυρία κυκλα, οἷον ὅτε βληχροῖσι κυλινδόμενού πελάγεσσι κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας ἀμφοτέρους, ὀλοῇσι περιπτύξαι γενύεσσιν. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ, βάπτουσ᾽ ἐκ κυκεῶνος ἀκήρατα φάρμακ᾽ ἀοιδαῖς, ῥαῖνε κατ᾿ ὀφθαλμῶν· περί τ᾿ ἀμφί τε νήριτος ὀδμὴ φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ᾽ αὐτῇ ἐνὶ χώρῃ · θῆκεν ἐρεισάμενος· τὰ δ᾽ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. ἔνθα δ᾽ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας, κούρης κεκλομένης· ἡ δ᾽ ἔμπεδον ἑστηνῖα φαρμάκῳ ἔψηχε θηρὸς κάρη, εἰσόκε δή μιν αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ιήσων · ἤνωγε, λεῖπεν δὲ πολύσκιον ἄλσος Αρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωρόφιος θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποϊσχεται· ἐν δὲ οἱ ἦτορ χαίρει δερκομένης καλὸν σέλας· ὡς τότ᾽ Ιήσων - γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσί: καὶ οἱ ἐπὶ ξανθῇσι παρειάσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἶζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὃς ἤνιος, ἢ ἐλάφοιο γίγνεται, ἣν τ᾿ ἀγρῶσται ἀχαιϊνέην καλέουσι, τόσσον ἔην πάντη χρύσεον ἐφύπερθεν ἄωτον. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθῶν αἰὲν ὑπὸ πρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. ἤϊε δ᾽ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ᾽ αὖτε είλει ἀφασσόμενος· πέρι γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἐὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. Ηὼς μέν δ᾽ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ᾽ ἐς ὅμιλον ἶξον· ἐθάμβησαν δὲ νέοι μέγα κῶας, ἰδόντες λαμπόμενον, στεροπῇ ἴκελον Διός, ώρτο δ᾽ ἕκαστος ψαῦσαι ἐελδόμενος, δέχθαι τ᾽ ἐνὶ χερσὶν ἑῇσιν. Αἰσονίδης δ᾽ αὐτοὺς μὲν ἐρήτυε, τῷ δ᾽ ἔπι φᾶρος. κάββαλε νηγάτεον· πρύμνῃ δ᾽ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπε. Μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι. ἤδη γὰρ χρειὼ, τῆς εἵνεκα τήνδ᾽ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν, ὀϊζύϊ μοχθίζοντες, εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ᾽ ἄκοιτιν κουριδίην· ἀτὰρ ὄμμες, Αχαϊΐδος οἷά τε πάσης αὐτῶν θ᾽ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν, σώετε. δὴ γάρ που μάλ᾽ ὀΐομαι εἶσιν ἐρύξων Αἰήτης ὁμάδῳ πόντονδ᾽ ἴμεν ἐκ ποταμοῖο. ἀλλ᾽ οἱ μὲν διὰ νηὸς, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεες, δηΐων θοὸν ἔχμα βολάων, προσχόμενοι, νόστῳ ἐπαμύνετε. νῦν ἐνὶ χερσὶ παῖδας ἑοὺς, πάτρην τε φίλην, γεραρούς τε τοκῆας ἴσχομεν· ἡμετέρῃ δ᾽ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι. Ως φάτο, δῦνέ τε τεύχε᾽ ἀρήϊα· τοὶ δὲ ἰάχησαν θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος, πρυμναῖα νεὼς ἀπὸ πείσματ᾽ ἔκοψεν. ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι Αγκαίῳ παρέβασκεν· ἐπείγετο δ᾽ εἰρεσίῃ νηῦς, σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι. Ηδη δ' Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργ᾽ ἐτέτυκτο. ἐς δ᾽ ἀγορὴν ἀγέροντ᾽ ἐνὶ τεύχεσιν· ὅσσα τε πόντου κύματα χειμερίοιο κορύσσεται ἐξ᾽ ἀνέμοιο, ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνὶ μηνί· τίς ἂν τάδε τεκμήραιτο; ὡς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας, κλαγγῇ μαιμώοντες· ὁ δ᾽ εὐτύκτῳ ἐνὶ δίφρῳ Αἰήτης ἵπποισι μετέπρεπεν, οὓς οἱ ὄπασσεν Ηέλιος, πνοιῇσιν ἐειδομένους ἀνέμοιο: σκαιῇ μέν ῥ᾽ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων, τῇ δ᾽ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δὲ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δ᾽ ἵππων γέντο χεροῖν Αψυρτος, ὑπεκπρὸ δὲ πόντον ἔταμνε νηῦς ἤδη, κρατεροῖσιν ἐπειγομένη ἐρέτησι, καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳω. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας, Ηέλιον καὶ Ζῆνα, κακῶν ἐπιμάρτυρας ἔργων, κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ· Εἰ μὴ οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν, ἢ πλωτῆς εὑρόντες ἔτ᾽ εἰν ἁλὸς οἴδματι νῆα, ἄξουσι, καὶ θυμὸν ἐνιπλήσει, μενεαίνων τίσασθαι, τάδε πάντα δαήσονται κεφαλῇσι, πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. Ως ἔφατ᾿ Αἰήτης· αὐτῷ δ᾽ ἐνὶ ἤματι Κόλχοι νῆάς τ᾽ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο, αὐτῷ δ᾽ ἤματι πόντον ἀνήϊον· οὐδέ κε φαίης τόσσον νηΐτην στόλον ἔμμεναι, ἀλλ᾿ οἰωνῶν ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. Οἱ δ᾽ ἀνέμου λαιψηρά, θεῆς βουλῆσιν, ἀέντος, Ηρης, ὄφρ᾽ ὤκιστα κακὸν Πελίαο δόμοισιν. Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκοιτο, ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν Παφλαγόνων ἀκτῇσι, πάροιθ᾽ Αλυος ποταμοῖο. ἢ γάρ σφ᾽ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Εκάτην. καὶ δὴ τὰ μὲν, ὅσσα θυηλὴν . κούρη πορσαίνουσα τιτύσκετο, μήτε τις ἴστωρ εἴη, μήτ᾿ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. ἅζομαι αὐδῆσαι· τὸ γε μὴν ἕδος ἐξέτι κείνου, · ὃ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν, ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. Αὐτίκα δ᾽ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὦλλοι ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν ἐξ Αἴης ἔσσεσθαι· ἀνώϊστος δ᾽ ἐτέτυκτο πᾶσιν ὁμῶς. Αργος δὲ λιλαιομένοις ἀγόρευσε. ω. Νεύμεθ᾽ ἐς Ορχομενὸν, τὴν ἔχραὲν ἔμμι περῆσαι νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες πέφραδον, οἱ Θήβης Τριτωνίδος ἐκγεγάασιν. οὔπω τείρεα πάντα, τὰ τ᾿ οὐρανῷ εἰλίσσονται, οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι πευθομένοις· οἶοι δ᾽ ἔσαν Αρκάδες Απιδανῆες, Αρκάδες, οἳ καὶ πρόσθε Σεληναίης ὑδέονται ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν· οὐδὲ Πελασγὶς χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν, ἦμος ὅτ' ἠερίη πολυλήϊος ἐκλήϊστο μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν, ··· καὶ ποταμὸς Τρίτωνος εὕροος, ᾧ ὕπο πᾶσα ἄρδεται ἠερίη· Διόθεν δὲ μιν οὔ ποτε δεύει ὄμβρος· ἅλις προχοῆσιν ἀνασταχύουσιν ἄρουραι. ἔνθεν δή τινα φασὶ πέριξ διὰ πᾶσαν ὁδεῦσαι Εὐρώπην Ασίην τε, βίῃ καὶ κάρτεϊ λαῶν σφωϊτέρων, θάρσει τε πεποιθότα· μυρία δ᾽ ἄστη. νάσσατ᾽ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν, ἠὲ καὶ οὐ πουλὺς γὰρ ἄδην ἐπενήνοθεσ. αἰών. Αἰὰ γε μὴν ἔτι νῦν μένει ἔμπεδον, υἱωνοί τε τῶνδ᾽ ἀνδρῶν, οὓς ὃς γε καθίσσατο ναιέμεν Αἷαν, οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται, κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ᾽ ἔασιν ὑγρῆς τε, τραφερῆς τε, πέριξ ἐπινισσομένοισιν. ἔστι δε τις ποταμὸς, ὕπατον κέρας Ωκεανοῖο, εὐρύς τε, προβαθύς τε, καὶ ὁλκάδι νηϊ περῆσαι· Ιστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο· ὃς δή τοι τείως μὲν ἀπείρονα τέμνετ᾽ ἄρουραν͵ εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιὰς Βορέαο Ριπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. ἀλλ᾽ ὁπόταν Θρηκῶν Σκυθέων τ᾽ ἐπιβήσεται οὔρους, ἔνθα διχῆ τὸ μὲν ἔνθα μετ᾿ Ιονίην ἅλα βάλλει τῇδ᾽ ὕδωρ, τὸ δ᾽ ὄπισθε βαθὺν διὰ κόλπον ἵησι σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα, γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ γαίης ὑμετέρης Αχελώϊος ἐξανίησιν. Ως ἄρ᾽ ἔφη· τοῖσι δὲ θεὰ τέρας ἐγγυάλιξεν αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες, στέλλεσθαι τήνδ᾽ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη οὐρανίης ἀκτῖνος, ὅπη καὶ ἀμεύσιμον ἦε. γηθόσυνοι δὲ Λύκοιο κατ᾿ αὐτόθι παῖδα λιπόντες λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο, οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη μεῖνεν, ἕως Ιστροιο μέγαν ῥόου εἰσαφίκοντο. Κόλχοι δ᾽ αὖτ᾽ ἄλλοι μὲν, ἐτώσια μαστεύοντες, Κυανέας Πόντοιο δι᾽ ἐκ πέτρας ἐπέρησαν· ἄλλοι δ᾽ αὖ ποταμὸν μετεκίαθον, οἶσιν ἄνασσεν Αψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς. τῷ καὶ ὑπέφθη τούς γε, βαλὼν ὑπὲρ αὐχένα γαίης, κόλπον ἔσω πόντοιο πανέσχατον Ιονίοιο. Ιστρῳ γάρ τις νῆσος ἐἔρχεται οὔνομα Πεύκη, τριγλώχιν, εὖρὸς μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα, στεινὸν δ᾽ αὖτ᾿ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ · σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος: τὴν δ᾽ ὑπὸ τῇ νεάτη, Καλὸν στόμα. τῇδε διαπρὸ Αψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν· οἱ δ᾽ ὑψοῦ νήσοιο κατ᾿ ἀκροτάτης ἐνέοντο τηλόθεν. εἱαμενῇσι δ᾽ ἐν ἄσπετα πώεα λεῖπον ποιμένες ἄγραυλοι, νηῶν φόβῳ, οἷά τε θῆρας ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας. οὐ γάρ πω ἁλίας γε πάρος ποτὲ νῆας ἴδοντο, οὔτ᾽ οὖν Θρήϊξι μιγάδες Σκύθαι, οὔτε Σίγυνοι, οὔτ᾽ οὖν Γραυκένιοι, οὔθ᾽ οἱ περὶ Λαύριον ἤδη Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες. αὐτὰρ ἐπεὶ τἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα Αγγούρου ὄρεος σκόπελον παρὰ Καυλιακοῖο, ᾧ πέρι δὴ σχίζων Ιστρος ῥόον ἔνθα καὶ ἔνθα βάλλει ἀλὸς, πεδίον τε τὸ Λαύριον ἠμείψαντο, δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ᾽ ἐκπρομολόντες, πάντη, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. οἱ δ᾽ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ᾽ ἐπέρησαν δοιὰς Αρτέμιδος Βρυγηΐδας ἀγχόθι νήσους. τῶν ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· ἐν δ᾽ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Αψύρτοιο, βαῖνον· ἐπεὶ κείνας πολλῶν λίπον ἔνδοθι νήσους αὕτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι, στεινόμεναι Κόλχοισι, πόρους εἴρυντο θαλάσσης. ὡς δὲ καὶ εἰς ἄλλας πληθὺν λίπον ἀγχόθι νήσους μέσφα. Σαλαγκῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. Ενθα κε λευγαλέῃ Μινύαι τότε δηϊοτῆτι παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθε συνθεσίας, μέγα νεῖκος ἀλευόμενοι, ἐτάμοντο. κῶας μὲν χρύσειον, ἐπεὶ σφίσιν αὐτὸς ὑπέστη Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν «ἀέθλους, ἔμπεδον εὐδικίῃ σφέας εξέμεν, εἴτε δόλοισιν, εἴτε καὶ ἀμφαδίην αὕτως ἀέκοντος ἀπηύρων· αὐτὰρ Μήδειαν, τόδε γὰρ πέλεν ἀμφήριστον, παρθέσθαι κούρη Λητωΐδι νόσφιν ὁμίλου, εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων, εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὐτις ἱκάνειν, εἴτε μεθ᾽ Ελλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. Ενθα δ᾽ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη, δὴ ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνίαι νωλεμές· αἶψα δὲ νόσφιν Ιήσονα μοῦνον ἑταίρων ··· ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ᾽ ἐλίασθεν πολλὸν ἑκὰς, στονόεντα δ᾽ ἐνωπαδὶς ἔκφατο μῦθον. Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν ἀμφ᾿ ἐμοί; ἠε σε πάγχυ λαθιφροσύναις ἐνέηκαν. ἀγλαΐαι, τῶν δ᾽ οὐ τι μετατρέπῃ, ὅσσ᾽ ἀγόρευες χρειοῖ ἐνισχόμενος; ποῦ του Διὸς Ικεσίοιο ὅρκιὰ; ποῦ δὲ μελιχραὶ ὑποσχέσιες βεβάασιν; ἧς ἐγὼ οὐ κατὰ κόσμον, ἀναιδήτῳ ἰότητι, πάτρην τε, κλέα τὲ μεγάρων, αὐτούς τε τοκῆας νοσφισάμην, τὰ μοι ἦεν ὑπέρτατα· τηλόθι δ᾽ οἴη λυχρῇσι κατὰ πόντον ἅμ᾽ ἁλκυόνεσσι φορεῦμαι, σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν, ἀμφί τε Γηγενέεσσιν, ἀναπλήσειας ἀέθλους. ὕστατον αὖ καὶ κῶας, ἐφ᾽ ᾧ πλόος ὄμμιν ἐτύχθη, εἶλες ἐμῇ ματίηῃ· κατὰ δ᾽ οὐλοὸν αἶσχος ἔχευα θηλυτέραις. τῷ φημὶ τεὴ κούρη τε, δάμαρ τε, αὐτοκασιγνήτη τε μεθ' Ελλάδα γαῖαν ἕπεσθαι. πάντη νυν πρόφρων ὑπερίστασο, μηδ᾽ ἐμὲ μούνην σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. ἀλλ᾽ αὕτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω, καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύ γ᾽ ἔπειτα φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι, ὄφρ᾽ ἐπὶ ἦρα φέρωμαι ἐοικότα μαργοσύνῃσι. σχέτλιε, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ᾽ ἀλεγεινὰς ἄμφω συνθεσίας, πῶς ἵξομαι ὄμματα πατρός; ἠὲ μάλ᾽ εὐκλειής; τίνα δ᾽ οὐ τίσιν, ἠὲ βαρεῖαν ἄτην οὐ σμυγερῶς, δεινῶν ὑπερ οἷα ἔοργα, ὀτλήσω; οὔ κεν θυμηδέα νόστον ἕλοιο. μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις, ᾗ ἐπικυδιάεις. μνήσαιο δὲ κέν ποτ' ἐμεῖο, στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις οἴχοιτ' εἰς ἔρεβος μεταμώνιον. ἐκ δὲ τε πάτρης αὐτίκ᾽ ἐμαί σ' ἐλάσειαν Εριννύες· οἷα- καὶ αὐτὴ σῇ πάθον ἀτροπίῃ, τὰ μὲν οὐ θέμις ἀκράαντα ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον, νηλεές· ἀλλ᾽ οὐ θήν μοι ἐπιλλίζοντες ὀπίσσω δὴν ἔσσεσθ᾽ εὔκηλοι ἕκητί γε συνθεσιάων. Ως φάτ᾽ ἀναζείουσα βαρὺν χόλον· ἵετο δ᾽ ἡ γε νῆα καταφλέξαι, διὰ τ᾿ ἔμπεδα πάντα κεάσσαι, ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ' Ιήσων μειλιχίοις ἐπέεσσιν ὑποδείσας προσέειπεν. Ισχεο, δαιμονίη· τὰ μὲν ἀνδάνει οὐδ᾽ ἐμοὶ αὐτῷ. ἀλλά τιν᾿ ἀμβολίην διζήμεθα δηϊοτῆτος, ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδῃενος εἵνεκα σεῦ. πάντες γὰρ, ὅσοι χθόνα τήνδε νέμονται, Αψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρὶ, οἷά τε ληϊσθεῖσαν, ὑπότροπον οἴκαδ᾽ ἄγοιτο. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ, μίξαντες δαΐ χεῖρας· ὅπου καὶ ῥίγιον ἄλγος ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην βήσομεν. οὐδ᾽ ἂν ὁμῶς περιναιέται εἰσαΐοντες Κόλχοις ἦρα φέροιεν ὑπὲρ σέο, νόσφιν ἄνακτος, ὃς του ἀοσσητήρ τε κασίγνητός τε τέτυκται ·, καὶ δὲ᾽ ἂν ἐγὼ Κόλχοισιν ὑπείξαιμι πτολεμίζειν ἀντιβίην, ὅτε μή με διατμήξωσι νέεσθαι. Ισκεν ὑποσαίνων· ἡ δ᾽ οὐλοὸν ἔκφατο μύθον. Φράζεό νυν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ᾿ ἔργοις καὶ τόδε μητιάασθαι, ἐπεὶ τοπρῶτον ἀάσθην +, ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. τύνη μὲν κατὰ μωλου ἀλέξεο δούρατα Κόλχωνς αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι μειλίξως σὺ δὲ μια φαιδροῖς ἀγαπάζεο δώροις εἴ κέν· πως κήρυκας ἀπερχομένους πεπίθοιμι οἰόθεν οἷον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν. ἔνθ᾽ εἰ τοι τόδε γ᾽ ἔργον ἐφανδάνει, οὐ τι μεγαίρω, κτεῖνέ τε; καὶ Κόλχοισιν ἀείρεο δηϊοτῆτα. Ως τώ γε ξυμβάντε μέγαν δόλον ἠρτύναντο Αψύρτῳ, καὶ πολλὰ πόρον ξεινήία δῶρα, · οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Υψιπυλείης πορφύρεον. τὸν μὲν ῥα Διωνύσῳ κάμου αὐταὶ· Δίῃ ἐν ἀμφιρύτῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδί δῶκε Θόαντι μεταῦτις· ὁ δ᾽ αὐ λίπεν Υψιπολείῃ· ἡ δ᾽ ἔπορ᾽ Αἰσονίδῃ πολέσι μετὰ καὶ τὸ φέρεσθαι γλήνεσια εὐεργὲς ξεινήϊον. οὐ μιν ἀφάσσων, ο οὔτε κεν εἰσορόων, γλυκὺν ἵμερον ἐμπλήσειας. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν, ἐξέτι κείνου, ἐξ οὗ ἀναξ αὐτὸς Νυσήϊος ἐγκατέλεκτος ότι ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπώς ·· στήθεα παρθενικῆς Μινωΐδος, ἣν ποτε Θησεύς Κνωσόθεν ἑσπομένην Δίῃ ἐνικάλλιπε νήσῳ· ἡ δέ γε κηρύκεσσιν ἐπεξυνώσατο μύθους, θελγέμεν, εὔτ᾽ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηταν συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν, ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὡς κεν ἑλοῦσα χρύσειον μέγα κῶας, ὑπότροπος αὐτις ὀπίσσω, βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ υἱῆες Φρίξοιο δύσαν ξείνοισιν ἄγεσθαι·. τοῖα παραιφαμένη, θελκτήρια φάρμακ᾿ ἔπασσεν αἰθέρι καὶ πνοιῇσι, τὰ κεν καὶ ἄπωθεν δόντα κα ἄγριον ἠλιβάτοιο κατ' οὔρεος ἤγαγε θήρα. Της δοκο Σχέτλι᾿ Ερως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν, ἐκ σέθεν οὐλόμεναί τ᾽ ἔριδες, στοναχαί τε, γόοι τες ἄλγεὰ τ᾿ ἄλλ᾽ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασι δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαίμον, ἀερθείς, οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην ३१०९ πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ450 Αψυρτον; τὸ γὰρ ἡμὶν ἐπισχερὼ ἦὲν ἀοιδῆς. Ημος ὅτ' Αρτέμιδος νήσῳ ἔνι τὴν γ᾽ ἐλίποντο συνθεσίῃ, τοῦ μὲν ῥα διάνδιχα νηυσὶν ἔκελσαν σφωϊτέραις κρινθέντες· ὁ δ᾽ ἐς λόχου μεν Ιήσων δέγμενος Αψυρτόν τε, καὶ οὓς ἐξαῦτις ἑταίρους αὐτὰρ ὅ γ᾽ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς καρπαλίμως ᾗ νηϊ διὲξ ἁλὸς οἶδμα περήσας, νύχθ᾽ ὑπὸ λυγαίην ἱερῆς ἐπεβήσατο νήσους οἷος δ᾽ ἀντικρὺ μετιών πειρήσατο μύθοις εἷο κασιγνήτης, (ἀταλὸς πάϊς οἷα χαράδρης χειμερίης, ἣν οὐδὲ δι' αἰζηοὶ περόωσιν( 12 דס כ εἴκε δόλον ξείνοισιν ἐπ᾿ ἀνδράσι τεχνήσαιτο. καὶ τὰ μὲν τὰ ἕκαστα συνήνεον ἀλλήλοισιν· αὐτίκα δ᾽ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο, γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη ἔμπαλιν ὄμματ᾽ ἔνεικε, καλυψαμένη ὀθόνῃσι, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. τὸν δ᾽ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον, πλῆξεν ὀπιπτεύσας νηοῦ σχεδὸν, ὃν ποτ᾽ ἔδειμαν Αρτέμιδι· Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. τοῦ ὁ γ᾽ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δ᾽ ἥρως θυμὸν ἀναπνείων χερσὶ μέλαν ἀμφοτέρῃσιν αἷμα κατ᾿ ὠτειλὴν ὑποϊσχετο· τῆς δὲ καλύπτρην ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν ὄμματι νηλειὴς ὀλοφώϊον ἔργον Εριννύς. ἥρως δ᾽ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος, τρὶς δ᾽ ἀπέλειξε φόνου, τρὶς δ᾽ ἐξ ἄγος ἔπτυσ᾽ ὀδόντων, ἢ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ὑγρὸν δ᾽ ἐν γαίῃ κρύψε νέκυν, ἔνθ᾽ ἔτι νῦν περ κείαται ὀστέα κεῖνα μετ᾿ ἀνδράσιν Αψυρτεῦσιν. Οἱ δὲ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες, τὸ σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρε, Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆα βάλοντο ἥρωες· Κόλχων δ᾽ ὄλεκον στόλου, ἠὔτε κίρκοι φῦλα πελειάων, ἠὲ μέγα πῶν λέοντες ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι πορόντες κα οὐδ᾽ ἄρα τις κείνων θάνατον φύγε, πάντα δ᾽ ὅμιλον, πῦρ ἅτε, δηϊόωντες ἐπέδραμον· ὀψὲ δ' Ιήσων ἤντησε, μεμαὼς ἐπαμυνέμεν οὐ μάλ᾽ ἀρωγῆς δευομένοις· ἤδη δὲ καὶ ἀμφ᾿ αὐτοῖο μέλοντο. ἔνθα δὲ ναυτιλίης πυκινὴν πέρι μητιάασκον ἑζόμενοι βουλήν· ἐπὶ δὲ σφίσιν ἤλυθε κούρη φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μύθον. Ηδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ᾽ ἐπιβάντας εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ὁ᾽ ἐπέχουσι δήϊοι· ἠῶθεν γὰρ ἐσαθρήσαντας ἕκαστα ἔλπομαι οὐχ ἕνα μῦθον, ὅ τις προτέρωσε δίεσθαι ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δ᾽ ἄνακτος εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. ῥηϊδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν, ἥδ᾽ εἴη μετέπειτα κατερχομένοισι κέλευθος. Ως ἔφατ᾽· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο. ῥίμφα δὲ νῆ᾽ ἐπιβάντες ἐπεῤῥώοντ᾽ ἐλάτῃσι νωλεμὲς, ὄφρ᾽ ἱερὴν Ηλεκτρίδα νῆσον ἵκοντο, ἀλλάων ὑπάτην, ποταμοῦ σχεδόν Ηριδανοῖο. Κόλχοι δ᾽, ὁππότ᾽ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος, ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης Αργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ᾽ ἀπέρυκεν Ηρη σμερδαλέῃσι κατ' αἰθέρος ἀστεροπῇσιν. ὕστατον αὐτοὶ δ᾽ αὖτε Κυταϊΐδος ἤθεα γαίης στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο, ἔμπεδα δ᾽ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. οἱ μὲν ἐπ᾿ αὐτάων νήσων ἔβαν, ἦσιν ἐπέσχον ἥρωες, ναίουσι δ᾽ ἐπώνυμοι Αψύρτοιο· οἱ δ᾽ ἄρ᾽ ἐπ' Ιλλυρικοῖο μελαμβαθέος ποταμοίο, τύμβος ἵν' Αρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν, ἀνδράσιν Εγχελέεσσιν ἐφέστιοι· οἱ δ᾽ ἐν ὄρεσσιν ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται, ἔκτοθεν ἐξότε τούςγε Διὸς Κρονίδαο κεραυνοί νῆσον ἐς ἀντιπέραιαν᾿ ἀπέτραπον ὁρμηθῆναι. Α' για Ήρωες δ᾽, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων, δή ῥα τότε προμολόντες, ἐπὶ χθονὶ πείσματ᾽ ἔδησαν Υλλήων. νῆσοι γὰρ ἐπιπροὔχοντο θαμειαὶ, ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι. οὐδέ σφιν, ὡς καὶ πρὶν, ἀνάρσια μητιάασκον Υλλῆες· πρὸς δ᾽ αὐτοὶ ἐμηχανόωντο κέλευθον, μισθὸν ἀειράμενοι τρίποδα μέγαν Απόλλωνος. δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθώ ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ᾽ ὑπὲρ αὐτῆς ναυτιλίης· πέπρωτο δ᾽, ὅπη χθονὸς ἱδρυνθείεν, μή ποτε τὴν δηΐοισιν ἀναστήσεσθαι ἰοῦσι. τοὔνεκεν εἰσέτι νῦν κείνῃ ὅδὲ κεύθεται αἴη ἀμφὶ πόλιν ἀγανὴν Υλληΐδα, πολλὸν ἔνερθεν οὔδεος, ὡς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέληται. οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα Υλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ηρακλῆϊ, δήμῳ Φαιήκων. ὃ γὰρ οἰκία Ναυσιθόοιο Μάκριν τ᾽ εἰσαφίκανε, Διωνύσοιο τιθήνην, νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ᾽ ὅ γε κούρην Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο Νηϊάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Υλλον δήμῳ Φαιήκων. ὁ μὲν οἰκία Ναυσιθόοιο 545 τυτθὸς ἐών ποτ᾽ ἔναιεν· ἀτὰρ λίπε νῆσον ἔπειτα. οὐ γὰρ ὅγ᾽ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσω ναίειν, κοιρανέοντος ἐπ᾿ ὀφρύσι Ναυσιθόοιο· βῆ δ᾽ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον ἥρως Ναυσίθοος· τόθι δ᾽ εἵσατο, καί μιν ἔπεφνον Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν. Αλλὰ, θεαὶ, πῶς τῆσδε παρὲξ ἁλὸς, ἀμφί τε γαῖαν Αὐσονίην, νήσους τε Λιγυστίδας, αἳ καλέονται Στοιχάδες, Αργῴης περιώσια σήματα νηὸς νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη καὶ χρειώ σφ᾽ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι; Αὐτόν που μεγαλωστὶ, δεδουπότος Αψύρτοιο, Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν. Αἰαίης δ᾽ ὀλοὸν τετμήρατο δήνεσι Κίρκης αἷμ᾿ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, νοστήσειν. τὸ μὲν οὐ τις ἀριστήων ἐνόησεν· ἀλλ᾽ ἔθεον, γαίης Υλληΐδος ἐξανιόντες, τηλόθι· τὰς δ᾽ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι, Ισσα τε, Δυσκέλαδός τε, καὶ ἱμερτὴ Πιτύεια. αὐτὰρ ἔπειτ᾽ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο, ἔνθα Ποσειδάων Ασωπίδα νάσσατο κούρην, ἠΰκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης, ἁρπάξας ὑπ᾽ ἔρωτι· μελαινομένην, δὲ μιν ἄνδρες ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ δερκόμενοι, Κέρκυραν ἐπικλείουσι Μέλαιναν. τῇ δ᾽ ἔπι καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ, αἰπεινήν τε Κερωσὸν, ὑπερθε δὲ πολλὸν ἐοῦσαν Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψώ Ατλαντὶς ναίεσκε· τὰ δ᾽ ἠεροειδέα λεύσσειν οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς ἀμφ᾿ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθ' Ηρη. μηδομένη. δ᾽ ἄνυσιν τοῖο πλόου, ὧρσεν ἀέλλας ἀντικρὺ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο νήσοὺ ἐπὶ κραναῆς Ηλεκτρίδος. αὐτίκα δ᾽ ἄφνως ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τὸ ῥ᾽ ἀνὰ μέσσην στεῖραν Αθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. τοὺς δ᾽ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας φθογγήν τε, Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλὸς, οὔτε θυέλλας ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Αψύρτοιο νηλέα νίψειε· Πολυδεύκεα δ᾽ εὐχετάασθαι Κάστορά τ᾽ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους Αὐσονίης ἔμπροσθε πορεῖν ἁλὸς, ᾗ ἔνι Κίρκην δήουσι, Πέρσης τε καὶ Ηελίοιο θύγατρα. Ως Αργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δὲ ἀνόρουσαν Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν, εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δ᾽ ἔχεν ἄλλους ἥρωας Μινύας. ἡ δ᾽ ἔσσυτο πολλὸν ἐπιπρὸ λαίφεσιν, ἐς τ᾽ ἔβαλον μύχατον ῥόον Ηριδανοῖο· ἔνθα ποτ' αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ηελίοιο λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δ᾽ ἔτι νῦν περ τραύματος αἰθομένοιο βαρὺν ἀνεκήκιεν ἀτμόν. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγύ φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι Ηλιάδες, ταναῇσιν, ἑλιγμέναι αἰγείροισι, μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε. αἱ μὲν τ᾽ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται· εὖτ᾽ ἂν δὲ κλύζῃσι κελαινῆς οἴδματι λίμνης ἠϊόνας πνοιὴ πολυηχέος ἐξ ἀνέμοιο, δὴ τότ᾽ ἐς Ηριδανόν προκυλίνδεται ἀθρόα πάντα κυμαίνοντι ῥόῳ. Κελτοὶ δὲ ἐπὶ βάξιν ἔθεντο, ὡς ἄρ᾽ Απόλλωνος τάδε δάκρυα Λητοΐδαο συμφέρεται δίναις, ἃ τε μυρία χεῦε πάροιθεν, ἦμος Υπερβορέων ἱερὸν γένος εἰσαφίκανεν, οὐρανῶν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, χωόμενος περὶ παιδὶ, τὸν ἐν λιπαρῇ Λακερείῃ δία Κορωνὶς ἔτικτεν ἐπὶ προχοῆς Αμύροια. καὶ τὰ μὲν ὣς κείνοισι μετ᾿ ἀνδράσι κεκλήϊσται. τοὺς δὲ οὔτε βρώμης ἥρει πόθος, οὐδὲ ποτοῖο, οὔτ᾽ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλ᾽ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περὶ βληχρὸν βαρύθοντες ὀδμῇ λευγαλέῃ, τὴν δ᾽ ἄσχετον ἐξανίεσκον τυφομένου Φαέθοντος ἐπιροαὶ Ηριδανοῖο· νυκτὸς δ᾽ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον Ηλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν, οἷον ἐλαιηραὶ στάγες, ὕδασιν ἐμφορέοντο. Εκ δὲ τόθεν Ροδανοῖο βαθὺν ῥόον εἰσανέβησαν, ὅστ᾽ εἰς Ηριδανὸν μετανίσσεται· ἄμμιγω δ᾽ ὕδωρ ἐν ξυνοχῇ βέβρυχε κυκώμενον. αὐτὰρ ὃ γαίης ἐκ μυχάτης, ἵνα τ᾽ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, ἔνθεν ἀπορνύμενος, τῇ μέντ᾽ ἐπερεύγεται ἀκτὰς Ωκεανοῦ, τῇ δ᾽ αὖτε μετ' Ιονίην ἅλα βάλλει, τῇ δ᾽ ἐπὶ Σαρδόνιον πέλαγος, καὶ ἀπείρονα κόλπον, ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ᾽ ἄρα τοῖο λίμνας εἰσέλασαν δυσχείμονας, αἱ τ᾽ ἀνὰ Κελτῶν ἤπειρον πέπτανται ἀθέσφαται· ἔνθα κεν οἱ γε ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορὼξ κόλπον ἐς Ωκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν. ἀλλ᾿ Ηρη σκοπέλοιο καθ᾽ Ερκυνίου ἰάχησεν, οὐρανόθεν προθοροῦσα· φόβῳ δ᾽ ἐτίναχθεν ἀϋτῆς πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὑπο, καὶ ῥ᾽ ἐνόησαν τὴν οἶμον, τῇ πέρ τε καὶ ἔπλετο νόστος ἰοῦσι. δηναιοὶ δ᾽ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο, Ηρης ἐννεσίῃσι, δι᾽ ἔθνεα μυρία Κελτῶν καὶ Λιγύων περόωντες ἀδήϊοι. ἀμφὶ γὰρ αἰνὴν ἠέρα χεῦε θεὰ πάντ᾽ ἤματα νισσομένοισι. μεσσότατον δ᾽ ἄρα τοί γε διὰ στόμα νηΐ βαλόντες Στοιχάδας εἰσαπέβαν νήσους σόοι, εἵνεκα κούρων Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται ἔμπεδον· οὐδ᾽ οἷον κείνης ἐπίκουροι ἕποντο ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας. Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν νῆσον, ἵνα ψηφίσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις· χροιῇ δὲ κατ' αἰγιαλοῖο κέχυνται εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων· ἐν δὲ λιμὴν Αργῷος ἐπωνυμίην. πεφάτισται. Καρπαλίμως δ᾽ ἐνθένδε δι᾽ ἐξ ἁλὸς οἶδμα νέοντο, Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· ἶξον δ᾽ Αἰαίης λιμένα κλυτόν· ἐκ δ᾽ ἀρὰ νηὸς πείσματ᾽ ἐπ᾿ ἠϊόνων σχεδόθεν βάλον. ἐνθάδε Κίρκην εὔρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν. τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο μύρεσθαι δόκεον· φλὸξ δ᾽ ἀθρόα φάρμακ᾽ ἔδαπτεν. οἶσι πάρος ξείνους θέλγ᾽ ἀνέρας, ὅστις ἵκοιτο· τὴν δ᾽ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν, χερσὶν ἀφυσσαμένη· λῆξεν δ᾽ ὀλαοῖα φόβοια. τῷ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκε. θῆρες δ᾽, οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν, οὐδὲ μὲν οὐδ᾽ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ᾽ ἀπ᾿ ἄλλων συμμιγέες μελέων, κίον ἀθρόοι, ἠὔτε μῆλα ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆϊ. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε χθὼν αὐτὴ μικτοῖσιν ἀρηραμένους μελέεσσιν, οὔπω διψαλέῳ μάλ᾽ ὑπ᾽ ἠέρι πιληθεῖσα, οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο ἰκμάδας αἰνυμένη· τὰ δ᾽ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας· τὼς οἱ γε φυὴν ἀΐδηλοι ἕποντο. ἥρωας δ᾽ ἕλε θάμβος ἀπείριτον· αἶψα δ᾽ ἕκαστος Κίρκης εἴς τε φυὴν, εἴς τ᾽ ὄμματα παπταίνοντες, ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο. Η δ᾽ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων, αὐτίκ᾽ ἔπειτ᾽ ἄψορρον ἀπέστιχε· τοὺς δ᾽ ἅμ᾽ ἕπεσθαι, χειρὶ καταρέξασα, δολοφροσύνῃσιν ἄνωγεν. ἔνθ᾽ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο μίμνεν ἀπηλεγέως· ὁ δ᾽ ἐρύσσατο Κολχίδα κούρην. ἄμφω δ᾽ ἑσπέσθην αὐτὴν ὁδὸν, ἐς τ᾽ ἀφίκοντα Κίρκης ἐς μέγαρον· τοὺς δ᾽ ἐν λιπαροῖσι κέλευσεν ἢ γε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων. τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφ᾽ ἑστίῃ ἀΐξαντες ἵζανον, ἢ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται, ἡ μὲν ἐπ᾿ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα; αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας, ᾧπέρ τ᾿ Αἰήταο πάϊν κτάνεν· οὐδέ ποτ᾿ ὄσσε ἰθὺς ἐνὶ· βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ᾽ ἔγνω Κίρκη φύξιον οἶτον, ἀλιτροσύνας τε φόνοιο. τῷ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ικεσίοιο, ὃς μέγα μὲν κοτέει, μέγα δ᾽ ἀνδροφόνοισιν ἀρήγει, ῥέζε θυηπολίην, οἵῃ τ᾽ ἀπολυμαίνονται νηλειεῖς ἱκέται, ὅτ᾽ ἐφέστιοι ἀντίοωσι. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἢ γε φόνοιο. τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας τέγγεν, ἐπιτμήγουσα δέρην· αῦτις δὲ καὶ ἄλλοις μείλισσε χύτλοισι, καθάρσιον ἀγκαλέουσα Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ᾽ ἔνεικαν Νηϊάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. ἡ δ' εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσι δαῖεν ἐπ᾿ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο σμερδαλέας παύσειεν Εριννύας, ἠδὲ καὶ αὐτὸς εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, εἴτ᾽ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας, εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν. Αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δὴ τότ᾽ ἔπειτα εἶσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισι, καὶ δ᾽ αὐτὴ πέλας ἶζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ χρειώ, ναυτιλίην τε, διακριδὸν ἐξερέεινεν, ἠδ᾽ ὑπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ᾿ ἰόντες αὕτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων μνῆστις ἀεικελίη δῦνε φρένας ὁρμαίνουσαν · ἵετο δ᾽ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφὴν, αὐτίχ᾽ ὅπως ἐνόησεν ἀπ᾿ οὔδεὸς ὅσσε βαλοῦσαν. πᾶσα γὰρ Ηελίου γενεὴ ἀρίδηλος ἰδέσθαι. ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην. ἡ δ᾽ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξε, Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο κούρη μειλιχίως, ἠμὲν στόλον, ἠδὲ κελεύθους ἡρώων, ὅσα τ᾽ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις· ὡς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς, ὡς τ᾽ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς σὺν παισὶ Φρίξοιο· φόνον δ᾽ ἀλέεινεν ἐνίσπειν Αψύρτου. τὴν δ᾽ οὐ τι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης μυρομένην ἐλέηρεν, ἔπος δ᾽ ἐπὶ τοῖσιν ἔειπε. Σχετλίη, ἡ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον. ἔλπομαι οὐκ ἐπὶ δὴν σε βαρὺν χόλον Αἰήταο ἐκφυγέειν· τάχα δ᾽ εἶσι καὶ Ελλάδος ἤθεα γαίης τισόμενος φόνον υἷος, ὅτ᾽ ἄσχετα ἔργ᾽ ἐτέλεσσας. ἀλλ᾽ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο, ἄλλο μὲν οὐ τι κακὸν μητίσομαι ἐνθάδ᾽ ἰούσῃ· ἔρχεο δ᾽ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα, ὅντινα τοῦτον ἄϊστον ἀείραο πατρὸς ἄνευθε· μηδ᾽ ἐμὲ γουνάσσαιο ἐφέστιος, οὐ γὰρ ἔγωγε αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν. Ως φάτο· τὴν δ᾽ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον ὀφθαλμοῖσι βαλούσα, γόον χέεν, ὄφρα μιν ἥρως, χειρὸς ἐπισχόμενος, μεγάρων ἐξῆγε θύραζε δείματι παλλομένην· λεῖπον δ᾽ ἄπο δώματα Κίρκης. Οὐδ᾽ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλὰ οἱ Ιρις πέφραδεν, εὔτ᾽ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας. αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα στείχοιεν, τὸ καὶ αὖτις ἐποτρύνουσ᾽ ἀγόρευεν. Ιρι φίλη, νῦν, εἴ ποτ᾽ ἐμὰς ἐτέλεσσας ἐφετμὰς, εἰδ᾽ ἄγε, λαιψηρῇσι μετοιχομένη πτερύγεσσι, δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανίοῦσαν. κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα ἐλθεῖν εἰς ἀκτὰς, ὅθι τ᾽ ἄκμονες Ηφαίστοιο χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν· εἰπὲ δὲ κοιμῆσαι φύσας πυρὸς, εἰσόκεν Αργὼ τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν, Αἴολον, ὅστ᾽ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει· καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὡς κεν ἀήτας πάντας ἀπολήξειεν ὑπ᾽ ἠέρι, μηδέ τις αὔρη τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω, ὄφρ᾽ οἱ γ᾽ Αλκινόου. Φαιήκιδα νῆσον ἵκωνται. Ως ἔφατ᾿· αὐτίκα δ' Ιρις ἀπ᾿ Οὐλύμποιο θοροῦσα τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ᾽ ἐνὶ πόντῳ Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασι. πρώτην δ᾽ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μύθον Ήρης ἐννεσίῃς, ὧρσέ τέ μιν εἰς ὃ νέεσθαι. δεύτερα δ᾽ εἰς Ηφαιστον ἐδύσατο· παῦσε δὲ τόν γε ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δ᾽ ἀϋτμῆς αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν Αἴολον Ιππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο, τόφρα Θέτις, Νηρῆα κασιγνήτας τε λιποῦσα, ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ηρην· ἡ δέ μιν ἆσσον ἑεῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον. Κέκλυθινῦν, Θέτιδία, τὰ τοι ἐπιέλδομ᾽ ἐνίσπειν. οἶσθα μὲν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως Αἰσονίδης, οἱ τ᾽ ἄλλοι ἀοσσητῆρες ἀέθλου, οἵως τέ σφ᾽ ἐσάωσα διὰ πλαγκτὰς περόωντας πέτρας, ἔνθα πυρὸς δειναὶ βρομέουσι θύελλαι, κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσι. νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν, ἠδὲ Χάρυβδιν δεινὸν ἐρευγομένην, δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ ἐξέτι νηπυτίης αὐτὴ τρέφον, ἠδ᾽ ἀγάπησα ἔξοχον ἀλλάων, αἱ τ᾽ εἰν ἁλὶ ναιετάουσιν, οΰνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν, ἠὲ σὺν ἀθανάτῃς, ἠὲ θνητῇσιν ἰαύειν. ἀλλ᾽ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα, ἠλεύω· ὁ δ᾽ ἔπειτα πελώριον ὅρκον ὄμοσσε, μήποτέ σ᾽ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν. ἔμπης δ᾽ οὐ μεθίεσκεν ὀπιπτεύων ἀέκουσαν, εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα, ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο παῖδα τεκεῖν· τῷ καὶ σε λιλαιόμενος μεθέηκε, δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι ἀθανάτων, ἀλλ᾽ αἰὲν ἑὸν κράτος εἰρύοιτο. αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας, τέκνα τε φιτύσαιο· θεοὺς δ᾽ ἐς δαῖτ᾽ ἐκάλεσσα πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς. ἀλλ᾽ ἄγε, καί τινά τοι νημερτέα μῦθον ἐνίψω. εὔτ᾽ ἂν ἐς Ηλύσιον πεδίον τεὸς υἱὸς ἵκηται, ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο Νηϊάδες κομέουσι, τεοῦ λίπτοντα γάλακτος, χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο Μηδείης· σὺ δ᾽ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα, ἠδ᾽ αὐτῷ Πηλῆϊ. τί τοι χόλος ἐστήρικται; ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη. ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ηφαιστον όΐω λωφήσειν πρήσοντα πυρὸς μένος, Ιπποτάδην δὲ Αἴολον ὠκείας ἀνέμων ἄϊκας ἐρύξειν, νόσφιν ἐϋσταθέος Ζεφύρου, τείως κεν ἵκωνται Φαιήκων λιμένας· σὺ δ᾽ ἀκηδέα μήδεο νόστον. δεῖμα δε τοι πέτραι καὶ ὑπέρβια κύματ᾽ ἔασι μοῦνον, ἃ κε τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις. μηδὲ σὺ γ᾽ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν, ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι, Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκῳ νυκτιπόλος Εκάτη, τήν τε κλείουσι Κράταιϊν, μήπως σμερδαλέησιν ἐπαΐξασα γένυσσι λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ᾽ ἔχε νῆα κεῖσ᾽, ὅθιπερ τυτθή γε παραίβασις ἔσσετ᾽ ὀλέθρου. Ως φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ· Εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος, ἠδὲ θύελλαι ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦτ᾽ ἂν ἔγωγε θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος, νῆα σαωσέμεναι, Ζεφύρου λίγα κινυμένοιο. ἀλλ᾽ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν, ὄφρα κασιγνήτας μετελεύσομαι, αἱ μοι ἀρωγοὶ ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι᾽ ἀνῆπται, ὡς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι. Η, καὶ ἀναΐξασα κατ᾿ αὐθέρος ἔμπεσε δίναις κυανέου πόντοιο· κάλει δ᾽ ἐπαμυνέμεν ἄλλας αὐτοκασιγνήτας Νηρηΐδας· αἱ δ᾽ ἀΐουσαι ἤντεον ἀλλήλῃσι· Θέτις δ᾽ ἀγόρευεν ἐφετμὰς Ήρης· αἶψα δ᾽ ἴαλλε μετ᾽ Αὐσονίην ἅλα πάσας. αὐτὴ δὲ ὠκυτέρη ἀμαρύγματος, ἠὲ βολάων ἠελίου, ὅτ᾽ ἄνεισι περαίης ὑψόθι γαίης, σεύατ᾽ ἴμεν λαιψηρὰ δι᾽ ὕδατος, ἔς τ᾿ ἀφίκανεν ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο. τοὺς δ' εὖρε παρὰ νηῒ σόλῳ ῥιπῇσί τ᾽ ὀἴστῶν τερπομένους· ἡ δ᾽ ἀσσον ὀρεξαμένη χερὸς ἄκρης Αἰακίδεω Πηλῆος· ὃ γάρ ῥὰ οἱ ἦεν ἀκοίτης, οὐδέ τις εἰσιδέειν δύνατ᾽ ἔμπεδον· ἀλλ᾽ ἄρα τῷ γε οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε. Μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἦσθε μένοντες· ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηὸς, Ηρη πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῆς πασσυδίη κοῦραι Νηρηΐδες ἀντιόωσι, νῆα διὲκ πέτρας, αἱ τε Πλαγκταὶ καλέονται, ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὄμμι κέλευθος. ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὔτ᾽ ἂν ἴδηαι ἀντομένην σὺν τῇσι· νόῳ δ᾽ ἔχε, μή με χολώσης πλεῖον ἔτ᾽, ἢ τοπάροιθεν ἀπηλεγέως ἐχόλωσας. Η, καὶ ἔπειτ᾽ ἀΐδηλος ἐδύσατο βένθεα πόντου· τὸν δ᾽ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ᾿ ἰοῦσαν ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν, χωσαμένη Αχιλῆος ἀγαυοῦ νηπίάχοντος. ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιε νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δ᾽ αὖτε ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο ἀθάνατος, καί οἱ στυγερὸν χροϊ γῆρας ἀλάλκοι. αὐτὰρ ὅ γ᾽ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησε παῖδα φίλον σπαίροντα διὰ φλογός· ἦκε δ᾽ ἀϋτὴν σμερδαλέην ἐσιδὼν, μέγα νήπιος· ἡ δ᾽ ἀΐουσα τὸν μὲν ἄρ᾽ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα· αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠὔτ᾽ ὄνειρος, βῆ ρ᾽ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον χωσαμένη· μετὰ δ᾽ οὐ τι παλίσσυτος ἵκετ᾽ ὀπίσσω. τῷ μὲν ἀμηχανίη δῆσε φρένας· ἀλλὰ καὶ ἔμπης πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις. οἱ δ' ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους, ἐσσυμένως δόρπον τε χαμεύνας τ᾽ ἀμφεπένοντο, τῆς ἔνι δαισάμενοι νύκτ᾽ ἄεσαν, ὡς τοπάροιθεν. Ημος δ᾽ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ηὼς, δὴ τότε λαιψηροῖο κατηλυσίῃ Ζεφύροιο βαΐνον ἐπὶ κληΐδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο εὐναίας εἶλκον περιγηθέες, ἄλλα τε πάντα ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης. νῆα δ᾽ ἐϋκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον καλὴν, ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι Σειρήνες σίνοντ' Αχελωΐδες, ἡδείῃσι θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο. τὰς μὲν ἄρ᾽ εὐειδὴς Αχελώῳ εὐνηθεῖσα γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς θυγατέρ᾿ ἰφθίμην ἀδμῆτ᾽ ἔτι πορσαίνεσκον ἄμμιγα μελπόμεναι· τότε δ᾽ ἄλλο μὲν οἰωνοῖσιν, ἄλλο δὲ παρθενικῆς ἐναλίγκιαι ἔσκον ἰδέσθαι. αἰεὶ δ᾽ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο, τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δ᾽ ἄρα καὶ τοῖς ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δ᾽ ἀπὸ νηὸς ἤδη πείσματ᾽ ἔμελλον ἐπ᾿ ἠϊόνεσσι βαλέσθαι, εἰ μὴ ἄρ᾽ Οἰάγροιο πάϊς Θρηΐκιος Ορφεὺς Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας κραιπνὸν ἐϋτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς, ὄφρ᾽ ἄμυδις κλονέοντος ἐπιβρομέοιντο ἀκουαὶ κρεγμῷ· παρθενικὴν δ᾽ ἐνοπὴν ἐβιήσατο φόρμιγξ. νῆα δ᾽ ὁμοῦ Ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα πρυμνόθεν ὀρνύμενον· ταὶ δ᾽ ἄκριτον ἵεσαν αὐδήν. ἀλλὰ καὶ ὡς Τελέοντος ἐὓς πάϊς, οἷος ἑταίρων προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς· νῆχε δὲ πορφυρέοιο δι' οἴδματος, ὄφρ᾽ ἐπιβαίη, σχέτλιος. ἢ τὸ οἱ αἶψα καταυτόθι νόστοῦ ἀπηύρων· ἀλλά μιν οἰκτείρασα θεὰ Ερυκος μεδέουσα Κύπρις ἔτ᾽ ἐν δίναις ἀνερείψατο, καὶ ῥ᾽ ἐσάωσε πρόφρων ἀντομένη Λιλυβηΐδα ναιέμεν ἄκρην. οἱ δ᾽ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ᾽ ὄπαζον κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν. τῇ μὲν γὰρ Σκύλλης λισσὴ προὐφαίνετο πέτρη· τῇ δ᾽ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις· ἄλλοθι δὲ πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι ῥόχθεον, ἦχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλόξ ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης. καπνῷ δ᾽ ἀχλυόεις αἰθὴρ πέλεν· οὐδέ κεν αὐγὰς ἔδρακες ἠελίοιο. τότ᾽ αὖ λήξαντος ἀπ᾿ ἔργων Ηφαίστου, θερμὴν ἔτι κήκιε πόντος ἀϋτμήν. ἔνθα σφιν κοῦραι Νηρηΐδες ἄλλοθεν ἄλλαι ἤντεον· ἡ δ᾽ ὄπιθε πτέρυγος θίγε πηδαλίοιο δία Θέτις· πλαγκτῇσι δ᾽ ἐνὶ σπιλάδεσσιν ἔρυσσαν. ὡς δ᾽ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτ᾽ ὄπισθεν, ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται· ὡς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο Αργώῃ περὶ νηΐ, Θέτις δ᾽ ἴθυνε κελεύθους. καί ρ᾽ ὅτε δὴ Πλαγατῇσιν ἐνιχρίμπτεσθαι ἔμελλον, αὐτίκ᾽ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας, ὑψοῦ ἐπ᾿ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς ῥώοντ᾽ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσι. τὴν δὲ παρῃορίην κόπτε ρόος· ἀμφὶ δὲ κῦμα λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν. αἱ δ᾽ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον, ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου ἠρήρεινθ᾽, ὅθι πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα. αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαὶ, δίχα κόλπον ἐπ᾿ ἰξύας εἱλίξασαι, σφαίρῃ ἀθύρουσι περιηγέϊ· τὴν μὲν ἔπειτα ἄλλη ὑπ᾽ ἐξ ἄλλης δέχεται, καὶ ἐς ἠέρα πέμπει ὕψι μεταχθονίην· ἡ δ᾽ οὔποτε πίλναται οὔδει· ὡς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθε πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ. τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἐπὶ λισσάδος ἄκρης ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας Ηφαιστος θηεῖτο, καὶ αἰγλήεντος ύπερθεν οὐρανοῦ ἑστηνῖα Διὸς δάμαρ· ἀμφὶ δ᾽ Αθήνῃ βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν. ὅσση δ᾽ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα, τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι νῆα διὲκ πέτρας πολυηχέας· οἱ δ᾽ ἀνέμοιο αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ᾽ ἄμειβον Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ηελίοιο. ἔνθ᾽ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσι δῦνον, ἐπεί ρ᾽ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς. τοὺς δ᾽ ἄμυδις βληχή τε δι' ἠέρος ἵκετο μήλων, μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ᾿ ἔβαλλε. καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ηελίοιο, ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα· Λαμπετίη δ᾽ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ βοσκομένας ποταμοῖο παρ᾽ ὕδασιν εἰσορόωντο ἀμπεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦε κυανέη μετὰ τῆσι δέμας, πᾶσαι δὲ γάλακτι εἰδύμεναι, χρυσέοις κεράεσσιν κυδιάασκον. καὶ μὲν τὰς παράμειβον ἐπ᾽ ἤματι· νυκτὶ δ᾽ ἰούσῃ πεῖρον ἁλὸς μέγα λαϊτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις Ηὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν. Εστι δέ τις πορθμοῖο παροιτέρη Ιονίοιο ἀμφιλαφής πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος, ᾖ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις, ἵλατε Μοῦσαι, οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος, ᾧ ἀπὸ πατρὸς μήδεα νηλειῶς ἔταμε Κρόνος· (οἱ δὲ ἑ Δηοῦς κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίη, Τιτῆνας δ᾽ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι, Μάκριδα φιλαμένη.) Δρεπάνη τόθεν ἐκλήϊσται οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὡς δὲ καὶ αὐτοὶ αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασι. τοὺς Αργὼ πολέεσσιν ἐνισχομένη καμάτοισι Θρινακίης αὔρης ἵκετ᾿ ἐξ ἁλός· οἱ δ᾽ ἀγανῇσιν Αλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας δειδέχατ᾿ ἀσπασίως· ἐπὶ δὲ σφίσι καγχαλάασκε πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. καὶ δ᾽ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο, τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· ὧδε μάλ᾽ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη Κόλχων, οἳ Πόντοιο κατὰ στόμα, καὶ διὰ πέτρας Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. Μήδειαν δ᾽ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι ἵεντ᾽ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀϋτὴν νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν, αὐθί τε, καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. ἀλλὰ σφέας κατέρυκεν ἐπειγομένους πολέμοιο κρείων Αλκίνοος. λελίητο γὰρ ἀμφοτέροισι· δηϊοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λύσαι. κούρη δ' οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν Αρήτης γούνων ἀλόχου θίγεν Αλκινόοιο. Γουνοῦμαι, βασίλεια· σὺ δ᾽ ἵλαθι, μηδ' ἐμὲ Κόλχοις ἐκδῴης, ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς μία φέρβεαι, οἶσιν ἐς ἄτην ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι μαργοσύνης. ἴστω δ᾽ ἱερὸν φάος Ηελίοιο, ἴστω νυκτιπόλου Περσηΐδος ὄργια κούρης, μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσι κεῖθεν ἀφορμήθην· στυγερὸν δ᾽ ἐμὲ τάρβος ἔπεισε τῆσδε φυγῆς μνήσασθαι, ὅτ᾽ ἤλιτον· οὐδέ τις ἄλλη μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ᾽ ἐλέαιρε, πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δ᾽ ὀπάσειαν ἀθάνατοι βίοτόν τε τελεσφόρου, ἀγλαΐην τε, καὶ παῖδας, καὶ κῦδος ἀπορθήτοιο πόληος. Τοῖα μὲν Αρήτην γουνάζετο δακρυχέουσα· τοῖα δ᾽ ἀριστήων ἐναμοιβαδὶς ἄνδρα ἕκαστον. Υμέων, ὦ πέριδὴ μέγα φέρτατοι, ἀμφίτ᾽ ἀέθλοις οϋνεκεν ὑμετέροισιν ἀτύζομαι, ἧς ἰότητι ταύρους τ᾽ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν κείρετε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. ἥδ᾽ ἐγὼ, ἢ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας, ἢ δόμον, ἢ σύμπασαν ἐϋφροσύνην βιότοιο· ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις ἤνυσα· καὶ γλυκεροῖσιν ἔτ᾽ εἰσόψεσθε τοκῆας ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων το4ο ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατ᾿ Εριννύν Ικεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν Αἰήτεω, λώβη πολυπήμονι δηωθῆναι. οὐ νηοὺς, οὐ πύργον ἐπίροθον, οὐκ ἀλεωρὴν ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδ᾽ ἐνὶ θυμῷ αἰδεῖσθε ξείνης μ᾽ ἐπὶ γούνατα χεῖρας ἀνάσσης δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσι, κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις, αὐτῷ τ᾿ Αἰήτῃ ὑπερήνορι· νῦν δὲ μέθεσθε ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασι. Ως φάτο λισσομένη· τῶν δ᾽ ὅντινα γουνάζοιτο, ὃς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. σεῖον δ᾽ ἐγχείας ἐϋήκεας ἐν παλάμησι, φάσγανά τ᾽ ἐκ κολεῶν· οὐδὲ σχήσεσθαι ἀρωγῆς ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειε. στρευγομένοις δ᾽ ἀν᾿ ὅμιλον ἐπήλυθεν εὐνήτειρα Νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν Ιο6ογαῖαν ὁμῶς· τὴν δ᾽ οὐ τι μίνυνθά περ εὔνασεν ὕπνος. ἀλλὰ οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει ἐννυχίη· τὴν δ᾽ ἄμφι κινύρεται ὀρφανὰ τέκνα χηροσύνῃ πόσιος· σταλάει δ᾽ ὑπὸ, δάκρυ παρειὰς μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· ὣς τῆς ἰκμαίνοντο παρηΐδες· ἐν δὲ οἱ ἦτορ ὀξείῃς είλεῖτο πεπαρμένον ἀμφ᾽ ὀδύνῃσι. Τὼ δ᾽ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τοπάροιθε, κρείων Αλκίνοος, πολυπότνιά τ᾿ Αλκινόοιο Αρήτη ἄλοχος, κούρης πέρι μητιάασκον οἶσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δ᾽ ἀκοίτην. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις. Ναὶ φίλος, εἰ δ᾽ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων παρθενικὴν, Μινύαισι φέρων χάριν. ἐγγύθι δ᾽ Αργος ἡμετέρης νήσοιο, καὶ ἀνέρες Αἱμονιῆες· Αἰήτης δ᾽ οὔτ᾽ ἂρ ναίει σχεδὸν, οὐδέ τι ἴδμεν Αἰήτην, ἀλλ᾽ οἷον ἀκούομεν· ἡ δὲ κυ κούρη - αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκε φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακὸν, οἶάτε πολλὰ ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη, ὑπάλυξε πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ιήσων, ὡς ἀΐω, μεγάλοισιν ἐνίσχεται ἐξ ἔθεν ὅρκοις, κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν. τῷ, φίλε, μήτ᾽ οὖν αὐτὸς ἑκὼν ἐπίορκον ὀμόσσαι θείης Αἰσονίδην, μήτ᾽ ἄσχετα σεῖο ἕκητι παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. λίην γὰρ δύσζηλοι ἑῇς ἐπὶ παισὶ τοκῆες· οἷα μὲν Αντιόπην ἐϋώπιδα μήσατο Νυκτεύς· οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ᾽ ἀνέτλη, πατρὸς ἀτασθαλίῃσι· νέον γε μὲν, οὐδ᾽ ἀπὸ τηλοῦ, ὕβριστὴς Έχετος γλήναις ἔνι χάλκεα κέντρα πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ. Ως ἔφατ᾿ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο ἧς ἀλόχου μύθοισιν, ἔπος δ᾽ ἐπὶ τοῖον ἔειπεν. Αρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις, λώϊον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. καί κ᾿ ἐθέλων, ἕκαθέν περ, ἐφ᾿ Ελλάδα νεῖκος ἄροιτο. τῷ μ᾽ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. παρθενικὴν μὲν ἐοῦσαν, ἑῷ ἀπὸ πατρὶ κομίσσαι ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν, οὐ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδὲ, γενέθλην εἴ τιν ὑπὸ σπλάγχνοισι φέρει, δηΐοισιν ὀπάσσω. Ως ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος.1110 ἡ δ᾽ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ᾽· αὐτίκα δ᾽ ὧρτο ἐκ λεχέων ἀνὰ δῶμα. συνήϊξαν δὲ γυναῖκες ἀμφίπολοι, δέσποιναν ἑὴν μεταποιπνύουσαι. σῖγα δ᾽ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν, ᾗσιν ἐφημοσύνῃσιν ἐποτρυνέοντα μιγῆναι Αἰσονίδην κούρῃ· μηδ' Αλκίνοον βασιλῆα λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει, παρθενικὴν μὲν ἐοῦσαν, ἑοῦ ποτὶ δώματα πατρὸς ἐκδώσειν· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν, οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. Ως ἄρ᾽ ἔφη· τὸν δ᾽ αἶψα πόδες φέρον ἐκ μεγάροιο; ὡς κεν Ιήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν Αρήτης, βουλάς τε θεουδέος Αλκινόοιο. τοὺς δ᾽ εὖρε παρὰ νηϊ σὺν ἔντεσιν ἐγρήσσοντας Υλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δ᾽ ἄρα πᾶσαν πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. Αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν, ᾗ θέμις, εὐαγέως ἐπιβώμια μῆλ᾽ ἐρύσαντες, Πλοαὐτονυχὶ κούρη θαλαμήϊον ἔντυον εὐνὴν ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιε, κούρη Αρισταίοιο μελίφρονος, ὃς ῥα μελισσέων ἔργα, πολυκμήτοιό τ᾽ ἀνεύρατο πίαρ ἐλαίης, κείνη δὴ πάμπρωτα Διὸς Νυσήϊον υἷα Εὐβοίης ἔντοσθεν Αβαντίδος ᾧ ἐνὶ κόλπῳ δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χείλος ἔδευσεν, εὐτέ μιν Ερμείης φέρεν ἐκ πυρός· ἔδρακε δ' Ηρη, καί ὁ χολωσαμένη πάσης ἐξήλασε νήσου. ἡ δ᾽ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτησιν. ἔνθα τότ᾽ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δ᾽ ὕπερθε χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο τιμήεις ὁ γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφι Νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλᾳ κόλποις ἐσφόρεον: πάσας δὲ, πυρὸς ὡς, ἄμφεπεν αἴγλη· τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. δαῖε δ᾽ ἐν ὀφθαλμοῖς γλυκερὸς πόθος· ἴσχε δ᾽ ἑκάστην αἰδὼς, ἱεμένην περ ὁμῶς ἐπὶ χεῖρα βαλέσθαι. αἱ μὲν τ᾽ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· αἱ δ᾽ ὄρεος κορυφὰς Μελιτηΐου ἀμφενέμοντο· αἱ δ᾽ ἔσαν ἐκ πεδίων ἀλσηΐδες. ὠρσε γὰρ αὐτὴ Ηρη Ζηνὸς ἄκοιτις, Ιήσονα κυδαίνουσα. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληΐζεται ἄντρον Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν, τεινάμεναι ἑανοὺς ἐϋώδεας. οἱ δ᾽ ἐνὶ χερσὶ δούρατα νωμήσαντες ἀρήϊα, μὴ πρὶν ἐς ἀλκὴν δυσμενέων ἀΐδηλος ἐπιβρίσειεν ὅμιλος, κράατα δ᾽ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν, ἐμμελέως, Ορφῆος ὑπὸ λίγα φορμίζοντος, νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. οὐ μὲν ἐν Αλκινόοιο γάμον μενέηνε τελέσσαι ἥρως Αίσονίδης, μεγάροις δ᾽ ἐνὶ πατρὸς ἑοῖο, νοστήσας ἐς Ιωλκὸν ὑπότροπος· ὡς δὲ καὶ αὐτὴ Μήδεια φρονέεσκε· τότ᾽ αὖ χρεὼ ἦγε μιγῆναι. ἀλλὰ γὰρ οὐ ποτε φύλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δὲ τις αἰεὶ πικρή παρμέμβλωκεν ἐϋφροσύνῃσιν ἀνίη. τῷ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι δεῖμ᾽ ἔχεν, ᾗ τελέοιτο διάκρισις Αλκινόοιο. Ηὼς δ᾽ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσι λῦε κελαινὴν νύκτα δι' ἠέρος· αἱ δ᾽ ἐγέλασσαν ἠϊόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· κίνυντ᾽ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ᾽ ἀπὸ τηλοῦ Κόλχοι Μακριδίης ἐνὶ πείρασι χερνήσοίο. αὐτίκα δ᾽ Αλκίνοος μετεβήσατο συνθεσίῃσιν ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δ᾽ ὅγε χειρὶ ομοι σκῆπτρον ἔχε χρυσοῖο δικασπόλον, ᾧ ὕπο πολλοί ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. τῷ δὲ καὶ ἑξείης πολεμήϊα τεύχεα δύντες Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων βαῖνον ἐποψόμεναι· σὺν δ᾽ ἀνέρες ἀγροιῶται ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξινιες Ηρη ἐπιπροέηκεν. ἄγεν δ᾽ ὁ μὲν ἔκκριτον ἄλλων ἀρνειὸν μήλων, ὁ δ᾽ ἀεργηλὴν ἔτι πάρτιν· ἄλλοι δ᾽ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου σακίρνασθαι· θυέων τ᾽ ἀπὸ τηλόθι κήκιε λιγνύς. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες, μείλιά τε χρυσοῖο, καὶ ἀλλοίην ἐπὶ τοῖσιν ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· θάμβεον δ᾽ εἰσορόωσαι ἀριπρεπέων ἡρώων εἴδεα καὶ μορφὰς, ἐν δὲ σφίσιν Οἰάγροιο υἱὸν ὑπαὶ φόρμιγγος ἐϋκρέκτου καὶ ἀοιδῆς ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ, Νύμφαι δ᾽ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο, ἱμερόενθ᾽ ὑμέναιον ἀνήπυον· ἄλλοτε δ᾽ αὖτε οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον, Ηρη, σεῖό γ᾽ ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας Αρήτης, πυκινὸν φάσθαι ἔπος Αλκινόοιο. αὐτὰρ ὅγ᾽ ὡς ταπρῶτα δίκης ἀνὰ πείρατ' ἔειπεν. ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήϊστο, ἔμπεδον ὡς ἀλέγυνε διαμπερές· οὐδὲ ἑ τάρβος οὐλοὸν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο μήνιες, ἀῤῥήκτοισι δ᾽ ἐνιζεύξας ἔχεν ὅρκοις. τῷ καὶ ὅτ᾽ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες, καὶ σφέας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν, ἢ λιμένων γαίης τ᾽ ἀπὸ τηλόθι νῆας ἐέργειν, δὴ τότε δὴ βασιλῆος ἑοῦ τρομέοντες ἐνιπὰς, δέχθαι ἐμειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ δὴν μάλα Φαιήκεσαι μετ᾿ ἀνδράσι ναιετάασκους εἰσότε Βακχιάδαι, γενεὴν Εφύρηθεν ἐόντες, ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Αβάντων οὔρεα, Νεσταίους τε, καὶ Ωρικον εἰσαφικέσθαι· ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. Μοιράων δὲ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται καὶ Νυμφέων, Νομίοιο καθ' ἱερὸν Απόλλωνος βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δὲ ἰοῦσιν Αλκίνοος Μινύαις ξεινήϊα, πολλὰ δ᾽ ὄπασσεν Αρήτης μετά δ᾽ αὐτε δυώδεκα δῶκεν ἕπεσθαι Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο. ἤματι δ᾽ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ᾽ οὖρος ἀκραὴς ἠῶθὲν ὑπὲκ Διός· οἱ δ᾽ ἀνέμοιο πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω αἴσιμον ἦν ἐπιβῆναι Αχαϊΐδος ἡρώεσσιν, ὄφρ᾽ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν. Ήδη μὲν ποτὶ κόλπον ἐπώνυμον Αμπρακιήων, ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισι λαίφεσι, καὶ στεινὰς αὐταῖς σὺν Εχινάσι νήσους ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα· καὶ τότ᾽ ἀναρπάγδην ὀλοὴ Βορέαο θύελλα μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρ᾽ ἤματα, μέχρις ἵκοντο προπρὸ μάλ᾽ ἔνδοθι Σύρτιν, ὅθ᾽ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει, ὅτε τον γε βιώατο κόλπον ἱκέσθαι. πάντη γὰρ τέναγος, πάντη μνιόεντα βυθοῖο τάρφεα· κούφη δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη· ἠερίη δ᾽ ἄμαθος παρακέκλιται· οὐδὲ τι κεῖσε ἑρπετὸν οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ᾽ ἄρα τούς γε. πλυμμυρὶς (καὶ γὰρ τ᾿ ἀναχάζεται ἠπείροιο ἢ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς λάβρον ἐποιχόμενον) μυχάτῃ ἐνέωσε τάχιστα ἠϊόνι, τρόπιος δὲ μάλ᾽ ὕδασι παῦρ᾽ ἐλέλειπτο. οἱ δ᾽ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ᾽ ἕλεν εἰσορόωντας ἠέρα, καὶ μεγάλης νῶτα χθονός, ἠέρι δ᾽ ἶσα τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τιν᾿ ἀρδμὸν, οὐ πάτον, οὐκ ἀπάνευθε καταυγάσσαντο βοτῆρα αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ. ἄλλος δ᾽ αὐτ᾽ ἄλλον τετιημένος ἐξερέεινε. Τις χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι ἡμέας; αἴθ᾽ ἔτλημεν, ἀφειδέες οὐλομένοιο δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων. ἦτ᾽ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσι βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. νῦν δὲ τί κε ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον, οἷον ἐρήμη πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο; Ως ἄρ᾽ ἔφη· μετὰ δ᾽ αὐτὸς ἀμηχανίῃ κακότητος ἰθυντὴρ Αγκαῖος ἀκηχέμενος ἀγόρευσεν· Ωλόμεθ' αἰνότατον δῆθεν μόρον, οὐδ᾽ ὑπάλυξις ἔστ᾽ ἄτης· πάρα δ' ἄμμὶ τὰ κύντατα πημανθῆναι τῇδ᾽ ὑπ᾿ ἐρημαίῃ πεπτηότας, εἴ κεν ἀῆται χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω, τῆλε περισκοπέων, ἅλα πάντοθεν· ἤλιθα δ᾽ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισι. καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ᾽ ἐκεάσθη νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσε. νῦν δ᾽ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ᾽ ἅλμη ἄπλους είλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα. τοὔνεκ᾽ ἐγὼ πᾶσαν μὲν ἀπ᾿ ἐλπίδα φημὶ κεκόφθαι ναυτιλίης νόστου τε. δαημοσύνην γέ τις ἄλλος φήνειεν· πάρα γάρ οἱ ἐπ᾽ οἰήκεσσι θαάσσειν μαιομένῳ κομιδῆς. ἀλλ᾽ οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφ᾽ ἡμετέροισι τελέσσαι. Ως φάτο δακρυόεις· σὺν δ᾽ ἔννεπον ἀσχαλόωντι, ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δ᾽ ἄρα πᾶσι παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς. οἷον δ᾽ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠε τιν᾿ ὄμβρου ἄσπετον, ὅστε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα, ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ᾽ ἐπάγῃσιν οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι᾽ ἠέρος ἄστρα φαείνῃ· ὣς τότ᾽ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ᾽ αὐτίκ᾽ ἐρεμνή ἕσπερος· οἱ δ᾽ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον, ἵν᾿ ἄνδιχα δῆθεν ἕκαστος θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες. βὰν δὲ᾽ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι: ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύχθ᾽ ὑπὸ πᾶσαν καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι, νόσφι δὲ κοῦραι ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί. ὡς δ᾽ ὅτ᾽ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί· ἢ ὅτε καλὰ νάοντος ἐπ᾿ ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσουσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμών ἑρσήεις βρέμεται, ποταμοῖό τε καλὰ ῥέεθρα· ὡς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο. καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ᾿ ἀέθλῳ· ἀλλὰ σφέας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῶσσαι, Λιβύης τιμήοροι, αἱ ποτ' Αθήνην, ἦμος ὅτ᾽ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, ἀντόμεναι Τρίτωνος ἐφ᾽ ὕδασι χυτλώσαντο. ἔνδιον ἦμαρ ἔην, περὶ δ᾽ ὀξύταται θέρον αὐγαὶ ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο ἔσταν, ἕλον δ᾽ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον. αὐτὰρ ὅγ᾽ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ᾽ ἔνεικε, δαίμονας αἰδεσθείς· αὐταὶ δὲ μιν ἀμφαδὸν οἶον - μειλιχίοις· ἐπέεσσιν ἀτυζόμενον προσέειπον. Κάμμορε, τίπτ᾽ ἔτι τόσσον ἀμηχανίῃ βεβόλησαι; ἴδμεν ἐποιχομένους χρύσεον δέρας· ἴδμεν ἕκαστα ὑμετέρων καμάτων, ὅσ᾽ ἐπὶχθονὸς, ὅσσα τ᾽ ἐφ᾽ ὑγρὴν πλαζόμενοι κατὰ πόντον, ὑπέρβια ἔργ᾽ ἐκάμεσθε. οἰοπόλοι δ᾽ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι, ἡρῶσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες. ἀλλ᾽ ἄνα· μηδ᾽ ἔτι τοῖον ὀϊζύων ἀκάχησο· ἄνστησον δ᾽ ἑτάρους. εὔτ᾽ ἂν δὲ του Αμφιτρίτη ἅρμα Ποσειδάωνος ἐϋτροχον αὐτίκα λύσῃ, δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ᾽ ἀμοιβὴν, ὧν ἔκαμε, δηρὸν κατὰ νηδύος ΰμμε φέρουσα καί κεν ἔτ᾽ ἠγαθέην ἐς Αχαϊΐδα νοστήσαιτέ. Ως ἄρ᾽ ἔφαν, καὶ ἄφαντοι ἵν᾽ ἔσταθεν, ἔνθ᾽ ἄρα ταί γε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ιήσων παπτήνας ἀνά ρ᾽ ἕζετ᾽ ἐπὶ χθονὸς, ὧδέ τ᾽ ἔειπεν. Ιλατ᾿ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστω οὔτι μάλ᾽ ἄντικρυς νοέω φάτιν. ἡ μὲν ἑταίρους εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ δήοιμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων. Η, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀΰτει, αὐσταλέος κονίησι, λέων ὣς, ὃς ῥά τ᾽ ἀν᾽ ὕλην σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαθεῖαι φθογγῇ ὑποτρομέουσιν ἀν᾿ οὔρεα τηλόθι βῆσσαι δείματι δ᾽ ἄγραυλοί τε βόες μέγα πεφρίκασι, βουπελάται τε βοῶν· τοῖς δ᾽ οὐ νύ τι γῆρυς ἐτύχθη ῥιγεδανὴ ἑτάροιο φίλοις ἐπικεκλομένοιο. ἀγχοῦ δ᾽ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τοὺς γε ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν. ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα. Κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων, στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἤΰτε κοῦραι, ἔσταν ὑπὲρ κεφαλῆς μάλ᾽ ἐπισχεδόν· ἐκ δ᾽ ἐκάλυψαν, πέπλον ἐρυσσάμεναι κούφῃ χερὶ, καὶ μ᾿ ἐκέλοντο αὐτόν τ᾽ ἔγρεσθαι, ἀνὰ θ᾽ ὑμέας ὄρσαι ἰόντα· · μητέρι δὲ σφετέρῃ μενοεικέα τίσαι ἀμοιβὴν, ὧν ἔκαμε, δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα, ὁππότε κεν λύσῃσιν ἐΰτροχον Αμφιτρίτη ἅρμα Ποσειδάωνος. ἐγὼ δ᾽ οὐ πάγχυ νοῆσαι τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι ἡρῶσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες, καὶ δ᾽ ὁπόσ᾽ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς, ἠδ᾽ ὅσ᾽ ἐφ᾽ ὑγρὴν ἔτλημεν, τὰ ἕκαστα διΐδμεναι εὐχετόωντο. οὐδ᾽ ἔτι τάσδ᾽ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν. Ως ἔφαθ'· οἱ δ᾽ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες. ἔνθα τὸ μήκιστον τεράων Μινύαισιν ἐτύχθη. ἐξ ἀλὸς ἤπειρόνδε πελώριος ἄνθορεν ἵππος, ἀμφιλαφὴς, χρυσέῃσι μετῄορος αὐχένα χαίταις· ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην ὦτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ͵ Πηλεύς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα. Αρματα μὲν δὴ φημὶ Ποσειδάωνος ἔγωγε ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι· μητέρα δ᾽ οὐκ ἄλλην προτιόσσομαι, ἠἑ περ αὐτὴν νῆα πέλειν· ἢ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα νωλεμὲς ἀργαλέοισιν ὀϊζύει καμάτοισιν. ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις ὑψόθεν ἀνθέμενοι, ψαμαθώδεος ἔνδοθι γαίης οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος. οὐ γὰρ ὅ γε ξηρὴν ὑποδύσεται· ἴχνια δ᾽ ἡμῖν σημανέειν τιν' ἔολπα μυχὸν καθύπερθε θαλάσσης. Ως ηὔδα· πάντεσσι δ᾽ ἐπήβολος ἥνδανε μῆτις. Μουσάων ὅδε μῦθος· ἐγὼ δ᾽ ὑπακουὸς ἀείδω Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφὴν, ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων, ᾗ βίῃ, ᾗ τ᾽ ἀρετῇ. Λιβύης ἀνὰ θίνας ἐρήμους νῆα μεταχθονίην, ὅσα τ᾽ ἔνδοθι νηὸς ἄγεσθε, ἀνθεμένους ὤμοισι, φέρειν δυοκαίδεκα πάντα ἤμαθ᾽ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀϊζὺν τις κ᾽ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες; ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν ἔργον, ἀναγκαίῃ βεβολημένοι. αὐτὰρ ἐπιπρὸ τῆλε μάλ᾽ ἀσπασίως Τριτωνίδος οἴδμασι λίμνης ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων, Λυσσαλέοις δ᾽ ἤπειτ᾽ ἴκελοι αυσὶν ἀἴσσοντες πίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτο δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν. οὐδ᾽ ἐμάτησαν πλαζόμενοι· ἶξον δ᾽ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα χώρῳ ἐν Ατλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ Νύμφαι Εσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι. δὴ τότε γ᾽ ἤδη κεῖνος ὑφ᾽ Ηρακλῆϊ δαϊχθεὶς μήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δ᾽ ἄκρῃ οὐρῇ ἔτι σπαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν ἄχρις ἐπ᾿ ἄκνηστιν κεῖτ᾽ ἄπνοος· ἐκ δὲ λιπόντων ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀϊστῶν, μυῖαι πυθομένοισιν ἐφ᾽ ἕλκεσι τερσαίνοντο. ἀγχοῦ δ᾽ Εσπερίδες κεφαλῆς ἐπὶ χεῖρας ἔχουσαι ἀργυφέας ξανθῇσι, λίγ᾽ ἔστενον· οἱ δ᾽ ἐπέλασσαν ἄφνω ὁμοῦ· ταὶ δ᾽ αἶψα κόνις καὶ γαῖα, κιόντων ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ᾽ Ορφεύς θεῖα τέρα, στὰς δέ σφε παρηγορέεσκε λιτῇσι. Δαίμονες ὦ καλαὶ καὶ ἐὕφρονες, ἵλατ᾿ ἄνασσαι, εἴτ᾿ οὖν οὐρανίῃς ἐναρίθμιοι ἐστὲ θεῇσιν, εἴτε καταχθονίῃς, εἴτ᾽ οἰοπόλοι καλέεσθε Νύμφαι· ἴτ᾽ ὦ Νύμφαι, ἱερὸν γένος Ωκεανοῖο, δείξατ᾽ ἐελδομένοισιν, ἐνωπαδὶς ἄμμι φανεῖσαι, ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης ἱερὸν ἐκβλύοντα, θεαὶ, ῥόον, ᾧ ἀπὸ δίψαν αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δὲ κεν αὖτις δή ποτ' Αχαϊΐδα γαῖαν ἱκώμεθα ναυτιλίησι, δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων, λοιβάς τ᾽ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες. Ως φάτο λισσόμενες ἀδινῇ ὀπί· ταὶ δ᾽ ἐλέηραν ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν ποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακροὶ βλάστεον ὅρπηκες· μετὰ δ᾽ ἔρνεα τηλεθόωντα πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠἑξοντο. Εσπέρη, αἴγειρος· πτελέη δ΄, Ερυθηῖς ἔγεντο· Αίγλη δ᾽, ἰτείης ἱερὸν στύπος. ἐκ δὲ νυ κείνων δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὕτως ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δ' Αίγλη, μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας. Ο Η ἄρα δὴ μέγα πάμπαν ἐφ᾽ ὑμετέροισὶν ὄνειαρ δεῦρ᾽ ἔμολε καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας φρουρὸν ὄφιν ζωῆς, παγχρύσεα μῆλα θεάων οἴχετ᾿ ἀειράμενος· στυγερὸν δ᾽ ἄχος ἄμμι λέλειπται. ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν καὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ· νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος ὠμὸν, ἀδέψητον· στιβαρὸν δ᾽ ἔχεν ὄζον ἐλαίης, τόξα τε, τοῖσι πέλωρ τόδ᾽ ἀπέφθισεν ἰοβολήσας. ἤλυθε δ᾽ οὖν κἀκεῖνος, ἅτε χθόνα πεζὸς ὁδεύων, δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδ᾽ ἀνὰ χῶρον, ὕδωρ ἐξερέων, τὸ μὲν οὐ ποθι μέλλεν ἰδέσθαι. ἦν δ᾽ ἄρα τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης, τὴν ὅγ᾽ ἐπιφρασθεὶς, ἢ καὶ θεοῦ ἐννεσίῃσι, λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δ᾽ ἀθρόον ἔβλυσεν ὕδωρ. αὐτὰρ ὅγ᾽ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθείαν νηδὺν, φορβάδι ἶσος ἐπιπροπεσὼν, ἐκορέσθη. Ως φάτο· τοὶ δ᾽ ἀσπαστὸν, ἵνα σφίσι πέφραδεν Αίγλη πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ᾽ ἐπέκυρσαν. ὡς δ᾽ ὁπότε στεινὴν περὶ χηραμὸν εἰλίσσονται γειομόροι μύρμηκες ὁμιλαδὸν, ἢ ὅτε μυῖαι ἀμφ᾽ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυΐαι· ἄπλητον μεμάασιν ἐπήτριμοι· ὣς τότ᾽ ἀολλεῖς πετραίη Μινύαι περὶ πίδακι δινεύεσκον. καί που τὶς διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς. Ω πόποι, ἢ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους Ηρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως δήοιμεν στείχοντα δι' ἠπείροιο κιόντες. Η, καὶ ἀμειβομένων, οἱ τ᾽ ἄρμενοι ἐς τόδε ἔργον, ἔκριθεν, ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν. ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ᾽ ἀνέμοισι· κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν υἷε δύω, πτερύγεσσι πεποιθότε· ποσσὶ δὲ κούφοις Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ ὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος. τὸν μὲν ἄρ᾽ αὖσα θεῶν κείνην ὁδὸν, ἠνορέη τε ὧρσεν, ἵν᾿ Ηρακλῆος ἀπηλεγέως πεπύθοιτο,· Εἰλατίδην Πολύφημον ὅπη λίπε· μέμβλετο γάρ οἱ οὗ ἕθὲν ἀμφ᾽ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα. ἀλλ᾽ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας, νόστου κηδοσύνῃσιν ἔβη διζήμενος Αργὼ τῆλε δι' ἠπείροιο· τέως δ᾽ ἐξίκετο γαῖαν ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρ᾽ ἐδάμασσε, καί οἱ ὑπὸ βλωθρὴν ἀχερωΐδα σῆμα τέτυκται τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ' Ηρακλῆα μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεύς τὼς ἰδέειν, ὡς τις τε νέῳ ἐνὶ ἤματι μήνην ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι. ἐς δ᾽ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτ᾿ ἄλλον μαστῆρα στείχοντα κιχησέμεν· ὡς δὲ καὶ αὐτοὶ ἤλυθον, Εὔφημός τε πόδας ταχὺς, υἱέ τε δοιώ Θρηϊκίου Βορέω, μεταμώνια μοχθήσαντες. Κάνθε, σὲ δ᾽ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.1485 πώεσι φερβομένοισι συνήντεες· εἵπετο δ᾽ ἀνὴρ· αὐλείτης, ὅ σ᾽ ἑῶν μῆλων πέρι, τόφρ᾽ ἑτάροισι δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνε, λᾶϊ βαλών: ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ᾽ ἐτέτυκτο υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος κούρης τ' αἰδοίης Ακακαλλίδος, ἣν ποτε Μίνως ἐς Λιβύην ἀπένασσε, θεοῦ βαρὺ κῦμα φέρουσαν, θυγατέρα σφετέρην· ἡ δ᾽ ἀγλαὸν υἱέα Φοίβῳ τίκτεν, ὃν Αμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν. Αμφίθεμις δ᾽ ἄρ᾽ ἔπειτ᾿ ἐμίγη Τριτωνίδι Νύμφη ἡ δ᾽ ἄρα οἱ Νασάμωνα τέκε, κρατερόν τε Κάφαυρον, ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν. οὐδ᾽ ὅγ᾽ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας, ὡς μάθον οἷον ἔρεξε. νέκυν δ᾽ ἀνάειραν ὀπίσσω πευθόμενοι Μινύαι, γαίῃ τ᾽ ἔνι ταρχύσαντο μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἱ γ᾽ ἐκόμισσαν. Ενθα καὶ Αμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον νηλειὴς ἕλε πότμος· ἀδευκέα δ᾽ οὐ φύγεν αἶσαν μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο. κεῖτο δ᾽ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι· οὐδ᾽ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀΐξειεν. ἀλλά κεν ᾧ ταπρῶτα μελάγχιμον ἰὸν ἐνείη ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει, οὐδ᾽ ὅσσον πήχυιον ἐς Αΐδα γίγνεται οἶμος, οὐδ᾽ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν, φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν. εὔτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς Εὐρυμέδων (καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ) Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆϊ κομίζων, ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο, αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν. τῷ δ᾽ ἄκρην ἐπ᾿ ἄκανθαν ἐνεστηρίξατο Μόψος, λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθεὶς, σάρκα δακὼν, ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ αὐταὶ ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσε θαρσαλέως, ἐπεὶ οὐ μιν ὑπέρβιον ἄλγος ἔτειρε· σχέτλιος· ἢ τὸ οἱ ἤδη ὑπὸ χροϊ δύετο κωμα λυσιμελές, πολλὴ δὲ κατ᾿ ὀφθαλμῶν χέετ᾽ ἀχλύς. αὐτίκα δὲ κλίνας δαπέδω βεβαρηότα γυῖα ψύχετ᾽ ἀμηχανίῃ· ἕταροὶ δὲ μιν ἀμφαγέροντο, ἥρως τ᾽ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ. οὐδὲ μὲν οὐδ᾽ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλε κεῖσθαι ὑπ᾽ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας ἰὸς ἄφαρ, μυδόωσα δ᾽ ἀπὸ χρόος ἔῤῥεεν ἄχνη. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον ἐσσυμένως μακέλῃσιν· ἐμοϊρήσαντο δὲ χαίτας Α αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα μυρόμενοι· τὸὶς δ᾽ ἀμφὶ σὺν ἔντεσι δυνηθέντες εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθέντο. Αλλ᾿ ὅτε δή ρ᾽ ἐπὶ νηὸς ἔβαν, πρήθοντος ἀήτεω ἀμπέλαγος νοτίοιο, πόρους τ᾽ ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὗ τινα μῆτιν δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. ὡς δὲ δράκων σκολιὴν εἰλιγμένος ἔρχεται οἶμον, εὐτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο· ῥοίζῳ δ᾽ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δὲ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται· ὣς Αργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ᾽ Ορφεύς κέκλετ᾿ Απόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες τοῖσιν δ' αἰζηῷ ἐναλίγκιος ἀντεβόλησε. Τρίτων εὐρυβίης, γαίης δ᾽ ἀνὰ βῶλον ἀείρας, ξείνι᾽ ἀριστήεσσι προϊσχετο, φώνησέν τε. Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι ἐνθάδε νῦν παρ᾿ ἐμοὶ ξεινήϊον ἀντομένοισιν. εἰ δὲ τι τῆσδε πόρους μαίεσθ᾽ ἁλὸς, οἷὰ τε πολλὰ ἄνθρωποι χατέουσιν ἐν ἀλλοδαπῇ περόωντες, ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιϊστορα πόντου ···· θῆκε Ποσειδάων τοῦδ᾽ ἔμμεναι. αὐτὰρ ἀνάσσω παραλίης, εἰ δή τιν᾿ ἀκούετε νόσφιν ἐόντες - Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαώτα. Ως ηὔδα· πρόφρων δ᾽ ὑπερέσχεθε βώλακι χεῖρας Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν. Ατθίδα καὶ πέλαγος Μινώϊον εἴ νύ που, Ηρως, ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις χρίμψαντες γαίης ἐνὶ πείρασι τῆσδε θυέλλαις, νῆα μεταχθονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης χεῦμα δι' ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμε πῆ πλόος ἐξανέχει Πελοπηΐδα γαῖαν ἱκέσθαι. Ως ἄρ᾽ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ᾽ ἄπωθε, φωνήσας, πόντον τε, καὶ ἀγχιβαθὲς στόμα λίμνης· Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ ῥηγμίνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ ῥηγμίνων στεινή τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι. κεῖνο δ᾽ ὑπηέριον θείην Πελοπηΐδα γαῖαν εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλ᾽ ἐπὶ χειρὸς δεξιτερῆς, λίμνηθεν ὅτ᾽ εἰς ἁλὸς οἶδμα βάλητε, τόφρ᾽ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, ἔς τ᾿ ἂν ἄνω τείνῃσι· περιρήδην δ᾽ ἑτέρωσε κλινομένης χέρσοιο, τότε πλόος ὕμμιν ἀπήμων ἀγκῶνος τετάνυσται ἀπὸ προὔχοντος ἰουσιν. ἀλλ᾽ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μή τις ἀνίη γιγνέσθω νεότητι κεκασμένα γυῖα μογῆσαι. Ισκεν ἐϋφρονέων· οἱ δ᾽ αἶψ᾽ ἐπὶ νηὸς ἔβησαν λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσι. καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὅγ᾽ ὤμοις Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην εἰσβαίνειν· μετὰ δ᾽ οὐ τις ἐσέδρακεν, οἷον ἄφαντος αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ᾽ ἰάνθη θυμὸς, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησε. καὶ ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατὸν ἄλλων ἤνωγον ῥέξαι, καὶ ἐπευφημῆσαι ἑλόντα. αἶψα δ᾽ ὅγ᾽ ἐσσυμένως ἐϋ κρίνατο, καί μιν ἀείρας σφάξε κατὰ πρύμνης, ἐπὶ δ᾽ ἔννεπεν εὐχωλῇσι. Λαῖμον, ὃ τις λίμνης ἐπὶ πείρασιτῆσδ᾽ ἐφαάνθης, εἴτε σύ γε Τρίτων, ἅλιον τέρας, εἴτε σε Φόρκον, ἢ Νηρῆα θύγατρες ἐπικλείουσ᾽ ἁλοσύδναι, ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε. Η ρ', ἅμα δ᾽ εὐχωλῇσιν ἐς οἴδματα λαιμοτομήσας ἦκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη τοῖος ἐὼν, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι. ὡς δ᾽ ὅτ᾽ ἀνὴρ θοὸν ἵππον ἐπ᾿ εὐρέα κύκλον ἀγῶνος στέλλῃ, ὀρεξάμενος λασίης ἐϋπειθέα χαίτης, εἶθαρ ἐπιτροχάων· ὁ δ᾽ ἐπ᾿ αὐχένι γαῦρος ἀερθεὶς ἕσπεται, ἀργινόεντα δ᾽ ἐνὶ στομάτεσσι χαλινὰ ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται· ὡς ὅγ᾽ ἐπισχόμενος γλαφυρῆς ὁλκήϊον Αργοῦς ἦγ᾽ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔς τ᾽ ἐπὶ νηδὺν, ἄντικρυς μακάρεσσι φυὴν ἔκπαγλον ἔϊκτο· αὐτὰρ ὑπὲκ λαγόνων δίκρη ῥὰ οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ᾽ ἀκάνθαις ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπὶ νειόθι κέντροις, μήνης ὡς κεράεσσιν ἐειδόμεναι, διχόωντο. τόφρα δ᾽ ἄγε, τείως μιν ἐπιπροέηκε θαλάσσῃ νισσομένην· δῦ δ᾽ αἶψα μέγαν βυθόν· οἱ δ᾽ ὁμάδησαν ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες. ἔνθα μὲν Αργῷός τε λιμὴν καὶ σήματα νηὸς, ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασι βωμοί· ἐπεὶ κεῖν ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί᾽ ἔχοντες γαῖαν ἐρημαίην, πνοιῇ Ζεφύροιο θέεσκον. ἦρι δ᾽ ἔπειτ᾿ ἀγκῶνά θ᾽ ὁμοῦ, μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ὑπὲρ προὔχοντος, ἴδοντο. αὐτίκα δὲ Ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ᾽ αὔρη ἀργέσταο Νότου· χήραντο δὲ θυμὸν ἰωῇ. ἦμος δ᾽ ἠέλιος μὲν ἔδυ, ἀνὰ δ᾽ ἤλυθεν ἀστὴρ αύλιος, ὃς τ᾽ ἀνέπαυσεν ὀϊζυροὺς ἀροτῆρας, δὴ τότ᾽ ἔπειτ᾽, ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος, ἱστία λυσάμενοι, περιμήκεά τε κλίναντες ἱστὸν, ἐϋξέστῃσιν ἐπεῤῥώοντ᾽ ἐλάτῃσι παννύχιοι καὶ ἐπ᾽ ἦμαρ, ἐπ᾽ ἤματι δ᾽ αὖτις ἰοῦσαν νύχθ᾽ ἑτέρην. ὑπέδεκτο δ᾽ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος· ἔνθεν δ᾽ οἱ γε περαιώσεσθαι ἔμελλον Κρήτην, ἥ τ᾽ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων. Τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ᾿ ἀνάψαι, 1640 Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν. τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων ῥίζης λοιπὸν ἐόντα μετ᾿ ἀνδράσιν ἡμιθέοισιν Εὐρώπη Κρονίδης νήσου πόρεν ἔμμεναι οὗρον, τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα. ἀλλ᾽ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδ᾽ ἄῤῥηκτος· ὑπαὶ δὲ οἱ ἔσκε τένοντος σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὁ τῆς γε λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο. οἱ δὲ, δύῃ μάλα περ. δεδμημένοι, αἶψ᾿ ἀπὸ χέρσου νῆα, περιδείσαντες, ἀνεκρούεσκον ἐρετμοῖς. καί νύ κ᾽ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν, ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες, εἰ μή σφι Μήδεια λιαζομένοις ἀγόρευσε, Κέκλυτέ μεν. μούνη γὰρ οἴομαι ὕμμι δαμάσσειν ἄνδρα τὸν, ὅστις ὅδ᾽ ἐστὶ, καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας· ὁππότε μή οἱ ἐπ᾿ ἀκάματος πέλοι αἰών. ἀλλ᾽ ἔχετ᾽ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς πετράων, είως κεν ἐμοὶ εἴξειε δαμῆναι. Ως ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο νῆ᾽ ἐπ᾿ ἐρετμοῖσι, δεδοκημένοι ἥντίνα ῥέξει μήτιν ἀνωΐστως· ἡ δὲ πτύχα πορφυρέοιο προσχομένη πέπλοιο παρειάων ἑκάτερθε, βήσατ᾽ ἐπ᾿ ἰκριόφιν· χειρὸς δὲ ἑ χειρὶ μεμαρπὼς Αἰσονίδης ἐκόμιζε διὰ κληΐδας ἰοῦσαν. ἔνθα δ᾽ ἀοιδῇσι μειλίσσετο, μέλπε δὲ Κῆρας θυμοβόρους, Αΐδαο θοὰς κύνας, αἱ περὶ πᾶσαν ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται. τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ᾽ ἀοιδαῖς, τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· λευγαλέον δ᾽ ἐπί οἱ πρῖε χόλον, ἐκ δ᾽ ἀΐδηλα δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα. Ζεῦ πάτερ, ἢ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται, εἰ δὴ μὴ νούσοισι τυπῇσί τε λυγρὸς ὄλεθρος ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. ὡς ὅγε, χάλκειός περ ἐὼν, ὑπόειξε δαμῆναι ·· Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας ὀχλίζων λάϊγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι, πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δὲ οἱ ἰχὼρ τηκομένῳ ἴκελος μολύβῳ ῥέεν· οὐδ᾽ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο. ἀλλ᾽ ὡς τις τ᾽ ἐν ὄρεσσι πελωρίη υψόθι πεύκη, τὴν τε θοοῖς πελέκεσσιν ἔθ᾽ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δ᾽ ὑπὸ νυκτὶ ῥιπῇσι μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε πρυμνόθεν ἐξεαγεῖσὰ κατήριπεν· ὡς ὅγε ποσσὶν ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο, ὕστερον αὖτ᾽ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ. κεῖνο μὲν οὖν Κρήτῃ ἔνι δὴ κνέφας ηὐλίζοντο ἥρωες· μετὰ δ᾽ οἵ γε νέον φαέθουσαν ἐς ἠῶ ἱρὸν Αθηναίης Μινωΐδος ἱδρύσαντο, ὕδωρ τ᾽ εἰσαφύσαντο καὶ εἰσέβαν, ὡς κεν ἐρετμοῖς παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης. Αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας νὺξ ἐφάβει, τήν πέρ τε Κατουλάδα κικλήσκουσι, νύκτ᾽ ὀλοήν· οὐκ ἄστρα διΐσχανεν, οὐκ ἀμαρυγαὶ μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἤ τις ἀϊδνὴ - ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων. αὐτοὶ δ᾽, εἴτ᾿ Αΐδη, εἴθ᾽ ὕδασιν ἐμφορέοντο, ἠείδειν οὐδ᾽ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ νόστον, ἀμηχανέοντες, ὅπη φέροι. αὐτὰρ Ιήσων χεῖρας ἀνασχόμενος μεγάλῃ ἐπὶ Φοῖβον αΰτει, ῥύσασθαι καλέων· κατὰ δ᾽ ἔῤῥεεν ἀσχαλόωντι δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ᾽ Αμύκλαις, πολλὰ δ᾽ ἐς Ορτυγίην ἀπερείσια δῶρα κομίσσειν. Λητοΐδη, τύνη δὲ κατ᾿ οὐρανοῦ ἵκεο πέτρας ῥίμφα Μελαντίους ἀριήκοος, αἱ τ᾽ ἐνὶ πόντῳ ἦνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας, δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον· μαρμαρέη δ᾽ ἀπέλαμψε βιοῦ περὶ πάντοθεν αἴγλη. τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρ᾽ ἐφαάνθη νῆσος ἰδεῖν, ὀλίγης Ιππουρίδος ἀντία νήσου, ἔνθ᾽ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δ᾽ Ηὼς φέγγεν ἀνερχομένη· τοὶ δ᾽ ἀγλαὸν Απόλλωνι ἄλσει ἐνὶ σκιερῷ τέμενος, σκιόεντά τε βωμὸν ποίεον· Αἰγλήτην μὲν, ἐϋσκόπου εἵνεκὲν αἴγλης, Φοῖβον κεκλόμενοι· Ανάφην δέ τε, λισσάδα νῆσον ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνε. ῥέζον δ᾽ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἔνι ῥέζειν ἀκτῇ ἐφοπλίσσειαν· ὃ δὴ σφέας ὁππότε δαλοῖς ὕδωρ αἰθομένοισιν ἐπιλείβοντας ἴδοντο Μηδείης δμωαὶ Φαιηκίδες, οὐκ ἔτ᾿ ἔπειτα ἴσχειν ἐν στήθεσσι γέλων σθένον, οἷα θαμειάς αἰὲν ἐν Αλκινόοιο βοοκτασίας ὁρόωσαι. τὰς δ᾽ αἰσχροῖς ἥρωες ἐπιστοβέεσκον ἔπεσσί, χλεύῃ γηθόσυνοι· γλυκερὴ δ᾽ ἀνεδαίετο τοῖσι, κερτομίη, καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης μολπῆς ἡρώων, νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται, ὅτ᾽ Απόλλωνα θυηλαῖς Αἰγλήτην Ανάφης τιμήορον ἱλάσκονται. Αλλ᾿ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ᾽ ἔλυσαν, μνήσατ᾽ ἔπειτ᾿ Εύφημος ὀνείρατος ἐννυχίοιο, ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπὸ λιβάδεσσι γάλακτος, ἐκ δὲ γυνὴ βώλοιο πέλειν, ὀλίγης περ ἐούσης, παρθενικῇ ἰκέλη· μίχθη δὲ οἱ ἐν φιλότητι ἄσχετον ἱμερθείς· ὀλοφύρετο δ᾽, ἠὔτε κούρη, ζευξάμενος τὴν αὐτὸς ἑῷ ἀτίτηλε γάλακτι· ἡ δὲ ἑ μειλιχίοισι παρηγορέεσκεν ἔπεσσι· Τρίτωνος γένος εἰμὶ, τεῶν τροφὸς, ὦ φίλε, παίδων, οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες. ἀλλ᾽ ἐμὲ Νηρῆος παρακάτθεο παρθενικῇσιν ἀμπέλαγος ναίειν, Ανάφης σχεδόν· εἶμι δ᾽ ἐς αὐγὰς ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη. Τῷ δ᾽ ἄρ᾽ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ᾽ ὀνόμηνεν Αἰσονίδην· ὁ δ᾽ ἔπειτα θεοπροπίας Εκάτοιο, θυμῷ πεμπάζων, ἀνενείκατο, φώνησεν τει Ω πόποι, ἢ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος. βώλακα γὰρ τεύξουσι θεοὶ, πόντονδε βαλόντι, νῆσον, ἵν᾿ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται παῖδες· ἐπεὶ Τρίτων ξεινήϊον ἐγγυάλιξε τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος ἀθανάτων, ἢ κεῖνος, ὃ μιν πόρεν ἀντιβολήσας. Ως ἔφατ᾿· οὐδ᾽ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο Εύφημος· βῶλον δὲ, θεοπροπίῃσιν ἰανθεὶς, ἧκεν ὑποβρυχίην. τῆς δ᾽ ἔκτοθι νῆσος ἀέρθη, Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο, οἳ πρὶν μέν ποτε δὴ Σιντηΐδα Λήμνον ἔναιον· Λήμνου δ᾽ ἐξελαθέντες ὑπ᾽ ἀνδράσι Τυρσηνοῖσι, Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας Σπάρτην, Αὐτεσίωνος εὓς πάϊς ἤγαγε Θήρας Καλλίστην ἐπὶ νῆσον· ἀμείψατο δ᾽ οὔνομα Θήρης ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ᾽ Εὐφήμοιο. Κεῖθεν δ᾽ ἀπτερέως, διὰ μυρίον οἶδμα λιπόντες, Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοί γε ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο, ὃς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆἀδ᾽ ἱκέσθαι. ἄμφω γὰρ χρειώ τε, καὶ ἄσπετος οὗρος ἔπειγεν. ἔνθ᾽ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατ᾿ ἀγῶνα πόδεσσι κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται. Ιλατ᾿ ἀριστήων μακάρων γένος· αἵδε δ᾽ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ᾽ ἱκάνω ὑμετέρων καμάτων· ἐπεὶ οὐ νύ τις ὕμμιν ἄεθλος αὖτις ἀπ᾿ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη, οὔτ᾽ ἀνέμων ἐριωλαὶ ἐνέσταθεν· ἀλλὰ ἕκηλοι γαίην Κεκροπίην, παρά τ᾽ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν, Οπούντιά τ᾽ ἄστεα Λοκρῶν, ἀσπασίως ἀκτὰς Παγασηΐδας εἰσαπέβητε.