ArgonauticaApollonius RhodiusR. C. SeatonPerseus Project, Tufts UniversityGregory CranePrepared under the supervision ofGregory CraneTrustees of Tufts UniversityMedford, MAPerseus Projecttlg0001.tlg001.seaton1900-grc2.xml

Public Domain

Apollonius RhodiusApollonii Rhodii ArgonauticaR. C. SeatonOxoniiE Typographeo Clarendoniano1900Scriptorum Classicorum Bibliotheca Oxoniensis

Seaton's Greek text, line numbering, pagination, and apparatus have been retained.

Ancient GreekLatinUpdated to the TEI All schema and direct book-division structure used by the Seaton 1912 edition.Converted Seaton's 1900 OCT to CTS/EpiDoc-style TEI using the Mooney edition as the structural and milestone model.
Ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ. Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω μοῖρα μένει στυγερή, τοῦδ᾽ ἀνέρος, ὅντιν᾽ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπ᾽ ἐννεσίῃσι δαμῆναι. δηρὸν δ᾽ οὐ μετέπειτα †τεὴν† κατὰ βάξιν Ἰήσων χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾿ ἰλύος, ἄλλο δ᾽ ἔνερθεν κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. ἵκετο δ᾽ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν. αἶψα δὲ τόνγ᾽ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ᾽ ἐνὶ πόντῳ ἠὲ καὶ ἀλλοδαποῖσι μετ᾿ ἀνδράσι νόστον ὀλέσσῃ. 8 μετέπειτα τοίην marg. Vrat. et Paris, unius et coniecerat Ruhnken : μετέπειτ᾿ αὐτὴν Köchly : μετέπειτ᾽ ἐτεὴν Merkel 15 τόνδ' L 16. Νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν. νῦν δ᾽ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τ᾽ ἔρεξαν πλαζόμενοι· Μοῦσαι δ᾽ ὑποφήτορες εἶεν ἀοιδῆς. Πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτ᾿ αὐτὴ Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι. αὐτὰρ τόνγ᾽ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. φηγοὶ δ᾽ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς, ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγ᾽ ἐπιπρὸ θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. Ἤλυθε δ᾽ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης γείνατο δινήεντος ἐφ᾽ ὕδασιν Ἀπιδανοῖο, Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων, ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. Λάρισαν δ᾽ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο, ὁπλότερος πολέμιζε· τότ᾽ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα, μένεν δ᾽ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. Οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο, μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. 18 ἐπικλείουσιν Brunck: ἔτι κλείουσιν codd. 30 στιχόωντο schol. Par. 43 προμάχιζε Meineke Οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. Οὐδ᾽ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων, τοῖσι δ᾽ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης· καὶ τὸν μὲν ἐπ᾿ Ἀμφρυσσοῖο ῥοῇσιν Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· τὼ δ᾽ αὖτ᾽ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. Ἤλυθε δ᾽ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δ᾽ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ᾿ ἄλλων ἤλασ᾽ ἀριστήων· οἱ δ᾽ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· ἀλλ᾽ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. Ἤλυθε δ᾽ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. Καὶ μὴν Ἄκτωρ υἱα Μενοίτιον ἐξ Ὀπόεντος ὧρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. Εἴπετο δ᾽ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης, υἶες ὁ μὲν Τελέοντος, ὁ δ᾽ Ἴρου Ἀκτορίδαο· ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης, Ἴρου δ᾽ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς, ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. Αὐτὰρ ἀπ᾿ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν 59 Καινέα γὰρ δὴ πρόσθεν ἔτι κλείουσιν schol. ad A 264: unde Καινέα γὰρ δὴ πρόσθεν ἐπικλείουσιν Herwerden 61 ἀριστεύων Vat. unus, Pariss. quattuor 62 ἀγκλῖναι L ex corr. : ἐγκλίναι G : ἐγκλῖναι vulg. νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι. ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν, ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. Τῷ δ᾽ ἄρ᾽ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἶες, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδ᾽ ἀπόνητο δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. Τοῖσι δ᾽ ἐπ᾿ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμ᾽ ἄμφω, 90 οὐδ᾽ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. Τοῖς δ᾽ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης, παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ᾽ ἄλλους γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. Θησέα δ᾽, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο, Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἡ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. Τίφυς δ᾽ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμ᾽ ἁλὸς εὐρείης, ἐσθλὸς δ᾽ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. 82 κακὸν schol., ut videtur, et Pariss. quattuor: κακὸν corr. κακῶν G: κακῶν vulg. 89 ἑλὼν Köchly 94 ἐνὶ Gerhard : ἔνι codd. 99 ὁμῶς L cum circumfl. eraso, G L 16: ὅμως vulg. 103 κοινὴν Pariss. duo, G a m. s. et coniecerat Spanheim : κεινὴν vulg. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον ὧρσεν Ἀθηναίη, μετὰ δ᾽ ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δὲ οἱ Ἄργος τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπ᾽ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. Φλίας δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν, ἔνθ᾽ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι, πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἱε Βίαντος, ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ Νηληίς· τῆς δ᾽ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθ᾽ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλ᾽ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων, νεῖον ἀπ᾿ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥ᾽ ἐνὶ βήσσῃς φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος, τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· αὐτὸς δ᾽ ἡ ἰότητι παρὲκ νόον Εὐρυσθῆος ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων, πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. Τῷ δ᾽ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη πρίν ποτ' Ἀμυμώνη Δαναΐς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. 110 ἤλυθ᾽ ἐελδομένοισιν Rzach 111-114 uncis inclusit Wel- lauer 125 Λυρκήιον scholia servarunt : Λυγκήιον codd. 128 πρώτοισι L 129 ἀπεσείσατο Simplicius in Aristot. De Cael. p. 517 Heib. Ἴδμων δ᾽ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. οὐ μὲν ὅγ᾽ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν οἰωνούς τ᾽ ἀλέγειν ἠδ᾽ ἔμπυρα σήματ᾿ ἰδέσθαι. Καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη Κάστορά τ᾽ ὠκυπόδων ὤρσεν δεδαημένον ἵππων Σπάρτηθεν· τοὺς δ᾽ ἤγε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδ᾽ ἀπίθησεν νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. Οἵ τ᾽ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι. Σὺν δὲ Περικλύμενος Νηλήιος ὣρτο νέεσθαι, πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν δῶκεν ἀπειρεσίην ἠδ᾽ ὅττι κεν ἀρήσαιτο μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. Καὶ μὴν Ἀμφιδάμας Κηφεύς τ᾽ ἴσαν Ἀρκαδίηθεν. οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον, υἱε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἔσπετ᾿ ἰοῦσιν Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν, τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ᾽ ὁ μὲν ἤδη γηράσκοντ᾽ Ἀλεὸν λίπετ᾽ ἂμ πόλιν ὄφρα κομίζοι, παῖδα δ᾽ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. βῆ δ᾽ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ 149-150 ἀπίθησαν | νισσόμενοι Herwerden : ἀπίθησεν | λισσομένοις Meineke 155 νέρθεν ὑπὸ χθονός schol. ad Ar. Plut. 210: ἔνερθεν ὑπὸ χθονὸς Suidas s. v. Λυγκέως πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. Βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ηελίοιο ἔμμεναι· Ἠλείοισι δ᾽ ὅγ᾽ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων· μέγα δ᾽ ἵετο Κολχίδα γαῖαν αὐτόν τ᾿ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἶες Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπ᾽ ὀφρύσιν Αἰγιαλοῖο. Ταίναρον αὖτ᾽ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν, τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλ᾽ ὅσον ἄκροις ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. Καὶ δ᾽ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος, ὁ δ᾽ Ἰμβρασίης ἕδος Ἥρης, Παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δ᾽ ἄμφω ἠμὲν ναυτιλίης, ἠδ᾽ ἄρεος εὐχετόωντο. Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδώνος ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε, Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε μητέρος· ἀλλά ὁ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρ᾽ Οἰνεὺς ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· ὧδ᾽ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων. τοῦ δ᾽ οὔτιν᾽ ὑπέρτερον ἄλλον δίω, νόσφιν γ᾽ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ᾿ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι, εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, 178 Αἰγιαλοῖο nomen proprium esse vidit O. Schneider 179 Εὔφημος Pariss. : Πολύφημος vulg. 188 Παρθενίην Brunck : Παρθενίης codd. Θεστιάδης Ιφικλος ἐφωμάρτησε κιόντι. Σὺν δὲ Πυλαιμόνιος Λέρνου πάις Ωλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο· τούνεκ᾽ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὗ κέ τις ἔτλη ἠνορέην τ᾽ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων. Ἐκ δ᾽ ἄρα Φωκήων κίεν Ίφιτος Ὀρνυτίδαο Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν, ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἶες ἵκοντο, οὕς ποτ᾽ Ερεχθηὶς Βορέῃ τέκεν ᾿Ωρείθυια ἐσχατιῇ Θρήκης δυσχειμέρου· ἔνθ᾽ ἄρα τήνγε Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο, λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. τὼ μὲν ἐπ᾿ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. Οὐδὲ μὲν οὐδ᾽ αὐτοῖο πάις μενέαινεν Ἄκαστος ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης· ἀλλ᾽ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. Τόσσοι ἄρ᾽ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ᾽ αἵματος εὐχετόωντο 204 πόδα G vulg. : πόδας L: πόδε L 16, Pariss. quattuor 210 τόθι] τότε coni. Köchly 214 ἀνερέψατο L 16: ἀνερείψατο L Vat. unus, Pariss. : ἀνεθρέψατο G : ἀνερίψατο vulg. 225 ἑοῖο G ἔμμεναι· ὡς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ᾽ ἐτέτυκτο, ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὐτ᾽ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι, δὴ τότ᾽ ἴσαν μετὰ νῆα δι᾽ ἄστεος, ἔνθα περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν· |οἱ δὲ φαεινοὶ ἀστέρες ὡς νεφέεσσι μετέπρεπον· ὧδε δ᾽ ἕκαστος ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας· Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλ᾽ οὐ φυκτὰ κέλευθα, πόνος δ᾽ ἄπρηκτος ἰοῦσιν. Ως φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες πολλὰ μάλ᾽ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον, εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. ἄλλη δ᾽ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα· Δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης ἤλυθεν, οὐδ᾽ ἐτέλεσσας ἐπ᾿ ἀγλαΐῃ βιότοιο. Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἢ τέ οἱ ἦεν βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων. ὡς ὄφελεν καὶ Φρίξον, ὅτ᾽ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμ᾽ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη. Αἱ μὲν ἄρ᾽ ὡς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων. ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τ᾽ ἀγέροντο· μήτηρ δ᾽ ἀμφ᾿ αὐτὸν βεβολημένη. ὀξὺ δ᾽ ἑκάστην 239 σπερχομένων Meineke : ἐπερχομένων codd. ἀμφασίῃ Herwerden 262 ἀμφ᾿ αὐτὸν] δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων, δμώεσσι δ᾽ ἀρήια τεύχε᾽ ἀείρειν πέφραδεν· οἱ δέ τε σίγα κατηφέες ἠείροντο. μήτηρ δ᾽ ὡς τὰ πρῶτ᾽ ἐπεχεύατο πήχεε παιδί, ὡς ἔχετο κλαίουσ᾽ ἀδινώτερον, ἠύτε κούρη οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ᾽ ἄλλοι κηδεμονῆες, ἀλλ᾽ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει· καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν, τῇ δέ τ᾽ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, οὐδ᾽ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ· ὡς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ᾽ ἀγκὰς ἔχουσα Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν· Αἴθ᾽ ὄφελον κεῖν᾽ ἦμαρ, ὅτ᾽ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν, αὐτίκ᾽ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, ὄφρ᾽ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν, τέκνον ἐμόν· τὸ γὰρ οἷον ἔην ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο. ᾧ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ᾽ ὅσον, οὐδ᾽ ἐν ὀνείρῳ ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ᾽ ἀλύξας. *Ως ἤγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες 267 οἱ δέ τε σίγα La Roche : οἱ δὲ σῖγα codd.: οἱ δὲ τὰ σίγα Merkel : οἱ δ᾽ ἄρα σῖγα Bernhardy 273 καί] ή coni. Köchly 275 ὀρεκτεῖ Merkel 276 πάιν Rzach 285 κενεοῖσι Vat. unus, schol. Par. et coniecerat Huet: κεν ἑοῖσι vulg. γε λείψομαι G δὲ] τῇ δὲ coni. Wellauer 292 ταὶ ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν· Μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλ᾽ ἔτι κεν καὶ ἐπ᾿ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τ᾽ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν, τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης, ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος ἔχρη, ἀτὰρ μετέπειτά γ᾽ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ᾿ ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μηδ᾽ ὄρνις ἀεικελίη πέλε νηί· κεῖσε δ᾽ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι. Ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι. οἷος δ᾽ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων Δῆλον ἀν᾿ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ, ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν, τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὥρτο δ᾽ ἀυτὴ κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα, καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου· ἀλλ᾽ ἡ μὲν λίπετ᾽ αὖθι παρακλιδόν, οἷα γεραιὴ ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη. Αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπ᾿ ἀγυιάς, ἀκτὴν δ᾽ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι δειδέχατ᾽, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες. στῆ δ᾽ ἄρ᾽ ἐπὶ προμολῇς· οἱ δ᾽ ἀντίοι ἠγερέθοντο. ἐς δ᾽ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ᾽ ἐσιδόντες πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας. δέρμα δ᾽ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ᾽ ὤμους 320 προμολῆς LG 323 ἰθύοντας Brunck: ἰθύνοντας codd.: ἰθὺς ἰόντας Köchly Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλ᾽ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο· τοὺς δ᾽ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δ᾽ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δ᾽ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν· Ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν —πάντα γὰρ εὖ κατὰ κόσμον ἐπαρτέα κεῖται ἰοῦσιν. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω, ξυναὶ δ᾽ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι— τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι. Ως φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ σημαίνειν ἐπέτελλον· ὁ δ᾽ αὐτόθεν, ἔνθα περ ἦστο, δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε· Μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο. Ἦ ῥα μέγα φρονέων, ἐπὶ δ᾽ ἤνεον, ὡς ἐκέλευεν Ἡρακλέης· ἀνὰ δ᾽ αὐτὸς ἀρήιος ὤρνυτ᾽ Ἰήσων γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν· Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτ᾽ ἔπειθ᾽, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτ᾽ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ᾽ ἴωσιν δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἶσι μέμηλεν 333 γὰρ] πάρ᾽ Ο. Schneider: μάλ' Huet 339 ἡμείων Vat. unus, Pariss. tres: ὑμείων vulg. 346 ὡς δὲ Κ. Lehrs 354 ἴασιν L δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι, τόφρα κε νῆ᾽ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά. τείως δ᾽ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι. Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ᾽· οἱ δ᾽ ἐπανέσταν πειθόμενοι· ἀπὸ δ᾽ εἵματ᾽ ἐπήτριμα νηήσαντο λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δ᾽ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν, ἵν᾽ εὖ ἀραροίατο γόμφοις δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. σκάπτον δ᾽ αἶψα κατ᾿ εὖρος ὅσον περιβάλλετο χώρον, ἠδὲ κατὰ πρώραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν. αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον στείρης, ἐν δ᾽ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν, ὥς κεν ὀλισθαίνουσα δι᾽ αὐτάων φορέοιτο. ὕψι δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν. τῶν δ᾽ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, στέρνα θ᾽ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ᾽ ἄρα Τίφυς βήσαθ᾽, ἵν᾽ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι· κεκλόμενος δ᾽ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ νειόθεν ἐξ ἕδρης, ἐπὶ δ᾽ ἐρρώσαντο πόδεσσιν 357 δὲ Merkel: τε codd. 368 ἔκτοθεν Sanctamandus: ἔμπεδον. vel ἐνδυκὲς fort. scribendum esse censuit Merkel 371 χῶρον G: χῶρος vulg. 372 πρώραν εἴσω L 16 et coniecerat Brunck: πρώραν ἔσω LG : πρώραν ἔσσω vulg. : πρώειραν ἔσω Th. Bergk 384 βρί- σαντες ἰῇ Brunck: βρίσαντες μιῇ G Pariss. tres: βρίσαντε μιῇ vulg. προπροβιαζόμενοι· ἡ δ᾽ ἕσπετο Πηλιὰς Ἀργὼ ῥίμφα μάλ᾽· οἱ δ᾽ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες. αἱ δ᾽ ἄρ᾽ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι· περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς βριθοσύνῃ, κατόλισθε δ᾽ ἔσω ἁλός· οἱ δέ μιν αὖθι ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δ᾽ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δὲ οἱ ἱστὸν λαίφεά τ᾽ εὐποίητα καὶ ἁρμαλίην ἐβάλοντο. Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, ἄνδρ᾽ ἐντυναμένω δοιὼ μίαν· ἐκ δ᾽ ἄρα μέσσην ἥρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν. τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο αὔτως, οὔτι πάλῳ· ἐπὶ δ᾽ ἔτρεπον αἰνήσαντες Τίφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι. Ἔνθεν δ᾽ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος, Ἀκτίου Ἐμβασίοιό τ᾽ ἐπώνυμον· ὦκα δὲ τοίγε φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης. τείως δ᾽ αὐτ᾿ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ᾽ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δ᾽ ἄρ᾽ ἔπειτα χέρνιβά τ᾽ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ιήσων εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα· Κλύθι ἄναξ, Παγασάς τε πόλιν τ᾿ Αἰσωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ᾽ ὁδοῖο σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων· αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ᾽ ἂν ὀπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων 403 ἐπάκτιον Brunck: ἐπακτίου codd. ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ, ἄλλα δ᾽ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω. νῦν δ᾽ ἴθι, καὶ τήνδ᾽ ἡμιν, Ἑκηβόλε, δέξο θυηλήν, ἥν τοι τῆσδ᾽ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην· λύσαιμι δ᾽, ἄναξ, ἐπ᾿ ἀπήμονι μοίρῃ πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δ᾽ ἀήτης μείλιχος, ᾧ κ᾽ ἐπὶ πόντον ἐλευσόμεθ᾽ εὐδιόωντες. Ἦ, καὶ ἅμ᾽ εὐχωλῇ προχύτας βάλε. τὼ δ᾽ ἐπὶ βουσὶν ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε. ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα πλῆξεν, ὁ δ᾽ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ· Ἀγκαῖος δ᾽ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας· ἤριπε δ᾽ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν. τοὺς δ᾽ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ᾽ ἐτάμοντο, κὰδ δ᾽ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ καῖον ἐπὶ σχίζῃσιν· ὁ δ᾽ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν· αἶψα δ᾽ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο· Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ᾽ ἐνὶ μέσσῳ κεῖσέ τε δεῦρό τ᾽ ἔασιν ἀνερχομένοισιν ἄεθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπ᾿ Ἀσίδος ἠπείροιο. ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρ᾽ ἐπιβαίην νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται. Ως ἄρ᾽ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες νόστῳ μὲν γήθησαν, ἄχος δ᾽ ἕλεν Ἴδμονος αἴσῃ. 427 μετώπῳ Pariss. ἦμος δ᾽ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ, αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι, δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο, τῆμος ἄρ᾽ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο κέκλινθ᾽ ἑξείης· παρὰ δέ σφισι μυρί᾽ ἔκειτο εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν οἰνοχόων· μετέπειτα δ᾽ ἀμοιβαδὶς ἀλλήλοισιν μυθεῦνθ᾽, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ τερπνῶς ἑψιόωνται, ὅτ᾽ ἄατος ὕβρις ἀπείη. ἔνθ᾽ αὐτ᾿ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς. τὸν δ᾽ ἄρ᾽ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν ῎Ἴδας· Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις; αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἠέ σε δαμνᾷ τάρβος ἐπιπλόμενον, τό τ᾽ ἀνάλκιδας ἄνδρας ἀτύζει; ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μ᾽ ὀφέλλει Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι, μηδ᾽ ἀκράαντον ἄεθλον Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο. τοῖόν μ' Ἀρήνηθεν ἀοσσητήρα κομίζεις. Ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δ᾽ οἴνῳ χείλεα, κυάνεαί τε γενειάδες· οἱ δ᾽ ὁμάδησαν πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν· Δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ. ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ οἰδάνει ἐν στήθεσσι, θεοὺς δ᾽ ἀνέηκεν ἀτίζειν; ἄλλοι μύθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ θαρσύνοι ἕταρον· σὺ δ᾽ ἀτάσθαλα πάμπαν ἔειπας, τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υΐας Ἀλωιάδας, οἷς οὐδ᾽ ὅσον ἰσοφαρίζεις ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες. Ὡς ἔφατ᾿· ἐκ δ᾽ ἐγέλασσεν ἄδην Ἀφαρήιος ῎Ἴδας καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν· Ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες, εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον, οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν. φράζεο δ᾽ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο, χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης. Χώετ᾽ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη, εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι αὐτός τ᾽ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺς λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. Ἤειδεν δ᾽ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα, τὸ πρὶν ἐπ᾿ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ᾽ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ᾽ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντ᾽ ἐγένοντο. ἤειδεν δ᾽ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε ᾿Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς, ἡ δὲ ῾Ῥέῃ, ἔπεσον δ᾽ ἐνὶ κύμασιν ᾿Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς, Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ, βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει. Ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ. τοὶ δ᾽ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπ᾿ οὔασιν ἠρεμέοντες 487 ἐνίσπες Merkel: ἔνισπες L: ἐνίσπε G κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς. οὐδ᾽ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς, †ἢ θέμις ἐστί, τέως ἐπί τε γλώσσῃσι χέοντο† αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο. Αὐτὰρ ὅτ᾽ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ᾽ ἀνέμοιο εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι, δὴ τότ᾽ ἀνέγρετο Τίφυς· ἄφαρ δ᾽ ὀρόθυνεν ἑταίρους βαινέμεναί τ᾽ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά. σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι. ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥ᾽ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. οἱ δ᾽ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν, ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ, εὐκόσμως σφετέροισι παρ᾽ ἔντεσιν ἑδριόωντο. μέσσῳ δ᾽ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ᾽ ἤδη πείσματα, καὶ μέθυ λεῖβον ὕπερθ᾽ ἁλός. αὐτὰρ Ἰήσων δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ᾽ ἔνεικεν. οἱ δ᾽, ὥστ᾽ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ ἤ που ἐν Ὀρτυγίῃ, ἢ ἐφ᾽ ὕδασιν Ἰσμηνοῖο στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν· ὡς οἱ ὑπ᾿ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο· ἀφρῷ δ᾽ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν. στράπτε δ᾽ ὑπ᾽ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης 515 τοῖόν . . . θέλκτρον ἀοιδῆς Meineke: τοῖόν θέλκτην ἀοιδῆς LG: τοῖόν... θέλκτιν ἀοιδήν vulg. 516 Aıl Vat. unus a m.s. et coniecerat Stephanus : δὴ vulg. 517 ἡ θέμις, εὐαγέως Merkel 542 κήκιεν Stephanus : ἐκήκιεν LG τεύχεα· μακραὶ δ᾽ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο. πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι πόντον ἐπιπλώεσκον· ἐπ᾿ ἀκροτάτῃσι δὲ νύμφαι Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά. αὐτὰρ ὅγ᾽ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης Χείρων Φιλλυρίδης, πολιῇ δ᾽ ἐπὶ κύματος ἀγῇ τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων, νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν. σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλείδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί. Οἱ δ᾽ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο Τίφυος, ὅς ῥ᾽ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως πηδάλι᾽ ἀμφιέπεσκ᾽, ὄφρ᾽ ἔμπεδον ἐξιθύνοι, δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ, δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν, κὰδ δ᾽ αὐτοῦ λίνα χεῦαν, ἐπ᾿ ἠλακάτην ἐρύσαντες. ἐν δὲ λιγὺς πέσεν οὗρος· ἐπ᾿ ἰκριόφιν δὲ κάλωας ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην. τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν Ἄρτεμιν, ἢ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν ῥυομένη καὶ γαῖαν Ἰωλκίδα˙ τοὶ δὲ βαθείης ἰχθύες ἀίσσοντες ὕπερθ᾽ ἁλός, ἄμμιγα παύροις ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο. 551 Ἰτωνίδος schol., Et. Magn. s. v. Ιτωνίς, Tzetzes ad Lycophr. 355: supr. τριτωνίδος scr. γρ. ἰτωνίδος L: Τριτωνίδος G Pariss. 561-861 om. G 565 ἐπ᾿] ὑπ᾿ schol. Ven. in Π 183, Et. Magn. s. v. ἠλακάτη ὡς δ᾽ ὁπότ᾽ ἀγραύλοιο κατ᾽ ἴχνια σημαντῆρος μυρία μῆλ᾽ ἐφέπονται ἄδην κεκορημένα ποίης εἰς αὐλιν, ὁ δέ τ᾽ εἶσι πάρος σύριγγι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος· ὡς ἄρα τοίγε ὡμάρτευν· τὴν δ᾽ αἰὲν ἐπασσύτερος φέρεν οὗρος. Αὐτίκα δ᾽ ἠερίη πολυλήιος αΐα Πελασγῶν δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη, φαίνετο δ᾽ εἰναλίη Σκίαθος, φαίνοντο δ᾽ ἄπωθεν Πειρεσιαὶ Μάγνησά θ᾽ ὑπεύδιος ἠπείροιο ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθ᾽ ἄρα τοίγε ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν, καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δ᾽ ἀκταῖς ἤματ᾽ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος. τὴν δ᾽ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν. Ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν, ἀκτήν τ᾽ αἰγιαλόν τε δυσήνεμον Τεἰσορόωντες.† ἠῶθεν δ᾽ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδ᾽ ἔτι δηρὸν μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα. κεῖθεν δ᾽ Εὐρυμένας τε πολυκλύστους τε φάραγγας Ὄσσης Οὐλύμποιό τ᾽ ἐσέδρακον· αὐτὰρ ἔπειτα κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην, ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες. ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη Θρηικίη, ἢ τόσσον ἀπόπροθι Λήμνον ἐοῦσαν, ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι, ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης. τοῖσιν δ᾽ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ κνέφας οὗρος 593 ἐκπερόωντες Meineke: versum uncis inclusit Wellauer 601 ἀνέτειλε Et. Magn. Gaisf. p. 65, Paris. unus πάγχυ μάλ᾽ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός. αὐτὰρ ἅμ᾽ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος εἰρεσίῃ κραναὴν Σιντηίδα Λήμνον ἵκοντο. Ἔνθ᾽ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας ἀνέρες ἐχθήραντες, ἔχον δ᾽ ἐπὶ ληιάδεσσιν τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν Κύπριδος, οἵνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. ὦ μέλεαι, ζήλοιό τ᾽ ἐπισμυγερῶς ἀκόρητοι. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας ἀμφ᾽ εὐνῇ, πᾶν δ᾽ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. οἴη δ᾽ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν· λάρνακι δ᾽ ἐν κοίλῃ μιν ὕπερθ᾽ ἁλὸς ἦκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούρας ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων, οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. τῶ καὶ ὅτ᾽ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ, αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν Θρήικας· ἡ δ᾽ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια 627 τῇσι Brunck : ταῖσι codd. 637 ἡ δ᾽ L 16 : ἠδ᾽ vulg. δῦν᾽ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ᾽ ἐχέοντο ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. Τείως δ᾽ αὖτ᾽ ἐκ νηὸς ἀριστῆες προέηκαν Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο, σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων ἄφθιτον· οὐδ᾽ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· ἀλλ᾽ ἤγ᾽ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται, ἄλλοθ᾽ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ᾽ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετ᾿ ἀνδράσιν. ἀλλὰ τί μύθους Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; ὅς ῥα τόθ᾽ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἶζον ἰοῦσαι εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. καί ρ᾽ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, αὐτίκ᾽ ἄρ᾽ ἦγ᾽ ἐνὶ τῇσιν ἐποτρύνουσ᾽ ἀγόρευεν· Ὦ φίλαι, εἰ δ᾽ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν, οἱά τ᾽ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας, ἤια, καὶ μέθυ λαρόν, ἵν᾽ ἔμπεδον ἔκτοθι πύργων μίμνοιεν, μηδ᾽ ἄμμε κατὰ χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι, κακὴ δ᾽ ἐπὶ πολλὸν ἵκηται βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν θυμηδὲς καὶ τοῖσι τόγ᾽ ἔσσεται, εἴ κε δαεῖεν. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις· ὑμέων δ᾽ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, ἐγρέσθω· τοῦ γάρ τε καὶ εἶνεκα δεῦρο κάλεσσα. Ὡς ἄρ᾽ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὧρτο Πολυξώ, 643 8 Wellauer: 8s codd. 660 ἄμμε L 16, schol. : ἄμμι vulg. 662 ὀρέξαμεν L 663 καὶ] κεν Wellauer γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν, βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαιν᾿ ἀγορεῦσαι. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο ἀδμῆτες λευκῇσιν ἐπιχνοάουσῃ ἐθείραις. στῆ δ᾽ ἄρ᾽ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δ᾽ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ᾽ ἔειπεν· Δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ, πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. ὄμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο, αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος δυσμενέων, ἅ τε πολλὰ μετ᾿ ἀνθρώποισι πέλονται; ὡς καὶ νῦν ὅδ᾽ ὅμιλος ἀνωίστως ἐφικάνει. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ᾽ ὀπίσσω μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει, εὐτ᾽ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες, κουρότεραι δ᾽ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις αὐτόματοι βόες ύμμιν ἐνιζευχθέντες ἀρούραις γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον, καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; ἡ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν Κῆρες, ἐπερχόμενόν που δίομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν αὔτως, ἢ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστ᾽ ἀλεωρή, εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι. Ὡς ἔφατ᾿· ἐν δ᾽ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὐτις ἀνῶρτο Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα· 672 ἐπιχνοαούσῃ Passow : ἐπιχνοάουσαι codd. 677 ἐπαυρέσθαι v. 1. in scholiis. Εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι. ἢ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν· Ὄρσο μοι, Ἰφινόη, τοῦδ᾽ ἀνέρος ἀντιόωσα, ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾿ ἐθέλωσιν, κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας. Ἦ, καὶ ἔλυσ᾽ ἀγορήν, μετὰ δ᾽ εἰς ἑὸν ὧρτο νέεσθαι. ὡς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ᾽· οἱ δ᾽ ἐρέεινον, χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας· Κούρη τοί μ᾽ ἐφέηκε Θοαντιὰς ἐνθάδ᾽ ἰοῦσαν, Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ· καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾿ ἐθέλητε, κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας. Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἐναίσιμος ἥνδανε μῦθος. Ὑψιπύλην δ᾽ εἴσαντο καταφθιμένοιο Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε πέμπον ἴμεν, καὶ δ᾽ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. Αὐτὰρ ὅγ᾽ ἀμφ᾽ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον, δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο, ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δ᾽ ἄρ᾽ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. Ἐν μὲν ἔσαν Κύκλωπες ἐπ᾿ ἀφθίτῳ ἥμενοι ἔργῳ, 702 προσεφώνεεν La Roche 714 θυμῆρες Pariss. : θυμηδὲς vulg. 729 ἐπέπαστο Ruhnken: ἐκέκαστο codd. Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη παμφαίνων ἐτέτυκτο, μιῆς δ᾽ ἔτι δεύετο μοῦνον ἀκτῖνος, τὴν οἶγε σιδηρείῃς ἐλάασκον σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. Ἐν δ᾽ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ, Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δ᾽ ἔτι Θήβη κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· Ἀμφίων δ᾽ ἐπὶ οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἤιε, δὶς τόσση δὲ μετ᾽ ἴχνια νίσσετο πέτρη. Ἑξείης δ᾽ ἤσκητο βαθυπλόκαμος Κυθέρεια Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος νέρθεν ὑπὲκ μαζοῖο· τὸ δ᾽ ἀντίον ἀτρεκὲς αὕτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ᾿ ἰδέσθαι. Ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν Τηλεβόαι μάρναντο καὶ υἱέες Ηλεκτρύωνος· οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγ᾽ ἐθέλοντες ἀμέρσαι, ληισταὶ Τάφιοι· τῶν δ᾽ αἵματι δεύετο λειμὼν ἑρσήεις, πολέες δ᾽ ὀλίγους βιόωντο νομῆας. Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια· τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ᾽ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι. Ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο, βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ᾽ ἔτεκέν γε 745 ὑπὲκ Ziegler: ὑπὲρ codd. 749 ἀμυνόμενοι L 16, Vatt. duo : ἀμειβόμενοι vulg. 760 ἑὴν Stephanus : ἔην vulg. δῖ᾽ Ελάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. Ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ εἰσαΐων κριοῦ, ὁ δ᾽ ἄρ᾽ ἐξενέποντι ἐοικώς. κείνους κ᾽ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν, ἐλπόμενος πυκινήν τιν᾿ ἀπὸ σφείων ἐσακοῦσαι βάξιν, ὃ καὶ δηρόν περ ἐπ᾿ ἐλπίδι θηήσαιο. Τοῖ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης. δεξιτερῇ δ᾽ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥ᾽ Ἀταλάντη Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν, πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην, δεῖσεν δ᾽ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. Βῆ δ᾽ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος, ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα, καί σφισι κυανέοιο δι' ἠέρος ὄμματα θέλγει καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο παρθένος ἱμείρουσα μετ᾿ ἀλλοδαποῖσιν ἐόντος ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως. καί ῥ᾽ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν, δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες, γηθόσυναι ξείνῳ· ὁ δ᾽ ἐπὶ χθονὸς ὄμματ᾽ ἐρείσας νίσσετ᾽ ἀπηλεγέως, ὄφρ᾽ ἀγλαὰ δώμαθ᾽ ἵκανεν Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι ἐσσυμένως καλῆς διὰ παστάδος εἶσεν ἄγουσα ἀντία δεσποίνης· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν· 789 διὰ παστάδος Rutgers ex Et. Magn. παστάς· ... Ἀπολλώνιος : δι' ἀναστάδος codd. Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων ἦσθ᾽ αὕτως; ἐπεὶ οὐ μὲν ὑπ᾽ ἀνδράσι ναίεται ἄστυ, ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν ἐξερέω νημερτές, ἵν᾽ εὖ γνοίητε καὶ αὐτοί. εὐτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν, τηνίκα Θρηικίην, οἵ τ᾽ ἀντία ναιετάουσιν, δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους ἐκ νηῶν, αὐτῇσι δ᾽ ἀπείρονα ληίδα κούραις δεῦρ᾽ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων, ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον, σχέτλιοι. ἡ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ᾿ αὐτις ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα γνήσι᾽ ἐνὶ μεγάροις, σκοτίη δ᾽ ἀνέτελλε γενέθλη. αὕτως δ᾽ ἀδμητές τε κόραι, χῆραί τ᾽ ἐπὶ τῇσιν μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός, εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην δρόῳτο μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδ᾽ ἀπὸ μητρὸς λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον· οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε θυμῷ. ἀλλ᾽ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο. εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις δέχθαι, ἵν᾽ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ 800 ἐπαύλους Pierson: ἐναύλους vulg. 805 ἀπεσσεύοντο Paris. unus : ἐπεσσεύοντο vulg. 806 δορικτήταις Merkel: δορικτήτην L : δορυκτήταις Pariss., Et. Magn. Gaisf. p. 1599 811 τε κόραι] κοῦραι Rzach 812 ἀτημελέες Pariss, tres: ἀτημελέως vulg. 821 ἀναερχομένους L 16 et coniecerat Hoelzlinus : ἀνερχομένους vulg. αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. οἱ δ᾽ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθ᾽ ἔτι νῦν περ Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν. τῶ ὑμεῖς στρωφᾶσθ᾽ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἢ τ᾽ ἂν ἔπειτα πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σ᾽ οἴω γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν. ἀλλ᾽ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες μύθους ἡμετέρους, μηδ᾽ ἔκτοθι μίμνε πόληος. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν· Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. εἶμι δ᾽ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὐτ᾽ ἂν ἕκαστα ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω σοίγ᾽ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι. Ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δ᾽ ὀπίσσω βῆ ῥ᾽ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων ἐξέμολεν. μετέπειτα δ᾽ ἐυτροχάλοισιν ἀμάξαις ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι, μῦθον ὅτ᾽ ἤδη πάντα διηνεκέως ἀγόρευσεν, τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια· καὶ δ᾽ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ᾽ ἄγεσκον ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὧρσεν Ηφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὐτις ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λήμνος. Ἔνθ᾽ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὧρτο 840 σοίγ' Ο. Schneider: σοί τ' codd. 845 ἀμάξαις Merkel : ἁμάξαις codd. 846 εἰσαπέβαν Ο. Schneider : εἰσανέβαν codd. Αἰσονίδης· οἱ δ᾽ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος, Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι. αὐτίκα δ᾽ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δ᾽ ἄλλων ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. ἀμβολίη δ᾽ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν ναυτιλίης· δηρὸν δ᾽ ἂν ἐλίνυον αὖθι μένοντες, εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν· Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ᾽ ἀποέργει ἡμέας; ἧε γάμων ἐπιδευέες ἐνθάδ᾽ ἔβημεν κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ᾽ ἕαδεν ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν ἐσσόμεθ᾽ ὧδ᾽ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. ἴομεν αὐτις ἕκαστοι ἐπὶ σφέα· τὸν δ᾽ ἐνὶ λέκτροις Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λήμνον παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται. Ως νείκεσσεν ὅμιλον· ἐναντία δ᾽ οὐ νύ τις ἔτλη ὄμματ᾽ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι· ἀλλ᾽ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὔτ᾽ ἐδάησαν. ὡς δ᾽ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον καρπὸν ἀμέργουσιν πεποτημέναι· ὡς ἄρα ταίγε ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο, 863 ἀολλίσσας Schaefer: ἀολλίσας vulg. 869 μὲν ἐυκλειεῖς Hoelzlinus 881 ἄλλοτε ἄλλον Vat. unus, Pariss.: ἄλλοτέ τ᾽ ἄλλον vulg.: ἄλλοτ᾽ ἐπ᾿ ἄλλον Rutgers 882 ἀμέλγουσιν G 883 ἐνδυκὲς Rutgers : ἐνδυκέως codd. χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον, εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. ὡς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος· Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὐτις ἑταίροις χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα αὕτως, ὡς ἐθέλεις καί τοι φίλον· ἥδε δὲ νῆσος σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἦν καὶ ὀπίσσω δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι. ῥηιδίως δ᾽ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις ἄλλων ἐκ πολίων· ἀλλ᾽ οὐ σύγε τήνδε μενοινὴν σχήσεις, οὔτ᾽ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη Ὑψιπύλης· λίπε δ᾽ ἡμιν ἔπος, τό κεν ἐξανύσαιμι πρόφρων, ἣν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι. Τὴν δ᾽ αὐτ᾿ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· Υψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο ἐκ μακάρων· τύνη δ᾽ ἐμέθεν πέρι θυμὸν ἀρείω ἴσχαν᾽, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. εἰ δ᾽ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι τηλοῦ ἀναπλώοντι, σὺ δ᾽ ἄρσενα παῖδα τέκηαι, πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ πατρί τ᾿ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἣν ἄρα τούσγε τέτμῃ ἔτι ζώοντας, ἵν᾽ ἄνδιχα τοῖο ἄνακτος σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν. Ἦ, καὶ ἔβαιν᾽ ἐπὶ νῆα παροίτατος· ὡς δὲ καὶ ἄλλοι βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθ᾽ ἄρα τοίγε κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν. · ἑσπέριοι δ᾽ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν 888 ἀπηρέσιν Et. Magn. s. v. ἀπηρής : ἀπήμοσιν codd. νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο. τῶν μὲν ἔτ᾽ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν. Κεῖθεν δ᾽ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο. ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δ᾽ οὔρῳ στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο ἦρι, τὸ δ᾽ ἐννύχιοι ῾Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες. Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Ἀβύδῳ, Περκώτην δ᾽ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν. καὶ δὴ τοίγ᾽ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον. Ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο εἰς ἅλα κεκλιμένη, ὅσσον τ᾽ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δὲ οἱ ἀκταὶ ἀμφίδυμοι, κεῖνται δ᾽ ὑπὲρ ὕδατος Αἰσήποιο. Ἄρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες· καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι. ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται, αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ᾽ ὑπένερθεν τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῆς ἀραρυῖαι. 917 ἀρρήτους G : ἀρρήκτους vulg. 923 ἰέμενοι L 941 Ἄρκτων marg. Paris, unius: Ἄρκτον vulg. 942 ἐνναίουσιν Köchly : ναιετάουσιν codd. ἰσθμὸν δ᾽ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο ἀνέρες· ἐν δ᾽ ἥρως Αἰνήιος υἱὸς ἄνασσεν Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο Αἰνήτη. τοὺς δ᾽ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ· τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες. ἔνθ᾽ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν. κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο, κρήνῃ ὑπ᾿ Ἀρτακίῃ· ἕτερον δ᾽ ἕλον, ὅστις ἀρήρει, βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο Νηλείδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο ἱερόν, ἢ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης. Τοὺς δ᾽ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο, καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι. ἔνθ᾽ οἴγ᾽ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τ᾽ ἐμέλοντο. δῶκεν δ᾽ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισιν μῆλά θ᾽ ὁμοῦ· δὴ γὰρ οἱ ἔην φάτις, εὔτ᾽ ἂν ἵκωνται ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι. ἰσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι, οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο· ἀλλ᾽ ἔτι οἱ κατὰ δώματ᾿ ἀκήρατος ἦεν ἄκοιτις ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν. 967 εἰσάμενοι Et. Magn. s. v., spiritum corr. Ruhnken: στησάμενοι codd. T' inseruit Brunck 972 ἁρμοῖ που κἀκείνῳ ὑποσταχύεσκον v. l. in scholiis 976 ἐξ ἔτι Merkel ἀλλὰ καὶ ὡς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης τοῖς μέτα δαῖτ᾽ ἀλέγυνε, βάλεν δ᾽ ἀπὸ δείματα θυμοῦ. ἀλλήλους δ᾽ ἐρέεινον ἀμοιβαδίς. ἤτοι ὁ μέν σφεων πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τ᾽ ἐφετμάς· οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι. ἠοῖ δ᾽ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δ᾽ ἄρα τοίγε νῆα Χυτὸν λιμένα προτέρου ἐξήλασαν ὅρμου· ἥδε δ᾽ Ἰησονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν. Γηγενέες δ᾽ ἑτέρωθεν ἀπ᾿ οὔρεος ἀίξαντες φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα. ἀλλὰ γὰρ αὐθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας τόξον, ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον. δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι. σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες, πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο Γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν. ὡς δ᾽ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν, ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους· ὡς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ᾽ ὕπερθεν 987 Χυτὸν λιμένα Merke : χυτοῦ λιμένος codd.: Χυτῷ λιμένι Εt. Magn. s. v. χέρσῳ τεινάμενοι· τοὶ δ᾽ ἔμπαλιν, αἰγιαλοῖο κράατα μὲν ψαμάθοισι, πόδας δ᾽ εἰς βένθος ἔρειδον, ἄμφω ἅμ᾽ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι. Ἥρωες δ᾽, ὅτε δή σφιν ἀταρβὴς ἔπλετ᾽ ἄεθλος, δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῆς ἀνέμοιο λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο. ἡ δ᾽ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ᾽ ἐπέλασσαν αὐτις ἐυξείνοισι Δολίοσιν. ἐκ δ᾽ ἄρ᾽ ἔβησαν αὐτονυχί· Ἱερὴ δὲ φατίζεται ἥδ᾽ ἔτι πέτρη, ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο. οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν ἔμμεναι· οὐδ᾽ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας ἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶν Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι. τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν. σὺν δ᾽ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τ᾽ ἐνὶ θάμνοις αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ. οὐδ᾽ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὐτις ἔμελλεν οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι. ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ ὀστέον ἐρραίσθη· ὁ δ᾽ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτ᾽ ἀλύξαι θνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος. ὡς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν μαρνάμενον κείνοισι· πολεῖς δ᾽ ἐπαρηγόνες ἄλλοι 1030 ὑπέρμορον G Vat. unus 1036 δὲ περὶ Et. Magn. s. v. ἀδευκής : γὰρ περὶ vulg. : περὶ γὰρ Vind. Vrat. ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα ἠδὲ Μεγαβρόντην· Σφόδριν δ᾽ ἐνάριξεν Ἄκαστος· Πηλεὺς δὲ Ζέλυν εἶλεν ἀρηίθοόν τε Γέφυρον. αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα. Ἴδας δ᾽ αὖ Προμέα, Κλυτίος δ᾽ Ὑάκινθον ἔπεφνεν, Τυνδαρίδαι δ᾽ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε. Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν. οἱ δ᾽ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους ὠκυπέτας ἐγεληδὸν ὑποτρέσσωσι πέλειαι. ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δ᾽ ἀυτῆς πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο. ἠῶθεν δ᾽ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω· στυγερὸν δ᾽ ἄχος εἶλεν ἰδόντας ἥρωας Μινύας Αἰνήιον υΐα πάροιθεν Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα. ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τ᾽ ἀέθλων, ἢ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθ᾽ ἔτι νῦν περ ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. οὐδὲ μὲν οὐδ᾽ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε· κακῷ δ᾽ ἐπὶ κύντερον ἄλλο ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο· καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε, πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν 1056 ἐν κονίῃ τε Et. Magn. s. V. πεπτηῶτα 1059 σὺν] δίχα Vat. unus, lemma schol. ἀνδράσι τ᾽ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδ᾽ ἐπὶ δηρὸν ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο· ἀλλ᾽ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες. ἔνθ᾽ ἔτι νῦν, εὔτ᾽ ἄν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναίοντες ᾿Ιάονες, ἔμπεδον αἰεὶ πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν. Ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι ἤμαθ᾽ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δ᾽ ἐνὶ νυκτὶ ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος Μόψος τ᾿ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο. ἡ δ᾽ ἄρ᾽ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο πωτᾶτ᾽ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας. καὶ τὴν μὲν θεὸς αὐτις ἀπέτραπεν, ἶζε δ᾽ ὕπερθεν νηίου ἀφλάστοιο μετήορος ἀίξασα. τὸν δ᾽ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τ᾽ ἔειπεν· Αἰσονίδη, χρειώ σε τόδ' ἱερὸν εἰσανιόντα Δινδύμου ὀκριόεντος εύθρονον ἱλάξασθαι μητέρα συμπάντων μακάρων· λήξουσι δ᾽ ἄελλαι ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται. ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν πᾶσα πεπείρηται νιφόεν θ᾽ ἕδος Οὐλύμποιο· καί οἱ, ὅτ᾽ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ, Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὡς δὲ καὶ ὧλλοι 1082 λάχος G Pariss. schol. : λέχος vulg. 1099 πεπείρανται Köchly ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν. Ως φάτο· τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι. ὤρνυτο δ᾽ ἐξ εὐνῆς κεχαρημένος· ὧρσε δ᾽ ἑταίρους πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν. αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην. οἱ δ᾽ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης ἤρεσαν ἐς λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶ βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες. τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετ᾿ ἰδέσθαι· φαίνετο δ᾽ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι Μυσίαι· ἐκ δ᾽ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης. ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ, πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δ᾽ Ἄργος εὐκόσμως, καὶ δή μιν ἐπ᾿ ὀκριόεντι κολωνῷ ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν, αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται. βωμὸν δ᾽ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα Κύλληνόν τε, οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν. πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας 1123 χεράδος G 1132 ἐριώλας coni. Stephanus: ἐργώλας vulg. : ἐωργάς c. gl. ὁργάς G Αἰσονίδης γουνάζετ᾽ ἐπιλλείβων ἱεροῖσιν αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ δύσφημος πλάζοιτο δι' ἠέρος, ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ ῥόμβῳ καὶ τυπάνῳ ῾Ῥείην Φρύγες ἱλάσκονται. ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς ἀνταίη δαίμων· τὰ δ᾽ ἐοικότα σήματ᾽ ἔγεντο. δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης. θῆρες δ᾽ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν Δίνδυμον· ἀλλά σφιν τότ᾽ ἀνέβραχε διψάδος αὕτως ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δ᾽ ἐνέπουσιν κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω. καὶ τότε μὲν δαῖτ᾽ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων, μέλποντες ῾Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼ ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν. Ἔνθ᾽ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν, ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ᾽ εὔνασε πόντον. οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ νῆα βίῃ· τὴν δ᾽ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι. ἔμπης δ᾽ ἐγρομένοιο σάλου ζαχρηέσιν αὔραις, αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται, τειρόμενοι καὶ δὴ μετελώφεον· αὐτὰρ ὁ τούσγε πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ἡρακλέης, ἐτίνασσε δ᾽ ἀρηρότα δούρατα νηός. 1135 εἱλίσσοντο Et. Magn. s. ν. βητάρμονες 1146 νᾶεν Pariss. : ναῖεν vulg. 1161 καὶ δὴ καμάτῳ Et. Magn. s.ν. λωφῶ 1162 ἐφείλκετο Rzach ἀλλ᾽ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο Ῥυνδακίδας προχοὰς μέγα τ᾽ ἠρίον Αἰγαίωνος τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες, δὴ τότ᾽ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δ᾽ ἕζετο σιγῇ παπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι. Ἦμος δ᾽ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων, αὐτοῦ δ᾽ ἐν προμολῇ τετρυμένα γούνατ᾽ ἔκαμψεν αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί· τῆμος ἄρ᾽ οἵγ᾽ ἀφίκοντο Κιανίδος ἤθεα γαίης ἀμφ᾽ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας δειδέχατ᾽, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν μηλά τε δευομένοις μέθυ τ᾽ ἄσπετον ἐγγυάλιξαν. ἔνθα δ᾽ ἔπειθ᾽ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες, στόρνυσθαι· τοὶ δ᾽ ἀμφὶ πυρήια δινεύεσκον· οἱ δ᾽ οἶνον κρητῆρσι κέρων, πονέοντό τε δαῖτα, Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι. Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας βῆ ῥ᾽ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν οἱ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι. εὗρεν ἔπειτ᾽ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν, ἀλλ᾽ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο· τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι. 1171 ἀήθεον Ziegler : ἀήθεσον vulg. 1187 δαίνυσθαι ἑτάροις οἷς εὖ Paris, unus: δαίνυσθαι ἑτάροις εὖ L: δαίνυσθαι ἑτάροις εὖ οἷς vulg. : δαῖτ᾽ αἴνυσθαι ἑταίροις εὖ O. Schneider: δαῖτα πένεσθαι ἑταίροις εὖ Köchly 1190 ἀλαλημένος G ῥίμφα δ᾽ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην αὐτοῖσιν τόξοισιν, ἔδυ δ᾽ ἀπὸ δέρμα λέοντος. τὴν δ᾽ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν, ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης. ὡς δ᾽ ὅταν ἀπροφάτως ἱστὸν νεός, εὔτε μάλιστα χειμερίη ὀλοοῖο δύσις πέλει Ωρίωνος, ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται· ὡς ὅγε τὴν ἤειρεν. ὁμοῦ δ᾽ ἀνὰ τόξα καὶ ἰοὺς δέρμα θ᾽ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὧρτο νέεσθαι. Τόφρα δ᾽ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου δίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρ φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι. δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν, νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας, δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα. ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ Θειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα. ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι λευγαλέην, ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον. ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς. αἶψα δ᾽ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις, ὅσσαι κεῖσ᾽ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο, Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς. 1208 δίζετο L: δίζετό τε G 1216 ἀνίῃ] ἄτῃ Merkel αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους, αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο, ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. πρὸς γάρ οἱ διχόμηνις ἀπ᾿ αἰθέρος αὐγάζουσα βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν. αὐτὰρ ὅγ᾽ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν λέχρις ἐπιχριμφθείς, περὶ δ᾽ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ᾽ ἤγε λαιὸν μὲν καθύπερθεν ἐπ᾿ αὐχένος ἄνθετο πῆχυν κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ ἀγκῶν᾽ ἔσπασε χειρί, μέσῃ δ᾽ ἐνικάββαλε δίνῃ. Τοῦ δ᾽ ἥρως ἰάχοντος ἐπέκλυεν οἷος ἑταίρων Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου, δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθ᾽ ἵκοιτο. βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ ἄγριος, ὅν ῥά τε γήρυς ἀπόπροθεν ἵκετο μήλων, λιμῷ δ᾽ αἰθόμενος μετανίσσεται, οὐδ᾽ ἐπέκυρσεν ποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν· ὣς τότ᾽ ἄρ᾽ Εἰλατίδης μεγάλ᾽ ἔστενεν, ἀμφὶ δὲ χῶρον φοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή. αἶψα δ᾽ ἐρυσσάμενος μέγα φάσγανον ὥρτο δίεσθαι, μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες μοῦνον ἐόντ᾽ ἐλόχησαν, ἄγουσι δὲ ληίδ᾽ ἑτοίμην. ἔνθ᾽ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνω σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δ᾽ ἄτην ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν· 1233 μόλις Vat. unus : μόγις vulg. 1250 δίεσθαι Suid. s. v. : νέεσθαι codd. Δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω. οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὐτις ἱκάνει. ἀλλά ὁ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν, ἢ θῆρες σίνονται· ἐγὼ δ᾽ ἰάχοντος ἄκουσα.” Ως φάτο· τῷ δ᾽ ἀίοντι· κατὰ κροτάφων ἅλις ἱδρὼς κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα. χωόμενος δ᾽ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα. ὡς δ᾽ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων, οὐδ᾽ ἀγέλης ὄθεται, πρήσσει δ᾽ ὁδόν, ἄλλοτ᾽ ἄπαυστος, ἄλλοτε δ᾽ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχέν᾿ ἀείρων ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ· ὡς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατ᾽ ἔπαλλεν συνεχέως, ὁτὲ δ᾽ αὖτε μεταλλήγων καμάτοιο τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ. Αὐτίκα δ᾽ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τίφυς ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τ᾽ ἀνέμοιο. οἱ δ᾽ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας. κυρτώθη δ᾽ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ᾽ ἀπ᾿ ἀκτῆς γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην. ἦμος δ᾽ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ᾽ ἀταρποί, καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ, τῆμος τούσγ᾽ ἐνόησαν ἀιδρείῃσι λιπόντες. ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν σφωιτέρων ἑτάρων. ὁ δ᾽ ἀμηχανίῃσιν ἀτυχθεὶς οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον Αἰσονίδης· ἀλλ᾽ ἦστο βαρείῃ νειόθεν ἄτῃ 1287 οὔτε... οὔτε Merkel: οὐδέ ... οὐδέ vulg. θυμὸν ἔδων· Τελαμῶνα δ᾽ ἕλεν χόλος, ὧδέ τ᾽ ἔειπεν· Ησ᾽ αὔτως εὔκηλος, ἐπεί νύ τοι ἄρμενον ἦεν Ἡρακλῆα λιπεῖν· σέο δ᾽ ἔκτοθι μῆτις ὄρωρεν, ὄφρα τὸ κείνου κῦδος ἀν᾿ Ἑλλάδα μή σε καλύψῃ, αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο. Ἦ, καὶ ἐς Ἁγνιάδην Τίφυν θόρε· τὼ δὲ οἱ ὄσσε ὄστλιγγες μαλεροῖο πυρὸς ὡς ἰνδάλλοντο. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο λαῖτμα βιησάμενοι ἀνέμου τ᾽ ἄλληκτον ἰωήν, εἰ μὴ Θρηικίοιο δύω υΐες Βορέαο Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν, σχέτλιοι· ἢ τέ σφιν στυγερὴ τίσις ἔπλετ᾽ ὀπίσσω χερσὶν ὑφ᾽ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν ἀμφ᾽ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν, ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν, κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο. καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι. τοῖσιν δὲ Γλαύκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε᾽ ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν· Τίπτε παρέκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; Ἄργεΐ οἱ μοῖρ᾽ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους, ναίειν δ᾽ ἀθανάτοισι συνέστιον, εἴ κ᾿ ἔτι παύρους ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. αὕτως δ᾽ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη ὃν πόσιν, οἷό περ οἵνεκ᾽ ἀποπλαγχθέντες ἔλειφθεν. Ἦ, καὶ κῦμ᾽ ἀλίαστον ἐφέσσατο νειόθι δύψας· ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δ᾽ ἥρωες· ὁ δ᾽ ἐσσυμένως ἐβεβήκει Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε· Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν εἴ τί περ ἀασάμην· πέρι γάρ μ᾽ ἄχος εἶλεν ἐνισπεῖν μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλ᾽ ἀνέμοισιν δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες. Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν· Ὦ πέπον, ἢ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ, φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι. ἀλλ᾽ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω, πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων, οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας, ἀλλ᾽ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφ᾿ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι. Ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο. τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο Εἰλατίδης Πολύφημος· ὁ δ᾽ Εὐρυσθῆος ἀέθλους αὐτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν Μυσίδ᾽ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος. τοῖο δὲ ῥύσι᾽ ὄπασσαν ἀποκρίναντες ἀρίστους υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο, μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο. 1333 εἶλεν Vatt. vulg. : ἧκεν supra scr. γρ. εἶλεν L : ἧκεν G : ἶκεν Merkel τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί, κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται Τρηχῖνος. δὴ γάρ ῥα κατ᾿ αὐτόθι νάσσατο παῖδας, οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι. Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ᾽ ἐπὶ τυτθὸν ἄητο ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλ᾽ εὐρεῖαν ἐσιδέσθαι φρασσάμενοι, κώπῃσιν ἅμ᾽ ἠελίῳ ἐπέκελσαν. 1358 νηῦν] νέα La Roche.
Ἔνθα δ᾽ ἔσαν σταθμοί τε βοῶν αὐλίς τ᾽ Ἀμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν· ὅς τ᾽ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μήτιν᾿ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τ᾽ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν, τοῖον δ᾽ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον· Κέκλυθ᾽, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὄμμιν ἔοικεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δ᾽ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἢ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ᾽ ἀνάγκη. Ἦ ῥα μέγα φρονέων· τοὺς δ᾽ ἄγριος εἰσαΐοντας εἶλε χόλος· περὶ δ᾽ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή. αἶψα δ᾽ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε· Ἴσχεο νῦν, μηδ᾽ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.᾿ Ως φάτ᾿ ἀπηλεγέως· ὁ δ᾽ ἐσέδρακεν ὄμμαθ᾽ ἑλίξας, ὥστε λέων ὑπ᾽ ἄκοντι τετυμμένος, ὅν τ᾽ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται· ὁ δ᾽ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτ᾽ οὐκ ἀλέγει, ἐπὶ δ᾽ ὄσσεται οἰόθεν οἷος ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδ᾽ ἐδάμασσεν. ἔνθ᾽ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φάρος λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων· ὁ δ᾽ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. αὐτίκα δ᾽ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἶζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλ᾽ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν χωομένη Διὶ τίκτεν· ὁ δ᾽ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας πειράζων, εἴθ᾽ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, μηδ᾽ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν. οὐ μὰν αὖτ᾽ Ἄμυκος πειρήσατο· σῖγα δ᾽ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχ᾽ ὄμματα, καί οἱ ὀρέχθει θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς, ἀζαλέους, περὶ δ᾽ οἵγ᾽ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὁ τόνγ᾽ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα· Τῶνδέ τοι ὅν κ᾽ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν. 30 ἀπὸ Merkel : ad codd. 54 προσηύδα Hermann ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι. Ως ἔφατ᾿· αὐτὰρ ὅγ᾽ οὔτι παραβλήδην ἐρίδηνεν. ἦκα δὲ μειδήσας, οἱ οἱ παρὰ ποσσὶν ἔκειντο, τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ᾽ ἀντίος ἤλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δ᾽ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν. τῷ δ᾽ αὐτ᾿ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ. Οἱ δ᾽ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκ᾽ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπ᾿ ἀλλήλοισι μένος φέρον ἀντιόωντες. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δ᾽ ὑπὸ τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει, ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, ὡς ὅγε Τυνδαρίδην φοβέων ἕπετ᾽, οὐδέ μιν εἴα δηθύνειν. ὁ δ᾽ ἄρ᾽ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν ἀίσσοντ᾽ ἀλέεινεν· ἀπηνέα δ᾽ αἶψα νοήσας πυγμαχίην, ἢ κάρτος ἀάατος, ᾗ τε χερείων, στῆ ῥ᾽ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δ᾽ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες θείνωσι σφύρῃσιν, ἐπ᾿ ἄλλῳ δ᾽ ἄλλος ἄηται δοῦπος ἄδην· ὡς τοῖσι παρήιά τ᾽ ἀμφοτέρωθεν καὶ γένυες κτύπεον· βρυχὴ δ᾽ ὑπετέλλετ᾽ ὀδόντων ἄσπετος, οὐδ᾽ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων 58 περίειμι Ziegler: περί τ' εἰμὶ codd.: περί γ᾽ εἰμὶ Ο. Schneider 76 ἀίσσοντ᾽ Pierson: ἀίσσων codd. 77 ἢ...ἦ Merkel 78 στῆ G: τῇ vulg. 86 μετώπων Wellauer: μετώπῳ codd. ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε. ἂψ δ᾽ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον. ἔνθα δ᾽ ἔπειτ᾽ Ἄμυκος μὲν ἐπ᾿ ἀκροτάτοισιν ἀερθείς, βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν χεῖρ᾽ ἐπὶ οἱ πελέμιξεν· ὁ δ᾽ ἀίξαντος ὑπέστη, κρᾶτα παρακλίνας, ὤμῳ δ᾽ ἀνεδέξατο πῆχυν τυτθόν· ὁ δ᾽ ἄγχ᾽ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ᾽ εἴσω ῥῆξεν· ὁ δ᾽ ἀμφ᾽ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δ᾽ ἰάχησαν ἥρωες Μινύαι· τοῦ δ᾽ ἀθρόος ἔκχυτο θυμός. Οὐδ᾽ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος· ἀλλ᾽ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον. τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν᾽ ἑταῖροι ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλασ᾽ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ᾽ ἑκάτερθεν ἔνθα καὶ ἔνθ᾽ ὤμοισιν ἐπ᾿ ἀμφοτέροις ἐκεάσθη. αὐτὸς δ᾽ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα, τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας πλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δ᾽ ἆσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί, δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ᾽ ὑπελείπετ᾽ ὀπωπή. Ωρεΐδης δ᾽ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων οὗτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο, ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ᾽ ἐπὶ δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αύτως δ᾽ Ἄρητος μενεδήιον Εὐρύτου υἱα Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας, οὔπω κηρὶ κακῇ πεπρωμένον· ἡ τάχ᾽ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο. 94 τυτθὸν δ᾽ ἄγχ' Köchly, puncto in fine v. praec. posito 96 ἀμφ᾿ coni. Stephanus : ἅμ' codd. 98 ἀκήδησαν Choeroboscus in Bekkeri Anecd. p. 1353 καὶ τότ᾽ ἄρ᾽ Ἀγκαῖος Λυκούργοιο θρασὺς υἱὸς αἶψα μάλ᾽ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δὲ οἱ ἐσσεύοντο Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ᾽ Ἰήσων. ὡς δ᾽ ὅτ᾽ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ᾽ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, μαίονται δ᾽ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν, πόλλ᾽ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὕτως στείνονται πίπτοντα περὶ σφίσιν· ὡς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἱ δ᾽ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν· ὡς οἵγ᾽ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ᾽ ἐκέδασθεν εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες· νήπιοι, οὐδ᾽ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο πῆμ᾽ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ ἠδ᾽ οἷαι τῆμος δήῳ ὑπὸ δουρὶ Λύκοιο καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης. οἱ δ᾽ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον· ἤδη δ᾽ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν· Φράζεσθ᾽ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν, εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν. ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα οὐδ᾽ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ᾽ ὅτε θεσμοὺς 119 μάλ᾽ ἀντεταγὼν Sanctamandus: μέλαν τεταγὼν vulg. 132 δ' ἤτοι Pariss. quattuor : δή τοι vulg. ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν· μάλα δ᾽ ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος. Ὡς ἄρ᾽ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο. καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ᾽ ἀνδρῶν οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τιν᾽ ὕπνος εἶλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν. ξανθὰ δ᾽ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα ἀγχιάλῳ, τῇ καί τε περὶ πρυμνήσι᾽ ἀνῆπτο, Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα. Ἦμος δ᾽ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτήρας, δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης, ληίδα τ᾽ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι, πνοιῇ δινήεντ᾽ ἀνὰ Βόσπορον ἰθύνοντο. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός, αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγ᾽ ἔμπης στόρνυται, εἴ κ᾽ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο, ἀσκηθεῖς μὲν, ἀτὰρ πεφοβημένοι. ἤματι δ᾽ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ᾿ ἀνῆψαν. Ἔνθα δ᾽ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς, ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ᾿ ἀνέτλη 151 τόνδε G, Et. Magn. Gaisf. p. 1701 160 τε Merkel : τῇ codd. : τὰ Stephanus 173 καθάπερ νέφος Pariss. quattuor: ὑπὲρ νέφος G ; ὑπὲρ νέφεος vulg. : ὑπερηρεφές Merkel 177 Θυνηίδι Meineke εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν Λητοΐδης· οὐδ᾽ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν, ἐκ δ᾽ ἕλετ᾽ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδ᾽ ἄγειρον. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι Ἅρπυιαι στόματος χειρῶν τ᾽ ἀπὸ γαμφηλῇσιν συνεχέως ἥρπαζον. ἐλείπετο δ᾽ ἄλλοτε φορβῆς οὐδ᾽ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. καὶ δ᾽ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλ᾽ ἀποτηλοῦ ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δ᾽ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου τούσδ᾽ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δ᾽ εὐνῆθεν, ἀκήριον ἠύτ᾽ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε, τοίχους ἀμφαφόων· τρέμε δ᾽ ἅψεα νισσομένοιο ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον. ἐκ δ᾽ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπ᾿ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι νειόθεν, ἀβληχρῷ δ᾽ ἐπὶ κώματι κέκλιτ᾽ ἄναυδος. οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν· Κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ οἵδ᾽ ὑμεῖς, οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ Ἀργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων. 200 δέ schol. ad ii, 302, schol, ad Eur. Or. 219 : te codd. ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα ᾖσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα, Λητοῦς υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. Ικεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς ἀνδράσι, Φοίβου τ᾽ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μηδέ μ᾿ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες αὔτως. οὐ γὰρ μοῦνον ἐπ᾽ ὀφθαλμοῖσιν Ἐρινὺς λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω· πρὸς δ᾽ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὀλέθρου. ἴσχω δ᾽ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς, ἢ κείνας· ὧδ᾽ αἶψα διηέριαι ποτέονται. τυτθὸν δ᾽ ἣν ἄρα δήποτ᾽ ἐδητύος ἄμμι λίπωσιν, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς· οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, οὐδ᾽ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη. ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐν γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο υἱέας. οὐδ᾽ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, εἰ δὴ ἐγὼν ὁ πρίν ποτ᾽ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ' Ἀγήνωρ· τῶν δὲ κασιγνήτην, ὅτ᾽ ἐνὶ Θρῄκεσσιν ἄνασσον, Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν. Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δ᾽ ἕλε κῆδος ἕκαστον ἡρώων, πέρι δ᾽ αὖτε δύω υΐας Βορέαο. δάκρυ δ᾽ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ᾽ ἔειπεν 217 Brunck: hs vulg.: οἷς Wellauer 226 ἑὸν Vat. unus, schol. : ἐμὸν vulg. 232 καὶ ἄατος ἴσχει Köchly : καὶ δατὸς ἴσχει L : καὶ δαιτὸς ἴσχει G : κατίσχει δαιτὸς Brunck 239 ἧκεν L Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος· Ἆ δείλ᾽, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε᾽ ἀνῆπται; ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν; ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ἀθανάτων. οὐδ᾽ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Αρπυίας, μάλα περ λελιημένοι, ἔστ᾽ ἂν ὀμόσσῃς, μὴ μὲν τοῖό γ᾽ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι. Ως φάτο· τοῦ δ᾽ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν· Σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον. ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μ᾿ ἔλαχεν, κὴρ καὶ τόδ᾽ ἐπ᾿ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ᾽ ὑπένερθεν δαίμονες, οἳ μηδ᾽ ὧδε θανόντι περ εὐμενέοιεν, ὡς οὐ τις θεόθεν χόλος ἔσσεται εἵνεκ᾿ ἀρωγῆς. Τὼ μὲν ἔπειθ᾽ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον. αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δ᾽ ἄμφω στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. καὶ δὴ τὰ πρώτισθ᾽ ὁ γέρων ἔψαυεν ἐδωδῆς· αἱ δ᾽ ἄφαρ ἠύτ᾽ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς, ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δ᾽ ἐσιδόντες ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δ᾽ ἅμ᾽ ἀυτῇ πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. 244 σμυγερώτερον Ruhnken: στυγερώτερον codd. ἄλλων LG 260 ὧδε Pariss, schol. Par.: οἵδε vulg. 271 καταβρόξασαι Struve : καταβρώξασαι codd. 272 δυσάνσχετος J. Α. Ernesti τάων δ᾽ αὖ κατόπισθε δύω υἶες Βορέαο φάσγαν᾽ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας αἰέν, ὅτ᾽ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν. ὡς δ᾽ ὅτ᾽ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας· ὡς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν. καί νύ κε δή σφ᾽ ἀέκητι θεῶν διεδηλήσαντο πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, εἰ μὴ ἄρ᾽ ὠκέα Ἶρις ἴδεν, κατὰ δ᾽ αἰθέρος ἆλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν· Οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ᾽ αὐτὴ δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι. Ως φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται, μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν. οἱ δ᾽ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα σώεσθαι. Στροφάδας δὲ μετακλείουσ᾽ ἄνθρωποι νήσους τοῖό γ᾽ ἕκητι, πάρος Πλωτὰς καλέοντες. ῞Αρπυιαί τ' Ιρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωίδος· ἡ δ᾽ ἀνόρουσεν Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν. Τόφρα δ᾽ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο 274 πρόσσω Ο. Schneider 288 υἶες Brunck 296 σώεσθαι Et. Magn. s. V. σώεσκον: σεύεσθαι codd. 298 διέτμαγεν Spitzner: διέτμαγον codd. 300 μεταχθονίη L Pariss. μῆλα, τὰ τ᾿ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο, δαίνυνθ᾽ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς ἁρπαλέως, οἷόν τ᾽ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δ᾽, ἐπεὶ δόρποιο κορέσσαντ᾽ ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δ᾽ ἐν μέσσοισι παρ᾽ ἐσχάρῃ ἧστο γεραιὸς πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου· Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὄμμι δαῆναι ἀτρεκές· ὅσσα δ᾽ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο. Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ᾽ ἀλέγοντες πείρετε· μηδ' αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ᾽ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι, νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἣν δὲ δι᾿ αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ 312 ἀτρεκές Brunck: ἀτρεκέως codd. 316 χατέουσι LG 322 κορθύνεται Brunck 327 ἢ θύνετ᾿ Pariss. quattuor, schol. Par. : ἰθύνετ᾽ vulg. 328 πειρήσασθαι L : πειρήσασθε vulg. 329 προμεθέντας ἐφίεμαι Madvig 332 ἀρτύναντες Ο. Schneider τέμνεθ᾽ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως· πρὶν δ᾽ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι· ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Ἀργώ. ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον ὀίεσθ᾽ Οὐρανίδῃσιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι· μὴ τλῆτ᾽ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι. καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἣν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὐτε Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε. κεῖθεν δ᾽ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει, δινήεις τ᾽ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος. ἀγχίμολον δ᾽ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσίν τ᾽ Ενετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ᾽ αἵματος εὐχετόωνται. 335 πονέεσθαι L: πονέεσθε vulg. 338 στέλλεσθαι ed. Florentina: στέλλεσθε codd. 339 ἐξαλέαισθε coni. Wellauer : ἐξαλέα- σθαι L: ἐξαλέασθε G 340 πέλοι Stephanus : πέλει codd. 342 καί Vrat. Vind. et coniecerat Brunck : κέν vulg. 344 ἔτι] ἐνὶ Herwerden 349 ἄκρην Brunck: ἀκτήν codd. 354 ἄκρη Pierson : ἀκτή codd. 356 ἄκρην Paris. unus : ἄκρης vulg. 358 τοῖσίν τ' Ἐνετήιος lemma schol., vulg. : τοῖσιν μενεδήιος/γρ. ἐνετήιος L: τοῖσιν μενεδήιος G ἔστι δέ τις ἄκρη Ελίκης κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι· ὧδε μάλ᾽ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη Αἰγιαλός· πολέος δ᾽ ἐπὶ πείρασιν Αἰγιαλοῖο ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ ῞Αλυος ποταμοῖο δεινὸν ἐρεύγονται· μετὰ τὸν δ᾽ ἀγχίροος Ιρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ᾽ ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο. ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, ἐργατίναι· τοὶ δ᾽ ἀμφὶ σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοί Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην. τῇ δ᾽ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται, δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες κάλινα καὶ †πύργους† εὐπηγέας, οὓς καλέουσιν μόσσυνας· καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, μήτι παντοίῃ μέγ᾽ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην. τῇ μέν τ᾽ ἐνὶ νηὸν Ἄρηος λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο. 365 Αἰγ. cum litt. maiusc. scr. O. Schneider 371 ὑπ᾿ schol. Fl., Et. Magn. s. ν. Θεμισκύρειον : ἐπ᾿ codd. 375 τρηχεῖαν Köchly 381 ἐνοίκια K. Lehrs post h. ν. κάλινα . . . ἔασιν expulit Brunck nec post eum numerati sunt πύργους] θριγγοὺς Ruhnken : τριγχοὺς Merkel ἔνθα γὰρ ὄμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα; νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες· Φιλύρων δ᾽ ἐφύπερθεν ἔασιν Μάκρωνες· μετὰ δ᾽ αὖ περιώσια φύλα Βεχείρων. ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν· Βύζηρες δ᾽ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ᾽ ἐνὶ νηὶ πείρεθ᾽, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δ᾽ ἐπ᾿ ἠπείροιο Κυταιίδος, ἠδ᾽ Ἀμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆ᾽ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο, ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ᾿ ἄκρης πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ, οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε. Ὡς ἄρ᾽ ἔφη· τοὺς δ᾽ εἶθαρ ἕλεν δέος εἰσαΐοντας. δὴν δ᾽ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ᾽ ἔειπεν ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι· Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ᾽ ἀέθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αΰτις τάσδ᾽ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὐτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αΐα δὲ Κολχὶς 389 ἀρητόν Merkel καί Brunck : κέν vulg. 391 διηνεκές Brunck: διηνεκέως vulg. 399 Κυταιίδος Paris. unus: Κυταΐδος vulg. 404 Ἄρεος Stephanus : Ἄρεως LG 406 ὀπιπεύει Merkel 411 διίκεο Pariss. duo : διήκεο vulg. Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. Ως φάτο· τὸν δ᾽ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν· Ὦ τέκος, εὔτ᾽ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας, θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἴης· μετὰ δ᾽ Αἷαν ἅλις πομπῆες ἔσονται. ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε. Ως φάτ᾿ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηικίου Βορέαο κατ' αἰθέρος ἀίξαντε οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ᾽ ἀνόρουσαν ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δ᾽ ἱεμένοισιν, ἔτ᾽ ἄσπετον ἐκ καμάτοιο ἆσθμ᾽ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδ᾽ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι, ὅρκιά τ᾽ εὐμενέουσα θεὰ πόρεν, αἱ δ᾽ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.. γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τ᾽ ἀγγελίῃ Φινεὺς πέλεν. ὢκα δὲ τόνγε Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν· Ἡ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δ᾽ ἡμέας αὖθι πέλασσεν τηλόθεν, ὄφρα τοι υἶες ἀμύνειαν Βορέαο· εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἢ τ᾽ ἂν δίω γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ᾽ ἱκοίμην. Ὡς ἔφατ᾿· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν· Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος ἔστ᾽ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν. Ως τώγ᾽ ἀλλήλοισι παραβλήδην ἀγόρευον. αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη 424 ἐν γὰρ τῇ schol. ad iii. 946. Ἠριγενής· τὸν δ᾽ ἀμφὶ περικτίται ἠγερέθοντο ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ᾽ ἤματι κεῖσε θάμιζον, αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς. τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο, ἔχραεν ἐνδυκέως, πολέων δ᾽ ἀπὸ πήματ᾽ ἔλυσεν μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον. σὺν τοῖσιν δ᾽ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγ᾽ ἐνόησεν. πρὶν γὰρ δή νύ ποτ᾽ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο πείσματ᾽ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ, οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας. τοὺς μὲν ἔπειτ᾽ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν πέμφ᾽ ὁ γέρων· οἷον δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετ᾽ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγε σφωιτέρων δίων ὅτις ἔξοχος, εἰς ἑ κομίσσαι ἧκεν ἐποτρύνας. τοῦ δ᾽ ἐκ μεγάροιο κιόντος μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα· Ω φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν, οὐδ᾽ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ᾽ ἀνὴρ τοῖος ἐὼν δεῦρ᾽ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη. εὔτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι, δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο χρησμοσύνη τρύχεσκεν· ἐπ᾽ ἤματι δ᾽ ἦμαρ ὀρώρει κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι. ἀλλ᾽ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν ἀμπλακίης. ὁ γὰρ οἷος ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ᾽ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε 458 δή νύ ποτ' Vrat. et coniecerat Gerhard : δὴν ὑπό τ' vulg. 474 τις Paris. unus et coniecerat Stephanus : τι vulg. ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος. τῷ δ᾽ ἄρᾳ νηκερδή νύμφη πόρεν οἶτον ὀπίσσω αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὔτ᾽ ἀφίκανεν, ἀμπλακίην ἔγνων· βωμὸν δ᾽ ἐκέλευσα καμόντα Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ᾿ αὐτῷ ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι. ἔνθ᾽ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ᾽ ἐμεῖο ἐκλάθετ᾽, οὐδ᾽ ἀθέριξε· μόλις δ᾽ ἀέκοντα θύραζε πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι. Ως φάτ᾿ Ἀγηνορίδης· ὁ δ᾽ ἐπισχεδὸν αὐτίκα δοιὼ ἤλυθ᾽ ἄγων ποίμνηθεν δις. ἀνὰ δ᾽ ἵστατ᾽ Ἰήσων, ἂν δὲ Βορήιοι υἶες ἐφημοσύνῃσι γέροντος. ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα ῥέζον ἐπ᾽ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο. κουρότεροι δ᾽ ἑτάρων μενοεικέα δαῖτ᾽ ἀλέγυνον. ἔνθ᾽ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός, τοὶ δ᾽ αὐτοῦ κατὰ δώματ᾿ ἀολλέες εὐνάζοντο. ἦρι δ᾽ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τ᾽ ἀνὰ πᾶσαν γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀνωγῇ. Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο μῆλα νέμειν προτέροισι παρ᾽ ἀνδράσιν· εὔαδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων τήνγ᾽ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις, αὶ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος. ἔνθα δ᾽ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες. τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δ᾽ ἔνεικεν νηπίαχον Χείρωνος ὑπ᾽ ἄντροισιν κομέεσθαι. 488 ἀθέριξε G Paris, unus: ἀθέρισσε vulg. 498 ἐτήσιαι Paris. unus: ἐτήσιοι vulg. : ἐτησίαι Merkel 499 ἀνωγῇ Vatt. quattuor : ἀρωγῇ vulg. 503 ἀνερεψάμενος Rzach: ἀνερειψάμενος codd. τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τ᾽ ἐδίδαξαν· καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ᾽ ἐνέμοντο ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ᾽ ἐρυμνὴν Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο. ἦμος δ᾽ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους Σείριος, οὐδ᾽ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν, τῆμος τόνγ᾽ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο λοιμοῦ ἀλεξήτῆρα. λίπεν δ᾽ ὅγε πατρὸς ἐφετμῇ Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης, καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο, ἱερά τ᾽ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δ᾽ ἕκητι γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι ἤματα τεσσαράκοντα· Κέῳ δ᾽ ἔτι νῦν ἱερῆες ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς. Καὶ τὰ μὲν ὡς ὑδέονται· ἀριστῆες δὲ καταῦθι μίμνον ἐρυκόμενοι· ξεινήια δ᾽ ἄσπετα Θυνοὶ πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ᾽ ἱερὰ θέντες, νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλ᾽ ἄρα τήνγε δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εὔφημος, γαίης δ᾽ ἀπὸ διπλόα πείσματ᾽ ἔλυσαν. Οὐδ᾽ ἄρ᾽ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες· αὐτίκα δ᾽ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν, σεύατ᾽ ἴμεν πόντονδε, φίλα φρονέουσ᾽ ἐρέτῃσιν. ὡς δ᾽ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ 525 ἐτησίαι Merkel 530 πᾶν ἦμαρ Dorvillius : πᾶν δ᾽ ἦμαρ vel πανδήμαρ codd. πλαζόμεθ᾽ ἄνθρωποι τετληότες, οὐδέ τις αΐα τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι, σφωιτέρους δ᾽ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος ὑγρή τε τραφερή τ᾿ ἰνδάλλεται, ἄλλοτε δ᾽ ἄλλῃ ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν· ὡς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν ἐπ᾿ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς. Οἱ δ᾽ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν, δινήεις δ᾽ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὔατ᾽ ἔβαλλε, βόων δ᾽ ἁλιμυρέες ἀκταί, δὴ τότ᾽ ἔπειθ᾽ ὁ μὲν ὣρτο πελειάδα χειρὶ μεμαρπὼς Εὔφημος πρώρης ἐπιβήμεναι· οἱ δ᾽ ὑπ᾽ ἀνωγῇ Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην, ἵν᾽ ἔπειτα διὲκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δ᾽ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο. σὺν δέ σφιν χύτο θυμός· ὁ δ᾽ ἀίξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα· τοὶ δ᾽ ἅμα πάντες ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι᾽ αὐτῶν ἔπτατο· ταὶ δ᾽ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὥρτο δὲ πολλὴ ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὐε δὲ πόντος σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ. κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δ᾽ ὄχθης λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. νῆα δ᾽ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ᾽ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δ᾽ ἀπόρουσεν ἀσκηθής. ἐρέται δὲ μέγ᾽ ἴαχον· ἔβραχε δ᾽ αὐτὸς 543 κέλευθοι] πόληες schol., ut videtur Τίφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὐτις ἄνδιχα. τοὺς δ᾽ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ 575 πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων. τότε δ᾽ αἰνότατον δέος εἶλεν πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος. ἤδη δ᾽ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος, καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ᾽ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τίφυς ὑπ᾽ εἰρεσίῃ βαρύθουσαν ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, ἐκ δ᾽ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο. Εὔφημος δ᾽ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δ᾽ ἀλαλητῷ κόπτον ὕδωρ. ὅσσον δ᾽ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν, δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων. ἔνθεν δ᾽ αὐτίκ᾽ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα, ἡ δ᾽ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ᾽ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δ᾽ ἑκάτερθεν σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα. καὶ τότ᾽ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι. ἡ δ᾽ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ᾽ ὀιστῷ. ἔμπης δ᾽ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη Οὔλυμπόνδ᾽ ἀνόρουσεν, ὅτ᾽ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δ᾽ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν 574 αὖτις Brunck: αὖθις codd. 575 αὐτὴ Köchly: αὖτις codd. 590 ἂν] ἄρ᾽ Herwerden 593 καταρρεπές Crameri Anecd. Paris, iv. pp. 55 et 67 νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν ἐκ μακάρων, εὔτ᾽ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλ᾽ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο σώεσθαι· Τίφυς δὲ παροίτατος ἤρχετο μύθων· Ἔλπομαι αὐτῇ νηὶ τόγ᾽ ἔμπεδον ἐξαλέασθαι ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη, ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὐτέ μιν Ἄργος γόμφοισιν συνάρασσε· θέμις δ᾽ οὐκ ἔστιν ἁλῶναι. Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν, εὐτε διὲκ πέτρας φυγέειν θεὸς ἡμιν ὄπασσεν, μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς. Ἦ ῥ᾽ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν· Τίφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι; ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο αὐτίκ᾽ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον˙ νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι· νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν, στυγέων δ᾽, ὅτ᾽ ἐπ᾿ ἠπείροιο βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν. αἰεὶ δὲ στονόεσσαν ἐπ᾽ ἤματι νύκτα φυλάσσω, ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε, φραζόμενος τὰ ἕκαστα· σὺ δ᾽ εὐμαρέως ἀγορεύεις οἷον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε εἷο μὲν οὐδ᾽ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο 606 περήσῃ Hermann : περάσῃ vulg. 622 τίη μοι L 16: τί μοι L: τί ἥ μοι G : τί μοί τοι vulg. 632 ἠγερέεσθαι L καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι᾽ ἑταίρων εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὄμμε κομίσσω. Ως φάτ᾽ ἀριστήων πειρώμενος· οἱ δ᾽ ὁμάδησαν θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη κεκλομένων, καί ῥ᾽ αὖτις ἐπιρρήδην μετέειπεν· Ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω. τούνεκα νῦν οὐδ᾽ εἴ κε διεξ Ἀίδαο βερέθρων στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ᾽ ὅτε πέτρας Πληγάδας ἐξέπλωμεν, δίομαι οὐκ ἔτ᾽ ὀπίσσω ἔσσεσθαι τοιόνδ᾽ ἕτερον φόβον, εἰ ἐτεόν γε φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα. Ως φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων, εἰρεσίῃ δ᾽ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης, ἄκρην δ᾽ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν, τῇ δ᾽ ἄρ᾽ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν Διψακὸς υΐ᾽ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν, ὁππόθ᾽ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο· τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις ἥνδανεν, ἀλλ᾽ ἐθελημὸς ἐφ᾽ ὕδασι πατρὸς ἑοῖο μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων. τοῦ μέν θ᾽ ἱερὸν αἰψα, καὶ εὐρείας ποταμοῖο ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην δερκόμενοι παράμειβον, ὁμῶς δ᾽ ἐπὶ ἤματι νύκτα νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ᾽ ἐλάτῃσιν. οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν ἐργατίναι μογέουσι βόες, πέρι δ᾽ ἄσπετος ἱδρὼς εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴ αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δ᾽ ἐνὶ γαίῃ 637 ὄμμε G: ἄμμε vulg. 654 φεύγε πόλιν L: φεῦγε πτόλιν Pariss. duo χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται· τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἶλκον ἐρετμά. Ἦμος δ᾽ οὔτ᾽ ἄρ πω φάος ἄμβροτον, οὔτ᾽ ἔτι λίην ὀρφναίη πέλεται, λεπτὸν δ᾽ ἐπιδέδρομε νυκτὶ φέγγος, ὅτ᾽ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν, τῆμος ἐρημαίης νήσου λιμέν᾽ εἰσελάσαντες Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε. τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν τῆλ᾽ ἐπ᾿ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων, ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι· λαιῇ δ᾽ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ᾽ ὑπὸ ποσσὶν σείετο νῆσος ὅλη, κλύζεν δ᾽ ἐπὶ κύματα χέρσῳ. τοὺς δ᾽ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ βῆ ῥ᾽ ἴμεναι πόντονδε δι' ἠέρος· ὀψὲ δὲ τοῖον Ὀρφεὺς ἔκφατο μύθον ἀριστήεσσι πιφαύσκων· Εἰ δ᾽ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος τήνδ᾽ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν, βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δ᾽ ἂν ὀπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ, δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. νῦν δ᾽ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι κέκλομαι. ἀλλ᾽ ἵληθι ἄναξ, ἵληθι φαανθείς. Ὡς ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν· οἱ δ᾽ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες εἴ κέ τιν' ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ. 682 αὐγάσσασθαι Pariss. duo : ἀγάσασθαι L: αὐγάσασθαι vulg. 686 Ἑωίου Wellauer : Ἑῴου vulg. τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ καῖον, ἐπικλείοντες ῾Εώιον Ἀπόλλωνα. ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο, καλὸν Ἰηπαιήον᾽ Ἰηπαιήονα Φοῖβον μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς· ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν, κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς. ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι, αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ᾽ αὐτὴ Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει. πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες, θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι· ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ, λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἡ μὲν ἀρήξειν ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο, ἁπτόμενοι θυέων· καί τ᾽ εἰσέτι νῦν γε τέτυκται κεῖσ᾽ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ᾽ ἐκάμοντο αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες. Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ᾽ ἔπειτα ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν. ἔνθεν δ᾽ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν. ἠῶθεν δ᾽ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο. 706 Δελφίνην G Vatt. tres, Pariss. 718 ἱρὸν Brunck: ἱερὸν codd. ἔφρονος L : ἔμφρονος G 725 κάλωας LG ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν, εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δ᾽ ὑπὸ πέτραι λισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσιν κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν ἀμφιλαφεῖς πλατάνιστοι ἐπ᾿ ἀκροτάτῃ πεφύασιν. ἐκ δ᾽ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ᾽ Ἀίδαο ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην, ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο. σιγὴ δ᾽ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην, ἀλλ᾽ ἄμυδις πόντοιό θ᾽ ὑπὸ στένει ἠχήεντος, φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν. ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν, ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ. τῇ ῥ᾽ οἴγ᾽ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν. Οὐδ᾽ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο, καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμηθέντες αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον· ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι. αὐτὸν δ᾽ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἡ μάλα τοίγ᾽ ἐπὶ δηρὸν ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον. καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο κεῖν᾽ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες, 745 ἠῴην Vatt. duo, Pariss.: ἠοίην vulg.: Ιονίην Merkel δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν. Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ᾽ ἑκάστου σφωιτέρων μυθεῖθ᾽ ἑτάρων, Πελίαό τ᾽ ἐφετμάς, ἠδ᾽ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν, ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτέλεσσαν· Μυσίδα δ᾽ ὡς ἀφίκοντο Κίον θ᾽, ὅθι κάλλιπον ἥρω Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ᾽ ἐδάιξαν, καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε, ἠδ᾽ ὡς Κυανέας πέτρας φύγον, ὥς τ᾽ ἀβόλησαν Λητοΐδῃ κατὰ νῆσον. ὁ δ᾽ ἑξείης ἐνέποντος θέλγετ᾽ ἀκουῇ θυμόν· ἄχος δ᾽ ἕλεν Ἡρακλῆι λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα· Ὦ φίλοι, οἷου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετ᾽ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο οἶδ᾽ ἐσιδών, ὅτε δεῦρο δι' Ἀσίδος ἠπείροιο πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων Ἱππολύτης· ἐμὲ δ᾽ εὖρε νέον χνοάοντα ἰούλους. ἔνθα δ᾽ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος ἡμετέρου Μυσοῖσιν ὑπ᾽ ἀνδράσιν, ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου, ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν εἶδός τ᾽ ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασ᾽ ὀδόντας. αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἡμιν ἀρούρας, φυλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ, ἔστ᾽ ἐπὶ ῾Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης· Παφλαγόνες τ᾽ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως, 766 δ'] τ' L 776 ἐμοῖο] μ supra scr. in Lunde Brugmann coni. ἑοῖο 779 χνοάοντα ἰούλους Vatt. duo, Pariss. duo : χνοάοντας ἰούλους vulg.: χνοάοντα παρειάς Et. Magn. s. v. χνοῦς. 787 καὶ Φρύγας] Μύγδονας v. 1. in scholiis ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ. ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τ᾽ Ἀμύκοιο τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος, δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ᾽ ἐβάλοντο οὖρα βαθυρρείοντος ὑφ᾽ εἱαμεναῖς Ὑπίοιο. ἔμπης δ᾽ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι ἤματι τῷδ᾽ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα, Τυνδαρίδην Βέβρυξιν, ὅτ᾽ ἀνέρα κεῖνον ἔπεφνεν. τῶ νῦν ἥντιν᾽ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι, τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεδανοῖσιν ἀνδράσιν, εὔτ᾽ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν. ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δ᾽ ἰόντος, ἢ τ᾽ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε ἀνδράσιν, ὄφρ᾽ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος. νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης εἴσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται· καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν, πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην. Ως τότε μὲν δαῖτ᾽ ἀμφὶ πανήμεροι ἑψιόωντο. ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες· καὶ δ᾽ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί᾽ ὀπάσσας δῶρα φέρειν· ἅμα δ' υἱα δόμων ἔκπεμπε νέεσθαι. Ἔνθα δ᾽ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα Ἴδμονα, μαντοσύνῃσι κεκασμένον· ἀλλά μιν οὔτι μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι· κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥᾳ καὶ αὐταὶ νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν ἠείδει· οἷος δὲ κατὰ πλατὺ βόσκετο τῖφος. 798 ἔπεφνες L 806 ἄκρης schol. : ἀκτῆς codd. 807 om. L αὐτὰρ ὅγ᾿ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο νίσσετ᾽ Ἀβαντιάδης· ὁ δ᾽ ἄρ᾽ ἔκποθεν ἀφράστοιο ὕψι μάλ᾽ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. ὀξὺ δ᾽ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ᾽ αἶψ᾽ ὀλοοῖο Πηλεὺς αἰγανέῃ φύγαδ᾽ εἰς ἕλος ὁρμηθέντος καπρίου· ἔσσυτο δ᾽ αὖτις ἐναντίος· ἀλλά μιν ῎Ἴδας οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα· τὸν δ᾽ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα, ἀχνύμενοι, χείρεσσι δ᾽ ἑῶν ἐνικάτθαν᾽ ἑταίρων. Ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι, ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δ᾽ ἄσπετα μῆλα, ἢ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν. καὶ δή τοι κέχυται τοῦδ᾽ ἀνέρος ἐν χθονὶ κείνῃ τύμβος· σῆμα δ᾽ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι, νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις ἄκρης τυτθὸν ἔνερθ᾽ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι, τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι, ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο ἄστυ βαλεῖν· οἱ δ᾽ ἀντὶ θεουδέος Αἰολίδαο Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν. Τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτ᾽ αὖτις ἔχευαν ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο. δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν. 829 αἰγανέῃ Merkel: αἰγανέην codd. φύγαδ᾽ G: φυγάδ᾽ vulg. 843 νήιος Merkel Ἁγνιάδην Τίφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν μοῖρ᾽ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος, εἰσότ᾽ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος. ἄτλητον δ᾽ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες, ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου μνώοντ᾽ οὔτε ποτοῖο· κατήμυσαν δ᾽ ἀχέεσσιν θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ᾿ ἐλπίδος ἔπλετο νόστος. καί νύ κ᾿ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο, εἰ μὴ ἄρ᾽ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη θάρσος, ὃν Ἰμβρασίοισι παρ᾽ ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο ἰθύνειν, Πηλῆα δ᾽ ἐπεσσύμενος προσέειπεν· Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων Παρθενίης ἀπάνευθεν, ὅσον τ᾽ ἐπιίστορα νηῶν. τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω. ὡς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν, τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει ναυτιλίην. ἀλλ᾽ ὦκα, παραιφάμενος τάδε πάντα, θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου. Ως φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν. αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν· Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως; οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο· ἡμῖν δ᾽ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ, καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης· ἀλλ᾽ ἔγρεσθ᾽ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας. Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν· 873 μοι supra scr. in L: τοι vulg. 878 ὀρέξετο L 881 uncis inclusit Wellauer 882 δ' ἐν Merkel : μὲν codd. Αἰακίδη, πῇ δ᾽ οἵδε κυβερνητῆρες ἔασιν; οὺς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ᾽ εἶναι, οἵδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν. τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην, εἰ δὴ μήτ᾽ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο ἔσσεται, ἠὲ καὶ αὐτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι πετράων ἔκτοσθε, καταυτόθι δ᾽ ἄμμε καλύψει ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας. Ως ἔφατ'· Ἀγκαῖος δὲ μάλ᾽ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθ᾽ ὁρμῇ. τὸν δὲ μετ᾿ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε ὤρνυντ᾽, ἰθύνειν λελιημένοι. ἀλλ᾽ ἄρα τούσγε ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ἤνησαν ἑταίρων. Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὗρος ἄητο. καρπαλίμως δ᾽ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς, ἐκ δ᾽ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ᾽ ἐπιπρὸ λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες. ὣκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον, ἔνθ᾽ ἐνέπουσι Διὸς Νυσήιον υΐα, Ἰνδῶν ἡνίκα φύλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν, ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. Ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο, ὅς ῥά τ᾽ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ἂψ ἀνιὼν δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι βλήμενος ἰῷ κεῖθεν ἐπ᾿ ἀγχιάλου θάνεν ἀκτῆς. οὐ μέν θην προτέρω ἔτ᾽ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. 908 ηὐλίζετο Et. Magn. s. v. ἀμείδητος : εὐνάζετο codd. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών, οἷος πόλεμόνδ᾽ ἴεν· ἀμφὶ δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. καί ῥ᾽ ὁ μὲν αὐτις ἔδυνε μέγαν ζόφον· οἱ δ᾽ ἐσιδόντες θάμβησαν· τοὺς δ᾽ ὧρσε θεοπροπέων ἐπικέλσαι Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι. οἱ δ᾽ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες πείσματ᾽ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δ᾽ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι βωμὸν δειμάμενοι μῆρ᾽ ἔφλεγον· ἂν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. Αὐτίκα δ᾽ οἵγ᾽ ἀνέμοιο κατασπέρχοντος ἔβησαν νῆ᾽ ἔπι· κὰδ δ᾽ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους· ἡ δ᾽ ἐς πέλαγος πεφόρητο ἐντενές, ἠύτε τίς τε δι' ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη Λητωίς, ἄγρηθεν ὅτ᾽ οὐρανὸν εἰσαναβαίνῃ, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν. νυκτί δ᾽ ἔπειτ᾽ ἄλληκτον ἐπιπροτέρωσε θέοντες Σήσαμον αἰπεινούς τε παρεξενέοντ᾽ Ἐρυθίνους, Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. ἔνθεν δ᾽ αὖτε Κάραμβιν ἅμ᾽ ἠελίοιο βολῇσιν γνάμψαντες παρὰ πουλὺν ἔπειτ᾽ ἤλαυνον ἐρετμοῖς Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ᾽ ἤματι νύκτα. Αὐτίκα δ᾽ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, θυγατέρ᾽ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν 921 ἔδυνε μέγαν Vat. unus : ἔδυνε μέλαν vulg.: ἔδυ μέλανα coni. Bywater 928 μῆρ' Brunck: μῆλ' codd. 940 8 Ο. Schneider : τ' codd. 945 Αἰγιαλὸν cum litt. maiusc. scr. O. Schneider καὶ om. L παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς. δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δ᾽ ὅγ᾽ αὐτῇ δωσέμεναι, ὅ κεν ἦσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δὲ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν. ὡς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι ἱέμενον, ποταμόν τ᾽ ἐπὶ τοῖς ῞Αλυν· οὐδὲ μὲν ἀνδρῶν τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν. ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο υΐες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε τῆμος ἔθ᾽, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον· οἵ ῥα τόθ᾽, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν, σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες· οὐδ᾽ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ᾽ ἐνὶ νηί, Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν. τοῖσι δ᾽ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ᾽ ἀγχίρροον Ἶριν, ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δ᾽ αὐτῷ γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. Ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν ἀμφὶ κασιγνήτης· ὁ δ᾽ ἀπήμονα πέμψεν ὀπίσσω. τῆς οἵγ᾽ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος, κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν. τῷ δ᾽ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα τόσσ᾽ ἐπὶ γαῖαν ἵησι παρὲξ ἔθεν ἄνδιχα βάλλων. τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα πεμπάζοι· μία δ᾽ οἴη ἐτήτυμος ἔπλετο πηγή. ἡ μέν τ᾽ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι. ἔνθεν δ᾽ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι· 957 ἔθ' Merkel: 80' codd. 974 τετράδος Merkel αἰεὶ δ᾽ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν, ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν, ὅππῃ ὑπεξαφύονται· ὁ δ᾽ ἀμφαδὸν ἄμμιγα παύροις Πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην. καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν ὑσμίνην, καὶ δ᾽ οὔ κεν ἀναιμωτί γ᾽ ἐρίδηναν οὐ γὰρ Ἀμαζονίδες μάλ᾽ ἐπήτιδες, οὐδὲ θέμιστας τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο· ἀλλ᾽ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε νύμφης, ἤ τ᾿ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας, ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα εἰ μὴ ἄρ᾽ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο ἤλυθον· οἱ δ᾽ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν, ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο. οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ᾽ ἀνὰ γαῖαν κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον· νόσφι μὲν αἵδ᾽ αὐταί, τῇσιν τότε κοιρανέεσκεν Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο, νόσφι δ᾽ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ᾽ ἄλλῳ νυκτί τ᾽ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο. Τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἶγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν. Τοὺς δὲ μετ᾿ αὐτίκ᾽ ἔπειτα Γενηταίου Διὸς ἄκρην 984 ἄχνην Ruhnken 987 ἐπήτιδες Lobeck: ἐπητέες vulg. 989 μεμήλει Brunck : μέμηλε codd. 993 ἄρ᾽ ἐκ om. LG 994 ἡ δ᾽... κάλλιπον L: ἡ δ᾽... κάλλιπεν Merkel ἀκτήν Brunck : ἄκρην codd. γνάμψαντες σώοντο παρέξ Τιβαρηνίδα γαῖαν. ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι· ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται. Ἱρὸν δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀν᾿ οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὡς φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἣν γάρ πού τι θεμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσιν. Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη. ἤδη καί τιν᾽ ὕπερθεν Ἀρήιον ἀίσσοντα ἐνναέτην νήσοιο δι' ἠέρος ὄρνιν ἴδοντο, ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν ἧκ᾽ ἐπὶ οἱ πτερὸν ὀξύ· τὸ δ᾽ ἐν λαιῷ πέσεν ὤμῳ δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης, 1010 σεύοντο Rzach παρέκ legendum videtur 1015 Ἱρὸν O. Schneider: 'Ἱερὸν codd. 1019 ἀμφαδίῃ L 1030 παρανισσόμενοι Vatt. tres, Pariss.: παραμισόμενοι/.μειβο. L: παραμειβόμενοι vulg. ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατήορον· ἐκ δ᾽ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως Εὐρυτίδης Κλυτίος-πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἧκε δ᾽ ἐπ᾽ οἰωνὸν ταχινὸν βέλος-αὐτὰρ ἔπειτα πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. τοῖσιν δ᾽ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο· Νῆσος μὲν πέλας ἦμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ τούσδ᾽ ὄρνιθας ἰδόντες. ἐγὼ δ᾽ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν᾿ ἄλλην μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ᾽ ἐπικέλσαι μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ᾽ ἤλυθεν Ἀρκαδίηνδε, πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι, τὸ μέν τ᾽ ἐγὼ αὐτὸς ὄπωπα. ἀλλ᾽ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δ᾽ ἐφέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. τῶ καὶ νῦν τοίην τιν᾿ ἐπιφραζώμεθα μῆτιν· αὐτὸς δ᾽ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, ἡμίσεες μὲν ἐρέσσετ᾽ ἀμοιβαδίς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ᾽ ἀυτὴν ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ᾽ ὕπερθεν. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ᾽ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον. Ὡς ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἐπίρροθος ἥνδανε μῆτις. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο 1044 αὐτίκ᾽ ἔπειτα Matthiae: εἶθαρ ἔπειτα Ο. Schneider: εὖτ᾿ ἀρ ἐπέπτη Merkel: Herwerden versum omitti vult 1050 y' Brunck : κ' codd. 1055 πλατάγην LG : πλαταγὴν vulg. Et. Magn. s.v. φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον· τοὶ δ᾽ αὖτ᾽ ἐγχείῃσι καὶ ἀσπίσι νῆ᾽ ἐκάλυψαν. ὡς δ᾽ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ, δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, ἄλλῳ δ᾽ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· ὡς οἵγ᾽ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἄρ᾽ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ᾿ ἀυτή. οὐδέ τιν᾿ οἰωνῶν ἔτ᾽ ἐσέδρακον, ἀλλ᾽ ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ᾽ ἄρ᾽ οἶγε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. ὡς δ᾽ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τ᾽ ἄστυ καὶ οἰκία, τοὶ δ᾽ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες ἦνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον· ὡς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες ὕψι μάλ᾽ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης. Τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι; Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο ἐξ Αἴης ἐνέοντο παρ' Αἰήταο Κυταίου, Κολχίδα νῆ᾽ ἐπιβάντες, ἵν᾽ ἄσπετον ὄλβον ἄρωνται πατρός· ὁ γὰρ θνήσκων ἐπετείλατο τήνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. Ζεὺς δ᾽ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο· αὐτὰρ ὅγ᾽ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ᾽ ἐτίνασσεν τυτθὸν ἐπ᾿ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν· 1086 σφε Pariss. quattuor: σφι vulg. posuerat Stephanus : ἐνέποντο L : ἐνέμοντο G 1094 ἐνέοντο Pariss, et νυκτὶ δ᾽ ἔβη πόντονδε πελώριος, ὧρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι· κελαινὴ δ᾽ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ᾿ ἰδέσθαι ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. οἱ δ᾽ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱῆες Φρίξοιο φέρονθ᾽ ὑπὸ κύμασιν αὕτως. ἱστία δ᾽ ἐξήρπαξ᾽ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχ᾽ ἔαξε τινασσομένην ῥοθίοισιν. ἔνθα δ᾽ ὑπ᾽ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις. καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο, κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. αὐτίκα δ᾽ ἐρράγη ὄμβρος ἀθέσφατος, ΰε δὲ πόντον καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. τοὺς δ᾽ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετ᾿ ἠιόνας βάλε νήσου νύχθ᾽ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμ᾽ ἠελίῳ· τάχα δ᾽ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον· Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν. πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι νηὸς ἀεικελίης διὰ δούρατα πάντ᾽ ἐκέδασσαν †ῇ ἔνι τειρόμενοι ἅμ᾽ ἐπὶ χρέος ἐμβεβαῶτες.† τούνεκα νῦν ὑμέας γουναζόμεθ', αἴ κε πίθησθε, δοῦναι ὅσον τ᾽ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. ἀλλ᾽ ἱκέτας ξείνους Διὸς εἶνεκεν αἰδέσσασθε Ξεινίου Ἱκεσίου τε· Διὸς δ᾽ ἄμφω ἱκέται τε 1108 αὐτὴν Brunck: αὕτως vulg. 1116 Posth.v. νῆσόν τ᾽ ἤπειρόν τε περαίης ἀγχόθι νήσου habent marg. Let G, vulg., eiecit Brunck 1127 πείρομεν οἶμον ἐπὶ Merkel: πείρομεν οἶδμα κατὰ coni. Köchly καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται. Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν, μαντοσύνας Φινῆος δισσάμενος τελέεσθαι· Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες. ἀλλ᾽ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει, αὐτῶν θ᾽ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην. Τὸν δ᾽ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι· Αἰολίδην Φρίξον τιν᾿ ἀφ᾽ Ἑλλάδος Αΐαν ἱκέσθαι ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί, Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο, κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν Ερμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε. τὸν μὲν ἔπειτ᾽ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο. τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ᾽ ὁ μὲν ἤδη γηραιός θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν· ἡμεῖς δ᾽ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες νεύμεθ᾽ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι, τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις, τῷ δὲ Μέλας· ἐμὲ δ᾽ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον. Ως φάτ᾽· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο, καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν· Ἡ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες λίσσεσθ᾽ εὐμενέοντας ἐπαρκέσσαι κακότητα. Κρηθεὺς γάρ ῥ᾽ Ἀθάμας τε κασίγνητοι γεγάασιν. 1137 ὁππόθι Brunck: ὥπποθι L : ὥς ποθι vulg. 1145 ἴδησθε LG Post hunc versum codd. habent v. qui legitur inf. 1270, hoc loco eiecit Brunck, puncto in fine v. praec. posito 1160 ἐόντες Vat. unus, Pariss. tres, vulg.: ἰόντες LG Κρηθῆος δ' υἱωνὸς ἐγὼ σὺν τοισίδ᾽ ἑταίροις Ἑλλάδος ἐξ αὐτῆς νέομ᾽ ἐς πόλιν Αἰήταο. ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν. νῦν δ᾽ ἕσσασθε πάροιθεν· ὑπ᾽ ἐννεσίῃσι δ᾽ ὀίω ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι. Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι. πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος, μῆλ᾽ ἱερευσόμενοι· περὶ δ᾽ ἐσχάρῃ ἐστήσαντο ἐσσυμένως, ἥ τ᾽ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ στιάων· εἴσω δὲ μέγας λίθος ἠρήρειστο ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο. οὐδέ σφιν θέμις ἦεν, ὅτ᾽ ἀντιπέρηθεν ἵκοιντο, μήλων τ᾽ ἠδὲ βοῶν τῇδ᾽ ἐσχάρῃ ἱερὰ καίειν· ἀλλ᾽ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ᾽ ἐπάσαντο, δὴ τότ᾽ ἄρ᾽ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων· Ζεὺς αὐτὸς τὰ ἕκαστ᾽ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες λήθομεν ἔμπεδον, οἵ τε θεουδέες ἠδὲ δίκαιοι. ὡς μὲν γὰρ πατέρ᾽ ὑμὸν ὑπεξείρυτο φόνοιο μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον· ὡς δὲ καὶ ὑμέας αΰτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ᾽ ἐπὶ νηὸς ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ᾿ Αΐαν, εἶτε μετ᾿ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ᾽ ἐκέδασσεν, πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ᾽ ἐνὶ πόντῳ 1166 ἐννεσίῃσιν ὀίω L 1170 ἱερευσόμενοι Pariss. quattuor: ἱερευσάμενοι vulg. 1174 ἵκοντο L 1179 αὐτὸς Vat. unus, Pariss. vulg.: αἰτεῖ LG: ἔτι που Hermann: ἀτενές Merkel : ἐτεὸν Meineke 1180 ἠδὲ coni. Stephanus : οὐδὲ vulg. 1181 ὑμὶν Vatt. Pariss. quattuor 1186 μετ᾿ ἀφνειὴν Brunck: μετὰ Φθίην vulg. 1188 πέρι] πάρα Vatt. unus, Pariss. 1190 ἐλθέμεν Rzach πόντου Köchly στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. ἀλλ᾽ ἄγεθ᾽ ὧδε καὶ αὐτοὶ ἐς ῾Ἑλλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν. Ἴσκε παρηγορέων· οἱ δ᾽ ἔστυγον εἰσαΐοντες. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δ᾽ ἔειπεν Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι· Ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ᾽ ἀρωγῆς σχήσεται, οὐδ᾽ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται. ἀλλ᾽ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι. στεῦται δ᾽ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. οὐ μὰν οὐδ᾽ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηίδιον, τοῖός μιν ὄφις περί τ᾽ ἀμφί τ᾽ ἔρυται ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ᾽ ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη, ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ᾽ αὕτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ᾽ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης. Ως ἄρ᾽ ἔφη· πολέεσσι δ᾽ ἐπὶ χλόος εἶλε παρειὰς αὐτίκα, τοῖον ἄεθλον ὅτ᾽ ἔκλυον. αἶψα δὲ Πηλεὺς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε· Μηδ᾽ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδ᾽ ἀλκὴν ἐπιδευόμεθ᾽, ὥστε χερείους ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο 1195 ἀλθήσων Merkel 1200 ἀρωγῇ L 1218 θαρσαλέοις Köchly : θαρσαλέως codd. κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων. Ως οἵγ᾽ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, μέσφ᾽ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δ᾽ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὗρος· ἱστία δ᾽ ἤειραν, τὰ δ᾽ ὑπαὶ ῥιπῆς ἀνέμοιο τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος. Νυκτὶ δ᾽ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον· ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὔτ᾽ ἐν Ὀλύμπῳ Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ᾽ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ᾽ Ἰδαίοισιν, Ῥείην ἐξαπαφών, παρελέξατο· τοὺς δ᾽ ἐνὶ λέκτροις τέτμε θεὰ μεσσηγύς· ὁ δ᾽ ἐξ εὐνῆς ἀνορούσας ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ· ἡ δ᾽ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν ἦλθ᾽, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ, ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ. Κεῖθεν δ᾽ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βύζηράς τ᾽ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο πόντου. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα. τὸν μὲν ἐπ᾿ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης λαίφεα πάντ᾽ ἐτίναξε, παραιθύξας πτερύγεσσιν. 1231 ἐπιπλομένης L 1235 ἐξαπαφών Wellauer: ἐξαπάφων codd. 1240 ἦλθ' Vrat. Vind. Paris. unus et posuerat Stephanus : ἔνθ' LG 1249 χαλκέῃσιν Hoelzlinus : χαλκείῃσιν codd. οὐ γὰρ ὅγ᾽ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δ᾽ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς. δηρὸν δ᾽ οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δ᾽ αἰθὴρ οἰμωγῇ, μέσφ᾽ αὖτις ἀπ᾿ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δ᾽ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο Φασίν τ᾽ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου. Αὐτίκα δ᾽ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ᾽ ἐρετμοῖς εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ καχλάζων ὑπόεικεν. ἔχον δ᾽ ἐπ᾿ ἀριστερὰ χειρῶν Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης, ἔνθεν δ᾽ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ᾽ ἄλση τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. αὐτὸς δ᾽ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς Γαίῃ τ᾽ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων· γουνοῦτο δ᾽ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. αὐτίκα δ᾽ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν· Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος· ὥρη δ᾽ ἡμιν ἐνὶ σφίσι μητιάασθαι, εἴτ᾿ οὖν μειλιχίῃ πειρησόμεθ᾽ Αἰήταο, εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή. Ως ἔφατ᾿· Ἄργου δ᾽ αὖτε παρηγορίῃσιν Ἰήσων ὑψόθι νῆ᾽ ἐκέλευσεν ἐπ᾿ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ᾽ ἐπισχεδὸν ἦεν νισσομένων, ἔνθ᾽ οἵγε διὰ κνέφας ηὐλίζοντο. ἠὼς δ᾽ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη. 1260 δαημοσύνῃσιν Arnaldus : ἀλημοσίνῃσιν codd. 1283 εἰσελασαντές L : εἰσελάσαντες G
Εἰ δ᾽ ἄγε νῦν, Ερατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων Μηδείης ὑπ᾽ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται. Ὡς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι· αἱ δ᾽ ἐνόησαν Ἥρη Ἀθηναίη τε, Διὸς δ᾽ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι βούλευον· πείραζε δ᾽ Ἀθηναίην πάρος Ἥρη· Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αἰήταο μεθ' Ελλάδα κῶας ἄγοιντο, ἢ καὶ τόνγ᾽ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν μειλιχίοις; ἦ γὰρ ὅγ᾽ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ᾽ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν. Ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· καὶ δ᾽ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν, Ηρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων· πολέας δ᾽ ἐπεδοίασα βουλάς. Ἦ, καὶ ἐπ᾿ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ᾽ ἔπηξαν, 1 ἐνίσπες Merkel 5 τοι LG: οἱ Vatt. tres, Paris. unus 15 γὰρ ὅγ' Paris. unus : γὰρ ὁ μὲν LG: μὲν γὰρ vulg. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ᾽ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· Δεῦρ᾽ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἶσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπ᾿ Ἰήσονι. τὸν δ᾽ ἂν δίω κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν. Ὡς ἄρ᾽ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ, καί μιν ἔπειτ᾽ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἢ τ᾽ ἂν ἔγωγε ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα. Ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. ἕρκεα δ᾽ εἰσελθοῦσαι ὑπ᾽ αἰθούσῃ θαλάμοιο ἔσταν, ἵν᾽ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. ἀλλ᾽ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ᾽ ἄρα μούνη ἦστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. λευκοῖσιν δ᾽ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθὲν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφ᾽ ἐκάλει, καὶ ἀπὸ θρόνου ώρτο, εἰσέ τ᾽ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει δηναιὰς αὕτως; τί δ᾽ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων; Τὴν δ᾽ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν· Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει Αἰσονίδης, ἠδ᾽ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, δείδιμεν ἐκπάγλως, περὶ δ᾽ Αἰσονίδαο μάλιστα. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται λυσόμενος χαλκέων Ιξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, ὅς μ᾽ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ᾽ Ἰήσων ἐξότ᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δ᾽ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾿ αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾿ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διέκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις. Ως ηὔδα· Κύπριν δ᾽ ἐνεοστασίη λάβε μύθων. ἅζετο δ᾽ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα, καί μιν ἔπειτ᾿ ἀγανοῖσι προσέννεπεν ἤγ᾽ ἐπέεσσιν· Πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω. Ὡς ἔφαθ'· Ἥρη δ᾽ αὖτις ἐπιφραδέως ἀγόρευσεν· Οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. ἀλλ᾽ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. 75 ὀπάσσεις G : ὀπάσσῃς vulg. 76 δ᾽ ἐνεοστασίη Ruhnken : δὲ νεοστασίη vulg. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον δίω νοστήσειν ἐς ᾿Ιωλκόν, ἐπεὶ δολόεσσα τέτυκται. Ὡς ἄρ᾽ ἔφη· Κύπρις δὲ μετ᾿ ἀμφοτέρῃσιν ἔειπεν· Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὄμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γ᾽ αἰδὼς ἔσσετ᾽ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο οὐκ ὄθεται, μάλα δ᾽ αἰὲν ἐριδμαίνων ἀθερίζει. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι, αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς, εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμάς, μετέπειτά γ᾽ ἀτεμβοίμην ἑοῖ αὐτῇ. Ως φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην ἀλλήλαις. ἡ δ᾽ αὖτις ἀκηχεμένη προσέειπεν· ῎Ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. νῦν δ᾽ ἐπεὶ ὄμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν, πειρήσω, καί μιν μειλίξομαι, οὐδ᾽ ἀπιθήσει.᾿ Ως φάτο· τὴν δ᾽ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· Οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδ᾽ ἐρίδαινε χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω. Ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ᾽ Ἀθήνη· ἐκ δ᾽ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ βῆ δ᾽ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. εὗρε δὲ τόνγ᾽ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφ᾽ ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. 99 κ' Madvig 109 ἐρίδηνε L 112 ἠδὲ LG καί ῥ᾽ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὁ δ᾽ ἐγγύθεν ὀκλαδὸν ἦστο σῖγα κατηφιόων· δοιὼ δ᾽ ἔχεν, ἄλλον ἔτ᾽ αὕτως ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ᾽ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δ᾽ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν· Τίπτ᾽ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; εἰ δ᾽ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι, σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο χειρῶν Ηφαίστοιο κατακτεατίσσῃ ἄρειον. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δ᾽ ἑκάστῳ διπλόαι ἁψίδες περιηγέες εἱλίσσονται· κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ᾽ ἐπιδέδρομε πάσαις κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο, ἀστὴρ ὥς, φλεγέθοντα δι' ἠέρος ὁλκὸν ἵησιν. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο θέλξον ὀιστεύσας ἐπ᾿ ᾿Ιήσονι· μηδέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη. Ως φάτο· τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαίοντι. μείλια δ᾽ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. λίσσετο δ᾽ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δ᾽ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, 120 ἀγοστόν Vat. unus, Pariss. : ἀγοστῷ vulg. 129 ἐπιμειδιάεις Pariss, tres 149 ἐπειρύσσασα Brunck : ἐπειρύσασα vulg. κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ᾽ ἐμὸν αὐτῆς, ἢ μέν τοι δῶρόν γε παρέξομαι, οὐδ᾽ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο. Φῆ· ὁ δ᾽ ἄρ᾽ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. αὐτίκα δ᾽ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην· ἀνὰ δ᾽ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾑχί τ᾽ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. νειόθι δ᾽ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ᾽ ἀνδρῶν φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ᾽ αὖτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀν᾿ αἰθέρα πολλὸν ἰόντι. Ἥρωες δ᾽ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς ἐν ποταμῷ καθ᾽ ἕλος λελοχημένοι ἠγορόωντο. αὐτὸς δ᾽ Αἰσονίδης μετεφώνεεν· οἱ δ᾽ ὑπάκουον ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες· Ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ ἐξερέω· τοῦ δ᾽ ὄμμι τέλος κρηῆναι ἔοικεν. ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν πᾶσιν ὁμῶς ὁ δὲ τίνα κόον βουλήν τ᾽ ἀπερύκων ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας. ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ᾽ ἕκηλοι· αὐτὰρ ἐγὼν ἐς δώματ᾽ ἐλεύσομαι Αἰήταο, υἷας ἑλὼν Φρίξοιο δύω δ᾽ ἐπὶ τοῖσιν ἑταίρους. πειρήσω δ᾽ ἐπέεσσι παροίτερον ἀντιβολήσας, εἴ κ᾿ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, 158 μεγάλοιο coni. Gerhard 163 ἐρεύθεται G Paris. unus : ἐρεύγεται vulg.: ἐρείδεται Merkel 164 ἄλλοτε Pariss. : ἄλλοθι vulg. 166 ἀν᾿ αἰθέρα Pariss, duo : ἐν αἰθέρι vulg. ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθ᾽, εἴτ᾽ ἄρηι συνοισόμεθ', εἴτε τις ἄλλη μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς. μηδ᾽ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, τόνδ᾽ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν ἠνορέη, τόδ᾽ ἔρεξε κατὰ χρέος, ἧπερ ἐῴκει πρηΰνας. ὁ δὲ καί ποτ᾽ ἀμύμονα Φρίξον ἔδεκτο μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν, Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ᾽ ἀλεγίζει." Ως φάτ᾽· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο πασσυδίῃ, οὐδ᾽ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι. καὶ τότ᾽ ἄρ᾽ υἱῆας Φρίξου Τελαμῶνά θ᾽ ἕπεσθαι ὧρσε καὶ Αὐγείην· αὐτὸς δ᾽ ἕλεν Ἑρμείαο σκῆπτρον· ἄφαρ δ᾽ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ χέρσονδ᾽ ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν, τῶν καὶ ἐπ᾿ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδ᾽ ἐνὶ γαίῃ ἔστι θέμις στείλαντας ὕπερθ᾽ ἐπὶ σῆμα χέεσθαι, ἀλλ᾽ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ᾽ ἴσην καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. Τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 194 ἐπῄνησαν Pariss. duo, Vrat. Vind. : ἐπῄνυσαν L : ἐπῄνεσσαν vulg. 198 ἄρα Pariss. quattuor : ἀνὰ vulg. 201 πρόμαλοι coni. Stephanus : πρόμαδοι codd. 208 ἐπεὶ Pariss. : ἐπὶ vulg. 209 τε Brunck: κε codd. ἠέρα πουλὺν ἐφῆκε δι' ἄστεος, ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. ὦκα δ᾽ ὅτ᾽ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ᾽ ἵκοντο Αἰήτεω, τότε δ᾽ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. ἔσταν δ᾽ ἐν προμολῇσι τεθηπότες ἔρκε᾽ ἄνακτος εὐρείας τε πύλας καὶ κίονας, οἱ περὶ τοίχους ἑξείης ἄνεχον· θριγκὸς δ᾽ ἐφύπερθε δόμοιο λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. εὔκηλοι δ᾽ ὑπὲρ οὐδὸν ἔπειτ᾽ ἔβαν. ἄγχι δὲ τοῖο ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν ὑψοῦ ἀειρόμεναι μέγ᾽ ἐθήλεον. αἱ δ᾽ ὑπὸ τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ἥφαιστος. καί ῥ᾽ ἡ μὲν ἀναβλύεσκε γάλακτι, ἡ δ᾽ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· ἡ δ᾽ ἄρ᾽ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ᾽ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. τοῦ ἄρ᾽ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων ἦν στόματ᾽, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δ᾽ ἐπὶ πολλαὶ δικλίδες εὐπηγεῖς θάλαμοί τ᾽ ἔσαν ἔνθα καὶ ἔνθα· δαιδαλέη δ᾽ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. λέχρις δ᾽ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν, κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· ἄλλῳ δ᾽ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 217 θριγκός Vrat. Vind. : ἆριγχὸς L: θριγγὸς vulg. 239 ἄλλῳ Paris. unus, Vrat. : ἄλλων LG : ἄλλον vulg. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος ᾿Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. καί μιν Κόλχων υῖες ἐπωνυμίην Φαέθοντα ἔκλεον, οἵνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. τοὺς δ᾽ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρ᾽ οἵγε ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δ᾽ οὔτι θάμιζεν ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δ᾽ ἄκουσεν Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον. ἡ δ᾽ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὡς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· Ἔμπης οὐκ ἄρ᾽ ἐμέλλετ᾽ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι· μετὰ δ᾽ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ᾽ ἀνίας ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο, ὅστις ὅδ᾽ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι μητέρ᾽ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;᾽ Ως έφατ'· Αἰήτης δὲ πανύστατος ὥρτο θύραζε, ἐκ δ᾽ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο, Χαλκιόπης ἀίουσα· τὸ δ᾽ αὐτίκα πᾶν ὁμάδοιο ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο 248῏249 τὴν μὲν ἄρ᾽ οἵγε ... μετιοῦσαν Vatt. duo, Vrat. Vind. L 16 ex corr. : τῇ μὲν ἄρ᾽ οἵγε ... μετιοῦσαν LG : ἡ μὲν ἄρ᾽ ᾔει ... μετιοῦσα Vulg. 252 θεᾶς Merkel: θεῆς codd. 254 ποδῶν om. LG 256 τῇσιν LG 263 ἐφημοσύνῃσιν ἕλεσθε Brunck : ἐφημοσύνῃσι νέεσθαι vulg. ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. Τόφρα δ᾽ Ἔρως πολιοῖο δι' ἠέρος ἶξεν ἄφαντος, τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δ᾽ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ᾿ ἰόν. ἐκ δ᾽ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων· αὐτῷ δ᾽ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, ἰθὺς δ᾽ ἀμφοτέρῃσι διασχόμενος παλάμησιν ἧκ᾽ ἐπὶ Μηδείῃ· τὴν δ᾽ ἀμφασίη λάβε θυμόν. αὐτὸς δ᾽ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο καγχαλόων ἤιξε· βέλος δ᾽ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δ᾽ αἰεὶ βάλλεν ὑπ᾿ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν᾽ ἄλλην μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν, ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, ἄγχι μάλ᾽ ἐγρομένη· τὸ δ᾽ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ᾽ ἀμαθύνει· τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτ᾽ ἔρευθος, ἀκηδείῃσι νόοιο. Δμῶες δ᾽ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν, αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. 287 εἴκελον Stephanus: ἴκελον codd. 290 γλυκερῇ ... ἀνῃ Pariss. duo et coniecerat Stephanus : γλυκερὴ ... ἀνίῃ L : γλυκερί ... ἀνίη vulg. 291 περὶ Paris. unus et supra scr. in altero: πυρί vulg. 294 ἄγχι] πάγχυ Merkel ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, πῶς Αἰάνδε νέεσθε παλίσσυτοι; ἧε τίς ἄτη σωομένους μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ηελίοιο δινεύσας, ὅτ᾽ ἐμεῖο κασιγνήτην ἐκόμιζεν Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ᾽ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ᾽ ἔτι νῦν περ ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. ἀλλὰ τί μύθων ἦδος; ἃ δ᾽ ἐν ποσὶν ὑμιν ὄρωρεν, εἴπατ᾿ ἀριφραδέως, ἠδ᾽ οἵτινες οἵδ᾽ ἐφέπονται ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε. Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι ζαχρηεῖς· αὐτοὺς δ᾽ ὑπὸ δούρασι πεπτηῶτας νήσου Ενυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμ᾽ ἐσάωσεν. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον ηὐλίζοντ᾽ ὄρνιθες Ἀρήιαι, οὐδ᾽ ἔτι κείνας εὕρομεν. ἀλλ᾽ οἵγ᾽ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφ᾽ ἀπέρυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αΐσα, αὐτίκ᾽ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ᾽ ἔδωκαν, οὔνομά τε Φρίξοιο περικλεές εἰσαΐοντες ἠδ᾽ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. χρειὼ δ᾽ ἣν ἐθέλῃς ἐξίδμεναι, οὔ σ᾽ ἐπικεύσω. 314 ὑμιν L: ὔμμιν vulg. 316 ὅππῃ τε Pariss. duo : ὁππότε LG: ὁππότε καὶ Stephanus 321 ὑπὸ] ἐπὶ Madvig 325 οὐδ᾽ ἔτι Pariss. duo : οὐδέ τι vulg. 327 καί σφας ἔρυκεν Herwerden τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεὺς περιώσιον, οἵνεκεν ἀλκῇ σφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν, πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδ᾽ ὑπαλύξειν στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν καὶ χόλον, οὐδ᾽ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς Αἰολιδέων γενεήν, πρὶν ἐς ῾Ἑλλάδα κῶας ἱκέσθαι. νῆα δ᾽ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην, οἷαί περ Κόλχοισι μετ᾿ ἀνδράσι νῆες ἔασιν, τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δ᾽ ἐνὶ γόμφοις ἴσχεται, ἣν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. ἶσον δ᾽ ἐξ ἀνέμοιο θέει καὶ ὅτ᾽ ἀνέρες αὐτοὶ νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. τῇ δ᾽ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ᾽ ἐπαληθεὶς ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. αὐτῷ δ᾽ ὡς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. τόνδε μέν, οἷό περ οἵνεκ᾽ ἀφ᾽ Ἑλλάδος ὧλλοι ἄγερθεν, κλείουσ᾽ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. εἰ δ᾽ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ᾽ ἔσαν Αἰόλου υΐες· Φρίξος δ᾽ αὖτ᾽ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. τόνδε δ᾽ ἄρ᾽, Ἠελίου γόνον ἔμμεναι εἴ τιν᾿ ἀκούεις, δέρκεαι Αὐγείην· Τελαμὼν δ᾽ ὅγε, κυδίστοιο Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δ᾽ Αἰακὸν αὐτὸς ἔτικτεν. 351 βιησόμενοs Vatt. duo et coniecerat Stephanus : βιησάμενος vulg. 355 κε Brunck ὡς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, ἀθανάτων υἱές τε καὶ υἱωνοὶ γεγάασιν.᾿ Τοῖα παρέννεπεν Ἄργος· ἄναξ δ᾽ ἐπεχώσατο μύθοις εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. φῆ δ᾽ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οἵνεκ᾽ ἐώλπει· ἐκ δέ οἱ ὄμματ᾽ ἔλαμψεν ὑπ᾽ ὀφρύσιν ἱεμένοιο· Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθ᾽ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; αὐτίχ᾽ ὁμαρτήσαντες ἀφ᾽ Ἑλλάδος, οὐκ ἐπὶ κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεύρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἢ τ᾽ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν, ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.᾿ Φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον· ἐέλδετο δ᾽ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλ᾽ ἀπέρυκεν Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὕτως ἄστυ τεὸν καὶ δώμαθ᾽ ἱκάνομεν, ὥς που ἔολπας, οὐδὲ μὲν ἱέμενοι. τίς δ᾽ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὧρσεν ἐφετμή. δὸς χάριν ἀντομένοισι· σέθεν δ᾽ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσίην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν, εἴτ᾽ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν᾿ ἄλλον 370 σφε Pariss. Vrat. Vind.: σφι vulg. ἐώλπει Stephanus : ἐόλπει codd. 373 νεῖσθαι LG 375 οὐκ Vatt. duo, Pariss. nonnulli: οὐδ᾽ vulg. 376 δὲ Pariss., v. 1. in scholiis : τε LG νέεσθαι LG 386 τῷ δὲ Merkel δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν, ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι, ἢ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ᾽ ἄρειον φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπ᾽ ὀθνείοισιν ἔβητε, δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ᾿ ἐθέλῃσθα, πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ᾿ ἀνδράσιν οὔτι μεγαίρω, ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ᾽ ἄεθλος, τόν ῥ᾽ αὐτὸς περίειμι χεροῖν ὀλούν περ ἐόντα. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἀρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν, ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ᾽ αὖθι δαΐζων κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην παύομαι ἀμήτοιο. σύ δ', εἰ τάδε τοῖα τελέσσεις, αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· πρὶν δέ κεν οὐ δοίην, μηδ᾽ ἔλπεο. δὴ γὰρ ἀεικὲς ἄνδρ᾽ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι. ( Ως ἄρ᾽ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας ἦστ᾽ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. βουλὴν δ᾽ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 397 ἐνὶ Pariss. tres: ἐπὶ vulg. 401 ἀγορεύοις Paris. unus : ἀγορεύεις vulg. 404 αἴ Paris. unus: ἤν vulg. 413 ἀκτῇ LG ὀψὲ δ᾽ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ᾽ ἄλλο ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετ᾽ ἀνάγκης, ἤ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος. Ως φάτ᾽ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· Ἔρχεο νῦν μεθ᾽ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι, ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο, αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν. Ἴσκεν ἀπηλεγέως· ὁ δ᾽ ἀπὸ θρόνου ὤρνυτ᾽ ᾿Ιήσων, Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δ᾽ Ἄργος οἷος, ἐπεὶ μεσσηγὺς ἔτ᾽ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις· οἱ δ᾽ ἤισαν ἐκ μεγάροιο. θεσπέσιον δ᾽ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν· ἐπ᾿ αὐτῷ δ᾽ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτ᾽ ὄνειρος ἑρπύζων πεπότητο μετ᾽ ἴχνια νισσομένοιο. καί ῥ᾽ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἶσι βεβήκει. αὔτως δ᾽ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ ὥρμαιν᾽, ὅσσα τ᾽ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δ᾽ ἄρ᾽ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα, αὐτός θ᾽ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο, οἷά τ᾽ ἔειφ᾽, ὥς θ᾽ ἔζετ᾽ ἐπὶ θρόνου, ὥς τε θύραζε ἤιεν· οὐδέ τιν᾿ ἄλλον ὀίσσατο πορφύρουσα 430 ἐπικείσετ᾿ G Vatt. tres : ἐπικλείσετ᾽ L: ἐπιβήσετ' vulg. : ἐπινίσσετ' Gerhard 442 ἤισαν Rzach: ᾔεσαν codd. 454 ἕστο Brunck : εἶτο Pariss. tres: ἧστο vulg. ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ᾽ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. τάρβει δ᾽ ἀμφ᾽ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς Αἰήτης φθίσειεν· ὀδύρετο δ᾽ ἠύτε πάμπαν ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν· ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον· Τίπτε με δειλαίην τόδ᾽ ἔχει ἄχος; εἴθ᾽ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐρρέτω. ἢ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο, οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη, οὖνεκεν οὗ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ. Ἡ μὲν ἄρ᾽ ὡς ἐόλητο νόον μελεδήμασι κούρη. οἱ δ᾽ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότ᾽ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν· Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν᾽ ἐνίψω· πείρης δ᾽ οὐ μάλ᾽ ἔοικε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν. τὴν εἴ κεν πεπίθοιμεν, δίομαι, οὐκέτι τάρβος ἔσσετ᾽ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ᾽ αἰνῶς δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δ᾽ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ᾽ ἡμιν ὄλεθρος. Ἴσκεν ἐυφρονέων· ὁ δ᾽ ἀμείβετο τοῖσδ᾽ ἐπέεσσιν· Ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω. βάσκ᾽ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἡμιν ὄρωρεν ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν. 471 ἐόλητο Vat. unus, Pariss. quattuor, Et. Magn.s.v.: αἰόλητο LG ὡς ἔφατ᾿· ὦκα δ᾽ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο· τοῖσιν δ᾽ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον· Ω φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτ᾽ ἐμοί, οὔτε κεν ὄμμι διειρομένοισι πέλοιτο. φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας. τετράγυον δ᾽ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι· δώσειν δ᾽ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ᾽ ἀνίῃσιν γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δ᾽ αὐτῷ χρειὼ τούσγε δαΐξαι. ὁ δή νύ οἱ οὔτι γὰρ ἄλλο βέλτερον ἦν φράσσασθαι-ἀπηλεγέως ὑποέστην. Ὡς ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἀνήνυτος εἴσατ᾿ ἄεθλος, δὴν δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· “Ωρη μητιάασθαι ὅ κ᾽ ἔρξομεν. οὐ μὲν ἔολπα βουλῆς εἶναι ὄνειαρ, ὅσον τ᾽ ἐπὶ κάρτεϊ χειρῶν. εἰ μέν νυν τύνη ζεύξαι βόας Αἰήταο, ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο, ἢ τ᾽ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· εἰ δ᾽ οὗ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ, μήτ᾽ αὐτὸς ἐπείγεο, μήτε τιν᾿ ἄλλον τῶνδ᾽ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομ᾽, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.᾿ Ως ἔφατ᾿ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη· σπερχόμενος δ᾽ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας ὣρτο μέγα φρονέων, ἐπὶ δ᾽ υἱέε Τυνδαρέοιο· σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους 498 ἀνίῃσιν L: ἀνίησιν vulg. 513 πάπταινε Brunck : πάπτηνε codd. 517 υἱέε Köchly: vies codd. ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός. οἱ δ᾽ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ᾽ Ἄργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου· Ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν' οἴω μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὄμμιν ἀρωγήν. τῶ καί περ μεμαῶτες, ἐρητύοισθ᾽ ἐνὶ νηὶ τυτθὸν ἔθ᾽, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐνιτρέφετ᾽ Αἰήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχ᾽, ὅσ᾽ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ᾽ ἀυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ᾽ ἰόντες μνησάμεθ᾽, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα, μήτηρ ὑμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ. εἰ δὲ καὶ αὐτοῖσιν τόδ᾽ ἐφανδάνει, ἢ τ᾽ ἂν ἱκοίμην ἤματι τῷδ᾽ αὐτῷ πάλιν εἰς δόμον Αἰήτασ πειρήσων· τάχα δ᾽ ἂν σὺν δαίμονι πειρηθείην. Ως φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· κίρκος δ᾽ ἀφλάστῳ περικάππεσεν. ὣκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν· Ὕμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται· οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δ᾽ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν, εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον πέφραδεν ἔσσεσθαι. κείνης δ᾽ ὅγε μείλιχος ὄρνις 531 ἀυτμή LG : ἀυτμήν vulg. 542 Αἰσονίδαο LG 544 ἀγόρευσεν LG : ἀγόρευεν vulg. 549 θεᾷ Merkel : θεῇ codd. πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ τόνδε κατ᾿ οἰωνὸν προτιόσσεται, ὡς δὲ πέλοιτο. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε. Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι· μοῦνος δ᾽ Ἀφαρήιος ἄνθορεν Ἴδας, δείν᾽ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε· Ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ᾽ ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι, οὐκέτ᾽ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων; ἔρρετε, μηδ᾽ ὄμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. Ως ηὔδα μεμαώς· πολέες δ᾽ ὁμάδησαν ἑταῖροι ἦκα μάλ᾽, οὐδ᾽ ἄρα τις οἱ ἐναντίον ἔκφατο μῦθον. χωόμενος δ᾽ ὅγ᾽ ἔπειτα καθέζετο· τοῖσι δ᾽ Ἰήσων αὐτίκ᾽ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ᾽ ἀγόρευεν· Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἔαδεν, στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο ἀμφαδὸν ἤδη πείσματ᾿ ἀνάψομεν. ἦ γὰρ ἔοικεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν. Ὡς ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δ᾽ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς. Αὐτίκα δ᾽ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων. στεῦτο δ᾽, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται ἄνδρα τόν, ὅς ῥ᾽ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον, δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνης 571 δὴν κρύπτεσθαι ὑποπτήσσοντας Pierson: δὴν κρύπτεσθαι πτήσσοντας LG: δηθὰ κρύπτεσθαι πτήσσοντας vulg. 577-8 om. G 578 Μινύῃσι Merkel: Μινύαισι vulg. αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ᾽ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων ξείνων μειλιχίῃ τε θεουδείῃ τ᾽ ἐκέκαστο, εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ᾿ οὐρανοῦ ἄγγελον ἧκεν Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν· μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἶσι μέμηλεν ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι. νόσφι δὲ οἱ αὐτῷ φάτ᾽ ἐοικότα μείλια τίσειν υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν ᾿Ηελίοιο, χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι· τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν φράσσωνται στυγερήν, οὐδ᾽ υἱέος Ἀψύρτοιο· ἀλλ᾽ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καί ῥ᾽ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τ᾽ ἐρύσθαι ἠδ᾽ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ. Τόφρα δὲ μητέρ᾽ ἑήν, μετιὼν δόμον Αἰήταο, Ἄργος παντοίοισι παρηγορέεσκ᾽ ἐπέεσσιν, Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν, 594 νόσφι δὲ οἱ Brunck: νόσφιν δ᾽ οἳ vulg. 599 χρειώ Vatt. tres, Lam.s.: χρῆναι vulg. 6οι κε ἐλδομένους L : κε καὶ ἐελδομένους G πέμπεν LG 608 ὑπὲκ Pariss. quattuor: ὑπὲρ vulg. μή πως ἠὲ παρ' αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο. Κούρην δ᾽ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἷά τ᾽ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι. τὸν ξεῖνον δ᾽ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον, οὔτι μάλ᾽ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν· δίετο δ᾽ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα˙ μάλ᾽ εὐμαρέως πονέεσθαι· σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οὕνεκεν οὐ κούρῃ ζεύξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν· ἐκ δ᾽ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις· αὐτῇ δ᾽ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δ᾽ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἵλετο· τοὺς δ᾽ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ᾽ ἐβόησαν χωόμενοι· τὴν δ᾽ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δ᾽ ἀνόρουσε φόβῳ, περί τ᾿ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο· μόλις δ᾽ ἐσαγείρατο θυμὸν ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ᾽ ἀνενείκατο φωνήν· Δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην· ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ᾽ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ᾿ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα 613 μειλίξαιτο Brunck : μειλισσέτο L: μειλίσσετο G : μειλίσαιτο vulg. 634 μόγις G 637 φέρῃ Paris. unus, Vind. : φέρει vulg. παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος. Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη· μετὰ δ᾽ ἐτράπετ᾽ αὖτις ὀπίσσω στρεφθεῖσ᾽· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ᾽ ἀλέεινεν εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· ἤτοι ὅτ᾿ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· αἰδοῖ δ᾽ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δ᾽ ἔσχετο, τέτρατον αὖτις λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. ὡς δ᾽ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δ᾽ ἀχέουσα θαάσσει· τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων· ἡ δ᾽ ἔνδοθι δαιομένη περ σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες· τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ᾽ ἐνόησεν δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα· Χαλκιόπῃ δ᾽ ἤγγειλε παρασχεδόν· ἡ δ᾽ ἐνὶ παισὶν ἧστ᾽ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλ᾽ οὐδ᾽ ὡς ἀπίθησεν, ὅτ᾽ ἔκλυεν ἀμφιπόλοιο μῦθον ἀνώιστον· διὰ δ᾽ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη κέκλιτ᾽ ἀκηχεμένη, δρύψεν δ᾽ ἑκάτερθε παρειάς· ὡς δ᾽ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν· Ωι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις; 644 σβέσαι Madvig : σβέσοι codd. 648 ἐνὶ LG: ἐπὶ vulg. 651 τηΰσιοι Vat. unus, Pariss. duo, vulg.: τήσιοι L: τηυσίην G 659 ἀκέουσα G 666 κουριζούσῃ Meineke τίπτ᾽ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος; ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἦέ τιν᾿ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν ἀμφί τ᾿ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων δῶμα τόδ᾽ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλ᾽ ἐπὶ γαίης πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων. Ως φάτο· τῆς δ᾽ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν. μῦθος δ᾽ ἄλλοτε μέν οἱ ἐπ᾿ ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτ᾽ ἔνερθε κατὰ στῆθος πεπότητο. πολλάκι δ᾽ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν· φθογγῇ δ᾽ οὐ προύβαινε παροιτέρω· ὀψὲ δ᾽ ἔειπεν τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες· Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται, μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ᾽ ὀλέσσῃ. τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα θείη, μηδ᾽ ἀλεγεινὸν ἐφ᾽ υἱάσι κῆδος ἕλοιο. Φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. τὴν δ᾽ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη δείματι, τοῖ᾽ ἐσάκουσεν· ἀμείβετο δ᾽ ὧδ᾽ ἐπέεσσιν· Καὶ δ᾽ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν. ἀλλ᾽ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. λίσσομ᾽ ὑπὲρ μακάρων σέο τ᾽ αὐτῆς ἠδὲ τοκήων, μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς. Ὡς ἄρ᾽ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ᾽ αὐτίκα δάκρυ· 685 θυῖεν Merkel: θῦεν codd. 687 ἐπικλονέεσκον Paris. unus 700 σχησέμεν Rzach νειόθι θ᾽ ἀμφοτέρησι περίσχετο γούνατα χερσίν, σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ᾽ ἐλεεινὸν ἄμφω ἐπ᾿ ἀλλήλῃσι θέσαν γόον· ὥρτο δ᾽ ἰωὴ λεπταλέη διὰ δώματ᾽ ὀδυρομένων ἀχέεσσιν. τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα· Δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἳ᾽ ἀγορεύεις, ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἰ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπ᾿ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντιν᾽ ὀμόσσαι αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θ᾽ ὑπένερθεν Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο, μή σ᾽ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν. Φῆ ἄρα· Χαλκιόπη δ᾽ ἠμείβετο τοῖσδ᾽ ἐπέεσσιν· Οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,· παίδων εἵνεκ᾿ ἐμεῖο; καὶ ἐκ κείνοιο δ᾽ ἱκάνει Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς· μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδ᾽ ἰοῦσα. Ως φάτο· τῇ δ᾽ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός, φοινίχθη δ᾽ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς εἶλεν ἰαινομένην, τοῖον δ᾽ ἐπὶ μῦθον ἔειπεν· Χαλκιόπη, ὡς ὄμμι φίλον τερπνόν τε τέτυκται, ὡς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο, εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν, κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὡς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον. ἀλλ᾽ ἴθι, κεῦθε δ᾽ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας 715 ἥ θ' Valckenaer: ἠδ' LG: ἡ δ' vulg. 723 δόμῳ Paris. unus: δόμων GL 16: δόμον vulg. 730 γέ τι Merkel : κέ τι Wel-lauer: ἔτι vulg. λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων. οἰσομένη ξείνῳ ὑπὲρ οὗ τόδε νεῖκος ὄρωρε Ως ἥγ᾽ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ᾽ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε. Ττὴν δέ μιν† αὖτις αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν, τοῖα παρὲξ οὗ πατρὸς ἐπ᾿ ἀνέρι μητιάασθαι. Νὺξ μὲν ἔπειτ᾽ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δ᾽ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ωρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ᾽ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτ᾽ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ᾽ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ᾽ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἶσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δ᾽ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα· ὡς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. δάκρυ δ᾽ ἀπ᾿ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ᾽ αἰεὶ τεῖρ᾽ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τ᾽ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθ᾽ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ᾽ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. 738 οἴσομαι/ἐι L post h. v. add. schol. pro v.1. οἰσομένη ξείνῳ ὑπὲρ οὗ τόδε νεῖκος ὄρωρε quem versum in ordinem redegit Brunck 741 μιν αὖτις Brunck: μιν αὖθις codd.: μάλ' αὖτις et μεταῦτις coniecisse quosdam monet Merkel 745 ναυτίλοι Porson 748 τεθνεώτων Stephanus : τεθνειώτων LG : τεθναότων Rzach 755 ἔθυεν G 756 δοκοῖς Knaack 753 δειδιυῖαν coni. Monro 762 θ᾽ ἁραιάς G φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν, ἄλλοτε δ᾽ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή· αὐτίκα δ᾽ οὔτ᾽ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλ᾽ αὕτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην. ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε· Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι; πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ πήματος· ἀλλ᾽ αὕτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, πρὶν τόνγ᾽ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι Χαλκιόπης υΐας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς ἄμμι πολυκλαύτους δεῦρ᾽ ἤγαγε κεῖθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη; ποῖον δ᾽ ἐπὶ μῦθον ἐνίψω; τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ᾽ ἀρωγῆς; ἢ μιν ἄνευθ᾽ ἑτάρων προσπτύξομαι οἷον ἰδοῦσα; δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων· τότε δ᾽ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαΐη· ὁ δ᾽ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ᾽ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὡς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται· ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, 775 ἵεσθαι Herwerden 791 ἐπιλλίξουσιν Ο. Schneider : ἐπιλλίζουσιν codd. μαργοσύνῃ εἴξασα. τί δ᾽ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾧ μοι ἐμῆς ἄτης. ἢ τ᾽ ἂν πολὺ κέρδιον εἴη τῇδ᾽ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκ᾽ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι. Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο. ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔρρεεν ἀσταγὲς αὕτως, αἴν᾽ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἤγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Ἀίδαο. ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται, μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· καί τέ οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδ᾽ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ᾽ αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. πυκνὰ δ᾽ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι. Ἔνθα κασιγνήτους μὲν ἔτ᾽ αὐτόθι μεῖναι ἀνώγει Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης· αὐτὸς δ᾽ αὖτ᾽ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς. 805 ἀστεγὲς vulg. 816 εἰ Pariss. tres:vulg. 818 οὐδ᾽ ἔτι Valckenaer: οὐδέ τι codd. Ἡ δ᾽ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, αἱ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, αὐσταλέας δ᾽ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαιδρύνετ᾽ ἐπὶ χρόα· δῦνε δὲ πέπλον καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν· ἀμβροσίῳ δ᾽ ἐφύπερθε καρήατι βάλλε καλύπτρην ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον λήθῃ ἀχέων, τὰ οἱ ἐν ποσὶν ἦεν θεσπέσι᾽, ἄλλα τ᾽ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δ᾽ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ, οἵ κέ μιν εἰς ῾Εκάτης περικαλλέα νηὸν ἄγοιεν. ἔνθ᾽ αὖτ᾽ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην· ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι. τῷ εἴ κ᾽ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν Κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο, ἢ τ᾽ ἂν ὅγ᾽ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν, οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ λωίτερος κεῖν᾽ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. πρωτοφυὲς τόγ᾽ ἀνέσχε καταστάξαντος ἔραζε αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντ᾿ ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δ᾽ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη, καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δ᾽ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα. τῆς οἵην τ᾽ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ 833 ἀρηρεμένον G 838 ἀμφιπόλοις Merkel: ἀμφιπόλοισιν codd. 847 Κούρην] Δαῖραν G schol. 853 Προμηθεῖος L 854 δήτοι LG Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα, Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν. μυκηθμῷ δ᾽ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα, ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δ᾽ αὐτὸς Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων. τό ῥ᾽ ἤγ᾽ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ᾽ ἀπήνης· σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. αὐτὴ δ᾽ ἡνί᾽ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ, ἔλαεν δὲ δι᾽ ἄστεος· αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν, τρώχων εὐρεῖαν κατ᾿ ἀμαξιτόν· ἂν δὲ χιτῶνας λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. οἵη δὲ λιαροῖσιν ἐφ᾽ ὕδασι Παρθενίοιο, ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο χρυσείοις Λητωὶς ἐφ᾽ ἅρμασιν ἑστηυῖα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης· τῇ δ᾽ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ᾿ αὐτῆς ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν· ὣς αἵγ᾽ ἐσσεύοντο δι᾽ ἄστεος· ἀμφὶ δὲ λαοὶ εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ᾿ ἀγυιάς, νηὸν δ᾽ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα, δὴ τότ᾽ ἐυτροχάλοιο κατ᾿ αὐτόθι βήσατ᾿ ἀπήνης 859 ἐνὶ Pariss. duo 867 τόν ρ' vulg. 882 ἂν Ο. Schneider : αἱ codd. ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν· Ὦ φίλαι, ἢ μέγα δή τι παρήλιτον, οὐδ᾽ ἐνόησα †μὴ ἴμεν† ἀλλοδαποῖσι μετ᾿ ἀνδράσιν, οἵ τ᾽ ἐπὶ γαῖαν ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν τάων, αἱ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται. ἀλλ᾽ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν, εἰ δ᾽ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης λεξάμεναι τότ᾽ ἔπειτ᾿ αὐτὴν ἀπονισσόμεθ᾽ ὥρην. καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ᾽ ἵκοισθε ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν. Ἄργος γάρ μ᾽ ἐπέεσσι παρατρέπει, ὡς δὲ καὶ αὐτὴ Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετ᾽ εἰσαΐουσαι ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται. τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη, δῶρ᾽ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων. αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν κέκλομαι εἰς ἀπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι, ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ δῶρα φέρων, τῷ δ᾽ αὖτε κακώτερον ἄλλο πόρωμεν φάρμακον. ἀλλ᾽ ἀπονόσφι πέλεσθέ μοι, εὔτ᾽ ἂν ἵκηται.᾿ Ὡς ηὔδα· πάσῃσι δ᾽ ἐπίκλοπος ἥνδανε μῆτις. αὐτίκα δ᾽ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας Ἄργος, ὅτ᾽ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Εκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν, ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. Ἔνθ᾽ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ᾽ ἀνδρῶν, οὔθ᾽ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ᾽ ὅσοι ἄλλων 892 μὴ ἴμεν] μήνιμ' Merkel 903 τὰ δὲ Brunck: τάδε vulg. 909 μετὰ Stephanus: κατὰ codd. 918 σὺν εὖ φράσσασθαι Vatt. tres, Paris. unus : συνευφράσσασθαι vulg. ἀθανάτων ἥρωες ἀφ᾽ αἷματος ἐβλάστησαν, οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ Ἀμπυκίδης, ἤδη που δισσάμενος τὰ ἕκαστα. Ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα, τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα ὑψοῦ ἐπ᾿ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς· Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ᾽ ὅσα παῖδες ἴσασιν οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν οὔτ᾽ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο ἠιθέῳ, εὔτ᾽ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις, οὔτ᾽ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.᾿ Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ᾽ ἔειπεν· Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην δήεις, Αἰσονίδη· μάλα δ᾽ ἠπίῃ ἀντιβολήσεις Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. νῶι δ᾽, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὔτ᾽ ἂν ἵκηαι, τῷδ᾽ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ᾽· οἰόθι δ᾽ αὐτὸς λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν. Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω. οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντιν᾿ ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ᾽ ὄσσε 927 ἔσκε Ο. Schneider 936 οὔτε conieci: οὐδé codd. 942 ἐννεσίαις Merkel 944 εὐτ᾽] ἔστ᾽ Ziegler 948 ἄλλο Merkel 949 ὅμως G Pariss. quattuor: ὁμῶς vulg. 950 ἐφήνδανον Pariss. quattuor ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾽ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἢ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσ᾽ ἀναθρώσκων ἅ τε Σείριος ᾿Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ᾽ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ᾽ ἐν ἄσπετον ἧκεν διζύν· ὡς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὥρσε φαανθείς. ἐκ δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὔτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἶλεν ἔρευθος. γούνατα δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ· μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον· ὡς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν ῎Ἔρωτος. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον· Τίπτε με, παρθενική, τόσον ἅζεαι, οἷον ἐόντα; οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν ἀνέρες, οὐδ᾽ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον, ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη, ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι. ἀλλ᾽ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες, χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ᾽ οὐ θέμις ἔστ᾽ ἀλιτέσθαι, ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης 963 ἤχλυσαν L: ἤχλυσεν G 980 ἀλλήλοις L αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. πρός σ᾽ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ᾽ ὑπερίσχει ἀμφότερον δ᾽, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ᾽ ἱκάνω, χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ᾽ ἀέθλου. σοὶ δ᾽ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, ἢ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας, οὔνομα καὶ καλὸν τεύχων κλέος· ὡς δὲ καὶ ὧλλοι ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες ἡρώων τ᾽ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν· τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας. δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ᾽ ἀέθλων παρθενικὴ Μινωὶς ἐυφρονέουσ᾽ Ἀριάδνη, ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο. ἀλλ᾽ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως, σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ ἀστερόεις στέφανος, τόν τε κλείουσ᾽ Ἀριάδνης, πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν. ὡς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι. Ως φάτο κυδαίνων· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδησ᾽· ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην· οὐδ᾽ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο, ἀλλ᾽ ἄμυδις μενέαινεν ἀολλέα πάντ᾽ ἀγορεῦσαι. προπρὸ δ᾽ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης φάρμακον· αὐτὰρ ὅγ᾽ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς. 987 δ' om. Merkel 994 που GL 16: ποτ' vulg. 1001 λίπε ... οἱ δὲ Lam. p.: λίπεν· οἱ δὲ Merkel 1004 οὐρανίοις ἐνελίσσεται Merkel καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι· τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ᾽ ἀμαρυγὰς ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν. ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ' οὔδεος ὄμματ᾽ ἔρειδον αἰδόμενοι, ὁτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη· Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ᾽ ἀρωγήν. εὔτ᾽ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας, ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, οἷος ἄνευθ᾽ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ᾽ ἔνι θῆλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι, αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. μουνογενῆ δ᾽ Εκάτην Περσηίδα μειλίσσοιο, λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων. ἔνθα δ᾽ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας οὐδ᾽ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ᾽ ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ 1016 ἀγαλλομένη Pariss. 1020 περὶ ῥοδέησιν Wellauer : περιρρδέοισιν L: περιρροδέεσσιν G: περὶ ῥοδέοισιν vulg. ἑέρση L 1036 μελισσέων Rzach: μελισσῶν codd. 1037 ἐπεί κε marg. Vrat. et coniecerat Brunck : ἔπειτα vulg. 1038 ἄψ Brunck: ἄψ δ' codd. ἔσσετ᾽ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω καὶ ξίφος. ἔνθ᾽ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδ᾽ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν ἔσσεαι, ἀλλ᾽ αὐτῆμαρ· ὅμως σύγε μή ποτ᾽ ἀέθλου χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ᾽ ὄνειαρ. αὐτίκ᾽ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς, οἱ δ᾽ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς, λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δ᾽ ἂν ἐπ᾿ αὐτῷ, καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν ἀλλήλους· καὶ δ᾽ αὐτὸς ἐπείγεο δηιοτῆτος ἰθῦσαι. τὸ δὲ κῶας ἐς ῾Ἑλλάδα τοῖό γ᾽ ἕκητι οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δ᾽ ἔμπης, ᾗ φίλον, ἤ τοι ἔαδεν ἀφορμηθέντι νέεσθαι. Ὡς ἄρ᾽ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν μυρομένη, ὅ τ᾽ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν, εἶλέ τε χειρὸς δεξιτερῆς· δὴ γάρ οἱ ἀπ᾿ ὀφθαλμοὺς λίπεν αἰδώς· Μνώεο δ᾽, ἣν ἄρα δή ποθ᾽ ὑπότροπος οἴκαδ᾽ ἵκηαι, οὔνομα Μηδείης· ὡς δ᾽ αὖτ᾽ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις· ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο, ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην, 1054 ἀνασταχύωσι Paris. unus et coniecerat Stephanus: ἀνασταχύουσι vulg. 1062 ἤ L Vatt.: ᾗ Vrat. Pariss.: εἰ vulg. 1065 ὅ τ' Merkel: ὅτ' codd. 1068 δὴ Brunck: ἤδη codd. ἥντινα τήνδ᾽ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης, ἢ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο. Ως φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα· Καὶ λίην οὐ νύκτας δίομαι, οὐδέ ποτ᾽ ἦμαρ σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν᾿ ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, πάμπαν εύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα, ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. ἐν δ᾽ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι πολλαὶ ναιετάουσιν, ἵν᾽ οὐδέ περ οὔνομ᾽ ἀκοῦσαι Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα, αὐολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο μά ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. λαλὰ τίη τάδε τοι μεταμώνια πάντ᾽ ἀγορεύω, ἔ μετέρους τε δόμους τηλεκλείτην τ᾽ Ἀριάδνην, κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ᾽ ἐρεείνεις; αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως ἀμφ᾿ αὐτῆς, ὡς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη. Ως φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν. τῆς δ᾽ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ· ῾Ελλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν· 1076 Πασιφάης Stephanus : Πασιφάην codd. 1091 αὐτὴ LG Ἰαωλκός G Vat. unus: Ἰωλκός vulg. Αἰήτης δ᾽ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδ᾽ Ἀριάδνῃ ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε. ἀλλ᾽ οἷον τύνη μὲν ἐμεῦ, ὅτ᾽ Ἰωλκὸν ἵκηαι, μνώεο· σεῖο δ᾽ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι. ἔλθοι δ᾽ ἡμιν ἀπόπροθεν ἠέ τις ὄσσα, ἠέ τις ἄγγελος ὄρνις, ὅτ᾽ ἐκλελάθοιο ἐμεῖο· ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδ᾽ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι, ὄφρα σ᾽, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν. Ὡς ἄρ᾽ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειών δάκρυα· τὴν δ᾽ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν· Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, ὡς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις. εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι, τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὡς πορσανέουσιν, οὖνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ᾽ ἵκοντο σῇ βουλῇ, τῶν δ᾽ αὖτε κασίγνητοί τε ἔται τε καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν πορσυνέεις· οὐδ᾽ ἄμμε διακρινέει φιλότητος ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι. Ως φάτο· τῇ δ᾽ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ, ἔμπης δ᾽ ἔργ᾽ ἀίδηλα κατερρίγησεν ἰδέσθαι. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ἑλλάδα ναιετάειν. ὡς γὰρ τόδε μήδετο Ἥρη, ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο Αἰαίη Μήδεια, λιποῦσ᾽ ἄπο πατρίδα γαῖαν. 1114 Ἰαωλκὸν Brunck : ᾿Ιωλκὸν vulg. 1135 ἵκοιτο Brunck : ἵκητο L: ἵκηται vulg. 1136 λιποῦσ᾽ ἄπο Merkel : λιποῦσα LG : λιποῦσά γε vulg. Ἤδη δ᾽ ἀμφίπολοι μὲν ὀπιπτεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ᾽ ἤματος ὥρη ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην. ἡ δ᾽ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν, εἰ μὴ ἄρ᾽ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα· Ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ ὀθνείων· αΰτις δ᾽ ἀβολήσομεν ἐνθάδ᾿ ἰόντες. Ως τώγ᾽ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν πείρηθεν· μετὰ δ᾽ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὥρτο νέεσθαι· ἡ δὲ μετ᾿ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν πᾶσαι ὁμοῦ· τὰς δ᾽ οὔτι περιπλομένας ἐνόησεν. ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο. αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ᾽ ἀπήνης, καί ῥ᾽ ἑτέρῃ μὲν χειρὶ λάβ᾽ ἡνία, τῇ δ᾽ ἄρ᾽ ἱμάσθλην δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ᾽ ἄρ᾽ ἰοῦσαν Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν· ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων ἔκλυεν, οὔτ᾽ αὐδῆσαι ἀνειρομένῃ λελίητο. ἶζε δ᾽ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν· ὑγρὰ δ᾽ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ. Αἰσονίδης δ᾽ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη, ὣρτ᾿ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, ἡρώων ἐς ὅμιλον· ὁμοῦ δ᾽ ἐπὶ νῆα πέλασσαν. οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ᾽ ἐρέοντο. 1137 ὀπιπεύουσαι Vatt. duo 1147 διέτμαγεν Spitzner: διέτμαγον codd. 1166 ἡρώων ἐς ὅμιλον G marg. L : ἡρώων ἐς ἕκαστα L: οἱ δ᾽ ἔκλυον ἕκαστα Vat. unus, Pariss. tres αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης, δεῖξέ τε φάρμακον αἰνόν· ὁ δ᾽ οἰόθεν οἷος ἑταίρων Ἴδας ἦστ᾽ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός, εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ᾽ ἠοῖ πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα, σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο. βὰν δ᾽ ἴμεν, οὐδ᾽ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας Ἀονίοιο δράκοντος, ὃν Ωγυγίῃ ἐνὶ Θήβῃ Κάδμος, ὅτ᾽ Εὐρώπην διζήμενος εἰσαφίκανεν, πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο. τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι. καί ῥ᾽ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν, Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο· τοὺς δὲ τότ᾽ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ᾿ ἀέθλου ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο. Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων· Νὺξ δ᾽ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων αὐτίκ᾽ ἐπεί ῥ᾽ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ᾽ αἰθήρ, βῆ ῥ᾽ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,· 1172 ἐμέλοντο Paris. unus, schol. Par.: μέλλοντο vulg. 1180 Ἀρητιάδι Pariss. tres : Ἀρητιάδῃ vulg. 1186 γαιηγενῆ G vulg. : γεηγενῆ L: ἐπὶ γηγενῆ Pariss. εἴσατο LG 1187 ἀμώωντος coni. Merkel σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τ᾽ ἀλέγυνεν ἕκαστα ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τ᾽ ἔκτοθι ποίμνης Ἄργος ἰὼν ἤνεικε· τὰ δ᾽ ἐξ αὐτῆς ἔλε νηός. ἀλλ᾽ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν, ἔνθ᾽ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. πήχυιον δ᾽ ἄρ᾽ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας ιήησε σχίζας, ἐπὶ δ᾽ ἀρνειοῦ τάμε λαιμόν, αὐτόν τ᾽ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. καί ῥ᾽ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ᾽ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες στράπτε δ᾽ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. πίσεα δ᾽ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δ᾽ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμηίδες, αἱ περὶ κείνην Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. Αἰσονίδην δ᾽ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ᾽ ὡς ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ᾽ ἑτάροισιν μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς ᾿Ηὼς βάλεν ἀντέλλουσα. Καὶ τότ᾽ ἄρ᾽ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα· χρυσείην δ᾽ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον, 1205 ῥά Hermann: uév codd. 1219 ποταμηίδες L 16, Vat. unus vulg. : ποταμητίδες LG : ποταμιτίδες Ο. Schneider 1227 σφωιτέραις schol. Fl. et Par. : σφωιτέρῃς codd. λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ωκεανοῖο. ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν. τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατ᾿ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. οἷος δ᾽ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης ὕδωρ, ἠὲ κατ᾿ ἄλσος Ὑαντίου Ὀγχηστοῖο, καί τε Καλαύρειαν μετὰ δῆθ᾽ ἅμα νίσσεται ἵπποις, πέτρην θ᾽ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν· τοῖος ἄρ᾽ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν ᾿Ιήσων φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δ᾽ ἑταῖροι πείρησαν τευχέων βεβιημένοι, οὐδ᾽ ἐδύναντο κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ᾽ αὔτως ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμησιν. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας κόψε παρ᾽ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ᾽ ἀκωκὴ ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δ᾽ ὁμάδησαν γηθόσυνοι ἥρωες ἐπ᾿ ἐλπωρῇσιν ἀέθλου. καὶ δ᾽ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δ᾽ ἑκάτερθεν χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι. ὡς δ᾽ ὅτ᾽ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο 1234 πολέμιξεν Merkel : πτολέμιξεν vulg. 1238 ἀέθλῳ Stephanus : ἀέθλων LG 1243 δαῖθ' Wilamowitz-Moellendorff σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν κυδιόων ὀρθοῖσιν ἐπ᾿ οὔασιν αὐχέν᾿ ἀείρει· τοῖος ἄρ᾽ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων. πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν, ἀσπίδα χαλκείην μελίην τ᾽ ἐν χερσὶ τινάσσων. φαίης κε ζοφεροῖο κατ' αἰθέρος ἀίσσουσαν χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι ἐκ νεφέων, ὅτ᾽ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται. καὶ τότ᾽ ἔπειτ᾽ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες ῥίμφα μάλ᾽ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν, ὅσσον τ᾽ ἐκ βαλβίδος ἐπήβολος ἅρματι νύσσα γίγνεται, ὁππότ᾽ ἄεθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. τέτμον δ᾽ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν, τὸν δ᾽ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. Αἰσονίδης δ᾽, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι, δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν᾽ ἐς ἄεθλον, νηὸς ἀποπροθορών· ἄμυδις δ᾽ ἕλε παμφανόωσαν χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων καὶ ξίφος ἀμφ᾽ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι. παπτήνας δ᾽ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων αὐτόγυόν τ᾽ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. χρίμψε δ᾽ ἔπειτα κιών, παρὰ δ᾽ ὄβριμον ἔγχος ἔπηξεν ὀρθὸν ἐπ᾽ οὐριάχῳ, κυνέην δ᾽ ἀποκάτθετ᾽ ἐρείσας. βῆ δ᾽ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων· οἱ δ᾽ ἔκποθεν ἀφράστοιο κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα 1266 μεταπαιφάσσουσαν schol. 1283 χρυσαόρῳ G L 16, Vatt. duo : χρυσάορι vulg. καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ, ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες. ἔδδεισαν δ᾽ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε, εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματ᾿ ἀέλλαις. πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν· οὐδ᾽ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες. ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν εύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τ᾽ ἀναμαρμαίρουσιν, πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτ᾽ αὖ λήγουσιν ἀυτμῆς, δεινὸς δ᾽ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ᾽ ἀίξῃ νειόθεν· ὡς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δ᾽ ἄμφεπε δήιον αἶθος βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ᾽ ἔρυτο. καί ῥ᾽ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας εἶλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ ζεύγλῃ χαλκείῃ, τὸν δ᾽ ἐν χθονὶ κάββαλεν ὀκλάξ, ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὡς δὲ καὶ ἄλλον σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. εὐρὺ δ᾽ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς. θαύμασε δ᾽ Αἰήτης σθένος ἀνέρος. οἱ δ᾽ ἄρα τείως Τυνδαρίδαι-δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν- ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι. αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δ᾽ ἀείρας χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα 1295 μίμνειν Vat. unus : μίμνεν Merkel 1299 εύρρινοι Paris. unus ex corr.: ἐυρρίνοις vulg. 1300 ἀναμορμύρουσιν Ruhnken : ἀναμαιμάουσιν Merkel 1302 αὐτῶν Pariss.: αὖ τοῦ Merkel 1304 ὁμάδευν Hermann : ὁμάδῳ vulg. ἄμφεπε Merkel : ἀμφί τε codd. 1305 βάλλον Merkel : βάλλεν codd. χαζέσθην. ὁ δ᾽ ἄρ᾽ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων πήληκα βριαρὴν δόρυ τ᾽ ἄσχετον, ᾧ ῥ᾽ ὑπὸ μέσσας ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας· μάλα δ᾽ ἔμπεδον εὖ ἀραρυῖαν τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. οἱ δ᾽ εἴως μὲν δὴ περιώσια θυμαίνεσκον, λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὧρτο δ᾽ ἀυτμὴ ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. δηρὸν δ᾽ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ ἤισαν· ὀκριόεσσα δ᾽ ἐρείκετο νειὸς ὀπίσσω, σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ᾽ ἀροτῆρι. δεινὸν δ᾽ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἶπετο δ᾽ αὐτὸς λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ᾽ ἑοῖο βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δ᾽ ἄρ᾽ ἐπιπρὸ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο. ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηώτες ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι, τῆμος ἀρήροτο νειὸς ὑπ᾽ ἀκαμάτῳ ἀροτῆρι, τετράγυός περ ἐοῦσα· βοῶν τ᾽ ἀπελύετ᾽ ἄροτρα. καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ᾽ ἔτι κεινὰς γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ᾽ ἑταῖροι θάρσυνον μύθοισιν. ὁ δ᾽ ἐκ ποταμοῖο ῥοάων αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν· γνάμψε δὲ γούνατ᾽ ἐλαφρά, μέγαν δ᾽ ἐμπλήσατο θυμὸν 1326 οἱ δ' εἵως Merkel: οἱ δ᾽ ἤτοι εἴως LG: οἱ δὲ τέως vulg. 1331 ὀκριόεσσα G: ὀκρυόεσσα vulg. 1335 λαῖον Lam. p. G: βαθμὸν vulg. 1340 λέχος G ἀλκῆς, μαιμώων συὶ εἴκελος, ὅς ῥά τ᾽ ὀδόντας θήγει θηρευτῇσιν ἐπ᾿ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο. οἱ δ᾽ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν δούρασί τ᾽ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δ᾽ αἴγλη νειόθεν Οὔλυμπόνδε δι' ἠέρος ἀστράπτουσα. ὡς δ᾽ ὁπότ᾽ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι λυγαίῃ ὑπὸ νυκτί, τὰ δ᾽ ἀθρόα πάντ᾽ ἐφαάνθη τείρεα λαμπετόωντα διὰ κνέφας· ὡς ἄρα τοίγε λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων, λάζετο δ᾽ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν. τόν ῥ᾽ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις ἀίξας· αὐτὸς δ᾽ ὑφ᾽ ἑὸν σάκος ἕζετο λάθρῃ θαρσαλέως. Κόλχοι δὲ μέγ᾽ ἴαχον, ὡς ὅτε πόντος ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν· τὸν δ᾽ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο Αἰήτην. οἱ δ᾽ ὥστε θοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δ᾽ ἐπὶ γαῖαν μητέρα πίπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι ἢ δρύες, ἃς τ᾽ ἀνέμοιο κατάικες δονέουσιν. οἷος δ᾽ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωνται μαρμαρυγῇ σκοτίοιο δι' ἠέρος ἀίξαντα· τοῖος ἄρ᾽ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν, 1351 ἴκελος LG 1360 ἀῆται L ex corr., marg. Paris. unius 1361 πάντ᾽ ἐφαάνθη Brunck: πάντα φαάνθη codd. 1377 ἀπολάμπεται Et. Magn. s. v. πυρόεις et v. 1. in scholiis : ἀποπάλλεται O. Schneider γυμνὸν δ᾽ ἐκ κολεοῖο φέρε ξίφος, οὗτα δὲ μίγδην ἀμώων, πολέας μὲν ἔτ᾽ ἐς νηδὺν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις †ὤμων† τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας, τοὺς δ᾽ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. ὡς δ᾽ ὁπότ᾽, ἀμφ᾽ οὔροισιν ἐγειρομένου πολέμοιο, δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας, ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· ὣς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δ᾽ ὁλκοὶ ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν. πῖπτον δ᾽, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον †ὀδοῦσιν† λαζόμενοι πρηνεῖς, οἱ δ᾽ ἔμπαλιν, οἱ δ᾽ ἐπ᾿ ἀγοστῷ καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. πολλοὶ δ᾽ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι, ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος, φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν· τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον· ὡς τότ᾽ ἄνακτος Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι. ἤιε δ᾽ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, πορφύρων, ἢ κέ σφι θοώτερον ἀντιόῳτο. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος. 1384 γούνων Struve : κώλων Merkel 1393 ὀδοῦσιν] ἀρούρης Hermann : ὄλοξιν coni. Merkel
Αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι, ἠέ μιν ἄτης πῆμα δυσίμερον, ἦ τόγ᾽ ἐνίσπω φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. Ἤτοι ὁ μὲν δήμοιο μετ᾿ ἀνδράσιν, ὅσσοι ἄριστοι, παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν οἶσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ Αἰήτης ἄμοτον κεχολωμένος· οὐδ᾽ ὅγε πάμπαν θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει. Τῇ δ᾽ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· τρέσσεν δ᾽, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. τάρβει δ᾽ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ᾽ ἀνίῃ. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη, φάρμακα πασσαμένη, Ἥρης δ᾽ ἁλίωσε μενοινάς, 4 ἢ ἔμεν Merkel 13 ξυλόχοιο coni. Stephanus: ξυλόχοισι codd. 20 ὑπέρμορον Pariss. duo εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι ὧρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς ἰάνθη· μετὰ δ᾽ ἤγε παλίσσυτος ἀθρόα κόλπων φάρμακα πάντ᾽ ἄμυδις κατεχεύατο φωριαμοῖο. κύσσε δ᾽ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ κάλλιπε παρθενίης, ἀδινῇ δ᾽ ὀλοφύρατο φωνῇ· Τόνδε τοι ἀντ᾿ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα, 30 μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ· χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος, ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.᾿ Ὡς ἄρ᾽ ἔφη· βλεφάρων δὲ κατ᾿ ἀθρόα δάκρυα χεῦεν. οἵη δ᾽ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα, οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο, ἀλλ᾽ ἔτ᾽ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης· τοίη ἄρ᾽ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες, ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους, λαιῇ μὲν χερὶ πέπλον ἐπ᾽ ὀφρύσιν ἀμφὶ μέτωπα στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. καρπαλίμως δ᾽ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ᾽· οὐδέ τις ἔγνω τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. ἔνθεν ἴμεν νηόνδε μάλ᾽ ἐφράσατ· οὐ γὰρ ἄιδρις ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς, ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες 49 τήνγε W. G. Headlam: τήνδε codd. 50 ἔνθεν ἴμεν Hartung : ἔνθ᾽ ἐνὶ μὲν codd. φαρμακίδες· τρομερῷ δ᾽ ὑπὸ δείματι πάλλετο θυμός. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν· Οὐκ ἄρ᾽ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω, οὐδ᾽ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι· ἢ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς, μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· δῶκε δ᾽ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι δαίμων ἀλγινόεις. ἀλλ᾽ ἔρχεο, τέτλαθι δ᾽ ἔμπης, καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν. Ὡς ἄρ᾽ ἔφη· τὴν δ᾽ αἶψα πόδες φέρον ἐγκονέουσαν. ἀσπασίως δ᾽ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο, ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τ᾽ ἀέθλου παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων, Φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης αὐτῷ τ᾽ Αἰσονίδῃ τεκμήρατο· σίγα δ᾽ ἑταῖροι θάμβεον, εὔτ᾽ ἐνόησαν ὁ δὴ καὶ ἐτήτυμον ἦεν. τρὶς μὲν ἀνήυσεν, τρὶς δ᾽ ὀτρύνοντος ὁμίλου Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δ᾽ ἄρα τείως ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. οὔπω πείσματα νηὸς ἐπ᾿ ἠπείροιο περαίης βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν ᾿Ιήσων ὑψοῦ ἀπ᾿ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος, υἱε δύω Φρίξου, χαμάδις θόρον· ἡ δ᾽ ἄρα τούσγε γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν· Ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὡς δὲ καὶ αὐτοὺς 59 κίον Ruhnken: κύον vulg. 73 τεκμήρατο Brunck : τεκμαίρατο L : τεκμαίρετο vulg. ὑμέας Αἰήταο, πρὸ γάρ τ᾽ ἀναφανδὰ τέτυκται πάντα μάλ᾽, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλ᾽ ἐπὶ νηὶ φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων. δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις, ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης, ποίησαι· μηδ᾽ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν χήτεϊ κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης. Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν ἦκ᾿ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε· Δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω, Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἡ μὲν ἐμοῖσιν κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν, εὐτ᾽ ἂν ἐς ῾Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες. Ως ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ᾽ ἔτι νύκτωρ κλας ἑλόντες ἄγοιντο παρέκ νόον Αἰήταο. ἔνθ᾽ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ᾽ ἔωσαν νῆα· πολὺς δ᾽ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἦεν ἀριστήων· ἡ δ᾽ ἔμπαλιν ἀίσσουσα γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων θάρσυνέν τ᾽ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν. Ἦμος δ᾽ ἀνέρες ὕπνον ἀπ᾿ ὀφθαλμῶν ἐβάλοντο ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν· τῆμος ἄρ᾽ Αἰσονίδης κούρη τ᾽ ἀπὸ νηὸς ἔβησαν ποιήεντ᾽ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται 115 Κριοῦ Merkel εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ᾽ ἔκαμψεν, νώτοισιν φορέων Μινυήιον υΐ' Ἀθάμαντος. ἐγγύθι δ᾽ αἰθαλόεντα πέλεν βωμοῖο θέμεθλα, ὅν ῥά ποτ᾽ Αἰολίδης Διὶ Φυξίῳ εἶσατο Φρίξος, ῥέζων κεῖνο τέρας παγχρύσεον, ὡς οἱ ἔειπεν Ερμείας πρόφρων ξυμβλήμενος. ἔνθ᾽ ἄρα τούσγε Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν. τὼ δὲ δι᾽ ἀτραπιτοῖο μεθ᾽ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τ᾽ ἀνιόντος ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο, ὅς τ᾽ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω Καυκασίην ἅλαδ᾽ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. δείματι δ᾽ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν νηπιάχοις, οἵ τέ σφιν ὑπ᾽ ἀγκαλίδεσσιν ἴαυον, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δ᾽ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται, ἄλλη δ᾽ αΐψ᾽ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· ὣς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. τοῖο δ᾽ ἑλισσομένοιο κατ᾿ ὄμματα νίσσετο κούρη, Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα 117 Μινυήιον Pariss. : Μινύϊον vulg. 145 κατ᾿ ὄμματα νίσσετο Merkel: κατ᾿ ὄμματος εἴσατο Pariss. quattuor : κατόμματον εἴσατο vulg. ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὐε δ᾽ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἶπετο δ᾽ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγ᾽ ἤδη οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ᾽ ἄκανθαν γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα, οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ βάπτουσ᾽ ἐκ κυκεῶνος ἀκήρατα φάρμακ᾿ ἀοιδαῖς, ῥαῖνε κατ᾿ ὀφθαλμῶν· περί τ᾽ ἀμφί τε νήριτος ὀδμὴ φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ᾽ αὐτῇ ἐνὶ χώρῃ θῆκεν ἐρεισάμενος· τὰ δ᾽ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διεξ ὕλης τετάνυστο. ἔνθα δ᾽ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας, κούρης κεκλομένης· ἡ δ᾽ ἔμπεδον ἑστηυῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ χαίρει δερκομένης καλὸν σέλας· ὡς τότ᾽ Ἰήσων γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἶζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο γίγνεται, ἥν τ᾽ ἀγρῶσται ἀχαιινέην καλέουσιν, τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν 168 ὑπωροφίου Merkel : ὑπωρόφιον vulg. 172 παρηίσιν coni. Brunck: παρῃάσιν vulg. 176 τοσσὸν ἐὸν Madvig: τοσσατίην Merkel αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. ἤιε δ᾽ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ᾽ αὖτε εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ὲ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. Ἠὼς μέν ῥ᾽ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ᾽ ἐς ὅμιλον ἶξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες λαμπόμενον στεροπῇ ἴκελον Διός. ὧρτο δ᾽ ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τ᾽ ἐνὶ χερσὶν ἑῇσιν. Αἰσονίδης δ᾽ ἄλλους μὲν ἐρήτυε, τῷ δ᾽ ἐπὶ φᾶρος κάββαλε νηγάτεον· πρύμνῃ δ᾽ ἐνεείσατο κούρην ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν· Μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι. ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδ᾽ ἀλεγεινὴν ναυτιλίην ἔτλημεν διζύι μοχθίζοντες, εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ᾽ ἄκοιτιν κουριδίην· ἀτὰρ ὄμμες Ἀχαιίδος οἷά τε πάσης αὐτῶν θ᾽ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν σώετε. δὴ γάρ που, μάλ᾽ ὀίομαι, εἶσιν ἐρύξων Αἰήτης ὁμάδῳ πόντονδ᾽ ἴμεν ἐκ ποταμοῖο. ἀλλ᾽ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων, προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δ᾽ ἐνὶ χερσὶν παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας ἴσχομεν· ἡμετέρῃ δ᾽ ἐπερείδεται ῾Ἑλλὰς ἐφορμῇ, ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι. Ως φάτο, δῦνε δὲ τεύχε᾽ ἀρήια· τοὶ δ᾽ ἰάχησαν θεσπέσιον μεμαώτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματ᾽ ἔκοψεν. ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι 182 ἠὲ Paris. unus : ἠδὲ vulg. 203 φίλοι L 208 νεὸς Rzach Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δ᾽ εἰρεσίῃ νηῦς σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι. Ἤδη δ᾽ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις Μηδείης περίπυστος ἔρως καὶ ἔργ᾽ ἐτέτυκτο. ἐς δ᾽ ἀγορὴν ἀγέροντ᾽ ἐνὶ τεύχεσιν· ὅσσα δὲ πόντου κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο, ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης φυλλοχόῳ ἐνὶ μηνί τίς ἂν τάδε τεκμήραιτο;- ὡς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας, κλαγγῇ μαιμώοντες· ὁ δ᾽ εὐτύκτῳ ἐνὶ δίφρῳ Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν Ἠέλιος, πνοιῇσιν ἐειδομένους ἀνέμοιο, σκαιῇ μέν ῥ᾽ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων, τῇ δ᾽ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δ᾽ ἵππων γέντο χεροῖν Ἄψυρτος. ὑπεκπρὸ δὲ πόντον ἔταμνεν νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτησιν, καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας Ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ, εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν, ἢ πλωτῆς εὑρόντες ἔτ᾽ εἰν ἁλὸς οἴδματι νῆα, ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. Ως ἔφατ᾿ Αἰήτης· αὐτῷ δ᾽ ἐνὶ ἤματι Κόλχοι νῆάς τ᾽ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο, αὐτῷ δ᾽ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ᾽ οἰωνῶν ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. 214 δὲ Merkel: τε codd. 219 μαιμώοντες Pariss. quattuor : μαιμώωντες vulg. 233 ἐνιπλήσει Brunck: ἐπιπλήσει codd. Οἱ δ᾽ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος Ἥρης, ὄφρ᾽ ὤκιστα κακὸν Πελίαο δόμοισιν Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται, ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν Παφλαγόνων ἀκτῇσι, πάροιθ᾽ ῞Αλυος ποταμοῖο, ἡ γάρ σφ᾽ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ εἴη, μήτ᾿ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου, ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν, ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. Αὐτίκα δ᾽ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δ᾽ ἐτέτυκτο πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν· Νισσόμεθ᾽ Ὀρχομενὸν τὴν ἔχραεν ὄμμι περῆσαι νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες πέφραδον, οἱ Θήβης Τριτωνίδος ἐκγεγάασιν. οὔπω τείρεα πάντα, τά τ᾽ οὐρανῷ εἱλίσσονται, οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι πευθομένοις· οἶοι δ᾽ ἔσαν Ἀρκάδες Ἀπιδανῆες, Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν· οὐδὲ Πελασγὶς χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν, ἦμος ὅτ᾽ Ἠερίη πολυλήιος ἐκλήιστο, μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν, καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει 241 θεᾶς Merkel : θεῆς codd. 244 ἐνὶ Paris, unus : ἐν vulg. 245 ἀκτῇσι Paris. unus : ἀκταῖσι vulg. 247 θυηλὴν Paris. unus: θυηλῇ vulg. 252 τηλόσ᾽ Κöchly 269 ἠύρροος coni. Wellauer: εύρροος L Vatt. : εὔροος G: εὐρύρροος Meineke ὄμβρος· ἅλις προχοῇσι δ᾽ ἀνασταχύουσιν ἄρουραι. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δ᾽ ἄστη νάσσατ᾽ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν, ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. Αἰά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε τῶνδ᾽ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αΐαν, οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται, κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ᾽ ἔασιν ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ωκεανοῖο, εὐρύς τε προβαθύς τε καὶ ὁλκάδι νηὶ περῆσαι· Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο· ὃς δή τοι τείως μὲν ἀπείρονα τέμνετ᾽ ἄρουραν εἰς οἷος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. ἀλλ᾽ ὁπόταν Θρῃκῶν Σκυθέων τ᾽ ἐπιβήσεται οὔρους, ἔνθα διχῆ τὸ μὲν ἔνθα μετ᾿ †Ἰονίην† ἅλα βάλλει τῇδ᾽ ὕδωρ, τὸ δ᾽ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα, γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν. Ὡς ἄρ᾽ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες, στέλλεσθαι τήνδ᾽ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν. γηθόσυνοι δὲ Λύκοιο καταυτόθι παῖδα λιπόντες λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο, 275 ἤ Stephanus: oὔ LG 278 ὅσγε Brunck: ὅγε codd. 279 γραπτῦς Brunck : γραπτὺς L : γραπτὰς G : γράπτυς vulg. 283 προβαθής L 288 ἐπιβήσεται Pariss.: ἐνιβήσεται vulg. 289 ἠῴην Gerhard : ἡμετέρην Fitch 297 ἀμεύσιμον Ruhnken ex Et. Magn. s. v.: μόρσιμον codd. οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο. Κόλχοι δ᾽ αὖτ᾽ ἄλλοι μέν, ἐτώσια μαστεύοντες, Κυανέας Πόντοιο διέκ πέτρας ἐπέρησαν· ἄλλοι δ᾽ αὖ ποταμὸν μετεκίαθον, οἶσιν ἄνασσεν Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς. τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης κόλπον ἔσω πόντοιο πανέσχατον Ιονίοιο. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη, τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα, στεινὸν δ᾽ αὖτ᾽ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος· τὴν δ᾽ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν· οἱ δ᾽ ὑψοῦ νήσοιο κατ᾿ ἀκροτάτης ἐνέοντο τηλόθεν. εἱαμενῇσι δ᾽ ἐν ἄσπετα πώεα λεῖπον ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας. οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο, οὔτ᾽ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι, οὔτ᾽ οὖν Γραυκένιοι, οὔθ᾽ οἱ περὶ Λαύριον ἤδη Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες. αὐτὰρ ἐπεί τ᾽ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο, ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο, δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ᾽ ἐκπρομολόντες πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. οἱ δ᾽ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ᾽ ἐπέρησαν 302 μίμνεν G 308 παρέσχατον L a m. p. G 312 καλέουσι Νάρηκος Hoelzlinus : καλέουσιν ἄρηκος vulg. 316 εἱαμενῇσι Vat. unus: εἱαμεναῖσι vulg. 323 ἐπεί τ' Stephanus : ἔπειτ' LG 324 Καυκασίοιο L a m. p. G 326 τὸ Λαύριον Pariss. quattuor : Ταλαύριον vulg. δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους. τῶν δ᾽ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· ἐν δ᾽ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο, βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης. ὡς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν †ἀγχόθι νήσους† μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. ῎Ενθα κε λευγαλέῃ Μινύαι τότε δηιοτήτι παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο, κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους, ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν, εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· αὐτὰρ Μήδειάν γε-τὸ γὰρ πέλεν ἀμφήριστον- παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου, εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων, εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αΰτις ἱκάνειν, εἴτε μεθ᾽ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. Ἔνθα δ᾽ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη, δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ᾽ ἐλίασθεν πολλὸν ἑκάς, στονόεντα δ᾽ ἐνωπαδὶς ἔκφατο μῦθον· Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν ἀμφ᾿ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν ἀγλαΐαι, τῶν δ᾽ οὔτι μετατρέπῃ, ὅσσ᾽ ἀγόρευες 330 Βρυγηίδας schol. ad inf. 1002: Βρυτηίδας vulg. 336 ἀκτὰς Vind. et marg. Vrat.: ἀητὰς/γρ ἄλλας L: ἄλλας G vulg. λίπεν LG: λίπον vulg. νήσων coni. O. Schneider 340 συνθεσίην Ο. Schneider : συνθεσίῃ vulg. 341 ἐπεί Vatt. quattuor, Pariss. quattuor L a m. s.: ἐπὶ vulg. 345 γε inseruit Wellauer 348 post h. v. legitur in codd. εἴτε μετ᾿ ἀφνειοῖο θείου πόλιν Ορχομενοῖο e iⅱ. χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν; ἧς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δ᾽ οἴη λυγρῇσιν κατὰ πόντον ἅμ᾽ ἀλκυόνεσσι φορεῦμαι σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. ὕστατον αὖ καὶ κῶας, ἐπεί τ᾽ ἐπαϊστὸν ἐτύχθη, εἶλες ἐμῇ ματίῃ· κατὰ δ᾽ οὐλοὸν αΐσχος ἔχευα θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε αὐτοκασιγνήτη τε μεθ᾽ Ελλάδα γαῖαν ἕπεσθαι. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. ἀλλ᾽ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγ᾽ ἔπειτα φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι, ὄφρ᾽ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ᾽ ἀλεγεινὰς ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός; ἢ μάλ᾽ ἐυκλειής; τίνα δ᾽ οὐ τίσιν, ἠὲ βαρεῖαν ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα, ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο; μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις, ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτ᾿ ἐμεῖο, στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις οἴχοιτ᾽ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης αὐτίκ᾿ ἐμαί σ᾽ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ 366 ἐπεί τ᾽ ἐπαϊστὸν] ἐφ᾽ ᾧ πλόος ύμμιν Pariss. 370 νυν G: νῦν vulg. πρόφρων Hartung : προφέρων codd. 371 βασιλήας Pariss. quattuor : βασιλῆος vulg. 376 σχετλίη Hermann: σχέτλιε codd. 379 ἢ μάλ᾽ ἐυκλειής; anon. apud Wellauer ἠὲ μάλ' εὐκλειής; codd. 381 σὺ δέ κεν coni. Wellauer: οὐδέ κε ... c. ras. L: οὐ δή κε G: οὔ κεν vulg. σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον, νηλεές· ἀλλ᾽ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω δὴν ἔσσεσθ᾽ εὔκηλοι ἕκητί γε συνθεσιάων.” Ως φάτ᾽ ἀναζείουσα βαρὺν χόλον· ἵετο δ᾽ ἤγε νῆα καταφλέξαι, διά τ᾽ ἔμπεδα πάντα κεάσσαι, ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ᾽ Ἰήσων μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν· Ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδ᾽ ἐμοὶ αὐτῷ. ἀλλά τιν᾿ ἀμβολίην διζήμεθα δηιοτῆτος, ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται, Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί, οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ᾽ ἄγοιντο. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ, μίξαντες δαὶ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην βήσομεν. οὐδ᾽ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος, ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται· οὐδ᾽ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι. Ἴσκεν ὑποσσαίνων· ἡ δ᾽ οὐλοὸν ἔκφατο μῦθον· Φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ᾽ ἔργοις καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων· αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι 390 ἔσσεσθ' Vatt. duo : ἔσσεσθαἳ L: ἔσσεσθαι G 391 ἀναζείουσα Ruhnken : ἀνιάζουσα codd. 400 ἄγοιτο Paris. unus 405 ἀντιόωσι G vulg.: ἀντιόωντες L 408 ὑπείξω μὴ πολεμίζειν Gerhard : ὑπείξομαι πτολεμίξειν L: ὑπείξωμαι πτολεμίζειν G 409 διέξ εἰῶσι Gerhard : διεξίωσι L G μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι οἰόθεν οἷον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν, ἔνθ᾽ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω, κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα. Ως τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα, οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ Δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ δῶκε Θόαντι μεταῦτις· ὁ δ᾽ αὖ λίπεν Ὑψιπυλείῃ· ἡ δ᾽ ἔπορ᾽ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων, οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου, ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. ἡ δ᾽ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους, θελγέμεν, εὔτ᾽ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν, ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα χρύσειον μέγα κῶας ὑπότροπος αὐτις ὀπίσσω βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι· τοῖα παραιφαμένη θελκτήρια φάρμακ᾽ ἔπασσεν αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα ἄγριον ἠλιβάτοιο κατ' οὔρεος ἤγαγε θῆρα. Σχέτλι᾽ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν, ἐκ σέθεν οὐλόμεναί τ᾽ ἔριδες στοναχαί τε γόοι τε, ἄλγεά τ᾽ ἄλλ᾽ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς, οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ Ἄψυρτον; τὸ γὰρ ἡμιν ἐπισχερὼ ἦεν ἀοιδῆς. Ἦμος ὅτ᾽ Ἀρτέμιδος νήσῳ ἔνι τήνγ᾽ ἐλίποντο συνθεσίῃ, τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν σφωιτέραις κρινθέντες· ὁ δ᾽ ἐς λόχον ᾖεν Ἰήσων δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. αὐτὰρ ὅγ᾽ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας, νύχθ᾽ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου· οἰόθι δ᾽ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης χειμερίης, ἣν οὐδὲ δι᾽ αἰζηοὶ περόωσιν, εἴ κε δόλον ξείνοισιν ἐπ᾿ ἀνδράσι τεχνήσαιτο. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν· αὐτίκα δ᾽ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο, γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη ἔμπαλιν ὄμματ᾽ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. τὸν δ᾽ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον, πλῆξεν ὀπιπτεύσας νηοῦ σχεδόν, ὅν ποτ᾽ ἔδειμαν Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. τοῦ ὅγ᾽ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δ᾽ ἥρως θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν αἷμα κατ᾿ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ερινύς. ἥρως δ᾽ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος, τρὶς δ᾽ ἀπέλειξε φόνου, τρὶς δ᾽ ἐξ ἄγος ἔπτυσ᾽ ὀδόντων, 458 ἐπεβήσατο G Vatt. duo : ἐπεβήσετο vulg. 459 πειρήσετο L : πειρήσαιτο G 464 ἐξᾶλτο Brunck : ἐπᾶλτο codd. 469 ὀπιπεύσας L ex corr. 470 Βρυσοὶ schol. Par. 474 ἀργυφέην Vatt. duo, vulg. : ἀργυρέην LG ἢ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ὑγρὸν δ᾽ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ᾽ ἔτι νῦν περ κείαται ὀστέα κεῖνα μετ᾿ ἀνδράσιν Ἀψυρτεῦσιν. Οἱ δ᾽ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες, τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν, Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆα βάλοντο ἥρωες· Κόλχον δ᾽ ὄλεκον στόλον, ἠύτε κίρκοι φύλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. οὐδ᾽ ἄρα τις κείνων θάνατον φύγε, πάντα δ᾽ ὅμιλον πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δ᾽ Ἰήσων ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλ᾽ ἀρωγῆς δευομένοις· ἤδη δὲ καὶ ἀμφ᾽ αὐτοῖο μέλοντο. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον Ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ᾽ ἐπιβάντας εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δ᾽ ἄνακτος εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν, ἥδ᾽ εἴη μετέπειτα κατερχομένοισι κελευθος. Ὡς ἔφατ᾿· ἤνησαν δὲ νέοι ἔπος Αἰακίδαο. ῥίμφα δὲ νῆ᾽ ἐπιβάντες ἐπερρώοντ᾽ ἐλάτῃσιν νωλεμές, ὄφρ᾽ ἱερὴν Ηλεκτρίδα νῆσον ἵκοντο, ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ηριδανοῖο. Κόλχοι δ᾽ ὁππότ᾽ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος, ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ᾽ ἀπέρυκεν Ἥρη σμερδαλέῃσι κατ' αἰθέρος ἀστεροπῇσιν. 497 ἐσαθρήσαντας Paris. unus 502 ἥδ'] ἤ τ᾽ Merkel 500 διχοστασίαις Merkel ὕστατον αὐτοὶ δ᾽ αὖτε Κυταιίδος ἤθεα γαίης στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο, ἔμπεδα δ᾽ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. οἱ μὲν ἐπ᾿ αὐτάων νήσων ἔβαν, ἧσιν ἐπέσχον ἥρωες, ναίουσι δ᾽ ἐπώνυμοι Ἀψύρτοιο· οἱ δ᾽ ἄρ᾽ ἐπ᾿ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο, τύμβος ἵν᾿ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν, ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δ᾽ ἐν ὄρεσσιν ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται, ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι. Ἥρωες δ᾽, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων, δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ᾽ ἔδησαν Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι. οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον Ὑλλῆες· πρὸς δ᾽ αὐτοὶ ἐμηχανόωντο κέλευθον, μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος. δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ᾽ ὑπὲρ αὐτῆς ναυτιλίης· πέπρωτο δ᾽, ὅπῃ χθονὸς ἱδρυνθεῖεν, μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν. τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο. οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο Μάκριν τ᾽ εἰσαφίκανε, Διωνύσοιο τιθήνην, νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ᾽ ὅγε κούρην 511 αὖ-δὴ γάρ τε Merkel ex Et. Magn. s. v. Κύταια· δεῖ γάρ τε Κυταιίδος ἤθεα γαίης 513 ἔμπεδον et om. 8' LG 530 Πυθοί L 539 Post h. ν. τυτθὸς ἐών ποτ᾽ ἔναιεν· ἀτὰρ λίπε νῆσον ἔπειτα habent G vulg., marg. L (cum αὐτὰo pro ἀτὰρ) Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο, νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον. οὐδ᾽ ἄρ᾽ ὅγ᾽ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ ναίειν, κοιρανέοντος ἐπ᾽ ὀφρύσι Ναυσιθόοιο· βῆ δ᾽ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον ἥρως Ναυσίθοος· τόθι δ᾽ εἵσατο, καί μιν ἔπεφνον Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν. Ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη καὶ χρειώ σφ᾽ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι; Αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν. Αἰαίης δ᾽ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης αἷμ᾿ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν· ἀλλ᾽ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες τηλόθι· τὰς δ᾽ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι, Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια. αὐτὰρ ἔπειτ᾽ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο, ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην, ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης, ἁρπάξας ὑπ᾽ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν. τῇ δ᾽ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ, αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ 543 om. Bernhardy posth. v. duos versus intulit Brunck 546 ἐνὶ ἔλδετο Facius : ἐνεέλδετο LG : ἐν ἐέλδετο Pariss. duo 556 ἐκόμιζε L 564 Λιβυρνίδες schol. Fl., vulg. : Λιγυστίδες/Λιγυρνίδες L : Λιγυρνίδες G Ἀτλαντὶς ναίεσκε· τὰ δ᾽ ἠεροειδέα λεύσσειν οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς ἀμφ᾿ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθ᾽ Ἥρη. μηδομένη δ᾽ ἄνυσιν τοῖο πλόου, ὥρσεν ἀέλλας ἀντικρύ, ταῖς αὐτις ἀναρπάγδην φορέοντο νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ᾽ ἄφνω ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥ᾽ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ. τοὺς δ᾽ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο νηλέα νίψειεν· Πολυδεύκεα δ᾽ εὐχετάασθαι Κάστορά τ᾽ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα. Ὡς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δ᾽ ἀνόρουσαν Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δ᾽ ἔχεν ἄλλους ἥρωας Μινύας. ἡ δ᾽ ἔσσυτο πολλὸν ἐπιπρὸ λαίφεσιν, ἐς δ᾽ ἔβαλον μύχατον ῥόον Ηριδανοῖο· ἔνθα ποτ᾽ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ηελίοιο λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δ᾽ ἔτι νῦν περ τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν, μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς 586 πόνους Vatt. Pariss. quattuor 599 πολυβενθέος GL 16: πολυανθέος L 600 ἀνακηκίει G : ἀνεκήκιεν vulg. 604 ἐελμέναι Gerhard : ἀείμεναι Lam. p.: ἐφήμεναι vulg. ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε, αἱ μέν τ᾽ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται· εὐτ᾽ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο, δὴ τότ᾽ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα κυμαίνοντι ῥόῳ. Κελτοὶ δ᾽ ἐπὶ βάξιν ἔθεντο, ὡς ἄρ᾽ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο συμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν, ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν, οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῆς Ἀμύροιο. καὶ τὰ μὲν ὡς κείνοισι μετ᾿ ἀνδράσι κεκλήισται. τοὺς δ᾽ οὔτε βρώμης ἥρει πόθος, οὐδὲ ποτοῖο, οὔτ᾽ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλ᾽ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες ὀδμῇ λευγαλέῃ, τήν ῥ᾽ ἄσχετον ἐξανίεσκον τυφομένου Φαέθοντος ἐπιρροαὶ ᾿Ηριδανοῖο· νυκτὸς δ᾽ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο. Ἐκ δὲ τόθεν ῾Ροδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν, ὅς τ᾽ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δ᾽ ὕδωρ ἐν ξυνοχῇ βέβρυχε κυκώμενον. αὐτὰρ ὁ γαίης ἐκ μυχάτης, ἵνα τ᾽ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, ἔνθεν ἀπορνύμενος τῇ μέν τ᾽ ἐπερεύγεται ἀκτὰς ᾿Ὠκεανοῦ, τῇ δ᾽ αὖτε μετ᾿ Ἰονίην ἅλα βάλλει, τῇ δ᾽ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ᾽ ἄρα τοῖο λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τ᾿ ἀνὰ Κελτῶν ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε 608 οἴδματα G 617 προχοαῖς Merkel 618 ἀνδράσιν ἐκλήισται Rzach ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ κόλπον ἐς ᾿Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν. ἀλλ᾽ Ἥρη σκοπέλοιο καθ' ῾Ερκυνίου ἰάχησεν οὐρανόθεν προθοροῦσα· φόβῳ δ᾽ ἐτίναχθεν ἀυτῆς πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥ᾽ ἐνόησαν τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν. δηναιοὶ δ᾽ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο Ἥρης ἐννεσίῃσι, δι᾽ ἔθνεα μυρία Κελτῶν καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν ἠέρα χεῦε θεὰ πάντ᾽ ἤματα νισσομένοισιν. μεσσότατον δ᾽ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται ἔμπεδον· οὐδ᾽ οἷον κείνης ἐπίκουροι ἕποντο ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας. Στοιχάδας αΰτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν νῆσον, ἵνα ψηφίσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις· χροιῇ δὲ κατ᾿ αἰγιαλοῖο κέχυνται εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων· ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται. Καρπαλίμως δ᾽ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· ἶξον δ᾽ Αἰαίης λιμένα κλυτόν· ἐκ δ᾽ ἄρα νηὸς πείσματ᾽ ἐπ᾿ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν· τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο μύρεσθαι δόκεον· φλὸξ δ᾽ ἀθρόα φάρμακ᾽ ἔδαπτεν, οἶσι πάρος ξείνους θέλγ᾽ ἀνέρας, ὅστις ἵκοιτο· τὴν δ᾽ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν, 652 ἐπίουροι GL 16 657 εἴκελαι Brunck: ἴκελοι LG: εἴκελοι vulg. χερσὶν ἀφυσσαμένη· λῆξεν δ᾽ ὀλοοῖο φόβοιο. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. θῆρες δ᾽ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν, οὐδὲ μὲν οὐδ᾽ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ᾽ ἀπ᾿ ἄλλων συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν, οὔπω διψαλέῳ μάλ᾽ ὑπ᾽ ἠέρι πιληθεῖσα, οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο ἰκμάδας αἰνυμένη· τὰ δ᾽ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο. ἥρωας δ᾽ ἕλε θάμβος ἀπείριτον· αἶψα δ᾽ ἕκαστος Κίρκης εἴς τε φυήν, εἴς τ᾿ ὄμματα παπταίνοντες ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο. Ἡ δ᾽ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων, αὐτίκ᾽ ἔπειτ᾽ ἄψορρον ἀπέστιχε· τοὺς δ᾽ ἅμ᾽ ἕπεσθαι, χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν. ἔνθ᾽ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο μίμνεν ἀπηλεγέως· ὁ δ᾽ ἐρύσσατο Κολχίδα κούρην. ἄμφω δ᾽ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ᾽ ἀφίκοντο Κίρκης ἐς μέγαρον· τοὺς δ᾽ ἐν λιπαροῖσι κέλευεν ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων. τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφ᾽ ἑστίῃ ἀίξαντε ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται, ἡ μὲν ἐπ᾿ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα, αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας, ᾧπέρ τ᾽ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτ᾽ ὄσσε ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ᾽ ἔγνω Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο, 673 ἐπ᾿/.ἀ. L: ἐπ᾿ Vatt. ὃς μέγα μὲν κοτέει, μέγα δ᾽ ἀνδροφόνοισιν ἀρήγει, ῥέζε θυηπολίην, οἵῃ τ᾽ ἀπολυμαίνονται νηλειεῖς ἱκέται, ὅτ᾽ ἐφέστιοι ἀντιόωσιν. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἤγε φόνοιο τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας τέγγεν, ἐπιτμήγουσα δέρην· αὐτις δὲ καὶ ἄλλοις μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ᾽ ἔνεικαν νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. ἡ δ᾽ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν καῖεν ἐπ᾿ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, εἴτ᾽ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας, εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν. Αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δὴ τότ᾽ ἔπειτα εἶσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν, καὶ δ᾽ αὐτὴ πέλας ἶζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν, ἠδ᾽ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ᾿ ἰόντες αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν· ἵετο δ᾽ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν, αὐτίχ᾽ ὅπως ἐνόησεν ἀπ᾿ οὔδεος ὄσσε βαλοῦσαν. πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην. ἡ δ᾽ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν, Κολχίδα γηρυν ἱεῖσα, βαρύφρονος Αἰήταο 703 νηλειεῖς G Pariss. tres: νηληεῖς vulg. 704 ἦγε LG 712 μελίκρατα GL 16 717 ἐμφύλῳ Brunck : ἐμφυλίῳ codd. κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους ἡρώων, ὅσα τ᾽ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις, ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς, ὥς τ᾽ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς σὺν παισὶν Φρίξοιο· φόνον δ᾽ ἀλέεινεν ἐνισπεῖν Ἀψύρτου. τὴν δ᾽ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης μυρομένην ἐλέαιρεν, ἔπος δ᾽ ἐπὶ τοῖον ἔειπεν· Σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον. ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο ἐκφυγέειν· τάχα δ᾽ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης τισόμενος φόνον υἷος, ὅτ᾽ ἄσχετα ἔργ᾽ ἐτέλεσσας. ἀλλ᾽ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο, ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ᾿ ἰούσῃ· ἔρχεο δ᾽ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα, ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν· μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.᾿ Ως φάτο· τὴν δ᾽ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε δείματι παλλομένην· λεῖπον δ᾽ ἀπὸ δώματα Κίρκης. Οὐδ᾽ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις πέφραδεν, εὔτ᾽ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας. αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα στείχοιεν· τὸ καὶ αὐτις ἐποτρύνουσ᾽ ἀγόρευεν· Ἶρι φίλη, νῦν, εἴ ποτ᾿ ἐμὰς ἐτέλεσσας ἐφετμάς, εἰ δ᾽ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν, δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν. κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα ἐλθεῖν εἰς ἀκτάς, ὅθι τ᾽ ἄκμονες Ἡφαίστοιο χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν· 738 τοῖον G: τοῖσιν vulg. 746 ἀείραο Lam. p. G Pariss.: ἀνείραο vulg. : ἀνεύραο Köchly 755 αὐτὴ Brunck : αὕτη LG 761 ἐλθέμεν Rzach εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν, Αἴολον, ὅς τ᾽ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει· καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας πάντας ἀπολλήξειεν ὑπ᾽ ἠέρι, μηδέ τις αὔρη τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω, ὄφρ᾽ οἵγ᾽ Ἀλκινόου Φαιήκιδα νῆσον ἵκωνται. Ως ἔφατ᾿· αὐτίκα δ᾽ Ἶρις ἀπ᾿ Οὐλύμποιο θοροῦσα τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ᾽ ἐνὶ πόντῳ Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν. πρώτην δ᾽ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον Ἥρης ἐννεσίῃς, ὣρσέν τέ μιν εἰς ὲ νέεσθαι. δεύτερα δ᾽ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δ᾽ ἀυτμῆς αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο, τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην· ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον· Κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ᾽ ἐνισπεῖν. οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως Αἰσονίδης, οἱ δ᾽ ἄλλοι ἀοσσητῆρες ἀέθλου, οἵως τέ σφ᾽ ἐσάωσα διὰ πλαγκτὰς περόωντας πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι, κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν. νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ᾽ ἀγάπησα ἔξοχον ἀλλάων, αἵ τ᾽ εἰν ἁλὶ ναιετάουσιν, οἵνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο 774 ἐννεσίης Merkel 785 οἱ δ' LG: ἠδ᾽ vulg. 787 πάρος Merkel: πυρὸς codd. λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν, ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν. ἀλλ᾽ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα, ἠλεύω· ὁ δ᾽ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν, μήποτέ σ᾽ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν. ἔμπης δ᾽ οὐ μεθίεσκεν ὀπιπτεύων ἀέκουσαν, εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα, ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν, δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι ἀθανάτων, ἀλλ᾽ αἰὲν ἑὸν κράτος εἰρύοιτο. αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας, τέκνα τε φιτύσαιο· θεοὺς δ᾽ ἐς δαῖτ᾽ ἐκάλεσσα πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς. ἀλλ᾽ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω. εὐτ᾽ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται, ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος, χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο Μηδείης· σὺ δ᾽ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα, ἠδ᾽ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται; ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη. ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον δίω λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν, νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται Φαιήκων λιμένας· σὺ δ᾽ ἀκηδέα μήδεο νόστον. δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ᾽ ἔασιν μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις. 796 ἐμὲ Pariss. quattuor: ἐμέ τ' vulg. 799 ὀπιπεύων L Vat. 819 πρήσοντα G Pariss. tres : πρήσσοντα vulg. : πρήσαντα unus coni. Wellauer μηδὲ σύγ᾽ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν, ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι, Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν, μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ᾽ ἔχε νῆα κεῖσ᾽, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ᾽ ὀλέθρου. Ως φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ· Εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἢ τ᾽ ἂν ἔγωγε θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο. ἀλλ᾽ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν, ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι᾽ ἀνῆπται, ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι. Ἦ, καὶ ἀναΐξασα κατ᾿ αἰθέρος ἔμπεσε δίναις κυανέου πόντοιο· κάλει δ᾽ ἐπαμυνέμεν ἄλλας αὐτοκασιγνήτας Νηρηίδας· αἱ δ᾽ ἀίουσαι ἤντεον ἀλλήλῃσι· Θέτις δ᾽ ἀγόρευεν ἐφετμὰς Ἥρης· αἶψα δ᾽ ἴαλλε μετ᾽ Αὐσονίην ἅλα πάσας. αὐτὴ δ᾽ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων ἠελίου, ὅτ᾽ ἄνεισι περαίης ὑψόθι γαίης, σεύατ᾽ ἴμεν λαιψηρὰ δι᾽ ὕδατος, ἔστ᾽ ἀφίκανεν ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο. τοὺς δ᾽ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τ᾽ ὀιστῶν τερπομένους· ἡ δ᾽ ἂσσον ὀρεξαμένη χερὸς ἄκρης Αἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης· οὐδέ τις εἰσιδέειν δύνατ᾽ ἔμπεδον, ἀλλ᾽ ἄρα τῷγε οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε· 826 ἀναβρόξασα G : ἀναβρώξασα vulg. 828 Φόρκνι coni. Wellauer : Φόρκῳ G Pariss. : Φόρκος? L Μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἦσθε μένοντες, ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός, Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν, νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται, ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὄμμι κέλευθος. ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὔτ᾽ ἂν ἴδηαι ἀντομένην σὺν τῇσι· νόῳ δ᾽ ἔχε, μή με χολώσης πλεῖον ἔτ᾽, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας. Ἦ, καὶ ἔπειτ᾿ ἀίδηλος ἐδύσατο βένθεα πόντου· τὸν δ᾽ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ᾿ ἰοῦσαν ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος. ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δ᾽ αὖτε ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο ἀθάνατος, καί οἱ στυγερὸν χροὶ γῆρας ἀλάλκοι. αὐτὰρ ὅγ᾽ ἐξ εὐνῆς ἀναπάλμενος εἰσενόησεν παῖδα φίλον σπαίροντα διὰ φλογός· ἦκε δ᾽ ἀυτὴν σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δ᾽ ἀίουσα τὸν μὲν ἄρ᾽ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα, αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτ᾽ ὄνειρος, βῆ ῥ᾽ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον χωσαμένη· μετὰ δ᾽ οὔτι παλίσσυτος ἵκετ᾽ ὀπίσσω. τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις. οἱ δ᾽ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους ἐσσυμένως, δόρπον τε χαμεύνας τ᾽ ἀμφεπένοντο, τῆς ἔνι δαισάμενοι νύκτ᾽ ἄεσαν, ὡς τὸ πάροιθεν. Ἦμος δ᾽ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν ᾿Ηώς, δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο 873 ὅτ' LG ἀνεσπάλμενος G : ἀνεπάλμενοs Wellauer 880 μὲν L Pariss. quattuor βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο εὐναίας εἶλκον περιγηθέες ἄλλα τε πάντα ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης. νῆα δ᾽ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι Σειρήνες σίνοντ᾿ Ἀχελωίδες ἡδείῃσιν θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο. τὰς μὲν ἄρ᾽ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς θυγατέρ᾿ ἰφθίμην ἀδμῆτ᾽ ἔτι πορσαίνεσκον ἄμμιγα μελπόμεναι· τότε δ᾽ ἄλλο μὲν οἰωνοῖσιν, ἄλλο δὲ παρθενικῆς ἐναλίγκιαι ἔσκον ἰδέσθαι. αἰεὶ δ᾽ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς ἢ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο, τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δ᾽ ἄρα καὶ τοῖς ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δ᾽ ἀπὸ νηὸς ἤδη πείσματ᾽ ἔμελλον ἐπ᾿ ἠιόνεσσι βαλέσθαι, εἰ μὴ ἄρ᾽ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς, ὄφρ᾽ ἀμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ κρεγμῷ· παρθενικὴν δ᾽ ἐνοπὴν ἐβιήσατο φόρμιγξ. νῆα δ᾽ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα πρυμνόθεν ὀρνύμενον· ταὶ δ᾽ ἄκριτον ἵεσαν αὐδήν. ἀλλὰ καὶ ὡς Τελέοντος ἐὺς πάις, οἷος ἑταίρων προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς· νῆχε δὲ πορφυρέοιο δι' οἴδματος, ὄφρ᾽ ἐπιβαίη, σχέτλιος. ἢ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων, ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα 892 Ἀνθεμόεσσαν cum litt. maiusc. scribendum esse coni. Wellauer 899 παρθενικαῖς Merkel 909 παρθενίην G Vatt. Κύπρις ἔτ᾽ ἐν δίναις ἀνερέψατο, καί ῥ᾽ ἐσάωσεν πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην. οἱ δ᾽ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ᾽ ὄπαζον κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν. τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη· τῇ δ᾽ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις· ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι ῥόχθεον, ἧχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης, καπνῷ δ᾽ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς ἔδρακες ἠελίοιο. τότ᾽ αὖ λήξαντος ἀπ᾿ ἔργων Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν. ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι ἤντεον· ἡ δ᾽ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο δια Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι. ὡς δ᾽ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μὲν προπάροιθεν δρώμενοι, ἄλλοτ᾽ ὄπισθεν, ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται· ὡς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο Ἀργῴῃ περὶ νηί, Θέτις δ᾽ ἴθυνε κέλευθον. καί ῥ᾽ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον, αὐτίκ᾽ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας, ὑψοῦ ἐπ᾿ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς ῥώοντ᾽ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν. τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν, αἵ θ᾽ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον, ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα. αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο 918 ἀνερέψατο LG : ἀνερείψατο Pierson 945 αἵθ' Merkel : αἱ δ' codd. 947 ἠρήρειν, τὸ δὲ Vatt. duo : ἠρήρειντο δὲ LG : ἠρήρεινθ', ὅθι vulg. παρθενικαί, δίχα κόλπον ἐπ᾿ ἰξύας εἱλίξασαι, σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα ἄλλη ὑπ᾽ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει ὕψι μεταχρονίην· ἡ δ᾽ οὔποτε πίλναται οὔδει· ὡς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ. τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δ᾽ Ἀθήνῃ βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν. ὅσση δ᾽ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα, τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι νῆα διὲκ πέτρας πολυηχέας· οἱ δ᾽ ἀνέμοιο αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ᾽ ἄμειβον Θρινακίης λειμῶνα, βοῶν τροφὸν ᾿Ηελίοιο. ἔνθ᾽ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν δῦνον, ἐπεί ῥ᾽ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς. τοὺς δ᾽ ἄμυδις βληχή τε δι' ἠέρος ἵκετο μήλων, μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ᾽ ἔβαλλεν. καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο, ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα· Λαμπετίη δ᾽ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ βοσκομένας ποταμοῖο παρ᾽ ὕδασιν εἰσορόωντο ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι εἰδόμεναι, χρυσέοις κεράεσσιν κυδιάασκον. 950 ai ed. Flor. : ἡ LG Vatt.: τὴν vulg. 955 ζέeν Facius : θέεν codd. 974 καλαύροπα LG Vatt. : καλάβροπα schol. Fl. et Par., vulg. 978 χρυσέοις κεράεσσιν Brunck : χρυσέοισι κεράεσσι LG Vatt. : χρυσέοισι κεράασι Gerhard : χρυσέοισι κεράεσι vulg. καὶ μὲν τὰς παράμειβον ἐπ᾽ ἤματι· νυκτὶ δ᾽ ἰούσῃ πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὐτις Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν. Ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος, ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι, οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος-ᾧ ἀπὸ πατρὸς μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ, Τιτῆνας δ᾽ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι, Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὡς δὲ καὶ αὐτοὶ αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν Θρινακίης αὔρῃς ἵκετ᾽ ἐξ ἁλός· οἱ δ᾽ ἀγανῇσιν Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας δειδέχατ᾿ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. καὶ δ᾽ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο, τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· ὧδε μάλ᾽ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. Μήδειαν δ᾽ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι ἵεντ᾽ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν αὐθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. 994 αὔραις Merkel κούρη δ᾽ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο· Γουνοῦμαι, βασίλεια· σὺ δ᾽ ἵλαθι, μηδέ με Κόλχοις ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς μία φέρβεαι, οἶσιν ἐς ἄτην ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι μαργοσύνης. ἴστω δ᾽ ἱερὸν φάος Ἠελίοιο, ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης, μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν τῆσγε φυγῆς μνήσασθαι, ὅτ᾽ ἤλιτον· οὐδέ τις ἄλλη μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ᾽ ἐλέαιρε, πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δ᾽ ὀπάσειαν ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος. Τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· τοῖα δ᾽ ἀριστήων ἐναμοιβαδὶς ἄνδρα ἕκαστον· Ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τ᾽ ἀέθλοις † οἵνεκεν† ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι ταύρους τ᾽ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. ἥδ᾽ ἐγώ, ἢ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας, ἢ δόμον, ἢ σύμπασαν ἐυφροσύνην βιότοιο· ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αΰτις ἤνυσα· καὶ γλυκεροῖσιν ἔτ᾽ εἰσόψεσθε τοκῆας ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. 1015 ἐκδώῃς conieci : ἐκδῴης vel ἐκδώης codd. 1030 ἐναμοιβαδὶς Merkel: ἕν᾿ ἀμοιβαδὶς LG : ἐπαμοιβαδὶς vulg. 1032 οἵνεκεν] ὧν κάμον Merkel 1034 κείρατε G : κείρετε vulg. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατ᾽ Ἐρινὺν Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδ᾽ ἐνὶ θυμῷ αἰδεῖσθε ξείνης μ᾽ ἐπὶ γούνατα χεῖρας ἀνάσσης δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν, κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις αὐτῷ τ᾿ Αἰτήτῃ ὑπερήνορι· νῦν δ᾽ ἐλάθεσθε ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν. Ως φάτο λισσομένη· τῶν δ᾽ ὅντινα γουνάζοιτο, ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. σεῖον δ᾽ ἐγχείας εὐήκεας ἐν παλάμησιν, φάσγανά τ᾽ ἐκ κολεῶν· οὐδὲ σχήσεσθαι ἀρωγῆς ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν. στρευγομένοις δ᾽ ἀν᾿ ὅμιλον ἐπήλυθεν εὐνήτειρα Νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν γαῖαν ὁμῶς· τὴν δ᾽ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος, ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει ἐννυχίη· τῇ δ᾽ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα χηροσύνῃ πόσιος· σταλάει δ᾽ ὑπὸ δάκρυ παρειὰς μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· ὣς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφ᾽ ὀδύνῃσιν. Τὼ δ᾽ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν, κρείων Ἀλκίνοος πολυπότνιά τ᾽ Ἀλκινόοιο Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον οἶσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δ᾽ ἀκοίτην κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις· 1046 προτιβάλλομαι] πρό νυ βάλλομαι Madvig 1057 ἀντιάσειε G : ἀντιάσειἁν L: ἀντιάσειαν vulg. 1065 μνωομένης L sup. scr. a m. s., Paris. unus : μνωομένη G : μυρομένης vulg. Ναὶ φίλος, εἰ δ᾽ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δ᾽ Ἄργος ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· Αἰήτης δ᾽ οὔτ᾽ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν Αἰήτην, ἀλλ᾽ οἷον ἀκούομεν· ἥδε δὲ κούρη αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων, ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἔθεν ὅρκοις, κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν, τῶ, φίλε, μήτ᾽ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι θείης Αἰσονίδην, μήτ᾽ ἄσχετα σεῖο ἕκητί παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ᾿ ἀνέτλη, πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδ᾽ ἀποτηλοῦ, ὑβριστὴς ῎Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ. Ως ἔφατ᾿ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο ἧς ἀλόχου μύθοισιν, ἔπος δ᾽ ἐπὶ τοῖον ἔειπεν· Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις, λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. καί κ᾿ ἐθέλων, ἕκαθέν περ, ἐφ᾽ Ἑλλάδι νεῖκος ἄγοιτο. 1074 Μινύῃσι Merkel: Μινύαισι codd. 1082 ἀτροπίῃσιν v. l. in scholiis 1086 αὐτὸς Brunck τῶ μ᾽ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην εἴ τιν᾿ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω. Ὡς ἄρ᾽ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. ἡ δ᾽ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ᾽· αὐτίκα δ᾽ ὧρτο ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. σῖγα δ᾽ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν, ᾖσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ, μηδ' Ἀλκίνοον βασιλῆα λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει, παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. Ὡς ἄρ᾽ ἔφη· τὸν δ᾽ αἶψα πόδες φέρον ἐκ μεγάροιο, ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. τοὺς δ᾽ εὖρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δ᾽ ἄρα πᾶσαν πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. Αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν ἢ θέμις, εὐαγέως ἐπιβώμια μῆλ᾽ ἐρύσαντες, αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν, κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων ἔργα πολυκμήτοιό τ᾽ ἀνεύρατο πῖαρ ἐλαίης. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν, εὐτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δ᾽ Ἥρη, καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. ἡ δ᾽ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. ἔνθα τότ᾽ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δ᾽ ὕπερθεν χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις ἐσφόρεον· πάσας δὲ πυρὸς ὡς ἄμφεπεν αἴγλη· τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. δαῖε δ᾽ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δ᾽ ἑκάστην αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. αἱ μέν τ᾽ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· αἱ δ᾽ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· αἱ δ᾽ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὧρσε γὰρ αὐτὴ Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δ᾽ ἐνὶ χερσὶν δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος, κράατα δ᾽ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν, ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι ἥρως Αἰσονίδης, μεγάροις δ᾽ ἐνὶ πατρὸς ἑοῖο, νοστήσας ἐς ᾿Ιωλκὸν ὑπότροπος· ὡς δὲ καὶ αὐτὴ Μήδεια φρονέεσκε· τότ᾽ αὖ χρεὼ ἦγε μιγῆναι. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι 1137 Ἑρμείης LG 1157 ἀίδηλος G : ἀρίδηλος vulg. δεῖμ᾽ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο. Ἠὼς δ᾽ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν λῦε κελαινὴν νύκτα δι' ἠέρος· αἱ δ᾽ ἐγέλασσαν ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· κίνυντ᾽ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ᾽ ἀποτηλοῦ Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. αὐτίκα δ᾽ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δ᾽ ὅγε χειρὶ σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων βαῖνον ἐποψόμεναι· σὺν δ᾽ ἀνέρες ἀγροιῶται ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν Ἥρη ἐπιπροέηκεν. ἄγεν δ᾽ ὁ μὲν ἔκκριτον ἄλλων ἀρνειὸν μήλων, ὁ δ᾽ ἀεργηλὴν ἔτι πόρτιν· ἄλλοι δ᾽ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου κίρνασθαι· θυέων δ᾽ ἀποτηλόθι κήκιε λιγνύς. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες, μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· θάμβευν δ᾽ εἰσορόωσαι ἀριπρεπέων ἡρώων εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. νύμφαι δ᾽ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο, ἱμερόενθ᾽ ὑμέναιον ἀνήπυον· ἄλλοτε δ᾽ αὖτε οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον, Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας 1170 φαρέεσσιν v. 1. in schol. Fl. 1176 μετεβήσατο Vatt. duo 1178 λαοί ed. Flor.: πολλοὶ codd. 1196 μνήσαιτο Brunck : μνήσαιντο codd. Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. αὐτὰρ ὅγ᾽ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ᾽ ἔειπεν ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο, ἔμπεδον ὡς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο μήνιες, ἀρρήκτοισι δ᾽ ἐνιζεύξας ἔχεν ὅρκοις. τῶ καὶ ὅτ᾽ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες, καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν, ἢ λιμένων γαίης τ᾽ ἀποτηλόθι νῆας ἐέργειν, δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ δὴν μάλα Φαιήκεσσι μετ᾿ ἀνδράσι ναιετάασκον, εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες, ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων οὔρεα, Νεσταίους τε καὶ "Ωρικον εἰσαφικέσθαι· ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. Μοιράων δ᾽ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται καὶ Νυμφέων Νομίοιο καθ᾽ ἱερὸν Ἀπόλλωνος βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ᾽ ἰοῦσιν Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ᾽ ὄπασσεν Ἀρήτη· μετὰ δ᾽ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο. ἤματι δ᾽ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ᾽ οὗρος ἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἱ δ᾽ ἀνέμοιο πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν, ὄφρ᾽ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν. Ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων, ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους 1200 Ἀρήτῃ G : Ἀρήτης vulg. φᾶσθαι Merkel 1209 μιν GL 16: δὴ vulg. τρομέοντας G : τρομέοντες vulg. 1228 ποθι Merkel : ποτὶ codd. : ποτε Flanginius ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα· καὶ τότ᾽ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρ᾽ ἤματα, μέχρις ἵκοντο προπρὸ μάλ᾽ ἔνδοθι Σύρτιν, ὅθ᾽ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι. πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο τάρφεα· κούφη δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη· ἠερίη δ᾽ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ᾽ ἄρα τούσγε πλυμμυρίς καὶ γάρ τ᾽ ἀναχάζεται ἠπείροιο ἢ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς λάβρον ἐποιχόμενον-μυχάτῃ ἐνέωσε τάχιστα ἠιόνι, τρόπιος δὲ μάλ᾽ ὕδασι παῦρον ἔλειπτο. οἱ δ᾽ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ᾽ ἕλεν εἰσορόωντας ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα, τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τιν᾿ ἀρδμόν, οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ. ἄλλος δ᾽ αὖτ᾽ ἄλλον τετιημένος ἐξερέεινεν· Τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι ἡμέας; αἴθ᾽ ἐτλημεν, ἀφειδέες οὐλομένοιο δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων. ἢ τ᾽ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο. Ὡς ἄρ᾽ ἔφη· μετὰ δ᾽ αὐτὸς ἀμηχανίῃ κακότητος ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν· 1235 80 Pariss. tres: ὅτ᾽/ἵν' L: ἵν' G vulg. 1243 ἐνέωσεν ἄγεσθαι G, v. l. in schol. Fl. 1246 ἠέρι Buttmann: ἠέρι δ' codd. 1255 μενοινώοντας Pariss. duo: μενοινόωντας L: μενοινώωντας G vulg. Ωλόμεθ᾽ αἰνότατον δῆθεν μόρον, οὐδ᾽ ὑπάλυξις ἔστ᾽ ἄτης· πάρα δ᾽ ἄμμι τὰ κύντατα πημανθῆναι τῇδ᾽ ὑπ᾽ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δ᾽ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν. καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ᾽ ἐκεάσθη νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν. νῦν δ᾽ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ᾽ ἅλμη ἄπλοος εἶλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα. τούνεκ᾽ ἐγὼ πᾶσαν μὲν ἀπ᾿ ἐλπίδα φημὶ κεκόφθαι ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος † φαίνοιεν †· πάρα γάρ οἱ ἐπ᾽ οἰήκεσσι θαάσσειν μαιομένῳ κομιδής. ἀλλ᾽ οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφ᾽ ἡμετέροισι τελέσσαι.᾿ Ως φάτο δακρυόεις· σὺν δ᾽ ἔννεπον ἀσχαλόωντι ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δ᾽ ἄρα πᾶσιν παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς. οἷον δ᾽ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν᾿ ὄμβρον ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα, ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ᾽ ἐπάγῃσιν οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι᾽ ἠέρος ἄστρα φαείνοι· ὡς τότ᾽ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ᾽ αὐτίκ᾽ ἐρεμνὴ 1263 καὶ Köchly et fort. L a m. p.: κεν vulg. 1269 μεταχθονίην Vatt. duo: μεταχρονίην vulg. 1274 φαίνοιεν LG: φαίνοι ἑήν Madvig : φήνειεν vulg. 1284 ἱδρώωντα G 1287 φαείνοι L Vatt. quattuor : φαείνει G Pariss. tres : φαείνῃ Brunck 1289 ἤλυον Brunck: ἤλυθον codd. ἕσπερος· οἱ δ᾽ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον, ἵν᾽ ἄνδιχα δῆθεν ἕκαστος θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες. βὰν δ᾽ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι· ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ᾽ ἔπι πᾶσαν καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί. ὡς δ᾽ ὅτ᾽ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί· ἢ ὅτε καλὰ νάοντος ἐπ᾽ ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα· ὡς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο. καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ᾿ ἀέθλῳ· ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτ᾽ Ἀθήνην, ἦμος ὅτ᾽ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, ἀντόμεναι Τρίτωνος ἐφ᾽ ὕδασι χυτλώσαντο. ἔνδιον ἦμαρ ἔην, περὶ δ᾽ ὀξύταται θέρον αὐγαὶ ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο ἔσταν, ἕλον δ᾽ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον. αὐτὰρ ὅγ᾽ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ᾽ ἔνεικεν, δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον· Κάμμορε, τίπτ᾽ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι; ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκαστα ὑμετέρων καμάτων, ὅσ᾽ ἐπὶ χθονός, ὅσσα τ᾽ ἐφ᾽ ὑγρὴν 1301 κινήσωσιν G vulg. : κινήσουσιν L Vatt. Pariss. tres 1312 ὀξύτατοι LG 1318 ἐπὶ Spitzner : ἔτι codd. πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργ᾽ ἐκάμεσθε. οἰοπόλοι δ᾽ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι, ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες. ἀλλ᾽ ἄνα· μηδ᾽ ἔτι τοῖον διζύων ἀκάχησο· ἄνστησον δ᾽ ἑτάρους. εὔτ᾽ ἂν δέ τοι Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ, δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ᾽ ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὄμμε φέρουσα· καί κεν ἔτ᾽ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε. Ὡς ἄρ᾽ ἔφαν, καὶ ἄφαντοι ἵν᾽ ἔσταθεν, ἔνθ᾽ ἄρα ταίγε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων παπτήνας ἀν᾿ ἄρ᾽ ἕζετ᾽ ἐπὶ χθονός, ὧδέ τ᾽ ἔειπεν· Ἵλατ᾽ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳ οὔτι μαλ᾽ ἀντικρὺ νοέω φάτιν, ἡ μὲν ἑταίρους εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων. Ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει, αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τ᾽ ἀν᾽ ὕλην σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ φθογγῇ ὑποτρομέουσιν ἀν᾿ οὔρεα τηλόθι βῆσσαι· δείματι δ᾽ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν βουπελάται τε βοῶν· τοῖς δ᾽ οὐ νύ τι γῆρυς ἐτύχθη ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο. ἀγχου δ᾽ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα· Κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων, στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι, ἔσταν ὑπὲρ κεφαλῆς μάλ᾽ ἐπισχεδόν· ἂν δ᾽ ἐκάλυψαν πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καί μ᾿ ἐκέλοντο 1324 μηδ' ἔτι G Pariss. duo : μηδέ τι vulg. 1336 δήωμεν G vulg.: δήιωμεν L: δήοιμεν Brunck 1339 βαρείῃ Wellauer: βαρεῖαι L Pariss, quattuor: βαρείᾳ vulg. αὐτόν τ᾽ ἔγρεσθαι, ἀνά θ᾽ ὑμέας ὄρσαι ἰόντα· μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος. ἐγὼ δ᾽ οὐ πάγχυ νοῆσαι τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες· καὶ δ᾽ ὁπόσ᾽ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ᾽ ὅσ᾽ ἐφ᾽ ὑγρὴν ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο. οὐδ᾽ ἔτι τάσδ᾽ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν. Ὡς ἔφαθ᾽· οἱ δ᾽ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες. ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη. ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος, ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις· ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην ὧρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα· Ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι· μητέρα δ᾽ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν νῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα νωλεμὲς ἀργαλέοισιν διζύει καμάτοισιν. ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης οἴσομεν, ἢ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος. οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δ᾽ ἡμῖν σημανέειν τιν᾿ ἔολπα μυχὸν καθύπερθε θαλάσσης. Ως ηὔδα· πάντεσσι δ᾽ ἐπήβολος ἥνδανε μῆτις. Μουσάων ὅδε μῦθος· ἐγὼ δ᾽ ὑπακουὸς ἀείδω Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν, 1364 Μινύαισιν L 1365 ἔκθορεν L Vatt.: ἄνθορεν G vulg. 1373 αἰὲν ἔχουσα G L 16 1374 νωλεμές Pariss. quattuor, vulg.: ἡμέας LG : ἠνεκὲς Merkel ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἶες ἀνάκτων, ᾗ βίῃ ἡ τ᾽ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους νῆα μεταχρονίην ὅσα τ᾽ ἔνδοθι νηὸς ἄγεσθε, ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα ἤμαθ᾽ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺν τίς κ᾿ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες; ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ τῆλε μάλ᾽ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων. Λυσσαλέοις δἤπειτ᾽ ἴκελοι κυσὶν ἀίσσοντες πίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτο δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδ᾽ ἐμάτησαν πλαζόμενοι· ίξον δ᾽ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαι Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι. δὴ τότε δ᾽ ἤτοι τῆμος ὑφ᾽ Ἡρακλῆι δαϊχθεὶς μήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δ᾽ ἄκρῃ οὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν ἄχρις ἐπ᾿ ἄκνηστιν κεῖτ᾽ ἄπνοος· ἐκ δὲ λιπόντων ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν μυῖαι πυθομένοισιν ἐφ᾽ ἕλκεσι τερσαίνοντο. ἀγχοῦ δ᾽ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι ἀργυφέας ξανθῇσι λίγ᾽ ἔστενον· οἱ δ᾽ ἐπέλασσαν ἄφνω ὁμοῦ· ταὶ δ᾽ αἶψα κόνις καὶ γαῖα, κιόντων ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ᾽ Ὀρφεὺς θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν· Δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατ᾽, ἄνασσαι, 1385 ἄγεσθαι LG 1400 δ᾽ ἤτοι τῆμος Merkel ed. min.: δὴ τῆμος L: γ᾽ ἤδη κεῖνος G vulg.: δήρι τῆμος Merkel 1401 μήλειον Stephanus : μείλιον L: μήλιον G ἄκρῃ L Pariss. quattuor: ἄκρη G vulg. 1402 οὐρῇ Pariss. quattuor : οὐρὴ G vulg. : de L non liquet 1403 ἐκ] ἐν fort. scribendum 1406 κεφαλῇς Brunck εἴτ᾽ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν, εἴτε καταχθονίαις, εἴτ᾿ οἰοπόλοι καλέεσθε νύμφαι· ἴτ᾽ ὦ νύμφαι, ἱερὸν γένος Ωκεανοῖο, δείξατ᾽ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις δή ποτ᾿ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν, δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων λοιβάς τ᾽ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες. Ως φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δ᾽ ἐλέαιρον ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν ποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακροὶ βλάστεον ὅρπηκες· μετὰ δ᾽ ἔρνεα τηλεθάοντα πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο. Ἑσπέρη, αἴγειρος, πτελέη δ᾽ Ἐρυθηὶς ἔγεντο· Αἴγλη δ᾽ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὕτως ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δ᾽ Αἴγλη μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας· Ἡ ἄρα δὴ μέγα πάμπαν ἐφ᾽ ὑμετέροισιν ὄνειαρ δεῦρ᾽ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων οἴχετ᾽ ἀειράμενος· στυγερὸν δ᾽ ἄχος ἄμμι λέλειπται. ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν καὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ· νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος ὠμόν, ἀδέψητον· στιβαρὸν δ᾽ ἔχεν ὄζον ἐλαίης τόξα τε, τοῖσι πέλωρ τόδ᾽ ἀπέφθισεν ἰοβολήσας. ἤλυθε δ᾽ οὖν κἀκεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων, δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδ᾽ ἀνὰ χῶρον, ὕδωρ ἐξερέων, τὸ μὲν οὖ ποθι μέλλεν ἰδέσθαι. ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης· τὴν ὅγ᾽ ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν, λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δ᾽ ἀθρόον ἔβλυσεν ὕδωρ. αὐτὰρ ὅγ᾽ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη. Ως φάτο· τοὶ δ᾽ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ᾽ ἐπέκυρσαν. ὡς δ᾽ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι ἀμφ᾽ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι ἄπλητον μεμάασιν ἐπήτριμοι· ὡς τότ᾽ ἀολλεῖς πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον. καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς· Ω πόποι, ἢ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως δήοιμεν στείχοντα δι' ἠπείροιο κιόντες. Ἦ, καὶ ἀμειβομένων, οἵ τ᾽ ἄρμενοι ἐς τόδε ἔργον, ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν. ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ᾽ ἀνέμοισιν κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν υἱε δύω, πτερύγεσσι πεποιθότε· ποσσὶ δὲ κούφοις Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ ὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος. τὸν μὲν ἄρ᾽ αὖσα θεῶν κείνην ὁδὸν ἠνορέη τε ὣρσεν, ἵν᾿ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο, Εἰλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱ οὗ ἕθεν ἀμφ᾽ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα. ἀλλ᾽ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας νόστου κηδοσύνῃσιν ἔβη διζήμενος Ἀργὼ τῆλε δι' ἠπείροιο· τέως δ᾽ ἐξίκετο γαῖαν ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρ᾽ ἐδάμασσεν. 1450 τοὶ Stephanus: τοῖς LG 1453 γειοτόμοι Lam. s. GL 16 ἢ ὅτε Stephanus: ἠύτε codd. 1460 δήωμεν G 1465 πεποιθότε Stephanus: πεποιθότες codd. καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ' Ἡρακλῆα μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι. ἐς δ᾽ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτ᾽ ἄλλον μαστῆρα στείχοντα κιχησέμεν· οἱ δὲ καὶ αὐτοὶ ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἱέ τε δοιὼ Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε. Κάνθε, σὲ δ᾽ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο. πώεσι φερβομένοισι συνήντεες· εἵπετο δ᾽ ἀνὴρ αὐλίτης, ὅ σ᾽ ἑῶν μήλων πέρι, τόφρ᾽ ἑτάροισιν δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ᾽ ἐτέτυκτο, υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος κούρης τ᾽ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν, θυγατέρα σφετέρην· ἡ δ᾽ ἀγλαὸν υἱέα Φοίβῳ τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν. Ἀμφίθεμις δ᾽ ἄρ᾽ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ· ἡ δ᾽ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον, ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν. οὐδ᾽ ὅγ᾽ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας, ὡς μάθον οἷον ἔρεξε. νέκυν δ᾽ ἀνάειραν ὀπίσσω πευθόμενοι Μινύαι, γαίῃ δ᾽ ἐνὶ ταρχύσαντο μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγ᾽ ἐκόμισσαν. Ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον νηλειὴς ἕλε πότμος· ἀδευκέα δ᾽ οὐ φύγεν αἶσαν μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο. κεῖτο δ᾽ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων 1487 αὐλίτης Merkel: αὐλείτης vulg. : αὐλήτης Pariss. quattuor ὅ σ' Brunck: os vulg. 1489 οὐ μὲν Pariss. tres: οὔ μιν vulg. 1501 τὰ δὲ Hoelzlinus : δὲ τὰ vulg., puncto in fine v. praec. posito δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι· οὐδ᾽ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν. ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει, οὐδ᾽ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος, οὐδ᾽ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν, φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν. εὔτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς Εὐρυμέδων καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων, ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο, αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν. τῷ δ᾽ ἄκρην ἐπ᾽ ἄκανθαν ἐνεστηρίξατο Μόψος λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς, σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν θαρσαλέως, ἕνεκ' οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν. σχέτλιος· ἢ τέ οἱ ἤδη ὑπὸ χροὶ δύετο κῶμα λυσιμελές, πολλὴ δὲ κατ᾿ ὀφθαλμῶν χέετ᾽ ἀχλύς. αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα ψύχετ᾽ ἀμηχανίῃ· ἔταροι δέ μιν ἀμφαγέροντο ἥρως τ᾽ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ. οὐδὲ μὲν οὐδ᾽ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν κεῖσθαι ὑπ᾽ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας ἰὸς ἄφαρ, μυδόωσα δ᾽ ἀπὸ χροὸς ἔρρεε λάχνη. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον ἐσσυμένως μακέλησιν· ἐμοιρήσαντο δὲ χαίτας αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα μυρόμενοι· τρὶς δ᾽ ἀμφὶ σὺν ἔντεσι δινηθέντες εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο. 1508 ἀλλὰ μὲν Wellauer : ἀλλά μιν Vatt. duo : ἀλλά κεν vulg.: ἀλλ᾿ ᾧ κεν Merkel 1510 γίνεται L : γίνεθ᾽ G 1523 ἄλγος Brunck : ἕλκος codd. Ἀλλ᾿ ὅτε δή ῥ᾽ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω ἂμ πέλαγος νοτίοιο, πόρους τ᾽ ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον, εὐτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο· ῥοίζῳ δ᾽ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται· ὡς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ᾽ Ὀρφεὺς κέκλετ᾽ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες· τοῖσιν δ᾽ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν Τρίτων εὐρυβίης, γαίης δ᾽ ἀνὰ βῶλον ἀείρας ξείνι᾽ ἀριστήεσσι προΐσχετο, φώνησέν τε· Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι ἐνθάδε νῦν πάρ᾽ ἐμοὶ ξεινήιον ἀντομένοισιν. εἰ δέ τι τῆσδε πόρους μαίεσθ᾽ ἁλός, οἷά τε πολλὰ ἄνθρωποι χατέουσιν ἐν ἀλλοδαπῇ περόωντες, ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου θῆκε Ποσειδάων τοῦδ᾽ ἔμμεναι. αὐτὰρ ἀνάσσω παρραλίης, εἰ δή τιν᾿ ἀκούετε νόσφιν ἐόντες Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα. Ως ηὔδα· πρόφρων δ᾽ ὑπερέσχεθε βώλακι χεῖρας Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν· Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως, ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις 1537 πρήσοντος Pariss. quattuor : πρήσσοντος vulg. : πρόσοντος G 1538 ἀπετεκμήραντο LG: ἀπετεκμαίροντο vulg. 1544 μαιμώωντι G 1561 μηλοτρόφῳ lemma schol. 1564 Ἀπίδα ν. 1. in scholiis : Ἀτθίδα vulg. 1565 ἐνίσπες Merkel χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης χεῦμα δι' ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν, πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι. Ως ἄρ᾽ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ᾽ ἄπωθεν φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης· Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι. κεῖνο δ᾽ ὑπηέριον θείην Πελοπηίδα γαῖαν εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλ᾽ ἐπὶ χειρὸς δεξιτερῆς, λίμνηθεν ὅτ᾽ εἰς ἁλὸς οἶδμα βάλητε, τόφρ᾽ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, ἔστ᾽ ἂν ἄνω τείνῃσι· περιρρήδην δ᾽ ἑτέρωσε κλινομένης χέρσοιο, τότε πλόος ὄμμιν ἀπήμων ἀγκῶνος τέτατ᾿ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν. ἀλλ᾽ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι. Ἴσκεν ἐυφρονέων· οἱ δ᾽ αἶψ᾽ ἐπὶ νηὸς ἔβησαν λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν. καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην εἰσβαίνειν· μετὰ δ᾽ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ᾽ ἰάνθη - θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν. καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα. αἶψα δ᾽ ὅγ᾽ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας σφάξε κατὰ πρύμνης, ἐπὶ δ᾽ ἔννεπεν εὐχωλῇσιν· Δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδ᾽ ἐφαάνθης, 1567 τοῖσδε? corr. ταῖσδε? L: ταῖσδε G 1583 τέτατ᾿ ἰθὺς ἀπὸ Merkel: τετάνυσται ἰθὺς ἀπὸ LG : τετάνυσται ἀπὸ Brunck: τετάνυσται ἰθὺς vulg. 1585 γιγνέσθω Pariss. duo : γινέσθω vulg. εἴτε σέγε Τρίτων, ἅλιον τέρας, εἴτε σε Φόρκυν, ἢ Νηρῆα θύγατρες ἐπικλείουσ᾽ ἁλοσύδναι, ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε. Ἦ ῥ᾽, ἅμα δ᾽ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι. ὡς δ᾽ ὅτ᾽ ἀνὴρ θοὸν ἵππον ἐπ᾽ εὐρέα κύκλον ἀγῶνος στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, εἶθαρ ἐπιτροχάων, ὁ δ᾽ ἐπ᾿ αὐχένι γαῦρος ἀερθεὶς ἕσπεται, ἀργινόεντα δ᾽ ἐνὶ στομάτεσσι χαλινὰ ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται· ὡς ὅγ᾽ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς ἦγ᾽ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ᾽ ἐπὶ νηδὺν ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο· αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ᾽ ἀκάνθαις ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο. τόφρα δ᾽ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ νισσομένην· δῦ δ᾽ αἶψα μέγαν βυθόν· οἱ δ᾽ ὁμάδησαν ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες. ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν βωμοί· ἐπεὶ κεῖν᾽ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί᾽ ἔχοντες γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον. ἦρι δ᾽ ἔπειτ᾽ ἀγκῶνά θ᾽ ὁμοῦ μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο. αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ᾽ αὔρη ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ. 1598 σέ γε Paris. unus : σε L: σύγε G vulg. 1601 ἦ ῥα· καὶ G L 16 1613 δικραίρα schol. Fl. et Par. 1614 ἀλκαίη Vatt. duo, schol. Fl. 1628 πρυμνήταο G L 16 κεχάροντο G vulg. : κεχάραντο L: χήραντο Pariss. quattuor ἦμος δ᾽ ἠέλιος μὲν ἔδυ, ἀνὰ δ᾽ ἤλυθεν ἀστὴρ αὔλιος, ὅς τ᾽ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας, δὴ τότ᾽ ἔπειτ᾽ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες, ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ᾽ ἐλάτῃσιν παννύχιοι καὶ ἐπ᾽ ἦμαρ, ἐπ᾽ ἤματι δ᾽ αὖτις ἰοῦσαν νύχθ᾽ ἑτέρην. ὑπέδεκτο δ᾽ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος· ἔνθεν δ᾽ οἵγε περαιώσεσθαι ἔμελλον Κρήτην, ἥ τ᾽ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων. Τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ᾿ ἀνάψαι, Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν. τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων ῥίζης λοιπὸν ἐόντα μετ᾿ ἀνδράσιν ἡμιθέοισιν Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὗρον, τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα. ἀλλ᾽ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδ᾽ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὁ τήνγε λεπτὸς ὑμήν, ζωῆς, ἔχε, πείρατα καὶ θανάτοιο. οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ᾿ ἀπὸ χέρσου νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. καί νύ κ᾿ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν, ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες, εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν· Κέκλυτέ μευ. μούνη γὰρ δίομαι ὄμμι δαμάσσειν ἄνδρα τόν, ὅστις ὅδ᾽ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας, ὁππότε μή οἱ ἐπ᾿ ἀκάματος πέλοι αἰών. ἀλλ᾽ ἔχετ᾽ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς πετράων, εἴως κεν ἐμοὶ εἴξειε δαμῆναι. ὧς ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο 1634 ἰοῦσαν Ρariss. tres : ἰοῦσι vulg. vulg. 1648 λεπτοσύνην coni. Wellauer 1640 ἐπ᾿ ἰωγήν Vatt. duo, νῆ᾽ ἐπ᾿ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν βήσατ᾽ ἐπ᾿ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν. ἔνθα δ᾽ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἱ περὶ πᾶσαν ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται. τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ᾽ ἀοιδαῖς, τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· λευγαλέον δ᾽ ἐπὶ οἱ πρῖεν χόλον, ἐκ δ᾽ ἀίδηλα δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα. Ζεῦ πάτερ, ἢ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται, εἰ δὴ μὴ νούσοισι τυπῇσί τε λυγρὸς ὄλεθρος ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. ὡς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι, πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρ τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδ᾽ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο. ἀλλ᾽ ὡς τίς τ᾽ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη, τήν τε θοοῖς πελέκεσσιν ἔθ᾽ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δ᾽ ὑπὸ νυκτὶ ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αΰτε πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὡς ὅγε ποσσὶν ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο, ὕστερον αὖτ᾽ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ. κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο 1664 κληίδας Brunck : κληῖδος codd. 1665 μέλπε] θέλγε G L 16, vulg. 1667 ἀγῶνται Merkel 1669 ἐχθοδαποῖσιν LG 1680 οὐδ' ἔτι Brunck: οὐδέ τι codd. 1689 ἐνὶ Wellauer: ἔνι codd. 1686 ἐξαγεῖσα G : ἐξεαγεῖσα vulg. ἥρωες· μετὰ δ᾽ οἵγε νέον φαέθουσαν ἐς ἠῶ ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο, ὕδωρ τ᾽ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης. Αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν· νύκτ᾽ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων. αὐτοὶ δ᾽, εἴτ᾿ Ἀίδῃ, εἴθ᾽ ὕδασιν ἐμφορέοντο, ἠείδειν οὐδ᾽ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει, ῥύσασθαι καλέων· κατὰ δ᾽ ἔρρεεν ἀσχαλόωντι δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ᾽ Ἀμύκλαις, πολλὰ δ᾽ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν, Λητοΐδη, τύνη δὲ κατ᾿ οὐρανοῦ ἵκεο πέτρας ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τ᾽ ἐνὶ πόντῳ ἦνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας, δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον· μαρμαρέην δ᾽ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρ᾽ ἐφαάνθη νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου, ἔνθ᾽ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δ᾽ ἠὼς φέγγεν ἀνερχομένη· τοὶ δ᾽ ἀγλαὸν Ἀπόλλωνι ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν. ῥέζον δ᾽ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν ἀκτῇ ἐφοπλίσσειαν· ὁ δή σφεας ὁππότε δαλοῖς 1691 ἱερὸν LG 1697 οὔλη Merkel 1715 θυόεντά anon. apud Wellauer 1718 μιν Vat. unus: μὲν vulg. ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ᾽ ἔπειτα ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι. τὰς δ᾽ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν χλεύῃ γηθόσυνοι· γλυκερὴ δ᾽ ἀνεδαίετο τοῖσιν κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται, ὅτ᾽ Ἀπόλλωνα θυηλαῖς Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται. Ἀλλ᾽ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ᾽ ἔλυσαν, μνήσατ᾽ ἔπειτ᾿ Εὔφημος ὀνείρατος ἐννυχίοιο, ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπὸ λιβάδεσσι γάλακτος, ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι ἄσχετον ἱμερθείς· ὀλοφύρετο δ᾽ ἠύτε κούρην ζευξάμενος, τήν τ᾽ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι· ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκ᾽ ἐπέεσσιν· Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων, οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες. ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δ᾽ ἐς αὐγὰς ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη. Τῶν ἄρ᾽ ἐπὶ μνῆστιν κραδίῃ βάλεν, ἔκ τ᾽ ὀνόμηνεν Αἰσονίδῃ· ὁ δ᾽ ἔπειτα θεοπροπίας Ἑκάτοιο θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε· Ὦ πέπον, ἢ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος. βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι 1723 ἰσχέμεν Rzach 1725 ἐπεστοβέεσκον L ex corr., G: ἐπεστομέεσκον Vatt. duo, Pariss. duo : ἐπιστοβέεσκον Paris. unus 1730 ἱλάσκωνται L Vatt.: ἱλάσκονται G vulg. 1738 κούρη Pariss. tres τήντ' Merkel: τὴν δ᾽ L vulg.: τὴν G Pariss. quattuor 1743 παρακάτθεο ed. Flor. et coniecerat Pierson : παρακάτθετο codd. 1746 τῶν Merkel : τῷ δ' codd. κραδίη G Vatt. duo 1749 πέπον G : πόποι vulg. νῆσον, ἵν᾽ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας. Ὡς ἔφατ᾿· οὐδ᾽ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς, ἧκεν ὑποβρυχίην. τῆς δ᾽ ἔκτοθι νῆσος ἀέρθη Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο, οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λήμνον ἔναιον, Λήμνου τ᾽ ἐξελαθέντες ὑπ᾽ ἀνδράσι Τυρσηνοῖσιν Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας Καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ᾽ οὔνομα Θήρης ἐξ ἔθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ᾽ Εὐφήμοιο. Κεῖθεν δ᾽ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο, ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ᾽ ἱκέσθαι. ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὗρος ἔπειγεν. ἔνθ᾽ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατ᾿ ἀγῶνα πόδεσσιν κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται. Ἵλατ᾿ ἀριστήων μακάρων γένος· αἵδε δ᾽ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ᾽ ἱκάνω ὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὄμμιν ἄεθλος αὐτις ἀπ᾿ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη, οὔτ᾽ ἀνέμων ἐριωλαὶ ἐνέσταθεν· ἀλλὰ ἕκηλοι γαίην Κεκροπίην παρά τ᾽ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν Ὀπούντιά τ᾽ ἄστεα Λοκρῶν ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε. 1759 Σιντηίδα Brunck : Σιντιάδα codd. 1771 ἀνθέμενοι Brunck : ἐνθέμενοι codd.