Antigone Machine readable text Sophocles Bothe, Friedrich Heinrich 1771-1855 Brunck, Rich. Fr. Phil. 1729-1803. Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Tufts University About 83Kb Trustees of Tufts University Medford, MA Perseus Project Sophocles Sophocle: Antigone Berlin Weidmann 1806

This pointer pattern extracts lines.

Greek Packaged for CTS; added modern citeStructure and legacy refsDecl declarations and aligned every Greek line to the Storr reference edition.Basic formatting.
Ἀντιγόνη ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ᾽ οἶσθά τι Ζεὺς τῶν ἀπ᾿ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν, οὐκ ἄτης ἄτερ, οὔτ᾽ αἰσχρὸν, οὔτ᾽ ἄτιμόν ἐσθ᾽, ὁποῖον οὐ τῶν σῶν τε κᾀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασὶ πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι, κεἰσήκουσας, ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; Ἰσμήνη ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων οὔθ᾽ ἡδὺς, οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽, ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί· ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα μᾶλλον, οὔτ᾽ ἀτωμένη. Ἀντιγόνη ᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶν τοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις. Ἰσμήνη τί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. Ἀντιγόνη οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων, τὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μὲν, ὡς λέγουσι, ξυνδίκῃ χρησθεὶς δικαίᾳ καὶ νόμῳ, κατὰ χθονὸς ἔκρυψε, τοῖς ἔνερθεν ἔντιμον νεκροῖς · τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρύχθαι τὸ μὴ τάφῳ καλύψαι, μηδὲ κωκῦσαί τινα, ἐᾷν δ᾽ ἄκλαυστον, ἄταφον, οἰωνοῖς γλυκὺν θησαυρὸν, εἰσορμῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντά σοι κᾀμοὶ (λέγων γὰρ ἔκαμε) κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι, ταῦτα τοῖς μὴ οὐκ εἰδόσι σαφῆ προκηρύξοντα· καὶ τὸ πρᾶγμ᾽ ἄγειν οὐχ, ὡς παρ᾽ οὐδὲν, ἀλλ᾽, ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα, εἴτ᾽ εὐγενὴς πέφυκας, εἴτ᾽ ἐσθλῶν κακή. Ἰσμήνη τί δ᾽, ὦ ταλαίφρων, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ λύουσ᾽ ἂν ἢ ᾿φάπτουσα προσθείμην πλέον; Ἀντιγόνη εἰ ξυμπονήσεις καὶ ξυνεργάσει, σκόπει. Ἰσμήνη ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ᾿ εἶ; Ἀντιγόνη εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. Ἰσμήνη ἦ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόῤῥητον πόλει; Ἀντιγόνη τὸν γοῦν ἐμὸν καὶ τὸν σὸν, ἢν σὺ μὴ θέλῃς, ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι. Ἰσμήνη ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; Ἀντιγόνη ἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ᾽ εἴργειν μέτα. Ἰσμήνη οἵ μοι, φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί· ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ᾿ ἡμέραν αὐτοκτενοῦντε τὼ ταλαιπώρω, μόρον κοινὸν κατειργάσαντ᾽ ἐπ᾽ ἀλλήλοιν χεροῖν· νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα, σκόπει, ὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μέν, γυναῖχ᾽ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα· ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων, καὶ ταῦτ᾽ ἀκούειν, κἄτι τῶνδ᾽ ἀλγίονα. ἐγὼ μὲν οὖν, αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ περισσὰ πράσσειν, οὐκ ἔχει νοῦν οὐδένα. Ἀντιγόνη οὔτ’ ἂν κελεύσαιμ᾽, οὔτ᾽ ἂν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα· ἀλλ᾽ ἴσθ᾽, ὁποῖά σοι δοκεῖ· κεῖνον δ᾽ ἐγὼ θάψω. καλόν μοι τοῦτο ποιούσῃ θανεῖν· φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ᾽· ἐπεὶ πλείων χρόνος, ὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω, τῶν ἐνθάδε· ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ᾽ εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε. Ἰσμήνη ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾷν, ἔφυν ἀμήχανος. Ἀντιγόνη σὺ μὲν τάδ᾽ ἂν προὔχοι᾽ · ἐγὼ δὲ δὴ τάφον χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Ἰσμήνη οἴ μοι ταλαίνης, ὡς ὑπερδέδοικά σου! Ἀντιγόνη μή μου προτάρβει· τὸν σὸν ἐξόρθου πότμον. Ἰσμήνη ἀλλ᾽ οὖν προμηνύσεις γε τοῦτο μηδενὶ τοὖργον, κρυφῆ δὲ κεῦθε· σὺν δ᾽ αὕτως ἐγώ. Ἀντιγόνη οἶμαι καταυδᾷν· πολλὸν ἐχθίων δ᾽ ἔσει σύ γ᾽ ὡς, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ἰσμήνη θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Ἀντιγόνη ἀλλ’ οἶδ᾽ ἀρέσκουσ᾽, οἷς μάλισθ᾽ ἁδεῖν με χρή. Ἰσμήνη εἰ καὶ δυνήσει γ᾽ · ἀλλ᾽ ἀμηχάνων ἐρᾷς. Ἀντιγόνη οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ἰσμήνη ἀρχὴν δὲ θηρᾷν οὐ πρέπει τἀμήχανα. Ἀντιγόνη εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν, ὥστε μὴ οὐ καλῶς θανεῖν. Ἰσμήνη ἀλλ᾽, εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ᾽ ἴσθ᾽, ὅτι ἄνους μὲν ἔρχει, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη. Χορός ἀκτὶς ἀελίοιο, κἀλ- λιστον ἑπταπύλῳ φανὲν Θήβᾳ τῶν πρότερον φάος, ἐφάνθης ποτὲ, χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθε πρὶν φῶτα βάντα πανσαγίᾳ φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ, ὃς ἐφ᾽ ἁμετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων, ὀξέα κλάζων αἰετὸς ἐς γᾶν ὥς, ὑπερέπτα, λευκῆς χιόνος πτέρυγι στεγανὸς, πολλῶν μεθ᾽ ὅπλων, ξύν θ᾽ ἱπποκόμοις κορύθεσσι. στὰς δ᾽ ὑπὲρ μελάθρων, φονί- αισιν ἀμφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόμα, ἔβα, πρίν ποθ’ ἁμετέρων αἱμάτων γένυσι πλησθῆναί τε, καὶ στεφάνωμα πύργων πευκάενθ᾽ Ἥφαιστον ἑλεῖν· τοῖος ἀμφὶ νῶτ᾽ ἐτάθη πάταγος Ἄρεος ἀντιπάλῳ δυσχείρωμα δράκοντι. Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει, καί σφας ἐσιδὼν πολλῷ ῥεύματι χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥίπτει πυρὶ βαλβίδων ἐπ᾽ ἄκρων ἤδη νίκην ὁρμῶντ᾽ ἀλαλάξαι· ἀντιτύπῳ δ᾽ ἐπὶ γᾷ πέσε τανταλωθεὶς πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει, ῥιπαῖς ἐχθίστων ἀνέμων. εἶχε δ᾽ ἄλλᾳ τὰ μὲν, τὰ δ᾽ ἐπ’ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόχειρος· ἑπτὰ λοχαγοὶ γὰρ, ἐφ᾽ ἑπτὰ πύλαις ταχθέντες, ἴσοι πρὸς ἴσους, ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς, δικρατεῖς λόγχας στήσαντ᾽, ἔχετον κοινοῦ. θανάτου μέρος ἄμφω. ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, ἐν μὲν δὴ πολέμων τῶν νῦν θέσθαι λησμοσύναν, θεῶν δὲ ναοὺς χοροῖς νυχίοις πάντας ἐπέλθωμεν· ὁ Θήβας δ’ ἐλελίζων Βάκχιος ἄρχοι. ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, ὁ Μενοικέως, θεῶν νεοχμὸς νεαραῖς ἐπὶ συντυχίαις, χωρεῖ, τινὰ δὴ μῆτιν ἐρέσσων, ὅτι σύγκλητον τήνδε γερόντων προὔθετο λέσχην κοινῷ κηρύγματι πέμψας. Κρέων ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν· ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα: ἔστειλ᾽ ἱκέσθαι, τοῦτο μὲν, τὰ Λαΐου σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν, κᾀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνου γ᾽ ἔτι παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθ᾽ ἡμέραν ὤλοντο, παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω, γένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν, ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ· ἐμοὶ γὰρ, ὅστις, πᾶσαν εὐθύνων πόλιν, μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλ' ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον᾽ εἴ τις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γὰρ (ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί! ) οὔτ’ ἂν σιωπήσαιμι, τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων, ὅτι ἥδ᾽ ἐστὶν ἡ σώζουσα καὶ, ταύτης ἔπι πλέοντες ὀρθῆς, οὓς φίλους ποιούμεθα. τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν, καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι, παίδων τῶν ἀπ᾽ Οἰδίπου πέρι· Ἐτεοκλέα μὲν, ὃς πόλεως ὑπερμαχῶν ὄλωλε τῆσδε, πάντ᾽ ἀριστεύσας δορὶ, τάφῳ τε κρύψαι, καὶ τὰ πάντ᾽ ἐφαγνίσαι, ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς· τὸν δ᾽ αὖ ξύναιμον τοῦδε (Πολυνείκην λέγω), ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς, φυγὰς κατελθὼν, ἠθέλησε μὲν πυρὶ πρῆσαι κατάκρας, ἠθέλησε δ᾽ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον πόλει τῇδ᾽ ἐκκεκήρυκται τάφῳ μήτε κτερίζειν, μήτε κωκῦσαί τινα, ἐᾷν δ᾽ ἄθαπτον, καὶ πρὸς οἰωνῶν δέμας καὶ πρὸς κυνῶν ἐδεστὸν, αἰκιστόν τ᾽ ἰδεῖν. τοιόνδ᾽ ἐμὸν φρόνημα· κοὔποτ᾽ ἔκ γ᾽ ἐμοῦ τιμὴν προέξουσ᾽ οἱ κακοὶ τῶν ἐνδίκων, ἀλλ’ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν καὶ ζῶν ὁμοίως ἔκ γ᾽ ἐμοῦ τιμήσεται. Χορός σοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως, Κρέον, τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει· νόμῳ δὲ χρῆσθαι παντί που τ᾽ ἔνεστί σοι, καὶ τῶν θανόντων, χᾡπόσοι ζῶμεν, πέρι. Κρέων ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων. Χορός νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. Κρέων ἀλλ’ εἴσ᾽ ἕτοιμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι. Χορός τί δῆτ᾽ ἂν ἄλλο τοῦδ᾽ ἐπεντέλλοις ἔτι; Κρέων τὸ μὴ ᾿πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. Χορός οὐκ ἔστιν οὕτω μῶρος, ὃς θανεῖν ἐρᾷ. Κρέων καὶ μὴν ὁ μισθός γ᾽ οὗτος · ἀλλ᾽ ὑπ’ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. Φύλαξ ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω, κοῦφον ἐξάρας πόδα· πολλὰς γὰρ εὗρον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν. ψυχὴ γὰρ ηὔδα πόλλ᾽ ἐμοὶ μυθουμένη· τάλας, τί χωρεῖς, οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων ἄλλου παρ᾿ ἀνδρὸς, πῶς σὺ δῆτ᾽ οὐκ ἀλγυνεῖ; — τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ, ταχὺς, χοὕτως ὁδὸς βραχεῖα γίγνεται μακρὰ· τέλος γε μέν τοι δεῦρ᾽ ἐνίκησεν μολεῖν. σοὶ, κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως· τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. Κρέων τί δ᾽ ἔστιν, ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν; Φύλαξ φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ πρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽, οὔτ᾽ εἶδον, ὅστις ἦν ὁ δρῶν οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. Κρέων εὖ γε στοχάζει, κἀποφράγνυσαι κύκλῳ τὸ πρᾶγμα· δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον. Φύλαξ τὰ δεινὰ γάρ τοι προστίθησ᾽ ὄκνον πολύν. Κρέων οὔκουν ἐρεῖς ποτ᾽, εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει; Φύλαξ καὶ δὴ λέγω σοι· τὸν νεκρόν τις ἀρτίως θάψας βέβηκε, κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας, κἀφαγιστεύσας, ἃ χρή. Κρέων τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; Φύλαξ οὐκ οἶδ᾽· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν πλῆγμ', οὐ δικέλλης ἐκβολὴ, στύφλος δέ τ᾽ ἦν καὶ χέρσος ἀῤῥὼξ, οὐδ᾽ ἐπημαξευμένη τροχοῖσιν, ἀλλ᾽ ἄσημος οὑργάτης τις ἦν. ὅπως δ᾽ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν· ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὐ, λεπτὴ δ᾽, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις· σημεῖα δ᾽ οὔτε θηρὸς, οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐῤῥόθουν κακοὶ, φύλαξ ἐλέγχων φύλακα· κἂν ἐγίγνετο πληγὴ τελευτῶσ᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν· εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργὴς, ἀλλ᾽ ἔφυγε τὸ μὴ εἰδέναι. ἦμεν δ᾽ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν, καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι, μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι, μήτ᾽ εἰργασμένῳ. τέλος δ᾽, ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσι πλέον, λέγει τις εἷς, ὃς πάντας ἐς πέδον κάρα νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν οὔτ᾽ ἀντιφωνεῖν, οὔθ᾽, ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δ᾽ ὁ μῦθος, ὡς ἀνοιστέον σοὶ τοὖργον εἴη τοῦτο, κοὐχὶ κρυπτέον. καὶ ταῦτ᾽ ἐνίκα, κᾀμὲ τὸν δυσδαίμονα πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι· στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. Χορός ἄναξ, ἐμοί τοι, μή τι καὶ θεήλατον τοὖργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαι. Κρέων παῦσαι, πρὶν ὀργῆς κᾀμὲ μεστῶσαι, λέγων, μὴ ᾿φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα· λέγεις γὰρ οὐκ ἀνεκτὰ, δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτὸν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα, καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἦ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς Θεούς; οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐῤῥόθουν ἐμοὶ, κρυφῆ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε· οὐδὲν γὰρ ἀνθρώποισιν, οἷον ἄργυρος, κακὸν νόμισμ᾽ ἔβλαστε· τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων · τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ᾽ ἵστασθαι βροτῶν· πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν, καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ᾽, εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω· εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμοὺς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, ἵν᾿ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον, τὸ λοιπὸν ἁρπάξητε, καὶ μάθηθ᾽, ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν· ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους. Φύλαξ εἰπεῖν τι δώσεις, ἢ στραφεὶς οὕτως ἴω; Κρέων οὐκ οἶσθα, καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; Φύλαξ ἐν τοῖσιν ὠσὶν, ἢ ᾽πὶ τῇ ψυχῇ δάκνει; Κρέων τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην, ὅπου; Φύλαξ ὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ. Κρέων ὅμως ἄλημα δῆλον ἐκπεφυκὸς εἶ, ... Φύλαξ οὔκουν τόδ᾽ ἔργον εἰμὶ ποιήσας ποτέ. Κρέων καὶ ταῦτ᾽ ἐπ᾿ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. Φύλαξ φεῦ, ἦ δεινὸν, ᾧ δοκεῖν τε καὶ ψευδῇ δοκεῖ! Κρέων κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽, ὅτι τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φύλαξ ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽ ! ἐὰν δέ τοι ληφθῇ τε καὶ μὴ (τοῦτο γὰρ τύχη κρινεῖ), οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με· καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς σωθεὶς, ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. Χορός πολλὰ τὰ δεινὰ, κοὐδὲν ἀν- θρώπου δεινότερον πέλει. τοῦτο καὶ πολίου πέραν πόντου, χειμερίῳ νότῳ, χωρεῖ, περιβρυχίοισι περῶν ἐπ᾽ οἴδμασι, θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται ἰλλομένων ἀρότρων, ἔτος εἰς ἔτος, ἱππείῳ γένει πολεύων. κουφονόων τε φῦλον ὀρ- νίθων ἀμφιβαλὼν ἄγει, καὶ θηρῶν ἀγρίων ἔθνη, πόντου τ᾽ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ· κρατεῖ δὲ μαχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενα ἵππον τ᾽ ἄξεται ἀμφίλοφον ζυγὸν, οὔρειόν τ᾽ ἀδμῆτα ταῦρον. καὶ φθέγμα, καὶ ἀνεμόεν φρόνημα, καὶ ἀστυνόμους ὀργὰς ἐδιδάξατο, καὶ, δυσαύλων πάγων αἴθρια καὶ δύσομ- βρα φεύγειν βέλη. παντοπόρος, ἄπορος ἐπ’ οὐδὲν ἔρχεται τὸ μέλλον· Ἀΐδα μόνον φεῦξιν οὐκ ἐπάξεται· νόσων δ᾽ ἀμηχάνων φυγὰς ξυμπέφρασται. δεινόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχων, ποτὲ μὲν κακὸν ἄλλοτ᾽ ἐπ᾽ ἐ- σθλὸν ἕρπει. νόμους παρορῶν θεῶν χθονός τ᾽ ἔνορκον δίκαν, ὑψίπολις ἄπολις, ὅτῳ τὸ μὴ καλὸν ξύνεστι, τόλμας χάριν· μήτ᾽ ἐμοὶ παρέστιος γένοιτο, μήτ᾽ ἴσον φρονῶν, ὃς τάδ᾽ ἔρδει. — εἰ δαιμόνιον τέρας, ἀμφινοῶ, τόδε. — πῶς δ᾽, εἰδὼς, ἀντιλογήσω, τήνδ᾽ οὐκ, εἶναι παῖδ᾽ Ἀντιγόνην ; ὦ δύστηνος, καὶ δυστήνου πατρὸς Οἰδιπόδα, τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαν τοῖς βασιλείοισιν ἄγουσι νόμοις, καὶ ἐν ἀφροσύνῃ καθελόντες; Φύλαξ ἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ ᾿ξειργασμένη! τήνδ᾽ εἵλομεν θάπτουσαν! ἀλλὰ ποῦ Κρέων; Χορός ὅδ᾽ ἐκ δόμων ἄψοῤῥος ἐς δέον περᾷ. Κρέων τί δ᾽ ἔστι; ποίᾳ ξύμμέτρος προὔβη τύχῃ; Φύλαξ ἄναξ, βροτοῖσιν οὐδέν ἐστ᾽ ἀπώμοτον · ψεύδει γὰρ ἡ ᾿πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼ, ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε· ἀλλ᾽ (ἡ γὰρ εὐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ) ἥκω, δι' ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ᾽, ἣ καθευρέθη τάφον κοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο, ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτὸς, ὡς θέλεις, λαβὼν, καὶ κρῖνε, κἀξέλεγχ'· ἐγὼ δ᾽ ἐλεύθερος δίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν. Κρέων ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; Φύλαξ αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε· πάντ᾽ ἐπίστασο. Κρέων ἦ καὶ ξυνιεῖς καὶ λέγεις ὀρθῶς, ἃ φῄς; Φύλαξ ταύτην γ᾽ ἰδὼν θάπτουσαν οὗ σὺ τὸν νεκρὸν ἀπεῖπας. ἆρ' ἔνδηλα καὶ σαφῆ λέγω; Κρέων καὶ πῶς ὁρᾶται, κἀπίληπτος εὑρέθη; Φύλαξ τοιοῦτον ἦν τὸ πρᾶγμ'. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ᾗ κατείχετο νέκυς, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ' ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀφ᾽ αὑτοῦ μὴ βάλοι, πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιῤῥόθοις κακοῖσιν, εἴ τις τοῦδ᾽ ἀφειδήσοι πόνου. χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔς τ᾽ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος, καὶ καῦμ᾽ ἔθαλπε· καὶ τότ᾽ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτὸν, οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος · ἐν δ᾽ ἐμεστώθη μέγας αἰθήρ· μύσαντες δ᾽ εἴχομεν θείαν νόσον. καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κᾀνακωκύει πικρῶς, ὄρνιθος ὀξύφθογγον ὡς, ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος· οὕτω δὲ χ᾽ αὕτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ᾽ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις· καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ᾽ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χ᾽ ἡμεῖς ἰδόντες ἱέμεσθα, ξὺν δέ νιν θηρώμεθ᾽ εὐθὺς, οὐδὲν ἐκπεπληγμένην, καὶ τὰς τε πρόσθεν, τάς τε νῦν, ἠλέγχομεν πράξεις· ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο. ἀλλ᾽ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα· τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι, ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν, ἀλγεινόν· ἀλλὰ ταῦτα πάνθ᾽ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. Κρέων σὲ δὴ, σὲ τὴν νεύουσαν ἐς πέδον κάρα, φὴς, ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε; Ἀντιγόνη καὶ φημὶ δρᾶσαι, κοὐκ ἀπαρνοῦμαι τὸ μή. Κρέων σὺ μὲν κομίζοις ἂν σεαυτὸν, ᾖ θέλεις, ἔξω, βαρείας αἰτίας ἐλεύθερον· ͵ σὺ δ᾽, εἰπέ μοι μὴ μῆκος, ἀλλὰ ξύντομα· ᾔδης τὰ κηρυχθέντα, μὴ πράσσειν τάδε; Ἀντιγόνη ᾔδη· τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. Κρέων καὶ δῆτ᾽ ἐτόλμας τούσδ᾽ ὑπερβῆναι νόμους; Ἀντιγόνη οὐ γάρ τι μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη, οἳ τούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισαν νόμους· οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ κηρύγμαθ᾽, ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν γε κἀχθὲς, ἀλλ᾽ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ᾿φάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ᾽, ἐν θεοῖσι τὴν δίκην δώσειν. θανουμένη γὰρ ἐξῄδη, τί δ᾽ οὔ; κεἰ μὴ σὺ προὐκήρυξας· εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω· ὅστις γὰρ ἐν πολλοῖσιν, ὡς ἐγὼ, κακοῖς ζῇ, πῶς ὅδ᾽ οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν παρ᾽ οὐδὲν ἄλγος ἀλλ᾽ ἂν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ᾽ ἄθαπτον ἰσχόμην νέκυν, κείνοις ἂν ἥλγουν· τοῖσδε δ᾽ οὐκ ἀλγύνομαι· σοὶ δ᾽ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. Χορός δηλοῖ τὸ γέννημ᾽ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδὸς, εἴκειν δ᾽ οὐκ ἐπίσταται κακοῖς. Κρέων ἀλλ' ἴσθι τοι τὰ σκλήρ᾽ ἄγαν φρονήματα πίπτειν μάλιστα· καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν, ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ἂν εἰσίδοις · σμικρῷ χαλινῷ δ᾽ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας. οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ᾽, ὅστις δοῦλός ἐστι τῶν πέλας· αὕτη δ᾽ ὑβρίζειν μὲν τότ᾽ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· ὕβρις δ᾽, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν, καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνὴρ, αὐτὴ δ᾽ ἀνὴρ, εἰ ταῦτ᾽ ἀνατεὶ τῇδε κείσεται κράτη. ἀλλ᾽ εἴτ᾽ ἀδελφῆς, εἴθ᾽ ὁμαιμονεστέρας τοῦ παντὸς ἡμῖν Ζηνὸς Ἑρκίου κυρεῖ, αὐτή τε χ᾽ ἡ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου · καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτ᾽ ! ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν, οὐδ᾽ ἐπήβολον φρενῶν· φιλεῖ δ᾽ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων. μισῶ γε μέν τοι χὥταν ἐν κακοῖσὶ τις ἁλοὺς, ἔπειτα τοῦτο καλλύνειν θέλῃ. Ἀντιγόνη θέλεις τι μεῖζον, ἢ κατακτεῖναί μ᾽ ἑλών; Κρέων ἐγὼ μὲν οὐδέν· τοῦτ᾽ ἔχων, ἅπαντ᾽ ἔχω. Ἀντιγόνη τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδὲν, μηδ᾽ ἀρεσθείη ποτέ· οὕτω δὲ καί σοι τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ. καί τοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερον κατέσχον, ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τοῖσδε τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ᾽ ἂν, εἰ μὴ γλῶσσαν ἐγκλείσοι φόβος· ἀλλ᾽ ἡ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖ, κἄξεστιν αὐτῇ δρᾷν λέγειν θ᾽, ἃ βούλεται. Κρέων σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. Ἀντιγόνη ὁρῶσι χ᾽ οἵδε, σοὶ δ᾽ ὑπίλλουσι στόμα. Κρέων σὺ δ᾽ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; Ἀντιγόνη οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Κρέων οὔκουν ὅμαιμος χὡ καταντίον θανών; Ἀντιγόνη ὅμαιμος ἐκ μιᾶς τε, καὶ ταὐτοῦ πατρός. Κρέων πῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; Ἀντιγόνη οὐ μαρτυρήσει τάδ᾽ ὁ κατὰ χθονὸς νέκυς. Κρέων εἴ τοι σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. Ἀντιγόνη οὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς, ὤλετο. Κρέων πορθῶν γε τήνδε γῆν· ὁ δ᾽, ἀντιστὰς ὕπερ. Ἀντιγόνη ὅμως ὁ γ᾽ Αἵδης τοὺς νόμους ἴσους ποθεῖ. Κρέων ἀλλ᾽ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσον. Ἀντιγόνη τίς οἶδεν, εἰ κάτωθεν εὐαγῆ τάδε; Κρέων οὐ τοι ποθ᾽ οὑχθρὸς, οὐδ᾽ ὅταν θάνῃ, φίλος. Ἀντιγόνη οὐ τοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. Κρέων κάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλει κείνους · ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. Χορός καὶ μὴν πρὸ πυλῶν ἥδ᾽ Ἰσμήνη φιλάδελφα κάτω δάκρυ᾽ εἰβομένη· νεφέλη δ᾽ ὀφρύων ὕπερ ἱμερτὸν ῥέθος αἰσχύνει, τέγγουσ᾽ εὐῶπα παρειάν. Κρέων σὺ δ᾽, ἣ, κατ᾽ οἴκους, ὡς ἔχιδν᾽, ὑφειμένη, λήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανον τρέφων δύ᾽ ἄτα, κἀπαναστάσεις θρόνων, φέρ᾽, εἰπὲ δή μοι· καὶ σὺ τοῦδε τοῦ τάφου φήσεις μετασχεῖν, ἢ ᾿ξομεῖ τὸ μὴ εἰδέναι; Ἰσμήνη δέδρακα τοὖργον, εἴπερ ἥδ᾽ ὁμοῤῥοθεῖ, καὶ ξυμμετίσχω, καίπερ οὐ, τῆς αἰτίας. Ἀντιγόνη ἀλλ’ οὐκ ἐάσει τοῦτό γ᾽ ἡ δίκη σ᾽, ἐπεὶ οὔτ᾽ ἠθέλησας, οὔτ᾽ ἐγὼ ᾿κοινωσάμην. Ἰσμήνη ἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. Ἀντιγόνη ὧν τοὖργον, Ἅιδης χ᾽ οἱ κάτω ξυνίστορες· λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. Ἰσμήνη μή τοι, κασιγνήτη, μ᾽ ἀτιμάσῃς, τὸ μὴ οὐ θανεῖν τε σὺν σοὶ, τὸν θανόντα θ᾽ ἁγνίσαι. Ἀντιγόνη μή μοι θάνῃς σὺ κοινὰ, μήθ᾽, ἃ μὴ 'θιγες, ποιοῦ σεαυτῆς· ἀρκέσω θνήσκουσ᾽ ἐγώ. Ἰσμήνη καὶ τίς βίος μοι, σοῦ λελειμμένῃ, φίλος; Ἀντιγόνη Κρέοντ᾽ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. Ἰσμήνη τί ταῦτ᾽ ἀνιᾷς μ᾽, οὐδὲν ὠφελουμένη; Ἀντιγόνη ἀλγοῦσα μὲν δῆτ᾽, εἰ γέλωτ᾽ ἐν σοὶ γ' ὄφλω. Ἰσμήνη τί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἐπωφελοῖμ᾽ ἐγώ; Ἀντιγόνη σῶσον σεαυτήν· οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν. · Ἰσμήνη οἴ μοι τάλαινα! κᾀμπλάκω τοῦ σοῦ μόρου; Ἀντιγόνη σὺ μὲν γὰρ εἵλου ζῇν, ἐγὼ δὲ κατθανεῖν. Ἰσμήνη ἀλλ᾽ οὐκ ἐπ᾽ ἀῤῥήτοις γε τοῖς ἐμοῖς λόγοις. Ἀντιγόνη καλοῖσι μὲν σοί· τοῖς δ᾽ ἐγὼ ᾿δόκουν φρονεῖν. Ἰσμήνη καὶ μὴν ἴση νῷν ἐστὶν ἡ ᾿ξαμαρτία. Ἀντιγόνη θάρσει· σὺ μὲν ζῇς· ἡ δ᾽ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. Κρέων τὼ παῖδε φημὶ τώδε, τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι, τὴν δ᾽ ἀφ᾽ οὗ τὰ πρῶτ᾽ ἔφυ. Ἰσμήνη οὐ γάρ ποτ᾽, ὦναξ, οὐδ᾽, ὃς ἂν βλαστῇ, μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾽ ἐξίσταται. Κρέων σοὶ γοῦν, ὅθ᾽ εἵλου ξὺν κακοῖς πράσσειν κακά. Ἰσμήνη τί γὰρ μόνῃ μοι τῆσδ᾽ ἄτερ βιώσιμον; Κρέων ἀλλ’ ἡδὺ μέν σοι μηδέν· οὐ γὰρ ἔστ᾽ ἔτι. Ἰσμήνη ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; Κρέων ἀρώσιμοι γὰρ χἁτέρων εἰσὶν γύαι. Ἰσμήνη οὐχ, ὥς γ᾽ ἐκείνῳ τῇδέ τ᾽ ἦν ἡρμοσμένα! Κρέων κακὰς ἐγὼ γυναῖκας υἱάσι στυγῶ. Ἰσμήνη ὦ, φίλταθ᾽ Αἷμον, ὥς σ᾽ ἀτιμάζει πατήρ! Κρέων ἄγαν γε λυπεῖς, καὶ σὺ, καὶ τὸ σὸν λάκος. Ἰσμήνη ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; Κρέων Αἵδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. Ἰσμήνη δεδογμέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν. Κρέων κᾀν σοί γε κάμνει. — μὴ τριβὰς ἔτ᾽, ἀλλά νιν κομίζετ᾽ εἴσω, δμῶες! ἐκ δὲ τοῦδε χρὴ γυναῖκας εἶναι τάσδε, μηδ᾽ ἀνειμένας· φθέγγουσι γάρ τοι χ᾽ οἱ θρασεῖς ὅταν πέλας ἤδη τὸν ᾅδην εἰσορῶσι τοῦ βίου. Χορός εὐδαίμονες, οἷσι κακῶν ἄγευστος αἰών! οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας οὐδὲν ἐλλείπει, γενεᾶς ἐπὶ πλῆθος ἕρπον, ὥστε ποντίας ἁλὸς οἶδμα, δυσπνόοις ὅταν Θρήσσῃσιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς, κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ δυσάνεμον, στόνῳ βρέμουσι δ᾽ ἀντιπλῆγες ἀκταί. ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι πήματα φθιμένων ἐπὶ πήμασι πίπτον- τ᾿ οὐδ᾽ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ᾽ ἐρείπει θεῶν τις, οὐδ' ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ ῥίζας ἐτέτατο φάος ἐν Οἰδίπου δόμοις· κᾆτ᾽ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀμᾷ κοπὶς, λόγου τ᾽ ἄνοια, καὶ φρενῶν Ἐριννύς. τεὰν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχῃ, τὰν οὔθ᾽ ὕπνος αἱρεῖ ποθ᾽, ὁ πάντα γ᾽ αἱρῶν, οὔτε θέειν ἄμκματοι μῆνες; ἀγήρως χρόνῳ δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν· τό τ' ἔπειτα καὶ τὸ μέλλον, καὶ τὸ πρὶν ἐπαρκέσει νόμος ὅδ᾽· οὐδὲν ἕρπειν θνατῶν βιότῳ πάμπολύ γ᾽ ἐκτὸς ἄτας. ἃ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, πολλοῖς δ᾽ ἀπάτα κουφονόων ἐρώτων· εἰδότι δ᾽ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα προσάψῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται· τὸ κακὸν δοκεῖν ποτ᾽ ἐσθλὸν τῷδ᾽ ἔμμεν, ὅτῳ φρένας θεὸς ἄγει πρὸς ᾅδαν, πράσσειν δ᾽ ὀλιγοστὸν χρόνον ἐκτὸς ἄτας. ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν νέατον γέννημ᾽, ἆρ᾽, ἀχνύμενος τῆς μελλογάμου τάλιδος, ἥκει, μόρον Ἀντιγόνης, ἀπάτας λεχέων ὑπεραλγῶν. Κρέων τάχ᾽ εἰσόμεσθα μαντέων ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων τῆς μελλονύμφου, πατρὶ λυσσαίνων πάρει, ἢ σοὶ ᾿σμὲν ἡμεῖς, πανταχῆ δρῶντες, φίλοι; Αἵμων πάτερ, σός εἰμι, καὶ σύ μοι, γνώμας ἔχων χρηστὰς, ἀπορθοῖς, αἷς ἔγωγ᾽ ἐφέψομαι· ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος μεῖζον φέρεσθαι σοῦ καλῶς ἡγουμένου. Κρέων οὕτω γὰρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντ᾽ ὄπισθεν ἑστάναι. τούτου γὰρ οὕνεκ᾽ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς, καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί· ὅστις δ᾽ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδ᾽ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πέδας φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; μή νύν ποτ᾽, ὦ παῖ, τὰς φρένας γ᾽ ὑφ᾽ ἡδονῆς, γυναικὸς οὕνεκ᾽, ἐκβάλῃς, εἰδὼς, ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ γένοιτ᾽ ἂν ἕλκος μεῖζον, ἢ φίλος κακός; ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ, μέθες τὴν παῖδ᾽ ἐν Ἅιδου τήνδε νυμφεῦσαι τινί· ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ᾽ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτ᾽ ἐφυμνείτω Δία ξύναιμον! εἰ γὰρ δῆτα τἀγγενῆ φύσει ἄκοσμα θρέψω, κάρτα τούς γ᾽ ἔξω γένους. ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ᾽ ἀνὴρ χρηστὸς, φανεῖται κἀν πόλει δίκαιος ὤν· ὅστις δ᾽, ὑπερβὰς, ἢ καὶ νόμους βιάζεται, ἢ τοὐπιτάσσειν τοῖς κρατοῦσιν ἐννοεῖ, οὐκ ἔστ᾽ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. ἀλλ᾽ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν τὰ σμικρὰ, καὶ δίκαια, καὶ τἀναντία· καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς μὲν ἄρχειν, εὖ δ᾽ ἂν ἄρχεσθαι θέλειν, δορός τ᾽ ἂν ἐν χειμῶνι προστεταγμένον μένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας γὰρ μεῖζον οὐκ ἔστιν κακόν· αὕτη πόλεις τ᾽ ὄλλυσιν, ἥδ᾽ ἀναστάτους οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς τροπὰς καταῤῥήγνυσι· τῶν δ᾽ ὀρθουμένων σώζει τὰ πολλὰ σώμαθ᾽ ἡ πειθαρχία. οὕτως ἀμυντέ᾽ ἐστὶ τοῖς κοσμουμένοις, κοὔ τοι γυναικὸς οὐδαμῶς ἡσσητέα· κρεῖσσον γὰρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν· κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ᾽ ἄν. Χορός ἡμῖν μὲν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. Αἵμων πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας, πάντων, ὅσ᾽ ἐστὶ, χρημάτων ὑπέρτατον. ἐγὼ δ᾽, ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, οὔτ᾽ ἂν δυναίμην, μήτ᾽ ἐπισταίμην, λέγειν· γένοιτο μέν τ᾿ ἂν χἀτέρῳ καλῶς ἔχον. σὺ δ᾽ οὐ πέφυκας πάντα προσκοπεῖν, ὅσα λέγει τις, ἢ πράσσει τις, ἢ ψέγειν ἔχει· τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων· ἐμοὶ δ᾽ ἀκούειν ἔσθ᾽ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην οἷ᾽ ὀδύρεται πόλις, πασῶν γυναικῶν. ὡς ἀναξιωτάτη κάκιστ᾽ ἀπ᾽ ἔργων εὐκλεεστάτων φθίνει, ἥτις τὸν αὑτῆς αὐτάδελφον, ἐν φοναῖς πεπτῶτ᾽, ἄθαπτον μήθ᾽ ὑπ᾿ ὠμηστῶν κυνῶν εἴασ᾽ ὀλέσθαι, μήθ᾽ ὑπ᾽ οἰωνῶν τινος. οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδ᾽ ἐρεμνὴ σῖγ᾽ ἐπέρχεται φάτις. ἐμοὶ δὲ, σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον · τί γὰρ πατρὸς θάλλοντος εὐκλείᾳ τέκνοις ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί; μὴ νῦν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὃ φὴς σὺ, κοὐδὲν ἄλλο, τοῦτ᾽ ὀρθῶς ἔχειν · ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, οὗτοι, διαπτυχθέντες, ὤφιθησαν κενοί· ἀλλ᾽ ἄνδρα, κἤν τις ᾖ σοφὸς, τὸ μανθάνειν πόλλ᾽, αἰσχρὸν οὐδὲν, καὶ τὸ μὴ τείνειν ἄγαν. ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσώζεται, τὰ δ᾽ ἀντιτείνοντ᾽, αὐτόπρεμν᾽ ἀπόλλυται· αὕτως δὲ ναὸς ὅστις ἐγκρατὴς, πόδα τείνας, ὑπείκει μηδὲν, ὑπτίοις, κάτω στρέψας, τὸ λοιπὸν σέλμασιν ναυτίλλεται. ἀλλ᾽ εἶκε θυμοῦ, καὶ μετάστασιν δίδου· γνώμη γὰρ εἴ τις κἀπ᾽ ἐμοῦ νεωτέρου πρόσεστι, φήμ᾽ ἔγωγε πρεσβεύειν πολὺ, φῦναι τὸν ἄνδρα πάντ᾽ ἐπιστήμης πλέων· εἰ δ᾽ οὖν (φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν), καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν. Χορός ἄναξ, σέ τ᾽ εἰκὸς, εἴ τι καίριον λέγει, μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽· εὖ γὰρ εἴρηται διπλᾶ. Κρέων οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ φρονεῖν πρὸς ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; Αἵμων μηδὲν τὸ μὴ δίκαιον· εἰ δ᾽ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. Κρέων ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν ; Αἵμων οὐδ᾽ ἂν κελεύσαιμ᾽ εὐσεβεῖν ἐς τοὺς κακούς. Κρέων οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ; Αἵμων οὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς. Κρέων πόλις γὰρ ἡμῖν, ἁμὲ χρὴ τάσσειν, ἐρεῖ; Αἵμων ὁρᾷς, τάδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος; Κρέων ἄλλῳ γὰρ, ἢ ᾽μοὶ, χρή γε τῆσδ᾽ ἄρχειν χθονός; Αἵμων πόλις γὰρ οὐκ ἔσθ᾽, ἥτις ἀνδρός ἐσθ᾽ ἑνός. Κρέων οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; Αἵμων καλῶς ἐρήμης γ᾽ ἂν σὺ γῆς ἄρχοις μόνος. Κρέων ὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ ξυμμαχεῖ. Αἵμων εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι. Κρέων ὦ παῖ κάκιστε, διὰ δίκης ἰὼν πατρί! Αἵμων οὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ; Κρέων ἁμαρτάνω γὰρ, τὰς ἐμὰς ἀρχὰς σέβων; Αἵμων οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. Κρέων ὦ μιαρὸν ἦθος, καὶ γυναικὸς ὕστερον! Αἵμων οὐκ ἂν δ᾽ ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. Κρέων ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. Αἵμων καὶ σοῦ γε, κᾀμοῦ, καὶ θεῶν τῶν νερτέρων. Κρέων ταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς. Αἵμων ἥδ᾽ οὖν θανεῖται, καὶ θανοῦσ᾽ ὀλεῖ τινά. Κρέων ἦ κᾀπ᾽ ἀπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύ; Αἵμων τίς δ᾽ ἔστ᾽ ἀπειλὴ, πρὸς κενὰς γνώμας λέγειν; Κρέων κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. Αἵμων εἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν. Κρέων γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με. Αἵμων βούλει λέγειν τι, καὶ λέγων μηδὲν κλύειν. Κρέων ἄληθες; ἀλλ᾽ οὐ, τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι χαίρων ἐπιψόγοισι δεννάσεις ἐμέ. ἄγετε τὸ μῖσος, ὡς κατ' ὄμματ᾽ αὐτίκα παρόντι θνήσκῃ πλησία τῷ νυμφίῳ! Αἵμων οὐ δῆτ᾽ ἔμοιγε (τοῦτο μὴ δόξης ποτέ!) οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμᾶ τοὐμὸν προσόψει κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν, ὡς τοῖς θέλουσι τὠφελεῖν μαίνει ξυνών. Χορός ὡνὴρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς· νοῦς τηλικούτοις δ᾽ ἔστιν ἀλγήσας βαρύς. Κρέων δράτω, φρονείτω μεῖζον, ἢ κατ᾽ ἄνδρ᾽, ἰών· τὰ δ᾽ οὖν κόρα τάδ᾽ οὐκ ἀπαλλάξει μόρου. Χορός ἄμφω γὰρ αὐτὰ καὶ κατακτεῖναι νοεῖς; Κρέων οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις. Χορός μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν ; Κρέων ἄγων ἔρημος ἔνθ᾽ ἂν ᾖ βροτῶν στίβος, κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι, φορβῆς τοσοῦτον, ὡς ἄκος μόρου, προθεὶς, ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις. κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν, αἰτουμένη που, τεύξεται τὸ μὴ θανεῖν, ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ᾽, ὅτι πόνος περισσός ἐστι, τἀν Ἅιδου σέβειν. Χορός Ἔρως, ἀνίκατε μάχαν, Ἔρως, ὃς οὐ κτήμασι πίπτεις, ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις, φοιτᾷς δ᾽ ὑπερπόντιος, ἔν τ᾽ ἀγρονόμοις αὐλαῖς· ᾿ καί σ᾽ οὔτ᾽ ἀθανάτων φύξιμος οὐδεὶς, οὔθ᾽ ἁμερίων. ἐπ’ ἀνθρώπων· ὁ δ' ἔχων, μέμῃνε. σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ· σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας· νικᾷ δ᾽ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσμῶν· ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα. νῦν δ᾽ ἤδη ᾿γὼ καὐτὸς θεσμῶν ἔξω φέρομαι, τάδ᾽ ὁρῶν, ἴσχειν δ᾽ οὐκ ἔτι πηγὰς δύναμαι δακρύων, τὸν παγκοίταν ὅθ᾽ ὁρῶ θάλαμον τήνδ᾽ Ἀντιγόνην ἀνύτουσαν. Ἀντιγόνη ὁρᾶτέ μ᾽, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίοιο, κοὔ πο- τ᾽ αὖτ', ἀλλ᾽ ἔμ᾽ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει τὰν Ἀχέροντος ἀκτὰν, οὔθ᾽ ὑμεναίων ἔγκληρον, οὔτ᾽ ἐπινυμφίδιός πω μέ τις ὕμνος ὕμνησεν, ἀλλ᾽ ἦ ᾽χέροντι νυμφεύσω. Χορός οὐκοῦν κλεινὴ, καὶ ἔπαινον ἔχου- σ᾽, ἐς τόδ᾽ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσι πληγεῖσα νόσοις, οὔτε ξιφέων ἐπίχειρα λαχοῦ- σ᾽, ἀλλ᾽, αὐτόνομος ζῶσα μόνη δὴ θνατῶν, Ἀϊδαν καταβήσει. Ἀντιγόνη ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν Ταντάλου, Σιπύλῳ πρὸς ἄκρῳ, τὰν, κισσὸς ὡς, ἀτενὴς πετραία βλάστα δάμασεν· καὶ νῦν ὄμβροι τακομέναν, ὡς φάτις ἀνδρῶν, χιών τ᾽ οὐδαμὰ λείπει, τέγγει δ᾽ ὑπ’ ὀφρύσι παγκλαύστοις δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει. Χορός ἀλλὰ θεός τοι καὶ θεογεννὴς, ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς · καί σοι φθιμένᾳ μέγ᾽ ἀκοῦσαι, τοῖς ἰσοθέοις ἔγκληρα λαχεῖν. Ἀντιγόνη οἴ μοι, γελῶμαι! τί με, πρὸς θεῶν πατρῴων, οὐκ οὐλομέναν ὑβρίζεις, ἀλλ᾽ ἐπίφαντον ; ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· ὦ Διρκαῖαι κρῆναι, Θήβας τ᾽ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμ᾽ ἐπιβοῶμαι, οἵα φίλων ἄκλαυστος, οἵοις νόμοις πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου! ὦ δύστανος, οὔτ᾽ ἐν θνατοῖς οὔτ᾽ ἐν νεκροῖσι μέτοικος, οὐ ζῶσιν, οὐ θανοῦσι. Χορός προβᾶσ᾽ ἐπ᾽ ἔσχατον θράσους, ὑψηλὸν ἐς Δίκας βάθρον προσέπαισας, ὦ τέκνον, πολύ. πατρῷον ἐκτίνεις τιν᾽ ἆθλον. Ἀντιγόνη ἔψαυσας ἀλγει- νοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶτον, τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. ὦ ματρῷαι λέκτρων ἆται, κοιμήματά τ᾽ αὐτογέννη- θ᾽ ἁμῷ πατρὶ δυσμύρου ματρὸς, οἵων ἐγώ ποθ᾽ ἁ ταλαίφρων ἔφυν, πρὸς οὓς, ἀραῖος, ἄγαμος, ἅδ᾽ ἐγὼ μέτοικος ἔρχομαι! ὦ, δυσπότμων, κασίγνητε, γάμων κυρήσας, θανὼν ἔτ᾽ οὖσαν κατήναρές με! Χορός σέβειν νὶν, εὐσέβειά τις· κράτος δ᾽, ὅτῳ κράτος μέλει, παραβατὸν οὐδαμῇ πέλει. σὲ δ᾽ αὐτόγνωτος ὤλεσ᾽ ὀργά. Ἀντιγόνη ἄκλαυστος, ἄφιλος, ἀνυμέναιος, ταλαίφρων ἄγομαι τάν- δ᾽ ἑτοίμαν ὁδόν. οὐκ ἔτι μοι τόδε λαμπάδος ἱερὸν ὄμμα θέμις ὁρᾷν ταλαίνᾳ· τὸν δὲ πότμον ἀδάκρυτον ἐμὸν οὐδεὶς φίλων στενάζει. Κρέων ἆρ᾽ ἴστ᾽, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν, ὡς οὐδ᾽ ἂν εἷς παύσαιτ᾽ ἂν, εἰ χρείη λέγειν; οὐκ ἄξεθ᾽ ὡς τάχιστα, καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ᾽ ἐγὼ, ἄπιτε, μόνην, ἔρημον, εἴτε χρὴ θανεῖν, εἴτ᾽ ἐν τοιαύτῃ ζῶσα τυμβεύσει στέγῃ· ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην, μετοικίας δ᾽ οὖν τῆς ἄνω στερήσεται. Ἀντιγόνη ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς οἴκησις αἰείφρουρος, οἷ πορεύομαι πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς πλεῖστον δέδεκται Περσέφασσ᾽ ὀλωλότων· ὧν λοισθία ᾽γὼ, καὶ κάκιστα δὴ μακρῷ, κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου! ἐλθοῦσα μέν τοι, κάρτ᾽ ἐν ἐλπίσι τρέφω, φίλη μὲν ἥξειν πατρὶ, προσφιλὴς δέ σοι, μῆτερ, φίλη δέ σοι, κασίγνητον κάρα· ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ ἔλουσα, κἀκόσμησα, κἀπιτυμβίους χοὰς ἔδωκα· νῦν δὲ, Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα, τοιάδ᾽ ἄρνυμαι. καί τοι σ᾽ ἐγὼ ᾿τίμησα τοῖς φρονοῦσιν εὖ· οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν, εἰ τέκνων μήτηρ ἔφυν, οὔτ᾽ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδ᾽ ἂν ᾐρόμην πόνον. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; πόσις μὲν ἄν μοι, κατθανόντος, ἄλλος ἦν, καὶ παῖς ἀπ’ ἄλλου φωτὸς, εἰ τοῦδ᾽ ἤμπλακον· μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν, οὐκ ἔστ᾽ ἀδελφὸς ὅστις ἂν βλαστοῖ ποτε. τοιῷδε μέν τοι σ᾽ ἐκπροτιμήσασ᾽ ἐγὼ νόμῳ, Κρέοντι ταῦτ᾽ ἔδοξ᾽ ἁμαρτάνειν, καὶ δεινὰ τολμᾷν, ὦ κασίγνητον κάρα! καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν, ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου μέρος λαχοῦσαν, οὔτε παιδείου τροφῆς· ἀλλ’ ὧδ᾽ ἔρημος πρὸς φίλων, ἡ δύσμορος, ζῶσ᾽ εἰς θανόντων ἔρχομαι κατασκαφὰς, ποίαν παρεξελθοῦσα δαιμόνων δίκην; τί δὲ χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; τίν᾽ αὐδὰν ξυμμάχων; ἐπεί γε δὴ τὴν δυσσέβειαν εὐσεβοῦσ᾽ ἐκτησάμην. ἀλλ’, εἰ μὲν οὖν τάδ᾽ ἐστὶν ἐν θεοῖς καλὰ, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· εἰ δ᾽ οἵδ᾽ ἁμαρτάνουσι, μὴ πλείω κακὰ πάθοιεν, ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ. Χορός ἔτι τῶν αὐτῶν ἀνέμων αὐταὶ ψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. Κρέων τοιγὰρ ταύτην τοῖσιν ἄγουσι βραδυτῆτος ὕπερ κλαύμαθ᾽ ὑπάρξει. Ἀντιγόνη οἴ μοι, θανάτου τοῦτ᾽ ἐγγυτάτω τοὖπος ἀφῖκται! Κρέων θαρσεῖν οὐδὲν παραμυθοῦμαι μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. Ἀντιγόνη ὦ γῆς Θήβης ἄστυ πατρῷον, καὶ θεοὶ προγενεῖς, ἄγομαι δὴ, κοὐκ ἔτι μέλλω. λεύσσετε, Θήβης οἱ κοιρανίδαι, τὴν βασιλίδα τὴν μούνην λοιπὴν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα! Χορός ἔτλα καὶ Δανάας οὐράνιον φῶς ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτομένα δ᾽ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη· καὶ τοι γενεᾷ τίμιος, ὦ παῖ, παῖ, καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. ἀλλ’ ἁ μοιριδία τις δύνασις δεινὰ οὔτ᾽ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν. ζεύχθη δ᾽ ὀξύχολος παῖς ὁ Δρύαντος, Ἠδωνῶν βασιλεὺς, κηρεσίοις ὀργαῖς ἐκ Διονύσου πετρώδει κατάφρακτος ἐν δεσμῷ. οὕτω μανίας δεινὸν ἀποστάζειν ἀτηρόν τε μένος, κεῖνος ἐπέγνω, μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίαις γλώσσας. παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας, Εὔϊόν τε πῦρ, φιλαύλους τ᾽ ἠρέθιζε Μούσας. παρὰ δὲ Κυανέων πελαγέων διδύμας ἁλὸς ἀκταὶ Βοσπόριαι, ἰδ᾽ ὁ Θρᾳκῶν Σαλμυδησὸς, ἵν᾽ ἀγχίπολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος, ἀλαὸν, ἀλαστόροισιν ὀμμάτων κύκλοις, ῥαγὲν δ᾽ οὐκ ἐγχέων, αἱματηρᾶς χειρὸς δὲ καὶ κερκίδων, ἀκμαῖσι. κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν κλαῖον ματρὸς, ἔχον- τες ἀνύμφευτον γονὰν, ἃ μὴν ἀρχαιογόνων ἄντασ' Ἐρεχθειδᾶν, τηλεπόροις δ᾽ ἐν ἄντροις τράφη θυέλλῃσιν ἐν πατρῴαις, Βορεὰς, ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου, θεῶν παῖς, ἀλλὰ κἀπ᾽ ἐκείνᾳ Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ. Τειρεσίας Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν, δύ᾽ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. Κρέων τί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; Τειρεσίας ἐγὼ διδάξω· καὶ σὺ τῷ μάντει πιθοῦ. Κρέων οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. Τειρεσίας τοιγὰρ δι᾽ ὀρθῆς τήνδ᾽ ἐναυκλήρεις πόλιν. Κρέων ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. Τειρεσίας φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. Κρέων τί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. Τειρεσίας γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵν᾿ ἦν μοι παντὸς οἰωνοῦ λιμὴν, ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ, καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φονὰς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. εὐθὺς δὲ, δείσας, ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ᾽ ἐπὶ σποδῷ μυδῶσα κηκὶς μηρίων ἐτήκετο, κἄτυφε, κἀνέπτυε, καὶ μετάρσιοι χολαὶ διεσπείροντο, καὶ καταῤῥυεῖς μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. τοιαῦτα παιδὸς τοῦδ᾽ ἐμάνθανον πάρα, φθίνοντ᾽ ἀσήμων ὀργίων μαντεύματα· ἐμοὶ γὰρ οὗτος ἡγεμὼν, ἄλλοις δ᾽ ἐγώ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις· βωμοὶ γὰρ ἡμῖν, ἐσχάραι τε παντελεῖς, πλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου· κᾆτ' οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παρ᾽ ἡμῶν, οὐδὲ μηρίων φλόγα, οὐδ᾽ ὄρνις εὐσήμους ἀποῤῥοιβδεῖ βοὰς, ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. ταῦτ᾽ οὖν, τέκνον, φρόνησον! ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· ἐπὴν δ᾽ ἁμάρτῃ, κεῖνος οὐκ ἔτ᾽ ἔστ᾽ ἀνὴρ ἄβουλος οὐδ᾽ ἄνολβος, ὅστις, ἐς κακὸν πεσὼν, ἀκεῖται, μηδ᾽ ἀκίνητος πέλει. αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει. ἀλλ᾽ εἶκε τῷ θανόντι, μηδ᾽ ὀλωλότα κέντει· τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω· τὸ μανθάνειν ἥδιστον εὖ λέγοντος, εἰ κέρδος φέρει. Κρέων ὦ πρέσβυ, πάντες, ὥστε τοξόται σκοποῦ, τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς ἄπρακτος ὑμῖν εἰμὶ, τῶν γένους ὕπο ἐξημπόλημαι κἀκπεφόρτισμαι πάλαι. κερδαίνετ᾽, ἐμπολᾶτε τὸν πρὸς Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε, οὐδ᾽, εἰ θέλουσ᾽ οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους· οὐδ᾽ ὣς, μίασμα τοῦτο μὴ τρέσας, ἐγὼ θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἷδ᾽, ὅτι θεοὺς μιαίνειν οὔ τις ἀνθρώπων σθένει. πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν χ’ οἱ πολλὰ δεινοὶ πτώματ᾽ αἰσχρ᾽, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. Τειρεσίας φεῦ! ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, ... Κρέων τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις; Τειρεσίας ὅσῳ κράτιστον κτημάτων ἡ ᾿ὐβουλία; Κρέων ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν, πλείστη βλάβη. Τειρεσίας ταύτης σὺ μέν τοι τῆς νόσου πλήρης ἔφυς. Κρέων οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. Τειρεσίας καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. Κρέων τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. Τειρεσίας τὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. Κρέων ἆρ᾽ οἶσθα ταγοὺς ὄντας, ἃ ᾽ν λέγῃς, λέγων; Τειρεσίας οἶδ᾽· ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν. Κρέων σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. Τειρεσίας ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. Κρέων κίνει, μόνον δὲ μὴ ᾽πὶ κέρδεσιν λέγων. ... Τειρεσίας οὕτω γὰρ ἤδη καὶ δοκῶ, τὸ σὸν μέρος; Κρέων ὡς μὴ ᾿μπολήσων ἴσθι τὴν ἐμὴν φρένα. Τειρεσίας ἀλλ᾽ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι τροχοὺς ἁμιλλητῆρας ἡλίου τελῶν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, ἀνθ᾽ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω ψυχήν γ᾽ ἀτίμως ἐν τάφῳ κατοικίσας, ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶν ἄμοιρον, ἀκτέριστον, ἀνόσιον, νέκυν · ὧν οὔτε σοι μέτεστιν οὔτε τοῖς ἄνω θεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε. τούτων σε λωβητῆρες ὑστεροφθόροι λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐριννύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς. καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωμένος λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ ἀνδρῶν, γυναικῶν, σοῖς δόμοις κωκύματα, ἔχθρᾳ δὲ πᾶσαι ξυνταράσσονται πόλεις, ὅσῳ σπαράγματ᾽ ἢ κύνες καθήγισαν, ἢ θῆρες, ἤ τις πτηνὸς οἰωνὸς, φέρων ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου (λυπεῖς γὰρ), ὥστε τοξότης, ἀφῆκα θυμῷ καρδίας τοξεύματα βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ. ὦ, παῖ, σὺ δ᾽ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχωτέραν, τὸν νοῦν τ᾽ ἀμείνω τῶν φρενῶν, ὧν νῦν φέρει. Χορός ὥνὴρ, ἄναξ, βέβηκε, δεινὰ θεσπίσας· ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πω ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. Κρέων ἔγνωκα καὐτὸς, καὶ ταράσσομαι φρένας· τό τ᾽ εἰκάθειν γὰρ δειλὸν, ἀντιστάντα δὲ ἄτῃ πατάξαι θυμὸν, ἐν δεινῷ πάρα. Χορός εὐβουλίας δεῖ, παῖ Μενοικέως, Κρέον. Κρέων τί δῆτα χρὴ δρᾷν; φράζε· πείσομαι δ᾽ ἐγώ. Χορός ἐλθὼν, κόρην μὲν ἐκ κατώρυχος στέγης ἄνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον. Κρέων καὶ ταῦτ᾽ ἐπαινεῖς, καὶ δοκεῖς παρεικάθειν; Χορός ὅσον γ᾽, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. Κρέων οἴ μοι! μόλις μὲν, καρδίας δ᾽ ἐξίσταμαι, τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον. Χορός δρᾶ νῦν τάδ᾽ ἐλθὼν, μηδ᾽ ἐπ᾽ ἄλλοισι τρέπε. Κρέων ὧδ᾽, ὡς ἔχω, στείχοιμ᾽ ἄν· οἱ δ᾽ ὀπάονες, οἵ τ᾽ ὄντες, οἵ τ᾿ ἀπόντες, ἀξίνας χεροῖν ὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον· ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη, αὐτός τ᾽ ἔδησα, καὶ παρὼν ἐκλύσομαι· δέδοικα γὰρ, μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σώζοντα τὸν βίον τελεῖν. Χορός πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα, καὶ Διὸς βα- ρυβρεμέτα γέννα, κλυτὰν ὃς ἀμφέπεις Ἰταλίαν, μετεῖς δὲ παγκοίνοις Ἐλευσινίας Δηοῦς ἐν κόλποις, ὦ Βακχεῦ, Βακχᾶν ματρόπολιν ναίων, παρ’ ὑδρηλῶν Ἰσμηνοῦ ῥεέθρων, ἀρχαίου τ᾽ ἐπὶ σπορᾷ δράκοντος· σὲ δ᾽ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε λιγνὺς, ἔνθα Κωρυκίαις Νύμφαις στείχουσι Βακχίδες, Κασταλίας τε νᾶμα, καί σε Νυσαίων ὀρέων κισσήρεις ὄχθαι, χλωρά τ᾽ ἀ- κτὰ πουλυστάφυλος πέμπει, ἁβρότων ἐπέων εὐαζόντων, Θηβαίας ἐπισκοποῦντ᾽ ἀγυιάς· τὰν ἔμπας σὺ τιμᾷς ὑπερτάταν πόλεων, ματρὶ σὺν κεραυνίᾳ· καὶ νῦν, ὡς βιαίας ἔχεται πόλις πάνδημος νόσου, ποδὶ καθαρσίω, μολεῖν κλιτὺν ὑπὲρ Παρνασίαν, ἢ στονόεντα πορθμόν! ἰὼ πῦρ πνεόντων οἴστρων τε καὶ νυχίων φθεγμάτων ἐπίσκοπε παῖ, Ζηνὸς γένεθλον, προφάνηθι Να- ξίαις Θυιάσι σαῖς ἅμα περιπόλοις, μαινόμεναι χορεύουσ᾽ αἳ πάννυχοι τὸν ταμίαν Ἴακχον. Ἄγγελος Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπου βίον οὔτ᾽ αἰνέσαιμ᾽ ἂν, οὔτε μεμψαίμην ποτέ· τύχη γὰρ ὀρθοῖ καὶ Τύχη καταῤῥέπει τὸν εὐτυχοῦντα, τόν τε δυστυχοῦντ᾽, ἀεί· καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτὸς, ὡς ἐμοὶ, ποτὲ, σώσας μὲν ἔχθρῶν τήνδε Καδμείαν χθόνα, λαβὼν δὲ χώρας παντελῆ μοναρχίαν εὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ· καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ ζῇν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν · πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα, καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων, ἐὰν δ᾽ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Χορός τί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων; Ἄγγελος τεθνᾶσιν · οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. Χορός καὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος ; λέγε. Ἄγγελος Αἵμων ὄλωλεν, αὐτόχειρ δ᾽ αἱμάσσεται. Χορός πότερα πατρῴας, ἢ πρὸς οἰκείας χερός; Ἄγγελος αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. Χορός ὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας! Ἄγγελος ὡς ὧδ᾽ ἐχόντων, τἄλλα βουλεύειν πάρα. Χορός καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ, δάμαρτα τὴν Κρέοντος · ἐκ δὲ δωμάτων, ἤτοι κλύουσα παιδὸς, ἢ τύχῃ, περᾷ. Εὐρυδίκη ὦ πάντες ἀστοὶ (τοῦ λόγου γ᾽ ἐπῃσθόμην πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς ὅπως ἱκοίμην εὐγμάτων προσήγορος · καὶ τυγχάνω γε κλεῖθρ᾽ ἀνασπαστοῦ πύλης χαλῶσα. κᾀμὲ φθόγγος οἰκείου κακοῦ βάλλει δι' ὤτων, ὑπτία δὲ κλίνομαι δείσασα πρὸς δμωαῖσι, κἀποπλήσσομαι), ἀλλ’, ὅστις ἦν ὁ μῦθος, αὖθις εἴπατε! κακῶν γὰρ οὐκ ἄπειρος οὖσ᾽ ἀκούσομαι. Ἄγγελος ἐγὼ, φίλη δέσποινα, καίπερ ὤμ᾽, ἐρῶ, κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος· τί γάρ σε μαλθάσσοιμ᾽ ἂν, ὧν ἐς ὕστερον ψεῦσται φανούμεθ᾽ ; ὀρθὸν ἡ ᾿λήθει᾽ ἀεί. ἔγωγε σῷ ποδαγὸς ἑσπόμην πόσει πεδίον ἐπ᾿ ἄκρον, ἔνθ᾽ ἔκειτο νηλεὲς κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι. καὶ τὸν μὲν, αἰτήσαντες ἐνοδίαν Θεὸν, Πλούτωνά τ᾽, ὀργὰς εὐμενεῖς κατασχέθειν, λούσαντες ἁγνὸν λουτρὸν, ἐν νεοσπάσι θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν, καὶ, τύμβον ὀρθόκρανον οἰκείας χθονὸς χώσαντες, αὖθις πρὸς λιθόστρωτον κόρης νυμφεῖον ᾅδου κοῖλον εἰσεβαίνομεν. φωνῆς δ᾽ ἄπωθεν ὀρθίων κωκυμάτων κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα, καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών · τῷ δ᾽ ἀθλίας εὔσημα περιβαίνει βοῆς, ἕρποντι μᾶλλον ἄσσον, οἰμώξας δ᾽ ἔπος ἵησι δυσθρήνητον · ὦ, τάλας ἐγὼ, ἆρ᾽ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν; παιδός με σαίνει φθόγγος. ἀλλὰ, πρόσπολοι, ἴτ᾽ ἆσσον ὠκεῖς, καὶ παραστάντες τάφῳ ἀθρήσαθ᾽, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος φθόγγον ξυνίημ᾽, ἢ θεοῖσι κλέπτομαι. — τάδ', ἐξαθύμου δεσπότου κελεύσμασιν, ἐδρῶμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι τὴν μὲν, κρεμαστὴν αὐχένος, κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην· τὸν δ᾽, ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν, καὶ πατρὸς ἔργα, καὶ τὸ δύστηνον λέχος. ὁ δ᾽, ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας, ἔσω χωρεῖ πρὸς αὐτόν, κἀνακωκύσας καλεῖ· ὦ τλῆμον, οἷον ἔργον εἴργασαι; τίνα νοῦν ἔσχες; ἐν τῷ ξυμφορᾶς διεφθάρης; ἔξελθε, τέκνον! ἱκέσιός σε λίσσομαι.- τὸν δ᾽ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ, κοὐδὲν ἀντειπὼν, ξίφους ἕλκει διπλοῦς κνώδοντας· ἐκ δ᾽ ὁρμωμένου πατρὸς φυγαῖσιν, ἤμπλακ᾽· εἶθ᾽ ὁ δύσμορος αὑτῷ χολωθεὶς, ὥσπερ εἶχ᾽, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ᾽ ὑγρὸν ἀγκῶν᾽, ἔτ᾽ ἔμφρων, παρθένον προσπτύσσεται· καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει πνοὴν λευκῇ παρειᾷ φοινίου σταλάγματος. κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ τέλη λαχὼν δείλαιος εἰς Ἅιδου δόμους, δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν, ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν. Χορός τί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. Ἄγγελος καὐτὸς τεθάμβηκ᾽· ἐλπίσιν δὲ βόσκομαι, ἄχη τέκνου κλύουσαν, ἐς πόλιν γόους οὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσω δμώαις προθήσειν πένθος οἰκεῖον στένειν· γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ' ἁμαρτάνειν. Χορός οὐκ οἶδ᾽· ἔμοιγ᾽ οὖν ἥ τ’ ἄγαν σιγὴ βαρὺ δοκεῖ προσεῖναι, χ᾽ ἡ μάτην πολλὴ βοή. Ἄγγελος ἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετον κρυφῆ καλύπτει καρδίᾳ θυμουμένῃ, δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις· καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος. Χορός καὶ μὴν ὅδ᾽ ἄναξ αὐτὸς ἐφήκει, μνῆμ᾽ ἐπίσημον διὰ χειρὸς ἔχων, εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν ἄτην, ἀλλ᾽ αὐτὸς ἁμαρτών. Κρέων ἰὼ δυσφρενῶν ἁμαρτήματα στερεὰ, θανατόεν- τ᾿! ὦ κτανόντας τε καὶ θανόντας βλέποντες ἐμφυλίους. ὦ, μοι ἐμῶν ἄνολβα βουλευμάτων: ὦ παῖ, παῖ, νέος νέῳ ξὺν μόρῳ, αἴ, αἷ, αἷ, ἔθανες, ἀπελύθης, ἐμαῖς, οὐδὲ σαῖσι, δυσβουλίαις. Χορός ὅμως ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. Κρέων οἵ μοι! ἔχω μαθὼν δείλαιος· ἐν δ᾽ ἐμῷ κάρᾳ θεὸς τότ' ἄρα, τότε, μέγα βάρος ἔχων ἔπαισεν, ἐν δ᾽ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴ μοι, λαξπάτητον ἀντρέπων χαράν. φεῦ, φεῦ! ὦ πόνοι βροτῶν δύσπονοι! Ἐξάγγελος ὦ δέσποθ᾽, ὅσσ᾽ ἔχων τε καὶ κεκτημένος ἔοικας ἥκων κ᾽ ἐνθάδ᾽ ὄψεσθαι κακά! Κρέων τί δ᾽ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; Ἐξάγγελος γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν. Κρέων ἰὼ δυσκάθαρτος ᾅδου λιμὴν, τί μ᾽ ἄρα, τί μ᾽ ὀλέκεις; ὦ κακάγγελτά μοι προπέμψας ἄχη, τίνα θροεῖς λόγον; αἶ, αἶ, ᾽λωλότ᾽ ἄνδρ᾽ ἐπεξειργάσω! τί φῇς, παῖ, νέον; τίν᾽ αὐδᾷς λόγον; αἶ, αἶ, αἶ, σφάγιον ἐπ᾿ ὀλέθρῳ γυναικεῖον ἀμφικεῖσθαι μόρον; Ἐξάγγελος ὁρᾷν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι. Κρέων οἴ μοι! κακὸν τόδ᾽ ἄλλο δεύτερον βλέπω τάλας. τίς ἄρα, τίς, με πότμος ἔτι περιμένει; ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, τάλας, τὸν δ᾽ ἔναντα προσβλέπω νεκρόν. φεῦ, φεῦ, μᾶτερ ἀθλία! φεῦ, τέκνον! Ἐξάγγελος ἡ δ᾽ ὀξύθηκτος ἥδε, βωμία πέριξ, λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, αὖθις δὲ τοῦδε, λοίσθιον δέ σοι κακὰς πράξεις ἐφυμνήσασα, τῷ παιδοκτόνῳ. Κρέων αἶ, αἶ, ἀνέπταν φόβῳ! Τί μ᾽ οὐκ ἀνταίαν ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει; δείλαιος δ᾽ ἐγὼ, φεῦ, φεῦ, δειλαίᾳ ξυγκέκραμαι δύᾳ! Ἐξάγγελος ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων πρὸς τῆς θανούσης τῆσδ᾽ ἐπεσκήπτου μόρων. Κρέων ποίῳ δὲ κἀπελύσατ᾽ ἐμφανῶς τρόπῳ; Ἐξάγγελος παίσασ᾽ ὑφ᾽ ἧπαρ αὐτόχειρ αὑτὴν, ὅπως παιδὸς τόδ᾽ ᾔσθετ᾽ ὀξυκώκυτον πάθος. Κρέων ὤ μοι μοι, τάδ᾽ οὐκ ἐπ᾽ ἄλλον βροτῶν ἐμᾶς ἁρμόσει ποτ᾽ ἐξ αἰτίας· ἐγὼ γὰρ σ᾽ ἔγωγ᾽ ἔκανον, ὁ μέλεος, ἔγώ! φάμ᾽ ἔτυμον. ἰὼ πρόσπολοι, ἄγετέ μ᾽ ὅτι τάχος, ἄγετέ μ' ἐκποδών, τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα! Χορός κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς. Κρέων ἴτω, φανήτω μόρων ὁ κάλλιστ᾽ ἐμῶν ἐμοὶ τερμίαν ἄγων ἁμέραν ὕπατος! ἴτω, ἴτω, ὅπως μηκέτ᾽ ἆ- μαρ ἄλλ᾽ εἰσίδω! Χορός μέλλοντα ταῦτα· τῶν προκειμένων τι χρὴ πράσσειν· μέλει γὰρ τῶνδ᾽, ὅτοισι χρὴ μέλειν. Κρέων ἀλλ᾽, ὧν ἐρῶμεν, ταῦτα συγκαθέξομεν. Χορός μὴ νῦν προσεύχου μηδέν· ὡς πεπρωμένης οὐκ ἔστι θνητοῖς ξυμφορᾶς ἀπαλλαγή. Κρέων ἄγοιτ᾽ ἂν μάταιον ἄνδρ᾽ ἐκποδὼν, ὃς, ὦ παῖ, σέ τ᾽ οὐχ ἑκὼν ἔκτανον, σέ τ᾽ αὐτὰν (ἰὼ μέλεος!), οὐδ᾽ ἔχω, ὅποι πρὸς πότερον ἴδω! πᾶν κάτω· πάντα γε λέχρια, τἀν χεροῖν, τά τ᾽ ἐπίκαρ, πότμος δυσκόμιστος εἰσήλατο. Χορός βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά. — πολλῷ τὸ φρονεῖν εὐδαιμονίας πρῶτον ὑπάρχει· χρὴ δὲ τά γ᾽ ἐς θεοὺς μηδὲν ἀσεπτεῖν· μεγάλοι δὲ λόγοι μεγάλας πληγὰς τῶν ὑπεραύχων ἀποτίσαντες, γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.