Antigone Machine readable text Sophocles Gottfried Hermann 1772-1848 Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Tufts University About 83Kb Trustees of Tufts University Medford, MA Perseus Project Sophocles Sophocles Fleischer Leipzig 1830

This pointer pattern extracts lines.

Greek Packaged for CTS; added modern citeStructure and legacy refsDecl declarations and aligned every Greek line to the Storr reference edition.Basic formatting.
Ἀντιγόνη ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ' οἶσθ᾽ ὅτι Ζεὺς τῶν ἀπ᾿ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινόν, οὔτ᾽ ἄτης ἄτερ, οὔτ᾽ αἰσχρόν , οὔτ᾽ ἄτιμον ἔσθ᾽ ὁποῖον οὔ, τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασὶ πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι, κεἰσήκουσας; ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; Ἰσμήνη ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων οὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί· ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα μᾶλλον, οὔτ᾽ ἀτωμένη. Ἀντιγόνη ᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶν τοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις. Ἰσμήνη τί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. Ἀντιγόνη οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων, τὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ χρῃσθεὶς δικαίᾳ καὶ νόμῳ κατὰ χθονὸς ἔκρυψε, τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί, φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι, μηδὲ κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασιν τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα· καὶ τὸ πρᾶγμ᾽ ἄγειν οὐχ ὡς παρ᾽ οὐδέν· ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα, εἴτ᾽ εὐγενὴς πέφυκας, εἴτ᾽ ἐσθλῶν κακή. Ἰσμήνη τί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ λύουσ᾽ ἂν ἢ θάπτουσα προσθείμην πλέον; Ἀντιγόνη εἰ ξυμπονήσεις καὶ ξυνεργάσει, σκόπει. Ἰσμήνη ποῖόν τι κινδύνευμα; ποῦ γνώμης πότ᾽ εἶ; Ἀντιγόνη εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. Ἰσμήνη ἦ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόῤῥητον πόλει; Ἀντιγόνη τὸν γοῦν ἐμόν, καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς, ἀδελφόν. οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι. Ἰσμήνη ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; Ἀντιγόνη ἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ᾽ εἴργειν μέτα. Ἰσμήνη οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο πρὸς αὐτοφώρων ἀμπλακημάτων, διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί· ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ' ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ᾽ ἐπαλλήλοιν χεροῖν. νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μέν, γυναῖχ᾽ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα ἔπειτα δ᾽, οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων, καὶ ταῦτ᾽ ἀκούειν, κἄτι τῶνδ᾽ ἀλγίονα. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι. πείσομαι. τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. Ἀντιγόνη οὔτ᾽ ἂν κελεύσαιμ᾽, οὔτ᾽ ἂν εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα. ἀλλ᾽ ἴσθ᾽ ὁποίᾳ σοι δοκεῖ. κεῖνον δ᾽ ἐγὼ θάψω. καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ᾽ · ἐπεὶ πλείων χρόνος, ὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ᾽ εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε. Ἰσμήνη ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι· τὸ δὲ βίᾳ πολιτῶν δρᾶν, ἔφυν ἀμήχανος. Ἀντιγόνη σὺ μὲν τάδ᾽ ἂν προὔχοι᾽· ἐγὼ δὲ δὴ τάφον χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Ἰσμήνη οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. Ἀντιγόνη μή μου προτάρβει· τὸν σὸν ἐξόρθου πότμον. Ἰσμήνη ἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ τοὔργον· κρυφῆ δὲ κεῦθε· σὺν δ᾽ αὔτως ἐγώ. Ἀντιγόνη οἴμοι· καταύδα. πολλὸν ἐχθίων ἔσει σιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ἰσμήνη θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Ἀντιγόνη ἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή. Ἰσμήνη εἰ καὶ δυνήσει γ᾽· ἀλλ᾽ ἀμηχάνων ἐρᾷς. Ἀντιγόνη οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ἰσμήνη ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. Ἀντιγόνη εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. ἀλλ᾽ ἔα με, καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν, παθεῖν τὸ δεινὸν τοῦτο. πείσομαι γὰρ οὐ τοσοῦτον οὐδέν, ὥστε μὴ οὐ καλῶς θανεῖν. Ἰσμήνη ἀλλ᾽, εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ᾽ ἴσθ᾽, ὅτι ἄνους μὲν ἔρχει, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη. Χορός ἀκτὶς ἀελίου, τὸ κάλ- λιστον ἑπταπύλῳ φανὲν Θήβᾳ τῶν προτέρων φάος, ἐφάνθης πότ᾽, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, 105 τὸν λεύκασπιν Ἀργόθεν φῶτα βάντα πανσαγίᾳ; φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ, ὃν ἐφ᾽ ἁμετέρᾳ γᾷ Πολυνείκης ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων ὀξέα κλάζων αἰετὸς ἐς γᾶν ὣς ὑπερέπτα, λευκῆς χιόνος πτέρυγι στεγανός, πολλῶν μεθ' ὅπλων, ξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν. στὰς δ᾽ ὑπὲρ μελάθρων φονώ- σαισιν ἀμφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόμα, ἔβα, πρίν ποθ᾽ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων πευκάενθ᾽ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτ᾽ ἐτάθη πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντι. Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει· καί σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους χρυσοῦ καναχῆς ὑπερόπτας, παλτῷ ῥίπτει πυρί, βαλβίδων ἐπ᾿ ἄκρων ἤδη νίκην ὁρμῶντ᾽ ἀλαλάξαι, ἀντίτυπα δ' ἐπὶ γᾷ πέσε τανταλωθείς, πυρφόρος ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων. εἶχε δ᾽ ἄλλᾳ μὲν ἄλ- λᾳ· τὰ δ᾽ ἐπ᾽ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόσειρος. ἑπτὰ λοχαγοὶ γὰρ ἐφ᾽ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους, ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη· πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς μητρός τε μιᾶς φύντε καθ᾽ αὑτοῖν δικρατεῖς λόγχας στήσαντ' ἔχετον κοινοῦ θανάτου μέρος ἄμφω. ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, ἐκ μὲν δὴ πολέμων τῶν νῦν θέσθε λησμοσύναν, θεῶν δὲ ναοὺς χοροῖς παννυχίοις πάντας ἐπέλθωμεν· ὁ Θήβας δ᾽ ἐλελίχθων Βάκχιος ἄρχοι. ἀλλ᾽ ὅδε γὰρ δὴ βασιλεὺς χώρας Κρέων ὁ Μενοικέως νεοχμὸς νεαραῖσι θεῶν ἐπὶ συντυχίαις χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, ὅτι σύγκλητον τήνδε γερόντων προὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας. Κρέων ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοί, πολλῷ σάλῳ σείσαντες, ὤρθωσαν πάλιν· ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα ἔστειλ᾽ ἱκέσθαι· τοῦτο μέν, τὰ Λαΐου σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη· τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν, κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτι παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθ᾽ ἡμέραν ὤλοντο, παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γάρ, ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλ᾽ ἐκ φόβου τοὺ γλῶσσαν ἐγκλείσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον᾽ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί, οὔτ᾽ ἂν σιωπήσαιμι, τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτ᾽ ἂν φίλον πότ᾽ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων, ὁτι ἥδ᾽ ἐστὶν ἡ σώζουσα, καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν. καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι, παίδων τῶν ἀπ᾽ Οἰδίπου πέρι· Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν ὄλωλε τῆσδε, πάντ᾽ ἀριστεύσας δορί, τάφῳ τε κρύψαι, καὶ τὰ πάντ᾽ ἐφαγνίσαι, ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς. τὸν δ᾽ αὖ ξύναιμον τοῦδε, Πολυνείκην λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς, φυγὰς κατελθών, ἠθέλησε μὲν πυρὶ πρῆσαι κατάκρας, ἠθέλησε δ᾽ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον πόλει τῇδ᾽ ἐκκεκηρῦχθαι τάφῳ μήτε κτερίζειν, μήτε κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄθαπτον, καὶ πρὸς οἰωνῶν δέμας καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέντ᾽ ἰδεῖν. τοιόνδ᾽ ἐμὸν φρόνημα. κοὔποτ᾽ ἐκ γ᾽ ἐμοῦ τιμὴν προρέξουσ᾽ οἱ κακοὶ τῶν ἐνδίκων. ἀλλ᾽ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται. Χορός σοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν, καὶ τὸν εὐμενῆ πόλει. νόμῳ δὲ χρῆσθαι παντὶ πάντ᾽ ἔνεστί σοι καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. Κρέων ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων. Χορός νεωτέρῳ τῲ τοῦτο βαστάζειν πρόθες. Κρέων ἀλλ᾿ εἴσ᾽ ἕτοιμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι. Χορός τί δῆτ᾽ ἂν ἄλλῳ τοῦτ᾽ ἐπεντέλλοις ἔτι; Κρέων τὸ μὴ ᾿πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. Χορός οὐκ ἔστιν οὕτω μῶρος, ὃς θανεῖν ἐρᾷ. Κρέων καὶ μὴν ὁ μισθός γ᾽ οὗτος. ἀλλ᾽ ὑπ᾽ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. Φύλαξ ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν. ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη· τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων ἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγυνεῖ; τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ ταχύς. χοὔτως ὁδὸς βραχεῖα, γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖν σοί· κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως. τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. Κρέων τί δ᾽ ἔστιν, ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν; Φύλαξ φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ. τὸ γὰρ πρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽, οὔτ᾽ εἶδον ὅστις ἦν ὁ δρῶν· οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. Κρέων εὖ γε στοχάζει, κἀποφράγνυσαι κύκλῳ τὸ πρᾶγμα. δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον. Φύλαξ τὰ δεινὰ γάρ τοι προστίθησ᾽ ὄκνον πολύν. Κρέων οὔκουν ἐρεῖς πότ᾽, εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει; Φύλαξ καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως θάψας βέβηκε, κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας, κἀφαγιστεύσας ἃ χρή. Κρέων τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; Φύλαξ οὐκ οἶδ᾽. ἐκεῖ γὰρ οὔτε τοὺ γενῇδος ἦν πλῆγμ᾽, οὐ δικέλλης ἐκβολή· στύφλος δὲ γῆ καὶ χέρσος, ἀῤῥωὼξ οὐδ᾽ ἐπημαξευμένη τροχοῖσιν, ἀλλ᾽ ἄσημος οὑργάτης τις ἦν. ὅπως δ᾽ ὁ πρῶτος ἧμιν ἡμεροσκόπος δείκνυσι, πᾶσι, θαῦμα δυσχερὲς παρῆν. ὃ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν λεπτὴ δ᾽ ἄγος φεύγοντος, ὥς, ἐπῆν κόνις. σημεῖα δ᾽ οὔτε θηρός, οὔτε τοὺ κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐῤῥόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα. κἂν ἐγίγνετο πληγὴ τελευτῶσ᾽· οὐδ᾽ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφλεγε τὸ μὴ εἰδέναι. ἦμεν δ᾽ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν, καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι, μήτε τῲ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι, μήτ᾽ εἰργασμένῳ. τέλος δ᾽, ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃς πάντας ἐς πέδον κάρα νεῦσαι φόβῳ προὔτρεψεν. οὐ γὰρ εἴχομεν οὔτ᾽ ἀντιφωνεῖν, οὔθ᾽ ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δ᾽ ὁ μῦθος, ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο, κοὐχὶ κρυπτέον. καὶ ταῦτ᾽ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι. στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. Χορός ἄναξ, ἐμοί τοι, μή τι καὶ θεήλατον τοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαι. Κρέων παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων, μὴ ᾿φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. λέγεις γὰρ οὐκ ἀνεκτά, δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε, κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς Θεούς; οὐκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐῤῥόθουν ἐμοί, κρυφῇ κάρα σείοντες· οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν, οἷον ἄργυρος, κακὸν νόμισμ᾽ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων· τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ᾽ ἵστασθαι βροτῶν· πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν, καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ πότ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω, εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὗμιν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον, τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ᾽ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους. Φύλαξ εἰπεῖν τι δώσεις; ἢ στραφεὶς οὕτως ἴω; Κρέων οὐκ οἶσθα καὶ νῦν, ὡς ἀνιαρῶς λέγεις; Φύλαξ ἐν τοῖσιν ὠσίν, ἢ ᾽πὶ τῇ ψυχῇ δάκνει; Κρέων τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; Φύλαξ ὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ. Κρέων οἴμ᾽ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. Φύλαξ οὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ. Κρέων καὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. Φύλαξ φεῦ· ἦ δεινὸν, ᾧ δοκεῖ γε, καὶ ψευδῆ δοκεῖν. Κρέων κόμψευε τὴν δόκησιν· εἶ δὲ ταῦτα μὴ φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φύλαξ ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽· ἐὰν δέ τοι ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ' ἐλθόντα με. καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς σωθείς, ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. Χορός πολλὰ τὰ δεινά, κοὐδὲν ἀν- θρώπου δεινότερον πέλει. τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπ’ οἴδμασιν, θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαμάταν ἀποτρύεται ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος, ἱππείῳ γένει πολεῦον· κουφονόων τε φῦλον ὀρ- νίθων ἀμφιβαλὼν ἄγει, καὶ θηρῶν ἀγρίων ἔθνη, πόντου τ᾽ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, ἀριφραδὴς ἀνήρ· κρατεῖ δὲ μηχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽ ἵππιον ἑξέτε᾽ ἀμφὶ λόφον ζυγοῖ, οὔρειόν τ᾿ ἀκμῆτα ταῦρον. καὶ φθέγμα, καὶ ἠνεμόεν φρόνημα, καὶ ἀστυνόμους ὀργὰς ἐδιδάξατο, καὶ δυσαύλων πάγων αἴθρια καὶ δύσομ- βρα φεύγειν βέλη. παντοπόρος· ἄπορος ἐπ᾽ οὐδὲν ἔρχεται τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· νόσων δ᾽ ἀμηχάνων φυγὰς ξυμπέφρασται. σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχων, ποτὲ μὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει· νόμους παρείρων χθονός, θεῶν τ᾽ ἔνορκον δίκαν, ὑψίπολις· ἄπολις, ὅτῳ τὸ μὴ καλὸν ξύνεστι, τόλμας χάριν. μήτ᾽ ἐμοὶ παρέστιος γένοιτο, μήτ᾽ ἴσον φρονῶν, ὃς τάδ᾽ ἔρδει. ἐς δαιμόνιον τέρας ἀμφινοῶ τόδε, πῶς εἰδὼς ἀντιλογήσω τήνδ᾽ οὐκ εἶναι παῖδ᾽ Ἀντιγόνην. ὦ δύστηνος, καὶ δυστήνου πατρὸς Οἰδιπόδα, τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαν τοῖς βασιλείοισιν ἄγουσι νόμοις, καὶ ἐν ἀφροσύνῃ καθελόντες; Φύλαξ ἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ ᾽ξειργασμένη. τήνδ᾽ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; Χορός ὅδ᾽ ἐκ δόμων ἄψοῤῥος εἰς δέον περᾷ. Κρέων τί δ᾽ ἔστι; ποίᾳ ξύμμετρος προύβην τύχῃ; Φύλαξ ἄναξ, βροτοῖσιν οὐδέν ἐστ᾽ ἀπώμοτον. ψεύδει γὰρ ἡ ᾿πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ γ᾽ ἂν ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγώ, ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε. ἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ. παρ᾽ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι᾽ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ᾽, ἣ καθευρέθη τάφον κοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο. ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβών, καὶ κρῖνε, κἀξέλεγχ᾽· ἐγὼ δ᾽ ἐλεύθερος δίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν. Κρέων ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; Φύλαξ αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε. πάντ᾽ ἐπίστασαι. Κρέων ἦ καὶ ξυνίης, καὶ λέγεις ὀρθῶς ἃ φής. Φύλαξ ταύτην γ᾽ ἰδὼν θάπτουσαν, ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω; Κρέων καὶ πῶς ὁρᾶται, κἀπίληπτος ᾑρέθη; Φύλαξ τοιοῦτον ἦν τὸ πρᾶγμ᾽. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ᾽ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ᾽ αὐτοῦ μὴ βάλῃ πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιῤῥόθοις κακοῖσιν, εἴ τις τοῦδ᾽ ἀφειδήσοι πόνου. χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔς τ᾽ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος, καὶ καῦμ' ἔθαλπε· καὶ τότ᾽ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος· ἒν δ᾽ ἐμεστώθη μέγας αἰθήρ· μύσαντες δ᾽ εἴχομεν θείαν νόσον. καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος· οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ᾽ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ' εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ᾽ εὐθὺς οὐδὲν ἐκπεπληγμένην· καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις· ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο, ἀλλ᾽ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι, ἥδιστον· ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν, ἀλγεινόν. ἀλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. Κρέων σὲ δή, σὲ τὴν νεύουσαν ἐς πέδον κάρα, φῇς; ἢ καταρνεῖ μὴ δεδρακέναι τάδὲ; Ἀντιγόνη καὶ φημὶ δρᾶσαι, κοὐκ ἀπαρνοῦμαι τὸ μή. Κρέων σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις, ἔξω βαρείας αἰτίας ἐλεύθερον. σὺ δ᾽, εἰπέ μοι, μὴ μῆκος, ἀλλὰ σύντομα, ᾔδης τὰ κηρυχθέντα μὴ πράσσειν τάδε; Ἀντιγόνη ᾔδη. τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. Κρέων καὶ δῆτ᾽ ἐτόλμας τούσδ᾽ ὑπερβαίνειν νόμους; Ἀντιγόνη οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη, οἳ τούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισαν νόμους. οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ κηρύγμαθ᾽ , ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν τε κἀχθές, ἀλλ᾽ ἀεί ποτὲ ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ᾿φάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ᾽, ἐν θεοῖσι τὴν δίκην δώσειν. θανουμένη γὰρ ἐξῄδη, τί δ᾽ οὔ; κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν, ὡς ἐγώ, κακοῖς ζῇ, πῶς ὅδ᾽ οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν παρ᾽ οὐδὲν ἄλγος· ἀλλ᾽ ἂν εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ᾽ ἄθαπτον ἐσχόμην νέκυν, κείνοις ἂν ἤλγουν· τοῖσδε δ᾽ οὐκ ἀλγύνομαι. σοὶ δ᾽ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. Χορός δηλοῖ τὸ γέννημ᾽ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός· εἴκειν δ᾽ οὐκ ἐπίσταται κακοῖς. Κρέων ἀλλ᾽ ἴσθι τοι τὰ σκλήρ᾽ ἄγαν φρονήματα πίπτειν μάλιστα· καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ἂν εἰσίδοις. σμικρῷ χαλινῷ δ᾽ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας. οὐ γὰρ ἐκπέλει. φρονεῖν μέγ᾽, ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δ᾽ ὑβρίζειν μὲν τότ᾽ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· ὕβρις δ᾽, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν, καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ' ἀνήρ, εἰ ταῦτ᾽ ἀνατὶ τῇδε κείσεται κράτη. ἀλλ᾽ εἴτ᾽ ἀδελφῆς, εἴθ᾽ ὁμαιμονεστέρα τοῦ παντὸς ἧμιν Ζηνὸς ἕρκείου κυρεῖ, αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου. καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτ᾽. ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτήν, οὐδ᾽ ἐπήβολον φρενῶν. φιλεῖ δ᾽ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων. μισῶ γε μέντοι χῶταν ἐν κακοῖσί τις ἁλούς, ἔπειτα τοῦτο καλλύνειν θέλῃ. Ἀντιγόνη θέλεις τι μεῖζον, ἢ κατακτεῖναί μ᾽ ἑλών; Κρέων ἐγὼ μὲν οὐδέν· τοῦτ᾽ ἔχων, ἅπαντ᾽ ἔχω. Ἀντιγόνη τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδέν, μηδ᾽ ἀρεσθείην ποτέ· οὕτω δὲ καὶ σοὶ τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ. καί τοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερον κατέσχον, ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ᾽ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλείσοι φόβος. ἀλλ᾽ ἡ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖ, κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ᾽, ἃ βούλεται. Κρέων σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. Ἀντιγόνη ὁρῶσι χοὖτοι σοὶ δ᾽ ὑπίλλουσι στόμα. Κρέων σὺ δ᾽ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς ; Ἀντιγόνη οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Κρέων οὔκουν ὅμαιμος χὠ καταντίον θανών; Ἀντιγόνη ὅμαιμος ἐκ μιᾶς τε, καὶ ταὐτοῦ πατρός. Κρέων πῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; Ἀντιγόνη οὐ μαρτυρήσει ταῦθ᾽ ὁ κατθανὼν νέκυς. Κρέων εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. Ἀντιγόνη οὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς ὤλετο. Κρέων πορθῶν γε τήνδε γῆν· ὃ δ᾽, ἀνιστὰς ὕπερ. Ἀντιγόνη ὅμως ὅ γ᾽ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. Κρέων ἀλλ᾽ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. Ἀντιγόνη τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε; Κρέων οὔτοι πόθ᾽ οὑχθρός οὐδ᾽ ὅταν θάνῃ, φίλος. Ἀντιγόνη οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. Κρέων κάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλει κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. Χορός καὶ μὴν πρὸ πυλῶν ἥδ᾽ Ἰσμήνη φιλάδελφα κάτω δάκρυ᾽ εἰβομένη· νεφέλη δ᾽ ὀφρύων ὕπερ αἱματόεν ῥέθος αἰσχύνει, τέγγουσ᾽ εὐῶπα παρειάν. Κρέων σὺ δ᾽, ἣ κατ᾽ οἴκους, ὡς ἔχιδν᾽ , ὑφειμένη λήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανον τρέφων δύ᾽ ἄτα κἀπαναστάσεις θρόνων, φέρ᾽, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου φήσεις μετασχεῖν, ἢ ᾿ξομεῖ τὸ μὴ εἰδέναι; Ἰσμήνη δέδρακα τοὔργον, εἴπερ ἥδ᾽ ὁμοῤῥοθεῖ, καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. Ἀντιγόνη ἀλλ᾽ οὐκ ἐάσει τοῦτό γ᾽ ἡ δίκη σ᾽, ἐπεὶ οὔτ᾽ ἠθέλησας, οὔτ᾽ ἐγὼ ᾽κοινωσάμην. Ἰσμήνη ἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. Ἀντιγόνη ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες· λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. Ἰσμήνη μήτοι κασιγνήτη μ᾽ ἀτιμάσῃς τὸ μὴ οὐ θανεῖν τε σὺν σοί, τὸν θανόντα θ᾽ ἁγνίσαι. Ἀντιγόνη μή μοι θάνῃς σὺ κοινά, μηδ᾽ ἃ μὴ 'θιγες ποιοῦ σεαυτῆς. ἀρκέσω θνήσκουσ᾽ ἐγώ. Ἰσμήνη καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος; Ἀντιγόνη Κρέοντ᾽ ἐρώτα. τοῦδε γὰρ σὺ κηδεμών. Ἰσμήνη τί ταῦτ᾽ ἀνιᾷς μ᾽, οὐδὲν ὠφελουμένη; Ἀντιγόνη ἀλγοῦσα μὲν δῆτ᾽, εἰ γέλωτ᾽ ἐν σοὶ γελῶ. Ἰσμήνη τί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἔτ᾽ ὠφελοῖμ᾽ ἐγώ; Ἀντιγόνη σῶσον σεαυτήν. οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν. Ἰσμήνη οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; Ἀντιγόνη σὺ μὲν γὰρ εἵλου ζῆν· ἐγὼ δὲ κατθανεῖν. Ἰσμήνη ἀλλ᾽ οὐκ ἐπ᾽ ἀῤῥήτοις γε τοῖς ἐμοῖς λόγοις. Ἀντιγόνη καλῶς σὺ μὲν τοῖς, τοῖς δ᾽ ἐγὼ ᾿δόκουν φρονεῖν. Ἰσμήνη καὶ μὴν ἴση νῷν ἐστὶν ἡ ᾿ξαμαρτία. Ἀντιγόνη θάρσει. σὺ μὲν ζῇς· ἡ δ᾽ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. Κρέων τὼ παῖδε φημὶ τώδε, τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι, τὴν δ᾽ ἀφ᾽ οὗ τὰ πρῶτ᾽ ἔφυ. Ἰσμήνη οὐ γάρ ποτ᾽, ὦναξ, οὐδ᾽ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾽ ἐξίσταται. Κρέων σοὶ γοῦν, ὅθ᾽ εἵλου σὺν κακοῖς πράσσειν κακά. Ἰσμήνη τί γὰρ μόνῃ μοι τῆσδ᾽ ἄτερ βιώσιμον; Κρέων ἀλλ᾽ ἥδε μέντοι μὴ λέγ᾽. οὐ γὰρ ἔστ᾽ ἔτι. Ἰσμήνη ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; Κρέων ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. Ἰσμήνη οὐχ ὥς γ᾽ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα. Κρέων κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. Ἰσμήνη ὦ φίλταθ᾽ Αἵμων, ὥς σ᾽ ἀτιμάζει πατήρ. Κρέων ἄγαν γε λυπεῖς, καὶ σύ, καὶ τὸ σὸν λέχος. Ἰσμήνη ἦ γὰρ στερήσεις τῆσδε τὸν. σαυτοῦ γόνον; Κρέων Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. Ἰσμήνη δεδογμέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν. Κρέων καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ᾽, ἀλλά νιν κομίζετ᾽ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ γυναῖκας εἶναι τάσδε, μηδ᾽ ἀνειμένας. φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας ἤδη τὸν Ἅιδην εἰρορῶσι τοῦ βίου. Χορός εὐδαίμονες, οἷσι κακῶν ἄγευστος αἰών. οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας οὐδὲν ἐλλείπει, γενεᾶς ἐπὶ πλῆθος ἕρπον· ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν θρήσσῃσιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς, κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ δυσάνεμον, στόνῳ βρέμουσι δ᾽ ἀντιπλῆγες ἀκταί. ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι πήματα φθιτῶν. ἐπὶ πήμασι πίπτοντ᾽· οὐδ᾽ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ᾽ ἐρείπει θεῶν τις, οὐδ᾽ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὅπερ ῥίζας ἐτέτατο φάος ἐν Οἰδίπου δόμοις, κατ᾽ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀμᾷ κόνις, λόγου τ᾽ ἄνοια, καὶ φρενῶν Ἐριννύς, τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι, τὸν οὔθ᾽ ὕπνος αἱρεῖ πόθ᾽ ὁ παντογήρως, οὔτ᾽ ἀκάματον θεῶν μῆνες; ἀγήρῳ δὲ χρόνῳ δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν. τό τ᾽ ἔπειτα, καὶ τὸ μέλλον, καὶ τὸ πρὶν ἐπαρκέσει νόμος ὅδ᾽, οὐδὲν ἕρπειν θνατῶν βιότῳ πάμπολύ γ᾽ ἐκτὸς ἄτας. ἃ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, πολλοῖς δ᾽ ἀπάτα κουφονόων ἐρώτων· εἰδότι δ᾽ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις προσαύρῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται, τὸ κακὸν δοκεῖν πότ᾽ ἐσθλὸν τῷδ᾽ ἔμμεν, ὅτῳ φρένας θεὸς ἄγει πρὸς ἄταν· πράσσει δ᾽ ὀλιγοστὸν χρόνον ἐκτὸς ἄτας. ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν νέατον γέννημ᾽ · ἆρ᾽ ἀχνύμενος τῆς μελλογάμου τάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτας λεχέων ὑπεραλγῶν; Κρέων τάχ᾽ εἰσόμεσθα μαντέων ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων τῆς μελλονύμφου, πατρὶ λυσσαίνων πάρει; ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι; Αἵμων πάτερ, σός εἰμι· καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ᾽ ἐφέψομαι. ἐμοὶ γὰρ οὐδεὶς ἀξίως ἔσται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. Κρέων οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντ᾽ ὄπισθεν ἑστάναι. τούτου γὰρ οὕνεκ᾽ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς, καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. ὅστις δ᾽ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδ᾽ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; μή νύν ποτ᾽ , ὦ παῖ, τὰς φρένας γ᾽ ὑφ᾽ ἡδονῆς γυναικὸς οὕνεκ᾽ ἐκβάλῃς, εἰδὼς ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ γένοιτ᾽ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες τὴν παῖδ᾽ ἐν Ἅιδου τήνδε νυμφεύσειν τινί. ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ᾽ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτ᾽ ἐφυμνείτω Δία ξύναιμον. εἰ γὰρ δὴ τά γ᾽ ἐγγενῆ φύσει ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους. ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ᾽ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. ὅστις δ᾽ ὑπερβὰς ἢ νόμους βιάζεται, ἢ τοὐπιτάσσειν τοῖς κρατοῦσιν ἐννοεῖ, οὐκ ἔστ᾽ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. ἀλλ᾽ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν, καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία. καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς μὲν ἄρχειν, εὖ δ᾽ ἂν ἄρχεσθαι θέλειν· δορός τ᾽ ἂν ἐν χειμῶνι προστεταγμένον μένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν. αὕτη πόλεις τ᾽ ὄλλυσιν, ἥδ᾽ ἀναστάτους οἴκους τίθησιν· ἥδε σὺν μάχῃ δορὸς τροπὰς καταῤῥήγνυσι· τῶν δ᾽ ὀρθουμένων σώζει τὰ πολλὰ σώμαθ᾽ ἡ πειθαρχία. οὕτως ἀμυντέ᾽ ἐστὶ τοῖς κοσμουμένοις, κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν· κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ' ἄν. Χορός ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. Αἵμων πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας, πάντων ὅσ᾽ ἐστὶ κτημάτων ὑπέρτατον, ἐγὼ δ᾽ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, οὔτ᾽ ἂν δυναίμην, μήτ᾽ ἐπισταίμην λέγειν· γένοιτο μεντἂν χἀτέρως καλῶς ἔχον. σὺ δ᾽ οὐ πέφυκας πάντα προσκοπεῖν, ὅσα λέγει τις, ἢ πράσσει τις, ἢ ψέγειν ἔχει. τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων· ἐμοὶ δ᾽ ἀκούειν ἔσθ᾽ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην οἷ᾽ ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτη κάκιστ᾽ ἀπ᾽ ἔργων εὐκλεεστάτων φθίνει· ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτ᾽ ἄθαπτον μήθ᾽ ὑπ᾽ ὠμηστῶν κυνῶν εἴασ᾽ ὀλέσθαι, μήθ᾽ ὑπ᾽ οἰωνῶν τινός· οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδ᾽ ἐρεμνὴ σῖγ᾽ ἐπέρχεται φάτις. ἐμοὶ δέ, σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον. τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί; μὴ νῦν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φῂς σύ, κοὐδὲν ἄλλο, τοῦτ᾽ ὀρθῶς ἔχειν. ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί. ἀλλ᾽ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν πόλλ᾽, αἰσχρὸν οὐδέν, καὶ τὸ μὴ τείνειν ἄγαν. ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσώζεται· τὰ δ᾽ ἀντιτείνοντ᾽, αὐτόπρεμν᾽ ἀπόλλυται. αὔτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω στρέψας τὸ πλοῖον σέλμασιν ναυτίλλεται. ἀλλ᾽ εἶκε, θυμῷ καὶ μετάστασιν δίδου. γνώμη γὰρ εἴ τις κἀπ᾽ ἐμοῦ νεωτέρου πρόσεστι, φήμ᾽ ἔγωγε πρεσβεύειν πολύ, φῦναι τὸν ἄνδρα πάντ᾽ ἐπιστήμης πλέων· εἰ δ᾽ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν, καὶ τῶν λεγόντων εὖ, καλὸν τὸ μανθάνειν. Χορός ἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον, λέγει, μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽· εὖ γὰρ εἴρηται διπλῇ. Κρέων οἱ τηλικοίδε, καὶ διδαξόμεσθα δὴ φρονεῖν πρὸς ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; Αἵμων μηδὲν τὸ μὴ δίκαιον· εἰ δ᾽ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. Κρέων ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; Αἵμων οὐδ᾽ ἂν κελεύσαιμ᾽ εὐσεβεῖν εἰς τοὺς κακούς. Κρέων οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ; Αἵμων οὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς. Κρέων πόλις γὰρ ἧμιν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; Αἵμων ὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος; Κρέων ἄλλῳ γὰρ ἢ ᾿μοὶ χρή γε τῆσδ᾽ ἄρχειν χθονός; Αἵμων πόλις γὰρ οὐκ ἔσθ᾽, ἥτις ἀνδρός ἐσθ᾽ ἑνός. Κρέων οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; Αἵμων καλῶς ἐρήμης γ᾽ ἂν σὺ γῆς ἄρχοις μόνος. Κρέων ὅδ᾽ ὡς ἔοικε τῇ γυναικὶ συμμαχεῖν. Αἵμων εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι. Κρέων ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; Αἵμων οὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ. Κρέων ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων ; Αἵμων οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. Κρέων ὦ μιαρὸν ἦθος, καὶ γυναικὸς ὕστερον. Αἵμων οὐτἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. Κρέων ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. Αἵμων καὶ σοῦ γε, κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. Κρέων ταύτην πότ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς. Αἵμων ἥδ᾽ οὖν θανεῖται, καὶ θανοῦσ᾽ ὀλεῖ τινά. Κρέων ἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύς; Αἵμων τίς δ᾽ ἔστ᾽ ἀπειλή, πρὸς κενὰς γνώμας λέγειν; Κρέων κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. Αἵμων εἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἂν σ᾽ οὐκ εὖ φρονεῖν. Κρέων γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με. Αἵμων βούλει λέγειν τι, καὶ λέγων μηδὲν κλύειν; Κρέων ἄληθες; ἀλλ᾽ οὐ, τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ. ἄγετε τὸ μῖσος, ὡς κατ᾽ ὄμματ᾽ αὐτίκα παρόντι θνήσκῃ πλησία τῷ νυμφίῳ. Αἵμων οὐ δῆτ᾽ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ, οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμὰ τοὐμὸν προσόψει κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν, ὡς τοῖς θέλουσι τῶν φίλων μαίνει ξυνών. Χορός ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς· νοῦς δ᾽ ἔστι τηλικοῦτος ἀλγήσας, βαρύς. Κρέων δράτω, φρονείτω μεῖζον ἢ κατ᾽ ἄνδρ᾽ ἰών· τὰ δ᾽ οὖν κόρα τάδ᾽ οὐκ ἀπαλλάξει μόρου. Χορός ἄμφω γὰρ αὐτὰ καὶ κατακτεῖναι νοεῖς; Κρέων οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις. Χορός μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν; Κρέων ἄγων ἔρημος ἔνθ᾽ ἂν ᾖ βροτῶν στίβος, κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι, φορβῆς τοσοῦτον, ὡς ἄγος, μόνον προθείς, ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις. κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν, αἰτουμένη ποὺ τεύξεται τὸ μὴ θανεῖν, ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ', ὅτι πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν. Χορός Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις, ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις· φοιτᾷς δ᾽ ὑπερπόντιος, ἔν τ᾽ ἀγρονόμοις αὐλαῖς· καί σ᾽ οὔτ᾽ ἀθανάτων φύξιμος οὐδείς, οὔθ᾽ ἁμερίων. ἐπ᾿ ἀνθρώ- πων· ὁ δ᾽ ἔχων μέμηνεν. σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ· σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας· νικᾷ δ᾽ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσμῶν· ἄμαχος γὰρ ἐμπαί- ζει θεὸς Ἀφροδίτα. νῦν δ᾽ ἤδη ᾿γὼ καὐτὸς θεσμῶν ἔξω φέρομαι τάδ᾽ ὁρῶν, ἴσχειν δ᾽ οὐκ ἔτι πηγὰς δύναμαι δακρύων, τὸν παγκοίταν ὅθ᾽ ὁρῶ θάλαμον τήνδ᾽ Ἀντιγόνην ἀνύτουσαν. Ἀντιγόνη ὁρᾶτέ μ᾽, ὦ γᾶς πατρίας πο- λῖται τὰν νεάταν ὁδὸν στείχουσαν, νέατον δὲ φέγ- γος λεύσσουσαν ἀελίου, κοὔποτ᾽ αὖθις· ἀλλά μ᾽ ὁ παγ- κοίτας Ἅιδας ζῶσαν ἄγει τὰν Ἀχέροντος ἀκτάν, οὔθ᾽ ὑμεναίων ἔγκληρον, οὔτ᾽ ἐπινυμφίδιός πώ μέ τις ὕμνος ὕ- μνησεν, ἀλλ᾽ Ἀχέροντι νυμφεύσω. Χορός οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσ᾽ ἐς τόδ᾽ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσιν πληγεῖσα νόσοις, οὔτε ξιφέων ἐπίχειρα λαχοῦσ᾽· ἀλλ᾽ αὐτόνομος, ζῶσα, μόνη δὴ θνατῶν, Ἀϊδαν καταβήσει. Ἀντιγόνη ἤκουσα δὴ λυγροτάταν ὀ- λέσθαι τὰν Φρυγίαν ξέναν. Ταντάλου, Σιπύλῳ πρὸς ἄ- κρῳ· τάν, κισσὸς ὡς ἀτενής, πετραία βλάστα δάμασεν· καί νιν ὄμβρῳ τακομέναν ὡς φάτις ἀνδρῶν, χιών τ᾽ οὐδαμὰ λείπει, τέγγει θ᾽ ὑπ᾽ ὀφρύσι παγκλαύτοις δειράδας· ᾇ με δαί- μων ὁμοιοτάταν κατευνάζει. Χορός ἀλλὰ θεός τοι καὶ θεογεννής· ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. καίτοι φθιμένῳ τοῖς ἰσοθέοις ἔγκληρα λαχεῖν μέγ᾽ ἀκοῦσαι. Ἀντιγόνη οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων, οὐκ ὀλομέναν ὑβρίζεις, ἀλλ᾽ ἐπίφαντον ; ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· ἰὼ Διρκαῖαι κρῆναι, Θήβας τ᾽ εὐαρμάτου ἄλσος· ἔμπας ξυμμάρτυρας ὔμμ᾽ ἐπικτῶμαι, οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις πρὸς ἕρμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου· ἰὼ δύστανος, βροτοῖς οὔτε ἐν νεκροῖσιν μέτοικος, οὐ ζῶσιν, οὐ θανοῦσιν. Χορός προβᾶσ᾽ ἐπ᾿ ἔσχατον, θράσους, ὑψηλὸν ἐς Δίκας βάθρον προσέπεσες, ὦ τέκνον, πολύ. πατρῷον δ᾽ ἐκτίνεις τίν᾽ ἆθλον. Ἀντιγόνη ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπλοιστὸν οἶκτον τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. ἰὼ ματρῷαι λέκτρων ἆται, κοιμήματά τ᾽ αὐτογέννητ᾽ ἐμῷ πατρὶ δυσμόρου ματρός, οἵων ἐγώ ποθ᾽ ἁ ταλαίφρων ἔφυν· πρὸς οἷς ἀραῖος, ἄγαμος, ἅδ᾽ ἐγὼ μέτοικος ἔρχομαι. ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, θανὼν ἔτ᾽ οὖσαν κατήναρές με. Χορός σέβειν μὲν εὐσέβειά τις· κράτος δ᾽, ὅτῳ κράτος μέλει, παραβατὸν οὐδαμῇ πέλει, σὲ δ᾽ αὐτόγνωτος ὤλεσ᾽ ὀργά. Ἀντιγόνη ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος, ταλαίφρων ἄγομαι τάνδ᾽ ἑτοίμαν ὁδόν. οὐκ ἔτι, μοι τόδε λαμπάδος ἱερὸν ὄμμα θέμις ὁρᾶν ταλαίνᾳ· τὸν δ᾽ ἐμὸν πότμον ἀδάκρυτον οὐδεὶς φίλων στενάζει. Κρέων ἆρ᾽ ἴστ᾽, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν, ὡς οὐδ᾽ ἂν εἷς παύσαιτ᾽ ἄν, εἰ χρείη λέγειν; οὐκ ἄξεθ᾽ ὡς τάχιστα; καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ᾽ ἐγώ, ἄφετε μόνην ἔρημον, εἰ χρῄζει, θανεῖν, εἴτ᾽ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ. ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην· μετοικίας δ᾽ οὖν τῆς ἄνω στερήσεται. Ἀντιγόνη ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς οἴκησις αἰείφρουρος, οἷ πορεύομαι, πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς πλεῖστον δέδεκται Περσέφασσ᾽ ὀλωλότων· ὧν λοισθία ᾽γὼ καὶ κάκιστα δὴ μακρῷ κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. ἐλθοῦσα μέντοι, κάρτ᾽ ἐν ἐλπίσιν τρέφω φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· ἐπεὶ θανόντας αὐτόχειρ, ὑμᾶς ἐγὼ ἔλουσα, κἀκόσμησα, κἀπιτυμβίους χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα, τοιάδ᾽ ἄρνυμαι. καίτοι σ᾽ ἐγὼ ᾽τίμησα τοῖς φρονοῦσιν εὖ. οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν εἰ τέκνων μήτηρ ἔφυν, οὔτ᾽ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδ᾽ ἂν ᾐρόμην πόνον. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; πόσις μὲν ἄν μοι, κατθανόντος, ἄλλος ἦν, καὶ παῖς ἀπ᾽ ἄλλου φωτός, εἰ τοῦδ᾽ ἤμπλακον· μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν οὐκ ἔστ᾽ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ. τοιῷδε μέντοι σ᾽ ἐκπροτιμήσασ' ἐγὼ νόμῳ, Κρέοντι ταῦτ᾽ ἔδοξ᾽ ἁμαρτάνειν, καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον καρά. καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβών, ἄλεκτρον, ἀνυμέναιον , οὔτε τοὺ γάμου. μέρος λαχοῦσαν, οὔτε παιδείου τροφῆς· ἀλλ᾽ ὧδ᾽ ἔρημος πρὸς φίλων ἡ δύσμορος, ζῶσ᾽ εἰς θανόντων ἔρχομαι κατασκαφάς· ποίαν παρεξελθοῦσα δαιμόνων δίκην; τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; τίν᾽ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ τὴν δυσσέβειαν εὐσεβοῦσ᾽ ἐκτησάμην. ἀλλ᾽, εἰ μὲν οὖν τάδ᾽ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· εἰ δ᾽ οἵδ᾽ ἁμαρτάνουσι, μὴ πλείω κακὰ πάθοιεν, ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ. Χορός ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ ψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. Κρέων τοιγὰρ τούτων τοῖσιν ἄγουσιν κλαύμαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ. Ἀντιγόνη οἴμοι, θανάτου τοῦτ᾽ ἐγγυτάτω τοὔπος ἀφῖκται. Κρέων θαρσεῖν οὐδὲν παραμυθοῦμαι μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. Ἀντιγόνη ὦ γῆς Θήβης ἄστυ πατρῷον, καὶ θεοὶ προγενεῖς, ἄγομαι δή, κοὐκ ἔτι μέλλω. λεύσσετε, Θήβης οἱ κοιρανίδαι, τὴν βασιλίδα μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα. Χορός ἔτλα καὶ Δανάας οὐράνιον φῶς ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτομένα δ᾽ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη. καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ, παῖ, καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. ἀλλ᾽ ἁ μοιριδία τις δύνασις δεινά· οὔτ᾽ ἄν νιν ὄλβος, οὔτ᾽ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν. ζεύχθη δ᾽ ὀξυχόλως παῖς ὃ Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς, ἐκ Διονύσου πετρώδει κατάφρακτος ἐν δεσμῷ. οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας, εὔϊον τε πῦρ, φιλαύλους τ᾽ ἠρέθιζε Μούσας. παρὰ δὲ Κυανέων πελαγέων διδύμας ἁλός, ἀκταὶ Βοσπόριαι, ἰδ᾽ ὁ Θρῃκῶν Σαλμυδησσός, ἵν᾽ ἀγχίπολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος, ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις ἄτερθ᾽ ἐγχέων, ὑφ᾽ αἱματηραῖς χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν· κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν · ἃ δὲ σπέρμα μὲν ἀρχαιογόνων ἄντασ᾽ Ἐρεχθειδᾶν, τηλεπόροις δ᾽ ἐν ἄντροις τράφη θυέλλῃσιν ἐν πατρῴαις Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου θεῶν παῖς· ἀλλὰ κἀπ᾽ ἐκείνᾳ Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ. Τειρεσίας Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύ᾽ ἐξ ἑνὸς βλέποντε. τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. Κρέων τί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; Τειρεσίας ἐγὼ διδάξω· καὶ σὺ τῷ μάντει πιθοῦ. Κρέων οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. Τειρεσίας τοιγὰρ δι᾿ ὀρθῆς τήνδε ναυκληρεῖς πόλιν. Κρέων ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. Τειρεσίας φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. Κρέων τί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. Τειρεσίας γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵν’ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ· καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. εὐθὺς δὲ δείσας, ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ᾽ ἐπὶ σποδῷ μυδῶσα κηκὶς μηρίων ἐτήκετο, κἄτυφε, κἀνέπτυε· καὶ μετάρσιοι χολαὶ διεσπείροντο, καὶ καταῤῥυεῖς μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. τοιαῦτα παιδὸς τοῦδ᾽ ἐμάνθανον πάρα φθίνοντ᾽ ἀσήμων ὀργίων μαντεύματα. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ᾽ ἐγώ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. βωμοὶ γὰρ ἦμιν ἐσχάραι τε παντελεῖς πλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. κᾆτ᾽ οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παρ᾽ ἡμῶν, οὐδὲ μηρίων φλόγα, οὐδ᾽ ὄρνις εὐσήμους ἀποῤῥοιβδεῖ βοάς, ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. ταῦτ᾽ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν. ἐπεὶ δ᾽ ἁμάρτῃ, κεῖνος οὐκ ἔτ᾽ ἔστ᾽ ἀνὴρ ἄβουλος. οὐδ᾽ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκεῖται, μηδ᾽ ἀκίνητος, πέλει. αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει. ἀλλ᾽ εἶκε τῷ θανόντι, μηδ᾽ ὀλωλότα κέντει. τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω· τὸ μανθάνειν δ᾽ ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι. Κρέων ὦ πρέσβυ, πάντες, ὥστε τοξόται σκοποῦ, τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς ἄπρακτος ὗμιν εἰμί, τῶν ὑπαὶ γένους ἐξημπόλημαι κἀκπεφόρτισμαι πάλαι. κερδαίνετ᾽, ἐμπολᾶτε τὸν πρὸς Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε, οὐδ᾽ εἰ θέλουσ᾽ οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν, νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ θάπτειν παρήσω κεῖνον. εὖ γὰρ οἶδ᾽ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσίαν βροτῶν χοἰ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. Τειρεσίας φεῦ· ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, Κρέων τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις; Τειρεσίας ὅσῳ κράτιστον κτημάτων εὐβουλία; Κρέων ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν, πλείστη βλάβη. Τειρεσίας ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. Κρέων οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. Τειρεσίας καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. Κρέων τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. Τειρεσίας τὸ δ᾽ ἐκ τυράννων, αἰσχροκέρδειαν φιλεῖ. Κρέων ἆρ' οἶσθα ταγοὺς ὄντας, ἃν λέγῃς, λέγων; Τειρεσίας οἶδ᾽. ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν. Κρέων σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. Τειρεσίας ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. Κρέων κίνει, μόνον δὲ μὴ ᾿πὶ κέρδεσιν λέγων. Τειρεσίας οὕτω γὰρ ἤδη καὶ δοκῶ, τὸ σὸν μέρος. Κρέων ὡς μὴ ᾽μπολήσων ἴσθι τὴν ἐμὴν φρένα. Τειρεσίας ἀλλ᾽ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι τροχοὺς ἁμιλλητῆρας Ἡλίου τελῶν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, ἀνθ᾽ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω, ψυχήν τ' ἀτίμως ἐν τάφῳ κατῴκισας· ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶν ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω θεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε. τούτων σε λωβητῆρες ὑστεροφθόροι λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐριννύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς· καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωμένος λέγω. φανεῖ γάρ, οὐ μακροῦ χρόνου τριβή, ἀνδρῶν, γυναικῶν, σοῖς, δόμοις κωκύματα. ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματ᾽ ἢ κύνες καθήγισαν, ἢ θῆρες, ἤ τις πτηνὸς οἰωνός, φέρων· ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης ἀφῆκα θυμῷ καρδίας τοξεύματα βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ. ὦ παῖ, σὺ δ᾽ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχωτέραν, τὸν νοῦν τ᾽ ἀμείνω τῶν φρενῶν, ἢ νῦν φέρει. Χορός ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας. ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πὼ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. Κρέων ἔγνωκα καὐτός, καὶ ταράσσομαι φρένας. τό τ᾽ εἰκάθειν γὰρ δεινόν· ἀντιστάντα δέ, ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. Χορός εὐβουλίας δεῖ, παῖ Μενοικέως Κρέον. Κρέων τί δῆτα. χρὴ δρᾶν; φράζε· πείσομαι δ᾽ ἐγώ. Χορός ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης ἄνες· κτίσον δὲ τῷ προκειμένῳ τάφον. Κρέων καὶ ταῦτ᾽ ἐπαινεῖς, καὶ δοκεῖς παρεικάθειν; Χορός ὅσον γ᾽, ἄναξ, τάχιστα. συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. Κρέων οἴμοι· μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαι τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον. Χορός δρᾶ νυν τάδ᾽ ἐλθών, μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε. Κρέων ὧδ' ὡς ἔχω στείχοιμ᾽ ἄν· οἵ τ᾽ ὁπάονες, οἵ τ᾽ ὄντες, οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖν ὁρμᾶσθ᾽ ἑλόντες εἷς ἐπόψιον τόπον, ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη, αὐτός τ᾽ ἔδησα, καὶ παρὼν ἐκλύσομαι. δέδοικα γάρ. μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σώζοντα τὸν βίον τελεῖν. Χορός πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα, καὶ Διὸς βαρυβρεμέτα γένος, κλυτὰν ὃς ἀμφέπεις Ἰταλίαν, μέδεις δὲ παγ- κοίνοις Ἐλευσινίας Δηοῦς ἐν κόλποις, Βακχεῦ, Βακχᾶν ὁ ματρόπολιν Θήβαν ἐνναίων παρ᾽ ὑγρῶν Ἰσμηνοῦ ῥείθρων, ἀγρίου τ᾽ ἐπὶ σπορᾷ δράκοντος· σὲ δ᾽ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε λιγνύς, ἔν- θα Κωρύκιαι νύμφαι στείχουσι Βακχίδες, Κασταλίας τε νᾶμα· καί σε Νυσαίων ὀρέων κισσήρεις ὄχθαι, χλωρά τ᾽ ἀκτὰ πολυστάφυλος πέμπει ἀμβρότων ἐπέων εὐαζόντων, Θηβαΐας ἐπισκοποῦντ᾽ ἀγυιάς· τὰν ἐκ πασᾶν τιμᾷς ὑπερτάταν πόλεων ματρὶ σὺν κεραυνίᾳ· καὶ νύν, ὡς βιαίας ἔχεται πανδήμιος πόλις ἐπὶ νόσου, μολεῖν καθαρσίῳ ποδὶ Παρνησσίαν ὑπὲρ κλιτύν, ἢ στονόεντα πορθμόν. ἰὼ τῶν πῦρ πνεόντων χοράγ᾽ ἄστρων, νυχίων φθεγμάτων ἐπίσκοπε, παῖ Διὸς γένεθλον, προφάνηθι Ναξίαις ἅμα περιπόλοισν σαῖ- σιν, αἵ σε μαινόμεναι παννύχοι χορεύουσι τὸν ταμίαν Ἴακχον. Ἄγγελος Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπων βίον οὔτ᾽ αἰνέσαιμ᾽ ἄν, οὔτε μεμψαίμην ποτέ. τύχη γὰρ ὀρθοῖ, καὶ τύχη καταῤῥέπει τὸν εὐτυχοῦντα, τόν τε δυστυχοῦντ᾽ ἀεί. καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα· λαβών τε χώρας παντελῆ μοναρχίαν εὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ. καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι, νεκρόν. πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα, καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων· ἐὰν δ᾽ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Χορός τί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων; Ἄγγελος τεθνᾶσιν· οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. Χορός καὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος ; λέγε. Ἄγγελος Αἵμων ὄλωλεν· αὐτόχειρ δ᾽ αἱμάσσεται. Χορός πότερα πατρῴας, ἢ πρὸς οἰκείας χερός; Ἄγγελος αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. Χορός ὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας. Ἄγγελος ὡς ὧδ᾽ ἐχόντων τἄλλα βουλεύειν πάρα. Χορός καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ, δάμαρτα τὴν Κρέοντος· ἐκ δὲ δωμάτων, ἤτοι κλύουσα παιδός, ἢ τύχῃ, πάρα. Εὐρυδίκη ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην, πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς ὅπως ἱκοίμην εὐγμάτων προσήγορος καὶ τυγχάνω τὲ κλῇθρ᾽ ἀνασπαστοῦ πύλης χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ βάλλει δι᾽ ὤτων· ὑπτία δὲ κλίνομαι δείσασα πρὸς δμωαῖσι, κἀποπλήσσομαι. ἀλλ᾽ ὅστις ἦν ὁ μῦθος, αὖθις εἴπατε. κακῶν γὰρ οὐκ ἄπειρος οὖσ᾽ ἀκούσομαι. Ἄγγελος ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ, κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος. τί γάρ σε μαλθάσσοιμ᾽ ἂν ὧν ἐς ὕστερον ψεῦσται φανούμεθ᾽; ὀρθὸν ἀλήθει᾽ ἀεί. ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει πεδίον ἐπ’ ἄκρον, ἔνθ᾽ ἔκειτο νηλεὲς κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι· καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεόν, Πλούτωνά τ᾽, ὀργὰς εὐμενεῖς κατασχέθειν, λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν, καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς χώσαντες, αὖθις πρὸς λιθόστρωτον κόρης νυμφεῖον, Ἅιδου κοῖλον εἰσεβαίνομεν. φωνῆς δ᾽ ἄπωθεν ὀρθίων κωκυμάτων κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα, καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών. τῷ δ᾽ ἀθλίας ἄσημα περιβαίνει βοῆς ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ' ἔπος ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ, ἆρ᾽ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν; παιδός με σαίνει φθόγγος. ἀλλὰ, πρόσπολοι, ἴτ᾽ ἆσσον ὠκεῖς, καὶ παραστάντες τάφῳ ἀθρήσαθ᾽, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος φθόγγον συνίημ᾽ , ἢ θεοῖσι κλέπτομαι. τάδ᾽ ἐξ ἀθύμου δεσπότου κελεύσμασιν ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι τὴν μέν, κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην· τὸν δ᾽, ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθοράν, καὶ πατρὸς ἔργα, καὶ τὸ δύστηνον λέχος. ὁ δ᾽ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας, ἔσω χωρεῖ πρὸς αὐτόν, κἀνακωκύσας καλεῖ· ὦ τλῆμον, οἷον ἔργον εἴργασαι; τίνα νοῦν ἔσχες; ἐν τῷ ξυμφορᾶς διεφθάρης; ἔξελθε, τέκνον· ἱκέσιός σε λίσσομαι. τὸν δ᾽ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ, κοὐδὲν ἀντειπών, ξίφους ἕλκει διπλοῦς κνώδοντας· ἐκ δ᾽ ὁρμωμένου πατρὸς φυγαῖσιν, ἤμπλακ᾽ · εἶθ᾽ ὁ δύσμορος φοραύτῷ χολωθείς, ὥσπερ εἶχ᾽, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ᾽ ὑγρὸν ἀγκῶν᾽ ἔτ᾽ ἔμφρων παρθένῳ προσπτύσσεται· καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει πνοὴν λευκῇ παρειᾷ φοινίου σταλάγματος. κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις, δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν, ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν. Χορός τί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν. φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. Ἄγγελος καὐτὸς τεθάμβηκ᾽· ἐλπίσιν δὲ βόσκομαι, ἄχη τέκνου κλύουσαν, ἐς πόλιν γόους οὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσω δμωαῖς προθήσειν πένθος, οἰκεῖον στένειν. γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ᾽ ἁμαρτάνειν. Χορός οὐκ οἶδ᾽· ἐμοὶ δ᾽ οὖν ἥ τ᾽ ἄγαν σιγὴ βαρὺ δοκεῖ προσεῖναι, χἠ μάτην πολλὴ βοή. Ἄγγελος ἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετον κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ, δόμους παραστείχοντες. εὖ γὰρ οὖν λέγεις. καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος. Χορός καὶ μὴν ὅδ᾽ ἄναξ αὐτὸς ἐφήκει μνῆμ᾽ ἐπίσημον διὰ χειρὸς ἔχων, εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν ἄτην, ἀλλ᾽ αὐτὸς ἁμαρτών. Κρέων ἰὼ φρενῶν δυσφρόνων ἁμαρτήματα στερεά, θανατόεντ᾽. ὦ κτανόντας τε καὶ θανόντας βλέποντες ἐμφυλίους. ὤ μοι ἐμῶν ἄνολβα βουλευμάτων. ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ αἰαῖ, αἰαῖ; ἔθανες, ἀπελύθης, ἐμαῖς, οὐδὲ σαῖσι δυσβουλίαις. Χορός οἴμ᾽, ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. Κρέων οἴμοι· ἔχω μαθὼν δείλαιος· ἐν δ᾽ ἐμῷ κάρᾳ θεὸς τότ᾽ ἄρα τότε μέγα βάρος μ᾽ ἔχων ἔπαισεν, ἐν δ᾽ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴμοι, λαξπάτητον ἀντρέπων χαράν. φεῦ, φεῦ· ὦ πόνοι βροτῶν δύσπονοι. Ἐξάγγελος ὦ δέσποθ᾽ , ὡς ἔχων τε καὶ κεκτημένος, τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ᾽ ἐν δόμοις ἔοικας ἥκειν καὶ τάχ᾽ ὄψεσθαι κακά. Κρέων τί δ᾽ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; Ἐξάγγελος γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν. Κρέων ἰὼ ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν, τί μ᾽ ἄρα, τί μ᾽ ὀλέκεις; ὦ κακάγγελτά, μοι προπέμψας ἄχη, τίνα θροεῖς λόγον; αἰαῖ. ὀλωλότ᾽ ἄνδρ᾽ ἐπεξειργάσω. τί φῇς; τίνα λέγεις νέον μοι λόγον; αἰαῖ, αἰαῖ, σφάγιον ἐπ᾽ ὀλέθρῳ γυναικεῖον ἀμφικεῖσθαι μόρον; Χορός ὁρᾶν πάρεστιν. οὐ γὰρ ἐν μυχοῖς ἔτι. Κρέων οἴμοι· κακὸν τόδ᾽ ἄλλο δεύτερον βλέπω τάλας. τίς ἄρα, τίς με πότμος ἔτι περιμένει; ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, τάλας, τὸν δ᾽ ἔναντα προσβλέπω νεκρόν. φεῦ, φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον. Ἐξάγγελος ἡ δ᾽ ὀξύθηκτος ἥδε βωμία πέριξ λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, αὖθις δὲ τοῦδε· λοίσθιον δὲ σοὶ κακὰς πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ. Κρέων αἰαῖ, αἰαῖ, ἀνέπταν φόβῳ. τί μ᾽ οὐκ ἀνταίαν ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει; δείλαιος ἐγώ, φεῦ, φεῦ, δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ. Ἐξάγγελος ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων πρὸς τῆς θανούσης τῆσδ᾽ ἐπεσκήπτου μόρων. Κρέων ποίῳ δὲ κἀπελύσατ᾽ ἐν φοναῖς τρόπῳ; Ἐξάγγελος παίσασ᾽ ὑφ᾽ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως παιδὸς τόδ᾽ ἤσθετ᾽ ὀξυκώκυτον πάθος. Κρέων ᾤ μοί μοι, τάδ᾽ οὐκ ἐπ᾿ ἄλλον βροτῶν ἐμᾶς ἁρμόσει πότ᾽ ἐξ αἰτίας. ἐγὼ γάρ σ᾽ , ἐγώ σ᾽ ἕκανον, ὢ μέλεος, ἐγώ. φάμ᾽, ἔτυμον. ἰὼ πρόσπολοι, ἄγετέ μ᾽ ὅτι τάχος, ἄγετέ μ᾽ ἐκποδών, τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα. Χορός κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς· βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά. Κρέων ἴτω, ἴτω, φανήτω μόρων ὁ κάλλιστ᾽ ἐμῶν ἐμοὶ τερμίαν ἄγων ἁμέραν ὕπατος· ἴτω, ἴτω, ὅπως μηκέτ᾽ ἆμαρ ἄλλ᾽ εἰσίδω. Χορός μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ πράσσειν. μέλει γὰρ τῶνδ᾽ ὅτοισι χρὴ μέλειν. Κρέων ἀλλ᾽ ὧν ἐρῶμεν, ταῦτα συγκατηυξάμην. Χορός μὴ νῦν προσεύχου μηδέν· ὡς πεπρωμένης οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή. Κρέων ἄγοιτ᾽ ἂν μάταιον ἄνδρ᾽ ἐκποδών, ὃς, ὦ παῖ, σέ τ᾽ οὐχ ἑκὼν κάκτανον, σέ τ᾽ αὐτάν. ἰὼ μέλεος, οὐδ᾽ ἔχω πᾷ θῶ, ὅπᾳ πρότερον ἴδω. πάντα γὰρ λέχρια τἀν χεροῖν· τὰ δ᾽ ἐπὶ κρατί μοι πότμος δυσκόμιστος εἰσήλατο. Χορός πολλῷ τὸ φρονεῖν εὐδαιμονίας. πρῶτον ὑπάρχει· χρὴ δὲ τά γ᾽ εἰς θεοὺς μηδέν' ἀσεπτεῖν· μεγάλοι δὲ λόγοι μεγάλας πληγὰς τῶν ὑπεραύχων ἀποτίσαντες, γήραι τὸ φρονεῖν ἐδίδαξαν.