Ichneutae Sophocles Arthur S. Hunt Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith Tufts University About 35Kb Trustees of Tufts University Medford, MA Perseus Project Sophocles Oxyrhynchus Papyri Part 9, Number 1174 Arthur S. Hunt London Egypt Exploration Fund 1912 9 Internet Archive

This pointer pattern extracts line

Greek English review of EpiDoc and CTS compliance; removed English from notes; entities, etc. p4 to p5 moving Greg's work-in-progress on CTS-izing greco-roman collection texts to a Work directory tagging now should be compatible with CTS base files for SDL moved more xml files around based on copyright status Converted to XML added card 1s Updated texts to TEI P4 and Perseus P4 extensions; minor cleanup (esp. character encodings and typos.) mark one supplement as "unclear" to demonstrate the new rule in the spec; I think this particular one is a true supplement rather than an unclear letter, but it really doesn't matter a whole lot for this purpose or in this text move credits for editors to filedesc proper so they'll show in pulldown the translation is ready to go new text Initial text, based roughly on Oxyrhynchus Papyri IX Added explicit reference correspondence and modern citation declaration for PMV staging. Inherited reading text has not been proofread or rewritten.
Ἀπόλλων ]κιο[ ]πειτα[ ]ἐπεσσύθ[ην ]γ[]λ[ ]ω[ [πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς [καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν [ ἀ]πόπροθεν· ον[ δύς]λοφον φρενὶ τα[ βο]ῦς ἀμολγάδας [μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων [ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ [λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης [ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην [οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν [δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν. [ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ [στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων [θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε. [ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ· [Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ [ἀλλʼ οὔ]τις[ about 21 letters] four lines missing here ς λκιο ιςἔπειτα [δὲ [τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις, [ἔπει]τα δʼ[ one line missing here ς Δωρικο[ [γεί]τονʼ ἐνθ[εν [ ]ήκω ξυν[]α[ [ Κυλ]λήνης τε δύ[σβατον [ ]τε χῶρον, ἐς δʼ ὑλ[ [ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ [μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται [ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους [θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε, [τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ, [τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος. Σιληνός [ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον [βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι, [ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών [ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ, ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω. τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ςν, παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυεβα [ ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις Ἀπόλλων [ ]ώσω· μοῦνον ἐμπ[έδου τ]άδε. Σιληνός τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν. Ἀπόλλων [ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ. Σιληνός []ις εζητ[ Ἀπόλλων []εσο[ one line missing here Ἀπόλλων α[ ] Σιληνός τί τοῦτο; πο[ιλέγ]εις; Ἀπόλλων ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων. Χορὸς Σατύρων ἴθʼ ἄγε δ[ at most 16 ll.] πόδα βά[σιν τε]ν ἀπαπαπ[αῖ at most 15 ll.] ὢ ὤ, σέ τοι [ at most 14 ll.] ἔπιθι κλωπ[ at most 13 ll.] ὑπόνομα κ[ at most 15 ll.] διανύτων ό[ at most 14 ll.] πατρικὰν γῆρ[υν at most 12 ll.] πῶς πᾷ τὰ λάθρι[α νύχια ] κλέμματα ποσσὶ[ at most 8 ll. ] εἴ πως, ἂν τύχω, πο[ at most 8 ll.] πατρί τʼ ἐλεύθερον β[]μετ[] ξυνάμα θεὸς ὁ φίλος ἀνέτω πόνους, προφήνας ἀρίζηλα χρυσοῦ παραδείγματα. Σιληνός θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε, τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται, λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ. [τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος, [ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε [Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της. []α[]τ[]ς τοῦ λό[γου]θʼ ἅμα[ μήνυ[τρα Χορός ἰὼ ς[ ϋηο[ δʼ οὐδ[ Σιληνός φησίν τις; ἢ[ ἔοικεν ἤδη κ[ ἄγʼ εἷα δὴ πᾶς ς[ ῥινηλατῶν ὀσμ[αῖσι αὔρας ἐάν πῃ πρ[ at most 15 ll.] διπλοῦς ὀκλάζω[ν ]ν ὕποσμος ἐν χρῷ [ at most 15 ll.] οὕτως ἔρευναν καὶ π[] ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν. Ἡμιχορὸς α θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα· ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρτει. Ἡμιχορὸς β ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα. Ἡμιχορὸς α σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει. Ἡμιχορὸς β τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν; Ἡμιχορὸς α τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ; Ἡμιχορὸς β δοκεῖ πάνυ. σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε. Ἡμιχορὸς α ἰδοὺ ἰδού· καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν. Ἡμιχορὸς β ἄθρει μάλα. αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε[τρού]μ[ε]νον. Ἡμιχορὸς α χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχου οπ[][]μενος ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ Ἡμιχορὸς β οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος. ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα. Ἡμιχορὸς α ἔα μάλα· παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε. τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος; εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα· δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην. Σιληνός τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ, πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω· [ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών, [ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί. [τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ; ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου. Χορός ὕ [ὗ] ὕ ὗ. Σιληνός τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς; τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων; α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι; Χορός ς[ίγα μὲν οὖν.] Σιληνός τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων; Χορός ἄ[κουε δή. Σιληνός καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων; Χορός ἐμοὶ πιθοῦ. Σιληνός ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε. Χορός ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά, [ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν. Σιληνός τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε, μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ φόβον βλέποντες, πάν[τα] δειματούμενοι, ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ, πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε. τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων, οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα, οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου, οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν [π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου [ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν, [ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν, πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε, ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο, καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε. εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν, κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε. Χορός πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι, ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία· γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν. Σιληνός ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ, κυνορτικὸν σύριγμα διακαλούμεν[ος. ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν· ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ. Χορός ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς. τί μάτην ὑπέκλαγες, ὑπέκριγες ὑπό μʼ ἴδες; ἔχεται ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ; ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν. ἐμὸς εἶ, ἀνάγου. δεῦτʼ ὤ, τίς ὅδε [ ]της ὁ δράκις, ὁ γράπις, [ at most 6 ll.] [Ο]ὐρίας Οὐρίας, αδ[]κεις παρέβης· μεθυ[ at most 11 ll.] ὅ τι ποτε φερε[]ι[]ν ἔποχον ἔχει τι[ at most 13 ll.] στίβος ὁδενες[ at most 12 ll. ] στράτιος, στράτ[ιος ]υ[] δεῦρʼ ἕπου· τ[]δρ[] ἔνι β[ο]ῦς ἔνι πονο[ μὴ μεθῇ κρ[ο]κι [ σὺ τί καλ[ὸ]ν ἐπιδ[ ὅδε γʼ ἀγαθὸς ὁ τρε[ κατὰ νόμον ἕπετα[ι ἐφέπου, ἐφέπου μ[ ὀπποποῖ· ἆ μιαρέ, γε[ ἦ τάχʼ ὁπόταν ἀπίη[ις ἀπελεύθερος ὢν ολ [ ἀλλὰ μὴ παραπλακ[ ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[ τ[ὸ] δὲ πλάγιον ἔχομ[εν πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν; οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον; Σιληνός σί[γα·] τί ἔστιν; Χορός οὐ μενῶ. Σιληνός μένʼ, ε[ἰ] δύνᾳ. Χορός οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις] ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [ ]ε[ μὴ πλεῖστ[ον] ἔτι ς[]ν [] χρόνον. Σιληνός ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι] οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.] Χορός ἶὼ γ[ φθέγ[μα ]ου []ηδ[ μισ-] θο[ν δ]όμοισιν ὀλβίσῃς. ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ. Κυλλήνη θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ; τίς ἥδε τέχνη; τίς μετάστασις πόνων, οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων, ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ; νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς, ὁμοῦ δʼ ἂν αὖτι[ς ] αι φωρ[ γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν []έναι· αὖτις δʼ α[]τ[ ] μενων []α κηρυκ[]ι[] κηρυγμα [ καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι [κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ] [καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[]μ[ [φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων φ[]η[] νων ὑμᾶς νοσεῖν νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν; Χορός στρ. νύμφη βαθύζωνε π[αῦσαι χόλου ] τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι. μή με μὴ προψαλ[άξῃς κακοῖς, ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ- μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα- στῶς ἐγάρυσε θέσπιν αὐδά[ν. Κυλλήνη ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα, καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι. ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι ὅτου μάλιστα πράγματος χρείαν ἔχεις. Χορός τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος, ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω· τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν. Κυλλήνη ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ, αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται· καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις, Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου. Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος []εύσατο· []υ []φιλας [] λήθῃ τῆς βαθυζώνου θεᾶς [κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον· [τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω· [μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται· [κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα [πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν [ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν. [ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα [μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει. [οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς [γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν, [κἀξορ]μενίζει κοὐκέτι σχολάζεται [βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει. [δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει. [ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο· τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.] Χορός ἄφραστ[ο ] παῖς βοῆς παιδο[]μαζεις[ θηρευμ[α ]λέγεις φώνημ[α ]σεθου[ τόνδʼ αφ[ ]ον[ τως ἐξεφ[ ] ροντʼ ἄπα[ ] ἐ[κ θανόν- τος πορίζειν τοιάνδε γῆρυν. Κυλλήνη μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη. Χορός καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν; Κυλλήνη πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ. Χορός ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς; Κυλλήνη βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος. Χορός ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις; Κυλλήνη πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές. Χορός οὐδʼ ὡς ἰχνευμων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίνος; Κυλλήνη οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον. Χορός ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν; Κυλλήνη νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον. Χορός τ[ί δʼ αὖ τὸ ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον. Κυλλήνη []λο[φ]ορίνη σύγγονος τῶν ὀστράκων. Χορός [ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις. Κυλλήνη [τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ. Χορός [ about 22 ll.] κτέανον ησύ[] τινι; Κυλλήνη [ about 23 ll.] δέρμα κ[]στ [ [ about 23 ll. ]ον ὧδ[ε] κλαγγάνει [ [ about 23 ll.]όρως ἐρείδεται [ about 24 ll.]πλεκτα [ [ about 24 ll.]λάδος κ[ [ about 21 ll. κόλ]λοπες δε[ [ about 24 ll. ]αμματω [ [ about 25 ll.]ον[ 1 or 2 lines lost καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας. οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο. Χορός ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, στρ. πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ- χωρʼ ἐπανθεμίζει. τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην, ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι. σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε- φθῇς μηδὲ δυσφορηθῇς. Κυλλήνη [τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας; Χορός [οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω. Κυλλήνη [μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς; Χορός [ about 17 ll. ]αν αὐτῇ τῇ κλο[πῇ. Κυλλήνη [ about 18 ll. ε]ἴ γε τἀληθῆ λέ[γεις. Χορός [ about 18 ll. τ]ἀληθῆ λέγ[ω. [ about 14 ll. κεκλο]φεναισαφ[ [ about 19 ll.]δε βοῦς πάνυ [ about 19 ll.]ᾳ καθήρ[μ]ο[σε [ about 19 ll.]λου τεμὼν [ about 20 ll.]φο δ[ο]ρα[ 2 or 3 lines lost Κυλλήνη [ about 11 ll. ] ἄρτι μανθάνω χρόνῳ [ about 8 ll. ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ [ about 11 ll. ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν. [σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων, [εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς [ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα· [τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ [μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον· [οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ [οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ. [εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει [ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος. [ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν [πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει. ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς. παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς. [ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ [χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λέγω. Χορός στρέφου λυγίζου τε μύθοις, ὁποι- ἀντ. ´άν θέλεις βάξιν εὕρισκʼ ἀπό- ψηκτον· οὐ γάρ με ταῦτα πείσεις, ὅπως τὸ χρῆμʼ οὗτος εἰργασμένος ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν που δοράς [ ἢ] ʼπὸ τῶν Λοξίου. [μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε. one or more lines missing Χορός [ὁ Ζ]εὺς γὰρ ] Κυλλήνη [ὁ] παῖς κλο[π Χορός [εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ. Κυλλήνη [κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ. Χορός [ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε. Κυλλήνη [ο]ὐ μὴ ταδʼ [εἴπῃς about 8 lines of which we have only the initial letters Κυλλήνη ποῦ καὶ βόες νέμουσι τ[ Χορός π[λ]είους δέ γʼ ἤδη νῦν [ Κυλλήνη τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε[ Χορός ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος. Κυλλήνη [τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [ κακῶς λέγων. Χορός π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι. Κυλλήνη ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν. Χορός []λεισεπ[]υ[ ἐ]ξελαυν[ one whole column is missing, perhaps more Χορός ἰοὺ ἰοὺ [ ἥν τʼ ἔφη π[ οὗτος οὐ φ[ Σιληνός ω Λ[οξία ιω δ[ Χορός ὦ Λοξία, δε[ καὶ παρη[ τῶν [β]οῶ[ν Ἀπόλλων []νυ[ ε[]ει[ βο[ οπο[ πρ[ μισθ̀ς [ ἐλεύθερο[ Σιληνός τὸν ἐγ[