Ἱκέτιδες
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Gregory Crane
Schmidt Sciences
cxii, 282 pages; 18 cm
Trustees of Tufts University
Medford, MA
Perseus Project
AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg001.dindorf1882-grc2).
Τὰ τοῦ δράματος πρόσωπαΧορός ΔαναΐδωνΔαναόςΒασιλεύς ἈργείωνΚῆρυξἩμιχόριον ΑἩμιχόριον Β
ΧΟΡΟΣ.
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάϊον ἀρθέντ
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου. δίαν δὲ λιποῦσαι
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν.
οὔτιν ἐφ᾽ αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαι,
ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ,
γάμον Αἰγύπτου παίδων ἀσεβῆ τ'
ὀνοταζόμεναι.
Δαναὺς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος, τάδε πεσσονομῶν,
κύδιστ᾽ ἀχέων ἐπέκρανε,
φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,
κέλσαι δ᾽ ῎Αργους γαῖαν, ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
τησδ᾽ ἀφικοίμεθα
σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισι κλάδοισιν?
ὧν πόλις, ὧν γῆ, καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοὶ, καὶ βαρύτιμοι
χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξαιθ᾽ ἱκέτην·
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας· ἀρσενοπληθῆ δ᾽
ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,
πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει
θεῖναι ξὺν ὄχῳ ταχυήρει,
πέμψατε πόντονδ᾽· ἔνθα δὲ λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ
ὀμβροφόροισίν τ' ἀνέμοις ἀγρίας
ἁλὸς ἀντήσαντες ὄλοιντο,
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
σφετεριξάμενον πατραδέλφειαν
τήνδ᾽ ἀεκόντων ἐπιβῆναι.
νῦν δ᾽ ἐπικεκλομένα
Δἴον πόρτιν ὑπερπόντιον τιμάορ᾽, ἶνίν τ
ἀνθονομούσας προγόνου
βοὸς ἐξ ἐπιπνοίας
Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δ᾽ ἐπεκραίνετο μορσι-
μος αἰὼν
εὐλόγως, Ἔπαφόν τ' ἐγέννασεν·
ὅντ᾽ ἐπιλεξαμένα,
νῦν ἐν ποιονόμοις ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα,
γονέων ἐπιδείξω
πιστὰ τεκμήρι᾽, ἃ γαιονόμοισιν ἄελπτά περ ὄντα
φανεῖται.
γνώσεται δὲ λόγους τις ἐν μάκει.
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
ἐγγάϊος οἶκτον ἀΐων,
δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας
μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτας ἀηδόνος,
ἅτ᾿ ἀπὸ χλωρῶν πετάλων ἐγρομένα
πενθεῖ νέον οἶκτον ἠθέων·
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἔθεν
δυσμάτορος κότου τυχών·
τὼς καὶ ἐγὼ φιλόδυρτος Ἰαονίοισι νόμοισι
δάπτω τὰν ἁπαλὰν εἶλοθερῆ παρειὰν
ἀπειρόδακρύν τε κάρζαν.
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δεῖμα, μένουσα φίλους, τᾶσδε φυγᾶς
ἀερίας ἀπὸ γᾶς
εἴ τις ἐστὶ κηδεμών.
αλλὰ, θεοὶ γενέται, κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες·
ἥβᾳ μὴ τέλεον δόντες ἔχειν παρ᾽ αἶσαν,
ὕβριν δ᾽ ἐτύμως στυγοῦντες,
πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυγάσιν
ῥῦμα, δαιμόνων σέβας,
ἰθείῃ Διὸς εὖ παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
πάντα τοι φλεγέθει καν σκότῳ μελαίνᾳ ξὺν
τύχᾳ
μερόπεσσι λαοῖς.
πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τείνουσιν πό-
ρού
κατιδεῖν ἄφραστοι.
ἰάπτει δ᾽ ἐλπίδων
ἀφ᾽ ὑψιπύργων πανώλεις βροτοὺς,
βίαν δ᾽ οὔτιν ἐξοπλίζει,
τὰν ἄπονον δαιμονίων· μνῆμον ἄνω φρόνημά
πως
αὐτόθεν ἐξέπραξεν ἔμπας ἑδράνων ἀφ᾽ ἁγνῶν.
ἰδέσθω δ᾽ εἰς ὕβριν
βρότειον, οἷα νεάζει, πυθμὴν
δι ἁμὸν γάμον τεθαλὼς
δυσπαραβούλοισι φρεσὶν, καὶ διάνοιαν μαινόλιν
κέντρον ἔχων ἄφυκτον, ἄταν δ᾽ ἀπάτᾳ μετα-
γνούς.
τοιαῦτα πάθεα μέλεα θρεομένα δ᾽ ἐγὼ
λιγέα βαρέα δακρυοπετῆ,
ἰὴ ἰὴ,
ἰηλέμοισιν ἐμπρεπῆ ζῶσα γόοις με τιμῶ.
ἱλέομαι μὲν Ἀπίαν βοῦνιν,
(καρβᾶν᾽ αὐδὰν εὖ, γᾶ, κοννεῖς)
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι
λίνοισιν ἢ Σιδονίᾳ καλύπτρα.
θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς
ἰὼ ἰὼ,
ἐπίδρομ᾽, ὁπόθι θάνατος ἀπῇ.
ἰὼ δυσάγκριτοι πόνοι. ποὶ τόδε κῦμ᾽ ἀπάξει;
ἱλέομαι μὲν Ἀπίαν βοῦνιν,
(καρβᾶν᾽ αὐδὰν εὖ, γᾶ, κοννεῖς)
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι
λίνοισιν ἢ Σιδονίᾳ καλύπτρα.
πλάτα μὲν οὖν λινορραφοῦς τε δρόμος ἅλα στέ-
γων δορὸς
ἀχείματόν μ᾿ ἔπεμπε σὺν πνοαῖς φίλαις,
οὐδὲ μέμφομαι·
τελευτὰς δ᾽ ἐν χρόνῳ
πατὴρ ὁ παντόπτας
πρευμενεῖς κτίσειεν.
σπέρμα σεμνᾶς μέγα ματρὸς
εὐνὰς ἀνδρῶν, ἐὴ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽ ἐπιδέτω Διὸς κόρα,
ἔχουσα σέμν᾽ ἐνώπι᾿ ἀσφαλέστατα,
παντὶ δὲ σθένει
διωγμοὺς εἰσιδοῦσ᾽
ἄδμητος ἀδμήτας
ῥύσιος γενέσθω.
σπέρμα σεμνᾶς μέγα ματρὸς
εὐνὰς ἀνδρῶν, ἐή,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
εἰ δὲ μὴ, μελανθὲς
ἡλιόκτυπον γένος
τὸν γάϊον,
τὸν πολυξενώτατον Ζῆνα τῶν κεκμηκότων
ἱξόμεσθα σὺν κλάδοις
ἀρτάναις θανοῦσαι,
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
ὦ Ζὴν, Ἰοῦς ἰω
μῆνις μάστειρ᾽ ἐκ θεῶν.
κοννῶ δ᾽ ἄταν γαμετᾶς
οὐρανόνικον. χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι
χειμών.
καὶ τότ᾽ οὐ δικαίοις
Ζεὺς ἐνέξεται λόγοις,
τὸν τᾶς βοὸς
παῖδ᾽ ἀτιμάσας, τὸν αὐτός ποτ᾽ ἔκτισεν γόνῳ,
νῦν ἔχων παλίντροπον
ὄψιν ἐν λιτασιν·
ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος.
ἆ Ζὴν, Ἰοῦς ἰὼ
μῆνις μάστειρ᾽ ἐκ θεῶν.
κοννῶ δ᾽ ἄταν γαμετᾶς
οὐρανόνικον. χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι
χειμών.
ΔΑΝΑΟΣ.
παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ᾽ ἥκετε
πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας.
ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ,
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω ξὺν ἵπποις καμπύλοις τ' ὀχήμασι.
τάχ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
ἀλλ᾽ εἰτ ἀπήμων εἴτε καὶ τεθυμμένος
ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς οἵνεκ', ὦ κόραι,
πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν.
κρείσσων δὲ πύργου βωμὸς, ἄρρηκτον σάκος.
ἀλλ' ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκτηρίας, ἀγάλματ᾽ αἰδοίου Διὸς,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη
ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,
τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων
ἴτω προσώπων ὄμματος παρ᾿ ἡσύχου.
καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ
γένῃ· τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.
μέμνησο δ᾽ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
ΧΟ.
πάτερ, φρονούντως πρὸς φρονοῦσαν ἐννέπεις.
φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι.
ΔΑ.
ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾿ ὄμματος.
ΧΟ.
θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
ΔΑ.
μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
ΧΟ.
ὦ Ζεῦ, κόπων οἴκτειρε μἀπολωλότας.
ΔΑ.
κείνου θέλοντος εὖ τελευτήσει τάδε.
XO.
ΔΑ.
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλήσκετε.
ΧΟ.
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,
ΔΑ.
ἁγνόν τ᾿ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾿ οὐρανοῦ θεόν.
ΧΟ.
εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
ΔΑ.
συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
ΧΟ.
τίν᾿ οὖν κικλήσκω τῶνδε δαιμόνων ἔτι;
ΔΑ.
ὁρῶ τρίαιναν τήδε σημεῖον θεοῦ.
ΧΟ.
ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
ΔΑ.
Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
ΧΟ.
ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
ΔΑ.
πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν
σέβεσθ᾽· ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων
ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντὸς πατρὸς
ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ᾿ν ῞Αιδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
κἀκεῖ δικάζει τάμπλακήμαθ᾽, ὡς λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
ΒΑΣΙΛΕΥΣ.
ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον
πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾿ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὐδὲ κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
ἔτλητ᾿ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ' ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλ᾽ ἐπεικάσαι δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
ΧΟ.
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,
ἢ τηρὸν ἱροῦ ῥάβδον, ἢ πόλεως ἀγόν;
ΒΑ.
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.
τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγὸς, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς δί᾽ ἁγνὸς ἔρχεται
Στρυμὼν, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ τήνδε Περραιβῶν χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα· συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Απις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι
χρανθεῖσ᾽ ἀνῆκε γαῖα μηνιαῖ᾽ ἄχη,
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Απις Ἀργεία χθονὶ
μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς.
ἔχουσ᾽ ἂν ἤδη τἀπ᾿ ἐμοῦ τεκμήρια
γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
ΧΟ.
βραχὺς τορός θ᾽ ὁ μῦθος· Ἀργεῖαι γένος
ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός·
καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.
ΒΑ.
ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοὶ,
ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτὸν,
Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
Ἰνδάς τ' ἀκούω νομάδας ἱπποβάμοσιν
εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
παρ᾿ Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρους τ' Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα
ὑμᾶς. διδαχθεὶς δ᾽ ἂν τόδ᾽ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.
ΧΟ.
κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ,
ΒΑ.
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
ΧΟ.
κἄκρυπτά γ' Ἥρας ταῦτα ταμπαλάγματα.
ΒΑ.
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
ΧΟ.
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
ΒΑ.
οὔκουν πελάζει Ζεὺς ἐπ᾿ εὐκραίρῳ βοΐ;
ΧΟ.
φασὶν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
ΒΑ.
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
ΧΟ.
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
ΒΑ.
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
ΧΟ.
῎Αργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανε.
ΒΑ.
τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
ΧΟ.
βοηλάτην μύωπα κινητήριον·
ΒΑ.
οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
ΧΟ.
τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
ΒΑ.
καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
ΧΟ.
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
ΧΟ.
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
ΒΑ.
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
ΧΟ.
Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
ΒΑ.
.
ΧΟ.
Λιβύη, μεγίστης ὄνομα γῆς καρπουμένη.
ΒΑ.
τίν οὖν ἐτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
ΧΟ.
Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
ΒΑ.
τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
ΧΟ.
Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
ΒΑ.
καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
ΧΟ.
Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἂν ὡς Ἀργεῖον ἀντήσας στόλον.
ΒΑ.
δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
ΧΟ.
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταυτὸν πτερόν˙
ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν
κέλσειν ἐς ῎Αργος κῆδος ἐγγενὲς τὸ πρὶν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
ΒΑ.
τί φὴς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
ΧΟ.
ὡς μὴ γένωμαι δμωΐς Αἰγύπτου γένει.
ΒΑ.
πότερα κατ᾿ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
ΧΟ.
τίς δ᾽ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
ΒΑ.
σθένος μὲν οὕτως μείζον αὔξεται βροτοῖς.
ΧΟ.
καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή.
ΒΑ.
πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
ΧΟ.
αἰτοῦσι μὴ ᾿κδῶς παισὶν Αἰγύπτου πάλιν.
ΒΑ.
βαρέα σύ γ' εἶπας, πόλεμον αἴρεσθαι νέον.
ΧΟ.
ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
ΒΑ.
εἴπερ γ'᾽ ἀπ᾿ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
ΧΟ.
αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.
ΒΑ.
πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.
ΧΟ.
βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
Παλαίχθονος τέκος, κλῦθί μου
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
ἠλιβάτοις, ἵν᾿ ἀλκᾷ πίσυνος μέμυκε
φράζουσα βοτῆρι μόχθους.
ΒΑ.
ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
νεύονθ' ὅμιλον τῶνδ᾽ ἀγωνίων θεῶν.
εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων.
μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.
ΧΟ.
ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν
ἱκεσία θέμις Διὸς κλαρίου.
σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων·
ποτιτρόπαιον αἰδόμενος οὖνπερ
ἱεροδόκα θεῶν λήματ᾿ ἀπ᾿ ἀνδρὸς ἁγνοῦ
ΒΑ.
οὔτοι κάθησθε δωμάτων ἐφέστιοι
ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις,
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος,
ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
ΧΟ.
σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον,
πρύτανις ἄκριτος ὢν,
κρατύνεις βωμὸν, ἑστίαν χθονὸς,
μονοψήφοισι νεύμασιν σέθεν,
μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος
πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.
ΒΑ.
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ·
οὐδ᾽ αὖ τύδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας
δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
ΧΟ.
τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
φύλακα πολυπόνων
βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
μένει τοι Ζηνὸς ἱκτίου κότος
δυσπαράθελκτος παθόντος οἴκτοις.
ΒΑ.
εἰ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;
δεῖ τοι σὲ φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
ΧΟ.
μή τί ποτ' οὖν γενοίμαν ὑποχείριος
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
φυγᾷ. ξύμμαχον δ᾽ ἑλόμενος δίκαν κρῖνε σέβας
τὸ πρὸς θεῶν.
ΒΑ.
οὐκ εὔκριτον τὸ κρῖμα· μή μ' αἱροῦ κριτήν.
εἶπον δὲ καὶ πρὶν, οὐκ ἄνευ δήμου τάδε
πράξαιμ᾽ ἂν, οὐδέπερ κρατῶν, μὴ καὶ ποτὲ
εἴπῃ λεὼς, εἴ πού τι μὴ τοῖον τύχοι,
“ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν”.
ΧΟ.
ἀμφοτέροις ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ
Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.
τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλγεῖς τὸ δίκαι-
ον ἔρξαι;
ΒΑ.
δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν
δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον·
ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς,
καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα,
ὃς οὐδ᾽ ἐν ῞Αιδου τὸν θανόντ᾽ ἐλευθέροῖ.
μῶν οὖν δοκεῖ δεῖν φροντίδος σωτηρίου;
ΧΟ.
φρόντισον καὶ γενοῦ πανδίκως
εὐσεβὴς πρόξενος· τὰν φυγάδα μὴ προδῶς,
τὰν ἕκαθεν ἐκβολαῖς δυσθέοις ὀρμέναν·
μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν πολυθέων
ῥυσιασθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
γνῶθι δ᾽ ὕβριν ἀνέρων καὶ φύλαξαι κότον.
μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
ἀπὸ βρετέων βίᾳ δίκας ἀγομέναν
ἱππηδὸν ἀμπύκων
πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.
ἴσθι γὰρ, παισὶ τάδε καὶ δόμοις,
ὁπότερ᾽ ἂν κτίσῃς, μένει δορὶ τίνειν
ὁμοίαν θέμιν.
τάδε φράσαι δίκαια Διόθεν κράτη.
ΒΑ.
καὶ δὴ πέφρασμαι· δεῦρο δ᾽ ἐξοκέλλεται·
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
πᾶσ᾽ ἔστ᾽ ἀνάγκη· καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
ἄτην γε μείζω καὶ μέγ' ἐμπλήσας γόμου
γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν·
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος·
ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται,
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλὰ, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι·
θέλω δ᾽ ἄϊδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι· γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
ΧΟ.
πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
ΒΑ.
ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται.
ΧΟ.
ἔχω στρόβους ζώνας τε, συλλαβὰς πέπλων.
ΒΑ.
τάχ᾽ ἂν γυναικῶν ταῦτα συμπρεπῆ πέλοι.
ΧΟ.
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανή καλή.
ΒΑ.
λέξον τίν᾿ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει.
ΧΟ.
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ —
ΒΑ.
τί σοι περαίνει μηχανή συζωμάτων;
ΧΟ.
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
ΒΑ.
αἰνιγματῶδες τοὔπος· ἀλλ᾽ ἁπλῶς φράσον.
ΧΟ.
ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
ΒΑ.
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
ΧΟ.
ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
ΒΑ
καὶ πολλαχῆ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὡς ἐπέρχεται·
ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ' εὔπορον
τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον·
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρὸν,
ἄνδρας γυναικῶν οΰνεχ᾽ αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μὲν, πάτερ γεραιὲ τῶνδε παρθένων,
κλάδους τε τούτους αἰψ᾿ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾿ ἄλλους δαιμόνων ἐγχωρίων
θὲς, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
ἐμοῦ· κατ᾿ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ᾽ ἄν τις οἶκτος εἰσιδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος·
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
ΔΑ.
πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα,
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας
εὕρωμεν, ἀσφάλεια δ᾽ ἡ δι᾽ ἄστεως
στείχουσι· μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον.
καὶ δὴ φίλον τις ἔκταν᾿ ἀγνοίας ὕπο.
ΒΑ.
στείχοιτ᾽ ἂν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
ἡγεῖσθε βωμοὺς ἀστικοὺς, θεῶν ἕδρας·
καὶ ξυμβόλοισιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.
ΧΟ.
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
ΒΑ.
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
ΧΟ.
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
ΒΑ.
λευρὸν κατ᾿ ἄλσος νῦν ἐπιστρέφου τόδε.
ΧΟ.
καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
ΒΑ.
οὔτοι πτερωτῶν ἁρπαγαῖς σ' ἐκδώσομεν.
ΧΟ.
ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν.
ΒΑ.
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
ΧΟ.
οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
ΒΑ.
ἀεὶ δ᾽ ἀνάκτων ἐστὶ δεῖμ᾽ ἐξαίσιον.
ΧΟ.
σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
ΒΑ.
ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
πείσω τὸ κοινὸν, ὡς ἂν εὐμενὲς τιθῶ,
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·
πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.
ΧΟ.
ἄναξ ἀνάκτων, μακάρων
μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γενέσθω·
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεί
τὰν μελανόζυγ᾽ ἄταν.
τὸ πρὸς γυναικῶν ἐπιδὼν
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρον αἶνον,
γενοῦ πολυμνᾶστορ ἔφαπτορ Ἰοῦς,
δι ἷς τοι γένος εὐχόμεθ᾽ εἶναι
γᾶς ἀπὸ τᾶσδ᾽ ἔνοικοι.
παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν
ματέρος ἀνθονόμους ἐπωπὰς,
λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεσσομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα
φῦλα, διχῆ δ᾽ ἀντίπορον
γαῖαν ἐν αἴσᾳ διατέμνουσα πόρον κυματίαν
ὁρίζει·
ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας
μηλοβότου Φρυγίας διαμπάξ·
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
Λύδιά τε γύαλα,
καὶ δ᾽ ὀρῶν Κιλίκων
Παμφύλων τε διορνυμένα
γᾶς ποταμοὺς ἀενάους
καὶ βαθύπλουτον χθόνα καὶ τὰν Ἀφροδίτας πο-
λύπυρον αἶαν.
ἱκνεῖται δ᾽ εἰσικνουμένου βέλει
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται Τυφὼ μέ-
νος,
ὕδωρ τὸ Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτίμοις ὀδύναις τε κεντροδα-
λήτισι θυιὰς Ἥρας.
βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι,
χλωρῷ δείματι θυμὸν
πάλλοντ᾽ ὄψιν ἀήθη,
βοός,
βοτὸν ἐσορῶντες δυσχερές μιξόμβροτον, τὰν μὲν
τὰν δ᾽ αὖ γυναικός· τέρας δ᾽ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν ὁ θέλξας πολύπλαγκτον ἀ-
θλίαν
οἰστροδόνητον Ἰώ;
Ζεὺς αἰῶνος κρέων ἀπαύστου
βία δ᾽ ἀπημάντῳ σθένει καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δ᾽ ἀποστάζει πένθιμον αἰδῶ.
λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
γείνατο παῖδ᾽ ἀμεμφῆ,
δι αἰῶνος μακροῦ πάνολβον·
ἔνθεν πᾶσα βοᾷ χθὼν,
"φυσίζουν γένος τόδε Ζηνός ἐστιν ἀληθῶς·
τίς γὰρ ἂν κατέπαυσεν Ἥρας νόσους ἐπιβούλους;
Διὸς τόδ᾽ ἔργον· καὶ τόδ᾽ ἂν γένος λέγων
ἐξ Ἐπάφου κυρήσαις.”
τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν
κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;
πατήρ φυτουργὸς αὐτόχειρ ἄναξ
- γένους παλαιόφρων μέγας
τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
ὑπ᾿ ἀρχᾶς δ᾽ οὔτινος θοάζων
τὸ μεῖον κρεισσόνων κρατύνειν
οὔτινος ἄνωθεν ἡμένου σέβει κάτω.
πάρεστι δ᾽ ἔργον ὡς ἔπος
σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
ΔΑ.
θαρσεῖτε, παῖδες, εὖ τὰ τῶν ἐγχωρίων.
δήμου δέδοκται παντελῆ ψηφίσματα.
ΧΟ.
ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοὶ,
ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος,
δήμου κρατοῦσα χείρ θ᾽ ὅπη πληθύνεται.
ΔΑ.
ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί˙
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν·
καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερὸν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων
ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα
λέγων διπλοῦν μίασμα΄ πρὸς πόλεως φανὲν
ἀμηχάνου βόσκημα πημονῆς πέλειν.
τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκραν ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς στροφὰς
δῆμος Πελασγῶν· Ζεὺς δ᾽ ἐπέκρανεν τέλος.
ΧΟ.
ἄγε δὴ, λέξωμεν ἐπ᾿ Ἀργείοις
εὐχὰς ἀγαθὰς, ἀγαθῶν ποινάς.
Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου
στόματος τιμὰς ἐπ᾿ ἀληθείᾳ,
τέρμον᾽ ἄμεμπτον πρὸς ἅπαντα.
νῦν ὅτε καὶ θεοὶ
Διογενεῖς κλύοιτ᾽ εὐκταῖα γένει χεούσας·
μήποτε πυρίφατον τὰν Πελασγίαν πόλιν
τὸν ἄχορον βοὰν κτίσαι μάχλον ῎Αρη,
τὸν ἀρότοις θερίζοντα βροτοὺς ἐν ἄλλοις,
οὔνεκ᾽ ᾤκτισαν ἡμᾶς,
ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο,
αἰδοῦνται δ᾽ ἱκέτας Διὸς, ποίμναν τάνδ᾽ ἀμεγαρτου·
οὐδὲ μετ᾿ ἀρσένων
ψῆφον ἔθεντ᾽ ἀτιμώσαντες ἔριν γυναικῶν,
Δῖον ἐπιδόμενοι πράκτορά τε σκοπὸν
δυσπολέμητον, ὃν οὔτις ἂν δόμος ἔχοι
ἐπ᾿ ὀρόφων μιαίνοντα· βαρὺς δ᾽ ἐφίζει.
ἅζονται γὰρ ὁμαίμους
Ζηνὸς ἵκτορας ἁγνοῦ.
τοιγάρτοι καθαροῖσι βωμοῖς θεοὺς ἀρέσονται.
τοιγὰρ ὑποσκίων ἐκ στομάτων ποτάσθω φιλότι-
μος εὐχὰ,
μήποτε λοιμὸς ἀνδρῶν
τάνδε πόλιν κενώσαι·
μηδ᾽ ἐπιχωρίοις στάσις
πτώμασιν αἱματίσαι πέδον γᾶς.
ἥβας δ᾽ ἄνθος ἄδρεπτον
ἔστω, μηδ᾽ Ἀφροδίτας
εὐνάτωρ βροτολοιγὸς "Αρης κέρσειεν ἄωτον.
καὶ γεραροῖσι πρεσβυτοδόκοι γεμόντων θυμέλαι
φλεγόντων.
τὼς πόλις εὖ νέμοιτο
Ζῆνα μέγαν σεβόντων,
τὸν ξένιον δ᾽ ὑπερτάτως,
ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
τίκτεσθαι δὲ φόρους γᾶς
ἄλλους εὐχόμεθ᾽ ἀεὶ,
"Αρτεμιν δ᾽ ἑκάταν γυναικῶν λόχους ἐφορεύειν.
μηδέ τις ἀνδροκμὴς λοιγὸς ἐπελθέτω
τάνδε πόλιν δαΐζων,
ἄχορον ἀκίθαριν δακρυογόνον "Αρη
βοάν τ᾽ ἔνδημον ἐξοπλίζων.
νόσων δ᾽ ἑσμὸς ἀπ᾿ ἀστῶν
ἵζοι κρατὸς ἀτερπής·
εὐμενὴς δ᾽ ὁ Λύκειος ἔστω πάσᾳ νεολαίᾳ.
καρποτελῆ δέ τοι Ζεὺς ἐπικραινέτω
φέρματι γᾶν πανώρῳ.
πρόνομα δὲ βοτὰ τὰς πολύγονα τελέθοι·
τὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν.
εὔφαμον δ᾽ ἐπὶ βωμοῖς
μοῦσαν θείατ᾿ ἀοιδοί·
ἁγνῶν τ᾽ ἐκ στομάτων φερέσθω φάμα φιλο-
φόρμιγξ.
φυλάσσοι τ᾽ ἀτιμίας τιμὰς
τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
προμαθεὺς εὐκοινόμητις ἀρχά·
ξένοισί τ᾽ εὐξυμβόλους,
πρὶν ἐξοπλίζειν "Αρη,
δίκας ἄτερ πημάτων διδοῖεν.
θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, ἀεὶ
τίοιεν ἐγχωρίους πατρώαις
δαφνηφόροισι βουθύτοισι τιμαῖς.
τὸ γὰρ τεκόντων σέβας
τρίτον τόδ᾽ ἐν θεσμίοις
Δίκας γέγραπται μεγιστοτίμου.
ΔΑ.
εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι·
ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς
ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ
τὸ πλοῖον. εὔσημον γὰρ οὐ με λανθάνει·
στολμοί τε λαίφους καὶ παραρρύσεις νεὼς,
καὶ πρῶρα πρόσθεν ὄμμασι βλέπουσ᾽ ὁδὸν,
οἴακος ἰθυντῆρος ὑστάτου νεὼς
ἄγαν καλῶς κλύουσα, τὼς ἂν οὐ φίλη.
πρέπουσι δ᾽ ἄνδρες νάϊοι μελαγχίμοις
γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ᾿πικουρία
εὔπρεπτος· αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μάμελεῖν θεῶν.
ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών.
ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβις μόλοι,
ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητε νιν.
ὅμως ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτέ.
θάρσει· χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
ΧΟ.
πάτερ, φοβοῦμαι, νῆες ὡς ἀκύπτεροι
ἥκουσι· μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.
περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
παροίχομαι, πάτερ, δείματι.
ΔΑ.
ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ' οἶδ᾽ ἐγώ.
ΧΟ.
ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
μάχης τ᾽ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας
νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ
πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
ΔΑ.
πολλοὺς δέ γ' εὑρήσουσιν ἐν μεσημβρίας
θάλπει βραχίον εὖ κατερρινημένους.
ΧΟ.
μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
γυνὴ μονωθεῖσ᾽ οὐδέν· οὐκ ἔνεστ' ῎Αρης.
οὐλόφρονες δὲ καὶ δολιομήτιδες δυσάγνοις φρεσὶν,
κόρακες ὥστε, βωμῶν ἀλέγοντες οὐδέν.
ΔΑ.
καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,
εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
ΧΟ.
οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.
φυσίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει μεμαργωμένοι
κυνοθρασεῖς, θεῶν οὐδὲν ἐπαΐοντες.
ΔΑ.
ἀλλ᾽ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν
εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
ΧΟ.
ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
ἔχοντας ὀργὰς χρὴ φυλάσσεσθαι κράτος.
ΔΑ.
οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολὴ,
οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτων σωτηρία
ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ
ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλὴ, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μἀμελεῖν θεῶν,
πράξασ᾽ ἀρωγήν· ἄγγελον δ᾽ οὐ μέμψεται
πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.
ΧΟ.
ἰὰ γᾶ βοῦνι, πάνδικον σέβας,
τί πεισόμεσθα; ποῖ φύγωμεν Απίας
χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
μέλας γενοίμαν καπνὸς νέφεσι γειτονῶν Διός·
τὸ πᾶν δ᾽ ἄφαντος ἃμ πνοαῖς διψὰς ὡς κόνις ἄτερθε
πτερύγων ὀροίμαν.
ἄθικτον δ᾽ οὐκέτ᾽ ἂν πέλοι κέαρ,
κελαινόχρῳ δὲ πάλλεται κλυδωνίῳ.
πατρὸς σκοπαὶ δὲ μ᾽ εἶλον· οἴχομαι φόβῳ.
θέλοιμι δ᾽ ἂν μορσίμου προπρὸ τυχεῖν ἐν ἀρτά-
ναις,
πρὶν ἄνδρ᾽ ἀπευκτὸν ὧδε χριμφθῆν χροϊ· πρόπαρ
θανούσας δ᾽᾽ Αΐδας ἀνάσσοι.
πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,
πρὸς ὃν κύφελλ᾽ ὑδρηλὰ γίγνεται χιών,
ἢ λισσὰς αἰγίλιῳ ἀπρόσδεικτος οἰόφρων κρε-
μὰς
γυπιὰς πέτρα, βαθὺ πτῶμα μαρτυροῦσά μοι, πρὶν
δαΐκτορος βίᾳ
κάρζας γάμου κυρῆσαι.
κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις
πετῆσι δεῖπνον οὐκ ἀναίνομαι πέλειν.
τῷ γὰρ θανεῖν ἐλευθεροῦμαι φιλοστόνων κακῶν·
ἐλθέτω μόρος, πρό κοίτας γαμηλίου τυχών, ἀλ-
λύτας. τίν᾿ ἂν πόρον
τέμνοιν γάμου λυτῆρα;
ἴυζε δ᾽ ὀμφὰν οὐράνια
μέλη λιτανὰ θεοῖσι καὶ
τέλεα δέ μοι πῶς πελόμενά μοι
λύσιμα. μάχιμα δ᾽ ἔπιδε, πάτερ,
βίαια μὴ φιλεῖς ὁρῶν
ὄμμασιν ἐνδίκοις.
σεβίζου δ᾽ ἱκέτας σέθεν,
γαιάοχε παγκρατὲς Ζεῦ.
γένος γὰρ Αἰγύπτιον ὕβριν
δύσφορον ἀρσενογενές
μετά με δρόμοισι διόμενοι
φυγάδα μάταισι πολυθρόοις
βίαια δίζηνται λαβεῖν.
σὸν δ᾽ ἐπίπαν ζυγὸν
ταλάντου. τί δ᾽ ἄνευ σέθεν
θνατοῖσι τέλειόν ἐστιν;
ό, ό, ό, ά, ά, ά.
ὅδε μάρπτις νάϊος γάϊος.
τῶν πρὸ μάρπτι κάμνοις, ἰὸφ ὄμ
αὖθι κάκκας νο
δυΐαν βοὰν ἀμφαίνω.
ὁρῶ τάδε φροίμια πρόξενα πόνων
βιαίων ἐμῶν. ἰὲ ἰὲ,
βαῖνε φυγᾷ πρὸς ἀλκάν·
βλοσυρόφρονα χλιδᾷ
δύσφορα ναΐ καν γᾷ.
ἄναξ προτάσσου.
ΚΗΡΥΞ.
σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ-
ριν ὅπως ποδῶν.
ΧΟ.
οὐκοῦν οὐκοῦν
τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
πολυαίμων φόνιος
ἀποκοπὰ κρατός.
ΚΗ.
σοῦσθε σοῦσθ᾽ ὀλόμεναι ὀλόμεν ἐπ᾿ ἀμίδα.
ΧΟ.
εἶθ᾽ ἀνὰ πολύρυτον
ἁλμήεντα πόρον
δεσποσίῳ ξὺν ὕβρει,
γομφοδέτῳ τε δόρει διώλου.
αἵμον᾽ ἴζω σ᾽ ἐπ᾿ ἀμίδα
ἠσυδουπία τάπιτα.
ΚΗ.
κελεύω βίᾳ μεθέσθαι
ἴχαρ φρενί τ᾽ ἄταν.
ΧΟ.
ἰὼ ἰὸν
λεῖφ᾽ ἕδρανα, κί᾽ ἐς δόρυ,
ἀτίετ᾽ ἀνὰ πόλιν εὐσεβῶν.
μήποτε πάλιν ἴδοιμ᾿
ἀλφεσίβοιον ὕδωρ,
ἔνθεν ἀεξόμενον
ζώφυτον αἷμα βροτοῖσι θάλλει.
ἄγειος ἐγὼ βαθυχαῖος
βαθρείας βαθρείας γέρον.
ΚΗ.
σὺ δὲ ναῒ ναΐ
βάσει τάχα
θέλεος ἀθέλεος.
ΧΟ.
βίᾳ βίᾳ τε πολλᾷ φροῦδα
βάτεαι βαθμὶ προκακοπαθῶν
ὀλόμεναι παλάμαις.
αἰαῖ αἰαῖ.
καὶ γὰρ δυσπαλάμως ὄλοιο
δι᾽ ἁλίρρυτον ἄλσος,
κατὰ Σαρπηδόνιον
χῶμα πολυψάμαθον ἀλαθεὶς
εὐρείαις εἰν αὔραις.
ΚΗ.
ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ.
ἴυζε καὶ βόα πικρότερ᾽ ἀχέων οἰζύος ὄνομ᾽ ἔχων.
ΧΟ.
οἰοῖ οἰοῖ,
λύμασις ὑ πρὸ γᾶς ὑλάσκοι·
περιχαμπτὰ βρυάζεις
ὃς ἐρωτᾷς· ὁ μέγας
Νεῖλος ὑβρίζοντά σε ἀποτρέψει
εν ἄϊστον ὕβριν.
ΚΗ.
βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον
ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.
ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται.
ΧΟ.
οἰοῖ, πάτερ βρέτεος ἄρος ἄτα μαλδαάγει
ἄραχνος ὡς βάδην.
ὄναρ ὄναρ μέλαν.
ὀτοτοτοῖ.
μᾶ Γᾶ μᾶ Γᾶ, βοᾶν
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
ΚΗ.
οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·
οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.
ΧΟ.
μαιμᾷ πέλας δίπους ὄφις,
ἔχιδνα δ᾽ ὡς με τί ποτ'
ἐνδακοσάχ.
ὀτοτοτοί.
μᾶ Γᾶ μᾶ Γᾶ, βοᾶν
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
ΚΗ.
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
ΧΟ.
ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
ΚΗ.
πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου, τάχα
ὄψεσθε· θαρσεῖτ, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.
ΧΟ.
διωλόμεσθ᾽᾽ ἄελπτ᾽, ἄναξ, πάσχομεν.
ΚΗ.
ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης,
ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων.
ΒΑ.
οὗτος, τί ποιεῖς; ἐκ τίνος φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα;
ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ἂν δ' Ἕλλησιν ἐγχλίεις ἄγαν·
καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ἄρθωσας φρενί.
ΚΗ.
τί δ' ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;
ΒΑ.
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
ΚΗ.
πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.
ΒΑ.
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
ΚΗ.
Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
ΒΑ.
θεοίσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει.
ΚΗ.
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι:
ΒΑ.
οἱ δ᾽ ἐνθάδ᾽ οὐδὲν, ὡς ἐγὼ σέθεν κλύω.
ΚΗ.
ἄγοιμ᾽ ἂν, εἴ τις τάσδε μὴ ᾿ξαιρήσεται.
ΒΑ.
κλάοις ἂν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν.
ΚΗ.
ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον.
ΒΑ.
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
ΚΗ.
λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
ΒΑ.
ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι.
ΚΗ.
ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,
καὶ γὰρ πρέπει κήρυκ ἀπαγγέλλειν τορῶς
ἕκαστα, πῶς φῶ πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
Ἄρης· τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματ᾿ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
ΒΑ.
τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν
εἴσει σύ τ' αὐτὸς χοὶ ξυνέμποροι σέθεν.
ταύτας δ᾽ ἑκούσας μὲν κατ' εὔνοιαν φρενων
ἄγοις ἂν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
τοιάδε δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ
στόλου γυναικῶι· τῶνδ᾽ ἐφήλωται τορῶς
γόμφος διαμπὰξ, ὡς μένειν ἀραρότως.
ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἔγγεγραμμένα
οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
ΚΗ.
ἢ ᾿σται τάδ᾽, ἢ δεῖ πόλεμον αἴρεσθαι νέον.
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
ΒΑ.
ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
πύργων βαθείᾳ μηχανῇ κεκλημένην.
καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.
εὔθυμεῖν ἐστιν εὐτύκους ναίειν δόμους
πολλῶν μετ᾿ ἄλλων· εἰ δὲ τις μείζων χάρις,
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
ΧΟ.
ἀλλ᾽ ἀντ᾿ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
δῖε Πελασγῶν.
πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον
πατέρ᾽ εὐθαρσῆ
Δαναὸν, πρόνοον καὶ βούλαρχον.
τοῦ γὰρ προτέρα μῆτις ὅπου χρὴ
δώματα ναίειν, καὶ τόπος εὔφρων.
πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις
εὔτυκος· εἴη δὲ τὰ λῷστα.
ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ
βάξει λαῶν ἐν χώρῳ
τάσσεσθε, φίλαι δμωΐδες, οὕτως
ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν
Δαναός θεραποντίδα φερνήν.
ΔΑ.
ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις,
σπονδὰς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐκτενεῖς
φίλους πικρῶς ἤκουσαν αὐτανεψίους·
ἐμοῦ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
καὶ μήτ᾽ ἀέλπτως δορικανεῖ μόρῳ θανὼν
λάθοιμι, χώρα δ᾽ ἄχθος ἀείζων πέλοι.
τοιῶνδε τυγχάνοντας εὐπρυμνῆ φρενὸς
χάριν σέβεσθε τιμιωτέραν ἐμοῦ.
καὶ ταῦτα μὲν γράψεσθε πρὸς γεγραμμένοις
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρὸς,
ἀγνῶθ᾽ ὅμιλον ὡς ἐλέγχεσθαι χρόνῳ.
πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
κακὴν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμὲ,
ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.
τέρειν ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς,
[θῆρες δὲ κηραίνουσι καὶ βροτοὶ, τί μήν;
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
καρπώματα στάζοντα κηρύσσει Κύπρις
κἄωρα κωλύουσαν ὡς μένειν ἐρῶ.]
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος,
πολὺς δὲ πόντος οἵνεκ᾽ ἠρόθη δορί,
μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα·
τὴν μὲν Πελασγὸς, τὴν δὲ καὶ πόλις διδοῖ,
οἰκεῖν λατρῶν ἄτερθεν· εὐπετῆ τάδε.
μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρὸς,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
ΧΟ.
τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων·
ἐμῆς δ᾽ ὀπώρας οἵνεκ᾽ εὖ θάρσει, πάτερ.
εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
ἴτε μὰν ἀστυάνακτας μάκαρας θεοὺς γανάεντες
πολιούχους τε καὶ οἱ χεῦμ᾽ Ἐρασίνου
περιναίονται παλαιόν.
ὑποδέξασθε δ᾽ ὀπαδοὶ
μέλος. αἶνος δὲ πόλιν τάνδε Πελασγῶν
ἐχέτω, μηδ᾽ ἔτι Νείλου προχοὰς σέβωμεν ὕμνοις·
ποταμοὺς δ᾽ οἳ διὰ χώρας θελεμὸν πῶμα χέουσιν
πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας
τόδε μειλίσσοντες οὖδας.
ἐπίδοι δ' "Αρτεμις ἁγνὰ
στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας
γάμος ἔλθοι Κυθερείας· στυγερὸν πέλει τόδ᾽
ἆθλον.
Κύπριδος δ᾽ οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.
δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ·
τίεται δ᾽ αἰολόμητις θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν
Πόθος ᾧ τ᾽ οὐδὲν ἄπαρνον τελέθει θέλκτορι Πειθοῖ.
δέδοται δ᾽ Αρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας
ψεδυραὶ τρίβοι τ᾽ ἐρώτων.
φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη
πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.
τί ποτ' εὔπλοιαν ἔπραξαν ταχυπόμποισι διω-
γμοῖς;
ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
Διὸς οὐ παρβατός ἐστιν μεγάλα φρὴν ἀπέραντος·
μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
προτερᾶν πέλοι γυναικῶν.
ΗΜΙΧΟΡΙΟΝ.
ὁ μέγας Ζεὺς ἀπαλέξαι
γάμον Αἰγυπτογενῆ μοι.
ΗΜ.
τὸ μὲν ἂν βέλτατον εἴη.
ΗΜ.
σὺ δὲ θέλγοις ἂν ἄθελκτον.
ΗΜ.
σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
ΗΜ.
τί δὲ μέλλω φρένα Δίαν
καθορᾶν, ὄψιν ἄβυσσον;
ΗΜ.
μέτριον νῦν ἔπος εὔχου.
ΗΜ.
τίνα καιρόν με διδάσκεις;
ΗΜ.
τὰ θεῶν μηδὲν ἀγάζειν.
ΗΜ.
Ζεὺς ἄναξ ἀποστεροίη γάμον δυσάνορα
δάϊον, ὅσπερ Ἰὼ
πημονᾶς ἐλύσατ' εὖ χειρὶ παιωνίᾳ κατασχεθὼν,
εὐμενεῖ βίᾳ κτίσας.
ΗΜ.
καὶ κράτος νέμοι γυναιξίν· τὸ βέλτερον κακοῦ
καὶ τὸ δίμοιρον αἰνῶ,
καὶ δίκᾳ δίκας ἕπεσθαι, ξὺν εὐχαῖς ἐμαῖς λυτη
ρίοις
μαχαναῖς θεοῦ πάρα.