Ἱκέτιδες
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Lisa Cerrato
William Merrill
Elli Mylonas
David Smith
The Annenberg CPB/Project
About 105Kb
Trustees of Tufts University
Medford, MA
Perseus Project
Aeschylus
Aeschyli tragoediae
Gottfried Hermann
Lipsiae
Apud Weidmannos
1852
2
OCR from HathiTrust
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Regularized Hermann's 1852 Ἱκέτιδες in TEI/EpiDoc format using the Hermann Eumenides structure (URN: urn:cts:greekLit:tlg0085.tlg001.hermann1852-grc2).
Τὰ τοῦ δράματος πρόσωπαΧορός ΔαναΐδωνΔαναόςΒασιλεύς ἈργείωνΚῆρυξἩμιχόριον ΑἩμιχόριον Β
Χορός Δαναΐδων
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάϊον ἀρθέντ᾽
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου. δίαν δ᾽ ἐκλείπουσαι
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
οὔτιν᾽ ἔφ' αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαι,
ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ,
γάμον Αἰγύπτου παίδων ἀσεβῆ τ᾽
ὀνοταζόμεναι.
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν
κύδιστ᾽ ἀχέων ἐπέκρανεν,
φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,
κέλσαι τ' Ἄργους γαῖαν, ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίνα δ᾽ ἂν χώραν εὔφρονα μᾶλλον
τῆσδ᾽ ἀφικοίμεθα
σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισι κλάδοισιν;
ὦ πόλις, ὦ γῆ καὶ λευκὸν ὕδωρ,
Χορός Δαναΐδων
ὕπατοί τε θεοὶ καὶ βαθύτιμοι
χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξασθ᾽ ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας· ἀρσενοπληθῆ δ᾽
ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,
πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει
θεῖναι ξὺν ὄχῳ ταχυπλώρει,
πέμψατε πόντονδ'· ἔνθα δὲ λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ',
ὀμβροφόροισίν τ' ἀνέμοις ἀγρίας
ἁλὸς ἀντήσαντες ὄλοιντο,
πρίν ποτε λέκτρων ὧν θέμις εἴργει
σφετεριξάμενοι πατραδελφείαν
τήνδ᾽ ἀκόντων ἐπιβῆναι.
στρ. α'.
νῦν δ᾽ ἐπικεκλομένα
Δῖον πόρτιν ὑπερ-
πόντιον τιμάορ', νιν
ἀνθονομούσας προγόνου βοός, ἐξ ἐπιπνοίας
Ζηνὸς ἔφαψιν, ἐπωνυμίᾳ δ᾽ ἐπε-
κραίνετο μόρσιμος αἰὼν
εὐλόγως, Ἔπαφόν τ' ἐγέννασεν.
ἀντ. α'.
ὅντ᾽ ἐπιλεξαμένα
νῦν ἐν ποιονόμοις
τοῖς ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνησαμένα, γονέων ἐπιδείξω
πιστὰ τεκμήρια, γαιονομοῖσι δ᾽ ἄ-
ελπτα περ ὄντα φανεῖται.
γνώσεται δὲ λόγους τις ἐν μάκει.
στρ. β'.
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
Χορός Δαναΐδων
ἔγγαιος, οἶκτον οἰκτρὸν ἀΐων
δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρείας
μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτας ἀηδόνος·
ἀντ. β'.
ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐγρομένα
πενθεῖ νέοικτον οἶτον ἠθέων,
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἔθεν
δυςμάτορος κότου τυχών.
στρ. γ'.
τὼς καὶ ἐγὼ φιλόδυρτος Ἰαονίοισι νόμοισι
ἀπειρόδακρύν τε καρδίαν.
δάπτω τὴν ἁπαλὰν εἱλοθερῆ παρειὰν
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δεῖμα, μένουσα φίλους,
τᾶσδε φυγᾶς ἀερίας ἀπὸ γᾶς
εἴ τίς ἐστι κηδεμών.
ἀντ. γ'.
ἀλλά, θεοὶ γενέται, κλύετ' εὖ τὸ δίκαιον ἰδόντες,
ἢ καὶ μὴ τέλεον δόντες ἔχειν παρ' αἶσαν,
ὕβριν δ᾽ ἐτύμως στέγοντες, εἰ
πέλοιτ᾽ ἂν ἔνδικοι νόμοις.
ἔστι δὲ κἀκ πολέμου
τειρομένοις βωμὸς ἀρῆς φυγάσιν
ῥῦμα, δαιμόνων σέβας,
στρ. δ'.
ἰθείῃ Διὸς εὖ παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
ἀντ. δ'.
πάντα τοι φλεγέθει κἂν σκότῳ μελαί-
να τε τύχα μερόπεσσι λαοῖς.
πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
Χορός Δαναΐδων
δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τεί-
νουσι πόροι κατιδεῖν ἄφραστοι.
στρ. ε΄.
ἱάπτει δ' ἐλπίδων
ἀφ᾽ ὑψιπύργων πανώλεις βροτούς,
βίαν δ᾽ οὔτις ἐξαλύξει
τὰν ἄπονον δαιμονίων.
ἀντ. έ.
μνῆμον ἄνω φρόνημά πως
αὐτόθεν ἐξέπραξεν ἔμ-
πας ἑδράνων ἀφ᾽ ἁγνῶν.
στρ. ς'.
ἰδέσθω δ' εἰς ὕβριν
βρότειον, οἵα νεάζει, πυθμὴν
δι' ἀμὸν γάμον τεθαλὼς
δυςπαραβούλοισι φρεσίν,
καὶ διάνοιαν μαινόλιν
κέντρον ἔχων ἄφυκτον, ἄ-
ταν δ᾽ ἀπάτᾳ μεταγνούς.
Ἡμιχόριον Α
ἀντ. ς'.
τοιαῦτα πάθεα μέλεα θρεομένα δ᾽ ἐγώ,
λιγέα βαρέα δακρυοπετῆ,
ἰὴ ἰή, ἰηλέμοισιν ἐμπρεπῆ,
ζῶσα γόοις με τιμῶ.
ἱλέομαι μὲν Ἀπίαν
βοῦνιν, (καρβᾶν αὐδάν, ὦ γᾶ, ξυνεῖς) πολλάκι δ᾽ ἐμπίτνω
ξὺν λακίδι λίνοισιν ἢ
Σιδονίᾳ καλύπτρᾳ.
Ἡμιχόριον Β
ἀντ. ς'.
θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς
ἐπίδρομα, ὁπόθι θάνατος ἀπῇ.
ἰω ἰώ, ἰὼ δυςάγκριτοι πόνοι,
ποῖ τόδε κῦμ᾽ ἀπάξει;
Χορός Δαναΐδων
ἱλέομαι μὲν ᾿Απίαν
βοῦνιν, (καρβᾶν αὐδάν, ὦ γᾶ, ξυνεῖς) πολλάκι δ᾽ ἐμπίτνω
ξὺν λακίδι λίνοισιν ἢ
Σιδονίᾳ καλύπτρᾳ.
Ἡμιχόριον Α
στρ. ζ'.
πλάτα μὲν οὖν λινορραφής
τε δόμος ἅλα στέγων δορὸς
ἀχείματόν μ' ἔπεμπε σὺν πνοαῖς,
οὐδὲ μέμφομαι· τελευ-
τὰς δ᾽ ἂν ἐν χρόνῳ πατὴρ
*παντάρχας* παντόπτας
πρευμενὴς κτίσειεν
σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς
ἀνδρῶν, ἢ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
Ἡμιχόριον Β
ἀντ. ζ'.
θέλουσα δ᾽ αὖ θέλουσαν ἁ-
γνά μ' ἐπιδέτω Διὸς κόρα,
ἔχουσα σέμν' ἐνώπι᾽ Ἄρτεμις.
παντὶ δὲ σθένει διω-
γμοῖς ἐμοῖσιν ἀσχαλῶσ᾽
ἀδμήτας ἀδμήτα
ῥύσιος γενέσθω
σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
ἀνδρῶν, ἐ ἔ,
Ἡμιχόριον Α
στρ. ή'.
εἰ δὲ μή, μελανθὲς
ἡλιόκτυπον γένος
τὸν γάϊον,
τὸν πολυξενώτατον
Ζῆνα τῶν κεκμηκότων
Ἡμιχόριον Α
ἱξόμεσθα σὺν κλάδοις
ἀρτάναις θανοῦσαι,
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
ὦ Ζεῦ, Ἰοῦς ἰῷ μῆνις
μάστειρ᾽ ἐκ θεῶν· ξυννῶ δ᾽ ἄταν
γαμετᾶς σᾶς οὐρανόνικον.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.
Ἡμιχόριον Β
ἀντ. ή'.
καὶ τότ' οὐ δικαίοις
Ζεὺς ἐνέξεται λόγοις
τὸν τᾶς βοὸς
παῖδ᾽ ἀτιμάσας, τὸν αὐ-
τός ποτ᾽ ἔκτισεν γόνῳ,
νῦν ἔχων παλίντροπον
ὄψιν ἐν λιταῖσιν·
ὕψοθεν δ᾽ εὖ κλύοι καλούμενος.
ὦ Ζεῦ, Ἰοῦς ἰῷ μῆνις
μάστειρ᾽ ἐκ θεῶν· ξυννῶ δ᾽ ἄταν
γαμετᾶς σᾶς οὐρανόνικον.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.
Δαναός
παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ᾽ ἥκετε
πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
αἰνῶ φυλάξαι τἄμ' ἔπη δελτουμένας.
ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν.
τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
ὀπτῆρες εἶεν, ἀγγέλων πεπυσμένοι.
ἀλλ᾽ εἴτ' ἀπήμων, εἴτε καὶ τεθηγμένος
Δαναός
ὠμῇ ξὺν ὀργῇ τόνδ' ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς οἵνεκ', ὦ κόραι,
πάγον προςίζειν τόνδ' ἀγωνίων θεῶν.
κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος.
ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκτηρίας, ἀγάλματ' αἰδοίου Διός,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ ἔπη
ξένους ἀμείβεσθ', ὡς ἐπήλυδας πρέπει,
τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δ᾽ ἐκ μετωποσωφρόνων
ἴτω προςώπων ὄμματος παρ' ἡσύχου.
καὶ μὴ πρόλεσχος, μηδ' ἐφολκὸς ἐν λόγῳ
γένῃ· τὸ τῇδε, κάρτ᾽ ἐπίφθονον γένος.
μέμνησο δ᾽ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορός Δαναΐδων
πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι.
Δαναός
ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾿ ὄμματος.
Χορός Δαναΐδων
θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναός
μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
Χορός Δαναΐδων
ὦ Ζεῦ, κόπων οἴκτειρε μὴ ἀπολωλότας.
Δαναός
κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορός Δαναΐδων
...
Δαναός
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλήσκετε.
Χορός Δαναΐδων
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους.
Δαναός
ἁγνόν τ' Ἀπόλλω, φυγάδ᾽ ἀπ᾿ οὐρανοῦ θεόν.
Χορός Δαναΐδων
εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
Δαναός
συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορός Δαναΐδων
τίν' οὖν κικλήσκω τῶνδε δαιμόνων ἔτι;
Δαναός
ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορός Δαναΐδων
ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν, εὖ τε δεξάσθω χθονί.
Δαναός
Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορός Δαναΐδων
ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναός
πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν
σέβεσθ᾽· ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων
ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
ἐχθρῶν ὅμαιμον καταμιαινόντων γένος.
ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
ἁγνὸς γένοιτ' ἄν; οὐδὲ μὴν ὂν Ἅιδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
κἀκεῖ δικάζει ταμπλακήμαθ', ὡς λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλεύς Ἀργείων
ποδαπὸν ὅμιλον τόνδ' ἀνελληνόστολον
πέπλοισι βαρβάροισι καὶ πυκάσμασιν
χλίοντα προςφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν, οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
ὅπως τε χώραν οὐδὲ κηρύκων ὕπο
ἀπρόξενοί τε νόσφιν ἡγητῶν μολεῖν
ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ' ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνήσεται στόχῳ.
καὶ τἄλλα πού μ' ἐπεικάσαι δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορός Δαναΐδων
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,
ἢ κηρὸν Ἑρμοῦ ῥάβδον ἢ πόλεως ἀγόν;
Βασιλεύς Ἀργείων
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.
τοῦ γηγενοῦς γάρ εἰμὶ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα·
καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται
Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου κρατῶ.
ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα· συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης. τῶνδε τἀπὶ τάδε κρατῶ.
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἄπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας,
ἰατρόμαντις, παῖς Ἀπόλλωνος, χθόνα
τήνδ' ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
Βασιλεύς Ἀργείων
τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
χρανθεῖσ᾽ ἀνῆκε γαῖα μηνιτὰ ἄκη,
δράκονθ᾽ ὅμιλον, δυςμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἄπις Ἀργείᾳ χθονί,
μνήμην ποτ' ἀντίμισθον εὕρετ᾽ ἐν λιταῖς.
ἔχουσ᾽ ἤδη τἀπ᾿ ἐμοῦ τεκμήρια,
γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακρὰν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορός Δαναΐδων
βραχὺς τορός θ' ὁ μῦθος· Ἀργεῖαι γένος
ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός.
καὶ ταῦτ᾽ ἀληθῆ πάντα προςφύσω λόγῳ.
Βασιλεύς Ἀργείων
ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί,
ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίν ἐστε, κοὐδαμῶς ἐγχωρίαις.
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τ' ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
Ἰνδάς τ᾿ ἀκούων νομάδας, ἱπποβάμοσιν
οἶμαι καμήλοις ἀστραβιζούσας, χθόνα
παρ' Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τἄν ἀνάνδρους κρεοβόρους Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτ' ἂν ἤκασα
ὑμᾶς· διδαχθεὶς δ᾽ ἂν τόδ᾽ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τ' Ἀργεῖον τὸ σόν.
Χορός Δαναΐδων
κληδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονί.
Βασιλεύς Ἀργείων
ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
Χορός Δαναΐδων
καὶ κρυπτά γ' Ἥρας ταῦτα ταμπαλάγματα.
Βασιλεύς Ἀργείων
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Χορός Δαναΐδων
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Βασιλεύς Ἀργείων
οὐκοῦν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;
Χορός Δαναΐδων
φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Βασιλεύς Ἀργείων
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
Χορός Δαναΐδων
τὸν πάνθ' ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
Βασιλεύς Ἀργείων
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Χορός Δαναΐδων
Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Βασιλεύς Ἀργείων
τί δ' οὖν ἔτευξεν ἄλλο δυςπότμῳ βοΐ;
Χορός Δαναΐδων
βοηλάτην μύωπα κινητήριον.
Βασιλεύς Ἀργείων
οἶστρον καλοῦσιν αὐτὸν οἱ πέλας.
Χορός Δαναΐδων
τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Βασιλεύς Ἀργείων
καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Χορός Δαναΐδων
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Βασιλεύς Ἀργείων
...
Χορός Δαναΐδων
καὶ Ζεύς γ' ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς Ἀργείων
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορός Δαναΐδων
Ἔπαφος, ἀληθῶς φυσίων ἐπώνυμος.
Βασιλεύς Ἀργείων
...
Χορός Δαναΐδων
Λιβύη, μεγίστης ὄνομα γῆς καρπουμένη.
Βασιλεύς Ἀργείων
τίν' οὖν ἔτ᾽ ἄλλον τῆσδε βλάστημον λέγεις;
Χορός Δαναΐδων
Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
Βασιλεύς Ἀργείων
τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορός Δαναΐδων
Δαναός· ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς Ἀργείων
καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
Χορός Δαναΐδων
Αἴγυπτος. εἰδὼς δ᾽ ἀμὸν ἀρχαῖον γένος
πράσσοις ἄν, ὡς Ἀργεῖον ἀντήσας στόλον.
Βασιλεύς Ἀργείων
δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορός Δαναΐδων
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν.
ἐπεὶ τίς ηὔχει τήνδ' ἀνέλπιστον φυγὴν
κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων.
Βασιλεύς Ἀργείων
τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορός Δαναΐδων
ὡς μὴ γένωμαι δμωῒς Αἰγύπτου γένει.
Βασιλεύς Ἀργείων
πότερα κατ' ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορός Δαναΐδων
τίς δ᾽ ἂν φίλων ὠνοῖτο τοὺς κεκτημένους;
Βασιλεύς Ἀργείων
σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορός Δαναΐδων
ναὶ δυςτυχούντων γ' εὐμαρὴς ἀπαλλαγή.
Βασιλεύς Ἀργείων
πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορός Δαναΐδων
αἰτοῦσι μὴ ἐκδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλεύς Ἀργείων
βαρέα σύ γ' εἶπας, πόλεμον αἴρεσθαι νέον.
Χορός Δαναΐδων
ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
Βασιλεύς Ἀργείων
εἴπερ γ' ἀπ᾿ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορός Δαναΐδων
αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.
Βασιλεύς Ἀργείων
πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.
Χορός Δαναΐδων
βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
στρ. α'.
Παλαίχθονος τέκος, κλύθί μου
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
ἠλιβάτοις, ἵν᾽ ἀλκᾷ πίσυνος μέμυ-
κε φράζουσα βοτῆρι μόχθους.
Βασιλεύς Ἀργείων
ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
νεύονθ᾽ ὅμιλον τόνδ' ἀγωνίων θεῶν.
εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων,
μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.
Χορός Δαναΐδων
ἀντ. α'.
ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν
ἱκεσία θέμις Διὸς κλαρίου.
σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων,
ποτιτρόπαιον αἰδόμενος οὐ πενεῖ
* καλλιπότμου τύχας.* ἱεροδόκα * πέλει*
θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.
Βασιλεύς Ἀργείων
οὔτοι κάθησθε δωμάτων ἐφέστιοι
ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις,
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος,
ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
Ἡμιχόριον Α
στρ. β'.
σύ τοι πόλις, σὺ δὲ τὸ δήμιον,
πρύτανις ἄκριτος ὤν,
κρατύνεις βωμόν, ἑστίαν χθονός,
μονοψήφοισι νεύμασιν σέθεν,
μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος
πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.
Βασιλεύς Ἀργείων
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ
οὐδ᾽ αὖ τόδ' εὔφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μ' ἔχει φρένας
δρᾶσαί τε μὴ δρᾶσαί τε, καὶ τύχην ἑλεῖν.
Ἡμιχόριον Β
ἀντ. β'.
τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
Βασιλεύς Ἀργείων
φύλακα πολυπόνων
βροτῶν, οἳ τοῖς πέλας προςήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
μένει τοι Ζηνὸς ἱκτίου κότος
δυςπαράθελκτος παθόντος οἴκτοις.
εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίς ἂν τοῖςδ᾽ ἀντιωθῆναι θέλοι;
δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Ἡμιχόριον Α
στρ. γ'.
μή τί πότ᾽ οὖν γενοίμαν ὑποχείριος
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ ὁρίζομαι γάμου δύςφρονος
φυγᾷ. ξύμμαχον δ᾽ ἑλόμενος δίκαν
κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλεύς Ἀργείων
οὐκ εὔκριτον τὸ κρῖμα· μή μ' αἱροῦ κριτήν.
εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν· κοὐ μή ποτε
εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι·
ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.
Ἡμιχόριον Β
ἀντ. γ'.
ἀμφοτέροις ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ
Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.
τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ-
γεῖς τὸ δίκαιον ἔρξαι;
Βασιλεύς Ἀργείων
δεῖ τοι βαθείας φροντίδος σωτηρίου
δίκην κολυμβητῆρος ἐς βυθὸν μολεῖν
δεδορκὸς ὄμμα, μηδ' ἄγαν ᾠνωμένον,
ὅπως ἄνατα ταῦτα, πρῶτα μὲν πόλει,
Βασιλεύς Ἀργείων
αὐτοῖσί θ' ἡμῖν ἐκτελευτήσει καλῶς,
καὶ μήτε δῆρις φυσίων ἐφάψεται,
μήτ' ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
βαρὺν ξύνοικον θησόμεσθ' Ἀλάστορα,
ὃς οὐδ᾽ ἐν Ἅιδου τὸν θανόντ' ἐλευθεροῖ.
μῶν σοι δοκεῖ δεῖν φροντίδος σωτηρίου;
Ἡμιχόριον Α
στρ. α'.
φρόντισον καὶ γενοῦ πανδίκως
εὐσεβὴς πρόξενος·
τὰν φυγάδα μὴ προδῷς,
τὰν ἕκαθεν ἐκβολαῖς
δυςθέοις ὀρμέναν·
Ἡμιχόριον Β
ἀντ. α'.
μήδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν πολυθέων
ῥυσιασθεῖσαν, ὦ
πᾶν κράτος ἔχων χθονός.
γνῶθι δ᾽ ὕβριν ἀνέρων
καὶ φύλαξαι κότον.
Ἡμιχόριον Α
στρ. β'.
μήτι τλῇς τὴν ἱκέτιν εἰςιδεῖν
ἀπὸ βρετέων βίᾳ δίκας ἀγομέναν
ἱππηδὸν ἀμπύκων
πολυμίτων, πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.
Ἡμιχόριον Β
ἀντ. β'.
ἴσθι γάρ, παισὶ τάδε καὶ δόμοις,
ὁπότερ᾽ ἂν κτίσῃς, μένει δορὶ τίνειν
ὁμοίαν θέμιν.
τάδε φράσαι δίκαια Διόθεν κράτη.
Βασιλεύς Ἀργείων
καὶ δὴ πέφρασμαι· δεῦρο δ᾽ ἐξοκέλλεται
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προςηρμένον.
Βασιλεύς Ἀργείων
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ δώμασιν μὲν χρημάτων πορθουμένων
γένοιτ' ἂν ἄλλα κτησίου Διὸς χάριν,
ἄτης τε μείζω καινὸν ἐμπλῆσαι γόμον
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος,
μὴ ἀλγεῖν ἃ θυμοῦ κάρτα κινητήρια.
ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
θέλω δ᾽ ἄϊδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι. γένοιτο δ' εὖ παρὰ γνώμην ἐμήν.
Χορός Δαναΐδων
ἦ κάρτ᾽ ἄνοικτος τοῦδ᾽ ἐγὼ παροίχομαι.
πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
Βασιλεύς Ἀργείων
ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται.
Χορός Δαναΐδων
ἔχω στρόβους ζώνας τε, συλλαβὰς πέπλων.
Βασιλεύς Ἀργείων
τάχ᾽ ἂν γυναικὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός Δαναΐδων
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή,
Βασιλεύς Ἀργείων
λέξον τίν' αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει.
Χορός Δαναΐδων
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ,
Βασιλεύς Ἀργείων
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός Δαναΐδων
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς Ἀργείων
αἰνιγματῶδες τοὔπος· ἀλλ᾽ ἁπλῶς φράσον.
Χορός Δαναΐδων
ἐκ τῶνδ᾽ ὅπως τάχιστ' ἀπάγξασθαι θεῶν.
Βασιλεύς Ἀργείων
ἤκουσα δακνιστῆρα καρδίας λόγον.
Χορός Δαναΐδων
ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς Ἀργείων
καὶ πολλαχῇ γε δυςπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὡς ἐπέρχεται·
ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ' εὔπορον
τόδ᾽ ἐςβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον·
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ' αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
*ἴθ᾽ ὡς τάχιστα, τήνδ᾽ ἐρημώσας ἕδραν,*
κλάδους τε τούτους ἂψ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆς δ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
ἐμοῦ· κατ᾿ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας, ἰδὼν τάδε,
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος.
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναός
πολλῶν τάδ' ἡμῖν ἐστὶν ἠξιωμένα,
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τ' ἐγχωρίων
Δαναός
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ πολυξέστους ἕδρας
εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ δι᾽ ἄστεως
στείχουσι· μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει. φύλαξαι, μὴ θράσος τέκῃ φόβον.
καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.
Βασιλεύς Ἀργείων
στείχοιτ' ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει·
ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
καὶ ξυμβόλοισιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδ' ἐφέστιον θεῶν.
Χορός Δαναΐδων
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
Βασιλεύς Ἀργείων
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορός Δαναΐδων
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
Βασιλεύς Ἀργείων
λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χορός Δαναΐδων
καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
Βασιλεύς Ἀργείων
οὔτοι πτερωτῶν ἁρπαγαῖς σ᾽ ἐκδώσομεν.
Χορός Δαναΐδων
ἀλλ᾽ ἢ δρακόντων δυςφρόνων ἐχθίοσιν;
Βασιλεύς Ἀργείων
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορός Δαναΐδων
οὔτοι τι θαῦμα δυςφορεῖν φόβῳ φρενός.
Βασιλεύς Ἀργείων
ἀεὶ δ᾽ ἀνάρχων ἐστὶ δεῖμ᾽ ἐξαίσιον.
Χορός Δαναΐδων
σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
Βασιλεύς Ἀργείων
ἀλλ᾽ οὔτι δαρόν σ᾽ ἐξερημώσει πατήρ.
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
πείσω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ.
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
λιταῖς παραιτοῦ, τῶν σ᾽ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·
πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.
Χορός Δαναΐδων
στρ. α'.
ἄναξ ἀνάκτων, μακάρων
μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γενέσθω.
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνα δ' ἔμβαλε πορφυροειδεῖ
τὰν μελανόζυγ᾽ ἄταν.
ἀντ. α'.
τὸ πρὸς γυναικῶν ἐπιδὼν
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικός,
νέωσον εὔφρον αἶνον,
γενοῦ πολυμνῆστορ, ἐφάπτορ Ἰοῦς.
δίας τοι γένος εὐχόμεθ᾽ εἶναι
γᾶς ἀπὸ τᾶσδ᾽ ἔνοικοι.
στρ. β'.
παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν
ματέρος ἀνθονόμους ἐπωπάς,
λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεσσομένα
φεύγει ἁμαρτίπνοος,
πολλὰ βροτῶν διαμειβομένα
Χορός Δαναΐδων
φύλα, διχῇ δ᾽ ἀντίπορον
γαῖαν ἐν αἴσᾳ διατέμνουσα πόρον
κυματίαν ὁρίζει.
ἀντ. β'.
ἰάπτει δ᾽ Ἀσίδος δι' αἴας
μηλοβότου Φρυγίας διαμπάξ,
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν
Λύδιά τ᾽ ἂγ γύαλα
καὶ δι᾽ ὅρων Κιλίκων,
Παμφύλων τε διορνυμένα
γᾶς ποταμοὺς ἀενάους
καὶ βαθύπλουτον χθόνα, καὶ τὰν Ἀφροδί-
τας πολύπυρον αἶαν.
στρ. γ΄.
ἱκνεῖται δ᾽ ἐγκεχριμένα βέλει
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται
Τυφῶ μένος,
ὕδωρ τὸ Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτί-
μοις ὀδύναις τε κεντροδα-
λήτισι θυιὰς Ἥρας.
ἀντ. γ'.
βροτοὶ δ', οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι,
χλωρῷ δείματι θυμὸν
πάλλοντ' ὄψιν ἀήθη,
βοτὸν * κακόχαρι* δυςχερὲς μιξόμβροτον,
τὰν μὲν βοός,
τὰ δ᾽ αὖ γυναικός· τέρας δ᾽ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἰστροδόνητον Ἰώ;
Χορός Δαναΐδων
στρ. δ'.
δι' αἰῶνος κρέων ἀπαύστου
* πράκτωρ τῶνδ᾽ ἐφάνη* Ζεύς.
δύναμις δ᾽ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δ᾽ ἀπο-
σταλάζει πένθιμον αἰδῶ.
ἀντ. δ'.
λαβοῦσα δ᾽ ἄρμα Δῖον ἀψευδεῖ λόγῳ
γείνατο παῖδ᾽ ἀμεμφῆ,
δι' αἰῶνος μακροῦ πάνολβον·
ἔνθεν πᾶσα βοᾷ χθών·
φυσιζόον γένος τόδε
Ζηνός ἐστιν ἀληθῶς·
τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
ρας νόσους ἐπιβούλους;
Διὸς τόδ᾽ ἔργον· καὶ τόδ᾽ ἂν γένος λέγων
ἐξ Ἐπάφου κυρήσαις.
στρ. ε'.
τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν
κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;
* εὖτέ γε* πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
γένους παλαιόφρων μέγας
τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
ἀντ. έ.
ὑπ᾽ ἀρχᾶς δ᾽ οὔτινος θοάζων,
τὸ μεῖον κρεισσόνων κρατύνει,
οὔτινος ἄνωθεν ἡμένου σέβει κάτω.
πάρεστι δ᾽ ἔργον ὡς ἔπος
σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Δαναός
θαρσεῖτε, παῖδες· εὖ τὰ τῶν ἐγχωρίων.
δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός Δαναΐδων
ὦ χαῖρε, πρέσβυ, φίλτατ' ἀγγέλλων ἐμοί.
Χορός Δαναΐδων
ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος,
δήμου κρατοῦσα χεὶρ ὅπου πληθύνεται.
Δαναός
ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλ' ὡς τ᾿ ἀνηβῆσαί με γηραιᾷ φρενί·
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
κἀρουσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν,
καὶ μήτ' ἐνοίκων μήτ' ἐπηλύδων τινὰ
ἄγειν· ἐὰν δὲ προςτιθῇ τὸ καρτερόν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ' ἡμῶν λέγων
ἄναξ Πελασγῶν, ἱκεσίου Διὸς κότον
μέγαν προφωνῶν μήποτ᾽ εἰςόπιν χρόνου
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ' ἅμα
λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν
ἀμήχανον βόσκημα πημονῆς πέλειν.
τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκραν' ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
δημηγόρους δ᾽ ἔπεισαν εὐπιθεῖς στροφὰς
δῆμος Πελασγῶν· Ζεὺς δὲ κράναιεν τέλος.
Χορός Δαναΐδων
ἄγε δή, λέξωμεν ἐπ' Ἀργείοις
εὐχὰς ἀγαθὰς ἀγαθῶν ποινάς.
Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου
στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ
τέρμον᾽ ἄμεμπτον πρὸς ἅπαντα.
Ἡμιχόριον Α
στρ. α'.
νῦν ὅτε καὶ θεοὶ Διογενεῖς κλύοιτ' εὐ-
κταῖα γένει χεούσας·
μήποτε πυρίφατον τάνδε Πελασγίαν
τὰν ἄχορον βοὰν κτίσαι μάχλον Ἄρη,
Ἡμιχόριον Α
τὸν ἀρότοις θερίζοντα βροτοὺς ἐν ἄλλοις·
οἵνεκ᾽ ᾤκτισαν ἡμᾶς,
ψῆφον δ' εὔφρον᾽ ἔθεντο,
αἰδοῦνται δ᾽ ἱκέτας Διός,
ποίμναν τάνδ' ἀμέγαρτον.
Ἡμιχόριον Β
ἀντ. α'.
οὐδὲ μετ᾿ ἀρσένων ψῆφον ἔθεντ᾽ ἀτιμώ-
σαντες ἔριν γυναικῶν,
Δῖον ἐπιδόμενοι πράκτορα πάνσκοπον
δυςπολέμητον, ὅςτις ἂν δόμος ἔχῃ σφ'
ἐπ' ὀρόφων ἰαύοντα· βαρὺς δ᾽ ἐφίζει.
ἅζονται γὰρ ὁμαίμους
Ζηνὸς ἕκτορας ἁγνοῦ.
τοιγάρτοι καθαροῖσι βω-
μοῖς θεοὺς ἀρέσονται.
Ἡμιχόριον Α
στρ. β'.
τοιγὰρ ὑποσκίων ἐκ στομάτων ποτά-
σθω φιλότιμος εὐχά·
μήποτε λοιμὸς ἀνδρῶν
τάνδε πόλιν κενώσαι
μήδ᾽ ἐπιχωρίοις *στάσις*
πτώμασιν αἱματίσαι πέδον γᾶς.
ἥβας δ᾽ ἄνθος ἄδρεπτον
ἔστω, μήδ' Ἀφροδίτας
εὐνάτωρ βροτολοιγὸς Ἄ-
ρης κέρσειεν ἄωτον.
Ἡμιχόριον Β
ἀντ. β'.
καὶ γεραροῖσι πρεσβυτοδόκοι * προβούλοις*
θυμέλαι φλεόντων.
τὼς πόλις εὖ νέμοιτο
Ζῆνα μέγαν σεβόντων,
τὸν ξένιον δ᾽ ὑπέρτατον,
ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
τίκτεσθαι δὲ φόρους γᾶς
Ἡμιχόριον Β
ἄλλους εὐχόμεθ᾽ ἀεί·
Ἄρτεμιν δ᾽ Ἑκάταν γυναι-
κῶν λόχους ἐφορεύειν.
Ἡμιχόριον Α
στρ. γ'.
μηδέ τις ἀνδροκμὴς λοιγὸς ἐπελθέτω
τάνδε πόλιν δαΐζων,
ἄνευ χορῶν ἀκίθαριν δακρυογόνον Ἄρη
βοάν τ᾽ ἔνδημον ἐξοπλίζων.
νούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν
ἵζοι κρατὸς ἀτερπής·
εὐμενὴς δ᾽ ὁ Λύκειος ἔ-
στω πάσᾳ νεολαίᾳ.
Ἡμιχόριον Β
ἀντ. γ'.
καρποτελῆ δέ τοι Ζεὺς ἐπικραινέτω
φέρματι γᾶν πανώρῳ.
πρόνομα δὲ βοτὰ γᾶς πολύγονα τελέθοι,
τὸ πᾶν τ᾽ ἐκ δαιμόνων θάλοιεν.
εὐφήμοις δ᾽ ἐπὶ βωμοῖς
μοῦσαν θείατ᾽ ἀοιδοί·
ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ-
σθω φήμα φιλοφόρμιγξ.
Ἡμιχόριον Α
στρ. δ'.
φυλάσσοι τ' ἀστέμεια τιμάς,
τὸ δήμιον, τὸ πτόλιν κρατύνει,
προμαθὶς εὐκοινόμητις ἀρχά.
ξένοισί τ᾽ εὐξυμβόλους,
πρὶν ἐξοπλίζειν Ἄρη,
δίκας ἄτερ πημάτων διδοῖεν.
Ἡμιχόριον Β
ἀντ. δ'.
θεοὺς δ', οἳ γᾶν ἔχουσιν, ἀεὶ
τίοιεν ἐγχωρίους πατρῴαις
δαφνηφόροις βουθύτοισι τιμαῖς.
τὸ γὰρ τεκόντων σέβας
Ἡμιχόριον Β
τρίτον τόδ' ἐν θεσμίοις
δίκας γέγραπται μεγιστοτίμου.
Δαναός
εὐχὰς μὲν αἰνῶ τάςδε σώφρονας, φίλαι·
ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς
ἀπροςδοκήτους τούςδε καὶ νέους λόγους.
ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ
τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει,
στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,
οἴακος ἰθυντῆρος ὑστάτου νεὼς
ἄγαν καλῶς κλύουσα, τὼς ἂν οὐ φίλη.
πρέπουσι δ᾽ ἄνδρες νήϊοι μελαγχίμοις
γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν·
καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ 'πικουρία
εὔπρεπτος· αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ' ἥξω λαβών.
ἴσως γὰρ ἂν κήρυξ τις ἢ πρέσβης μόλοι,
ἄγειν θέλοντες φυσίων ἐφάπτορες.
ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.
ὅμως ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτέ.
θάρσει· χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Ἡμιχόριον Α
στρ. α'.
πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
ἥκουσι· μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.
περίφοβόν μ' ἔχει τάρβος ἐτητύμως,
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
παροίχομαι, πάτερ, δείματι.
Δαναός
ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ.
Ἡμιχόριον Β
ἀντ. α'.
ἐξωλές ἐστι μάργον Αἰγύπτου γένος,
μάχης τ' ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
δορυπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας
νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ,
πολλοὶ μελαγχίμῳ σὺν στρατῷ.
Δαναός
πολλοὺς δέ γ' εὑρήσουσιν ἐν μεσημβρίας
θάλπει βραχίονας εὖ κατερρινημένους.
Ἡμιχόριον Α
στρ. β'.
μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
γυνὴ μονωθεῖσ᾽ οὐδέν· οὐκ ἔνεστ' Ἄρης.
δολόφρονες δ᾽ ἄγαν καὶ δολομήτιδες,
δυςάγνοις φρεσίν, κόρακες ὥςτε, βω-
μῶν ἀλέγοντες οὐδέν.
Δαναός
καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,
εἰ σοί τε καὶ θεοῖσιν ἐχθραίνοιντο.
Ἡμιχόριον Β
ἀντ. β'.
οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.
περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει,
μεμαργωμένοι κυνοθρασεῖς θεῶν
οὐδὲν ἐπαΐοντες.
Δαναός
ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκους κυνῶν
εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
Χορός Δαναΐδων
ἔμπας ματαίων ἀνοσίων τε κνωδάλων
ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.
Δαναός
οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτων σωτήρια
ἐς γῆν ἐνεγκεῖν· κοὐδ᾽ ἐν ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου· φιλεῖ δ'
ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
*κἂν ᾖ γαλήνη, νήνεμος δ' εὕδῃ κλύδων.*
οὕτω γένοιτ' ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλὴ πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν
πράξασ᾽ ἀρωγήν· ἄγγελον δ᾽ οὐ μέμψεται
πόλις γέρονθ', ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.
Ἡμιχόριον Α
στρ. α'.
ἰὼ γὰ βοῦνις, ἔνδικον σέβας,
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
χθονός, κελαινὸν εἴ τι κευθμός ἐστί που;
μέλας γενοίμαν καπνὸς
νέφεσσι γειτονῶν Διός,
τὸ πᾶν δ᾽ ἀφανὴς ἀμπετὴς ὡς ἀος, ὡς
κόνις, ἄτερθε πτερύγων ὀλοίμαν.
Ἡμιχόριον Β
ἀντ. α'.
ἀλυκτὸν δ᾽ οὐκ ἔτ᾽ ἂν πέλοι νόαρ,
κελαινόχρων δὲ πάλλεται πρὸ καρδίας.
πατρὸς σκοπαὶ δέ μ' εἷλον· οἴχομαι φόβῳ.
θέλοιμι δ᾽ ἂν μορσίμου
βρόχου τυχεῖν ἐν ἀρτάναις,
πρὶν ἄνδρ᾽ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ.
πρόπαρ θανούσας δ᾽ Ἅιδας ἀνάσσοι.
Ἡμιχόριον Α
στρ. β'.
πόθεν δέ μοι γένοιτ' ἂν αἰθέρος θρόνος,
πρὸς ὃν χύδην ὑδρηλὰ γίγνεται χιών,
ἢ λισσὰς αἰγίλιψ ἀπρός-
Ἡμιχόριον Α
δεικτος οἰόφρων κρεμὰς
γυπιὰς πέτρα, βαθὺ
πτῶμα μαρτυροῦσά μοι,
πρὶν δαΐκτορος βίᾳ με
καρδίας γάμου κυρῆσαι.
Ἡμιχόριον Β
ἀντ. β'.
κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις
ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·
τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
ται φιλαιάκτων κακῶν.
ἐλθέτω μόρος πρὸ κοί-
τας γαμηλίου τυχών·
ἢ τίν' ἀμφυγὰν ἔτ᾽ ἢ πό-
ρον τέμω γάμου λυτῆρα;
Ἡμιχόριον Α
στρ. γ'.
ἴυζε δ᾽ ὀμφὰν οὐράνια
μέλη θεοῖσι λίτανα καὶ
τέλεα δύας πελόμενά μοι
λύσιμα· μάχαν δ᾽ ἔπιδε, πάτερ,
βίαια μὴ στέργων ὁρῶν
ὄμμασιν ἐνδίκοις.
Ἡμιχόριον Β
ἀντ. γ'.
σεβίζου δ᾽ ἱκέτας σέθεν,
γαιάοχε παγκρατὲς Ζεῦ.
γένος γὰρ Αἰγύπτειον ὕβριν
δύςοιστον ἀρσενογενές, οἳ
μετά με δρόμοισι διόμενοι
φυγάδα μάταισι πολυθρόοις
βίαια δίζηνται λαβεῖν.
σὸν δ᾽ ἐπίπαν ζυγὸν
ταλάντου. τί δ' ἄνευ σέθεν
θνητοῖσι τέλειόν ἐστιν;
Ἡμιχόριον Α
στρ. δ'.
ὅ ὅ, ἄ ἄ,
Ἡμιχόριον Α
ὁ δὲ μάρπτις ὁ νάϊος γάϊος.
ἠέ, ἠέ.
τῶν πρὸ σύ, μάρπτι, κάμνοις.
ὁσιόφρονα λύσιν καθ᾽ ἁβασίας ὀλο-
λυῖα βόαμα φαίνω.
Ἡμιχόριον Β
ἀντ. δ'.
ὁρῶ, ὁρῶ
τάδε φροίμι᾽ ἐμῶν βιαίων πόνων.
ἠέ, ἠέ
βαῖνε φυγᾷ πρὸς ἀλκάν.
βλοσυρόφρονι χλιδᾷ δύςφορα ναῒ τἀγ-
γάϊ', ἄναξ, προτάσσου.
Κῆρυξ
σοῦσθε, σοῦσθ᾽ ἐπὶ βᾶριν ὅπως ποδῶν.
Χορός Δαναΐδων
οὐκοῦν, οὐκοῦν
τιλμοί, τιλμοὶ καὶ στιγμοί,
πολυαίμων φόνιος ἀποκοπὰ κρατός.
Κῆρυξ
σοῦσθε, σοῦσθ᾽ ὀλοαὶ μέγ᾽ ἐπ᾽ ἄμαλα.
Ἡμιχόριον Α
στρ. ε.
εἴθ' ἀνὰ πολύρυτον
ἁλμυρόεντα πόρον
δεσποσίῳ ξὺν ὕβρει
γομφοδέτῳ τε δόρει διώλου.
Κῆρυξ
μεσ.
αἵμον᾽ ἴσως σέ γ' ἐπ' ἄμαλα
ἥσει δουπίαν τἀπὶ γᾷ.
ἀντ. έ.
κελεύω βίᾳ μεθέσθαι σ᾽ ἔχαρ,
φρενὸς ἄφρονά τ' ἄγαν.
Ἡμιχόριον Β
στρ. ς'.
ἰοὺ, ἰοὺ,
λεῖφ᾽ ἕδρανα, κι' ἐς δόρυ,
ἀτίετος ἀνὰ πόλιν ἀσεβῶν.
Ἡμιχόριον Α
ἀντ. ς'.
μήποτε πάλιν ἴδοιμ᾽
ἀλφεσίβοιον ὕδωρ,
ἔνθεν ἀεξόμενον
ζώφυτον αἷμα βροτοῖσι θάλλει.
Κῆρυξ
γεῖος ἔχω βαθυχάϊος
βαθρείας, βαθρείας, γέρον.
σὺ δ᾽ ἐν ναΐ, καὶ βάσει τάχα
θέλεος ἀθέλεος.
βίᾳ, βίᾳ.
Ἡμιχόριον Β
φροῦδα πολέα βάθί μοι,
πρόκακα πάθ᾽ ὀλόμενε παλάμαις.
Ἡμιχόριον Α
στρ. ζ'.
αἰαῖ, αἰαῖ,
εἰ γὰρ δυςπαλάμως ὄλοιο
δι' ἁλίρρυτον ἄλσος
κατὰ Σαρπηδόνιον χῶ-
μα πολύψαμμον ἀλαθεὶς
ἀερίαισιν αὔραις.
Κῆρυξ
ἵιζε καὶ λάκαζε καὶ κάλει θεούς·
Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ,
χέουσα καὶ πικρότερον οἰζύος νόμον.
Ἡμιχόριον Β
ἀντ. ζ'.
οἰοῖ, οἰοῖ.
λυμανθεὶς σὺ πρὸ γᾶς ὑλάσκοις
περίκομπα βρυάζων.
ὁ δὲ βώτας, ὁ μέγας Νεῖ-
λος ὑβρίζοντά σ' ἀποτρέ-
ψειεν ἄοιστον ὕβριν.
Κῆρυξ
βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον.
Κῆρυξ
ὅσον τάχιστα, μηδέ τις σχολαζέτω.
ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἕζεται.
Ἡμιχόριον Α
στρ. η'.
οἰοῖ πάτερ,
βρέτεος ἄρος ἄτα.
ἀμαλάδ᾽ ἄγει μ᾽
ἄραχνος ὡς βάδην νόαρ, νόας μέλαν.
ὀτοτοτοτοῖ.
μᾶ Γᾶ, μᾶ Γᾶ, βοὰν
φοβερὸν ἀπότρεπε.
ὦ βᾶ, Γᾶς παῖ, Ζεῦ.
Κῆρυξ
οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε.
οὐ γάρ μ' ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.
Ἡμιχόριον Β
ἀντ. η'.
μαιμᾷ πέλας
δίπους ὄφις,
ἔχιδνα δ᾽ ὡς μέ τις πόδ᾽ ἐνδακοῦσ᾽ ἔχει.
ὀτοτοτοτοῖ.
μᾶ Γᾶ, μᾶ Γᾶ, βοὰν
φοβερὸν ἀπότρεπε.
ὦ βᾶ, Γᾶς παῖ, Ζεῦ.
Κῆρυξ
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Ἡμιχόριον Α
στρ. θ'.
ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
Κῆρυξ
ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης,
ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων.
Ἡμιχόριον Β
ἀντ. θ'.
διωλόμεσθ'· ἄελπτ', ἄναξ, πάσχομεν.
Κῆρυξ
πολλοὺς ἄνακτας παῖδας Αἰγύπτου τάχα
ὄψεσθε· θαρσεῖτ', οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.
Βασιλεύς Ἀργείων
οὗτος, τί ποιεῖς; ἐκ τίνος φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδ' ἀτιμάζεις χθόνα;
ἀλλ᾽ ἢ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν δ' Ἕλλησιν ἐγχλίεις ἄγαν.
καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
Κῆρυξ
τί δ᾽ ἐμπλάκηται τῶνδέ μοι δίκης ἄτερ;
Βασιλεύς Ἀργείων
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ
Βασιλεύς Ἀργείων
Κῆρυξ
πῶς δ᾽ οὐχί, τἀπολωλός εὑρίσκων ἐγώ;
Βασιλεύς Ἀργείων
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ
Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
Βασιλεύς Ἀργείων
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει;
Κῆρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς Ἀργείων
οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω.
Κῆρυξ
ἄγοιμ᾽ ἄν, εἴ τις τάςδε μὴ 'ξαιρήσεται.
Βασιλεύς Ἀργείων
κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν.
Κῆρυξ
ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον.
Βασιλεύς Ἀργείων
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ
λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς Ἀργείων
ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι.
Κῆρυξ
ἀλλ᾽, ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,
καὶ γὰρ πρέπει κήρυκι ἀπαγγέλλειν τορῶς
ἕκαστα, πῶς φῶ πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
Βασιλεύς Ἀργείων
τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν
εἴσει σύ τ' αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
ταύτας δ᾽ ἑκούσας μὲν κατ' εὔνοιαν φρενῶν
ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
τοιάδε δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται, μήποτ' ἐκδοῦναι βίᾳ
στόλον γυναικῶν. τῶνδ᾽ ἐφήλωται τορῶς
γόμφος διαμπαξ ὡς μένειν ἀραρότως.
ταῦτ᾽ οὐ πίναξιν ἐστιν ἐγγεγραμμένα,
οὐδ᾽ ἐν πτυχαῖς βύβλων κατεσφραγισμένα,
σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης· κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
Κῆρυξ
εἰ σοι τόδ᾽ ἡδύ, πόλεμον αἴρεσθαι νέον,
οὔ τοι δικάζει ταῦτα μαρτύρων ὕπο
Ἄρης, τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
ἔλυσεν, ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίων.
Κῆρυξ
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
Βασιλεύς Ἀργείων
ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετ', οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσιν
θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
πύργων βαθείᾳ μηχανῇ κεκλημένην.
καὶ δώματ' ἐστὶ πολλὰ μὲν τὰ δήμια,
δεδωμάτωμαι δ' οὐδ᾽ ἐγὼ σμικρᾷ χερί,
εἰ θυμός ἐστιν εὐθρόους ναίειν δόμους
πολλῶν μετ' ἄλλων· εἰ δέ τις μείζων χάρις,
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
ἀτρέστως λωτίσασθε· προστάτης δ᾽ ἐγώ,
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορός Δαναΐδων
ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
δῖε Πελασγῶν· πέμψον δὲ πρόφρων
δεῦρ᾽ ἡμέτερον πατέρ᾽ εὐθαρσῆ,
Δαναόν, πρόνοον καὶ βούλαρχον.
τοῦ γὰρ προτέρα μῆτις ὅπου χρὴ
δώματα ναίειν καὶ τόπος εὔφρων.
πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις
εὔτυκος· εἴη δὲ τὰ λῷστα.
Βασιλεύς Ἀργείων
σύν τ' εὐκλείᾳ καὶ ἀμηνίτῳ
βάξει λαῶν τῶν ἐγχώρων
τάσσεσθε, φίλαι, δμωΐδας οὕτως,
ὡς ἐφ' ἑκάστῃ διεκλήρωσεν
Δαναὸς θεραποντίδα φερνήν.
Δαναός
ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
θύειν τε, λείβειν θ', ὡς θεοῖς Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μοι τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐκγενεῖς
μάλ᾽ οὐ πικρῶς ἤκουσαν αὐτανεψίους,
ἐμοῦ δ᾽ ὀπαδοὺς τούςδε καὶ δορυσσόους
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
καὶ μήτ' ἀέλπτως δοριτραγεῖ μόρῳ θανὼν
λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.
τοιῶνδε τυγχάνοντας ἐν πρύμνῃ φρενὸς
χάριν σέβεσθαι τιμιωτέραν θέμις.
καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
ἀγνῶθ᾽ ὅμιλον ὡς ἐλέγχεσθαι χρόνῳ.
πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
κακήν, τό τ' εἰπεῖν εὐπετὲς μύσαγμά πως.
ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
ὥραν ἐχούσας τήνδ' ἐπίστρεπτον βροτοῖς.
τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς,
θηρσὶν δὲ κηραίνουσί νιν βροτοί. τί μήν;
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ
*καὶ νηκτὰ πάντως ἐστὶν ἁρπάζοντ' ἰδεῖν *
καρπώμαθ', ἃ στάζοντα κηρύσσει Κύπρις
κἄωρα κωλύουσά νιν μένειν ὅρῳ·
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
τόξευμ᾽ ἔπεμψεν ἱμέρου νικώμενος.
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος,
πολὺς δὲ πόντος οἵνεκ' ἠρόθη δορί,
μηδ' αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα·
τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ
οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε·
Δαναός
μόνον φύλαξαι τάςδ᾽ ἐπιστολὰς πατρός,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορός Δαναΐδων
τἄλλ᾽ εὐτυχοῦμεν πρὸς θεῶν Ὀλυμπίων·
ἐμῆς δ᾽ ὀπώρας οἵνεκ' εὖ θάρσει, πάτερ.
εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
Ἡμιχόριον Α
στρ. α'.
ἴτε μὰν ἀστυάνακτας
μάκαρας θεοὺς γονυάζοντες,
πολιούχους τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου
περιναίονται παλαιόν.
Ἡμιχόριον Β
ὑποδέξασθε δ᾽ ὀπαδοί
μέλος· αἶνος δὲ πόλιν τάν-
δε Πελασγῶν ἐχέτω, μηδ' ἔτι Νείλου
προχοὰς σέβωμεν ὕμνοις,
Ἡμιχόριον Α
ἀντ. α'.
ποταμοὺς δ᾽ οἳ διὰ χώρας
θελεμὸν πῶμα χέουσιν
πολύτεκνοι λιπαροῖς χεύμασι γαίας
τόδε μειλίσσοντες οὖδας.
Ἡμιχόριον Β
ἐπίδοι δ' Ἄρτεμις ἁγνὰ
στόλον οἰκτιζομένα, μηδ'
ὑπ' ἀνάγκας γάμος ἔλθοι Κυθέρειος.
στυγητὸν πέλοι τόδ' ἄθλον.
Ἡμιχόριον Α
στρ. β'.
Κύπριδος δ᾽ οὐκ ἀμελεῖ θε-
σμὸς ὅδ' εὔφρων. δύναται γὰρ
Διὸς ἄγχιστα σὺν Ἥρᾳ·
τίεται δ' αἰολόμητις
θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
Ἡμιχόριον Β
μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν
Πόθος, ᾧ τ' οὐδὲν ἄπαρνον
τελέθει θέλκτορι Πειθοῖ,
δέδοται δ᾽ ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας
ψέδυροί τ᾽ ἔρωτες.
Ἡμιχόριον Α
ἀντ. β'.
φυγάδεσσιν δ᾽ ἐπινοίαις
κακά τ' ἄλγη πολέμους θ' αἱ-
ματόεντας προφοβοῦμαι.
τί ποτ᾽ ἔκπλοιαν ἔπραξαν
ταχυπόμποισι διωγμοῖς;
Ἡμιχόριον Β
ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
Διὸς οὐ παρβατός ἐστιν
μεγάλα φρὴν ἀπέραντος.
Ἡμιχόριον Α ἢ Α
στρ. γ'.
μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
προτερᾶν πέλοι γυναικῶν.
Ἡμιχόριον Β ἢ Α
ὁ μέγας Ζεὺς ἀπαλέξαι
γάμον Αἰγυπτογενῆ μοι.
Ἡμιχόριον Α ἢ Α
τὸ μὲν ἂν βέλτατον εἴη.
Ἡμιχόριον Β ἢ Α
σὺ δὲ θέλγοις ἂν ἄθελκτον.
Ἡμιχόριον Α ἢ Α
σὺ δέ γ' οὐκ οἶσθα τὸ μέλλον.
Ἡμιχόριον Β ἢ Α
ἀντ. γ'.
τί δὲ μέλλω φρένα Δίαν
καθορᾶν, ὄψιν ἄβυσσον;
Ἡμιχόριον Α ἢ Α
μέτριον νῦν ἔπος εὔχου.
Ἡμιχόριον Β ἢ Α
τίνα καιρόν με διδάσκεις;
Ἡμιχόριον Α ἢ Α
τὰ θεῶν μηδὲν ἀγάζειν.
Ἡμιχόριον Α
στρ. δ'.
Ζεὺς ἄναξ ἀποστεροίη γάμον δυςάνορα
δάϊον, ὅςπερ Ἰὼ
πημονᾶς ἐλύσατ᾽ εὖ χειρὶ παι-
ωνίᾳ καταστροφὰν
εὐμενεῖ βίᾳ κτίσας,
Ἡμιχόριον Β
ἀντ. δ'.
καὶ κράτος νέμοι γυναιξίν. τὸ βέλτερον κακοῦ
καὶ τὸ δίμοιρον αἰνῶ,
καὶ δίκα δίκας ἕπεσθαι ξὺν εὐ-
χαῖς ἐμαῖς, λυτηρίοις
μηχαναῖς θεοῦ πάρα.