Πέρσαι Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences cxii, 282 pages; 18 cm Trustees of Tufts University Medford, MA Perseus Project AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record This pointer pattern extracts lines Greek, Ancient (to 1453) Latin Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg002.dindorf1882-grc2). Τὰ τοῦ δράματος πρόσωπαΧορὸς ΓερόντωνἌτοσσαἌγγελοςΕἴδωλον ΔαρείουΞέρξης ΧΟΡΟΣ. Τάδε μὲν Περσῶν τῶν οἰχομένων Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων ἑδράνων φύλακες, κατὰ πρεσβείαν οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς Δαρειογενής εἴλετο χώρας ἐφορεύειν. ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ καὶ πολυχρύσου στρατιᾶς ἤδη κακόμαντις ἄγαν ὀρσολοπεῖται θυμὸς ἔσωθεν. πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς ᾤχωκε, νέον δ᾽ ἄνδρα βαΰζει, κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς ἄστυ τὸ Περσῶν ἀφικνεῖται· οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος προλιπόντες ἔβαν, οἱ μὲν ἐφ᾽ ἵππων, οἱ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην πολέμου στῖφος παρέχοντες· οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης, ταγοὶ Περσῶν, βασιλῆς βασιλέως ὕποχοι μεγάλου, σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην ψυχῆς εὐτλήμονι δόξῃ· Αρτεμβάρης θ' ἱππιοχάρμης καὶ Μασίστης, ὅ τε τοξοδάμας ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ᾽, ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης. ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων Νεῖλος ἔπεμψεν· Σουσισκάνης, Πηγασταγὼν Αἰγυπτογενὴς, ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων μέγας Ἀρσάμης, τάς τ᾿ ἀγυγίους θήβας ἐφέπων Ἀριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέται δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι. ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μιτρογάθης Ἀρκτεύς τ᾽ ἀγαθὸς, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὰν ὄψιν προσιδέσθαι. στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάται ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, Μάρδων, θάρυβις, λόγχης ἄκμονες, καὶ ἀκουτισταὶ Μυσοί· Βαβυλὼν δ᾽ ἡ πολύχρυσος πάμμικτον ὄχλου πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους· τοξουλκῷ λήματι πιστούς· τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης Ἀσίας ἕπεται δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδ᾽ ἄνθος Περσίδος αἴας οἴχεται ἀνδρῶν, οὓς πέρι πᾶσα χθὼν Ἀσιᾶτις θρέψασα πόθῳ στένεται μαλερῷ τοκέες τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται. πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη βασίλειος στρατὸς εἰς ἀντίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας Ἀθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμα ζυγὸν ἀμφιβαλεῖν αὐχένι πόντου. πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων ἐπὶ πᾶσαν χθόνα ποιμανόριον θεῖον ἐλαύνει διχόθεν, πεζονόμοις ἔκ τε θαλάσσας ἐχυροῖσι πεποιθὼς στυφελοῖς ἐφέταις, χρυσογόνου γενεᾶς ἰσόθεος φώς. κυανοῦν δ᾽ ὄμμασι λεύσσων φονίου δέργμα δράκοντος, πολύχειρ καὶ πολυναύτας, Σύριόν θ᾽ ἅρμα διώ- κων, ἐπάγει δουρικλύτοις ἀνδράσι τοξόδαμνον ῎Αρη. δόκιμος δ᾽ οὔτις ὑποστὰς μεγάλῳ ῥεύματι φωτῶν ἐχυροῖς ἕρκεσιν είργειν ἄμαχον κύμα θαλάσσας· ἀπρόσοιστος γὰρ ὁ Περσᾶν στρατὸς ἀλκίφρων τε λαός. δολόμητιν δ᾽ ἀπάταν θεοῦ τίς ἀνὴρ θνατὸς ἀλύξει; τίς ὁ κραιπνῷ ποδὶ πηδήματος εὐπετοῦς ἀνάσ- σων; φιλόφρων γὰρ παρασαίνει βροτὸν εἰς ἄρκυας "Ατα, τόθεν οὐκ ἔστιν ὑπ᾽ ἐκ θνατὸν ἀλύξαντα φυ- γεῖν. θεόθεν γὰρ κατὰ Μοῖρ᾽ ἐκράτησεν τὸ παλαιὸν, ἐπέσκηψε δὲ Πέρσαις πολέμους πυργοδαΐκτους διέπειν ἱππιοχάρμας τε κλόνους πόλεών τ᾽ ἀνα- στάσεις. ἔμαθον δ᾽ εὐρυπόροιο θαλάσσας πολιαινομένας πνεύματι λάβρῳ ἐσορᾶν πόντιον ἄλσος, χαναῖς. πίσυνοι λεπτοδόμοις πείσμασι λαοπόροις τε μα ταῦτά μοι μελαγχίτων φρὴν ἀμύσσεται φόβῳ, ὀᾶ, Περσικοῦ στρατεύματος τοῦδε, μὴ πόλις πύθηται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος, καὶ τὸ Κισσίων πόλισμ ἀντίδουπον ἄσεται, ὀᾶ, τοῦτ᾽ ἔπος γυναικοπληθὴς ὅμιλος ἀπύων, βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς. πᾶς γὰρ ἱππηλάτας καὶ πεδοστιβὴς λεὼς σμήνος ὣς ἐκλέλοιπεν μελισσᾶν σὺν ὀρχάμῳ στρατοῦ, τὸν ἀμφίζευκτον ἐξαμείψας ἀμφοτέρας ἅλιον πρῶνα κοινὸν αἴας. λέκτρα δ᾽ ἀνδρῶν πόθῳ πίμπλαται δακρύμασιν· Περσίδες δ᾽ ἀκροπενθεῖς ἑκάστα πόθῳ φιλά- νορι τὸν αἰχμάεντα θοῦρον εὐνατῆρα προπεμψαμένα λείπεται μονόζυξ. ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι στέγος ἀρχαῖον, φροντίδα κεδνὴν καὶ βαθύβουλον θώμεθα, χρεία δὲ προσήκει· πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς Δαρειογενής, τὸ πατρωνύμιον γένος ἡμέτερον· πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορυκράνου λόγχης ἰσχὺς κεκράτηκεν. ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς φάος ὁρμᾶται μήτηρ βασιλέως, βασίλεια δ᾽ ἐμὴ, προσπίτνω· καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν πάντας μύθοισι προσαυδᾶν. ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι· θεοῦ μὲν εὐνήτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ. ΑΤΟΣΣΑ. ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ᾽ ὑμᾶς ἐρῶ μῦθον, οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, φίλοι, μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός. ταῦτά μοι διπλῆ μέριμν᾽ ἄφραστός ἐστιν ἐν φρεσί, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν μήτ᾿ ἀχρημάτοισι λάμπειν φῶς, ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφὴς, ἀμφὶ δ᾽ ὀφθαλμοῖς φόβος· ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλᾶ πιστώματα· πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. ΧΟ. εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ· εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. ΑΤ. πολλοῖς μὲν ἀεὶ νυκτέροις ὀνείρασι ξύνειμ᾽, ἀφ᾿ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων· ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης, λέξω δέ σοι. ἐδοξάτην μοι δύο γυναῖκ᾽ εὐείμονε, ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολὺ, κάλλει τ᾿ ἀμώμω καὶ κασιγνήτα γένους͵ ταὐτοῦ· πάτραν δ᾽ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαϊαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τιν, ὡς ἐγὼ ᾿δόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλαισι· παῖς δ᾽ ἐμὸς μαθὼν κατεῖχε κἀπράϋνεν, ἅρμασιν δ᾽ ὕπο ζεύγνυσιν αὐτὰ καὶ λέπαδὺ ἐπ᾿ αὐχένων τίθησι. χὴ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τ᾽ εἶχεν εὔαρκτον στόμα, ἡ δ᾽ ἐσφάδαζε, καὶ χεροῖν ἐντη δίφρου διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτείρων σφέ· τὸν δ᾽ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσι θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντ᾽ ἀετὸν πρὸς ἐσχάραν Φοίβου· φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι· μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθ᾽· ὁ δ᾽ οὐδὲν ἄλλο γ' ἢ πτήξας δέμας παρείχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ ἔστ ἰδεῖν, ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνὴρ, κακῶς δὲ πράξας οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός. ΧΟ. οὐ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη, εἴ τι φλαῦρον εἶδες, αὐτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν, τὰ δ᾽ ἀγάθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ᾽ αὐτοῦ τάδε, σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾿ εὐφρόνην, ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος, τἄμπαλιν δὲ τῶνδε γαίας κάτοχα μαυροῦσθαι σκότῳ. ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρήνεσα· εὖ δὲ πανταχῆ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. ΑΤ. ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτής παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν. ἐκτελοῦτο δὴ τὰ χρηστά· ταῦτα δ᾽, ὡς ἐφίεσαι, πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις, εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνο δ᾽ ἐκμαθεῖν θέλω, ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός. ΧΟ. τῆλε πρὸς δυσμαῖς, ἄνακτος Ἡλίου φθινάσμασιν. ΑΤ. ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν. ΧΟ. πᾶσα γὰρ γένοιτ' ἂν Ἑλλὰς βασιλέως ὑπήκοος. ΑΤ. ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; ΧΟ. καὶ στρατὸς τοιοῦτος ἔρξας πολλὰ δὴ Μήδους κακά. ΑΤ. καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις; ΧΟ. ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός. ΑΤ. πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει; ΧΟ. οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. ΑΤ. τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ; ΧΟ. οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι. ΑΤ. πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας; ΧΟ. ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν. ΑΤ. δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι. ΧΟ. ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ εἴσει πάντα ναμερτῆ λόγου· τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν. ΑΓΓΕΛΟΣ. ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα, ὦ Περσὶς αἷα καὶ πολὺς πλούτου λιμὴν, ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά· ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. ΧΟ. ἄνι᾽ ἄνια κακὰ νεόκοτα καὶ δάϊ᾽. αἰαῖ, διαίνεσθε, Πέρσαι, τόδ᾽ ἄχος κλύοντες. ΑΓ. ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα· αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος. ΧΟ. ἦ μακροβίοτος ὅδε γέ τις αἰὼν ἐφάνθη γεραιοῖς, ἀκούειν τόδε πῆμ᾽ ἄελπτον. ΑΓ. καὶ μὴν παρών γε κου λόγους ἄλλων κλύων, Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά. ΧΟ. ὀτοτοτοῖ, μάταν τὰ πολλὰ βέλεα παμμιγή γᾶς ἀπ᾿ Ἀσίδος ἦλθ᾽ ἐπ᾿ αἶαν δάαν Ἑλλάδα χώραν. ΑΓ. πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος. ΧΟ. ὀτοτοτοῖ, φίλων πολύδονα σώμαθ᾽ ἁλιβαφῆ κατθανόντα λέγεις φέρεσθαι πλαγκτοῖς ἐν διπλάκεσσιν. ΑΓ. οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς. ΧΟ. ἴΰζ᾽ ἄποτμον βοὰν δυσαιανῆ Πέρσαις δάοις, ὡς πάντα παγκάκως ἔθεσαν, αἰαῖ, στρατοῦ φθαρέντος. ΑΓ. ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμίνος κλύειν· φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος. ΧΟ. στυγναί γ᾽ Ἀθᾶναι δάοις· μεμνῆσθαί τοι πάρα ὡς πολλὰς Περσίδων μάταν εὔνιδας ἔκτισσαν ἠδ᾽ ἀνάνδρους. ΑΤ. σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά, τὸ μήτε λέξαι μήτ' ἐρωτῆσαι πάθη. ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν θεῶν διδόντων· πᾶν δ᾽ ἀναπτύξας πάθος λέξον καταστὰς, κεί στένεις κακοῖς ὅμως, τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών. ΑΓ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. ΑΤ. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. ΑΓ. Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς στύφλους παρ᾿ ἀκτὰς θείνεται Σιληνιῶν. χώ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο· Τενάγων τ᾽ ἀριστεὺς Βακτρίων ἰθαγενὴς θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος, Ἀρσάμης τε κἀργήστης τρίτος, οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα· πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Ἀρκτεὺς, Ἀδεύης, καὶ Φερεσσεύης τρίτος, Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμών τρισμυρίας, πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρᾷ βαφή. καὶ Μᾶγος Ἄραβος, Αρτάμης τε Βάκτριος, σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. ῎Αμηστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι πένθος παρασχὼν, Σεισάμης θ᾽ ὁ Μύσιος, θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν ταγὸς, γένος Λυρναῖος, εὐειδὴς ἀνὴρ, κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς· Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, Κιλίκων ἔπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο. τοιῶνδε τῶνδε νῦν ὑπεμνήσθην πέρι. πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά. ΑΤ. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε, αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα. ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν, πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς. ΑΓ. πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βαρβάρους ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος· Ξέρξῃ δὲ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι τάχει ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽᾽ ὧδ᾽ ἔχει λόγος. μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ; ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατον, τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ. ΑΤ. ἔτ᾿ ἆρ᾿ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις; ΑΓ. θεοὶ πόλιν σώζουσι Παλλάδος θεᾶς· ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές. ΑΤ. ἀρχὴ δὲ ναυσὶ συμβολῆς τις ἦν; φράσον. τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, ἢ παῖς ἐμὸς, πλήθει καταυχήσας νεῶν; ΑΓ. ἤρξεν μὲν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ φανεὶς ἀλάστωρ ή κακὸς δαίμων ποθέν. ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ ἐλθὼν ἐλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, ὡς εἰ μελαίνης νυκτός ίξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασι ναῶν ἐπενθορόντες ἄλλος ἄλλοσε δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. ὁ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον εὔτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, τάξαι νεῶν μὲν στῖφος ἐν στοίχοις τρισὶν ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ· ὡς εἰ μόρον φευξοίαθ' Ἕλληνες κακὸν, ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινὰ, πᾶσι στέρεσθαι κρατὸς ἦν προκείμενον. τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ ἐκθύμου φρενός· οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ δεῖπνόν τ' ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ τροποῦτο κώπην σκαλμὸν ἀμφ᾿ εὐήρετμον. ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ ἐς ναῦν ἐχώρει πᾶς θ᾽ ὅπλων ἐπιστάτης· τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς· πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος, καὶ πάννυχοι δὴ διάπλουν καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλ' Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῆ καθίστατο· ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ᾽ ἅμα ἀντηλάλαξε νησιώτιδος πέτρας ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ παιᾶν ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει. σαλπιγξ δ᾽ ἀϋτῇ πάντ᾽ ἐκεῖν ἐπέφλεγεν· εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν. τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν πολλὴν βοὴν, “ὦ παῖδες Ἑλλήνων ἴτε, ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη, θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.” καὶ μὴν παρ᾿ ἡμῶν Περσίδος γλώσσης ῥόθος ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή. εὐθὺς δὲ ναῦς ἐν νηΐ χαλκήρη στόλον ἔπαισεν· ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς κόρυμβ᾽, ἐπ᾿ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ. τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἐμβόλοις χαλκοστόμοις παίοντ, ἔθραυον πάντα κωπήρη στόλον, Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν, ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν. ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον, φυγῇ δ᾽ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. τοὶ δ᾽ ὥστε θύννους ἤ τιν ἰχθύων βόλον ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων ἔπαιον, ἐρράχιζον, οἰμωγὴ δ᾽ ὁμοῦ κωκύμασιν κατεῖχε πελαγίαν ἅλα, ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο. κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέρᾳ μιᾷ πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν. ΑΤ. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει. ΑΓ. εὖ νῦν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν· τοιάδ᾽ ἐπ᾿ αὐτοὺς ἦλθε συμφορὰ πάθους, ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. ΑΤ. καὶ τίς γένοιτ' ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη; λέξον τίν αὖ φὴς τήνδε συμφορὰν στρατῷ ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. ΑΓ. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, ψυχήν τ' ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, αὐτῷ τ' ἄνακτι πίστιν ἐν πρώτοις ἀεὶ, τεθνᾶσιν οἰκτρῶς δυσκλεεστάτῳ μόρῳ. ΑΤ. οἳ ᾿γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. ΑΤ. ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι; ΑΓ. νῆσός τις ἐστὶ πρόσθε Σαλαμίνος τόπων, βαιὰ, δύσορμος ναυσὶν, ἣν ὁ φιλόχορος Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι. ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅτ᾽ ἐκ νεῶν φθαρέντες ἐχθροὶ νῆσον ἐκσωσοίατο, κτείνειαν εὐχείρωτον Ἑλλήνων στρατὸν, φίλους δ᾽ ὑπεκσώζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, αὐθημερὸν φάρξαντες εὐχάλκοις δέμας ὅπλοισι ναῶν ἐξέθρωσκον· ἀμφὶ δὲ κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾿ ἀπὸ θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου παίουσι, κρεοκοποῦσι δυστήνων μέλη, ἕως ἁπάντων ἐξαπέφθειραν βίον. Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός· ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγὺ, πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, ἵησ᾽ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι πρὸς τῇ πάροιθε συμφορὰν στένειν πάρα. ΑΤ. ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν οὓς πρόσθε Μαραθών βαρβάρων ἀπώλεσεν· ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν τοσόνδε πλῆθος πημάτων ἐπέσπασε. σὺ δ᾽ εἰπὲ, ναῶν αἱ πεφεύγασιν μόρον, ποῦ τάσδ᾽ ἔλειπες· οἶσθα σημήναι τορῶς; ΑΓ. ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην κατ' οὗρον οὐκ εὔκοσμον αἴρονται φυγήν· στρατός δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ · διώλλυθ', οἱ μὲν ἀμφὶ κρηναῖον γάνος δίψῃ πονοῦντες, οἱ δ᾽ ὑπ᾿ ἄσθματος κενοὶ· διεκπερῶμεν ἔς τε Φωκέων χθόνα καὶ Δωρίδ᾽ αἰαν, Μηλιᾶ τε κόλπον, οὗ Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ· κἀντευθεν ἡμᾶς γῆς Ἀχαιΐδος πέδον καὶ θεσσαλῶν πόλισμ᾽ ὑπεσπανισμένους βορᾶς ἐδέξαντ'· ἔνθα δὴ πλεῖστοι θάνον δίψῃ τε λιμῷ τ· ἀμφότερα γὰρ ἦν τάδε. Μαγνητικὴν δὲ γαϊαν ἠδὲ Μακεδόνων χώραν ἀφικόμεσθ', ἐπ᾿ Ἀξίου πόρον, Βόλβης θ᾽ ἕλειον δόνακα, Πάγγαιόν τ᾽ ὄρος, Ἠδωνίδ᾽ αἶαν· νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς χειμῶν ἄωρον ὧρσε, πήγνυσιν δὲ πᾶν ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις τὸ πρὶν νομίζων οὐδαμοῦ τότ' ηὔχετο λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν. ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον· χὤστις μὲν ἡμῶν, πρὶν σκεδασθῆναι θεοῦ ἀκτῖνας, ὡρμήθη, σεσωσμένος κυρεῖ. φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος μέσον πόρον διήκε, θερμαίνων φλογί· πίπτον δ᾽ ἐπ᾿ ἀλλήλοισιν· ηὐτύχει δέ τοι ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου. ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, θρήκην περάσαντες μόγις πολλῷ πόνῳ, ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, ἐφ᾽ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. ταῦτ᾽ ἔστ᾽ ἀληθῆ· πολλὰ δ᾽ ἐκλείπω λέγων κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός. ΧΟ. ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς ποδοῖν ἐνήλλου παντὶ Περσικῷ γένει. ΑΤ. οἳ ᾿γὼ τάλαινα διαπεπραγμένου στρατοῦ· ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε. ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω· ἔπειτα γῇ τε καὶ φθιτοῖς δωρήματα ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν, ἐπίσταμαι μὲν ὡς ἐπ᾿ ἐξειργασμένοις, ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. ὑμᾶς δὲ χρὴ ἐπὶ τοῖσδε τοῖς πεπραγμένοις πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα· καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ, παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους, μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν. ΧΟ. ὦ Ζεῦ βασιλεῦ, τίπτε σὺ Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων στρατιὰν ὀλέσας ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων πένθει δνοφερῷ κατέκρυψας· πολλαὶ δ᾽ ἀμαλαῖς χερσὶ καλύπτρας κατερεικόμεναι μητέρες οἰκτραὶ διαμυδαλέοις δάκρυσι κόλπους τέγγουσ᾽, ἄλγους μετέχουσαι. αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορέστοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένων αἴρω δοκίμως πολυπενθῆ. ἡ γὰρ πρόπασα μὲν στένει γαϊ᾿ Ἀσιὰς ἐκκενουμένα, Ξέρξης μὲν ἄγαγεν, τοτοῖ, Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ, τὸ πᾶν τ᾽ ἐπέσπε δυσφόρως βαρίδεσσι ποντίαις. τίπτε Δαριὰν μὲν οὕτω τότ᾽ ἀβλαβὴς ἐπῆι· τόξαρχος πολιήταις, Σουσίδαις φίλος ἄκτωρ, πεζοῖς τε καὶ θαλασσίοις, νῦν δὲ κυανώπιδες θοαὶ νᾶες μὲν ἄγαγον, τοτοῖ, νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ, ὁμοπτέροισιν ἐμβολαῖς, ἠδ᾽ Ἰαόνων χέρες. τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽ αὐτόπουν ἀκουομεν θρήκης ἂμ πεδιήρεις δυσχίμους τε κελεύθους. τοὶ δ᾽ ἄρα πρωτομόροιο ληφθέντες πρὸς ἀνάγκας ἀκτὰς ἀμφὶ Κυχρείας ἔρρουσι· στένε καὶ δακνάζου, βαρὺ δ᾽ ἀμβόασον οὐράνι᾽ ἄχη, ὀᾶ ὀᾶ, τεῖνε δὲ δυσβάϋκτον βοᾶτιν τάλαιναν αὐδάν. κναπτόμενοι δ᾽ ἁλὸς αἰνὰ σκύλλονται πρὸς ἀναύδων παίδων τᾶς ἀμιάντου. πενθεῖ δ᾽ ἄνδρα δόμος στερηθείς, τοκέες τ᾽ ἄπαιδες δαιμόνι᾽ ἄχη, ὀα̃ ὀα̃, δυρόμενοι γέροντες τὸ πᾶν δὴ κλύουσιν ἄλγος. τοὶ δ᾽ ἀνὰ γᾶν᾿ Ασίαν δὴν οὐκέτι περσονομοῦνται, οὐκέτι δασμοφοροῦσιν δεσποσύνοισιν ἀνάγκαις, οὐδ᾽ ἐς γᾶν προπίτνοντες ἄρξονται· βασιλεία γὰρ διόλωλεν ἰσχύς. οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν ἐν φυλακαῖς· λέλυται γὰρ λαὸς ἐλεύθερα βάζει, ὡς ἐλύθη ζυγὸν ἀλκᾶς. αἱμαχθεῖσα δ᾽ ἄρουραν Αίαντος περικλύστα νᾶσος ἔχει τὰ Περσᾶν. ΑΤ. φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεί, ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φιλεῖ· ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι τὸν αὐτὸν ἀεὶ δαίμον᾽ οὐριεῖν τύχης. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα - ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. τοιγὰρ κέλευθου τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς φέρουσ', ἅπερ νεκροῖσι μειλιχτήρια, βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτου γάλα, τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε· τῆς τ' αἴὲν ἐν φύλλοισι θαλλούσης ἴσον ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα. ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα Δαρεῖον ἀγκαλεῖσθε, γαπότους δ᾽ ἐγὼ τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς. ΧΟ. βασίλεια γύναι, πρέσβος Πέρσαις, σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς, ἡμεῖς δ᾽ ὕμνοις αἰτησόμεθα φθιμένων πομπούς εὔφρονας εἶναι κατὰ γαίας. ἀλλὰ, χθόνιοι δαίμονες ἁγνοὶ, Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων, πέμψατ᾽ ἔνερθε ψυχὴν ἐς φῶς· εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον, μόνος ἂν θνητῶν πέρας εἴποι. ἡ ῥ᾽ ἀΐει μου μακαρίτας ἰσοδαίμων βασιλεὺς βάρβαρα σαφηνῆ ἱέντος τὰ παναίολ᾽ αἰανῆ δύσθροα βάγματ᾽, ἢ παντάλαν᾽ ἄγη διαμβοάσω; νέρθεν ἆρα κλύει μου; ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι χθονίων ἁγεμόνες δαίμονα μεγαυχῆ ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν· πέμπετε δ᾽ ἄνω τὸν οἷον οὔπω Περσὶς αἷ᾽ ἐκάλυψεν. ἦ φίλος ἁνὴρ, φίλος ὄχθος· φίλα γὰρ κέκευθεν ἤθη. Ἀϊδωνεῦ δ᾽ ἀναπομπὸς ἀνείης, Ἀϊδωνεῦ, δῖον ἀνάκτορα Δαριᾶνα. οὐδὲ γὰρ ἄνδρας πότ᾽ ἀπώλλυ πολεμοφθόροισιν ἄταις, θεομήστωρ δ᾽ ἐκικλήσκετο Πέρσαις, θεομήστωρ δ᾽ ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἰωὰ, βαλλὴν ἀρχαῖος, βαλλὴν ἔλθ᾽ ἱκοῦ τόνδ᾽ ἐπ᾿ ἄκρον κόρυμβον ὄχθου, κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, βασιλείου τιάρας φάλαρον πιφαύσκων. βάσκε πάτερ ἄκακε Δαριάν. ἰωὰ, βαλλὴν ἀρχαῖος, βαλλὴν ἔλθ᾽, ἱκοῦ, δέσποτα δεσποτᾶν φάνηθι. Στυγία γάρ τις ἐπ᾿ ἀχλὺς πεπόταται νεολαία γὰρ ἤδη κατὰ πᾶ᾽ ὄλωλε. βάσκε πάτερ ἄκακε Δαριάν. οἰοῖ οἰοῖ, ὦ πολύκλαυτε θανὼν δυνάστα, τί τάδε φίλοισι περίβαλες δίδυμα γοᾶν ἁμάρτια; πᾶσαι γὰρ γᾷ τᾶδ᾽ ἐξέφθινθ᾽ αἱ τρίσκαλμοι νᾶες ἄναες, οἰοῖ. ΔΑΡΕΙΟΣ. ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμὴς Πέρσαι γεραιοὶ, τίνα πόλις πονοῦσ᾽ ὅτλον στένει, κέκοπται, καὶ χαράσσεται πέδον; λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις οἰκτρῶς καλεῖσθέ μ᾽᾽ ἐστὶ δ᾽ οὐκ εὐέξοδον, ἄλλως τε πάντως χοὶ κατὰ χθονὸς θεοὶ λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ ἥκω· τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου. τί δ᾽ ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν; ΧΟ. σέβομαι μὲν προσιδέσθαι, σέβομαι δ᾽ ἀντία λέξαι σέθεν ἀρχαίῳ περὶ τάρβει. ΔΑ. ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος, μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς. ΧΟ. δίεμαι μὲν χαρίσασθαι, δίεμαι δ᾽ ἀντία φάσθαι, λέξας δύσλεκτα φίλοισιν. Δ.Α. ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται, τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενὲς γύναι, κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ γίγνεται θνητοῖς, ὁ μάσσων βιοτος ἦν ταθῇ πρόσω. ΑΤ. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ, ὃς θ᾽, ἕως ἔλευσσες αὐγὰς ἡλίου, ζηλωτὸς ὢν βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος· πάντα γὰρ, Δαρεῖ, ἀκούσει μῦθον ἐν βραχεῖ χρόνῳ· διαπεπόρθηται τὰ Περσῶν πράγμαθ', ὡς εἰπεῖν ἔπος. Δ.Α. τίνι τρόπω; λοιμοῦ τις ἦλθε σκηπτος, ἢ στάσις πόλει; ΑΤ. οὐδαμῶς· ἀλλ᾽ ἀμφ᾿ Ἀθήνας πᾶς κατέφθαρται στρατός. Δ.Α. τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον ΑΤ. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. Δ.Α. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας; ΑΤ ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. Δ.Α. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν; ΑΤ. μηχαναῖς ἔζευξεν Ἕλλης πορθμὸν, ὥστ᾽ ἔχειν πόρον. Δ.Α. καὶ τόδ' ἐξέπραξεν, ὥστε Βόσπορου κλῆσαι μέγαν; ΑΤ. ὧδ᾽ ἔχει˙ γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. Δ.Α. φεύ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς. ΑΤ. ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν. Δ.Α. καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε; ΑΤ. ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ἄλεσε στρατόν. Δ.Α. ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί; ΑΤ. πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει. Δ.Α. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. ΑΤ. Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος οὐ δή τις γέρων. Δ.Α. ὦ μέλεος, οἴαν ἄρ᾽ ἤβην ξυμμάχων ἀπώλεσε. ΑΤ. μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα Δ.Α. πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία; ΑΤ. ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν. Δ.Α. καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον; ΑΤ. ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτο κοὐκ ἔνι στάσις. Δ.Α. φεῦ, ταχεῖά γ'᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν Ζεὺς ἐπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δὲ που διὰ μακροῦ χρόνου τάδ' ηὔχουν ἐκτελευτήσειν θεούς· : ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτὸς, χὡ θεὸς συνάπτεται. νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις. παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει· ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ· καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ, θνητὸς ὢν θεῶν δὲ πάντων ᾤετ', οὐκ εὐβουλίᾳ, καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ᾽ οὐ νόσος φρενῶν εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόρος οὑμος ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή. ΑΤ. ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται θούριος Ξέρξης· λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν. τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾿ Ἑλλάδα. Δ.Α. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν, ἕν᾽ ἄνδρ᾽ ἁπάσης᾿ Ασίδος μηλοτρόφου ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον. Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσε, τρίτος δ᾽ ἀπ᾿ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνὴρ, ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις· Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν. πέμπτος δὲ Μέρδις ἦρξεν, αἰσχύνη πάτρα θρόνοισί τ᾽ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν, ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος. ἕκτος δὲ Μάραφις, ἕβδομός τ᾽ Ἀρταφρένης. κἀγὼ πάλου τ᾽ ἔκυρσα τοῦπερ ἤθελον, κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ· ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. Ξέρξης δ᾽ ἐμὸς παῖς ὢν νέος φρονεῖ νέα, κου μνημονεύει τὰς ἐμὰς ἐπιστολάς· εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες, ἅπαντες ἡμεῖς, οἱ κράτη τάδ᾽ ἔσχομεν, οὐκ ἂν φανεῖμεν πήματ᾽ ἔρξαντες τόσα. ΧΟ. τί οὖν, ἄναξ Δαρεῖε, ποὶ καταστρέφεις λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς; Δ.Α. εἰ μὴ στρατεύοισθ᾽ ἐς τὸν Ἑλλήνων τόπον, μηδ᾽ εἰ στράτευμα πλεῖον ἢ τὸ Μηδικόν. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. ΧΟ. πῶς τοῦτ᾽ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ; Δ.Α. κτείνουσα λιμῶ τοὺς ὑπερπόλλους ἄγαν. ΧΟ. ἀλλ᾽ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. Δ.Α. ἀλλ᾽ οὐδ᾽ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις στρατὸς κυρήσει νοστίμου σωτηρίας. ΧΟ. πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο; Δ.Α. παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μὲν, τὰ δ᾽ οὔ. κεἴπερ τάδ᾽ ἐστὶ, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί· οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων· οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· βωμοὶ δ᾽ ἄϊστοι, δαιμόνων θ᾽ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηπὶς ὕπεστιν, ἀλλ᾽ ἐτ' ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αίματοσταγής πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο· θίνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσε στάχυν ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις ὑπερφρονήσας τὸν παρόντα δαίμονα ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. Ζεύς τοι κολαστὴς τῶν ὑπερκόπων ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτ᾽ ἐκεῖνον σωφρονεῖν κεχρημένον πινύσκετ᾽ εὐλόγοισι νουθετήμασι, λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόπῳ θράσει. σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς λαβοῦσ᾽ ὑπαντίαζε παιδί. παντὶ γὰρ κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι στημορραγοῦσι ποικίλων ἐσθημάτων. ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράϋνον λόγοις· μόνης γὰρ, οἶδα, σοῦ κλύων ἀνέξεται. ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω. ὑμεῖς δὲ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως ψυχὴν διδόντες ἡδονῇ καθ' ἡμέραν, ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ. ΧΟ. ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ ἔτι ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα. ΑΤ. ὦ δαίμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακὰ ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν. ΧΟ. ὦ πόποι, ἡ μεγάλας ἀγαθᾶς τε πολισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, εὖθ᾽ ὁ γηραιὸς πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς ἰσόθεος Δαρεῖος ἄρχε χώρας. πρῶτα μὲν εὐδοκίμου στρατιᾶς ἀπεφαινόμεθ᾽, ἠδὲ νομίσματα πύργινα πάντ᾽ ἐπηύθυνον. νόστοι δ᾽ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς εὖ πράσσοντας ἆγον οἴκους. ὅσσας δ' εἶλε πόλεις πόρον οὐ διαβὰς ῞Αλυος ποταμοῖο, οὐδ᾽ ἀφ᾽ ἑστίας συθεὶς, οἷαι Στρυμονίου πελάγους Αχελωΐδες εἰσὶ πάροικοι θρηκίων ἐπαύλων, λίμνας τ᾽ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλάμενα. περὶ πύργον τοῦδ᾽ ἄνακτος ἄϊον, Ἕλλας τ᾽ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προποντὶς, καὶ στόμωμα Πόντου· νᾶσοί θ᾽ αἳ κατὰ πρῶν ἅλιον περίκλυστοι, τᾷδε γᾷ προσήμεναι, οἷα Λέσβος, ἐλαιόφυτός τε Σάμος, Χίος, ἠδὲ Πάρος, Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσ᾽ ῎Ανδρος ἀγχιγείτων, καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους, Λῆμνον, Ἰκάρου θ᾽ ἕδος, Ῥόδον τ᾽ ἠδὲ Κνίδον Κυπρίας τε πόλεις, Πάφον, ἠδὲ Σόλους, Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ᾽ αἰτία στεναγμῶν. καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάνδρους Ἑλλάνων ἐκράτυνε σφετέραις φρεσίν. ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων παμμίκτων τ᾽ ἐπικούρων. νῦν δ᾽ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ᾽ αὖ φέρομεν πολέμοισι δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν. ΞΕΡΞΗΣ. ἰὼ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας τῆσδε κυρήσας ἀτεκμαρτοτάτης, ὡς ὠμοφρόνως δαίμων ἐνέβη Περσῶν γενεᾷ· τί πάθω τλήμων; λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν. εἴθ᾽ ὄφελε, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν τῶν οἰχομένων θανάτου κατὰ μοῖρα καλύψαι. ΧΟ. ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς καὶ Περσονόμου τιμῆς μεγάλης, κόσμου τ᾽ ἀνδρῶν, οὓς νῦν δαίμων ἐπέκειρε. γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν ἥβαν Ξέρξα κταμέναν "Αιδου σάκτορι Περσᾶν· ᾅδοβάται γὰρ πολλοὶ φῶτες, χώρας ἄνθος, τοξοδάμαντες, πάνυ ταρφύς τις μυριὰς ἀνδρῶν, ἐξέφθινται. αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς. Ἀσία δὲ χθών, βασιλεῦ γαίας, αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται. ΞΕ. ὅδ᾽ ἐγὼ, οἰοῖ, αἰακτὸς μέλεος γέννᾳ γᾷ τε πατρώᾳ κακὸν ἄρ᾽ ἐγενόμαν. ΧΟ. πρόσφθογγόν σοι νόστου τὰν κακοφάτιδα βοὰν, κακομέλετον ἰαν Μαριανδυνοῦ θρηνητῆρος πέμψω πολύδακρυν ἰακχάν. ΞΕ. ἵετ᾿ αἰανῆ πάνδυρτον δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ μετάτροπος ἐπ᾿ ἐμοί. ΧΟ. ἥσω τοι καὶ πάνδυρτον, λαοπαθῆ τε σεβίζων ἁλίτυπά τε βάρη, πόλεως γέννας πενθητῆρος. κλάγξω δ᾽ αὖ γόον ἀρίδακρυν. ΞΕ. Ἰάνων γὰρ ἀπηύρα, Ἰάνων ναύφαρκτος "Αρης ἑτεραλκὴς νυχίαν πλάκα κερσάμενος δυσδαίμονά τ᾽ ἀκτάν. ΧΟ. οἰοιοῖ βόα καὶ πάντ' ἐκπεύθου. ποῦ δὲ φίλων ἄλλος ὄχλος, ποῦ δὲ σοὶ παραστάται, οἷος ἦν Φαρανδάκης, Σούσας, Πελάγων, Δοτάμας ἠδ᾽ Ἀγδαβάτας, Ψάμμις, Σουσισκάνης τ Ἀγβάτανα προλιπών. ΞΕ. ὀλοοὺς ἀπέλειπον Τυρίας ἐκ ναὸς ἔρροντας ἐπ᾿ ἀκταῖς Σαλαμινιάσι στυφελοῦ . θείνοντας ἐπ᾿ ἀκτᾶς. ΧΟ. οἰοιοῖ βόα, ποῦ σοι Φαρνοῦχος Ἀριόμαρδός τ᾽ ἀγαθὸς, ποῦ δὲ Σευάλκης ἄναξ, ἢ Λίλαιος εὐπάτωρ, Μέμφις, θάρυβις καὶ Μασίστρας Ἀρτεμβάρης τ' ἠδ᾽ Ὑσταίχμας; τάδε σ᾽ ἐπανερόμαν. ΞΕ. ἰὰ ἰώ μοι, τὰς ἀγυγίους κατιδόντες στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, ἐὴ ἐὴ, τλάμονες ἀσπαίρουσι χέρσῳ. ΧΟ. ἦ καὶ τὸν Περσᾶν αὐτοῦ τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν Βατανώχου παῖδ᾽ ῎Αλπιστον τοῦ Σεισάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τ᾽ Οἰβάρην ἔλιπες ἔλιπες; ὦ ὦ ὦ δᾴων. Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις. ΞΕ. ἴυγγά μοι δῆτ᾽ ἀγαθῶν ἑτάρων ὑπομιμνήσκεις, ἄλαστ᾽ ἄλαστα στυγνὰ πρόκακα λέγων. βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ. ΧΟ. καὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸν Ξάνθιν ἄρειόν τ' Ἀγχάρην, Δίαιξίν τ' ἠδ᾽ Ἀρσάκην ἱππιάνακτας, Κηγδαδάταν καὶ Λυθίμναν Τόλμον τ' αἰχμᾶς ἀκόρεστον. ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς τροχηλάτοισιν ὄπιθεν ἑπόμενοι. ΞΕ. βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. ΧΟ. βεβᾶσιν, οἳ, νώνυμοι. ΞΕ. ἰὴ ἰὴ, ἰὼ ἰώ. ΧΟ. ἰὼ ἰὼ δαίμονες, ἔθεσθ᾽ ἄελπτον κακὸν ζαπρέπον, οἷον δέδορκεν Ἄτα. ΞΕ. πεπλήγμεθ', οἷαι διαίμονες τύχαι ΧΟ. πεπλήγμεθ᾽· εὔδηλα γὰρ, ΞΕ. νέαι νέαι δύαι δύαι· ΧΟ. Ἰαόνων ναυβατᾶν κύρσαντες οὐκ εὐτυχῶς. δυσπόλεμον δὴ γένος τὸ Περσᾶν. ΞΕ. πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦτον τάλας πεπληγμαι. ΧΟ. τί δ᾽ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν. ΞΕ. ὁρᾶς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; ΧΟ. ὁρῶ ὁρῶ. ΞΕ. τόνδε τ᾽ οἰστοδέγμονα ΧΟ. τί τόδε λέγεις σεσωσμένον; ΞΕ. θησαυρὸν βελέεσσιν. ΧΟ. βαιά γ᾽ ὡς ἀπὸ πολλῶν. ΞΕ. ἐσπανίσμεθ᾽ ἀρωγῶν. ΧΟ. Ἰάνων λαὸς οὐ φυγαίχμας. ΞΕ. ἀγανόρειος· κατεῖδον δὲ πῆμ᾽ ἄελπτον. ΧΟ. τραπέντα ναύφαρκτον ἐρεῖς ὅμιλον; ΞΕ. πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ. ΧΟ. παπαῖ παπαῖ. ΞΕ. καὶ πλέον ἢ παπαῖ μὲν οὖν. ΧΟ. δίδυμα γάρ ἐστι καὶ τριπλᾶ. ΞΕ. λυπρὰ, χάρματα δ᾽ ἐχθροῖς. ΧΟ. καὶ σθένος γ᾽ ἐκολούσθη. ΞΕ. γυμνός εἰμι προπομπῶν. ΧΟ. φίλων ἄταισι ποντίαισιν. ΞΕ. δίαινε δίαινε πῆμα· πρὸς δόμους δ᾽ ἴθι. ΧΟ. διαίνομαι γοεδνὸς ὤν. ΞΕ. βόα νυν ἀντίδουπά μοι. ΧΟ. δόσιν κακὰν κακῶν κακοίς. ΞΕ. ἴΰζε μέλος ὁμοῦ τιθείς. ΧΟ. ὀτοτοτοῖ. βαρεϊά γ᾽ ἅδε συμφορά. οἳ μάλα καὶ τόδ᾽ ἀλγῶ. ΞΕ. ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν ΧΟ. αἰαῖ αἰαῖ, δύα δύα. ΞΕ. βόα νυν ἀντίδουπά μοι. ΧΟ. μέλειν πάρεστι, δέσποτα. ΞΕ. ἐπορθίαζέ νυν γόοις. ΧΟ. ὀτοτοτοῖ. μέλαινα δ᾽ ἀμμεμίξεται, οἳ, στονόεσσα πλαγά. ΞΕ. καὶ στέρν ἄρασσε κἀπιβῶ τὸ Μύσιον. ΧΟ. ἄνι' ἄνια. ΞΕ. καί μοι γενείου πέρθε λευκήρη τρίχα. ΧΟ. ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά. ΞΕ. ἀΰτει δ᾽ ὀξύ. ΧΟ. καὶ τάδ᾽ ἔρξω. ΞΕ. πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. ΧΟ. ἄνι' ἄνια. ΞΕ. καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν. ΧΟ. ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά. ΞΕ. διαίνου δ᾽ ὄσσε. ΧΟ. τέγγομαί τοι. ΞΕ. βόα νυν ἀντίδουπά μοι. ΧΟ. οἰοῖ οἰοῖ. ΞΕ. αἰακτὸς ἐς δόμους κίε. ΧΟ. ἰὼ ἰὼ, Περσὶς αἷα δύσβατος. ΞΕ. ἰωὰ δὴ κατ᾿ ἄστυ. ΧΟ. ἰωὰ δῆτα, ναὶ ναί. ΞΕ. γοᾶσθ᾽ ἁβροβάται. ΞΕ. ἰὴ ἰὴ τρισκάλμοισιν, ΧΟ. ἰὼ ἰὼ, Περσὶς αἷα δύσβατος. ΞΕ. ἰὴ ἰὴ, βάρισιν ὀλόμενοι. ΧΟ. πέμψω τοί σε δυσθρόοις γόοις. Versuum 1066-1077., qui ipsi quoque antistrophici fuerunt, responsio sublata est, verbis pluribus versibusque integris perditis.