Πέρσαι Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project About 110Kb Trustees of Tufts University Medford, MA Perseus Project Aeschylus Aeschyli tragoediae Gottfried Hermann Lipsiae Apud Weidmannos 1852 2 OCR from HathiTrust This pointer pattern extracts lines Greek, Ancient (to 1453) Latin Regularized Hermann's 1852 Πέρσαι in TEI/EpiDoc format using the Hermann Eumenides structure (URN: urn:cts:greekLit:tlg0085.tlg002.hermann1852-grc2). Τὰ τοῦ δράματος πρόσωπαΧορὸς ΓερόντωνἌτοσσαἌγγελοςΕἴδωλον ΔαρείουΞέρξης Χορὸς Γερόντων. Τάδε μὲν Περσῶν τῶν οἰχομένων Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων ἑδράνων φύλακες, κατὰ πρεσβείαν οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς Δαρειογενὴς εἵλετο χώρας ἐφορεύειν. ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ καὶ πολυχρύσου στρατιᾶς ἤδη κακόμαντις ἄγαν ὀρσολογεῖται θυμός, ἔσωθεν δὲ βαΰζει. πᾶσα γὰρ ἰσχὺς ᾿Ασιατογενής οἴχωκε νέων, κοὔτε τις ἄγγελος, οὔτε τις ἱππεὺς ἄστυ τὸ Περσῶν ἀφικνεῖται, οἵτε τὸ Σούσων ἠδ᾽ Εκβατάνων καὶ τὸ παλαιὸν Κίσσινον ἕρκος προλιπόντες ἔβαν, οἱ μὲν ἐφ᾽ ἵππων, οἳ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην πολέμου στῖφος παρέχοντες· οἷος Αμίστρης ἠδ᾽ Αρταφρένης, καὶ Μεγαβάτης, ἠδ᾽ Αστάσπης, 88 ΑΙΣΧΥΛΟΥ Χορὸς Γερόντων. ταγοὶ Περσῶν, βασιλῆς βασιλέως ύποχοι μεγάλου, σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τ' ἠδ᾽ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην ψυχῆς εὐτλήμονι δόξῃ. Αρτεμβάρης θ' ἱππιοχάρμης, καὶ Μασίστρης, ὅ τε τοξοδάμας ἐσθλὸς Ιμαῖος, Φαρανδάκης θ' ἵππων τ᾽ ἐλατὴρ Σωσθάνης. ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων Νεῖλος ἔπεμψεν· Σουσισκάνης, Πηγασταγὼν Αἰγυπτογενής, ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων μέγας Αρσάμης, τάς τ᾽ ὠγυγίους θήβας ἐφέπων Αριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέται, δεινοὶ πλῆθός τ᾿ ἀνάριθμοι. ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μιτρογαθής Αρκτεύς τ᾿ ἀγαθός, βασιλῆς δίοποι, χαὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη φοβερὰν ὄψιν προςιδέσθαι. στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάται ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, Μάρδων, θάρυβις, λόγχης άκμονες, καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ᾽ ἡ πολύχρυσος πάμμικτον ὄχλον πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους καὶ τοξουλκῷ λήματι πιστούς· τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης ΠΕΡΣΑΙ. 89 Χορὸς Γερόντων. Ασίας ἕπεται δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδ᾽ ἄνθος Περσίδος αἴας οἴχεται ἀνδρῶν· οὓς πέρι πᾶσα χθὼν Ασιῆτις θρέψασα πόθῳ στένεται μαλερῷ, τοκέες δ᾽ ἄλοχοί θ' ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται. πεπέρακεν μὲν ὁ περσέ- πτολις ἤδη βασίλειος στρατὸς εἰς ἀντίπορον γεί- τονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας Αθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμα, ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου. πολυάνδρου δ Ασίας ού- ριος ἄρχων ἐπὶ πᾶσαν χθόνα ποιμανόριον θεῖ- ον ἐλαύνει διχόθεν, πε- ζονόμοις ἔκ τε θαλάσσης ἐχυροῖσι πεποιθὼς στυφελοῖς ἐφέταις, χρυ- σογόνου γενεῖς ἰσόθεος φώς. κυάνεον δ᾽ ὄμμασι λεύσσων φονίου δέργμα δράκοντος, πολύχειρ καὶ πολυναύτης, Σύριόν θ' ἅρμα διώκων, ἐπάγει δουρικλύτοις ἀν- δρασι τοξόδαμνον Αρη. 90 ΑΙΣΧΥΛΟΥ Χορὸς Γερόντων. δόκιμος δ᾽ οὔτις υποστὰς μεγάλῳ δεύματι φωτῶν ἐχυροῖς ἕρκεσιν εἴργειν ἄμαχον κῦμα θαλάσσης. ἀπρόςοιστος γὰρ ὁ Περσῶν στρατὸς ἀλκίφρων τε λαός. δολόμητιν δ᾽ ἀπάταν θεοῦ τίς ἀνὴρ θνατὸς ἀλύξει; τίς ὁ κραιπνῷ ποδι πήδημ ἅλις εὐπετῶς ἀνάσσων; φιλόφρων γὰρ ποτισαίνου- σα τὸ πρῶτον, παράγει βροτὸν εἰς ἄρκυας ἄτα, τόθεν οὐκ ἔστιν ὑπὲκ να- τὸν ἀλύξαντα φυγεῖν. θεόθεν γὰρ κάτα Μοῖρ᾽ ἐκράτησεν τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις πολέμους πυργοδαΐκτους διέπειν ἱππιοχάρμας τε κλόνους, πόλεών τ᾿ ἀναστάσεις. ἔμαθον δ᾽ εὐρυπόροιο θαλάσσης πολιαινομένης πνεύματι λάβρῳ ἐςορᾶν πόντιον ἄλσος, πίσυνοι λεπτοδόμοις πει- σμασι λαοπόροις τε μηχαναῖς. ταῦτά μοι μελαγχίτων φρὴν ἀμύσσεται φόβῳ, ὀά, Περσικοῦ στρατεύματος τοῦδε μὴ πόλις πύθηται κέναν- ΠΕΡΣΑΙ. 91 Χορὸς Γερόντων. δρον μέγ' ἄστυ Σουσίδος, καὶ τὸ Κισσίων πόλισμ ἀντίδουπον ἔσσεται, ὀά, τοῦτ᾽ ἔπος γυναικοπλη- θὴς ὅμιλος ἀπύων, βυσσίνοις δ ἐν πέπλοις πέσῃ λακίς. πᾶς γὰρ ἱππηλάτας καὶ πεδοστιβὴς λεὼς σμῆνος ὡς ἐκλέλοιπεν μελισ- σᾶν σὺν ὀρχάμῳ στρατοῦ, τὸν ἀμφίζευκτον ἐξαμείψας ἀμφοτέρας ἅλιον πρῶνα κοινὸν αἴας. λέκτρα δ᾽ ἀνδρῶν πόθῳ πίμπλαται δακρύμασιν· Περσίδες δ᾽ ἀκροπενθεῖς, ἑκά- στα πόθῳ φιλάνορι τὸν αἰχμάεντα τοῦρον εἶνα- τῆρα προπεμψαμένα λείπεται μονόζυξ. ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι στέγος ἀρχαῖον φροντίδα κεδνὴν καὶ βαθύβουλον θώμεθα· χρεία δὲ προςήκει· πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς Δαρειογενής, τὸ πατρωνύμιον γένος ἁμέτερον· πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορυκράνου 92 ΑΙΣΧΥΛΟΥ Χορὸς Γερόντων. λόγχης ἰσχὺς κεκράτηκεν. ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς φάος ὁρμᾶται μήτηρ βασιλέως, βασίλεια δ᾽ ἐμή· προπίτνω, * προπίτνω· * καὶ προςφθόγγοις δὲ χρεὼν αὐτὴν πάντας μύθοισι προςαυδῶν. ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι, θεοῦ μὲν εἰνήτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.1 Ἄτοσσα. ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους, καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐναστήριον. καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ᾽ ὑμᾶς ἐρῶ μῦθον, οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, φίλοι, μὴ μέγας πλοῦτος κονίσας οἶδας ἀντρέψῃ ποδι ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός. ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν, μήτ' ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γ' ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμοῖς φόβος. ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα. πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. Χορὸς Γερόντων. εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆςδε, μή σε δις φράσαι μήτ' ἔπος, μήτ' ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ. εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. Ἄτοσσα. πολλοῖς μὲν ἀεὶ νυκτέροις ὀνείρασιν ξύνειμι, ἀφ' οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων· ΠΕΡΣΑΙ. 93 ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης, λέξω δέ σοι· ἐδοξάτην μοι δύο γυναῖκ᾽ εἰείμονε, ἣ μὲν πέπλοισι Περσικοῖς ἐσκημένη, ἣ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολὺ κάλλει τ᾽ ἀμώμῳ, καὶ κασιγνήτα γένους ταὐτοῦ· πάτραν δ᾽ ἔναιον ἢ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν, ἣ δὲ βάρβαρον. τούτω στάσιν τιν ὡς ἐγὼ δόκουν ὁρᾶν τεύχειν ἐν ἀλλήλαισι. παῖς δ᾽ ἐμὸς μαθὼν κατεῖχε καπράϋνεν, ἅρμασιν δ' υπο ζεύγνυσιν αὐτὴ καὶ λέπαδν ἐπ᾽ αὐχένων τίθησι· χἢ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ, ἐν ἡνίαισι δ᾽ εἶχεν εὔαρκτον στόμα, ἡ δ᾽ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου διασπαράσσει, καὶ ξυναρπάζει βία ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον. πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτείρων σφέ· τὸν δ᾽ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰςιδεῖν λέγω. ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προςέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῖσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν Φοίβου· φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι. μεθύστερον δὲ κίρκον εἰςορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθ'· ὃ δ᾽ οὐδὲν ἄλλο γ' ἢ πτήξας δέμας παρείχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ ἔστ' ἰδεῖν, ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ' ἀνήρ, 94 ΑΙΣΧΥΛΟΥ Ἄτοσσα. κακῶς δὲ πράξας οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δ᾽ ὁμοίως τῆςδε κοιρανεῖ χθονός. Χορὸς Γερόντων. οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις, οὔτε θαρσύνειν· θεοὺς δὲ προςτροπαῖς ἱκνουμένη, εἴ τι φλαῦρον εἶδες, αὐτοῦ τῶνδ᾽ ἀποτροπὴν λαβεῖν, τἀγαθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ᾽ αὐτοῦ τάδε σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ᾽ εὐφρόνην, ἐσθλά σοι πέμπειν τέκνῳ τε, γῆς ἔνερθεν ἐς φάος· τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ. μαντικῶς ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρῄνεσα· εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. Ἄτοσσα. ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ' ἐκύρωσας φάτιν. ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ᾽, ὡς ἐφίεσαι, πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις, εἶτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ᾽ ἐκμαθεῖν θέλω, ὦ φίλοι, ποῦ τὰς Αθήνας φασὶν ἱδρῦσθαι χθονός. Χορὸς Γερόντων. τῆλε πρὸς δυσμὰς ἄνακτος Ηλίου φθινασμάτων. Ἄτοσσα. ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν. Χορὸς Γερόντων. πᾶσα γὰρ γένοιτ' ἂν Ἑλλὰς βασιλέως ὑπήκοος. Ἄτοσσα. ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; Χορὸς Γερόντων. καὶ στρατὸς τοιοῦτος ἔρξας πολλὰ δὴ Μήδους κακά. Ἄτοσσα. καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις; ΠΕΡΣΑΙ. 95 Χορὸς Γερόντων. ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός. Ἄτοσσα. πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χερός σφιν ἐμπρέπει; Χορὸς Γερόντων. οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σάγαι. Ἄτοσσα. τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατοῦ; Χορὸς Γερόντων. οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι. Ἄτοσσα. πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας; Χορὸς Γερόντων. ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν. Ἄτοσσα. δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι. Χορὸς Γερόντων. ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσει πάντα ναμερτῆ λόγον· τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν. Ἄγγελος. ὦ γῆς ἁπάσης Ασιάδος πολίσματα, ὦ Περσίς αἷα καὶ πολὺς πλούτου λιμήν, ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά· ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. Χορὸς Γερόντων. ἄνι᾽ ἄνια νεόκοτα καὶ δάϊ, αἰαῖ. διαίνεσθε, Πέρσαι, τόδ᾽ ἄχος κλύοντες. Ἄγγελος. ὡς πάντα γ' ἔστ' ἐκεῖνα διαπεπραγμένα καὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος. Χορός ἦ μακροβίοτος ὅδε τις αἰὼν ἐφάνθη γεραιοῖς, ἀκούειν τόδε πῆμ᾽ ἄελπτον. Ἄγγελος καὶ μὴν παρών τε κοὐ λόγους ἄλλων κλύων, Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά. Χορός ὀτοτοτοῖ, μάταν τὰ πολέα βέλεα παμμιγῆ γᾶς ἀπ' Ἀσίδος ἦλθ᾽ ἐπ' αἶαν δίαν Ἑλλάδα χώραν. Ἄγγελος πλήθουσι νεκρῶν δυςπότμως ἐφθαρμένων Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόςχωρος τόπος. Χορός ὀτοτοτοῖ, φίλων ἁλίδονα σώματα πολυβαφῆ κατθανόντα λέγεις φέρεσθαι πλαγκτοῖς ἐν διπλάκεσσιν. Ἄγγελος οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο στρατός, δαμασθεὶς ναΐοισιν ἐμβολαῖς. Χορός ΐϋζ' ἀποτμον δαΐοις δυςαιανῆ βοάν, ὡς πάντα παγκάκως θεοὶ ἔθεσαν, αἰαῖ, στρατοῦ φθαρέντος. Ἄγγελος ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν· φεῦ τῶν Ἀθηνῶν· ὡς στένω μεμνημένος. Χορός στυγναί γ' Ἀθῆναι δαΐοις. μεμνῆσθαί τοι πάρα ὡς πολλὰς Περσίδων μάταν Χορός ἔκτισαν εὔνιδας ἠδ᾽ ἀνάνδρους. Ἄτοσσα σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά, τὸ μήτε λέξαι μήτ' ἐρωτῆσαι πάθη. ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν, θεῶν διδόντων· πᾶν δ᾽ ἀναπτύξας πάθος λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως, τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὅςτ᾽ ἐπὶ σκηπτουχίᾳ ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών. Ἄγγελος Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. Ἄτοσσα ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα, καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. Ἄγγελος Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν. χώ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο. Τενάγων τ' ἀριστεύς, Βακτρίων ιθαγενής, θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος, Ἀρσάμης τε κἀργήστης τρίτος, οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα· πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Ἀρκτεύς, Ἀδεύης, καὶ Φερεσσεύης τρίτος, Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τριςμυρίας, πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγ', ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ. καὶ Μάγος Ἄραβος, Ἀρτάμης τε Βάκτριος, Ἄγγελος σκληρᾶς μέτοικος γῆς ἐκεῖ κατέφθιτο. Ἄμηστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσιν πένθος παρασχών, Σεισάμης ὁ Μύσιος, θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς· Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, Κιλίκων ἔπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών, ἐκπρεπῶς ἀπώλετο. τοιῶνδέ γ' ἀρχῶν νῦν ὑπεμνήσθην πέρι. πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά. Ἄτοσσα αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε, αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα. ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν, πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, ὥςτ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς. Ἄγγελος πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος· Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκομποι τάχει ἑκατὸν δὶς ἦσαν ἑπτά θ'· ὧδ᾽ ἔχει λόγος. μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ; Ἄτοσσα ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν, τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ. Ἄγγελος θεοὶ πόλιν σώζουσι Παλλάδος θεᾶς. Ἄτοσσα ἔτ᾽ ἄρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις; Ἄγγελος ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές. Ἄτοσσα ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν; φράσον. τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν; Ἄγγελος ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν. ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, ὡς εἰ μελαίνης νυκτὸς ἕξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν ναῶν ἐπενθορόντες ἄλλος ἄλλοσε δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσαίατο. ὃ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον Ἕλληνος ἀνδρός, οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον· εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, τάξαι νεῶν στίφος μὲν ἐν στοίχοις τρισίν, ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ, ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν, ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, πᾶσι στέρεσθαι κρατὸς ἦν προκείμενον. τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ ἐκθύμου φρενός· οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. οἳ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ δεῖπνόν τ᾽ ἐπορσύνοντο, ναυβάτης τ' ἀνὴρ τροποῦτο κώπην σκαλμὸν ἀμφ' εὐήρετμον. ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο7 Ἄγγελος καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ ἐς ναῦν ἐχώρει πᾶς θ' ὅπλων ἐπιστάτης, τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς. πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος, καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο. ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν εὐφήμησεν, ὄρθιον δ᾽ ἅμα ἀντηλάλαξε νησιώτιδος πέτρας ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ παιᾶν ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει· σάλπιγξ δ᾽ ἀϋτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν. εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν. τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν πολλὴν βοήν· ὦ παῖδες Ἑλλήνων, ἴτε, ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη, θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών. καὶ μὴν παρ' ἡμῶν Περσίδος γλώσσης ῥόθος ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή. εὐθὺς δὲ ναῦς ἐν νηῒ χαλκήρη στόλον ἔπαισεν· ἦρξε δ' ἐμβολῆς Ἑλληνικὴ ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς κόρυμβ', ἐπ' ἄλλην δ᾽ ἄλλος ἴθυνεν δόρυ. Ἄγγελος καὶ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν ἤθροιστ', ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἐμβολαῖς χαλκοστόμοις παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον. Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν, ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν. ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον, φυγῇ δ᾽ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. τοὶ δ᾽ ὥςτε θύννους ἤ τιν' ἰχθύων βόλον ἀγαῖσι κωπῶν θραύμασίν τ' ἐρειπίων ἔπαιον, ἐρράχιζον, οἰμωγὴ δ᾽ ὁμοῦ κωκύμασιν κατεῖχε πελαγίαν ἅλα, ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο. κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ' ἤματα στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέρᾳ μιᾷ πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν. Ἄτοσσα αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει. Ἄγγελος εὖ νῦν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν· τοιάδ᾽ ἐπ᾽ αὐτοῖς ἦλθε συμφορὰ πάθους, ὡς τοῖςδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. Ἄτοσσα καὶ τίς γένοιτ' ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη; λέξον, τίν᾽ αὖ φῂς τήνδε συμφορὰν στρατῷ ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. Ἄγγελος Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, Ἄγγελος ψυχήν τ' ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί, τεθνᾶσιν αἰσχρῶς δυςκλεεστάτῳ μόρῳ. Ἄτοσσα οἴ γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. ποίῳ μόρῳ δὲ τούςδε φῂς ὀλωλέναι; Ἄγγελος νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων, βαιά, δύςορμος ναυσίν, ἣν ὁ φιλόχορος Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι. ἐνταῦθα πέμπει τούςδ᾽, ὅπως ὅταν νεῶν φθαρέντες ἐχθροὶ νῆσον ἐκσωζοίατο, κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, φίλους δ᾽ ὑπεκσώζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας ὅπλοισι, ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ κυκλοῦντο πᾶσαν νῆσον, ὥςτ᾽ ἀμηχανεῖν ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἀπὸ θώμιγγος ἰοὶ προςπίτνοντες ὤλλυσαν· τέλος δ' ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου παίουσι, κρεοκοποῦσι δυστήνων μέλη, ἕως ἁπάντων ἐξαπέφθειραν βίον. Ξέρξης δ᾽ ἀνώμωξεν κακῶν ὁρῶν βάθος· ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός· ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ, πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, ᾖξ' ἀκόσμῳ ξὺν φυγῇ· τοιάνδε σοι πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν. Ἄτοσσα ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν Ἄτοσσα Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν κλεινῶν Ἀθηνῶν εὗρε, κοὐκ ἀπήρκεσαν οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν· ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν, τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν. σὺ δ᾽ εἰπὲ ναῶν αἱ πεφεύγασιν μόρον, ποῦ τάσδ᾽ ἔλειπες· οἶσθα σημῆναι τορῶς; Ἄγγελος ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην κατ᾽ οὗρον οὐκ εὔκοσμον αἴρονται φυγήν. στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ διώλλυθ', οἳ μὲν ἀμφὶ κρηναῖον γάνος δίψῃ πονοῦντες, οἳ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ διεκπερῶμεν ἔς τε Φωκέων χθόνα καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ· κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαΐδος πέδον καὶ θεσσαλῶν πόλισμ᾽ ὑπεσπανισμένους βορᾶς ἐδέξαντ᾽· ἔνθα δὴ πλεῖστοι θάνον δίψῃ τε λιμῷ τ'· ἀμφότερα γὰρ ἦν τάδε. Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων χώραν ἀφικόμεσθ᾽ ἐπ᾽ Ἀξιοῦ πόρον, Βόλβης θ' ἕλειον δόνακα, Παγγαῖόν τ' ὄρος, Ἠδωνίδ᾽ αἶαν· νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις τὸ πρὶν νομίζων οὐδαμοῦ, τότ' εὔχετο λιταῖσι, γαῖαν οὐρανόν τε προςκυνῶν. ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον. χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ. φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος μέσον πόρον διῆκε, θερμαίνων φλογί. Ἄγγελος πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν· εὐτυχεῖ δέ τοι ὅςτις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου. ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, θρήκην περάσαντες μόγις πολλῷ πόνῳ, ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, ἐφ᾽ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. ταῦτ᾽ ἔστ᾽ ἀληθῆ· πολλὰ δ᾽ ἐκλείπω λέγων κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός. Χορός ὦ δυςπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς ποδοῖν ἐνήλλου παντὶ Περσικῷ γένει. Ἄτοσσα οἴ 'γώ τάλαινα διαπεπραγμένου στρατοῦ· ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε. ὅμως δ᾽ ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω· ἔπειτα γῇ τε καὶ φθιτοῖς δωρήματα ἥξω, λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν, ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις, ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. ὑμᾶς δὲ χρὴ 'πὶ τοῖςδε τοῖς πεπραγμένοις πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα. καὶ παῖδ', ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ, παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους, μὴ καί τι πρὸς κακοῖσι πρόςθηται κακόν. Χορός ὦ Ζεῦ βασιλεῦ, νῦν *γὰρ* Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων στρατιὰν ὀλέσας, ἄστυ τὸ Σούσων ἠδ᾽ Ἐκβατάνων πένθει δνοφερῷ κατέκρυψας· ΠΕΡΣΑΙ. 105 Χορός πολλαὶ δ᾽ ἀταλαῖς χερσὶ καλύπτρας μαῖαι γονάδες κατερεικόμεναι διαμυδαλέοις δάκρυσι κόλπους τέγγουσ', ἄλγους μετέχουσαι. αἱ δ᾽ ἁβρογόοι Περσίδες ἀνδρῶν ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων τ᾽ εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορέστοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένων αἴρω δοκίμως πολυπενθῆ. νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖ' Ἀσὶς ἐκκεκενωμένα· Ξέρξης μὲν ἤγαγεν, ποποῖ, Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ, Ξέρξης δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως βαρίδεσσι ποντίαις. τίπτε Δαρεῖος μὲν οὕ- τω τότ᾽ ἀβλαβὴς ἐπῆν τόξαρχος πολιήταις, Σουσίδος φίλος ἄκτωρ; πεζούς τ' ἠδὲ καὶ θαλασσίους ὁμόπτεροι κυανώπιδες νᾶες μὲν ἄγαγον, ποποῖ, νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ, νᾶες πανωλέθροισιν ἐμβολαῖς, διά γ' Ἰαόνων χέρας· τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽ αὐτὸν ὡς ἀκούομεν θρήκης ἂμ πεδιήρεις δυσχίμους τε κελεύθους. 106 ΑΙΣΧΥΛΟΥ Χορός τοὶ δ᾽ ἄρα πρωτόμοιροι, λειφθέντες πρὸς ἀνάγκαν, φεῦ, γέ, ἀκτὰς ἀμφὶ Κυχρείας, δά, ἔρρανται. στένε καὶ δακνά- ζου, βαρὺ δ᾽ ἀμβόασον οὐράνι᾽ ἄχη, δά, τεῖνε δὲ δυσβάϋκτον βοᾶτιν τάλαιναν αὐδάν. γναπτόμενοι δὲ δίνᾳ, φεῦ, σκύλλονται πρὸς ἀναύδων, ἠέ, παίδων τᾶς ἀμιάντου, ὀά, πενθεῖ δ᾽ ἄνδρα δόμος στερη- θείς, τοκέες δ᾽ ἄπαιδες, δαιμόνι᾽ ἄχη, ὀά, δυρόμενοι γέροντες, τὸ πᾶν δὴ κλύουσιν ἄλγος. τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν οὐκ ἔτι περσονομοῦνται, οὐκ ἔτι δασμοφοροῦσιν δεσποσύνοισιν ἀνάγκαις, οὔτ᾽ ἐς γᾶν προπίτνοντες ἄρξονται· βασιλεία γὰρ διόλωλεν ἰσχύς. ΠΕΡΣΑΙ. 107 Χορός οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν ἐν φυλακαῖς· λέλυνται γὰρ λαὸς ἐλεύθερα βάζειν, ὡς ἐλύθη ζυγὸν ἀλκᾶς· αἱμαχθεῖσα δ᾽ ἄρουραν Αἴαντος περικλύστα νᾶσος ἔχει τὰ Περσῶν. Ἄτοσσα φίλοι, κακῶν μὲν ὅςτις ἔμπειρος κυρεῖ, ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φιλεῖ· ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι τὸν αὐτὸν ἀεὶ δαίμον᾽ οὐριεῖν τύχης. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς φέρουσ', ἅπερ νεκροῖσι μειλικτήρια, βοός τ' ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα τῆς τ᾿ ἀνθεμουργοῦ στάγμα παμφαὲς μέλι λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα· ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε· τῆς τ' αἰὲν ἐν φύλλοισι θαλλούσης βίον ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα. ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖςδε νερτέρων ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα Δαρεῖον ἀνακαλεῖσθε· γαπότους δ᾽ ἐγὼ τιμὰς προπέμψω τάςδε νερτέροις θεοῖς. 108 ΑΙΣΧΥΛΟΥ Χορός βασίλεια γύναι, πρέσβος Πέρσαις, σύ τε πέμπε χοὰς θαλάμους ὕπο γῆς, ἡμεῖς δ᾽ ὕμνοις αἰτησόμεθα φθιμένων πομποὺς εὔφρονας εἶναι κατὰ γαίας. ἀλλά, χθόνιοι δαίμονες ἁγνοί, Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων, πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς· εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον, μόνος ἂν θνητῶν πέρας εἴποι. ἦ ῥ᾽ ἀΐει μου μακαρίτας ἰσοδαίμων βασιλεὺς βάρβαρα σαφηνῆ ἱέντος τὰ παναίολα αἰ- ανῆ δύσθροα βάγματα, παντάλαν᾽ ἄχη διαβοᾶσαι; νέρθεν ἄρα κλύει μου; ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι χθονίων ἁγεμόνες δαίμονα μεγαυχῆ ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν· πέμπετε δ᾽ ἄνω οἷον οὔπω Περσὶς αἷα ἐκάλυψεν. ὦ φίλος ἀνήρ, φίλος ὄχθος· φίλα γὰρ κέκευθεν ἤθη. Ἀϊδωνεὺς δ᾽ ἀναπομπὸς ἀνείης, Ἀϊδωνεύς, δαΐον οἷον ἄνακτα Δαρεῖον. ἠέ. ΠΕΡΣΑΙ. 109 Χορός οὔτε γὰρ ἄνδρας πότ᾽ ἀπώλλυ πολεμοφθόροισιν ἄταις, θεομήστωρ δ᾽ ἐκικλήσκετο Πέρσαις, θεομήστωρ δ᾽ ἔσκεν, ἐπεὶ στρατὸν εὖ τόν᾽ ὡδώκει. ἠέ. βαλήν, ἀρχαῖος βαλήν, ἴθ᾽, ἴθ᾽, ἕκου, ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμβον ὄχθου, κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, βασιλείου τιήρας φάλαρον πιφαύσκων. βάσκε, πάτερ ἄκακε Δαρειάν, οἶ, ὅπως καινά τε κλύῃς νέα τ᾽ ἄχη· δέσποτα δεσπότου, φάνηθι. Στυγία γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται· νεολαία γὰρ ἤδη κατὰ γᾶς ὄλωλεν. βάσκε πάτερ ἄκακε, Δαρειάν. οἶ. αἰαῖ, αἰαῖ, ὦ πολύκλαυτε φίλοισι θανών, τί τῇδε, δυνάστα, δυνάστα, περὶ τὰ σὰ διδύμα δι᾽ ἄνοιαν ἁμαρτία πᾶσα γᾷ τᾷδ᾽ ἐξέφθινται τρίσκαλμοι νᾶες, ἄναες νᾶες; Δαρεῖος ὦ πιστὰ πιστῶν ἡλικές θ' ἥβης ἐμῆς, Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον; στένει, κέκοπται, καὶ χαράσσεται πέδον· 110 ΑΙΣΧΥΛΟΥ Δαρεῖος λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις οἰκτρῶς καλεῖσθέ μ'· ἐστὶ δ᾽ οὐκ εὐέξοδον, ἄλλως τε πάντως χοὶ κατὰ χθονὸς θεοὶ λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ ἥκω· τάχυνε δ', ὡς ἄμεμπτος ὦ χρόνου. τί δ᾽ ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν; Χορός σέβομαι μὲν προςιδέσθαι, σέβομαι δ᾽ ἀντία λέξαι σέθεν ἀρχαίῳ περὶ τάρβει. Δαρεῖος ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος, μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς. Χορός δίεμαι μὲν χαρίσασθαι, δίεμαι δ᾽ ἀντία φάσθαι, προλέγων δύςλεκτα φίλοισιν. Δαρεῖος ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται, τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενὲς γύναι, κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ' ἂν τύχοι βροτοῖς· πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω. Ἄτοσσα ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ, ὅς τ᾽ ἕως ἔλευσσες αὐγὰς ἡλίου, ζηλωτὸς ὢν βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες· νῦν τέ σε ζηλῶ θανόντα πρὶν κακῶν ἰδεῖν βάθος. ΠΕΡΣΑΙ. 111 Ἄτοσσα πάντα γάρ, Δαρεῖ᾽, ἀκούσει μῦθον ἐν βραχεῖ λόγῳ. διαπεπόρθηται τὰ Περσῶν πράγμαθ', ὡς εἰπεῖν ἔπος. Δαρεῖος τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει; Ἄτοσσα οὐδαμῶς· ἀλλ᾽ ἀμφ' Ἀθήνας πᾶς κατέφθαρται στρατός. Δαρεῖος τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον. Ἄτοσσα θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. Δαρεῖος πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ' ἐμώρανεν τάλας; Ἄτοσσα ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. Δαρεῖος πῶς δὲ καὶ στρατὸς τοσόςδε πεζὸς ἤνυσεν περᾶν; Ἄτοσσα μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥςτ᾽ ἔχειν πόρον. Δαρεῖος καὶ τόδ᾽ ἐξέπραξεν, ὥςτε Βόσπορον κλῇσαι μέγαν; Ἄτοσσα ὧδ᾽ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. Δαρεῖος φεῦ, μέγας τὶς ἦλθε δαίμων, ὥςτε μὴ φρονεῖν καλῶς. Ἄτοσσα ὡς ἰδεῖν τέλος πάρεστιν, οἷον ἤνυσεν κακόν. Δαρεῖος καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε; Ἄτοσσα ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν. Δαρεῖος ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί; Ἄτοσσα πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει. 112 ΑΙΣΧΥΛΟΥ Δαρεῖος ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. Ἄτοσσα Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων. Δαρεῖος ὢ μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν. Ἄτοσσα μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα— Δαρεῖος πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία; Ἄτοσσα ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν. Δαρεῖος καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον; Ἄτοσσα ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτο· κοὐκ ἔνι στάσις. Δαρεῖος φεῦ, ταχεῖα γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν Ζεὺς ἐπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που διὰ μακροῦ χρόνου τάδ' ηὔχουν ἐκτελευτήσειν θεούς· ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται. νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν εὑρῆσθαι φίλοις. παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει· ὅςτις Ἑλλήσποντον ἱερὸν δοῦλον ὡς δεσμώμασιν ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον, ῥόον θεοῦ· καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ, θνητὸς ὤν, θεῶν δὲ πάντων ᾤετ᾽, οὐκ εὐβουλίᾳ, καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ᾽ οὐ νόσος φρενῶν εἶχε παῖδ᾽ ἐμόν; δέδοικα, μὴ πολὺς πλούτου πόνος οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή. Ἄτοσσα ταῦτα τοῖς κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται θούριος Ξέρξης· λέγουσι δ᾽, ὡς σὺ μὲν μέγαν τέκνοις ΠΕΡΣΑΙ. 113 Ἄτοσσα πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν. τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν τήνδ' ἐβούλευσεν κέλευθον καὶ στράτευμ' ἐφ᾽ Ἑλλάδα. Δαρεῖος τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω τόδ᾽ ἄστυ Σούσων ἐξερήμωσεν πέσος, ἐξ οὗ PεErkalvaver ed. ald. γε τιμὴν Ζεὺς ἄναξ τήνδ' ὤπασεν, ἓν᾽ ἄνδρ᾽ ἁπάσης Ἀσίδος μηλοτρόφου ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον. Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν. φρένες γὰρ αὐτοῦ θυμὸν οἰακοστρόφουν. τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ, ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις· Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. Κύρου δὲ παῖς τέταρτος ἴθυνε στρατόν. πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ θρόνοισί τ᾽ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος. ἕκτος δὲ Μάραφις, ἑβδομός τ' Ἀρταφρένης. κἀγὼ πάλου τ᾽ ἔκυρσα τοῦπερ ἤθελον κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ. ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. Ξέρξης δ᾽ ἐμὸς παῖς νέος ὢν νέα φρονεῖ, κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς· εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες, ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ᾽ ἔσχομεν, οὐκ ἂν φανεῖμεν πήματ' ἔρξαντες τόσα. AESCHYLUS I. 114 ΑΙΣΧΥΛΟΥ Χορός τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς; Δαρεῖος εἰ μὴ στρατεύοισθ᾽ ἐς τὸν Ἑλλήνων τόπον, μήδ᾽ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. Χορός πῶς τοῦτ᾽ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ; Δαρεῖος κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν. Χορός ἀλλ᾽ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. Δαρεῖος ἀλλ᾽ οὐδ᾽ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις στρατὸς κυρήσει νοστίμου σωτηρίας. Χορός πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο; Δαρεῖος παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ. κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί· οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων· οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν, οὐδὲ πιμπράναι νεώς· βωμοὶ δ᾽ ἄϊστοι, δαιμόνων θ᾽ ἱδρύματα ΠΕΡΣΑΙ. 115 Δαρεῖος πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηπὶς ὕπεστιν, ἀλλ᾽ ἔτ᾽ ἐκμαιεύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο· νεκρῶν δὲ θῖνες καὶ τριτοσπόρῳ γονῇ ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσε στάχυν ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια, μέμνησθ' Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις ὑπερφρονήσας τὸν παρόντα δαίμονα ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτ᾽ ἐκεῖνον σωφρονεῖν κεχρημένοι πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν, λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει. σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσ᾽ ἐς οἴκους, κόσμον, ὅςτις εὐπρεπής, λαβοῦσ᾽ ὑπαντίαζε παιδί. πάντα γὰρ κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι στημορραγοῦσι ποικίλων ἐσθημάτων. ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράϋνον λόγοις· μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται. ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω. ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽ ἐν κακοῖς ὅμως ψυχῇ διδόντες ἡδονὴν καθ᾿ ἡμέραν, ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ. 8* Χορός ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα. 116 ΑΙΣΧΥΛΟΥ Ἄτοσσα ὦ δαῖμον, ὡς με πόλλ᾽ ἐςέρχεται κακὰ ἄλγη, μάλιστα δ' ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδὶ πειρασώμεθα. οὐ γὰρ τὰ φίλτατ' ἐν κακοῖς προδώσομεν. Χορός ὦ πόποι, ἦ μεγάλας ἀγαθᾶς τε πο- λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, εἶτ᾽ ὁ γηραιός πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς ἰσόθεος Δα- ρεῖος ἦρχε χώρας. πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε- φαινόμεθ', οἳ δὲ νομίσματα πύργινα πάντ᾽ ἐπεύθυνον. νόστοι δ᾽ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς εὖ πράσ- σοντας ἄγον οἴκους. ὅσσας δ' εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποταμοῖο, οὐδ᾽ ἀφ' ἑστίας συθείς, οἷαι Στρυμονίου πελάγους Ἀχελωΐδες εἰσὶ πάροικοι θρηκίων ἐπαύλων, λίμνας τ' ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι πύργον τοῦδ᾽ ἄνακτος ἄϊον, Ἕλλας τ᾽ ἀμφὶ πόρον πλατὺν ἀρχόμεναι, μυχία τε Προποντίς, καὶ στόμωμα Πόντου· νᾶσοί ν' αἳ κατὰ πρῶν' ἅλιον περίκλυστοι τῇδε γᾷ προςήμεναι· οἷα Λέσβος, ἐλαιόφυτός τε Σάμος, Χίος, ἠδὲ Πάρος, Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσ᾽ Ἄνδρος ἀγχιγείτων· ΠΕΡΣΑΙ. 117 Χορός καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους, Λῆμνον, Ἰκάρου θ᾽ ἕδος, Ῥόδον τ' ἠδὲ Κνίδον, Κυπρίας τε πόλεις, Πάφον, ἠδὲ Σόλους, Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ᾽ αἰτία στεναγμῶν· καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάνδρους ἐλαύνων ἐκράτει σφετέραις φρεσίν, ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων, παμμίκτων τ' ἐπικούρων. νῦν δ᾽ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ' ἀμπέρομεν πολέμοισι δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν. Ξέρξης ἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας τῆςδε κυρήσας ἀτεκμαρτοτάτης, ὡς ὠμοφρόνως δαίμων ἐνέβη Περσῶν γενεᾷ· τί πάθω τλήμων; λέλυται γὰρ ἐμῶν γυίων ῥώμη τήνδ᾽ ἡλικίαν ἐςιδόντ᾽ ἀστῶν. νηριτοτρόφος εἴθ᾽ ὄφελε, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν τῶν οἰχομένων θανάτου κάτα μοῖρα καλύψαι. Χορός ὀτοτοῖ, βασιλεῦ στρατιᾶς ἀγαθῆς καὶ Περσονόμου τιμῆς μεγάλης, κόσμου τ᾿ ἀνδρῶν, οὓς νῦν δαίμων ἐπέκειρεν. γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου σάκτορι Περσῶν· ᾅδοβάται γὰρ 118 ΑΙΣΧΥΛΟΥ πολλοὶ φῶτες, χώρας ἄνθος, τοξοδάμαντες, πάνυ γὰρ φύστις μυριὰς ἀνδρῶν, ἐξέφθινται. αἰαῖ, αἰαῖ κέδνας ἀλκᾶς. Ἀσία δὲ χθών, βασιλεῦ γαίας, αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται. Ξέρξης ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτὸς μέλεος γέννα γῇ τε πατρώα κακὸν ἄρ᾽ ἐγενόμην. Χορός πρόςφθογγόν σοι νόστου τὴν κακοφάτιδα βοάν, κακομέλετον ἰὰν Μαριανδυνοῦ θρηνητῆρος πέμψω πέμψω πολύδακρυν ἰαχάν. Ξέρξης ἵετ' αἰανὴν πάνδυρτον δύςθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ μετάτροπος ἐπ' ἐμοί. Χορός ἥσω τοι καὶ πάνδυρτος δαϊπανέα σέβων ἁλίτυπά τε βάρη πόλεως γέννας πενθητῆρος· κλάγξω κλάγξω δ᾽ ἀρίδακρυν ἰαχάν. Ξέρξης Ἰάνων γὰρ ἀπηύρα, Ἰάνων ναύφρακτος Ἄρης ἑτεραλκὴς νυχίαν πλάκα κερσάμενος δυσδαίμονά τ᾽ ἀκτάν. Χορός οἰοιοῖ βόα, καὶ πάντ᾽ ἐκπεύθου. ποῦ δὲ φίλων ἄλλος ὄχλος, ποῦ δέ σοι παραστάται, οἷος ἦν Φαρανδάκης, ΠΕΡΣΑΙ. 119 Χορός Σούσας, Πελάγων, Ψάμμις, Δοτάμας ἠδ᾽ Ἀγδαβάτας, Σουσισκάνης τἀκβάτανα προλιπών; Ξέρξης ὀλοοὺς ἀπέλειπον Τυρίας ἐκ ναὸς ἔρροντας ἐπ᾽ ἀκταῖς Σαλαμινιάσι στυφέλου θείνοντας ἐπ᾽ ἀκτᾶς. Χορός οἰοιοῖ βόα, ποῦ σοι Φαρνοῦχος, Ἀριόμαρδός τ' ἀγαθός, ποῦ δὲ Σευάλκης ἄναξ, ἢ Λίλαιος εὐπάτωρ, Μέμφις, θάρυβις καὶ Μασίστρας, Ἀρτεμβάρης τ' ἠδ᾽ Ὑσταίχμας; τάδε σ᾽ ἐπανερόμαν. Ξέρξης ἰώ, ἰώ μοι, τὰς ὠγυγίους κατιδόντες στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, ἐ ἔ, τλάμονες ἀσπαίρουσι χέρσῳ. Χορός ἦ καὶ τὸν Περσῶν αὐτοῦ τὸν σὸν πιστὸν πάντ' ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν Βατανώχου παῖδ᾽ Ἀλπιστὸν τοῦ Σησάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τ' Οἰβάρην ἔλιπες ἔλιπες, οἴ, ὢ ὢ δᾴων, Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις; Ξέρξης ἵυγγά μοι δῆτ᾽ ἀγαθῶν ἑτάρων ὑπομιμνῄσκεις, ἄλαστ' ἄλαστα στυγνὰ πρόκακα λέγων, 120 ΑΙΣΧΥΛΟΥ Ξέρξης βοᾷ βοᾷ δὴ μελέων ἔντοσθεν ἦτορ. Χορός καὶ μὴν ἄλλον γε ποθοῦμεν, Μάρδον ἀνδρῶν μυριάδαρχον, Ξάνθιν, ἄρειόν τ' Ἀγχάρην, Δίαιξίν τ' ἠδ' Ἀρσάκην ἱππιάνακτας, Κηγδαδάταν καὶ Λυθίμναν Τόλμον τ' αἰχμᾶς ἀκόρεστον. ἔταφον ἔταφον· οὐκ ἀμφὶ σκηναῖς τροχηλάτοισιν, ὄπιθεν ἑπόμενοι. Ξέρξης βεβᾶσι γὰρ τοίπερ ἀκρότατοι στρατοῦ. Χορός βεβᾶσιν, οἴ, νώνυμοι. Ξέρξης ἰὴ ἰή, ἰω ἰώ. Χορός ἰω ἰώ, δαίμονες δ' ἔθεντ᾽ ἄελπτον κακόν, πάγκακον οἷον δέδρακεν ἄτα. Ξέρξης πεπλήγμεθ', οἷαι δι' αἰῶνος τύχαι. Χορός πεπλήγμεθ᾽· εὔδηλα γάρ,— Ξέρξης νέαι νέαι δύαι δύαι. Χορός Ἰαόνων ναυβατᾶν κύρσαντες οὐκ εὐτυχῶς. δυσπόλεμον δὴ γένος τὸ Περσῶν. Ξέρξης πῶς δ᾽ οὐ; στρατὸν γὰρ τοσοῦ- ΠΕΡΣΑΙ. 121 Ξέρξης τον τάλας πέπληγμαι. Χορός τί δ᾽ οὐκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν. Ξέρξης ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; Χορός ὁρῶ, ὁρῶ. Ξέρξης τόνδε δ' οἰστοδέγμονα— Χορός τί τόδε λέγεις σεσωσμένον; Ξέρξης θησαυρὸν βελέεσσιν; Χορός βαία γ᾽ ὡς ἀπὸ πολλῶν. Ξέρξης ἐσπανίσμεθ᾽ ἀρωγῶν. Χορός Ἰάων λαὸς οὐ φυγάχμας. Ξέρξης ἀγανόρειος· κατεῖ- δον δὲ πῆμ' ἄελπτον. Χορός τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον; Ξέρξης πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ. Χορός παπαῖ, παπαῖ. Ξέρξης καὶ πλέον, πλέον μὲν οὖν. Χορός δίδυμα γάρ ἐστι καὶ τριπλᾶ. Ξέρξης λυπρά, χάρματα δ᾽ ἐχθροῖς. 122 ΑΙΣΧΥΛΟΥ Χορός καὶ σθένος γ᾽ ἐκολούσθη. Ξέρξης γυμνός εἰμι προπομπῶν. Χορός φίλων ἄταισι ποντίαισιν. Ξέρξης δραῖνε, δραῖνε πῆμα, πρὸς δόμους δ᾽ ἴθι. Χορός αἰαῖ, αἰαῖ, δύα, δύα. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός δόσιν κακὰν κακῶν κακοῖς. Ξέρξης ἵυζε μέλος ὁμοῦ τιθείς. Χορός ὀτοτοτοτοῖ. Ξέρξης βαρεῖα γ᾽ ἅδε συμφορά. Χορός οἴμοι, μάλα τοι τόδ' ἀλγῶ. Ξέρξης ἔρεσσε, ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν. Χορός διαίνομαι γοεδνὸς ὤν. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός μέλειν πάρεστι, δέσποτα. Ξέρξης ἐπορθίαζέ νυν γόοις. Χορός ὀτοτοτοτοῖ. ΠΕΡΣΑΙ. 123 Χορός μιαίνομαι γόοισι. οἴμοι, στονόεσσα πλαγά. Ξέρξης καὶ στέρν᾽ ἄρασσε καὶ βόα τὸ Μύσιον. Χορός ἄνι᾽ ἄνια. Ξέρξης καί μοι γενείου πέρθε λευκήρη τρίχα. Χορός ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά. Ξέρξης αὔτει δ᾽ ὀξύ. Χορός καὶ τάδ᾽ ἔρξω. Ξέρξης πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. Χορός ἄνι᾽ ἄνια. Ξέρξης καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτιζε στρατόν. Χορός ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά. Ξέρξης διαίνου δ᾽ ὄσσε. Χορός τέγγομαί τοι. Ξέρξης βόα νυν ἀντίδουπά μοι. Χορός οἰοῖ, οἰοῖ. Ξέρξης αἰακτὸς ἐς δόμους κίε. Χορός * αἰαῖ, αἰαῖ. * 124 ΑΙΣΧΥΛΟΥ ΠΕΡΣΑΙ. Ξέρξης ἰω ἰώ, Περσὶς αἶα δυσβαϋκτός. Χορός ἰωὰ δὴ κατ᾽ ἄστυ. Ξέρξης ἰωὰ δῆτα. Χορός ναὶ ναί. Ξέρξης ἰὼ ἰὼ Περσὶς αἶα δυσβαϋκτός. Χορός γοάσθω * δή, βοάτω.* Ξέρξης * γοάσθω δῆτα. Χορός ναὶ ναί. * Ξέρξης ἰὴ ἰή. Χορός * σήπονται γὰρ * Ξέρξης ἰὴ ἰή. Χορός * οἱ πάρος * ἁβροβάται, Ξέρξης ἰὴ ἰή. Χορός τρισκάλμοισιν Ξέρξης ἰὴ ἰή. Χορός βάρισιν ὀλόμενοι. Ξέρξης * χωρῶν ἐς δόμους πρόπεμπέ με. Χορός πέμψω τοί σε δυσθρόοις γόοις.