ΠΕΡΣΑΙ
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Gregory Crane
Schmidt Sciences
2 volumes; 20 cm
Trustees of Tufts University
Medford, MA
Perseus Project
tlg0085.tlg002.mazon1920_grc2.xml
For scholarly use; verify rights against the source edition and repository policy.
Aeschylus
Eschyle
texte établi et traduit par Paul Mazon
Paul Mazon
Paris
Les Belles Lettres
1920-1925
2
HathiTrust catalog record
French and Ancient Greek on opposite pages.
This pointer pattern extracts verse lines
French
Greek, Ancient (to 1453)
Latin
Split and standardized from Mazon's bilingual complete Aeschylus (URN: urn:cts:greekLit:tlg0085.tlg002.mazon1920_grc2).
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ' ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν·
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
κακόμαντις ἄγαν
ὀρσολοπεῖται
ὀρσοπολεῖται
θυμὸς ἔσωθεν — πᾶσα γὰρ ἰσχὺς
Ἀσιατογενὴς ᾤχωκε
νέον δ' ἄνδρα βαύζει, κοὔτε τις ἄγγελος
οὔτε τις ἱππεὺς
ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οὔτε τὸ Σούσων ἠδ'
Ἀγβατάνων
ἐκβατάνων
καὶ τὸ παλαιὸν
Κίσσιον
κίσσινον
ἕρκος
προλιπόντες ἔβαν, οἱ μὲν ἐφ' ἵππων,
οἳ δ' ἐπὶ ναῶν, πεζοί τε βάδην
πολέμου στίφος παρέχοντες·
οἷος
Ἀμίστρης
ἀμνίστρης
ἠδ'
Ἀρταφρένης
ἀρταφέρνης
καὶ
Μεγαβάτης
μεταβάτης
μεγαβάζης
ἠδ'
Ἀστάσπης
ἀστάπης
,
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
ταγοὶ Περσῶν, βασιλῆς βασιλέως
ὕποχοι μεγάλου, σοῦνται στρατιᾶς
πολλῆς ἔφοροι, τοξοδάμαντές τ'
ἠδ' ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν,
δεινοὶ δὲ μάχην
ψυχῆς
εὐτλήμονι
ἐν τλήμονι
δόξῃ·
Ἀρτεμβάρης θ' ἱππιοχάρμης
καὶ Μασίστρης, ὅ τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος,
Φαρανδάκης
φαρενδάκης
θ',
ἵππων τ' ἐλατὴρ
Σοσθάνης
σωσ-
σουσθάνης
.
Ἄλλους δ' ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
Πηγασταγὼν Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ' ὠγυγίους
θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
δεινοὶ πλῆθός τ' ἀνάριθμοι·
ἁβροδιαίτων δ' ἕπεται Λυδῶν
ὄχλος, οἵτ' ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς
Μητρογάθης
μιτρο-
μιθρο-
μιστρο-
μιτρα-
μητραγαθής
Ἀρκτεύς
ἀρκεύς
τ' ἀγαθός, βασιλῆς δίοποι,
καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι·
στεῦται
στεῦνται
δ' ἱεροῦ Τμώλου πελάται
ζυγὸν ἀμφιβαλεῖν
δούλιον
δούλειον
Ἑλλάδι,
Μάρδων, θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ'
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
ἡ πολύχρυσος
πάμμεικτον
πάμμικτον
ὄχλον
πέμπει σύρδην, ναῶν τ' ἐπόχους
καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ' ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
Τοιόνδ' ἄνθος Περσίδος αἴας
οἴχεται ἀνδρῶν, οὓς πέρι πᾶσα
χθὼν Ἀσιῆτις θρέψασα πόθῳ
στένεται μαλερῷ, τοκέες τ' ἄλοχοί θ'
ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
Πεπέρακεν
πεπέρακε
μὲν ὁ περσέπτολις ἤδη
Str. 1.
βασίλειος στρατὸς εἰς ἀντίπορον γεί-
τονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθ-
μὸν ἀμείψας Ἀθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα ζυγὸν ἀμ-
φιβαλὼν αὐχένι πόντου·
πολυάνδρου δ' Ἀσίας θούριος ἄρχων
Ant. 1.
ἐπὶ πᾶσαν χθόνα ποιμανόριον θεῖ-
ον ἐλαύνει διχόθεν, πεζονόμοις ἔκ
τε θαλάσσας
ὀχυροῖσι
ἐχυροῖσι
πεποιθὼς
στυφελοῖς ἐφέταις,
χρυσογόνου
χρυσονόμου
γενεᾶς ἰσόθεος φώς·
κυάνεον δ' ὄμμασι λεύσσων
Str. 2.
φονίου
φοινίου
δέργμα δράκοντος,
πολύχειρ καὶ πολυ ναύτας,
Σύριόν θ' ἅρμα διώκων,
ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον Ἄρη·
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
δόκιμος δ' οὔτις ὑποστὰς
Ant. 2.
μεγάλῳ ῥεύματι φωτῶν
ὀχυροῖς
ἐχυροῖς
ἕρκεσιν εἴργειν
ἄμαχον κῦμα θαλάσσης·
ἀπρόσοιστος γὰρ ὁ Περσῶν
στρατὸς ἀλκίφρων τε λαός.
Δολόμητιν δ' ἀπάταν θεοῦ
Str. 3.
τίς ἀνὴρ θνατὸς ἀλύξει ;
τίς ὁ κραιπνῷ ποδὶ πηδή-
ματος εὐπετέος
ἀνάσσων
ἀνᾴσσων
;
φιλόφρων γὰρ
παρασαίνει
σαίνουσα τὸ πρῶτον παράγει
Ant. 3.
βροτὸν εἰς
ἄρκυας Ἄτα
ἀρκύστατα
,
τόθεν οὐκ ἔστιν ὑπὲρ θνα-
τὸν ἀλύξαντα φυγεῖν.
θεόθεν γὰρ κατὰ Μοῖρ' ἐκράτησεν
Str. 4.
τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους διέπειν ἱπ-
πιοχάρμας τε κλόνους
πόλεών
τ'
δ'
ἀναστάσεις·
ἔμαθον δ' εὐρυπόροιο θαλάσσας
Ant. 4.
πολιαινομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος, πίσυνοι λεπ-
τοδόμοις πείσμασι λα-
οπόροις τε μηχαναῖς.
Ταῦτά
μου
μοι
μελαγχίτων
Str. 1.
φρὴν ἀμύσσεται φόβῳ,
« ὀᾶ Περσικοῦ στρατεύματος »,
τοῦδε μὴ πόλις πύθη-
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
ται, κένανδρον μέγ' ἄστυ Σουσίδος,
καὶ τὸ Κισσίων πόλισμ'
Ant. 1.
ἀντίδουπον
ἔσσεται
ἔσεται
,
« ὀᾶ », τοῦτ' ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
βυσσίνοις δ' ἐν πέπλοις πέσῃ λακίς.
Πᾶς γὰρ ἱππηλάτας
Str. 2.
καὶ πεδοστιβὴς λεώς
σμῆνος ὣς ἐκλέλοι-
πεν μελισσᾶν σὺν ὀρχάμῳ στρατοῦ,
τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας·
λέκτρα δ' ἀνδρῶν πόθῳ
Ant. 2.
πίμπλαται δακρύμασιν·
Περσίδες δ'
ἁβροπενθεῖς
ἀκροπενθεῖς
ἑκάστα πόθῳ φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνα-
τῆρα
προπεμψαμένα
ἀποπεμψαμένα
λείπεται μονόζυξ.
Ἀλλ' ἄγε, Πέρσαι, τόδ' ἐνεζόμενοι
στέγος ἀρχαῖον, φροντίδα κεδνὴν
καὶ βαθύβουλον
θώμεθα — χρεία δὲ προσήκει —
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής, τὸ πατρωνύμιον
γένος
ἡμέτερον
ἁμέτερον
· πότερον τόξου
ῥῦμα τὸ νικῶν, ἢ
δορυκράνου
δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ἀλλ' ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ' ἐμή, προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντες μύθοισι προσαυδᾶν.
Ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνήτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
ΒΑΣΙΛΕΙΑ
Ταῦτα δὴ λιποῦσ' ἱκάνω χρυσεοστόλμους δόμους
καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον·
καί με καρδίαν ἀμύσσει φροντίς — ἐς δ' ὑμᾶς ἐρῶ
μύθον οὐδαμῶς ἐμαυτῆς οὖσ' ἀδείμαντος, φίλοι —
μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
Ταῦτά μοι μέριμν' ἄφραστός ἐστιν ἐν φρεσὶν διπλή
ταῦτά μοι διπλῆ μέριμν᾿ ἄφραστός ἐστιν ἐν φρεσίν
,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν,
μήτ' ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα·
ἔστι γὰρ πλοῦτός γ' ἀμεμφής, ἀμφὶ δ' ὀφθαλμοῖς φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
Πρὸς τάδ', ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν' ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
ΧΟΡΟΣ
Εὖ τόδ' ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι
μήτ' ἔπος μήτ' ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
ΒΑΣΙΛΕΙΑ
Πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ', ἀφ' οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ' οὔτι πω τοιόνδ' ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης, λέξω δέ σοι.
Ἐδοξάτην μοι δύο γυναῖκ' εὐείμονε,
ἣ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἣ δ' αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολὺ
κάλλει τ'
ἀμώμῳ
ἀμώμω
, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δ' ἔναιον ἣ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἣ δὲ βάρβαρον.
Τούτω στάσιν τιν', ὡς ἐγὼ 'δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ' ἐμὸς μαθὼν
κατεῖχε κἀπράϋνεν, ἅρμασιν δ' ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν' ἐπ' αὐχένων
τίθησι· χἠ μὲν τῇδ' ἐπυργοῦτο στολῇ,
ἐν ἡνίαισι δ' εἶχεν εὔαρκτον στόμα,
ἣ δ' ἐσφάδαζε, καὶ χεροῖν
ἔντη
ἐν τῇ
δίφρου
διασπαράσσει
διάσπαράττει
καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον·
πίπτει δ' ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος
οἰκτίρων
οἰκτείρων
σφε· τὸν δ' ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
Καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω·
ἐπεὶ δ' ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πελανὸν ὧν τέλη τάδε·
ὁρῶ δὲ φεύγοντ' αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δ' ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
τίλλονθ'· ὃ δ' οὐδὲν ἄλλο γ' ἢ πτήξας δέμας
παρείχε.
Ταῦτ' ἔμοιγε δείματ' εἰσιδεῖν
ταῦτ᾽ ἔμοιγ᾽ ἔστ᾽ ἰδεῖν
,
ὑμῖν δ' ἀκούειν· εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ' ἀνήρ,
κακῶς δὲ πράξας οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ' ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
ΧΟΡΟΣ
Οὔ σε βουλόμεσθα, μήτερ, οὔτ' ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αὐτοῦ τῶνδ' ἀποτροπὴν τελεῖν,
τὰ δ' ἀγάθ'
τὰ δ' ἀγαθὰ δ'
τἀγαθὰ δ'
ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. Δεύτερον δὲ χρὴ χοὰς
γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ' αὐτοῦ τάδε
σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ' εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
Ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρήνεσα·
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
ΒΑΣΙΛΕΙΑ
Ἀλλὰ μὴν εὔνους γ' ὁ πρῶτος τῶνδ' ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ' ἐκύρωσας φάτιν·
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ' ὡς ἐφίεσαι
πάντα θήσομεν θεοῖσι τοῖς τ' ἔνερθε γῆς φίλοις,
εὖτ' ἂν εἰς οἴκους μόλωμεν. Κεῖνα δ' ἐκμαθεῖν θέλω,
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
ΧΟΡΟΣ
Τῆλε πρὸς
δυσμαῖς
δυσμάς
ἄνακτος Ἡλίου φθινασμάτων.
ΒΑΣΙΛΕΙΑ
Ἀλλὰ μὴν ἵμειρ' ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν ;
ΧΟΡΟΣ
Πᾶσα γὰρ γένοιτ' ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
ΒΑΣΙΛΕΙΑ
Ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
ΧΟΡΟΣ
Καὶ
Ναὶ
στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
ΒΑΣΙΛΕΙΑ
Καὶ τί πρὸς τούτοισιν ἄλλο ; πλοῦτος ἐξαρκὴς δόμοις;
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
ΒΑΣΙΛΕΙΑ
Πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ
χεροῖν
χερὸς
αὐτοῖς πρέπει;
ΧΟΡΟΣ
Οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
ΒΑΣΙΛΕΙΑ
Τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει
στρατῷ
στρατοῦ
;
ΧΟΡΟΣ
Οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ' ὑπήκοοι.
ΒΑΣΙΛΕΙΑ
Πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας ;
ΧΟΡΟΣ
Ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
ΒΑΣΙΛΕΙΑ
Δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.
ΧΟΡΟΣ
Ἀλλ', ἐμοὶ δοκεῖν, τάχ' εἴσῃ πάντα νημερτῆ λόγον·
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
ΑΓΓΕΛΟΣ
Ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ' ἄνθος οἴχεται πεσόν.
Ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δ' ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
ΧΟΡΟΣ
Ἄνι' ἄνια κακὰ νεόκοτα
Str. 1.
καὶ δάι'· αἰαῖ, διαίνεσθε, Πέρ-
σαι, τόδ' ἄχος κλύοντες.
ΑΓΓΕΛΟΣ
Ὡς πάντα γ' ἔστ' ἐκεῖνα διαπεπραγμένα·
καὐτὸς δ' ἀέλπτως νόστιμον βλέπω φάος.
ΧΟΡΟΣ
Ἦ μακροβίοτος ὅδε
γέ
τέ
τις
Ant. 1.
αἰὼν ἐφάνθη γεραιοῖς, ἀκού-
ειν τόδε πῆμ' ἄελπτον.
ΑΓΓΕΛΟΣ
Καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμ' ἂν οἷ' ἐπορσύνθη κακά.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ὀτοτοτοῖ
ὀτοτοῖ τοῖ
, μάταν
Str. 2.
τὰ πολλὰ βέλεα παμμιγῆ
γᾶς ἀπ' Ἀσίδος ἦλθ' ἐπ' αἶαν
δάαν
δίαν
, Ἑλλάδα χώραν.
ΑΓΓΕΛΟΣ
Πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
ΧΟΡΟΣ
Ὀτοτοτοῖ, φίλων
Ant. 2.
ἁλίδονα
μέλεα
σώματα
πολυβαφῆ
κατθανόντα λέγεις φέρεσθαι
πλαγκτοῖς ἐν διπλάκεσσιν.
ΑΓΓΕΛΟΣ
Οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ' ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.
ΧΟΡΟΣ
Ἴυζ' ἄποτμον
δαΐοις δυσαιανῆ βοάν, Πέρσαις
βοὰν δυσαιανῆ Πέρσαις δαΐοις
Str. 3.
ὡς πάντα παγκάκως
θεοὶ θέσαν
ἔθεσαν
· αἰαῖ στρατοῦ φθαρέντος.
ΑΓΓΕΛΟΣ
Ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·
φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
ΧΟΡΟΣ
Στυγναί γ' Ἀθῆναι δαΐοις·
Ant. 3.
μεμνῆσθαί τοι πάρα
ὡς πολλὰς Περσίδων μάταν
ἔκτισαν εὔνιδας ἠδ' ἀνάνδρους.
ΒΑΣΙΛΕΙΑ
Σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
τὸ μήτε λέξαι μήτ' ἐρωτῆσαι πάθη.
Ὅμως δ' ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ' ἀναπτύξας πάθος,
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως,
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ' ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.
ΑΓΓΕΛΟΣ
Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ
βλέπει φάος
φάος βλέπει
.
ΒΑΣΙΛΕΙΑ
Ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
ΑΓΓΕΛΟΣ
᾿Αρτεμβάρης δὲ μυρίας ἵππου βραβεύς
στυφλοὺς παρ' ἀκτὰς θείνεται Σιληνιῶν·
χώ χιλίαρχος Δαδάκης πληγῇ δορός
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·
Τενάγων τ'
ἀριστεὺς
ἄριστος
Βακτρίων ἰθαιγενής
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος, ᾿Αρσάμης τε κἀργήστης τρίτος,
οἵδ' ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
᾿Αρκτεύς, ᾿Αδεύης, καὶ
φερεσσακὴς
φρεσσεύης seu φερεσσεύης
τρίτος
Φαρνούχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών
πυρσὴν
πυρρὰν
ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ' ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ·
καὶ Μάγος ῎Αραβος,
᾿Αρτάμης
ἀρσάμης
ἀρτάβης
τε Βάκτριος,
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
post 318 traiecit Weil
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
῎Αμηστρις, ᾿Αμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τ' ἐσθλὸς ᾿Αριόμαρδος Σάρδεσιν
πένθος παρασχών, Σεισάμης θ' ὁ Μύσιος,
θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ΠΕΡΣΑΙ
ΑΓΓΕΛΟΣ
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανὼν δείλαιος οὐ μάλ' εὐτυχῶς·
Συέννεσίς
σύνεσις seu σύννεσις
τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων
ἄπαρχος
ἔπαρχος
, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
Τόσον μὲν
τοιῶνδ'
ἀρχόντων ὑπεμνήσθην πέρι·
πολλῶν
παρόντων δ'
παρόντων
ὀλίγ' ἀπαγγέλλω κακά.
ΒΑΣΙΛΕΙΑ
Αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
᾿Ατὰρ φράσον μοι τοῦτ' ἀναστρέψας πάλιν,
πόσον
δὲ
δὴ
πλῆθος ἦν νεῶν Ἑλληνίδων,
ὥστ' ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
ΑΓΓΕΛΟΣ
Πλήθους μὲν ἂν σάφ' ἴσθ' ἕκατι
βάρβαρον
βαρβάρων
ναυσὶν κρατῆσαι· καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δ' ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ'
ὑπέρκοποι
ὑπέρκομποι
τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ'· ὧδ' ἔχει λόγος·
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
᾿Αλλ' ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ·
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
ΒΑΣΙΛΕΙΑ
῎Ετ' ἆρ'
ἔστ' ἆρ'
᾿Αθηνῶν ἔστ' ἀπόρθητος πόλις;
ΑΓΓΕΛΟΣ
᾿Ανδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
ΒΑΣΙΛΕΙΑ
᾿Αρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν; φράσον·
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν ;
ΑΓΓΕΛΟΣ
Ἤρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
᾿Ανὴρ γὰρ Ἕλλην ἐξ ᾿Αθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδί σῳ Ξέρξῃ τάδε,
ὡς, εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
Ἕλληνες οὐ
μενοῖεν
μένοιεν
, ἀλλὰ σέλμασιν
ναῶν
ἐπενθορόντες
ἐπανθορόντες
ἄλλος ἄλλοσε
δρασμῷ κρυφαίῳ βίοτον
ἐκσωσοίατο
ἐκσωσαίατο
.
Ὁ δ' εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε
ναυάρχοις
ναυάρχαις
λόγον·
εὖτ' ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
τάξαι νεῶν στίφος μὲν ἐν
στοίχοις
στίχοις
τρισίν,
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·
ὡς, εἰ μόρον φευξοίατ' Ἕλληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσι στέρεσθαι κρατὸς ἦν προκείμενον.
Τοσαῦτ' ἔλεξε κάρθ'
ὑπ' εὐθύμου
ὑπ' ἐκθύμου seu ὑπερθύμου
φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
Οἳ δ' οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
δεῖπνόν τ'
δεῖπνον
ἐπορσύνοντο, ναυβάτης τ' ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ' εὐήρετμον.
Ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει, πᾶς
δ'
θ'
ὅπλων ἐπιστάτης·
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·
ΠΕΡΣΑΙ
ΑΓΓΕΛΟΣ
πλέουσι δ' ὡς ἕκαστος ἦν τεταγμένος·
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών·
καὶ νὺξ ἐχώρει, κοὐ μάλ' Ἑλλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο.
Ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν
ἠχῇ
ἤχοι
κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ' ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν' ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ' ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
σάλπιγξ δ' ἀϋτῇ πάντ' ἐκεῖν'
ἐπέφλεγεν
ὑπέφλεγεν
.
Εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν·
τὸ δεξιὸν μὲν πρῶτον
εὐτάκτως
εὔτακτον
κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ' ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν· « Ὦ παῖδες Ἑλλήνων ἴτε,
ἐλευθεροῦτε πατρίδ', ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.»
Καὶ μὴν παρ' ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ' ἦν μέλλειν ἀκμή·
εὐθὺς δὲ ναῦς ἐν νηῒ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δ' ἐμβολῆς Ἑλληνικὴ
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
κόρυμβ', ἐπ' ἄλλην δ' ἄλλος
ηὔθυνεν
ἴθυνεν
δόρυ.
ΠΕΡΣΑΙ
ΑΓΓΕΛΟΣ
Τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ', ἀρωγὴ δ' οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δ'
ὑπ' αὐτῶν
ὑφ' αὑτῶν
ἐμβολαῖς χαλκοστόμοις
παίοντ', ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ
ἀφρασμόνως
ἀφραδμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δ' οὐκέτ' ἦν ἰδεῖν
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν,
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ'
ἐπλήθυον
ἐπλήθυνον
,
φυγῇ δ'
ἀκόσμῳ
ἀκόσμως
πᾶσα ναῦς ἠρέσσετο
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος·
τοὶ δ' ὥστε θύννους ἤ τιν' ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τ' ἐρειπίων
ἔπαιον, ἐρράχιζον, οἰμωγὴ δ' ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ' ἀφείλετο.
Κακῶν δὲ πλῆθος, οὐδ' ἂν εἰ δέκ' ἤματα
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι·
εὖ γὰρ τόδ' ἴσθι,
μηδάμ'
μηδ' ἂν
ἡμέρᾳ μιᾷ
πλῆθος τοσοῦτ' ἀριθμὸν ἀνθρώπων θανεῖν.
ΒΑΣΙΛΕΙΑ
Αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
ΑΓΓΕΛΟΣ
Εὖ νυν τόδ' ἴσθι μηδέπω μεσοῦν κακόν·
τοιάδ' ἐπ'
αὐτοὺς
αὐτοῖς
ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
ΒΑΣΙΛΕΙΑ
Καὶ τίς γένοιτ' ἂν τῆσδ' ἔτ' ἐχθίων τύχη ;
λέξον τίν' αὖ φῂς τήνδε συμφορὰν στρατῷ
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
ΑΓΓΕΛΟΣ
Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ΠΕΡΣΑΙ
ΑΓΓΕΛΟΣ
ψυχήν τ' ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τ' ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
ΒΑΣΙΛΕΙΑ
Οἴ 'γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι·
ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι ;
ΑΓΓΕΛΟΣ
Νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι.
Ἐνταῦθα πέμπει τούσδ' ὅπως, ὅταν νεῶν
φθαρέντες ἐχθροὶ νῆσον
ἐξοισοίατο
ἐκσωζοίατο
,
κτείνειαν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ' ὑπεκσῴζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν· ὡς γὰρ θεὸς
ναῶν ἔδωκε κύδος Ἕλλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δέ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ' ἀμηχανεῖν
ὅποι τράποιντο· πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τ' ἄπο
θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·
τέλος δ' ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
Ξέρξης δ' ἀνώμωξεν κακῶν ὁρῶν βάθος·
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
ἵησ'
ἤιξ'
ἀκόσμῳ ξὺν φυγῇ. Τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
ΒΑΣΙΛΕΙΑ
Ὦ στυγνὲ δαῖμον, ὡς ἄρ' ἔψευσας φρενῶν
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν ᾿Αθηνῶν
ηὗρε
εὗρε
, κοὐκ
ἀπήρκεσαν
ἀπήρκεσεν
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε
τοσῶνδε
πλῆθος πημάτων ἐπέσπασεν.
Σὺ δ' εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
ποῦ τάσδ' ἔλειπες· οἶσθα σημῆναι τορῶς ;
ΑΓΓΕΛΟΣ
Ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην
κατ' οὖρον οὐκ εὔκοσμον
αἴρονται
αἱροῦνται
φυγήν·
στρατὸς δ' ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ', οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἳ δ' ὑπ' ἄσθματος κενοὶ
<lacunam indicaui>
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ' αἶαν, Μηλιά τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ.
Κἀντεῦθεν ἡμᾶς γῆς ᾿Αχαιίδος πέδον
καὶ θεσσαλῶν
πόλεις
πόλις seu πόλισμ'
ὑπεσπανισμένους
βορᾶς ἐδέξαντ'· ἔνθα δὴ πλεῖστοι θάνον
δίψῃ τε λιμῷ τ'· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ', ἐπ' ᾿Αξίου πόρον,
Βόλβης θ' ἕλειον δόνακα, Πάγγαιόν τ' ὄρος,
Ἠδωνίδ' αἶαν. Νυκτὶ δ' ἐν ταύτῃ θεὸς
χειμῶν' ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος· θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ' ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν·
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
ΠΕΡΣΑΙ
ΑΓΓΕΛΟΣ
χὤστις μὲν ἡμῶν, πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας, ὡρμήθη, σεσωσμένος
κυρεῖ
εὐτυχεῖ
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε θερμαίνων φλογί·
πῖπτον δ' ἐπ' ἀλλήλοισιν· εὐτυχὴς δέ τοι
ὅστις τάχιστα πνεῦμ' ἀπέρρηξεν βίου·
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ' ἑστιοῦχον γαῖαν, ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
Ταῦτ' ἔστ' ἀληθῆ· πολλὰ δ' ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
ΧΟΡΟΣ
Ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
ποδοῖν
ἐνήλου
ἐνήλλου (ἐνήλω)
παντὶ Περσικῷ γένει.
ΒΑΣΙΛΕΙΑ
Οἴ 'γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
Ὑμεῖς
Ἡμεῖς
δὲ φαύλως αὔτ' ἄγαν ἐκρίνατε·
ὅμως δ', ἐπειδὴ τῇδ' ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα γῇ τε καὶ φθιτοῖς δωρήματα
ἥξω λαβοῦσα πελανὸν ἐξ οἴκων ἐμῶν·
ἐπίσταμαι μὲν ὡς ἐπ' ἐξειργασμένοις,
ἀλλ' ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
Ὑμᾶς δὲ χρὴ 'πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ', ἐάν περ δεῦρ' ἐμοῦ πρόσθεν μόλῃ,
παρηγορεῖτε, καὶ προπέμπετ' ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι
πρόσθηται
πρόσθητε
κακόν.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ὦ Ζεῦ βασιλεῦ, νῦν
<γὰρ>
om.
Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας ἄστυ τὸ Σούσων
ἠδ' ᾿Αγβατάνων
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δ'
ἁπαλαῖς
ἀταλαῖς
χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέοις
διαμυδαλέους
δάκρυσι κόλπους
τέγγουσ' ἄλγους μετέχουσαι·
αἱ δ' ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων
λέκτρων τ'
εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις·
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.
Νῦν δὴ
νῦν γὰρ δὴ
πρόπασα μὲν στένει
Str. 1.
γαῖ'
Ἀσὶς
ἀσιὰς
ἐκκενουμένα·
Ξέρξης
μὲν
γὰρ
ἄγαγεν, ποποῖ,
Ξέρξης δ' ἀπώλεσεν, τοτοῖ,
Ξέρξης δὲ πάντ' ἐπέσπε δυσφρόνως
βάριδές τε πόντιαι
βαρίδεσι ποντίαις
.
Τίπτε Δαρεῖος μὲν οὕ-
τω τότ' ἀβλαβὴς ἐπῆν
τόξαρχος πολιήταις,
Σουσίδος
σουσίδαις
φίλος ἄκτωρ ;
Πεζούς
τε καὶ
τε γὰρ καὶ
θαλασσίους
Ant. 1.
ὁμόπτεροι
αἱ δ' ὁμόπτεροι
κυανώπιδες
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
νᾶες μὲν ἄγαγον, ποποῖ,
νᾶες δ' ἀπώλεσαν, τοτοῖ,
νᾶες πανωλέθροισιν ἐμβολαῖς,
αἱ δ'
διὰ δ'
Ἰαόνων χέρες.
Τυτθὰ δ' ἐκφυγεῖν ἄνακτ'
αὐτόν, ὡς ἀκούομεν,
θρῄκης ἂμ πεδιήρεις
δυσχίμους
δυσχειμέρους
τε κελεύθους.
Τοὶ δ' ἄρα
πρωτομόροιο
πρωτόμοροι
,
φεῦ,
Str. 2.
ληφθέντες
λειφθέντες
πρὸς
ἀνάγκας
ἀνάγκαν
,
ἠέ,
ἀκτὰς ἀμφὶ Κυχρείας,
ὀᾶ,
<δινοῦνται>
om.
στένε καὶ δακνά-
ζου, βαρὺ δ' ἀμβόασον
οὐράνι' ἄχη, ὀᾶ <
ὀᾶ
om.
>,
τεῖνε δὲ δυσβάϋκτον
βοᾶτιν τάλαιναν αὐδάν.
Γναπτόμενοι δ' ἁλὶ
δεινά
δεινᾷ
,
Ant. 1.
σκύλλονται πρὸς ἀναύδων,
φεῦ,
ἠέ,
παίδων τᾶς ἀμιάντου,
ὀᾶ·
πενθεῖ δ' ἄνδρα δόμος στερη-
θείς·
τοκέες
τοκῆες
δ' ἄπαιδες
δαιμόνι'
ἔρα δαιμόνι'
ἄχη, ὀᾶ <
ὀᾶ
om.
>,
δυρόμενοι γέροντες
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
Τοὶ δ' ἀνὰ γᾶν Ἀσίαν δὴν
Str. 3.
οὐκέτι
οὐδ' ἔτι
περσονομοῦνται,
οὐκέτι δασμοφοροῦσιν
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ' ἐς
οὔτ' ἐς
γᾶν προπίτνοντες
ἄρξονται· βασιλεία
γὰρ διόλωλεν ἰσχύς.
Οὐδ' ἔτι γλῶσσα βροτοῖσιν
Ant. 3.
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς·
αἱμαχθεῖσα δ'
ἄρουραν
ἄρουρα
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσῶν.
ΒΑΣΙΛΕΙΑ
Φίλοι, κακῶν μὲν ὅστις
ἔμπειρος
ἔμπορος
κυρεῖ
ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φιλεῖ·
ὅταν δ' ὁ δαίμων εὐροῇ, πεποιθέναι
τὸν αὐτὸν αἰεὶ δαίμον' οὐριεῖν τύχης.
Ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
βοᾷ δ' ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
Τοιγὰρ κέλευθον τήνδ' ἄνευ τ' ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα
ἔστειλα τῷ
ἐστείλατο
,
παιδὸς πατρὶ πρευμενεῖς
πατρὶ παιδὸς εὐμενεῖς
χοάς
φέρουσ', ἅπερ νεκροῖσι μειλικτήρια,
βοός τ' ἀφ' ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τ' ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
τῆς τ' αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλάας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
Ἀλλ', ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
Δαρεῖον ἀγκαλεῖσθε, γαπότους δ' ἐγὼ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
ΧΟΡΟΣ
Βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς δ' ὕμνοις αἰτησόμεθα
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.
Ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ' ἐνέρων,
πέμψατ' ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.
Ἦ ῥ' ἀΐει μου μακαρί-
Str. 1.
τας ἰσοδαίμων βασιλεὺς
βάρβαρα σαφηνῆ
ἱέντος τὰ παναίολ' αἰ-
ανῆ δύσθροα βάγματα ;
παντάλαν' ἄχη διαβοάσω·
νέρθεν ἆρα κλύει μου ;
Ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλ-
Ant. 1
λοι χθονίων ἁγεμόνες
δαίμονα
μεγαυχῆ
μεγαλαυχῆ
ἰόντ' αἰνέσατ' ἐκ δόμων,
Περσᾶν Σουσιγενῆ θεόν·
πέμπετε δ' ἄνω οἷον οὔπω
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Περσὶς αἶ' ἐκάλυψεν.
Ἦ φίλος ἁνήρ, φίλος
ὄχθος
ὄχθος
· φίλα γὰρ κέκευθεν ἤθη.
Str. 2.
Ἀϊδωνεὺς δ' ἀναπομ-
πὸς
ἀνείης
ἂν εἴη (uel εἴην) seu ἀνίη (uel ἀνίει)
, Ἀϊδωνεύς,
οἷον ἀνάκτορα Δαριᾶνα
Δαρεῖον οἷον (uel οἷον) ἄνακτα Δαρειάν
· ἠέ.
Οὔτι
Οὔτε
γὰρ ἄνδρας πότ' ἀπώλ-
Ant. 2.
λυ πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ' ἐκικλή-
σκετο Πέρσαις, θεομήστωρ δ'
ἔσκεν, ἐπεὶ στρατὸν
εὖ ποδούχει
ὑπεδώκει
εὖ ἐποδώκει
· ἠέ.
Βαλὴν
βαλλὴν
ἀρχαῖος, βαλήν,
ἴθ' ἴθ' ἱκοῦ
ἴθι ἱκοῦ
Str. 3.
τόνδ' ἐπ' ἄκρον κόρυμβον ὄχθου,
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιήρας
φάλαρον πιφαύσκων·
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
Ὅπως καινά τε κλύῃς νέα τ' ἄχη·
Ant. 3.
δέσποτα δεσπότου φάνηθι.
Στυγία γάρ τις ἐπ' ἀχλὺς πεπόταται·
νεολαία γὰρ ἤδη
κατὰ πᾶσ' ὄλωλεν·
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
Αἰαὶ αἰαῖ·
Epod.
ὦ πολύκλαυτε φίλοισι θανών,
† τί τάδε δυνατα δυνάτα
περὶ τῷ σῷ δίδυμα
διαγόεν
διάγοιεν
ἁμάρτια
δ' ἁμάρτια
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
πάσᾳ γᾷ τᾷδε †
ἐξέφθινται
ἐξέφθινθ' αἱ
τρίσκαλμοι
νᾶες ἄναες ἄναες.
ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ
Ὦ πιστὰ πιστῶν ἥλικές θ' ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον ;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον·
λεύσσων δ' ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
Ὑμεῖς δὲ θρηνεῖτ' ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς
ὀρθιάζοντες
ῥοθιάζοντες
γόοις
οἰκτρῶς καλεῖσθέ μ'· ἐστὶ δ' οὐκ εὐέξοδον,
ἄλλως τε πάντως χοὶ κατὰ χθονὸς θεοί
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι·
ὅμως δ' ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω·
τάχυνε
τάχυνα
δ', ὡς ἄμεμπτος ὦ χρόνου·
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν ;
ΧΟΡΟΣ
Σέβομαι μὲν προσιδέσθαι,
Str.
σέβομαι δ' ἀντία λέξαι
σέθεν ἀρχαίῳ περὶ τάρβει.
ΔΑΡΕΙΟΣ
Ἀλλ' ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα τὴν ἐμὴν αἰδῶ μεθείς.
ΧΟΡΟΣ
Δίεμαι
Δίομαι (uel Δείομαι)
μὲν χαρίσασθαι,
Ant.
δίεμαι
δίομαι
δ' ἀντία φάσθαι
λέξας δύσλεκτα φίλοισιν.
ΔΑΡΕΙΟΣ
Ἀλλ' ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ', εὐγενὲς γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον· ἀνθρώπεια δ' ἄν τοι πήματ' ἂν τύχοι βροτοῖς·
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ' ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.
ΠΕΡΣΑΙ
ΒΑΣΙΛΕΙΑ
Ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον
εὐτυχεῖ πότμῳ
εὐτυχῆ πότμον
,
ὡς, ἕως τ' ἔλευσσες αὐγὰς ἡλίου, ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος·
πάντα γάρ, Δαρεῖ', ἀκούσῃ μῦθον ἐν βραχεῖ
λόγῳ
χρόνῳ
·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ', ὡς εἰπεῖν ἔπος.
ΔΑΡΕΙΟΣ
Τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;
ΒΑΣΙΛΕΙΑ
Οὐδαμῶς· ἀλλ' ἀμφ' Ἀθήνας πᾶς κατέφθαρται στρατός.
ΔΑΡΕΙΟΣ
Τίς δ' ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
ΒΑΣΙΛΕΙΑ
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
ΔΑΡΕΙΟΣ
Πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ' ἐμώρανεν τάλας;
ΒΑΣΙΛΕΙΑ
Ἀμφότερα· διπλοῦν μέτωπον ἦν
δυοῖν στρατευμάτοιν
στρατηλάταιν
.
ΔΑΡΕΙΟΣ
Πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν ;
ΒΑΣΙΛΕΙΑ
Μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ' ἔχειν πόρον.
ΔΑΡΕΙΟΣ
Καὶ τόδ' ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν ;
ΒΑΣΙΛΕΙΑ
Ὧδ' ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
ΔΑΡΕΙΟΣ
Φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
ΒΑΣΙΛΕΙΑ
Ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
ΔΑΡΕΙΟΣ
Καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ' ἐπιστενάζετε;
ΒΑΣΙΛΕΙΑ
Ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
ΔΑΡΕΙΟΣ
Ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
ΒΑΣΙΛΕΙΑ
Πρὸς τάδ' ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει
ΔΑΡΕΙΟΣ
Ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
ΒΑΣΙΛΕΙΑ
Βακτρίων δ' ἔρρει πανώλης δῆμος,
οὐδ' ἔσται
οὐδέ τις
γέρων.
ΔΑΡΕΙΟΣ
Ὦ μέλεος, οἵαν ἄρ' ἥβην ξυμμάχων ἀπώλεσεν.
ΠΕΡΣΑΙ
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα —
ΔΑΡΕΙΟΣ
Πῶς τε δὴ καὶ ποῖ τελευτᾶν ; ἔστι τις σωτηρία ;
ΒΑΣΙΛΕΙΑ
ἄσμενον μολεῖν γέφυραν
γαῖν
ἐν
δυοῖν ζευκτηρίαν —
ΔΑΡΕΙΟΣ
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ' ἐτήτυμον ;
ΒΑΣΙΛΕΙΑ
Ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ',
οὐδ'
οὐκ
ἔνι στάσις.
ΔΑΡΕΙΟΣ
Φεῦ, ταχεῖά γ' ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ' ἐμόν
Ζεὺς
ἀπέσκηψεν
ἐπέ-
τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ' ηὔχουν ἐκτελευτήσειν θεούς·
ἀλλ' ὅταν σπεύδῃ τις αὐτός, χώ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις,
παῖς δ' ἐμὸς τάδ' οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ,
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ·
θνητὸς ὢν θεῶν
τε
δὲ
πάντων ᾤετ' οὐκ εὐβουλίᾳ
καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ' οὐ νόσος φρενῶν
εἶχε παῖδ' ἐμόν ; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
ΒΑΣΙΛΕΙΑ
Ταῦτα τοῖς κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δ' ὡς σὺ μὲν μέγαν τέκνοις
πλοῦτον ἐκτήσω σὺν αἰχμῇ, τὸν δ' ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δ' ὄλβον οὐδὲν αὐξάνειν·
τοιάδ' ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ' ἐβούλευσεν κέλευθον καὶ στράτευμ' ἐφ' Ἑλλάδα.
ΔΑΡΕΙΟΣ
Τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον,
αἰείμνηστον
ἀείμν-
, οἷον οὐδέπω
τόδ' ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ' ὤπασεν,
ΠΕΡΣΑΙ
ΔΑΡΕΙΟΣ
ἕν' ἄνδρ' ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·
ἄλλος δ' ἐκείνου παῖς τόδ' ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν
ᾠακοστρόφουν
φακοστρόφουν
.
Τρίτος δ' ἀπ' αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ·
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ἴθυνε στρατόν.
Πέμπτος δὲ Μάρδις ἦρξεν, αἰσχύνη πάτρᾳ
θρόνοισί τ' ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν οἷς τόδ' ἦν χρέος·
778 ἕκτος δὲ Μάραφις, ἕβδομος δ' Ἀρταφρένης secl. Schütz
κἀγὼ πάλου
τ'
δ'
ἔκυρσα τοῦπερ ἤθελον
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
ἀλλ' οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ' ἐμὸς παῖς
ὢν νέος
νέος ὢν (ἐὼν)
νέα φρονεῖ
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδ' ἴστ', ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς οἳ κράτη τάδ' ἔσχομεν
οὐκ ἂν φανεῖμεν πήματ' ἔρξαντες τόσα.
ΧΟΡΟΣ
Τί οὖν ; ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
λόγων τελευτήν ; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
ΔΑΡΕΙΟΣ
Εἰ μὴ στρατεύοισθ' ἐς τὸν Ἑλλήνων τόπον,
μηδ' εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν·
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
ΧΟΡΟΣ
Πῶς τοῦτ' ἔλεξας; τίνι τρόπῳ δὲ συμμαχεῖ;
ΠΕΡΣΑΙ
ΔΑΡΕΙΟΣ
Κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
ΧΟΡΟΣ
Ἀλλ' εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
ΔΑΡΕΙΟΣ
Ἀλλ' οὐδ' ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
ΧΟΡΟΣ
Πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο ;
ΔΑΡΕΙΟΣ
Παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ' οὔ·
κεἴπερ τάδ' ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
Μίμνουσι δ' ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
ἄρδει,
φίλον
φίλος
πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστ' ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδ' οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δ' ἄϊστοι,
δαιμόνων θ'
δαιμόνων
ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
Τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηπὶς ὕπεστιν, ἀλλ' ἔτ' ἐκπαιδεύεται·
τόσος γὰρ ἔσται πελανὸς αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν
Δωρίδος
δωριάδος
λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν·
ὕβρις γὰρ ἐξανθοῦσ' ἐκάρπωσε στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
Τοιαῦθ' ὁρῶντες τῶνδε τἀπιτίμια
ΠΕΡΣΑΙ
ΔΑΡΕΙΟΣ
μέμνησθ' Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
Πρὸς ταῦτ' ἐκεῖνον σωφρονεῖν
κεχρημένον
κεχρημένοι
πινύσκετ' εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ' ὑπερκόμπῳ θράσει.
Σὺ δ', ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ' ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ' ὑπαντίαζε παιδί· πάντα γὰρ
κακῶν ὑπ' ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων·
ἀλλ' αὐτὸν εὐφρόνως σὺ πράϋνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
Ἐγὼ δ' ἄπειμι γῆς ὑπὸ ζόφον κάτω·
ὑμεῖς δέ, πρέσβεις, χαίρετ', ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθ' ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
ΧΟΡΟΣ
Ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ' ἔτι
ἤλγησ' ἀκούσας βαρβάροισι πήματα.
ΒΑΣΙΛΕΙΑ
Ὦ δαῖμον, ὥς με πόλλ'
ἐσέρχεται κακῶν
εἰσέρχεται (uel ἐπ-) κακά
ἄλγη, μάλιστα δ' ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν ἥ νιν ἀμπέχει.
Ἀλλ' εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν
παιδί μου
παιδί (uel παῖδ') ἐμῷ
πειράσομαι·
οὐ γὰρ τὰ φίλτατ' ἐν κακοῖς προδώσομεν.
ΧΟΡΟΣ
Ὦ πόποι, ἦ μεγάλας ἀγαθᾶς τε πο-
Str. 1.
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
εὖθ' ὁ
γηραιὸς
γεραιός
πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς
ἰσόθεος Δαρεῖος ἦρχε χώρας.
Πρῶτα μὲν
εὐδοκίμους στρατιὰς
εὐδοκίμου στρατιᾶς
ἀπεφαινόμεθ'
ἀπο-
,
αἳ δὲ
ἠδὲ
νομίσματα
νομίματα (uel νόμιμα τὰ)
πύργινα
Ant. 1.
πάντ'
ἐπηύθυνον
ἐπεύθυνον
·
νόστοι δ' ἐκ πολέμων ἀπόνους ἀπαθεῖς
<αὖθις ἐς>
om.
εὖ πράσσοντας ἦγον οἴκους.
Ὅσσας δ' εἷλε πόλεις πόρον οὐ δια-
Str. 2.
βὰς Ἅλυος
ποταμοῖο
ποταμοῦ δ' seu ποταμοῦ οὐδ'
οὐδ' ἀφ' ἑστίας συθείς,
οἷαι Στρυμονίου πελάγους Ἀχε-
λωΐδες εἰσὶ πάροικοι
θρῃίκων
θρηικίων
ἐπαύλων·
λίμνας τ' ἔκτοθεν αἳ κατὰ χέρσον ἐ-
Ant. 2.
ληλαμέναι περὶ πύργον
τοῦδ' ἄνακτος ἄϊον,
Ἕλλας τ'
Ἕλλας
ἀμφὶ πόρον πλατὺν εὐχόμε-
ναι, μυχία τε Προποντὶς
καὶ στόμωμα Πόντου·
νασοί θ' αἱ κατὰ
Str. 3.
πρῶν' ἅλιον περίκλυστοι
τῇδε γᾷ προσήμεναι,
οἷα Λέσβος, ἐλαιόφυτός τε Σά-
μος, Χίος, ἠδὲ Πάρος, Νάξος, Μύκο-
νος, Τήνῳ τε συνάπτουσ'
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ἄνδρος ἀγχιγείτων·
καὶ τὰς ἀγχιά-
Ant. 3.
λους ἐκράτυνε μεσάκτους,
Λῆμνον, Ἰκάρου θ' ἕδος,
καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πό-
λεις, Πάφον ἠδὲ Σόλους Σαλαμῖνά τε,
τᾶς νῦν ματρόπολις τῶνδ'
αἰτία
στεναγμῶν
στεναγμάτων
·
καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰ-
Epod.
αόνιον
ἰόνιον
πολυάνδρους
Ἑλλάνων
ἑλλάνων ἐκράτυνε
σφετέραις φρεσίν,
ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν
τευχηστήρων
παμμείκτων
παμμίκτων
τ' ἐπικούρων.
Νῦν δ' οὐκ ἀμφιλόγως θεότρεπτα τάδ'
αὖ φέρομεν
πολέμοιο
πολέμοισι
δμαθέντες μεγάλως πλα-
γαῖσι ποντίαισιν.
ΞΕΡΞΗΣ
Ἰώ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων ;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη
τήνδ' ἡλικίαν ἐσιδόντ' ἀστῶν·
εἴθ' ὄφελε, Ζεῦ, κἀμὲ μετ' ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ Περσονόμου τιμῆς μεγάλης,
κόσμου τ' ἀνδρῶν
οὓς νῦν δαίμων ἐπέκειρεν.
Γᾶ δ' αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
σάκτορι Περσῶν·
ᾁδοβάται
ἀγδαβάται
γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ
ταρφύς τις
γὰρ φύστις
μυριὰς ἀνδρῶν, ἐξέφθινται·
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς·
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
ΞΕΡΞΗΣ
Ὅδ' ἐγών, οἰοῖ, αἰακτὸς
Str. 1.
μέλεος, γέννᾳ γᾷ τε
πατρῴᾳ
πατρίαι
κακὸν ἄρ' ἐγενόμαν.
ΧΟΡΟΣ
Πρόσφθογγόν σοι νόστου τὰν
κακοφάτιδα βοάν, κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω
πέμψω πέμψω
, πολύδακρυν ἰαχάν.
ΞΕΡΞΗΣ
Ἵετ' αἰανῆ
πάνδυρτον
καὶ πανόδυρτον
Ant. 1.
δύσθροον αὐδάν· δαίμων γὰρ ὅδ' αὖ
μετάτροπος ἐπ' ἐμοί.
ΧΟΡΟΣ
Ἥσω τοι τὰν
πάνδυρτον
πανόδυρτον
,
νεοπαθέα
λαοπαθῆ τε
σέβων
σεβίζων
ἁλίτυπά τε βάρη,
πόλεως, γέννας πενθητῆρος·
κλάγξω δ' αὖ γόον ἀρίδακρυν.
ΠΕΡΣΑΙ
ΞΕΡΞΗΣ
Ἰάνων γὰρ ἀπηύρα,
Str. 2.
Ἰάνων ναύφρακτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ' ἀκτάν.
ΧΟΡΟΣ
Οἰοῖ, βόα καὶ πάντ' ἐκπεύθου.
Ποῦ δὲ φίλων ἄλλος ὄχλος ;
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων,
Δοτάμας
καὶ δοτάμας (uel δοτάβας)
ἠδ' Ἀγδαβάτας, Ψάμμις
Σουσισκάνης
τ' Ἀγβάτανα
τἀκβάτανα
λιπών ;
ΞΕΡΞΗΣ
Ὀλοοὺς
ἀπέλειπον
ἀπέλιπον
Ant. 2.
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ' ἀκταῖς
Σαλαμινιάσι
σαλαμινῖσι
, στυφελοῦ
θείνοντας ἐπ' ἀκτᾶς.
ΧΟΡΟΣ
Οἰοῖ, ποῦ
δή
δὲ
σοι Φαρνοῦχος
Ἀριόμαρδός
καριόμαρδος
τ' ἀγαθός ;
ποῦ δὲ Σευάκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
Μέμφις, θάρυβις
καὶ Μασίστρας Ἀρτεμβάρης τ'
ἠδ' Ὑσταίχμας; τάδε σ'
ἐπανερόμαν
-έρομαι
.
ΞΕΡΞΗΣ
Ἰὼ ιώ μοι,
Str. 3.
τὰς ὠγυγίους κατιδόντες
<τὰς>
om.
στυγνὰς Ἀθάνας
πάντες ἑνὶ πιτύλῳ,
ΠΕΡΣΑΙ
ΞΕΡΞΗΣ
ἐὴ ἐή
ε ε ε ε
, τλάμονες ἀσ-
παίρουσι χέρσῳ.
ΧΟΡΟΣ
Ἦ καὶ τῶν Περσῶν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ' ὀφθαλμόν,
μύρια μύρια πεμπαστάν,
Βατανώχου παῖδ' Ἄλπιστον
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ'
Οἰβάρην
οἰβάρην τ'
ἔλιπες ἔλιπες· ὢ ὢ <
ὢ
om.
> δάων,
Πέρσαις ἀγαυοῖς
κακὰ πρόκακα λέγεις.
ΞΕΡΞΗΣ
Ἴυγγά μοι δῆτ'
Ant. 3.
ἀγαθῶν ἑτάρων ὑπομιμνήσκεις,
<
ἄλαστ'
om.
> ἄλαστα
στυγνὰ πρόκακα λέγων·
βοᾷ βοᾷ <
μοι
om.
> μελέων
ἔντοσθεν
ἔνδοθεν
ἦτορ.
ΧΟΡΟΣ
Καὶ μὴν
ἄλλους
ἄλλο
γε
γ' ἔτι
ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθιν
ξάνθην
ἄρειόν τ' Ἀγχάρην,
Διάιξίν τ' ἠδ'
Ἀρσάμην
ἀρσάκην
ἱππιάνακτας·
καὶ Δαδάκαν
κἠγδαδάταν seu κιγδ- seu καγδ-
καὶ Λυθίμναν
Τόλμον τ'
τόλμον
αἰχμᾶς ἀκόρεστον
ἔταφον ἔταφον οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοισιν
ὄπιθεν
ὄπισθεν
ἑπομένους
δ' ἑπόμενοι
.
ΠΕΡΣΑΙ
ΞΕΡΞΗΣ
Βεβᾶσι γὰρ
τοίπερ
οἵπερ
ἀγρέται
ἀγρόται
στρατοῦ.
Str. 5.
ΧΟΡΟΣ
Βεβᾶσιν, οἴ, νώνυμοι.
ΞΕΡΞΗΣ
Ἰὴ ἰή, ἰὼ ἰώ.
ΧΟΡΟΣ
Ἰὼ ἰώ, δαίμονες
ἔθεντ'
ἔθετ'
ἄελπτον κακόν
διαπρέπον οἷον δέδορκεν Ἄτα.
ΞΕΡΞΗΣ
Πεπλήγμεθ' οἵᾳ δι' αἰῶνος τύχᾳ.
Ant. 5.
ΧΟΡΟΣ
Πεπλήγμεθ', εὔδηλα γάρ —
ΞΕΡΞΗΣ
νέα νέα δύα δύα —
ΧΟΡΟΣ
Ἰαόνων
Ἰάνων
ναυβατᾶν
κύρσαντες οὐκ εὐτυχῶς·
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
ΞΕΡΞΗΣ
Πῶς δ' οὔ ; στρατὸν μὲν τοσοῦ-
Str. 6.
τον τάλας πέπληγμαι.
ΧΟΡΟΣ
Τί δ' οὐκ ὄλωλεν ;
μεγάλ' ἦν τὰ
μεγάλα τε (uel τὰ)
Περσᾶν.
ΞΕΡΞΗΣ
Ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς ;
ΧΟΡΟΣ
Ὁρῶ ὁρῶ.
ΞΕΡΞΗΣ
Τόνδε τ'
τάνδε seu τανδὶ
ὀϊστοδέγμονα —
ΧΟΡΟΣ
Τί τόδε λέγεις σεσωσμένον ;
ΞΕΡΞΗΣ
θησαυρὸν βελέεσσιν.
ΧΟΡΟΣ
Βαιά γ' ὡς ἀπὸ πολλῶν.
ΞΕΡΞΗΣ
Ἐσπανίσμεθ' ἀρωγῶν.
ΧΟΡΟΣ
Ἰάνων
Ἰαόνων
λαὸς οὐ φυγαίχμας.
ΞΕΡΞΗΣ
Ἄγαν ἄρειος
ἀγανόρειος
· κατεῖ-
Ant. 6.
δον δὲ πῆμ' ἄελπτον.
ΧΟΡΟΣ
Τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον ;
ΞΕΡΞΗΣ
Πέπλον δ' ἐπέρρηξ' ἐπὶ συμφορᾷ κακοῦ.
ΧΟΡΟΣ
Παπαῖ παπαῖ.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.
ΞΕΡΞΗΣ
Λυπρά, χάρματα δ' ἐχθροῖς.
ΧΟΡΟΣ
Καὶ σθένος γ'
ἐκολούθη
ἐκολούσθη
—
ΞΕΡΞΗΣ
Γυμνός εἰμι προπομπῶν.
ΧΟΡΟΣ
φίλων ἄταισι ποντίαισιν.
ΞΕΡΞΗΣ
Δίαινε, διαῖνε πῆμα· πρὸς δόμους δ' ἴθι.
ΧΟΡΟΣ
Αἰαῖ αἰαῖ, δύα δύα.
Str. 7.
ΞΕΡΞΗΣ
Βόα νυν ἀντίδουπά μοι.
ΧΟΡΟΣ
Δόσιν κακὰν κακῶν κακοῖς.
ΞΕΡΞΗΣ
Ἴυζε μέλος ὁμοῦ τιθείς·
<ὀτοτοτοτοῖ>
om.
.
ΧΟΡΟΣ
Ὀτοτοτοτοῖ·
βαρεῖά γ' ἅδε συμφορά·
οἲ μάλα καὶ τόδ' ἀλγῶ.
ΞΕΡΞΗΣ
Ἔρεσσ' ἔρεσσε καὶ στέναζ' ἐμὴν χάριν.
Ant. 7.
ΧΟΡΟΣ
Διαίνομαι γοεδνὸς ὤν.
ΞΕΡΞΗΣ
Βόα νυν ἀντίδουπά μοι.
ΧΟΡΟΣ
Μέλειν πάρεστι, δέσποτα.
ΞΕΡΞΗΣ
Ἐπορθίαζε νυν γόοις·
<ὀτοτοτοτοῖ>
om.
.
ΧΟΡΟΣ
Ὀτοτοτοτοῖ·
μέλαινα δ' αὖ
μεμείξεται
μεμίξεται
,
οἴ
μοι
, στονόεσσα πλαγά.
ΞΕΡΞΗΣ
Καὶ στέρν' ἄρασσε κἀπιβόα τὸ Μύσιον
Str. 8.
ΧΟΡΟΣ
Ἄνι' ἄνια.
ΞΕΡΞΗΣ
Καί μοι γενείου
πέρθε
ὕπερθεν
λευκήρη τρίχα.
ΧΟΡΟΣ
Ἄπριγδ', ἄπριγδα, μάλα γοεδνά.
ΞΕΡΞΗΣ
Αὔτει δ' ὀξύ.
ΧΟΡΟΣ
Καὶ τόδ' ἔρξω.
ΠΕΡΣΑΙ
ΞΕΡΞΗΣ
Πέπλον δ'
ἔρεικε
ἔρειχε
ἔρειδε
κολπίαν ἀκμῇ χερῶν.
Ant. 8.
ΧΟΡΟΣ
Ἄνι' ἄνια.
ΞΕΡΞΗΣ
Καὶ ψάλλ' ἔθειραν καὶ
κατοίκτισαι
κατοίκτισον seu κατοίκτιζε
στρατόν.
ΧΟΡΟΣ
Ἄπριγδ' ἄπριγδα, μάλα γοεδνά.
ΞΕΡΞΗΣ
Διαίνου δ' ὄσσε.
ΧΟΡΟΣ
Τέγγομαί τοι.
ΞΕΡΞΗΣ
Βόα νυν ἀντίδουπά μοι.
Epod.
Post 1068 uerba ἰὼ ἰὼ περσὶς αἷα δύσβατος in codd. inserta ex 1074 del. Wil.
ΧΟΡΟΣ
Οἰοῖ οἰοῖ.
ΞΕΡΞΗΣ
Αἰακτὸς ἐς δόμους κίε.
ΧΟΡΟΣ
Ἰωά.
ΞΕΡΞΗΣ
Ἰωὰ δὴ κατ' ἄστυ.
ΧΟΡΟΣ
Ἰωὰ δῆτα, ναί, ναί.
ΞΕΡΞΗΣ
Γοᾶσθ' ἁβροβάται.
ΧΟΡΟΣ
Ἰὼ ἰὼ Περσὶς αἷα
δύσβατος
δύσβαχτος seu δυσβάικτος
.
ΞΕΡΞΗΣ
Ἰὴ ἰὴ τρισκάλμοισιν
ἰὴ ἰὴ βάρισιν ὀλόμενοι.
ΧΟΡΟΣ
Πέμψω τοί σε δυσθρόοις γόοις.