ΧΟ.
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
1. διὰ (literae fere plane evanuerunt, χ Vitelli) γερόντων προλογίζει. — δεικτικῶς (Gl.). – τάδε μὲν Περσῶν: οἱ ὑπομνηματισάμενοί φασιν ὅτι ἑαυτοὺς λέγουσιν πιστώματα Περσῶν οἱ κατὰ τὸν χορόν. ἀγνοοῦσι δὲ ὅτι πόλις ἐστὶ Περσικὴ Πίστειρα· ἣν συγκόψας Πίστα ἔφη. οἱ δὲ ἄλλως ὑπομνηματισάμενοί φασιν, ἡμεῖς ἐσμεν οἱ πιστοὶ χρηματοφύλακες Περσῶν.
2. Πίστειρα κατὰ συγκοπήν· ἔστι δὲ Περσικὴ πόλις.
3. λείπει τὰ βασίλεια.
4. λείπει τὸ ἐσμέν. κατὰ πρεσβείαν: κατὰ τιμὴν αἱρεθέντες.
5. οὓς αὐτὸς ἄναξ: οὓς αὐτὸς ὁ Ξέρξης κατέλιπεν κατὰ τιμήν.
6. Δαρειογενὴς Δαρείου υἱός: καὶ μὴν Δαρεῖοι τρεῖς. τούτων δὲ πρῶτος ὁ Ὑστάσπου, προκριθεὶς δὲ ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας, Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας. δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου νόθος προσαγορευθείς. ἔσχατος Δαρεῖος ὁ ὑπὸ Αλεξάνδρου τοῦ Φιλίππου ἀναιρεθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον γράφουσιν.
7. ἄρχειν, ἐπόπτας εἶναι.
8. τῷ βασιλείῳ: τῷ Ξέρξου. ῾Ομηρικῶς δὲ πρῶτον τὸν βασιλέα, εἶτα τοὺς ὑπηκόους· Ατρείδαί τε καὶ ἄλλοι (Α 17).
1. chori notam omisit M.
2. πίστα Μ.
Δαρειογενὴς h: δαρειογενὴσ· δαρείου υἱὸσ. Μ.
9. πολυχρύσου στρατιᾶς recc.: πολυχρύσους στρατιασ Μ. Fort. πολυάνδρου.
4 AESCHYLI
κακόμαντις ἄγαν δονησολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
ᾤχωκε, νέον δ᾽ ἄνδρα βαΰζει
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, οἱ μὲν ἐφ᾽ ἵππων,
οἳ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην
πολέμου στίφος παρέχοντες·
οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου
σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
10. διαπολεμεῖται, ταράσσεται, θορυβεῖται (Gl.).
13. οἴχωκεν: ἀπόλωλε γὰρ ἡ πᾶσα ἡ δύναμις τῶν Περσῶν.
16. ἠδ᾽ Ἐκβατάνων: ὅτι (i. e. σημείωσαι ὅτι) Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τὰ νῦν Ἐκβάτανα καλούμενα.
17. πόλις Περσῶν τὸ Κίσσινον.
20. τὸ πύκνωμα (Gl.). ὄντες· ἢ τὸ πολέμου ἀντὶ τοῦ πολέμῳ.
21. ὑπέρθεσις διὰ τὸ μέτρον (Gl.). - τὰ μὲν τῶν ὀνομάτων ἱστόρησεν, τὰ δὲ τελείως ἔπλασεν.
24. βασιλῆς βασιλέως: βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγμένοι δὲ τῷ Πέρσῃ. ὕπαρχοι (Gl.).
26. ἱππικοὶ καὶ τοξόται.
27. φοβεροὶ μὲν ἰδεῖν: ἐκ προσόψεως ἱκανοὶ φοβεῖν ὁμοίως καὶ ἐκ τῆς πείρας.
28. γνώμη, ἢ φιλοτιμία.
13. ᾤχωκε recc.: οἴχωκε Μ.
16. Ἀγβατάνων Brunck (auctore Wesselingio): ἐκβατάνων Μ.
17. Κίσσιον Blomfield: κίσσινον Μ.
18. τοὶ μὲν Βlomfield.
19. νηῶν Μ.
21. ἀρταφέρνησ Μ, ἀρταφρένησ m.
22. Μεγαβάτης vel Μεγαβάζης recc.: μεταβάτησ Μ.
28. εὐτλήμονι recc. ἐν τλήμονι πείσῃ Heimsoeth.
PERSAE. 5
Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης,
καὶ Μασίστρης,
ὅ τε τοξοδάμας ἐσθλὸς Ἰμαῖος,
Φαρανδάκης θ᾽
ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
Πηγαστάγων Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους
θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.
ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν
ὄχλος, οἵ τ᾽ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ᾽ ἀγαθὸς βασιλῆς δίοποι,
ἄλλως (ἐνάλλως, ἐν expuncto, m)· ἐνυποστάτῳ δοκήσει καὶ πείσματι (πίσματι m) ψυχῆς.
34. ὑποχείριοι γὰρ ἦσαν τότε Περσῶν Αἰγύπτιοι.
35. τινὲς διαιροῦσι Σουσισκάνης (Σοῦσις καὶ Κάνης Blomf.) καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά.
38. Αἰγυπτίους.
40. καὶ ἑλειοβάται: οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες. ἢ κοινῶς Αἰγύπτιοι· ἑλώδης γὰρ ἡ Αἴγυπτος. οἱ δέ, οἱ καὶ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων.
42. ἁβροδιαίτων δ᾽ ἕπε(ται): ὄντως γὰρ τοιοῦτοι οἱ Λυδοί. καὶ τὸ (τῶ m) παρ' Ἀνακρέοντι »Λυδοπαθεῖς« τινὲς ἀντὶ τοῦ ἡδυπαθεῖς. καὶ τὸ περιφερόμενον μήτε μοι Λυδῶν καρύκκας μήτε μαστίγων ψόφους.« καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης τὴν τρυφὴν ταύτην (οἶμαι τὸν τρυφητὴν in margine) δηλοῖ. καὶ τὴν βάκαριν δὲ ἔνιοι Λυδῶν μύρον ἔφασαν.
43. οἱ διόλου τὴν ἤπειρον οἰκοῦντες.
45. διόπται καὶ διέποντες ἡγεμόνες.
30. (Μασίστης Herod. VII 82, ΙΧ 107, 113).
40 in margine adscripsit m.
44. μητραγαθὴς vel μυρογαθὴς vel μιτρογαθὴς recc.
Aeschylus ed. Wecklein. 2
6 AESCHYLI
καὶ πολύχρυσοι Σάρδεις ἐπύχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὴν ὄψιν προσιδέσθαι.
στεῖται δ᾽ ἱεροῦ Τμώλου πελάται
ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ᾽
ἡ πολύχρυσος πάμμικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους
καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ᾽ ἄνθος Περσίδος αἴας
οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιᾶτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέες τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδοῦν
τείνοντα χρόνον τρομέονται.
48. ἀντὶ τοῦ ἅρματα (Gl.). ἀντὶ τοῦ τέθριππα καὶ ἑξάιππα τάγματα· ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἵππων δηλοῖ.
50. »κλύθ', Ἀλαλά, Πολέμου θύγατερ, ᾧ θύεται ἄνδρες» (κλύθι ἀλλαπολέμου θύγατερ αἰθύεται ανδρες m) (Πίνδαρος) ἐν διθυράμβοις. οὕτως στεῦται ἑνικὸν ἀντὶ πληθυντικοῦ. ἔνοικοι, γείτονες (Gl.).
52. ἄκμονες: ἀκίνητοι ὑπὸ λόγχης, ὡς ἄκμων ὑπὸ σφυρῶν.
56. ἀντὶ τοῦ ἐμπείρους τοξικῆς.
57. κοινῶς ἁπάντων Περσῶν.
59. προτροπαῖς (Gl.).
64. ἡμερόλεγδον: τὸ ἐκ τῶν ἀριθμῶν ἡμερῶν schol. rec.) καταριθμούμενον, παρὰ τὰς ἡμέρας καὶ τὸ λέξασθαι. μακραῖς ἡμέραις λεγόμενον.
65. μηκυνόμενον (Gl.).
46. τρίρρυμα recc.: τίρρυμα Μ.
50. στεῦνται, litera v puncto notata, Μ.
51. δούλιον Scaliger: δούλειον Μ.
62. fort. οἷς. περὶ Μ. Ἀσιᾶτις Dindorf: ἀσιῆτισ Μ.
64. ἡμερόλεγδον Μ.
PERSAE. 7
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη
βασίλειος στρατὸς εἰς ἀν-
τίπορον γείτονα χώραν,
λινοδέσμῳ σχεδίᾳ πορ-
θμὸν ἀμείψας
Ἀθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων
ἐπὶ πᾶσαν χθόνα ποιμα-
νύριον θεῖον ἐλαύνει
διχόθεν, πεζονόμοις ἔκ
τε θαλάσσης
ἐχυροῖσι πεποιθὼς
στυφέλοις ἐφέταις, χρυ-
σογόνου γενεᾶς ἰσόθεος φώς.
66. πεπέρακεν: κωμῳδεῖται ταῦτα. Εὔπολις (κωμῳδεῖ ταῦτα Εὔπολις Dindorf) ἐν Μαρίκᾳ· »πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρίκας.«
68. τὴν Εὐρώπην (Gl.).
69. ὡς λινῶν τῶν κάλων ὄντων.
72. γρ. ἔρεισμα· τὴν ναῦν.
73. ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον ταῖς ναυσὶ συνδήσας αὐτὰς καὶ γῆν ἐπιβαλών, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν. διὸ πολύγομφον ὅδισμα εἶπεν. ζεύξας (συνδέσμῳ addit Paley) νεῶν τὴν θάλασσαν.
75. τὴν Εὐρώπην (Gl.). – ποιμνίον (Gl.). — τὸ ἀνδρικὸν πλῆθος, σημαῖνον τὸ στράτευμα παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ποιμανόριον τὸ ἐκ ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον.
80. σκληροῖς ἡγεμόσιν.
80sq. χρυσονόμου γενεᾶς: νῦν τῆς πλουσίας. τινὲς γὰρ ἀνέγνωσαν (i. e. γρ. et τινὲς ἀνέγνωσαν) χρυσογόνου διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγεννῆσθαι· ὃ καὶ βέλτιον. ἄλλως. τῆς Περσέως γενεᾶς ἀπόγονος· ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου.
66. πεπέρακε Μ.
68. χώρασ Μ.
77. πεζονόμον τ' Η Stadtmueller.
78. θαλάσσας Blomfield.
79. ἐχυροῖσι Μ.
80sq. χρυσογόνου schol.: χρυσονόμου Μ. 81. ισόθεος recc.: ισόθεον Μ.
8 AESCHYLI
κυάνεον δ᾽ ὄμμασι λεύσσων
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτης,
Σύριόν θ᾽ ἅρμα διώκων,
ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον Ἄρη.
δόκιμος δ᾽ οὔτις ὑποστὰς
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
ἄμαχον κῦμα θαλάσσης·
ἀπρόσοιστος γὰρ ὁ Περσῶν
στρατὸς ἀλκίφρων τε λαός.
δολόμητιν δ᾽ ἀπάταν θεοῦ
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πηδή-
ματος εὐπετέος ἀνάσσων;
85. Σύριόν θ᾽ ἅρμα: ἀντὶ τοῦ Ἀσσύριον· οἱ γὰρ Πέρσαι τὸ πρότερον Ἀσσύριοι (ἀσύριοι m) ἐκαλοῦντο.
86. τοῖς Ἀθηναίοις.
87. τὸν τῶν Περσῶν· τοξόται γάρ.
88. δόκιμος: ἀνδρεῖος, δόκησιν περὶ ἑαυτοῦ ἔχων μεγάλην. — ἀντιστάς, ἀντιμαχησάμενος.
90. »οὔτ᾽ ἄρα ἕρκεα ἴσχει« (Hom. Ε 90). τάξεσιν (Gl.).
91. ἄμαχον κῦμα θαλάσσης): τὴν προσβολὴν τῶν Περσῶν.
92. ἀκαταμάχητος (Gl.).
93. ἐπὶ τοῦ αὐτοῦ στρατὸς καὶ λαός.
94. δολύμητιν δ᾽ ἀπάτ(αν): ὡς ἔδει παρατέτακται ὁ Ξέρξης. εἰ δὲ θεοῦ ἐπιβουλῇ τὰ τῆς νίκης ἀναβάλλεται (ἀναβάλεται m), τίς ὁ νικήσων θεόν;
96sq. πηδήματος εὐπετέος: εὐκινήτου. Ὅμηρος (Ι 501) »ἡ δ' Ἄτη σθεναρή τε καὶ ἀρτίπος, φθάνει δέ τε πᾶσαν ἐπ᾽ αἶαν.«
(98) ἡ γὰρ ἐκ θεοῦ, φησίν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει (προσσαίνει Hermann) καὶ κακοποιεῖ.
82. λεύσων Μ.
83. φονίου Turnebus: φοινίου Μ. δέργμα recc. : δέρμα Μ.
84. πολυναύτας recc.
87. τοξόδαμνον Μ, ξ superscr. m.
90. εἵργειν ante corr. Μ.
97. εὐπετέως c. ἀνάσσων Brunck. πήδημα τόδ' εὐπετῶς ἀνάσσων Emperius.
PERSAE. 9
φιλόφρων γὰρ σαίνου-
σα τὸ πρῶτον παράγει
βροτὸν εἰς ἄρκυας ἄτας,
τόθεν οὐκ ἔστιν ὑπὲρ θνα-
τὸν ἀλύξαντα φυγείν.
θεόθεν γὰρ κατὰ μοῖρ᾽
ἐκράτησεν τὸ παλαι-
όν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους
πόλεών τ᾿ ἀναστάσεις.
ἔμαθον δ᾽ εὐρυπόροι-
ο θαλάσσης πολιαι-
νομένης πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
σμασι λα-
οπόροις τε μηχαναῖς.
98. ἡ θεῶν ἀπάτη.
104. ἐξ ἀρχῆς (Gl.). τὸ παλαιόν: τὸ ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ εἱμαρμένην πολεμοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡσσηθήσονται.
105. ἐπέσκηψε δέ: ἀντὶ τοῦ εἰδέναι ἐποίησεν.
110. ἔμαθον δ᾽ εὐρυπόροιο): οὐχ οἱ Πέρσαι ναυτικοί, ἀλλ᾽ οἱ ὑπήκοοι Περσῶν. τί (τινὲς Dindorf) δὲ τὸ ἔμαθον φησὶν (φασὶν Dindorf) ἀντὶ τοῦ μαθεῖν ἐποίησαν.
111. πολιαινομένας: ἀφριζομένης τῷ ἀφρῷ τῆς κωπηλασίας.
114. λεπτοδόμοις: τοῖς λεπτῶς κατεσκευασμένοις.
115sq. λαοπόροις τε μηχ(αναῖς): ταῖς τοὺς λαοὺς πορθμευούσαις, ἢ ταῖς ἀπὸ τῆς κωπηλασίας μηχαναῖς ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλασσίων ὄντων.
98-100. γὰρ παρασαίνει | βροτὸν Seidler. ἄρκυας ἄτα Hermann, ἄτας Hartung: ἀρκύστατα Μ.
101sq. ὕπερθεν, omisso θνατόν, Robortellus, fort. Ὕπερθέν νιν ἄνατον ἐξαλύξαι.
109. τ' recc. : δ' Μ.
111sq. θαλάσσας recc. πολιαινομένης Μ (α superscr. m).
115sq. λεωπόροις Heimsoeth.
10 AESCHYLI
Ταῦτά μου μελαγχίτων
φρὴν ἀμύσσεται φόβῳ,
δᾶ
Περσικοῦ στρατεύματος
τοῦδε μὴ πόλις πύθη-
ται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος,
καὶ τὸ Κισσίων πόλισμ᾽
ἀντίδουπον ᾄσεται,
δᾶ,
τοῦτ᾽ ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς.
Πᾶς γὰρ ἱππηλάτης
καὶ πεδοστιβὴς λεὼς
σμήνος ὡς ἐκλέλοι-
πεν μέλισσαι σὺν ὀρχάμῳ στρατοῦ,
λαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων.
117. μελαγχίτων: πενθήρης, ἢ συνετή (Gl.) (ή συννεφής Kirchhoff). ἀμφιμέλαινα. ἔστι δὲ παρὰ τὸ »σὺ δ᾽ ἔνδοθι θυμὸν ἀμύξης (Hom. Α 243). τὰ γὰρ τοῦ σώματος πάθη δοκοῦμεν καὶ τὴν ψυχὴν πάσχειν.
119. δᾶ: Περσικὸν θρήνημα.
121. μὴ πόλις πύθηται) : μὴ πύθηταί τις τῶν ἑτέρων πόλεων κενὸν ἀνδρῶν ὂν τὸ ἄστυ. μὴ τὸ τῆς Σουσίδος ἄστυ κένανδρον ἀκούσῃ.
124. ἀντίδουπον: ἀντηχήσει τοῖς θρήνοις· μὴ ἀντηχήσῃ, φησί, θρῆνον αὐτῶν τελευτησάντων.
127. ἀπύοντος, πρὸς τὸ ἀντίδουπον ἔσεται· ἢ λείπει τὸ ἔσται· ἔσται ἀπύων· ἢ ἡ μετοχὴ ἀντὶ τοῦ ῥήματος, ἀντὶ τοῦ ἀπύσει.
128. κατὰ κοινοῦ πάλιν τὸ μή· μὴ ῥῆξις πέσῃ (ἐν addit schol. rec.) πέπλοις.
131. καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες Ξέρξῃ ὡς μέλισσαι τὸ σμῆνος.
117-142 hemichoria canere videntur.
117. μοι recc.
118. ἀμύσεται Μ.
123. Κίσσιον Blomfield. πό- | λισμ' Μ.
124. ᾄσεται Burney: ἔσεται Μ.
128. πέσηι λακίσ omisit M, inter versus adscripsit m.
129. ἱππηλάτησ Μ, α super η scr. m.
131. μέλισσαι schol.: μέλισσα Μ.
PERSAE. 11
τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.
λέκτρα δ᾽ ἀνδρῶν πόθῳ
πίμπλαται δακρύμασιν·
Περσίδες δ᾽ ἀκροπεν-
θεῖς ἑκάστα πόθῳ φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνα-
τῆρ᾽ ἀποπεμψαμένη
λείπεται μονόζυξ.
ΧΟ.
ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής, τὸ πατρωνύμιον
γένος ἡμέτερον
πότερον τόξου ῥῦμα τὸ νικῶν,
133. τὸν ἀμφίζευκτον: τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους, ἢ ζευγνύμενον ἐξ ἀμφοῖν. ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης.
134 (135). τὸν Ἑλλήσποντον· οἱ δέ, ὅτι Ταῦρον τὸ ὄρος.
135. πρῶνα: τὸν προνεύοντα εἰς ἄμφω τὰς ἠπείρους. ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας.
136. τῇ ἀπουσίᾳ αὐτῶν.
138. ἐπιμόνως πενθοῦσαι, ὡς δοκεῖν ἁβρύνεσθαι ἐπὶ τὸ (τῷ schol. rec.) πενθεῖν.
139. μετὰ φιλάνορος πόθου (Gl.).
142. ἄνευ τοῦ ἀνδρός.
144. στέος.
146. ὁ δέ ἀντὶ τοῦ γάρ· ἡ γὰρ χρεία προσῆκον ποιεῖ τὸ βουλεύεσθαι.
148. ὅτι κατὰ πατέρα συγγενὴς ἡμῖν, τουτέστιν ὁ ἐκ προγόνου Δαρειογενής.
138. ἁβροπενθεῖς Paley.
139. ἑκάστα recc.: ἑκάσται (ι ras. factum ex v) Μ.
140. αἰχμάεντα recc.
141. εὐνατῆρα προπεμψαμένα recc.
144. στέγος recc.: στέοσ Μ.
147. apa M.
149. ἡμέτερον recc.: ἁμέτερον corr. ex ἀμέτερον Μ.
150. πότερον (alterum o rasura factum ex ω) M.
12 AESCHYLI
ἢ δορυκράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
ἀλλ᾽ ὧδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ᾽ ἐμή, προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδῶν.
ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραία, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνήτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
Ατοσσα.
ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους
καὶ τὸ Δαρείου τε καμὸν κοινὸν εὐνατήριον.
καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ᾽ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, φίλοι·
μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.
ταῦτά μοι διπλῆ μέριμν᾽ ἄφραστός ἐστιν ἐν φρεσί,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
151. τῆς ἀπὸ ξύλου κρανείας.
156. προσηγορικοῖς (Gl).
(in fine paginae v. 125-169 continentis positum) Ἄτοσσα, θυγάτηρ Κύρου, γυνὴ Δαρείου, μήτηρ Ξέρξου κατὰ Ἡρόδοτον (ΙΙΙ 68).
160. τοὺς βασιλεῖς θεοὺς καλοῦσιν οἱ Πέρσαι.
161. ἡ εὐδαιμονία (Gl.).
162. διὰ ταῦτα (Gl.).
166. κονισθείς, ἢ κονίσας αὐτὸς τὸ οὖδας.
168. διὰ ταῦτα (Gl.).
169. χωρὶς γὰρ ἀνδρῶν ἄχρηστά ἐστι τὰ χρήματα.
151. δορικράνου recc.
153. paragraphus praefixa in M.
155. προσπιτνῶ recc.: προσπίτνω προσκυνῶ Μ.
158. ἔτιοχ (i. e. ἔτι ὁ χορός) praefixum in M.
160. εὐνάτειρα recc.
165. οὐδ᾽ ἀδείμαντον Weil.
166. δαίμων pro πλοῦτος Heimsoeth. κονίσας recc.: κονίσσασ Μ.
168. μέριμνα φραστός CG Haupt.
PERSAE. 13
ΑΤ.
μήτ' ἀχρημάτοισι λάμπειν φῶς, ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
ΧΟ.
εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι
μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
ΑΤ.
πολλοῖς μὲν ἀεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ᾽, ἀφ᾽ οὔπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης, λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκ᾽ εὐείμονε,
ἣ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἣ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολὺ
κάλλει τ᾽ ἀμώμω, καὶ κασιγνήτα γένους
170. μήτ' ἀχρημά(τοισι): μήτε τοὺς πένητας πᾶν (παν m) σθένος ὁρᾶν τοῦ φωτός· ὅ ἐστιν, οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες.
172. σημείωσαι γνώμην.
177. ἀντὶ τοῦ δύνηται.
184. πρόσεχε τῇ (τῆ m) τοῦ ὀνείρου ἀναγνώσει. ἐντεῦθεν ἔλαβεν Σοφοκλῆς (frg. 796 Ν.) τὸ ἐδοξάτην μοι τάδ' (τὰ δύο Valckenaer) ἠπείρω μολεῖν· καὶ Εὐριπίδης »ἔδοξεν ὕπνῳ τῆσδ᾽ ἀπαλλαχθεῖσα γῆς« (Iphig. Τ. 44).
188. Ἄνδρων ὁ Ἁλικαρνασεύς φησι· »Ὠκεανὸς δὲ γήμας Πομφολύγην καὶ Παρθενόπην ἴσχει ἐκ μὲν Παρθενόπης Εὐρώπην καὶ θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην·
171. ὀφθαλμῷ Heimsoeth: ὀφθαλμοὶσ Μ.
174. Περσῶν Blomfield.
176. φράσειν Elmsley, σ᾽ ἂν δὶς φράσαι Hartung.
177. δύναμις recc.: δυνάμεισ Μ. θέλει (corr. in θέλη m1) Μ.
179. paragraphus praefixa in M, ante paragraphum ἄτοσσα adscripsit m. αἰεὶ rec.
184. ἐδόξατην ante ras. Μ. μοι δύο recc.: δύο Μ.
14 AESCHYLI
ταὐτοῦ· πάτραν δ᾽ ἔναιον ἣ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλαισι· παῖς δ᾽ ἐμὸς μαθὼν
κατεῖχε καπράϋνεν, ἅρμασιν δ᾽ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων
τίθησι. χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ᾽ εἶχεν εὔαρκτον στόμα,
ἣ δ᾽ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτείρων σφε· τὸν δ᾽ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω·
ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε·
ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι.
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς χάρα
ἀφ᾽ ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν.
195. τῇ Περσίδι δεικτικῶς, ὡς (ὡς delet Vitelli) τῇ ἡμετέρᾳ, ἣν φορῶ.
196. ὑπήκοον (Gl.).
197. ἐσκάριζεν. – ἐν τῇ βίᾳ δίφρου χαλινὰ ῥήσσει.
199. τὸν δίφρον ἀχαλίνωτον γενόμενον.
202. αἰδεσθεὶς τὸ πτῶμα.
206. οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους.
211. χηλαῖς: τοῖς ὄνυξιν.
192. ἀλλήλαισι Blomfield: ἀλλήλησι Μ. μολὼν Tournier.
194. ἐπ᾽ αὐχένων recc.: ὑπαυχένων Μ.
196. ἡνίαισί τ᾽ Blomfield: ἡνίαισιν Μ.
197. ἐσφάδαζε Μ. ἔντη Scaliger: ἐντῆ Μ.
198. διασπαράττει Μ.
204. καλλιρόου Μ.
210. μεθ᾽ ὕστερον Μ.
PERSAE. 15
τίλλονθ'· ὃ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας
παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ εἰσιδεῖν,
ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ,
κακῶς δὲ πράξας — οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
ΧΟ.
οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν, θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αὐτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,
τὰ δ᾽ ἀγάθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ᾽ αὐτοῦ τάδε
σὺν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ᾽ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρήνεσα·
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
ΑΤ.
ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς
216. οὐχ ὑπεύθυνος: οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι, καὶ κοινῇ ἤτοι κοινῷ δόγματι εἶναι τὴν ἔξοδον.
219. ἱκεσίαις (Gl.).
220 (immo 219), ὡς οὐ δεινὰ τεθέασαι.
226. τὰ δὲ κακὰ τὰ σχεθέντα (κακὰ κατασχεθέντα Weil) ὑπὸ τῆς γῆς ἀφανισθῆναι τῷ σκότῳ.
227. θυμόμαντις: οὐ φύσει μάντις, ἀλλ᾿ ἀπὸ λογισμοῦ κρίνων καὶ ὑπὸ ἐνθυμήσεως.
229. ἀλλὰ μὴν εὔνους: ἀντὶ τοῦ σὺ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους (καὶ add. schol. rec.) χθονίους δαίμονας.
213. εἰσιδεῖν Hartung: ἐσἰδεῖν Μ.
217. δ' delet Weil.
219. θαρσύνειν recc.: θρασύνειν Μ.
220. ἀποτροπεῖν corr. in ἀποτροπὴν Μ.
221. τὰ δ᾽ ἀγάθ' recc.: τάδ' αγαθά δ' Μ, fort. τὰ δ᾽ ἕτερ'.
223. πρευμενῆ recc. τέχνῳ recc.
226. γαίας Turnebus. κάτοχα μαυροῦσθαι Blomfield: κάτοχ᾽ ἀμαυροῦσθαι Μ.
229. paragraphus praefixa in M.
16 AESCHYLI
AT.
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ᾽, ὡς ἐφίεσαι,
πάντα θήσομεν θεοῖσιν τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,
εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ᾽ ἐκμαθεῖν θέλω,
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
ΧΟ.
τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
ΑΤ.
ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν.
ΧΟ.
πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
ΑΤ.
ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
ΧΟ.
καὶ στρατὸς τοιοῦτος ἔρξας πολλὰ δὴ Μήδους κακά.
ΑΤ.
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
ΧΟ.
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
ΑΤ.
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χερὸς αὐτοῖς πρέπει;
ΧΟ.
οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
ΑΤ.
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
ΧΟ.
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.
ΑΤ.
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
ΧΟ.
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
ΑΤ.
δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.
230. τὸν ὄνειρον (Gl).
231. ἐκτελοῖτο δὲ τὰ χρηστά: ἡ ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη.
235. φθινασμάτων: τῶν λήξεων, τῶν δυσμῶν, ἢ τῶν δύσεων, ἢ τῶν ἐκλείψεων· ὅτε γὰρ δύει ὁ ἥλιος, ἐκλείπει. ἔνθεν καὶ λίψ ὁ ἄνεμος ὁ ἀπὸ δυσμῶν.
237. εἰ ληφθείησαν αἱ Ἀθῆναι.
239. ἔρξας πολλά: τῆς ἐν Μαραθῶνι πεζυμαχίας μέμνηται.
241. τὰ ἐν τῇ Ἀττικῇ (Gl.). ἀργύρου πηγή: ἐν θορικῷ γάρ ἐστι μέταλλα καὶ ἐν Λαυρίῳ.
242. τοξικὴ βολή (Gl.).
243. ἔγχη σταδαῖα: ἐκ τοῦ συστάδην μαχόμενα, οἷον συστάδην μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιζον.
245. μὴ ἔχοντες τὸν ἐφεστηκότα (Gl.).
248. ἀντὶ τοῦ ἡμῖν.
231. δὴ recc.: δὲ Μ.
233. κεῖνο Dindorf.
234. ἱδρῦσθαι Μ.
236-249. paragraphis personarum vices notatae in M.
236. θηρᾶσαι Μ.
242. χερῶν Brunck (χεροῖν Elmsley), χερὸς δάοις Stadtmueller.
248. fort. κιόντων (cfr. Cobet. Var. lect. ed. I p. 129). τεκοῦσιν Μ.
PERSAE. 17
ΧΟ.
ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσῃ πάντα ναμερτῆ λόγον·
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
Αγγελος.
ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά,
ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
ΧΟ.
ἄνι᾽ ἄνια κακά,
νεόκοτα καὶ δάι. αἰαῖ,
διαίνεσθε, Πέρσαι,
τόδ᾽ ἄχος κλύοντες.
ΑΓ.
ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα,
καὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.
ΧΟ.
ἦ μακροβίοτος
ὅδε γέ τις αἰὼν ἐφάνθη
γεραιοῖς, ἀκούειν
τόδε πῆμ᾽ ἄελπτον.
ΑΓ.
καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.
249. κατὰ τὴν ἐμὴν δόκησιν μαθήσῃ τἀληθῆ.
251. λείπει ὥστε.
255. τὸ κάλλος, τὸ στράτευμα.
256. »στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν« (ex κακῶς ἀπών corr. m1) (Soph. Antig. 277).
259. ἀνίατα.
260. νεωστὶ μηνυθέντα ἡμῖν ὑπό τινος τῶν δαιμόνων.
261. δακρύετε.
262. ὃ εἶπον.
265. εἰς τοῦτο ἐμακρύνθη ὁ βίος ἡμῶν, εἰς τὸ ἀκοῦσαι τοιαῦτα κακά.
249. ναμερτῆ Porson: νημαρτῆ corr. in νημερτῆ Μ.
252. paragrapho praescripsit ἄγγελος m. Ἀσίδος Blomfield.
253. καὶ ταὺς Heimsoeth.
256. paragraphus praefixa in M. ὤιμοι Μ.
269. γε recc.: τε Μ.
18 AESCHYLI
ΧΟ.
οτοτοτοῖ, μάταν
τὰ πολλὰ βέλεα παμμιγῆ
γᾶς ἀπ᾽ Ἀσίδος ἦλθ᾽ ἐπ᾽ αἶαν
δάιαν Ἑλλάδα χώραν.
ΑΓ.
πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
ΧΟ.
ὀτοτοτοῖ, φίλων
ἁλίδονα σώματα πολυβαφῆ
κατθανόντα λέγεις φέρεσθαι
πλαγκτοῖς ἐν διπλάκεσσιν.
ΑΓ.
οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.
ΧΟ.
ἴυζ᾽ ἄποτμον βοὰν
δυσαιανῆ Πέρσαις
δαίοις, ὡς πάντα παγκάκως
ἔθεσαν. αἰαῖ στρατοῦ φθαρέντος.
ΑΓ.
ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·
φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
ΧΟ.
στυγναί γ᾽ Ἀθῆναι δᾴοις·
273 (immo 272). διαφόρων ἐθνῶν.
273. ἐπ᾽ αἶαν Ἑλλάδα δάιαν χώραν. In margine h. v. adscriptum ζ. ΑΛΙΔΟΝΙ (i. e. ζήτει ἁλιδόνα).
278. ὑπὸ τοῦ αἵματος.
280. πλαγκτοῖς: ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ. διπλάκεσι δέ, ταῖς δύο πλαξί, τῆς θαλάσσης τε καὶ γῆς. ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς.
282. ἀντὶ τοῦ προσβολαῖς (Gl.).
284. δυσθρήνητον.
285. διακεκομμένοις.
289. ἡμῖν τοῖς δηΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ.
271. οτοτοῖ τοῦ Μ. 272. πολέα Lachmann.
273. ἦλθεν ἐπ' αἴας Weil.
274. δαΐαν rec., unde δάαν Blomfield: διαν Μ.
275. nuntii notam om. M, add. m.
278. ἁλιδόνα Μ. γρ. μέλεα rec., μέλεα παμβαφῆ Kayser.
280. fort. πλαγκτοὺς. ἐν σπιλάδεσσιν Hartung.
281. paragraphus praefixa in M.
282. ἐν βολαῖσ Μ.
283 sq. fort. ἄποτμον Πέρσαις δυσαιανῆ βοάν. 283. ἴυζε Μ.
285. fort. ὡς δᾷοι.
289. Ἀθῆναι recc.
PERSAE. 19
ΧΟ.
μεμνῆσθαί τοι πάρα
ὡς πολλὰς Περσίδων μάταν
ἔκτισαν εὔνιδας ἠδ᾽ ἀνάνδρους.
ΑΤ.
σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,
τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.
ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ᾽ ἀναπτύξας πάθος
λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως,
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.
ΑΓ.
Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
ΑΤ.
ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
ΑΓ.
Ἀρτεμβάρης δέ, μυρίας ἵππου βραβεύς,
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν·
χώ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
πήδημα κούφον ἐκ νεὼς ἀφήλατο·
291. ματαίως, μηδὲν βλαψάσας (Gl.).
292. ἐποίησαν (Gl.). ὀρφανάς.
295. λείπει ἡ πρός, προσλέξαι. τοιοῦτοι δὲ οἱ συμφοραῖς μεγάλαις κατεχόμενοι.
298. καταστάς: κατάστασιν τοῦ θορύβου λαβών.
299. τίς οὐ τέθνηκεν: καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ, ὡς ὀλίγων ὄντων, παρίστησι δὲ καὶ τὸ πλῆθος τῶν ἀποθανόντων.
300. λαῶν ἀρχόντων (Gl.). ἀρχελείων: τῶν βασιλέων, ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν.
303. ἐνόμιζε γὰρ αὐτὸν τεθνάναι.
306. πετρώδεις. Σιληνίαι αἰγιαλὸς Σαλαμῖνος, (πλησίον add. ex Hesych. s. v. Σεληνίας Blomfield) τῆς λεγομένης Τροπαίου ἄκρας, ὡς Τιμόξενος ἐν τῷ ς' περὶ λιμένων.
293. ἄτοσσα μὴρ ξέρξου paragrapho praescripit m.
295. fort. τὸ μήτε φωνεῖν.
298. καὶ εἰ (corr. in κεἰ m')Μ.
300. ἀρχελάων Robortellus.
302. βλέπει φάος schol. Arist. Ran. 1028: φάοσ βλέπει Μ.
303. 305. paragraphi praefixae in M.
305. ἵππουσ ante ras. Μ.
Ἄγγελος
Τενάγων τ᾿ ἀριστεὺς Βακτρίων ἰθαγενής,
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λιλαῖος, Ἀρσάμης τε καργήστης τρίτος,
οἶδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Αρχτεύς, Ἀδεύης, καὶ φρεσεύης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.
καὶ Μάγος Αραβος Αρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
Ἀμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσιν
Βάκτρα πόλις Περσίδος.
εὐφήμως· κεῖται ἐν Σαλαμῖνι.
τὴν πολυτρήρωνα Σαλαμῖνα παρὰ τὸ Ὁμήρου «πολυτρήρωνά τε θίσβηνα» (Β 502). — κύρισσον: συνέκρουον ἄλλοις ἀλλήλοις schol. rec., ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν.
ταῦτα οὐκ ἔχει τὸν Αἰγύπτιον χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται.
τινὲς ἀντὶ γενικῆς «πυρρᾶς γενειάδος»· καὶ τὸ ἑξῆς, «ἔτεγγεν χρῶτα», ἔβρεχε τῷ αἵματι. δασύτριχον (Gl.).
Μάγος ἐθνικόν, Ἀραβος κύριον.
ὁ ἐκεῖ ἀπελθὼν μετοικήσει τὴν Σαλαμῖνα τὴν σκληρὰν καὶ πετρώδη. — ἐν Σαλαμίνι ἀποθανών (Kirchhoff) με εὐφήμως· παρ᾽ ὅσον ἀνυπόστροφος αὐτῷ ἡ ἐκ ταύτης ἄφοδος γέγονεν.
ἀριστεὺς
ἀριστεὺς
ἄριστοσ
ιθαγενής
ιθαγενής
ιθαγενήσ
—
σποδεῖ
Λιλαῖος
λιλαιος
πελειοθρέμμονα
πελιοθρέμμονα
corr.
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα
fort. δινούμενοι κύρισσον εἰς σκιρὰν
γειτονῶν
γειτόνων
corr.
φρεσεύης
Φερεσσεύης
φερεσσακὴς
οἵδε
οἵ τε
πυρρὰν
πυρὰν
πυρρὰν
πυρσὴν
δάσκιον
δάσκειον
πορφυρᾷ
πορφυρᾷ
πορφυρέα
Μάγος
μάγοσ
Ἀρτάβης
ἀρτάμης
Ἄγγελος
πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,
θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς·
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἰς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχὼν εὐκλεῶς ἀπώλετο.
τοιῶνδ᾽ ἀρχόντων ὑπεμνήσθην πέρι·
πολλῶν παρόντων ὀλίγ᾽ ἀπαγγέλλω κακά.
Ἀτόσσα
αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν,
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Ἄγγελος
ΑΓ. πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βαρβάρων
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξη δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκομποι τάχει
ἡγεμών (Gl.).
λείπει τὸ κακῶν.
ἰαμβικὸς ὁ στίχος.
ἀναλαβών.
ἄξιον ἡγήσασθαι, τολμῆσαι.
προσβολαῖς (Gl.).
λείπει τὸ ἦν.
σημείωσαι τὸ τῶν νεῶν πλῆθος τῶν στρατῶν.
τουτέστι τ᾽· ἐκ τῶν τ᾽ δέκα ἦσαν αἱ ἡγούμεναι ὡς βελτίονες.
θ᾽ ὁ
ὁ
Συέννεσίς
σύννεσίσ (ita scriptum, ut legas συνννεσίσ)
Συέννεσίς
ἄπαρχος
ἄπαρχὸσ
ἔπαρχος
νῦν
post ἀρχόντων supra versum νῦν nuntio continuavit…
βαρβάρων
βάρβαρον
ναυσὶ
ναυσὶ
νεῶν τὸ πλῆθος…
ναῶν
νεῶν
ὑπέρκομποι
ὑπέρκοποι
Ἄγγελος
ἑκατὸν δὲς ἦσαν ἑπτά θ᾽ ὧδ᾽ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχη;
ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχη.
θεοὶ πόλιν σώζουσι Παλλάδος θεᾶς.
Ἀτόσσα
ἔτ᾽ ἄρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;
Ἄγγελος
ΑΓ. ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Ἀτόσσα
ἀρχὴ δὲ ναυσὶν συμβολῆς τίς ἦν φράσον·
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
Ἄγγελος
ΑΓ. ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξη τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
ναῶν ἐπενθορύντες ἄλλος ἄλλοσε
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
σζ᾽ αἱ ἄρισται· ἢ σιδ᾽, ἵνα ᾖ τὸ δὶς ἐκ κοινοῦ.
τὰ τῶν Περσῶν ζυγὰ βαρήσας. «ρέπε δ᾽ αἴσιμον ἦμαρ Ἀχαιῶνα» (Hom. θ 72).
Ἀλκαῖος: «ἄνδρες γὰρ πόλεως πύργος ἀρεύϊος».
Περὶ θεμιστοκλέους: Ἀθηναῖοι μέλλοντες φυγεῖν… Σίκιννον ἔπεμψεν πρὸς Ξέρξην ὡς αὐτομολήσαντα, λέγοντα ὅτι μέλλουσι φυγεῖν οἱ Ἕλληνες, ἵνα ἐν ἀπογνώσει μαχήσωνται.
μενοῖεν Monk: μένοιεν M.
λειφθῆναι
ληφθῆναι
οὐκ ἰσορρόπῳ
εἰσορρόπως ante corr.
σώζουσι
σώζουσι
speaker assignment
paragraphi praefixae: 350 nuntio continuavit et 351 Atossae, 352 nuntio tribuit (Schuetz)
ἐπενθορύντες
ἐπανθορόντες
ἐπενθορόντεσ
ἐκσωσοίατο
ἐκσωσαίατο
Ἄγγελος
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξη, κνέφας δὲ τέμενος αἰθέρος λάβη,
τάξαι νεῶν στίφος μὲν ἐν στοίχοις τρισίν,
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ
ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχω φρενί
δεῖπνόν τ᾽ ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ ἐξήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ὡς ἀπὸ Ξέρξου ὁ λόγος.
κατὰ περίφρασιν τὸν αἰθέρα.
πλῆθος (Gl.).
τὰς ἐξόδους.
ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν· ὡς εἰ ἐξειλήσαιεν οἱ Ἕλληνες, πᾶσιν ἠπείλει κρατοῦς στερηθῆναι· βέλτιον οὖν κράτος ἀντὶ κράτους κτλ.
τροπωτὴρ δὲ ὁ λῶρος ὁ δεσμεύων τὴν κώπην πρὸς τῷ σκαλμῷ.
καὶ νὺξ ἐγένετο… οὐδεὶς Ἑλλήνων ἠξίωσεν (pertinent ad 387).
τὸν
τῶν (corr. in τὸν)
ἔκπλους… νῆσον
invertit (371 pro 370)
ναυσὶν
νηυσὶν
κρατὸς
κρατὸσ
δεῖπνόν τ᾽
δεῖπνον
δεῖπνόν τ᾽
…
φθέγγοσ (expunxit ἡ πρῶτη χείρ)
Ἄγγελος
ἐς ναῦν ἐχώρει, πᾶς δ᾽ ὅπλων ἐπιστάτης.
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,
πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος.
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ᾽ ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχω θράσει·
σάλπιγξ δ᾽ αὐτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θεῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
ἐπιστήμων (Gl.).
τῆς πολεμικῆς (Gl.).
τὰ τῶν Ἑλλήνων ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ.
ῥοθιάδος· τῆς ἠχητικῆς ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης.
τὸ θεμιστοκλέους· τὸ ἀριστερὸν καὶ τὸ μέσον.
στόλον λέγει παρ᾽ ὅσον εἰς ὀξὺ συνεσταλμέναι εἰσίν.
τάξις
τάξεισ
ναῶν
νεῶν
ηὐφήμησεν
εὐφήμησεν
—
in margine addidit m.
σάλπιγξ δ᾽ αὐτῇ
δ᾽ supra versum
Ἄγγελος
πολλὴν βοήν· ὦ παῖδες Ἑλλήνων ἴτε,
ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.
καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηῒ χαλκήρη στόλον
ἔπαισεν· ἦρξεν δ᾽ ἐμβολῆς Ἑλληνικὴ
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν·
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον.
φυγῇ δ᾽ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος·
σημείωσαι.
τάφους.
τὸν ἔμβολον παρὰ τὸ εἰς ὀξὺ συνεστάλθαι· τὴν ναῦν δόρυ εἴρηκεν.
ἀντὶ τοῦ Περσίδος (Gl.).
ἀντὶ τοῦ δή (Gl.).
μεταξὺ Σαλαμῖνος καὶ Αἰγίνης τὸ στενὸν ἦν.
παράλογον τὸ δυϊκόν.
οὐχ ἁπλῶς οὐδὲ ἀδιδάκτως.
ἀντὶ τοῦ «αἱ νῆες».
ναυάγιον τὸ σκεῦος· διὰ τοῦτο «ναυαγίων» βαρυτόνως· τῶν σωμάτων (πτωμάτων schol. rec.), τῶν Περσῶν δηλονότι.
τὰ πρῶτα μέν νυν
μὲν νῦν
ὑφ᾽ αὑτῶν
ὑπ᾽ αὐτῶν
ὑφ᾽ αὑτῶν
… ἀρωγὴ δ᾽ οὔτις … παρῆν, αὐτοὶ δ᾽ … ἔθραυον στόλον
verba «ἀρωγὴ … παρῆν» et «ἔθραυον στόλον» permutat.
ἀκόσμως
ἀκόσμῳ
Ἄγγελος
τοὶ δ᾽ ὥστε θύννους ἢ τιν᾽ ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων
ἔπαιον, ἐρράχιζον, οἰμωγὴ δ᾽ ὁμοῦ
κωκύμασιν κατείχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα
στοιχαγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέρᾳ μιᾷ
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
ΑΤ.
ΑΤ. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
Ἄγγελος
ΑΓ. εὖ νυν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν·
τοιᾶδ᾽ ἐπ᾽ αὐτοῖς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
ΑΤ.
ΑΤ. καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη;
λέξον τίν᾽ αὖ φῄς τήνδε συμφορὰν στρατῷ
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Ἄγγελος
ΑΓ. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
ἄγραν (Gl.).
ἐρείπια κυρίως τὰ τῶν οἴκων· νῦν δὲ τὰ θραύσματα τῶν νεῶν.
λείπει «τὴν μάχην»· ἕως ἡ νὺξ ἐπιγινομένη ἔπαυσεν αὐτούς.
Ἰων ἐν ταῖς Ἐντεδιμίαις… Αἰσχύλον ἐν τοῖς Σαλαμινιακοῖς φησί.
ἐφεξῆς λέγοιμι, στοιχομυθοίην.
πλῆθος ἀνθρώπων τοσοῦτον τῷ ἀριθμῷ· μήποτε δὲ «τοσουτάριθμον» θέλει.
εὔκαιρος ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει ἀτυχησάντων.
τῇ κακῇ (κακῶν schol. rec.) δηλονότι.
μείζονα.
ἐρειπίων
εριπίων
οἰμωγὴ
οἰμωγῆς
εὐχωλή
οἰμωγὴ
στοιχαγοροίην
στοιχοιγαροίην
στοιχηγοροίην vel στιχηγοροίην
μηδάμ᾽
μὴδ᾽ ἄν
μηδάμ᾽
τοσουτάριθμον
τοσοῦτ᾽ ἀριθμὸν
πέλαγος … ἔρρωγεν
ἔρρωνται (corr. ἔρρωγε ml)
εὖ νυν
νῦν
τῆσδ᾽ ἔτ᾽
τῆσδέ τ᾽
τῆσδ᾽ ἔτ᾽
κεὐγένειαν
καὶ εὐγένειαν
Ἄγγελος
αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Ἄτοσσα
οἳ γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ τούσδε φῄς ὀλωλέναι;
Ἄγγελος
νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
ἐνταῦθα πέμπει τούσδ᾽ ὅπως ὅτ᾽ ἐκ νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων·
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἀπὸ
θώμιγγος ἰοὶ προσπίτνοντες ὄλλυσαν,
τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ὅπου
εἰς πίστιν ἐν πρώτοις· ὅ ἐστι «πιστικώτατοι».
Ψυττάλειαν φησί· ἀπέχει πρὸς ἤπειρον σταδίους εʹ, ὅπου φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπ᾽ Ἀθηναίων ἀπώλοντο.
ὁ θεὸς ὁ Πάν.
ἢ ὡς ἱερᾶς οὔσης Πανός, ἢ ὡς ἔρημος.
ὁ Ξέρξης.
ἀντὶ τοῦ «μετὰ φθορᾶς ἐξέλθοιεν».
σκοπῶν.
τῆς ναυμαχίας.
θῶμιγξ λέγεται τὸ λεπτὸν σχοινίον.
τεθνᾶσιν
οἰκτρῶς
αἰκῶς
οἳ γὼ
οἱ ἐγὼ
φῄς
φηις
ναυσίν
νηυσίν
ὅτ᾽ ἐκ
ὅτ᾽ ἂν
ὅτ᾽ ἐκ
ἐκσῳζοίατο
ἐξσωζοίατο
ἐξοισοίατο
στρατόν
στρατῶν
ναῶν
νεῶν
ὄλλυσαν
ὤλλυσαν
ὄλλυσαν
Ἄγγελος
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
Ξέρξης δ᾽ ἀνώμωξεν κακῶν ὁρῶν βάθος
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
ἵησ᾽ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
Ἄτοσσα
ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
σὺ δ᾽ εἰπὲ ναῶν αἱ πεφεύγασιν μόρον,
ποῦ τάσδ᾽ ἔλειπες· οἶσθα σημῆναι τορῶς;
Ἄγγελος
ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην
κατ᾽ οὗρον οὐκ εὔκοσμον αἴρονται φυγήν.
στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ᾽, οἳ μὲν ἀμφὶ κρηναῖον γάνος
ἀπὸ τῶν ὑδάτων ἡ μεταφορά.
καθαράν, κεχωρισμένην· ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει τὸ ἀντικρὺ Σαλαμῖνος Αἰγάλεων, ὡς Ἡρόδοτος (VIII 90).
φυγεῖν δῆλον ὅτι.
ψευσθῆναι ἐποίησας τῶν φρενῶν καὶ ἀποτυχεῖν ὧν ἤλπιζον.
ἐπὶ Δαρείου.
ἐκεῖ, φησίν, ἀπίασιν ὅπου ὁ ἄνεμος αὐτοὺς φέρει.
παίουσι
χρεωκοποῦσι (corr. in χρεοκοποῦσι)
πελαγίας
πελαγίας
—
ἀνώμωξεν
ἀνώμωξεν
πάρα
παρὰ
ηὗρε
εὗρε
τοσόνδε
τοσῶν δὲ
πεφεύγασιν
πεφεύγασι
ναῶν
νεῶν
αἴρονται
αἱροῦνται
αἴρονται
Ἄγγελος
δίψῃ πονοῦντες, οἳ δ᾽ ὑπ᾽ ἄσθματος κενοί
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχεὶος ἄρδει πεδίον εὐμενεῖ ποτῷ.
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
καὶ θεσσαλῶν πόλεις ὑπεσπανισμένους
βορᾶς ἐδέξαντ᾽· ἔνθα δὴ πλεῖστοι θάνον
δίψῃ τε λιμῷ τ᾽· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ᾽, ἐπ᾽ Ἀξίου πόρον,
Βόλβης θ᾽ ἔλειον δόνακα, Παγγαίον τ᾽ ὄρος,
Ἠδωνίδ᾽ αἶαν. νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς
χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος· θεοὺς δέ τις
τὸ πρίν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον.
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε θερμαίνων φλογί·
πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν· ηὐτύχει δέ τοι
ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
οἷον μετὰ ἄσθματος.
ὁ Σπερχεῖος ἐξ Αἰνιάνων ῥέων εἰς τὸν Μηλιακὸν κόλπον ἐμβάλλει.
Βόλβη· λίμνη θρᾳκική.
παρὰ καιρόν.
Στρυμών· ποταμὸς θρᾴκης.
κρυστάλλῳ πεπηγότα· τὸ ἑξῆς «διαπερᾷ».
διελθεῖν καὶ ῥεῦσαι ἐποίησεν.
πόλεις
πόλισ
πόλεις
ἐδέξαντ᾽
ἐδέξαντο
Βόλβης
βολβῆς
σεσωμένος
σωσμένος
σεσωμένος
ηὐτύχει
εὐτυχεῖ
ηὐτύχει
30 AESCHYLI
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
θρήκην περάσαντες μόγις πολλῷ πόνῳ,
ἤκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ᾽ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ᾽ ἔστ᾽ ἀληθῆ· πολλὰ δ᾽ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
ΧΟ.
ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
ΑΤ.
οἳ 'γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα γῇ τε καὶ φθιτοῖς δωρήματα
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν·
ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις,
ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ 'πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ,
514. τὴν Περσίδα, τὴν ἔχουσαν αὐτῶν τὴν ἑστίαν.
520. πεφονευμένου (Gl.).
523. οὐκ ἀληθῶς. αὐτά· ἀντὶ τοῦ τὰ ὀνείρατα.
524. ἡ ὑμῶν κρίσις ἡ λέγουσα μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ.
527. πέλανον: πεπεμμένον πλακοῦντα.
528. οἶδα μὲν ὅτι τὸ κακὸν ἤδη ἐγένετο· ἀλλὰ κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξωμαι (εὔξομαι Robort.).
514. ὥστε νῦν Μ, σ superscr. m.
517. ἐγκατέσκηψε Μ.
519. ἐνήλλου recc.
520. οἳ ἐγὼ Μ.
523. αὔτ᾽ Μ, αὐτ' m.
527. πέλανὸν Μ.
530. ὑμᾶς recc.: ἡμᾶς Μ.
530-534 post 853 collocat Nikitin.
531. πιστοῖσι recc.
προσθῆται Turnebus: πρόσθητε Μ.
534. καί τι recc. : κέτι Μ.
PERSAE. 31
παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
ΧΟ.
ὦ Ζεῦ βασιλεῦ, νῦν Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας.
πολλαὶ δ᾽ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι διαμυδαλέοις
δάκρυσι κόλπους
τέγγουσ᾽, ἄλγους μετέχουσαι.
αἱ δ᾽ ἁβρύγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.
νῦν δὴ πρόπασα μὲν στένει
γαῖ᾽ Ἀσιὰς ἐκκενουμένα·
Ξέρξης μὲν ἤγαγεν, ποποῖ,
Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ,
Ξέρξης δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως
βαρίδες τε ποντίαι.
541. κατασχίζουσαι, ἐνεργητικῶς.
544. ἁβρύγοι αἱ ἐντρυφῶσαι τοῖς δάκρυσιν.
550. βαστάζω.
552. τῶν ἀνδρῶν.
553. εἰς τὸν πόλεμον.
556. βαρίδες αἱ νῆες.
540. ἁπαλαῖς Μ.
541. fort. διαμυδαλέους.
551. νῦν δὴ Porson: νῦν γὰρ δὴ Μ.
552. Ἀσίας Μ, Ἀσὶς Blomfield. ἐκκεκενωμένα Hermann et Prien.
553. μὲν Arnaldus: μὲν γὰρ Μ. ἄγαγεν Blomfield.
555-64 in margine adscripsit m.
556. βαρίδεσσι ποντίαις recc.
32 AESCHYLI
τίπτε Δαρεῖος μὲν οὕ-
τω τότ᾽ ἀβλαβὴς ἐπῆν
τόξαρχος πολιήταις,
Σουσίδαις φίλος ἄκτωρ;
πεζούς τε καὶ θαλασσίους
αἵ δ᾽ ὁμόπτεροι κυανώπιδες
νᾶες μὲν ἄγαγον, ποποῖ,
νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ,
νᾶες πανωλέθροισιν ἐμβολαῖς,
διὰ δ᾽ Ἰαόνων χέρας;
τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽
αὐτὸν ὡς ἀκούομεν
θρήκης ἀμ πεδιήρεις
δυσχίμους τε κελεύθους.
τοὶ δ᾽ ἄρα πρωτόμοροι, φεῦ,
λειφθέντες πρὸς ἀνάγκαν, ἠέ,
ἀκτὰς ἀμφὶ Κυχρείας, δᾶ,
στένε καὶ δακνάζου,
560. βασιλεύς.
566. περισσοὶ οἱ δύο δὲ καὶ τὸ ὡς. τὸ δ᾽ ἑξῆς· μόγις δὲ διαφυγεῖν ἀκούομεν τὰς χεῖρας Ἰαόνων τὸν ἄνακτα.
568 (i. 567). ὃ ἡμεῖς λέγομεν παρ᾽ ὀλίγον.
571 (574). περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι.
πρωτόμοροι: οἱ πρῶτοι ἀποθανόντες. τὸ ἑξῆς τούτου ἐστί, σκύλλονται (σκύλονται m) πρὸς ἀναύδων.
572. πρὸς ἀνάγκαν: τὴν τοῦ θανάτου. Ὅμηρος· »ἐπεὶ κατὰ μοῖρ᾽ ἐπέδησεν« (λ 291).
573. τῆς Σαλαμῖνος.
574. παραγώγως ἀντὶ τοῦ δάκνου.
557. τίπτε rec.: τί ποτε m.
559. πολιήταις Victorius: πολήταις m.
560. Σουσίδαις recc.: σουσίδεσ m (ο superscr. m1).
561. τε καὶ rec.: τε γὰρ καὶ m.
561sq. θαλασσίους λινόπτεροι Schuetz.
565. πανωλέθροισιν recc.: πανολέθριοισιν, ο in ω ab m1 mutato, M.
566. αἵ τ᾽ . . χέρες Enger, ἡδ' . . χέρες Dindorf.
569. ἀμπεδιήρεις Μ.
570. δυσχίμους Arnaldus: δυσχείμερους Μ.
571sq. πρωτομόροιο, φεῦ, ληφθέντες (ληφθέντες recc.) πρὸς ἀνάγκας Blomfield.
573. ἀκτὰς ἀμφι Κυχρείας Μ (π superscr. m).
PERSAE. 33
βαρὺ δ᾽ ἀμβόασον οὐ-
ράνι᾽ ἄχη, δᾶ,
τεῖνε δὲ δυσβάϋκτον
βοᾶτιν τάλαιναν αὐδάν.
γναπτόμενοι δ᾽ ἁλὶ δεινά, φεῦ,
σκύλλονται πρὸς ἀναύδων, ἠέ,
παίδων τᾶς ἀμιάντου, δᾶ,
πενθεῖ δ᾽ ἄνδρα δόμος στερηθείς·
τοκέες δ᾽ ἄπαιδες ἐραδαι-
μόνι᾽ ἄχη, δᾶ,
δυρόμενοι γέροντες
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν
οὐκέτι περσονομοῦνται,
οὐδ᾽ ἔτι δασμοφοροῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ᾽ ἐς γᾶν προπίτνοντες
ἄζονται· βασιλεία
γὰρ διόλωλεν ἰσχύς.
οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν
575. ἕως τοῦ οὐρανοῦ βόησον τὰ ἄχη.
577. θρηνητικήν (Gl.).
578. βοητικήν.
580. τῶν ἰχθύων.
581. τῆς θαλάσσης· αὐτὴν γὰρ λέγει ἀμίαντον.
582. λείπει πᾶς.
588. ὑπὸ Περσῶν ἄρχονται.
592. τὰ τοιαῦτα πάντα κτητικὰ μακρὸν ἔχει τὸ ἄ.
(591) αἱ γὰρ βασιλεῖαι ἔχουσι τοῦτο.
594. οὐδένα γὰρ δεδίασιν οἱ ὑπήκοοι ἔτι. ἠλευθέρωται οὖν αὐτῶν ἡ γλῶσσα πρὸς τὸ καὶ κακηγορεῖν βασιλέα.
579. δ' Ἁλοσύδνας Naber.
580. σκύλλονται recc.: σκύλονται Μ.
582. δόμο et in marg. ζτ Μ.
583 sq. ἄπαιδες ἔρρανται δαιμόνι' recc., ἄπαιδες δαιμόνι' Porson, fort. ἄπαιδες οὐράνια.
583. τοκέες Porson: τοχῆες M.
591. οὐδ' Heath: οὔτ᾽ Μ. προπίτνοντες recc.: προσπίτνοντες Μ.
592. ἄζονται Halm: ἄρξονται Μ. βασίλεια recc.: βασιλεία ἡ βασιλικὴ Μ.
34 AESCHYLI
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
αἱμαχθεῖσα δ᾽ ἄρουραν
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσῶν.
ΑΤ.
φίλοι, κακῶν μὲν ὅστις ἔμπορος κυρεῖ,
ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φιλεῖ·
ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι
τὸν αὐτὸν αἰεὶ δαίμον᾽ οὐριεῖν τύχης.
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος.
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
597. ἡ ἀλκή.
600. σώματα.
601. ἔθος ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν φαντάζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν.
605. οὐριεῖν: οὐριοδρομεῖν. παρὰ τὸ Ὁμηρικόν (σ 136)· »τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ᾽ ἦμαρ ἄγῃσιν.«
607. ἀνταῖα: ἐναντία μοι φαίνεται τὰ θεῶν· οἷον, ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς.
608. οὐ παιώνιος, ἀλλὰ φθαρτικός.
612. πατρὶ παιδός. (legitur post v. 618 in fine paginae) σημείωσαι τὸ εἶδος τῶν χοῶν.
597. fort. οἷς. ἀλκῆς, η in α mutato, Μ.
598. ἄρουραν Porson: ἄρουρα Μ.
600. Περσᾶν Blomfield.
601. ἔμπειρος recc.
601 sqq. fort. φίλοι, βροτείων ὅστις ἐμπειρὴς κυρεῖ, ἐπίσταται, κακῶν μὲν ὡς ὅταν τινὰ κλύδων ἐπέλθῃ.
605. τύχας Blomfield, praestat τύχην, quod Blomfieldio tribuit Dindorf.
607. ὄμμασί τ᾽ ἀνταῖα Μ.
612. ἔστειλα recc.: ἐστείλατο M, fort. ἔστειλα, τέκνου πατρὶ.
PERSAE. 35
φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια,
βούς τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τ᾿ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·
τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,
ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ᾽ ἐγὼ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
ΧΟ.
βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.
ἀλλὰ χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων,
πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.
614. λευκῆς, ἢ ἀγελαίας, ἢ ἀσινοῦς.
615. φαιδρόν (Gl.).
616. σὺν ὕδατι πηγαίῳ. — καθαρᾶς (Gl.).
617. ἀγριοποιοῦ διὰ τὴν μέθην.
619. ἀεὶ γὰρ ἔχει τὰ φύλλα· διὸ προσέθηκεν ἐν φύλλοισι θαλλούσης (θαλούσης m) πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκής.
621. στέμματα.
623. ὡς θεὸς γὰρ παρὰ Πέρσαις τιμᾶται.
626. τιμία παρὰ Πέρσαις (Gl.).
633. τὴν Δαρείου.
613. μειλικτήρια recc.: μηλικτήρια Μ.
621. πλεκτὰ Μ, ε super η scripsit m.
623 sq. in marg. ζτ Μ.
624. ἀνακαλεῖσθε recc.: ἀνακαλεῖσθαι Μ, ἀγκαλεῖσθε Dindorf.
36 AESCHYLI
ἦ ῥ' ἀίει μου μακαρίτας
ἰσοδαίμων βασιλεὺς
βάρβαρα σαφηνῆ
ἱέντος τὰ παναίολ' ἀ-
φανῆ δύσθροα βάγματα;
παντάλαν᾽ ἄχη διαβοάσω;
νέρθεν ἄρα κλύει μου;
ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι
χθονίων ἀγεμόνες,
δαίμονα μεγαυχῆ
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων,
Περσᾶν Σουσιγενῆ θεόν·
πέμπετε δ᾽ ἄνω οἷον οὔπω
Περσὶς αἷ᾽ ἐκάλυψεν.
ἦ φίλος ἀνήρ, φίλος ὄχθος·
φίλα γὰρ κέκευθεν ἤθη.
Ἀϊδωνεὺς δ᾽ ἀναπομ-
πὸς ἀνείης Ἀϊδωνεὺς
Δαρεῖον, οἷον ἄνακτα Δαρειάν, ἠέ.
οὔτε γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ᾽ ἐκικλή-
636. μακαρίτης ὁ τεθνεώς, μακάριος ὁ ζῶν.
640. θρηνητικά.
645. τὸν καταχθόνιον.
646. αἰνέσατε ἐλθεῖν ἐξ Ἅιδου.
650. τάφος (scripsit M).
654. τὸν μόνον γενόμενον βασιλέα διὰ τὸ κηδεμονικόν. ἔοικε δὲ ὁ Δαρεῖος καὶ Δαρειὰν λέγεσθαι. ἢ τὴν Δαρείαν ψυχὴν ἀνάπεμψον.
636. μου recc.: μοι Μ.
639. ἱέντος Μ.
640. βάγματ', ή Dindorf.
641. fort. λίαν βοάσω;
645. μεγαυχῆ rec.: μεγαλαυχῆ Μ.
646. versui adscripsit m litteram α (sc. primam litteram scholii αἰνέσατε, quod postmodum alio loco exaravit).
648. πέμπεται Μ. τὸν οἷον Bothe.
650. ἀνήρ Burney: ἀνὴρ Μ. φίλος Arnaldus : ἢ φίλος Μ.
653. ἀνείης Brunck: ἂν εἴη Μ.
654. Δαρείαν Μ.
655. οὐδὲ Dindorf. ἀπώλλυ recc.: ἀπόλλυ Μ.
PERSAE. 37
σκετο Πέρσαις, θεομήστωρ δ'
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ἐποδώκει, ἠέ.
βαλλὴν ἀρχαῖος βαλλὴν
ἔθι, ἱκοῦ,
ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμ-
βον ὄχθου, κροκόβαπτον
ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιάρας
φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
ὅπως καινά τε κλύῃς
νέα τ᾽ ἄχη
δέσποτα δεσπότου,
φάνηθι. Στυγία γάρ
τις ἐπ᾽ ἀχλὺς πεπόταται·
νεολαία γὰρ ἤδη
κατὰ πᾶσ᾽ ὄλωλεν.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.
αἰαῖ αἰαῖ.
ὦ πολύκλαυτε φίλοισι θανών,
τί τάδε δυνατὰ δυνατὰ
659. ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει.
660. βαλλῆνα τὸν βασιλέα. Εὐφορίων δὲ θουρίων φησὶ τὴν διάλεκτον. -- βαλλήν: βασιλεὺς κατὰ θουρίους.
664. εἶδος ὑποδήματος.
665. τιάρας: τῆς κυρβασίας.
666. φαίνων, δεικνύων τῆς περικεφαλαίας τὸν λόφον.
675. ὡς ἐπῳδῇ κέχρηται τῇ »βάσκε πάτερ«.
678. ἀντὶ τοῦ δυνάστα.
659. ἐποδώκει Μ, εὖ ἐποδώκει m, εὖ ποδούχει Dindorf.
661. ἱκοῦ Μ.
665. τιάρας lemma schol.: τιήρας Μ.
667. Δαριάν οἴ m, fort. Δαριαῖε.
673. νεολαία Μ (ε superscr. m).
Aeschylus ed. Wecklein. 4
38 AESCHYLI
περὶ τῷ σᾷ δίδυμα διαγόεν ἁμάρτια
πάσᾳ γᾷ τᾷδε
ἐξέφθενται τρίσκαλμοι
νέες ἄναες ἄναες.
Δαρείου εἴδωλον.
ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς,
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ᾽, ἐστὶ δ᾽ οὐκ εὐέξοδον,
ἄλλως τε πάντως χοὶ κατὰ χθονὸς θεοὶ
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω· τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου.
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;
ΧΟ.
σέβομαι μὲν προσιδέσθαι,
679. δύο, Πέρσου καὶ Ξέρξου. – ἁμάρτια: ὁμοῦ ἡρμοσμένα. τινὲς (per compendium, quod γρ., sed facile commutatur eo quod τινὲς significat) δὲ τὰ ἁμαρτήματα.
682. αἱ μηκέτι νῆες. ἀπώλοντο γάρ.
683. ὑποκρίνεται ὁ Δαρεῖος. – ἐκ πιστῶν πατέρων πιστοὶ υἱοί.
689. μεγάλως θρηνοῦντες.
690. οὐκ εὐέξοδον: οὐ δυνατὸν ταχέως ἐξιέναι. ἀπολογεῖται δὲ ὡς βραδύνας.
693. μεγάλα δυνηθεὶς παρ᾽ αὐτοῖς.
695. νεωστὶ παρὰ τὴν αἰχμὴν γενόμενον (l. γενόμενον, παρὰ τὴν αἰχμήν).
679. ἁμάρτια Μ, δι᾿ ἁμάρτια m.
680. πᾶσαν γᾶν τάνδε Μ, πάσᾳ γᾷ τᾷδε corr. m.
681. ἐξέφθινται Blomfield: ἐξέφυντ' (οι superscr. m) αἱ Μ, ἐξέφθιντ' αἱ vel ἐξέφθινθ᾽ αἱ recc.
684. πόλει (ϊ superscr. m) M.
689. ὀρθιάζοντες Robortellus: ῥοθιάζοντες Μ.
690. καλεῖσθε recc.: καλεῖσθαι Μ.
694. τάχυνε Μ (α superscr. m).
695. ἐμβριθὲς Μ, ἐμβριθὲς m.
696. σέβομαι Μ.
PERSAE. 39
σέβομαι δ᾽ ἀντία λέξαι
σέθεν ἀρχαίῳ περὶ τάρβει.
ΔΑ.
ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
ΧΟ.
δίεμαι μὲν χαρίσασθαι,
δίεμαι δ᾽ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν.
ΔΑ.
ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενές γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.
ΑΤ.
ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,
ὡς, ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου, ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ᾽, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.
ΔΑ.
τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;
ΑΤ.
οὐδαμῶς, ἀλλ᾽ ἀμφ' Ἀθήνας πᾶς κατέφθαρται στρατός.
700. μήκους ἐχόμενον.
702. τὰ πρὸς χάριν εἰπεῖν δεδίαμέν σοι ἀληθεῦσαι· λυπηθήσῃ γάρ.
703. δέδια.
708. γνώμη praescriptum 7 (i. e. γνώμη).
710. ἐν τῷ μακρῷ τοῦ βίου χρόνῳ. – ὁ μείζων (Gl.).
714. εἰπεῖν ἔπος.
716. σημείωσαι τὸ ὡς ἔπος εἰπεῖν (l. εἰπεῖν ἔπος).
699. πεπεισμένος addidit m.
702. 703. δίεμαι Hermann: δείομαι Μ, δίομαι recc.
705. personam om. M, addidit m. παλαιόν σοι Μ.
707. σαφὲς corr. in σαφές Μ.
708. δή τοι Dindorf.
710. γίνεται Μ.
711. εὐτυχεῖ πότμῳ recc.: εὐτυχῆ (εῖ in η mutatum in litura) πότμον Μ.
715. βραχεῖ λόγῳ recc.
716. εἰπεῖν ἔπος recc. (et notatio schol.): ἔπος εἰπεῖν Μ.
718-740. paragraphi praefixae in M
40 AESCHYLI
ΔΑ.
τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
ΑΤ.
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
ΔΑ.
πεζὺς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;
ΑΤ.
ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
ΔΑ.
πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὺς ἤνυσεν περᾶν;
ΑΤ.
μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.
ΔΑ.
καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῆσαι μέγαν;
ΑΤ.
ὧδ᾽ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
ΔΑ.
φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
ΑΤ.
ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
ΔΑ.
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;
ΑΤ.
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
ΔΑ.
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
ΑΤ.
πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
ΔΑ.
ὦ πόποι κεδνῆς ἀρωγῆς καπικουρίας στρατοῦ.
ΑΤ.
Βακτρίων δ' ἔρρει πανώλης δῆμος οὐδέ τις γέρων.
ΔΑ.
ὢ μέλεος, οἷαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.
ΑΤ.
μονάδα δὲ Ξέρξην ἔρημον φασὶν οὐ πολλῶν μέτα —
ΔΑ.
πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
719. Ἡρόδοτος (VII 2) ζ' φησὶ Δαρείου παῖδας εἶναι, Ἑλλάνικος δὲ ιά.
720. τὸ ἅπλωμα, περιφραστικῶς τὴν ἤπειρον.
722. καὶ ναυτικὸν καὶ πεζόν (Gl.).
724. ὥστ᾽ ἐπέχειν τὸ ὕδωρ καὶ συνέχειν τὸν πόρον.
725. τὸν Ἑλλήσποντον (Gl., et in marg. superiore ante 708 legitur Βόσπορον: τὸν Ἑλλήσποντον).
726. ἴσως καὶ συνήργησεν αὐτῷ δαίμων τις.
730. τῶν ναυτικῶν φθαρέντων οἱ ἐν φυταλίᾳ (Ψυτταλείᾳ schol. rec.) εὐάλωτοι γεγένηνται.
733. τῆς ἀπολομένης.
734. ὅ ἐστι πάντες νέοι.
737. διαπράττεσθαι. — ἐν ἐρωτήσει.
ναύτης
ναύτις
ναύτης
δυοῖν στρατευμάτοιν
δυοῖν στρατευμάτοιν
δοιοῖν στρατηλάτοιν
τοσόσδε πεζὺς ἤνυσεν περᾶν
τόσσος δε Μ. ἥνυσεν πέρᾶν
κλῆσαι
κλῆισαι
κλῆισαι, ει super ι scripsit
ὧδ᾽
ὥδ᾽
ἤνυσεν
μέγ᾽ ἄστυ
ἤνυσεν
Σούσων
οὐσῶν
σούσων
κενανδρία, littera finali (ν?) oblitterata
κἀπικουρίας
κἀπικουρία
σ adpinxit
οὐδέ τις
οὐ δή
PERSAE. 41
ΑΤ.
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
ΔΑ.
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;
ΑΤ.
ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτο κοὐκ ἔνι στάσις.
ΔΑ.
φεῦ, ταχεῖα γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ' ηὔχουν ἐκτελευτήσειν θεούς.
ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν εὑρῆσθαι φίλοις.
παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισεν σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ,
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
θνητὸς ὢν θεῶν δὲ πάντων ᾤετ᾽, οὐκ εὐβουλίᾳ,
καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ᾽ οὐ νόσος φρενῶν
εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
ΑΤ.
ταῦτα τοῖς κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις
738. τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην. — γρ. φυγεῖν (Gl.).
740. ἀμφιβολίας (ἀμφιβολία Victorius). τοῦτο οὐκ ἄδηλον.
741. ὡς τοῦ Δαρείου (μαντείου Kirchhoff) εἰπόντος αὐτὸν ἀποβαλεῖν πολὺν στρατόν.
744. ὅταν, φησί, σπουδάζῃ τις εἰς κακὰ ἢ εἰς καλά, ὁ θεὸς συνεπιλαμβάνεται.
747. διὰ τὸ ἱδρύσθαι αὐτόθι Διὸς ἱερόν, ὡς Μνασέας· ἢ τὸν ἀνειμένον, ὡς ἱερὸν ἰχθύνα (Homer. Π 407.).
753. δέδοικα μὴ ὁ πολὺς πλοῦτος ἁρπαγῇ ὁ ἐμὸς ὑπὸ τοῦ φθάσαντος.
754. τοῦ καταλαμβάνοντος (Gl.).
γαῖν
γαῖν
ἐν
δοιοῖν
κοὐκ
κοὐκ
γ᾽ οὐκ
Ατοσσα. ΔΑ. praefixit
ἀπέσκηψεν
ἀπέσκηψεν
ἐπέσκηψεν
εὑρῆσθαι
εὑρῆσθαι
ἤνυσεν
ἤνυσεν
ἤνυσεν
ἤνυσεν
θεῶν δὲ
θεῶν τε
ἂν δὲ θεῶν τε
νόσος
νόος
νόσος corr.
ἁρπαγή
ἁρπαγή corr. in ἁρπαγῆς
ταῦτα
ταῦτά του
Ατοσσα. ΔΑ. praefixit
λέγουσι δ᾽ ὡς
Ξέρξης λέγουσιν ὡς
μέγαν
μέγαν
μέγα
42 AESCHYLI
ΑΤ.
πλοῦτον ἐκτήσω σὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.
ΔΑ.
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
ἕν᾽ ἄνδρ᾽ ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ.
ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκεν πᾶσιν εἰρήνην φίλοις·
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ·
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
758. οἰκουρεῖν.
761. τοῖς προτρεψαμένοις. – (763) εἰς φθορὰν χωρῆσαν.
763. ἐκενώθη τὰ Σοῦσα.
769. ὁ Ἀρταφέρνης, ὃν ἐτυμολογεῖ ὁ ἀρτίας ἔχων φρένας. ὁ Ἀρταφρένης ἐξ ἐτυμολογίας.
770. (in margine superiore ante v. 751) Κῦρος πρῶτος προσεκτήσατο Πέρσαις τὴν ἀρχὴν Μήδων ἀφελόμενος. Κύρου υἱὸς Καμβύσης, ἀδελφοὶ δὲ κατὰ Ἑλλάνικον Μάραφις, Μέρφις.
773. συνήγαγεν τῇ ἰδίᾳ δυνάμει.
775. Καμβύσης.
ἦν γὰρ
ἦν γὰρ
α superscr.
ᾠακοστρόφουν
ᾠακοστρόφουν
οαποστρόφουν
ἤλασεν
ἤλασε
ἤχθηρεν
ἤχθηρεν
ηὔθυνε
ηὔθυνε
ἤθυνε mutatum in ἔθυνε
Μάρδος
δ' εμάρδοσ
ισ superscripsit
πάτρᾳ
πάτρης
α superscr.
PERSAE. 43
ΔΑ.
θρόνοισί τ᾿ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος.
ἕκτος δὲ Μάραφις, ἕβδομος δ᾽ Ἀρταφρένης.
κἀγὼ πάλου τ᾽ ἔκυρσα τοῦπερ ἤθελον
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ.
ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει·
Ξέρξης δ᾽ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς.
εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς, οἱ κράτη τάδ᾽ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματ᾽ ἔρξαντες τόσα.
ΧΟ.
τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
ΔΑ.
εἰ μὴ στρατεύοισθ᾽ ἐς τὸν Ἑλλήνων τόπον,
μηδ᾽ εἰ στράτευμα πλεῖον ἢ τὸ Μηδικόν.
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
ἡ γραφὴ ἡμάρτηται. τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν, οὔτε γένος, οὔτε ὄνομα. μήποτε οὖν γραπτέον »Μάρδις αἰσχύνη πάτρᾳ«. ὁμωνύμως (ὁμώνυμος schol. rec.) γὰρ εἶναι ἴσως ὑπεκρίνετο Μερδίᾳ τῷ Κύρου παιδί, ἀδελφῷ τε Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ, ὅτι μάγος ὢν πῶς ἔσπασε (περιέσπασε Dindorf, παρέσπασε Vitelli) τὴν Περσῶν ἀρχὴν εἰς μάγους.
778. τοῦτον Ἑλλάνικος Δαφέρνην καλεῖ.
781. (pertinet ad 780) κακῶς. μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν.
781. ὁ δὲ ἀντὶ τοῦ δή, νῦν.
784. praescriptum 7 ut 714.
787. οἱ πρὸ τοῦ βασιλεύσαντες ἡμεῖς.
788. ὅσα νῦν.
794. αὐτὴ ἡ Ἑλλάς (Gl.). – ἡ Ἀτθίς.
ἕβδομος δ'
inter μάραφις et ἕβδομος supra versum positum TB
ἕβδομος δ'
ἕβδομος
τ'
τ'
δ'
πολλὰ σὺν πολλῷ
πολλὰ σὺν πολλῷ
πολλὰς σὺν πολῷ
alterum λ addidit
προσέβαλον
προσέβαλον
νέος ἐὼν νέα φρονεῖ
ὢν νέος
φρονεῖ νέα
paragraphis personarum vices notat
44 AESCHYLI
ΧΟ.
πῶς τοῦτ᾽ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
ΔΑ.
κτείνουσα λιμῷ τοὺς ὑπερκόλλους ἄγαν.
ΧΟ.
ἀλλ᾽ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
ΔΑ.
ἀλλ᾽ οὐδ᾽ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
ΧΟ.
πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
ΔΑ.
παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ.
κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπός ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα καθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
796. καρποὺς ἀρκοῦντας μὴ ἔχουσα.
797. εὔμετρον.
803. ἀφ᾽ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται.
804. οὐ γὰρ τὰ μὲν συμβαίνει, τὰ δὲ οὔ· ἀντὶ τοῦ πάντα συμβαίνει.
806. ὁ Ξέρξης.
808. ἀντὶ τοῦ λιπαίνει τὴν Βοιωτίαν ὁ Ἀσωπός. πίασμα ἀντὶ τοῦ λίπασμα.
810. τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησίν, ἣν πρὸς Λάκωνας ἡσσήθησαν.
812. ἐνεπίμπρασαν γὰρ τὰ ἱερά.
815. ὡραῖον.
ὑπερκόλλους
ὑπερπόλλους
ὑπερκόλλους
εὐσταλῆ
εὐσταλῆ
εὐτελῆ
τόποις
τόποις
τρόποις
ἔκκριτον
ἐκκριτῶν
ἔκκριτον
φίλον
φίλον
φίλος
ὕψιστ᾽ ἐπαμμένει
ὕψιστ᾽ ἐπαμμένει
α superscr.
πιμπράναι
πιπράναι
μ superscr.
δαιμόνων θ᾽
δαιμόνων δ'
δαιμόνων
PERSAE. 45
ΔΑ.
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηπὶς ὕπεστιν, ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον σωφρονεῖν κεχρημένοι
πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. παντὶ γὰρ
κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι
817. θεμέλιον. αὔξεται τὰ κακά.
819. Λακωνικῆς.
820. θῖνες: οἱ σωροὶ καίπερ φωνὴν μὴ ἀφιέντες δείξουσι τὸ γένος (γεγονός schol. rec.). τριτοσπόρῳ δέ, τρίτῃ τῶν μεταγενεστέρων γενεᾷ.
823. praescriptum 7 ut 714.
828. τὴν εὐδαιμονίαν.
829. τῶν μὴ προσηκόντων εὔθυνος, δικαστής.
831. τὸν Ξέρξην.
836. ὑπὸ γὰρ τοῦ ἄλγους τῶν κακῶν πάντα ἀμφὶ σώματι στημονορραγοῦσι λακίδες, οἷον διαρρέουσιν.
ἐκπιδύεται
ἐκπιδύεται
ἐκπαιδεύεται
πέλανος
πέλανος
αἱματοσταγὴς
Πλαταιῶν
Πλαταιῶν
πλατέων
Δωρίδος
Δωρίδος
δωριάδου
τριτοσπόρῳ
τριτοσπόρῳ
σημανοῦσιν
σημανοῦσιν
σημαινοῦσιν
ὄμμασιν
ὄμμασι
ante γεραιά littera erasa
παντὶ
παντὶ
πάντα
46 AESCHYLI
ΔΑ.
στημορραγοῦσιν ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράϋνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθ᾽ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
ΧΟ.
ἡ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.
ΑΤ.
ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακὰ
ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν ἐμῷ παιδὶ πειράσομαι·
οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.
ΧΟ.
ὦ πόποι, ἦ μεγάλας
ἀγαθᾶς τε πολισσονόμου βιοτᾶς
ἐπεκύρσαμεν, εὔθ᾽ ὁ γηραιός
πανταρκής, ἀκάκης,
ἄμαχος βασιλεύς,
ἰσόθεος Δαρεῖος ἄρχε χώρας.
πρῶτα μὲν εὐδοκίμους
838. διαρρέουσιν (Gl.).
854. θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακά.
855. in extremo margine ...ονόμου (initium vocabuli in compingendis foliis ablatum).
860. πρῶτα μὲν εὐδοκίμου: πρῶτον μὲν κατὰ πόλεμον διὰ στρατιᾶς εὐδοκιμοῦμεν καὶ ὁρμῶμεν (ὡρμῶμεν schol. rec.) κατὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη θεῶν πορθοῦντες, οὐ ταφους ἀνασπῶντες, ὡς Ξέρξης τολμήσας ἐποίησεν. περιβόητοι ἦμεν ἐν πολέμῳ.
ψυχῇ διδόντες ἡδονὴν
ψυχὴν ... ἡδονῇ
πόλλ᾽ ἐσέρχεται κακὰ
πολλὰ εἰσέρχεται
κακῶν
γηραιός
γηραιός
γεραιὸς
εὐδοκίμους στρατιὰς
εὐδοκίμους στρατιὰς
εὐδοκίμου στρατιᾶς
PERSAE. 47
ΧΟ.
στρατιὰς ἀπεφαινόμεθ᾽, ἠδὲ νομί-
σματα πύργινα πάντ᾽ ἐπηύθυνον.
νόστοι δ᾽ ἐκ πολέμων
ἀπόνους, ἀπαθεῖς,
εὖ πράσσοντας ἄγον οἴκους.
ὅσσας δ᾽ εἷλε πόλεις
πόρον οὐ διαβὰς
Ἅλυος ποταμοῖο,
οὐδ᾽ ἀφ᾽ ἑστίας συθείς,
οἷαι Στρυμονίου
πελάγους Ἀχελω-
ίδες εἰσὶ πάροικοι
θρηκίων ἐπαύλων,
λίμνας τ᾽ ἔκτοθεν αἳ
κατὰ χέρσον ἐλη-
λαμέναι περὶ πύργον
τοῦδ᾽ ἄνακτος ἄιον,
862. τὰ νόμιμα πάντα τῶν τετειχισμένων πόλεων. — οἱ δὲ δημωφελεῖς δῆμοι (l. θεσμοὶ) πάντα ἐπολιτεύοντο.
866. τὸ ὅσας θαυμαστικῶς. τῇ ἀρετῇ Ἕλληνας ὑπέταξεν, οὐκ ἀνάγκῃ ὁ Δαρεῖος.
868sq. σκληροτέρα ἡ συναλοιφή (συναλιφὴ m) ποταμοιο οὐδὲ ἀφ᾽ ἑστίας, οἷόν ἐστι τὸ τοιένεκα τούνεκα.
870. ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς ἀρχῆς Περσῶν.
871. αἱ δίυγροι· Ἀχελῷον γὰρ πᾶν ὕδωρ λέγουσι.
873. τῶν ἐπαυλισμάτων.
874. καὶ ἔξω τῆς θαλάσσης ὅσαι εἰσὶ μεσήπειροι.
875. τοῖς τείχεσι κεκυκλωμέναι.
876. κατὰ κοινοῦ γεγένηται.
877. τοῦ Δαρείου. — ὑπήκουον (Gl.).
ἀπεφαινόμεθ᾽
ἀπεφαινόμεθ'
ἀποφαινόμενο
νομίσματα
νομίσματα
νομίματα
ἐπηύθυνον
ἐπέκθυνον, eraso υ ante κ
οἴκους
οἴκους
ἐς οἴκους
ποταμοῖο οὐδ᾽
ποταμοιο οὐδ᾽
ποταμοῦ δ'
ποταμοῦ οὐδ᾽ vel ποταμοῦ γ᾽ οὐδ᾽
συθείς
συνείς
συνθείς
θρηκίων
θρηϊκίων
θρηΐκων
ἐληλαμέναι
ἐληλά | μεναι
48 AESCHYLI
ΧΟ.
Ἕλλας τ᾽ ἀμφὶ πόρον
πλατὺν εὐχόμεναι,
μυχία τε Προποντίς,
καὶ στόμωμα Πόντου.
νᾶσοί θ᾽ αἳ κατὰ πρῶν᾽
ἅλιον περίκλυστοι
τᾷδε γᾷ προσήμεναι,
οἷα Λέσβος, ἐλαι-
όφυτός τε Σάμος,
Χίος, ἠδὲ Πάρος,
Νάξος, Μύκονος,
Τήνῳ τε συνά-
πτουσ᾽ Ἄνδρος ἀγχιγείτων.
καὶ τὰς ἀγχιάλους
ἐκράτυνε μεσάκτους,
Λῆμνον, Ἰκάρου θ᾽ ἕδος,
καὶ Ῥόδον ἠδὲ Κνίδον
Κυπρίας τε πόλεις,
878. ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν αἱ παρὰ τὸν Ἑλλήσποντον οἴκησιν αὐλοῦσαι.
879. »ἐπὶ πλατεῖ Ἑλλησπόντῳ« (Homer. Η 86).
881. ὁ Βόσπορος.
882. αἱ κατὰ τὸν Ἑλλήσποντον.
884. ὑποτασσόμεναι.
885. αὗται ἐν τῷ Αἰγαίῳ πελάγει εἰσίν. — ὅτι (i. e. σημείωσαι ὅτι) μεταβέβηκεν εἰς τὸ Αἴγαιον πέλαγος· ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ πελάγει ἐστίν.
892. ὑπὸ τὸ ἴδιον κράτος εἶχεν. μεσάγκτους δέ, μεσακτίους, παραθαλασσίους.
893. Λῆμνος θράκης ἐστίν. αὗται δέ εἰσιν αἱ μεσάγκτιοι. Ἰκάρου (Ἴκαρος m, Ἰκάρου schol. rec.) τὸν κλύδωνα.
Ἕλλας τ᾽
Ἕλλας τ'
ἕλλας
εὐχόμεναι
ἀρχόμεναι
fort. εὐρύχοροι
οἷα
οἷα
in marg. ζτ
Ἄνδρος
ἄνδρων
ο superscr.
fort. καὶ νηριτοτρόφους ex Athen. III 86 Β Αἰσχύλος δ᾽ ἐν Πέρσαις τὰς ἀναρίτας (τρεφούσας) νήσους νηριτοτρόφους εἴρηκεν.
μεσάκτους
μεσάκτους
μεσάγκτους
fort. μετακτους (cuius interpretatio fuerit τὰς ἀγχιάλους) scribendum.
καὶ Ῥόδον
Ῥόδον τ' (pro καὶ P.)
PERSAE. 49
ΧΟ.
Πάφον ἠδὲ Σόλους,
Σαλαμῖνά τε, τᾶς
νῦν ματρόπολις
τῶνδ᾽ αἰτία στεναγμῶν.
καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον
Ἰαόνιον πολυάνδρους
Ἑλλάνων ἐκράτυνεν
σφετέραις φρεσίν. ἀκάματον δὲ παρῆν
σθένος ἀνδρῶν τευχηστήρων,
παμμίκτων τ᾽ ἐπικούρων.
νῦν δ᾽ οὐκ ἀμφιλόγως
θεότρεπτα τάδ᾽ αὖ
φέρομεν πολέμοισι
δμαθέντες μεγάλως
πλαγαῖσι ποντίαισιν.
Ξέρξης.
ἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
897. ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ. τὴν ἐν Κύπρῳ.
901. Ἰονίδας (Ἰωνίδας Dind.) πόλεις.
903. τῷ ἰδίῳ λογισμῷ, οἷον φρόνιμος ὤν.
906. ἀλλὰ ἀληθῶς.
907. ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα.
909. (adde γρ.) δίχα ἅμα θέντες.
910. ταῖς ναυμαχίαις.
912. κακοτελευτήτου.
τᾶς νῦν ματρόπολις
τὰς ... ματρόπολις
τὰς μητροπόλεις
στεναγμῶν
στεναγμῶν
στεναγμάτων
εὐκτεάνους
εὐκτεάνους
εὐκταιάνους
Ἰαόνιον
Μαόνιον
ἰόνων
fort. ἔκρατυν ἑτέραις.
θεότρεπτα
θεότρεπτα
θεόπρεπτα
paragraphus praefixa et ξέρξης ante paragraphum
γενεᾷ
γενεᾷ ex γενεάν, ut videtur, corr.
50 AESCHYLI
ΞΕ.
εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΧΟ.
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ Περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾿ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ᾽ αἰάζει τὴν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
σάκτορι Περσᾶν· ἀγδαβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν ἐξέφθινται.
αἰαὶ αἰαὶ κεδνᾶς ἀλκᾶς.
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς
ἐπὶ γόνυ κέκλιται.
ΞΕ.
ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτὸς
917 (»immo 915« Vitelli). ὑπομιμνησκόμενος γὰρ τῶν παίδων αὐτῶν αἰσχύνῃ καὶ ἐλέῳ πιέζομαι.
921. τῆς τοῖς Πέρσαις νεμηθείσης (Gl.).
924. ἐγγαίαν: ἐγχωρίαν. - τουτέστι τὴν ἐγχώριον· ἢ οὕτως, ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάξει.
925. τὸ ἑξῆς, ἥβαν Περσᾶν.
926. σάκτορι: τῷ πληρωτῇ, παρὰ τὸ σάσσω (σάσω m)· ὅτι δι' αὐτὸν ἀπέθανον. — ἔθνος Περσῶν. τὸ ἑξῆς, Ἀγδαβάται γὰρ ἐξέφθενται.
928. ἔκφυσις, γονή. τοῦτο διὰ μέσου. – φύστις: ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα.
931. γαίας ἐπὶ γόνυ τὸ ἑξῆς.
934. θρηνητὸς τῇ γέννῃ ἀντὶ τοῦ δυστυχῶς γεννηθείς.
ὀτοτοῖ
στοτοῖ
ὀτοτοτοῖ
βασιλεῦ
βασιλεῦ
βασιλεῦς
in margine addidit
σάκτορι
σάκτορ
ι adpinxit
ταρφύς τις
ταρφύς τις
γὰρ φύστις
αἰαὶ αἰαὶ
αἱ αἱ αἱ αἱ
αἱ αἱ
ΞΕΡΞΗΣ, ΧΟ. praescriptum
delevit
ἐγών
paragraphum praefixit
ἐγώ
PERSAE. 51
ΞΕ.
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρ᾽ ἐγενόμαν.
ΧΟ.
πρόσφθογγόν σοι νόστου τὴν
κακοφάτιδα βοάν,
κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω,
πολύδακρυν ἰαχάν.
ΞΕ.
ἵετ᾽ αἰανῆ πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾽ ἐμοί.
ΧΟ.
ἥσω τοι καὶ πάνδυρτον
λαοπαθῆ τε σέβων
ἁλίτυπά τε βάρη
πόλεως γέννας πενθητῆρος,
937. προσφώνησίν σοι τοῦ νόστου πέμψω, τὴν κακοφάτιδα βοήν.
939. βοήν (m1).
940. Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ τρεῖς παῖδας εἶναι, Πριόλαν Μαριανδυνὸν μόνον (l. Βῶρμον, ὃν) κυνηγετοῦντα ἀπολέσθαι, καὶ μέχρι νῦν Μαριανδυνοὺς ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν, καὶ διδάξαι Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ δέ τινές (compendio ut v. 679) εἰσι Μαριανδυνοὶ ἐπιτηδειότητα ἔχοντες εἰς τὰς θρηνῳδίας. καὶ τὸ περιφερόμενον καὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων Ἰαστίᾳ. – ὡς τῶν Μαριανδυνῶν θρηνωδῶν ὄντων· καὶ αὐλοὶ δέ τινες λέγονται Μαριανδυνοί, ἐπιτηδείως ἔχοντες πρὸς θρήνους.
944. ἡ τύχη μεταβέβληται.
947. τὰ πάθη τῶν λαῶν σέβων.
948. τὰ ἐν τῇ θαλάσσῃ συμβάντα ἀτυχήματα τῶν πολιτῶν.
949. πένθους ἀξίας (Gl.).
πατρῴᾳ
πατρῴᾳ
πατρίαι
πρόσφθογγόν σοι
πρόσφθογγόν σοι
προφθόγγουσόι
Μαριανδυνοῦ
μαριανδυνοῦ
πέμψω
πέμψω
πέμψω πέμψω
πάνδυρτον
πάνδυρτον
καὶ πανόδυρτον
καὶ delevit
πάνδυρτον
πάνδυρτον
πανόδυρτον
σέβων
σέβων
σεβίζων
Fort. λαοπανέα σέβων.
πόλεως glossemate expulso recipiendum ex v. proximo γόον αὖ.
52 AESCHYLI
ΧΟ.
κλάγξω δ᾽ αὖ
γόον ἀρίδακρυν.
ΞΕ.
Ἰάνων γὰρ ἀπηύρα,
Ἰάνων ναύφρακτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ᾽ ἀκτάν.
ΧΟ.
οἰοιοῖ βόα καὶ πάντ᾽ ἐκπεύθου·
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων,
καὶ Δοτάμας
ἠδ᾽ Ἀγαβάτας, Ψάμμις, Σουσισκάνης τ᾽
Ἀγβάτανα λιπών;
ΞΕ.
ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ᾽ ἀκταῖς
Σαλαμινιάσιν στυφέλου
θείνοντας ἐπ᾽ ἀκτᾶς.
ΧΟ.
οἰοιοῖ, ποῦ σοι Φαρνοῦχος
952. ὁ Ἀττικὸς στόλος ἀφείλετο τὴν Περσῶν σωτηρίαν.
953. ὁ τῶν Ἰώνων.
954. τουτέστι νικηφόρος.
955. ἀποκείρας στυγνὴν πλάκα κατὰ τὴν δυσδαίμονα ἀκτήν, τουτέστι κατὰ τὴν Σαλαμῖνα.
κλάγξω δ' ἀρίδακρυν ἰαχάν
ΞΕ.
ΞΕ.
nulla nota
Ἰάνων
ἰάων
ν superscr.
νυχίαν
μυχίαν
paragraphi praefixae
ἐκπεύθου
ἐκπεύθου
ἐκπεύθοι
Δοτάμας ἠδ᾽ Ἀγαβάτας
καὶ δόταμας ἠδ᾽ ἀ | γαβάτας
Ἀγαβάτας
Ἀγδαβάτας
in quattuor versus post Τυρίας, ἀκταῖς, σαλαμινῖσιν, ἀκτᾶς dividit
fort. ἀγλαῖς.
Σαλαμινιάσιν
Σαλαμινιάσι
σαλαμινῖσιν
ποῦ
(βόα) ποῦ σοι
ποῦ δέ
PERSAE. 53
ΧΟ.
Ἀριόμαδός τ᾿ ἀγαθός,
ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λιλαῖος εὐπάτωρ,
Μέμφις, θάρυβις,
καὶ Μασίστρας
Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
τάδε σ᾽ ἐπανερόμαν.
ΞΕ.
ἰώ ἰώ μοι,
τὰς ὠγυγίους κατιδόντες
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ὤ ὤ ὤ, τλάμονες ἀσπαίρουσι χέρσῳ.
ΧΟ.
ἦ καὶ τὸν Περσῶν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν
Βατανώχου παῖδ᾽ ἄλπνιστον
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε, μέγαν τ᾽ Οἰβάρην
ἔλιπες ἔλιπες;
ὢ ὢ ὢ δᾴων.
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
982. σημείωσαι ὅτι βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰς στρατιάς.
983. τὸν ὄντα ὀφθαλμόν.
984. μετρητὴν στρατοπέδου, οἷον (κατὰ addit Heimsoeth) μυριάδα ἀριθμοῦντα τὰς ὅλας ἡγεμονίας. ἀριθμῆσαι κατὰ πεντάδα ἀνὰ μυρίους ἔχοντας (ἔχοντα Dindorf) τοὺς ἀρχομένους.
989. διακοπτικῶν πολεμίων κακῶν.
Ἀριόμαδός τ'
Ἀριόμαρδός τ'
κ' ἀριόμαρδός τ'
ἀγαθός primitus
Λιλαῖος
λίλαιος
coniunctos habet
ἐπανερόμαν
ἐπανερόμαν
ἐπανέρομαι
μοι
μοι
μοῖ μοῖ
πάντως ut videtur ante corr.
τὸν
τὸν cum litura ante ὀ (fuerat τῶν)
ἄλπνιστον
ἄλπνιστον
ἄλπιστον
Monometrum anapaesticum excidisse vidit
τοῦ σησάμα | τοῦ μεγαβάτα
τ᾽ Οἰβάρην
τ' Οἰβάρην
τοιβάρην | τ'
ὢ ὢ ὢ
ὠφὼ
ὢ ὢ
δᾴων
δαΐων
54 AESCHYLI
ΞΕ.
ἴυγγά μοι δήτ'
ἀγαθῶν ἑτάρων ὑπομιμνήσκεις,
ἄλαστ᾽ ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾷ βοᾷ μελέων ἔντοσθεν ἦτορ.
ΧΟ.
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριόνταρχον
Ξάνθην, ἄρειόν τ᾽ Ἀγχάρην,
Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην
ἱππιάνακτας,
Κηγδαδάταν καὶ Λυθίμναν
Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον,
οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοισιν ἔπιθεν ἑπόμενοι.
ΞΕ.
βεβᾶσι γὰρ οἵπερ ἀγρόται στρατοῦ.
ΧΟ.
βεβᾶσιν, οἴ, νώνυμοι.
991. φιλίαν.
994. παρὰ τὸ κραδίη δέ οἱ ἔνδον ὑλάκτει (Hom. υ 13).
996. ἔθνος Περσικόν.
997. λείπει ὁ καί.
999. τοὺς ἄνακτας τῶν ἵππων.
1002. ἀπέθανον οὐκ ἐπὶ ὀχημάτων ὄντες, ἀλλὰ γυμνοὶ καθεστηκότες.
1005. γρ. καὶ ἀκρόται· ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου· εἰ δὲ ἀγρόται, ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν. — οἱ ἄρχοντες· εἰ δὲ ἀκρόται, οἱ ἄκροι (Gl.).
1006. τὸ οἴ θρηνητικῶς.
ἴυγγά μοι (mut. in δ' ἴυγγά μοι et in marg. γρ. ἴυγγά μοι) δῆτ' ἀγαθῶν ἑτάρων ὑπομιμνήσκεις, ἄλαστα | στυγνὰ
Fort. ἑτάρων ὑποσαίνεις cfr. schol. Prom. 861,
ἄλαστ' addidit
ἔντοσθεν
ἔντοσθεν
ἔνδοθεν
ἄλλους
ἄλλους
ἄλλο
γ᾽ ἐποθοῦμεν primitus
μυριόνταρχον
μυριόταρχον
μυριοταγὸν
Κηγδαδάταν
Κηδαδάταν
Τόλμον τ᾽ αἰχμᾶς
Τόλμον τ᾽ αἰχμᾶς
τόλμον αἰχμὰς
paragraphus praefixa
ἔπιθεν
ἔπιθεν
ὄπισθεν
ἑπόμενοι
ἑπόμενοι
ὁ ἑπόμενοι
ἑπομένους
personarum notis caret
βεβᾶσι
βεβᾶσιν
οἵπερ
τοίπερ
ἀγρόται
ἀγρέται
νώνυμοι
νώνυμοι
νώνυμνοι
PERSAE. 55
ΞΕ.
ἰὴ ἰώ, ἰω ἰώ.
ΧΟ.
ἰὼ ἰώ, δαίμονες,
ἔθετ᾽ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν ἄτα.
ΞΕ.
πεπλήγμεθ᾽ οἷαι δι᾽ αἰῶνος τύχαι.
ΧΟ.
πεπλήγμεθ᾽, εὔδηλα γάρ.
ΞΕ.
νέαι νέαι δύαι δύαι.
ΧΟ.
Ἰαόνων ναυβατᾶν
κύρσαντες οὐκ εὐτυχῶς.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
ΞΕ.
πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦ-
τον τάλας πέπληγμαι.
ΧΟ.
τί δ᾽ οὐκ ὄλωλεν, μέγ᾽ ἄλαστε, Περσᾶν;
ΞΕ.
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
ΧΟ.
ὁρῶ ὁρῶ.
ΞΕ.
τόνδε τ᾽ ὀιστοδέγμονα
ΧΟ.
τί τόδε λέγεις σεσωμένον;
ΞΕ.
θησαυρὸν βελέεσσιν;
ΧΟ.
βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
1010. οἷον κακόν ἡ Ἄτη ἐφορᾷ.
1016. κακωθὲν πολέμῳ καὶ δυστυχῆσαν.
1018. κόπτομαι, θρηνῶ ὀλέσας τοσοῦτον στρατόν.
1019. λείπει κακά. ἢ στικτέον ἐν τῷ τί δέ (δαί m)· εἶτα· οὐχὶ τὰ μεγάλα Περσῶν ὄλωλεν; ἵνα λείπῃ (l. εἴπῃ) τὸ τί δὲ (δαί m) ὅπερ λέλειπται.
1020. θεωρεῖς τὸ περίλοιπον ἐμὲ (ἐμοὶ Paley) λείψανον τῆς ὅλης στρατιᾶς. οἷον στόλου (Gl.).
1022. τὴν φαρέτραν.
1025. ὀλίγα ἐσώθη ἀπὸ πολλῆς πανοπλίας.
paragraphus praefixa
nulla personae nota
ἔθετ᾽
ἔθεσθ'
om. M, in marg. supplevit et γρ. δαίμονος τύχαι superscr.
οἵα ... τύχᾳ
chori notam in rasura praescr.
νέαι νέαι δύαι δύαι
νέα νέα δύᾳ δύᾳ
personarum notis caret
Ἰαόνων
Ἰαόνων
ἰάνων
ναυβατᾶν
ναυβατᾶν
ναυβάτων
personarum vices paragraphis notat, nisi quod 1022 ξέρξης praescriptum est.
μέγ᾽ ἄλαστε
μέγ᾽ ἄλαστε
μεγάλατε
τόνδε
τόνδε
τὰν δέ
σεσωμένον
σεσωμένον
σεσωσμένον
βελέεσσιν
βελέεσσιν
βέλεσσιν
56 AESCHYLI
ΞΕ.
ἐσπανίσμεθ᾽ ἀρωγῶν.
ΧΟ.
Ἰάνων λαὸς οὐ φυγάχμας.
ΞΕ.
ἀγανόρειος· κατεῖ-
δον δὲ πῆμ᾽ ἄελπτον.
ΧΟ.
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
ΞΕ.
πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.
ΧΟ.
παπαῖ παπαῖ.
ΞΕ.
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
ΧΟ.
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.
ΞΕ.
λυπρά, χάρματα δ᾽ ἐχθροῖς.
ΧΟ.
καὶ σθένος γ᾽ ἐκολούθη.
ΞΕ.
γυμνός εἰμι προπομπῶν.
ΧΟ.
φίλων ἄταισι ποντίαισιν.
ΞΕ.
δίαινε δίαινε πῆμα· πρὸς δόμους δ᾽ ἴθι.
ΧΟ.
αἰαῖ αἰαῖ, δύα δύα.
ΞΕ.
βόα νυν ἀντίδουπά μοι.
ΧΟ.
δόσιν κακὰν κακῶν κακοῖς.
ΞΕ.
ἴυζε μέλος ὁμοῦ τιθείς.
ΧΟ.
ὀτοτοτοτοῖ.
βαρεῖά γ᾽ ἅδε συμφορά.
οἴ μάλα καὶ τόδ᾽ ἀλγῶ.
ΞΕ.
ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.
1027. ἐρωτηματικῶς.
1030. τὸν ἡμῶν ναυτικὸν λαόν.
1031. τοῦτο καὶ ὁ ἄγγελος προείπεν.
1033. ὑπερβαίνει θρήνον.
1036. τῶν Περσῶν.
1039. δάκρυε τὸ ἀτύχημα.
1042. δίδου τοῖς κακοῖς τὴν κακὴν δόσιν, ὅ ἐστι τὰ δάκρυα.
1043. συντιθεὶς μέλος θρήνει, ἀντὶ τοῦ εὐρύθμως.
1047. τύπτε σεαυτὸν εἰς ἐμὴν χάριν.
Ἰάνων
Ἰάνων
ἰαόνων
κατεῖδον δὲ
κατείδον ἡ δὲ
ἐκολούθη
ἐκολούθη
ἐκολούσθη
paragraphi praefixae
1040 et 1048 permutat
νυν
νῦν
1043 et 1044 paragraphos, 1045 ξέρξης, 1046 χ, 1047—1072 paragraphos singulis praescribit, nisi quod a 1054, 1059 nota abest.
χάριν
χάριν ἐπ rasura habet
PERSAE. 57
ΧΟ.
διαίνομαι γοεδνὸς ὤν.
ΞΕ.
βόα νυν ἀντίδουπά μοι.
ΧΟ.
μέλειν πάρεστι, δέσποτα.
ΞΕ.
ἐπορθίαζέ νυν γόοις.
ΧΟ.
ὀτοτοτοτοῖ.
μέλαινα δ᾽ αὖ μεμίζεται,
οἴ, στονόεσσα πλαγά.
ΞΕ.
καὶ στέρν᾽ ἄρασσε κἀπεβόα τὸ Μύσιον.
ΧΟ.
ἄνι᾽ ἄνια.
ΞΕ.
καί μοι γενείου πέρθε λευκήρη τρίχα.
ΧΟ.
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
ΞΕ.
αὔτει δ᾽ ὀξύ.
ΧΟ.
καὶ τάδ᾽ ἔρξω.
ΞΕ.
πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
ΧΟ.
ἄνι᾽ ἄνια.
ΞΕ.
καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
ΧΟ.
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
ΞΕ.
διαίνου δ᾽ ὄσσε.
ΧΟ.
τέγγομαί του.
ΞΕ.
βόα νυν ἀντίδουπά μοι.
1050. ὁ θρῆνος.
1051. ἐπεκτεταμένως θρήνει.
1053. πενθήρης.
1055. οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες εἰσὶ μάλιστα θρηνητικοί.
1058. ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας.
1063. ψάλλε ἀντὶ τοῦ τίλλε. καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν. τίλλε (in altero marg.).
γοεδνὸς
γοεδνὸς
γεεδνὸς
γέεδνος
νυν
νῦν
νυν
νῦν
αὖ
αὖ factum ex ἂν vel ἄμ (circumflexum addidit m)
ἀμμεμίζεται
fort. μάλ' αἰόλα μεμίζεται.
οἴ
οἵ
μοι
κἀπεβόα
καὶ βόα ex Eustath. ad Dionys. P. 791
κἀπιβῶ
ἄνι᾽ ἄνια
ἄνια ἄνια
πέρθε
πέρθε
υπερθε
ἄπριγδ᾽ ἄπριγδα
ἄπριγδα ἄπριγδα
γόεδνα et in marg. ζτ γόεδνα
αὔτει
αὐτεῖ
ε inseruit
ἔρεικε
ἔρεικε
ἔρειδε
ἄνι᾽ ἄνια
ἄνια ἄνια
ἄπριγδ᾽ ἄπριγδα
ἄπριγδα ἄπριγδα
νυν
νῦν
58 AESCHYLI PERSAE.
ΧΟ.
οἰοῖ οἰοῖ.
ΞΕ.
αἰακτὸς ἐς δόμους κίε.
ΧΟ.
ἰὼ ἰώ, Περσὶς αἷα δύσβατος.
ΞΕ.
ἰωὰ δὴ κατ᾽ ἄστυ.
ΧΟ.
ἰωὰ δῆτα, καὶ ναί.
ΞΕ.
γοᾶσθ᾽ ἁβροβάται.
ΧΟ.
ἰὼ ἰώ, Περσὶς αἷα δύσβατος.
ΞΕ.
ἠ ἠ ἠ ἠ, τρισκάλμοισιν,
ἠ ἠ ἠ ἠ, βάρισιν ὀλόμενοι.
ΧΟ.
πέμψω τοί σε δυσθρόοις γόοις.
1077. προπέμψω.
δῆτ᾽ ἀν' αἶαν
Subscriptum in Μ αἰσχύλου πέρσαι.