Aeschyli Persae
Aeschylus
Ulrich von Wilamowitz-Moellendorff
XML markup and CTS alignment
Perseus Digital Library / canonical-greekLit
Ulrich von Wilamowitz-Moellendorff's 1914 edition of Aeschylus, Persians.
Digitization and TEI encoding
Perseus Project
1 online resource (TEI XML)
Perseus Digital Library
Medford, MA
2025
Open-access for non-commercial use; see Perseus license.
urn:cts:greekLit:tlg0085.tlg002.wilam1914-grc1
Aeschylus
Ulrich von Wilamowitz-Moellendorff
Tragoediae
Berolini
Apud Weidmannos
1914
HathiTrust record 012467585
HathiTrust catalog record
Print source record as described by HathiTrust; used as the basis for bibliographic metadata.
Encoded for the Perseus Digital Library, following canonical-greekLit conventions and CTS/CapiTainS citation schemes.
Orthography normalized minimally; lineation and references follow the 1914 Wilamowitz edition where applicable.
Ancient Greek
English (metadata)
Drama
Greek tragedy
Header created/updated from HathiTrust record 012467585 (Aeschylus, Tragoediae, Berlin: Weidmann, 1914; ed. Wilamowitz).
Composite volume split into a play-level CTS edition for Persians; edition language and CTS identifiers corrected.
Ὑπόθεσις Περσῶν.
Γλαύκος ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν Φρυνί-
χου φησὶ τοὺς Πέρσας παραπεποιῆσθαι. ἐκτίθησι καὶ τὴν ἀρχὴν
τοῦ δράματος ταύτην
τάδ᾽ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων.
πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῆι τὴν Ξέρξου ήτταν
στορνύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ
προλογίζει χορὸς πρεσβυτῶν. [τῶν δὲ χορῶν τὰ μέν ἐστι παροδικά,
ὅτε λέγει δι᾽ ἣν αἰτίαν πάρεστιν, ὡς τὸ Τύριον οἶδμα λιποῦσα
(Eurip. Phoen. 202), τὰ δὲ στάσιμα, ὅτε ἵσταται καὶ ἄρχεται τῆς
συμφορᾶς τοῦ δράματος, τὰ δὲ κομματικά, ὅτε λοιπὸν ἐν θρήνωι
γίνεται.] καὶ ἔστιν ἡ μὲn σκηνὴ τοῦ δράματος παρὰ τῶι τάφωι
Δαρείου, ἡ δὲ ὑπόθεσις Ξέρξης στρατευσάμενος κατὰ ῾Ελλάδος,
καὶ πεζῆι μὲn ἐν Πλαταιαῖς νικηθεὶς ναυτικῆι δὲ ἐν Σαλαμίνι διὰ
θεσσαλίας φεύγων διεπεραιώθη εἰς τὴν ᾿Ασίαν. ἐπὶ Μένωνος τρα-
γωιδῶν Αἰσχύλος ἐνίκα Φινεῖ Πέρσαις Γλαύκωι Ποτνιεῖ Προμηθεῖ.
[πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθώνα,
δευτέρα Ξέρξου περὶ Σαλαμίνα καὶ Πλαταιάς.]
τὰ τοῦ δράματος πρόσωπα·
χορὸς γερόντων, Ἄτοσσα, ἄγγελος, εἴδωλον Δαρείου, Ξέρξης.
Apparatus Criticus
Argumentum novi e MPVQKR (Thomas, quem sequitur Tr, nova commentus est) omitto quisquilias.
τοῖςτοῖς in rasuraτῆι
ἐκτίθησιὃςἐκτ.
ταύτηνταύτηνοὕτως
στορνύςστορνύςστρωννύς
θρόνους τινὰςθρ. πολλοὺς
aliunde intrusa esse vidit Blomfield
haec paullo aliter conformata... inserit. similiter VR
ΠοτνιεῖΠοτνιεῖom.
haec M, cett. aut omittunt... quae omitto.
Fasti theatri Atheniensis p. 18 Wilh. sub Menone (472) τραγωιδῶν
Περικλῆς Χολαρ. ἐχορή. Αἰσχύλος ἐδίδασκε.
Testimonia
Aristophan. Ran. 1026 (cf. ad argumentum Sept.)
ΑΙΣΧ.
εἶτα διδάξας Πέρσας μετὰ τοῦτ᾽ ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ ποὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
ΔΙΟΝ.
ἐχάρην γοῦν ἡνίκ᾽ † ἤκουσα περὶ Δαρείου τεθνεῶτος,
ὁ χορὸς δ᾽ εὐθὺς τὼ χεῖρ᾽ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
Schol. 1021 οἱ Πέρσαι πρότερον δεδιδαγμένοι εἰσίν, εἶτα οἱ Ἑπτά.
ad 1028, versum fortasse iam tum corruptum, Persarum argumentum
adumbratur. Didymus: οὐ περιέχουσι θάνατον Δαρείου οἱ Πέρσαι·
διό τινες διττὰς καθέσεις τῶν Περσῶν φασι καὶ τὴν μίαν οὐ φέ-
ρεσθαι. aliud scholion: HΗρόδικος δέ φησι διττοῦ γεγονέναι τοῦ
θανάτου (corruptissima; inerat idem quod apud Didymum, duas
fuisse Persarum editiones) καὶ τὴν τραγωιδίαν ταύτην περιέχειν τὴν
ἐn Πλαταιαῖς μάχην. δοκοῦσι δὲ οὗτοι οἱ Πέρσαι ὑπὸ τοῦ Αἰσχύλου
δεδιδάχθαι ἐν Συρακούσαις σπουδάσαντος Ιέρωνος, ὥς φησιν ῾Ερα-
τοσθένης ἐν γ΄ περὶ κωμωιδίας. Eratosthenes nihi tradiderat, nisi
Syracusis iubente Hierone ab Aeschylo Persas doctas esse, nimirum
post 472.
ΧΟΡΟΣ
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ᾽ ἐς αἷαν πιστὰ καλεῖται
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενής
εἴλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστωι τῶι βασιλείωι
καὶ πολυχρύσου στρατιᾶς ἤδη
κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς ᾿Ασιατογενής
ὤιχωκε, νέον δ᾽ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
Actio: agitur fabula ante aedificium, quod ab initio credimus curiam esse, στέγος ἀρχαῖον, cum v. 140 in eo sit, ut chorus senatorum in imis gradibus considat. in altero actu tumulus Darei est. dum procedunt senatores Persae, recitantur ad tibiam anapaesti. deinceps parodus cantatur.
Testim.:
2 Hesych. Πίστα· Πίστειρα πόλις· οὕτως εἶπεν
10 Hesych. (Phot.) ὀρσολοπεῖται· διαπολεμεῖται ταράσσεται Αἰσ. = Σ.
Apparatus Criticus
πιστὰπίστα (e scholio πόλις Πίστειρα, ἣν συγκόψας Πίστα εἴρηκε)utroque accentu
ἀφνεῶνἀφνειῶν
Δαρειογενήςglossam Δαρείου υἱός in textu habent MORL(hic υἱός Δαρείου), supra versum QTr(τοῦ Δ. . quod et in PV est) om FK
τῶι βασιλείωιτοῦ βασιλείου cum gl. τῆς βασιλείας
ὀρσολοπεῖται-λοπεῖται-πολεῖται
ὤιχωκεὔχωκεοἴχωκε
δ᾽om
βαΰζειγρ. καὶ ἑόν schol. Φ. haec si scripsit Aeschylus, voluit, 'et exercitus muttit propter ducis imperitam adulescentiam'. βαΰζει sic dictum Ag. 449, sed nusquam regit personae accusativum. exprobratur iuvenilis imperitia Xerxi saepius, sed de exercitus animo nihil audimus expectamusque nihil nisi, 'et ducem adulescentem sequitur exercitus'. temptata sunt multa; corrumpunt autem sententiam quicumque eorum qui domi sunt timores aut desideria intrudunt.
ΧΟ.
οἵ τε τὸ Σούσων ἠδ᾽ ᾿Αγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἔρκος
προλιπόντες ἔβαν, οἱ μὲν ἐφ᾽ ἵππων,
οἱ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην
πολέμου στίφος παρέχοντες·
οἷος Αμίστρης ἠδ᾽ Αρταφρένης
καὶ Μεγαβάτης ἠδ᾽ Αστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
σοῦνται στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ' ἰδ' ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξηι.
᾿Αρτεμβάρης θ᾽ ἱππιοχάρμης
καὶ Μασίστρης ὅ τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος Φαρανδάκης
θ᾽ ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
Πηγαστάγων Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας ᾿Αρσάμης, τάς τ᾽ ὠγυγίους
θήβας ἐφέπων ᾿Αριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.
ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν
ὄχλος, οἵ τ᾽ ἐπίπαν ἠπειρογενές
Testim.:
37 Phot. (glossa postea inserta) Μέμφιδος ᾿Αττικοὶ τὰ πολλά, Ιωνες δέ ... Μέμφιος .... Αἰσ. Περ. ὅ τε ἀρσάκης.
Apparatus Criticus
᾿Αγβατάνων᾿Εκβατάνωνcorr. Brunck.
ΚίσσιονκίσσιονBlomfieldκίσσινον
καὶ τὸ παλαιὸnγρ. καὶ παλαιόν
ναῶνναῶννηών
Αμίστρηςἀμνίστρης
Αρταφρένηςἀρταφέρνης
Μεγαβάτηςμεταβάτηςμεγαβάζης
Αστάσπηςἀστάσπηςἀστάπηςἀστάσπις
τ'omδ’
εὐτλήμονιεὐτλήμονιἐν τλ.
Φαρανδάκηςφαρενδάκης
τ'om
Σοσθάνηςσοσθ.σωσθ.σουσθ.σολωσθένης
πολυθρέμμωνγρ. πολυθέμων ὁ πολλὰ θέματα ἔχων
Πηγαστάγωνπηγὰς ταγώνsed Αγρnon ΑΡ
ΑἰγυπτογενήςΑἰγυπτογενήςαἰγυπτιογ.
ὠγυγίουςὠγυγίας
ἀνάριθμοιἀνάριθμον
ΧΟ.
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθής
᾿Αρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι,
καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάται
Ζυγὸν ἀμφιβαλεῖν δούλιον ῾Ελλάδι,
Μάρδων, θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλών
δ᾽ ἡ πολύχρυσος πάμμεικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους
καὶ τοξουλκῶι λήματι πιστούς·
τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης
᾿Ασίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ᾽ ἄνθος Περσίδος αἴας
οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν ᾿Ασιῆτις
θρέψασα πόθωι στένεται μαλερῶι
τοκέης τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη
βασίλειος στρατὸς εἰς ἀν-
Numeri: carmen constat e duabus partibus, ionica, cuius tres sunt strophae cum epodo, et trochaica duarum stropharum. ionica a minore (17); metra 11. 13. 15. decurtata. $65-72=73-80$ periodus
Testim.:
Schol. 65 κωμωιδεῖ Εὔπολις Μαρικᾶι· πεπ. μ. δ. π. ἤ. Μαρικᾶς.
Apparatus Criticus
Μητρογαθήςμιτρογ.μιτραγ.μητραγ.μιστρογ.
βασιλῆςβασιλῆς-λῆες-λεῖς
δίοποιδίοποιδίοπτοιhabuit Tr qui coniecit βασιλεὺς διέπει. Schol. ΜΦ διόπται καὶ διέποντες utrumque testatur
καὶκαὶ πολ. codd. corr. Blomfield
τρίρρυματίρρυμα
στεῦταιστεῦταιστεῦνται
δούλιονδούλειον
Μάρδωνμάργων
θάρυβιςθάρβιςθάρυμις
λόγχηςλόγχαις
πάμμεικτονπάμμικτον
σύρδηνσύδην
μαχαιροφόρονμαχαιροφόνον
αἴαςαΐηςγαίηςγαίας
οὓς πέριοὔσπερ
μαλερῶιμαλερῶς
ἡμερολεγδὸnἡμερόλεγδονcontra analogiam et Herodianum
μὲn ... ἤδηom
ΧΟ.
τίπορον γείτονα χώραν,
λινοδέσμωι σχεδίαι πορθμὸν ἀμείψας
᾿Αθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα
Ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
πολυάνδρου δ᾽
᾿Ασίας θούριος ἄρχων
ἐπὶ πᾶσαν χθόνα ποιμα-
νόριον θεῖον ἐλαύνει,
διχόθεν πεζονόμοις ἔκ τε θαλάσσης
ἐχυροῖσι πεποιθὼς
στυφέλοις ἐφέταις, χρυ-
σογόνου γενεῖς ἰσόθεος φώς.
κυάνεον δ᾽ ὄμμασι λεύσσων
φονίου δέργμα δράκοντος
πολύχειρ καὶ πολυναύτης
Σύριόν θ᾽ ἅρμα διώκων
ἐπάγει δουρικλύτοις ἀν-
δράσι τοξόδαμνον ῎Αρη. –
δόκιμος δ᾽ οὔτις ὑποστὰς
μεγάλωι ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
ἄμαχον κύμα θαλάσσης·
ἀπρόσοιστος γὰρ ὁ Περσῶν
στρατὸς ἀλκίφρων τε λαός. –
Testim.:
79 Hesych. ἐφέτας· τοὺς ἡγεμόνας τῶν Περσῶν καταχρηστικώς
91 Hesych. ἀπρόσοιστος· ἀνυπομένητος.
$81-86=87-92$ periodus ionica (12); ultima duo metra anaclasi reciproca distincti.
Apparatus Criticus
χώρανχώρας et -ρανχώρον
Ἕλλαςἔλλης
ὅδισμαἔρεισμα
πολυάνδρουοὐχ ἑνí cum signo scholii non scripti
᾿Ασίαςἀσίης
χθόναχώραν
ἐχυροῖσιἐχυροῖσιὀχυρ.
στυφέλοιςστυφέλοισινγρ. ἀφέταις ἤγουν ἀγεμῶσι
χρυσογόνουχρυσονόμουχρυσογόνου . 1. in schol.
ἰσόθεοςἰσσόθεοςἰσόθεον
φονίουφονίουφοινίου
δέργμαδέρμα
πολυναύτηςπολυναύτας
Σύριόνσύριονσύριον sicἀσύριονἀσσ.
δουρικλύτοιςδορικλ.δορυκλ.
τοξόδαμνοντοξόδαμον
῎Αρηἄρην
δόκιμοςἐπιστάς
ἕρκεσινpost φωτῶν tamquam verba poetae τάξεσιν· οὐδ᾽ ἄρα ἔρκεα ἴσχει ΑH hic corrupta), Μ τάξεσιν habet supra ἔρκεσιν, cetera tamquam scholion
ἐχυροῖςἐχυροῖσινὀχυροῖς
λαόςλεώς
ΧΟ.
θεόθεν γὰρ κατὰ μοῖρ᾽
ἐκράτησεν τὸ παλαι-
όν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους πόλεών τ᾽ ἀναστάσεις.
ἔμαθον δ᾽ εὐρυπόροι-
ο θαλάσσας πολιαι-
νομένας πνεύματι λάβρωι
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
σμασι λαοπόροις τε μηχαναῖς.
δολόμητιν δ᾽ ἀπάταν θεοῦ
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῶι ποδὶ πηδή-
ματος εὐπετέος ἀνάισσων;
φιλόφρων γὰρ (παρα)σαίνου-
σα τὸ πρῶτον παράγει
βροτὸν εἰς ἄρκυας ἄτα,
τόθεν οὐκ ἔστιν ὑπέκ θνα-
τὸν ἀλύξαντα φυγεῖν. –
ταῦτά μοι μελαγχίτων
φρὴν ἀμύσσεται φόβωι,
Περσικοῦ στρατεύματος
τοῦδε μὴ πόλις πύθη-
$102-8=109-13$ periodus ionica (6 et 7) alterum, quartum, tertium a fine metra decurtata, ultima duo anaclasi reciproca distincta; ultimum vero catalecticum
93-101 periodus ionica (18.) duodecimum metrum decurtatum
114-19=120-24 trochaei 4. ( $(2+2.)$, interiectio, 7. (2. + 2.1. 2.).
Apparatus Criticus
ἀπάτανἀπάτην
θνατὸςθνητός
ἀνάισσωνἀνάσσωνrecte legit Brunck.
(παρα)σαίνου-suppl. Wellauer
ἄρκυας ἄταἀρκύσταταcorr. Herm.
ὑπέκὑπὲr (ὕπερ Ρ ὑπέρ Ργρ)ὑπέκ
θνατὸnθάνατον
μοῖρ᾽ ἐκράτησενμοῖρα κράτ.
πυργοδαΐκτουςπυρσοδ.
ἱππιοχάρμαςἱππιοχάρμους-χάρμονας
πόλεών τ᾽πόλεών τ'καὶ πολ.πόλ. δ'
ἀναστάσειςπόλ. ἀν.
θαλάσσαςθαλάσσαςθαλάσσης
πολιαινομέναςπολιαινομέναςπολιαινομένης
ἄλσοςἄλγος
πίσυνοιπίσσυνοι
τεom
μοιμοιμου
ἀμύσσεταιἀμύσεται
ΧΟ.
ται, κένανδρον μέγ᾽ ἄστυ Σουσίδος
καὶ τὸ Κισσίων πόλισμ᾽
ἀντίδουπον ἄισεται
τοῦτ᾽ ἔπος, γυναικοπλη-
θὴς ὅμιλος ἀπύων·
βυσσίνοις δ᾽ ἐν πέπλοις πέσηι λακίς. =
πᾶς γὰρ ἱππηλάτας
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὡς ἐκλέλοιπεν μελισ-
σᾶν σὺν ὀρχάμωι στρατοῦ,
τὸν ἀμφίζευκτον ἐξαμείψας
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας. –
λέκτρα δ᾽ ἀνδρῶν πόθωι
πίμπλαται δακρύμασιν·
Περσίδες δ᾽ ἁβροπενθεῖς ἑκά-
στα πόθωι φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνα-
τῆρα προπεμψαμένα
λείπεται μονόζυξ. –
ἀλλ᾽ ἄγε Πέρσαι, τόδ᾽ ἐνεζόμενοι
Testim.:
Hesych. ἱππηλάτας· ἵππον ἐλαύνων.
$125-32=133-39$ trochaei, plerique concisi; + hemiepes; prius membrum probabiliter explicare nescio, ithyphallicus.
140 convertit se chorus ad aedificium (in altero actu tumulum Darei futurum), sed antequam in gradibus considant, Xerxis mater curru vecta appropinquat deducta ab ancillarum grege.
Apparatus Criticus
Κισσίωνκίσσιονκισσίνων
ἄισεταιἔσεταιἔσσεταιrecte legit Burney
ἱππηλάταςἱππηλάτης
καὶτε καὶ
πεδοστιβὴςπεδοτριβής
μελισσᾶνμελισσᾶν (ων supr. ἂν)μελισσάωνμελισσώνμέλισσαιμέλισσα
ὀρχάμωιὀρχάμονι
στρατοῦστρατώ
ἐξαμείψαςἀμείψας
πίμπλαταιπίμπλανται
ἁβροπενθεῖςἀκροπ.
ἑκάσταἑκάστηἑκάσταν
αἰχμήεντααἰχμάεντα-χμηταέντα
εὐνατῆραεὐνήτηρα
προπεμψαμέναπροπεμψ.ἀποπ.
μονόζυξμονόνυξ
ἄγεἄγετε
ΧΟ.
στέγος ἀρχαῖον
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής, τὸ πατρωνύμιον
†γένος ἁμέτερον· πότερον τόξου
ῥῦμα τὸ νικῶν, ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ᾽ ἐμή, προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδάν.
ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραιά χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνάτειρα Περσών, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῶι.
ΒΑΣΙΛΕΙΑ
ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους
καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ᾽ ὑμᾶς ἐρῶ
μῦθον, οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, φίλοι,
154 chorus ad pedes Reginae provolvitur; dum ea de curru descendit, currus redit eo unde venerat, chorus surgit.
Apparatus Criticus
στέγοςστέοςστέος A etiam in schol. , ubi P στέγος habet, cum glossa καθέδρα
θώμεθαθώμεσθα
προσήκειπροσήκοι
†γένος ἁμέτερονἡμέτερον vulgo editurexplicatio Σ κατὰ πατέρα συγγενὴς ἡμῖν toleraretur, si Dareus Persarum gentis auctor esset. itaque corruptela subest
δορικράνουδορικράνουδορυκρ.
φάοςφῶς
ὁρμᾶταιὁρᾶται
προσπίτνωπροσπιτνῶ δήπροσπιτνῶ προσκυνῶ
μύθοισιμύθοις
Περσίδων ὑπερτάτηπ. ὕπερ
γεραιάγηραιά
εὐνάτειραεὐνάτειραεὐνετ.εὐνήτ.
καὶom
μεθέστηκεἐφέστηκε
στρατῶιστρατούστρατῶι c. gl. τοῦ ἡμετέρου
ΒΑΣΙΛΕΙΑReginam, cuius nomen Aeschylus aut ignoravit aut reticuit, Atossam appellant codd. e scholio huius versus
χρυσεοστόλμουςχρυσεοστόλμους-στόλβους-στόλους-στίλβους
μεμευμοιμου?
ἐς δ᾽ ὑμᾶςἐς ὑμᾶς δ’
ΒΑΣ.
μὴ μέγας πλοῦτος κονίσας οὐδας ἀντρέψηι ποδί
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.
ταῦτά μοι μέριμν᾽ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ·
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῆι σέβειν,
μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς, ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῶι φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
ΧΟ.
εὐ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν
μήτ᾽ ἔπος μήτ᾽ ἔργον, ὧν ἂν δύναμις ἡγεῖσθαι θέληι·
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
ΒΑΣ.
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασι
ξύνειμ᾽, ἀφ᾽ οὗπερ παῖς ἐμὸς στείλας στρατόν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων,
ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης, λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκ᾽ εὐείμονε,
ἣ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἣ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ
κάλλει τ᾽ ἀμώμω καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δ᾽ ἔναιον ἣ μὲν Ἑλλάδα
κλήρωι λαχοῦσα γαῖαν, ἣ δὲ βάρβαρον.
τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾿δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήληισι· παῖς δ᾽ ἐμὸς μαθών
κατεῖχε κἀπράυνεν, ἅρμασιν δ᾽ ὕπο
Ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων
Apparatus Criticus
κονίσαςκονίσσας
οὐδαςτοῦδας
ἀντρέψηιἀνατρέψῃ
ὀφθαλμῶιὀφθαλμοῖς(e schol.)
νομίζωνομίζου
τάδ᾽τά γ'
γένεσθεγίνεσθεγίν. et γέν.
φράσεινφράσαιcorr. Elmsley
δύναμιςδυνάμεις
θέληιθέλειcorr. m
αἰεὶἀείαἰεί
μοιom.
ἐκπρεπεστάταεὐπρεπεστάτα
κασιγνήτακασιγνήτω
τεύχειντεύχον
ἐνom.
ἅρμασινἅρματι
αὐτὼαὐτά
ἐπ᾽ αὐχένωνὑπ᾿ αὐχένων
ΒΑΣ.
τίθησι. χὴ μὲν τῆιδ᾽ ἐπυργοῦτο στολῆι
ἐν ἡνίαισί τ᾽ εἶχεν εὔαρκτον στόμα,
ἣ δ᾽ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
διασπαράσσει καὶ ξυναρπάζει βίαι
ἄνευ χαλινῶν καὶ Ζυγὸν θραύει μέσον.
πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατήρ παρίσταται
Δαρεῖος οἰκτίρων σφε· τὸν δ᾽ ὅπως ὁρᾶι,
Ξέρξης πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω·
ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλωι χερί
βωμὸν προσέστην ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε·
ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβωι δ᾽ ἄφθογγος ἐστάθην, φίλοι.
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμωι
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ᾽· ὃ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας
παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ ἔστ᾿ ἰδεῖν,
ὑμῖν δ᾽ ἀκούειν. εὐ γὰρ ἴστε, παῖς ἐμός
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ,
κακῶς δὲ πράξας οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
ΧΟ.
οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν, θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,
τὰ δ᾽ ἀγάθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοάς
Apparatus Criticus
τ᾽δ᾽om.τ'
διασπαράσσειδιασπαράττει
δίφρουδίφρον
ΞέρξηςΞέρξην
καλλιρρόουκαλλιρόου
βωμὸnβωμῶι
ἀποτρόποισικἀτρόποισι
δρόμωιδόμῳφόβῳ
γ᾽om.
ἔμοιγεἔμοι
ἔστ᾿ ἰδεῖνἐσιδεῖνἔστ᾿ ἰδεῖν
δ᾽τ'
ἴστεἴσθε
θαρσύνεινθρασύνειν
προστροπαῖςπροτροπαῖς
τῶνδ᾽τώδε
ἀποτροπὴνἀποτροπεῖν
τελεῖνλαβεῖνβαλεῖν
τὰ δ᾽ ἀγάθ᾽τὰ δ᾽ ἀγάθ᾽τὰ δ᾽ ἀγαθὰ δ᾽τὰ δ᾽ ἀ. γ᾽τἀγαθὰ δ᾽
ἐκτελῆἐκτελεῖἐκτελεῖν
ΧΟ.
Γῆι τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ᾽ αὐτοῦ τάδε,
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾿ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνωι τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίαι κάτοχα μαυροῦσθαι σκότωι.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρήινεσα·
εὐ δὲ πανταχῆι τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
ΒΑΣ.
ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτής
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ᾽, ὡς ἐφίεσαι,
πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,
εὐτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ᾽ ἐκμαθεῖν θέλω,
ὦ φίλοι· ποῦ τὰς ᾿Αθήνας φασὶν ἱδρῦσθαι χθονός;
ΧΟ.
τῆλε πρὸς δυσμὰς ἄνακτος Ἡλίου φθινασμάτων.
ΒΑΣ.
ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
ΧΟ.
πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
ΒΑΣ.
ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
ΧΟ.
ὁ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
ΒΑΣ.
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
ΧΟ.
οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
ΒΑΣ.
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
ΧΟ.
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
ΒΑΣ.
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῶι;
ΧΟ.
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.
ΒΑΣ.
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
ΧΟ.
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
Testim.:
224 Hesych. (Phot.) θυμόμαντις τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγινώσκων· ψυχόμαντις etc.
241 Hesych. (Phot.) ποιμάνωρ ποιμὴν (ἀνδρῶν suppl. e Phot.) ἢ βασιλεύς.
Apparatus Criticus
πρευμενῶςπρευμενήπρευμενῶςutrumque
τἄμπαλιντούμπαλιν
γαίαιγαίαν
κάτοχακάτοχ᾽ ἀμ.
παιδὶπαισί
ἐκύρωσαςἔκυρσας
δὴδέδή
θήσομενθήσομαι
τ᾽ ἔνερθετε νέρθε
γῆςom.
δυσμὰςδυσμάςδυσμαῖς
ὁ στρατὸςκαὶ στρατόςὁ scripsi
ἐστιἐστινom.
χεροῖnχερόςcorr. Elmsley
τούτοισιντούτοις
ἐξαρκὴςἐξαρκεῖ
δόμοιςδόμοισιν
στρατῶιστρατοῦ
ἄνδραςἄνδρες
ΒΑΣ.
δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.
ΧΟ.
ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσηι πάντα νημερτῆ λόγον·
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
Actio: intrat Nuntius a parte opposita ei a qua Regina venerat.
ΑΓΓΕΛΟΣ
ὦ γῆς ἁπάσης Ασιάδος πολίσματα,
ὦ Περσὶς αἷα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾶι πληγῆι κατέφθαρται πολύς
ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά,
ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
ΧΟ.
ἄνι᾽ ἄνια κακά, νεόκοτα
καὶ δάι. αἰαῖ, διαίνεσθε Πέρ-
σαι τόδ᾽ ἄχος κλυόντες.
ΑΓ.
ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα,
καὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.
ΧΟ.
ἦ μακροβίοτος ὅδε γέ τις
αἰὼν ἐφάνθη γεραιοῖς, ἀκού-
ειν τόδε πῆμ᾽ ἄελπτον.
ΑΓ.
καὶ μὴν παρὼν γε κοὐ λόγους ἄλλων κλυών,
Πέρσαι, φράσαιμ᾽ ἂν οἱ᾽ ἐπορσύνθη κακά.
ΧΟ.
ὀτοτοτοῖ, μάταν
τὰ πολλὰ βέλεα παμμιγῆ
Testim.:
250 exprimit Eur. Or. 1077 καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
256-61 = 262-67 iambi. paeneultimus choriambus, plures concisi. 268-71=274-77 dochm. dimeter iamb. priapeus.
Apparatus Criticus
δοκεῖnδοκεῖ
τάχ᾽ εἴσηι πάνταπάντ᾽ εἴσῃ τάχα
νημερτῆ λόγοννημερτεῖ λόγῳνημαρτῆ
Reginae tribuunt AL
δράμημαδρόμημα
καὶ φέρειεἰ φέρει
Ασιάδοςἀσιατίδοςἀσίδος
τὸ Περσῶν δ᾽ ἄνθοςτὸ δὲ Περσῶν ἄνθος
ὤμοιὤιμοι
ΠέρσαιΠέρσαις
νεόκοτανεοτόκακακὰ λυπηρὰ λυπηρὰ νεοκ.
καὐτὸςκἀγώ
μακροβίοτοςμακροβίωτος
ἐφάνθηἐφάνθηἐφαάνθηἐφάνη
γεραιοῖςγηραιοῖς
γετε
Πέρσαιπέρσαις
ὀτοτοτοῖὀτοτοῖ τοῦὁττοτοίτοιὀττοττοτοίὀτ(τ)οτοίὁττοτοτοίτοι
ΧΟ.
γᾶς ἀπ᾿ ᾿Ασίδος ἦλθε δάι-
αν ἐφ᾿ Ἑλλάδα χώραν.
ΑΓ.
πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
ΧΟ.
ὀτοτοτοῖ, φίλων
πολύδονα σώμαθ᾽ ἁλιβαφῆ
κατθανόντα λέγεις φέρε-
σθαι πλάγκτ᾽ ἐν διπλάκεσσιν.
ΑΓ.
οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς. –
ΧΟ.
ἴυζ᾽ ἄποτμον δαίοις
δυσαιανῆ [Πέρσαις] βοάν·
ὡς πάνται παγκάκως
πᾶν θέσαν. αἰαῖ στρατοῦ φθαρέντος. –
ΑΓ.
ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμίνος κλύειν·
φεῦ, τῶν ᾿Αθηνῶν ὡς στένω μεμνημένος.
ΧΟ.
στυγναί γ᾽ ᾿Αθᾶναι δαΐοις.
μεμνῆσθαί τοι πάρα,
ὡς πολλὰς Περσίδων [μάταν]
ἔκτισαν εὔνιδας ἠδ᾽ ἀνάνδρους. =
280-284 = 286-89. iambi. tres dimetri, partim concisi, trimeter a choriambo exorsus. nuntii trimetris nihil respondere voluit poeta, ut Reginae tandem verba facere sustinentis gravitatem extolleret.
Apparatus Criticus
᾿Ασίδοςἀσιάδος
δάιανἐπ᾿ αἷαν δῖανcorrexi
δυσπότμωςδυσπότμων
πρόσχωροςπρόχωρος
ὀτοτοτοῖὀτοτοτοῖὀττοτοτοίὀττοττοτοίὀττοτοίτοιὀ(τ)τοτοί
πολύδονα ... ἁλιβαφῆἁλίδονα ... πολυβαφήcorrexi
πλάγκτ᾽πλαγκτοῖςcorrexi
ἀπώλλυτοἀπώλετοἀπόλλυτο
στρατὸςλεὼς
ναΐοισινναιῆσιννηι.
δυσαιανῆδυσεανῆ
πάνταιπάνταπάνται
πᾶν θέσανἔθεσανπᾶν θέσαν scripsi
ἔχθοςἄχθος
στυγναίστύγν'
γ᾽γ'τ'θ'δ'
᾿Αθᾶναιἀθῆναι
πάραπάρεισ'
ἔκτισαν εὔνιδαςεὔνιδας ἔκτισσαν
ΒΑΣΙΛΕΙΑ
σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,
τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.
ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ᾽ ἀναπτύξας πάθος
λέξον καταστάς, κεί στένεις κακοῖς ὅμως.
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίαι
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.
ΑΓΓ.
Ξέρξης μὲν αὐτὸς ζῆι τε καὶ βλέπει φάος.
ΒΑΣ.
ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
ΑΓΓ.
᾿Αρτεμβάρης δέ, μυρίας ἵππου βραβεύς,
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν·
χώ χιλίαρχος Δαδάκης πληγῆι δορός
πήδημα κούφον ἐκ νεὼς ἀφήλατο·
Τενάγων τ᾽, ἄριστος Βακτρίων ἰθαιγενής,
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος ᾿Αρσάμης τε κ᾿ Αργήστης τρίτος,
οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Testim.:
299 Schol. Aristoph. Ran. 1028 (ef. ad argum.) Ξέρξης-φάος.
303 Hesych. Σιληνίαι· τῆς Σαλαμῖνος πλησίον τοῦ λεγομένου τροπαίου = Σ
309 Hesych. πελειοθρέμμονα νῆσον.
Apparatus Criticus
κακοῖςκακοῖσιν
βροτοῖςβροτούς
κακοῖςκακοῖσιν
ἀρχελείωνἀρχελάων
βλέπει φάοςφάος βλέπει
δώμασινδόμοισι
μελαγχίμουμελαγχείμου
ἵππουἵππους
Σιληνιῶνσιληνιώνσιληνίων
χιλίαρχοςχιλιάρχης
Δαδάκηςδαρδάκης
ἀφήλατοἀφήλλατο
Τενάγωντανάγων
ἰθαιγενήςἰθαιγενήςἰθαγεν.
θαλασσόπληκτονθαλασσόπλακτον-πλαγκτον-πλαγκτός vel -πλακτός
τὴν πελειοθρέμμονατήνδε πελειοθρέμμονα
νικώμενοικυκώμενοι
γειτονῶνγειτόνων
ΑἰγυπτίουΑἰγυπτίων
ΑΓΓ.
᾿Αρκτεύς ᾿Αδεύης καὶ φερεσσακὴς τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας
πυρσὴν Ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρέαι βαφῆι.
καὶ Μᾶγος Αραβος ᾿Αρτάμης τε Βάκτριος
σκληρᾶς μέτοικος γῆς ἐκεῖ κατέφθιτο.
Ἄμιστρις ᾿Αμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν ὅ τ᾽ ἐσθλὸς ᾿Αριόμαρδος Σάρδεσιν
πένθος παρασχὼν Σεισάμης θ᾽ ὁ Μύσιος
θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς·
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχὼν εὐκλεῶς ἀπώλετο.
τόσον μὲν ἀρχόντων ὑπεμνήσθην πέρι·
πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά.
ΒΑΣ.
αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν,
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
ὥστ᾽ ἀξιῶσαι Περσικῶι στρατεύματι
Testim.:
324 Steph. Βyz. Λυρνησσός .. Αἰσ. δὲ Πέρσ. ὡς ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖος.
Apparatus Criticus
φερεσσακὴςφρεσ(σ)εύηςὁ add.καὶ add.φρεσίβηςφερεσσεύηςcorr. Bothe
Φαρνοῦχοςφανούργοςκαὶ φαρν.
οἵδεοἵ τεοἵ γ᾽ ἐκ. ν.
πέσονπέσαν
ΜάταλλοςΜέταλλοςμίταλλος
πυρσὴνπυρ'ργάν
δάσκιονδάσκειον
Αραβοςἄρραβοςἄρ(ρ)αθος
Αρτάμηςἀρτάβηςἀρσάμης
τεδ'
μέτοικοςἔποικος
Σεισάμηςσεισάμηςσεισάρμηςσισάμηςσησάμηςεἰσάμης
θ᾽om.
θάρυβίςθάβυριςθάρμιςθάρβις
εὐειδὴςἀειδής
Συέννεσίςσύνεσιςcorr. Turn.
πρῶτοςπρῶτος αὐτός(αὐτὸς supra vers.)
ἄπαρχοςἔπαρχος
εὐκλεῶςνηλεώςἀνηλεῶς
τόσον μὲn ἀρχόντωντόσον μὲn ἀ. scripsiτοιῶνδ᾽ ἀ.τοιῶνδέ γ'post ἀρχ. add. vûv
δ᾽om.
δὴπ. δή (δέ ἀντὶ τοῦ δή P)
πόσονπόσων
ΒΑΣ.
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
ΑΓΓ.
πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος·
Ξέρξηι δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι τάχει
ἑκατὸν δὲς ἦσαν ἑπτά θ᾽· ὧδ᾽ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῆιδε λειφθῆναι μάχηι;
ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπωι τύχηι.
θεοὶ πόλιν σώιζουσι Παλλάδος θεᾶς.
ΒΑΣ.
ἔτ᾽ ἄρ᾽ ᾿Αθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;
ΑΓΓ.
ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
ΒΑΣ.
ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν φράσον,
τίνες κατῆρξαν, πότερον Ἕλληνες μάχης
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
ΑΓΓ.
ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
ἀνὴρ γὰρ Ἕλλην ἐξ ᾿Αθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ σῶι Ξέρξηι τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἕξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
δρασμῶι κρυφαίωι βίοτον ἐκσωσοίατο.
ὃ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
Testim.:
341-43 Plutarch. Themist. 14 Αἰσχύλος ἐν Πέρσαις ... Ξέρξηι-λόγος.
Apparatus Criticus
μάχην συνάψαιμάχη ξυν.
ναΐοισινναιῆισιν
ἂνom.
βάρβαρονβαρβάρωνcorr. Blomfield
πλῆθοςνεῶν τὸ πλ.
ὑπέρκοποιὑπέρκομποιcorr. Wakefield
λειφθῆναιληφθήναι
ἔτ᾽ ἄρ᾽ἔστ᾽ ἀρ᾽
δὲτεom.
ἦνom.
καταυχήσαςκατακαυχήσας
μενοῖενμένοιενsed προσκαρτερήσουσιν glossa PV
ἐπανθορόντεςἐπανθορῶντεςἐπενθ.
ἐκσωσοίατοἐκσωσαίατοcorr. Monk.
ΑΓΓ.
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὔτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξηι, κνέφας δὲ τέμενος αἰθέρος λάβηι,
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
ἄλλας δὲ κύκλωι νῆσον Αἴαντος πέριξ·
ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσι στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἳ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχωι φρενί
δεῖπνόν τ᾽ ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπήιει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θ᾽ ὅπλων ἐπιστάτης.
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,
πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος.
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ελλήνων στρατός
κρυφαῖον ἔκπλουν οὐδαμῆι καθίστατο.
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἤχει κέλαδος Ἑλλήνων πάρα·
μολπηδὸν εὐφήμησαν, ὄρθιον δ᾽ ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῆι
Apparatus Criticus
προφωνεῖπροφωνεῖπροσφ.
τόνδετοιόνδε
ναυάρχοιςναυάρχαις
φλέγων ἀκτῖσινἥλ. φλόγα
στοίχοιςστίχοις (στοίχοις H1)
ναυσὶnνηυσίν
κρατὸςκράτος et κρατόςκράτους
ὑπ᾽ εὐθύμουὑπ᾽ εὐθύμουὑπερθύμουὑπ᾽ ἐκθ.
τ᾽δεῖπνόν τ᾿om.
τ᾽ ἀνὴρδ᾽ ἀνήρ
σκαλμὸnσκαρθμόν
θ᾽θ'δ'
ναῶννηών
οὐδαμῆιοὐδαμῶς
ἤχειἠχοῖἠχῇcorrexi
εὐφήμησανεὐφήμησενcorrexi
ὄρθιονὄρθριον
πέτραςπέτρης
οὐ γὰrοὐδὲ γάρ
ὡς φυγῆιὡς ἐν φυγή
ΑΓΓ.
παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχωι θράσει·
σάλπιγξ δ᾽ ἀυτῆι πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῆι
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμωι, δεύτερον δ᾽ ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν „ὦ παῖδες Ἑλλήνων ἴτε
ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δέ
παῖδας γυναῖκας θεῶν τε πατρώιων ἕδη
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.“
καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνική
ναῦς κἀποθραύει πάντα Φοινίσσης νεώς
κόρυμβ᾽, ἐπ᾿ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῶι νεῶν
ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἐμβόλοις χαλκοστόμοις
παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον.
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλωι πέριξ ἔθεινον, ὑπτιοῦτο δέ
σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν·
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον.
φυγῆι δ᾽ ἀκόσμωι πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος·
Apparatus Criticus
ἐφύμνουνεὐφήμουνἐφήμουν
ὁρμῶντεςὁρῶντες
ἐπέφλεγενὑπέφλεγεν
εὐθὺς δὲἐπεὶ δὲ
κελεύματοςκελεύματοςκελεύσμ.
ἐκφανεῖςἐμφανεῖς
εὐτάκτωςεὔτακτον et εὐτάκτωςεὔτακτονεὐστόχως
δέom.
ναῦς ἐν νηὶ χαλκήρηἐν νυκτί χ.
ηὔθυνενηὔθυνενἴθυνεν
μέν νυνμὲν νῦνμὲn οὖνμὲn δή
ὑπ᾽ αὐτῶνὑπ᾿ αὐτῶνὑφ᾽ αὑτῶν
ἐμβόλοιςἐμβολαῖςcorr. Stanley
ἀφρασμόνωςἀφρασμόνωςἀφραδμ.
ναυαγίωνναυαγίου
φόνουφόνον
ἐπλήθυονἐπλήθυνον
ἀκόσμωιἀκόσμωςcorr. H2
ΑΓΓ.
τοὶ δ᾽ ὥστε θύννους ἤ τιν᾿ ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων
ἔπαιον ἐρράχιζον, οἰμωγὴ δ᾽ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
εὐ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέραι μιᾶι
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
ΒΑΣ.
αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
ΑΓΓ.
εὐ νυν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν·
τοιάδ᾽ ἐπ᾿ αὐτοῖς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῆι.
ΒΑΣ.
καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη;
λέξον τίν᾿ αὖ φὴς τήνδε συμφορὰν στρατῶι
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
ΑΓΓ.
Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν
ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς
αὐτῶι τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτωι μόρωι.
ΒΑΣ.
οἳ ἐγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίωι μόρωι δὲ τούσδε φὴς ὀλωλέναι;
ΑΓΓ.
νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅτ᾽ ἐκ νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσωιζοίατο,
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ᾽ ὑπεκσώιζοιεν ἐναλίων πόρων·
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεός
Apparatus Criticus
θύννουςθύνους
θραύμασίνθραύσμασι
ἐρειπίωνἐριπίων
οἰμωγὴοἰμωγῆς
πελαγίανπελασγίαν(γρ. πελάναν ἀντὶ τοῦ μέλαιναν)
οὐδ᾽ ἂnοὐκ ἄν
ἤματαἄματα
στοιχηγοροίηνστοιχοιγαρ. et o supra αστιχηγ.
μηδάμ᾽μηδάμ᾿μηδ᾽ ἄν
ἔρρωγενἔρρωται
μεσοῦνμεσεῦσαι
αὐτοῖςαὐτούς
πάθουςπένθους
ἔτ᾽δ᾽ ἔτ᾽
ὅσοιπερ ἦσανὅσοι παρῆσαν
φύσινφύσει
ἐκπρεπεῖςἐκπρεπεῖςεὐπρεπεῖς
αἰσχρῶςοἰκτρῶς
δυσκλεεστάτωι μόρωιδυστυχεστάτῳ δέ τ'τύχης
δὲom.
ναυσίννηυσίν
ποντίας ἀκτῆς ἔπιπ. ἁλὸς ἔπι
ὅπως, ὅτ᾽ ἐκ νεῶνὅταν νεῶνcorr. Elmsley
ἐκσωιζοίατοἐξσωζ.
κτείνοιενκτείνειενκτάνοιεν
ἐναλίωνεἰναλίων
πόρωνπόνων
ΑΓΓ.
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρωισκον· ἀμφὶ δέ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἄπο
θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν,
τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
Ξέρξης δ᾽ ἀνώιμωξεν κακῶν ὁρῶν βάθος·
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῶι παραγγείλας ἄφαρ στρατεύματι,
ἵησ᾽ ἀκόσμωι ξὺν φυγῆι. τοιάνδε σοι
πρὸς τῆι πάροιθε συμφορὰν πάρα στένειν.
ΒΑΣ.
ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν ᾿Αθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
σὺ δ᾽ εἰπὲ ναῶν αἱ πεφεύγασιν μόρον,
ποῦ τάσδ᾽ ἔλειπες· οἶσθα σημῆναι τορῶς;
ΑΓΓ.
ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην
κατ᾿ οὐρον οὐκ εὔκοσμον αἴρονται φυγήν.
Testim.:
480 Нesych. σύδην ταχέως καὶ ὁρμητικῶς.
Apparatus Criticus
τράποιντοτράπωνται
πέτροισινπέτροισινπέτρῃσι
τ᾽ ἄποδ᾽ ἄποἄπο hoc accentu MAPVQTr
προσπίτνοντεςπροσπίτνοντεςπροσπίπτ.
ὤλλυσανὄλλυσανὤλυσαν
κρεοκοποῦσικρεοκοπ.κρεωκ.
ἀνώιμωξενἀνώιμωζε-μοξε
πελαγίαςπελασγίας
πεζῶιπεζῷ τε
ἵησ᾽ἵησ'ἤισ᾿ἤιγε'ἤιξ'
ξὺnσύν
ηὗρεεὑρε
ἀπήρκεσανἀπήρκεσαν-κεσεν
τοσόνδετοσῶνδε (vel δε)
ἔλειπεςἔλιπες
λελειμμένωνλελεγμένωνἐλελεγμ.
αἴρονταιαἰρίvel αἱρ)οῦνται (ἀροῦνται VF)corr. Elmsley
φυγήνφυγεῖνφυγής
ΑΓΓ.
στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονί
διώλλυθ᾽, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψει πονοῦντες, οἳ δ᾽ ὑπ᾽ ἄσθματος κενοί
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Λοκρίδ᾽ αἰαν Μηλιά τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῶι.
κἀντεῦθεν ἡμᾶς γῆς ᾿Αχαιίδος πέδον
καὶ θεσσαλῶν πόλεις ὑπεσπανισμένους
βορᾶς ἐδέξαντ᾽· ἔνθα δὴ πλεῖστοι θάνον
δίψει τε λιμῶι τ᾽· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ᾽, ἐπ᾿ ᾿Αξιοῦ πόρον
Βόλβης θ᾽ ἕλειον δόνακα Πάγγαιόν τ᾽ ὄρος,
Ἠδωνίδ᾽ αἰαν. νυκτὶ δ᾽ ἐν ταύτηι θεός
χειμῶν᾽ ἄωρον ὠρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος· θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός, περᾶι κρυσταλλοπῆγα διὰ πόρον.
χὥστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε θερμαίνων φλογί·
πῖπτον δ᾽ ἐπ᾿ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι
ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
θρήικην περάσαντες μόγις πολλῶι πόνωι
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
ἐφ᾽ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ᾽ ἔστ᾽ ἀληθῆ· πολλὰ δ᾽ ἐκλείπω λέγων
Apparatus Criticus
δίψειδίψηιcf. 491. Choeph. 756
Λοκρίδ᾽δωρίδ᾽correxi
γῆς ᾿Αχαιίδοςτῆς Ἀχαιίδος
πόλειςπόλιςπόλισμ'corr. Schiller
ἐδέξαντ᾽ἐδέξατ᾽
δίψειδίψηι
᾿Αξιοῦἀξειοῦἀξίου
Βόλβηςβολβῆς
Πάγγαιόνπάγαιονπάγκαιον
Στρυμόνοςστρύμμονος
ηὔχετοεὔχετο
σκεδασθῆναισχεδ.
σεσωμένοςσεσωσμένος
φλέγωνφλεγμαίνων
εὐτυχὴςεὐτυχής (εὐτύχεις sic A1)εὐτυχεῖ
ἐκφυγόντεςἐκφεύγοντες
ΑΓΓ.
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
514 exit nuntius.
ΧΟ.
ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρύς
ποδοῖν ἐνήλου παντὶ Περσικῶι γένει.
ΑΤ.
οἳ ἐγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
ὅμως δ᾽, ἐπειδὴ τῆιδ᾽ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα Γῆι τε καὶ φθιτοῖς δωρήματα
ἥξω λαβούσα πέλανον ἐξ οἴκων ἐμῶν·
ἐπίσταμαι μὲν ὡς ἐπ᾿ ἐξειργασμένοις,
ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῶιον πέλοι.
ὑμᾶς δὲ χρὴ ἐπὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόληι,
παρηγορεῖτε καὶ προπέμπετ᾽ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
531 Regina cum suis abit eo unde venerat.
ΧΟΡΟΣ
ὦ Ζεῦ βασιλεῦ, νῦν (γάρ) Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
ἄστυ τὸ Σούσων ἠδ᾽ ᾿Αγβατάνων
πένθει δνοφερῶι κατέκρυψας.
πολλαὶ δ᾽ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
Apparatus Criticus
ἐνήλουἐνήλωἐνήλλουcorr. P2
ἄγανἄγαν γ᾽
πέλοιπέλει
ὑμᾶςἡμᾶςὑμῖν
πιστοῖσιπιστοῖςπιστοῖς γεad v. 525 Ργρ ...
μὴ καί τιμηκέτικαὶ μή τι
προσθῆταιπρόσθῆ τιπρόσθητεπροστεθῇγένηται
(γάρ)ἀλλ᾽ ὦpost vûv evanuit vox (τῶν?) Qsuppl. Herm.Περσῶν μέν
ὀλέσαςὤλεσας
᾿Αγβατάνωνἀγβατάνωνἔκβ.
δνοφερῶιστυγερῶι
ἁπαλαῖςἀταλαῖςἀπαλαῖς
ΧΟΡΟΣ
διαμυδαλέους δάκρυσιν κόλπους
τέγγουσ᾽, ἄλγους μετέχουσαι.
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσιν ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων τ᾽ εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.
νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖ
᾿Ασιὰς ἐκκενουμένα·
Ξέρξης μὲν [γὰρ] ἄγαγεν,
ποποῖ,
Ξέρξης δ᾽ ἀπώλεσεν,
τοτοῖ,
Ξέρξης δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως
βαρίδες τε ποντίαι.
τίπτε Δαρεῖος μὲν οὖ-
τω τότ᾽ ἀβλαβὴς ἐπῆν
τόξαρχος πολιήταις,
Σουσίδος φίλος ἄκτωρ;
πεζούς τε γὰρ καὶ θαλασσίους λι-
νόπτεροι κυανώπιδες
548-57 = 558-97 trochaei 5. 2. interiectio 2. interiectio 3. 2. 4. (bis 2.) 2 pherecratei. primum fere cuiusque versus trochaici metrum palimbaccheum; libera huius in primo versu responsio, nisi Tr recte emendavit.
Apparatus Criticus
διαμυδαλέουςδιαμυδαλέους-λέοις
τέγγουσ᾽τέγγουσιν
ἄλγουςἄχους
ποθέουσιν ἰδεῖnποθεοῦσ᾿ ἰδ.ποθεοῦσαι ἰδ.correxi
ἀρτιζυγίανἀρτισυζυγίαν
τ᾽om.
ἀκορεστοτάτοιςἀκορεστάτοις
δὴom.
ἐκκενουμέναἐκκενουμένη-μένηςἐκμαινομ.
[γὰρ] ἄγαγενμένγάρμὲn γάρἄγαγενἤγαγεν
βαρίδες τε ποντίαιβάριδές τε πόντιαιβ. θ' αἱ π.βαρίδεσιν (γε inserit Tr) ποντίαις
τίπτετίπτετί ποτε
τόξαρχοςτοξάρχης
πολιήταιςπολιήταιςπολίταις
Σουσίδοςσουσίδεςσουσίδαις
τεom.
γὰρom.γάρ τε καί
λινόπτεροιλινόπτεροιαἱ δ᾽ ὁμόπτεροι
ΧΟΡΟΣ
νᾶες μὲν ἄγαγον,
ποποῖ,
νᾶες δ᾽ ἀπώλεσαν,
τοτοῖ,
νᾶες πανωλέθροισιν ἐμβολαῖς,
αἵ τ᾽ Ἰαόνων χέρες;
τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽
αὐτὸν ὡς ἀκούομεν
θρήικης ἀμ πεδιήρεις
δυσχίμους τε κελεύθους.
τοὶ δ᾽ ἄρα πρωτομόροιο,
φεῦ,
ληφθέντες πρὸς ἀνάγκας,
ἠέ,
ἀκτὰς ἀμφὶ Κυχρείας
ὀᾶ,
.......· στένε καὶ δακνά-
ζου, βαρὺ δ᾽ ἀμβόασον
οὐράνι᾽ ἄχη,
ὀᾶ·
τεῖνε δὲ δυσβάυκτον
βοᾶτιν τάλαιναν αὐδάν.
γναπτόμενοι δ᾽ ἁλὶ δεινά,
φεῦ,
σκύλλονται πρὸς ἀναύδων,
ἠέ,
παίδων τᾶς ἀμιάντου,
ὀᾶ.
568-75 = 576-83 tres trimetri dactylici in bisyllabum, sua cuique subiecta est interiectio. priapeus. monom. iamb. dim. choriamb., choephoricon.
Apparatus Criticus
πανωλέθροισινπανωλ(ολ M corr. m)εθρίοισιν
αἵ τ᾽ Ἰαόνων χέρεςδιὰ δ᾽ Ἰ. χέραςcorr. Enger
δυσχίμουςδυσχειμέρουςcorr. Arnaldus
τεom.
πρωτομόροιοπρωτόμοροι (-μοιροι P)φεῦ φεῦcorr. Blomfield
ληφθέντεςληφθέντεςλειφθέντες
ἀνάγκαςἀνάγκαν (-κην P2V)corr. Blomfield
ΚυχρείαςΚυγχρείας (κιγχρείας P2)Κυχρ.Κυπρίας
.......· στένε καὶ δακνά-deest verbum finitumπένθει καὶ δ.δακρύζου
ἀμβόασονἀμάναΑλβόησον
δυσβάυκτονδυσβάικτον
γναπτόμενοιγναμπτ.
δεινάδεινάδεινᾶ
σκύλλονταισκύλονται
ἠέἠ ἠ
ΧΟΡΟΣ
πενθεῖ δ᾽ ἄνδρα δόμος στερη-
θείς, τοκέης δ᾽ ἄπαιδες
δαιμόνι᾽ ἄχη,
ὀᾶ,
δυρόμενοι γέροντες.
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
τοὶ δ᾽ ἀνὰ γᾶν Ασίαν δήν
οὐκέτι περσονομούνται,
οὐκέτι δασμοφοοῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ᾽ ἐς γᾶν προπίτνοντες
ἄρξονται· βασιλεία
γὰρ διόλωλεν ἰσχύς.
οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν
ἐν φυλακαῖς· λέλυται γάρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
αἱμαχθεῖσα δ᾽ ἄρουραν
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσῶν.
584-90 = 591-97 trimetri dactylici in bisyllabum exeuntes; tertius a fine a spondeo exorsus. ultimi duo, ut clausulam efficiant, copulati.
597 revertitur Regina cum comitibus sacrificii apparatum portantibus.
ΒΑΣΙΛΕΙΑ
φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ
ἐπίσταται, βροτοῖσιν ὡς ὅταν κλύδων
κακῶν ἐπέλθηι, πάντα δειμαίνειν φιλεῖ·
Apparatus Criticus
δόμοςom.δῶμα
τοκέηςτοκέεςτοκῆεςcf. 63. post ἄπαιδες add ...
δυρόμενοιὀδυρ.
κλύουσινκλύουσ᾽κλύοντες
οὐκέτιοὐδ᾽ ἔτι
δασμοφοοῦσινδασμοφοροῦνται
δεσποσύνοισινδεσποσύνῃσιν
οὐδ᾽οὔτ᾽corr. Brunck Heath
προπίτνοντεςπροπίτνοντεςπροπίπτ.προσπίτν.προσπίπτ.
βασιλείαβασιλεία· ἡβασιλικήβασίλεια
οὐδ᾽ ἔτιοὐδέ τοι
ἀλκᾶςἀλκᾶς et -ῆς
ἄρουρανἄρουραcorr. Porson
ἔμπειροςἔμπειροςἔμπορος
ἐπίσταταιἐπίστασο
ἐπέλθηιἐπέλθοι
ΒΑΣ.
ὅταν δ᾽ ὁ δαίμων εὐροῆι, πεποιθέναι
τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχης.
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
βοᾶι δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος.
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοάς
φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια,
βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·
τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
ὕμνους ἐπευφημεῖτε τόν τε δαίμονα
Δαρεῖον ἀνακαλεῖσθε. γαπότους δ᾽ ἐγώ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Actio: 622 Regina sacra facit dum chorus cantat.
ΧΟ.
βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
φθιμένων πομπούς
Apparatus Criticus
αἰὲn ἄνεμοναἰὲn ἄνεμον Weilαἰεὶ (ἀεί Α) δαίμον'εὐροεῖν
τἀνταῖατ᾿ ἀντ. et τάντ.
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖςἔστειλα τῶι (ἐστείλατο Μ) παιδὸς πατρὶ πρευμ.ἐστειλάμην παιδὸς πατρὶ πρ.ἔστειλα πατρὶ παιδὸς εὐμ.
μειλικτήριαμηλικτ.
πλεκτάπληκτά et πλεκτά
χοαῖσι ταῖσδε νερτέρωνχοαῖσι ταῖσδ᾽ ἐν ν.
ὕμνους ἐπευφημεῖτεὕμνοιςεὐφημ.
τόν τε δαίμονατόνδε δ.
ἀνακαλεῖσθεἀνακαλεῖσθαι
δ᾽ ἐγώτ᾽ ἐγώ
νερτέροιςνερτέρων
πρέσβοςπρέσβοςπρέσβυςπρέσβιςπρέσβα
σύ τεσύ τ᾽ εὐ
ἡμεῖςὑμεῖς
θ᾽δ'
ΧΟ.
εὔφρονας εἶναι κατὰ γαίας.
ἀλλὰ χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ βασιλεῦ τ᾽ ἐνέρων,
πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε, παρὼν
μόνος ἂν θρήνων πέρας εἴποι.
ἢ ῥ᾽ ἀίει μου μακαρίτας ἰσοδαίμων βασιλεύς
βάρβαρα σαφηνή
ἱέντος τὰ παναίολ᾽ αἰανῆ δύσθροα βάγματα;
παντάλαν᾽ ἄχη
διαβοάσω.
νέρθεν ἆρα κλύει μου; –
ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι χθονίων ἁγεμόνες
δαίμονα μεγαυχή
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων,
Περσᾶν Σουσιγενή θεόν·
πέμπετε δ᾽ ἄνω
οἷον οὔπω
Περσὶς αἷ᾽ ἐκάλυψεν. –
ἢ φίλος ἁνήρ, φίλος ὄχθος·
φίλα γὰρ κέκευθεν ἤθη.
᾿Αιδωνεὺς δ᾽ ἀναπομ-
πὸς ἀνείης ᾿Αιδωνεὺς
Numeri: praevalent ionici aut choriambi; discrepat epodus. 633-37 = 638-46 4 choriamb. ithyphallicus concisus cf. 854. 2 glyconei. 2 monometri trochaici, prior solutus ut Pind. Nem. 6, 59 ἄγγελος ἔβαν, pherecrateus. 647-51 = 652-55 2 choriambi ... membrum simile alcaico decasyllabo, 4 ion. a min. + alcaic. decasyll. interiectio.
Apparatus Criticus
γαίαςγαίαςγαίηςγαῖαν
τ᾽ ἐνέρωντε νερτέρων
φῶςφάος
ἄκοςπλέονcorrexi
θρήνωνθνητῶνcorr. Gomperz
εἴποιεἴπηι
μουμοι
βάρβαρα σαφηνήβ. τε σαφηνή
αἰανῆ ... βάγματααἰανὰβάσματα
παντάλαν᾽ ἄχηπαντάλαιν᾽παντάλανά τ'ἄχθη
μοιom.
ἁγεμόνεςἁγεμόναom.
μεγαυχήμεγαυχήμεγαλαυχή
ἰόντ᾽ἱέντ'
ἐκom.
ἢ φίλος ... ὄχθοςἡ φίλ. ὄχθ.ἢ delevit Trὄχθος τάφου
ἀνείηςἀνίηἀνίειἂν εἴηἂν εἴηνἀνίαcorr. Brunck
᾿Αιδωνεὺς(alterum)om.
ΧΟ.
[Δαρεῖον] οἷον ἀνάκτορα Δαριᾶνα.
ἠέ. –
οὐδὲ γὰρ ἄνδρας ποτ᾿ ἀπώλλυ
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ᾽ ἐκικλή-
σκετο Πέρσαις, θεομήστωρ / δ᾽ ἔσκεν, ἐπεὶ στρατὸν εὐ ποδούχει.
ἠέ. =
βαλλὴν ἀρχαῖος βαλλὴν †ἴθι ἱκοῦ,
ἔλθ᾽ ἐπ᾿ ἄκρον κόρυμβον ὄχθου, κροκόβα-
πτον ποδὸς εὔμαριν ἀείρων, βασιλεί-
ου τιήρας φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν.
οἰ. –
†ὅπως καινά τε κλύηις νέα τ᾽ ἄχη,
δέσποτα δεσπότου φάνηθι. Στυγία
γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται· νεολαί-
α γὰρ ἤδη κατὰ πᾶσ᾽ ὄλωλεν.
βάσκε πάτερ ἄκακε Δαριάν,
οἰ. =
Numeri: 657-64 = 665-71 ... dimeter dochm. 9. choriambi ... dimeter iamb. interiectio 673-80 ... tetram. dactyl. catal. ... tetrameter anapaest. in clausula cf. 696.
Apparatus Criticus
οἷον ἀνάκτορα Δαριᾶναolov (vel olov) ... ἄνακτα Δαρειάνcorr. Dindorf
οὐδὲοὔτεcorr. Dindorf
ἄνδραςἄνδρας τ᾽
ἀπώλλυἀπόλλυ
εὐ ποδούχειὑπεδώκειεὐ ἐποδώκειcorr. Dindorf
βαλλὴνβαλλήνβαλήν
†ἴθι ἱκοῦἴθι ἵκουἴθ᾽ ἴκου
ἀείρωνἀείρας
τιήραςτιάρας
πιφαύσκωνπιφαύσκωνπιφάσκων
Δαριάνδαριανοίδαρειάν οἴ(οἱ᾽ καὶ μεγάλα)
τεom.
ἄχηἄχθη
ἐπ᾽ ἀχλὺςἐπ᾿ ἄχλυς τις
νεολαίανεολείαἀπόλωλε
ΧΟ.
αἰαῖ αἰαῖ.
ὦ πολύκλαυτε φίλοισι θανών,
†τί τάδε δυνάτα δυνάτα
†περὶ τᾶι σᾶι δίδυμα διαγόεν ἁμάρτια
πᾶσαι γᾶι τᾶιδ᾽ ἐξέφθινται
τρίσκαλμοι νᾶες ἄναες.
[ἄναες].
Actio: surgit e tumulo Dareus ita ut prima appareat regalis tiara (661). chorus προσκυνεῖ. manentque humi prostrati usque ad Darei et uxoris dialogum.
ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ
ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ᾿· ἐστὶ δ᾽ οὐκ εὐέξοδον
ἄλλως τε πάντως, χοἱ κατὰ χθονὸς θεοί
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγώ
ἥκω· τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου.
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;
ΧΟ.
σέβομαι μὲν προσιδέσθαι,
Numeri: 694-96 = 700-702 duo dimetri ionici, paroemiacus. stropham excipiunt tres tetrametri troch.; antistrophum longior oratio eiusdem numeri.
Apparatus Criticus
δυνάτα δυνάταδυνάτα δυνάταδυνάστα δυνάσταδυνάστα
δίδυμαδίδυμα et διδύμα
διαγόενδιαγόενδιάγοιεν
ἁμάρτιαἁμ.δ᾽ ἁμ.
πᾶσαι γᾶι τᾶιδ᾽πᾶσαν γᾶν τάνδεπάσα(ι) γᾶ(ι) τα(ι)δεπᾶσαιπᾶσα et πάσα, τᾶδ᾽ et τάδ'
ἐξέφθινταιἐξέφυντ᾽ αἱ-φοιντ' αἱἐξέφθινθ᾽ αἱ
νᾶες ἄναες. [ἄναες].ν. ἄναες νᾶεςν. ἀ. ἄναές ποι τριήρειςdel. Heimsoeth
γεραιοίγηραιοίγηραλέοι
πρευμενὴςπρευμενήςπρευμενεῖς
ὀρθιάζοντεςὀρθιάζοντεςῥοθιάζ.
καλεῖσθέκαλεῖσθαι
ἐνδυναστεύσαςὡς δυναστ.
τάχυνετάχυνετάχυνα
τί ἐστιτί ἐστιτί δ᾽ ἐ.
ΧΟ.
σέβομαι δ᾽ ἀντία λέξαι
σέθεν ἀρχαίωι περὶ τάρβει. -
ΔΑ.
ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μύθον, ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
ΧΟ.
δίομαι μὲν χαρίσασθαι,
δίομαι δ᾽ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν. =
ΔΑ.
ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽, εὐγενὲς γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακά
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῆι πρόσω.
ΒΑΣ.
ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμωι,
ὡς, ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου, Ζηλωτὸς ὤν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε Ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος·
πάντα γὰρ Δαρεῖ ἀκούσηι μύθον ἐν βραχεῖ λόγωι·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.
ΔΑ.
τίνι τρόπωι; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;
ΒΑΣ.
οὐδαμῶς, ἀλλ᾽ ἀμφ᾽ ᾿Αθήνας πᾶς κατέφθαρται στρατός.
ΔΑ.
τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει, φράσον.
ΒΑΣ.
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
ΔΑ.
πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;
ΒΑΣ.
ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
Testim.:
698 Hesych. μακιστήρα· βέλος· τάσσεται δὲ καὶ ἐπὶ τοῦ μεγάλου.
Apparatus Criticus
ἀντίαἀντίον
ἀρχαίωι περὶ τάρβειἀρχαίου π. τάρβους
ἦλθονἥκω
μακιστῆραμακιστῆραμακεστῆρα
δίομαιδίομαιδείομαι
γεραιὰγηραιάom.
εὐγενὲςεὐγενής
τύχοιτύχηιπ. ἐντύχοι
γίγνεται θνητοῖςγίνεταιθνητοῖσινβροτοῖς
βίοτοςβίος
πάντωνἁπάντων
εὐτυχεῖ πότμωιεὐτυχῆ ... πότμον
ὡςὅςὅσθ'
ἔλευσσεςἔλευσ(σ)ας
ἐn βραχεῖ λόγωιἐν om.λόγωιχρόνωι
ὡς εἰπεῖn ἔποςὡς ἔπος εἰπεῖν
λοιμοῦλιμοῦ
πεζὸςπεζὸς δ᾽
ναύτηςναύτης γε
δυοῖnδοιοῖν
στρατευμάτοινστρατηλάταιν
ΔΑ.
πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
ΒΑΣ.
μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.
ΔΑ.
καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῆισαι μέγαν;
ΒΑΣ.
ὧδ᾽ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
ΔΑ.
φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
ΒΑΣ.
ὡς ἰδεῖν τέλος πάρεστιν, οἷον ἤνυσεν κακόν.
ΔΑ.
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;
ΒΑΣ.
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
ΔΑ.
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
ΒΑΣ.
πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
ΔΑ.
ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
ΒΑΣ.
Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος ἠδ᾽ Αἰγυπτίων.
ΔΑ.
ὦ μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.
ΒΑΣ.
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα
ΔΑ.
πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
ΒΑΣ.
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν Ζευκτηρίαν.
ΔΑ.
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;
ΒΑΣ.
ναί· λόγος κρατεῖ σαφηνής τοῦτό γ᾽, οὐδ᾽ ἔνι στάσις.
ΔΑ.
φεῦ, ταχεῖά γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμόν
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ᾽ ηὔχουν ἐκτελευτήσειν θεούς.
ἀλλ᾽ ὅταν σπεύδηι τις αὐτός, χώ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις,
παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέωι θράσει·
Apparatus Criticus
τοσόσδετόσσοσδε
ἤνυσενἔνευε
τόδ᾽τόγ'
κλῆισαικλῆισαικλεῖσαι
ὧδ᾽ ἔχειὡςὠδ᾽ ἔσχε
γνώμηςγνώμη
δαιμόνωνδαίμων
ξυνήψατοσυνήψ.
ἦλθε δαίμωνδαίμων ἦλθε
παμπήδην δὲπαμ. τε
λαὸς πᾶςπᾶς στρατός
κενανδρίανκενανδρίαισ
κεδνῆςκενῆς
Βακτρίων ... Αἰγυπτίωνοὐδέ τις γέρωνἠδέ ... Αἰγυπτίων restitui
οἵανοίων
δὲom.
φασινφησὶν
καὶ ποῖκαὶ πῆ
τελευτᾶντελευτᾶντελευτᾷ
γαῖνγαῖνἐν
δυοῖνδοιοῖν
τοῦτό γ᾽, οὐδ᾽ ἔνι στάσιςτοῦτό γ᾽ οὐκοὐκτοῦτό τ'τούτου γ᾽ (τοῦτο et τούτω)τούτῳ γ'τοῦτονοὐδ᾽ ἔνι scripsi
δὲom.
ἀπέσκηψενἀπέσκηψενἐπεσκ.
ἐκτελευτήσεινἐκτελευτήσειν-τῆσαι
χώ θεὸςχἡ θεὸς ἤγουν ἡ Ἐρινύς
φίλοιςφίλων
ηὑρῆσθαιεὑρῆσθαι
ΔΑ.
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ,
καὶ πόρον μετερρύθμιζε καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῶι στρατῶι.
θνητὸς ὢν θεῶν τε πάντων ὤιετ᾿ οὐκ εὐβουλίαι
καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ᾽ οὐ νόσος φρενῶν
εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
ΒΑΣ.
ταῦτα τοῖς κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις
πλοῦτον ἐκτήσω σὺν αἰχμῆι, τὸν δ᾽ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῶιον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλυὼν κακῶν
τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.
ΔΑ.
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον ἀείμνηστον, οἷον οὐδέπω
τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
ἕν᾽ ἄνδρα πάσης ᾿Ασίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ.
ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ὠιακοστρόφουν.
τρίτος δ᾽ ἀπ᾿ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίαι·
Apparatus Criticus
ὅστιςτις om.
ἱρὸnἱερὸν
ἤλπισεἤλπιζε
σχήσεινσχίσειν
σφυρηλάτοιςσφυρηλάταις
πολλὴνπολὺν
θεῶν τεθεῶν τεθ. δέ
νόσοςνόος
πόνοςπόρος
μέγανμέγα
αἰχμάζεινὀχμάζειν
ἙλλάδαἙλλάδι
ἀείμνηστοναἰειμ.
πεσόνπεσσὸν-κείνωσ᾽ εἰσπεσόν
ἐξ οὗτεἐξ οὐ γε
ἕν᾽ ἄνδρα πάσηςἄνδρ᾽ ἁπάσης
᾿Ασίδοςἀσίδοςἀσιάδος
μηλοτρόφουμητροτρόφουμετρολόφου
εὐθυντήριονἰθυντήριον
ἦν ὁ πρῶτοςἦν γὰρ
ὠιακοστρόφουνοἰακοστρ.
πᾶσινπᾶσαν
ΔΑ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτραι
θρόνοισί τ᾽ ἀρχαίοισι· τὸν δὲ σὺν δόλωι
᾿Αρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος.
[ἕκτος δὲ Μάραφις, ἕβδομος δ᾽ Αρταφρένης.]
ἐγὼ δ᾽ ἔκυρσα τοῦπερ ἤθελον πάλου
κἀπεστράτευσα πολλὰ σὺν πολλῶι στρατῶι.
ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει·
Ξέρξης δ᾽ ἐμὸς παῖς ὢν νέος φρονεῖ νέα
κού μνημονεύει τὰς ἐμὰς ἐπιστολάς.
εὐ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽ ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ᾽ ἔσχομεν,
οὐκ ἂν φανεῖμεν πήματ᾽ ἔρξαντες τόσα.
ΧΟ.
τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
ΔΑ.
εἰ μὴ στρατεύοισθ᾽ ἐς τὸν Ἑλλήνων τόπον,
μηδ᾽ εἰ στράτευμα πλεῖον ἦι τὸ Μηδικόν·
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
ΧΟ.
πῶς τοῦτ᾽ ἔλεξας, τίνι τρόπωι δὲ συμμαχεῖ;
ΔΑ.
κτείνουσα λιμῶι τοὺς ὑπερπόλλους ἄγαν.
ΧΟ.
ἀλλ᾽ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.
Apparatus Criticus
ηὔθυνεἤθυνεἴθυνε
Μάρδοςδ᾽ ἐμάρδοςΜάρδις
πάτραιπάτρηιπάτρηςπάτρας
θρόνοισίθρόνοις
᾿Αρταφρένηςἀρταφέρνηςἀρταξέρξης
Μάραφιςμάραφιςμάραφνιςμάρφιςσάραφις
δ᾽om.τ'
Αρταφρένηςἀρταφέρνης
ἐγὼἐγὼ scripsiκἀγὼ
δ᾽ ἔκυρσα τοῦπερ ἤθελον πάλουδ᾽ ἐκ. τ. ἤ. πάλουπάλου δ᾽ ἐ. τ. ἤ.ἔκυρσα πάλου τοῦπ.
πολλὰπολλὰς σὺν
προσέβαλονπροσέβαλλον
ὢn νέος φρονεῖ νέανέος ὤννέος ἐώνὢν νέοςνέα φρονεῖcorr. Monk
σαφῶς τόδ᾽ ἴστ᾽τόδ᾽ ἴστε σαφῶς
φανεῖμενφανεῖμενἂν φανῶμενφάνημεν vel φανῆμεν
λόγωνλέγων
τὸn Ἑλλήνων τόποντῶνἑλλ. στρατόν
συμμαχεῖξυμμαχεῖ
λιμῶιλοιμῷ
ὑπερπόλλουςὑπερπόλλουςὑπερπώλουςὑπερκόμπους-κόπους
εὐσταλῆεὐστελῆεὐτελῆ
τοιτε
ἀροῦμενἄρωμεν
ΔΑ.
ἀλλ᾽ οὐδ᾽ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
ΧΟ.
πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾶι τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
ΔΑ.
παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ.
κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
μίμνουσι δ᾽ ἔνθα πεδίον ᾿Ασωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὐ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
ἠιδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηπὶς ὕπεστιν, ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῆι Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρωι γονῆι
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν,
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσε στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾶι θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ ᾿Αθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
Apparatus Criticus
ἐn Ἑλλάδος τόποιςτρόποιςνῦν τόποις τῆς Ἑ.
κυρήσεικύρσει
ἔκκριτονἐκκριτῶν
φίλονφίλονφίλος
ὕψιστ᾽ὕψιστε παμμ.
φρονημάτωνδωρημάτων
μολόντεςμολῶντες
συλᾶnσυλλᾶν
πιμπράναιπιμπράναιπιπράναιπιμπρᾶν τοὺς
θ᾽θ'om.
δράσαντεςδράσοντες
ἐκπιδύεταιἐκπαιδεύεταιcorr. Schütz
τόσοςτόσσος
ἔσταιἐστι
αἱματοσφαγὴςαἱματοσταγής
γῆιγῆντη
Πλαταιῶnπλατέωνπλαταιέων
ΔωρίδοςΔωριάδοςcorr. ...
δὲτε καίθ. δ.
τριτοσπόρωιτριοσπόρῳ
γονῆιγένει
σημανοῦσινσημαίνουσιν
χρὴδεῖ
ἐξανθοῦσ᾽ἀνθοῦσ᾽
πάγκλαυτονπάγκλαυστον
ὑπερφρονήσαςπεριφρον.
ΔΑ.
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέηι μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον σωφρονεῖν κεχρημένον
πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπωι θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπής
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. πάντα γάρ
κακῶν ὑπ᾿ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγούσι ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δὲ πρέσβεις χαίρετ᾽, ἐν κακοῖς ὅμως
ψυχῆι διδόντες ἡδονὴν καθ᾿ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
842 Dareus in tumulum recedit. 851 redit Regina eo unde venerat.
ΧΟ.
ἢ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.
ΑΤ.
ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακῶν
ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλυοῦσαν, ἥ νιν ἀμπέχει.
ἀλλ᾽ εἶμι καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν παιδί πως πειράσομαι·
οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.
carmen dactylicum, subiectis trochaeis 852-57=858-63 8 dact. + ithyphall. concisus, 5. dact. 2 dact. + ithyph.
Apparatus Criticus
κεχρημένονv. 1. in schol.κεχρημένοικεκτημένοι
γεραιὰγηραιά
οἴκουςοἶκον
εὐπρεπήςεὐτρεπής
πάνταπάντωνπαντᾶ ἢ πάντων
μόνηςμόνοιςcorr. Pγρ
πρέσβειςπρέσβυς
πόλλ᾽ ἐσέρχεται κακῶνπολλ(ὰ) εἰσέρχεται κακάπ. κάκ᾽ εἰσέρχ.ἐπέρχεται κακὰcorr. Schütz
μάλισταμάλιστά γ'
παιδίἐμῶι παιδίπαιδ(ὶ) ἐμῷπαιδί γ᾿ ἐμῷcorrexi
κακοῖςκακοῖσι
ΧΟΡΟΣ
ὦ πόποι, ἢ μεγάλας ἀγαθᾶς τε πο-
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
εὐθ᾽ ὁ γηραιός
πανταρκὴς ἀκάκας ἄμαχος βασιλεύς,
ἰσόθεος Δαρεῖος ἄρχε χώρας. –
πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
φαινόμεθ᾽, ἠδὲ νομίσματα πύργινα
πάντ᾽ ἐπηύθυνεν.
νόστοι δ᾽ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς
(εὔφρονας) εὖ πράσσοντας ἀγον [ἐς] οἴκους.
ὅσσας δ᾽ εἶλε πόλεις πόρον οὐ δια-
βὰς Ἅλυος ποταμοῖο,
οὐδ᾽ ἀφ᾽ ἑστίας συθείς·
οἷαι Στρυμονίου πελάγους Ἀχε-
λωίδες εἰσὶ πάροικοι
θρηίκων ἐπαύλεις –
Testim.:
855 Hesych. πανταρκής· ὁ πᾶσιν ἀνταρκῶν.
864-70 = 871-77 7 dact. 2 tr. 7 dact. ithyph.
Apparatus Criticus
εὐθ᾽εὐδ᾽
γηραιόςγηραιόςγεραιός
πανταρκὴςπαντάρχας
ἀκάκαςἀκάκαςἀκάκης
ἰσόθεοςἰσσόθεος
εὐδοκίμους στρατιὰςεὐδοκίμου στρατιᾶςcorr. Wellauer
ἀπεφαινόμεθ᾽ἀποφαινόμε(σ)θ'ἀπεφαινόμεθα
νομίσματανομίσματανόμισμα τὰνομίματανόμιμανόμιμα τὰ
ἐπηύθυνενἐπέθυνεἐπέθυνονἐπεύθυνον
(εὔφρονας)suppl. Schwenckἡμᾶς
[ἐς]ἐς οἴκουςdel. Trἐς del. Porson
ὅσσαςὅσσαςὅσας
ποταμοῖοποταμου δ᾽ποταμοῦ οὐδ᾽π. γ᾽ οὐδ᾽ἅλ. τε π. οὐδ᾽corr. Burney
συθείςσυνθείς
θρηίκωνθρηίκωνθρηικίων
ἐπαύλειςἐπαύλωνἐπαυλέωνcorrexi
ΧΟΡΟΣ
λίμνας τ᾽ ἔκτοθεν αἱ κατὰ χέρσον ἐ-
ληλαμέναι περὶ πύργον
τοῦδ᾽ ἄνακτος ἄιον,
Ἕλλας τ᾽ ἀμφὶ πόρον πλατὺν εὐχόμε-
ναι, μυχία τε Προποντίς,
καὶ στόμωμα Πόντου· =
νᾶσοί θ᾽ αἳ κατὰ πρῶν᾽ ἅλιον περίκλυστοι
τᾶιδε γᾶι προσήμεναι,
οἷα Λέσβος ἐλαιόφυτός τε Σά-
μος, Χίος ἠδὲ Πάρος, Νάξος Μύκο-
νος, Τήνωι τε συνάπτουσ᾽
Ἄνδρος ἀγχιγείτων. –
καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους,
Λήμνον Ἰκάρου θ᾽ ἕδος
καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πό-
λεις, Πάφον ἠδὲ Σόλους Σαλαμῖνά τε,
τᾶς νῦν ματρόπολις τῶνδ᾽
αἰτία στεναγμών. =
καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰ-
αόνιον πολυάνδρους
Ἑλλάνων [ἐκράτυνε] σφετέραις φρεσίν·
ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν
880-88 = 889-96 5 dact. 2 tr. 11 dact. + ithyph.
897-907 dactyli, 7, plus 7 (lacunosa), 5 (spondiaci praeter paenultimum), 7, 3 + ithyph.
Apparatus Criticus
ἔκτοθενἔκτοσθεν
τ᾽habentom.
πύργονἀμφὶ πύργον
εὐχόμεναιεὐχόμεναιαὐχόμ.ἔρχομ.ἕλκ.ἐχόμ.
στόμωμαστόμαστ. τοῦ πόντου
ἐλαιόφυτόςαἰολόφυτος
Μύκονοςμύκωνος
Ἄνδροςἄνδροςἀνδρωνἀνδρόςἂν πρὸςἄντρος
μεσάκτουςμεσάγκτους
Ῥόδονἰδὲ
τᾶς ... ματρόπολιςτὰς ... ματροπόλειςτᾶς ... ματρό- vel μητρό- vel μρόπολις
στεναγμώνστεναγμάτωνemendasse ... Tr
εὐκτεάνουςεὐκταιάνους
ἸαόνιονἸόνιονcorr. Herm.
Ἑλλάνωνἐλαύνωνἑλλάνων vel ἑλλήνων
σφετέραις φρεσίνσφ. χερσίνlacunosa ... ἐκράτυνε e v. 889 invectum ... Herm.
ἀκάματονἀκάμαντονἄκαμπτον
ΧΟΡΟΣ
τευχηστήρων, παμμείκτων τ᾽ ἐπικούρων.
νῦν δ᾽ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ᾽
αὐ φέρομεν πολέμοισι,
δμαθέντες μεγάλως πλα-
γαῖσι ποντίαισιν.
909 intrat Xerxes solus veste discissa squalida, arcu armatus.
ΞΕΡΞΗΣ
ἰώ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾶι· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
εἴθ᾽ ὄφελε, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΧΟ.
ὀτοτοῖ βασιλεῦ στρατιᾶς ἀγαθῆς
καὶ Περσονόμου τιμῆς μεγάλης
κόσμου τ᾽ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξαι κταμέναν Ἅιδου
σάκτορι Περσᾶν· ἀγδαβάται γὰρ
922-27 vocalismus indicat hos anapaestos a choro cantari; 918-21. 928-30 hiatu separati a coryphaeo recitari videntur. catalexis omissa concitatae actionis signum cf. Eur. Hec. 176, Med. 97. 167 (Ar. Ran. 381 παρὰ προσδοκίαν, Lysistr. 547).
Apparatus Criticus
παμμείκτωνπαμμίκτων
τ᾽om.
ἀμφιλόγωςἀμφιβόλως
θεότρεπταθεόπρεπταθεόθρεπτα
πολέμοισιπολέμοις
πλαγαῖσιπλαγαῖσί τε
δμαθέντεςδμασθέντεςδαμασθέντες
ἰώἰὼ ἰώ
ἀτεκμαρτοτάτηςἀτεκμαρτοτάτας
γυίωνγυ(ίζωνμελέων
ἐσιδόντ᾽εἰσιδόντ᾽-δόντι
ὄφελεὄφελε(ν)ὤφελε
ΖεῦΖεῦΖεύς
μοῖραμοῖραμοίρα(ι)
ὀτοτοῖὀτοτοῖὀτ(τ)οτ(τ)οίὀτ(τ)οτοτοί
βασιλεῦβασιλεῦς
ἐπέκειρενἀπέκειρεν
γᾶγαγαῖα
ἐγγαίανἀγγαίαν
σάκτορισάκτορ
ΠερσᾶnΠερσών
ἀγδαβάταιἀδαγβάταιἀγδοβ.
ΧΟ.
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ (βασιλεῦ) κεδνᾶς ἀλκᾶς.
Ἀσία δὲ χθὼν [βασιλεῦ γαίας]
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
ΞΕ.
ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτός·
μέλεος γένναι γᾶι τε πατρώιαι
κακὸν ἄρ᾽ ἐγενόμαν.
ΧΟ.
πέμψω πρόσφθογγόν σοι νόστου [τὰν]
κακοφάτιδα βοάν, κακομέλετον ἰάν·
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πολύδακρυν ἰαχάν. –
ΞΕ.
ἵετ᾿ αἰανῆ [καὶ] πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾿ ἐμοί.
ΧΟ.
ἥσω τοι (σοι) καὶ πάνδυρτον,
σὰ πάθη τε σέβων ἁλίτυπά τε βάρη
Testim.:
937 Phot. Μαριανδυνὸν θρηνητήν οὕτως Αἰσ. non huc facit Hesych. Μαριανδυνὸς θρήνος.
931-38 = 939-47 Xerx. 2. et 2 anap. dochm. Ch. 8 anap. ...
Apparatus Criticus
φῶτεςom.
τοξοδάμαντεςτοξοδάμαντις
ταρφύς τιςγὰρ φύστιςcorr. Franz
ἐξέφθινταιἔφθινται
(βασιλεῦ) κεδνᾶς ἀλκᾶς(Ξέρξ. αἰαῖ – 929 Χορ. ᾿Ασία – codd. corr. Meineke)κεδνῆς ἀλκῆς scribendum
Ἀσία δὲ χθὼnἈσίαςγαῖανγᾶνκατὰ γᾶν
[βασιλεῦ γαίας]om.delevi traiecto βασιλεῦ
αἰνῶς αἰνῶςὡς ἐπὶὡς αἰνῶς ἐπὶ
ἐγώνἐγώ
πατρώιαιπατρώιαιπατρίαι
τεom.
πρόσφθογγόνπροσφθόγγουπρὸ φθόγγου
Μαριανδυνοῦμαριανδηνοῦ-δινοῦ
θρηνητῆροςθρηνατ.
πέμψωπέμψω πέμψω
αἰανῆαἰανήν
[καὶ]del. Passow
πάνδυρτονπανόδυρτον
δύσθροονδύσθροαν
μετάτροποςμετάτρεπτος
τοι (σοι)τοισοι supplevicf. Ag. 974
σὰ πάθηλαοπαθήcorr. Burney
τεom.
σέβωνσεβίζωνcorr. Elmsley
ΧΟ.
πόλεως γέννας, πενθητῆρος
κλάγξω δ᾽ αὖ γόον ἀρίδακρυν. =
ΞΕ.
Ἰάνων γὰρ ἀπηύρα,
Ἰάνων ναύφρακτος
Ἄρης ἑτεραλκής,
νυχίαν πλάκα κερ-
σάμενος δυσδαίμονά τ᾽ ἀκτάν.
ΧΟ.
οἰοιοῖ.
ΞΕ.
βόα καὶ πάντ᾽ ἐκπεύθου.
ΧΟ.
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης
Σούσας Πελάγων ἠδ᾽ ᾿Αγαβάτας
Δοτάμας Ψάμμις Σουσισκάνης
τ᾿Αγαβάτανα λιπών; –
ΞΕ.
ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ᾿ ἀκταῖς
Σαλαμινιάσι,
στυφελοῦ θείνοντας ἐπ᾿ ἀκτᾶς.
ΧΟ.
οἰοιοῖ, ποῦ [δε] σοι Φαρνοῦχος
᾿Αριόμαρδός τ᾿ ἀγαθός,
Numeri: 950-61=962-73 Xerx. 3 reiziana, 3. anapaest. Chor. 2. anap. 2 choriamb. 2. troch. 2. troch. 4 anap. + dochm.
Apparatus Criticus
ἸάνωνἸώνωνἰάωνἰαόνων
ἑτεραλκήςἀλκήν
ἐκπεύθουἐκπεύθοι
ποῦ δὲ φίλων ἄλλος ὄχλοςποῦ δέ σοι φίλων ὄχλος
παραστάταιπαρίσταται
Δοτάμαςδοτάβαςδομάτας
᾿Αγαβάτανατάγβ.τάκβ.ἀγαβ.
ἀπέλειπονἀπέλειπονἀπέλιπονἔλιπον
ἐκom.
ἔρρονταςἔροντας
ΣαλαμινιάσιΣαλαμινῖσισαλαμινίτισιcorr. Herm.
θείνονταςθανόντας
ἀκτᾶςἀκταῖς
ποῦ σοιποῦ δὲ σοιποῦ δή σοιδὲ del. Herm.
Φαρνοῦχοςφανούργος
᾿Αριόμαρδός τ᾿ ἀγαθόςκἀριόδαρμοςκἀρίσμαρδοςκαριόμαρδοςτ' del. Brunckἀγαθόστ'ὠγαθός
ΧΟ.
ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
Μέμφις θάρυβις καὶ Μασίστρας,
᾿Αρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
τάδε σ᾽ ἐπανερόμαν. =
ΞΕ.
ἰὼ ἰὼ μοί μοι
τὰς ὠγυγίους κατιδόντες
στυγνὰς ᾿Αθάνας πάντες ἑνὶ πιτύλωι,
ἕ ἕ ἕ ἕ τλάμονες ἀσπαίρουσι χέρσωι.
ΧΟ.
ἢ καὶ τὸν Πέρσαν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
μυρία μυρία πεμπαστάν
Βατανώχου παῖδ᾽ Ἄλπιστον
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ᾽ Οἰβάρην
ἔλιπες ἔλιπες; ὦ ὦ (ὦ) δάιων.
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις. –
Numeri: 973-86 = 987-1001 Xerx. dimeter iamb. decurtatus, 2 anap. versus qui in ultima stropha redit, in quo dochmium antecedit ... similis alcaico decasyllabo. Chor. anapaesti cum clausula, de qua modo dictum.
Apparatus Criticus
Σευάλκηςσευάλληςσευάκτης
ἄναξἄραψἄρραψcorr. Pγρ
Λίλαιοςλίθρος
εὐπάτωρἀπάτωρ
θάρυβιςθάμυριςσάμυριςδ᾽ ἄρυβις
καὶom.
᾿Αρτεμβάρηςἀρτεμφάρηςcorr. Pγρ
ἐπανερόμανἐπανέρομαιcorr. Wellauer
μοί μοιμοι (semel)
᾿Αθάναςἀθανάτας
Πέρσανπερσῶνcorr. Blomfield
τὸn σὸn πιστὸn πάντ᾽τὸν om.τὸn σὸn πιστὸn ὄντ᾽
Βατανώχουβατανοχοῦ-νοίχου
τ᾽om.
ἀγαυοῖςἀγαυοῖσι
κακὰ πρόκακακακὰ bisπρὸς κακάcorr. Qγρπρὸς κακοῖς
ΞΕ.
(ἰὼ ἰὼ) δῆτα,
ἴυγγ᾽ ἀγαθῶν ἑτάρων μοι [ὑπομιμνήσκεις]
(κινεῖς) ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾶι βοᾶι (μοι) μελέων ἔντοσθεν ἦτορ.
ΧΟ.
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριόταγον
Ξάνθην, ᾿Αρίων τ᾽ Ἀγχάρην,
Δίαιξίν τ᾽ ἠδ᾽ ᾿Αρσάμην
ἱππιάνακτας,
καὶ Δαδάκαν καὶ Λυθίμναν
Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοισιν ὄπιθεν [δ᾽] ἑπομένους =
ΞΕ.
βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
ΧΟ.
βεβᾶσιν, οἴ, νώνυμοι.
ΞΕ.
ἰὴ ἰή, ἰὼ ἰώ
ΧΟ.
ἰὼ ἰώ, δαίμονες,
Numeri: ultimae tres strophae ex iambis constant facilibus; 1002-7 = 1008-13 ultimus versus a choriambo incipit, paenultimus concisus ...
Apparatus Criticus
ἴυγγ᾽ ... μοι ... ἑτάρωνμοι om.μεἑταίρωνἑτέρωνcorrexi
ὑπομιμνήσκειςglossema ... vidit Herm.
κινεῖςverbum supplevi
μοιsuppl. Dindorf
ἔντοσθενἔνδοθενcorr. Blomfield
ἄλλους γε ποθοῦμενἄλλο γ᾽ ἔτι (γέ τι Tr)ἄλλο γεcorr. Prienγ᾽ ἐποθ.
Μάρδων ... μυριόταγονμάρδονμυριόταρχονμυριόναρχονμυριόνταρχονcorr. Dindorf
Ξάνθηνξάνθον
᾿ΑρίωνἄρειονἌριονcorrexi
᾿Αρσάμηνἀρσάκηνcorr. Burney
Δαδάκανκηγδαδάτανκιγδ.καγδ.κηγδάτανκυγδάδανδαδάκανcorrexi
Λυθίμνανλυθίμαν
ἀμφὶ σκηναῖςσκηνᾶις ἀμφίἀ. ταῖς σκ.
τροχηλάτοισιντροχηλάτοις
ὄπιθενὄπισθε(ν)corr. Bothe
δ᾽del. Blomfield
ἑπομένουςἑπόμενοιcorr. Hartung
τοίπεροἵπερcorr. Passow
ἀγρέταιἀγρόταιcorr. Toup
οἴοἴ οἴ
νώνυμοινώνυμνοι
ΧΟ.
ἔθετ᾽ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν ἄτα. –
ΞΕ.
πεπλήγμεθ᾽, οἷαι δι᾽ αἰῶνος τύχαι.
ΧΟ.
πεπλήγμεθ᾽, εὔδηλα γάρ,
ΞΕ.
νέαι νέαι δύαι δύαι.
ΧΟ.
κύρσαντες οὐκ εὐτυχῶς
Ἰάνων ναυβατᾶν.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν. =
ΞΕ.
πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦτον τάλας πέπληγμαι.
ΧΟ.
τί δ᾽ οὐκ ὄλωλεν, μεγάλατε Περσᾶν;
ΞΕ.
ὁρᾶις τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
ΧΟ.
ὁρῶ ὁρῶ.
ΞΕ.
τόνδε τ᾽ ὀιστοδέγμονα
ΧΟ.
τί τόδε λέγεις σεσωμένον;
ΞΕ.
θησαυρὸν βελέεσσιν;
ΧΟ.
βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
ΞΕ.
ἐσπανίσμεθ᾽ ἀρωγῶν.
ΧΟ.
Ἰάνων λαὸς οὐ φυγαίχμας. –
ΞΕ.
ἄγαν ἄρειος· κατεῖδον δὲ πῆμ᾽ ἄελπτον.
ΧΟ.
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
ΞΕ.
πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾶι κακοῦ.
ΧΟ.
παπαῖ παπαῖ.
ΞΕ.
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
ΧΟ.
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.
ΞΕ.
λυπρά, χάρματα δ᾽ ἐχθροῖς.
Numeri: 1014-25 = 1026-1037 iambi paucis choriambis distincti, 3 pherecratei, 3. iamb. primus concisus.
Apparatus Criticus
ἄταἄτανἅπαν
οἷαιοἷαι δή δ.
ἸάνωνἸαόνωνἸαώνωνἸώνων ναυτᾶν
τὸ Περσᾶντὸ γ. τῶν Περσῶντὸ γ. Περσῶνγ. Περσῶνπερσᾶνπερσῶν
τί δ᾽ οὐκτί δ᾽ οὐ
μὲnom.
μεγάλατεμεγάλα τεμεγάλα τάμέγα τὰ
ΠερσᾶνΠερσᾶνΠερσών
τᾶς ἐμᾶςτᾶσδε τᾶς ἐμᾶς
τόνδε τ᾽τανδίτάνδε τάντάνδε vel τὰν δὲcorr. Porson
βελέεσσινβελέεσσινβέλε(σ)σιν
Ἰάνωνἰαόνωνcorr. Passow
λαὸςδὲ λαὸς
φυγαίχμαςἐκφυγαίχμαςφυγαιχμίας
ἄρειοςἀγανόρ(ε)ιοςcorrexi
δ᾽om.
ἐπέρρηξ᾽ἐπέρρηξά γ᾽
κακοῦκακῶν
πλέονπλεῖον
μὲn οὖνom.
χάρματαχαρίσματα
ΧΟ.
καὶ σθένος γ᾽ ἐκολούθη
ΞΕ.
γυμνός εἰμι προπομπῶν.
ΧΟ.
φίλων ἄταισι ποντίαισιν. =
ΞΕ.
δίαἱνε δίαἱνε πῆμα· πρὸς δόμους δ᾽ ἴθι.
ΧΟ.
αἰαῖ αἰαῖ, δύα δύα.
ΞΕ.
βόα νυν ἀντίδουπά μοι.
ΧΟ.
δόσιν κακὰν κακῶν κακοῖς.
ΞΕ.
ἴυζε μέλος ὁμοῦ τιθείς.
ΞΕ. ΧΟ.
ὀτοτοτοτοῖ.
ΧΟ.
βαρεῖά γ᾽ ἅδε συμφορά.
ΞΕ.
οἳ μάλα καὶ τόδ᾽ ἀλγῶ. –
ΞΕ.
ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.
ΧΟ.
διαίνομαι γοεδνὸς ὤν.
ΞΕ.
βόα νυν ἀντίδουπά μοι.
ΧΟ.
μέλειν πάρεστι, δέσποτα.
ΞΕ.
ἐπορθίαζέ νυν γόοις.
ΞΕ. ΧΟ.
ὀτοτοτοτοῖ.
ΧΟ.
μέλαινα δ᾽ αὖ μεμείξεται,
οἴ, στονόεσσα πλαγά. –
ΞΕ.
καὶ στέρν᾽ ἄρασσε κἀπιβόα τὸ Μύσιον.
ΧΟ.
ἄνι᾽ ἄνια.
ΞΕ.
καί μοι γενείου πέρθε λευκήρη τρίχα
ἄπριγδα.
ΧΟ.
ἄπριγδα μάλα γοεδνά.
ΞΕ.
ἀΰτει δ᾽ ὀξύ.
ΧΟ.
καὶ τάδ᾽ ἔρξω. –
Numeri: 1038-45 = 1046-53 iambi, ultimus versus a choriambo incipit
1054-59 = 1060-66 iambi, ultimus versus a pede conciso incipit.
Apparatus Criticus
γ᾽om.
ἐκολούθηἐκολούθηἐκολούσθη
φίλων ἄταισι ποντίαισινφίλ. τ᾽ ἐν ἄταις ποντίαιςeiecit Tr
ἴθιτ᾽ ἴ.
γ᾽ ἅδεγὰρ ἅδεδ᾽ ἅδεγ᾽ ἅδ᾽ ἁ
οἳ μάλαοἴμοι μ.ἢ μάλα
γοεδνὸςγεεδνόςγ᾽ ἐεδνόςγοηδνός
μέλεινμέλλειν
μεμείξεταιμεμίξεταιcorr. Lachmann
οἴμοι καίμοι
πέρθεπέρθεὕπερθεν
ΞΕ.
πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῆι χερῶν.
ΧΟ.
ἄνι᾽ ἄνια.
ΞΕ.
καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν
ἄπριγδα.
ΧΟ.
ἄπριγδα μάλα γοεδνά.
ΞΕ.
διαίνου δ᾽ ὄσσε.
ΧΟ.
τέγγομαί τοι.
ΞΕ.
βόα νυν ἀντίδουπά μοι.
ΧΟ.
οἰοῖ οἰοῖ.
ΞΕ.
αἰακτὸς ἐς δόμους κίε.
ΧΟ.
ἰὼ ἰώ [Περσὶς αἰα δύσβατος].
ΞΕ.
ἰωὰ δὴ κατ᾿ ἄστυ.
ΧΟ.
ἰωὰ δῆτα, ναὶ ναί.
ΞΕ.
γοᾶσθ᾽ ἁβροβάται.
ΧΟ.
ἰὼ ἰώ, Περσὶς αἰα δύσβατος.
ΞΕ.
ἢ ἡ ἡ ἡ, τρισκάλμοισιν,
ἢ ἡ ἡ ἠ, βάρισιν ὀλομένα.
ΧΟ.
πέμψω τοί σε δυσθρόοις γόοις.
Numeri: epodus 1067-72 iambi, 1073 dochm. 3 iamb., dochmii, primi forma anapaestica, exeunt in metrum iambicum.
Actio: 1077 Xerxes et chorus tripudiantes ex orchestra per alteram parodum (eam e qua ille non intraverat) abeunt.
Apparatus Criticus
πέπλον δ᾽ ἔρεικεπλέον δ᾽ ἐρ.ἔρειδε
ἄνι᾽φεῦ ἄνι᾽φεῦ φεῦ ἄνι᾽ter ἄνια
κατοίκτισαικατοίκτισονκατοίκτιζε
διαίνου δ᾽ ὄσσεδίαιν᾿ ὄ.
τέγγομαί τοιτ. σοιμέλος τιθείς add. Tr
Περσὶς αἰα δύσβατοςδύσβακτοςδυσβάικτος et δύσβατοςδύσβακταsustuli invecta e 1074
ἰωὰ δὴἰὼ ἰὼ δὴἰὼ δὴ
ἰωὰ δῆταἰὼ δῆτα
δύσβατοςδυσβάικτοςδύσβακτος
τρισκάλμοισιντρισκάλμισιν
βάρισινβάροισιν
ὀλομέναὀλόμενοιcorrexi
τοί σετόνδετοῖσιτοι om.
TESTIMONIA DUBIA.
Fr. 285.
Athenaeus III 86b de concha ἀναρίτας, Αἰσχ. ἐν Πέρσαις τις ἀνηρει τοὺς νηριτοτρόφους νήσους εἴρηκεν. latere in corruptis ἀνηρίτας manifestum; sed restitui cetera non possunt. ergo ne titulo quidem fides habenda.
Fr. 286.
Schol. Hermogenis V 486 W. Bekker An. 1073 e Phrynicho ὑπόξυλος ... Αἰσ. ἐν Πέρσαις.
TRILOGIAE RELIQUIAE.
ΦΙΝΕΥΣ
omissa est in dramatum catalogo.
Fr. 258.
Athenaeus X 421f inter tenuis victus laudes parum apposite laudatur Αἰσχύλος ἐν Φινεῖ
καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
ἐρρυσίαζον στόματος ἐν πρώτηι χαρᾶι.
ἐρρυσίαζονέρρυσιας οἷονcorr. Lobeckἐρρυσιάσθη Kaibel non melius
πρώτηι χαρᾶιπρωτιοχαραιcorr. Musurus
„eripiebant (Harpyiae nimirum) multas epulas, quibus nemo frueretur, cupidis malis (Phinei), cum eius os prima offa delectabatur".
258 a.
Etym. gen. ex Herodiano π. παθῶν (Reitzenstein ind. Rostoch. 1890/91 p. 4) ἄνηστις ἄσιτος ... καὶ Α. Φ.
ἄνηστις δ᾽ οὐκ ἀποστατεῖ γόος.
258b.
Schol. Homeri H, Oxyrynch. 1087, 34 τὸ ἅρπαγος, ἔνθεν ἐπλήθυνεν Αἰσχύλος ἐν Φινεῖ ἁρπάγοι(ν) χεροῖν καὶ Σοφοκλῆς ἐν Φινεῖ ἁ „χερσὶν ἁρπάγοις". apparet Sophoclis imitatio.
259.
Pollux VII 91 ἃ δὲ ποδεῖα Κριτίας καλεῖ, εἴτε πίλους αὐτὰ οἰητέον εἴτε περιειλήματα ποδῶν, ταῦτα πέλ(λ)υτρα καλεῖ Α. ἐν Φρυνί (sic A, φοινίσσαις ut videtur ceteri)
πέλλυτρ᾽ ἔχουσιν εὐθέτοις ἐν ἀρβύλαις.
eandem glossam Pollux etiam II 196 et X 50 posuit, et hic pro Aeschylo Sophoclem laudat. Hesychius πέλλυτρα cursorum cruribus circumdari tradit, ex alio opinor loco. nomen videtur italicae originis. Φινεῖ coniecit M. Schmidt nequaquam probabilius quam Φρυξί Bekker.
260.
Philodem. de piet. p. 18 Gomp. de Harpyis inter alios etiam Aeschylum aliquid dixisse, quod plane incertis supplementis restituebat et ad Phineum referebat Gomperz.
ΓΛΑΥΚΟΣ ΠΟΤΝΙΕΥΣ.
Schol. Eur. Orest. 318 in Et. M. s. v. Ποτνιάδες θεαί· μανιοποιαί· Πότνιαι χωρίον Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην οἱ Γλαύκου ἵπποι τοῦ Βελλεροφόντου (πατρός add. Schol. Eur.) καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιοn δεσπότην. Scholion codicum nostrorum addit ἐν τῶι ἐπιταφίωι Πελίου e vulgari fama (Schol. Verg. Georg. III 267 al.), contra rationem quae furorem ex herba Potniensi derivabat. Strab. Χ 409 Πότνιαι, ἐφ᾽ ὧν μυθεύεται τὰ περὶ τὸν Ποτνιέα Γλαύκον (Sisyphi filius Corinthius erat) τὸν διασπασθέντα ὑπὸ τῶν Ποτνιάδων ἵππων τῆς πόλεως πλησίον. Schol. Eur. Phoen. 1124 Ποτνιάδες (equae) μανικαί. τινὲς δέ φασι Γλαύκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλεροφόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαύκος (nempe notus ille ex Iliade). Ποτνιάδες δὲ ἐκαλοῦντο, ἐπεὶ ἐν Ποτνίαις ἔτρεφεν αὐτάς. aliud scholium Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου ἀλλὰ τὸν θρᾶικα τὸν ἄγριον. ἄλλως. τὰς τοῦ Γλαύκου φησὶn αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνíαις τῆς Βοιωτίας. fabulae prima forma non iam servata: Glaucus a furiis equina forma usis consumitur. ex altera Glaucus Potniis ab equis suis consumitur furore correptis; cui adcrescit explicatio, furorem herba excitatum esse, quod e Glauci Anthedonii fabula sumptum est. e tertia Glaucus ab equis devoratus dicitur fuisse Sisyphi filius Corinthius. e quarta mors Potniis in Peliae ludos transfertur. quis ex origine fuerit Glaucus, latet, nam Thracem fieri potest ut Diomedis equorum fabula
procreaverit. quid Aeschylus fecerit ignoramus; crediderim profectum esse Glaucum ad ludos Peliae.
36.
Aristoph. Ran. 1528 πρῶτα μὲn εὐοδίαν ἀγαθὴν ἀπίοντι ποητῆι etc. Schol. παρὰ τὰ ἐn Γλαύκωι Ποτνιεῖ Αἰσχύλου
εὐοδίαν μὲν πρῶτον ἀπὸ στόματος χέομεν.
37.
Schol. Plat. Cratyl. 421d e Lucii Tarrhaei proverbiis Αἰσχύλος δέ φησι Γλαύκωι Ποτνιεῖ
ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους.
38.
Schol. Eur. Phoen. 1194 παρὰ τὸ Αἰσχύλου ἐn Γλαύκωι Ποτνιεῖ
ἐφ᾽ ἅρματος γὰρ ἅρμα, καὶ νεκρῶι νεκρός
ἵπποι τ᾽ ἐφ᾽ ἵπποις ἦσαν ἐμπεφυρμένοι
νεκρῶι νεκρόςνεκρῶν νεκροί
τ᾽δ'correxi
ἐμπεφυρμένοιἐμπεφυγμένοιcorr. Valckenaer
39.
Schol. T Hom. N 198 in vetere zetemate, duas feras sibi utramque arripere praedam ὡς καὶ Αἰσχύλος περὶ Γλαύκου
εἶλκον δ᾽ ἄνω λυσσηδόν, ὥστε διπλόοι
λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαις.
δ᾽d' add. Hermann
λυσσηδόνλυκηδόν corr. Naber
40.
Hesych. εὐφήμοις γόοις· δυσφήμοις κατ᾿ ἀντίφρασιν. Α. Γλ. Π.
41.
Hesych. ἀμφίσωπον· περίωπον, πάντοθεν ἀναπεπταμένον Α. Γλ. Π. inde Et. M. s. v. ubi περίβλεπτον.
42.
Hesych. ἴτηλον· τὸ ἔμμονον καὶ οὐκ ἐξίτηλον Α. Γλ. Π. similia Phot. s. v. analogia accentum ἰτηλόν postulat.
35.
Schol. Theocr. 4, 62 τοὺς σατύρους πλείους φασὶn ὡς καὶ τοὺς Σιληνοὺς καὶ Πάνας, ὡς Αἰσχύλος μὲn ἐn Γλαύκωι etc. Schol. Eur. Rhes. 36 inter Panis origines (cf. Roscher Philol. LIII) Αἰσχύλος δὲ
δύο Πᾶνας τὸν μὲn Διός, ὃn καὶ δίδυμον, τὸν δὲ Κρόνου. perturbata. incertum utrius Glauci sit.
33.
Hesych. Ξιφίρου λιμήν· Α. Γλ. Ποτνιεῖ (Ποντίωι recte Hermann) ὁ πορθμός· ταῦτα γὰρ πάντα περὶ Ῥήγιον.
ΠΡΟΜΗθΕΥΣ (πυρκαεύς)
σάτυροι
Pollux ΙΧ 156 ὁ δ᾽ ἐμπρήσας τάχ᾽ ἂn πυρκαεὺς ὀνομάζοιτο κατ᾿ Αἰσχύλον καὶ Σοφοκλέα οὕτως ἐπιγράψαντας τὰ δράματα τὸν μὲn τὸν Προμηθέα τὸν δὲ τὸν Ναύπλιον. fabulis cognomina a grammaticis addita esse consentaneum.
205.
Pollux X 64 inter gymnasii supellectilem ὠμόλινον, οὐ Κρατίνου μόνον εἰπόντος τὸ ὠμόλινον ἀλλὰ καὶ Αἰσχύλου ἐn Προμηθεῖ πυρκαεῖ
λινᾶ δὲ πεσσὰ κὠμολίνου μακροὶ τόνοι
πεσσὰπίσσαrestitui πεσσά
videtur de vulnere obligando agi. anapaestus satyrorum certissimum indicium.
206.
Galen. in Epidem. VI. XVII 1 p. 880 K. e lexico s. v. πέμφιξ. ἐπὶ τῆς ῥανίδος (ῥαγίτιδος corr. Gataker) ὁ αὐτός (Aeschylus) φησιν ἐn Προμηθεῖ
ἐξευλαβοῦ δὲ μή σε προσβάληι στόμα
πέμφιξ, πικρὰ γὰρ κοὐ διὰ Ζόης ἀτμοί.
προσβάληιπροσβάλληι corr. Casaubonus
διὰ Ζόης ἀτμοίκοὐδὲn εὐζαεῖς Headlami
igne reperto calefit aqua, Prometheus satyris suadet, ut ab ebullientibus guttis et vapore caveant.
207.
Plutarchus de inimic. util. 86f. τοῦ δὲ σατύρου τὸ πῦρ ὡς πρῶτον ὤφθη βουλομένου φιλῆσαι καὶ περιβαλεῖn ὁ Προμηθεύς
τράγος ἔφη γένειον ἄρα πενθήσεις σύ γε.
Epiphanius Ancor. 109ª de Iove tragoedo, manum suam amburi passo (cf. Sitz.-Ber. Berl. 1911, 768) οὐκ εἶχε πρόγνωσιν τοῦ λέγοντος τράγωι τῶι σατύρωι εὑρόντι πρότερον τὸ πῦρ καὶ προσελθόντι φιλῆσαι “μὴ ἅψηι τράγε, ἁψάμενος γάρ σου (μου corr. Holl) ἐμπρήσεις τὰ γένεια“.
perversa ceteroquin opinio, hircum de satyro non dici, diserto Epiphanii testimonio evertitur. ordo fragmentorum erat 207. 206. 205.