Προμηθεὺς Δεσμώτης Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences cxii, 282 pages; 18 cm Trustees of Tufts University Medford, MA Perseus Project AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record This pointer pattern extracts lines Greek, Ancient (to 1453) Latin Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg003.dindorf1882-grc2). Τὰ τοῦ δράματος πρόσωπαΚράτος καὶ ΒίαἭφαιστοςΠρομηθεύςΧορὸς Ὠκεανίδων ΝυμφῶνὨκεανόςἸὼ ἡ ἸνάχουἙρμῆς ΚΡΑΤΟΣ. Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ηφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς ἃς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι ἁμαρτίας σφὲ δεῖ θεοῖς δοῦναι δίκην, ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου. ΗΦΑΙΣΤΟΣ. Κράτος Βία τε, σφῶν μὲν ἐντολὴ Διὸς ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι· ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ. τῆς ὀρθοβούλου θέμιδος αἰπυμῆτα παῖ, ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ, ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογί χροιᾶς ἀμείψεις ἄνθος· ἀσμένῳ δέ σοι ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν· ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύσει σ᾽· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω. τοιαῦτ᾽ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν ὀρθοστάδην ἄϋπνος, οὐ κάμπτων γόνυ· πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς φθέγξει· Διὸς γὰρ δυσπαραίτητοι φρένες· ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. ΚΡ. εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεὸν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας; ΗΦ. τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία. ΚΡ. σύμφημ᾽· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον; ΗΦ. ἀεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ΚΡ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· συ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ΗΦ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία. ΚΡ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. ΗΦ. ἔμπας τὶς αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. ΚΡ. ἅπαντ᾽ ἐπράχθη πλὴν θεοῖσι κοιρανεῖν. ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. ΗΦ. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω. ΚΡ. οὔκουν ἐπείξει τῷδε δεσμὰ περιβαλεῖν, ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ; ΗΦ. καὶ δὴ πρόχειρα ψέλια δέρκεσθαι πάρα. ΚΡ. βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. ΗΦ. περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε. ΚΡ. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμή χάλα. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρους. ΗΦ. ἄραρεν ἥδε γ' ὠλένη δυσεκλύτως. ΚΡ. καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος. ΗΦ. πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. ΚΡ. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως. ΗΦ. αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων. ΚΡ. σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτέ. ΗΦ. ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. ΚΡ. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. ΗΦ. δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν. ΚΡ. ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ. ΗΦ. καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. ΚΡ. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας· ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς. ΗΦ. ὅμοια μορφῇ γλῶσσά σου γηρύεται. ΚΡ. σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν ὀργῆς τε τραχύτητα μὴ ᾿πίπλησσέ μοι. ΗΦ. στείχωμεν· ὡς κώλοισιν ἀμφίβληστ᾽ ἔχει. ΚΡ. ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθη, τί σοι οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων; ψευδωνύμως σε δαίμονες Προμηθέα καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως, ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τύχης. ΠΡΟΜΗθΕΥΣ. ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαὶ, ποταμῶν τε πηγαὶ ποντίων τε κυμάτων ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ· ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθ᾽ οἵαις αἰκίαισιν διακναιόμενος τὸν μυριετῆ χρόνον ἀθλεύσω. τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων ἐξηῦρ᾽ ἐπ᾿ ἐμοὶ δεσμὸν ἀεικῆ. φεῦ φεῦ, τὸ παρὸν τό τ' ἐπερχόμενον πῆμα στενάχω, πῆ ποτε μόχθῳ χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι. καίτοι τί φημι; πάντα προυξεπίσταμαι σκεθρῶς τὰ μέλλοντ', οὐδέ μοι ποταίνιον πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν ὡς ῥᾶστα, γιγνώσκονθ᾽ ὅτι τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος. ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα πορὼν ἀναγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας· ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἢ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω ὑπαιθρίοις δεσμυῖσι προσπεπαρμένος. ἆ ἆ, τίς ἀχὼ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγὴς, θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη; τίς ἵκετ᾽ αἴας τερμόνειον ἐπὶ πάγον πόνων ἐμῶν θεωρὸς, ἢ τί δὴ θέλων; ὁρᾶτε δεσμώτην με δύσποτμον θεὸν. τὸν Διὸς ἐχθρὸν, τὸν πᾶσι θεοῖς δ᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν, διὰ τὴν λίαν φιλότητα βροτῶν. φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει. πᾶν μοι φοβερὸν τὸ προσέρπον. ΧΟΡΟΣ. μηδὲν φοβηθῇς· φιλία γαρ ἥδε ταξις πτερύγων θοαῖς ἁμίλλαις προσέβα τόνδε πάγον, πατρώας μόγις παρειποῦσα φρένας. κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι· κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων μυχὸν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἴδω· σύθηι δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ. ΠΡ. αἰαῖ αἰαῖ, τῆς πολυτέκνου Τηθύος ἔκγονα, τοῦ περὶ πᾶσάν θ᾽ εἰλισσομένου χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες πατρὸς Ὠκεανοῦ, δέρχθητ᾽, ἐσίδεσθ᾽ οἴῳ δεσμῷ προσπαρτὸς ἐγὼ τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω. ΧΟ. λεύσσω, Προμηθεῦ· φοβερὰ δ᾽ ἐμοῖσιν ὄσσοις ὁμίχλα προσῇξε πλήρης δακρύων σὸν δέμας εἰσιδοῦσαν πέτρα προσαυαινόμενον τᾶδ᾽ ἀδαμαντοδέτοισι λύμαις· νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου· νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει, τὰ πρὶν δὲ πελώρια νῦν ἀϊστοῖ. ΠΡ. εἰ γάρ μ'᾽ ὑπὸ γῆν νέρθεν θ' "Αιδου τοῦ νεκροδέγμονος εἰς ἀπέραντον Τάρταρον ἦκεν, δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, ὡς μήτε θεῶν μήτε τις ἀνδρῶν τοῖσδ᾽ ἐγεγήθει. νῦν δ᾽ αἰθέριου κίνυγμ᾽ ὁ τάλας ἐχθροῖς ἐπίχαρτα πέπονθα. ΧΟ. τίς ὧδε τλησικάρδιος θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ; τίς οὐ ξυνασχαλεῖ κακοῖς τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ θέμενος ἄγναπτον νόον δάμναται οὐρανίαν γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν. ΠΡ. ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς ἐν γυιοπέδαις αἰκιζομένου, χρείαν ἕξει μακάρων πρύτανις, δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου σκῆπτρον τιμάς τ' ἀποσυλᾶται. καί μ' οὔτι μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽ οὔποτ' ἀπειλας πτήξας τόδ᾽ ἐγὼ καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ ποινάς τε τίνειν τῆσδ᾽ αἰκίας ἐθελήσῃ. ΧΟ. σὺ μὲν θρασύς τε καὶ πικραῖς δύαισιν οὐδὲν ἐπιχαλᾷς, ἄγαν δ᾽ ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος· δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις, πᾶ ποτε τῶνδε πόνων χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς. ΠΡ. οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ τὸ δίκαιον ἔχων Ζεύς· ἀλλ᾽ ἔμπας μαλακογνώμων ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ· τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντί ποθ᾽ ἥξει. ΧΟ. πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπ᾿ αἰτιάματι, οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται· δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ. ΠΡ. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῆ δὲ δύσποτμα. ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου στάσις τ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τούμπαλιν σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν, ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, ουκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν· ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον θέμις, καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ᾗ κρανοῖτο προυτεθεσπίκει, ὡς οὐ κατ᾿ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν. τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κρατιστα δή μοι τῶν παρεστώτων τότε ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δ᾽ οὖν ἐρωτᾶτ, αἰτίαν καθ᾽ ἥντινα αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετ', εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο ἀρχὴν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδέν, ἀλλ᾽ ἀϊστώσας γένος το πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δ᾽ ἐτόλμησ᾽· ἐξελυσάμην βροτοὺς τὸ μὴ διαρραισθέντας εἰς ῞Αιδου μολείν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν· θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτὸς, ἀλλὰ νηλεῶς ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεής θέα. ΧΟ. σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις· ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε ἔχρηζον εἰσιδοῦσά τ ἠλγύνθην κέαρ. ΠΡ. καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ. ΧΟ. μή πού τι προύβης τῶνδε καὶ περαιτέρω; ΠΡ. θνητοὺς ἔπαυσα μὴ προδέρκεσθαι μόρον. ΧΟ. τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου; ΠΡ. τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατώκισα. ΧΟ. μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς. ΠΡ. πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. ΧΟ. καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι; ΠΡ. ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. ΧΟ. τοιοίσδε δή σε Ζεὺς ἐπ᾿ αἰτιάμασιν αἰκίζεταί τε κοὐδαμῆ χαλᾷ κακῶν, οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; ΠΡ. οὐκ ἄλλο γ' οὐδὲν, πλὴν ὅταν κείνῳ δοκῇ. ΧΟ. δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά. ΠΡ. ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς πράσσοντ᾽. ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι· θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους. οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου. καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει. ΧΟ. οὐκ ἀκούσαις ἐπεθώϋξας τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν πόρον οἰωνῶν, ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ· τοὺς σοὺς δὲ πόνους χρήζω διὰ παντὸς ἀκοῦσαι. ΩΚΕΑΝΟΣ. ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σὲ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων· ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί. γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ σήμαιν᾿ ὅ τι χρή σοι συμπράσσειν· οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι. ΠΡ. ἔα, τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐποπτης; πῶς ἐτόλμησας, λιπῶν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφή αυτοκτιτ ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἶαν; ή θεωρήσων τύχας εμας ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἴαις ὑπ᾿ αὐτοῦ πημοναῖσι κάμπτομαι. ΩΚ. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεὺς, ὥστε σοι τον νῦν ὄχλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε· τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων· σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει. ἡ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται; ΠΡ. ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς, πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοὶ. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ. ΩΚ. πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς μ᾽ ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δί', ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων. ΠΡ. τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῆ λήξω ποτέ· προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὖνεκα θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτ᾽, ἐπεί με χαί κασιγνήτου τύχαι τείρουσ᾽ ῎Ατλαντος, ὃς πρὸς ἑσπέρους τόπους ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς ὤμοιν ἐρείδων, ἄχθος οὐκ εὐάγκαλὸν. τον γηγενή τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ᾤκτειρα, δάϊον τέρας ἑκατογκάρανον πρὸς βίαν χειρούμενον Τυφῶνα θοῦρον, πᾶσιν ὃς ἀνέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόνον· ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ· ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο· κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας· τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου χρήζεις· σεαυτὸν σῶζ᾽ ὅπως ἐπίστασαι· ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου. ΩΚ. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι ὀργῆς ζεούσης εἰσὶν ἰατροὶ λόγοι; ΠΡ. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφυδῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. ΩΚ. ἐν τῷ προμηθεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾶς ἐνοῦσαν ζημίαν; δίδασκέ με. ΠΡ. μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν. ΩΚ. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. ΠΡ. ἐμὸν δοκήσει ταμπλάκημ᾽ εἶναι τόδε ΩΚ. σαφῶς μ᾿ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. ΠΡ. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. ΩΚ. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας; ΠΡ. τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ. ΩΚ. ἡ σὴ, Προμηθεῦ, συμφορὰ διδάσκαλος. ΠΡ. στέλλου, κομίζου, σῶζε τὸν παρόντα νοῦν. ΩΚ. ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώϋξας λόγον. λευρὸν γαρ οἶμον αἰθέρος ψαίρει πτεροῖς Aeschylus. 2 τετρασκελὴς οἰωνός· ἄσμενος δὲ τἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. ΧΟ. στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ· δακρυσίστακτον ἀπ᾿ ὄσσων ῥαδινῶν δ᾽ εἰβομένα ῥέος παρειὰν νοτίοις ἔτεγξα παγαῖς· ἀμέγαρτα γαρ τάδε Ζεὺς ἰδίοις νόμοις κρατύνων ὑπερήφανον θεοῖς τοῖς μεγαλοσχήμονά τ᾽ ἀρχαιοπρεπῆ ---- στένουσι πάρος ἐνδείκνυσιν αἰχμάν. πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα, τὰν σὰν συνομαιμόνων τε τιμὰν, ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς Ασίας ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς πήμασι συγκάμνουσι θνατοί. Κολχίδος τε γᾶς ἔνοικοι παρθένοι, μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαιῶτιν ἔχουσι λίμναν, Ἀραβίας τ᾽ ἄρειον ἄνθος, ὑψίκρημνον οἳ πόλισμα Καυκάσου πέλας νέμονται, δάϊος στρατὸς, ὀξυπρῴροισι βρέμων ἐν αἰχμαῖς. μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις δαμέντ᾽ ἀδαμαντοδέτοις Τιτᾶνα λύμαις εἰσιδόμαν θεὸν ῎Ατλαν, ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν γᾶς οὐράνιόν τε πόλον νώτοις ὀχῶν στενάζει. βοᾷ δὲ πόντιος κλύδων συμπίτνων, στένει βυθὸς, κελαινὸς ῎Αϊδος δ᾽ ὑποβρέμει μυχὸς γᾶς, παγαί θ᾽ ἁγνορύτων ποταμῶν στένουσιν ἄλγος οἰκτρόν. ΠΡ. μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ, ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα τίς ἄλλος ἢ ἐγὼ παντελῶς διώρισεν; ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν ὑμῖν λέγοιμι· τὰν βροτοῖς δὲ πήματα ἀκούσαθ᾽, ὥς σφας νηπίους ὄντας τὸ πρὶν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους. λέξω δὲ, μέμψιν οὔτιν ἀνθρώποις ἔχων, ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος· οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς δόμους προσείλους ἦσαν, οὐ ξυλουργίαν· κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔς τε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμὸν, ἔξοχον σοφισμάτων, ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, μνήμης ἁπάντων μουσομήτορ᾽ ἐργάνην. κάζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα ζεύγλαισι δουλεύοντα σώμασίν θ᾽, ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδής. θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾿ ἐμοῦ λινόπτερ' ηὗρε ναυτίλων ὀχήματα. τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας βροτοῖσιν αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ. ΧΟ. πέπονθας αἰκὲς πῆμ᾽· ἀποσφαλεὶς φρενῶν πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὡς τις ἐς νόσον πεσών ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. ΠΡ. τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον, οἵας τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημ᾽ οὐδὲν, οὔτε βρώσιμον, ου χριστὸν, οὔτε πιστὸν, ἀλλὰ φαρμάκων χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρισ᾽ αὐτοῖς· ἐνοδίους τε συμβόλους γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι· σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν, χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν· κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην ὥδωσα θνητοὺς, καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα, χαλκὸν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ; οὐδεὶς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων. βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως. ΧΟ. μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼ εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. ΠΡ. οὐ ταῦτα ταύτῃ Μοϊρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω· τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ. ΧΟ. τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; ΠΡ. Μοίραι τρίμορφοι μνήμονές τ' Ἐρινύες. ΧΟ. τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος. ΠΡ. οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. ΧΟ. τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν; ΠΡ. τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει. ΧΟ. ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις. ΠΡ. ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος ὅσον μάλιστα· τόνδε γὰρ σώζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. ΧΟ. μηδάμ᾽ ὁ πάντα νέμων θεῖτ᾽ ἐμᾶ γνώμᾳ κράτος ἀντίπαλον Ζεὺς, μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισσομένα βουφόνοις παρ' Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον, μηδ' ἀλίτοιμι λόγοις· ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη· ἁδύ τι θαρσαλέαις τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσσω δέ σε δερκομένα μυρίοις μόχθοις διακναιόμενον . Ζῆνα γὰρ οὐ τρομέων αὐτόνῳ γνώμᾳ σέβει θνατοὺς ἄγαν, Προμηθεῦ. φέρ᾽ ὅπως ἄχαρις χάρις, ὦ φίλος, εἰπὲ ποῦ τίς τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης ἀλκά; ὀλιγοδρανίαν ἄκικυν, ἰσόνειρον, ἃ τὸ φωτῶν ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε θνατῶν τὰν Διὸς ἁρμονίαν ἀνδρῶν παρεξίασι βουλαί. ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλοὰς τύχας, Προμηθεῦ. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα τόδ᾽ ἐκεῖνό θ᾽ ὅ τ᾽ ἀμφὶ λουτρὰ καὶ λέχος σὸν ὑμεναίουν ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις ἄγαγες Ἡσιόναν πιθὼν δάμαρτα κοινόλεκτρον. ΙΩ. τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν τόνδε χαλινοῖς ἐν πετρίνοισιν χειμαζόμενον; τίνος ἀμπλακίας ποινή σ᾽ ὀλέκει; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. ἆ ἆ, χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος, εἴδωλον ῎Αργου γηγενοῦς, ἄλευ δᾶ, τὸν μυριωπὸν εἰσορῶσα βούταν. ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν. ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδοταν νόμον· ἰὼ ἰὼ πόποι, ποῖ μ᾿ ἄγουσιν τηλέπλανοι πλάναι; τί ποτέ μ', ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοσύναις, ἐὴ, οἰστρηλάτῳ δὲ δείματι δειλαίαν παράκοπον ὧδε τείρεις; πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις δάκεσι δὸς βορὰν, μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ. ἄδην με πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα πημονὰς ἀλύξω. κλύεις φθέγμα τᾶς βούκερω παρθένου; ΠΡ πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης, τῆς Ἰναχείας; ἢ Διὸς θάλπει κέαρ ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται. ΙΩ. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; εἰπέ μοι τᾷ μογερᾷ τίς ὢν, τίς ἄρα μ', ὦ τάλας, τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς· θεόσυτόν τε νόσον ὠνόμασας, ἃ μαραίνει με χρίουσα κέντροις φοιταλέοις, ἐή. σκιρτημάτων δὲ νήστισιν αἰκίαις λαβρόσυτος ἦλθον, Ἥρας ἐπικότοισι μήλεσι δαμεῖσα. δυσδαιμόνων δὲ τί- νες οἳ, ἐὴ, οἷ᾽ ἐγὼ μογοῦσιν; ἀλλά μοι τορῶς τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου, δεῖξον, εἴπερ οἶσθα· θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ. ΠΡ. λέξω τορῶς σοι πᾶν ὅπερ χρήζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα. πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα. ΙΩ. ὦ κοινὸν ὠφέλημα θνητοίσιν φανεὶς, τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε; ΠΡ. ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. ΙΩ. οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί; ΠΡ. λέγ᾽ ἤντιν αἰτεῖ· πᾶν γὰρ ἂν πύθοιό μου. ΙΩ. σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασε. ΠΡ. βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ. ΙΩ. ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις; ΠΡ τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον. ΙΩ. καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. ΠΡ. τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε. ΙΩ. μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν. ΠΡ. ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος. ΙΩ. τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν; ΠΡ. φθόνος μὲν οὐδεὶς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας. ΙΩ. μή μου προκήδου μᾶσσον ὧν ἐμοὶ γλυκύ. ΠΡ. ἐπεὶ προθυμεῖ, χρὴ λέγειν· ἄκουε δή. ΧΟ. μήπω γε· μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας· τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα. ΠΡ. σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν, ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός. ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας ἐνταῦθ᾽, ὅπη μέλλοι τις οἴσεσθαι δάκρυ πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει. ΙΩ. οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρὴ, σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρήζετε πεύσεσθε· καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι θεόσσυτον χειμῶνα καὶ διαφθορὰν μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο. ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν λείοισι μύθοις “ὦ μέγ' εὔδαιμον κόρη, τί παρθενεύει δαρὸν, ἐξόν σοι γάμου τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν θέλει· σὺ δ᾽, ὦ παῖ, μἀπολακτίσῃς λέχος τὸ Ζηνὸς, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρὸς, ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου”. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ ἔτλην γεγωνεῖν νυκτίφαντ᾽ ὀνείρατα. ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους. τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμὲ, ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις· κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν κεραυνὸν, ὃς πᾶν ἐξαϊστώσοι γένος. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκλῃσε δωμάτων ἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι ἦσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενής ἄκρατος ὀργὴν ῎Αργος ὡμάρτει, πυκνοῖς ὄσσοις δεδορκώς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγω μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι. κλύεις τὰ πραχθέντ· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι λοιπὸν πόνων, σήμαινε· μηδέ μ' οἰκτίσας σύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ αἴσχιστον εἶναί φημι συνθέτους λόγους. ΧΟ. ἔα ἔα, ἄπεχε, φεῦ· οὔποτ᾽ οὔποτ' ηὔχουν ξένους μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμὰν, οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοιστα πήματα, λύματα, δείματ᾿ ἐμὰν ἀμφάκει κέντρῳ ψήξειν ψυχάν. ἰὼ ἰὼ μοῖρα μοῖρα, πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. ΠΡ. πρώ γε στενάζεις καὶ φόβου πλέα τις εἶ· ἐπίσχες ἐς τ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. ΧΟ. λέγ᾽, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προὐξεπίστασθαι τορῶς. ΠΡ. τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρα κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρήζετε τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης· τὰ λοιπὰ νῦν ἀκούσαθ', οἷα χρὴ πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τ', Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους θυμῷ βάλ᾽, ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας· Σκύθας δ᾽ ἀφίξει νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσ᾽ ἐπ᾽ εὐκύκλοις ὄχοις, ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι· οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δ᾽ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπ᾿ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν ἥξεις στυγάνορ᾽, αἳ θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ θερμώδονθ', ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν· αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως. ἰσθμὸν δ᾽ ἐπ᾿ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶν ἐκπερᾶν Μαιωτικόν· ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς χρήζων μιγῆναι τάσδ' ἐπέρριψεν πλάνας. πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοὶ μηδέπω'ν προοιμίοις. ΙΩ. ἰώ μοί μοι. ΠΡ. σὺ δ᾽ αὖ κέκραγας κάναμυχθίζει· τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνη κακά; ΧΟ. ἡ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; ΠΡ. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. ΙΩ. τί δὴτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην, κρείσσον γὰρ εἰσάπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. ΠΡ. ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον· αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή· νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. ΙΩ. ἦ γάρ ποτ' ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; ΠΡ. ἥδοι ἂν, οἶμαι, τήνδ᾿ ἰδοῦσα συμφοράν. ΙΩ. πῶς δ᾽ οὐκ ἂν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; ΠΡ. ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. ΙΩ. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; ΠΡ. πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. ΙΩ. ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη. ΠΡ. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ. ΙΩ. θέορτον, ἢ βρότειον; εἰ ῥητὸν, φράσον. ΠΡ. τί δ᾽ ὅντιν; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. ΙΩ. ἡ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; ΠΡ. ἢ τέξεταί γε παῖδα φέρτερον πατρός. ΙΩ. οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης; ΠΡ. οὐ δῆτα, πλὴν ἐὰν ἐγὼ ἐκ δεσμῶν λυθῶ. ΙΩ. τίς οὖν ὁ λύσων σ᾽ ἐστὶν ἄκοντος Διός; ΠΡ. τῶν σῶν τιν αὐτὸν ἐκγόνων εἶναι χρεών. ΙΩ. πῶς εἶπας; ἡ ᾿μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν; ΠΡ. τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς. ΙΩ. ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία. ΠΡ. καὶ μή τι σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. ΙΩ. μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει. ΠΡ. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. ΙΩ. ποίοιν πρόδειξον αἵρεσίν τ᾽ ἐμοὶ δίδου. ΠΡ. δίδωμ᾽· ἑλοῦ γὰρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ. ΧΟ. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου· καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ. ΠΡ. ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρήζετε. σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ὅταν περάσῃς ῥεῖθρον ἠπείρων ὅρον, πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς *** πόντου περῶσα φλοῖσβον, ἐς τ᾽ ἂν ἐξίκῃ πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι, μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ. πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς· τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω. ἄλλην δ᾽ ἄκουσον δυσχερή θεωρίαν· ὀξυστόμους γὰρ Ζηνὸς ἀκλαγγεῖς κύνας γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν Αριμασπὸν ἱπποβάμον, οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου· τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρ᾿ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ καταβασμὸν, ἔνθα Βυβλίνων ὀρῶν ἄπο ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. τῶν δ᾽ εἰ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. ΧΟ. εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγ· εἰ δὲ πάντ εἴρηκας, ἡμῖν αὖ χάριν δὸς ἥντιν αἰτούμεσθα, μέμνησαι δέ που. ΠΡ. τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν. ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα, τὴν αἰπύνωτόν τ' ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θᾶκός τ᾽ ἐστὶ θεσπρωτοῦ Διὸς, τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσ᾽ ἔσεσθ', εἰ τῶνδε προσσαίνει σε τι. ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν κέλευθον ήξας πρὸς μέγαν κόλπον Ῥέας, ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχὸς, σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται, τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενὸς, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω, ἐς ταυτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονὸς, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γέννημ᾽ ἁφῶν τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα· πέμπτη δ᾽ ἀπ αὐτοῦ γέννα πεντηκοντάπαις πάλιν πρὸς ῎Αργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν· οἱ δ᾽ ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύοντες οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός· Πελασγία δὲ δέξεται θηλυκτόνῳ ῎Αρει δαμέντων νυκτιφρουρήτῳ θράσει· γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος· τοιάδ᾽ ἐπ᾽ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος· αὕτη κατ' ῎Αργος βασιλικὸν τέξει γένος. μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινὸς, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενής μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς θέμις· ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. ΙΩ. ἐλελεῦ, ἐλελεῦ, ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπου᾽, οἴστρου δ᾽ ἄρδις χρίει μ᾿ ἄπυρος· κραδία δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ, γλώσσης ἀκρατής· θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆ στυγνῆς πρὸς κύμασιν ἄτης. ΧΟ. ἡ σοφὸς ἡ σοφὸς ὅς πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσσα διε- μυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθ' ἑαυτὸν ἀριστεύει μακρῷ, καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων μήτε τῶν γέννᾳ μεγαλυνομένων ὄντα χερνήταν ἐραστεῦσαι γάμων. μήποτε μήποτέ μ᾽, ὦ πότνιαι Μοίραι, λεχέων Διὸς εὐνάτειραν ἴδοισθε πέλουσαν· μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν εἰσορῶσ᾽ Ἰοῦς μέγα δαπτομέναν δυσπλάνοις Ἥρας ἀλατείαις πόνων. ἐμοὶ δ᾽ ὅτι μὲν ὁμαλὸς ὁ γάμος, οὐ δέδια, μηδὲ κρεισσόνων θεῶν ἄφυκτον ὄμμα προσδράκοι με. ἀπολέμιστος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος· οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν· Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπα φύγοιμ᾽ ἄν. ΠΡ. ἦ μὴν ἔτι Ζεὺς, καίπερ αὐθάδε φρονῶν, ἔσται ταπεινός· τοῖον ἐξαρτύεται γάμου γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος θρόνων τ᾽ ἄϊστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρὰ Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται, ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς. ἐγὼ τάδ᾽ οἶδα χῷ τρόπῳ. πρὸς ταῦτά νυν θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις πιστὸς, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος. οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά· τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ᾿ αὐτὸς αὐτῷ, δυσμαχώτατον τέρας· ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα, βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον· θαλασσίαν τε γῆς τινάκτειραν νόσον τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα. ΧΟ. σύ θην ἃ χρήζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός. ΠΡ. ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω. ΧΟ. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; ΠΡ. καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους. ΧΟ. πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη; ΠΡ. τί δ᾽ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον; ΧΟ. ἀλλ᾽ ἄθλον ἄν σοι τοῦδ᾽ ἔτ᾿ ἀλγίω πόροι. ΠΡ. ὁ δ᾽ οὖν ποιείτω· πάντα προσδόκητά μοι. ΧΟ. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. ΠΡ. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί. ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον· πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν. ΕΡΜΗΣ. σὲ τὸν σοφιστὴν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ᾽ ἐς θεοὺς ἐφημέροις πορόντα τιμὰς, τὸν πυρὸς κλέπτην λέγω· πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους· καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε· μηδέ μοι διπλᾶς ὁδοὺς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δ᾽ ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. ΠΡ. σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ᾽· οὐκ ἐκ τῶνδ᾽ ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ἠσθόμην; τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν· πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ. ΕΡ. τοιοίσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. ΠΡ. τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ. κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρα ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. ΕΡ. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι. ΠΡ. χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω. ΕΡ. ἡ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ; ΠΡ ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεοὺς, ὅσοι καθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως. ΕΡ. κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον. ΠΡ. νοσοῖμ᾽ ἂν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. ΕΡ. εἴης φορητὸς οὐκ ἂν, εἰ πράσσοις καλῶς. ΠΡ. ὤμοι. ΕΡ. ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. ΠΡ. ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος. ΕΡ. καὶ μὴν σύ γ' οὔπω σωφρονεῖν ἐπίστασαι. ΠΡ. σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην. ΕΡ. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρήζει πατήρ. ΠΡ. καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν. ΕΡ. ἐκερτόμησας δῆθεν ὡς παῖδ᾽ ὄντα με. ΠΡ. οὐ γὰρ σὺ παῖς τε κάτι τοῦδ᾽ ἀνούστερος, εἰ προσδοκᾶς ἐμοῦ τι πεύσεσθαι πάρα? οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλὸξ, λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω· γνάψει γὰρ οὐδὲν τῶνδε μ' ὥστε καὶ φράσαι πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. ΕΡ. ὅρα νυν εἰ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται. ΠΡ. ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε. ΕΡ. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. ΠΡ. ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ᾽ ὡς ἐγὼ Διὸς γνώμην φοβηθεὶς θηλύνους γενήσομαι, καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυναικομίμοις ὑπτιάσμασιν χερῶν λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω. ΕΡ. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν· τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει κέαρ λιταῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει. ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς αὐτὴ καθ᾿ αὐτὴν οὐδενὸς μεῖον σθένει. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ᾽ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδα φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας τὸ σὸν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις ἐς φάος· Διὸς δέ τοι πτηνὸς κύων, δαφοινὸς ἀετὸς, λάβρως διαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ᾽ ἦπαρ ἐκθοινήσεται. τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν "Αιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη. πρὸς ταῦτα βούλευ᾽· ὡς ὅδ᾽ οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος· ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν εὐβουλίας ἀμείνον᾽ ἡγήσῃ ποτέ. ΧΟ. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται λέγειν ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν. ΠΡ. εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας ὅδ᾽ ἐθώϋξεν, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές. πρὸς ταῦτ᾽ ἐπ᾿ ἐμοὶ ῥιπτέσθω μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽ ἀγρίων ἀνέμων· χθόνα δ᾽ ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν τ᾽ οὐρανίων ἄστρων διόδους, ἔς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις· πάντως ἐμέ γ᾽ οὐ θανατώσει. ΕΡ. τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ παραπαίειν ἡ τοῦδε τύχη; τί χαλᾷ μανιῶν; ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων μετά ποι χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημ᾽ ἀτέραμνον. ΧΟ. ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽ ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που τοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν ; μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω˙ τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσος τῆσδ᾽ ἣντιν᾿ ἀπέπτυσα μᾶλλον. ΕΡ. ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω μηδὲ πρὸς ἄτης θηραθεῖσαι πέμψησθε τύχην, μηδέ ποτ' εἴπηθ᾽ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ᾽ εἰσέβαλεν˙ μὴ δῆτ᾽, αὐταὶ δ᾽ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως εἰς ἀπέραντον δίκτυον ἄτης ἐμπλεχθήσεσθ' ὑπ᾽ ἀνοίας. ΠΡ. καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ χθὼν σεσάλευται. βρυχία δ᾽ ἠχὼ παραμυκᾶται βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν εἰλίσσουσι· σκιρτᾷ δ᾽ ἀνέμων πνεύματα πάντων εἰς ἄλληλα στάσιν ἀντίπνουν ἀποδεικνύμενα· ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ. τοιάδ᾽ ἐπ᾿ ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος είλίσσων, ἐσορᾶς μ᾿ ὡς ἔκδικα πάσχω.