Aeschylus, Prometheus Bound: 1518 edition Aeschylus VLM transcription and correction of the scanned 1518 edition Gemini-assisted OCR workflow Automated character alignment to the Perseus/Smyth edition Perseus Digital Library Project Perseus Digital Library Project 2026 urn:cts:greekLit:tlg0085.tlg003.edprinc1518-grc1

Public domain source; OCR draft for scholarly review.

Aeschylus Prometheus Bound 1518 Transcribed from the supplied 1518 scan; page-break numbers refer to sequential scanned images.

Native line numbers count printed verse lines in this surviving portion. @corresp links them to Smyth lineation; cert='low' marks weak OCR alignment.

Ancient Greek Restructured for Perseus viewers with speeches, native line numbers, page markers, card milestones, and correspondence to the Smyth edition.
ΚράτοςἭφαιστοςΠρομηθεύςΧορόςὨκεανόςἸώἙρμῆς ΑΙΣΧΥΛΟΥ ΠΡΟ- ΜΗΘΕΥΣ ΚράτοςΘονὸς μὲν εἰς τηλυρὸν ἥκο- μεν πέδον. σκύθην δὲ οἶμον ἄβατον εἰς ἐ- ρημίαν, ἥφαιστε. σοὶ δὲ χρὴ μέλλειν ἐπιστολάς. ἃς σοὶ πατὴρ ἐφεῖτο, τὸν δὲ πρὸς πέτραις ὑψηλοκρήμνοις, ἐν λεωργὸν ὀχμάσαι. ἀδαμαντίναις πέδῃσιν ἐν ἀρρήκτοις πέτραις. τὸ σὸν γὰρ ἄνθος παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασε, τοιᾶσδέ τοι ἁμαρτίας σφὲ δεῖ θεοῖς δῦναι δίκην. ὡς ἂν διδαχθῇ τὴν διὸς τυραννίδα, σέργειν φιλανθρώπου δὲ παύεσθαι τρόπου. Ἥφαιστοςκράτος βία τε σφῷν μὲν ἐντολὴ διὸς ἔχει τέλος δὴ, κ' οὐδὲν ἐμποδὼν ἔτι. ἐγὼ δ' ἄτολμός εἰμι, συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. πάντως δ' ἀνάγκη τῶν δέ μοι τόλμαν σχεθεῖν. ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρὺ, τῆς ὀρθοβούλου θέμιδος αἰπυμῆτα παῖ. ἄκοντ' ἄκων σε δυσλύτοις χαλκεύμασι προσπασσαλεύσω τῷ δ' ἀπανθρώπῳ πάγῳ. ἵν' οὔτε φωνὴν οὔτέ τευ μορφὴν βρωτῶν, ΑΙΣΧΥΛΟΥ Ἥφαιστοςὄψει σταθευτὸς δ' ἡλίου, φοίβῃ φλογί· χροια̃ς ἀμάψεις ἄνθος, ἀσμένῳ δίσαι ἡ ποικιλέμων νὺξ ἀποκρύψει φάος· πάχνην θ' ἑῴαν ἥλιον σκεδᾶ̃ πάλιν ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ, χρύσεισ' , ὀλωφήσων γὰρ οὐ πέφυκέ πω. τοιαῦτ' ἀπύρω τε φιλανθρώπου τρόπου. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήκαων χόλον βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. ἀνθ' ὧν ἀτερπῆ τὴν δὲ φρουρήσεις πέτραν. ὀρθοστάδην, ἄϋπνος, οὐ κάμπτων γόνυ. πολλοὺς δ' ὀδυρμοὺς, καὶ γόους ἀνωφελεῖς, φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες. 20ἅπας δὲ βαχὺς ὅς τις ἂν νέον κρατῇ. Κράτος εἶεν τί μέλλεις καὶ κατοικτίζῃ μάτην· τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν; ὅς τις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας· Ἥφαιστος τὸ συγγενές τοι δεινὸν ἥθ' ὁμιλία Κράτος σύμφημ'· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων· οἷόν τε· πῶς οὐ τερ δειμαίνεις πλέον. Ἥφαιστος αἰεί τε νυλὴς σὺ, καὶ θράσους πλέως· Κράτος ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι, σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην· Ἥφαιστος ὦ πολλὰ μισηθεῖσα χειρωναξία Κράτος τί νίν στυγεῖς, πόνων γὰρ ὡς ἁπλῷ λόγῳ· τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη· Ἥφαιστος ἔμπας τίς αὐτὴν ἄλλος ὤφελε λαχεῖν· Κράτος ἅπαντ' ἐπράχθη πλὴν θεοῖσι κοιρανεῖν· ἐλεύθερος γὰρ οὔτις ἐστὶ, πλὴν Διός· ΠΡΟΜΗΘΕΥΣ Ἥφαιστος ἔγνωκα, τοῖς δὲ χερσὶν ἀντιποῖν’ ἔχω. Κράτος ἤκουσα· ἐπάγειν δεσμὰ τῷδε περιβαλεῖν, ὡς μή σ’ ἐλιννύοντα προσδερχθῇ πατήρ. Ἥφαιστος καὶ δὴ πρόχειρα ψαλλία δέρκεσθαι πάρα. Κράτος λαβών νιν, ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. Ἥφαιστος περαίνεται δὴ, κὐ ματᾷ τ’ ἔργον τόδε. Κράτος ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον. Ἥφαιστος ἄραρεν ἥδε γ’ ὠλένη δυσεκλύτως. Κράτος καὶ τήν δε νῦν πόρπασον ἀσφαλῶς· ἵνα μάθῃ σοφιστὴς ὢν, διὸς νωθέστερος. Ἥφαιστος πλην τίς δ’ ἂν, οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. Κράτος ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον. στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως. Ἥφαιστος αἳ αἳ προμηθεῦ σῶν ὐπὲρ σένω πόνων. Κράτος σύ δ’ αὖ κατ’ ὀκνεῖς, τῶν διὸς τ’ ἐχθρῶν ὐπὲρ στένεις, ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτέ. Ἥφαιστος ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. Κράτος ὁρῶ κυροῦντα τόν δε τῶν ἐπαξίων. ἀλλ’ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. Ἥφαιστος δρᾶν ταῦτ’ ἀνάγκη, μηδὲν ἐγκέλευ’ ἄγαν. Κράτος ἦ μὴν κελεύσω κἀπιθωΰξω γε πρὸς· χώρει κατωσκέλη δὲ κίρκωσον βίᾳ. Ἥφαιστος καὶ δὴ πέπρακται τὄργον· οὐ μακρῷ πόνῳ. Κράτος ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας· ὡς ἐπιτιμητής γε τῶν ἔργων βαρύς. Ἥφαιστος ὅμοια μορφῇ γλῶσσά σου γηρύεται. Κράτος σὺ μαλθακίζου, τὴν δ’ ἐμὴν αὐθαδίαν. ὀργῆς τε τραχύτητα, μὴ πίπληκτέ μοι. Ἥφαιστοςστείχωμεν ὡς κώλοισιν ἀμφίβληστρ’ ἔχει. Κράτοςἐνταῦθα νῦν ὕβριζε, καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθει, τί σοι. οἷοί τε θνητοὶ τῶν δ’ ἀπαντλῆσαι πόνων ψευδωνύμως σε δαίμονες προμηθέα καλοῦσιν. αὐτὸν γάρ σε δεῖ προμηθέως ὅτω τρόπῳ τῆς δ’ ἐκυλισθήσῃ τέχνης Προμηθεύςὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί. ποταμῶν τε πηγαὶ ποντίων τε κυμάτων ἀνήριθμον γέλασμα παμμῆτορ τε γῆ. καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ. ἴδεσθέ μ’ οἷα πρὸς θεῶν πάσχω θεός δέρχθηθ’ οἵαις αἰκίαισι διακναιόμενος τὸν μυριετῆ χρόνον ἀθλεύσω, τοιόνδ’ ὁ νέος Προμηθεύςταγὸς μακάρων ἐξεῦρ’ ἐπ’ ἐμοὶ δεσμὸν ἀοικῆ. αἳ αῖ τὸ παρὸν, τό τ’ ἐπερχόμενον, πῆμα σενάχω· πῆ ποτε μόχθων χρὴ τέρμα τῶν δ’ ἐπετεῖλαι. Προμηθεύςκᾲ τοι τί φημι; πάντα προὐξεπίσταμαι σκεθρῶς τὰ μέλλοντα. οὐ δέ μοι ποταίνιον πῆμ’ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν. ὡς ῥᾷστα γινώσκονθ’ ὅτι τὸ τῆς ἀνάγκης ἔστ’ ἀδήριτον σθένος. ἀλλ’ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας, οἷόν τέ μοι τάσδ’ ἐστὶ. θνητοῖς γὰρ γέρα πορὼν ἀνάγκαις ταῖσδ’ ὑπέζευγμαι τάλας ναρθηκοπλήρωτον δὲ θηρῶμαι, πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πᾶσι βροτοῖς πέφυκε καὶ μέγας πόρος. τοιάσδε ποινὰς ἀμπλακημάτων τίνω. Προμηθεύςὑ παίθριος δεσμοῖσι πασσαλευμένος Προμηθεύςἆ ἆ ἔα ἔα τίς ἀχὼ τίς ὀδμὰ προσέπαμ' ἀφεγγὴς θεόσυρος ἢ βρότος ἢ κεκραμένη. ἵκετο τὲρ μόνιον ἐπὶ πάγον πόνων ἐμῶν θεωρὸς ἤ τὶ δὴ θέλων. ὁρᾶτε δεσμώτην με δύσποτμον θεὸν, τὸν διὸς ἐχθρὸν τὸν πᾶσι θεοῖσι Προμηθεύςδι' ἀπεχθείας ἐλθόντ', ὃς πόσοι τὴν διὸς αὐλὴν εἰσοιχνῶσι. διὰ τὴν λίαν φιλότητα τῶν βροτῶν. φεῦ φεῦ τί ποτ' αὖ κινάθυσμα κλύω, πέλας οἰωνῶν, αἰθὴρ δ' ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει. πᾶν μοι φοβερὸν τὸ προσέρπον. Χορός μηδὲν φοβηθῇς φιλία γὰρ ἥδε τάξις. πτερύγων θοαῖς ἀμίλλαις προσέβατόν δε πάγον πατρῴους· μόγις παρειποῦσα φρένας· κραιπνοφόροι δέ μ' ἔπεμψαν αὖραι· κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων μυχὸν ἐκ δ' ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ· σύθην δ' ἀπέδιλος ὄχῳ πτερωτῷ· Προμηθεύς αἳ αἳ τῆς πολυτέχνου τηθύος ἔκγονα· τοῦ περὶ πᾶσαν θ' ειλισσομέναν χθόν' ἀκοιμήτῳ ῥεύματι παῖδες πατρὸς ὠκεανοῦ. δέρχθητ' ἐσίδεσθέ μ' οἵῳ δεσμῷ προσπορπατὸς τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω. ΑΙΣΧΥΛΟΥ Χορόςλεύσσω προμηθεῦ. φοβερὰ δ' ἐμοῖσιν ὄσσοις ὀμίχλη προσῇξε πλήρης δακρύων, σὸν δέμας δακρύων σὸν δέμας εἰσιδούσῃ πέτρα. προσαυαινόμενον ταῖς ἀδαμαντοδέτοις λύμαις. νέοι γὰρ οἰκονόμοι κρατοῦσ' ὀλύμπου. νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέσμως κρατύνει. Προμηθεύςτὰ πρὶν δὲ πελώρια νῦν ἀϊστοῖ.εἰ γάρ μ' ὑπὸ γῆν νέρθεν τ' ἄϊδος τε νεκροδέγμονος εἰς ἀπέραντον τάρταρον ἧκεν δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, ὡς μή ποτε θεὸς μή τε τις ἄλ- λος τοῖς δ' ἐπεγήθει. νῦν δ' αἰθέριον κίνυγμ' ὁ τάλας ἐχθροῖς ἐπίχαρμα πέπονθα.Χορόςτίς ὧδε τλησικάρδιος θεῶν ὅτῳ τάδ' ἐπιχαρῆ; τίς οὐ ξυνασχαλᾶ, κακοῖς τεοῖσι δίχα γε διός; ὁ δ' ἐπικότως ἀεὶ θέμενος ἄγναμπτον νόον, δάμναται ὐρανίαν γένναν, οὐδὲ λήξει πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ τὴν δυσάλωτον ἕλῃ τὶς ἀρχάν.Προμηθεύςἢ μὴν ἔτ' ἐμοῦ καὶ πὲρ κρατβαῖς ἐν γυιοπέδαις αἰκιζομένου χρείαν. ἕξει μακάρων πρύτανις δῖξαι τὸ νέον. βύλοι μ' ὑφ' ὅτου σκῆπτρον τιμὰς τ' ἀποσυλᾶται. καί τοι μ' ὄτι μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσι θέλξει στεριὰς δ' ὑποτ' ἀπειλὰς, πτήξας ὃ δ' ἐγὼ καταμυνύσω πρὶν ἂν ἐξαγρίων δεσμῶν χαλάσῃ ποινὰς τέ μοι τίνειν.τῆς δ' αἰκίας ΠΡΟΜΗΘΕΥΣ. Προμηθεύςἰῆς δ' αἰκίας ἐθελήσηι, Χορόςσὺ μὲν θρασύς τε καὶ πικραῖς δύαισιν οὐδὲν ἐπιχαλᾶς, ἄγαν δ' ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος. δέδια γὰρ ἀμφὶ σαῖς τύχαις ὅπη ποτέ· τῶνδε πόνων χρήσει τέρμ' ἀκίλσαν τ', ἐσιδεῖν ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει κρόνου παῖς. Προμηθεύςοἶδ' ὅτι θρασύς τε, καὶ παρ' ἑαυτῶ τὸ δίκαιον ἔχων Ζεύς, ἀλλ' ἔμπας οἴω. μαλακογνώμων ἔσται ποθ' ὅταν ταύτη ῥαισθῆ τὴν δ' ἀτέραμνον στορέσας ὀργήν. εἰσαριθμὸν ἐμοί, καὶ φιλότητα σπεύδων σπεύδοντι ποθ' ἥξει. Χορόςπάντ' ἐκκάλυψον, καὶ γέγων' ἡμῖν λόγον ποίω λαβών σε Ζεὺς ἐπ' αἰτιάματι οὕτως ἀτίμως, καὶ πικρῶς αἰκίζεται δίδαξον ἡμᾶς, εἴτι μὴ βλάπτη λόγω. Προμηθεύςἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶ τάδε, ἄλγος' δὲ σιγᾶν πᾶν ταχῆ δὲ δύσποτμα. ἐπεὶ τάχιστ' ἤρξαντο δαίμονες χόλου. στάσις τ' ἐν ἀμήλοισιν ὠροθύνετο. οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρης κρόνον. ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τὔμπαλιν σπεύδοντες ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν. ἐνταῦθ' ἐγὼ τὰ λῶιστα βουλεύων, πιθεῖν. τιτάνας, ὀρανοῦ τε καὶ χθονὸς τέκνα οὐκ ἠδυνήθην, αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ὤον τἀμοχθεὶ, πρὸς βίαν τε δεσπόσειν. Aeschylus. b Α Ι Σ Χ Υ Λ Ο Υ Προμηθεύςἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον θέμις ἀλλὰ καὶ γαῖα πολλῶν ὀνομάτων μορφὴ μία τὸ μέλλον ἧ κραίνοιτο προὐτεθεσπίκει. ὡς οὐ κατ' ἰσχὺν, οὐδὲ πρὸς τὸ καρτερὸν χρὴ ἦ δόλῳ τοὺς ὑπερέχοντας κρατεῖν. τοιαῦτ' ἐμοῦ λόγοισιν ἐξηγουμένου, οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν . κράτιστα δή μοι τῶν παρεστώτων τότε, ἐφαίνετ' εἶναι πρὸς λαβόντι μητέρα. ἑκόνθ' ἑκόντι ξυμπαραστατεῖν . ἐμαῖς δὲ βουλαῖς ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ χρόνον. αὐτοῖσι συμμάχοισι. τοιάδ' ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος, κακαῖσι ποιναῖς ταῖσδ' ἐμ' ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δ' οὖν ἐρωτᾶτ' αἰτίαν, καθ' ἥντινα αἰκίζεται με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετ' εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο ἀρχήν. βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ εἶχεν οὐδένα, ἀλλ' ἀϊστώσας γένος τὸ πᾶν, ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε, πλὴν ἐμοῦ. ἐγὼ δ' τόλμης ἐξερυσάμην βροτούς. τὸ μὴ διαρραισθέντας εἰς ἅδου μολεῖν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσι δ' ἰδεῖν· Π Ρ Ο Μ Η Θ Ε Υ Σ. 10 Προμηθεύςθνητὸς δ’ ἐν οἴκτῳ προθέμενος, τύτου τυχεῖν οὐκ ἠξιώθην αὐτὸς, ἀλλ’ ἀνηλεῶς ὧδ’ ἐρρύθμισμαι, ζηνὶ δυσκλεὴς θέα, Χορός σιδηρόφρων τε, κἀκ πέτρας εἰργασμένος ὅς τις προμαθεῖ σοῖσιν ὀ συναχαλᾷ, μόχθοις. ἐγὼ γὰρ οὔτ’ ἂν εἰσιδεῖν τάδε, ἔχρηζον. εἰσιδοῦσά τ’ ἠγνύθην κέαρ. Προμηθεύς καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ. Χορός μή πη τί πρόβης τῶν δε καὶ προαιτέρω. Προμηθεύς θνητὸς ἔπαυσα μὴ προδέρκεσθαι μόρον. Χορός τὸ ποῖον εὑρὼν τῆς δε φάρμακον νόσου. Προμηθεύς τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. Χορός μέγ’ ὠφέλημα τό τ’ ἐδωρήσω βροτοῖς. Προμηθεύς πρὸς τοῖς δε μέν τοι πῦρ ἐγώ σφιν ὤπασα. Χορός καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ’ ἐφήμεροι, Προμηθεύς ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. Χορός τοιοῖς δε δήσε (σ’ ἐπ’ αἰτιάμασιν Προμηθεύςαἰκίζεταί τε, κὐδαμῆ χαλά κακῶν; Χορόςοὐδ’ ἔστιν ἄθλου τέρμασοι προκείμενον, Προμηθεύς οὐκ ἄλλο γ’ οὐδέν, πλὴν ὅταν ἐκείνῳ δοκῇ. Χορός δόξει δὲ πῶς; τίς ἐλπὶς, οὐχ ὁρᾷς ὅτι ἥμαρτες; ὡς δ’ ἥμαρτες, οὔτ’ ἐμοὶ λέγειν καθ’ ἡδονήν. σοί τ’ ἄλγος, ἀλλὰ ταῦτα μὲν, μεθῶμεν, ἄθλου δ’ ἔκλυσιν ζήτει τινά. Προμηθεύς ἐλαφρὸν ὅς τις πημάτων ἔξω πόδα » ἔχει, παραινεῖν νουθετεῖν τε τοὺς κακῶς πράσσοντας. » ἐγὼ δὲ ταῦθ’ ἅπαντ’ ἠπιστάμην. » ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι. θνητοῖς δ’ ἀρήγων, αὐτὸς εὑρόμην πόνους. οὐ μέν τοι, ποιναῖς ὠόμην τοιαισίδ’ με b ii ΑΙΣΧΥΛΟΥ Προμηθεύςκατιχανᾶσθαι πρὸς πέτραις πεδαρσίοις τυχόντ' ἐρήμῳ τῷδ' ἀγείτονος πάγῳ. καί μοι τὰ μὲν παρόντα μὴ 'δύρεσθ' ἄχη πεδοῖ δὲ βᾶσαι τὰς προσπύσας τύχας. ἀκήσαθ' ὡς μάθητε διὰ τέλους τὸ πᾶν . πείθεσθέ μοι πείθεσθε, συμπονήσατε, τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη πρὸς ἄλλοτ' ἄλλον πημονὴ προσιζάνει. Χορός οὐκ ἀκήσαις ἐπεθώϋξας τόδε προμηθεῦ καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον θῶκον προλιποῦσ' αἰθέρ' ἁγνὸν πόρον οἰωνῶν, ὀκρυόεσσαν χθόνα τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους χρῄζω διαπαντὸς ἀκῆσαι. Ὠκεανός ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σὲ προμηθεῦ. τὸν πτερυγωκῆ τόν δ' οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων. ταῖς σαῖς δὲ τύχαις ἴσθι ξυναλγῶν. ὅ τε γάρ με δοκῶ ξυγγενὲς οὕτως ἐσαναγκάζει. χωρίσ τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νέμοιμ' ἢ σοί. γνώσῃ δὲ τάδ' ὡς ἐτήτυμ', οὐδὲ μάτην, σὲ χαριτογλωσσεῖν ἔνιμοι. φέρε γὰρ σήμαιν' ὅτι χρήσοι συμπράττειν. οὐ γάρ ποτε φὴς, ὡς ὠκεανοῦ φίλος ἔστι βεβαιότερός σοι. Προμηθεύς ἔα τί χρῆμα καὶ σὺ πόνων ἐμῶν ἥκεις ἐπόπτης, πῶς ἐτόλμησας λιπὼν ἐπώνυμόν τε ῥεῦμα, καὶ πετηρεφῆ αὐτόκτιτ' ἄντρα τὴν σιδηρομήτορα Γ Ρ Ο Μ Η Θ Ε Υ Σ. 11 Προμηθεύςἐλθεῖν ἐς αἶαν, ἢ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι, καὶ συνασχαλῶν κακοῖς, δέρκου θέαμα τόνδε, τὸν διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἵαις ὑπ' αὐτοῦ πημοναῖσι κάμπτομαι. Ὠκεανόςὁρῶ προμηθεῦ. καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίνωσκε σαυτὸν, καὶ μετάρμοσαι τρόπους νέους, νέος γὰρ καὶ τύραννος ἐν θεοῖς, εἰ δ' ὧδε τραχεῖς, καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ' ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύῃ Ζεύς, ὥς τέ σοι τὸν νῦν χόλον παρόντα μόχθων, παιδιὰν εἶναι δοκεῖν. ἀλλ' ὦ ταλαίπωρ' ἃς ἔχεις ὀργὰς ἄφες. ζήτει δὲ τῶν πημάτων ἀπαλλαγάς. ἀρχαῖ' ἴσως σοι φαίνομαι λέγειν τάδε. » τοιαῦτα μέν τοι τῆς ἄγαν ὑψηγόρου » γλώσσης προμηθεῦ τἀπίχειρα γίνεται. σὺ δ' οὐδέπω ταπεινὸς, οὐδ' εἴκεις κακοῖς. πρὸς τοῖς παροῦσι δ' ἄλλα προσλαβεῖν θέλεις οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ, πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι, τραχὺς μόναρχος, οὐδ' ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι, καὶ πειράσομαι ἐὰν δύνωμαι τῶν δέ σ' ἐκλῦσαι πόνων. σὺ δ' ἡσύχαζε, μὴ δ' ἄγαν λαβροστόμει. » ἢ οὐκ οἶσθ' ἀκριβῶς ὢν περισσόφρων, ὅτι » γλώσσῃ ματαίᾳ ζημία προσγίνεται, Προμηθεύςζηλῶ σ' ὅθ' οὕνεκ' ἐκτὸς αἰτίας κυρεῖς. πάντων μετασχὼν καὶ τερλμηκὼς ἐμοί. b ij Προμηθεύςκαὶ νῦν ἔασον, μη δέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν. οὐ γὰρ εὐπειθής. πάπταινε δ' αὐτὸς μήτι πη μανθῇς ὁδῷ. Ὠκεανός πολλῷ γ' ἀμείνων τὰς πέλας φρενοῦν ἔφυς, ἢ σαυτόν. ἔργῳ κ' οὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ, τήνδε δωρεὰν ἐμοὶ δώσειν δῖ', ὡς τε τῶν δε σ' ἐκλῦσαι πόνων. Προμηθεύς τὰ μέν σ' ἐπαινῶ, κοὐδαμῇ λήξω ποτὲ, προθυμίας γὰρ οὐδὲν ἐλλείπεις, ἀτὰρ μηδὲν πόνει, μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴτι καὶ πονεῖν θέλεις. ἀλλ' ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων. ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦ δ' οὕνεκα θέλοιμ' ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτ' ἐπείμε καὶ κασίγνητον τύχαι τείρουσ' ἄτλαντος ὃς πρὸς ἑσπέρους τόπους ἕστηκε κίον' οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ὤκτειρα δάϊον τέρας. ἑκατόνκρανον πρὸς βίαν χειρούμενον, τυφῶνα θοῦρον πᾶσιν ὃς ἀντέστη θεοῖς σμερδναῖσι γαμφηλῇσι συρίζων φόνον. ἐξ ὀμμάτων δ' ἤστραπτε γοργωπὸν σέλας. ὡς τὴν διὸς τυραννί δ' ἐκ πέρσων βίᾳ ἀλλ' ἦλθεν αὐτῷ ζηνὸς ἄγρυπνον βέλος καταιβάτης κεραυνὸς ἐκ πνέων φλόγα. ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ ὡς αὐτὰς τυπεὶς ΠΡΟΜΗΘΕΥΣ. Προμηθεύςἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράωρον δέμας, κεῖται στενωπῷ πλησίον θαλασσίου ἰπούμενος ῥίζαισιν αἰτναίαις ὕπο· κορυφαῖς δ' ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ ἥφαιστος, ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις. τῆς καλλικάρπου σικελίας λευρὰς γύας. τοιόνδε τυφὼς ἐξαναζέσει χόλον θερμοῖς ἀπλήστου βέλεσι πυρπνόου ζάλης, καί περ κεραυνῷ ζηνὸς ἠνθρακωμένος. σὺ δ' οὐκ ἄπειρος, οὐδ' ἐμοῦ διδασκάλου χρῄζεις, σεαυτὸν σῶζ' ὅπως ἐπίστασαι ἐγὼ δ' τὴν παροῦσαν ἀντλήσω τύχην ἔς τ' ἂν διὸς φρόνημα λοφήσῃ χόλου. Ὠκεανός οὔκουν προμηθεῦ τοῦτο γινώσκεις, ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι. Προμηθεύς ἐάν τις ἐν καιρῷ γε μαλθάσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. Ὠκεανός ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν, τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδαξέ με. Προμηθεύς μόχθον περισσὸν, κουφόνούν τ' εὐηθίαν. Ὠκεανός ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ δοκεῖν φρονεῖν. Προμηθεύς ἐμὸν δοκήσει τἀμπλάκη μ' εἶναι τόδε. Ὠκεανός σαφῶς μ' ἐς οἶκον σὸς λόγος στέλλει πάλιν Προμηθεύς μὴ γάρ σε θρῆνος ἐμὸς ὡς ἔχθραν βάλῃ Ὠκεανός ἦ τῷ νέον κρατοῦντι παγκρατεῖς ἕδρας Προμηθεύς τύτω φυλάσσου μήποτ' ἀχθεσθῇ κέαρ. Ὠκεανός ἡ σὴ προμηθεῦ συμφορὰ διδάσκαλος b iij Προμηθεύςστέλλου, κομίζου, σῶζε τὸν παρόντα νοῦν. Ὠκεανόςὁρμωμένῳ μοι τόνδ' ἐπεθώϋξας λόγον λευρὸν γὰρ οἶμον αἰθέρος ψαύει πτεροῖς· τετρασκελὴς οἰωνός. ἄσμενος δ' ἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειε γόνυ. Χορόςστένω σε τὰς ὐλομένας τύχας προμηθεῦ. δακρυσίστακτον δ' ἀπ' ὄσσων ῥαδινὸν λειβομένα ῥέος, παρειὰν νοτίοις ἔτεγξα παγαῖς· ἀμέγαρτα γὰρ τάδε. Ζεὺς δ' ἰδίοις νόμοις κρατύνων, ὑπερήφανον τοῖς πάρος θεοῖς δείκνυσιν, αἰχμάν· πρόπασα δ' ἤδη στονόεν Χορόςλέλακε χώρα, μεγαλοχήμων ἄτ' ἀρ- χαιοπρεπῆ στένουσα τᾶν σᾶν ξυναι- μαιμόνων τιμάν, ὁπόσοι τ' ἔποικον ἁγνᾶς ἀσίας ἕδος νέμονται μεγαλοστόνοισι σοῖς πήμασι συγκάμνουσι θνητοί Χορόςκολχίδος τε γᾶς ἔνοικοι παρθένοι, μάχης ἄτρεστοι καὶ σκύθης ὅμιλος οἳ γᾶς ἔχουσι τόπον πόρον ἀμφὶ μαιῶτιν ἔγχου λίμναν. ἀραβίας τ' ἄρειον ἔθνος Χορόςὑψίκρημνον τ' οἳ πόλισμα καυχάσε πέλας νέμονται, δάϊος στρατός. ὀξυπρώροισι βρέμων ἐν αἰχμαῖς. Χορόςμόνον δὴ πρόσθεν σε ἄλλων ἐν πόνοις δαμέν' τ' ἀδαμαντοδέτοις τιτᾶνα λύμαις ἰσιδόμαν θεῶν, ἄτλαν θ' ὃς αἰὲν ὑπείροχον σθένος. κραταιὸν ὐράνιόν τε πόλον. Χορόςνώτοις ὑποστενάζει, βοᾷ δὲ πόντιος κλύδων ξυμπιτνῶν, σένᾳ βυθός, κελαινὸς ἄϊδος ὑποβρέμει μυχὸς γᾶς, πηγαί θ' ἁγνορρύτων ποταμῶν. σένουσιν ἄλγος οἰκτρόν. Προμηθεύς μήτι χλιδῇ δοκεῖτε μήτ' αὐθαδίᾳ σιγᾶν με. σώδίᾳ δὲ δάπτομαι κέαρ. ὁρῶν ἐμαυτὸν ὧδε προσελούμενον. καίτοι θεοῖσι τοῖς νέοις τύτοις γέρα τὶς ἄλλος ἢ 'γὼ παντελῶς διώρισεν. ἀλλ' αὐτὰ σιγῶ, καὶ γὰρ εἰδηίαισιν ἂν ὑμῖν λέγοιμι. τ' ἂν βροτοῖς δὲ πήματα. ἀκούσαθ' ὡς σφᾶς, νήπιος ὄντας τὸ πρίν. ἔννους ἔθηκε, καὶ φρενῶν ἐπιβόλες λέξω δὲ μέμψιν ὕτιν' ἀνθρώποις ἔχων. ἀλλ' ὧν δέδωκ' αὔσιαν ἐξηγούμενος οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην κλύοντες οὐκ ἤκουον. ἀλλ' ὀνειράτων, ἀλίγκιοι μορφαῖσι, τὸν μακρὸν χρόνον ἔφυρον εἰκῆ πάντα, μήτε πλινθυφεῖς δόμους προσήλους ἶσαν, οὐ ξυλουργίαν. κατώρυχες δ' ἔναιον ὥς τ' ἀείσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δ' οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ, οὔτ' ἀνθεμώδους ἦρος, οὔτε καρπίμου θέρους βέβαιον. ἀλλ' ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον. ἔς τε δύσφριν ἀντολὰς ἐγὼ, ἄστρων ἔδειξα, τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων, ἐξεῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις. ΑΙΣΧΥΛΟΥ Προμηθεύςμνήμην δ' ἁπάντων μουσομήτορ' ἐργάτιν. κἄζευξα πρώτως ἐν ζυγοῖσι κνώδαλα ζύγλαισι δουλεύοντα σώμασι θ', ὅπως θνητοῖς, μεγίστων διάδοχοι μοχθημάτων γένωνθ'· ὑφ' ἅρματ' ἤγαγον φιληνίους ἵππους ἄγαλμα τῆς ὑπερπλύτου χλιδῆς, θαλασσόπλαγκτα δ' οὔτις ἄλλος ἀντ' ἐμοῦ λινόπτερ' εὗρεν ναυτίλων ὀχήματα. τοιαῦτα μηχανήματ' ἐξευρὼν τάλας, βροτοῖσιν αὐτὸς οὐκ ἔχω σόφισμ', ὅτῳ τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ. Χορός πέπονθας αἰκὲς πῆμ' ἀποσφαλεὶς φρενῶν, πλάναν· κακὸς δ' ἰατρὸς ὄς τις ἐς νόσον, πεσὼν ἀθυμεῖς, καὶ σεαυτὸν οὐκ ἔχεις, ὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. Προμηθεύς τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον· οἵας τέχνας τε, καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον εἴ τις ἀσνόσον πέσοι, οὐκ ἦν ἀλέξημ' οὐδὲν οὐδὲ βρώσιμον οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων χρεία, κατεσκέλλοντο πρὶν ἐγὼ σφίσιν· ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων· αἷς τὰς ἁπάσας ἐξαμείβονται νόσους· τρόπους δὲ πολλοὺς μαντικῆς ἐστοίχισα· κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι· κληδόνας τε δυσκρίτους ἐγνώρισ' αὐτοῖς· ἐνοδίους τε συμβόλους γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισ', οἵτινές δεξιοὶ φύσιν· εὐωνύμους τε καὶ δίαιταν, ἥν τινα ΠΡΟΜΗΘΕΥΣ. 14 Προμηθεύςἔχθρας θ’ ἕκαστοι καὶ πρὸς ἀλλήλους τίνας, ἐχθραί τε καὶ στέργηθρα καὶ συνεδρίας σπλάγχνων τε λειότητα, καὶ χροϊὰν τίνα ἔχον τ’ ἂν εἴη δαίμοσι πρὸς ἡδονήν. χολῆς λοβοῦ τε ποικίλην ἀμορφίαν. κνίση τε κῶλα συγκαλυπτά, καὶ μακρὰν, ὀσφὺν πυρώσας δυστέκμαρτον εἰς τέχνην. ὤδωσα θνητὸς, καὶ φλογωπὰ σήματα. ἐξωμμάτωσα πρόσθεν ὄντ’ ἐπάργεμα. τοιαῦτα µὲν δὴ ταῦτα, ἔνερθε δὲ χθονὸς κεκρυμµέν’ ἀνθρώποισιν ὠφελήµατα, χαλκὸν, σίδηρον, ἄργυρον, χρυσὸν δὲ τίς, φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐµοῦ; οὐδεὶς σάφ’ οἶδα µὴ µάτην φλῦσαι θέλων, βραχεῖ δὲ µύθῳ πάντα συλλήβδην µάθε πᾶσαι τέχναι βροτοῖσιν ἐκ προµηθέως. Χορόςµὴ νῦν βροτοὺς µὲν ὠφέλει χαίρε πέρα.σαυτοῦ δ’ ἀκήδει δυστυχοῦντος, ὡς ἐγὼ εὔελπίς εἰµι τῶν δ’ ἐκ δεσµῶν ἔτι λυθέντα µηδὲν µεῖον ἰσχύσειν διός. Προμηθεύςοὐ ταῦτα ταύτῃ µοῖρά πω τελεσφόρωνκρῆναι πέπρωται µυρίαις δὲ πηµοναῖς, δύαις τε καµφθεὶς, ὧδε δεσµὰ φυγγάνω » τέχνη δ’ ἀνάγκης ἀσθενεστέρα µακρῷ. Χορόςτίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;Προμηθεύςµοῖραι βίµορφοι, µνήµονές τ’ ἐριννύες.Χορόςτούτων ἄρ’ ὄ δὲ ἔστιν ἀσθενέστερος;Προμηθεύςἤκουν ἂν ἐκφύγοιτε τὴν πεπρωµένην.Χορόςτί γὰρ πέπρωται ζηνὶ, πλὴν ἀεὶ κρατεῖν;Προμηθεύςτό τ’ οὐκ ἂν οὖν πύθοιο µηδε λιπάρει ΑΙΣΧΥΛΟΥ Χορόςἦ που τι σεμνόν ἐστιν, ὃ ξυναμπέχει. Προμηθεύςἄλλου λόγου μέμνησθε, τόνδε δ' οὐδαμῶς καιρὸς γεγωνεῖν· ἀλλὰ συγκεκαλυπτέος ὅσον μάλιστα· τόνδε γὰρ σώζων ἐγὼ δεσμοὺς ἀεικεῖς, καὶ δύας ἐκ φυγγάνω. Χορόςμηδάμ' ὁ πάντα νέμων θεῖτ' ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς, μηδ' ἐλιννύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα βουφόνοις, παρ' ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον, μηδ' ἀλίτοιμι λόγοις. ἀλλά μοι τόδ' ἐμμένοι, καὶ μήποτ' ἐκτακείη. Χορός” ἡδύ τι θαρσαλέοις ὸν μακρὸν τείνειν βίον ἐλπίσι φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις· φρίσσω δέ σε δερκομένα. μυρίοις μόχθοις διακναιόμενον. ζῆνα γὰρ οὐ τρομέων ἰδίᾳ γνώμῃ σέβῃ. θνητοὺς ἄγαν προμηθῇ, φέρ' ὅπως χάρις Χορόςἄχαρις, ὦ φίλος εἰπὲ ποῦ τις ἀλκά. τίς ἐφαμερίων ἄρηξις; οὐδ' ἐδέρχθης ὀλιγοδρανίαν ἄκικυν, ἰσόνειρον, ᾧ τὸ φωτῶν ἀλαὸν γένος ἐμπεποδισμένον, οὔποτε τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί· ἔμαθον τάδε, σὰς Χορόςπροσιδοῦσ' ὀλοὰς τύχας, προμηθεῦ. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα· τόδ' ἐκεῖνό τε, ὅτ' ἀμφὶ λοετρὰ καὶ λέχος σὸν ὑμεναίων ἰότατι γάμων, ἔδνοις ἤγαγες ἡσιόναν, ὅτε τὰν ὁμοπάτριον πιθὼν δάμαρτα κοινόλεκτρον. Ἰώἰὼ τίς γῆ, τί γένος, τίνα φῶ λεύσσειν τόνδε χαλινοῖσιν ἐν πετρίνοισι τοῖς ὀρθίοις χημαζόμενον, τίνος ἀμπλακίας ποινὰς ὀλέκη, σήμηνον ὅπη γῆς ἠ μογερὰ πεπλάνημαι. ἆ. ἆ. ἔα. ἔα. Ἰώχρίει τὶς αὖ μετάλαιναν οἶστρος. εἴδωλον ἄργυ γηγενές, ἄλευ’ ὦ δᾶ φοβῦμαι. ὸν μυριωπὸν εἰσορῶσα βύταν. ὃδ’ πορεύεται δόλιον ὄμμ’ ἔχων. ὸν ϰαὶ ϰατθανόντα γαῖα ϰεύθει. ἀγάμε τὰν τάλαιναν ἐξ ἐνέρων πρῶν ϰυνηγετῇ, πλανᾷ τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον. ὑπὸ δὲ ϰηρόπλαστος Ἰώὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον. ἰώ. ἰώ. πὸῖ πὸῖ πῶ. πῶ. πῶ. πῆ μ’ ἄγυσι τηλέπλαγϰτοι πλάναι. τίς ποτέ μ’ ὦ ϰρόνιε παῖ, τί ποτε. τίς ποτε ταῖσδ’ ἐνέζυξας ἀρὼν ἁμαρτόσαν ἐν πημοναῖσιν. ἔ ἔ. οἰστηλάτῳ δὲ δείματι δειλαίαν παράϰοπον ὧδε τείρεις, πυρὶ φλέξον, ἢ χθονὶ ϰάλυψον, ἢ ποντίοις δάϰεσι δὸς βοράν, μηδ’ µοι φθονησὴς ἀγμάτων ἄναξ. ἄδδην με πολύπλανοι πλάναι, γεγυμνάσιν ὐδ’ ἔχω μαθεῖν ὅπη πημονὰς ἀλύξω. ϰλύεις προσφθέγματα τὰς βυϰέρω παρθένου;Προμηθεύςπῶς δ’ οὐ ϰλύω τῆς οἰστροδινήτου ϰόρης, τῆς ἰναχείης, ἣ διὸς θάλπει ϰέαρ ἔρωτι Α Ι Σ Χ Υ Λ Ο Υ Προμηθεύςκαὶ νῦν τοὺς ὑπερμήκεις δρόμους ἥρα στυγητὸς πρὸς βίαν γυμνάζεται. Ἰώ πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ’ ἀπύεις, εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ’ ὦ τάλας τὰν ταλαίπωρον ὧδ’ ἐτήτυμα προθροεῖς. θεόσυτόν τε νόσον ὠνόμασας, ἃ μαραίνει με, χρίουσα κέντροισι φυταλέοισιν ἓ ἕ σκιρτημάτων δὲ νήστισιν αἰκίαις. λαβρόσυτος ἦλθον. ἐπικότοισι μήδεσι δαμεῖσα. δυσδαιμόνων δ’ τίνες οἳ ἓ ἕ οἳ ἐγὼ μογῶσιν; ἀγάμοι ρρῶς τέκμηρον. ὅτι μ’ ἐπαμμένει παθεῖν τί μή, χρὴ τί φάρμακον νόσου λέξον εἴπερ οἶσθα θρόει. φράζε τᾷ δυσπλάνῳ παρθένῳ. Προμηθεύς λέξω φρῶσοι πᾶν, ὅτι χρῄζεις μαθεῖν. οὐκ ἐμπλέκων αἰνίγματ’, αὖ ἁπλῷ λόγῳ. ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα. πυρὸς βροτοῖς δοτῆρ’ ὁρᾷς προμηθέα, Ἰώ ὦ κοινὸν ὠφέλημα θνητοῖσι φανείς, τλῆμον προμηθεῦ, τέ δίκην πάσχεις τάδε. Προμηθεύς ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. Ἰώ οὔκουν πόροις ἂν τάνδε δωρεὰν ἐμοί; Προμηθεύς λέγ’ ἥν τιν’ αἰτῇ, πάντα γὰρ πύθοιό μοι. Ἰώ σήμηνον, ὅς τις ἐν Φάραγγι σ’ ὤχμασε. Προμηθεύς βούλευμα μὲν τὸ δῖον ἠφαίστου δὲ χείρ. Ἰώ ποινὰς δὲ ποίων ἔμπλακημάτων τίνεις; Προμηθεύς τοσοῦτον ἀρκῶ σοι σαφηνίσαι μόνον. Ἰώκαὶ πρός γε τούτοις, τέρμα τῆς ἐμῆς πλάνης. δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. Προμηθεύςτὸ μὴ μαθεῖν σοι κρεῖσσον, ἢ μαθεῖν τάδε. Ἰώμήτοιμε κρύψης τό θ’ ὅπερ μέλλω παθεῖν. Προμηθεύςἀλλ’ οὐ μεγαίρω τοῦδε δωρήματος Ἰώτί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν; Προμηθεύςφθόνος μὲν οὐδεὶς, σὰς δ’ ὀκνῶ θράξαι φρένας Ἰώμή μοι προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκὺ Προμηθεύςἐπεὶ προθυμῇ χρὴ λέγειν, ἄκουε δή. Χορόςμήπω γε· μοῖραν δ’ ἡδονῆς χ’ ἐμοὶ πόρε. τὴν τῆς δε πρῶτον ἱστορήσωμεν νόσον αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας· τὰ λοιπὰ δ’ ἄθλων σοῦ διδαχθήτω πάρα. Προμηθεύςσὸν ἔργον ἰοῖ, ταῖς δ’ ὑπουργῆσαι χάριν. ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός. ὡς ἀποκλαῦσαι κἀποδύρασθαι τύχας ἐν ταῦθ’ ὅπου μέλλει τίς οἴσεσθαι δάκρυ. πρὸς τῶν κλυόντων ἀξίαν τριβὴν ἔχειν. Ἰώοὐκ οἶδ’ ὅπως ὑμῖν ἀπιστῆσαί με χρὴ σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ χρῄζετε πεύσεσθε, καί τοι καὶ λέγουσ’ ὀδύρομαι. θεόσσυτον χειμῶνα, καὶ διαφθοράν μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο. ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι, ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν λείοισι μύθοις. ὦ μέγ’ εὐδαίμων κόρη τί παρθενεύῃ δαρὸν, ἐξόν σοι γάμου τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει πρὸς σοῦ τέθαλπται, καὶ συναίρεσθαι κύπριν θέλει· σὺ δ’ ὦ παῖ· μὴ πολλακτίσῃς λέχος ΑΙΣΧΥΛΟΥ Ἰώτὸ βαθὺ, ἀλλ' ἔξελθε πρὸς λέρνης βαθὺν, λειμῶνα ποίμνας βουστάσεις τε, πρὸς πατρὸς ὡς ἂν τὸ δῖον ὄμμα, λωφήσῃ πόθου. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασιν ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ ἔτλην γεγωνεῖν νυκτίφοιτ' ὀνείρατα. ὃ δ' ἔς τε πυθὼ, κἀπὶ δωδώνης πυκνοὺς θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ, δρῶν τ' ἢ λέγοντα δαίμοσι πράσσειν φίλα. ἧκον δ' ἀναγγέλλοντες αἰολοστόμους χρησμοὺς, ἀσήμως, δυσκρίτως τ' εἰρημένους. τέλος δ' ἐναργὴς βάξις ἦλθεν ἰνάχῳ σαφῶς ἐπισκήπτουσα, καὶ μυθουμένη, ἔξω δόμων τέ, καὶ πάτρας ὠθεῖν ἐ μέ· ἄφετον ἀλᾶσθαι γῆς ἐπ' ἐσχάτοις ὅροις· κἠμὴ θέλῃ, πυρωπὸν ἐκ διὸς μολεῖν κεραυνὸν, ὃς πᾶν ἐξαϊστώσει γένος. τοιοῖσδε πεισθεὶς λοξίου μαντεύμασιν, ἐξήλασέ με κἀπέκλησε δωμάτων. ἄκουσαν ἄκων, ἀλλ' ἐπηνάγκαζέ νιν. διὸς χαλινὸς, πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ, καὶ φρένες διάστροφοι ἦσαν, κεράστις δ' ὡς ὁρᾶτ' ὀξυστόμῳ μύωπι χρισθεῖσ' ἐμμανεῖ σκιρτήματι, ᾖσον πρὸς ἄποτόν τε κερχνείας ῥέων λέρνης ἄκρον τε· βουκόλος δὲ γηγενὴς ἄκρατος ὀργὴν ἄργος, ὡμάρτει πυκνοῖς ὄσσοις δεδορκὼς, τοὺς ἐμοὺς κατὰ στίβους· ἀπροσδόκητος δ' αὐτὸν αἰφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστρόπληξ δ' ἐγὼ μάστιγι ΠΡΟΜΗΘΕΥΣ. 17 Ἰώμάστιγι θείᾳ γῆς πρὸς γῆν ἐλαύνομαι. κλύεις τὰ πραχθέντ’ ἆ ἆ ἔχεις εἰπεῖν ὅτι λοιπὸν πόνον σήμαινε, μὴ δέ μ’ οἰκτίσας. ἰὼξύνθαλπε μύθοις ψευδέσι. νόσημα γὰρ ”αἴχιστον εἶναί φημι, σωθέτους λόγους Χορός ἔα, ἔα ἄπεχε φεῦ. οὔπω ποτ’ ηὔχουν ξένους μολεῖσθαι λόγους. οὐδ’ ἀκοὰν ἐμάν. οὐδ’ ὧδε δυςθέατα. καὶ δύσοιστα πήματα, λύματα, δείματ’ ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν ἰὼ ἰὼ μοῖρα μοῖρα πέφρικ’ εἰςιδέσθαι πρᾶξιν ἰῶς. Προμηθεύς πρόγε στενάζεις καὶ φόβου πλέα τὶς εἶ ἐπίσχες ἕως ἂν καὶ τὰ λοιπὰ προςμάθῃς. Χορός λέγ’ ἐκδίδασκε τοῖς νοσοῦσί τι γλυκὺ τὸ λοιπὸν ἄλγος προὐξεπίστασθαι χρεών. Προμηθεύς τὴν πρίν γε χρείαν ἠνύσασθ’ ἐμοῦ πάρα. κούφως μαθεῖν γὰρ τῆςδε πρῶτ’ ἐχρήιζετε. τὸν ἀμφ’ ἑαυτῆς ἆθλον ἐξηγουμένης. τὰ λοιπὰ νῦν ἀκούσαθ’ οἷα χρὴ πάθη τλῆναι πρὸς Ἥρας τὴν δὲ τὴν νεάνιδα. σὺ δ’ ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. θυμῷ βάλ’ ὡς ἂν τέρματ’ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἔνθεν δ’ ἡλίου πρὸς ἀνατολὰς στρέψασα σαυτήν, στεῖχ’ ἀνηρότους γύας. σκύθας δ’ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσ’ ἐπ’ εὐκύκλοις ὄχοις. ἑκηβόλοις τόξοισιν ἐξηρτημένοι οἷς μὴ πελάζειν, ἀλλ’ ἁλιστόνοις γύποδεσα, χρίμπτουσα ῥαχίαισιν ἐκβᾶν χθόνα. Aeschylus. c Α Ι Σ Χ Υ Λ Ο Υ Προμηθεύςλαιᾶς δὲ χηρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ, οὐδὲ πρόσπλαστοι ξένοις. ἥξεις δ᾽ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον. ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν καύκασον μόλις ἱκῇ ὕψιστον, ἔνθα ποταμὸς ἐκ φυσᾷ μένος κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ᾽ ἀμαζόνων στρατὸν ἥξεις στυγάνορ᾽, αἳ θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ θεμώδονθ᾽, ἵνα τραχεῖα πόντου σαλμυδησία γνάθος ἐχθρόξενος ναύτοισι. μητρυιὰ νεῶν. αὗταί σ᾽ ὁδηγήσουσι, καὶ μάλ᾽ ἀσμένως. ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς σενωπόροις λίμνης πύλαις κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν μαιωτικόν. ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας, τῆς σῆς πορείας, βόσπορος δ᾽ ἐπώνυμος. κεκλήσεται λιποῦσα δ᾽ ὠρώπης πέδον ἤπειρον ἥξεις ἀσιά δ᾽, ἆρ᾽ ἡμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς βίαιος εἶναι, τῇ δὲ γὰρ θνητῇ θεὸς χρῄζων μιγῆναι, τάσδ᾽ ἐπέῤῥιψε πλάνας. πικροῦ δ᾽ ἔκυρσας ὦ κόρη τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους εἶναι δόκει σοι· μὴ δ᾽ ἐπῶν προοιμίοις, Ἰώἰώ μοι μοι. ἒ. ἒ. ἒ. ἒ. Προμηθεύςσὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζῃ, τί που ΠΡΟΜΗΘΕΥΣ. 18 Προμηθεύςδράσοις, ὅταν τὰ λοιπὰ πυνθάνῃ καχά; Χορός ἦ γάρ τοι λοιπὸν τῇδε πημάτων ἐρεῖς; Προμηθεύς δυςχείμαρόν γε πέλαγος ἀτηρᾶς δύης. Ἰώ τί δῆτ' ἐμοὶ ζῆν κέρδος. ἀλλ' οὐκ ἐν τάχει ἔρριψ' ἐμαυτὴν τῆς δ' ἀποσύφλω πέτρας; ὅπως πέδω σκήψασα τῶν πάντων πόνων » ἀπηλλάγην. κρεῖσσον γὰρ εἰς ἅπαξ θανεῖν, » ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. Προμηθεύς ἦ δυςπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις ὅτω θανεῖν μέν ἐστιν οὐ πεπρωμένον. αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή. νῦν δ' οὐδέν ἐστιν τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκ πέσῃ τυραννίδος. Ἰώ ἦ γάρ ποτ' ἐστὶν ἐκπεσεῖν ἀρχῆς Δία; Προμηθεύςἥδοι' ἂν οἶμαι τήνδ' ἰδοῦσα συμφοράν. Ἰώπῶς δ' οὐκ ἂν, ἥτις ἐκ Διὸς πάσχω κακῶς. Προμηθεύς ὡς τοίνυν ὄντων τῶν δ' μαθεῖν σοι πάρα. Ἰώ πρὸς τί τύραννα σκῆπτρα συληθήσεται. Προμηθεύς αὐτὸς πρὸς αὐτοῦ κενοφρόνων βουλευμάτων. σήμηνον ποίῳ τρόπῳ εἰ μήτις βλάβη γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ' ἀσχαλᾷ. Ἰώ θέορτον, ἢ βρότειον; εἰρητὸν φράσον. Προμηθεύς τὶ δ' ὄντιν' οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τάδε. Ἰώ ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; Προμηθεύς ἦ τέξεται γε παῖδα φέρτερον πατρός; Ἰώ οὐδ' ἔστιν αὐτῷ τῆς δ' ἀποστροφὴ τύχης. Προμηθεύς ὐδῆτα πρὶν ἂν ἔγωγ' ἐκδεσμῶν λυθῶ. Ἰώ τίς ὁ λύσων σ' ἐστιν ἄκοντος Διός; Προμηθεύς τῶν σῶν τίς αὐτῶν ἐκ γόνων εἶναι χρεών. Ἰώ πῶς εἶπας; ἦ μός παῖς ἀπαλλάξει κακῶν; c ii Προμηθεύςἕκτος δὲ γέναν πρὸς δὲ ἠ’ ἄλλαισι γοναῖς. Ἰώἡδ’ οὐκ ἔτ’ οὐξεύμβλητος ἡ χρησμῳδία. Προμηθεύςκαὶ μηδὲ σαυτῆς ἐκμαθὲν ζήτει πόνος. Ἰώμή μοι προτείνων κέρδος εἶτ’ ἀποστέρᾳ Προμηθεύςδυοῖν λόγοιν σε θατέρῳ δωρήσωμαι. Ἰώποίοιν πρόδειξον, αἵρεσίν τ’ ἐμοὶ δίδου. Προμηθεύςδίδωμ’, ἑλοῦ γὰρ ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς, ἢ ’τὸν ἐκλύσοντ’ ἐμέ. Χορόςτούτων σὺ τὴν μὲν, τῇδε τὴν δ’ ἐμοὶ χάριν. θέσθαι θέλησον, μηδ’ ἀτιμάσῃς λόγους. καὶ τῇ μὲν, γέγωνε τὴν λοιπὴν πλάνην. ἐμοὶ δ’ τὸν λύσοντα σὲ, τοῦτο γὰρ νῷν ποθῶ. Προμηθεύςἐπεὶ προθυμῆσθ’ οὐ ἐν ἀντιώσομαι, τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε. σοὶ πρῶτον ἰ̈ὸι πολύλονον πλάνην φράσω. ἣν ἐγγράφ’ σὺ μνήμοσι δέλτοις φρενῶν. ὅταν πεδάσῃς ῥεῖθρον ἠπείρων ὅρον. πρὸς ἀντολὰς φλογοπὰς ἡλιοστιβεῖς πόντον περῶσα φλοῖσβον ἄστ’ ἀν’ ἐξείκη πρὸς γοργόνεια πεδία σκυθίνης, ἵνα αἱ φορκίδες ναίουσι δηναιαὶ κόραι, τρεῖς κυκνόμορφοι κοινὸν ὄμμα κεκτημέναι. μονόδοντες· τὰς δ’ οὔθ’ ἥλιος προσδέρκεται ἀκτίσιν ἤθ’ ἡ νύκτερος μήνη ποτέ· πέλας δ’ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς· τοῖτον μέν σοι τοῦτο φρούριον λέγω. ἄλλην δ’ ἄκουσον δυσχερῆ θεωρίαν· ὀξυστόμους γὰρ ζηνὸς ἀκραγεῖς κύνας Π Ρ Ο Μ Η Θ Ε Υ Σ. 19 Προμηθεύςγρῦπας φύλαξαι τόντε μωνῶ παν στρατόν. δριμάστων ἱπποδάμον, οἳ χρυσόῤῥυτον, οἰκῶσιν ἀμφὶ νάμα πλάτωνος πόρου. τούτοις σὺ μὴ πέλαζε, τηλυρὸν δὲ γῆν, ἥξεις κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς αἰθίοψ τούτου παρ’ ὄχθας ἕρφ’, ἕως ἂν ἐξίκῃς καταβασμὸν ἔνθα βυβλίνων ὀρῶν ἄπο. ἵησι σεπτὸν κᾶλος, εὔποτον ῥέος. οὗτος ὁδώσει τὴν τρίγωνον ἐς χθόνα. νειλῶτιν· ἧ δὴ τὴν μακρὰν ἀποικίαν ἰοῖ πέπρωται σοί τε, καὶ τέκνοις κτίσαι. τῶν δ’ εἴ τι σοι ψελλον, τε καὶ δυσύρετον ἐπαναδίπλαζε, καὶ σαφῶς ἐκμάνθανε σχολὴ δὲ πλείων ἢ θέλεις πάρεστί μοι. Χορόςἡ μέν τι τῆδε λοιπὸν ἢ παρειμένον, ἔχεις γεγωνῆν τῆς πολυφθόρου πλάνης. λέγ’· εἰ δὲ πάντ’ εἴρηκας ἡμῖν αὖ χάριν δὸς ἥν τιν’ αἰτούμεσθα μέμνησαι δέ που. Προμηθεύςτὸ πᾶν πορείας ἥδε τέρμ’ ἀκήκοεν. ὅπως δ’ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου. ἃ πρὶν μολεῖν δεῦρ’ ἐκμεμόχθηκε, φράσω τεκμήριον τὲ ταυτὸ δὼς μύθων ἐμῶν. ὄχλον μὲν οὖν ὃν πλεῖστον ἐκλείψω λόγων. πρὸς αὐτὸ δ’ εἶμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς μολοσσὰ δάπεδα. τὴν αἰπύνωτον τ’ ἀμφὶ δωδώνην, ἵνα μαντεῖα θῶκος τ’ ἐστὶ θεσπρωτῶ διός. τέρας τ’ ἄπιστον αἱ προσήγοροι δρύες. ὑφ’ ὧν σὺ λαμπρῶς κὐδὲν αἰνικτηρίως ε iij ΑΙΣΧΥΛΟΥ Προμηθεύςπροσηγορεύθης ἡ διὸς κλεινὴ δάμαρ. μέλλουσ' ἔσεσθαι τῶν δὲ, προσαίνει σέ τι; ἐνταῦθεν οἰστρήσασα τὴν παρακτίαν, κέλευθον, ᾖξας πρὸς μέγαν κόλπον ῥέας. ἀφ' οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις. χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχὸς σαφῶς ἐπίστασ', ἰόνιος κληθήσεται τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσι βροτοῖς. σημεῖά σοι τάδ' ἐστὶ τῆς ἐμῆς φρενός. ὡς δέρκεται πλέον τι τέ πεφασμένου. τὰ λοιπὰ δ' ὑμῖν, τῇ δέ τ', ἐς κοινὸν φράσω * ἐς ταυτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. Προμηθεύςἔστι πόλις κάνωβος ἐσχάτη χθονός. νείλου πρὸς αὐτῷ στόματι, καὶ πρὸς χώματι, ἐνταῦθα δή σε ζεὺς τίθησιν ἔμφρονα. ἐπαφῶν ἀταρβεῖ χειρὶ, καὶ θίγων μόνον. ἐπώνυμον δὲ τῶν διὸς γεννημάτων, τέξῃς κελαινὸν ἔπαφον· ὃς καρπώσεται ὅσην πλατύῤῥους νεῖλος ἀρδεύει χθόνα. πέμπτη δ' ἀπ' αὐτῶ γέννα πεντηκοντάπαις πάλιν πρὸς ἄργος οὐχ ἑκοῦσ' ἐλεύσεται. θηλύτορον φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν, οἱ δ' ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι. ἥξουσι θηρεύσοντες οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός. πελασγία δὲ δέξεται θηλυκτόνῳ ἀρείᾳ μέντων, νυκτιφρουρήτῳ θράσει. γυνὴ γὰρ ἄνδρ' ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος. ΠΡΟΜΗΘΕΥΣ. 20 Προμηθεύςτοιάδ' ἐπ' ἐχθροὺς τὸς ἐμοὺς ἔλθοι κύπρις. μίαν δὲ παίδων ἵμβος θέλξει, τὸ μὴ κτεῖναι σύνευτον· ἀλλ' ἀπαμβλυνθήσεται. γνώμων δυῖν δὲ θάττον βυλήσεται, κλύειν ἄναλκις μᾶλλον, ἢ μιαιφόνος. αὕτη τ' ἄργος βασιλικὸν ἔξει γένος. μακρῶ λόγω δεῖ ταῦτ' ἐπεξελθεῖν πρῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινός. ὃς πόνων ἐκ τῶν δ' ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε τιτανὶς θέμις. ὅπως δὲ χ' ὅπη ταῦτα δεῖ μακρῶ χρόνω εἰπεῖν σύ τ' ὐδὲν ἐκ μαθοῦσα κερδανεῖς. Ἰώἐλελελελεῦ ὑπό μ' αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσιν ὄιστρου δ' ἄρδις, χρίει μ' ἄπυρος. κραδία δὲ φρένα φόβω λακτίζει. τροχοδινεῖται δ' ὄμμαθ' ἑλίγδην ἔξω δὲ δρόμου φέρομαι λύσσης. πνεύματι μάργω γλώσσης ἀκρατὴς θολεροὶ δὲ λόγοι παίουσ' εἰκῆ συγνῆς πρὸς κύμασιν ἄτης. Χορόςῆ σοφὸς ῆ σοφὸς ἦν. ὃς πρῶτος ἐν γνώμη κ' ὃδ' ἐβάστασε καὶ γλώσση διέμυ θολόγησεν ὡς τὸ κηδεῦσαι καθ' ἑαυτὸν ἀριστεύειν μακρῶ καὶ μήτε τῶν πλούτω διαθρυπτομένων μήτε τῶν γέννα μεγαλυνομένων ὄντα χερνήταν c iiij Α Ι Σ Χ Υ Λ Ο Υ Χορόςἐρασθεῦσαι γάμων. Χορόςμήποτε μήποτ᾽ ὦ μοῖραι λεχέων εὐνάτειραν ἴδοισθε πέλασαν. μη δ᾽ πλαθείην ἐν γαμετᾷ τινὶ τῶν ἐξ ὐρανοῦ. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν. εἰσορῶσ᾽ ἰῶ μέγαμῳ δ᾽ ἀπομεμνυ δυς σπλάγχνοις ἥραν ἀλατίαισι πόνων. Χορόςἐμοὶ δ᾽ ὅτι μὲν ὁμαλὸς ὁ γάμος ἄφοβος. οὐ δέδια· μη δ᾽ κρεισσόνων θεῶν ἔρως ἄφυκτον ὄμμα προσδέρκοιθε ἀπόλεμος ὅδεγ᾽ ὁ πόλεμος, ἄπορα πόριμος, οὐδ᾽ ἔχω τὸς ἂν γενοίμαν τὰν διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπα φύγοι μ᾽ ἄν, Προμηθεύςἦ μὴν ἔτι ζεὺς, καίπερ ὢν αὐθάδης φρενῶν ἔσται ταπεινός, οἷον ἐξαρτύεται γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος θρόνων τ᾽ ἄϊστον ἐκβαλεῖ. πατρός τ᾽ ἄρα κρόνου τό τ᾽ ἤδη παντελῶς κρανθήσεται. ἣν ἐκ πιτνῶν ἠρᾶτο δηναιῶν θρόνων τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς. ἐγὼ τά δ᾽ οἶδα, χ᾽ ᾧ τρόπῳ. πρὸς ταῦτα νῦν θαρσῶν κθείσθω τοῖς πεδαρσίοις κτύποις πιστὸς τινάσσων τ᾽ ἐν χεροῖν πυρπνόον βέλος. οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ ὐ πεσεῖν ἀτίμως πτώματ᾽ ὐκ ἀνάσχετα· τοῖον παλαιστὴν παρασκευάζεται νῦν ἐπ᾽ αὐτὸς αὐτῷ δυσμαχώτατον τέρας· ὃς δὴ κεραυνοῦ κρείσσον᾽ οὐρήσῃ φλόγα, βροντῆς θ᾽ ὑπερβάλλοντα κρατερὸν κτύπον· ΠΡΟΜΗΘΕΥΣ. 21 Προμηθεύςθαλασσίαν τε γῆς τινάκτειραν νόσον, τρίαιναν αἰχμὴν τὴν ποσειδῶνος σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ, μαθήσεται ὅσον τότ' ἄρχειν, καὶ τὸ δουλεύειν δίχα. Χορός σὺ θὴν ἃ χρῄζεις ταῦτ' ἐπιγλωσσᾷ διός. Προμηθεύς ἅπερ τελεῖται, πρὸς δ' ἃ βούλομαι λέγω. Χορός καὶ προσδοκᾷν χρὴ δεσπόσειν διὸς τίνα; Προμηθεύς καὶ τῶν δ' γ' ἔξει δυςλοφωτέρους πόνους. Χορός πῶς οὐχὶ ταρβεῖς, τοιάδ' ἐκρίπτων ἔπη; Προμηθεύς τὶ δ' ἂν φοβοίμην, ᾧ θανεῖν οὐ μόρσιμον. Χορός ἀλλ' ἆθλον ἄνσοι τό δε γ' ἀλγίω πόροι. Προμηθεύς ὁ δ' οὖν ποείτω πάντα προσδοκητά μοι. Χορός οἳ προσκυνοῦσι τὴν ἀδράστειαν σοφοί. Προμηθεύς σέβου, προσεύχου, θώπτευν τὸν κρατοῦντ' ἀεί. ἐμοὶ δ' ἔλασσον ξυνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω, τόνδε τὸν βραχὺν χρόνον ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλ' εἰσορῶ γὰρ τόνδε τὸν διὸς τρόχιν τὸν τύραννον τὲ νέου διάκονον. πάντως τὶ καινὸν ἀγγελῶν ἐλήλυθε. Ἑρμῆς σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον. τὸν ἐξαμαρτόντ' εἰς θεοὺς, τὸν ἐφημέροις πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω. πατὴρ ἄνωγέ σ' οὕστινας κομπεῖς γάμους αὐδᾷν, πρὸς ὧν τ' ἐκεῖνος ἐκπίπτει κράτους. καὶ ταῦτα μέν τοι μηδὲν αἰνικτηρίως ἀλλ' αὔθέκαστ' ἔκφραζε, μη δὲ μοι διπλᾶς ” ὁδοὺς προμηθεῦ προβάλῃς. ὁρᾷς δ' ὅτι ” ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. Προμηθεύς σεμνόστομός γε, καὶ φρονήματος πλέως Α Ι Σ Χ Υ Λ Ο Υ Προμηθεύςὁ μῦθος ἐσὶν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε· καὶ δοκεῖ τε δὴ ναίειν ἀπενθῆ πέργαμ’· οὐκ ἐκ τῶν δ’ ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ἠθόμην. τρίτον δὲ τὸν νῦν τυραννοῦντ’ ἐπόψομαι. αἴχιστα καὶ τάχιστα. μήτι σοι δοκῶ ταρβεῖν, ὑποπτήσσειν τε τοὺς νέους θεούς; πολλοῦ δὲ καὶ τοῦ παντὸς ἐλλείπω· σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν· πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ. Ἑρμῆςτοιοῖς δὲ μέντοι καὶ πρὶν αὐθαδίσμασιν. ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας· Προμηθεύςτῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν σαφῶς ἐπίστασ’ οὐκ ἂν ἀλλάξαιμ’ ἐγώ. Ἑρμῆςκρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ, ἢ πατρὶ φῦναι ζηνὶ πιστὸν ἄγγελον· Προμηθεύς» οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. Ἑρμῆςχλιδᾶν ἔοικας τοῖς παροῦσι πήμασι Προμηθεύςχλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι, καὶ σὲ δ’ ἐν τύτοις λέγω. Ἑρμῆςἦ καὶ μὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ, Προμηθεύςἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεοὺς ὅσοι παθόντες εὖ κακοῦσί μ’ ἐκδίκως. Ἑρμῆςκλύω σ’ ἐγὼ μεμηνότ’ ὀ μικρὰν νόσον. Προμηθεύςνοσοῖμ’ ἂν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. Ἑρμῆςεἴης φορητὸς οὐκ ἂν, εἰ πράσσοις καλῶς· Προμηθεύςὤμοι. τόδε ζεὺς τοῦπος οὐκ ἐπίσταται. ἀλλ’ ἐκδιδάσκει πάνθ’ ὁ γηράσκων χρόνος. Ἑρμῆςκαὶ μὴν σύ γ’ ὔπω σωφρονεῖν ἐπίστασαι. Προμηθεύςσὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ’ ὑπηρέτην. Ἑρμῆς ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. Προμηθεύς καὶ μὴν ὀφείλων γ' ἂν τίνοιμ' αὐτῷ χάριν. Ἑρμῆς ἐκστόμησας δῆθεν ὡς παῖδ' ὄντα με. Προμηθεύς ἦ γὰρ σὺ παῖς τε, κἄτι τοῦδ' ἀνούστερος. εἰ προσδοκᾷς ἐμοῦ παύσεσθαι πάρα, οὐκ ἔστιν αἰκισμ' οὐδὲ μηχάνημ', ὅτῳ προβλέψεταί μοι ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθάλουσα φλόξ· λευκοπτέρῳ δὲ νιφάδι, καὶ βροντήμασι χθονίοις κυκάτω πάντα, καὶ ταρασσέτω γνάμψει γὰρ οὐδὲν τῶνδέ μ' ὥς τε καὶ φράσαι· πρὸς ὃ χρεὼν νίν ἐκπεσεῖν τυραννίδος. Ἑρμῆς ὅρα νῶισι ταῦτ' ἀρωγὰ φαίνεται. Προμηθεύς ὤπται πάλαι δὴ, καὶ βεβούλευται τάδε. Ἑρμῆς τόλμησον ὦ μάταιε τόλμησόν ποτε. πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. Προμηθεύς ὀχλεῖς μάτην με κῦμ' ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ' ὡς ἐγὼ διὸς γνώμην φοβηθεὶς θηλυνοῦς γενήσομαι. καὶ λιπαρήσω ὸν μέγα στυγούμενον. γυναικομίμοις ὑπτιάσμασι χρῶν, λῦσαί με δεσμῶν τῶνδε, τοῦ παντὸς δέω. Ἑρμῆς λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν. τέγγῃ γὰρ οὐδὲν, οὐδ' μαλθάσῃ λιταῖς ἐμαῖς, δακὼν δὲ στόμιον ὡς νεοζυγὴς πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ· ἀτὰρ σφοδρύνῃ γ' ἀσθενεῖ σοφίσματι. » αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς » αὐτὴ καθ' αὑτὴν οὐδενὸς μεῖζον σθένει. ΑΙΣΧΥΛΟΥ Ἑρμῆςσκέψαι δ' ἐὰν τοῖς ἐμοῖς πεισθῇς λόγοις, διός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ' ἄφυκτος, πρῶτα μὲν γὰρ ἀκρίδα φάραγγα βροντῇ, καὶ κεραυνίᾳ φλογὶ πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας τὸ σόν, πετραία δ' ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις εἰς φάος, διὸς δέ τοι πτηνὸς κύων δαφοινὸς αἰετὸς λάβρως διαρταμήσει σώματος μέγα ῥάκος ἄκλητος ἕρπων, δαιταλεὺς πανήμερος. κελαινόβρωτον δ' ἧπαρ ἐκθοινήσεται. τοιοῦδε μόχθου τέρμα μήτι προσδόκα, πρὶν ἂν θεῶν τίς διάδοχος τῶν σῶν πόνων φανῇ, θελῆσῃ τ' εἰς ἀναύγητον μολεῖν ἅδην, κνεφαῖά τ' ἀμφὶ τάρταρον βάθη. πρὸς ταῦτα βουλεῦ ὡς ὅδ' οὐ πεπλασμένος κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος. ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖν, σὺ δὲ πάπταινε, καὶ φρόντιζε, μὴ δ' αὐθαδίαν ἀβουλίας ἀμείνον' ἥγησῃ ποτέ. Χορός ἡμῖν μὲν ἑρμῆς οὐκ ἀναγκαῖα φαίνεται λέγειν, ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ' ἐρευνᾶν τὴν σοφὴν ἀβουλίαν. πείθου, σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν Προμηθεύς ἠδύ τι μοι τάσδ' ἀγγελίας ὅδ' ἐθώϋξε, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ' ἐχθρῶν, οὐδὲν ἀεικές πρὸς ταῦτ' ἐμοὶ ῥιπτέσθω μὲν ΠΡΟΜΗΘΕΥΣ. 23 Προμηθεύςπυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ’ ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ’ ἀγρίων τ’ ἀνέμων. χθόνα δ’ ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τ’ ἄχῃ ῥοθίῳ συγχώσειεν ἐμέ, τῶν τ’ ὐρανίων ἄστρων διόδους ἔς τε κελαινὸν τάρταρον, ἄρδην ῥίψειε δέμας τὐμὸν ἀνάγκης σεῤῥαῖς δίναις· πάντως ἐμέ γ’ οὐ θανατώσει. Ἑρμῆςτοιάδε μέν τοι τῶν φρενοπλήκτων βουλεύματ’ , ἔπη τ’ ἐστὶν ἀκοῦσαι τί γὰρ ἐλλείπει μὴ παραπαίειν. εἰ τάδ’ εὐτυχῆ, τί χαλᾷ μανιῶν. ἀλλ’ οὖν ὐμῖν γε πημοσύναις συγχώρησαις ταῖς τῶδε τόπων. μετάπου χωρεῖτ’ ἐκ τῶνδε θοῶς. μὴ φρένας ὐμῶν ἠλιθιώσῃ βροντῆς μύκημα τ’ ἀτέραμνον. Χορόςἄλλο τι καὶ παραμυθοῦ. μ’, ὅτι, καὶ πείσεις· ὃ γὰρ δήπου. τοῦτο γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητ’ ἀσκεῖν. μετὰ τοῦδ’ ὅτι χρὴ πάσχειν ἐθέλω. τοὺς προδότας γὰρ μισεῖν ἔμαθον. κοὐκ ἔστι νόσος τῆσδ’, ἥντιν’ ἀπέπτυσα μᾶλλον. Ἑρμῆςἀλλ’ οὖν μέμνησθ’ ἄγ’ ἐγὼ προλέγω. μὴ δί πρὸς ἄτης θηραθεῖσαι μέμφησθε τύχην, μὴ δέποτ’ εἴπηθ’ ὡς Ζεὺς ὐμᾶς ὡς ἀπρόοπτον πῆμ’ ἐσέβαλε. μὴ δῆτ’ αὐταὶ δ’ ὐμᾶς αὐτάς. Ἑρμῆςἐιδῆτε γὰρ ἐκ ἐξαίφνης, ὐδὲ λαθραίως εἰς ἀπέραντον δίκτυον ἄτης ἐμπλεχθήσεσθ' ὑπ' ἀνοίας. Προμηθεύς καὶ μὴν ἔργῳ κὐκέτι μύθῳ χθών σε σάλευται. βρυχία δ' ἠχὼ παραμυκᾶται βροντῆς, ἕλικες δ' ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν ἑλίσσουσι· σκιρτᾷ δ' ἀνέμων πνύματα πάντων ἐςκ ἄλληλα στάσιν ἀντίπνοουν ἀποδεικνύμενα. ξυντετάρακται δ' αἰθὴρ πόντῳ. τοιάδ' ἐπ' ἐμοὶ ῥιπὴ Διόθεν τεύχου σαφόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος εἱλίσσων, ἐσορᾷς μ' ὡς ἔκδικα πάσχω. 24 ΥΠΟΘΕΣΙΣ ΕΠΤΑ<lb/>ΕΠΙ ΘΗΒΑΙΣ. d