Προμηθεὺς Δεσμώτης
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Lisa Cerrato
William Merrill
Elli Mylonas
David Smith
The Annenberg CPB/Project
About 115Kb
Trustees of Tufts University
Medford, MA
Perseus Project
Aeschylus
Aeschyli tragoediae
Gottfried Hermann
Lipsiae
Apud Weidmannos
1852
2
OCR from HathiTrust
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Regularized Hermann's 1852 Προμηθεὺς Δεσμώτης in TEI/EpiDoc format using the Hermann Eumenides structure (URN: urn:cts:greekLit:tlg0085.tlg003.hermann1852-grc2).
Τὰ τοῦ δράματος πρόσωπαΚράτος καὶ ΒίαἭφαιστοςΠρομηθεύςΧορὸς Ὠκεανίδων ΝυμφῶνὨκεανόςἸὼ ἡ ἸνάχουἙρμῆς
Κράτος
Χθονὸς μὲν εἰς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν· τοιᾶςδέ τοι
ἁμαρτίας σφὲ δεῖ θεοῖς δοῦναι δίκην,
ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δή, κοὐδὲν ἐμποδὼν ἔτι.
ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
δῆσαι βίᾳ φάραγγι πρὸς δυςχειμέρῳ.
πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
τῆς ὀρθοβούλου θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ' ἄκων δυςλύτοις χαλκεύμασιν
προςπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ,
ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δ' ἡλίου φοίβῃ φλογὶ
Ἥφαιστος
χροιᾶς ἀμείψεις ἄνθος, ἀσμένῳ δέ σοι
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
πάχνην θ' ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ'· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
τοιαῦτ᾽ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθ' ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν,
ὀρθοστάδην, ἄϋπνος, οὐ κάμπτων γόνυ.
πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξει· Διὸς γὰρ δυςπαραίτητοι φρένες.
ἅπας δὲ τραχύς, ὅςτις ἂν νέον κρατῇ.
Κράτος
εἶεν· τί μέλλεις καὶ κατοικτίζεις μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅςτις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
τὸ συγγενές τοι δεινὸν ἥ θ' ὁμιλία.
Κράτος
σύμφημ'· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
ἀεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος
τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
ἔγνωκα τοῖςδε, κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
οὔκουν ἐπείξει δεσμὰ τῷδε περιβαλεῖν,
ὡς μή σ᾽ ἐλινύοντα προςδέχθῃ πατήρ;
Ἥφαιστος
καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
Κράτος
λαβών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
περαίνεται δὴ κοὐ ματᾷ τοῦργον τόδε.
Κράτος
ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
Ἥφαιστος
ἄραρεν ἥδε γ' ὠλένη δυςεκλύτως.
Κράτος
καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
στέρνων διαμπαξ πασσάλευ᾽ ἐρρωμένως.
Ἥφαιστος
αἰαῖ Προμηθεῦ, σῶν ὑπὲρ στένω πόνων.
Κράτος
σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ' ἐχθρῶν ὕπερ
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτέ.
Ἥφαιστος
ὁρᾷς θέαμα δυςθέατον ὄμμασιν.
Κράτος
ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ' ἄγαν.
Κράτος
ἦ μὴν κελεύσω κἀπιθωΰξω γε πρός.
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
καὶ δὴ πέπρακται τοὖργον οὐ μακρῷ πόνῳ.
Κράτος
ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας.
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ἥφαιστος
ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
ὀργῆς τε τραχύτητα μὴ 'πίπλησσέ μοι.
Ἥφαιστος
στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
Κράτος
ἐνταῦθα νῦν ὕβριζε, καὶ θεῶν γέρα
συλῶν ἐφημέροισι προςτίθει. τί σοι
οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
ψευδωνύμως σε δαίμονες Προμηθέα
καλοῦσιν· αὐτὸν γάρ σε δεῖ Προμηθέως,
ὅτῳ τρόπῳ τῆςδ᾽ ἐκκυλισθήσει τέχνης.
Προμηθεύς
ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ,
Προμηθεύς
ἴδεσθέ μ', οἷα πρὸς θεῶν πάσχω θεός.
δέρκεσθε, οἵαις αἰκίαισιν
διακναιόμενος τὸν μυριετῆ
χρόνον ἀθλεύσω.
τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
ἐξεῦρ᾽ ἐπ' ἐμοὶ δεσμὸν ἀεικῆ.
αἰαῖ, τὸ παρόν, τό τ' ἐπερχόμενον
πῆμα στενάχω, πῇ ποτε μόχθων
χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.
καίτοι τί φημι; πάντα προὐξεπίσταμαι
σκεθρῶς τὰ μέλλοντ', οὐδέ μοι ποταίνιον
πῆμ' οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
οἷόν τέ μοι τάςδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
πορὼν ἀνάγκαις ταῖςδ᾽ ἐνέζευγμαι τάλας·
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
τοιάςδε ποινὰς ἀμπλακημάτων τίνω,
ὑπαίθριος δεσμοῖσι πασσαλευτὸς ὤν.
ἔα ἔα.
τίς ἀχώ, τίς ὀδμὰ προςέπτα μ' ἀφεγγής;
θεόσυτος ἢ βρότειος ἢ κεκραμένη;
ἵκετο τερμόνιον ἐπὶ πάγον
πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
ὁρᾶτε δεσμώτην με δύςποτμον θεόν,
τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
δι' ἀπεχθείας ἐλθόνθ', ὁπόσοι
τὴν Διὸς αὐλὴν εἰςοιχνεῦσιν,
διὰ τὴν λίαν φιλότητα βροτῶν.
φεῦ φεῦ, τί ποτ' αὖ κινάθισμα κλύω
πέλας οἰωνῶν; αἰθὴρ δ' ἐλαφραῖς
Προμηθεύς
πτερύγων ῥιπαῖς ὑποσυρίζει.
πᾶν μοι φοβερὸν τὸ προςέρπον.
Χορὸς Ὠκεανίδων Νυμφῶν
μηδὲν φοβηθῇς· φιλία γὰρ ἥδε τάξις
πτερύγων θοαῖς ἁμίλλαις
προςέβα τόνδε πάγον, πατρῴας
μόγις παρειποῦσα φρένας.
κραιπνοφόροι δέ μ' ἔπεμψαν αὖραι·
κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων
μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὴν θεμερῶπιν αἰδῶ·
σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
Προμηθεύς
αἰαῖ, αἰαῖ,
τῆς πολυτέκνου Τηθύος ἔκγονα,
τοῦ περὶ πᾶσαν χθόνα εἱλισσομένου
ἀκοιμήτῳ ῥεύματι παῖδες
πατρὸς Ὠκεανοῦ, δέρκεσθ', ἐςίδεσθ'
οἵῳ δεσμῷ προςπορπατὸς
τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις
φρουρὰν ἄζηλον ὀχήσω.
Χορὸς Ὠκεανίδων Νυμφῶν
λεύσσω, Προμηθεῦ· φοβερὰ δ᾽ ἐμοῖσιν ὄσσοις
ὁμίχλη προςῇξε πλήρης
δακρύων, σὸν δέμας εἰςιδούσα
πέτραις προςαυαινόμενον
ταῖςδ᾽ ἀδαμαντοδέτοισι λύμαις·
νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου·
νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει,
τὰ πρὶν δὲ πελώρια νῦν ἀϊστοῖ.
Προμηθεύς
εἰ γάρ μ' ὑπὸ γῆν νέρθεν θ' Ἅιδου
τοῦ νεκροδέγμονος εἰς ἀπέραντον
Τάρταρον ἧκεν δεσμοῖς ἀλύτοις
ἀγρίως πελάσας, ὡς μήτε θεὸς
Προμηθεύς
μήτε τις ἄλλος τοῖςδ᾽ ἐγεγήθει.
νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τίς ὧδε πλησικάρδιος
θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
τίς οὐ ξυνασχαλᾷ κακοῖς
τεοῖσι δίχα γοῦν ἑνός; ὃ δ᾽ ἐπικότως ἀεὶ
θέμενος ἄγναμπτον νόον
δάμναται οὐρανίαν
γένναν, οὐδὲ λήξει,
πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλά-
μᾳ τινὶ τὰν δυςάλωτον ἕλῃ τις ἀρχάν.
Προμηθεύς
ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς
ἐν γυιοπέδαις αἰκιζομένου
χρείαν ἕξει μακάρων πρύτανις
δεῖξαι τὸ νέον βούλευμ᾽, ὑφ᾽ ὅτου
σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
καί μ' οὔτε μελιγλώσσοις πειθοῦς
ἐπαοιδαῖσιν θέλξει, στερεάς τ'
οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων
δεσμῶν χαλάσῃ ποινάς τε τίνειν
τῆσδ' αἰκίας ἐθελήσῃ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
σὺ μὲν θρασύς τε καὶ πικραῖς
δύαισιν οὐδὲν ἐνδίδως,
ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος·
δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,
πᾷ ποτε τῶνδε πόνων
χρή σε τέρμα κέλ-
σαντ᾽ ἐςιδεῖν· ἀκίχητα γὰρ ἤθεα
Χορὸς Ὠκεανίδων Νυμφῶν
καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς.
Προμηθεύς
οἶδ' ὅτι τραχὺς καὶ παρ' ἑαυτῷ
τὸ δίκαιον ἔχων Ζεύς· ἀλλ᾽ ἔμπας
μαλακογνώμων ἔσται ποθ᾽, ὅταν
ταύτῃ ῥαισθῇ·
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
Χορὸς Ὠκεανίδων Νυμφῶν
πάντ' ἐκκάλυψον καὶ γέγων' ἡμῖν λόγον,
ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι
οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται.
δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύςποτμα.
ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου,
στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἳ δὲ τούμπαλιν
σπεύδοντες, ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν,
ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονός τέκνα,
οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν·
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον θέμις,
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
τὸ μέλλον ᾗ κραίνοιτο προὐτεθεσπίκει,
ὡς οὐ κατ' ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
οὐκ ἠξίωσαν οὐδὲ προςβλέψαι τὸ πᾶν.
Προμηθεύς
κράτιστα δή μοι τῶν παρεστώτων τότε
ἐφαίνετ᾽ εἶναι προςλαβόντα μητέρα
ἑκόνθ' ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
ὁ τῶν θεῶν τύραννος ὠφελημένος
κακαῖσι ποιναῖς ταῖςδέ μ' ἐξημείψατο.
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
ὃ δ᾽ οὖν ἐρωτᾶτ', αἰτίαν καθ' ἥντινα
αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
καθέζετ', εὐθὺς δαίμοσιν νέμει γέρα
ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
οὐκ ἔσχεν οὐδέν, ἀλλ᾽ ἀϊστώσας γένος
τὸ πᾶν ἔχρηζεν ἄλλο φιτῦσαι νέον.
καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
ἐγὼ δ' ἐτόλμησ᾽· ἐξελυσάμην βροτοὺς
τοῦ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
τῷ τοι τοιαῖςδε πημοναῖσι κάμπτομαι,
πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν·
θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυςκλεὴς θέα.
Χορὸς Ὠκεανίδων Νυμφῶν
σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος,
ὅςτις, Προμηθεῦ, σοῖσιν οὐ ξυνασχαλᾷ
μόχθοις· ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰςιδεῖν τάδε
ἔχρηζον, εἰςιδοῦσά τ' ἠλγύνθην κέαρ.
Προμηθεύς
καὶ μὴν φίλοισιν οἰκτρὸς εἰςορᾶν ἐγώ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
μή πού τι προὔβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
θνητούς γε παύσας μὴ προδέρκεσθαι μόρον.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τὸ ποῖον εὑρὼν τῆςδε φάρμακον νόσου;
Προμηθεύς
τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορὸς Ὠκεανίδων Νυμφῶν
μέγ' ὠφέλημα τοῦτ' ἐδωρήσω βροτοῖς.
Προμηθεύς
πρὸς τοῖςδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορὸς Ὠκεανίδων Νυμφῶν
καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύς
ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τοιοῖςδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν;
οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
οὐκ ἄλλο γ' οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
καθ᾽ ἡδονήν, σοί τ' ἄλγος. ἀλλὰ ταῦτα μὲν
μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
Προμηθεύς
ἐλαφρὸν ὅςτις πημάτων ἔξω πόδα
ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
πράσσοντ'. ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἐπιστάμην.
ἑκών, ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
θνητοῖς δ᾽ ἀρήγων αὐτὸς εὑρόμην πόνους.
οὐ μήν τι ποιναῖς γ' ᾠόμην τοίαισί με
Προμηθεύς
κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
καίτοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
πέδοι δὲ βᾶσαι τὰς προςερπούσας τύχας
ἀκούσαθ', ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
πείθεσθέ μοι, πείθεσθε, συμπονήσατε
τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προςιζάνει.
Χορὸς Ὠκεανίδων Νυμφῶν
curr. οὐκ ἀκούσαις ἐπεθώϋξας
τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ
ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ',
αἰθέρα θ᾽ ἁγνόν, πόρον οἰωνῶν,
ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ·
τοὺς σοὺς δὲ πόνους
χρήζω διὰ παντὸς ἀκοῦσαι.
Ὠκεανός
ἥκω δολιχῆς τέρμα κελεύθου
διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ' οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων·
ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτως
ἐςαναγκάζει, χωρίς τε γένους
οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν
νείμαιμ᾽ ἢ σοί.
γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ', οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
σήμαιν' ὅ τι χρή σοι ξυμπράσσειν·
οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
ἔα, τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶν
ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
Προμηθεύς
ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας
ἐμὰς ἀφῖξαι καὶ ξυνασχαλῶν κακοῖς;
δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
οἵαις ὑπ' αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
γίγνωσκε σαυτόν, καὶ μεθάρμοσαι τρόπους
νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω
θακῶν κλύοι Ζεύς, ὥςτε σοι τὸν νῦν χόλον
παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
ἀλλ᾽, ὦ ταλαίπωρ', ἃς ἔχεις ὀργὰς ἄφες,
ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε·
τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
σὺ δ᾽ οὐδέπω ταπεινός, οὐδ᾽ εἴκεις κακοῖς,
πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προςλαβεῖν θέλεις.
οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
τραχὺς μόναρχος, οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι,
ἐὰν δύνωμαι, τῶνδέ σ᾽ ἐκλύσαι πόνων.
σὺ δ᾽ ἡσύχαζε, μηδ' ἄγαν λαβροστόμει.
ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς, ὢν περισσόφρων, ὅτι
γλώσσῃ ματαίᾳ ζημία προςτρίβεται;
Προμηθεύς
ζηλῶ σ᾽ ὁθούνεκ' ἐκτὸς αἰτίας κυρεῖς,
πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί.
Προμηθεύς
καὶ νῦν ἔασον, μηδέ σοι μελησάτω.
πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
πάπταινε δ᾽ αὐτός, μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
αὐχῶ γάρ, αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
δώσειν Δί', ὥςτε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
τὰ μὲν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν
ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλοις.
ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
ἐγὼ γὰρ οὐκ εἰ δυςτυχῶ τοῦδ᾽ οἵνεκα
θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
οὐ δῆτ᾽, ἐπεί με καὶ κασιγνήτου τύχαι
τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
ἄντρων ἰδὼν ᾤκτειρα, δάϊον τέρας,
ἑκατογκάρηνον πρὸς βίαν χειρούμενον
Τυφῶνα θοῦρον, πᾶσι δ᾽ ἀντέστη θεοῖς,
σμερδναῖσι γαμφηλαῖσι συρίζων φόνον·
ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ·
ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
Προμηθεύς
κεῖται στενωποῦ πλησίον θαλασσίου
ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
Ἥφαιστος, ἔνθεν ἐκραγήσονταί ποτε
ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
τῆς καλλικάρπου Σικελίας λευρὰς γύας·
τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
θερμῆς ἀπλήστου βέλεσι πυρπνόου ζάλης,
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου
χρήζεις· σεαυτὸν σῶζ' ὅπως ἐπίστασαι·
ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
ἔςτ' ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις ὅτι
ψυχῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
καὶ μὴ σφυδῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ὠκεανός
ἐν τῷ προμηθεῖσθαι δὲ καὶ τολμᾶν τίνα
ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
μόχθον περισσὸν κουφόνούν τ᾽ εὐηθίαν.
Ὠκεανός
ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
κέρδιστον εὖ φρονοῦντα μὴ δοκεῖν φρονεῖν.
Προμηθεύς
ἐμὸν δόκει σοι ταμπλάκημ᾽ εἶναι τόδε.
Ὠκεανός
σαφῶς μ' ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ὠκεανός
ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
τούτου φυλάσσου μή ποτ' ἀχθεσθῇ κέαρ.
Ὠκεανός
ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
στέλλου, κομίζου, σῶζε τὸν παρόντα νοῦν.
Ὠκεανός
ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώϋξας λόγον.
λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς
τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν
σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ,
δακρυσίστακτον ἀπ' ὄσσων ῥαδινῶν δ᾽ εἰ-
βομένα δέος παρειὰν
νοτίοις ἔτεγξα παγαῖς.
ἀμέγαρτα γὰρ τάδε· Ζεὺς δ᾽
ἰδίοις νόμοις κρατύνων
ὑπερήφανον θεοῖς τοῖς
πάρος ἐνδείκνυσιν αἰχμάν.
πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,
μεγαλοσχήμονά τ' ἀρχαιοπρεπῆ * δα-
κρυχέει* στένουσα τὴν σὰν
ξυνομαιμόνων τε τιμάν·
ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς
Ἀσίας ἕδος νέμονται,
μεγαλοστόνοισι σοῖς πή-
μασι συγκάμνουσι θνητοί·
Κολχίδος τε γᾶς ἔνοικοι
παρθένοι, μάχαις ἄτρεστοι,
Χορὸς Ὠκεανίδων Νυμφῶν
καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
ἔσχατον τόπον ἀμφὶ Μαι-
ῶτιν ἔχουσι λίμναν,
Σαρματᾶν τ' ἄρειον ἄνθος,
ὑψίκρημνον οἳ πόλισμα,
Καυκάσου πύλας, νέμονται,
δάϊος στρατός, ὀξυπρώ-
ροισι βρέμων ἐν αἰχμαῖς.
μόνον δὲ πρόσθεν ἐν πόνοις
δαμέντ᾽ ἀδαμαντοδέτοις Τιτᾶνα λύ-
μαις ἐςειδόμαν θεῶν
Ἄτλαντος ὑπέροχον σθένος κραταιόν,
ὃς γᾶν οὐράνιόν τε πόλον
νώτοις ὑποστεγάζει.
βοᾷ δὲ πόντιος κλύδων
ξυμπίτνων, στένει βυθός,
κελαινὸς Ἄϊδος ὑποβρέμει μυχὸς γᾶς,
παγαί θ᾽ ἁγνορύτων ποταμῶν
στένουσιν ἄλγος οἰκτρόν.
Προμηθεύς
μή τοι χλιδῇ δοκεῖτε μηδ' αὐθαδίᾳ
σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προςσελούμενον.
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
τίς ἄλλος ἢ 'γὼ παντελῶς διώρισεν;
ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι· τἄν βροτοῖς δὲ πήματα
ἀκούσαθ', ὥς σφας νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
Προμηθεύς
ἀλλ᾽ ὧν δέδωκ' εὔνοιαν ἐξηγούμενος·
οἱ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν χρόνον
ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
δόμους προςείλους ἦσαν, οὐ ξυλουργίαν·
κατώρυχες δ᾽ ἔναιον ὥςτ᾽ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον, ἔςτε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυςκρίτους δύσεις.
καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων
ἐξεῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
μνήμην ἁπάντων μουσομήτορ' ἐργάνην.
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σώμασίν θ', ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
γένοινθ', ὑφ᾽ ἅρμα τ' ἤγαγον φιληνίους
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
λινόπτερ' εὗρε ναυτίλων ὀχήματα.
τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
πέπονθας αἰκὲς πῆμ᾽, ἀποσφαλεὶς φρενῶν
πλανᾷ, κακὸς δ' ἰατρὸς ὥς τις ἐς νόσον πεσὼν
* κακοῖς* ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον,
οἷας τέχνας τε καὶ πόρους ἐμησάμην.
Προμηθεύς
τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
οὐκ ἦν ἀλέξημ᾽ οὐδὲν οὔτε βρώσιμον,
οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
χρείᾳ κατεσκέλλοντο, πρίν γ' ἐγώ σφισιν
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
τρόπους δὲ πολλοὺς μαντικῆς ἐστοίχισα,
κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
ὕπαρ γενέσθαι, κληδόνας τε δυςκρίτους
ἐγνώρισ᾽ αὐτοῖς· ἐνοδίους τε συμβόλους
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν,
εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν,
χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν.
κνίσῃ τε κῶλα συγκαλυπτά· καὶ μακρὰν
ὀσφὺν πυρώσας δυςτέκμαρτον εἰς τέχνην
ὥδωσα θνητούς· καὶ φλογωπὰ σήματα
ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς
κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,
χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλῦσαι θέλων.
βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορὸς Ὠκεανίδων Νυμφῶν
μὴ νῦν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ᾽ ἀκήδει δυςτυχοῦντος· ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
Χορὸς Ὠκεανίδων Νυμφῶν
λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
οὐ ταῦτα ταύτῃ μοῖρά πω τελεςφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω.
τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς
Μοῖραι τρίμορφοι μνήμονές τ' Ἐρινύες.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς
τοῦτ᾽ οὐκ ἂν ἐκπύθοιο, μηδὲ λιπάρει.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα· τόνδε γὰρ σώζων ἐγὼ
δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Χορὸς Ὠκεανίδων Νυμφῶν
μηδάμ᾽ ὁ πάντα νέμων
θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
μηδ' ἐλινύσαιμι θεοὺς ὁσίαις
θοίναις ποτινισσομένα
βουφόνοις παρ' Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
μηδ' ἀλίτοιμι λόγοις·
ἀλλά μοι τοῦτ' ἐμμένοι
καὶ μήποτ' ἐκτακείη.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἁδύ τι θαρσαλέαις
τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαιναῖς
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.
φρίσσω δέ σε δερκομένα
μυρίοις μόχθοις διακναιόμενον.
Ζῆνα γὰρ οὐ τρομέων
ἰδίᾳ γνώμᾳ σέβει
θνητοὺς ἄγαν, Προμηθεῦ.
φέρ' ὅπως ἄχαρις χάρις· ὦ φίλος, εἰπέ, ποῦ τις ἀλκά;
τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρκης
ὀλιγοδρανίαν ἄκικυν,
ἰσόνειρον, ᾧ τὸ φωτῶν
ἀλαὸν * δέδεται* γένος ἐμπεποδισμένον; οὔπως
τὰν Διὸς ἁρμονίαν
θνατῶν παρεξίασι βουλαί.
ἔμαθον τάδε σὰς προςιδοῦσ᾽ ὀλοὰς τύχας, Προμηθεῦ.
τὸ διαμφίδιον δέ μοι μέλος προςέπτα
τόδ', ἐκεῖνό θ᾽, ὅτ᾽ ἀμφὶ λουτρὰ
καὶ λέχος σὸν ὑμεναίουν
ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
ἄγαγες Ἡσιόναν
πιθὼν δάμαρτα κοινόλεκτρον.
Ἰὼ ἡ Ἰνάχου
τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
τόνδε χαλινοῖς ἐν πετρίνοισιν
χειμαζόμενον; τίνος ἀμπλακίας
ποινὰς ὀλέκει; σήμηνον ὅπῃ
γῆς ἡ μογερὰ πεπλάνημαι.
ἔα ἔα, να ἔα·
χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,
εἴδωλον Ἄργου γηγενοῦς, ἄλευε δᾶ,
Ἰὼ ἡ Ἰνάχου
τὸν μυριωπὸν εἰςορῶσα βούταν.
ὃ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
ἀλλά με τὰν τάλαιναν
ἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷ
τε νῆστιν ἀνὰ τὴν παραλίαν ψάμμον.
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας
ὑπνοδόταν νόμον.
ἰὼ ἰὼ πόποι, ποῖ μ᾽ ἄγουσιν
τηλέπλανοι πλάναι;
τί ποτέ μ', ὦ Κρόνιε παῖ, τί ποτε ταῖςδ'
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
πημοσύναις; ἔ ἔ.
οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
παράκοπον ὧδε τείρεις;
πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπῃ
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βουκέρω παρθένου;
Προμηθεύς
πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης
τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰὼ ἡ Ἰνάχου
πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; εἰπέ μοι
τὰ μογερᾷ, τίς ὤν,
τίς ἄρα μ᾽, ὦ τάλας, τὰν ταλαίπωρον ὧδ'
ἔτυμα προςθροεῖς·
Ἰὼ ἡ Ἰνάχου
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
μαραίνει με χρίουσα κέντροις
φοιταλέοις; ἔ ἔ.
σκιρτημάτων δὲ νήστισιν αἰκίαις
λαβρόσυτος ἦλθον, Ἥρας
ἐπικότοισι μήδεσι δαμεῖσα. δυςδαιμόνων
δὲ τίνες, οἵ, ἔ ἔ,
οἷ᾽ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
τέκμηρον ὅ τι μ' ἐπαμμένει
παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου
δεῖξον, εἴπερ οἶσθα·
θρόει, φράζε τᾷ δυςπλάνῳ παρθένῳ.
Προμηθεύς
λέξω τορῶς σοι πᾶν ὅπερ χρήζεις μαθεῖν,
οὐκ ἐμπλέκων αἰνίγματ', ἀλλ᾽ ἁπλῷ λόγῳ,
ὥςπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
Ἰὼ ἡ Ἰνάχου
ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰὼ ἡ Ἰνάχου
οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
λέγ' ἥντιν' αἰτεῖ· πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰὼ ἡ Ἰνάχου
σήμηνον ὅςτις ἐν φάραγγί σ᾽ ὤχμασεν.
Προμηθεύς
βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰὼ ἡ Ἰνάχου
ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύς
τοσοῦτον ἀρκεῖ σοι σαφηνίσαι μόνον.
Ἰὼ ἡ Ἰνάχου
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰὼ ἡ Ἰνάχου
μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰὼ ἡ Ἰνάχου
τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.
Ἰὼ ἡ Ἰνάχου
μή μου προκήδου μᾶσσον ἢ ἐμοὶ γλυκύ.
Προμηθεύς
ἐπεὶ προθυμεῖ, χρὴ λέγειν· ἄκουε δή.
Χορὸς Ὠκεανίδων Νυμφῶν
μήπω γε· μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
σὸν ἔργον, Ἰοῖ, ταῖςδ᾽ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ᾽, ὅπῃ μέλλει τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰὼ ἡ Ἰνάχου
οὐκ οἶδ' ὅπως ὑμῖν ἀπιστῆσαί με χρή·
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προςχρήζετε
πεύσεσθε· καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι
Ἰὼ ἡ Ἰνάχου
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
μορφῆς, ὅθεν μοι σχετλίᾳ προςέπτατο·
ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
λείοισι μύθοις· ὦ μέγ' εὐδαίμων κόρη,
τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
θέλει· σὺ δ᾽, ὦ παῖ, μὴ 'πολακτίσῃς λέχος
τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.
τοιοῖςδε πάσας εὐφρόνας ὀνείμασιν
ξυνειχόμην δύστηνος, ἔςτε δὴ πατρὶ
ἔτλην γεγωνεῖν νυκτίφοιτ' ὀνείρατα.
ὃ δ᾽ ἐς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
χρησμοὺς ἀσήμους δυςκρίτως τ᾽ εἰρημένους.
τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις·
κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
κεραυνόν, ὃς πᾶν ἐξαϊστώσει γένος.
τοιοῖςδε πεισθεὶς Λοξίου μαντεύμασιν
ἐξήλασέν με κἀπέκλεισε δωμάτων
ἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ νιν
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
ἦσαν, κεράστις δ', ὡς ὁρᾶτ', ὀξυστόμῳ
μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
ᾖσσον πρὸς εὔποτόν τε Κεγχρείας ῥέος
Ἰὼ ἡ Ἰνάχου
Λέρνης τ᾽ ἐς ἄκρην· βουκόλος δὲ γηγενὴς
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
ἀπροςδόκητος δ᾽ αὐτὸν αἰφνίδιος μόρος
τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
κλύεις τὰ πραχθέντ᾽· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
λοιπὸν πόνων, σήμαινε· μηδέ μ' οἰκτίσας
ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἔα, ἔα, ἄπεχε, φεῦ.
οὐπώποτ', οὐπώποτ' ηὔχουν ξένους
μολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν,
οὐδ᾽ ὧδε δυςθέατα καὶ δύςοιστα
πήματα, λύματ᾽, ἀμφήκει σὺν κέντρῳ
ψύχειν ψυχὰν ἐμάν.
ἰὼ ἰώ, μοῖρα, μοῖρα,
πέφρικ᾽ εἰςιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθεύς
πρό γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
ἐπίσχες ἔςτ᾽ ἂν καὶ τὰ λοιπὰ προςμάθῃς.
Χορὸς Ὠκεανίδων Νυμφῶν
λέγ᾽, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
τὸ λοιπὸν ἄλγος προὐξεπίστασθαι τορῶς.
Προμηθεύς
τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρα
κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε
τὸν ἀμφ' ἑαυτῆς ἆθλον ἐξηγουμένης.
τὰ λοιπὰ νῦν ἀκούσαθ', οἷα χρὴ πάθη
τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
σύ τ', Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
θυμῷ βάλ', ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ.
πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς
Προμηθεύς
τρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας·
Σκύθας δ᾽ ἀφίξει νομάδας, οἳ πλεκτὰς στέγας
πεδάρσιοι ναίουσ᾽ ἐπ᾽ εὐκύκλοις ὄχοις,
ἑκηβόλοις τόξοισιν ἐξηρτημένοι·
οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας
χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
ἀνήμεροι γὰρ οὐδὲ πρόςπλαστοι ξένοις.
ἥξεις δ᾽ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
κροτάφων ἀπ' αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
βῆναι κέλευθον, ἔνθ' Ἀμαζόνων στρατὸν
ἵξει στυγάνορ', αἳ θεμίσκυράν ποτε
κατοικιοῦσιν ἀμφὶ θερμώδονθ', ἵνα
τραχεῖα πόντου Σαλμυδησσία γνάθος
ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·
αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν·
ἔσται δὲ θνητοῖς εἰςαεὶ λόγος μέγας
τῆς σῆς πορείας, Βόςπορος δ᾽ ἐπώνυμος
κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον,
ἤπειρον ἥξεις Ἀσιάδ'. ἆρ᾽ ὑμῖν δοκεῖ
ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ' ὁμῶς
βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
χρήζων μιγῆναι τάςδ᾽ ἐπέρριψεν πλάνας.
πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
Προμηθεύς
εἶναι δόκει σοὶ μηδέπω 'ν προοιμίοις.
Ἰὼ ἡ Ἰνάχου
ἰώ μοί μοι, ἔ ἔ.
Προμηθεύς
σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζει· τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰὼ ἡ Ἰνάχου
τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στυφλοῦ πέτρας,
ὅπως πέδῳ σκήψασα τῶν πάντων πόνων
ἀπηλλάγην; κρεῖσσον γὰρ εἰςάπαξ θανεῖν
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
ἦ δυςπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή.
νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰὼ ἡ Ἰνάχου
ἦ γάρ ποτ' ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύς
ἥδοι᾽ ἄν, οἶμαι, τήνδ' ἰδοῦσα συμφοράν.
Ἰὼ ἡ Ἰνάχου
πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ἰὼ ἡ Ἰνάχου
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
αὐτὸς πρὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰὼ ἡ Ἰνάχου
ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύς
γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλᾷ.
Ἰὼ ἡ Ἰνάχου
θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθεύς
τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰὼ ἡ Ἰνάχου
ἢ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς
ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰὼ ἡ Ἰνάχου
οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ' ἀποστροφὴ τύχης;
Προμηθεύς
οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰὼ ἡ Ἰνάχου
τίς οὖν ὁ λύσων σ᾽ ἐστὶν ἄκοντος Διός;
Προμηθεύς
τῶν σῶν τιν' αὐτὸν ἐκγόνων εἶναι χρεών.
Ἰὼ ἡ Ἰνάχου
πῶς εἶπας; ἦ 'μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
Προμηθεύς
τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
Ἰὼ ἡ Ἰνάχου
ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
Προμηθεύς
καὶ μηδὲ σαυτῆς γ᾽ ἐκμαθεῖν ζήτει πόνους.
Ἰὼ ἡ Ἰνάχου
μή μοι προτείνων κέρδος, εἶτ᾽ ἀποστέρει.
Προμηθεύς
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰὼ ἡ Ἰνάχου
ποίοιν; πρόδειξον αἵρεσίν τ' ἐμοὶ δίδου.
Προμηθεύς
δίδωμ'· ἑλοῦ γὰρ ἢ πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
θέσθαι θέλησον, μηδ' ἀτιμάσῃς λόγους·
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
Προμηθεύς
ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι
τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προςχρήζετε.
σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
ὅταν περάσῃς ῥεῖθρον ἠπείρων ὅρον,
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
πόντου περῶσα φλοῖσβον, ἔςτ᾽ ἂν ἐξίκῃ
πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προςδέρκεται
ἀκτῖσιν οὔτε νύκτερος μήνη ποτέ.
πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
ἃς θνητὸς οὐδεὶς εἰςιδὼν ἕξει πνοάς·
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.
ἄλλην δ᾽ ἄκουσον δυςχερῆ θεωρίαν·
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
Ἀριμασπὸν ἱπποβάμον, οἳ χρυσόρρυτον
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
ἥξεις κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
Προμηθεύς
τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ
καταβασμόν, ἔνθα Βυβλίνων ὀρῶν ἄπο
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυςεύρετον,
ἐπαναδίπλαζε, καὶ σαφῶς ἐκμάνθανε·
σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
Χορὸς Ὠκεανίδων Νυμφῶν
εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
λέγ᾽· εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν
δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς
τὸ πᾶν πορείας ἥδε τέρμ' ἀκήκοεν.
ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ δάπεδα,
τὴν αἰπύνωτόν τ' ἀμφὶ Δωδώνην, ἵνα
μαντεῖα θᾶκός τ᾽ ἐστὶ θεσπρωτοῦ Διός,
τέρας τ' ἄπιστον, αἱ προςήγοροι δρύες,
ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
προςηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
μέλλουσ᾽ ἔσεσθαι, εἰ τῶνδε προςσαίνει σε τι.
ἐντεῦθεν οἰστρήσασα τὴν παράκτιον
κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις·
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
σαφῶς ἐπίστασ', Ἰόνιος κεκλήσεται,
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
Προμηθεύς
σημεῖα σοι τάδ' ἐστὶ τῆς ἐμῆς φρενός,
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
Νείλου πρὸς αὐτῷ στόματι καὶ προςχώματι·
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα,
ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
πέμπτη δ᾽ ἀπ' αὐτοῦ γέννα πεντηκοντάπαις
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
ἀνεψιῶν· οἱ δ᾽ ἐπτοημένοι φρένας,
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
ἥξουσι θηρεύσοντες οὐ θηρασίμους
γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
Πελασγία δὲ δέξεται
θηλυκτόνῳ
Ἄρει δαμέντων νυκτιφρουρήτῳ θράσει·
γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ,
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
τοιάδ᾽ ἐπ' ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις·
μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται
γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος.
αὕτη κατ' Ἄργος βασιλικὸν τέξει γένος.
μακροῦ λόγου δὲ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασύς,
τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲ
λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
Προμηθεύς
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς θεῶν.
ὅπως δὲ χὤπῃ, ταῦτα δεῖ μακροῦ λόγου
εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰὼ ἡ Ἰνάχου
ἐλελεῦ, ἐλελεῦ, ὑπό μ' αὖ σφάκελος
καὶ φρενοπληγεῖς μανίαι θάλπουσ',
οἴστρου δ᾽ ἄρδις χρίει μ' ἄπυρος·
κραδία δὲ φόβῳ φρένα λακτίζει.
τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
ἔξω δὲ δρόμου φέρομαι λύσσης
πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῇ
στυγνῆς πρὸς κύμασιν ἄτης.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἦ σοφός, ἦ σοφὸς ἦν, ὃς
πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
σᾳ διεμυθολόγησεν,
ὡς τὸ κηδεῦσαι καθ' ἑαυτὸν ἀριστεύει μακρῷ,
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων,
μήτε τῶν γέννᾳ μεγαλυνομένων
ὄντα χερνήτην ἐραστεῦσαι γάμων.
μήποτε, μήποτέ μ', ὦ Μοῖ-
ραι, λεχέων Διὸς εὐνά-
τειραν ἴδοισθε πέλουσαν·
μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
εἰςορῶσ᾽ Ἰοῦς μέγα δαπτομέναν
δυςπλάνοις Ἥρας ἀλατείαις πόνων.
ἐμοὶ δέ γ' ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
ἄφοβος, οὐδὲ δέδια· μηδέ τού με
κρεισσόνων θεῶν ἔρως
προςδράκοι ὄμμ' ἄφυκτον.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἀπόλεμος ὅδε γ' ὁ πόλεμος, ἄπορα
πόριμος, οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν·
τὰν Διὸς γὰρ οὐχ ὁρῶ
μῆτιν ὅπᾳ φύγοιμ' ἄν.
Προμηθεύς
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
γάμον γαμεῖν· ὃς αὐτὸν ἐκ τυραννίδος
θρόνων τ' ἄϊστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρὰ
Κρόνου τότ' ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ' ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
ἐγὼ τάδ᾽ οἶδα, χῷ τρόπῳ. πρὸς ταῦτα νῦν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός, τινάσσων χειρὶ πυρπνόον βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά·
τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ, δυςμαχώτατον τέρας·
ὃς δὴ κεραυνοῦ κρείσσον εὑρήσει φλόγα,
βροντῆς θ' ὑπερβάλλοντα καρτερὸν κτύπον·
θαλασσίαν τε γῆς τινάκτειραν νόσον,
τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
ὅσον τό τ' ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορὸς Ὠκεανίδων Νυμφῶν
σύ θην ἃ χρήζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
Χορὸς Ὠκεανίδων Νυμφῶν
καὶ προςδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
καὶ τῶνδέ γ' ἕξει δυςλοφωτέρους πόνους.
Χορὸς Ὠκεανίδων Νυμφῶν
πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
Προμηθεύς
τί δ᾽ ἂν φοβοίμην, ᾧ θανεῖν οὐ μόρσιμον;
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἀλλ᾽ ἄθλον ἄν σοι τοῦδέ γ' ἀλγίω πόροι.
Προμηθεύς
ὃ δ᾽ οὖν ποιείτω· πάντα προςδοκητά μοι.
Χορὸς Ὠκεανίδων Νυμφῶν
οἱ προςκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
σέβου, προςεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰςορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
σέ, τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
τὸν ἐξαμαρτόντ᾽ εἰς θεούς, τὸν ἐφημέροις
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
πατὴρ ἄνωγέ σ' οὕςτινας κομπεῖς γάμους
αὐδᾶν, πρὸς ὧν τ᾽ ἐκεῖνος ἐκπίπτει κράτους·
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε· μηδέ μοι διπλᾶς
ὁδούς, Προμηθεῦ, προςβάλῃς· ὁρᾷς δ᾽ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
σεμνόστομός γε καὶ φρονήματος πλέως
ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ'· οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
Προμηθεύς
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
τοιοῖςδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
ἐς τάσδε σαυτὸν πημονὰς κατούρισας.
Προμηθεύς
τῆς σῆς λατρείας τὴν ἐμὴν δυςπραξίαν,
σαφῶς ἐπίστασ', οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
Ἑρμῆς
κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
Προμηθεύς
οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ἑρμῆς
χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν.
Προμηθεύς
χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
Ἑρμῆς
ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθεύς
ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
ὅσοι παθόντες εὖ κακοῦσί μ' ἐκδίκως.
Ἑρμῆς
κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.
Προμηθεύς
νοσοῖμ' ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆς
εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθεύς
ὤμοι.
Ἑρμῆς
τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
Προμηθεύς
ἀλλ᾽ ἐκδιδάσκει πάνθ' ὁ γηράσκων χρόνος.
Ἑρμῆς
καὶ μὴν σύ γ' οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύς
σὲ γὰρ προςηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
Ἑρμῆς
ἐρεῖν ἔοικας οὐδὲν ὧν χρήζει πατήρ.
Προμηθεύς
καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ' αὐτῷ χάριν.
Ἑρμῆς
ἐκερτόμησας δῆθεν ὥςτε παῖδά με.
Προμηθεύς
οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος,
εἰ προςδοκᾷς ἐμοῦ τι πευσεῖσθαι πάρα;
οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
προτρέψεται με Ζεὺς γεγωνῆσαι τάδε,
πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασιν
χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω·
γνάμψει γὰρ οὐδὲν τῶνδέ μ' ὥςτε καὶ φράσαι
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆς
ὅρα νῦν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
Προμηθεύς
ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
Προμηθεύς
ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
εἰςελθέτω σε μήποθ' ὡς ἐγὼ Διὸς
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
γυναικομίμοις ὑπτιάσμασιν χερῶν,
λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
Ἑρμῆς
λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει κέαρ
λιταῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
ἀτὰρ σφοδρύνει γ' ἀσθενεῖ σοφίσματι.
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖον σθένει.
σκέψαι δ', ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ᾽ ἄφυκτος· πρῶτα μὲν γὰρ ἀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις ἐς φάος· Διὸς δέ σοι
πτηνὸς κύων δαφοινὸς αἰετὸς λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινήσεται.
τοιοῦδε μόχθου τέρμα μή τι προςδόκα,
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
φανῇ, θελήσῃ τ' εἰς ἀναύγητον μολεῖν
Ἅιδην κνεφαῖά τ' ἀμφὶ Ταρτάρου βάθη.
πρὸς ταῦτα βούλευ· ὡς ὅδ᾽ οὐ πεπλασμένος
ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος·
ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
Ἑρμῆς
τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ
πάπταινε καὶ φρόντιζε, μηδ' αὐθαδίαν
εὐβουλίας ἀμείνον᾽ ἡγήσῃ ποτέ.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν
μεθέντ' ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
πείθου· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθεύς
εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας
ὅδ᾽ ἐθώϋξεν, πάσχειν δὲ κακῶς
ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
πρὸς ταῦτ᾽ ἐπ' ἐμοὶ ῥιπτέσθω μὲν
πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽
ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ'
ἀγρίων ἀνέμων· χθόνα δ' ἐκ πυθμένων
αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
συγχώσειεν τῶν τ᾽ οὐρανίων
ἄστρων διόδους, ἔς τε κελαινὸν
Τάρταρον ἄρδην ῥίψειε δέμας
τοὐμὸν ἀνάγκης στερεαῖς δίναις·
πάντως ἐμέ γ' οὐ θανατώσει.
Ἑρμῆς
τοιάδε μέντοι τῶν φρενοπλήκτων
βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
τί γὰρ ἐλλείπει μὴ παραπαίειν,
εἴ γ᾽ οὐδ᾽ εὐχῇ τι χαλᾷ μανιῶν;
ἀλλ᾽ οὖν ὑμεῖς γ' αἱ πημοσύναις
συγκάμνουσαι ταῖς τοῦδε τόπων
μετά που χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς·
μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
βροντῆς μύκημ' ἀτέραμνον.
Χορὸς Ὠκεανίδων Νυμφῶν
ἄλλο τι φώνει καὶ παραμυθοῦ μ'
ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που
τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
μετὰ τοῦδ' ὅ τι χρὴ πάσχειν ἐθέλω.
τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
κοὐκ ἔστι νόσος
τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.
Ἑρμῆς
ἀλλ᾽ οὖν μέμνησθ᾽ ἅ γ᾽ ἐγὼ προλέγω·
μηδὲ πρὸς ἄτης θηραθεῖσαι
μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽
ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
πῆμ᾽ εἰςέβαλεν· μὴ δῆτ', αὐταὶ δ᾽
ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ
κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως
εἰς ἀπέραντον δίκτυον ἄτης
ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
Προμηθεύς
καὶ μὴν ἔργῳ κοὐκ ἔτι μύθῳ
χθὼν σεσάλευται· βρυχία δ' ἠχὼ
παραμυκᾶται βροντῆς, ἕλικες δ'
ἐκλάμπουσι στεροπῆς ζάπυροι,
στρόμβοι δὲ κόνιν εἱλίσσουσι·
σκιρτᾷ δ᾽ ἀνέμων πνεύματα πάντων
εἰς ἄλληλα στάσιν ἀντίπνουν
ἀποδεικνύμενα· ξυντετάρακται δ᾽
αἰθὴρ πόντῳ. τοιάδ᾽ ἐπ' ἐμοὶ
ῥιπὴ διόθεν τεύχουσα φόβον
στείχει φανερῶς. * ὦ θέμις, ὦ Γῆ,*
ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
ἐςορᾷς μ' ὡς ἔκδικα πάσχω;