ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences 2 volumes; 20 cm Trustees of Tufts University Medford, MA Perseus Project tlg0085.tlg003.mazon1920_grc2.xml For scholarly use; verify rights against the source edition and repository policy. Aeschylus Eschyle texte établi et traduit par Paul Mazon Paul Mazon Paris Les Belles Lettres 1920-1925 2 HathiTrust catalog record French and Ancient Greek on opposite pages. This pointer pattern extracts verse lines French Greek, Ancient (to 1453) Latin Split and standardized from Mazon's bilingual complete Aeschylus (URN: urn:cts:greekLit:tlg0085.tlg003.mazon1920_grc2). ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΚΡΑΤΟΣ Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον ἄβατον εἰς ἐρημίαν· Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. sic schol. Ar. : ἀδαμαντίναις πέδηισιν... πέτραις M similia cett. Τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι ἁμαρτίας σφὲ δεῖ θεοῖς δοῦναι δίκην, ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου. ΗΦΑΙΣΤΟΣ Κράτος Βία τε, σφῶν μὲν ἐντολὴ Διὸς ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι· ἐγὼ δ' ἄτολμός εἰμι συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. Πάντως δ' ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν· εὐωριάζειν ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ. Τῆς ὀρθοβούλου θέμιδος αἰπυμῆτα παῖ, ἄκοντά σ' ἄκων δυσλύτοις χαλκεύμασιν προσπασσαλεύσω τῷδ' ἀπανθρώπῳ πάγῳ τόπωι , ἵν' οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν θεῶν ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΗΦΑΙΣΤΟΣ ὄψῃ, σταθευτὸς δ' ἡλίου φοίβῃ φλογὶ χροιᾶς ἀμείψεις ἄνθος· ἀσμένῳ δέ σοι ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος πάχνην θ' ἑῷαν ἥλιος σκεδᾷ πάλιν· ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύσει σ'· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω. Τοιαῦτ' ἀπηύρω ἐπηύρω τοῦ φιλανθρώπου τρόπου· θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης· ἀνθ' ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν ὀρθοστάδην ἄυπνος, οὐ κάμπτων γόνυ· πολλοὺς δ' ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες· ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. ΚΡΑΤΟΣ Εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην ; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας ; ΗΦΑΙΣΤΟΣ Τὸ συγγενές τοι δεινὸν ἥ θ' ὁμιλία. ΚΡΑΤΟΣ Σύμφημ', ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἷόν τε πῶς ; οὐ τοῦτο δειμαίνεις πλέον ; ΗΦΑΙΣΤΟΣ Ἀεί τε γε seu τι δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ΚΡΑΤΟΣ Ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ΗΦΑΙΣΤΟΣ Ὦ πολλὰ μισηθεῖσα χειρωναξία. ΚΡΑΤΟΣ Τί νιν στυγεῖς ; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. ΗΦΑΙΣΤΟΣ Ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. ΚΡΑΤΟΣ Ἅπαντ' ἐπράχθη πλὴν θεοῖσι κοιρανεῖν· ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. ΗΦΑΙΣΤΟΣ Ἔγνωκα, τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΚΡΑΤΟΣ Οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν, ὡς μή σ' ἐλινύοντα προσδερχθῇ πατήρ ; ΗΦΑΙΣΤΟΣ Καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα. ΚΡΑΤΟΣ Βαλών Λαβών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. ΗΦΑΙΣΤΟΣ Περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε. ΚΡΑΤΟΣ Ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα· δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον. ΗΦΑΙΣΤΟΣ Ἄραρεν ἥδε γ' ὠλένη δυσεκλύτως. ΚΡΑΤΟΣ Καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος. ΗΦΑΙΣΤΟΣ Πλὴν τοῦδ' ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. ΚΡΑΤΟΣ Ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ' ἐρρωμένως. ΗΦΑΙΣΤΟΣ Αἰαῖ, Προμηθεῦ, σῶν ὑποστένω ὑπερστένω πόνων. ΚΡΑΤΟΣ Σὺ δ' αὖ κατοκνεῖς τῶν Διός τ' ἐχθρῶν ὕπερ στένεις ; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. ΗΦΑΙΣΤΟΣ Ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. ΚΡΑΤΟΣ Ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων· ἀλλ' ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. ΗΦΑΙΣΤΟΣ Δρᾶν ταῦτ' ἀνάγκη, μηδὲν ἐγκέλευ' ἄγαν. ΚΡΑΤΟΣ Ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός· χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ. ΗΦΑΙΣΤΟΣ Καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. ΚΡΑΤΟΣ Ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας, ὡς οὑπιτιμητής γε σε τῶν ἔργων βαρύς. ΗΦΑΙΣΤΟΣ Ὅμοια μορφῇ γλῶσσά σου γηρύεται. ΚΡΑΤΟΣ Σὺ μαλθακίζου, τὴν δ' ἐμὴν αὐθαδίαν ὀργῆς τε τραχυτῆτα μὴ 'πίπλησσέ μοι. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΗΦΑΙΣΤΟΣ Στείχωμεν· ὡς κώλοισιν ἀμφίβληστρ' ἔχει. ΚΡΑΤΟΣ Ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθει· τί σοι οἷοί τε θνητοὶ τῶνδ' ἀπαντλῆσαι πόνων ; Ψευδωνύμως σε δαίμονες Προμηθέα καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως ὅτῳ τρόπῳ τῆσδ' ἐκκυλισθήσῃ τέχνης. ΠΡΟΜΗθΕΥΣ Ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί, ποταμῶν τε πηγαὶ ποντίων τε κυμάτων ἀνήριθμον γέλασμα παμμῆτόρ τε γῆ, παμμῆτόρ : παμμήτωρ Μ. καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ, ἴδεσθέ μ' οἷα πρὸς θεῶν πάσχω θεός. Δέρχθηθ' οἵαις αἰκίαισιν διακναιόμενος τὸν μυριετῆ χρόνον ἀθλεύσω· τοιόνδ' ὁ νέος ταγὸς μακάρων ἐξηῦρ' ἐξεῦρ' ἐπ' ἐμοὶ δεσμὸν ἀεικῆ· φεῦ φεῦ αἰ αἰ , τὸ παρὸν τό τ' ἐπερχόμενον πῆμα στενάχω, ποῖ ποτε μόχθων χρὴ τέρματα τῶνδ' ἐπιτεῖλαι. Καίτοι τί φημι ; πάντα προὐξεπίσταμαι σκεθρῶς τὰ μέλλοντ', οὐδέ μοι ποταίνιον πῆμ' οὐδὲν ἥξει· τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ' ὅτι τὸ τῆς ἀνάγκης ἔστ' ἀδήριτον σθένος. Ἀλλ' οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδ' ἐστί· θνητοῖς γὰρ γέρα πορὼν ἀνάγκαις ταῖσδ' ἐνέζευγμαι τάλας· ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος· τοιῶνδε τοιάσδε ποινὰς ἀμπλακημάτων τίνω ὑπαίθριος δεσμοῖς πεπασσαλευμένος πασσαλευμένος seu πασσαλευτός . Α α, ἔα ἔα, τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ' ἀφεγγής ; θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη ; ἵκετο τερμόνιον ἐπὶ πάγον πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων ; Ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν, τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς δι' ἀπεχθείας ἐλθόνθ' ὁπόσοι τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν διὰ τὴν λίαν φιλότητα βροτῶν. Φεῦ φεῦ, τί ποτ' αὖ κινάθισμα κλύω πέλας οἰωνῶν ; αἰθὴρ δ' ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει· πᾶν μοι φοβερὸν τὸ προσέρπον. ΧΟΡΟΣ Μηδὲν φοβηθῇς· φιλία γὰρ ἥδε τάξις Str. 1 πτερύγων θοαῖς ἁμίλλαις προσέβα τόνδε πάγον, πατρῴας μόγις παρειποῦσα φρένας· κραιπνοφόροι δέ μ' ἔπεμψαν αὔραι· κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων μυχόν, ἐκ δ' ἔπληξέ μου τὰν θεμερῶπιν θερμερῶπιν αἰδῶ, ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ σύθην δ' ἀπέδιλος ὄχῳ πτερωτῷ. ΠΡΟΜΗθΕΥΣ Αἰαὶ αἰαῖ, τῆς πολυτέκνου Τηθύος ἔκγονα, τοῦ περὶ πᾶσάν θ' εἱλισσομένου χθόν' ἀκοιμήτῳ ῥεύματι παῖδες πατρὸς Ὠκεανοῦ, δέρχθητ', ἐσίδεσθ' οἵῳ δεσμῷ προσπορπατὸς τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω. ΧΟΡΟΣ Λεύσσω, Προμηθεῦ· Ant. 1. φοβερὰ δ' ἐμοῖσιν ὄσσοις ὀμίχλη προσῇξε πλήρης δακρύων σὸν δέμας εἰσιδοῦσαν εἰσιδοῦσα seu -ούσαι seu -ούσην πέτρᾳ προσαυαινόμενον ταῖσδ' ταῖς ἀδαμαντοδέτοισι ἀδαμαντοδέτοις λύμαις· νέοι γὰρ οἰα- κονόμοι κρατοῦσ' Ὀλύμπου νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως ἀθέσμως κρατύνει, τὰ πρὶν δὲ πελώρια νῦν ἀϊστοῖ. ΠΡΟΜΗθΕΥΣ Εἰ γάρ μ' ὑπὸ γῆν νέρθεν θ' τ' Ἅιδου τοῦ νεκροδέγμονος εἰς ἀπέραντον Τάρταρον ἧκεν, δεσμοῖς ἀλύτοις ἀγρίως ἀγρίοις πελάσας, ὡς μήτε ὡς μήποτε θεὸς μήτε τις ἄλλος τοῖσδ' ἐπεγήθει· νῦν δ' αἰθέριον κίνυγμ' ὁ τάλας ἐχθροῖς ἐπίχαρτα πέπονθα. ΧΟΡΟΣ Τίς ὧδε τλησικάρδιος Str. 2. θεῶν ὅτῳ τάδ' ἐπιχαρῆ ; ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ τίς οὐ ξυνασχαλᾷ κακοῖς τεοῖσι, δίχα γε Διός ; ὃ δ' ἐπικότως ἀεὶ θέμενος ἄγναμπτον νόον δάμναται οὐρανίαν γένναν, οὐδὲ λή- ξει πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν. ΠΡΟΜΗθΕΥΣ Ἦ μὴν ἔτ' ἐμοῦ καίπερ κρατεραῖς ἐν γυιοπέδαις αἰκιζομένου χρείαν ἕξει μακάρων πρύτανις δεῖξαι τὸ νέον βούλευμ' ὑφ' ἀφ' ὅτου σκῆπτρον τιμάς τ' ἀποσυλᾶται· καί μ' οὔτε οὗτοι seu οὔτι μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσιν θέλξει, στερεάς τ' οὔποτ' ἀπειλὰς πτήξας τόδ' ἐγὼ καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ ποινάς τε τίνειν τῆσδ' αἰκίας ἐθελήσῃ. ΧΟΡΟΣ Σὺ μὲν θρασύς τε καὶ πικραῖς Ant. 2. δύαισιν οὐδὲν ἐπιχαλᾷς, ἄγαν δ' ἐλευθεροστομεῖς· ἐμὰς δὲ φρένας ἐρέθισε ἠρέθισε διάτορος φόβος· δέδια δ' ἀμφὶ σαῖς τύχαις, πᾷ ὅπαι (uel ὅπη) seu ὅποι seu ὅπου ποτε τῶνδε πόνων χρή σε τέρμα κέλ- σαντ' ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ τε καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς. ΠΡΟΜΗθΕΥΣ Οἶδ' ὅτι τραχὺς καὶ παρ' ἑαυτῷ ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ τὸ δίκαιον ἔχων ἔχων Ζεύς, ἀλλ' · ἔμπας, ὀΐω, μαλακογνώμων ἔσται ποθ', ὅταν ταύτῃ ῥαισθῇ, τὴν δ' ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντί ποθ' ἥξει. ΧΟΡΟΣ Πάντ' ἐκκάλυψον καὶ γέγων' ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπ' αἰτιάματι οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται· δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτῃ λόγῳ. ΠΡΟΜΗθΕΥΣ Ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. Ἐπεὶ τάχιστ' ἤρξαντο δαίμονες χόλου στάσις τ' ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας ἕδρης Κρόνον, cf. 226 ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἳ δὲ τοὔμπαλιν σπεύδοντες ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν, ἐνταῦθ' ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτάνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ᾤοντ' ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν· ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον, θέμις καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ᾗ κραίνοιτο προὐτεθεσπίκει, ὡς οὐ κατ' ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν χρείη χρεῖ' ἦ seu χρὴ (uel χρῆν) ἦ , δόλῳ δὲ τοὺς ὑπερέχοντας κρατεῖν· τοιαῦτ' ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. Κράτιστα δή μοι τῶν παρεστώτων τότε ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ ἐφαίνετ' εἶναι προσλαβόντι προσλαβόντα μητέρα ἑκόνθ' ἑκόντι Ζηνὶ συμπαραστατεῖν· ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. Τοιάδ' ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδέ μ' ἀντημείψατο· ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. Ὃ δ' οὖν ἐρωτᾶτ', αἰτίαν αἰτίην καθ' ἥντινα cf. 201 αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. Ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετ', εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδέν', ἀλλ' ἀϊστώσας γένος τὸ πᾶν ἔχρηζεν ἄλλο φιτῦσαι νέον. Καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ· ἐγὼ δ' ἐτόλμησ'· ἐξελυσάμην ἐξερυσάμην βροτοὺς τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν. Τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ' ἰδεῖν· θνητοὺς δ' ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεὼς ἀλλ' ἀνηλεῶς ὧδ' ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα. ΧΟΡΟΣ Σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις· ἐγὼ γὰρ οὔτ' ἂν εἰσιδεῖν τάδε ἔχρηζον εἰσιδοῦσά τ' ἠλγύνθην κέαρ. ΠΡΟΜΗθΕΥΣ Καὶ μὴν φίλοις ἐλεινὸς ἐλεεινός εἰσορᾶν ἐγώ. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ Μή πού τι προὔβης τῶνδε καὶ περαιτέρω ; μή που : μήπω (μήποτε Μ'). ΠΡΟΜΗθΕΥΣ θνητούς γ' ἔπαυσα μὴ προδέρκεσθαι μόρον. θνητούς γ' rec. : θνητούς τ' (θνητούς rec.). ΧΟΡΟΣ Τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου ; ΠΡΟΜΗθΕΥΣ Τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. ΧΟΡΟΣ Μέγ' ὠφέλημα τοῦτ' ἐδωρήσω βροτοῖς. ΠΡΟΜΗθΕΥΣ Πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. ΧΟΡΟΣ Καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ' ἐφήμεροι ; ΠΡΟΜΗθΕΥΣ Ἀφ' οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. ΧΟΡΟΣ Τοιοῖσδε δή σε Ζεὺς ἐπ' αἰτιάμασιν αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. Οὐδ' ἔστιν ἄθλου τέρμα σοι προκείμενον ; ΠΡΟΜΗθΕΥΣ Οὐκ ἄλλο γ' οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. ΧΟΡΟΣ Δόξει δὲ πῶς ; τίς ἐλπίς ; οὐχ ὁρᾷς ὅτι ἥμαρτες ; ὡς δ' ἥμαρτες οὔτ' ἐμοὶ λέγειν καθ' ἡδονὴν σοί τ' ἄλγος· ἀλλὰ ταῦτα μὲν μεθῶμεν, ἄθλου δ' ἔκλυσιν ζήτει τινά. ΠΡΟΜΗθΕΥΣ Ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα ἔχει παραινεῖν νουθετεῖν τε τὸν... πράσσοντ' τοὺς... πράσσοντας κακῶς ἐγὼ δὲ ταῦθ' ἅπαντ' ἠπιστάμην· ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι· θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην εὑρόμην πόνους. θνητοῖς : θνητοῖς δ'. Οὐ μήν τι ποιναῖς γ' ᾠόμην τοίαισί με κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντ' ἐρήμου τοῦδ' ἀγείτονος πάγου. Καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ' ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας ἀκούσαθ', ὡς μάθητε διὰ τέλους τὸ πᾶν· ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ πίθεσθέ πείθεσθε μοι, πίθεσθε πείθεσθε , συμπονήσατε τῷ νῦν μογοῦντι· ταὐτά ταῦτά τοι πλανωμένη πρὸς ἄλλοτ' ἄλλον πημονὴ προσιζάνει. ΧΟΡΟΣ Οὐκ ἀκούσαις ἐπεθώυξας τοῦτο, Προμηθεῦ· καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ' αἰθέρα θ', ἁγνὸν πόρον οἰωνῶν, ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ· τοὺς σοὺς δὲ πόνους χρῄζω διὰ παντὸς ἀκοῦσαι. ΩΚΕΑΝΟΣ Ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ' οἰωνὸν γνώμῃ, στομίων ἄτερ, εὐθύνων· ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ· τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νείμαιμ' ἢ σοί· γνώσῃ δὲ τάδ' ὡς ἔτυμ', οὐδὲ μάτην μάτην σε (uel σοι uel σε τὸ) χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ σήμαιν' ὅ τι χρή σοι συμπράσσειν συμπράττειν · οὐ γάρ ποτ' ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι. ΠΡΟΜΗθΕΥΣ Ἔα, τί χρῆμα ; καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης ; πῶς ἐτόλμησας, λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ αὐτόκτιτ' ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἶαν ; Ἦ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς ; Δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἵαις ὑπ' αὐτοῦ πημοναῖσι κάμπτομαι. ΩΚΕΑΝΟΣ Ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ· γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι μεθάρμοσον τρόπους νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς· εἰ δ' ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ' ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν χόλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν· ἀλλ', ὦ ταλαίπωρ', ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. Ἀρχαῖ' ἴσως σοι φαίνομαι λέγειν τάδε· τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται· σὺ δ' οὐδέπω ταπεινὸς οὐδ' εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ' ἄλλα προσλαβεῖν θέλεις. Οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ' ὑπεύθυνος κρατεῖ. Καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ σ' ἐκλῦσαι πόνων· σὺ δ' ἡσύχαζε μηδ' ἄγαν λαβροστόμει. Ἢ οὐκ οἶσθ', ἀκριβῶς ὢν περισσόφρων, ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται προσγίνεται ; ΠΡΟΜΗθΕΥΣ Ζηλῶ σ' ὁθούνεκ' ἐκτὸς αἰτίας κυρεῖς πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ Καὶ νῦν ἔασον μηδέ σοι μελησάτω· πάντως γὰρ οὐ πείσεις πείθεις νιν· οὐ γὰρ εὐπιθής εὐπειθής · πάπταινε δ' αὐτὸς μή τι πημανθῇς ὁδῷ. ΩΚΕΑΝΟΣ Πολλῷ γ' ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι· ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς· αὐχῶ γάρ, αὐχῶ τήνδε δωρειὰν δωρεάν ἐμοὶ δώσειν Δί', ὥστε τῶνδέ σ' ἐκλῦσαι πόνων. ΠΡΟΜΗθΕΥΣ Τὰ μέν σ' ἐπαινῶ κοὐδαμῇ κοὐδὲ μὴ λήξω ποτέ· προθυμίας γὰρ οὐδὲν ἐλλείπεις· ἀτὰρ μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλοις θέλεις · ἀλλ' ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ' εἵνεκα θέλοιμ' ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. Οὐ δῆτ', ἐπεί με καὶ κασιγνήτου τύχαι τείρουσ' Ἄτλαντος, ὃς πρὸς ἐς ἑσπέρους τόπους ἕστηκε κίον' οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. Τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ᾤκτιρα ᾤκτειρα , δάϊον τέρας ἑκατογκάρηνον ἑκατοντο- seu ἑκατοντακάρηνον (χάρανον Μ) πρὸς βίαν χειρούμενον, Τυφῶνα θοῦρον· πᾶσι δ' πᾶσιν ὃς ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον φόνον · ἐξ ὀμμάτων δ' ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ' ἐκπέρσων βίᾳ. Ἀλλ' ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ κομπασμάτων· φρένας γὰρ εἰς αὐτὰς τυπεὶς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. Καὶ νῦν ἀχρεῖον καὶ παρήορον παρήωρον seu παράορον (uel -ωρον) δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο, κορυφαῖς δ' ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος. Ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας· τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον θερμοῖς θερμῆς ἀπλήστου βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. Σὺ δ' οὐκ ἄπειρος, οὐδ' ἐμοῦ διδασκάλου χρῄζεις· σεαυτὸν σῷζ' ὅπως ἐπίστασαι· ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔστ' ἂν Διὸς φρόνημα λωφήσῃ χόλου. ΩΚΕΑΝΟΣ Οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι ὀργῆς ψυχῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι ; ΠΡΟΜΗθΕΥΣ Ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. ΩΚΕΑΝΟΣ Ἐν τῷ προθυμεῖσθαι προμηθεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν ; δίδασκέ με. ΠΡΟΜΗθΕΥΣ Μόχθον περισσὸν κουφόνουν τ' εὐηθίαν. ΩΚΕΑΝΟΣ Ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεί κέρδιστον εὖ φρονοῦντα μὴ φρονοῦν δοκεῖν. ΠΡΟΜΗθΕΥΣ Ἐμὸν δοκήσει δοκεῖ σοι τἀμπλάκημ' εἶναι τόδε. ΩΚΕΑΝΟΣ Σαφῶς μ' ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. ΠΡΟΜΗθΕΥΣ Μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. ΩΚΕΑΝΟΣ Ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας ; ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ Τούτου φυλάσσου μή ποτ' ἀχθεσθῇ κέαρ. ΩΚΕΑΝΟΣ Ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. ΠΡΟΜΗθΕΥΣ Στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. ΩΚΕΑΝΟΣ Ὁρμωμένῳ μοι τόνδ' ἐθώϋξας λόγον· λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει ψαύει πτεροῖς τετρασκελὴς οἰωνός, ἄσμενος δέ τἂν δέ τ' ἂν seu δ' ἔτ' ἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. ΧΟΡΟΣ Στένω σε τᾶς οὐ- Str. 1. λομένας τύχας, Προμηθεῦ, δακρυσίστακτον δ' ἀπ' ὄσσων ῥαδινῶν ῥαδινὸν λειβομένα ῥέος παρειὰν νοτίοις ἔτεγξα παγαῖς· ἀμέγαρτα γὰρ τάδε Ζεὺς ἰδίοις νόμοις κρατύνων ὑπερήφανον θεοῖς τοῖς πάρος ἐνδείκνυσιν αἰχμήν. Πρόπασα δ' ἤδη Ant. 1. στόνοεν λέλακε χώρα, μεγαλοσχήμονά τ' ἀρχαι- οπρεπῆ <τ' οἰχομέναν> στένουσι τὰν σὰν τ' οἰχομέναν ex. gr. suppleuerim. ξυνομαιμόνων τε τιμάν, ὁπόσοι τ' ἔποικον ἁγνᾶς Ἀσίας ἕδος νέμονται μεγαλοστόνοισι σοῖς πή- μασι συγκάμνουσι θνατοί· Κολχίδος τε γᾶς ἔνοικοι Str. 2. παρθένοι, μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαι- ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ τιν' ἔχουσι λίμναν· Ἀραβίας τ' ἄρειον ἄνθος, Ant. 2. ὑψίκρημνον οἳ θ' οἳ πόλισμα Καυκάσου πέλας νέμονται νέμουσι , δάϊος στρατὸς ὀξυπρῴ- ροισι βρέμων ἐν αἰχμαῖς. [Μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις 425-30 Μόνον... ὑποστενάζει secl. Badham, uerbum ὑποστενάζει Aeschylo restituit Wil. δαμέντ' ἀδαμαντοδέτοις ἀκαμαντοδέτοις Τιτᾶνα λύμαις εἰσιδόμαν θεόν θεῶν , Ἄτλανθ', ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν ὡς γᾶν οὐράνιόν τε πόλον νώτοις] Ὑποστενάζει δὲ δὲ βοᾷ πόντιος κλύδων Epod. ξυμπίτνων, στένει βυθός βαθύς , κελαινὸς κελαινὸς δ' Ἄιδος ὑποβρέμει μυχὸς γᾶς, παγαί θ' ἁγνορύτων ποταμῶν στένουσιν ἄλγος οἰκτρόν. ΠΡΟΜΗθΕΥΣ Μή τοι χλιδῇ δοκεῖτε μηδ' αὐθαδίᾳ σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον προσελούμενον . Καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα τίς ἄλλος ἢ 'γώ παντελῶς διώρισεν ; Ἀλλ' αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα ἀκούσαθ', ὥς σφας νηπίους ὄντας τὸ πρίν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους· λέξω δὲ μέμψιν οὔτιν' ἀνθρώποις ἔχων, ἀλλ' ὧν δέδωκ' εὔνοιαν ἐξηγούμενος· οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ κλύοντες οὐκ ἤκουον, ἀλλ' ὀνειράτων ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς δόμους προσείλους προσήλους ἦσαν, οὐ ξυλουργίαν, κατώρυχες δ' ἔναιον ὥστ' ἀήσυροι ἀείσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. Ἦν δ' οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ' ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ' ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. Καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, μνήμην ἁπάντων ἁπάντων θ' , μουσομήτορ' ἐργάνην ἐργάτιν . Κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα ζεύγλαισι δουλεύοντα σώμασίν θ', ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ' γίνωνθ' seu γένωνθ' , ὑφ' ἅρμα τ' ἤγαγον φιληνίους ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς. θαλασσόπλαγκτα δ' οὔτις ἄλλος ἀντ' ἐμοῦ λινόπτερ' ηὗρε ναυτίλων ὀχήματα. Τοιαῦτα μηχανήματ' ἐξευρὼν τάλας βροτοῖσιν αὐτὸς οὐκ ἔχω σόφισμ' ὅτῳ τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ. ΧΟΡΟΣ Πέπονθας αἰκὲς ἀεικὲς πῆμ'· ἀποσφαλεὶς φρενῶν πλανᾷ, κακὸς δ' ἰατρὸς ὥς τις ἐς νόσον πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος ἰάσιμον . ΠΡΟΜΗθΕΥΣ Τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον, ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ οἵας τέχνας τε καὶ πόρους δόλους ἐμησάμην. Τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημ' οὐδέν, οὔτε οὐδὲ βρώσιμον, οὐ χριστόν, οὐδὲ πιστόν οὐ ποτιστόν , ἀλλὰ φαρμάκων χρείᾳ κατεσκέλλοντο, πρίν γ' ἐγώ σφισιν ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. Τρόπους τε δὲ πολλοὺς μαντικῆς ἐστοίχισα κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρισ' αὐτοῖς ἐνοδίους τε συμβόλους, γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισ', οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχουσ' ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι, σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχοντ' ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν, χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν, κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην ὤδωσα θνητοὺς καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα πρόσθεν ὄντ' ἐπάργεμα. Τοιαῦτα μὲν δὴ ταῦτ'· ἔνερθε δὲ χθονὸς κεκρυμμέν' ἀνθρώποισιν ὠφελήματα, χαλκόν, σίδηρον, ἄργυρον χρυσόν τε δὲ , τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ ; οὐδείς, σάφ' οἶδα, μὴ μάτην φλῦσαι θέλων. Βραχεῖ δὲ μύθῳ πάντα ταῦτα συλλήβδην μάθε πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως. ΧΟΡΟΣ Μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ σαυτοῦ δ' ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼ εὔελπίς εἰμι τῶνδέ σ' ἐκ δεσμῶν ἔτι λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. ΠΡΟΜΗθΕΥΣ Οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς δύαις τε καμφθείς, ὧδε δεσμὰ φυγγάνω· τέχνη δ' ἀνάγκης ἀσθενεστέρα μακρῷ. ΧΟΡΟΣ Τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος ; ΠΡΟΜΗθΕΥΣ Μοῖραι τρίμορφοι μνήμονές τ' Ἐρινύες. ΧΟΡΟΣ Τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος ; ΠΡΟΜΗθΕΥΣ Οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. ΧΟΡΟΣ Τί γὰρ πέπρωται Ζηνὶ πλὴν πρὶν ἀεὶ κρατεῖν ; cf. 770 ΠΡΟΜΗθΕΥΣ Τοῦτ' οὐκέτ' ἂν οὐκ ἂν (inde metri causa οὐκ ἂν οὖν) πύθοιο μηδὲ λιπάρει. ΧΟΡΟΣ Ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις. ΠΡΟΜΗθΕΥΣ Ἄλλου λόγου μέμνησθε, τόνδε δ' οὐδαμῶς καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. ΧΟΡΟΣ Μηδάμ' ὁ πάντα νέμων Str. 1. θεῖτ' ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς, μηδ' ἐλινύσαιμι θεοὺς ὁσίαις ὁσίους θοίναις ποτινισσομένα βουφόνοις παρ' Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον, μηδ' ἀλίτοιμι λόγοις· ἀλλά μοι τόδ' ἐμμένοι καὶ μήποτ' ἐκτακείη. Ἡδύ τι θαρσαλέαις Ant. 1. τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις· φρίσσω δέ σε δερκομένα ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ μυρίοις μόχθοις διακναιόμενον — Ζῆνα γὰρ οὐ τρομέων ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ. Φέρ' ὅπως χάρις ἁ χάρις ἄχαρις , ὦ Str. 2. φίλος, εἰπέ· ποῦ τίς ἀλκά, τίς ἐφαμερίων ἄρηξις ; οὐδ' ἐδέρχθης ὀλιγοδρανίαν ἄκικυν ἰσόνειρον ᾗ τὸ φωτῶν ἀλαὸν γένος ἐμπεποδισ- μένον ; οὔποτε < γάρ τοι om. > 541 <χαλκευμάτων> Fritzsche τὰν Διὸς ἁρμονίαν θνα- τῶν παρεξίασι βουλαί. Ἔμαθον τάδε σὰς προσιδοῦσ' Ant. 2. ὀλοὰς τύχας, Προμηθεῦ· τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα τόδ' ἐκεῖνό θ' ὅ τ' ἀμφὶ λουτρὰ λοετρά καὶ λέχος σὸν ὑμεναίουν ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις ἄγαγες Ἡσιόναν πεί- θων πιθὼν seu ποθῶν δάμαρτα κοινόλεκτρον. ΙΩ Τίς γῆ ; τί γένος ; τίνα φῶ λεύσσειν τόνδε χαλινοῖς ἐν πετρίνοισιν χειμαζόμενον ; τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ ; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. Ἆ ἆ, ἐή ἢ ἔ ἔα ἔα , ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος, εἴδωλον Ἄργου γηγενοῦς· τὰν Tricl. : om. cett. ἄλευ', ὦ δᾶ, φοβοῦμαι ὦ δᾶ : ὦ δᾶ τὸν μυριωπὸν εἰσορῶσα βούταν. ὃ δὲ πορεύεται δόλιον ὄμμ' ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει, ἀλλ' ἐμὲ τὴν τάλαιναν ἐξ ἐνέρων περῶν κυνηγετεῖ πλανᾷ τε νῆστιν ἀνὰ τὴν παραλίαν ψάμμον. ψάμμον : ψάμμαν M1 Ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ Str. ἀχέτας ὑπνοδόταν νόμον· ἰὼ ἰὼ πόποι, πόποι Seidler : ποῖ ποῖ πόποι πόποι ποῖ μ' ἄγουσ' <αἵδε> τη- ἄγουσ' αἵδε metri gr. scripsi : ἄγουσι λέπλαγκτοι πλάναι ; Τί ποτέ μ', ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ' ἐνέζευξας εὑρὼν ἁμαρτοῦ- σαν ἐν πημοναῖσιν, ἐή, ἐή edd. : ὲ ὲ (item 599, 603, 742) οἰστρηλάτῳ δὲ δείματι δειλαίαν παράκοπον ὧδε τείρεις ; Πυρί <με> φλέξον ἢ χθονὶ κάλυψον ἢ με add. Erfurdt ποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ. Ἄδην γε πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδ' ἔχω μαθεῖν ὅπῃ πημονὰς ἀλύξω. Κλύεις φθέγμα τᾶς βουκέρω παρθένου ; ΠΡΟΜΗθΕΥΣ Πῶς δ' οὐ κλύω τῆς οἰστροδινήτου κόρης, ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ τῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρ ἔρωτι καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥρα στυγητὸς πρὸς βίαν γυμνάζεται ; ΙΩ Πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ' ἀπύεις ; Ant. εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ', ὦ τάλας, τὰν ταλαίπωρον ὧδ' ἔτυμα προσθροεῖς, θεόσυτόν τε νόσον ὠνόμασας ἃ μαραίνει με χρίουσα κέντροι- σι φοιταλέοισιν ; ἐή· σκιρτημάτων δὲ νήστισιν αἰκίαις λαβρόσυτος ἦλθον, <Ἥρας> Ἥρας add. Herm. (ex schol.) ἐπικότοισι μήδεσι δαμεῖσα· δυσ- δαιμόνων δὲ τίνες οἷ', ἐή, οἷ' ἐγὼ μογοῦσιν ; Ἀλλά μοι τορῶς τέκμηρον ὅ τί μ' ἐπαμμένει παθεῖν· τί μῆχαρ ἢ τί φάρμακον νόσου ; μῆχαρ ἢ Martin (μῆχαρ Elmsley) : μὴ (uel μοι) χρὴ δεῖξον, εἴπερ οἶσθα. θρόει, φράζε τᾷ φράζε τᾷ : φράζε τε δυσπλάνῳ παρθένῳ. ΠΡΟΜΗθΕΥΣ Λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν, ὅπερ Et. M. : ὅτι οὐκ ἐμπλέκων αἰνίγματ', ἀλλ' ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα· πυρὸς βροτοῖς δοτῆρ' ὁρᾷς Προμηθέα. ΙΩ Ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε ; ΠΡΟΜΗθΕΥΣ Ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΙΩ Οὐκοῦν πόροις ἂν τήνδε δωρειὰν δωρεάν ἐμοί ; ΠΡΟΜΗθΕΥΣ Λέγ' ἥντιν' αὐτῇ· πᾶν γὰρ ἂν γὰρ (inde γὰρ οὖν Μ γὰρ ἐκ- alia alii) πύθοιό μου. ΙΩ Σήμηνον ὅστις ἐν φάραγγί σ' ὤχμασεν. ΠΡΟΜΗθΕΥΣ Βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ. ΙΩ Ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις ; ΠΡΟΜΗθΕΥΣ Τοσοῦτον ἀρκῶ σοι σαφηνίσας σαφηνίσαι μόνον. ΙΩ Καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. ΠΡΟΜΗθΕΥΣ Τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε. ΙΩ Μήτοι με κρύψῃς τοῦθ' ὅπερ μέλλω παθεῖν. ΠΡΟΜΗθΕΥΣ Ἀλλ' οὐ μεγαίρω τοῦδε τοῦ δωρήματος. ΙΩ Τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν ; ΠΡΟΜΗθΕΥΣ Φθόνος μὲν οὐδείς, σὰς δ' ὀκνῶ θρᾶξαι φρένας. ΙΩ Μή μου προκήδου μᾶσσον, ὡς ἐμοὶ γλυκύ. ΠΡΟΜΗθΕΥΣ Ἐπεὶ προθυμῇ, χρὴ λέγειν· ἄκουε δή. ΧΟΡΟΣ Μήπω γε· μοῖραν δ' ἡδονῆς κἀμοὶ πόρε· τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας· τὰ λοιπὰ δ' ἄθλων σοῦ διδαχθήτω πάρα. ΠΡΟΜΗθΕΥΣ Σὸν ἔργον, Ἰοῖ, ταῖσδ' ὑπουργῆσαι χάριν, ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός, ὡς τἀποκλαῦσαι κἀποκλαῦσαι κἀποδύρασθαι τύχας, ἐνταῦθ' ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει. ΙΩ Οὐκ οἶδ' ὅπως ὑμῖν ἀπιστῆσαί με χρή, σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε πεύσεσθε· καίτοι καὶ λέγουσ' αἰσχύνομαι ὀδύρομαι θεόσσυτον χειμῶνα καὶ διαφθορὰν ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΙΩ μορφῆς ὅθεν μοι σχετλίᾳ προσέπτατο. Ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν λείοισι μύθοις· « Ὦ μέγ' εὔδαιμον κόρη, τί παρθενεύῃ δαρόν, ἐξόν σοι γάμου τυχεῖν μεγίστου ; Ζεὺς γὰρ ἱμέρου βέλει πρὸς σοῦ τέθαλπται καὶ ξυναίρεσθαι συναίρεσθαι seu ξυνάρασθαι Κύπριν θέλει· σὺ δ', ὦ παῖ, μὴ 'πολακτίσῃς λέχος τὸ Ζηνός, ἀλλ' ἔξελθε πρὸς Λέρνης βαθὺν λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός, ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου. » Τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασιν ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ ἔτλην γεγωνεῖν νυκτίφοιτ' νυκτιφαντ' M ὀνείρατα. Ὁ δ' ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ δρῶντ' ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα· ἧκον δ' ἀναγγέλλοντες αἰολοστόμους χρησμοὺς ἀσήμους δυσκρίτως τ' εἰρημένους· τέλος δ' ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμὲ ἄφετον ἀλᾶσθαι γῆς ἐπ' ἐσχάτοις ὅροις· κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν κεραυνὸν, ὃς πᾶν ἐξαϊστώσει γένος. Τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκλῃσε δωμάτων ἄκουσαν ἄκων· ἀλλ' ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. Εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δ', ὡς ὁρᾶτ', ὀξυστόμῳ ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΙΩ μύωπι χρισθεῖσ' ἐμμανεῖ σκιρτήματι ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας Κεγχρείας ῥέος Λέρνης τε κρήνην ἄκρην τε · βουκόλος δὲ γηγενὴς ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει πυκνοῖς ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. Ἀπροσδόκητος δ' αὐτὸν αἰφνίδια αἰφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν, οἰστροπλὴξ δ' ἐγὼ μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι. Κλύεις τὰ πραχθέντ'· εἰ δ' ἔχεις εἰπεῖν ὅ τι ἔτι λοιπὸν πόνων πόνον , σήμαινε· μηδέ μ' οἰκτίσας ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ αἴσχιστον εἶναί φημι συνθέτους λόγους. ΧΟΡΟΣ Ἔα ἔα, ἄπεχε, φεῦ· οὐπώποτ' οὐπώποτ' οὔποτ' οὔποτ' ηὔχουν ηὐχόμην ξένους μολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν, οὐδ' ὧδε δυσθέατα καὶ δύσοιστα δύσοιστα πήματα, λύματα, δείματα δείματ' ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν. Ἰὼ ἰὼ ἰώ μοῖρα, μοῖρα, πέφρικ' εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. ΠΡΟΜΗθΕΥΣ Πρώ πρό γε στενάζεις καὶ φόβου πλέα τις εἶ· ἐπίσχες ἔστ' ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. ΧΟΡΟΣ Λέγ', ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προὐξεπίστασθαι τορῶς. ΠΡΟΜΗθΕΥΣ Τὴν πρίν γε χρείαν χρείαν τ' ἠνύσασθ' ἐμοῦ πάρα κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ' ἐχρῄζετε ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ τὸν ἀμφ' ἑαυτῆς ἆθλον ἐξηγουμένης· τὰ λοιπὰ νῦν ἀκούσαθ', οἷα χρὴ πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεανίδα· σύ τ', Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους θυμῷ βάλ' μάθ' , ὡς ἂν τέρματ' ἐκμάθῃς ὁδοῦ. Πρῶτον μὲν ἐνθένδ' ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχ' ἀνηρότους γύας· Σκύθας δ' ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσ' ἐπ' εὐκύκλοις ὄχοις, ἑκηβόλοις τόξοισιν ἐξηρτημένοι· οἷς μὴ πελάζειν, ἀλλ' ἁλιστόνοις πόδας γύποδας (cf. 708) χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. Λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή· ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι πρόσπλαστοι ξένοις. Ἥξεις δ' Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπ' αὐτῶν. Ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ' Ἀμαζόνων στρατὸν ἥξεις στυγάνορ', αἳ θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ θερμώδονθ', ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύτῃσι, μητρυιὰ νεῶν· αὐταί σ' ὁδηγήσουσι καὶ μάλ' ἀσμένως. Ἰσθμὸν δ' ἐπ' αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶν' ἐκπερᾶν Μαιωτικόν· ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ τῆς σῆς πορείας, Βόσπορος δ' ἐπώνυμος κεκλήσεται· λιποῦσα δ' Εὐρώπης πέδον ἤπειρον ἥξεις Ἀσιάδ'. Ἆρ' ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ' ὁμῶς βίαιος εἶναι ; τῇδε γὰρ θνητῇ θεὸς χρήζων μιγῆναι τάσδ' ἐπέρριψεν πλάνας· πικροῦ δ' ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος· οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοὶ μηδέπω 'ν μηδ' ἐπῶν προοιμίοις. ΙΩ Ἰώ μοί μοι, ἐή. ΠΡΟΜΗθΕΥΣ Σὺ δ' αὖ κέκραγας κἀναμυχθίζῃ· τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά ; ΧΟΡΟΣ Ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς ; ΠΡΟΜΗθΕΥΣ Δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. ΙΩ Τί δῆτ' ἐμοὶ ζῆν κέρδος, ἀλλ' οὐκ ἐν τάχει ἔρριψ' ἐμαυτὴν τῆσδ' ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι πέδω σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην ; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. ΠΡΟΜΗθΕΥΣ Ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον· αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή· νῦν δ' οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. ΙΩ Ἦ γάρ ποτ' ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία ; ΠΡΟΜΗθΕΥΣ Ἥδοι' Ἥδοιμ' ἄν, οἶμαι, τήνδ' ἰδοῦσα συμφοράν. ΙΩ Πῶς δ' οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς ; ΠΡΟΜΗθΕΥΣ Ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. ΙΩ Πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται ; ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ Πρὸς αὐτὸς αὑτοῦ αὐτὸς πρὸς κενοφρόνων βουλευμάτων. ΙΩ Ποίῳ τρόπῳ ; σήμηνον, εἰ μή τις βλάβη. ΠΡΟΜΗθΕΥΣ Γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ' ἀσχαλᾷ. ΙΩ θέορτον, ἢ βρότειον ; εἰ ῥητόν, φράσον. ΠΡΟΜΗθΕΥΣ Τί δ' ὅντιν' ; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. ΙΩ Ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων ; ΠΡΟΜΗθΕΥΣ Ἣ τέξεταί γε παῖδα φέρτερον πατρός. ΙΩ Οὐδ' ἔστιν αὐτῷ τῆσδ' ἀποστροφὴ τύχης ; ΠΡΟΜΗθΕΥΣ Οὐ δῆτα, πλὴν πρὶν ἔγωγ' ἂν ἐκ δεσμῶν λυθείς λυθῶ . cf. 519 ΙΩ Τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός ; ΠΡΟΜΗθΕΥΣ Τῶν σῶν τιν' αὐτὸν ἐκγόνων εἶναι χρεών. ΙΩ Πῶς εἶπας ; ἦ 'μὸς παῖς σ' ἀπαλλάξει κακῶν ; ΠΡΟΜΗθΕΥΣ Τρίτος γε γένναν πρὸς δέκ' ἄλλαισιν γοναῖς. ΙΩ Ἥδ' οὐκέτ' εὐξύμβλητος ἡ χρησμῳδία. ΠΡΟΜΗθΕΥΣ Καὶ μηδὲ σαυτῆς γ' σαυτῆς τ' seu σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. ΙΩ Μή μοι προτείνων κέρδος εἶτ' ἀποστέρει. ΠΡΟΜΗθΕΥΣ Δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. ΙΩ Ποίοιν ; πρόδειξον αἵρεσίν τ' ἐμοὶ δίδου. ΠΡΟΜΗθΕΥΣ Δίδωμ'· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς ἢ τὸν ἐκλύσοντ' ἐμέ. ΧΟΡΟΣ Τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ' ἐμοὶ χάριν θέσθαι θέλησον, μηδ' ἀτιμάσῃς λόγους· καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ. ΠΡΟΜΗθΕΥΣ Ἐπεὶ προθυμεῖσθ', οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε. Σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ Ὅταν περάσῃς ῥεῖθρον ἠπείρων ὅρον, πρὸς ἀντολὰς φλογώπας ἡλιοστιβεῖς 791 lacunam sensit Heath. πόντου περῶσα φλοῖσβον, ἔστ' ἂν ἐξίκῃ πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ' ἐκτημέναι, μονόδοντες, ἃς οὔθ' ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ' ἡ νύκτερος μήνη ποτέ. Πέλας δ' ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. Τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω· ἄλλην δ' ἄκουσον δυσχερῆ θεωρίαν· ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρῦπας φύλαξαι τόν τε μουνῶπα στρατὸν Ἀριμασπὸν ἱπποβάμον', οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου πόρον · τούτοις σὺ μὴ πέλαζε. Τηλουρὸν δὲ γῆν ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. Τούτου παρ' ὄχθας ἕρφ', ἕως ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βυβλίνων Βιβλίνων ὀρῶν ἄπο ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος· οὗτός σ' ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. Τῶν δ' εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. ΧΟΡΟΣ Εἰ μέντοι τῇδε λοιπὸν ἢ παρειμένον ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγ'· εἰ δὲ πάντ' εἴρηκας, ἡμῖν αὖ χάριν δὸς ἥντιν' αἰτούμεσθα, μέμνησαι δέ που. ΠΡΟΜΗθΕΥΣ Τὸ πᾶν πορείας ἥδε τέρμ' ἀκήκοεν· ὅπως δ' ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῖρ' ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτ' αὐτὸ δοὺς μύθων ἐμῶν. Ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δ' εἶμι τέρμα σῶν πλανημάτων. Ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ δάπεδα, τὴν αἰπύνωτόν τ' ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θῶκός τ' ἐστὶ θεσπρωτοῦ Διός, τέρας τ' ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφ' ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης προσηγορήθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσ' ἔσεσθαι — τῶνδε προσσαίνει σέ τι ; — ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας, ἀφ' οὗ παλιμπλάγκτοισι πολυπλ- Tricl. χειμάζῃ δρόμοις· χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστασ', Ἰόνιος κεκλήσεται κληθήσεται , τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. Σημεῖά σοι τάδ' ἐστὶ τῆς ἐμῆς φρενὸς ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. Τὰ λοιπὰ δ' ὑμῖν τῇδέ τ' ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. Ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι· ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον· ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα. Πέμπτη δ' ἀπ' αὐτοῦ γέννα πεντηκοντάπαις πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ' ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν· οἳ δ' ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύοντες θηρεύσοντες οὐ θηρασίμους γάμους· φθόνον δὲ σωμάτων ἕξει θεός, Πελασγία δὲ δέξεται, θηλυκτόνῳ Ἄρει δαμέντων νυκτιφρουρήτῳ θράσει· γυνὴ γὰρ ἄνδρ' ἕκαστον αἰῶνος στερεῖ δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος· τοιάδ' ἐς ἐπ' ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. Μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ κτεῖναι σύνευνον, ἀλλ' ἀπαμβλυνθήσεται γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος· αὕτη κατ' Ἄργος βασιλικὸν τέξει γένος. Μακροῦ λόγου δεῖ ταῦτ' ἐπεξελθεῖν τορῶς· σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ' ἐμὲ λύσει· τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ ἐμὴ διῆλθε Τιτανὶς θέμις ὅπως δὲ χὤπῃ, ταῦτα δεῖ μακροῦ χρόνου λόγου εἰπεῖν, σύ τ' οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. ΙΩ Ἐλελεῦ, ἐλελεῦ ἐλελελελελεῦ , ὑπό μ' αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσ', οἴστρου δ' ἄρδις χρίει μ' ἄπυρος· ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΙΩ κραδία δὲ φόβῳ φρένα λακτίζει τροχοδινεῖται δ' ὄμμαθ' ἑλίγδην ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ γλώσσης ἀκρατής, θολεροὶ δὲ λόγοι παίουσ' πταίουσ' εἰκῇ στυγνῆς πρὸς κύμασιν ἄτης. ΧΟΡΟΣ Ἦ σοφός, ἦ σοφὸς ἦν ὃς ὃς Str. πρῶτος ἐν γνώμᾳ τόδ' ἐβάστασε καὶ γλώσ- σᾳ διεμυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθ' ἑαυτὸν ἀριστεύει μακρῷ, καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων μήτε τῶν γέννᾳ μεγαλυνομένων ὄντα χερνήταν ἐραστεῦσαι γάμων. Μήποτε μήποτέ μ', ὦ Μοῖ- Ant. ραι < τελέστειραι om. >, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν μηδὲ πλαθείην πλαθείη ἐν Μ πλαθείην (uel πλασθείην) ἐν cett. γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ· ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν εἰσορῶσ' Ἰοῦς ἀμαλαπτομέναν (γ' ἀμαλ. Weil) : γάμῳ δαπτομέναν δυσπλάνοις δυσπλάγχνοις Ἥρας ἀλατείαις πόνων. Ἐμοὶ δ', ὅτῳ ὅτι μὲν ὁμαλὸς ὁ γάμος, ἄφοβος ἄφοβος οὐ δέδια · Epod. μηδὲ κρεισσόνων θεῶν ἔρως ἄφυκτον ὄμμα προσδράκοι προσδάρκοι Μ προσδέρκοι cett. με· ἀπόλεμος ὅδε γ' ὁ πόλεμος, ἄπορα πόριμος, οὐδ' ἔχω τίς ἂν γενοίμαν· τὰν Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπα φύγοιμ' ἄν. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ Ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν αὐθάδη φρονῶν , ἔσται ταπεινός, οἷον ἐξαρτύεται γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος θρόνων τ' θρόνων ἄϊστον ἐκβαλεῖ· πατρὸς δ' τ' ἀρὰ Κρόνου τότ' ἤδη παντελῶς κρανθήσεται, ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων. Τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν δύναιτ' ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς· ἐγὼ τάδ' οἶδα χῷ τρόπῳ. Πρὸς ταῦτά νυν θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις πιστός, τινάσσων τ' ἐν χεροῖν πύρπνουν βέλος. Οὐδὲν γὰρ αὐτῷ ταῦτ' ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ' οὐκ ἀνασχετά· τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ' αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας, ὃς δὴ κεραυνοῦ κρείσσον' εὑρήσει εὑρήσοι φλόγα βροντῆς θ' ὑπερβάλλοντα καρτερὸν κτύπον, θαλασσίαν τε γῆς τινάκτειραν νόσον, τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. Πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τ' ἄρχειν καὶ τὸ δουλεύειν δίχα. ΧΟΡΟΣ Σύ θην ἃ χρῄζεις, ταῦτ' ἐπιγλωσσᾷ Διός. ΠΡΟΜΗθΕΥΣ Ἅπερ τελεῖται, πρὸς δ' ἃ βούλομαι λέγω. ΧΟΡΟΣ Καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα ; ΠΡΟΜΗθΕΥΣ Καὶ τῶνδέ γ' ἕξει δυσλοφωτέρους πόνους. ΧΟΡΟΣ Πῶς δ' Πῶς οὐχὶ ταρβεῖς τοιάδ' ἐκρίπτων ἔπη ; ΠΡΟΜΗθΕΥΣ Τί δ' ἂν Τί δαὶ φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον ; ΧΟΡΟΣ Ἀλλ' ἆθλον ἄν σοι τοῦδ' ἔτ' τοῦδέ γ' ἀλγίω πόροι. ΠΡΟΜΗθΕΥΣ Ὅ δ' οὖν ποιείτω· πάντα προσδόκητά μοι. ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΧΟΡΟΣ Οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. ΠΡΟΜΗθΕΥΣ Σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ' ἀεί· ἐμοὶ δ' ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει· δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. Ἀλλ' εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον· πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν. ΕΡΜΗΣ Σὲ — τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ' ἐς θεοὺς ἐφημέροις τὸν ἡμέροις (uel ἐφημέροις) πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω — πατὴρ ἄνωγέ σ' οὕστινας κομπεῖς γάμους αὐδᾶν, πρὸς ὧν τ' ἐκεῖνος ἐκπίπτει κράτους· καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ' αὔθ' ἕκαστα φράζε ἕκαστ' ἔκφραζε · μηδέ μοι διπλᾶς ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δ' ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. ΠΡΟΜΗθΕΥΣ Σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. Νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ'· οὐκ ἐκ τῶνδ' ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην ; τρίτον δὲ τὸν νῦν κοιρανοῦντ' ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. Μὴ τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; Πολλοῦ γε δὲ καὶ τοῦ παντὸς ἐλλείπω. Σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν· πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἂν ἱστορῇς ἐμέ. ΕΡΜΗΣ Τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΕΡΜΗΣ ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. ΠΡΟΜΗθΕΥΣ Τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασ', οὐκ ἂν ἀλλάξαιμ' ἐγώ· κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον· οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. ΕΡΜΗΣ Χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν. ΠΡΟΜΗθΕΥΣ Χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ' ἐν τούτοις λέγω. ΕΡΜΗΣ Ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ ; ΠΡΟΜΗθΕΥΣ Ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μ' ἐκδίκως. ΕΡΜΗΣ Κλύω σ' ἐγὼ μεμηνότ' οὐ σμικρὰν μικρὰν νόσον. ΠΡΟΜΗθΕΥΣ Νοσοῖμ' ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. ΕΡΜΗΣ Εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. ΠΡΟΜΗθΕΥΣ Ὤμοι. ΕΡΜΗΣ Τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. ΠΡΟΜΗθΕΥΣ Ἀλλ' ἐκδιδάσκει πάνθ' ὁ γηράσκων χρόνος. ΕΡΜΗΣ Καὶ μὴν σύ γ' οὔπω σωφρονεῖν ἐπίστασαι. ΠΡΟΜΗθΕΥΣ Σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ' ὑπηρέτην. ΕΡΜΗΣ Ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. ΠΡΟΜΗθΕΥΣ Καὶ μὴν ὀφείλων γ' ἂν τίνοιμ' αὐτῷ χάριν. ΕΡΜΗΣ Ἐκερτόμησας δῆθεν ὡς παῖδ' ὄντα με παῖδά με . ΠΡΟΜΗθΕΥΣ Οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ' ἀνούστερος, εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα ; οὐκ ἔστιν αἴκισμ' οὐδὲ μηχάνημ' ὅτῳ φῦναι φῆναι προτρέψεται με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. Πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα αἰθεροῦσσα φλόξ, ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασιν χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω· γνάμψει γνάψει γὰρ οὐδὲν τῶνδέ μ' ὥστε καὶ φράσαι φράσειν πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. ΕΡΜΗΣ Ὅρα νυν εἴ σοι ταῦτ' ἀρωγὰ φαίνεται. ΠΡΟΜΗθΕΥΣ Ὤπται πάλαι δὴ καὶ βεβούλευται τάδε. ΕΡΜΗΣ Τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. ΠΡΟΜΗθΕΥΣ Ὀχλεῖς μάτην με κῦμ' ὅπως παρηγορῶν. Εἰσελθέτω σε μήποθ' ὡς ἐγὼ Διὸς γνώμην φοβηθεὶς θηλύνους γενήσομαι καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυναικομίμοις ὑπτιάσμασιν χερῶν λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω. ΕΡΜΗΣ Λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν· τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ. Ἀτὰρ σφοδρύνῃ γ' ἀσθενεῖ σοφίσματι· αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς αὐτὴ καθ' αὑτὴν οὐδενὸς μεῖον μεῖζον σθένει. Σκέψαι δ', ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ' ἄφυκτος. Πρῶτα μὲν γὰρ ὀκρίδα φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ πατὴρ σπαράξει τήνδε καὶ κρύψει δέμας τὸ σόν, πετραία δ' ἀγκάλη σε βαστάσει. Μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις ἐς φάος· Διὸς δέ τοι πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως λάβρος ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΕΡΜΗΣ διαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ' ἧπαρ ἐκθοινήσεται. Τοιοῦδε μόχθου τέρμα μή τι μή τοι seu μηδὲ προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων φανῇ θελήσῃ τ' εἰς ἀναύγητον μολεῖν Ἅιδην κνεφαῖά τ' ἀμφὶ Ταρτάρου βάθη. Πρὸς ταῦτα βούλευ', ὡς ὅδ' οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος· ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. Σὺ δὲ πάπταινε καὶ φρόντιζε, μηδ' αὐθαδίαν εὐβουλίας ἄμεινον ἡγήσῃ ποτέ. ΧΟΡΟΣ Ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ' ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν· πιθοῦ πείθου · σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν. ΠΡΟΜΗθΕΥΣ Εἰδότι τοί μοι τάσδ' ἀγγελίας ὅδ' ἐθώϋξεν, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ' ἐχθρῶν οὐδὲν ἀεικές· πρὸς ταῦτ' ἐπ' ἐμοὶ ἐπί μοι ῥιπτέσθω μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ' ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ' ἀγρίων ἀνέμων· χθόνα δ' ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν τῶν τ' οὐρανίων ἄστρων διόδους· ἔς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις· ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ πάντως ἐμέ γ' οὐ θανατώσει. ΕΡΜΗΣ Τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματ' ἔπη τ' ἔστιν ἀκοῦσαι· τί γὰρ ἐλλείπει μὴ παραπαίειν ἡ τοῦδ' εὐχή ἦ τοῦδ' εὐτυχῆ εἰ τοῦδ' (uel τάδ') εὐτυχῆ ; τί χαλᾷ μανιῶν ; Ἀλλ' οὖν ὑμεῖς γ' αἱ γε (γ' ἐν Tricl.) πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων μετά ποι που χωρεῖτ' ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημ' ἀτέραμνον. ΧΟΡΟΣ Ἄλλο τι φώνει καὶ παραμυθοῦ μ' ὅ τι καὶ πείσεις· οὐ γὰρ δήπου τοῦτό γε τλητὸν παρέσυρας ἔπος· πῶς με κελεύεις κακότητ' ἀσκεῖν ; μετὰ τοῦδ' ὅ τι χρὴ πάσχειν ἐθέλω· τοὺς προδότας γὰρ μισεῖν ἔμαθον κοὐκ ἔστι νόσος τῆσδ' ἥντιν' ἀπέπτυσα μᾶλλον. ΕΡΜΗΣ Ἀλλ' οὖν μέμνησθ' ἅτ' ἐγὼ προλέγω μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτ' εἴπηθ' ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ' εἰσέβαλεν, μὴ δῆτ', αὐταὶ δ' ὑμᾶς αὐτάς· εἰδυῖαι γὰρ κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως εἰς ἀπέραντον ἀπέρατον δίκτυον ἄτης ἐμπλεχθήσεσθ' ὑπ' ἀνοίας. ΠΡΟΜΗθΕΥΣ Καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ χθὼν σεσάλευται, βρυχία δ' ἠχὼ παραμυκᾶται ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ ΠΡΟΜΗθΕΥΣ βροντῆς, ἕλικες δ' ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν εἱλίσσουσι, σκιρτᾷ δ' ἀνέμων πνεύματα πάντων εἰς ἄλληλα στάσιν ἀντίπνουν ἀποδεικνύμενα, ξυντετάρακται δ' αἰθὴρ πόντῳ. Τοιάδ' ἐπ' ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς. Ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος εἱλίσσων, ἐσορᾷς μ' ὡς ἔκδικα πάσχω ;