Προμηθεὺς Δεσμώτης Aeschyli Fabulae: cum lectionibus et scholiis codicis Medicei et in <title level="a" xml:lang="la">Agamemnonem codicis Florentini ab Hieronymo Vitelli denuo collatis Aeschylus N. Wecklein lectiones et scholia denuo collata Hieronymus Vitelli Nikolaus Wecklein's 1885 Berlin edition. 2 volumes S. Calvary eiusque socius Berolini 1885 Public domain

Digitized by Google; served via HathiTrust.

843255544 010110186 urn:cts:greekLit:tlg0085.tlg003.wecklein1885-grc2
Aeschyli Fabulae: cum lectionibus et scholiis codicis Medicei et in Agamemnonem codicis Florentini ab Hieronymo Vitelli denuo collatis Aeschylus N. Wecklein Berolini S. Calvary eiusque socius 1885 2 v. Pars I: Textus, Scholia, Apparatus criticus https://hdl.handle.net/2027/uc1.$b64979 uc1.$b64979 Pars II: Appendix coniecturas virorum doctorum minus certas continens https://hdl.handle.net/2027/uc1.$b64980 uc1.$b64980

Converted to play-level Perseus/EpiDoc XML with CTS citation and cross-edition alignment.

Greek text, line numbering, page breaks, scholia, and apparatus follow Wecklein's 1885 edition. Printed strophic labels are encoded as milestones; Smyth card milestones are added with resp="Smyth".

Latin Ancient Greek Aeschylus Greek drama (Tragedy) Scholia Apparatus criticus Initial TEI header created from HathiTrust metadata and scans. Regularized as a play-level EpiDoc edition with CTS URN urn:cts:greekLit:tlg0085.tlg003.wecklein1885-grc2; converted page wrappers to pb elements, regularized apparatus, and added aligned Smyth card milestones.
ΑΙΣΧΥΛΟΥ ΠΡΟΜΗθΕΥΣ ΔΕΣΜΩΤΗΣ. Aeschylus ed. Wecklein.
Κράτος. Χθονὸς μὲν εἰς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς ἃς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην, ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου. Ἥφαιστος. Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
εἰς τὸν Καύκασον (Gl.). (post v. 11 i. e. in fine paginae leguntur haec:) ἰστέον ὅτι οὐ κατὰ τὸν κοινὸν λόγον ἐν Καυκάσῳ φησὶ δεδέσθαι τὸν Προμηθέα, ἀλλὰ πρὸς τοῖς Εὐρωπαίοις τέρμασιν τοῦ Ὠκεανοῦ, ὡς ἀπὸ τῶν πρὸς τὴν Ἰὼ λεγομένων ἔστι συμβαλεῖν. τοῦτο εἰς τὸ ἀπαραμύθητον τοῦ δεθησομένου. καὶ Σοφοκλῆς τὸ αὐτὸ περὶ Φιλοκτήτου λέγει. δίχα φασὶν Ἀθηναῖοι, ἐπιστολὰς καὶ ἐντολάς. λαῶν ἔργον ὀφείλοντα γενέσθαι. ταῦτα ἐρεθίζων Ἥφαιστόν φησιν, ὡς εἰ ἔλεγεν τὸν σὸν κόσμον. — καὶ παρὰ τὸ Ὁμήρου (Ι 212) αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξα. τὸ χ διὰ τὸ σφέ. ἐν παραχορηγήματι αὐτῷ εἰδωλοποιηθεῖσα Βία. παρὰ Ἀθηναίοις Αἰδὼς τιθηνὸς Ἀθηνᾶς.
ἄβροτον ἄβροτον ἄβατόν τ' (ἄβατον recc.) μέλλειν ante rasuram M. ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις ἀδαμαντίναις πέδαισιν ἐν ἀρρήκτοις πέτραις χ praefixum in M.
4 AESCHYLI
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι· ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν· εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ. τῆς ὀρθοβούλου θέμιδος αἰπυμῆτα παῖ, ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ, ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ χροιᾶς ἀμείψεις ἄνθος· ἀσμένῳ δέ σοι ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, πάχνην θ᾽ ἑψαν ἥλιος σκεδᾷ πάλιν· ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύσει σ'· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
ἡ μὲν παρὰ τοῦ Διὸς ἐντολὴ ἡ δι᾽ ὑμῶν ἀγγελθεῖσά μοι ἔχει ἤδη τέλος καὶ οὐδέν ἐστιν ἐμποδὼν τοῦ γενέσθαι, ἄκων δὲ ἐπιχειρήσω τῷ δεσμεύειν. τὸν ἀπὸ μιᾶς ὁρμώμενον τέχνης. ἄνω ἄβατον καὶ ὑψηλόκρημνον αὐτὴν εἶπεν, ὧδε προσανεπλήρωσε τὸ δυσχειμέρῳ. ἔξω ὥρας καὶ φροντίδος ποιεῖσθαι. ἀποστροφὴ πρὸς τὸν Προμηθέα. θέμιδος δὲ τὸν Προμηθέα φησὶ καὶ οὐ Κλυμένης. φλογιζόμενος. σταθεύειν γὰρ τὸ κατ' ὀλίγον ὀπτᾶν φασὶν Αττικοί. χροιᾶς καὶ στοιᾶς φασὶν Ἀθηναῖοι. ποικιλείμων: ἡ ὡς λειμὼν τοῖς ἄστροις ποικιλλομένη. – τοῦ ἡλίου. πάλιν ἐκ διαδοχῆς μετὰ τὴν νύκτα σκεδάσει· ἐν νυκτὶ δὲ ἴσμεν ὅτι γίνεται ἡ πάχνη. ταύτην, φησίν, ὑπὸ τὸν ὄρθρον ἀνατέλλων ὁ ἥλιος ἀποσκεδάσει σοι. ἑῴαν δὲ τὴν ὑπὸ τὴν ἕω γενομένην. δηλοῖ δὲ ὅτι οὐδὲ ἡ νὺξ ἀσμένη αὐτῷ ἔσται. ὁ ποιήσων σε λωφῆσαι Ἡρακλῆς.
δυσχειμέρῳ τῆς δυσχειμέρωι σχεθεῖν σχέθειν εὐωριάζειν ἐξωριάζειν εὐωριάζειν πάγῳ πάγῳ τόπωι ἀεὶ αἰεὶ
PROMETHEVS VINCTUS. 5
τοιαῦτ᾽ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. ἀνθ' ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν, ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ· πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς φθέγξη· Διὸς γὰρ δυσπαραίτητοι φρένες. ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. ΚΡ. εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, ὅστις τὸ σὸν θνητοῖσι προύδωκεν γέρας; ΗΦ. τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία. ΚΡ. σύμφημ᾽· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἷόν τε; πῶς οὐ τοῦτο δειμαίνεις πλέον; ΗΦ. ἀεί τε δὴ νηλής σὺ καὶ θράσους πλέως. ΚΡ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πίνει μάτην. ΗΦ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία. ΚΡ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τοιούτων, φησίν, ἐπέτυχες φιλάνθρωπος γενόμενος. ἐν ἤθει δὲ ὁ λόγος. οἷον τὰ ἐπίχειρα τῆς φιλανθρωπίας ταῦτά σοι ἐγένετο. τινές, ἣν οὐ δυνήσῃ παρατραπῆναι. ἀτερπῆ διὰ τὰ ἐπαγόμενα. προαναφωνεῖ τὰς μονῳδίας αὐτοῦ. ἅπας δὲ τραχὺς ὅστις ἂν νεοκρατῇ: χαλεπαὶ δέ τ᾿ ἀνάκτων εἰσὶν ἀπειλαὶ τῶν νέων. ταῦτα δέ φησιν ὡς νεωστὶ τοῦ Διὸς τὸν πατέρα ἐκβάλλοντος. γνώμη. πυρὸς ταμίας γὰρ καὶ αὐτός. πρὸς τὸν Δία, οὐ πρὸς τὸ Κράτος. ὤφειλε γὰρ οὐδετέρως ἀποδοῦναι. χειρωναξία: ἡ διὰ χειρῶν ἐργασία.
ἐπηύρου ἐπηύρω Elmsley ὅστις ὅτις nullam personae notam habet M, addidit m¹. paragraphis vices personarum notantur in M, nomina addidit m¹. ἀεί τε αἰεί γε τόνδε τῶνδε
6 AESCHYLI
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. ΗΦ. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. ΚΡ. ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν· ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. ΗΦ. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω. ΚΡ. οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν, ὡς μή σ' ἐλινύοντα προσδερχθῇ πατήρ; ΗΦ. καὶ δὴ πρόχειρα ψέλια δέρκεσθαι πάρα. ΚΡ. βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. ΗΦ. περαίνεται δὴ κοὐ ματᾷ τουργον τόδε. ΚΡ. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῆ χάλα. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρους. ΗΦ. ἄραρεν ηδε γ᾽ ὠλένη δυσεκλύτως. ΚΡ. καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος. ΗΦ. πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. ΚΡ. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως. ΗΦ. αἰαῖ, Προμηθεῦ, σῶν ὑπὸ στένω πόνων. ΚΡ. σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ' ἐχθρῶν ὅπερ
ἠνίξατο ὅτι τὴν αἰτίαν Διὸς εἰς τὴν τέχνην μετήγαγεν. ὥρισται, ἐτυπώθη. τινὲς δέ, πάντα ἐκ Μοιρῶν δέδοται τοῖς θεοῖς πλὴν τοῦ ἄρχειν. χρονίζοντα (Gl.). ψαλιά ἐστι κυρίως τὰ περιστόμια τῶν ἵππων. νιν πληθυντικῶς τὰ ψάλια. οὐ μάτην γίνεται. πλὴν τοῦ Προμηθέως. ἥλῳ σιδηρῷ τὰ στήθη αὐτοῦ διαπαττάλευε, ἐπεὶ ἐντεῦθεν αὐτῷ ἡ ἀγχίνοια. — ἥλου σιδηροῦ ἄκρον, τὴν ὀξύτητα. ὀκνεῖς τέλεον ἀποδεῖν.
ἐπαχθῆ ἐπράχθη Stanley ψέλια ψέλια ψάλια βαλών λαβών Stanley πόρους πόρον Dionys. Hal Ant. Rom. VII 36, Marcellin. v. Thuc. § 5, schol. Aristoph. Equ. 759 ὑπὸ στένω ὑποστένω ὑπερστένω (ὅπερ στένω Pauw)
PROMETHEVS VINCTVS. 7
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. ΗΦ. ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. ΚΡ. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. ΗΦ. δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ' ἄγαν. ΚΡ. ἢ μὴν κελεύσω καπιθωύξω γε πρός. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ. ΗΦ. καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. ΚΡ. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας· ὡς οἱπιτιμητής γε τῶν ἔργων βαρύς. ΗΦ. ὅμοια μορφῇ γλῶσσά σου γηρύεται. ΚΡ. σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν ὀργῆς τε τραχυτῆτα μὴ ἐπίπλησσέ μοι. ΗΦ. στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει. ΚΡ. ἐνταῦθα νῦν ὕβριζε, καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθει. τί σοι οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων; ψευδωνύμως σε δαίμονες Προμηθέα καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως, ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσῃ τέχνης.
λείπει σκόπει. δεσμά. ἀντὶ τοῦ δέσμευε αὐτὸν καὶ παρὰ τὰ πλευρά. διὰ τὸ »χώρει κάτω« τὸ μέγεθος ἐνέφηνε τοῦ δεσμευομένου θεοῦ. — ἀντὶ τοῦ κρίκωσον. διατιτρώσκουσας ἢ διατετορνευμένας (διατετορευμένας Schneider). ὁ ἐπιτιμᾶν μέλλων σοι, εἴ γε ἀμελήσοις (ἀμελήσεις schol. rec.), ὁ Ζεύς. ὡς ἐκτραπέλου (corr. in εὐτραπέλου) πεποιημένου τοῦ προσώπου αὐτοῦ. ἁρμόζει τῇ μορφῇ σου τὰ τραχέα σου ῥήματα. τὰ ἐκ φύσεως προσόντα μὴ ὀνειδιζέ μοι. ἐν ποσὶ καὶ χερσὶ τὰ δεσμὰ ἔχει. εὐφυῶς ἀπὸ τοῦ ὀνόματος ἔλαβεν τὸ διανόημα· Προμηθεὺς γάρ ἐστιν ὁ προορῶν τὰ μήδεα, καὶ τροπῇ τοῦ δ εἰς τὸ θ. τῶν δεσμῶν.
τόνδε των δε γε γε σε (σ in γ mutavit m¹) τραχυτῆτα τραχύτητα
8 AESCHYLI
Προμηθεύς. ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί, ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ· ἴδεσθέ μ' οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθ' οἵαις αἰκίαισιν διακναιόμενος τὸν μυριετῆ χρόνον ἀθλεύσω. τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων ἐξηῦρ᾽ ἐπ᾿ ἐμοὶ δεσμὸν ἀεικῆ. φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον πῆμα στενάχω, πῇ ποτε μόχθων χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι. καίτοι τί φημί, πάντα προεξεπίσταμαι σκεθρῶς τὰ μέλλοντ', οὐδέ μοι ποταίνιον πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος. ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
τεχνικὸν τὸ μὴ εὐθὺς εἰσάγειν λαλοῦν τὸ συνεκτικὸν πρόσωπον πρὸς ἐρεθισμὸν τοῦ ἀκροατοῦ. μεγαλοφυῶς δὲ τὰ δ' στοιχεῖα ἐπικαλεῖται. μονῳδεῖ δὲ πάντων ἀποστάντων. διάχυμα. ἤλλαξεν τὴν φράσιν. πολυετῆ· ἐν γὰρ τῷ πυρφόρῳ γ' μυριάδας φησὶ δεδέσθαι αὐτόν. ἐπιτεῖλαι: ἀντὶ τοῦ ἐπιτελεσθήσεσθαι. νῦν ἐκ Τροίας ἐπετέλλετο Παλλας Αθήνης (Hom. a 327). – ἀντὶ τοῦ ἐπιτελέσαι. ἀκριβῶς (Gl.). πρόσφατον, ἀπροόρατόν μοι. οὔτε σιγᾶν δύναμαι· ἀλγῶ γάρ· οὔτε μὴ ἐλέγχειν· εὐλαβοῦμαι γὰρ τὸν Δία.
δῖος διὸς Victorius παμμῆτόρ παμμητόρ παμμήτωρ αἰκίαισιν αἰκίαισι ἐξηῦρ᾽ ἐξεῦρο πῇ ποί Turnebus πεπρωμένην πεπρωμένην fort. θνητοῖσιν γέρα.
PROMETHEVS VINCTVS. 9
πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας. ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω, ὑπαιθρίοις δεσμοῖσι προυσελούμενος. ἔα ἔα. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ' ἀφεγγής, θεόσυτος ἢ βρότειος ἢ κεκραμένη; ἵκετο τερμόνιον ἐπὶ πάγον πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων; ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν, τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς δι' ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
ὃ ὁρῶν ὁ Ζεὺς οὐκ ἐπιλήσεται τῆς εἰς ἐμὲ ὀργῆς. πηγὴν κλοπαίαν: πᾶσα οὐσία μείωσιν πάσχει, τὸ δὲ πῦρ ἐν ὅσῳ κἂν τὸ τυχὸν ἔχῃ πάλιν αὔξεται· ὃ εἰδὼς πρῶτος ὁ ποιητὴς εἶπεν »σπέρμα πυρός« (ε 490). καὶ τὸ σπέρμα γὰρ ἐξ ἐλαχίστου αὔξεται. πρὸς τοῦτο οὖν ἀντεμηχανήσατο (l. ἀντετεχνήσατο) Αἰσχύλος πηγὴν εἰπών· καὶ αὐτὴ γὰρ ἐκ τοῦ τυχόντος αὔξεται. ἐκπλήξεως ἐπιρρήματα. ἴσως ὡς αἱ Ὠκεανίδες εὐωδίας ἔπνεον· αἰσθητὴ δὲ ἡ ὀσμή, οὐχὶ ὁρατή· διὸ ἀφεγγής φησί. ἡμιθέων (Gl.). ἐπεὶ τέλος τῆς οἰκουμένης ὁ Καύκασος. ἤ, οὐκ οὗ ἐγὼ πέραν εἰμὶ δεδεμένος· ἐπὶ γὰρ ἄκρου προσδέδεται. διὰ τοῦτο δεσμώτης ἐπιγέγραπται. καὶ αὐτοὶ γὰρ ὠργίζοντο Προμηθεῖ διὰ τὸ πῦρ· ἐκ γὰρ τούτου πάντα ῥᾷστα τὸ λοιπὸν εἶχον ἄνθρωποι καὶ οὐκ ἔτι ἔθυον συνεχῶς.
τοιῶνδε τοιῶνδε τοιάσδε ὑπαιθρίοις ὑπαίθριος Blomfield προυσελούμενος πασσαλευμένος scripsi idem coniecit M Schmidt) ἔα ἔα delet Dindorf. θεόσυτος θεόσυτος θεόσσυτοσ ἐμῶν ἐμῶν ἡμῶν paragraphus praefixa in M.
10 AESCHYLI
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν, διὰ τὴν λίαν φιλότητα βροτῶν. φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει. πᾶν μοι φοβερὸν τὸ προσέρπον. Χορὸς ἐξ Ὠκεανίδων. μηδὲν φοβηθῇς· φιλία γὰρ ἥδε τάξις πτερύγων θοαῖς ἁμίλλαις προσέβα τόνδε πάγον, πατρῴας μόγις παρειποῦσα φρένας. κραιπνοφόροι δέ μ' ἔπεμψαν αὖραι· κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ· σύθην δ' ἀπέδιλος ὄχῳ πτερωτῷ.
κίνημα. ὁ ρυθμὸς Ἀνακρεόντειός ἐστι κεκλασμένος πρὸς τὸ θρηνητικόν. ἐπεδήμησε γὰρ τῇ Αττικῇ Κριτίου ἐρῶν καὶ ἠρέσθη λίαν τοῖς μέλεσι τοῦ τραγικοῦ. ἐχρῶντο δὲ αὐτοῖς οὐκ ἐν παντὶ τόπῳ, ἀλλ' ἐν τοῖς θρηνητικοῖς, ὡς καὶ Σοφοκλῆς Τυροῖ β'. ἔστι δὲ ταῦτα ὅμοια τῷ οὐδ᾽ αὖ μ' ἐάσεις μεθύοντ' οἴκαδ᾽ ἀπελθεῖν. ταῦτα δέ φασιν διὰ μηχανῆς ἀεροδονούμεναι· ἄτοπον γὰρ κάτωθεν διαλέγεσθαι τῷ ἐφ᾽ ὕψους. ἐν ὅσῳ δὲ Ὠκεανῷ προσλαλεῖ, κατίασιν ἐπὶ γῆς. ἡνίκα ἐπασσαλεύετο. ὑπερβολὴ τοῦ φόβου (ψόφου Davies), εἰ καὶ μέχρι τοῦ Ὠκεανοῦ ἔφθασεν. ἀπεσείσατό μου τὴν αἰδῶ, οἷον τολμηρότερον ἐφρόνησα ἐνθάδε παρεῖναι. θερμήν, ἐκ δὲ τούτου τὴν καλλίστην φησί. »γείτονες ἄζωστοι ἔκιον« (Hesiod. op. 345). — ταῖς πτέρυξιν, δι᾽ ὧν ἐπωχοῦντο οἱ ἱπτάμενοι.
ἥδε Hermann θεμερῶπιν θεμερῶπιν ρ adscripsit (i. e. θερμερῶπιν) m¹.
PROMETHEVS VINCTVS. 11
ΠΡ. αἰαι αἰαι, τῆς πολυτέκνου Τηθύος ἔκγονα, τοῦ περὶ πᾶσαν θ' εἱλισσομένου χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες πατρὸς Ὠκεανοῦ, δέρχθητ᾽, ἐσίδεσθ' οἵῳ δεσμῷ προσπορπατὸς τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω. ΧΟ. λεύσσω, Προμηθεῦ· φοβερὰ δ᾽ ἐμοῖσιν ὄσσοις ὁμίχλη προσῇξε πλήρης δακρύων, σὸν δέμας εἰσιδοῦσα πέτραις προσαυαινόμενον ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις· νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου, νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
πολυκοιμήτῳ, ἠρεμαίῳ, ἵνα τὸν ἀκαλαρείτην δηλώσῃ. τέσσαρα δὲ ὑδάτων ἐγκώμια· τὸ ψυχρόν, τὸ λευκόν, τὸ ἡδύ, τὸ ἠρεμαῖον τῆς ῥεύσεως. χαλεπήν, κακόζηλον φυλακὴν βαστάσω, ὅ ἐστι φρουρήσω τὴν πέτραν. ξηρόμενον (ξηραινόμενον schol. rec.). ἰσχυροδέτοις. κυβερνῆται τροπικῶς. νέοις, προσφάτοις (Gl.). τοὺς Τιτᾶνας καὶ τοὺς τούτων νόμους.
αἰαῖ αἳ bis vel quater ter θ' εἱλισσομένου τ᾽ εἰλισσομένου Turnebus προσπορπατὸς πρὸσ πατρὸσ adscripsit m¹ φοβερὰ δνοφερὰ ὁμίχλη ὁμίχλα εἰσιδοῦσα εἰσίδουσα (α adpinxit m¹) εἰσιδοῦσαν ταῖσδ᾽ Victorius ἀδαμαντοδέτοισι ταῖσ ἀδαμαντοδέτοισ (το inter ν et δ inseruit m¹) Turnebus ἀθέτως ἀθέσμωσ ex Hesych. ἀθέτως· ἀθέσμως, οὐ συγκατατεθειμένως. Αἰσχύλος Προμηθεῖ δεσμώτῃ Bentley
12 AESCHYLI
ΠΡ. εἰ γάρ μ' ὑπὸ γῆν νέρθεν θ' Ἅιδου τοῦ νεκροδέγμονος εἰς ἀπέραντον Τάρταρον ἧκεν, δεσμοῖς ἀλύτοις ἀγρίοις πελάσας, ὡς μήτε θεὸς μήτε τις ἄλλος τοῖσδ᾽ ἐπεγήθει. νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας ἐχθροῖς ἐπίχαρτα πέπονθα. ΧΟ. τίς ὧδε τλησικάρδιος θεῶν ὅτῳ τάδ᾽ ἐπιχαρῆ; τίς οὐ ξυνασχαλᾷ κακοῖς τεοῖσι, δίχα γε Διός; ὃ δ᾽ ἐπικότως ἀεὶ θέμενος ἄγναμπτον νόον δάμναται Οὐρανίαν γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν. ΠΡ. ἢ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς ἐν γυιοπέδαις αἰκιζομένου, χρείαν ἕξει μακάρων πρύτανις,
ἀντὶ τοῦ εἴθε. καλῶς (οὐκ addidit m¹) ἐπήνεγκεν μήτε τις ἄνθρωπος· οὐ γὰρ ἐπέχαιρον οὗτοι αὐτῷ, ἀλλὰ καὶ συνέπασχον. εἴδωλον (Gl.). ὥσπερ εἴδωλον κρέμαμαι ὑπὸ τὸν ἀέρα ἐπίχαρτα πεπονθὼς τοῖς ἐχθροῖς. πλὴν Διός. τὴν Τιτανικήν, τὴν ἐξ οὐρανοῦ. ἢ αὐτὸν καθέλῃ τις τῆς βασιλείας.
θ' τ' Turnebus Ἅιδου αΐδου ἀγρίοις ἀγρίως ὡς μήτε ὡσ μήποτε Turnebus (cfr. Cho. 768). ἀεὶ ἀεὶ αἰεὶ τις τίσ ἔτ᾽ ἐμοῦ ἔτι ἐμοῦ ἔτ᾽ ἀπ᾿ ἐμοῦ γυιοπέδαις γυιοπέδαισ γυοπέδαισ
PROMETHEVS VINCTVS. 13
δεῖξαι τὸ νέον βούλευμ᾽ ἀφ᾽ ὅτου σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται. καί μ' οὔτε μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσιν θέλξει, στερεάς το οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ, ποινάς τε τίνειν τῆσδ᾽ αἰκίας ἐθελήσῃ. ΧΟ. σὺ μὲν θρασύς τε καὶ πικραῖς δύαισιν οὐδὲν ἐπιχαλᾷς, ἄγαν δ᾽ ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος· δέδια γὰρ ἀμφὶ σαῖς τύχαις, πᾷ ποτε τῶνδε πόνων χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν. ἀκίχη- τα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς.
περὶ τοῦ ἔρωτος τῆς θέτιδος φησί. — τὸ νεωστὶ μηχανώμενον κατ᾽ αὐτοῦ. ἀποσυληθήσεται. πειθοῖ γὰρ ἢ βίᾳ πείθομεν, ὡς ὁ ποιητής (Ρ 431) »πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ᾽ ἀρεῖς«. τοῦτο τῆς μεγαλοφυΐας Αἰσχύλου καὶ Προμηθέως ἄξιον, τὸ μετὰ τὴν λύσιν ποινὰς αἰτεῖν τὸν Δία. παρρησιάζῃ. ὁ διατορεῖν δυνάμενος καὶ τιτρώσκειν. ἐγὼ ἀπορῶ, φησίν, εἰ ὅλως σε λύσει τῶν δεσμῶν, σὺ δὲ καὶ ποινὰς λαβεῖν ἀξιοῖς ὡς ἀγνοῶν τὸν Διὸς τρόπον. παυσάμενον· ἡ μεταφορὰ ἀπὸ τῶν προσορμιζομένων νεῶν. οὐ μύθῳ παραγόμενον καὶ πειθόμενον. παρὰ τὸ »ὅ τοι σθένος οὐκ ἐπιεικτόν« (Hom. θ 463).
ἀφ' ἀφ', mut. in ὅφ' οὔτε οὔτοι Porson (οὔτε recc.) ἐπαοιδαῖσιν ἐπαοιδαῖσι τε τίνειν τέ μοι τίνειν Turnebus τῆσδ' τῆσδ' τῆσ ἐρέθισε ἠρέθισε Turnebus πᾷ ὅπαι Turnebus κέαρ οὐ παράμυ separato versu M. ἀπαράμυθον ἀπαράμυθον οὐ παράμυθον
14 AESCHYLI
ΠΡ. οἶδ' ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ τὸ δίκαιον ἔχων Ζεύς, ἀλλ᾽ ἔμπας, οἴω, μαλακογνώμων ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ· τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντι ποθ' ἥξει. ΧΟ. πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται· δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτῃ λόγῳ. ΠΡ. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν σπεύδοντες, ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν, ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς
πάντα δικαίως οιόμενος ποιεῖν. αὐτὸς ἑαυτῷ ἀρέσκων καὶ δίκαιον νομίζων εἶναι ὅπερ ἂν βούληται πράττειν. φθαρῇ (m¹). φιλίαν (Gl. rec.). τὴν ὑπόθεσιν βουλόμενος διδάξαι τὸ πάρεργον (περίεργον Pauw) τοῦ γυναικώδους ἤθους προσέλαβεν. οὐκ ἂν γὰρ ὁ Ὠκεανὸς ἠξίωσεν ἐρωτῆσαι εἰδώς. τοῦτο (τούτῳ Vitelli) συναπτέον »οἱ μὲν θέλοντες« (217). συνετάς, τὰς ἐμὰς δῆλον ὅτι.
καὶ καὶ τε καὶ ἔχων ἔχον ante corr. ἰὼ (corr. in οἴω m¹) separato versu M. eiecit οἴω Brunck, Ζεὺς et ἀλλ' Bothe (ἔχων ἔμπας, οἴω). ῥαισθῇ ῥαισθῇ ῥωσθῇ (ω in litura) ἕδρας ἕδρησ πιθεῖν πείθειν corr. in πιθεῖν m¹
PROMETHEVS VINCTUS. 15
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν. ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον θέμις καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ᾗ κραίνοιτο προτεθεσπίκει, ὡς οὐ κατ᾿ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν χρείη, δόλῳ δὲ τοὺς ὑπερέχοντας κρατεῖν. τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κράτιστα δή μοι τῶν παρεστώτων τότε ἐφαίνετ' εἶναι προσλαβόντι μητέρα ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δ᾽ οὖν ἐρωτᾶτ', αἰτίαν καθ' ἥντινα αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετ', εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
τὸ γὰρ θεῖον φύσει μὲν ἔν ἐστιν, ὀνομασίᾳ δὲ πολυμερές. καθό (Gl.). συναιρομένῳ τῇ μητρί. ὅτι (i. e. σημείωσαι ὅτι) οἶδεν τὸ ὄνομα τῆς τυραννίδος. πρὸ αὐτοῦ δὲ καὶ Ἀρχίλοχος »μεγάλης οὐκ ἐρῶ τυραννίδος«. γνώμη (m¹). τὸ ἀμνημονεῖν τῶν φίλων. ὅπερ δὲ ἐρωτᾶτε, δι᾿ ἣν αἰτίαν κολάζομαι, λέξω. διῄρει.
χρείη χρή. ὴ χρεῖ ἤ Dawesius δόλῳ τοὺς Μ, δὲ adscripsit m¹. ὑπερσχόντας Porson. αἰτίαν αἰτίην δαίμοσιν δαίμοσι
16 AESCHYLI
ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδέν', ἀλλ᾽ ἀιστώσας γένος τὸ πᾶν ἔχρηζεν ἄλλο φιτῦσαι νέον. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δ᾽ ἐτόλμησ'· ἐξελυσάμην βροτοὺς τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ' ἰδεῖν· θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα. ΧΟ. σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις· ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε ἔχρηζον εἰσιδοῦσά τ' ἠλγύνθην κέαρ. ΠΡ. καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ. ΧΟ. μή πού τι προύβης τῶνδε καὶ περαιτέρω; ΠΡ. θνητοὺς ἔπαυσα μὴ προδέρκεσθαι μόρον. ΧΟ. τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου; ΠΡ. τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
μισοπονήρως καὶ φιλανθρώπως τὸ ταλαιπώρων προσέθηκεν. τινὲς ἐτόλμησα. καὶ τὸ ἑξῆς μετὰ ἤθους. δύναται καὶ τολμῆς εἶναι ὡς τιμῆς τιμήεις. δύναται (ἢ σύνδεσμος εἶναι ἢ addit Dindorf) ἀντωνυμία ἐν συμπαθείᾳ κειμένη ἡ τοι ὡς »μή μοι μίμνε, φίλον« (Hom. Χ 38). ἐσταύρωμαι, ἐκτέταμαι. τῶν δὲ μέσων τὸ ῥυθμίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν χορδῶν. ἐρωτηματικῶς. μὴ ἕτερον ἥμαρτες ἁμάρτημα;
οὐδέν' οὐδένα τοῖσιν τοῖσιν (ν in litura) δ' ἐτόλμησ' δὲ τόλμησ' τῷ τοι τῶ ταῖσ (το superscr. m) ἀλλὰ νηλεῶς ἀλλ' ἀνηλεῶσ Elmsley ἐρρύθμισμαι ἐρύθμισμαι (alterum ρ adscripsit m) ἠλγύνθην ἠλγύνθην ἀλγύνθην paragraphi praefixae in M, nomina add. m¹. fort. φίλοις γ'. ἐλεινὸς ἐλεεινὸσ Porson μή πού τι corr. ex μήποτε θνητοὺς θνητούς θνητούς τ προσδέρκεσθαι
PROMETHEVS VINCTUS. 17
ΧΟ. μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς. ΠΡ. πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. ΧΟ. καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι; ΠΡ. ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. ΧΟ. τοιοῖσδε δή σε Ζεὺς ἐπ᾿ αἰτιάμασιν αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; ΠΡ. οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. ΧΟ. δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν καθ᾽ ἡδονὴν σοί τ' ἄλγος. ἀλλὰ ταῦτα μὲν μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά. ΠΡ. ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς πράσσοντ᾽· ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἐπιστάμην. ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι· θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους. οὐ μήν τι ποιναῖς γ' ᾠόμην τοίαισί με κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου. καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
λαμπρόν. συνήθης αὐτῷ ἡ χαλᾷ φωνή. »ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν« (Hom. Σ 60). τιμωρηθησόμενος. γρ. βλάβας. βούλεται γὰρ στῆσαι τὸν χορόν, ὅπως τὸ στάσιμον ᾄσῃ.
φλογωπὸν σπέρμ' Weil. personarum notas, omissas in M, addidit Welcker. paragraphi' praefixae in M, notas praescripsit. personae nota caret M, add. m¹. τὸν κακῶς πράσσοντ' τοὺσ κακῶς πράσσοντασ Stanley ταῦθ᾽ ταῦτ᾽ ταῦθ' paragraphus praefixa in Μ. ηὑρόμην εὑρόμην fort. τοιαῖσδέ με. κατισχνανεῖσθαι κατισχνανεῖσθαι κατισχανεῖσθαι πεδαρσίαισ
18 AESCHYLI
ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε τῷ νῦν μογοῦντι. ταυτά τοι πλανωμένη πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει. ΧΟ. οὐκ ἀκούσαις ἐπεύξαο τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ᾽ αἰθέρα θ᾽ ἁγνὸν πόρον οἰωνῶν, ἀκριοέσσῃ χθονὶ τῇδε πελῶ· τοὺς σοὺς δὲ πόνους χρήζω διὰ παντὸς ἀκοῦσαι. Ὠκεανός. ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ' οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων· ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν
οὐ γὰρ ἐπιμένει μοι ἡ λύπη ἐφ᾽ ἑνί, ἀλλ᾽ ἐπὶ διαφόροις ἀσχάλλω, καὶ τὰ πάντα ὑμῖν ἀφηγήσασθαι βούλομαι. ἡ περὶ τὰ αὐτὰ πλανωμένη πημονὴ ἄλλοτ᾽ ἐπ' ἄλλοις προσιζάνει. ἡ μεταφορὰ ἀπὸ τῶν κυνηγῶν. προσέθηκε »τῇδε« διὰ τὸν Καύκασον· οὐ γὰρ πᾶσα γῆ σκληρά. ἐπέλασα. καιρὸν δίδωσι τῷ χορῷ καθήκασθαι τῆς μηχανῆς Ὠκεανὸς ἐλθών. ὑπερβολῇ δὲ ἐχρήσατο, ὅπου γε Ὅμηρος οὐκ εἰσήγαγεν Ὠκεανὸν εἰς τὸν σύλλογον τῶν θεῶν. ἐπὶ γρυπὸς δὲ τετρασκελοῦς ὀχεῖται. τὸν ταχὺν διὰ τῶν πτερῶν. οἷον χωρὶς ἡνίων αὐθαίρετον, οὐ βίᾳ. μοῖραν: λείπει φιλίας.
πίθεσθέ μοι, πίθεσθε πείθεσθέ μοι πείθεσθε Blomfield ταῦτάτοι κραιπνόσυτον κραιπνόσυτον κραιπνόσσυτον
PROMETHEVS VINCTUS. 19
νείμαιμ᾽ ἢ σοί. γνώσῃ δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν· οὐ γάρ ποτ' ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι. ΠΡ. ἔα, τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι. ΩΚ. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν χόλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
μέχρι γλώσσης χαρίζεσθαί σοι καὶ οὐκ ἔργοις. δυσχεραίνει εἴ πως τὸ ἴδιον ἀξίωμα μὴ ἐτήρησεν ὁ Ὠκεανός. τὴν Σκυθίαν· οἱ γὰρ Χάλυβες Σκυθικὸν ἔθνος. σκόπησον τὰ τῶν ῥητόρων καλὰ παρὰ πρώτοις εὑρεθέντα τοῖς τραγικοῖς. συνετῷ. γνῶθι σαυτόν, ὡς ὁ ποιητὴς (Ε 440)· »φράζεο Τυδείδη καὶ χάζεο«. γνῶθι σεαυτὸν ὅτι ἥττων εἰ τοῦ Διός. γνωμικόν (m¹). πείσῃ γὰρ χαλεπώτερα.
νείμαιμ' νεῖμαί μ' νεῖμαιμ' χαριτογλωσσεῖν σὲ τὸ χαριτογλωσσεῖν Athenaeus IV p. 165 C συμπράττειν paragraphus praefixa in M, nota add. m¹.
20 AESCHYLI
ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε· τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, ταπίχειρα γίγνεται. σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις. οὔχουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ σ' ἐκλῦσαι πόνων· σὺ δ᾽ ἡσύχαζε μηδ' ἄγαν λαβροστόμει. ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται; ΠΡ. ζηλῶ σ' ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς, πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ. ΩΚ. πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
ὡραῖον (m¹). ἃ πάσχεις νῦν. γνωμικῶς δὲ φησί. λείπει θέλεις εἶναι. ἐάν μοι μὴ πεισθῇς, βλάψεις σεαυτόν. θαυμάζω σε πῶς οὐδὲν πέπονθας ὑπὸ Διὸς συναλγῶν μοι. ἄλλως. ζηλῶ σε, φησίν, ὅτι καὶ τὰ περὶ σαυτοῦ ποιήσας κεκόμισαι χάριν ἐξ ἐμοῦ, καὶ οὐκ ἐάσω σε προσκροῦσαι Διὶ ὑπὲρ ἐμοῦ. προγινώσκων δὲ ὅτι οὐ πείσει τὸν Δία ἀπείργει αὐτόν.
ἴσωσοι γίγνεται γίνεται παροῦσιν paragraphus praefixa in M, nota add. m¹. fort. τούτων. μετασχεῖν Weil. μηδέ μηδέ μηδέν πείσεις πείσεις εὐπιθής εὐπιθής εὐπειθής πημαθῆσ
PROMETHEVS VINCTUS. 21
ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δί', ὥστε τῶνδέ σ' ἐκλῦσαι πόνων. ΠΡ. τὰ μέν σ' ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ· προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ τοῦδ' εἵνεκα θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτ᾽, ἐπεί με καὶ κασιγνήτου τύχαι τείρουσ' Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας, ἑκατογκάρανον πρὸς βίαν χειρούμενον Τυφῶνα θοῦρον, πᾶσιν ὃς ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον· ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ.
προμηθητικῶς· οὐ γὰρ κατὰ τὸν ἀνθρώπινον λογισμὸν πολλοὺς αὑτῷ συνατυχεῖν βούλεται ὁ Προμηθεύς. δυσμεταχείριστον. οἰκήσαντα μὲν ἐν Κιλικίᾳ, κολασθέντα δὲ ἐν Σικελίᾳ. Ἡσίοδος δὲ (immo Pindar. Pyth. I 32) »τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον«. οὐ μὲν ἐλεητὸς ὁ τοιοῦτος, ἀλλ᾽ ὁ ποιητὴς φύσει τοῖς τεραστίοις ἐξαιρούμενος (ἐξαιρόμενος Paley) οὐ λεπτολογεῖται τὰ πράγματα.
δωρειὰν A de Bamberg. κοὐδαμῇ κοὐδαμῇ κ' οὐδὲ μὴ θέλεις θέλοις Oceani notam praescripsit m¹. καὶ χαὶ ὃς πρὸς ὃς πρὸς ἑκατογκάρανον ἑκατοντοκάρηνον ἑκατοντα- Blomfield (ἑκατογκάρηνον Pauw) πᾶσι δ᾽ ἀντέστη Minckwitz (et Hermann). γαμφιλαῖσι
22 AESCHYLI
ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράφρον δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἱπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο, κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος. ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας· τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου
ἄπαυστον, ἄσβεστον. κατεκάη. φέψαλος γὰρ ὁ σπινθήρ. ἐξησθένησε τὴν δύναμιν, ὃν τρόπον οἱ ἐμβρόντητοι. οἱ δὲ βροντῆς ξηρᾶς ἀκούοντες ἐκπλήττονται. ἐκλελυμένον (Gl.). τοῦ Σικελικοῦ πορθμοῦ τουδιόμετὰ (ζ i. e. ζήτει in marg. m, τοῦ διαιροῦντος Dind., fort. τοῦ διαιροῦντος μεταξὺ) Σικελίαν καὶ Ἰταλίαν. χαλκεύει· μύδρος γὰρ ὁ πεπυρωμένος σίδηρος. ἔνθεν ὁ Καλλίμαχος »πυρίδειπνόν« φησι. ποταμοὺς δὲ πυρὸς τοὺς κατὰ Σικελίαν ῥύακάς φησι, περὶ ὧν ἠκούομεν πάλαι· καὶ κατὰ τοὺς Ἱέρωνος χρόνους κατὰ τὸ μέσον ῥυέντες πολλὰ διέφθειραν χωρία. ὅθεν τό τε θεῖον καὶ τὰ πυρεῖα. γῆ γάρ ἐστι παρακείμενον ἔχουσα πῦρ, ὅ ἐστι κατὰ παράθεσιν τῆς γῆς. ἄλλο δέ ἐστι πῦρ τὸ κατὰ κρᾶσιν τοῦ ὕδατος, ὃ ποταμοὺς πυρὸς ὁ Πίνδαρος (Pyth. I 41) καὶ ὁ Αἰσχύλος φησί. τοὺς πλατεῖς (Gl.).
ἄγρυπνον ἄγρυπνοσ παράφρον παρήορον παράορον παράωρον ἱπούμενος ἰπούμενοσ ἱπνούμενοσ θερμοῖς θερμοῖς θερμῆσ ἀπλάτου ἀπλήστου Schuetz βέλεσι βέλεσι βέλεσσι Versum post 385 collocat Fritzsche. Promethei notam praescripsit m¹.
PROMETHEVS VINCTUS. 23
χρήζεις· σεαυτὸν σῷζ' ὅπως ἐπίστασαι· ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου. ΩΚ. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; ΠΡ. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. ΩΚ. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με. ΠΡ. μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν. ΩΚ. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. ΠΡ. ἐμὸν δοκήσει ταμπλάκημ᾽ εἶναι τόδε. ΩΚ. σαφῶς μ' ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. ΠΡ. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. ΩΚ. ἢ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας; ΠΡ. τούτου φυλάσσου μή ποτ' ἀχθεσθῇ κέαρ.
»λόγος γὰρ ἀνθρώποισιν ἰᾶται νόσου« (νόσους Vict., fort. ἰατρὸς νόσου)· »ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια« (Menandri). Ὅμηρος (Ο 393)· »ἧστό τε καὶ τὸν ἔτερπε λόγοις.« ἀπαθύνῃ, καταπραΰνῃ. τοῦτο καὶ Ἱπποκράτης φησὶ πέπονα φαρμακεύειν, μὴ ὠμάς. νῦν οὖν ἐν ἀκμῇ τοῦ θυμοῦ ἐστι Ζεὺς καὶ οὐ πείσεται. ἐν τῷ προνοεῖσθαι καὶ πειρᾶσθαι τὸν Δία πείθειν. ἄχρηστον (Gl.). ἔα με παρακινδυνεύειν ὑπὲρ σοῦ· ἄμεινόν μοι ἐστὶν εὖ φρονοῦντα σοὶ δοκεῖν τοῖς ἔξωθεν ἀφρονεῖν. ὁ οἶκτος (Gl.).
paragraphis personas notavit M, 403 etiam Oceani nota adscripta, ceteras notas add. m¹. ψυχῆς νοσούσης Plut. cons. ad Apoll. p. 102 B, Eustath. p. 696, 33 et 1005, 21, Georgid. Gnomol. in Boiss. Anecd. I p. 100, Georg. Pachym. ed. Boiss. p. 222, Menand. mon. 550, (ὀργῆς ματαίας εἰσὶν αἴτιοι λόγοι Stob. fl. XX 13, ὀργῆς οἰδαινούσης Themist. or. VII p. 98, iracundiae Cic. Tusc. III 31), fort. ὀργῆς σφυδώσης. ἰσχναίνῃ ἰσχναίνῃ ἰσχναίει στέλλει στέλλης
24 AESCHYLI
ΩΚ. ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. ΠΡ. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. ΩΚ. ὁρμωμένῳ μοι τόνδ' ἐθώυξας λόγον. λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. ΧΟ. στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ, δακρυσίστακτον δ᾽ ἀπ᾽ ὄσσων ῥαδινῶν λειβομένα ῥέος παρειὰν νοτίοις ἔτεγξα πηγαῖς· ἀμέγαρτα γὰρ τάδε Ζεὺς ἰδίοις νόμοις κρατύνων ὑπερήφανον θεοῖς τοῖς πάρος ἐνδείκνυσιν αἰχμήν. πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα, μεγαλοσχήμονά τ᾽ ἀρχαι-
τοῦ μὴ λυπεῖν τὸν Δία. ἀντὶ τοῦ εὐλαβήθητι. ἄτοπον ἦν τὴν πάντων γένεσιν χρονίζειν ἐπὶ τῆς κινήσεως, εἰ καί τις ἥλιον εἰσαγαγὼν ἐπὶ πολὺ τὸν κόσμον ἀνήλιον εἴασεν. δεῖ οὖν μεμετρημένως ταῦτα ποιεῖσθαι. τὸ στάσιμον ᾄδει ὁ χορὸς ἐπὶ τῆς γῆς κατεληλυθώς. λείπει τὸ ἕνεκα. ῥέος: ῥεῦμα. παρὰ τὸ ῥέω ῥέος ὡς κλέπτω κλέπος· »οἴχεται τὸ κλέπος αὐτὸς ἔχων«. τὴν βίαν. καὶ Πίνδαρος (Pyth. I 8) »αἰχματὰν κεραυνόν« τὸν βίαιον λέγει. μεγάλου σχήματος οὖσαν.
σῷζε σῶζε δέ τἂν δ᾽ ἔτ᾽ ἂν Blomfield τᾶς οὐλομένας τᾶσ οὐλομένας δακρυσίστακτα Minckwitz. ῥαδινῶν ῥαδινὸν νωτίοισ παγαῖς ὑπερήφανοσ ἐνδείκνυσιν ἐνδείκνυσιν ἐνδεικνύειν αἰχμήν αἰχμάν
PROMETHEVS VINCTVS. 25
οπρεπῆ στένουσι τὰν σὰν ξυνομαιμόνων τε τιμάν, ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς Ἀσίας ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς πή- μασι συγκάμνουσι θνατοί· Κολχίδος τε γᾶς ἔνοικοι παρθένοι, μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαιῶ- τιν ἔχουσι λίμναν, Ἀραβίας τ᾽ ἄρειον ἄνθος, ὑψίκρημνον οἳ πόλισμα Καυκάσου πέλας νέμουσιν, δάιος στρατός, ὀξυπρώροι- σι βρέμων ἐν αἰχμαῖς. μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις δαμέντ᾽ ἀδαμαντοδέτοις Τιτᾶνα λύμαις εἰσιδόμαν θεὸν Ἄτλανθ', ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν οὐράνιόν τε πόλον νώτοις ὑποστενάζει.
ἀναχρονισμός· οὔπω γὰρ ἦν ἐποικισθεῖσα τοῖς Ἕλλησιν ἡ Ἀσία. σὺν ἡμῖν κάμνουσιν. αἱ Ἀμαζόνες. τὸ ἀρήϊον. – πῶς τὴν Ἀραβίαν Καυκάσῳ συνώκισεν; ἢ ἐπεὶ Στράβων (ΧΙ p. 506) φησὶ Τρωγλοδύτας οἰκεῖν μεταξὺ Μαιώτιδος καὶ Κασπίας, οἵ εἰσιν Ἄραβες. λείπει ὁ καί. νέμονται οἱ Κόλχοι (sine nota lemmatis). πόλος κυρίως τὸ τοῦ ἄξονος ἄκρον. λείπει ἔχων· ἢ μετὰ στεναγμοῦ φέρει.
ὑψίκρημνον Ὑψίκρημνον θ' Elmsley (cfr. schol.) νέμουσιν νέμουσι ἀδαμαντοδέτοις ἀδαμαντοδέτοις ἀκαμαντοδέτοισ ὃς ὃς ὡσ ὑπέροχον ὑπέροχον ὑπείροχον
26 AESCHYLI
βοᾷ δὲ πόντιος κλύδων ξυμπίτνων, στένει βυθύς, κελαινὸς δ᾽ Ἅιδος ὑποβρέμει μυχὸς γᾶς, παγαί θ᾽ ἁγνορύτων ποταμῶν στένουσιν ἄλγος οἰκτρόν. ΠΡ. μή τοι χλιδῇ δοκεῖτε μηδ' αὐθαδίᾳ σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ, ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα τίς ἄλλος ἢ 'γὼ παντελῶς διώρισεν; ἀλλ᾽ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν ὑμῖν λέγοιμι· τὰν βροτοῖς δὲ πήματα ἀκούσαθ', ὥς σφας νηπίους ὄντας τὸ πρὶν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
τῇ βοῇ. ἀπ᾿ εὐθείας τῆς τὸ στένος. καθαρὸν ῥεῦμα ἐχόντων. σιωπῶσι γὰρ παρὰ τοῖς ποιηταῖς τὰ πρόσωπα ἢ δι᾽ αὐθάδειαν, ὡς Ἀχιλλεὺς ἐν τοῖς Φρυξὶ Σοφοκλέους (Αἰσχύλου Menagius), ἢ διὰ συμφοράν, ὡς ἡ Νιόβη παρ' Αἰσχύλῳ, ἢ διὰ περίσκεψιν, ὡς ὁ Ζεὺς παρὰ τῷ ποιητῇ (Α 512) πρὸς τὴν θέτιδος αἴτησιν. ὑβριζόμενον· ὅθεν καὶ Ἀρκάδες προσέληνοι· ὑβρισταί γάρ (mutavit in ὕβρισται γὰρ et addidit ὃ Προμηθεύς) m¹. »μέμψιν ἀνθρώπων ἔχων« (461). διὰ τὸ συμβαλέσθαι Διὶ κατὰ τῶν Τιτάνων· εἰ δὲ Ζεὺς ἀπένειμεν ἑκάστῳ θεῷ τιμήν, σχεδὸν οὐ Διός, ἀλλὰ Προμηθέως τὸ κατόρθωμα. ἃ εἶχον πήματα πρώην, διὰ τὸ μηδὲν τῶν συμφερόντων εἰδέναι. εὔφρονας (Gl.). ἐπιτευκτικούς, ἐπιτυχεῖς (Gl.).
βοᾷ βόαι βυθός βυθός βαθὺσ (proferens in proximum versum) ξυμπίτνων ξυμπίτνῶν κελαινὸς δ᾽ Ἅιδος Lachmann. γᾶς profert in proximum versum M. ἁγνωρύτων mut. in ἁγνορύτων προυσελούμενον προσηλούμενον Askew (προυσελεῖν exhibet liber Rav. Aristoph. Ran. 730, προυσελλεῖν Εtym. Μ. p. 690, 12 προσέληνοι· προυσελλεῖν λέγουσι τὸ ὑβρίζειν. καὶ οἱ Ἀρκάδες ἐπειδὴ λοιδορητικοί εἰσιν· οὕτως ἐν ὑπομνήματι Προμηθέως δεσμώτου)
PROMETHEVS VINCTVS. 27
λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων, ἀλλ᾽ ὧν δέδωκ' εὔνοιαν ἐξηγούμενος· οἱ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς δόμους προσείλους ἦσαν, οὐ ξυλουργίαν· κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, μνήμην ἁπάντων, μουσομήτορ' ἐργάνην. κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα, ζεύγλαισι δουλεύοντα σώμασίν θ᾽ ὅπως
τὸ παροιμιῶδες ἐξηγεῖται »νοῦς ὁρῇ καὶ νοῦς ἀκούει« (ex v. Epicharmi). ἐν ταραχῇ ἔζων. πρὸς ἥλιον ὁρῶντας. καὶ Εὔπολις »αὐλὴ προσῆλος«. ἦσαν: τοῦ ᾔδεσαν συγκοπή. οὐ ξύλων ἐργασίαν (Gl.). οἱ πτερωτοὶ ἢ κοῦφοι. οὐ διεγίγνωσκον διὰ τῶν ἄστρων τοὺς καιρούς. τούτων τὴν εὕρεσιν καὶ Παλαμήδῃ προσῆψεν, ἴσως δὲ κἀκείνῳ Προμηθέως. δυσκρίτους: δυσκαταλήπτους, δυσγνώστους. οἷον Ὠρίων ὅτι δύνων χειμῶνα ποιεῖ.
προσείλους προσήλου ἔναγον ἀήσυροι ἀήσυροι ἀείσυροι σοφισμάτων νοσφισμάτων σοφισ Stob. ecl. I 1 et fl. LXXXI 1 ἐξηῦρον ἐξεῦρον Stob. fl. l. l. μνήμην μνήμην μνήμην θ' ἐργάνην ἔργαν ἐργάτιν Stob. fl. l. l. κνώδαλα κνώδα αλα addidit m¹ σώμασιν σάγμασιν
28 AESCHYLI
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ', ὑφ᾽ ἅρμα τ' ἤγαγον φιληνίους ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς. θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾿ ἐμοῦ λινόπτερ' ηὗρε ναυτίλων ὀχήματα. τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ. ΧΟ. πέπονθας αἰκὲς πῆμ'· ἀποσφαλεὶς φρενῶν πλανᾷ, κακὸς δὲ ἰατρὸς ὥς τις ἐς νόσον πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. ΠΡ. τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον, οἷας τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις εἰς νόσον πέσοι, οὐκ ἦν ἀλέξημ᾽ οὐδὲν οὔτε βρώσιμον, οὐ χριστὸν οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων χρείᾳ κατεσκέλλοντο, πρίν γ' ἐγώ σφισιν ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
τὸ γὰρ ἐποχεῖσθαι ἵπποις πλουσίων ἐστίν. τὰς ναῦς. τοῦτο διὰ τὸ φιλονεικῆσαι Διΐ. μεσολαβοῦσι δὲ αἱ τοῦ χοροῦ τὴν ἔκθεσιν τῶν κατορθωμάτων, διαναπαύουσαι τὸν ὑποκριτὴν Αἰσχύλου (Προμηθέως Oberdick). τὸν νοῦν (Gl.). τὸ διὰ πόσεως, παρὰ τὸ πίω καὶ πίσω ῥῆμα. κατεσκελετεύοντο (κατεσκελεύοντο m), κατεφθίνοντο. κατὰ στοῖχον ἔδειξα· πολλὰ γὰρ εἴδη μαντικῆς, εἰκαστικόν, ἐπιπνευστικόν,
διάδοχον γένοινθ' γένωνθ' Dawes ὑφ᾽ ἅρμα τ' ὑφ᾽ ἅρμα τ' ὑφ᾽ ἅρματ' θαλασσόπλακτα ηὗρε εὗρε ναυτίλων ναυτίλων ναυτιλόχων (i. e. ναυτίλων et ναυλόχων) σόφισμ᾽ ὅτῳ σόφισμ᾽ ὅτῳ σοφισμάτων (ὅτω superscripsit m¹) αἰκὲς ἀεικὲς Porson οὔτε οὔτε οὐδε χριστὸν χριστὸν, corr. ex χρηστὸν ut videtur
PROMETHEVS VINCTVS. 29
κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους. γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισ᾽ οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι· σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν, χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν, κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον εἰς τέχνην ὤδωσα θνητούς· καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα, χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
ὅσα ἀληθῆ καὶ ὅσα οὔ. δυσνοήτους (Gl.). τοὺς ἐξ ὑπαντήσεως. ἀκριβῶς (m¹). ὁμόνοια (Gl.). τὴν διὰ σπλάγχνων σκέψιν. εὐπρόσδεκτα θεοῖς. τὰ μηρία πῶς δεῖ καλύπτειν. εὐκίνητος γὰρ οὖσα καὶ σπέρματα ἔχουσα θύεται τοῖς θεοῖς· ἀφ᾿ οὗ καὶ κλόνις (κλονὶς m) ὀνομάζεται διὰ τὸ ἀεικίνητον. ὤδωσα: εἰς γνῶσιν καὶ ὁδὸν ἤγαγον. ἐξελάμπρυνα (Gl.). — τυφλά (Gl.). τὰς διὰ πυρὸς μαντείας τυφλὰς οὔσας· καὶ οὐ φαινομένας βλέψαι ἐποίησα καὶ ἐφανέρωσα. ἐπάργεμα δὲ κυρίως τὰ λευκωματισθέντα, παρὰ (περὶ m, corr. m¹) τὸ ἀργόν.
στέργηθρα στέργη θα συνεδρίαι, literis δρ in litura scriptis δαίμοσιν δαίμοσι ἔχουσ'.. ἡδονὴν χολή Wieseler. σίδηρον σίδηρον σίδαρον τε τε δὲ
30 AESCHYLI
οὐδείς, σάφ' οἶδα, μὴ μάτην φλῦσαι θέλων. βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως. ΧΟ. μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼ εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. ΠΡ. οὐ ταῦτα ταύτῃ μοῖρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω· τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ. ΧΟ. τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; ΠΡ. Μοῖραι τρίμορφοι μνήμονές τ' Ἐρινύες. ΧΟ. τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος; ΠΡ. οὔχουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. ΧΟ. τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν; ΠΡ. τοῦτ᾽ οὐκ ἂν οὖν πύθοιο μηδὲ λιπάρει. ΧΟ. ἤ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις. ΠΡ. ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
τοῦ δέοντος πέρα (πέραι m). ἀφ᾽ ὧν λέγεις καὶ λυθήσῃ καὶ πλέον Διὸς ἰσχύσεις. οὐ ταῦτα οὕτως πέπρωται, ἵν᾽ ἡ τελεσφόρος Μοῖρα ταχέως τὰ κατ᾽ ἐμὲ κράνῃ καὶ πληρώσῃ, ὅ ἐστιν, οὔπω μοι λυθῆναι μεμοίραται· ἐν γὰρ τῷ ἑξῆς δράματι λύεται, ὅπερ ἐμφαίνει (ὃ παρεμφαίνει Dindorf) Αἰσχύλος. τις τῆς ἀνάγκης κρατεῖ καὶ δεσπόζει; εἰ θέλει σε πρὸ μοίρας λῦσαι, οὐ δύναται ὁ Ζεὺς τοῦτο ποιῆσαι. προαναφωνεῖ τὸν ἔρωτα θέτιδος. εἰ κρατήσει εἴτε μή. ἐν σαυτῷ κρύπτεις. τῷ ἑξῆς δράματι φυλάττει τοὺς λόγους.
πάντα πάντα ταῦτα μή νυν μὴ νῦν ἰσχύσει καμφθεὶς Χαμφθείς paragraphi praefixae in M, notas add. m¹. πλὴν πλὴν πρὶν
PROMETHEVS VINCTVS. 31
ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. ΧΟ. μηδάμ᾽ ὁ πάντα νέμων θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος ἀντί- παλον Ζεύς, μηδ' ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισσομένα βουφόνοις, παρ' Ὠκεανοῦ πατρὸς ἄ- σβεστον πόρον, μηδ᾽ ἀλίτοιμι λόγοις, ἀλλά μοι τόδ' ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη· ἡδύ τι θαρσαλέαις τὸν μακρὸν τείνειν βίον ἐλ- πίσιν, φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσσω δέ σε δερκομένα μυρίοις μόχθοις διακναιόμενον Ζῆνα γὰρ οὐ τρομέων ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
ὅσον δυνατόν (Gl.). ὁ πάντα διοικῶν Ζεὺς μηδέποτε ἀντίπαλον κράτος ποιοῖτο τῇ ἐμῇ γνώμῃ, ἀντὶ τοῦ μηδέποτε ἐναντίος μοι γένοιτο. παυσαίμην (Gl.). θυσίαις, ἑορταῖς (Gl.). τὸ τιμᾶν θεούς. καλὸν τὸ ἀπὸ ἀγαθοῦ συνειδότος ἀγαθὰ ἐλπίζειν πείσεσθαι ὑπὸ θεῶν. αὔξουσαν (Gl.). ὁ δέ ἀντὶ τοῦ γάρ. αὐθαιρέτῳ (Gl. rec.). — φιλάνθρωπος εἶ.
σώζων θεῖτ' θεῖτο ποτινισσομένα ποτινισομένα ἐμενοι ἡδύ Hermann τείνειν τείνειν τίνειν ἐλ in proximum versum profert M. μόχθο*
32 AESCHYLI
φέῤ, ὅπως ἄχαρις χάρις, ὦ φίλος· εἰ- πέ, ποῦ τίς ἀλκά; τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης ὀλιγοδρανίαν ἄκικυν, ἰσόνειρον, ᾧ τὸ φωτῶν ἀλαὸν γένος ἐμ- πεποδισμένον; οὔποτε τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί. ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλοὰς τύχας, Προμηθεῦ. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα τόδ᾽ ἐκεῖνό θ᾽ ὅτ' ἀμφὶ λουτρὰ καὶ λέχος σὸν ὑμεναίουν ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις ἄγαγες Ἡσιόναν πείθων δάμαρτα κοινόλεκτρον.
λείπει ἐγένετο (Gl.). – δεῦρο δὴ καὶ σκόπησον ὅτι ἡ χάρις, ἣν ἐχαρίσω τοῖς ἀνθρώποις, ἄχαρις ἦν καὶ ἀμείψασθαί σε μὴ δυναμένη. πῶς γὰρ θεῷ βοηθήσει ἄνθρωπος; οὐ προεσκόπησας ἀσθενέσι χαριζόμενος. σκιᾶς ὄνειρον ἄνθρωποι κατὰ Πίνδαρον (Pyth. VIII 136). ἀλαὸν γένος: ἀντὶ τοῦ ἀπρούρατον τοῦ μέλλοντος. λείπει ἔστιν, ἢ (ἵν᾽ ἦ Dind.) ἐμπεπόδισται. τὴν εἱμαρμένην. ὑψηλῶς καὶ τραγικῶς τὸ τῆς εἱμαρμένης ὄνομα (τὸν τῆς εἱμαρμένης νόμον Paley) Διὸς ἁρμονίαν εἶπεν. τὸ διαμφίδιον: διαπαντὸς κεχωρισμένον, ἐναντίον τοῖς νῦν. τότε γὰρ γαμοῦντί σοι τὸν ὑμέναιον ᾄδομεν, νῦν δὲ δυστυχοῦντί σοι θρῆνον. τὸ δισσόν (Gl. rec.). πορεία, παρὰ τὸ ἰέναι, τῇ συνόδῳ.
ἄχαρις χάρις χάρισ ἄχαρισ Turnebus ποῦ τισ ἄκικυν in versum proximum profert M. ἰσόνειρον Reisig. ἀλαὸν δέδεται | γένος ἐμπεποδισμένον; Meineke. οὔποτε οὔπως οὔπω προσιδοῦσ᾽ προσιδοῦσ᾽ προϊδοῦσ᾽ ἐκεῖνό θ᾽ ὅτ' ἐκεῖν᾽ ὅτε τότ' (ἐκεῖνό τε ὅτ' recc.) Brunck
PROMETHEVS VINCTVS. 33
ΙΩ. τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν τόνδε χαλινοῖς ἐν πετρίνοισιν χειμαζόμενον ; τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. ἀ ὰ, ἔ ἔ, χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος, εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ᾽ ὦ δᾶ, τὸν μυριωπὸν εἰσορῶσα βούταν. ὃ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. ἀλλά με τὰν τάλαιναν ἐξ ἐνέρων περῶν
πείθων δάμαρτα: ἕδνοις πείθων τὴν ἐσομένην σοι δάμαρτα κοινόλεκτρον. ἢ τὴν κοινόλεκτρον τοῦ Ὠκεανοῦ Τηθὺν πείσας. τίς γῆς: τὸ τῆς Ἰοῦς ἐπεισόδιον μονῳδεῖ μέν, ἔχει δὲ πρὸς τὸ ὑποκείμενον συναφές, ὅτι μαντεύεται αὐτῇ ὁ Προμηθεὺς ὅτι ἀπ' αὐτῆς ἔσται ιγ', ὃς αὐτῷ χρόνῳ ἐπαμυνεῖ. ἄλλως τε καὶ αὐτὴ ὑπὸ Διός φησιν ἠδικῆσθαι καὶ διὰ τοῦτο παραμυθεῖται τὸν Προμηθέα. τοῖς ὀρείοις (Gl.). ἀποδιδοούς (m¹). ἐμμανὴς οὖσα ὑπὸ τοῦ οἴστρου φαντάζεται. κεντρίζει. γράφεται Ἀλευάδα πατρωνυμικῶς ἀπὸ τοῦ Ἀλεύας (post γράφεται superscripsit τοῦ et in marg. adscripsit πατὴρ τοῦ Ἄργου m¹). ἢ ὃν δεῖ φυλάξασθαι. τινὲς οὕτως, ἄλευ᾽ ὦ δᾶ· ἄλευ', ἀναχώρει, ἔκκλινε· τὸ δὲ ὦ δᾶ, ὦ γῆ. οἱ γὰρ Δωριεῖς τὴν γῆν δῆν καὶ δᾶν φασιν, καὶ τὸν γνόφον δνόφον. φαντάζεται γὰρ αὐτὸν καὶ μετὰ θάνατον πτοουμένη.
Ἡσιόναν ἡσιοναν ἡσιονην πείθων πείθων πιθὼν λεύσσειν λεύσειν σ supra adscr. m¹ ἐμ ut videtur ante ras. πετρίνοισιν πετρίνοισι με τὰν με τον με. οἶστρος οἴατροισ οἶστροσ ἄλευ᾽ ὦ δᾶ, φοβοῦμαι δα. φοβοῦμαι Triclinius
34 AESCHYLI
κυνηγετεί, πλανᾷ τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν. ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον· ἰὼ ἰὼ πόποι, ποῖ μ᾿ ἄγουσι τηλέπλανοι πλάναι; τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρ- τοῦσαν ἐν πημοσύναις, ἔ ἔ, οἰστρηλάτῳ δὲ δείματι δειλαίαν παράκοπον ὧδε τείρεις; πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ. ἄδην με πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπῃ πημονὰς ἀλύξω.
ἀλλ᾽ οὐκ ἐμοὶ διὰ τὸ νηστεύειν. Σοφοκλῆς ἐν Ἰνάχῳ καὶ ᾄδοντα αὐτὸν εἰσάγει. εἰπὼν δὲ αὐτὸν »βούταν« ἐνέμεινε τῇ τροπῇ. αὐλοῦσι γὰρ ἑπόμενοι τοῖς ποιμνίοις οἱ βουκόλοι. — ἀντὶ τοῦ ἠχεῖ (Gl.). – ἡ σύριγξ (Gl.). ἴσως ὑπνοποιόν τι μέλος πρὸς ἑσπέραν αὐλούμενον. φησὶ δὲ ὅτι ἑσπέρα ἐστὶν ἤδη. ἐγὼ δὲ νῆστις οὖσα ἐλαύνομαι. παρὰ τὸ »ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ« (Hom. E 374). οὐ δι᾽ ἀκοῆς τι μαθὼν φαῦλον περὶ ἐμοῦ. παρακεκομμένην μέρος τοῦ νοῦ. ἱκανῶς (Gl.). παρήλασαν (Gl.) (περιήλασαν Paley).
κυνηγεῖ Hermann ψάμμαν ψάμμαν ψάμμον in marg. ζτ m. κηρόπλαστος κηρόπακτος ἰὼ ἰὼ πόποι ἰὼ τω ποῖ ποῖ' π ό π' οι π ό π ο Seidler ποῖ μ' ποῖ μ' πῇ μ' ἄγουσιν (πλάναι) Meineke. τηλέπλανοι τηλέπλαγκτοι Seidler πλάναι πλάνοι πλάναι πημοσύναις πημοναῖσιν Hermann τεύρεισ ut videtur πυρί με πυρὶ Erfurdt ποντίοις ποντίοις ποντίοισι ὅπῃ Schuetz
PROMETHEVS VINCTVS. 35
κλύεις φθέγμα τᾶς βούκερω παρθένου; ΠΡ. πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται. ΙΩ. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; εἰπέ μοι τᾷ μογερᾷ τίς ὢν τίς ἄρα μ᾽, ὦ τάλας, τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς, θεόσυτόν τε νόσον ὠ- νόμασας, ἃ μαραίνει με χρίουσα κέντ- ροισι φοιταλέοις, ἔ ἔ. σκιρτημάτων δὲ νήστισιν αἰκίαις λαβρόσυτος ἦλθον, ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ- δαιμόνων δὲ τίνες οἱ, ἔ ἔ, οἳ ἐγὼ μογοῦσιν, ἀλλά μοι τορῶς τέκμηρον ὅ τι μ' ἐπαμμένει
διὰ τοῦ τὸν πατέρα αὐτῆς ὀνομάσαι ἐνέφηνε τὸν μάντιν, ὡς καὶ παρ' Ὁμήρῳ (λ 100) ὁ Τειρεσίας »νόστον δίζηαι μελιηδέα, φαίδιμ᾽ Ὀδυσσεῦ«. διὰ τὸν ζῆλον στυγητή. ἐτύμως προσφωνεῖς (Gl.). τὸν Διὸς ἔρωτα. μανικοῖς (Gl.). νηστευτικαῖς. — ἀπὸ τοῦ νῆ καὶ τοῦ στάσις (m¹). τοῖς τῆς Ἥρας. τίνες ὅλως τῶν δυσδαιμόνων μογοῦσιν οἷα ἐγώ; τινὲς οὕτως, (δυσδαιμόνων addit Dind.) δὲ τίνες (δε τινες m), ἵνα λείπῃ τὸ παῖδες.
paragraphum praefixit M, chori notam adscripsit m¹. φθέγμα φθέγμα πρόσ superscripsit m¹. Ἥρᾳ ἥιρα γυμνάζεται γυμνάζεται ἔτυμα ἔτοιμα ut vid. ἔτυμα θεόσυτόν θεόσσυτόν Morell ἁμαραί (νει superscriptum) με φοιταλέοις φοιταλέοισιν Hermann νήστισιν νίστισιν νήστισιν λαβρόσυτος λαβρόσσυτοσ Hermann οἱ οἱ
AESCHYLI ΙΩ. παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου, δεῖξον, εἴπερ οἶσθα· θρύει, φράζε τῷ δυσπλάνῳ παρθένῳ. ΠΡ. λέξω τορῶς σοι πᾶν ὅπερ χρήζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα· πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα. ΙΩ. ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε; ΠΡ. ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. ΙΩ. οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοὶ; ΠΡ. λέγ᾽ ήντιν᾽ αἰτῇ· πᾶν γὰρ οὖν πύθοιό μου. ΙΩ. σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν. ΠΡ. βούλευμα μὲν τὸ Δῖον, Ηφαίστου δὲ χείρ. ΙΩ. ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; ΠΡ. τοσοῦτον ἀρχῶ σοι σαφηνίσαι μόνον. ΙΩ. καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. ΠΡ. τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
δεῖ προσθεῖναι τὸ α τὸ (τῷ Dind.) δοτῆρα διὰ τὴν τομήν. τίνος ένεκα τιμωρῇ; δωρεὰ ἐπὶ συμφορᾶς. καὶ Ἀρχίλοχος »κρύπτομεν (κρύπτωμεν Rob., δ' addit Schneidewin) ἀνηρὰ Ποσειδῶνα (Ποσειδάωνος Schneidewin) ἄνακτα (ἄνακτος Rob.) δῶρας. ἔδησεν, παρὰ τὸ ἔχειν ἔχεμα ἔχμα. διὰ τὸ μὴ ταυτολογῆσαι. τίς χρόνος εἰς τὸ πέρα ἔσται; τὸ μὴ μαθεῖν σοι κρεῖσσον: Επικούρειόν ἐστι δόγμα, ἀναιροῦν τὴν μαντικήν
τί μῆχαρ, ἢ τί (τί μῆχαρ; τί Elmsley) τί μῆχαρ; ἢ τί Martin τί μὴ χρή Μ. φράζε τῷ φράζε τα recc. φράζετε Μ. ὅπερ ὅπερ Εtym. Μ. p. 762, 30 ὅτι Μ. paragraphis personas notavit M, personarum notas superscr. m¹. vide 354. αἰτῇ αἰτεῖ Μ αὐτῆς m. γὰρ ἂν recc. δ᾽ ἂν οὐ Fritzsche. ἀμπλακημάτων ἀπλακημάτων Μ. σαφηνίσαι σαφηνήσαι ante corr. Μ σαφηνίσας Linwood.
PROMETHEVS VINCTVS. ΙΩ. μήτοι με κρύψης τοῦθ᾽ ὅπερ μέλλω παθεῖν. ΠΡ. ἀλλ᾽ οὐ μεγαίρω τοῦδε τοῦ δωρήματος. ΙΩ. τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν; ΠΡ. φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θρᾶξαι φρένας. ΙΩ. μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ. ΠΡ. ἐπεὶ προθυμῇ, χρὴ λέγειν· ἄκουε δή. ΧΟ. μήπω γε· μοῖραν δ᾽ ἡδονῆς καμοὶ πόρε. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας· τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα. ΠΡ. σὺν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν, ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός. ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας ἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει. ΙΩ. οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή, σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρήζετε πεύσεσθε· καίτοι καὶ λέγουσ᾽ ὀδύρομαι θεόσσυτον χειμῶνα καὶ διαφθορὰν μορφῆς, ὅθεν μοι σχετλία προσέπτατο.
εἱμαρμένης γάρ, φησί, πάντα κρατούσης πρὸ καιροῦ λελύπηκας, ἢ χρηστόν τι εἰπὼν τὴν ἡδονὴν ἐξέλυσας. λέγουσι δὲ ὅτι καὶ τὸ »ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται. ταράξαι (Gl.). τὸ ἀκούειν. τοῦτο ἅμα καὶ σαφηνίζων τῷ ἀκροατῇ τὰ πράγματα (καὶ addit Paley) διὰ τῶν τῆς Ἰοῦς Προμηθέα παραμυθούμενος, ὅπως τε μεταξὺ τά τε (τὰ τῆς Paley) Ἰοῦς ῥηθείη, εἶτα πάλιν τὰ παρ' αὐτοῦ, καὶ ἡ ἐξαλλαγὴ τῆς τάξεως νεαροποιήσει τοὺς ἀκούοντας. διαγωγήν, διήγησιν ἀξίαν ἔχειν (Ι. ἔχει τὸ εἰπεῖν). ὃ μάλιστα λυπεῖ γυναῖκα, τὸ τῆς ἀμορφίας.
μέλλω μέλω Μ, λ supra adscripsit m. τοῦδε τοῦδέ σοι Turnebus. μὴ οὐ μὴ Μ, οὐ superscripsit m. θρᾶξαι δράξαι Μ. λεγούσης λεγούσασ Μ, corr. m¹. τἀποκλαῦσαι τἀποκλαῦσαι recc. κ᾽ ἀποκλαῦσαι Μ. ὅπου ὅπου Ellendt ὅποι Μ. τίσ Μ. προσχρήζετε προσχρήζετε Μ. ὀδύρομαι ὀδύρομαι γρ. αἰσχύνομαι Μ.
AESCHYLI ΙΩ. αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν λείοισι μύθοις· ὦ μέγ' εὔδαιμον κύρη, τί παρθενεύῃ δαρόν, ἐξόν σοι γάμου τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἡμέρου βέλει πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν θέλει σὺ δ᾽, ὦ παῖ, μὴ ἀπολακτίσης λέχος τὸ Ζηνός, ἀλλ' ἔξελθε πρὸς Λέρνης βαθὺν λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός, ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ ἔτλην γεγωνεῖν νυκτίφαντ᾽ ὀνείρατα. ὁ δ᾽ ἔς τε Πυθώ κἀπὶ Δωδώνης πυκνοὺς θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. ἧκον δ᾽ ἀναγγέλλοντες απολοστόμους χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους. τέλος δ᾽ ἐναργής βάξις ἦλθεν Ινάχῳ σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾿ ἐσχάτοις ὅροις, κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διός μολεῖν κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
λείπει τάδε λέγουσαι. συνουσιάσαι. ὡς ἀπὸ τῶν ἀλόγων ζώων. παρὰ τὸ ἀλλ᾽ ἴομεν πλυνέουσαι (Hom. ζ 31). ἔπεμπεν (m3). ἐντελλομένη (Gl.).
ὄψεις ὄψει ante corr. Μ. πωλεύμεναι (πολ superscripsit m¹) Μ. εὔδαιμον εὐδαίμων Μ, εὔδαιμον m. μὴ ἀπολακτίσῃς μὴπολακτίσησ Μ. νυκτίφαντ᾽ νυκτίφοιτ' recc. νυκτίφοιτα δείματα A Nauck cl. Lycophr. 225. φίλα φίλωι M, a super ω scripsit m¹. κεἰ εἰ Naber. πυρωπὸν recc. πυρωτὸν Μ. ἐξαϊστώσοι ἐξαϊστώσοι Blomfield ἐξαϊστώσει Μ.
PROMETHEVS VINCTVS. ΙΩ. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν, ἐξήλασέν με κἀπέκλησε δωμάτων ἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ μιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι ἦσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος Λέρνης ἄκρην τε· βουκόλος δὲ γηγενής ἄκρατος ὀργὴν Ἄργος ἁμάρτει πυκνοῖς ἴσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δ᾽ αὐτὸν αἰφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπληξ δ᾽ ἐγὼ μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι. κλύεις τὰ πραχθέντ᾽· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι λοιπὸν πόνων, σήμαινε· μηδέ μ' οἰκτίσας ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ αἴσχιστον εἶναί φημι συνθέτους λόγους. ΧΟ. ἔα ἔα, ἄπεχε, φεῦ· οὔποτ᾽ οὔποτ᾽ οὔχουν ξένους μολεῖσθαι λόγους
ἀνεχρόνισεν· οὔπω γὰρ ἦν τὸ μαντεῖον. ὀξέως δάκνοντα· μόνον δὲ τὴν ὄψιν μετεβλήθη εἰς βοῦν. Κέρχνη κρήνη Ἄργους. τὸ ἀπὸ Κέρχνης κατιόν, ὅ ἐστιν ὄρος. καὶ ἡ ἄκρα δὲ ὄρος. »μηδέ τί μ' αἰδόμενος μειλίσσει μηδ᾽ ἐλεαίρων, ἀλλ᾽ εὖ μοι κατάλεξονα (Hom. γ 96). ὡραῖον (m¹). — γνώμη (m¹ in altero margine). τοὺς ψευδεῖς. σιώπα (Gl.).
κἀπέκλησε κἀπέκλεισεν Μ. κεραστὶς κεράστιο Μ. ἐμμανεῖ ἐμμανεῖ» (σ ut vid. erasum) Μ. Λέρνης ἄκρην τε Λέρνης τε κρήνην Canter, fort. Λέρνης τε νᾶμα. πρὸ πρὸ Μ, πρὸσ m. ὅ τι ὅ τι Τurnebus ἔτι Μ. πόνων πόνων recc. πόνον Μ. μηδ' ἔμ' primitus M. ψευδέσιν ψεύδεσσιν Μ. coryphaeus canere videtur. ηὔχουν ηὔχουν schol. ηὐχόμην Μ. ξένους in versum proximum profert M.
AESCHYLI ΧΟ. ἐς ἀκοὰν ἐμάν, οὐδ᾽ ὧδε δυσθέατα δύσοιστα πήματα, λύματα, δείματ' ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν. ἰὼ ἐὼ μοῖρα μοῖρα, πέφρικ᾽ ἐσιδοῦσα πρᾶξιν Ἰοῦς. ΠΡ. πρώ γε στενάζεις καὶ φόβου πλέα τις εἶ· ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθης. ΧΟ. λέγ', ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προεξεπίστασθαι τορῶς. ΠΡ. τὴν πρίν γε χρείαν ἠνύσασθ᾿ ἐμοῦ πάρα κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρήζετε τὸν ἀμφ' ἑαυτῆς ἆθλον ἐξηγουμένης· τὰ λοιπὰ νῦν ἀκούσαθ', οία χρή πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τ', Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους. θυμῷ βάλ', ὡς ἂν τέρματ᾽ ἐκμάθης ὁδοῦ. πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας· Σκύθας δ᾽ ἀφίξη νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσ᾽ ἐπ᾿ εὐκύκλοις ὄχοις, ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·
ἀπὸ κοινοῦ τὸ ηὔχουν. ὀξει ἐξ ἑκατέρου μέρους, τροπικῶς. διότι βοῦς ἦν (Gl.). πρὶν ἢ σε μαθεῖν τὰ λοιπά, δυσφορεῖς καὶ θαυμάζεις ταῦτα. ἀποστρέφει τὸν λόγον πρὸς αὐτήν. ἀποφέρεται συνήθως εἰς τὸ διαγράφειν ὄρη, ποταμούς, καὶ τὰ τοιαῦτα γνωστὰ ἄγνωστα. ἐν ταῖς εὐτρόχοις ἁμάξαις. τοὺς ὤμους δηλονότι.
ἐσιδοῦσα εἰσιδοῦσα recc. πρώ γε πρῶγε Μ, corr. in πρῶιγε m, o supra scripsit (πρό γε) m¹. τίσ Μ. paragraphos praefixit M, chori et Promethei notas addidit m¹. χρείαν χρείαν recc. χρείαν τ' Μ. ἐχρήζετε ἐχρήζετε Μ. τήνδε την δε τήνδε ante corr. Μ. βάλ' βάλ' recc. μάθ' Μ. νομάδας νωμάδασ ante corr. Μ. ναίουσ' ναίουσ' recc. νέουσ' Μ. ἐξηρτυμένοι ἐξηρτυμένοι rec. ἐξηρτημένοι Μ.
PROMETHEVS VINCTVS. ΠΡ. οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις γύποδας χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δ᾽ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλης, ὁρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπ' αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ᾽ Αμαζόνων στρατὸν ἥξεις στυγάνορ', αἳ θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ θερμώδονθ᾽, ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος, ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν· αυταί σ᾽ ὁδηγήσουσι καὶ μάλ' ἀσμένως. ἰσθμὸν δ᾽ ἐπ᾿ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
ὑπὸ ἁλὺς τινασσομένας (τινασσομέναις schol. rec.)· μὴ δι ὀρεινῶν, φησί, τόπων πορεύου, ἀλλὰ δι᾽ ἐναλίων. - ἔθνος. ἀντὶ γενικῆς. τινὲς γυμνόποδας (m¹). προσπελαστοί. ἀδικοῦνται γὰρ οἱ ἐκεῖσε ἀφικνούμενοι. τὸν ᾿Αράξην, παρὰ τὸ ἀράσσειν καὶ ἠχεῖν τὰ κύματα αὐτοῦ. τῶν ἄκρων. τὰς τοῦ Καυκάσου. ὡς τὸ πρῶτον τῶν Ἀμαζόνων ἐν Σκυθίᾳ οἰκουσῶν. ποταμόν (Gl. m¹). - ὅπου (Gl. m¹). ὡς τὸ »πολέμου στόμα (Hom. Τ 313) διὰ τὸ πᾶν τὸ εἰς αὐτὴν ἐμπίπτον καταναλίσκειν. διὰ τὸ σχῆμα τοιοῦτον γνάθου ὀνείας ἔχειν τὴν θάλασσαν ταύτην (m¹). αἱ Αμαζόνες ὡς γυναῖκες γυναῖκά σε οδηγήσουσιν. ταῖς ἐξόδοις. τὰς Κασπίας λέγει (Gl. m¹). τὸν Κιμμερικὸν
γύποδας γύποδασ Μ, ων super ασ scripsit m¹. ἀλλὰ γυῖ᾽ ἁλιστόνοις Hermann. πρόσπλατοι πρόσπλατοι Elmsley πρόσπλαστοι Μ. ὑβριστὴν Ὑβριστὴν Schuetz (Ὑβρίστην Bothe). στυγάνορ' στυγάνορα Μ. κατοικιοῦσιν καταοικοῦσιν Μ, corr. m¹. ναύταισι, μητρυιὰ ναύτησι Μ. μητριά Μ, corr. m¹.
AESCHYLI ΠΡ. λιποῦσαν αὐλῶν ἐκπερῶν Μαιωτικόν· ἔσται δὲ θνητοῖς εἰς ἀεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον ἤπειρον ἥξεις Ασιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς χρήζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας. πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοι μηδέπω 'ν προοιμίοις. ΙΩ. ιώ μοί μοι, ἢ ἔ. ΠΡ. σὺ δ᾽ αὖ κέκραγας καναμυχθίζη· τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά; ΧΟ. ή γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; ΠΡ. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. ΙΩ. τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην; κρεῖσσον γὰρ εἰς ἅπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. ΠΡ. ή δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
Βόσπορόν φησιν, ὅς ἐστι πλήρωμα τῆς Μαιώτιδος λίμνης. καρτερικῶς (Gl. m¹). φάραγγα. σημείωσαι περὶ τοῦ Βοσπόρου. ὅσα ἤκουσας, ὡς προοίμιον ἀκούειν σε χρή. ἤ, μηδ' ὅλον τὸ προοίμιον δι' αὐτῶν πεπληρῶσθαι. ἐπὶ τοῖς ῥηθησομένοις δυσχεραίνει ἡ Ἰώ. ποιᾶς φωνῆς καὶ στεναγμοῦ εἶδος. πέλαγός ἐστι πλῆθος τῶν ἐσομένων αὐτῇ κακῶν· τὸ δὲ δυσχείμερον πρὸς τὴν ποιότητα.
Ασιάδ᾽ ἀσιάδ' (accentu super eraso) Μ Ασίδ᾽ Elmsley. ὁμῶς ὅμωσ Μ, ὁμῶς m¹. ἐπέρριψεν ἐπέρριψε Μ. μηδέπω 'ν μηδέπω 'ν Turnebus μὴδ᾽ ἐπῶν Μ. λοιπὸν λοιπὼν ante corr. Μ. πέδοι πέδοι Dindorf πέδω Μ. δυσπετῶς δυσπετῶς recc. ἤδυ πετῶσ corr. ut videtur in ἡδυπετῶσ Μ.
PROMETHEVS VINCTVS. ΠΡ. ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον· αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή· νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. ΙΩ. ή γάρ ποτ' ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; ΠΡ. ήδοι ἄν, οἶμαι, τήνδ' ἰδοῦσα συμφοράν. ΙΩ. πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; ΠΡ. ὡς τοίνυν ὄντων τῶνδε μαθεῖν σοι πάρα. ΙΩ. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; ΠΡ. πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. ΙΩ. ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη. ΠΡ. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλᾷ. ΙΩ. θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον. ΠΡ. τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. ΙΩ. ἢ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; ΠΡ. ἣ τέξεται γε παῖδα φέρτερον πατρός. ΙΩ. οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης; ΠΡ. οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς. ΙΩ. τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός; ΠΡ. τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων εἶναι χρεών. ΙΩ. πῶς εἶπας; ἦ 'μὸς παῖς σ᾿ ἀπαλλάξει κακῶν; ΠΡ. τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς. ΙΩ. ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμωδία.
ὡς ἀπιστοῦσα ἐρωτᾷ. οὐκ εἰδὼς γὰρ λήψεται θέτιν, ἥτις τέξεται τὸν ἐκβάλλοντα αὐτὸν τῆς ἀρχῆς. σοὶ τῷ λέγοντι καὶ ἐμοί. ἅμα ζηλοῦσα ἐρωτᾷ. οὐχ ἡ Ἥρα. ἐμοὶ οὐ νοητή.
paragraphum praefixit M, personae notam superscr. m¹. nullae personarum notae in M. ἥδοιο ἄν ἥδοιο ἄν rec. ἥδοιμ' ἂν Μ. μαθεῖν σοι μαθεῖν σοι (ν σοι in litura) M. fort. ὄντων σοι γεγαθέναι πάρα. paragraphos praefixit M, personarum notas superscr. m¹. αὑτοῦ αὐτοῦ ut vid M. ἣ * ante corr. Μ. τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων recc. αὐτῶν ἐγγόνων Μ. ἄλλαισιν ἄλλαισι Μ.
AESCHYLI ΠΡ. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. ΙΩ. μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει. ΠΡ. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. ΙΩ. ποίοιν, πρόδειξον αἵρεσίν τ' ἐμοὶ δίδου. ΠΡ. δίδωμ᾽· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ. ΧΟ. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγους. καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα. τοῦτο γὰρ ποθῶ. ΠΡ. ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρήζετε. σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ὅταν περάσης ῥεῖθρον ηπείρων ὅρον, πρὸς ἀντολὰς φλογώπας ἡλιοστιβεῖς πόντου περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
τῷ ἑτέρῳ τῶν δύο σοι χάριν δώσω. καὶ Πίνδαρος (ΟΙ. Χ 3) »ποτιφρένας ἐμὰς (l. πόθι φρενὸς ἐμᾶς) γέγραπται«. τὸν Τάναϊν ποταμόν. » Ευρώπην δ' Ασίης Τάναϊς διὰ μέσσον (μέσον m) ὁρίζει« (Dionys. Perieg. 14). ἀφρώδη (Gl.). τερατεύεται. Κισθήνη πόλις Λιβύης ἢ Αιθιοπίας. αἱ γραῖαι (Gl.). τοῦτο κατὰ διαδοχὴν εἰς χεῖρα λαμβάνουσαι ἐφύλασσον.
σαυτῆς σαυτῆς recc. σ' αὐτῆσ τ' Μ. δυοῖν δυοῖν (ν ex σ factum) M. ποίοιν ποίοιν (ν in ras.) Μ. τούτοιν scribendum videtur. λόγους λόγου Elmsley, fort. λόγων. τὴν λοιπὴν τὴν λοιπὴν corr. ex τῆ λοιπῆ Μ. paragraphum praefxit M, Promethei notam add. m¹. In ἐναντιώσομαι fecit o ex @ Μ. μὴ οὐ γεγωνεῖν μὴ γεγωνεῖν οὐ superscr. m) et προσχρήζετε Μ. ηπείρων ἠπείροιν Herwerden. φλογώπας ἡλιοστιβεῖς φλογωπάσ Μ. ἡλιοστιβεῖσ (ϊ corr. ex ει) M. Post 817 lacunam statuit Heathio auctore Brunck. πόντου πόντου recc. πόντον Μ.
PROMETHEVS VINCTVS. ΠΡ. μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ. πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω· ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν. ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρύπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν Αριμασπὸν ἱπποβάμον, οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου· τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρ᾽ ὄχθας ἔρφ᾽, ἕως ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βυβλίνων ὁρῶν ἄπο ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
ὅ σε δεῖ φυλάξαι. καταγωγήν, ἣν ὀφείλεις φυλάξασθαι. καταπολὺ κράζοντας (m¹). πρῶτος Ησίοδος τερατεύσατο τοὺς γρύπας. Σκυθικὸν μονόφθαλμον (m¹). τοῦ πλουσίου ποταμοῦ Αἰθιοπίας οὕτως λεγομένου, ἀπὸ τοῦ πολὺν εἶναι ἐκεῖ χρυσόν. ὁ Νεῖλος (Gl.). καταβασμὸς ὄρος διορίζον Λιβύην καὶ Αἴγυπτον. ἀπὸ τῆς γινομένης παρ᾽ αὐτοῖς βίβλου ἔπλασεν τὰ Βίβλινα ὄρη. ἀντὶ τοῦ οἰκῆσαι (οἰκίσαι schol. rec.).
μονόδοντες μονόδοντες recc. μονώδοντεσ Μ. ὀξυστόμους ὀξυστόμου Μ. γρύπας, τόν τε γρύπασ Μ. τώ τε corr. in τόντε Μ. μουνῶπα Μ, μουνώπαν m¹. ἱπποβάμον' ἱππόβαμον Μ, ἱπποβάμον’ m¹. πόρου πόρου recc. πόρον Μ. τηλουρὸν τηλουργὸν Μ, corr. m¹. Fort. τηλουροῦ δὲ γῆς. Βυβλίνων βυβλίνων recc. βιβλίνων Μ. εὔποτον εὔποτο Μ, ν addidit M vel m. οὗτός σ᾽ ὁδώσει οβτοσσε δώσει Μ, corr. in οὕτωσ σ᾽ ὁδώσει m¹ vel m.
AESCHYLI ΠΡ. τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε, καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. ΧΟ. εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγ᾽· εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν δὸς ἥντιν᾽ αἰτούμεσθα, μέμνησαι δέ που. ΠΡ. τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν. ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῖρ᾽ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ δάπεδα, τὴν αἰπύνωτόν τ' ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θακός τ᾽ ἐστὶ θεσπρωτοῦ Διός, τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσ᾽ ἔσεσθαι· τῶνδε προσσαίνει σε τι;
ἄσημον, ἄναρθρον. ἐπανερώτα. ἤπερ θέλω (Gl.). ὃ παρῆκας. φιλανθρώπως αἱ Ὠκεανίδες ἡγοῦνται χάριν ἰδίαν τοῦ τὸ schol. rec.) ἀκοῦσαι τῆς λύσεως αὐτοῦ. τὴν ὑψηλόνωτον, ἢ τὴν τραχεῖαν, παρὰ τὸ αἶπος. αἱ ἔμφωνοι (corr. in εὔφωνοι m). τῶν δρυῶν. ὑπομιμνήσκει σε τέρπει (Gl. ml).
τῶν δ᾽ εἴ τί σοι τῶν εἰ τι σοι ante corr. Μ. ἐπαναδίπλαζε ἐπαν δίπλαζε Minckwitz (et Dindorf). in marg. supplevit m. ἥντιν᾽ ήνπερ Hermann. paragraphus praefixa in M, Promethei notam add. m¹. ἐκμεμόχθηκεν έχε μεμόχθηκ ante corr. M. δοὺς δοὺσ (u in ras.) M. δάπεδα γάπεδα Porson. αἰπύνωτόν τ' αἰπύνωτο corr. in αἰπύνωτόν τ' Μ. θακός τ᾽ ἐστὶ θακός τ' ἐστὶ Brunck θῶκοσ ἐστι Μ, τ' adpinxit m. αἰνικτηρίως αἰνικτηρίωσ (ἐν corr. vel refecit ml) Μ. προσσαίνει σε τι; προσσαίνει σέ τι recc. προσαίν,εισκτὶ Μ, προσαίνει σίτι et in marg. σ' ἔτι ml.
PROMETHEVS VINCTVS. ΠΡ. ἐντεῦθεν οιστρήσασα τὴν παρακτίαν κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ρέας, ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις· χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστασ', Ἰόνιος κεκλήσεται, τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖα σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι· ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα. πέμπτη δ᾽ ἀπ᾿ αὐτοῦ γέννα πεντηκοντάπαις
καὶ ᾿Απολλώνιος (Argon. IV 327) Κρονίην ἅλα τὸν Ἰόνιόν φησι. οὕτω γὰρ ἐκαλεῖτο. - ὅτι Ρέας κόλπος ὁ Ἰόνιος πρώην ἐκαλεῖτο. ὅθεν ὁ Ἰόνιος κόλπος οὕτω προσηγορεύθη. τοῦ φανεροῦ. ἀντὶ τοῦ καὶ τὰ κρυπτὰ εἶδεν ἡ ἐμὴ φρήν. τῆς νυκτός. ἀναχρονισμός. προσχώματι: τῷ ὑπὸ τοῦ ποταμοῦ ἐτησίῳ προσθήματι τοῦ χώματος. φθόνων δὲ σωμάτων (1. 885 φθόνον δὲ σωμάτων: τῆς νυκτός ex schol. 872). – ἐν ὑψηλῷ γάρ ἐστιν. ἀνθρωπόμορφον. ἀφοβοποιῷ (Gl.). τῶν ἐκ Διὸς γεννηθέντων ἢ τῆς Διὸς ἐπαφήσεως. μελάντεροι γάρ εἰσιν οἱ Αἰγύπτιοι. ὁ Δαναός (Gl.). αἱ Δαναοῦ θυγατέρες. πέμπτη δὲ οὕτως· Ἐπάφου Λιβύη, ἧς Βῆλος, οὗ Δαναός, οὗ αἱ ν' θυγατέρες.
παλιμπλάγκτοισι παλιπλάκτοισι corr. in παλιμπλάκτοισι Μ. fort. μέλλον δ. Ἰόνιος κεκλήσεται ἰώνιοσ ante ras. Μ. κεκλήσεται recc. κληθήσεται Μ. in marg. ζτ adscripsit m. τίθησιν τίθεισιν Μ, η superscripsit m. γεννημάτων γένημάτων Μ, corr. m. πεντηκοντάπαις πεντηκοντάπαις recc. πεντηκοντόπαισ Μ.
AESCHYLI ΠΡ. πάλιν πρὸς Αργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν· οἱ δ᾽ ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύσοντες οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός. Πελασγία δὲ δέξεται θηλυκτόνῳ Αρει δαμέντων νυκτιφρουρήτῳ θράσει· γυνὴ γὰρ ἄνδρ' ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαίσι βάψασα ξίφος. τοιάδ᾽ ἐπ᾿ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος. αὕτη κατ' Ἄργος βασιλικὸν τέξει γένος· μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς θέμις· ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
ἀγαπῶντες λίαν αὐτάς (ml). πελείας τὰς νύμφας φησί· ἀφροδισιακὸν γὰρ τὸ ὄρνεον· τοὺς δὲ νυμφίους κίρκους διὰ τὸ ἁρπακτικόν. αὐτοῖς τοῖς σώμασι τιμωρηθήσονται, θεῶν νεμεσησάντων αὐτούς αὐτοῖς Rob.). τῷ νυκτὸς ἐπιτηρήσαντι· νυκτὸς γὰρ αὐτοὺς εἶλον. Αβαντα. ὅπως δὲ ἔχω τύχης καὶ δι᾿ ἣν αἰτίαν λυθήσομαι, πολλοῦ λόγου ἂν εἴη τοῦτο.
θηλύσπορος θηλυσπόροσ Μ. θηρεύσοντες θηρεύοντες recc. ἐπ᾿ ἐπ' recc. ἐσ Μ. ἀπαμβλυνθήσεται ἀπαμβλυνθήσεται recc. ἀπαμβλυθήσεται Μ. δυοῖν δυοῖν recc. δυεῖν Μ. κλεινός κλεινός recc. κλεινοῖσ M. Fort. κλεινὸς ἔνις ὃς πόνων ἐμέ. χρησμὸν χραισμὸν ante corr. Μ.
PROMETHEVS VINCTVS. ΙΩ. ἐλελελελελεῦ, ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσ', οἴστρου δ᾽ ἄρδις χρίει μ' ἄπυρος· κραδία δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ, γλώσσης ἀκρατής· θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῇ στυγνῆς πρὸς κύμασιν ἄτης. ΧΟ. ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ- σᾳ διεμυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθ' ἑαυ- τὸν ἀριστεύει μακρῷ, καὶ μήτε τῶν πλού- τῳ διαθρυπτομένων μήτε τῶν γέννα μεγαλυνομένων
θρηνῶδες ἐπίφθεγμα. σπασμὸς τοῦ ἐγκεφάλου. ἡ ἀκμὴ τοῦ πάθους. ἡ (7) Vitelli) πολύπυρος διὰ τὸ σφοδρὸν πάθος ἢ πῦρ μὴ ἔχουσα. ἀντὶ τοῦ παράφρων γίνεται ὑπὸ τοῦ φόβου. οὐκ εἰμὶ ἐν τῷ καθεστῶτι. δρόμου: τῆς ὀρθῆς ὁδοῦ (ὁδοῦ m). ὑπὸ τῆς μανίας (μανῆς ante corr.) μὴ κατέχουσα τῆς γλώττης, ἀλλὰ παίουσα. τεταραγμένοι δὲ λόγοι ὡς ἔτυχε προσπταίουσι τῷ τῶν κακῶν κλύδωνι, τουτέστιν ὑπὸ ὀδύνης πολλὰ λαλῶ. ἐδοκίμασεν· »ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃς (Hom. φ 405). καὶ Πίνδαρος (Pyth. ΙΙ 64)· »χρὴ δὲ καθ᾿ ἑαυτὸν παντὸς ὁρᾶν μέτρον. εἶναὶ δὲ παράτροποι ἐς κακότητά τε ἀθρόαν ἔβαλονα. κατὰ τὰ ἴδια μέτρα. ἐντρυφώντων (Gl.).
ἐλελελελελεῦ ἐλελεῦ ἐλελεῦ Pauw. κραδία κραδία recc. καρδία Μ. ὄμμαθ᾽ ὄμματ' Μ. παίουσ᾽ παίουσ' recc. πταίουσ' Μ. ἦν ὃς ἦν delet Triclinius. ἦν | ὃσ Μ. γλώσσα καὶ | γλῶσσα corr. in γλώσσαι Μ. πλούτῳ | Μ.
AESCHYLI ΧΟ. ὄντα χερνήταν ἐραστεῦσαι γάμων. μήποτε μήποτέ μ', ὦ Μοῖραι, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν. μηδὲ πλαθείην γαμέτα τινὶ τῶν ἐξ οὐρανοῦ. ταρβῶ γὰρ ἀστερ- γάνορα παρθενίαν εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν. δυσπλάνοις Ἥρας ἀλατείαις πόνων. ἐμοὶ δ᾽ ὅτι μὲν ὁμαλὸς ὁ γάμος ἄφοβος οὐ δέδια, μηδὲ κρεισ- σύνων θεῶν ἔρως ἄφυ- κτον ὄμμα προσδράκοι με. ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος, οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν· τὰν Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπᾳ φύγοιμ' ἄν. ΠΡ. ἢ μὴν ἔτι Ζεύς, καίπερ αυθάδης φρενῶν, ἔσται ταπεινός, οἷον ἐξαρτύεται
ἀπὸ τοῦ πελάζω πλάζω (ml). – γαμέταν τὸν ἔχοντα σύνοικον θεάν· διὰ τὸν Δία καὶ τὸν τῆς Ἥρας ζῆλον (ml). ἣν οὐ στέργει ὁ γενόμενος αὐτῆς ἀνήρ ἢ (literae – τὴν erasae) τὴν ὑπὸ ἀρσένων στεργομένην. ἅμα τῷ γάμῳ· λείπει γὰρ τὸ ἅμα. ἴσος. μηδὲ ἐπίδοι με ὁ ἔρως κρεισσόνων θεῶν, ὅς ἐστιν ἄφυκτον ὄμμα. ὁ πρὸς κρείσσονας πόλεμος ἀκαταμάχητος. πόριμος αὐτοῖς. ἑτοιμάζεται (ml).
Μοῖραι μοῖρα ut videtur M, μοῖραι m¹ πλαθείην γαμέτα πλαθείην γαμέτα Canter πλαθείην (σ supra ad & adscripsit et v adpinxit m¹) ἐν γαμετῶι (corr. m¹ in γαμέται) Μ. ἀμαλαπτομέναν γ᾽ ἀμαλαπτομέναν Weil (γ' abiecit Dindorf) γάμω δαπτομέναν Μ. δυσπλάνοις ἀλατείαις δυσπλάνοις et ἀλατείαις recc. δυσπλάγχνοια et ἀλατείαισι Μ. οὐ δέδια οὐ δέδια delet Bothe. προσδράκοι προσδράκοι Salvinius προσδάρχοι Μ. ὅπᾳ ὅπα Μ, ὅπη m¹. αυθάδης φρενῶν αυθάδης φρενών Μ, δη et po supra adscripsit m¹ (αυθάδη φρονῶν recc.). οἷον οἷον Μ, » adpinxit m¹.
PROMETHEVS VINCTVS. ΠΡ. γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος θρόνων τ' ἄιστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρὰ Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται, ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς. ἐγὼ τάδ᾽ οἶδα χῷ τρόπῳ. πρὸς ταῦτά νυν θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις πιστὸς τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος. οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά· τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ᾿ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας· ὃς δὴ κεραυνοῦ κρείσσον εὑρήσει φλόγα βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὰν κτύπον, θαλασσίαν τε γῆς τινάκτειραν νόσον, τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σχεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τ' ἄρχειν καὶ τὸ δουλεύειν δίχα. ΧΟ. σύ θην ἃ χρήζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός. ΠΡ. ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
ήφανισμένον (m¹). πληρωθήσεται (m¹). καὶ ᾧ τρόπῳ. ὑψηλοῖς τόποις (Gl. rec.). τῇ βροντῇ καὶ τῷ κεραυνῷ. μὴ δυνάμενα ἐπανορθωθῆναι. τὸν τεχθησόμενον ἐξ αὐτοῦ. τῇ γλώττη κατηγορεῖς. ἐποιωνίζῃ κατὰ τοῦ Διὸς ἃ βούλει γενέσθαι αὐτῷ. - κατὰ ἐρώτησιν.
θρόνων τ' θρόνων τ' recc. θρόνων Μ. δ' Turnebus τ' Μ. τότ᾽ τόδ' Μ, τότ' m¹. δηναιῶν δηναιον Μ, ων superscripsit m¹. τοιῶνδε τοιόνδε Μ, ὦ superscr. m¹. νυν νῦν Μ. πιστὸς πιστωσ Μ, ό superscr. m. εὑρήσει εὑρήσει recc. εὑρήσοι Μ. νόσον νόσων ante corr. Μ, quod ex interpretamento ἔνοσιν et —ων (βάθρων Herwerden) conflatum videtur. κακῷ κακῶν Μ, @ superscr. m¹. ἄρχειν ὅσσον Μ. ἀρχὴν (i. e. ἀρχὴν) Μ, ἄρχειν m. σύ θην σύθην Μ, σὺ δὴν m¹. paragraphi praefixae in M, personarum notas superscr. m¹.
AESCHYLI ΧΟ. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; ΠΡ. καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους. ΧΟ. πῶς οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη; ΠΡ. τί δ᾽ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον; ΧΟ. ἀλλ᾽ ἄθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι. ΠΡ. ἃ δ᾽ οὖν ποιείτω· πάντα προσδοκητά μοι. ΧΟ. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. ΠΡ. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί. ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον, ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον· πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν. Ἑρμῆς. σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω· πατὴρ ἄνωγέ σ᾽ οὖστινας κομπεῖς γάμους αὐδῶν πρὸς ὧν τ᾽ ἐκεῖνος ἐκπίπτει κράτους. καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ᾽ αὔθ᾽ ἕκαστα φράζε, μηδέ μοι διπλᾶς ὁδούς, Προμηθεῦ, προσβάλης· ὁρᾷς δ᾽ ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
δυσπαύστους (m¹). οὕτως ὑπερηφάνως καὶ ἀφόβως εἶπεν. θώπευε (Gl.). ἄγγελον, ἀπὸ τοῦ τρέχειν. τοῖς ἀνθρώποις. ὅ ἐστι μὴ κάματόν μοι διπλοῦν προξενήσῃς δεύτερόν με ποιῶν ὑποστρέψαι. τοῖς μὴ πειθομένοις αὐτῷ.
ἕξει ἕξεισ ante ras. Μ. πῶς δ' πῶς δ᾽ recc. δ᾽ ἂν δ᾽ ἂν recc. δαὶ Μ. τοῦδ᾽ ἔτ᾽ τοῦδ᾽ ἔτ᾽ Elmsley τοῦδέ γ' Μ. θῶπτε θῶπτε Μ, τ delevit et θώπευε superscr. m. αεί primitus M. ὑπέρπικρον ὑπέρπικραν Μ. ἐξαμαρτόντ᾽ ἐφημέροις ἐξαμαρτάνε Μ, ἐξαμαρτόντ' m. ἐφημέροις (vel τὸν ἐφημέροις) recc. τὸν ἡμέροισ Μ. πρὸς ὧν τ᾽ πρὸσ * τ' Μ, ὧν inseruit m. τ' delet Elmsley. αὔθ᾽ ἕκαστα ἕκαστ᾽ ἔχε φραζε recc. μηδ' ἐμοὶ ante corr. Μ.
PROMETHEVS VINCTVS. ΠΡ. σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μυθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ᾽· οὐκ ἐκ τῶνδ᾽ ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ἠσθόμην; τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ κέλευθον ήνπερ ἦλθες ἐγκύνει πάλιν· πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ. ΕΡ. τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. ΠΡ. τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασ', οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ. ΕΡ. κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρα ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. ΠΡ. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. ΕΡ. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
πρώτους τοὺς περὶ Ὀφίωνα καὶ Ευρυνόμην, δεύτερον τοὺς περὶ Κρόνον. πέργαμα δὲ ἁπλῶς τὰς οὐρανοῦ ἀκρωρείας· κατεχρήσατο δέ. πολλοῦ με δεῖν (δεῖ Dind.) πρὸς τὸ ταρβεῖν, μᾶλλον δὲ τοῦ παντός. σημείωσαι τὸ πολλοῦ γε καὶ δεῖ, πολλῷ γε καὶ δέω (σημείωσαι πολλοῦ ἐλλείπω ἀντὶ τοῦ πολλοῦ γε καὶ δεῖ ἢ πολλοῦ γε καὶ δέω schol. rec.). τρυφῶν, ἀνίεσθαι.
paragraphum praefixam in M mutavit in personae notam m¹. ναίειν ναι ante corr. Μ. αἴσχιστα καὶ τάχιστα καὶ κάκιστα Herwerden. ὑποπτήσσειν ὑποπτήσειν ante vorr. Μ. γε γε recc. δὲ Μ. paragraphi praefixae in M, nomina addidit m¹. καθώρμισας καθώρμισας recc. καθώρχοσασ (o ex c vel ω factum) Μ. personarum notas in M omissas addidit (cum Tyrwhitto) Erfurdt. φῦναι πιστὸν φῦναι recc. φῆναι Μ. πιστὸν recc. πιστὸν δ' (δ' mutavit in γ' m¹) M. Ante 1002 versum excidisse vidit Reisig, Promethei fuisse monuit Keck. paragraphis personas notat M, nomina supersc. m¹, nisi quod Promethei notas 1012. 1013 et Mercuri 1012 iam M addiderat.
AESCHYLI ΠΡ. χλιδῶ; χλιδῶντας, ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι καὶ σὲ δ᾽ ἐν τούτοις λέγω. ΕΡ. ἢ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ; ΠΡ. ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως. ΕΡ. κλύω σ' ἐγὼ μεμηνότ᾽ οὐ μικρὰν νόσον. ΠΡ. νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. ΕΡ. εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. ΠΡ. ὤμοι. ΕΡ. τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. ΠΡ. ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος. ΕΡ. καὶ μὴν σύ γ' οὔπω σωφρονεῖν ἐπίστασαι. ΠΡ. σὲ γὰρ προσηύδων οὐκ ἂν ἄνθ᾽ ὑπηρέτην. ΕΡ. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρήζει πατήρ. ΠΡ. καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ' αὐτῷ χάριν. ΕΡ. ἐκερτόμησας δῆθεν ὡς παϊδά με. ΠΡ. οὐ γὰρ σὺ παῖς τε κάτι τοῦδ᾽ ἀνούστερος, εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα; οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ προτρέψεται με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
συνῆλθεν γὰρ αὐτοῖς κατὰ τῶν Τιτάνων. ἐξ ὧν λέγεις. τὸ οἴμοι λέγειν. κἀκεῖνος οὖν τῷ χρόνῳ μαθήσεται τὸ στενάζειν. σὺ δὲ οὐδὲ ὑπὸ τοῦ χρόνου παιδεύῃ. ὁ νοῦς· καλῶς λέγεις με μὴ φρονεῖν· εἰ γὰρ ἐγὼ ἐφρόνουν, ὑπηρέτῃ σοι ὄντι οὐκ ἂν διελέχθην (διηλέχθην m). τοῦτα ἐν εἰρωνείᾳ. γρ. αἰθεροῦσσα.
χλιδῶντας χλιδόντασ Μ, corr. m¹. συμφοραῖς συμφορᾶς rec. μικρὰν σμικρὰν Brunck. ΠΡ. ὤμοι. ΕΡ. τόδε ΠΡ. ὤμοι. | ΕΡ. ὤμοι, τόδε Lachmann, ὡς παϊδά με ὡς παῖδ᾽ ὄντα με recc. ὥστε παιδά με Hermann. κἄτι personae notam om. M, add. m¹. καὶ ἔτι Μ. πεύσεσθαι πεύσεσθαι recc. πευσεῖσθαι Μ. προτρέψεται προστρέψεται Μ, σ delevit et in marg. προτρέ adscripsit m αἰθαλοῦσσα αἰθαλοῦσσα Canter αἰθάλουσα Μ.
PROMETHEVS VINCTVS. ΠΡ. λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω· γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾿ ὥστε καὶ φράσαι πρὸς οὗ χρεών κιν ἐκπεσεῖν τυραννίδος. ΕΡ. ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται. ΠΡ. ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε. ΕΡ. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. ΠΡ. ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ' ὡς ἐγὼ Διὸς γνώμην φοβηθεὶς θηλύνους γενήσομαι καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυμαικομίμοις ὑπτιάσμασιν χερῶν λυσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω. ΕΡ. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν· τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγής πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ· ἀτὰρ σφοδρύνῃ γ᾽ ἀσθενεῖ σοφίσματι· αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
λευκῇ καὶ ταχείᾳ (Gl.). τεθεώρηται. λαλῶν ὡς πρὸς κῦμα ἀναίσθητον (m¹). εἰς τὸ ποιῆσαι τοῦτο. γρ. ἀλλ᾽ ἐρεῖν μάτην. θρασύνη. σύ φισμα τὴν προαγόρευσιν τῆς ἐκπτώσεως. ἀσθενεῖ καὶ ἀδήλῳ (m). γνώμη (m¹). ἴσον ἐστὶ τῷ μηδενί.
γνάμψει γνάψει Μ. φράσαι recc. φράσειν Μ. paragraphos praefixerat M, erasit et personarum notas add. m¹. νυν νῦν Μ. ὦπται ὦπται schol. et recc. ὦ παῖ Μ. μήποθ' μήποθ' recc. μηπάθ' et in marg. ζτ Μ, μή ποθ᾽ ὡς in marg. adscripsit m¹. στυγούμενον στυγόμενον Μ, στυγούμενον m¹. ὑπτιάσμασιν ὑπτιάσμασι Μ. paragraphum praefixit M, notam add. m¹. πολλὰ κἀλλ᾽ ἐρεῖν μάτην schol., ut videtur. κέαρ λιταῖς Robortellus, unde κέαρ | λιταίς (deleto ἐμαῖς) Porson.
AESCHYLI ΕΡ. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ᾽ ἄφυκτος· πρῶτα μὲν γὰρ ἀκρίδα φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογί πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοι πτηνὸς κύων, δαφοινός αἰετός, λάβρως διαρταμήσει σώματος μέγα ράκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινήσεται. τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν "Αιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη. πρὸς ταῦτα βούλευ· ὡς ὅδ᾽ οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος· ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ πάπταινε καὶ φρόντιζε, μηδ' αυθαδίαν εὐβουλίας ἄμεινον ἡγήσῃ ποτέ. ΧΟ. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
τραχεῖαν (Gl. rec.). τὸν Καύκασόν φησι (m¹). τὸ ἀπόρρηγμα καὶ κοίλωμα τῆς πέτρας. -- χάσματος γενομένου μετέωρος ἔσῃ κρεμάμενος τῶν χειρῶν. τὸ δέρμα. ἄκλειστος. τὸ μελαινόμενον ἐκ τῆς βρώσεως ὡς τοῦ βοηθοῦντος ταῦτα (ταὐτὰ Paley) πεισομένου.
ἄφυκτος ἀφύκτωσ Μ, οσ super ωσ scripsit m¹ (ἄφυκτος recc.). δέ τοι δέ σοι rec. ἐκθοινήσεται ἐκθοινάσεται Nauck. τι τι recc. τοι Μ. ἀναύγητον ἀναύγητον Μ; δ super γ scripsit m¹. λίαν εἰρημένος λίαν εἰρημένοσ corr. ex λείαν εἰριμμένοσ ut videtur M. fort. ὀρθούμενος. ἄμεινον ἄμεινον corr. in ἀμείνον Μ.
PROMETHEVS VINCTVS. ΧΟ. λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν. ΠΡ. εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές. πρὸς ταῦτ᾽ ἐπ᾿ ἐμοὶ ῥιπτέσθω μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽ ἀγρίων ἀνέμων· χθόνα δ᾽ ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν τ᾽ οὐρανίων ἄστρων διόδους, ἔς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τουμὸν ἀνάγκης στερραῖς δίναις· πάντως ἐμέ γ᾽ οὐ θανατώσει. ΕΡ. τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματ᾽ ἔπη τ᾽ ἐστὶν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν ἡ τοῦδ᾽ εὐχή, τί χαλᾷ μανιῶν;
γνώμη. σημείωσαι ὡραῖον. ἡ ἑλικοειδὴς τοῦ πυρὸς καταφορά. ἀμφήκης δὲ ὀξύς. - ἀήρ (m¹). σπασμῷ, συντόνῳ κινήσει. σῆψις (cetera κεφαλῆς ἐγκεφάλου — in codice parum comparent) (m¹). σύν (m¹). - θεμελίοις (Gl. rec.). - κινοίη (Gl. rec.). συγκαλύψειεν (Gl.). μή παραφρονεῖν. αὐτόν (Gl. rec.).
πιθοῦ πιθοῦ recc. πείθου Μ. ἐπ᾿ ἐμοὶ ῥιπτέσθω ἐπ᾿ ἐμοὶ ῥιπτέσθω recc. ἐπί μοι ῥιπτείσθω Μ. κῦμα δὲ superiori v. addit et 1080. 1081 coniungit M. τῶν οὐρανίων τῶν οὐρανίων Weil. scribendum εἴς. μὴ οὐ μὴ οὐ scripsi μὴ Μ. ἡ τοῦδ᾽ εὐχή ἡ τοῦδ' εὐχή Winckelmann ἦ τοῦδ' εὐτυχῆ (spiritum et accentum super η addidit m) Μ (i. e. ἡ τοῦδ' εὐχή et ἡ τοῦδε τύχη), εἰ τάδ' in marg. adscripsit m¹.
AESCHYLI ΕΡ. ἀλλ᾽ οὖν ὑμεῖς γ' αἱ πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τύπων μετά που χωρεῖτ᾽ ἐκ τῶνδε θεῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημ᾽ ἀτέραμνον. ΧΟ. ἄλλο τι φώνει καὶ παραμυθοῦ με ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που τοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν; μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω· τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσος τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον. ΕΡ. ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω· μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτ' εἴπηθ᾽ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ᾽ εἰσέβαλεν· μὴ δήτ', αὐταὶ δ᾽ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως εἰς ἀπέραντον δίκτυον ἄτης ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας. καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
ὦ Ὠκεανίδες, ματαιώση, παραπλήγας ποιήση, παρήγαγες εἰς τὸ καταλείψαι τον Προμηθέα, συμπάσχειν αὐτῷ οὐ παραιτοῦμαι. λείπει τὸ αἰτιᾶσθε.
γ' in marg. 'τ m. γ' at Turnebus γε Μ. που ποι rec. που Μ. ἔστι ἔστιν Μ. ἁγὼ ο Μ. ἁγὼ Porson ἅτ᾽ ἐγὼ Μ. αὐτάς αὐτὰσ Μ. κοὐκ καὶ οὐχ Μ. ἀπέραντον ἀπέρατον Μ, ν super τ scripsit m¹. paragraphus praefixa in M, Mercuri notam, quam ante paragraphum scripserat M, in Promethei notam mutavit m¹.
PROMETHEVS VINCTVS. ΠΡ. χθὼν σεσάλευται· βρυχία δ᾽ ἐγὼ παραμυκᾶται βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν εἱλίσσουσι· σκιρτᾷ δ᾽ ἀνέμων πνεύματα πάντων εἰς ἄλληλα στάσιν ἀντίπνουν ἀποδεικνύμενα· ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ. τοιάδ᾽ ἐπ᾿ ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος εἱλίσσων, ἐσορᾷς μ᾿ ὡς ἔκδικα πάσχω.
βρύχουσα (m¹). αἱ ἑλικοειδεῖς κατὰ τὰ νέφη τῶν ἀστραπῶν κινήσεις. ἀποδεικνύντα. ζάλη (m¹). ὦ Γη, ἢ ὦ θέμι.
εἱλίσσουσι εἱλίσσουσι Turnebus ἑλίσσουσιν Μ. εἱλίσσων εἱλίσσων Turnebus ελίσσων Μ. Subscriptum in Μ: τέλ(οσ) Αισχύλου Προμηθ(έως).