Aeschyli Prometheus Vinctus Aeschylus Ulrich von Wilamowitz-Moellendorff XML markup and CTS alignment Perseus Digital Library / canonical-greekLit Ulrich von Wilamowitz-Moellendorff's 1914 edition of Aeschylus, Prometheus Bound. Digitization and TEI encoding Perseus Project 1 online resource (TEI XML) Perseus Digital Library Medford, MA 2025 Open-access for non-commercial use; see Perseus license. urn:cts:greekLit:tlg0085.tlg003.wilam1914-grc1 Aeschylus Ulrich von Wilamowitz-Moellendorff Tragoediae Berolini Apud Weidmannos 1914 HathiTrust record 012467585 HathiTrust catalog record Print source record as described by HathiTrust; used as the basis for bibliographic metadata. Encoded for the Perseus Digital Library, following canonical-greekLit conventions and CTS/CapiTainS citation schemes. Orthography normalized minimally; lineation and references follow the 1914 Wilamowitz edition where applicable. Ancient Greek English (metadata) Drama Greek tragedy Header created/updated from HathiTrust record 012467585 (Aeschylus, Tragoediae, Berlin: Weidmann, 1914; ed. Wilamowitz). Composite volume split into a play-level CTS edition for Prometheus Bound; edition language and CTS identifiers corrected. Ὑπόθεσις. Προμηθέως ἐν Σκυθίαι δεδεμένου διὰ τὸ κεκλοφέναι τὸ πῦρ πυνθάνεται Ἰὼ πλανωμένη, ὅτι κατ᾿ Αἴγυπτον γενομένη ἐκ τῆς ἐπαφήσεως τοῦ Διὸς τέξεται τὸν Ἔπαφον. Ἑρμῆς τε παράγεται ἀπειλῶν αὐτῶι κεραυνωθήσεσθαι, ἐὰn μὴ εἴπηι τὰ μέλλοντα ἔσεσθαι τῶι Διί, καὶ τέλος βροντῆς γενομένης ἀφανὴς γίνεται ὁ Προμηθεύς. κεῖται ἡ μυθοποιία ἐν παρεκβάσει παρὰ Σοφοκλεῖ ἐν Κολχίσι, παρὰ δὲ Εὐριπίδηι ὅλως οὐ κεῖται. ἡ μὲn σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Σκυθίαι [ἐπὶ τὸ Καυκάσιον ὄρος]· ὁ δὲ χορὸς συνέ- στηκεν ἐξ Ὠκεανίδων νυμφῶν. τὸ δὲ κεφάλαιον αὐτοῦ ἐστι Προ- μηθέως δέσis. ἰστέον ὡς οὐ κατὰ τὸν κοινὸn λόγον ἐν Καυκάσωι φησὶ δεδέσθαι Προμηθέα, ἀλλὰ πρὸς τοῖς Εὐρωπαίοις τέρμασι τοῦ ὠκεανοῦ, ὡς ἀπὸ τῶν πρὸς τὴν Ἰὼ λεγομένων ἔστι συμβαλεῖn. ἐκ τῆς μουσικῆς ἱστορίας· ταύτηι καὶ ἄριστος εἰς τραγωιδίαν Αἰσχύλος κρίνεται, ὅτι εἰσάγει πρόσωπα μεγάλα καὶ ἀξιόχρεα. καί τινες ἤδη τῶν τραγωιδιῶν αὐτῶι διὰ μόνων οἰκονομοῦνται θεῶν καθάπερ οἱ Προμηθεῖς· τὰ γὰρ δράματα συμπληροῦσιν οἱ πρεσβύ- τατοι τῶν θεῶν καὶ ἔστι τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας θεῖα πάντα πρόσωπα. τὰ τοῦ δράματος πρόσωπα· Κράτος καὶ Βία, Ηφαιστος, Προμηθεύς, χορὸς Ὠκεανίδων, Ὠκεανός, Ἰὼ Ἰνάχου, Ἑρμῆς, Γῆ, Ἡρακλῆς. Apparatus Criticus Argumentum novi e MVBKGR; Q legi nequit; Tr alia recentia habet. omitto quisquilias. ὅτι κατ᾿ Αἴγυπτονὅτι κατ᾿ Αἰγ.καὶ κατ᾿ Αἰγ.κατ᾿ Αἰγ. γενομένηpost γενομένη habent ὅτι ὁ Προμηθεύςpost Προμηθεύς add. προέλεγε γὰρ ὁ Προμηθεύς, ὅτι ἐξωσθήσεται ὁ Ζεὺς τῆς ἀρχῆς ὑπό τινος οἰκείου υἱοῦ. κεῖταικεῖται δέ Κολχίσιἐn Κόλχοιςcorr. Brunck [ἐπὶ τὸ Καυκάσιον ὄρος]om.antiquam interpolationem arguit male Graecus praepositionis usus; extabat vero, cum corrigebatur nota infra scripta. quam M cum vita, cui etiam in V adhaeret, in calce codicis habet, repetivit autem M2 in prima tragoediae pagina. KG habent post argumentum ὡςὡςὅτι οὐom. φησὶφασί τέρμασιμέρεσι ἔστιἔξεστι 14-19 habet M post alia in calce vitae, V post Promethei argumentum e parte laesa aut evanida, fuerunt autem omnia eadem quae in M μόνωνμόνωνδαιμόνων Ὠκεανίδωνὠκεαν. γυναικῶν νυμφῶν Ἰὼ Ἰνάχου, Ἑρμῆς, Γῆ, ἩρακλῆςordoΓῆ Ἡρακλῆς ante Ἰώ Γῆ, Ἡρακλῆςom. Ἰνάχουom. ΚΡΑΤΟΣ Χθονὸς μὲν εἰς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἷμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς ἃς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην, ὡς ἂν διδαχθῆι τὴν Διὸς τυραννίδα στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου. ΗΦΑΙΣΤΟΣ. Κράτος Βία τε, σφῶιν μὲν ἐντολὴ Διός ἔχει τέλος δή, κοὐδὲν ἐμποδὼν ἔτι· Actio: scaena exibet montium praerupta; in media convalle quadam rupes eminet cuius cacumen ex area surgit iam longe supra orchestram elata. quam in aream e montium recessu procedunt Vis et Robur ingens Promethei corpus ferentes, quod deinde ad rupem ita erigunt, ut catenis a Vulcano alligari possit. qui instrumentis suis instructus daemones illos secutus progreditur. Apparatus Criticus οἷμον οἷμον (ex usu antiquo) οἶμoν (cf. 394) ἄβροτον ἄβροτον (ἄδροπον) ἄβατον ἄβατόν τ’ ἐπιστολάς ἐπιτολὰs ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις sic ἀδαμαντίναις (-νοις, -νης) πέδησιν (-αισιν) ἐν (om. P1V1FKTr) ἀρρήκτοις πέδαιs ἀρρ. λέγω σφῶιν σφῶι ἐμποδὼν ἔτι ἐμποδών ἐστι ἐμπ. μάτην Testim.: 1 Schol. Aristoph. Ran. 814: Αἰσχύλος πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες, οἱά ἐστι κἀκεῖνα ἐν ἀρχῆι τοῦ Προμηθέως, χθονός – πέδαις 1-6 καὶ πάλιν, ἀδαμαντ. – ἐρρωμένως 64. 65 (R desinit in ἄβατον ν. 2). Schol. BV Hom. Ξ 78 καὶ Αἰσ. ἄβροτον εἰς ἐρημίαν, ἐν ἡι φὼς οὐ γίνεται. 2 Steph. Βyz. Σκύθαι καὶ Σκύθης ὅμιλος (Pr. 417) καὶ Σκύθην ἐς οἶμον (2) καὶ Σκύθης [ ] σίδηρος (Sept. 817). Hesych. ἄβροτον ἀπάνθρωπον (cf. 20). 3 Hesych. ἐπιστολαί, ἐντολαὶ ἐπιταγαί, Αἰσ. Προμ. 5 Suid. λεωργός Αἰσ. πέ- τραις – ὀχμάσαι, περὶ Προμηθέως etc. cf. Schol. in M truncata, Hesych. Et. M. s. v. ΗΦΑΙΣΤΟΣ (continuatio) ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενή θεόν δῆσαι βίαι φάραγγι πρὸς δυσχειμέρωι· πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν· εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ. τῆς ὀρθοβούλου θέμιδος αἰπυμῆτα παῖ, ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασιν προσπασσαλεύσω τῶιδ᾽ ἀπανθρώπωι πάγωι, ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν ὄψηι, σταθευτὸς δ᾽ ἡλίου φοίβηι φλογί χροιᾶς ἀμείψεις ἄνθος· ἀσμένωι δέ σοι ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, πάχνην θ᾽ ἑώιαν ἥλιος σκεδᾶι πάλιν· ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύσει σ᾽· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω. τοιαῦτ᾽ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ· πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς φθέγξηι· Διὸς γὰρ δυσπαραίτητοι φρένες· ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῆι. ΚΡ. εἶεν, τί μέλλεις καὶ κατοικτίζηι μάτην; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας; ΗΦ. τὸ συγγενές τοι δεινὸν ἡ θ᾽ ὁμιλία. ΚΡ. σύμφημ᾿· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον; ΗΦ. αἰεί τι δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ΚΡ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δέ Testim.: 22 Hesych. σταθευτός· πεφλογισμένος ἠρέμα. Cram. An. Par. IV 14 ὀρθοστάδην παρ᾿ Αἰσ. ἐν Πρ. 32 Et. Paris. Apparatus Criticus πρὸςπρὸς supra τῆιτῆι supra πρός εὐωριάζεινἐξωριάζεινcorr. Porson ex Hesych. et Phot. εὐωριάζειν (ὀλιγωρεῖν) ἄκοντά σ᾽ ἄκωνἄκοντ᾽ ἄκων σε προσπασσαλεύσωπροσ- πατταλ. πάγωιτόπωι βροτῶνβροτῶνθεῶνutrumque ὄψηιὄψει ἀεὶαἰεί πωπου ἐπηύρουἐπηύρωἀπηύρωcorr. Elmsley πέρα δίκηςδίκης πέρα δ᾽om. τοιτετι πῶς;post πῶς interpunguntante πῶςutrobique τιτι (vel τοι)τεγε ΚΡ. (continuatio) τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ΗΦ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία. ΚΡ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῶι λόγωι τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. ΗΦ. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. ΚΡ. ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν· ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. ΗΦ. ἔγνωκα τοῖσδε, κοὐδὲν ἀντειπεῖν ἔχω. ΚΡ. οὔκουν ἐπείξηι δεσμὰ τῶιδε περιβαλεῖν, ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῆι πατήρ; ΗΦ. καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα. ΚΡ. βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. ΗΦ. περαίνεται δὴ κου ματᾶι τοὔργον τόδε. ΚΡ. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῆι χάλα. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον. ΗΦ. ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως. ΚΡ. καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα μάθηι σοφιστὴς ὢν Διὸς νωθέστερος. ΗΦ. ἤν· τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. ΚΡ. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως. ΗΦ. αἰαῖ, Προμηθεῦ σῶν ὑπερστένω πόνων. ΚΡ. σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. Testim.: 44 Stob. Fl. IV 16, 1 (58, 6) Αἰσ. Πρ. δεσμ. Clemens Str. V 5, 1 Αἰσ. 45 Phrynichus Bekk. An. 72 χειρωναξία· πολὺ μὲn τὸ χειρῶναξ, τὸ δ᾽ ἔργον οὐχ οὕτως, κἂn Αἰσχύλος δόκιμον ποιῆι τὴν φωνήν. 59 schol. deter. Aristoph. Equ. 759 ταῦτα παρὰ τὰ ἐν Πρ. Αἰσ., δεινός – πόρους 60 adfert Orus, Cramer An. Par. IV 262 (cf. Reitzenstein Gesch. der gr. Etym. 340) Αἰσ. ἄραρεν – δυσεκχύτως 64 65 cf. ad 1. Actio: 53 Daemones Prometheum manibus passis tenent saxo admotum; Vulcanus brachia trabalibus clavis et catenis saxo adfigit. Actio: 64 Vulcanus ingenti clavo pectus Promethei transfigit. Apparatus Criticus ἅπαντ᾽ ἐπαχθῆἐπράχθηcorr. Stanley τοῖσδε,ante τοῖσδε interpunguntpost τοῖσδε interpunguntneutro loco ἐλινύονταἐλινύονταέλινν. (cf. 528) ψάλιαψάλιαψάλλιαψέλια βαλώνλαβώνcorr. Stanley μᾶλλονμᾶλλαμάλα πόρονπόρους (ex Aristophane...) ἤνπλήνἤν scripsi ὑπερστένωὑποστένω δ᾽ αὖδ᾽ οὖν τ᾽om. ΗΦ. ὁρᾶις θέαμα δυσθέατον ὄμμασιν. ΚΡ. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. ΗΦ. δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν. ΚΡ. ἢ μὴν κελεύσω κἀπιθωύξω γε πρός. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίαι. ΗΦ. καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῶι πόνωι. ΚΡ. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας· ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς. ΗΦ. ὅμοια μορφῆι γλῶσσά σου γηρύεται. ΚΡ. σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν ὀργῆς τε τραχύτητα μὴ ᾿πίπλησσέ μοι. ΗΦ. στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει. ΚΡ. ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθει. τί σοι οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων; ψευδωνύμως σε δαίμονες Προμηθέα καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως, ὅτωι τρόπωι τῆσδ᾽ ἐκκυλισθήσηι τέχνης. ΠΡΟΜΗθΕΥΣ ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί ποταμῶν τε πηγαὶ ποντίων τε κυμάτων ἀνήριθμον γέλασμα παμμῆτόρ τε γῆ, καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ· ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθ᾽ οἷαις αἰκείαισιν Actio: 76 crura compedibus vincit. 81 Vulcanus exit 87 Daemones exeunt; diu silet Prometheus. Testim.: 86 perperam huc refertur Schol. Pind. Pyth. 5, 36d... 90 Phot. Berol. ἀνήριθμον· ἀναρίθμητον Αἰσ. Πρ. Apparatus Criticus τόνδετῶνδε πλευραῖςπλευράς δρᾶν ταῦτ᾽δρᾶν τάδ' γεδέσε κίρκωσονκρίκωσον μακρῶι πόνωιχρόνωιἐν μ. γεσεγεσε γηρύεταιγαρύεται τραχύτηταθρασύτητα τέχνηςτύχης δῖοςδῖοςδιός πηγαὶῥευμάτων παμμῆτόρπαμμήτωρ αἰκείαισινἀνίαισιαἰκίαισι ΠΡΟΜΗθΕΥΣ (continuatio) διακναιόμενος τὸν μυριετῆ χρόνον ἀθλεύσω. τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων ἐξηῦρ᾽ ἐπ᾿ ἐμοὶ δεσμὸν ἀεικῆ. φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον πῆμα στενάχω· πῆι ποτε μόχθων χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι. καίτοι τί φημί; πάντα προὐξεπίσταμαι σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρή αἶσαν φέρειν ὡς ῥᾶιστα, γιγνώσκονθ᾽ ὅτι τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος. ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας· ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρός πηγὴν κλοπαίαν, ἢ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνων ὑπαίθριος δεσμοῖσι πασσαλεύομαι. ἀἀ ἔα ἔα. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾿ ἀφεγγής; θεόσυτος ἢ βρότειος ἢ κεκραμένη; τερμόνιον ἵκετ᾽ ἐπὶ πάγον πόνων ἐμῶν Testim.: 109 Hesych. ναρθηκοπλ.-πηγήν cum longo scholio. Schol. Hom. € 490 ad σπέρμα πυρός, Αἰσχ. ἐν Προμ. δεσμ. ναρθηκ.-κλοπαίαν. Apparatus Criticus ἀθλεύσωἀθλεύσωἀεθλεύσω ἐξηῦρ᾽ἐξεῦρ᾽ φεῦ φεῦφεῦ φεῦαἳ αἳutrumque πῆιπῆποῖ (vel ποί) τέρματατέρματέρμα χρὴ σκεθρῶςτορῶς θνητοῖςθνητοῖσι ἐνέζευγμαιἐνέζευγμαιἐπέζ.ὑπέζ. πηγὴνπαγήν κλοπαίανκλοπήας πέφηνεπέφυκενπέφηνε τοιῶνδε ... τίνωντοιάσδετοιῶνδε coni. Stanleyτίνω correxi πασσαλεύομαιπασσαλεύμένος-εύμενος-ευμένος-ευόμενοςπασσαλευτόςπε πασσαλευμένοςπασσαλευτὸς ὧνcorrexi ἀἀ ἔα ἔαparagraphus praefixa προσέπταπροσέπτατο θεόσυτοςθεóσσυτος τερμόνιον ἵκετ᾽ἵκετο ... τερμόνιονtraieci ἐμῶνἡμῶν ΠΡΟΜΗθΕΥΣ (continuatio) θεωρός, ἢ τί δὴ θέλων; ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν, τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν διὰ τὴν λίαν φιλότητα βροτῶν. φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω πέλας οἰωνῶν, αἰθὴρ δ᾽ ἐλαφραῖς πτερύγων ῥιπαῖς ὑποσυρίζει; πᾶν μοι φοβερὸν τὸ προσέρπον. ΧΟΡΟΣ μηδὲν φοβηθῆις· φιλία γὰρ ἥδε τάξις πτερύγων θοαῖς ἁμίλλαις προσέβα τόνδε πάγον, πατρώιας μόγις παρειποῦσα φρένας· κραιπνοφόροι δέ μ᾿ ἔπεμψαν αύραι. κτύπου γὰρ ἀχὼ Χάλυβος διῆιξεν ἄντρων μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ· σύθην δ᾽ ἀπέδιλος ὄχωι πτερωτῶι. ΠΡ. αἰαῖ αἰαῖ, τῆς πολυτέκνου Τηθύος ἔκγονα τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου Testim.: 124 Hesych. κινάθισμα· κίνημα πλήθους, παραγώγως· ἐξ οὗ πλῆθος παραγίνεται (1. παραγινόμενον) ὑπακούεται. Actio: 127 Per machinas protruditur in scaenam currus alatus, cui Oceanidum chorus insidet. Numeri: 128-36 = 144-152 periodus choriambica (8.2.) decasyllabus Alcaicus, periodus choriambica (7.), decasyllabus Alcaicus ab initio syllaba auctus. Apparatus Criticus θεόνθεῶνutrumque εἰσοιχνεῦσινεἰσιχνεῦσι λίαν φιλότηταδιὰ τιμίαν, γρ διὰ τὴν μίαν βροτῶντῶν βροτῶν φεῦ φεῦαἳ αἴ κινάθισμακινώθισμα φοβηθῆιςφοβηθείς προσέβαπροσέβη et -βαν-βη μυχόνμυχῶν ἐκ δ᾽ ἔπληξέἐν δ᾽ ἐπέληξε θεμερῶπινθεμερῶπινθερμερ. αἰαῖ αἰαῖaἴ quaterterbis θ᾽ εἱλισσομένουθ᾽ εἱλισσ.τ᾽ εἰλ. ΠΡ. (continuatio) χθόν᾿ ἀκοιμήτωι ῥεύματι παῖδες πατρὸς Ὠκεανοῦ δέρχθητ᾽ ἐσίδεσθ᾽ οίωι δεσμῶι προσπορπατὸς τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω. ΧΟ. λεύσσω Προμηθεύ· φοβερά δ᾽ ἐμοῖσιν ὄσσοις ὀμίχλη προσῆιξε πλήρης δακρύων σὸν δέμας εἰσιδούσηι πέτραι προσαυαινόμενον ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις. νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ. ΠΡ. εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ "Αιδου τοῦ νεκροδέγμονος εἰς ἀπέρατον Τάρταρον ἧκεν δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, ὡς μήτε θεὸς μήτε τις ἄλλος τοῖσδ᾽ ἐπεγήθει. νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας ἐχθροῖς ἐπίχαρτα πέπονθα. Testim.: 151 Hesych. ἀθέτως· ἀθέσμως, οὐ συγκατατεθειμένως Αἰσχ. Πρ. δεσμ. 157 Hesych. (Phot.) κήνυγμα· τὸ κενὸn τοῦ σώματος οἷον σκιά, καὶ εἴδωλον, φάντασμα ἀσθενὲs καὶ ἀχρεῖον. Apparatus Criticus δέρχθητ᾽ ἐσίδεσθ᾽ἐσίδεσθ'ἐσίδεσθέ μ(ε)πρὸς πατρός προσπορπατὸςπροσπαρτός σκοπέλοιςσκοπέλοισιν ἄκροιςἄκροισιἄκραις ἐμοῖσινἐμοῖς ὀμίχληὀμίχλα εἰσιδούσηι-δουσ.-σᾶι-ιδοῦσα-ιδούσηι-σηι et σι πέτραιπέτραιπέτραιςutrumque ταῖσδ᾽ταῖσδ᾽ταῖς ἀδαμαντοδέτοισιἀκαμαντοδέτοιςcorr. Turn. λύμαιςλύμαισι δὴom. ἀθέτωςἀθέτωςἀθέσμως θ᾽ "Αιδουτ᾽ ἀίδουcorr. Turn. ἀπέρατονἀπέραντον ἀγρίωςἀγρίοις μήτεμήτεμήποτε ἐπεγήθειἐπιγήθει (vel -η)ἐγεγήθει ἐπίχαρταἐπίχαρμαἐπιχάρματα ΧΟ. τίς ὧδε τλησικάρδιος θεῶν ὅτωι τάδ᾽ ἐπιχαρῆ; τίς οὐ ξυνασχαλᾶι κακοῖς τεοῖσι, δίχα γε Διός; ὃ δ᾽ ἐπικότως ἀεὶ θέμενος ἄγναμπτον νόον δάμναται οὐρανίαν γένναν, οὐδὲ λή- ξει, πρὶν ἂν ἢ κορέσηι κέαρ ἢ παλάμαι τινὶ τὰν δυσάλωτον ἕληι τις ἀρχάν. – ΠΡ. ἢ μὴν ἔτ᾿ ἐμοῦ καίπερ κρατεραῖς ἐν γυιοπέδαις αἰκιζομένου χρείαν ἕξει μακάρων πρύτανις δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται. καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽ οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσηι ποινάς τε τίνειν τῆσδ᾽ αἰκείας ἐθελήσηι. ΧΟ. σὺ μὲν θρασύς τε καὶ πικραῖς δύαισιν οὐδὲν ἐπιχαλᾶις, ἄγαν δ᾽ ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος· δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις, πᾶι ποτε τῶνδε πόνωνχρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν. ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ Numeri: 159-66=178-187 periodus iambica, paeneultimo metro in paeonem decurtato, hemiepes, membrum ---, cuius non suppetit explicatio, cf. Sept. 783, dactyli logaoedici in speciem alcaici decasyllabi exeuntes, cf. Ag. 1548. Testim.: 184 Hesych. ἀκίχητα· ἀκατάληπτα (idem Schol. Φ). Apparatus Criticus τλησικάρδιοςλιθοκάρδιος δίχα γε Διόςδίχα γ᾽ ἑνόςδίχα δέ Διόςτοῦ Διός ἀεὶἀείαἰεί ὃ δ᾽ ἐπικότως ἀεὶὁ δ᾽ αἰεὶ ἐπικότως ἄγναμπτονἄγναπτον δάμναταιδάμνεται τὰντὴν ἔτ᾿ ἐμοῦἔτ᾿ ἀπ᾿ ἐμοῦ γυιοπέδαιςγυοπέδαις ὑφ᾽ ὅτουἀφ᾿ ὅ.corr. m καί μ᾽ οὔτιοὔτοι Μ.καίτοι μ᾿ οὐ μ. μελιγλώσσοιςμελιγλώσσου-σης τε τίνειντε τίνειντε μοι τίνειν(τίνοι) τῆσδ᾽τῆς αἰκείαςαἰκίας ἐρέθισεἠρέθισεcorr. Turn. δ᾽δ'γάρ σαῖς τύχαιςσὰς τύχας v. 1. πᾶιπᾶιὅπαιὅπηὅποιὅπου ΧΟ. (continuatio) ἀπαράμυθον ἔχει Κρόνου παῖς. ΠΡ. οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῶι τὸ δίκαιον ἔχων [Ζεύς]· ἀλλ᾽ ἔμπας, οἰῶ, μαλακογνώμων ἔσται ποθ᾽, ὅταν ταύτηι ῥαισθῆι, τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντί ποθ᾽ ἥξει. = ΧΟ. πάντ᾽ ἐκκάλυψον καί γέγων᾽ ἡμῖν λόγον, ποίωι λαβών σε Ζεὺς ἐπ᾿ αἰτιάματι οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται· δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτηι λόγωι. ΠΡ. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῆι δὲ δύσποτμα. ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἳ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἳ δὲ τούμπαλιν σπεύδοντες ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν, ἐνταῦθ᾽ ἐγὼ τὰ λῶιστα βουλεύων πιθεῖν Τιτάνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ὤιοντ᾽ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν. ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον θέμις καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ἧι κραίνοιτο προὐτεθεσπίκει, ὡς οὐ κατ᾿ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν Testim.: 194 Antiatticista Bekk. An. 72 αἰτίαμα Αἰσ. Πρ. δεσμ. 208 Phot. Berol. e Phrynicho ἀμοχθί· ἄνευ πόνου Αἰσ. Πρ. Apparatus Criticus ἀπαράμυθονοὐ παραμ. οἶδ᾽ ὅτιοἰδ᾽ ὡς τραχὺςθρασύς καὶκαὶτε καί [Ζεύς]Ζεύς del. οἰῶόΐωse delevisse fatetur Tr ῥαισθῆιῥωσθῆιῥεχθῆιῥαυχθῆ ἀρθμὸνἀρθμόνἀριθμόν εἰςἐς πανταχῆι δὲπ. τὰ ἕδραςἕδρης ἀνάσσοιἀνάσση 203-38 evulso folio desunt ἐνταῦθ᾽ἐντεῦθ᾽ λῶιστατἄρισταcorr. Ργρ πιθεῖνπείθεινcorr. m αἱμύλαςαἱμύλους ἀμοχθεὶἀμοχθί ἐμοὶἐμήἡμήἐμοί et ἐμή ΠΡ. (continuatio) χρείη, δόλωι δὲ τοὺς ὑπερσχόντας κρατεῖν. τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κράτιστα δή μοι τῶν παρεστώτων τότε ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθής κευθμὼν καλύπτει τὸν παλαιγενή Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῆι τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῶιον ἐς θρόνον καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδέν, ἀλλ᾽ ἀιστώσας γένος τὸ πᾶν ἔχρηιζεν ἄλλο φιτῦσαι νέον. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δ᾽ ἐτόλμησ᾽· ἐξελυσάμην βροτούς τὸ μὴ διαρραισθέντας εἰς ῞Αιδου μολεῖν. τῶι τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν· θνητοὺς δ᾽ ἐν οἴκτωι προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεώς Apparatus Criticus χρείηχρεῖ ἡδόλωι δὲχρῆν ἢχρὴ ἢcorr. Dawes δέτεχρὴ δὲ ἢ δόλω τεom. ὑπερσχόνταςὑπερέχονταςcorr. Porson κράτιστακράτιστον δήδέτόδε προσλαβόνταπροσλαβόνταπροσλαβόντι μελαμβαθήςτεμελαμ-μελεμ--βαθής-βαθὺς-βαφής ποιναῖςπηναῖςτιμαῖς ἐξημείψατοἀντημείψατο ἐρωτᾶτ᾽ἐρωτᾶτε μ' αἰτίαναἰτίην φιτῦσαιφυτεῦσαι(φυτῆσαι Q ante corr.) δ᾽ ἐτόλμησ᾽δ᾽ ἐτόλμησ᾽ (τινές)δὲ τόλμηςτόλμαςδὲ τολμῆςὁ τόλμης ἐξελυσάμηνἐξελυσάμηνἐξερ(ρ)υσάμην τὸ μὴτὸ μὴτοῦ μή τῶι τοι τοιαῖσδετῶι ταῖς τοιαῖσδε (sed τοι supra τοι-)τοιαῖσδε τῶι τοι νηλεώςἀνηλεῶς ΠΡ. (continuatio) ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεής θέα. ΧΟ. σιδηρόφρων τοι κάκ πέτρας εἰργασμένος ὅστις Προμηθεῦ σοῖσιν οὐ συνασχαλᾶι μόχθοις· ἐγὼ γάρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε ἔχρηιζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ. ΠΡ. καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ ΧΟ. μή πού τι προὔβης τῶνδε καὶ περαιτέρω; ΠΡ. θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον. ΧΟ. τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου; ΠΡ. τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατώικισα. ΧΟ. μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς. ΠΡ. πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. ΧΟ. καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι; ΠΡ. ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. ΧΟ. τοιοῖσδε δή σε Ζεὺς ἐπ᾿ αἰτιάμασιν ΠΡ. αἰκίζεταί γε κοὐδαμῆι χαλᾶι κακῶν. ΧΟ. οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; ΠΡ. οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνωι δοκῆι. ΧΟ. δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾶις ὅτι ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μέν μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά. ΠΡ. ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα ἔχει παραινεῖν νουθετεῖν τε τοὺς κακῶς Apparatus Criticus τοιτεδέτοι scripsi συνασχαλᾶιξυν. ἠλγύνθηνἠλγύνθηνἠλγήθην ἐλεινὸςἐλεεινός φίλοιςφίλοισιν καὶ μὴνκαὶ μήintercidit fere τῶι Ζηνὸς οὐδ᾽ ἀρκοῦντά πω μοχθῶ κότωι. μή πού τιμήποτεμήπω γ᾽γ'τ'om. προδέρκεσθαιπροσδέρκεσθαι τοῦτ᾽τοῦδ᾽ σεσετεcorr. κοὐδαμῆικοὐδαμοῦ οὐδ᾽κοὐδ' ἄθλουἄθλων κείνωιἐκείνωι ἄθλουἄλλου ΠΡ. (continuatio) πράσσοντας· εὖ δὲ ταῦτα πάντ᾽ ἠπιστάμην. ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι· θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους. οὐ μήν τι ποιναῖς γ᾽ ὠιόμην τοίαισί με κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου. καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε τῶι νῦν μογοῦντι. πάντα τοι πλανωμένη πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει. ΧΟ. οὐκ ἀκούσαις ἐπεθώυξας τοῦτο Προμηθεῦ, καὶ νῦν ἐλαφρῶι ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ᾽ αἰθέρα θ᾽ ἁγνὸν πόρον οἰωνῶν ὀκριοέσσηι χθονὶ τῆιδε πελῶ· τοὺς σοὺς δὲ πόνους χρήιζω διὰ παντὸς ἀκοῦσαι. ΩΚΕΑΝΟΣ. ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σὲ Προμηθεῦ τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν γνώμηι στομίων ἄτερ εὐθύνων· ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγώ. Testim.: 272 Ioh. Alexandr. (ex Herodiano) p. 36 πέδοι δὲ βᾶσαι Αἰσ. Πρ. δεσμ. Actio: 287 currus alatus in interiora scaenae vehitur, ubi Oceanides descendere credendae sunt. non intersunt proximae scaenae. Oceanus avi vectus advolat. Apparatus Criticus εὖεὐἐγώτὸν κακῶς πράσσοντα πάντ᾽ ἠπιστάμηνταῦτ᾽ ἀπ.ταῦθ᾽ ἅπ.ἐπίστ. θνητοῖςθνητοῖςθνητοῖς δ'βλαβάς hinc incipit Η μήν τιμήν γεμήντοιμέντοι ποιναῖς ... τοίαισίπημοναῖς ὠ.τοιαῖσδ᾽ ἔτι κατισχνανεῖσθαικατισχνανεῖσθαι.κατισχαν. πεδαρσίοιςπεδαρσίαις μὴ δύρεσθ᾽μηδύρ.μὴ ὀδ.μὴ δύρ. πέδοιπέδοιπεδοῖ μάθητεμάθοιτε πίθεσθέπείθεσθε μογοῦντιπονοῦντι πάντα τοιταὐτά τοι.ταύτηταῦτα ἐπεθώυξαςἐθώυξας τοῦτοτοῦτ᾽ ὦ κραιπνόσυτονκραιπνόσυτονκραιπνόσσ. θᾶκονθώκον αἰθέρα θ᾽ ἁγνὸναἰθέρ᾽ ἁγ.αἰθέρα τ᾽ ὀκριοέσσηιὀκρυο. ἀκοῦσαιἀκούειν συναλγώσυναλγώξυν. ΩΚΕΑΝΟΣ. (continuatio) τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτωι μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί. γνώσηι δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν· οὐ γάρ ποτ᾽ ἐρεῖς, ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι. ΠΡ. ἔα τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ αὐτόκτιτ᾽ ἄντρα τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἷαν; ἢ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ ξυνασχαλῶν κακοῖς; δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἴαις ὑπ᾿ αὐτοῦ πημοναῖσι κάμπτομαι. ΩΚ. ὁρῶ Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῶιστα καίπερ ὄντι ποικίλωι. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλ᾽ ὦ ταλαίπωρ᾽ ἃς ἔχεις ὀργὰς ἄφες, Testim.: 293 Athenaeus IV 165€ τὸ δὲ χαριτογλωσσεῖν Αἰσχ. εἴρηκεν ἐν Πρ. δεσμ. γνώσηι δὲ ἔνι μοι. Apparatus Criticus νείμαιμ᾽νείμαιμ'νείμοιμ'νέμοιμ' δὲom. ἔτυμ᾽ἔτυμ᾽ἐτήτυμ᾽ οὐδὲ μάτηνοὐ μάτηνοὐδὲ γὰρ ματ. χαριτογλωσσεῖνχαριτογλωσσεῖνσε τὸ χαρ.σε (σοι QKR) χαρ.-γλωττεῖν σοισε συμπράσσεινσυμπράττειν ἐρεῖςφής πετρηρεφῆπετρορρεφῆ αὐτόκτιτ᾽αὐτόκτιστ᾽ ξυνασχαλῶνξυνασχ.συν. τὸνom. μεθάρμοσαιμεθάρμοσονutrumque καὶom. τραχεῖςθρασεῖς σουσοίσε ἀνωτέρωἀπωτέρω κλύοικλύηικλύει παρόνταπαρόντων μόχθωνμόχθον ΩΚ. (continuatio) Ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε· τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλωι πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μέν εἶμι καὶ πειράσομαι, ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων· σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει. ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσηι ματαίαι ζημία προστρίβεται; ΠΡ. Ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω· πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῆις ὁδῶι. ΩΚ. πολλῶι γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν· ἔργωι κοὐ λόγωι τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσηις· αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοί δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων. ΠΡ. τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῆι λήξω ποτέ· προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτάρ μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλοις. ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ᾽ εἵνεκα Testim.: 329 Stob. fl. 36, 17 Αἰσ. Menander Monost. 111. Apparatus Criticus τῶνδεom.τῶν ἀπαλλαγάςἀπαλλαγήν λέγεινλέγων κακοῖςκακῶν παροῦσιπαροῦσιν τραχὺςθρασύς ἐκλῦσαιἐκλύσεινἐκλύειν ἢom. περισσόφρωνπερισώφρων ὢνom. προστρίβεταιπροσγίνεται μηδέμηδέμηδέν πείσειςπείθεις εὐπιθήςεὐπειθής πημανθῆιςπημανθείς ἀντισπάσηιςμ᾿ ἀντισπάσηις σ᾽σε κοὐδαμῆικοὐδὲ μήκού μή θέλοιςθέλοιςθέλεις οὐκom. εἰεἰ καὶ ΠΡ. (continuatio) θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτ᾽, ἐπεί με καὶ κασιγνήτου τύχαι τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονός ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ὤικτιρα, δάιον τέρας, ἑκατογκάρανον πρὸς βίαν χειρούμενον Τυφῶνα θοῦρον· πᾶσιν [ὃς] ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλῆισι συρίζων φόβον· ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίαι· ἀλλ᾽ ἦλθεν αὐτῶι Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπείς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἰπούμενος ῥίζηισιν Αἰτναίαις ὕπο, κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος. ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας· τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον Apparatus Criticus πλείστοισιπλείστουςπλείστους γε πημονὰςπημοναῖςπημονᾶςπημονών Oceani personam praefigunt m et ceteri praeter M, etiam schol. Φ πρὸς ἑσπέρουςἐς ἑσπ.ἑσπερίους ΚιλικίωνΚιλίκων ἑκατογκάρανονἑκατοντακάρανονἑκατονκάρηνονcorr. Pauw [ὃς]πᾶσιν ὅςὃς πᾶσινdel. γαμφηλῆισιγαμφηλῆσι-λαῖσι φόβονφόβονφόνον ἐκπέρσωνἐκπέρσαιθέλων ἄγρυπνονἄγρυπνοςἄγριον σέλας(ex 356) αὐτὸναὐτός παράορονπαράορονπαράωρονπαρήορονπαράωρονπανάωρον ἰπούμενοςἰπούμενοςἰππούμ.ἰπν(vel ἱπν)ούμενος ῥίζηισινῥίζησινῥίζαισιν ἐν ἄκραιςἀν᾿ ἄκρ.ἄκροις ἔνθενἐνθένδ᾽δ' ἀγρίαιςἀγρίοις λευροὺςλευρούςλευράς γύαςγύαςγυίας ΠΡ. (continuatio) θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου Ζάλης, καίπερ κεραυνῶι Ζηνὸς ἠνθρακωμένος. σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου χρήιζεις· σεαυτὸν σῶιζ᾽ ὅπως ἐπίστασαι· ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσηι χόλου. ΩΚ. οὔκουν Προμηθεῦ τοῦτο γιγνώσκεις ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; ΠΡ. ἐάν τις ἐν καιρῶι γε μαλθάσσηι κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνηι βίαι. ΩΚ. ἐν τῶι προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾶις ἐνοῦσαν ζημίαν; δίδασκέ με. ΠΡ. μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν. ΩΚ. ἔα με τῆιδε τῆι νόσωι νοσεῖν, ἐπεί κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. ΠΡ. ἐμὸν δοκήσει ταμπλάκημ᾽ εἶναι τόδε. ΩΚ. σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. ΠΡ. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάληι. ΩΚ. ἢ τῶι νέον θακοῦντι παγκρατεῖς ἕδρας: ΠΡ. τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῆι κέαρ. ΩΚ. ἡ σὴ Προμηθεῦ συμφορὰ διδάσκαλος. ΠΡ. στέλλου κομίζου σῶιζε τὸν παρόντα νοῦν. ΩΚ. ὁρμωμένωι μοι τόνδ᾽ ἐθώυξας λόγον. λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς Testim.: 378 Ps. Plutarch consol. ad Apoll. 102b proprio sermoni inserta habet ψυχῆς νοσούσης.... ὅταν τις ... κέαρ. Menander Mon. 550 ψυχῆς ν. ἐστὶν ἰατρὸς λόγος. Stob. flor. 20, 13 Αἰσ. ὀργῆς ματαίας εἰσὶn αἴτιοι λόγοι (parodiam philosophi diceres). Apparatus Criticus θερμοῖςθερμοῖςθερμῆς ἀπλάτουἀπλάστουἀπλήστουcorr. Schütz βέλεσιβέλεσσι πυρπνόουπυριπνόου Promethei personam praefigunt m et cett. praeter M, etiam schol. Φ λωφήσηιλωφήσοι μαλθάσσηιμαλθάσσηιμαλθήσηιμαλθάσηι ἰσχναίνηιἰσχναίνει προθυμεῖσθαιπρομηθεῖσθαι δὲom. μεμε μεμοι τῆιδετήνδε τὴν νόσον εὖ φρονοῦντα μὴ φρονεῖn δοκεῖνεὖ φρονοῦντα μὴ φρονεῖn δοκεῖνδοκεῖn φρονεῖn ἐμὸnἐμοί δοκήσειδοκήσηιδοκεῖ σοι σὸςὁ σὸς στέλλειστέλληι πάλινπάλαι θακοῦντιθακοῦντικρατοῦντι ἐθώυξαςἐπεθ. λευρὸnλευράνλευρών οἷμονοἷμoνοἴμων ψαίρειψαίρειψαύοιψαύει ΩΚ. (continuatio) τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἄν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. ΧΟΡΟΣ. στένω σε τᾶς οὐλομένας τύχας Προμηθεῦ δακρυσί- στακτον δ᾽ ἀπ᾿ ὄσσων ῥαδινὰν [λειβομένα] ῥέος παρειὰν νοτίοις ἔτεγξα πηγαῖς· ἀμέγαρ- τα γὰρ τάδε Ζεὺς ἰδίοις νόμοις κρατύνων ὑπερήφανον θεοῖς τοῖς πάρος ἐνδείκνυσιν αἰχμήν. -- πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα, μεγαλο- σχήμονά τ᾽ ἀρχαιοπρεπῆ στένουσι τὰν σὰν ξυνομαι- μόνων τε τιμάν· ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς Ἀσίας ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς πήμασι συγκάμνουσι θνητοί· = Actio: avolat avis cui Oceanus insidet. incedit chorus cantatque in area superiore ad saxum cui Prometheus affixus est. Numeri: 397-405 = 406-414 periodus choriambica (15). clausula Alcaicus decasyllabus, sed contracto „dactylo" altero tardatus. in tertio dimetro choriambus diiambo respondet. Apparatus Criticus τετρασκελὴςὁ τετρ. τἄνδ᾽ ἔτ᾽ ἂν vel δέ τ᾽ ἄν δακρυσίστακτονδακρυσίστακτόν τ'δ' om. ῥαδινὰνῥαδινῶνῥαδινόνutrumquecorrexi [λειβομένα]del. Tr. πηγαῖςπαγαῖς νόμοιςνόμοισι ὑπερήφανονὑπερήφανοςcorr. ipse θεοῖς τοῖς πάροςθεοῖς τοῖς πάροςτοῖς πάρος θεοῖς (θεοῖσι Ργρ) ἐνδείκνυσινἐνδείκνυσινἐνδεικνύεινδείκνυσινδεικνύει αἰχμήναἰχμήναἰχμάν στένουσιστένουσα ξυνομαιμόνωνξυνομαιμόνου τ᾽om. ἔποικονἔποικοι σοῖςσοῖσι θνητοίθνατοί ΧΟΡΟΣ. (continuatio) Κολχίδος τε γᾶς ἔνοικοι, παρθένοι μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαι- ῶτιν ἔχουσι λίμναν· – Ἀραβίας τ᾽ Ἄρειον ἄνθος, ὑψίκρημνον [θ] οἱ πόλισμα Καυκάσου πέλας νέμονται, δάιος στρατὸς ὀξυπρώι- ροισι βρέμων ἐν αἰχμαῖς. [μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις δαμέντ᾽ ἀδαμαντοδέτοις Τιτάνα λύμαις εἰσιδόμαν, θεὸν Ἄτλανθ᾽, ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν οὐράνιόν τε πόλον νώτοις - -] ὑποστενάζει [βοᾶι] δὲ πόντιος κλύδων ξυμπίτνων, στένει βυθός, κελαινὸς δ᾽ Ἄιδος ὑποβρέμει μυχὸς [γᾶς], παγαί θ᾽ ἁγνορύτων ποταμῶν στένουσιν ἄλγος οἰκτρόν. ΠΡ. μή τοι χλιδῆι δοκεῖτε μηδ᾽ αὐθαδίαι Testim.: 417 Steph. Βyz. Σκύθαι . . Σκύθης ὅμιλος cf. ad 2. Numeri: 415-19 = 420-24 tres dimetri trochaici. priapeus catal.. dimeter iamb. 425-29 videntur fuisse dactyloepitriti 430-35 periodus iambica, tetrameter dactyl. Apparatus Criticus μάχαςμάχαςμάχαιςutrumque τόποντόπονπόρον ἈραβίαςἈρραβ. [θ] οἱύψ. οἱύψ. θ' οἱ νέμονταινέμουσινέμονται ὀξυπρώιροισιὀξυπρώραισι seclus. Badham πρόσθενπρόσθεν σουπρόσθεν ἄλλονἄλλων ἀδαμαντοδέτοιςάκαμ. θεὸνθεόνθεῶνutrumque Ἄτλανθ᾽Ἄτλαν θ' ὃςὡς ὑπέροχοναἰὲνὑπέροχονὑπείρ. νώτοιςνώτοισιν ὑποστενάζειὑποστεγάζει [βοᾶι]delevi ξυμπίτνωνξυμπίπτωνσυμπ. βυθόςβαθύς [γᾶς]delevi παγαίπηγαίutrumque ἁγνορύτωνἁγνωρ.ἁγνορρ. οἰκτρόνπικρόνutrumque μή τοιμή τοιμήτι χλιδῆι ... αὐθαδίαιἀθυμίαιεὐθυμία ΧΟΡΟΣ. (continuatio) Κολχίδος τε γᾶς ἔνοικοι, παρθένοι μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαι- ῶτιν ἔχουσι λίμναν· – Ἀραβίας τ᾽ Ἄρειον ἄνθος, ὑψίκρημνον [θ᾽] οἳ πόλισμα Καυκάσου πέλας νέμονται, δάιος στρατὸς ὀξυπρώι- ροισι βρέμων ἐν αἰχμαῖς. = [μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις δαμέντ᾽ ἀδαμαντοδέτοις Τιτᾶνα λύμαις εἰσιδόμαν, θεὸν Ἄτλανθ᾽, ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν οὐράνιόν τε πόλον νώτοις - -] ὑποστενάζει [βοᾶι] δὲ πόντιος κλύδων ξυμπίτνων, στένει βυθός, κελαινὸς δ᾽ Ἄιδος ὑποβρέμει μυχὸς [γᾶς], παγαί θ᾽ ἁγνορύτων ποταμῶν στένουσιν ἄλγος οἰκτρόν. ξ ΠΡ. μή τοι χλιδῆι δοκεῖτε μηδ᾽ αὐθαδίαι Testim.: 417 Steph. Βyz. Σκύθαι . . Σκύθης ὅμιλος cf. ad 2. Numeri: 415-19 = 420-24 tres dimetri trochaici, priapeus catal., dimeter iamb. 425-29 videntur fuisse dactyloepitriti 430-35 periodus iambica, tetrameter dactyl. Apparatus Criticus μάχαςμάχαςμάχαιςutrumque τόποντόπονπόρον Ἀραβίας᾿Αρραβ. [θ᾽] οἳὑψ. οἱὑψ. θ' οἱ νέμονταινέμουσινέμονται ὀξυπρώιροισιὀξυπρώραισι μόνον...ὑποστενάζειseclus. Badham πρόσθεν ἄλλονπρόσθεν σουἄλλων ἀδαμαντοδέτοιςἀδαμ.ἀκαμ. θεὸνθεόνθεῶνutrumque Ἄτλανθ᾽῎Ατλαν θ' ὃςὡς αἰὲν ὑπέροχοναἰὲνὑπέροχονὑπείρ. νώτοιςνώτοισιν ὑποστενάζειὑποστεγάζει [βοᾶι]delevi ξυμπίτνωνξυμπίπτων βυθόςβαθύς [γᾶς]delevi παγαίπηγαίutrumque ἁγνορύτωνἁγνορύτωνἁγνωρ.ἁγνορρ. οἰκτρόνπικρόνutrumque μή τοιμή τοιμήτι χλιδῆι ... αὐθαδίαιἀθυμίαιεὐθυμία ΠΡ. (continuatio) σιγᾶν με· συννοίαι δὲ δάπτομαι κέαρ ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα τίς ἄλλος ἢ ἐγὼ παντελῶς διώρισεν; ἀλλ᾽ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἄν ὑμῖν λέγοιμι· τὰν βροτοῖς δὲ πήματα ἀκούσαθ᾽, ὡς σφᾶς νηπίους ὄντας τὸ πρίν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους. λέξω δὲ μέμψιν οὔτιν᾿ ἀνθρώποις ἔχων, ἀλλ᾽ ὧν δέδωκ᾿ εὔνοιαν ἐξηγούμενος· οἱ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον ἔφυρον εἰκῆι πάντα, κοὔτε πλινθυφεῖς δόμους προσείλους ἦισαν, οὐ ξυλουργίαν· κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγώ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. Testim.: 437 Hesych δάπτομαι· διασπαράσσομαι, κατεσθίομαι, τρύχομαι 438 Et. Μ. προσέληνοι· προυσελεῖν λέγουσι τὸ ὑβρίζειν, καὶ οἱ ᾿Αρκάδες, ἐπειδὴ λοιδορητικοί εἰσιν· οὕτως ἐν ὑπομνήματι Προμ. δεσμ. eadem fere Schol. Φ, omissa in M, ubi m supplevit Achilles in Arat. p. 27 Maass. Αἰσχύλος ἐν Προμ. τὸν θεὸn εἰσάγει λέγοντα “οὐκ ἦn γὰρ αὐτοῖς οὔτε 454-συνθέσεις 460. Stobaeus Ecl. 1 1 Αἰσ. Πρ 454-59 ἦn δ᾽ οὐδὲn αὐτοῖς ἀριθμὸn εὑρὼn ἐξ. σοφ. ubi adhaerent versus haec imitati (ideoque a schol. Aristidis ad Prom. relati), fr. adesp. 470; Aeschyli Palamedi adscripsit Wachsmuth. Apparatus Criticus δάπτομαικάπτομαι προυσελούμενονπρουσελούμενονπροσηλ.προσελ.utrumqueπροσσελ. παντελῶςπαντελήπάντως λέγοιμιγρ. λέγειν...λέγειν corr. in λέγων... βροτοῖςτἀμβροτοῖς ἔννουςεὔνους ὧνοἷσι ἀλίγκιοιἀλίγκιονἐναλίγλιοι βίονβίονχρόνον προσείλουςπροσήλουςπροσείλουςutrumque ἦισανεἶσανἴσαν vel ἶσαν ἀήσυροιἀήσυροιἀείσυροι χείματοςχειμῶνος δύσειςδυσκρ. ὁδόυς ΠΡ. (continuatio) καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων ἐξηῦρον αὐτοῖς γραμμάτων τε συνθέσεις, μνήμην ἁπάντων, μουσομήτορ᾽ ἐργάνην. κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα, ζεύγληισι δουλεύοντα σάγμασίν θ᾽ ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδής. θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾿ ἐμοῦ λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα. τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας βροτοῖσιν αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτωι τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ. ΧΟ. αἰκὲς πεπονθὼς πῆμ᾽ ἀποσφαλεὶς φρενῶν πλανᾶι, κακὸς δ᾽ ἰατρὸς ὡς τις ἐς νόσον πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν, ὁποίοις φαρμάκοις ἰάσιμος. ΠΡ. τὰ λοιπά μου κλύουσα θαυμάσηι πλέον, οἷας τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημ᾽ οὐδὲν οὔτε βρώσιμον, οὐ χριστὸν οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων χρείαι κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν Testim.: 459 Stob. Ecl. II 4, 2 Αἰσ. Πρ. καὶ μὴν. ἀρ. 459-- ἐργάνην 461. 460 Schol. Dionys. Thr. 183 et 190 Αἰσ. Προμηθέα φησὶn εὑρηκέναι (litteras) ἐν τῶι ὁμωνύμωι δράματι 474 Phot. Ber. (συν. λέξ. χρ. e Phrynicho, opinor) ἀθυμεῖn ... τῆι ψυχῆι μεταπεπτωκέναι ... οὕτως Αἰσ. Apparatus Criticus σοφισμάτωννοσφισμάτωνcorr. m μνήμηνμνήμηνμνήμην θ' ἐργάνηνἐργάνηνἐργάν...ἐργάτιν πρῶτοςπρώτως ζεύγληισιΖεύγληισιΖεύγλαισι σάγμασίνσώμασινcorr. Pauw διάδοχοιδιάδοχον γένοινθ᾽γίνωνθ'γένωνθ᾽corr. Dawes θαλασσόπλαγκτα-πλαγκτα-πλακτα ναυτίλωνναυτιλόχων ἐξευρὼνἐξεῦρον σόφισμ᾽σοφισμάτωνcorr. m αὐτὸςαὐτὸς δ᾽ σόφισμ᾽σόφισθ᾽ αἰκὲς πεπονθὼςπέπονθας ἀεικέςαἰκέςcetera corr. ἀποσφαλεὶςἀπαλλαγείς πλανᾶιπλάναι(ηι) ἰάσιμοςἰάσιμον μουμουμοι θαυμάσηιθαυμάσεις(-σης) πόρουςκαὶ δόλους ἐςἐςεἰς νόσοννόσους οὔτεοὔτεοὐδέ πιστόνποτιστόν πρίν γ᾽ ἐγώπρίν ἐ. ΠΡ. (continuatio) ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους. γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι· σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχουσ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν, κνίσηι τε κώλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον εἰς τέχνην ὥδωσα θνητούς· καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς κεκρυμμέν᾿ ἀνθρώποισιν ὠφελήματα, χαλκὸν σίδηρον ἄργυρον χρυσόν τε τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ; οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλῦσαι θέλων. βραχεῖ δὲ μύθωι πάντα συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως. ΧΟ. μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, σαυτοῦ δ᾽ ἀκήδει δυστυχούντος· ὡς ἐγὼ εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. ΠΡ. οὐ ταῦτα ταύτηι μοῖρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω· Apparatus Criticus κράσειςκερασμάτων αἷςαἳ ἁπάσαςἁπάντων ἐξαμύνονταιἐξαμείβονται τετεdé πρῶτοςπρῶτονπρώτως τεom εὐωνύμουςεὐώνυμοι συνεδρίαισυνε .. ειαι στέργηθραθέλγηθρα ἔχουσ᾽...χολήἔχοντ᾿ – χολῆςcorr. Wieseler κνίσηικνίσηικνίσσηι σίδηρονσίδαρον τε τίςδὲ τίς vel δέ τιςcorr. Robort. μὴεἰ μὴ μάθεμάθεμάθοιςutrumque καιροῦκαιρώ ἔτιὅτι πωπουπως τελεσφόροςτελεσφόρως κρᾶναικρῆναι καμφθεὶςκναμφθείς ΠΡ. (continuatio) τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῶι. ΧΟ. τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; ΠΡ. Μοῖραι τρίμορφοι μνήμονές τ᾿ Ἐρινύες. ΧΟ. τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος; ΠΡ. οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. ΧΟ. τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν; ΠΡ. τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει. ΧΟ. ἢ πού τι σεμνόν ἐστιν ὁ ξυναμπέχεις; ΠΡ. ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος ὅσον μάλιστα· τόνδε γὰρ σώιζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. ΧΟΡΟΣ. μηδάμ᾽ ὁ πάντα νέμων θεῖτ᾽ ἐμᾶι γνώμαι κράτος ἀντίπαλον Ζεύς, μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοί- ναις ποτινισσομένα βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον, μηδ᾽ ἀλίτοιμι λόγοις, ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη. – ἡδύ τι θαρσαλέαις τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ- σω δέ σε δερκομένα μυρίοις μόχθοις διακναιόμενον – Ζῆνα γὰρ οὐ τρομέων ἰδίαι γνώμαι σέβηι θνατοὺς ἄγαν Προμηθεῦ. = Numeri: 526-35 = 536-49 dactyloepitriti speciei Pindaricae faciles 534 42 tetrameter dactylicus trimetro catal. + epitr. respondet. Testim: 540 Hesych. διακναιόμενον· διαπονούμενον φθειρόμενον. Apparatus Criticus τέχνητέχναι ... ἀσθενέστεραι μακρῶιπολλῶι Ἐρινύεςἐρινύεςἐρινν. Ζεύςἄρ. ὁ Ζ. ἂντε ἐκφύγοιἐκφύγοιἐκφύγηι πλὴνπρίν οὐκέτ᾽ ἂνοὐκέτ᾽οὐκ ἄνοὐκ ἄν οὖν τόνδε δ᾽ οὐδαμῶςτόνδ᾽ οὐδ. συγκαλυπτέοςσυγκαλυπτέον δύαςκαὶ βίας γνώμαιγνώμηι ἐλινύσαιμιἐλινύσ.έλινν. ὁσίαιςὁσίους ποτινισσομέναποτινισομ. ἄσβεστονom Tr τόδ᾽ ἐμμένοιτόδε μένοι τείνειντίνεινcorr. m φαναῖςλαμπραῖς μόχθοιςπόνοις ἰδίαι γνώμαιοἰκείαιγνώμαιγνώμηι ΧΟ. (continuatio) φέρ᾽ ὅπως ἄχαρις χάρις, ὦ φίλος· εἰπέ, ποῦ τίς ἀλκά; τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης ὀλιγοδρανίαν ἄκικυν ἰσόνειρον, ἆι τὸ φωτῶν ἀλαὸν γένος ἐμπεπο- δισμένον; οὔποτε (πολλαί) τὰν Διὸς ἁρμονίαν θνα- τῶν παρεξίασι βουλαί. – --- ἔμαθον τάδε σάς προσιδοῦσ᾽ ὀλο- ὰς τύχας, Προμηθεύ. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα, τόδ᾽ ἐκεῖνό θ᾽, ὅτ᾽ ἀμφὶ λουτρὰ καὶ λέχος σὸν ὑμεναίουν ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις ἄγαγες Ησιόναν πι- θὼν δάμαρτα κοινόλεκτρον. ΙΩ. τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν τόνδε χαλινοῖς ἐμ πετρίνοισιν χειμαζόμενον; τίνος ἀμπλακίας Testim.: 556 Hesych. διαμφίδιον μέλος. ἀλλοῖον διὰ παντὸς κεχωρισμένον .... Αἰσ. Πρ. δεσμ. 558 Phot. ὑμεναιοῦν τὸ ἄιδειν τὸν ὑμέναιον. Numeri: 543-52=53-60 tres enoplii (paroemiaci) variae formae singuli copulantr cum ithyphallico aut metro trochaico (quod videtur). cf. Sept. 752 sqq. deinde dactyloepitriti hexametro dactylico admisso, ut saepe apud Euripidem. Apparatus Criticus ἄχαρις χάριςχάρις ἄχαρις ὀλιγοδρανίανὀλιγοδράνειαν ἆιαἷςomἅἡ ἀλαὸnomἀλαῶν οὔποτεοὔπωintercidit adiectivum... θνατῶνθνητῶν σάςτὰς σάς προσιδοῦσ᾽προιδοῦσ᾽εἰσιδοῦσ᾽ ἐκεῖνό θ᾽, ὅτ᾽ἐκεῖν᾿ ὅτε τότ'ἐκεῖν᾽ ὅτ᾽τόδ᾽ ἐκεῖνο τε ὅτ᾽ vel τόδ᾽ ἐκεῖνό θ᾽ ὅτ᾽ (Tr) λουτρὰλουτράλοετρά ἰότατιἰότατιἰότητιἰότητι γάμων se delesse fatetur ἄγαγεςἤγαγες πιθὼnπείθωνcorr. mποθῶν χαλινοῖςχαλινοῖςχαλινοῖσι(ν) ἐμἐμἐνomglossema... ἀμπλακίαςἀμπλακίης ΙΩ (continuatio) ποινὰς ὀλέκηι; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. ἀἀ ἕ ἕ· χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος, εἴδωλον Ἄργου γηγενοῦς ἀλεῦμαι [φοβοῦμαι] τὸν μυριωπὸν εἰσιδοῦσα βούταν. ὃ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει ἀλλά με τὰν τάλαιναν ἐξ ἐνέρων περῶν κυνηγετεῖ πλανᾶι τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον. – ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον· ἰὼ ἰὼ πόποι, ποῖ μ᾿ ἄγουσι τη- λέπλαγκτοι πλάναι; τί ποτέ μ᾽ ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν; οἰστρηλάτωι δὲ δείματι Testim.: 575 Plutarchus de coh. ira 456 ὁ τῶν βουκόλων κηρόπλαστος – νόμον. 589–90 Steph. Byz. Ἴναχος... τὸ ἐθνικὸν Ἰνάχειος διὰ διφθόγγου ὡς Αἰσ. Πρ..δ. „πῶς δ᾽ – κεάρ" καὶ οὐδέτερον ῞σύ τ' (οἵ τ᾽ codd.) 'lv. λόγους (705). Numeri: 567-74, respondentia non cantat Io utpote scaenam ingrediens cf. Sept. Eum. parod. 3 trim. iamb. catalect.; dimeter choriamb. (= iamb.) catal.; trim. iamb. (a choriambo incipiens) + 2 dochm. 574-88=593-608 2 dochm., creticus + dochm., 3 dochm. (medius anaclomenus), 8 bacchei, interiectio, 2 iamb., 3 iamb. (primus molossi forma), 3 dochm. (ultimus anaclomen.) + 3 iamb. (primus ab initio decurtatus, paullo hoc insolentius), dochm. anaclom, 7 iamb., tetram. bacch. catal. Apparatus Criticus ὀλέκηιὀλέσηι ὅποιὅποιὅπη γῆςγᾶς ἀἀ ἕ ἕâ â ἔ ἔâ âἃ ἃ ἔα ἔα τὰντὰντήνom οἶστροςοἴστροιςcorr. m ἀλεῦμαιἀλευαδα vel ἄλευ ὦ δᾶcorrexi [φοβοῦμαι]glossema εἰσιδοῦσαεἰσιδοῦσα δόλιονδολερόν ἀλλάἀλλ᾽ αὖ με τὰντὴν περῶνπτερών ψάμμονψάμμανcorr. m ὀτοβεῖὀτοβεῖόττ. πόποι, ποῖπόποιποῖ ποîἰὼ πόποι...distinctater πωquater ποι et ter πωποῦ μ᾿ποῖ ποὶπῆποῦ τηλέπλαγκτοιτηλέπλακτοι πλάναιπλάνοι τί ποτέ μ᾽τίς π. μ'τίςποτε bis πημοναῖσινπημοναῖς δείματιοἰστρωλ. ΙΩ (continuatio) δειλαίαν παράκοπον ὧδε τείρεις; πυρί (με) φλέξον ἢ χθονὶ κάλυψον ἢ ποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσηις εὐγμάτων ἄναξ. ἄδην με πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπηι πημονὰς ἀλύξω. – κλύεις φθέγμα τᾶς βούκερω παρθένου; – ΠΡ. πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης τῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρ ἔρωτι καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥραι στυγητὸς πρὸς βίαν γυμνάζεται. ΙΩ πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; εἰπέ μοι τᾶι μογερᾶι, τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας, τὰν τάλαιναν ὧδ᾽ ἔτυμα προσθροεῖς, θεόσυτόν τε νόσον ὠνόμασας, ἃ μαραίνει με χρίουσα κέντροισι φοιταλέοισιν, ἓ ἕ. σκιρτημάτων δὲ νήστισιν αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ- δαιμόνων δέ τινες οἵ, ἓ ἕ, οἷ᾽ ἐγὼ μογοῦσιν. Apparatus Criticus (με)με suppl. ποντίοιςποντίοιςποντίοισι ἄδηνἄδηνἄδδην πολύπλανοιπολύπλαγγ...τοι (-ται Q) πλάναιπλάνοι ὅπηιὅποι φθέγμαchoro tribuuntcorr.φθέγμαφθέγματαφθέγματοςπρόσφθεγμα τᾶςτᾶςτᾶσδε Ἥραιἥιρα στυγητὸςστυγητήστυγητῶς ὄνομ᾽οὔνομ' ὦ τάλας, τὰν τάλαινανὦ τάλανταλαίπωροντάλαιναν scripsi ἔτυμαἕτοιμαcorr. mἐτύμωςἐτήτυμα προσθροεῖςπροσφωνεῖς θεόσυτόνθεóσυτονθεόσσ. φοιταλέοισινφοιταλέοις νήστισιντε ι νίστισιννήστηισιν αἰκείαιςαἰκίαις λαβρόσυτοςλαβρόσυτοςλαβρόσσ. Ἥραςomhabet ἐπικότοισιἐπικότοις ΙΩ (continuatio) ἀλλά μοι τορῶς τέκμηρον ὅ τι μ᾿ ἐπαμμένει παθεῖν. τί μῆχαρ ἢ τί φάρμακον νόσου; δεῖξον, εἴπερ οἶσθα· θρόει, φράζε τᾶι δυσπλάνωι παρθένωι. – ΠΡ. λέξω τορῶς σοι πᾶν ὅπερ χρήιζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῶι λόγωι, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα. πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾶις Προμηθέα. ΙΩ ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε; ΠΡ. ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. ΙΩ οὔκουν πόροις ἂν τήνδε δωρεάν ἐμοί; ΠΡ. λέγ᾽ ἥντιν᾽ αἰτῆι· πᾶν γὰρ ἂν πύθοιό μου. ΙΩ σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν. ΠΡ. βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ. ΙΩ ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; ΠΡ. τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον. ΙΩ καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης δεῖξον· τίς ἔσται τῆι ταλαιπώρωι χρόνος. ΠΡ. τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε. ΙΩ μήτοι με κρύψηις τοῦθ᾽ ὅπερ μέλλω παθεῖν. ΠΡ. ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος. ΙΩ τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν; ΠΡ. φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας. ΙΩ μή μου προκήδου μᾶσσον (ἢ) ὡς ἐμοὶ γλυκύ. ΠΡ. ἐπεὶ προθυμῆι, χρὴ λέγειν· ἄκουε δή. Testim.: 609 Et. Gud. Magn. τορός· ἔντροχος ... ὡς παρὰ Σοφοκλεῖ „λέξω στόμα 611. 613 exprimit Aristoph. Equ. 836 ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα. Apparatus Criticus ὅ τι μ᾿ὅ μ' τί μῆχαρτί μὴ χρή τιτί με χρ. τ.τί μοι χρ. τ.τί μοι οὐ χ. τ.μῆχαρἢ φράζεφράζε τεδὴ παη. ὅπερὅπερὅτιő φίλουςφίλον τοῦτοῦ χάριν ἁρμοῖὤμοι τήνδετάνδε πᾶν γὰρ ἂνπᾶν γὰρ πύθ.πᾶν γὰρ ἄνπᾶν γὰρ οὖν(πάντα Β) γὰρ ἐκπ.πάντα γάρ ὤχμασενὄχμασεν σαφηνίσαςσαφηνίσαιcorr. Linwood δεῖξονσε μήτοιμήτι μέλλωὃ μέλλω τοῦδέ σοισοιτοῦσοι τοῦδε τοῦ μὴ οὐμήμὴ οὐ μᾶσσονμᾶλλον (ἢ) ἢ se ... invenisse aitμασσόνως ἢ 'μοὶ ΧΟ. μήπω γε· μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας· τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα. ΠΡ. σὸν ἔργον Ἰοῖ ταῖσδ᾽ ὑπουργῆσαι χάριν, ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός. ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας ἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει. ΙΩ οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή, σαφεῖ δὲ μύθωι πᾶν ὅπερ προσχρήιζετε πεύσεσθε· καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι θεόσσυτον χειμῶνα καὶ διαφθοράν μορφῆς, ὅθεν μοι σχετλίαι προσέπτατο. αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι ἐς παρθενώνας τοὺς ἐμοὺς παρηγόρουν λείοισι μύθοις· ὦ μέγ᾽ εὔδαιμον κόρη, τί παρθενεύηι δαρόν, ἐξόν σοι γάμου τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει πρὸς σοῦ τέθαλπται καὶ ξυνάρασθαι Κύπριν θέλει· σὺ δ᾽ ὦ παῖ μὴ ᾿πολακτίσηις λέχος τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθύν λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός, ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσηι πόθου. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασιν ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρί ἔτλην γεγωνεῖν νυκτίφοιτ᾽ ὀνείρατα. ὃ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνούς θεοπρόπους ἴαλλεν, ὡς μάθοι, τί χρή δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. Apparatus Criticus λεγούσηςλεγούσαςcorr. m κἀποδύρασθαικἀποκλ.ἀποκλ.-δύρεσθαι ὅπουὅπουὅπηὅποι μέλλοιμέλλοιμέλλει οἴσεσθαιὕσεσθαι ἔχειἔχηι ὑμῖνὅπ. μὲn ὑμ. αἰσχύνομαιαἰσχύνομαιὀδύρομαι θεόσσυτοντὸn θεοσ. πωλεύμεναιπωλεύμεναιπολεύμ. εὔδαιμονεὐδαίμων παρθενεύηιπαρθενεύεις ξυνάρασθαιξυνάιρασθαιξυναίρεσθαισυναίρεσθαι μὴ ᾿πολακτίσηιςμὴ 'πιλ. τεomτε καὶ νυκτίφοιτ᾽νυκτίφαντ' Δωδώνηςδωδώνην μάθοιμάθοιμάθηι πράσσεινπράττειν φίλαφίλωιcorr. mλέγοντιφίλως ΙΩ (continuatio) ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους. τέλος δ᾽ ἐναργής βάξις ἦλθεν Ἰνάχωι σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾿ ἐσχάτοις ὅροις, εἰ μὴ θέλοι πυρωπὸν ἐκ Διὸς μολεῖν κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκληισε δωμάτων ἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμωι μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι ἦισσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενής ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει πυκνοῖς ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δ᾽ αὐτὸν αἰφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγώ μάστιγι θείαι γῆν πρὸ γῆς ἐλαύνομαι. κλύεις τὰ πραχθέντ᾽· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι λοιπὸν πόνων, σήμαινε· μηδέ μ᾽ οἰκτίσας ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ αἴσχιστον εἶναί φημι συνθέτους λόγους. ΧΟ. ἔα ἔα, ἄπεχε, φεῦ· Numeri: 687-95 2 iamb., 4 dochm. (primus anaclom.), 3. iamb., 3 dochm., 2. iamb. (prior bacchei forma), 3. iamb. (primus bacchei forma). Apparatus Criticus ἀναγγέλλοντεςἀπαγ. αἰολοστόμουςαἰολοστόλους δυσκρίτωςδυσκρίτους τ᾽om γῆςγῆς πρὸς θέλοικειcorr. Naberθέληιθέλειθέλειν πυρωπὸνπυρωτόν ἐξαϊστώσοιἐξαιστώσειcorr. Blomfield κἀπέκληισεκἀπέκλεισε κεραστὶς-στης Κερχνείαςκερχνείαςκε(γ)χρείας Λέρνης τε κρήνηντε κρήνηνἄκρην τε(τε om)ἄκρον τεἄκραν τε τοὺς ἐμοὺςτὰς ἐμάς αἰφνίδιοςmanifesta corruptela... an ἐκ Διός? γῆν πρὸ γῆςγῆν πρὸ γῆςγῆς πρὸς γῆν ὅ τιὅτιἔτι λοιπὸνλοιπῶνπόνον σήμαινεσήμηνεσήμηνον ψευδέσινψεύδέσσιν ΧΟΡΟΣ (continuatio) οὔποτ᾽ οὔποτ᾽ ηὔχουν (ὧδε〉 ξένους μολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν, οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοιστα πήματα, λύματα, [δείματ᾽] ἀμ- φήκει κέντρωι τύψειν ψυχὰν ἐμάν. [ἰὼ] ἰὼ μοῖρα μοῖρα, πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. ΠΡ. πρώι γε στενάζεις καὶ φόβου πλέα τις εἶ· ἐπίσχες, ἔστ᾽ ἂν καὶ τὰ λοιπά προσμάθηις. ΧΟ. λέγ᾽ ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκύ τὸ λοιπὸν ἄλγος προὐξεπίστασθαι τορῶς. ΠΡ. τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρα κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρήιζετε τὸν ἀμφ᾽ ἑαυτῆς ἄθλον ἐξηγουμένης· τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τ᾽ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους θυμῶι βάλ᾽, ὡς ἂν τέρματ᾽ ἐκμάθηις ὁδοῦ. πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολάς στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας· Σκύθας δ᾽ ἀφίξηι νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσ᾽ ἐπ᾿ εὐκύκλοις ὄχοις, ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι· οἷς μὴ πελάζειν, ἀλλὰ γυῖ᾽ ἁλιστόνοις χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. Testim.: 705 cf. ad 589. Apparatus Criticus ηὔχουν (ὧδε〉 ηὐχόμην φεῦ οὐπώποτ᾽ ηὐχόμην φεῦ οὔποτ᾽ οὔποτ' οὔποτ᾽ semel ὧδε alii aliis locis suppl. ἐς ξύννους ἐς εἰς πήματα, λύματα, [δείματ᾽] καὶ om λύματα καὶ δείματά τ᾿ dittographiam del. Herm. τύψειν ψύχειν τύψειν scripsi [ἰὼ] ἰὼ μοῖρα μοῖρα alterum aut iù aut μοῖρα numeri respuunt εἰσιδοῦσα ἐσιδοῦσα πρώι πρώι πρό m προσμάθηις προσμάθοις λέγ᾽ ἐκδίδασκε δίδασκε νοσ. γάρ. χρείαν ἤνυσθ᾽ χρείαν τ᾽ τὸν ἀμφ᾽ τὸν ἀφ᾿ σύ τ᾽ σύ δ' θυμῶι θυμῶι βάλ᾽ μάθ᾽ βάλλ᾽ μὲν om ἐνθένδ᾽ ἐνθάδ' ἀντολάς ἀντολάς ἀνατολάς γύας γύας γέας γυίας ναίουσ᾽ νέουσ᾽ ναίουσιν εὐκ. ναίουσιν ἐπ᾿ ἐξηρτυμένοι ἐξηρτημένοι ἐξηρτυμένοι γυῖ᾽ γύποδας (πόδας) (-ων) corr. Herm. ἁλιστόνοις ἀλλ᾽ ἁλ. χρίμπτουσα χρίμπτουσαν ἐκπερᾶν -περαοῦ -πέρα ΠΡ. (continuatio) λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες· οὓς φυλάξασθαί σε χρή, ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον· ὃν μὴ περάσηις, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόληις, ὀρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾶι μένος κροτάφων ἀπ᾿ αὐτῶν. ἀστρογείτονας δὲ χρή κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινήν βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατόν ἥξεις στυγάνορ᾽, αἳ θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ θερμώδονθ᾽, ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος, ἐχθρόξενος ναύτηισι, μητρυιὰ νεῶν· αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως. ἰσθμὸν δ᾽ ἐπ᾿ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρή λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν· ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον, ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἀρ᾽ ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς βίαιος εἶναι; τῆιδε γὰρ θνητῆι θεός χρήιζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας. πικροῦ δ᾽ ἔκυρσας ὦ κόρη τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους εἶναι δόκει σοι μηδέπω 'n προοιμίοις. ΙΩ ἰώ μοί μοι, ἔ ἔ. ΠΡ. σὺ δ᾽ αὐ κέκραγας κάναμυχθίζηι· τί που Testim.: 726 Schol. Soph. Ant. 969 Αἰσ. Σαλμυδησσία-νεῶν 732-34 Steph. Βyz. Βόσπορος ... Αἰσ. Πρ. δ. „ἔσται-κεκλήσεται“. Apparatus Criticus πρόσπλατοι πρόσπλαστοι corr. Elmsley εὔβατος ἄβατος αὐτὸν Καύκασον αὐτὸn τὸν Καύκασον ἐκφυσᾶι ἐκφυσσᾶι ἥξεις ἴξηι ἴξεις ἥξης κατοικιοῦσιν κατοικοῦσιν ναύτηισι ναύταισι μητρυιὰ μητρυά corr. m στενοπόροις στενοπόρου θρασυσπλάγχνως θρασύσπλαγχνον ἐπώνυμος ἐπώνυμον δ᾽ om μηδέπω 'n μηδ᾽ ἐπῶν dist. Turnebus προοιμίοις προοιμίους ἰώ μοί μοι, ἔ ἔ bis ἰώ quater ἔ κάναμυχθίζηι -μοχθίζη ΠΡ. (continuatio) δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνηι κακά; ΧΟ. ἢ γάρ τι λοιπὸν τῆιδε πημάτων ἐρεῖς; ΠΡ. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. ΙΩ τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. ΠΡ. ἢ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτωι θανεῖν μέν ἐστιν οὐ πεπρωμένον· αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή· νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσηι τυραννίδος. ΙΩ ἢ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; ΠΡ. ἥδοι᾽ ἄν, οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν. ΙΩ πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; ΠΡ. ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. ΙΩ πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; ΠΡ. πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων. ΙΩ ποίωι τρόπωι; σήμηνον, εἰ μή τις βλάβη. ΠΡ. γαμεῖ γάμον τοιοῦτον ὧι ποτ᾿ ἀσχαλᾶι. ΙΩ θέορτον ἢ βρότειον; εἰ ῥητόν, φράσον. ΠΡ. τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. ΙΩ ἢ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; ΠΡ. ἢ τέξεταί γε παῖδα φέρτερον πατρός. ΙΩ οὐδ᾽ ἔστιν αὐτῶι τῆσδ᾽ ἀποστροφὴ τύχης; ΠΡ. οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς. ΙΩ τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός; ΠΡ. τῶν σῶν τιν᾿ αὐτὸν ἐγγόνων εἶναι χρεών. ΙΩ πῶς εἶπας; ἢ ᾿μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν; Apparatus Criticus ἀτηρᾶς ἀτειρᾶς πέδοι πέδω δυσπετῶς δυπετῶς φέροις φέρεις μέν ἐστιν ab ἄv ... transiliunt μέν om θ. ἔνεστι ἦν ἂν ἄν om ἂν ἦν ἐκπέσηι ἐκπέσοι ἥδοι᾽ ἄν ἥδοι᾽ ἄν ἥδοιμ᾽ ἄν (vel ἡδοίμαν) ἰδοῦσαν δ᾽ om τῶνδέ σοι μαθεῖν σοι μαθεῖν μαθεῖν σοι τύραννα τυράννου συληθήσεται συλληθ. πρὸς αὐτὸς αὐτοῦ πρός αὐτὸς αὐτὸς πρός κενοφρόνων κουφόνων ποίωι τρόπωι ποίωι τρόπωι ἢ βρότειον βρ. ἢ γε om λυθείς πρίν λυθείς λυθῶ λύσων λύσων σ᾽ αὐτὸν αὐτῶν ἐγγόνων ἐγγόνων έκγ. ἢ 'μὸς ἢ οὑμός σ᾽ om ΠΡ. τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς. ΙΩ ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμωιδία. ΠΡ. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. ΙΩ μή μοι προτείνων κέρδος εἶτ᾿ ἀποστέρει. ΠΡ. δυοῖν λόγοιν σε θατέρωι δωρήσομαι. ΙΩ ποίοιν; πρόδειξον αἵρεσίν τ᾽ ἐμοὶ δίδου. ΠΡ. δίδωμ᾿· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ. ΧΟ. τούτων σὺ τὴν μὲν τῆιδε, τὴν δ᾽ ἐμοὶ χάριν θέσθαι θέλησον μηδ᾽ ἀτιμάσηις λόγου. καὶ τῆιδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα. τοῦτο γὰρ ποθῶ. ΠΡ. ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρήιζετε. σοὶ πρῶτον Ἰοῖ πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ὅταν περάσηις ῥεῖθρον ἠπείροιν ὅρον, πρὸς ἀντολὰς φλογῶπας ἡλίου στίβει πόντου παρεῖσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκηι πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι κοινὸν ὄμμ᾽ ἐκτημέναι μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ. πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω· ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν. ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρύπας φύλαξαι τόν τε μουνῶπα στρατόν Apparatus Criticus σαυτῆς σαυτῆς τ' ἢ om λόγου οἴκους λόγους corr. Elmsley πλάνην βλάβην λύσοντα λύσοντα σε λύσαντα τὸ μὴ οὐ τῶ V οὐ om πολύδονον πολύδινον ἠπείροιν ἠπείρων corr. Herwerden ἀντολὰς ἀνατολάς στίβει ἡλιοστιβεῖς corr. Heimsöth πόντου πόντον παρεῖσα περῶσα corr. Heimsöth Κισθήνης Κισθήνης Κιθ. Κισθύν. Κισθίν. σκυθίνης δηναιαὶ δειναιαί μονόδοντες μονώδοντες ἡ del. Hermann τοιοῦτο τοιοῦτον ὀξυστόμους ὀξυστόμου ἀκραγεῖς ἀκραγγεῖς σκύθας τε γε μουνῶπα μουνώπαν μουνωπόν ΠΡ. (continuatio) Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου· τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρ᾿ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκηι καταβασμόν, ἔνθα Βυβλίνων ὀρῶν ἄπο˙ ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν Ἰοῖ πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. ΧΟ. εἰ μέν τι τῆιδε λοιπὸν ἢ παρειμένον ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγ᾽· εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὐ χάριν δὸς ἥντιν᾽ αἰτούμεσθα, μέμνησαι δέ που. ΠΡ. τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν. ὅπως δ᾽ ἂν εἰδῆι μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δ᾽ εἰμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θᾶκός τ᾽ ἐστὶ θεσπρωτοῦ Διός τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως Testim.: 816 Athen. VIII 347ο εἴτι-μοι 818 κατὰ τὸν Αἰσ. Πρ. 816 Antiatt. Bekk. An. 116 ψελλός Αἰσ. Πρ.... ἐπὶ τοῦ σαφῶς μὴ εἰρημένου. Apparatus Criticus πόρου πόρον τηλουρὸν τηλουργόν corr. m ἐξίκηι ἐξίηις Βυβλίνων βιβλίνων ὀρῶν ὀρέων σεπτὸν σεμνόν ὁδώσει σε δώσει ἐπανδίπλαζε ἐπαναδ. corr. Dindorf ἐκμάνθανε μάνθανε πλείων πλεῖον πλέον θέλω θέλεις πολυφθόρου πολυφόρου τύχης αἰτούμεσθα αἰτούμεθα δοὺς om τὸν πλεῖστον τῶν πλείστων ἐκλείψω ἐκλείψας ἐκλείπω λόγων λόγου γάπεδα δάπεδα corr. Porson τ᾽ om θᾶκός θώκος προσήγοροι προσηγορήθης ΠΡ. (continuatio) προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσ᾽ ἔσεσθαι· τῶνδε προσσαίνει σε τι; ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν κέλευθον ἦιξας πρὸς μέγαν κόλπον ῾Ρέας, ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζηι δρόμοις· χρόνον δὲ τὸν μέλλοντα (ὁ) πόντιος μυχός, σαφῶς ἐπίστασ᾽, Ιόνιος κεκλήσεται τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. τὰ λοιπὰ δ᾽ ὑμῖν τῆιδέ τ᾽ ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῶι στόματι καὶ προσχώματι· ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα· πέμπτη δ᾽ ἀπ᾿ αὐτοῦ γέννα πεντηκοντάπαις πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν· οἳ δ᾽ ἐπτοημένοι φρένας κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι ἥξουσι θηρεύοντες οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός· Πελασγία δὲ δέξεται θηλυκτόνωι Testim.: 840 Schol. Eur. Phoen. 207 (vetus ζήτημα) οἵ δέ φασιν Αἰσχύλωι αὐτὸn ἕπεσθαι οἰομένωι πάντα πόντον Ιόνιον λέγεσθαι ὃν ἀλωμένη ἐπῆλθεν ἡ Ἰώ. Steph. Βyz. Ιόνιον πέλαγος· τὸ περὶ τὴν Ἰταλίαν ἀπὸ Ἰοῦς Αἰσ. Πρ. ex eodem fonte Et. M. Ιόνιος κόλπος 847 Schol. Hom. 8 563, 7 204 ex Apione Αἰσ. ἔστι χθονός. Apparatus Criticus προσσαίνειπροσσαίνειπροσαίνει παλιμπλάγκτοισιπαλιμπλάγκτ.παλιπλάκτ.πολυπλάγκτ.πολυπλάκτ.παλιμπλάκτ. (ὁ)ὁ suppl. κεκλήσεταικληθήσεται πρὸς αὐτῶι στόματι καὶ προσχώματιπρὸς αὐτῶι χώματι ἔμφροναεὔφρονα πεντηκοντάπαις-κοντόπαις ἐλεύσεταιἐφέψεται θηλύσποροςθηλύσπορον θηρεύοντεςθηρεύοντεςθηρεύσοντες hiatum notat Herm. θηλυκτόνωινυκτιφορήτωι ΠΡ. (continuatio) Ἄρει δαμέντων νυκτιφρουρήτωι θράσει· γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος. τοιάδ᾽ ἐπ᾿ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μή κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος. αὕτη κατ᾿ Αργος βασιλικὸν τέξει γένος· μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασύς τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμέ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενής μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς θέμις· ὅπως δὲ χώπηι, ταῦτα δεῖ μακροῦ λόγου εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. ΙΩ ἐλελεῦ ἐλελεῦ· ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσ', οἴστρου δ᾽ ἄρδις χρίει μ᾽ ἄπυρος· κραδία δὲ φόβωι φρένα λακτίζει. τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργωι γλώσσης ἀκρατής· θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆι στυγνῆς πρὸς κύμασιν ἄτης. Testim.: 877 Hesych. ἐλελεῦ... τίθησιν αὐτὸ Αἰσχ. ἐπὶ σχετλιασμοῦ ἐν Προμ. δεσμ. 879 Hesych. ἄρδις ἀκίς Αἰσ. Πρ. δ. Apparatus Criticus δίθηκτονἄρρητον ἄμφηκες ἐπ᾿ἐπ᾿ἐςἐπέλθοι σύνευνονξύνευνον ἀπαμβλυνθήσεται-βλυθήσ.-βληθήσ. γνώμηνγνώμαιν (γνώμοιν) δυοῖnδυεῖν δὲom θάτερονθατέραν (θάτεραν) τέξειἕξει δεῖδή ταῦτ᾽ ἐπεξελθεῖnταῦτα τ᾽ ἐξ.δεῖτ᾽ ἐπ. ἐκ τῶνδ᾽ἐκ τῶνδε κλεινόςκλεινοῖς ἐμοὶἐμοὶἐμήutrumque ὅπως δὲ χώπηιδ᾽ ἔχω· πῆδή λόγουχρόνου σύ τ᾽σὺ δ' ἐλελεῦ ἐλελεῦἐλελελελελεῦ fereἐλελεῦ, ἐλελελελεῦἐλελελελελελεῦcorr. ex Hesychio φρενοπληγεῖςφρενοβλαβείς θάλπουσ'θάλπτουσ᾽ κραδίακραδίακαρδία φόβωι φρέναφρένα φόβω ὄμμαθ᾽ὄμματ᾽ παίουσ᾽πταίουσ'παίουσιν ΧΟΡΟΣ ἢ σοφὸς ἢ σοφὸς [ἦν] ὃς πρῶτος ἐν γνώμαι τόδ᾽ ἐβάστασε καὶ γλώ- σαι διεμυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῶι, καὶ μήτε τῶν πλούτωι διαθρυπτομένων μήτε τῶν γένναι μεγαλυνομένων ὄντα χερνήταν ἐραστεῦσαι γάμων. – μήποτε μήποτέ μ᾽, ὦ (πότνιαι) Μοῖραι λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν· μηδὲ πλαθείην γαμέται τινὶ τῶν ἐξ οὐρανοῦ. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν δυσπλάνοις Ἥρας ἀλατείαις πόνων. = ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς ὁ γάμος, [ἄφοβος], οὐ δέδια, μηδὲ κρεισσόνων Actio: 836 Io in partem ei parti a qua venerat oppositam exit. Numeri: 887-93 = 94-900 dactylo-epitriti speciei Pindaricae faciles. periodus tertia ab excedente syllaba incipit. epodus 901-6, duae periodi mere iambicae (7. 5.); clausula e more Aeschyli tetrameter (trochaicus admissa anaclasi). Apparatus Criticus [ἦν]om γλώσαιγλώσσηι ἀριστεύειἀριστεύειν γένναιγένει μήποτεμήποτ' (πότνιαι)suppl. Paley Διὸςom πλαθείηνπλαθείην γ.πλασθεῖ᾽ ἐν γ.πλαθείη ἐν γ.πλαθείην ἐν γ.πλασθείην γ.πλασθείην ἐν γ. γαμέταιγαμετῶιcorr. m ἀμαλαπτομένανγ' ἀμαλαπτ.γ' del.γάμω δαπτομέναν (vel ην)με γάμω δ.δαπανομένανἅμα τῶι γάμωι δυσπλάνοιςδυσπλάνοιςἀσπλάγχνοιςδυσσπλάγχνωνδυσσπλάγχναςδυσσπλάγχνοις ἀλατείαις-αις-αισι ὅτεὅτιcorr. Arnaldus [ἄφοβος]v. 1. delevi ΧΟΡΟΣ (continuatio) [θεῶν] ἔρως ἄφυκτον ὄμμα προσδράκοι με. ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος ἄπο- ρα πόριμος, οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν· τὰν Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπαι φύγοιμ᾽ ἄν. ξ ΠΡΟΜΗθΕΥΣ ἢ μὴν ἔτι Ζεὺς καίπερ αὐθάδη φρονῶν ἔσται ταπεινός, οἷον ἐξαρτύεται γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρά Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται, ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν δύναιτ᾽ ἂν αὐτῶι πλὴν ἐμοῦ δεῖξαι σαφῶς. ἐγὼ τάδ᾽ οἶδα χῶι τρόπωι. πρὸς ταῦτα νῦν θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις πιστὸς τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος. οὐδὲν γὰρ αὐτῶι ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ᾿ οὐκ ἀνασχετά· τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ᾿ αὐτὸς αὐτῶι, δυσμαχώτατον τέρας· ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα βροντῆς θ᾽ ὑπερφέροντα καρτερὸν κτύπον θαλασσίαν τε γῆς τινάκτειραν νόσων αἰχμήν, τρίαιναν ἣ Ποσειδῶνος σκεδᾶι. Apparatus Criticus [θεῶν]glossam delevi προσδράκοιπροσδάρκοιπροσδέρκοι(om. με)προσδράκη ἀπόλεμοςἐς ἄπορ.εἰς ἄπ. οὐδ᾽ ἔχωοὐκ ἔχω ὅπαιὅπηὅπου αὐθάδη φρονῶναὐθαδή φρονῶναὐθάδης φρενώνutrumque οἷονοἷοςγὰρ οἷον πατρὸς δ᾽πατ. δ'om τότ᾽τόδ'corr. mποτ' ἐκπίτνωνἐκπίπτων δηναιῶνδηναιόνcorr. m τοιῶνδετοιόνδεcorr. m πλὴν ἐμοῦπλὴν ἐγώ ἐγὼἐγὼ δὲ θαρσῶνθαρσείτω πιστὸςπυστός v. 1.πιστῶς et -ός ἐn χεροῖnἐn χεροῖnἐn χερσίἐn χειρίχερί πύρπνουνπύρπνουνπυρπνόονπυρίπνουν οὐδὲnοὐ εὑρήσειεὑρήσοι θ᾽δ' ὑπερφέρονταὑπερβάλλονταcorr. Weil νόσωννόσωννόσον αἰχμήν, τρίαιναν ἣτρίαιναν αἰχμὴν τήν (τοῦ QR1)correxi ΠΡ. (continuatio) πταίσας δὲ τῶιδε πρὸς κακῶι μαθήσεται ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα. ΧΟ. σύ θην ἃ χρήιζεις, ταῦτ᾽ ἐπιγλωσσᾶι Διός. ΠΡ. ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω. ΧΟ. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; ΠΡ. καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους. ΧΟ. πῶς οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη; ΠΡ. τί δ᾽ ἂν φοβοίμην ὧι θανεῖν οὐ μόρσιμον; ΧΟ. ἀλλ᾽ ἄθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι. ΠΡ. ὃ δ᾽ οὖν ποείτω· πάντα προσδοκητά μοι. ΧΟ. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. ΠΡ. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί. ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον, ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον· πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν. ΕΡΜΗΣ σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς [τὸν] ἐφημέροις πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω· πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους αὐδᾶν πρὸς ὧν [τ᾽] ἐκεῖνος ἐκπίπτει κράτους. καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ᾽ αὖθ᾽ ἕκαστα φράζε, μηδέ μοι διπλᾶς ὁδοὺς Προμηθεῦ προσβάληις· ὁρᾶις δ᾽ ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. Actio: 943 in scaenam inferiorem incedit Mercurius. Apparatus Criticus πταίσαςπαίσαςπτάσας κακῶικακῶνκακοῦ ὅσονὅσσον ἄρχεινἀρχήν προσδοκᾶnδεσπόζειν Ζηνός τινατινὰ Διός τῶνδέ γ᾽ ἕξειἕξειςτῶνδ᾽ ἕ.δ᾽ ἕ. δυσλοφωτέρουςδυσφλογωτέρους πῶςπῶς δ᾽ τί δ᾽ ἂnτί δαίφοβοίμαν supra add. η ἄθλον ἄn σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίωαὖ σοι ἄν omτοῦδ᾽ ἀλ.τοῦδε γ᾽ ἀλ.corr. Elmsley ποείτωποείτωποιείτω θῶπτεθώπεθώπευε τὸn τοῦτὸn τυρ. ἐξαμαρτόντ᾽-τόντ᾽-τώντ' [τòν] ἐφημέροιςἡμέροιςτòν ἐφ.corr. Blomfield πορόνταπορῶντα κομπεῖςκ. λόγους ὧn [τ᾽]ὧnτ' del. φράζεἔκφραζε τοιούτοιςΖεύς τοιΖ. γάρὁ Ζεύς γετούτοις ΠΡ. σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δή ναίειν ἀπενθῆ πέργαμ᾽· οὐκ ἐκ τῶνδ᾽ ἐγώ δισσοὺς τυράννους ἐκπεσόντας ἠισθόμην; τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δέ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν· πεύσηι γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ. ΕΡ. τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. ΠΡ. τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ. ΕΡ. κρεῖσσον γὰρ οἶμαι τῆιδε λατρεύειν πέτραι ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. ΠΡ. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. ΕΡ. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν. ΠΡ. χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγώ ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω. ΕΡ. ἢ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾶι; ΠΡ. ἁπλῶι λόγωι τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὐ κακοῦσί μ᾽ ἐκδίκως. ΕΡ. κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον. ΠΡ. νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. ΕΡ. εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. Apparatus Criticus γετε ὑπηρέτουδιὸς ὑ. δισσοὺςδιττοὺς κοιρανοῦντ᾽τυραννοῦντ᾽ μή τίμήτοι πολλοῦπολλῶ δέδέ ἀνιστορεῖςἂν ἱστορῆςἂν ἱστορεῖςἀνιστοροῦντα καθώρμισαςκαθώρμισαςκαθώρισαςκαθώροσας (ex ωσας?)καθήρμησαςκατώρουσαςκατήγαγες 968. 70 person. notas suppl. Tyrwhit Erfurdt. φῦναιφῆναιcorr. (ὑπάρξαι glossa) ἄγγελονδ᾽ ἀγγ. πράγμασινπήμασι χλιδῶνταςχλιδόνταςcorr. m ἐχθαίρωἐχθραίνω σμικρὰνμικράν πράσσοιςπράσσεις ΠΡ. (ὤμοι) ΕΡ. ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. ΠΡ. ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος. ΕΡ. καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι. ΠΡ. σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην. ΕΡ. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρήιζει πατήρ. ΠΡ. καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῶι χάριν. ΕΡ. ἐκερτόμησας δῆθεν ὡς παῖδ᾽ ὄντα με. ΠΡ. οὐ γὰρ σὺ παῖς τε κάτι τοῦδ᾽ ἀνούστερος, εἰ προσδοκᾶις ἐμοῦ τι πεύσεσθαι πάρα; οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτωι προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῆι δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ, λευκοπτέρωι δὲ νιφάδι καὶ βροντήμασιν χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω· γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι, πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. ΕΡ. ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται. ΠΡ. ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε. ΕΡ. τόλμησον ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. ΠΡ. ὀχλεῖς μάτην με κῦμ᾿ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ᾽, ὡς ἐγὼ Διός γνώμην φοβηθεὶς θηλύνους γενήσομαι καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυναικομίμοις ὑπτιάσμασιν χερῶν λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω. Apparatus Criticus (ὤμοι)ὤμοι Prometheo, reliqua Mercuriocorr. Lachmann... ὄνθ᾽ὄντα om κάτικαὶ ἔτι(κάτι Κ) τιom πεύσεσθαιπευσεῖσθαι προτρέψεταίπροστρ.ποτρ. (i. e. ἀποτρ.) αἰθαλοῦσσααἰθαλ(λ)οῦσα (vel -άλουσα)γρ. αἰθεροῦσσα λευκοπτέρωι δὲ νιφάδιλευκοπτέροις δὲ νιφάσιἐκ supra καὶ βροντήμασινβροντήματι ταρασσέτωταρασσέσθω γνάμψειγνάψειutrumque φράσαιφράσειν ὦπταιὦ παî M ὀρθῶςκαλῶς ὀχλεῖςὀχλῆς μεom μήποθ'σ᾽ ἔννοια μήπ.μηπάθ'corr. m στυγούμενονστυγόμενονcorr. m δεσμῶν τῶνδετῶν δεσμῶν τ.τοῦδε παντός ΕΡ. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν· τέγγηι γὰρ οὐδὲν οὐδὲ μαλθάσσηι λιταῖς ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγής πῶλος βιάζηι καὶ πρὸς ἡνίας μάχηι. ἀτὰρ σφοδρύνηι γ᾽ ἀσθενεῖ σοφίσματι· αὐθαδία γὰρ τῶι φρονοῦντι μὴ καλῶς αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῆις λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ᾽ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδα φάραγγα βροντῆι καὶ κεραυνίαι φλογί πατήρ σπαράξει τήνδε καὶ κρύψει δέμας τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοι πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως διαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ᾽ ἡπαρ ἐκθοινήσεται. τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων φανῆι θελήσηι τ᾽ εἰς ἀναύγητον μολεῖν Ἄιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη. πρὸς ταῦτα βούλευ᾿ ὡς ὅδ᾽ οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος· Testim.: 1022 Schol. Dionys. Thr. 458 τὸν αὐτὸn (τὸn) ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς ῾κύνα᾿ Αἰσ. καλεῖ. 1030 Hesych. οὐ πεπλασμένον· ἄπλαστον. Apparatus Criticus λέγωνλέγεινἀλλ᾽ ἐρεῖn μάτην οὐδὲnomhabet μαλθάσσηιμαλθάση στόμιονδὲ τὸ στόμιον ἀτὰραὐτάρ σοφίσματισοφίζηφρονήματι μεῖζονμεῖον δ᾽, ἐὰnδὲ ἄνδ' ἄνδ᾽ ἄν εἰ πεισθῆιςπείθηιutrumque οἷός σεοἷός σεοἷος σε ἄφυκτοςἀφύκτωςcorr. m ἀγκάληἀγγάλη ἐκτελευτήσαςἐκπλήσας εἰςom Διὸς δέ τοιΔιὸς ἔτι λάβρωςλάβρωςλάβροςutrumqueλαῦρος μέγα ῥάκοςῥάκος μέγα τοῦδετοῦ σοῦ δέ μή τιμήτοιμηδέ θεῶν τιςθεός τις θελήσηιθελήσηθελήσει τ᾽δ' ἀναύγητονἀναύδητον εἰρημένοςἐριμμένος ΕΡ. (continuatio) ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δέ πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν εὐβουλίας ἀμείνον᾽ ἡγήσηι ποτέ. ΧΟ. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ· σοφῶι γὰρ αἰσχρὸν ἐξαμαρτάνειν. ΠΡ. εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές. πρὸς ταῦτ᾽ ἐπ᾿ ἐμοὶ ῥιπτέσθω μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ ἐρεθιζέσθω βροντῆι σφακέλωι τ᾽ ἀγρίων ἀνέμων· χθόνα δ᾽ ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίωι συγχώσειεν τῶν οὐρανίων ἄστρων διόδους, ἔς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις· πάντως ἐμέ γ᾽ οὐ θανατώσει. ΕΡ. τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματ᾽ ἔπη τ᾽ ἐστὶν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ (οὐ) παραπαίειν ἡ τοῦδ᾽ εὐχή; τί χαλᾶι μανιῶν; ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων μετά ποι χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσηι Apparatus Criticus πιθοῦπιθοῦπείθου τοιτι εἰδότιεἰδότι μοι ἐπ᾿ ἐμοὶ ῥιπτέσθωἐπί μοι ῥιπτείσθω πυρὸςπυρός τ' αἰθὴραἰθέρα ἀγρίωνἀγρίων τ' αὐταῖςαὐταῖσι κραδαίνοικραδαίνει συγχώσειεν τῶνσυγχ. ἐμὲ τῶν τ'τῶν τ' οὐρ. ἄρδηνἅδην θανατώσειθανατώσοι μὴ (οὐ)μὴοὐ suppl. ἡ τοῦδ᾽ εὐχήἢ τοῦδ᾽ εὐτυχῆεἰ τοῦδ᾽ εὐτυχῆεἰ τοῦδ᾽ ... τύχηιἣν τοῦδ᾽ ἀτυχῆεἰ τάδ᾽ εὐτυχῆcorr. γ᾽ αἱγ' αἱγ᾽ ἐνδέγε ποιπουποι ΕΡ. (continuatio) βροντῆς μύκημ᾽ ἀτέραμνον. ΧΟ. ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽ ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που τοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν; μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω· τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσος τῆσδ᾽ ἥντιν᾿ ἀπέπτυσα μᾶλλον. ΕΡ. ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω· μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ᾽ εἰσέβαλεν· μὴ δῆτ᾽, αὐταὶ δ᾽ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως εἰς ἀπέρατον δίκτυον ἄτης ἐμπλεχθήσεσθ᾽ ὑπ᾿ ἀνοίας. ΠΡ. καὶ μὴν ἔργωι κοὐκέτι μύθωι χθὼν σεσάλευται, βρυχία δ᾽ ἠχὼ παραμυκᾶται βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν εἱλίσσουσιν· σκιρτᾶι δ᾽ ἀνέμων πνεύματα πάντων εἰς ἄλληλα στάσιν ἀντίπνουν ἀποδεικνύμενα· ξυντετάρακται δ᾽ αἰθὴρ πόντωι. τοιάδ᾽ ἐπ᾿ ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων Actio: 1069 chorus quam proxime potest ad Prometheum accedit. Apparatus Criticus τλητὸnλητὸn ἤγουν λαθαστὸn ἐθέλωθέλω μᾶλλονγρ. πάλαι ἁγὼἃ ἐγὼἅττ᾽ ἐ.ἅτ᾽ ἐ. πρὸς ἄτης(πρός F2) τῆς ἄ. μέμψησθεμέμψοισθε τύχηντύχας ὑμᾶςἡμᾶς οὐκοὐκ ἀπέρατονἀπέρατονἀπέραντον κοὐκέτιοὐκέτικού μ. σεσάλευταισαλεύεται ζάπυροιὡς Ζαπ. εἱλίσσουσινἑλισσ. ἀποδεικνύμεναἐπιδεικν.ἐνδ. Tr in scholio vituperat lectionem ὦ πάντων θέμι; ita recentes quidam, scil. e scholio MP ὦ μῆτερ ἐμὴ Γῆ, ὦ θέμι. ΠΡ. (continuatio) αἰθὴρ κοινὸν φάος είλίσσων, ἐσορᾶις μ᾿ ὡς ἔκδικα πάσχω. Actio: rupes cum Prometheo et choro a terra inter fulmina e solo prorumpentia hiscente hauritur. Mercurius abit. Apparatus Criticus εἰλίσσωνεἰλίσσωνἑλ. ἔκδικαἄδικαutrumque TRILOGIAE RELIQUIAE ΠΡΟΜΗθΕΥΣ ΛΥΟΜΕΝΟΣ. Schol. Prom. 511 οὔπω μοι λυθῆναι μεμοίραται. addit M ἐν γὰρ τῶι ἑξῆς δράματι λύεται· ὅπερ ἐμφαίνει Αἰσχύλος. Philodemus de piet. p. 30 G. Αἰσχύλος μὲν] ἐν Προμηθε[ῖ φη]σὶν τ[οῦτο]ν πρ[ὸς τῶι Καυκάσωι δεδέσθαι vel similia]. p. 37 Προ]μηθεῖ τα - - καυμάτων – [χε]ιμώνων - - componuntur deinde de Atlante testimonia. p. 39 -- Κρόνο . . [δεσμωτήριον κα - - καταχ Αἰσχύλος (κατὰ δ᾽ Αἰσχύλον?) ἐν τῶι Λυομένωι Προμηθεῖ - - [ὑπὸ Διὸς δεδ[έσθαι non tuto restituitur] καὶ πάντες [οἱ ταρτα]ρωθέντες – – οὐρανοῦ -- p. 40 ὅσα δὲ Προμηθεὺς οὐδα.. ξ (οὐ δεκάδας Sauppe) ἀλλὰ μυριάδας p. 41 καὶ τὸν [Προμηθέα λύεσθαί [φησιν] Αἰσχύλος ὅτι τὸ λ]όγιον ἐμήνυσε]ν τὸ περὶ θέτιδος, ὡς χρεὼn εἴη τὸν ἐξ αὐτῆς γεννηθέντα κρείττω κατα[στῆ]ναι τοῦ πατρός· [ὅθεν κ]αὶ θνητῶι συνοικί]ζουσιν αὐτὴν ἀνδρί. restit. Gomperz. Vol. Herc. Coll. alt. VIII 105 protraxit restituitque Reitzenstein Herm. 35, 73 - - αι τῶι Πηλεῖ. ἐν Προμηθεῖ δὲ τῶι] Λυομένωι ....ιδος ε........ ασιν ..... [ὁ δέ τὰ Κύπρια ποιήσας etc. de Thetide agi Cypriorum excerpta docent, cuius nomen Reitzenstein antea restituit, sed [θέμιδος aeque atque [θέτ]ιδος cogitari potest, nisi Αἰσχύλος latet, cuius nomen desideratur. omnia, nisi plenius et accuratius leguntur et in ordinem rediguntur, vix quidquam docent quin aliunde sciamus. Personarum index Vincti Promethei inter Oceanum et Mercurium habet Γῆ: Ἡρακλῆς. quae vix alio referri possunt quam ad exemplar quod Solutum, τὸ ἑξῆς δρᾶμα, simul continebat. Fr. 191. 192. Arrian. peripl. Pont. 19. Tanai fluvio Asiam et Europam disterminari, καίτοι Αἰσχύλος ἐν Προμηθεῖ λυομένωι τὸν Φᾶσιν ὅρον τῆς 5* Εὐρώπης καὶ τῆς ᾿Ασίας ποιεῖ· λέγουσι γοῦν 〈παρ’〉 αὐτῶι οἱ Τιτάνες πρὸς τὸν Προμηθέα ὅτι “ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε Προμηθεῦ δεσμοῦ τε πάθος τόδ᾽ ἐποψόμενοι ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον πῆ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδ᾽ ᾿Ασίας τέρμονα Φᾶσιν excribit Peripl. Ponti anonym. p. 184 Müller, sed Procop. Goth. IV 6, 15 ad idem redit compendium geographicum quo Arrianus utebatur, ἀλλὰ καὶ ὁ τραγωιδιοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῶι λυομένωι εὐθὺς ἀρχόμενος τῆς τραγωιδίας (hoc opinor non finxit) τὸν ποταμὸn Φᾶσιν τέρμονα καλεῖ τῆς τε Ασίας καὶ τῆς Εὐρώπης. ad fr. 197. Schol. Dionys. perieg. 10 de Tanai Αἰσχύλος ἐν Προμηθεῖ λυομένωι καὶ Σοφοκλῆς ἐν Σκύθαις ὑπὸ τούτου διορίζεσθαί φασι τὰς ἠπείρους. reicitur hoc vulgo, cum contradicat fragmento 191; debebant certe Vinctum pro Soluto intellegere, in quo Tanais terras definit 790; re vera vel δίδυμος τέρμων, fr. 191, docet Aeschylo „duplicem terminum" fuisse fluvium qui modo Tanais appellaretur modo Phasis. Fr. 192. Strabo 1 33 ut demonstret Aethiopas totam meridiem occupare, Αἰσχύλος ἐν Προμηθεῖ λυομένωι φησὶn οὕτω φοινικόπεδόν τ᾽ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης χαλκοκέραυνόν τε παρ᾽ Ὠκεανῶι λίμνην ἁγνῶν τροφὸν Αἰθιόπων, ἵν᾽ ὁ παντόπτας Ἥλιος αἰεὶ χρῶτ᾽ ἀθάνατον κάματον θ᾽ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει. 3 χαλκοκέραυνοv neque intellegitur et frustra temptatum est 4 λίμναν παντότροφον codd. vitiosis numeris, (duae breves metrum nusquam excedunt), πάντων τροφόν Lobeck; quaerendum erat aptius adiectivum 5 παντεπόπτας codd. corr. Tyrwhitt. tolerari fortasse potest in lyrica voce ā 8 προχοαῖς τ᾽ codd. olim correctum. regebantur accusativi a participio λιπόντες subiuncto illi ἥκομεν fr. 190 a quo tragoedia incipiebat; 191 post 192 locum habebat. Fr. 199. Strabo IV 183 e Posidonio campos saxis conspersos qui prope Massiliam sunt describit; in fabulam haec vertisse Aeschylum sive eum a quo penderet. φησὶ γοῦn Προμηθεὺς παρ᾽ αὐτῶι καθηγούμενος Ἡρακλεῖ τῶν ὁδῶν τὴν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας ἥξεις - στρατόν. Dionysius Antiqu. I 41 e pragmatici cuiusdam narratione. Herculem cum magno exercitu ex Hispania redeuntem conflixisse cum Liguribus. δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένωι. πεποίηται γὰρ αὐτῶι ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῶι τι συμβήσεσθαι ἔμελλεν, καὶ τὴν ἐπὶ Γηρυόνην στρατείαν καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου, ὡς οὐ ῥάιδιος ὁ ἀγὼn ἔσται διηγόυμενος· τὰ δὲ ποιήματα ὧδ᾽ ἔχει, ἥξεις - λιπεῖν (ν. 3). Hygin poet. astr. II 6 (Ἐγγόνασιν) Aeschylus in fabula quae inscribitur Προμηθεὺς λυόμενος Herculem ait esse... cum Liguribus depugnantem. dicit enim, quo tempore Hercules a Geryone boves abduxerat iter fecisse per Ligurum fines. quos cunctos ab eo pecus abduxisse, manus contulisse, etc. ... apparet et Dionysii et Hygini auctoribus auctorem fuisse hominem, qui non vereretur pro expeditione ad Hesperidas suscepta eam quae Geryonis boves petebat substituere et pugnam in reditu Herculis collocare. nos autem deficiente Strabonis testimonio deciperemur necessario. ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν, ἔνθ᾽ οὐ μάχης, σάφ᾽ οἶδα, καὶ θοῦρός περ ὢν μέμψηι· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθ᾽, ἑλέσθαι δ᾽ οὔτιν᾽ ἐκ γαίας λίθον ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός. ἰδὼν δ᾽ ἀμηχανοῦντά σ᾽ ὁ Ζεὺς οἰκτιρεῖ. νεφέλην δ᾽ ὑποσχὼν νιφάδι γογγύλων πετρῶν ὑπόσκιον θήσει χθόν᾽, οἷς ἔπειτα σύ βαλὼν διώσηι ῥαιδίως Λίγυν στρατόν. 6 οἰκτερεῖ codd. σ' οἰκτιρεῖ πατήρ Cobet probabiliter 8 nubem subtus extendit; de caelo mittit lapides. νιφάς vox Aeschylea Sept. 212 8. 9. συμβαλών corr. Salmasius 9 δηώσει recte legit Dobree. Fr. 195 et 206. Galenus in Epidem. VI. XVII 1, 879 e lexico s. v. πέμφιξ ... ἐπὶ τῆς πνοῆς.... Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτηι (an trilogia ita satyris opponitur?) εὐθεῖαν ἕρπε τήνδε, καὶ πρώτιστα μέν βορεάδας ἥξεις πρὸς πνοάς, ἵν᾽ εὐλαβοῦ βρόμον καταιγίζοντα, μή σ᾽ ἀναρπάσηι δυσχειμέρωι πέμφιγι συστρέψας ἄφνω. paullo post ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός φησιν ἐν Προμηθεῖ ἐξευλαβοῦ δὲ μή σε προσβάληι στόμα πέμφιξ, πικρὰ γὰρ κοὐ διὰ ζωῆς ἀτμοί. referebat hoc ad satyros Conington coniectura incertissima. Fr. 195: 2 πνοαῖσιν corr. Casaubonus 3 βρόμος καταιγίζων i. e. καταιγίδα βρέμουσαν Fr. 206: 1 προσβάλληι corr. Casaub. 2 non intellegitur; πικροί? κοὐδὲν εὐζαεῖς ἀτμοί Headlam. Fr. 198. Strabo VII 301 ex Apollodoro ut videtur Αἰσχύλος δ᾽ ἐμφαίνει συνηγορῶν τῶι ποιητῆι φήσας περὶ τῶν Σκυθών ἀλλ᾽ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι Hesych. ἱππάκη ut e scholio huius loci sumptum sit, fieri potest. Fr. 196. Stephan. Byz. "Αβιοι e scholio (Epaphroditi, opinor) ad N 6 Αἰσχύλος δὲ Γαβίους διὰ τοῦ γ (huc usque et schol. AT ad Hom. N 6) ἐν λυομένωι Προμηθεῖ ἔπειτα δ᾽ ἥξεις δῆμον ἐνδικώτατον 〈βροτῶν〉 ἁπάντων καὶ φιλοξενώτατον Γαβίους, ἵν᾽ οὔτ᾽ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλ᾽ ἄρουραν, ἀλλ᾽ αὐτόσποροι γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς 1 ἥξει corr. Stanley 2 βροτῶν suppl. Hermann 4 δικέλλης corr. Holsten. Fr. 197. Schol. Apollon. IV 284 τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν ῾Ριπαίων ὀρῶν· οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλωι ἐν λυομένωι Προμηθεῖ λέγοντι ταῦτα. Hyperboreos, quoniam in Apollonio desunt, in Aeschylo lectos esse concludimus. ceterum ex Aeschylo sua sumpsisse Apollonium grammaticus iniuria suspicatus est. Fr. 202. Athenaeus XV 674d Αἰσχύλος δ᾽ ἐν τῶι λυομένωι Προμηθεῖ σαφῶς φησὶν ὅτι ἐπὶ τῆι τιμῆι τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῆι κεφαλῆι ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῆι ἐπιγραφομένηι Σφιγγὶ εἰπὼn τῶι δὲ ξένωι γε στέφανον, ἀρχαῖον στέφος, δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου. in Sphingis versibus στέφανος scribi iussit Grotius... non satis attente Athenaeum legerunt quotquot pro coronandi more certae arboris ramulos inferebant. quam sumpserunt ex iis quae Athenaeus p. 672f. e Menodoto Samio adfert... ὅθεν αὐτίκα τὸν δεδηλωμένον στέφανον (scil. ἐκ λύγου) τῶι Προμηθεῖ περιγενέσθαι... alia rursus Hygin. poet. astr. II 15... quae tamen omnia ab Aeschylo aliena sunt. Fr. 203. Eustath. ad Iliad. Ε 743 ἀρειθύσανοι κατὰ Παυσανίαν Ἄρεος θύσανοι οἱονεὶ ἀποσχίσματα παρὰ Α. ἐν Προμηθεῖ λυομένωι. Hesych. ἀρθύσανοι ἀποσχίσματα... idem ἀριθύσανοι Ηνίοχοι... ...vox e cantico sumpta est, quod accolas Caucasi recensebat, respondens ei quod in Prom. vincto est 415. Fr. 200. Plutarch. Amator. 757€ Ἡρακλῆς ἕτερον θεὸn παρακαλεῖ μέλλων ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Α. φησίν. ἀγρεὺς δ᾽ ᾿Απόλλων ὀρθὸν ἰθύνοι βέλος Atticum εὐθύνοι Plutarchus certe non legit. Fr. 201. Plutarch. Pomp. 1 ὁ Αἰσχύλου Προμηθεὺς πρὸς τὸν Ἡρακλέα σωθεὶς ὑπ᾿ αὐτοῦ καὶ λέγων ἐχθροῦ πατρός μοι τοῦτο φίλτατον τέκνον. in propatulo versum Plutarchi ipsius memoriae inhaesisse. Fr. 204. Hesych. εἰσαφάσματα εἰσπτήματα ἀπὸ τοῦ εἰσαφίεναι ἢ σπαράγματα. Α. Προμηθεῖ λυομένωι. mira vox ad mere ionicum ἀφάσσω referenda. Prometheus Accii. Cicero Tuscul. II 23 veniat Aeschylus, non poeta solum, sed etiam Pythagoreus, sic enim accepimus, quomodo fert apud eum Prometheus dolorem (secuntur de furto nonnulla e Philocteta Accii). has igitur poenas pendens affixus ad Caucasum dicit haec. Titanum soboles, socia nostri sanguinis generata Caelo, aspicite religatum asperis vinctumque saxis, navem ut horrisono freto noctem paventes timidi adnectunt navitae. Saturnius me sic infixit Iuppiter Iovisque numen Mulciberi adscivit manus. hos ille cuneos fabrica crudeli inserens perrupit artus. qua miser sollertia transverberatus castrum hoc Furiarum incolo. iam tertio me quoque funesto die tristi advolatu aduncis lacerans unguibus Iovis satelles pastu dilaniat fero. tum iecore opimo farta et satiata adfatim clangorem fundit vastum et sublime avolans pinnata cauda nostrum adulat sanguinem. cum vero adesum inflatu renovatum est iecur, tum rursum taetros avida se ad pastus refert. sic hanc custodem maesti cruciatus alo, quae me perenni vivum foedat miseria. namque, ut videtis, vinclis constrictus Iovis arcere nequeo diram volucrem a pectore. sic me ipse viduus pestis excipio anxias, amore mortis terminum anquirens mali, sed longe a leto numine aspellor Iovis. atque haec vetusta saeclis glomerata horridis luctifica clades nostro infixast corpori, e quo liquatae solis ardore excidunt guttae, quae saxa adsidue instillant Caucasi. V. 14, 15 sublime-sanguinem corrupta adfert Nonius 17, 11 addito Accii nomine; nam in Cicerone ambigi potest utrum veteris poetae an proprios versus adferat. perperam hoc vulgo statui mihi monstravit Leo. sed subesse Aeschylea iure creduntur, amplificata tamen tumore Acciano. Nonius 208, 1 et Priscianus p. 685 P. ex eodem auctore masculini gelus exemplum laudant Accius in Prometheo tum profusus flamine hiberno gelus tum om. Non. corruptum est. poterat et in cruciatu Promethei et in itinere Herculis describendo locum habere. ΠΥΡΦΟΡΟΣ. Schol. Aesch. Prom. 94 μυριετῆ· πολυετῆ· ἐν γὰρ τῶι πυρφόρωι τρεῖς μυριάδας φησὶ δεδέσθαι. Hygin. poet. astr. 2, 15 (Prometheum) adligatum ad triginta milia annorum Aeschylus tragoediarum scriptor ait. Hygin. fab. 54 Thetidi Nereidi fatum fuit, qui ex ea natus esset, fortiorem fore quam patrem. hoc praeter Prometheum cum sciret nemo et Iovis vellet cum ea concumbere, Prometheus Iovi pollicetur se eum praemoniturum, si se vinculis liberasset. itaque fide data monet Iovem ne cum Thetide concumberet... itaque datur Thetis in coniugium Peleo Aeaci filio, et mittitur Hercules ut aquilam interficeret quae eius cor (iecur?) exedebat. eaque interfecta Prometheus post triginta annos (i. e. XXX [milia] ann.) de monte Caucaso est solutus. Fr. 208. Gellius XIII 18, 4 aput Aeschylum ἐν τῶι πυρφόρωι Προμηθεῖ et apud Euripidem in tragoedia quae inscripta est Ινώ eundem esse versum absque paucis syllabis. Aeschylus sic σιγῶν θ᾽ ὅπου δεῖ καὶ λέγων τὰ καίρια redit fere idem versus Sept. 619. Choeph. 582. Fr. 188. Schol. Aristid. pro IV viris 143 (p. 501 Dind.) ...καὶ Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτηι πολλοῖς γάρ ἐστι κέρδος ἡ σιγὴ βροτῶν. mira in illo scholiasta eruditio... quamquam fides tituli ne tum quidem magna est. Fr. 189. Antiatticista Bekkeri 116, 7 χέρσα τὰ μὴ γεωργούμενα Α. Προμηθεῖ. Metricus Oxyrynchita 220, col. 21, 1 ...τοιοῦτο „τάδε πάσχειν ἐθέλεις“ ὁποῖον ἐν τῶι Προμηθεῖ τίθησι πάλιν Αἰσχύλος οὕτως [ἐρίδ]ων δυσκελάδων ex. gr. supplevi, alii minus probabilia. Fr. 194. ἵππων ὄνων τ᾽ ὀχεῖα καὶ ταύρων γένος δοὺς ἀντίδουλα καὶ πόνων ἐκδέκτορα Plutarchus de fortuna p. 98º e stoico. ...ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμός, αἴτιος ἵππων-ἐκδέκτορα κατ᾿ Αἰσχύλον. Plutarch. de sollert. anim. p. 965 ex alio auctore ...ἵππων-καὶ ταύρων γονάς, ὧν ὁ Αἰσχύλου Προμηθεὺς δοῦναί φησιν ἡμῖn ἀντίδουλα καὶ πόνων ἐκδέκτορα (excribit Porphyr. de abst. 3,18). 1 ὀχείαν de soll., quod legit Porphyrius 2 ἀντίδωρα de fort. Fr. 431. Strabo VII 299 ...Αἰσχύλον δὲ Κυνοκεφάλους καὶ Στερνοφθάλμους λέγοντα καὶ Μονομμάτους [ἐν τῶι Προμηθεῖ φησί (φασί codd.)]... idem I 43 Αἰσχύλου Στερνοφθάλμους καὶ Κυνοκεφάλους καὶ Μονομμάτους; apparet ibi enumerata haec esse ab Apollodoro. notam lectoris μουνῶπα στρατόν Promethei 805 spectantis seclusit Heyne. olim ad Prometheum Solutum relata inde removit Nauckius, probabile tamen ratus inde sumpta esse. meliore iure ex. gr. ad Persei res rettuleris: nam gentes istae orientem versus collocari solent. Fr. 369. Proclus ad Hesiod. Op. 156 τὸ ἐκ Πανδώρας γένος ἥτις ἦν κατὰ τὸν Αἰσχύλον ἐκ πηλοπλάστου σπέρματος θνητὴ γυνή olim ad Prometheum relatum nunc recte secretum; sed nihil est cur a satyris omnino credatur Pandora aliena. ἐκ legi in cod. Casanatensi testatur mihi H. Schultz, τοῦ vulgo.