Ἑπτὰ ἐπὶ Θήβας Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences cxii, 282 pages; 18 cm Trustees of Tufts University Medford, MA Perseus Project AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record This pointer pattern extracts lines Greek, Ancient (to 1453) Latin Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg004.dindorf1882-grc2). Τὰ τοῦ δράματος πρόσωπαἘτεοκλῆςἌγγελος ΚατάσκοποςΧορὸς ΠαρθένωνἈντιγόνηἸσμήνηΚῆρυξ ΕΤΕΟΚΛΗΣ. Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ· εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορά τύχοι, Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος ἐπώνυμος γένοιτο Καδμείων πόλει. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολὺν, ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ᾧ ᾿στι συμπρεπές, πόλει τ' ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ ᾿ξαλειφθῆναί ποτε· τέκνοις τε, Γῇ τε μητρὶ, φιλτάτῃ τροφῷ· ἡ γὰρ νέους ἔρποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους, ὅπως γένοισθε πρὸς χρέος πιστοὶ τόδε. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός· χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ᾽ ὡς ὁ μάντις φησὶν, οἰωνῶν βοτὴρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσὶν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ· οὗτος τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν Ἀχαιΐδα νυκτηγορεῖσθαι κἀπιβουλεύειν πόλει. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασι πύργων στάθητε, καὶ πυλῶν ἐπ᾿ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ· καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. ΑΓΓΕΛΟΣ. Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ᾽ εἰμ᾽ ἐγὼ τῶν πραγμάτων· ἄνδρες γὰρ ἑπτὰ θούριοι λοχαγέται ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου Ἄρη τ᾽, Ἐνυὼ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ· μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες· οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πίστις οὐκ ὄκνῳ χρονίζεται. κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος· ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πνευμόνων. σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φάρξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς ῎Αρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ· καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνεία λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσει. ΕΤ. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοὶ, Ἀρά τ' Ἐρινὺς πατρὸς ἡ μεγασθενὴς, μή μοι πόλιν γε πρέμνοθεν πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους· ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν· γένεσθε δ᾽ ἀλκή· ξυνὰ δ᾽ ἐλπίζω λέγειν· πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. ΧΟΡΟΣ. νεόκοτα θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη· καθεῖται στρατὸς στρατόπεδον λιπών· ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας· αἰθερία κόνις με πείθει φανεῖσ᾽, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. εἶλε δ᾽ ἐμὰς φρένας δέος· ὅπλων κτύπος ποτιχρίμπτεται· διὰ πέδον βοὰ ποτᾶται, βρέμει δ᾽ ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. ἰὼ ἰὼ θεοὶ θεαί τ', ὀρόμενον κακὸν ἀλεύσατε. βοᾷ ὑπὲρ τάφρων λευκοπρεπής λεὼς ὄρνυται ἐπὶ πόλιν. τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει θεῶν ἢ θεᾶν; πότερα δῆτ᾽ ἐγὼ ποτιπέσω βρέτη δαιμόνων; ἰὼ μάκαρες εὔεδροι, ἀκμάζει βρετέων ἔχεσθαι. τί μέλλομεν ἀγάστονοι; ἀκούετ᾽ ἢ οὐκ ἀκούετ ἀσπίδων κτύπον; πέπλων καὶ στεφέων, εἰ μὴ νῦν, πότ᾽ ἀμφὶ λι- τάν᾿ ἕξομεν; κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός. τί ῥέξεις, παλαίχθων Ἄρης, τὰν τεὰν γᾶν; ἰὼ χρυσοπήληξ [δαῖμον], ἔπιδ᾽ ἔπιδε πόλιν τεὰν, ἅν ποτ᾽ εὐφιλήταν ἔθου. ἰὼ ἰὼ θεοὶ πολίοχοι χθονός, ἴτ᾽ ἴτε πάντες ὧδ᾽, ἴδετε παρθένων ἱκέσιον λόχον δουλοσύνας ὕπερ. κῦμα περὶ πτόλιν δοχμολοφᾶν ἀνδρῶν καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. ἀλλ᾽, ὦ Ζεῦ πάτερ, πᾶν τέλος ὃς νέμεις, ἄρηξον δαΐων ἅλωσιν. Ἀργεῖοι γὰρ πόλισμα Κάδμου κυκλοῦνται· φόβος δ᾽ ἀρεΐων ὅπλων. διάδετοι δέ τοι γενῦν ἱππιᾶν μινύρονται φόνον χαλινοί. ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ δορυσόῳ σαγᾷ πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες. σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος, ῥυσίπολις γενοῦ, Παλλὰς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ ἰχθυβολῳ μαχανᾷ, Ποσειδὰν, ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου. σύ τ', ῎Αρης, Κάδμου πόλιν ἐπώνυμον φύλαξον κήδεσαί τ᾽ ἐναργῶς. καὶ Κύπρις, ἅτ᾽ εἰ γένους προμάτωρ, ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος γεγόναμεν· λιταϊσί σε θεοκλύτοις ἀπύουσαι πελαζόμεσθα. καὶ σὺ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ στρατῷ δαΐῳ στόνων ἀϋτᾶς. σύ τ᾽, ὦ φιλτάτα Λατογενὲς κόρα Διὸς, σὸν τόξον εὐτυκάζου. ἐὴ ἐὴ, ὅτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· ὦ πότνι᾿ Ἡρα. ..... ἔλακον ἀξόνων βριθομένων χνόαι, δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει, τί γενήσεται; ποῖ δὲ τέλος προβὰς ἐπάξει θεός, ἐὴ ἐὴ, ἀκροβόλων ἐπάλξεων λιθὰς ἔρχεται· ὦ φίλ᾽ ῎Απολλον κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, καὶ Διόθεν πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, προφρόνως ἑπτάπυλον πόλεως ἕδος ἐπιρρύου. ἰὼ παναρκεῖς θεοὶ, ἰὼ τέλειοι τέλειαί τε γᾶς τᾶσδε πυργοφύλακες, πόλιν δορίπονον μὴ προδῶθ᾽ ἑτεροφώνῳ στρατῷ. κλύετε παρθένων κλύετε πανδίκως χειροτόνους λιτάς. ἰὼ φίλοι δαίμονες, λυτήριοί τ' ἀμφιβάντες πόλιν, δείξαθ᾽ ὡς φιλοπόλεις, μέλεσθέ θ᾽ ἱερῶν δημίων, μελόμενοι δ᾽ ἀρήξατε· φιλοθύτων δέ τοι πόλεος ὀργίων μνήστορες ἐστέ μοι. ΕΤ. ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετὰ, ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια, στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν αΰειν, λακάζειν, σωφρόνων μισήματα; μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ ξύνοικος εἴην τῷ γυναικείῳ γένει. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην· τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα. κεὶ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, ψῆφος κατ᾿ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δ᾽ οὐ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρὶ, μὴ γυνὴ βουλευέτω, τἄξωθεν· ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω; ΧΟ. ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού- σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον, ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τ᾽ ἄπυον πηδαλίων δία στόμια πυριβρεμετᾶν χαλινῶν. ΕΤ. τί οὖν; ὁ ναύτης ἆρα μὴ᾽ς πρῶραν φυγὼν πρύμνηθεν ηύρε μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ πρὸς κύματι; ΧΟ. ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ- χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις, δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτὰς, πόλεος ἵν ὑπερέχοιεν ἀλκάν. ΕΤ. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. ΧΟ. οὔκουν τάδ᾽ ἔσται πρὸς θεῶν; ET. ἀλλ᾽ οὖν θεοὺς τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος. ΧΟ. μήποτ᾽ ἐμὸν κατ᾿ αἰῶνα λίποι θεῶν ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ' ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ ἁπτόμενον πυρὶ δαΐῳ. ΕΤ. μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς· πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας μήτηρ, γονῆς σωτῆρος· ὧδ᾽ ἔχει λόγος. ΧΟ. ἔστι· θεοῦ δ᾽ ἔτ᾿ ἰσχὺς καθυπερτέρα· πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων κρημναμενᾶν νεφελᾶν ὀρθοῖ. ΕΤ. ἀνδρῶν τάδ᾽ ἐστὶ, σφάγια καὶ χρηστήρια θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων· σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων. ΧΟ. διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον, δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει. τίς τάδε νέμεσις στυγεῖ; ΕΤ. οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος· ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, ἕκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ. ΧΟ. ποτίφατον κλύουσα πάταγον ἀναμὶξ ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, τίμιον ἕδος, ἱκόμαν. ΕΤ. μή νυν, ἐὰν θνήσκοντας ἢ τετρωμένους πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ ῎Αρης βόσκεται, φόνῳ βροτῶν. ΧΟ. καὶ μὴν ἀκούω γ' ἱππικῶν φρυαγμάτων. ΕΤ. μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν. ΧΟ. στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. ΕΤ. οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. ΧΟ. δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται. ΕΤ. οὐ σίγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν? ΧΟ. ὦ ξυντέλεια, μὴ προδῶς πυργώματα. ΕΤ. οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσει τάδε? ΧΟ. θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. ΕΤ. αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ πᾶσαν πόλιν. ΧΟ. ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. ΕΤ. ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. ΧΟ. μοχθηρὸν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. ΕΤ. παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων? ΧΟ. ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. ΕΤ. αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. ΧΟ. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ εἴσομαι. ΕΤ. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. ΧΟ. σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. ΕΤ. τοῦτ᾽ ἀντ' ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, εὔχου τὰ κρείσσω ξυμμάχους εἶναι θεούς· κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιάνισον, Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, θάρσος φίλοις, λύουσα πολεμίων φόβον. ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, Δίρκης τε πηγαῖς, ὕδατά τ' Ἰσμηνοῦ λέγω, εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης, μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα, λάφυρα δάων δουρίπηχθ᾽ ἁγνοῖς δόμοις. στέψω πρὸ ναῶν, πολεμίων ἐσθήματα. τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν· οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. ἐγὼ δέ γ'᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ ἀντηρέτας ἐχθροῦσι τὸν μέγαν τρόπον εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο. ΧΟ. μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ· γείτονες δὲ κάρζας μέριμναι ζωπυροῦσι τάρβος τὸν ἀμφιτειχῆ λεὼν, δράκοντας ὥς τις τέκνων ὑπερδέδοικεν λεχαίων δυσεννάτορας πάντρομος πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργους πανδαμὶ πανομιλί στείχουσιν. τί γένωμαι; τοὶ δ᾽ ἐπ᾿ ἀμφιβόλοισιν ἰάπτουσι πολίταις χερμάδ᾽ ὀκριόεσσαν. παντὶ τρόπῳ, Διογενεῖς θεοὶ, πόλιν καὶ στρατὸν Καδμογενῆ ῥύεσθε, ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον τᾶσδ᾽ ἄρειον, ἐχθροῖς ἀφέντες τὰν βαθύχθον᾽ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐτραφέστατον πωμάτων ὅσων ἵησιν Ποσειδὰν ὁ γαιάοχος Τηθύος τε παῖδες. πρὸς τάδ᾽, ὦ πολιοῦχοι θεοὶ, τοῖσι μὲν ἔξω πύργων ἀνδρολέτειραν νόσον, ῥίψοπλον ἄταν, ἐμβαλόντες ἄροισθε κύδος τοῖσδε πολίταις, καὶ πόλεως ῥύτορες ἔλθετ᾽ εὔεδροί τε στάθητ ὀξυγόοις λιταῖσιν. οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν Ἀΐδᾳ προϊάψαι, δορὸς ἄγραν, δουλίαν ψαφαρᾷ σποδῷ ὑπ᾿ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως, τὰς δὲ κεχειρωμένας ἄγεσθαι, ἐὴ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρρηγνυμένων φαρέων. βοᾷ δ᾽ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου· βαρείας τοι τύχας προταρβῶ. κλαυτὸν δ᾽ ἀρτιδρόποις ὠμοδρόπων νομίμων προπάροιθεν διαμεῖψαι δωμάτων στυγερὰν ὁδόν τί; τὸν φθίμενον γὰρ προλέγω βέλτερα τῶνδε πράσσειν. πολλὰ γὰρ, εὖτε πτόλις δαμασθῇ, ἐὴ, δυστυχῆ τε πράσσει. ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύει, τὰ δὲ καὶ πυρφορεῖ· καπνῷ χραίνεται πόλισμ᾽ ἅπαν· μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν Ἄρης. κορκορυγαὶ δ᾽ ἀν ἄστυ, ποτὶ δ᾽ ὁρκάνα πυργῶτις. πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται· βλαχαὶ δ᾽ αἱματόεσσαι τῶν ἐπιμαστιδίων ἄρτι βρεφῶν βρέμονται. ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες· ξυμβολεῖ φέρων φέροντι, καὶ κενὸς κενὸν καλεῖ, ξύννομον θέλων ἔχειν, οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. τίν᾽ ἐκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα; παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας], πικρὸν δ᾽ ὄμμ᾽ θαλαμηπόλων πολλὰ δ᾽ ἀκριτόφυρτος γᾶς δόσις οὐτιδανοῖς ἐν ῥοθίοις φορεῖται. δμωΐδες δὲ κοινοπήμονες νέαι, τλάμον᾽ εὐνὰν αἰχμάλωτον ἀνδρὸς εὐτυχοῦντος, ὡς δυσμενοῦς ὑπερτέρου, ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, παγκλαύτων ἀλγέων ἐπίρροθον. ΗΜΙΧΟΡΙΟΝ. ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ πευθώ τιν ἡμῖν, ὦ φίλαι, νέαν φέρει, σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν. ΗΜ. καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος, ὥστ᾽ ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν· σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα. ΑΓ. λέγοιμ'᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾶ· θεινει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφὸν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχία. τοιαῦτ᾽ ἀϋτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ᾽, ὑπ᾿ ἀσπίδος δὲ τῷ χαλκήλατοι κλάζουσι κώδωνες φόβον· ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾿ ἀσπίδος τόδε, φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένου λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμὸς, πρέπει. τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόποις σαγαῖς βοᾷ παρ᾿ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων. τίν ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλήθρων λυθέντων προστατεῖν φερέγγυος; ΕΤ κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγὼ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα· λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾿ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖ, τάχ᾽ ἂν γένοιτο μάντις ἡ ᾿υνοία τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ᾿ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκοπον τόδε γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων, μάλ᾽ εὐγενῆ τε καὶ τὸν αἰσχύνης θρόνον τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους. αἰσχρῶν γὰρ ἀργὸς, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ. σπαρτῶν δ᾽ ἀπ᾿ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος, Μελάνιππος· ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ· Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. ΧΟ. τὸν ἀμόν νυν ἀντίπαλον εὐτυχεῖν θεοὶ δοῖεν, ὡς δικαίας πόλεως πρόμαχος ὄρνυται· τρέμω δ᾽ αἱματη· φόρους μόρους ὑπὲρ φίλων ὀλομένων ἰδέσθαι. ΑΓ. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί· Καπανεὺς δ᾽ ἐπ᾿ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾿ ἄνθρωπον φρονεῖ, πύργοις δ᾽ ἀπειλεῖ δείν, ἃ μὴ κραίνοι τύχη· θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς Ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς μεσημβρινοῖσι θάλπεσιν προσήκασεν· ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χεροῖν ὡπλισμένη· χρυσοῖς δὲ φωνεῖ γράμμασιν „πρήσω πόλιν.“ τοιῷδε τῷδε φωτὶ τίς ξυστήσεται, τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ; ΕΤ. καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος. Καπανεὺς ἀπειλεῖ πᾶν παρεσκευασμένος δρᾶν, θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη· πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον ἥξειν κεραυνὸν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾿ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. ΧΟ. ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, κεραυνοῦ δὲ νιν βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ ἑδωλίων ὑπερκόπῳ δορί ποτ᾽ ἐκλαπάξαι. ΑΓ. καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις λέξω· τρίτῳ γὰρ Ετεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηΐσταισι προσβαλεῖν λόχον. ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον νόμον, μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον· ἀνὴρ ὁπλίτης κλίμακος προσαμβάσεις στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. βοᾷ δὲ χοὗτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδ᾽ ἂν ῎Αρης σφ᾽ ἐκβάλοι πυργωμάτων· καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν. ET. Μεγαρεὺς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾽ ἢ θανὼν τροφεία πληρώσει χθονὶ, ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾿ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ᾽ ἐπ᾿ ἄλλῳ, μηδέ μοι φθόνει λόγων. ΧΟ. ἐπεύχομαι τῷ μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει μαινομένα φρενὶ, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. ΑΓ. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος· ἅλω δὲ πολλὴν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι, Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν· ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος προσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ ῎Αρει βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόνον βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον. . ΕΤ. πρῶτον μὲν Ὄγκα Παλλὰς ἥδ᾽ ἀγχίπτολις, πύλαισι γείτον᾿ ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν, εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον· Ὑπέρβιος δὲ, κεδνὸς Οἴνοπος τόκος, ἀνὴρ κατ᾿ ἄνδρα τοῦτον ᾑρέθη, θέλων ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽ ὅπλων σχέσιν μωμητὸς, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν. ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπ᾿ ἀσπίδων θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾿ ἀσπίδος σταδαῖος ἦσται, διὰ χερὸς βέλος φλέγων· κοὔπω τις εἶδε Ζῆνά του νικωμενον. ΧΟ. πέποιθα τὸν Ζηνὸς ἀντίτυπον ἔχοντ᾽ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας δαίμονος, ἐχθρὸν εἶκασμα βροτοῖς τε καὶ δαροβίοισι θεοῖσι, πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. ΑΓ. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, Παρθενοπαῖον Ἀρκάδ᾽, Ἀταλάντης γόνον, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατ᾿ αὐτὸν Διογενοῦς᾿ Αμφίονος· ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός· τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ. στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηΐδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ᾽ ὦμὸν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις· τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην γόμφοισι νωμᾷ, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ᾽ ἐπ᾿ ἀνδρὶ τῷδ᾿ ἰάπτεσθαι βέλη. ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην. ET. αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν. ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον, ῎Ακτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου· ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακὰ, οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ᾿ ἀσπίδος· ἢ᾿ξωθεν εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν. θεῶν θελόντων ἂν δ᾽ ἀληθεύσαιμ᾽ ἐγώ. ΧΟ. ἱκνεῖται λόγος διὰ στηθέων, καὶ τριχὸς ὄρθιος πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσας ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ. ΑΓ. ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τ᾽ ἄριστον μάντιν, Αμφιάρεω βίαν· Ὁμολωΐσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν· τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον ῎Αργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τ᾿ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσμολὼν ὁμόσπορον ἐξυπτιάζων ὄμμα Πολυνείκους βίαν, δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα "ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τ᾿ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τις κατασβέσει δίκη; πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός. μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.” τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων πάγχαλκον ηὔδα· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. ΕΤ. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς κάκιον οὐδὲν, καρπὸς ἧς ἀσύμφορος. καρπός οὐ κομιστέος. “ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. 600. In codice, illata scholiastae annotatione, καρπός οὐ κομιστέος. “ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.” ὡς γὰρ ξυνεσβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίας πλέως ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὧν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσι πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾿δάμη, ταὐτοῦ κυρήσας ἐκδίκοις ἀγρεύματος· οὕτως ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνὴρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν. Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις, οὐχ ὡς ἄθυμον οὐδὲ λήματος κάκῃ, ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου. φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ᾽ ἐπ᾿ αὐτῷ φῶτα Λασθένους βίαν ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται. παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. ΧΟ. κλύοντες θεοὶ δικαίας λιτὰς ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκ᾽ ἐκτρέποντες ἐς γᾶς ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. ΑΓ. τὸν ἔβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει οΐας ἀρᾶται καὶ κατεύχεται τύχας· πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονὶ ἁλώσιμον παιᾶν᾽ ἐπεξιάκχασεν, σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντ᾽ ἀτιμαστῆρ᾽ ὅπως ἀνδρηλάτην φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον. τοιαῦτ᾽ ἀϋτεῖ καὶ θεοὺς γενεθλίους καλεῖ πατρώας γῆς ἐποπτῆρας λιτῶν τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔκυκλου σάκος διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν ἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα λέγει “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.” καὶ δὴ λέλεκται πάντα τἀντεταλμένα· 649. Versui qui exciderat, καὶ δὴ λέλεκται πάντα τάντεταλμένα, duos substituit interpolator, τοιαῦτ᾽ ἐκείνων ἐστὶ τά- ξευρήματα. | σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖς. ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. ΕΤ. ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἀμὸν Οἰδίπου γένος· ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλ᾽ οὔτε κλάειν οὔτ᾽ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκη λέγω, τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅπη τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματα ἐπ᾿ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσὶν, τάχ᾽ ἂν τόδ᾽ ἦν· ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσείδε καὶ κατηξιώσατο· οὐδ᾽ ἐν πατρώας μὴν χθονὸς κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας, ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις. ἐχθρὸς σὺν ἐχθρῶ στήσομαι. φέρ᾽ ὡς τάχος κνημίδας, αἰχμῆς καὶ πετρῶν προβλήματα. Dindorf does not print 674-676 in the text. ΧΟ. μὴ, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ· ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. ΕΤ. εἴπερ κακὸν φέροι τις αἰσχύνης ἄτερ, ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι· κακῶν δὲ κἀσχρῶν οὔτιν εὐκλείαν ἐρεῖς. ΧΟ. τί μέμονας, τέκνον; μή τί σε θυμοπλη- θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ᾽ ἔκβαλ᾽ ἔρωτος ἀρχάν. ΕΤ. ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεὸς, ἴτω κατ' οὗρον κῦμα Κωκυτοῦ λαχὸν Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος. ΧΟ. ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ- νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν αἵματος οὐ θεμιστοῦ. ΕΤ. φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾿ ἀρὰ ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει, λέγουσα κέρδος πρότερον ὑστέρου μόρου. ΧΟ. ἀλλὰ σὺ μὴ ᾿ποτρύνου· κακὸς οὐ κεκλή- σει βίον εὖ κυρήσας· μελάναιγις οὐκ εἶσι δόμους Ἐρινὺς, ὅταν ἐκ χερῶν θεοὶ θυσίαν δέχωνται. ΕΤ. θεοῖς μὲν ἤδη πως παρημελήμεθα, χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται· τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον; ΧΟ. νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ- λακτὸς ἴσως ἂν ἔλθοι θαλερωτέρῳ πνεύματι· νῦν δ᾽ ἔτι ζεῖ. ΕΤ ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα· ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων ὄψεις, πατρῴων χρημάτων δατήριοι. ΧΟ. πιθοῦ γυναιξὶ, καίπερ οὐ στέργων ὅμως. ΕΤ. λέγοιτ' ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν. ΧΟ. μὴ ᾿λθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις. ΕΤ. τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. ΧΟ. νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. ΕΤ. οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. ΧΟ. ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; ΕΤ. θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά. ΧΟ. πέφρικα τὰν ὠλεσίοικον θεὸν, οὐ θεοῖς ὁμοίαν, παναλαθῆ, κακόμαντιν πατρὸς εὐκταίαν Ἐρινὺν τελέσαι τὰς περιθύμους κατάρας Οἰδιπόδα βλαψίφρονος · παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει. ξένος δὲ κλήρους ἐπινωμᾷ Χάλυβος Σκυθῶν ἄποικος, κτεάνων χρηματοδαίτας πικρὸς, ὠμόφρων σίδαρος, χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους ἐπειδὰν αὐτοκτόνως αὐτοδάϊκτοι θάνωσι, καὶ χθονία κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τις ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν; ὦ πόνοι δόμων νέοι παλαιοῖσι συμμιγεῖς κακοῖς. παλαιγενῆ γὰρ λέγω παρβασίαν ὠκύποινον· αἰῶνα δ᾽ ἐς τρίτον μένει· Ἀπόλλωνος εὖτε Λάϊος βίᾳ, τρὶς εἰπόντος ἐν᾿ μεσομφάλοις Πυθικοῖς χρηστηρίοις θνάσκοντα γέννας ἄτερ σώζειν πόλιν, κρατηθεὶς ἐκ φίλων ἀβουλιᾶν ἐγείνατο μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὰν σπείρας ἄρουραν, ἵν ἐτράφη, ῥίζαν αἱματόεσσαν, ἔφλα· παράνοια συνᾶγε νυμφίους φρενώλεις. κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει· τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει τρίχαλον, ὃ καὶ περὶ πρύμναν πόλεως καχλάζει. μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου τείνει πύργος ἐν εὔρει. δέδοικα δὲ σὺν βασιλεῦσι μὴ πόλις δαμασθῇ. τέλειαι γὰρ παλαιφάτων ἀρᾶν βαρεῖαι καταλλαγαὶ, τὰ δ᾽ ὀλοὰ πελόμεν᾽ οὐ παρέρχεται. πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει ἀνδρῶν ἀλφηστᾶν ὄλβος ἄγαν παχυνθείς. τίν ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαι θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ πολύβοτός τ' αἰὼν βροτῶν, ὅσον τότ᾽ Οἰδίπουν τίον, τὰν ἁρπαξάνδραν κῆρ᾽ ἀφελόντα χώρας; ἐπεὶ δ᾽ ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων γάμων, ἐπ᾿ ἄλγει δυσφορῶν μαινομένᾳ κραδίᾳ δίδυμα κάκ' ἐτέλεσεν· πατροφόνῳ χερὶ τῶν κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη· τέκνοις δ᾽ ἀραίας ἐφῆκεν ἐπικότους τροφᾶς, αἰαῖ, πικρογλώσσους ἀρὰς, καί σφε σιδαρονόμῳ διὰ χερὶ ποτὲ λαχεῖν κτήματα· νῦν δὲ τρέω μὴ τελέσῃ καμψίπους Ἐρινύς. ΑΓ. θαρσείτε, παῖδες μητέρων τεθραμμέναι. πόλις πέφευγεν ἥδε δούλιον ζυγόν· πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπασματα· πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφαρξάμεσθα μονομάχοισι προστάταις· καλῶς ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι· τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης ἄναξ Ἀπόλλων εἵλετ, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. ΧΟ. τί δ᾽ ἐστὶ πρᾶγμα νεόκοτον πόλει πάλιν; ΑΓ. ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. ΧΟ. τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. ΑΓ. φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκω ΧΟ. οἳ ᾿γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. ΑΓ. οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι. ΧΟ. ἐκεῖθι κἦλθον; βαρέα δ᾽ οὖν ὅμως φράσον. ΑΓ. οὕτως ἀδελφαῖς χερσὶν ἠναίροντ᾽ ἄγαν. ΧΟ. οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἅμα. ΑΓ. αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα· πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθονὸς, πατρὸς κατ᾿ εὐχὰς δυσπότμους φορούμενοι. πόλις σέσωσται· βασιλέοιν δ᾽ ὁμοσπόροιν πέπωκεν αἷμα γαϊ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ. ΧΟ. ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι δαίμονες, οἳ δὴ Κάδμου πύργους τούσδε ῥύεσθε **, πότερον χαίρω κάπολολύξω πόλεως ἀσινεῖ σωτῆρι τύχᾳ, ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας ἀτέκνους κλαύσω πολεμάρχους; οἳ δῆτ' ὀρθῶς κατ' ἐπωνυμίαν καὶ πολυνεικεῖς ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ. ὦ μέλαινα καὶ τελεία γένεος Οἰδίπου τ᾿ ἀρὰ, κακόν με καρδίαν τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ μέλος Θυιὰς, αἱματοσταγεῖς νεκροὺς κλύουσα δυσμόρως θανόντας· ἡ δυσυμ νις ἅδε ξυναυλία δορός. ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπε πατρόθεν εὐκταία φάτις· βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν. μέριμνα δ᾽ ἀμφὶ πτόλιν· θέσφατ᾽ οὐκ ἀμβλύνεται. ἰὼ πολύστονοι, τόδ᾽ εἰργάσασθ᾽ ἄπιστον· ἦλθε δ᾽ αἰακτὰ πήματ᾽ οὐ λόγῳ. τάδ᾽ αὐτόδηλα προῦπτος ἀγγέλου λόγος· διπλαῖ μέριμναι, διδυμάνορα κακὰ αὐτοφόνα, δίμοιρα τέλεια τάδε πάθη. τί φῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι δόμων ἐφέστιοι; ἀλλὰ γόων, ὦ φίλαι, κατ᾿ οὗρον ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται τὰν ναύστολον μελάγκροκον θεωρίδα, τὰν ἀστιβῆ ᾿πόλλωνι, τὰν ἀνάλιον, πάνδοκον εἰς ἀφανῆ τε χέρσον. ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη, θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον. ἡμᾶς δὲ δίκη πρότερον φήμης τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος ἀχεῖν Αιδᾳ τ᾽ ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν. ΗΜ. ἰὼ. δυσαδελφόταται πασῶν ὁπόσαι στρόφον ἐσθῆσιν περιβάλλονται, κλάω, στένομαι, καὶ δόλος οὐδεὶς μὴ ἐκ φρενὸς ὀρθῶς με λιγαίνειν. ΗΜ. ἰὼ ἰὼ δύσφρονες, φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, πατρώους δόμους ἑλόντες μέλεοι σὺν ἀλκᾷ. ΗΜ. μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους ηὕροντο δόμων ἐπὶ λύμῃ. ΗΜ. ἰὼ ἰὼ δωμάτων ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας ἰδόντες, τί δὴ διήλλαχθε σὺν σιδάρῳ; ΗΜ. κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα πότνί Ἐρινὺς ἐπέκρανε. ΗΜ. δι' εὐωνύμων τετυμμένοι, τετυμμένοι δῆθ᾽, ὁμοσπλάγχνων τε πλευρωμάτων αἰαῖ δαιμόνιοι, αἰαῖ δ᾽ ἀντιφόνων ἐκ θανάτων ἀραί. ΗΜ. διανταίαν λέγεις δόμοισι καὶ σώμασιν πεπλαγμένους, ἀναυδάτῳ μένει ἀραίῳ τ᾽ ἐκ πατρὸς διχόφρονι πότμῳ. ΗΜ. διήκει δὲ καὶ πόλιν στόνος, στένουσι πύργοι, στένει πέδον φίλανδρον· μενεῖ κτέανά τ᾽ ἐπιγόνοις, δ᾽ ὧν αἰνομόροις, δι᾽ ὧν νεῖκος ἔβα καὶ θανάτου τέλος. ΗΜ. ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι διαλλακτῆρι δ᾽ οὐκ κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν. ἀμεμφία φίλοις, οὐδ᾽ εὔχαρις ῎Αρης. ΗΜ. σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσι, σιδαρόπλακτοι δὲ τοὺς μένουσι, τάχ᾽ ἄν τις εἶποι, τίνες; τάφων πατρῴων λαχαί. ΗΜ. δόμων μάλ᾽ ἀχὰν ἐς οὖς προπέμπει δαϊκτὴρ γόος αὐτόστονος, αὐτοπήμων, δαϊόφρων, οὐ φιλογαθὴς, ἐτύμως δακρυχέων ἐκ φρενὸς, ἃ κλαομένας μου μινύθει τοῖνδε δυοῖν ἀνάκτοιν. ΗΜ. πάρεστι δ᾽ εἰπεῖν ἐπ᾿ ἀθλίοισιν ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, ξένων τε πάντων στίχας πολυφθόρους ἐν δαΐ. ΗΜ. ἰὼ δυσαίων σφὶν ἁ τεκοῦσα προ πασᾶν ὁπόσαι τεκνογόνοι κέκληνται. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα τούσδ᾽ ἔτεχ', οἱ δ᾽ ὧδ᾽ ἐτελεύτασαν ὑπ᾽ ἀλλαλοφόνοις χερσὶν ὁμοσπόροισιν. ΗΜ. ὁμόσποροι δῆτα καὶ πανώλεθροι, διανομαῖς οὐ φίλαις, ἔριδι μαινομένᾳ, νείκεος ἐν τελευτᾷ, ΗΜ. πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ ζόα φονορύτῳ μέμικται· κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος ξεῖνος ἐκ πυρὸς συθεὶς θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων κακὸς δατητὰς Αρης ἀρὰν πατρῴαν τιθεὶς ἀλαθῆ. ΗΜ. ἔχουσι μοῖραν λαχόντες, ὦ μέλεοι, διοδότων ἀχθέων˙ ὑπὸ δὲ σώματι γᾶς πλοῦτος ἄβυσσος έσται. ΗΜ. ἰὼ πολλοῖς ἐπανθίσαντες πόνοισι γενεάν· τελευταῖαι δ᾽ ἐπηλάλαξαν Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου παντρόπῳ φυγᾷ γένους. ἕστακε δ᾽ Ατας τροπαῖον ἐν πύλαις, ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατήσας ἔληξε δαίμων. ΑΝΤΙΓΟΝΗ. παισθεὶς ἔπαισας. ΙΣΜΗΝΗ. σὺ δ᾽ ἔθανες κατακτανών. ΑΝ. δορὶ δ᾽ ἔκανες. ΙΣ. δορὶ δ᾽ ἔθανες. ΑΝ. μελεόπονος. ΙΣ. μελεοπαθής. ΑΝ. ἴτω γόος. ΙΣ. ἴτω δάκρυ. ΑΝ. πρόκεισαι ΙΣ. κατακτάς. ΑΝ. ἐὴ ἐὴ, μαίνεται γόοισι φρήν. ΙΣ. ἐντὸς δὲ καρδία στένει. ΑΝ. ἰὼ ἰὼ πάνδυρτε σύ. ΙΣ. σὺ δ᾽ αὖτε καὶ πανάθλιε. ΑΝ. πρὸς φίλου ἔφθισο. ΙΣ. καὶ φίλον ἔκτανες. ΑΝ. διπλᾶ λέγειν. ΙΣ. διπλᾶ δ᾽ ὁρᾶν. ΑΝ. ἀχέων τοίων τάδ᾽ ἐγγύθεν. ΙΣ. πέλας αἵδ᾽ ἀδελφαὶ ἀδελφεῶν. ΧΟ. ἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τ᾽ Οἰδίπου σκιὰ, μέλαιν Ἐρινὺς, ἦ μεγασθενής τις εἶ. ΑΝ. ἐὴ ἐὴ, δυσθέατα πήματα ΙΣ. ἐδείξατ᾽ ἐκ φυγᾶς ἐμοί. ΑΝ. οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν. ΙΣ. σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν. ΑΝ. ὤλεσε δὴ τόδε. ΙΣ. καὶ τόδ᾽ ἐνόσφισε. ΑΝ. τάλαν γένος. ΙΣ. τάλαν πάθος. ΑΝ. δύστονα κήδε ὁμώνυμα. ΙΣ. δίυγρα τριπάλτων πημάτων. ΧΟ. ἰὼ Μοῖρα βαρυδότειρα μογερὰ, πότνιά τ᾽ Οἰδίπου σκιὰ, μέλαιν Ἐρινὺς, ἦ μεγασθενής τις εἶ. ΑΝ. σὺ τοίνυν οἶσθα διαπερῶν, ΙΣ. σὺ δ᾽ οὐδὲν ὕστερος μαθών, ΑΝ. ἐπεὶ κατῆλθες ἐς πόλιν, ΙΣ. δορός γε τῷδ᾽ ἀντηρέτας. ΑΝ. ὀλοὰ λέγειν. ΙΣ. ὀλοὰ δ᾽ ὁρᾶν. ΑΝ. ἰὼ πόνος, ΙΣ. ἰὼ κακὰ, ΑΝ. δώμασι καὶ χθονὶ, ΙΣ. [πρὸ πάντων δ᾽ ἐμοί]. ΑΝ. ἰὼ ἰὼ, δυστάνων κακῶν ἄναξ ΙΣ. [Ετεόκλεις ἀρχηγέτα]. ΙΣ. ἰὼ πάντων πολυπονώτατοι. ΑΝ. ἰὼ δαιμονῶντες ἐν ἄτᾳ. ΙΣ. ἰὼ, ποῦ σφε θήσομεν χθονός; ΑΝ. ἰὼ, ὅπου τιμιώτατον. ΙΣ. ἰὼ πῆμα πατρὶ πάρευνον. ΚΗΡΥΞ. δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ δήμου προβούλοις τῆσδε Καδμείας πόλεως· Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾿ εὐνοίᾳ χθονὸς θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς· στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ' ἐν πόλει, ἱερῶν πατρῴων δ᾽ ὅσιος ἂν μομφῆς ἄτερ τέθνηκεν οὗπερ τοῖς νέοις θνήσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν· τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσὶν, ὡς ὄντ ἀναστατῆρα Καδμείων χθονὸς, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ἥρει πόλιν. οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει. ΑΝ. ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω, ἣν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ θάψασ᾽ ἀδελφὸν τὸν ἐμὸν, οὐδ᾽ αἰσχύνομαι ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν ψυχὴ, θανόντι ζῶσα συγγόνῳ φρενί. τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες λύκοι σπάσονται· μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγὼ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν· θάρσει παρέσται μηχανή δραστήριος. ΚΗ. αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. ΑΝ. αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί. ΚΗ. τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. ΑΝ. τράχυν· ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται. ΚΗ. ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ; ΑΝ. ἤδη τὰ τοῦδ᾽ οὐ διατετίμηται θεοῖς. ΚΗ. οΰ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. ΑΝ. παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. ΚΗ. ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν. ΑΝ. ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει. ΚΗ. ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ. ΧΟ. φεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα γένος ὠλέσατε πρέμνοθεν οὕτως, τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλάειν μήτε προπέμπειν ἐπὶ τύμβῳ; ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων τεύξει· κεῖνος δ᾽ ὁ΄ τάλας ἄγους μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς εἶσι. τίς ἂν ταῦτα πίθοιτο; ΗΜ. δράτω τι πόλις καὶ μὴ δράτω τοὺς κλάοντας Πολυνείκη. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν αΐδε προπομποί. καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια. ΗΜ. ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν ὅδε Καδμείων ἤρυξε πόλιν μἀνατραπῆναι μηδ᾽ ἀλλοδαπῶν κύματι φωτῶν κατακλυσθῆν.