Aeschylus, Seven Against Thebes: 1518 edition Aeschylus VLM transcription and correction of the scanned 1518 edition Gemini-assisted OCR workflow Automated character alignment to the Perseus/Smyth edition Perseus Digital Library Project Perseus Digital Library Project 2026 urn:cts:greekLit:tlg0085.tlg004.edprinc1518-grc1

Public domain source; OCR draft for scholarly review.

Aeschylus Seven Against Thebes 1518 Transcribed from the supplied 1518 scan; page-break numbers refer to sequential scanned images.

Native line numbers count printed verse lines in this surviving portion. @corresp links them to Smyth lineation; cert='low' marks weak OCR alignment.

Ancient Greek Restructured for Perseus viewers with speeches, native line numbers, page markers, card milestones, and correspondence to the Smyth edition.
ἘτεοκλήςἌγγελοςΧορόςἩμιχόριον ΑἩμιχόριον ΒἈντιγόνηἸσμήνηΚῆρυξ ΑΙΣΧΥΛΟΥ ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. Ἐτεοκλήςάδμου πολίται χρὴ λέγειν τὰ καίρια. ὅστις φυλάσσει πρᾶγος ἐν πρύ- μνη πόλεως οἴακα νωμῶν βλέφαρα μὴ κοιμῶν ὕπνῳ. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεῶν. εἰ δ' αὖ θ', ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, ἐτεοκλῆς ἂν εἷς ὢν πολὺς κατὰ πόλιν, ὑμνοῖθ' ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις. οἰμώγμασί θ' ὧν ζεὺ ἀλεξκτήριος ἐπώνυμος γένοιτο κἀδμείων πόλει. ὑμᾶς δ' χρὴ νῦν κἀν τὸν ἐλλείποντ' ἔτι ἥβης ἀκμαῖος, καὶ τὸν ἔξωρον χρόνῳ. βλάστιμον ἀλθαίνοντα σώματος πολλὴν ὥραν θ' ἕκαστον ἔχοντα· ὡς τι συμπρεπὲς, πόλει τ' ἀρήγειν, καὶ θεῶν ἐγχωρίων, βωμοῖσι τιμὰς μή' 'ξαλεφθῆναι ποτέ. τέκνοισί τε, γῇ τε μητρὶ φιλτάτῃ τροφῷ. ἣ γὰρ νέους ἕρποντας ὠμενεῖ πέδῳ. ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ' οἰκιστῆρας ἀσπιδηφόρους πιστοὺς, ὅπως γένησθε πρὸς χρέος τόδε. καὶ νῦν ἐς τόδ' ἦμαρ εὖ ῥέπει θεὸς χρόνον γὰρ ἤδη τάνδε πυργηρουμένοις, καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ' ὡς ὁ μάντις φησὶν οἰωνῶν βοτήρ· 26 Ἐτεοκλήςἐν ὠσὶ νωμῶν καὶ φρεσὶν πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ. ἐν τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν ἀχαΐδα, νυκτηγορεῖσθαι, κἀπιβελεύσειν πόλει. ἀλλ’ ἔς τ’ ἐπάλξεις, καὶ πύλας πυργωμάτων ὁρμᾶσθε πάντες, σῶσθε σὺν παντευχίᾳ πληρῶτε θωρακεῖα, κἀπὶ σέλμασι πύργων στάθητε, καὶ πυλῶν ἐπεξόδοις. μίμνοντες, εὖ θαρσεῖτε μὴ δ’ ἐπηλύδων ταρβεῖ τ’ ἄγαν ὅμιλον, εὖ τελεῖ θεός. σκοπὲς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τὲς πέποιθα μὴ ματᾶν ὁδῷ καὶ τῶν δ’ ἀκούσας ὄτι μὴ λειφθῶ δόλῳ. Ἄγγελος ἐτέοκλες φέριστε καδμείων ἄναξ, ἥκω σαφῆ τ’ ἀκῆθεν ἐκ στρατοῦ φέρων. αὐτὸς κάτοπτις δ’ εἴμ’ ἐγὼ τῶν πραγμάτων. ἄνδρες γὰρ ἑπτὰ θούριοι λoχαγέται, ταυροσφαγοῦντες δὲ μελάνδετον σάκος, καὶ θιγγάνοντες χερσὶν ταυρίου φόνου, ἄρην τ’ ἐνυὼ καὶ φιλαίματον φόβον. ὠρκωμότησαν, ἢ πόλει κατάσκαφὰς θέντες λαπάξειν ἄστυ καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ. μνημεῖά θ’ αὑτῶν τοῖς τε κεῦσιν δὲ δόμους πρὸς ἅρμ’ ἀδράστου χθοῖν ἔστεφον δάκρυ λείβοντες. οἶκτος δ’ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει λεόντων ὡς ἄρην δεδορκότων. καὶ τῶν δε πύστις οὐκ ὄκνῳ χρονίζεται. d ÿ Α Ι Σ Χ Υ Λ Ο Υ Ἄγγελοςκληρωμένους δ' ἔλιπον ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον . πρὸς ταῦτ' ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ' ἐξόδοισι τάγευσαι τάχος ἐγγὺς γὰρ ἤδη πάνοπλος ἀργείων στρατὸς χωρεῖ . κονιεῖ πεδία δ' ἀργητὴς ἀφρὸς χραίνῃ σταλαγμοῖς ἱππικῶν ἐκ πνευμόνων . σὺ δ' ὥς τε νηὸς κεδνὸς διακοστρόφος , Φράξαι πόλισμα πρὶν καταιγίσαι πνοὰς ἄρεος . βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ . καὶ τῶνδε καιρὸν ὅς τις ὤκιστος λάβε . κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον . ὀφθαλμὸν ἕξω , καὶ σαφηνίᾳ λόγου . εἰδὼς , σὺ τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ . Ἐτεοκλής ὦ ζεῦ τε καὶ γῆ , καὶ πολιαῦχοι θεοί · δρά τ' ἐριννὺς πατρὸς ἡ μεγασθενὴς , μήμοι πόλιν γε πρυμνόθεν πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον ἑλλάδος . φθόγγον χέσαν , καὶ δήμους ἐφεστίους . ἐλευθέραν τε γῆν τε , καὶ κάδμου πόλιν , ζυγοῖσι δουλίοισι μήποτε σχέθειν . γένεσθε δ' ἀλκή , ξυνὰ δ' ἐλπίζω λέγειν . πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει . Χορός θρέομαι φοβερὰ μεγάλ' ἄχη μεθεῖται στρατὸς στρατόπεδον λιπὼν ῥεῖ , πολὺς δ' ὧδε λεὼς πρόδρομος ἱππότας . αἰθερία κόνις με πείθει φανεῖσα . ἄναυδος , σαφὴς ἔτυμος ἄγγελος ἑλεδέμνας πεδιοπλόκτυπός τε , χρίμπτεται , βοᾷ , ποτᾶται , βρέμει ΕΓΤΑ ΕΓΙ ΘΗΒΑΙΣ. 27 Χορόςδ' αμαχέτω δίκαν ὕδαρς ὀροκτύπω· ἰώ. ἰώ. ἰώ. ἰώ. θεοί. θεαί τ' ὀρόμενον κακὸν ἀκώσατε. βοᾶ ὐπὲρ τηχέων ὁ λάκασπις ὄρνυται λαὸς εὐπρεπὴς, ἐπὶ πόλιν διώκων τίς ἄρα ῥύσεται, τὶς ἐπαρκέσει; θεῶν ἢ θεᾶν; πότερα δὴ τ' ἐγὼ ποτιπέσω βρέτη δαιμόνων, ἰὼ μάκαρες εὔεδροι. ἀκμάζει βρετέων ἔχεσθε, τὶ μέλλομεν ἀγάστονοι ἀκούετ' ἢ ὄ ἀκούετ' ἀσπίδων, κτύπον πέπλων. καὶ στεφέων πότ' εἶ μὴ ναῦ ἀμφὶ λιτὼ ἔξομεν. κτύπον δέδορκα, πάταγον δ' οὐχ ἑνὸς δορὸς τὶ ῥέξεις προδώσεις, παλαίχθων ἄρης τὰν σὰν γᾶν ὦ χρυσοπήλυξ δαῖμον. ἔπι δ' ἔπιδε πόλιν άν ποτ' οὐφιλήταν ἔθεκ· θεοὶ Χορόςπολιαῶχοι χθονὸς ἴθιτε πάντες ἴδωτε παρθένον ἱκέσιον λόχον δυσλοκώης ὐπὲρ κῦμα γὰρ πρὶ πόλιν δοχμολόφων, ἀνδρῶν κατηχλάζῃ πνοαῖς ἄρεος ὀρρόμενον. ἀλλ' ὦ ζεῦ πάτερ παντελὲς πάντως ἄρκεσον δαΐων ἅλωσιν, ἀργεῖοι γὰρ πόλις μαχέστυς κυκλοῦται. φόβος γὰρ ηΐων· ὄπλων διὰ δέ τοι γενύων ἱππείων κινύρονται φόνον χαλινοί. d ïj ΑΙΣΧΥΛΟΥ Χορόςἐπτὰ δ' ἀγήνορες πρέποντες στρατοῦ. δορυσσόοις σαγαῖς πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες. Χορόςσύ τ' ὦ διογενὲς φιλόμαχον κρᾶτος. ῥυσίπολις γενῦ παλλάς. ὁ δ' ἵππειος ποντομέδων ἄναξ ἰχθυβόλῳ μηχανᾷ ποσειδῶν ἐπίλυσιν φόβου, ἐπίλυσιν δίδου. σύ τ' ἄρης φῶ φῶ κάδμου ἐπώνυμον πόλιν φύλαξον κήδεσαί τ' ἐναργῶς καὶ κύπρις ἅτε γένυς προμάτωρ ἄλυσον, σέθεν ἐξ αἳ μαρς γεγόναμεν λιταῖς σε θεοκλύτοις ἀπύσαι πελαζόμεθα. καὶ σὺ λύκει' ἄναξ λύκη γενοῦ, στρατῷ δαΐῳ σόνων ἀΰτας, ὦ λυκηγένα κόρα, τόξον ὦ πυκάζου ‒ ἄρτεμι φίλα. ἔ ἔ ἔ ἔ. ὄτοβον ἁρμάτων Χορόςἀμφὶ πόλιν κλύω ὦ πότνια ἤρα ἔλακον. ἀξόνων βριθομένων χνόαι. ‒ ἄρτεμι φίλα ἔ ἔ ἔ ἔ δορυτίνακτος δ' αἰθὴρ ἐπιμαίνεται τὶ πόλις ἄμμιν πάσχει, τὶ γενήσεται ποῖ δ' ἔτι τέλος ἐπάγει θεός; ἔ ἔ ἔ ἔ Χορόςἀκροβόλων δ' ἐπάλξεων λιθὰς ἔρχεται. ὦ φίλ' ἄπολλον κόναβος ἐν πύλαις. χαλκοδέτων σακέων. καὶ διόθεν πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχαισί τε μάκαιρ' ἄνασσ' ὄγκα πρὸ πόλεως ἑπτάπυλον ἕδος ἐπιρύου, ἰὼ παναλκεῖς θεαί. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 28 Χορόςἰὼ τέλειοι τέλειαί τε γᾶς τᾶσ δε πυργοφύλακες πόλιν δορύπονον μὴ προδῶτ' ἐτεροφώνῳ στρατῷ. κλύετε παρθένων κλύετε πανδίκως χειροτόνους λιτὰς, ἰὼ φίλοι δαίμονες Χορόςλυτήριοι ἀμφιβάντες πόλιν, δείξαθ' ὡς φιλόπολις. μέλεσθ' ἱρῶν δημίων μελλόμενοι δ' ἀρήξατε φιλοθύτων δέ τοι πόλεως ὀργίων, μνήσορες ἔσεσμοι. Ἐτεοκλήςὑμᾶς ἐρωτῶ θρέμματ' οὐκ ἀνασχετά·ἦ ταῦτ' ἄριστα, καὶ πόλει σωτήρια στρατῷ τε θράσος, τῷ δε πυργηρουμένῳ. βρέτη πεσούσας πρὸς πολισόχων θεῶν, αὔειν λακέρυζαν σωφρόνων μισήματα. μή τ' ἐν κακοῖσι μή τ' ἐνευεστοῖ φίλη ξύνοικος εἴην τῷ γυναικείῳ γένει· κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δ' ἤκω, καὶ πόλει πλέον κακόν καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς θεῖσαι, διερροθήσατ' ἄψυχον κάκην. τὰ τῶν θύραθεν δ' ὡς ἄριστ' ὀφέλλετε. αὐτοὶ δ' ὑφ' αὐτῶν ἔνδοθεν πορθούμεθα. τοιαῦτ' ἂν γυναιξὶ συνναίων ἔχοις. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤτι τῶν μεταίχμιον ψῆφος κατ' αὐτῶν ὀλεθρία βουλεύσεται λευστῆρα δήμου δ' οὔτι μὴ φύγῃ μόρον. » μέλει γὰρ ἀνδρὶ, μὴ γυνὴ βουλευέτω τἄξωθεν· ἔνδον δ' οὖσα, μὴ βλάβην τίθει. d iiij Ἐτεοκλήςἤκουσας, ἢ ἤκουσας, ἢ κωφῇ λέγω. Χορός ὦ φίλον ὀιδίπου τέκος, ἔδεισ’ ἀκούσασα, τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον. ὅτε σύριγγες ἔκλαγξαν ἑλίτροχοι ἱππικῶν τ’ ἀΰπνων πηδαλίων διὰ στόμα πυριγενέταν χαλινῶν. Ἐτεοκλής τί οὖν ὁ ναύτης ἆρα μ’ ὃς πρῶραν φυγὼν πρύμνηθεν, εὗρε μηχανὴν σωτηρίας νεὼς κὰ μέσης ποντίῳ πρὸς κύματι, Χορός ἀλλ’ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον, ἀρχαῖα βρέτη πίσυνος θεοῖς νιφάδος ὅτ’ ὀλοᾶς νιφομένης βρόμος ἐν πύλαις δὴ τότ’ ἤρθην φόβῳ. πρὸς μακάρων λιτὰς πόλεως, ἵν’ ὑπερέχοιεν ἀλκάν. Ἐτεοκλής πύργον στέγειν εὔχεσθε πολεμίων δόρυ. οὐκοῦν τάδ’ ἔσται πρὸς θεῶν ἤτεο· ἂν δ’ οὖν θεὸς τὰς τῆς ἁλώσεως πόλεως ἐκλείπειν λόγος. Χορός μή ποτ’ ἐμὸν κατ’ αἰῶνα λίποι θεῶν ἅδε πανήγυρις, μηδ’ ἐπίδοιμι τάν δαϊουμέναν πόλιν, καὶ στράτευμ’ ἀπτόμενον, πυρὶ δαΐῳ. Ἐτεοκλής μή μοι θεοὺς καλοῦσα συμβουλοῦ κακῶς πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας. μήτηρ γυνὴ σωτῆρος, ὧδ’ ἔχει λόγος. Χορός ἔστ’ θεοῖς δ’ ἔτ’ ἰσχὺς καθυπερτέρα. πολλάκι δ’ ἐν κακοῖσι τὰν ἀμήχανον. ἐκ χαλεπᾶς δύας ὕπερθ’ ὀμμάτων κρημναμένων νεφέλαν ὀρθοῖ. Ἐτεοκλής ἀνδρῶν τάδ’ ἐστὶ σφάγια, καὶ χρηστήρια ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 29 Ἐτεοκλήςθεοῖσιν ἔρδειν πολεμίων παρωμένων. σόν δ᾽ αὖ τὸ σιγᾶν, καὶ μένειν ἐσωδόμων. Χορός διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον. δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει. τὶ τάδε νέμεσις στυγεῖ. Ἐτεοκλής ἔτι φθονῶ σοι δαιμόνων τιμᾶν γένος. ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τίθῃς. ἥσυχος ἴσθι, μὴ δ᾽ ἄγαν ὑπερφοβοῦ. Χορός ποταίνιον κλύουσα πάταγον ἅμα ταρβοσύνῳ φόβῳ τάν δ᾽ ἐς ἀκρόπολιν, τίμιον ἕδος ἱκόμαν. Ἐτεοκλής μή νυν ἐὰν θνήσκοντας, ἢ τετρωμένους, πύθησθε κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ ἄρης βόσκεται φόβῳ βροτῶν. Χορός καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. Ἐτεοκλής μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν. Χορός στένει πόλις γῆθεν ὡς κυκλουμένων. Ἐτεοκλής οὐκοῦν ἐμὸν ἀρκεῖ τῶνδε βουλεύειν πέρι. Χορός δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται. Ἐτεοκλής οὔ, σίγα μὴ δὲν τῶν δ᾽ ἐρῇς κατὰ πόλιν. Χορός ὦ ξυντέλεια μὴ προδῷς πυργώματα. Ἐτεοκλής οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε; Χορός θεοὶ πολῖται μή με δουλείας τυχεῖν. Ἐτεοκλής αὐτὴ σὺ δουλοῖς ἐμέ, καὶ πᾶσαν πόλιν. Χορός ὦ παγκρατὲς Ζεῦ τρέψον ἐς ἐχθροὺς βέλος. Ἐτεοκλής ὦ Ζεῦ γυναικῶν οἷον ὤπασας γένος Χορός μοχθηρὸν ὡς πᾶς ἄνδρος, ὧν ἁλῷ πόλις. Ἐτεοκλής πάλιν συμεῖς αὖ θιγγάνεσ᾽ ἀγαλμάτων. Χορός ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. Ἐτεοκλής αἰτουμένῳ μοι, κῦρον εἰδοίης τέλος Χορόςλέγοις ἂν ὡς τάχιστα, καὶ τάχ' εἴσομαι. Ἐτεοκλήςσίγησον ὦ τάλαινα, μὴ φίλους φόβει. Χορόςσιγῶ σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. Ἐτεοκλήςτοῦτ' ἂν τ' ἐκείνων τὔπος αἱρῶμαι σέθεν. καὶ πρός γε τούτοις ἐκτὸς οὖσ' ἀγαλμάτων. αὔχου τὰ κρείσσω συμμάχους εἶναι θεοὺς κἀμῶν ἀκούσασ' εὐγμάτων ἔπειτα σὺ ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιάνισον. ἑλληνικὸν νόμισμα θυσάδος βοῆς. θάρσος φίλοις λύσα πολέμιον φόβον. ἐγὼ δὲ χώρας τοῖς πολισσύχοις θεοῖς πεδιονόμοις τε, κἀγορᾶς ἐπισκόποις, δίρκης τε πηγαῖς, οὐδ' ἀπ' ἰσμηνοῦ λέγω. εὖ ξυντυχόντων, καὶ πόλεως σεσωσμένης, μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν. ταυροκτονοῦντας θεοῖσιν ὧδ' ἐπεύχομαι. θήσειν τρόπαια· πολεμίων δ' ἐσθήματα, λάφυρα δαΐων δουρίπληχθ' ἁγνοῖς δόμοις. τοιαῦτ' ἐπεύχε, μὴ φιλοστόνως θεοῖς. μὴ δ' ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν. οὐ γάρ τοι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. ἐγὼ δ' ἐπ' ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν βότον εἰς ἑπτατείχεις ἐξόδους τάξω μολών. πρὶν ἀγγέλυς απβχνύς τε, καὶ ταχυρρόθους λόγους ἱκέσθαι· καὶ φλέγειν χρείας ὕπο. Χορόςμέλῃ· φόβῳ δ' οὐχ ὕπνωσεν κέαρ. γείτονες δὲ καρδίας μέριμναι ζωπυροῦσι. τάρβος τὸν ἀμφὶ τειχῆ λεὼν δράκοντα δ' ὡς τις τέκνων ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 30 Χορόςὑπδείλοικε λεχέων δυσευνήτειρα πάντροφοσ πελειάσ. τοὶ μὲν γὰρ ποτὶ πύργουσ πανδημὶ πανομιλεὶ στίχουσι, τί γένωμαι τοὶ δ' ἐπ' ἀμφιβόλοισιν ἰάπτουσιν πολίταισ, χρὴ μάλλ' ὀκρυόεσαν παντὶ τρόπῳ. διογενεῖσ ὦ θεοὶ πόλιν καὶ στρατὸν καὶ διογενῆ ῥύεσθε. Χορόςποῖον δ' ἀμείψεσθε γαίασ πέδον. τᾶσ δ' ἄρειον ἐχθροῖσ ἀφέντοσ τὰν βαθύχθον αῖαν ὕδωρ τε διρκαῖον εὐτρεφέστατον πομάτων. ὅσων ἵησι πωσειδῶν ὁ γαιήοχοσ τηθύοσ τε παῖδεσ. πρὸσ τάδ' ὦ πολιοῦχοι θεοὶ τοῖσιν μὲν ἔξω πύργων ἀνδρολέτεραν. καὶ τὰν ῥίψοπλον ἄταν βαλλόντοσ ἄροισθε κῦδοσ, τοῖσ δὲ πολίταισ, καὶ πόλεωσ ῥυπτῆροσ. εὔθροί τε στάθητε, ὀξυγόοισ λιταῖσιν. Χορόςοἰκτρὸν γὰρ πόλιν τήν δ' ὠγυγίαν, ἀΐδᾳ προΐἄψαι δορόσ ἄγραν. δουλίαν ψαφαρᾷ σποδῷ. ὑπ' ἀνδρὸσ ἀχαιᾶσ, θεόθεν πθομέναν ἀτίμωσ, τάσ τε κεχειρωμένασ ἄγεσθαι, ἔ ἔ ἔ . νέασ τε, καὶ παλαιὰσ, ἱππηδὸν πλοκάμων πέρι ῥηγνυμένων φαρέων. βοᾷ δ' ἐκκενουμένη πόλισ. ληΐδοσ ὀλλυμένασ μιξοθρόου. βαρείασ τύχασ προταρβῶ. Χορόςκλαυτὸν δ' ἀρτιτρόποισ, ὠμοδρόπων νομίμων προπάροιθεν διαμεῖψαι Χορόςδομάτων συμβὰν ὁδόν. τὶ ὠν φθίμενον γὰρ προλέγω, βέλτερα τῶνδε πράσσειν. πολλὰ γὰρ οὔτε πόλις δαμασθῇ ἔ. ἔ. δυς τυχῆτε πράσσειν, ἄλλος δ'δ' ἄλλον ἄγει, φονεύει, τάδε, καὶ πυρφορεῖ. καπνῷ δὲ χραίνεται πόλισμ' ἅπαν. μαινόμενος δ' ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν ἄρης. Χορόςκορκορυγαὶ δ' ἀνὰ ἄστυ ποτὶ πόλιν. δ' ὁρκάνη πυργῶτις, πρὸς ἀνδρὸς δ' ἀνὴρ, δορὶ καίνεται, βληχαὶ δ' αἱματόεσσαι τῶν ἐπιμαστιδίων ἀρτιβρεφεῖς βρέμονται. ἁρπαγαὶ δὴ διαδρομᾶν ὁμαίμονες. ξυμβαλεῖ φέρων φέροντι καὶ κενὸς κενὸν καλεῖ. ξύννομον θέλων ἔχειν. οὔτε μεῖον ὔτ' ἴσον λελειμμένος. τίν' ἐκ τῶν δ'δ' εἰκᾶσαι λόγος πάρα Χορόςπαντοδαπὸς δ'δ' καρπὸς χαμάδις πεσὼν ἀλγύνει κυρήσας, πικρὸν δ'δ' ὄμμα θαλαμηπόλων πολλὰ δ'δ' ἀκρητόφυρτος γᾶς δόσις ἀτιδανοῖς ἐν ῥοθίοισι φορεῖται δμωΐδες, διναινοπήμονες νέαι τλήμονες εὐνὰν αἰχμάλωτον ἀνδρὸς ὑτυχοῦντος ὡς δυσμενῶς ὑπερτέρου ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν. παγκλαύστων ἀλγέων ἐπίρροθον. Ἡμιχόριον Αὅ, τοι κατοπίστης ὡς ἐμοὶ δοκεῖ στρατοῦ ἡμῖν πυθωτὴν ἡμῖν ὦ φίλαι νέαν φέρει. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 31 Ἡμιχόριον Ασπουδῇ διώκων πομπίμους χνόας ποδῶν. Ἡμιχόριον Β καὶ μὴν ἄναξ ὅδ' αὐτὸς οἰδίπου τόκος εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν. σπουδῇ δὲ καὶ τέ δ' ἐκ ἀπαρτίζει πόδα. Ἄγγελος λέγοι μ' ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων ὥς τ' ἐν πύλαις ἕκαστος ἔλαχε κλῆρον τυδὲ μὲν ἤδη πρὸς πύλαισι προιτίσι βρέμει, πόρον δ' ἰσμηνὸν, οὐκ ἐᾷ περᾶν ὁ μάντις· οὐ γὰρ σφάγια γίνεται καλά. τυδὲ δὲ μαργῶν, καὶ μάχης λελειμμένος. μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ· θείνᾳ ὀνείδει μάντιν οἰκλείδην σοφόν. σαίνειν μόρον τε, καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ' ἀϋτῶν τρεῖς κατασκίους λόφους σείει· κράνους χαίτωμ'· ὑπ' ἀσπίδος δὲ τῷ χαλκήλατοι κλάζουσι κώδωνες φόβον. ἔχει δ' ὑπέρφρον σῆμ' ἐπ' ἀσπίδος τόδε φλέγον θ' ὑπ' ἄστροις οὐρανὸν τετυγμένον. λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβυστον ἄστρων, νυκτὸς ὀφθαλμὸς πρέπει τοιαῦτ' ἀγύων ταῖς ὑπερκόμποις σαγαῖς βοᾷ παρ' ὄχθαις ποταμίαις μάχης ἐρῶν ἵππος χαλινῶν δ' ὡς κατασθμαίνων μένει· ὥς τις βοὴν σάλπιγγος ὀρμαίνει μένων· τίν' ἀντιτάξεις τῷ δε, τίς προίτυ πυλῶν' κλείθρων λυθέντων, πρ. σατῆν φρέγγυος. Ἐτεοκλής κόσμον ἰδὼν ἀνδρὸς ὄτιν' ἂν βέσαιμ' ἐγὼ. οὐδ' ἑλκοποιὰ γίνεται τὰ σήματα λόφοι δὲ κώδων τ' οὐ δάκνουσ' ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ' ἀσπίδος. Ἐτεοκλήςἄστροισι μαρμαίρουσαν οὐρανῶ κυρεῖν. τάχ' ἂν γένοιτο μάντις ἡ ἄνοια τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ' ὀφθαλμοῖς πέσοι. τῷτοι φέροντι σῆμ' ὑπέρκομπον τόδε, γένοιτ' ἂν ὀρθῶς τ' ἐνδίκως τ' ἐπώνυμον. καὐτὸς καθ' αὑτοῦ τὴν ὕβριν μαντεύσεται. ἐγὼ δὲ τυδεῖ κεδνὸν ἀστακοῦ τόκον τόν δ' ἀντιτάξω προστάτην πυλωμάτων μάλ' εὐγενῆ τε, καὶ τὸν αἰσχύνης θρόνον τιμῶντα, καὶ στυγοῦνθ' ὑπέρφρονας λόγους. » αἰσχρῶν γὰρ ἀργὸς, μὴ κακὸς δ' εἶναι φιλεῖ. σπαρτῶν δ' ἀπ' ἀνδρῶν ὧν ἄρης ἐφείσατο, ῥίζωμ' ἀνεῖται, κάρτα δ' ἔστ' ἐγχώριος μελάνιππος, ἔργων δ' ἐν κύβοις ἄρης κρινεῖ. δίκη δ' ὁ δαίμων κάρτά νιν προσέλλεται. εἴργειν τε μήσῃ μισὸν πολέμιον δόρυ. Χορός ὸν ἀμὸν νῦν ἀντίπαλον εὐτυχεῖν. θεοὶ δόιεν ὡς δικαίως πόλεως πρόμαχος ὄρνυται, τρέμω δ' αἱματηφόρους μόρους ὑπὲρ φίλων ὀλομένων ἰδέσθαι. Ἄγγελος τάτω μὲν ὕτως εὐτυχεῖν θεοὶ δόιεν. καπανεὺς δ' ἐπ' ἠλέκτραισιν ἔλαχε πύλαις. γίγας ὅδ' ἄλλος τὲ πάρος λελεγμένου. μείζων ὁ κόμπος οὐ κατ' ἄνθρωπον φρονεῖ. πύργοις δ' ἀπειλεῖ δειν' ἃ μὴ κράνοι τύχη. θεῦτε γὰρ θέλοντος ἐκ πέρσειν πόλιν. καὶ μὴ θέλοντός φησιν οὐδὲ τὴν διὸς ἔριν, πέλω σκήψασαν ἐκ ποδῶν χθονός. τὰς δ' ἀστραπάς τε, καὶ κεραυνίους βολάς. μεσημβρινοῖσι θάλπεσι προσείκασεν. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 32 ἌγγελοςἜχει δὲ σῆμα, γυμνὸν ἄνδρα πυρφόρον. φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη. χρυσοῖς δὲ φωνεῖ γράμμασι πρίσω πόλιν. τοιῶδε φωτὶ, πέμπε τίς ξυστήσεται. τίς ἄνδρα κομπάζοντα μὴ δέσας ἰδεῖν. Ἐτεοκλής καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. » τῶν τοι ματαίων ἀνδράσι φρονημάτων. » ἡ γλῶσσ᾽ ἀληθὴς γίνεται κατήγορος καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος. θεοὺς ἀτίζων κἀπογυμνάζων στόμα. χαρᾷ ματαίᾳ θνητὸς ὢν ἐς ὐρανόν. πέμπει γεγωνᾶ ζυνὶ κυμαίνοντ᾽ ἔπη. πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον. ἥξειν κεραυνόν· ὐδὲν ἠξῃκασμένον. μεσημβρινοῖσι θάλπεσι τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ κἀσύμαργος ἐς ἄγαν. αἴθων τέτακται λῆμα πολυφόντα βίᾳ. φλέγγυον φρούρημα προστατηρίας. ἀρτέμιδος ἀνοίαισι σώτ᾽ ἄλλοις θεοῖς. λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. ἄλλοι θ᾽ ὃς πόλει μεγάλ᾽ ἐπώλεται. Χορόςκεραυνῦ δ᾽ μιν βέλος ἐπιχέθοι. πρὶν ἐμὸν ἐς θορεῖν δόμον. πωλικῶν θ᾽ ἑδωλίων ὑπερκόμπῳ δορί ποτ᾽ ἐκλαπάξαι. Ἄγγελος καὶ μὴν ὀν ἐντῦθεν λαχόντα πρὸς πύλαις λέξω, τρίτω γὰρ ἐτεόκλῳ βίος πάλος. ἐξυπτίοις πήδησεν ὀλλάκις κράνεσ. πύλαισι νηίτησι προσβαλεῖν λόχον. ἵππυς δ᾽ ἐνάμπυκῆρσιν ἐμβριμωμένας Ἄγγελοςδινεῖ θελούσας πρὸς πύλας πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον. μυκτηροκόμποις πνώμασι πληρούμενοι. ἐσχημάτισται δ’ ἀσπὶς οὐ μικρὸν τρόπον. ἀνὴρ δ’ ὁπλίτης κλίμακος πρὸς ἀμβάσεις στείχει πρὸς ἐχθρῶν πύργον ἐκπέρσαι θέλων· βοᾷ δὲ χοὖτος γραμμάτων ἐν συλλαβαῖς, ὡς οὐδ’ ἂν ἄρης σφ’ ἐκβάλοι πυργωμάτων. καὶ τῶδε τῷ φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπάργειν τῆσδε δούλειον ζυγόν. Ἐτεοκλήςπέμποι μ’ ἂν ἤδη τόνδε, σωτύχῃ δέ τῳ καὶ δὴ πέπεμπτ’ οὐ κόμπον ἐν χεροῖν ἔχων. μεγαρεὺς κρέοντος σπέρμα τε σπαρτῶν γένους. ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων, βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται· ἀλλ’ ἢ θανὼν τροφεῖα πληρώσει χθονί. ἢ καὶ δύ’ ἄνδρε, καὶ πόλις μ’ ἐπ’ ἀσπίδος, ἑλὼν, λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ’ ἐπ’ ἄλλῳ μὴ δ’ μοι φθόνει λέγων· Χορόςἐπεύχομαι τάδε μὲν εὐτυχεῖν ἰὼ πρόμαχ’ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δ’ ὑπέρανχα βάζουσ’ ἐπὶ πόλει μαινομένῃ φρενὶ τώς νιν. Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων, Ἄγγελοςτέταρτος ἄλλος γείτονας πύλας ἔχων. ὄγκας ἀθάνας, ξὺν βοῇ παρίσταται· ἱππομέδοντος σχῆμα, καὶ μέγας τύπος. ἅλω δὲ πολλὴν ἀσπίδος κύκλον λέγω. ἔφριξε δινήσαντος, ἐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δ’ ὅστις οὐτελὴς ἄρ’ ἦν, ὅστις ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 33 Ἄγγελοςὅς τις γ' ἄρ' ἔργον ὤπασε πρὸς ἀσπίδι. τυφῶν' ἱέντα πυρπνόον διὰ στόμα. λιγνὺν μέλαιναν αἰόλην πυρὸς κάσιν. ὄφεων δὲ πλεκτάναισι πρίδρομον κύτος προσηδάφισται, κοιλογάστορος κύκλῳ αὐτὸς δ' ἐπηλάλαξεν ἔνθεος δ' ἄρει βακχᾷ πρὸς ἀλκὴν θυὰς, ὡς φόβον βλέπων τοιῶνδε φωνῆς πεῖραν ὧν φυλακτέον φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. Ἐτεοκλής πρῶτα μὲν ὄγκῳ παλλὰς ἥ τ' ἀγχίπολις. πύλαισι γείτων ἀνδρὸς ἐχθαίρουσ' ὕβριν εἴρξει νεοσσῶν, ὡς δράκοντα δύσχιμον ὑπέρβιος δὲ κεδνὸς οἰνόπος τόκος ἀνὴρ κατ' ἄνδρα τῆν ῃρέθη θέλων. ἐξισορῆσαι μοῖραν, ἐν χρέᾳ τύχης. οὔτ' ἄλλος, οὔτε θυμὸν, οὐδ' ὅπλων χέσιν μωμητὸς, ἑρμῆς δ' εὐλόγως συνήγαγεν. ἐχθρὸς γὰρ ἀνὴρ ἀνδρὶ τῷ ξυστήσεται. ξυνοίσετον δὲ πολεμίω ἐπ' ἀσπίδων, θεός· ὁ μὲν γὰρ πυρπνόων τυφῶν' ἔχει. ὑπερβίῳ δὲ ζοὶ πατὴρ ἐπ' ἀσπίδος σταδαῖος ἧσται διὰ χερὸς βέλος φλέγων. κἄπω τίς εἶδε ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων. πρὸς τῶν κρατούντων δ' ἐσμὲν, οἱ δ' ἡσσωμένων εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ' ἀντιστάτας. εἰς τε τυφῶ καρτερώτερος μάχῃ ὑπερβίῳ τε πρὸς λόγον τε σήματος σωτὴρ γένοιτ' ἂν ζεὺς ἐπ' ἀσπίδος τυχών. Χορός πέποιθα τὸν διὸς ἀντίτυπον ἔχοντα Aeschylus. e ΑΙΣΧΥΛΟΥ Χορόςἄφιλον ἐν σάκῃ τέ χθονίῳ δέμας δαίμοσιν ἐχθρὸν εἴκες μαβροτοῖσί τε καὶ δαροβίοισι θεοῖσι. πρόσθεν πυλᾶν κεφαλὰν ἰάπτειν. Ἄγγελοςἕτως γένοιτο· τὸν δὲ, πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα βορέαις πύλαις. τύμβον κατ' αὐτὸν διογενᾶς ἀμφίονος. ὄμνυσι δ' αἰχμὴν ἣν ἔχει μᾶλλον θεῦ σέβειν, πεποιθὼς ὀμμάτων θ' ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ καδμείων βίᾳ. διὸς γ' ἄρ' αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλίπρωρον ἀνδρόπαις ἀνήρ. σάκῃ δ' ἴουλος ἄρτι διὰ παρηΐδων. ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ' ὠμὸν ἔτι παρθένων ἐπώνυμον. φρόνημα καὶ γοργὸν δ' ὄμμ' ἔχων προσίσταται. οὐ μὴν ἀκόμπαστός γε ἐφίσταται πύλαις. τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ, σάκει κύκλῳ τῷ, σώματος προβλήματι σφίγγ' ὠμόσιτον προσμεμηχανωμένην. γόμφοις ἐνώμα λαμπρὸν ἔκκρουστον δέμας. φέρει δ' ὑφ' αὑτῷ φῶτα καδμείων ἕνα. ὡς πλεῖστ' ἐπ' ἀνδρὶ τῷδ' ἰάπτεσθαι βέλη. ἐλθὼν δ' ἔοικεν οὐ καπηλεύσειν μάχην. μακρᾶς κελεύθου δ' οὐ καταισχυνῶν πόρον. παρθενοπαῖος ἀρκὰς· ὁ δέ τοιόσδ' ἀνὴρ μέτοικος· ἄργει δ' ἐκτίνων καλὰς τροφὰς, πύργοις ἀπειλεῖ· τοῖς δ' ἃ μὴ κραίνοι θεὸς Ἐτεοκλήςεἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασι. Ἐτεοκλήςἢ τ’ ἂν, πανώλης, παγκάκως τ’ ὀλοίατο. ἔστι δὲ καὶ τῷ δ’ , ὃν λέγεις τὸν ἀρκέσα. ἀνὴρ ἄκομπος. χεὶρ δ’ ὁρᾷ τὸ δράσιμον αἴτωρ ἀδελφὸς τῷ πάρος λελεγμένῳ. ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ, ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά· οὐδ’ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκος. εἰκὼ φέροντα πολεμίου ἐπ’ ἀσπίδος ἔξωθεν, εἴσω τῷ φέροντι μέμψεται. πυκνῷ κροτισμῷ τυγχάνουσ’ ὑπόπτολιν θεῶν θελόντων ἂν ἀληθεύσαιμ’ ἐγώ. Χορός ἱκνεῖται λόγος. διὰ στηθέων δείματος δ’ ὀρθίας πλόκαμος ἵσταται. μεγάλα μεγαληγόρων. κλύων ἀνοσίων ἀνδρῶν, εἴθε οἱ θεοὶ τούσ δ’ ὀλέσειαν ἐν γῇ. Ἄγγελος ἕκτον λέγοιμ’ ἂν ἄνδρα σωφρονέστερον. ἀλκήν τ’ ἄριστον, μάντιν τ’ ἀμφιάρεω βίαν τὸν ἀνδροφόντην, ἐν πόλεως ταράκτορα. μέγιστον ἄργει τῶν κακῶν διδάσκαλον. ἐριννύος κλητῆρα, πρόσπολον φόνου. κακῶν δ’ ἀδράστῳ τῶν δε βουλευτήριον. καὶ τὸν σὸν αὖθις πρὸς μόρον ἀδελφεόν. ἐξυπτιάζων ὄνομα πολυνείκους βίαν. δίς τ’ ἐν τελευτῇ τὔνομ’ ἐνδατούμενος καλεῖ· λέγει δὲ τοῦπος διὰ στόμα. ἦ τοῖον ἔργον, καὶ θεοῖσι προσφιλές. καλόν τ’ ἀκοῦσαι, καὶ λέγειν μεθυστέροις. πόλιν πατρῴαν, καὶ θεοὺς τοὺς ἐγγενεῖς, πορθεῖν στρατόν μ’ ἐπακτὸν ἐμβεβληκότα. ΑΙΣΧΥΛΟΥ Ἄγγελοςμητρός τε πηγὴν, τίς κατασβέσει δίκῃ; πατρός τε γαῖα σῆς ὐπὸ σπουδῆς, δορὶ ἁλῶσα, πῶς οἱ σύμμαχος γενήσεται. ἔγωγε μὲν δὴ τὴν δι πιανῶ χθόνα, μάντις κευθὼς, πολεμίας ὐπὸ χθονὸς μαχώμεθ'· ὐκ ἄτιμον ἐλπίζω μόρον. τοιαῦθ' ὁ μάντις ἀσπίδ' ὔκυκλον ἔχων πάγχαλκον ἠύδα· σῆμα δ' ὐκ ἐπῆν κύκλῳ· ὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ' εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτω σοφύς τε κἀγαθὸς ἀντηρέτας, πέμπειν ἐπαινῶ· δεινὸς ὃς θεοὺς σέβει. Ἐτεοκλήςφῶ τῶ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς δίκαιον ἄνδρα, τοῖσι δυσσεβεστέροις· ἐν παντὶ πράγει δ' ἔσθ' ὁμιλίας κακῆς κάκιον ὐδέν, καρπὸς ὐ κομιστέος ἄτης ἄρουρα θάνατον ἐκ καρπίζεται. ἢ γὰρ ξυνεσβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύτῃσι θερμοῖς καὶ πανεργίᾳ τινὶ, ὄλωλεν ἀνδρῶν σὺν θεομίστῳ γένει· ἢ ξυμπολίταις ἀνδράσι δίκαιος ὤν, ἐχθροξένοις τε, καὶ θεῶν ἀμνήμοσι, ταὐτὸν κυρήσας ἐνδίκως ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ δάμη. ὄρς δ' ὁ μάντις, ἠὸν ὀτκλίας λέγω, σώφρων, δίκαιος, ἀγαθὸς, εὐσεβὴς ἀνήρ· μέγας προφήτης· ἀνοσίοισι συμμιγεὶς, θρασυστόμοισιν ἀνδράσι φρενῶν βίᾳ· τείνουσι πομπὴν τὴν μακρὰν πόλιν μολεῖν. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 35 Ἐτεοκλήςθεοῦ θέλοντος, συγκατακλυσθήσεται. δοκῶ μὲν οὖν σφὲ μὴ 'δὲ προσβαλεῖν πύλαις οὐχ' ὡς ἄθυμος, οὐδ' λήματος κάρη. ἀλλ' οἶδεν ὡς σφὲ χρὴ τελευτῆσαι μάχῃ εἰ καρπὸς ἔσται θεσφάτοισι λοξίου. φιλεῖ δὲ σιγᾶν, ἢ λέγειν τὰ καίρια. ὅμως δ' ἐπ' αὐτῷ φῶτα λαθόντες βίαν ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν. γέροντα τὸν νοῦν, σάρκα δ' ἡβῶσαν φέρει. ποδῶκες ὄμμα, χεῖρα δ' οὐ βραδύνεται, παρ' ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. » θεοῦ δὲ δῶρον ἐστὶν εὐτυχεῖν βροτούς. Χορός κλύοντες θεοὶ δικαίας λιτὰς ἡμετέρας, τελεῖ θ' ὡς πόλις εὐτυχῆ. δορίπονα κἠ'κτρέποντες γᾶς πρὸς ἐπιμόλους, πύργων ἔκτοθεν. βαλὼν δὲ σφὲ κρόνοι κεραυνῷ. Ἄγγελος τὸν ἕβδομον δὴ τόν δ' ἐφ' ἑβδόμαις πύλαις λέξω. τὸν αὑτοῦ σῦ κασίγνητον, πόλει οἷα ἀρᾶται, καὶ κατεύχεται πύλαις. πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονὶ ἁλώσιμον παιᾶν ἐξιακχάσας σοὶ συμφέρεσθαι, καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶν τ' ἀτιμαστῆρα τώς σ' ἀνδρηλάτην. φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον. τοιαῦτ' ἀϋτεῖ, καὶ θεοὺς γενεθλίους καλεῖ, πατρῴας γῆς, ἐποπτῆρας λιτῶν. τῶν ὧν γενέσθαι πάγχυ πολυνείκους βίᾳ. ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος, διπλοῦν τε σῆμα προσμεμηχανημένον. e iij ΑΙΣΧΥΛΟΥ Ἄγγελοςχρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν, ἄγοι γυνή τις σωφρόνως ἡγημένη. δίκη δ' ἄρ' εἶναί φησιν, ὡς τὰ γράμματα, λέγει. κατάξω δ' ἄνδρα τόνδε, καὶ πόλιν. ἕξει, πατρῴων δωμάτων τ' ἐπιστροφάς. τοιαῦ τ' ἐκείνων ἐστὶ τάξευρήματα. σὺ δ' αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ σοι ὡς ἄποτ' ἀνδρὶ τῷδε κηρυκευμάτων, μέμψῃ. σὺ δ' αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν Ἐτεοκλής ὦ θεόμανές τε, καὶ θεῶν μέγα σύγος. ὦ πανδάκρυτον ὠμὸν οἰδίπου γένος. ὤμοι, πατρὸς δὴ ἀραὶ νῶιν τελεσφόροι. ἀλλ' οὔτε κλαίειν, οὔτ' ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνοθῆ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα πολυανείκῃ λέγω. τάχ' εἰσόμεσθα τοὐπίσημ' ὅπη τελεῖ. εἴνιν κατάξει χρυσότευκτα γράμματα, ἐπ' ἀσπίδος φλύοντα σὺν τύφῳ φρενῶν. εἰ δ' ἡ Διὸς παῖς παρθένος δίκην παρῆν. ἔργοις ἐκείνου, καὶ φρεσὶ τάχ' ἂν τόδ' ἦν. ἀλλ' οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ' ἐν τροφαῖσιν, οὔτε θηβήσαν τάπω, οὔτ' ἐν γενείου συλλογῇ τριχώματος, δίκη προσεῖπε, καὶ κατηξιώσατο. οὔτ' ἐν παξώσῃ μιν χθονὸς κακυχίᾳ, οἶμαί νιν αὐτῷ νῦν συμμεταστατεῖν πέλας. ἢ δῆ τ' ἂν εἴη πανδίκως ψευδώνυμος δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι, καὶ ξυστήσομαι αὐτός. τίς ἄλλος μᾶλλον ἐνδικώτερος; Ἐτεοκλήςἄρχοντι τ' ἄρχων, καὶ κασιγνήτω κάσις· ἐχθρὸς σὺν ἐχθρῶ, θήσομαι φέρ' ὡς τάχος· κνημῖδας, αἰχμὴν καὶ πετρῶν προβλήματα· Χορός μὴ φίλτατ' ἀνδρῶν οἰδίπου τέκος γένη, ὀργὴν ὁμοῖος τῶ κάκιστ' αὐδωμένω· ἀλλ' ἀνδράσι ἀργείοισι καδμείους ἅλις ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον ἀνδροῖν δ' ὁμαίμοιν θάνατος ὧδ' αὐτοκτόνος· οὐκ ἔστι πέρας τῶδε τῆς μιάσματος. Ἐτεοκλής » εἴπερ κακὸν φέροι τίς αἰσχύνης ἄτερ, » ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι. » κακῶν δὲ κ' αἰσχρῶν οὔτιν' εὔκλειαν ἐρεῖς. Χορός τὶ μέμονας τέκνον· μήτίσε θυμοπληθὴς δορίμαργος ἄτη φρέτω. κακοῦ δ' ἔκβαλ' ου ἔρωτος ἀρχάν. Ἐτεοκλής ἐπεὶ τὸ πρᾶγμα κάρτ' ἐπισπέρχει θεὸς » ἴτω κατ' οὖρον κῦμα κωκυτοῦ λαχὸν φοίβω συγκυθὲν πᾶν τὸ λαΐου γένος. Χορός ὠμοδακής σ' ἄγαν ἵμερος ἐξορμᾶ. πικρόκαρπον ἀνδροκτασίαν τελεῖν. αἵματος οὐ θεμιτοῦ. Ἐτεοκλής φίλου γὰρ αἰχράμοι πατρὸς τελεῖδ' ἀρὰ ξηροῖς ἀκλαύστοις ὄμμασι προσιζάνει, λέγουσα κέρδος πρότερον ὑστέρου μόρου. Χορός ἀλλὰ σὺ μὴ 'ποτρύνου· κακὸς δ' οὐ κεκλήση. βίον εὖ κυρήσας· μελαναιγὶς δ' ἐκ δόμοι δόμον ἐριννύς, ἔτ' ἂν ἐκ χθονῶν " θεοὶ θυσίαν δέξωνται. " Ἐτεοκλής θεοῖς μὲν ἤδη πῶς παρημελήμεθα, χάρις δ' ἀφ' ἡμῶν ὀλομένων θαυμάζεται Ἐτεοκλήςτί οὖν ἔτ' ἂν σαίνοιμεν ὀλέθριον μόρον; Χορός νῶιν ὅτε σοι παρέστακεν. ἐπεὶ δαίμων λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλλακτὸς, ἴσως ἂν ἔλθοι θαλερωτέρῳ πνεύματι νῶιν δ' ἔτι ζεῖ. Ἐτεοκλής ἐξέζεσαν γὰρ οἰδίπου κατάγματα ἄγαν δ' ἀληθεῖς ἐνυπνίων φαντασμάτων ὄψεις πατρῴων χρημάτων δατήριον. Χορός πείθου γυναιξὶ καίπερ στυγῶν ὅμως. Ἐτεοκλής λέγοιτ' ἂν ὧν ἄνυτις· οὐ δὲ χρὴ μακράν. Χορός μήλθης ὁδὸν σὺ τάσδ' ἐφ' ἑβδόμαις πύλαις Ἐτεοκλής τεθηγμένον τοί μ' οὐκ ἀπαμβλυνεῖς λόγῳ. Χορός νίκην γε μέντοι, κἀκακὴν τιμᾷ θεός. Ἐτεοκλής οὐκ ἄνδρ' ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. Χορός ἀλλ' αὔτ' ἀδελφὸν αἷμα δρέψασθαι θέλεις; Ἐτεοκλής θεῶν διδόντων, οὐκ ἂν ἐκφύγοι κακά. Χορός πέφρικα τὰν ὠλεσίοικον θεὸν, οὐ θεοῖς ὁμοίαν ἢ τὸν νύκτωρ παρελώσαν, καὶ γέγονε, παναληθῆ, κακόμαντιν πατρὸς ὠκταίαν. ἐρινὺν τελέσαι τὰς πειθύμους κατάρας βλαψίφρονος οἰδίποδος. παιδολέτωρ ἔρις ἅδ' ὀτρύνει Χορόςξένος δὲ κλήροις ἐπινωμᾷ χάλυβος σκυθῶν ἄποικος κτεάνων χρηματοδαίτας· πικρός· ὠμόφρων σίδηρος. χθόνα ναίειν διαπήλας ὁπόσαν ἂν καὶ φθιμένοισι κατέχειν τῶν μεγάλων πεδίων ἀμοίρους Χορόςἐπειδὰν αὐτοὶ κτάνωσιν αὐτοδάϊκτοι θάνωσι, καὶ χθονία κόνις πίῃ. Χορόςμελαμπαγὲς αἷμα φόνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἂν σφὲ λούσειεν. ὦ πόνοι δόμων νέοι παλαιοῖς ξυμμιγεῖς κακοῖς. παλαιγενῆ γὰρ λέγω. Χορόςπαραβασίαν ὠκύποινον αἰῶνα δ' ἐς βίον ἰὼ ἀπόλλωνος. οὖτε λάϊος βίᾳ τρὶς εἰπόντος ἐν μεσομφάλοις πυθικοῖς χρηστηρίοις θνήσκοντα γέννας ἄτερ σώζειν πόλιν. κρατηθεὶς δ' ἐκ φίλων ἀβου- Χορόςγίνατο μὲν μόρον αὑτῷ, (λίας πατροκτόνον ὀιδίποδα, ὅς τε μὴ πρὸς ἁγνὰν σπείρας ἄρουραν, ἵν' ἐτράφη ῥίζαν αἱματόεσσαν ἔτλα. παράνοια σύ γε νυμφίους φρενώλεις Χορόςκακῶν δ' ὥς τις θάλασσα κῦμ' ἄγει, τὸ μὲν πιτνόν. ἄλλο δ' ἀείρει πρίχαλον, ὃ καὶ πρὶ πρύμναν πόλεως καχλάζει. μεταξὺ δ' ἀλκὰ δι' ὀλίγου τείνει πύργος ἐν εὔρει δέδοικα δὲ σὺν βασιλεῦσι μὴ πόλις δαμασθῇ Χορόςτέλειαι γὰρ παλαιφάτων ἀραὶ βαρεῖαι καταλλαγαί, τὰ δ' ὀλοὰ τελόμεν' οὐ παρέρχεται. πρόπρυμναν δ' ἐκβολὰν φέρει ἀνδρῶν ἀλφηστῶν ὄλβος ἄγαν παχυνθείς Χορόςτίν' ἀνδρῶν γὰρ τόσον δ' ἐθαύμασαν θεοὶ δὲ καὶ ξυνέστιοι πόλεως. πολύβοτός τ' αἰὼν βροτῶν ὅσον τότ' οἰδίπους τίεν· ἀναρπαξάνδρα Χορόςκῆρ ἀφελόντα χώρας. Χορόςἐπεὶ δ' ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων γάμων ἐπ'ἄλγει δυσφορῶν μαινομένᾳ καρδίᾳ δίδυμα κἀμ'ἐτέλεσε. πατροφόνῳ χερὶ τῶν κρείσσω τέκνων δ' ἀπ'ὀμμάτων ἐπλάγχθη τέκνοις δ'ἀραίας Χορόςἐφῆκεν ἐπικότους τροφάς. αἲ αῖ πικρογλώσσου ἀρᾶς καί σφισι δαρονόμῳ διαχερίᾳ ποτὲ λαχεῖν κτήματα, νῷ ἠ βέω μὴ τελέσῃ καμψίπους ἐριννύς Ἄγγελοςθαρσῆτε παῖδες μητέρων τεθραμμέναι πόλις πέφευγεν ἤδη δέλειον ζυγόν. πέπτωκεν ἀνδρῶν ὀμβρίμων κομπάσματα. πόλις δ' ἐν εὐδίᾳ τε καὶ κλυδωνίῳ πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐθέξατο. στέγει δὲ πύργος καὶ πύλας φεγγύοις, ἐφραξάμεσθα μονομάχοισι προστάταις. καλῶς ἔχει τὰ πλεῖστ' ἐν ἓξ πυλώμασι τὰς δ' ἑβδομάς, ὁ σεμνὸς ἑβδομαγέτας, ἄναξ ἀπόλλων εἵλετ' οἰδίπου γένει, κραίνων παλαιὰς λαΐου δυσβουλίας, Χορόςτί δ' ἔστ' πρᾶγμα νεόκοτον πόλει πάρος. Ἄγγελοςπόλις σέσωσται· βασιλεῖ δ' ὁμόσποροι, Χορόςἄνδρες τεθνᾶσιν, ἐκ χερῶν αὐτοκτόνων. τίνες; τί δ' εἶπας; παραφρονῶ φόβῳ λόγου. Ἄγγελοςφρονοῦσα νῦν ἄκουσον οἰδίπου γένος. Χορόςοἳ ἐγὼ τάλαυνα. μάντις εἰμὶ τῶν κακῶν. Ἄγγελοςοὐδ' ἀμφιλέκτως μὴν κατεσποδημένοι, Χορόςἐκεῖθι κῆλθον, βαρέα δ' ὅμως φράσον. οὕτως ἀδελφαῖς χερσὶν ἠναίροντ'ἄγαν. οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἅμα. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 38 Χορός αὐτὸς δ' ἀναλοῖ δῆτα δύσποτμον γένος τοιαῦτα χαίρειν, καὶ δακρύεσθαι πάρα. πόλιν μὲν ὠπράσσουσαν οἱ δ' ἐπιστάται δισσὼ στρατηγὼ διέλαχον σφυρηλάτῳ σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ' ἣν λάβωσιν ἐν ταφῇ χθονός. πατρὸς κατ' εὐχὰς δυσπότμῳ σφορούμενοι. πόλις σέσωσται. βασιλέοιν δ' ὁμοσπόροιν πέπωκεν αἷμα γαῖ' ὑπ' ἀλλήλων φόνῳ. Χορός ὦ μεγάλε ζεῦ καὶ πολισσοῦχοι δαίμονες οἳ δὴ κάδμου πύργους τούσδε ῥύεσθε. πότερον χαίρω, κἀπολολύξω πόλεως ἀσινῆ σωτῆρι, ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας. ἀτέκνους κλαύσω πολεμάρχους. οἳ δὴ τ' ὀρθῶς καὶ κατ' ἐπωνυμίαν καὶ πολυνεικεῖς Χορόςὤλοντ' ἀσεβεῖ διανοίᾳ. ὦ μέλαινα καὶ τελέα γένεος οἰδίπου τ' ἀρὰ κακόν με καρδίᾳ τὶ πέρι πιτνεῖ κρύος ἔτευξα τύμβῳ μέλος θυὰς αἱματοσταγὴς νεκροὺς κλύουσα δυσφόρως θανόντας. ἦ δύσορνις ἅδε ξυμαυλία δορὸς Χορόςἐξέπραξεν, οὐδ' ἀπεῖπε πατρόθεν εὐκταία φάτις. βουλαὶ δ' ἄπιστοι λαΐου διήρκεσαν. μέριμναι δ' ἀμφὶ πόλιν καὶ θέσφατ' οὐκ ἀμ- βλύνεται. ἰὼ πολύστονοι τόδ' εἰργάσασθε ἄπιστον, ἦλθε δ' αἰακτὰ πήματ' οὐ λόγῳ. Χορόςτά δ' αὐτόδηλα πρὔπτος ἀγγέλου λόγος. διπλαῖ μέριμναι δίδυμ' ἀνορέα. κἀπ' αὐτοφόνα δίμοιρα τέλεια πάθη, τὶ φῶ τί δ' ἄλλο γ' ἢ πόνοι πόνων δόμων ἐφέστιοι. Χορόςἀλλὰ γόον ὦ φίλαι κατ' ἆρον ἐρέσσετ' ἀμφὶ κρατὶ πόμπιμον χεροῖν πίτυλον. ὃς αἰὲν δι' ἀχέροντ' ἀμείβεται. τὰν ἄστονον μελάγκρον ναύστολον θεωρίδα τὰν ἀστιβῆ ἀπόλλωνι, τὰν ἀνάλιον. πάνδοκον ἰς ἀφανῆ τε χέρσον. ἀλλὰ γὰρ ἥκουσ' αἵδ' ἐπὶ πράγος. πικρὸν ἀντιγόνη θ' ἠδ' ἰσμήνη θρῆνον ἀδελφοῖν οὐκ ἀμφιβόλως οἶμαι σφ' ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον. ἡμᾶς δὲ δίκῃ πρότερον φήμης τὸν δυς κέλαδον θ' ὕμνον ἐριννύος ἰαχεῖν, ἄϊδά τ' ἐχθρὸν παιᾶν ἐπιμέλπειν. ἰὼ δυσακληφόταται πασῶν, ὅπόσαι στρόφον ἐσθῆσι περιβάλλονται κλαίω, σένομαι καὶ δόλος ὄλεις μὴ ἐκ φρενὸς ὀρθῶς με λιγαίνειν. Χορός ἰὼ ἰὼ δύσφρονες, φίλων ἄπιστοι. καὶ κακῶν ἀτρύμονες, παθώντες δόμους ἑλόντες μέλεοι σὺν αἰχμᾷ. μέλεοι δῆ θ' οἳ μελέους θανάτους. εὕροντο δόμων ἐπὶ λύμῃ. Χορός ἰὼ ἰὼ δόμων ἐρειψίτοιχοι. καὶ πικρᾶς μοναρχίας ἰδόντες ἤδη διήλ- λαχθε σὺν σιδάρῳ, οὐκ ἔτ' ἐπὶ φιλίᾳ ἀλλ' ἐπὶ φόνῳ διεκρίθητε, κάρτα δ' ἀληθῆ πατρὸς οἰδίποδα πότνι' ἐριννὺς ἐπέκρανεν Χορός διώνυμων τετυμμένοι. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 39 Χορόςτετυμμένοι δῆθ' ὁμοσπλάγχνων τε πλευρωμάτων. αἳ αἳ. δαιμόνιοι αἳ αἳ δ' ἀντιφόνων θανάτω ἀραῖοι δι' ἀνταίαν λέγεις πλαγὰν δόμοισι καὶ σώμασι πεπληγμένους ἐνέπω. ἀναυδάτω μένῳ δράιω τ' ἐκ πατρὸς διχόφρονι πότμῳ. Χορόςδιήκει δὲ καὶ πόλιν στόνος· στένει πύργοι στένει πέδον φίλανδρον. μενᾶ κτέανα τ' ἐπιγόνοις δι' ὧν αἰνομόροις δι' ὧν νεῖκος ἔβα. καὶ θανάτου τέλος ἐμοίρασαν ποθ' ὀξυκάρδιοι. κτήμαθ' ὥστ' ἴσαν λαχεῖν. διαλλακτῆρι δ' οὐκ ἀμεμφίᾳ φίλοις ὐδ' ἐπίχαρις ἄρης. Χορόςσιδηρόπλακτοι μὲν ὧ δ' ἔχουσι σιδηρόπλακτοι δ' τοὺς μένουσι τάχα δ' ἄν τις εἴποι, τίνος τάφων πατρώων λαχαὶ δόμων μάλ' ἀχὼ ἐπ' αὐτοὺς προπέμπει δαϊκτὴρ γόος αὐτόστονος, αὐτοπήμων δαΐφρων, οὐ φιλογαθὴς ἐτύμως. δάκρυ χέων ἐκ φρενός· ἃ κλαιομένας μῦ μινύθει τοῖν δὲ δυοῖν ἀνάκτοιν. Χορόςπάρεστι δ' εἰπεῖν ἐπ' ἀθλίοισιν, ὡς ἔρξάτην πολλὰ μὲν πολίταις. ξένων τε πάντων στίχας πολυφόρους ἐν δαΐ· δὺσ δαίμων σφὶν ἀτεκνῶσα πρὸ πασῶν γυναικῶν ὁπόσαι, Χορόςτεκνογόνοι κέκλωνται. παῖδα ὃν αὑτᾶς πόσιν αὑτᾷ θεμένα τοὺς δ' ἔτεχ', οἳ δ' ὧδ' ἐτελεύτησαν ὑπ' ἀλ- ληλοφόνοις χερσὶν ὁμοσπόροισιν. Χορός ὁμόσποροι δῆτα καὶ πανώλεθροι, διατομαῖς οὐ φίλαις, ἔριδι μαινομένᾳ, νείκεος ἐν τελευτᾷ. πέπαυται δ' ἔχθος· ἐν δὲ γαίᾳ, ζωὰ, φονορρύτω μέμικται. κάρτα δ' εἰσὶν ὁμαίμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος ξεῖνος ἐκ πυρὸς συθεὶς θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων κακὸς διατητὴς ἄρης, ἀρὰν πατρὸς τιθεὶς ἀληθῆ. Χορός ἔχουσι μοῖραν λαχόντες ὦ μέλεοι. διοσδότων ἀχέων, ὑπὸ δὲ σώματος γᾶς, πλοῦτος ἄβυσσος ἔσται. ἰὼ πολλοῖς ἐπανθήσαντες πόνοισί γε δόμοις· τελευτᾷ δ' αἵ δ' ἐπελάλαξαν ἀραὶ ὀξὺν ὠκονώμεναι τετραμμένᾳ, παντρόπῳ φυγᾷ γένους. ἕστακε δ' ἄτας τρόπαιον ἐν πύλαισιν ἐν αἷς ἐθείνοντο· καὶ δυοῖν κρατήσας ἔληξε δαίμων παιθεὶς ἔπαισεν· Ἀντιγόνη σὺ δ' ἔθανες κατακτανών δορὶ δ' ἔκτανες. δορὶ δ' ἔθανες. μελεόπονος. μελεοπαθής. ἴτω δάκρυα. ἴτω γόος. προκείσεται κατακτὰς Ἀντιγόνηἠὲ ἠὲ μαίνεται γόοισι φρήν. Ἰσμήνη ἐντὸς δὲ καρδίᾳ στένει. ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 40 Ἀντιγόνη ἰὼ ἰὼ πολυδάκρυ τε σύ. Ἰσμήνη σὺ δ' αὖτε καὶ πανάθλιε. Ἀντιγόνη πρὸς φίλου γ' ἔφθισο Ἰσμήνη καὶ φίλον ἔκτανες. Ἀντιγόνη διπλᾶ λέγειν. διπλᾶ δ' ὁρᾶν ἀχέων τοίων τάδ' ἐγγύθεν, Ἰσμήνηπέλας δ' ἀδελφεὰ ἀδελφεῶν. Χορός ἰὼ μοῖρα βαρυδότειρα μογθά. πότνιά τ' οἰδίπυ σκιὰ μελαινά τ' ἐριννὺς ἦ μεγασθενὴς εἶ Ἀντιγόνη ἠὲ δυθέατα πήματ' εἴδετ' ἐκ φυγᾶς Ἰσμήνη ἠμοὶ δ' ἵκεθ' ὡς κατέκτανε σωθεὶς δὲ πνεῦμ' ἀπώλεσε. ἀπώλεσε δῆτα. καὶ τόν δ' ἐνόσφισεν. Ἀντιγόνη τάλαν γένος. τάλαιναν καὶ πάθον. δύσονα κήδε' ὁμώνυμα Ἰσμήνη δίυγρα τριπάλτων πημάτων. ὀλοὰ λέγειν. ὀλοὰ δ' ὁρᾶν. Χορόςἰὼ μοῖρα βαρυδότειρα μογθά. πότνιά τ' οἰδίπυ σκιὰ μέλαιν τ' ἐριννὺς, ἦ μεγασθενής τις ἆ. Ἀντιγόνησὺ τοίνυν οἶσθα διαβῶν. Ἰσμήνη σὺ δ' οὐδὲν ὕστερος μαθών. Ἀντιγόνη ἐπεὶ κατῆλθες δὲ πόλιν. Ἰσμήνη δορός γε τῷδ' ἀντιρέτας. Ἀντιγόνη ὀλοὰ λέγειν. ὀλοὰ δ' ὁρᾶν. ἰὼ πόνος. ἰὼ κακὰ δώμασι καὶ χθονὶ, πρὸ πάντων δ' ἐμοί. ἰὼ ἰὼ καὶ τὸ πρόσωγ' ἐμοί. Ἰσμήνη ἰὼ δυστάνων κακῶν ΑΙΣΧΥΛΟΥ Ἰσμήνηἄναξ ἐτεόκλης ἀρχηγέτα Ἀντιγόνη ἰὼ πάντων πολυπονώτατοι. Ἰσμήνη ἰὼ δαιμονῶντες ἐν ἄτᾳ. Ἀντιγόνη ἰὼ ἰὼ πᾶ σφετήσομεν χθονὸς Ἰσμήνη ἰὼ ὅπῃ τιμιώτατον Ἀντιγόνη ἰὼ ἰὼ πῆμα πατρὶ πάροινον. Κῆρυξ δοκοῦντα καὶ δόξαν τ' ἀπαγγέλλειν με χρὴ δήμου προβούλοις τῆς δε καδμείας πόλεως. ἐτεοκλέα μὲν τόν δ' ἐπ' εὐνοίᾳ χθονὸς θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς. στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλε τ' ἐν πόλει. ἱρῶν πατρῴων δ' ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν ᾗ πρ̄ τοῖς νέοις θνήσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδ' ἐπέσταλται λέγειν. τούτου δ' ἀδελφὸν τόν δε πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον ἁρπαγὴν κυσὶν, ὡς ὄντ' ἀναστατῆρα καδμείων χθονός. εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορί τῷ τοῦ δ', ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ' ἐπακτὸν ἐμβαλὼν ᾕροπόλιν οὕτω πετεινῶν τόν δ' ὑπ' οἰωνῶν δοκᾶ ταφέντ' ἀτίμως τὐπιτίμιον λαβεῖν. καὶ μή θ' ὁμαρτεῖν τυμβόα χειρώματα μή τ' ὀξυμολποῖς προσέβειν οἰμώγμασιν ἄτιμον δ' εἶναι ἐκφορᾶς φίλων ὕπο. τοιαῦ τ' ἔδοξε τῷ δε καδμεῖων τέλει. Ἀντιγόνη ἐγὼ δὲ καδμείων προστάταις λέγω. εἰμή τις ἄλλος τόν δε συνθάπτειν θέλῃ. ἐγώ σφε θάψω ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. 41 Ἀντιγόνηἐγὼ σφε θάψω κἀνὰ κίνδυνον βάλω. θάψασ' ἀδελφὸν ὸν ἐμὸν, οὐδ' αἰσχύνομαι, ἔχουσ' ἄπιστον τήν δ' ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον οὗ πεφύκαμεν, μητρὸς ταλαίνης, κἀποδυ στήνου πατρός. τοι γὰρ θέλουσ' ἀκόντι κοινώνει κακῶν. ψυχή, θανόντι ζῶσα συγγόνω φρενί. τούτου δὲ σάρκας, οὐδὲ κοιλογάστορες, λύκοι πάσονται, μὴ δοκησάτω τινί. τάφον γὰρ αὑτῶ, καὶ κατασκαφὰς ἐγώ. γυνήπερ οὖσα, τῶδε μηχανήσομαι κόλπω φέρουσα βυσσίνου πεπλώματος. κἀυτὴ καλύψω. μὴ δόξη πάλιν, θάρσει παρέσται, μηχανὴ δραστήριος. Κῆρυξαὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. Ἀντιγόνηαὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί. Κῆρυξτραχύς γε μέν τοι δῆμος ἐκφυγὼν κακά. Ἀντιγόνητραχύνετ', ἀλλ' ἄγ' ἄθαπτος δ' οὗτος γενήσεται. Κῆρυξἀλλ' ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφω, Ἀντιγόνηἤδη τὰ τοῦ δ' οὐ διατετίμηται θεοῖς, Κῆρυξοὒ πρίν γε χώραν τήνδε κινδύνω βαλεῖν. Ἀντιγόνηπαθὼν κακῶς, κακοῖσιν ἀντιμείβετο. Κῆρυξἀλλ' εἰς ἅπαντας ἀνθ' ἑνὸς τόδ' ἔργον ἦν. Ἀντιγόνηἔρις περαίνει μῦθον ὑστάτη θεῶν, ἐγὼ δὲ θάψω τόνδε, μὴ μακρηγόρει. Κῆρυξἀγ' αὐτόβουλος ἴσθ' ἀπεννέπω δ' ἐγὼ Χορόςφεῦ φεῦ ὦ μεγάλαυχοι, καὶ φθερσιγενεῖς κῆρες ἐριννύες, αἵτ' οἰδιπόδα, γένος ὠλέσατε, πρυμνόθεν οὕτως τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι; Aeschylus. f ΑΙΣΧΥΛΟΥ Χορόςπῶς πῶς τολμήσω μήποτέ σε κλάειν· μήποτέ σε προπέμπειν ἐπὶ τύμβῳ· ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι, δεῖμα πολιτῶν· σύγε μὴν πολλῶν πενθητήρων τεύξῃ· κῆνος δ’ ὁ τάλας ἄγοος μονόκλαυτον θρῆνον ἔχων ἀδελφῆς, εἶσι· τίς ἂν ταῦτα πείθοιτο· Ἡμιχόριον Α δράτω πόλις· καὶ μὴ δράτω τοὺς κλαίοντας Πολυνείκην· ἡμῖς γὰρ ἴμεν, καὶ συνθάψομεν· αἵδε προπομποί· καὶ γὰρ γενεᾷ κοινὸν τό δ’ ἄχος, καὶ πόλις ἄλλως, ἄλλο τ’ ἐπαινεῖ τὰ δίκαια. Ἡμιχόριον Β ἡμῖς δ’ ἅμα τῷ δ’ ὡς περ τὶς πόλις· καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ διὸς ἰσχὺν ὅδε καδμείων ἤρυξε πόλιν μὴ ἀνατραπῆναι· μηδ’ ἀλλοδαπῶν κύματι φωτῶν, κατακλυσθῆναι τὰ μάλιστα.