Ἑπτὰ ἐπὶ θήβας
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Lisa Cerrato
William Merrill
Elli Mylonas
David Smith
The Annenberg CPB/Project
About 110Kb
Trustees of Tufts University
Medford, MA
Perseus Project
Aeschylus
Aeschyli tragoediae
Gottfried Hermann
Lipsiae
Apud Weidmannos
1852
2
OCR from HathiTrust
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Regularized Hermann's 1852 Ἑπτὰ ἐπὶ θήβας in TEI/EpiDoc format using the Hermann Eumenides structure (URN: urn:cts:greekLit:tlg0085.tlg004.hermann1852-grc2).
Τὰ τοῦ δράματος πρόσωπαἘτεοκλῆςἌγγελος ΚατάσκοποςΧορὸς ΠαρθένωνἈντιγόνηἸσμήνηΚῆρυξ
Ἐτεοκλῆς
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια,
ὅςτις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως,
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
εἰ δ᾽ αὖθ', ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις,
οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι
ἥβης ἀκμαίας, καὶ τὸν ἔξηβον χρόνῳ,
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον, ὥς τις ἐμπρεπής,
πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
βωμοῖσι, τιμὰς μὴ ἐξαλειφθῆναι ποτε·
τέκνοις τε, γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
ἣ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
ἐθρέψατ' οἰκητῆρας ἀσπιδηφόρους
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός·
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
Ἐτεοκλῆς
νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προςβολὴν Ἀχαΐδα
νυκτηγορεῖσθαι κἀπιβουλεύειν πόλει.
ἀλλ᾽ ἐς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις
μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων
ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
Ἄγγελος
Ἐτεόκλεες φέριστε, Καδμείων ἄναξ,
ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων·
ἄνδρες γὰρ ἑπτὰ θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος,
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου
Ἄρη τ', Ἐνυώ, καὶ φιλαίματον Φόβον
ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
μνημεῖα δ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
λείβοντες· οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
καὶ τῶνδε πίστις οὐκ ὄκνῳ χρονίζεται.
κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
Ἄγγελος
πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος·
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πνευμόνων.
σὺ δ' ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
καὶ τῶνδε καιρὸν ὅςτις ὤκιστος λαβέ·
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσει.
Ἐτεοκλῆς
ὦ Ζεῦ τε καὶ Γῆ, καὶ πολισσοῦχοι θεοί,
Ἀρά τ' Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
μή μοι πόλιν γε πρεμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
ζυγοῖσι δουλειοῖσι μήποτε σχεθεῖν·
γένεσθε δ' ἀλκή· ξυνὰ δ᾽ ἐλπίζω λέγειν·
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Χοροῦ ἡ Α
θρεῦμαι φοβερὰ μεγάλ᾽ ἄχη·
μεθεῖται στρατὸς στρατόπεδον λιπών·
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·
αἰθερία κόνις με πείθει φανεῖσ᾽,
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
Χοροῦ ἡ Β
ἑλεδεμὰς πεδία ἐπ᾽ ὁπλόκτυπος
βοὰ ποτᾶται, βρέμει δ᾽
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
Χοροῦ ἡ Γ
ἰὼ ἰὼ θεοὶ θεαί τ', ὀρόμενον
Χοροῦ ἡ Γ
κακὸν ἀλεύσατε.
Χοροῦ ἡ Δ
βοᾷ ὑπὲρ τειχέων
ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
τρεπὴς ἐπὶ πόλιν διώκων.
Χοροῦ ἡ Ε
τίς ἄρα ῥύσεται; τίς ἄρ᾽ ἐπαρκέσει
θεῶν ἢ θεᾶν;
Χοροῦ ἡ ς
πότερα δῆτ᾽ ἐγὼ ποτιπέσω βρέτη δαιμόνων;
Χοροῦ ἡ Ζ
ἰὼ μάκαρες εὔεδροι, ἀκμάζει βρετέων
ἔχεσθαι. τί μέλλομεν ἀγάστονοι;
Χοροῦ ἡ Η
ἀκούετ', ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;
Χοροῦ ἡ θ
πέπλων καὶ στεφέων
πότ', εἰ μὴ νῦν, ἀμφὶ λιτάν᾽ ἕξομεν;
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός·
τί ῥέξεις; προδώσεις,
παλαίχθων Ἄρης, γᾶν τεάν;
Χοροῦ ἡ Ι
ὦ χρυσοπήληξ δαῖμον, ἔπιδ᾽, ἔπιδε πόλιν,
ἅν ποτ᾽ εὐφιλήταν ἔθου.
Χοροῦ ἡ ΙΑ
θεοὶ πολισσοῦχοι χθονός,
ἴτ᾽, ἴτε πάντες, ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
Χοροῦ ἡ ΙΒ
κῦμα γὰρ περὶ πτόλιν
δοχμολόφων ἀνδρῶν καχλάζει πνοαῖς
Ἄρεος ὀρόμενον.
Χοροῦ ἡ Α
σὺ δ' ἀλλ᾽, ὦ Ζεῦ, Ζεῦ, πάτερ παντελές,
Χοροῦ ἡ Α
πάντως ἄρηξον δαΐων ἅλωσιν.
Χοροῦ ἡ Β
Ἀργεῖοι δὲ πόλισμα Κάδμου
κυκλοῦνται· φόβος δ᾽ ἀρήϊων ὅπλων·
διάδετοί τε δὴ γένυος ἱππίας
κινύρονται φόνον χαλινοί.
Χοροῦ ἡ Γ
ἑπτὰ δ᾽ ἀγήνορες πρέποντες στρατοῦ
δορυσόοις σάγαις, πύλαις ἑβδόμαις
προςίστανται πάλῳ λαχόντες.
Χοροῦ ἡ Ζ
...
σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,
ῥυσίπολις γενοῦ, Παλλάς, ὅ θ᾽ ἵππιος
ποντομέδων ἄναξ
ἰχθυβόλῳ μαχανᾷ, Ποσειδῶν,
ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
Χοροῦ ἡ Δ
σύ τ', Ἄρης, φεῦ φεῦ, Κάδμου ἐπώνυμον
πόλιν φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
Χοροῦ ἡ Ε
καὶ Κύπρις, ἅτε γένους προμάτωρ,
ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος
γεγόναμεν· λιταῖσί σε θεοκλύτοις
ἀϋτοῦσαι πελαζόμεσθα.
Χοροῦ ἡ ς
καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ
στρατῷ δαΐῳ στόνων ἀϋτᾶς.
σύ τ', ὦ Λατογένεια κούρα,
Ἄρτεμι φίλα, τόξον εὐτυκάζου.
Χοροῦ ἡ ΙΑ
ἒ ἒ ἒ ἔ.
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω.
Χοροῦ ἡ ΙΑ
ὦ πότνι᾽ Ἥρα,
Χοροῦ ἡ ΙΒ
ἔλακον ἀξόνων βριθομένων χνόαι.
Ἄρτεμι φίλα, ἢ ἔ,
Χοροῦ ἡ Ι
δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται.
τί πόλις ἄμμι πάσχει; τί γενήσεται;
ποῖ δὲ τέλος ἔτ᾽ ἐπάγει θεός;
Χοροῦ ἡ ΙΓ
ἒ ἒ ἒ ἔ.
ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται.
Χοροῦ ἡ ΙΔ
ὦ φίλ᾽ Ἄπολλον,
κόναβος ἐν πύλαις χαλκοδέτων σακέων.
Χοροῦ ἡ ΙΕ
ἐκ Διόθεν
πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ
σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, ὑπὲρ πόλεως
ἑπτάπυλον ἕδος ἐπιρρύου.
Ἡμιχόριον Α
ἰὼ παναλκεῖς θεοί,
ἰὼ τέλειοι τέλειαί τε γᾶς τῆσδε πυρ-
γοφύλακες, πόλιν δορίπονον μὴ προδῶθ᾽
ἑτεροφώνῳ στρατῷ.
κλύετε παρθένων, κλύετε πανδίκως
χειροτόνους λιτάς.
Ἡμιχόριον Β
ἰὼ φίλοι δαίμονες,
λυτήριοί τ' ἀμφιβάντες πόλιν, δείξαθ᾽ ὡς
φιλοπόλεις, μέλεσθέ θ' ἱερῶν δημίων,
μελόμενοι δ' ἀρήξατε·
φιλοθύτων δέ τοι πόλεος ὀργίων
μνήστορες ἔστε μοι.
Ἐτεοκλῆς
ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,
ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
αὔειν, λακάζειν, σωφρόνων μισήματα;
μήτ' ἐν κακοῖσι μήτ' ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ γυναικείῳ φυτῷ.
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
δείσασα δ' οἴκῳ καὶ πόλει πλέον κακόν.
καὶ νῦν πολίταις τάςδε διαδρόμους φυγὰς
θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην·
τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,
αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα.
τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
ἀνήρ, γυνή τε, χὤ τι τῶν μεταίχμιον,
ψῆφος κατ' αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.
μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
τἄξωθεν· ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.
ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;
Χορὸς Παρθένων
ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-
σασα τὸν ἁρματόκτυπον ὄτοβον, ὄτοβον,
ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
ἱππικῶν τ᾽ ἀγρύπνων
πηδαλίων δία στόμια
πυριγενετᾶν χαλινῶν.
Ἐτεοκλῆς
τί οὖν; ὁ ναύτης ἆρα μὴ εἰς πρῷραν φυγὼν
πρύμνηθεν εὗρε μηχανὴν σωτηρίας,
νεὼς καμούσης ποντίῳ πρὸς κύματι;
Χορὸς Παρθένων
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
χαῖα βρέτη, θεοῖς πίσυνος, ἅτε νιφάδος
ὅτ' ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις,
δὴ τότ᾽ ἤρθην φόβῳ
πρὸς μακάρων λιτάς, πόλεος
ἵν᾽ ὑπερέχοιεν ἀλκάν.
Ἐτεοκλῆς
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
Χορὸς Παρθένων
οὐκ οὖν τάδ᾽ ἔσται πρὸς θεῶν;
Ἐτεοκλῆς
ἀλλ᾽ οὖν θεοὺς
αὐτοὺς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
Χορὸς Παρθένων
μήποτ' ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν
ἅδε πανήγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ'
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ'
ἁπτόμενον πυρὶ δαΐῳ.
Ἐτεοκλῆς
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
μήτηρ, γονῆς σωτῆρος· ὧδ᾽ ἔχει λόγος.
Χορὸς Παρθένων
ἔστι· θεοῖς δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα·
πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμήχανον
κἀκ χαλεπᾶς δύας ὑπέρ τ᾽ ὀμμάτων
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ἐτεοκλῆς
ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια
θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων·
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορὸς Παρθένων
διὰ θεῶν πόλιν τε νεμόμεθ᾽ ἀδάματον,
Χορὸς Παρθένων
δυςμενέων δ' ὄχλον πύργος ἀποστέγει.
τίς τάδε νέμεσις στυγεῖ;
Ἐτεοκλῆς
οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·
ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
ἕκηλος ἴσθι, μηδ' ἄγαν ὑπερφοβοῦ.
Χορὸς Παρθένων
ποταίνιον κλύουσα πάταγον ἀνάμιγα
ταρβοσύνῳ φόβῳ τάνδε ποτὶ σκοπάν,
τίμιον ἕδος, ἱκόμαν.
Ἐτεοκλῆς
μὴ νῦν, ἐὰν θνήσκοντας ἢ τετρωμένους
πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
Χορὸς Παρθένων
καὶ μὴν ἀκούω γ' ἱππικῶν φρυαγμάτων.
Ἐτεοκλῆς
μὴ νῦν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.
Χορὸς Παρθένων
στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
Ἐτεοκλῆς
οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
Χορὸς Παρθένων
δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.
Ἐτεοκλῆς
οὐ σῖγα; μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν.
Χορὸς Παρθένων
ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
Ἐτεοκλῆς
οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσει τάδε;
Χορὸς Παρθένων
θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
Ἐτεοκλῆς
αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ πᾶσαν πόλιν.
Χορὸς Παρθένων
ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
Ἐτεοκλῆς
ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
Χορὸς Παρθένων
μοχθηρόν, ὥςπερ ἄνδρες ὧν ἁλῷ πόλις.
Ἐτεοκλῆς
παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;
Χορὸς Παρθένων
ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Ἐτεοκλῆς
αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
Χορὸς Παρθένων
λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.
Ἐτεοκλῆς
σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
Χορὸς Παρθένων
σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ἐτεοκλῆς
τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων,
εὔχου τὰ κρείσσω ξυμμάχους εἶναι θεούς.
κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιάνισον,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς ὑδατί τ᾽ Ἰσμηνοῦ λέγω,
εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι
θήσειν τρόπαια, δαΐων δ᾽ ἐσθήματα
στέψω πρὸ ναῶν δουρίπηχθ᾽ ἁγνοῖς δόμοις.
Ἐτεοκλῆς
τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
ἐγὼ δ᾽ ἐπ' ἄνδρας ἕξ, ἐμοὶ σὺν ἑβδόμῳ,
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι, καὶ φλέγειν χρείας ὕπο.
Χορὸς Παρθένων
μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ
γείτονες δὲ καρδίας μέριμναι
ζωπυροῦσι τάρβος
τὸν ἀμφιτειχῆ λεών,
δράκοντας ὡς τις τέκνων
ὑπερδέδοικεν λεχαίων δυςευνάτορας
πάντροφος πελειάς.
τοὶ μὲν γὰρ ποτὶ πύργους
πανδημεὶ πανομιλεὶ
στείχουσιν· τί γένωμαι;
τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
ἰάπτουσι πολίταις
χερμάδ᾽ ὀκριόεσσαν.
παντὶ τρόπῳ, Διογενεῖς θεοί,
πόλιν καὶ στρατὸν
Καδμογενῆ ῥύεσθε.
ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
τῆσδ᾽ ἄρειον, ἐξαφέντες ἐχθροῖς
τὰν βαθύχθον᾽ αἶαν,
ὕδωρ τε Διρκαῖον, εὐ-
τραφέστατον πωμάτων
ὅσων ἵησιν Ποσειδῶν ὁ γαιάοχος,
Τηθύος τε παῖδες;
πρὸς τάδ᾽, ὦ πολιοῦχοι
Χορὸς Παρθένων
θεοί, τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
ἄταν, ῥίψοπλον ἄταν
ἐμβαλόντες, ἄροισθε
κῦδος τοῖςδε πολίταις
καὶ πόλεως ῥύτορες εὔεδροί
τε στάθητ᾽
ὀξυγόοις λιταῖσιν.
οἰκτρὸν γὰρ πόλιν ὧδ᾽
ὠγυγίαν Ἀΐδᾳ προϊάψαι δορὸς ἄγραν,
δουλίαν, ψαφαρᾷ σποδῷ
ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
περθομέναν ἀτίμως,
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
ἢ ἔ,
νέας τε καὶ παλαιὰς
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων.
βοᾷ δὲ καὶ κενουμένα πόλις,
λαΐδος ὀλλυμένας μιξοθρόου·
βαρείας τις τύχας προταρβῶν.
κλαυτὸν δ᾽ ἀρτιτρόποις
ὠμοδρόπων νομίμων προπάροιθεν διαμεῖψαι
δωμάτων στυγερὰν ὁδόν.
τί τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν;
πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
ἒ ἔ,
δυςτυχῆ τε πράσσει·
ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-
ει, τὰ δὲ πυρφορεῖ·
καπνῷ δὲ χραίνεται πόλισμ᾽ ἅπαν·
Χορὸς Παρθένων
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.
κορκορυγαὶ δ᾽ ἂν ἄστυ· πρότι δ᾽ ὁρκάνα πυργῶτις.
πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ ἀμφὶ δορὶ καίνεται·
βλαχαὶ δ' αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
ἀρτιτρεφεῖς βρέμονται.
ἁρπαγαὶ δέ, διαδρομᾶν ὁμαίμονες.
ξυμβολεῖ φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
οὔτε μεῖον, οὔτ᾽ ἴσον λελιμμένοι.
τῶν ἐκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα.
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει
κυρήσας, πικρόν γ' ὄμμα θαλαμηπόλων·
πολλὰ δ᾽ ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται·
δμωΐδες δὲ καινοπήμονες νέαι,
τλῆμον αἰχμάλωτον εὐνὰν
ἀνδρὸς εὐτυχοῦντος, ὡς
δυςμενοῦς ὑπερτέρου,
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.
Ἡμιχόριον Α
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
πευθώ τιν ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ἡμιχόριον Β
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτός, Οἰδίπου τόκος,
εἶσ᾽ ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.
Ἄγγελος
λέγοιμ᾽ ἄν, εἰδὼς εὖ, τὰ τῶν ἐναντίων,
ὡς τ' ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος,
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων, βοᾷ·
θένει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ·
τοιαῦτ᾽ ἀϋτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμ'· ὑπ᾽ ἀσπίδος δὲ τῷ
χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
ἔχει δ' ὑπέρφρον σῆμ' ἐπ᾽ ἀσπίδος τόδε,
φλέγονθ' ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον·
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σάγαις
βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν δ᾽ ὡς κατασθμαίνων μένει,
ὅςτις βοὴν σάλπιγγος ὀργαίνει μένων.
τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
κλήθρων λυθέντων προστατεῖν φερέγγυος;
Ἐτεοκλῆς
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,
οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα,
λόφοι δὲ κώδων τ' οὐ δάκνουσ᾽ ἄνευ δορός.
καὶ νύκτα ταύτην, ἣν λέγεις ἐπ᾽ ἀσπίδος
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ' ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
γένοιτ' ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,
καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
Ἐτεοκλῆς
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τόνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ' ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ' ἐγχώριος
Μελάνιππος· ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ.
Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Χορὸς Παρθένων
τὸν ἀμόν νυν ἀντίπαλον εὐτυχεῖν
θεοὶ δοῖεν· ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται· τρέμω δ' αἱματη-
φόρους μόρους ὑπὲρ φίλων
ὀλομένων ἰδέσθαι.
Ἄγγελος
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί.
Καπανεὺς δ᾽ ἐπ' Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ·
πύργοις δ᾽ ἀπειλεῖ δείν', ἃ μὴ κραίνοι Τύχη.
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντος φησιν, οὐδὲ τὴν Διὸς
Ἔριν πέδῳ σκήψασαν ἐμποδὼν σχεθεῖν.
τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη,
χρυσοῖς δὲ φωνεῖ γράμμασιν "πρήσω πόλιν."
τοιῷδε φωτὶ πέμπε, τίς ξυστήσεται;
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
Ἐτεοκλῆς
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
Ἐτεοκλῆς
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος.
Καπανεὺς δ᾽ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
θεοὺς ἀτίζων κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ, θνητὸς ὤν, ἐς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη.
πέποιθα δ' αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ᾽ ἐπ' αὐτῷ, καὶ στόμαργός ἐστ᾽ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
Ἀρτέμιδος εὐνοίαισι σύν τ' ἄλλοις θεοῖς.
λέγ' ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Χορὸς Παρθένων
ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,
κεραυνοῦ δέ μιν βέλος ἐπισχέθοι,
πρὶν ἐμὸν ἐςθορεῖν δόμον, πωλικών θ'
ἑδωλίων μ' ὑπερκόπῳ
δορί ποτ᾽ ἐκλαπάξαι.
Ἄγγελος
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
ἐξ ὑπτίου πήδησεν εὐχάλκου κράνους,
πύλαισι Νηΐσταισι προςβαλεῖν λόχον.
ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐνβριμωμένας
δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον·
ἀνὴρ δ᾽ ὁπλίτης κλίμακος προςαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων·
βοᾷ δὲ χοὗτος γραμμάτων ἐν ξυλλαβαῖς,
ὡς οὐδ᾽ ἂν Ἄρης σφ' ἐκβάλοι πυργωμάτων·
Ἄγγελος
καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
πόλεως ἀπείργειν τῆσδε δούλειον ζυγόν.
Ἐτεοκλῆς
πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·
καὶ δὴ πέπεμπται, κόμπον ἐν χεροῖν ἔχων,
Μεγαρεύς, Κρέοντος σπέρμα, τοῦ σπαρτῶν γένους,
ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ' ἐπ᾽ ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
κόμπαζ᾽ ἐπ' ἄλλῳ, μηδέ μοι φθόνει λέγων.
Χορὸς Παρθένων
ἐπεύχομαι τῷδε μὲν εὖ τελέσαι,
ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυςτυχεῖν.
ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομένᾳ φρενί, τώς νιν
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
Ἄγγελος
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος.
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
ὅςτις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν᾽, ἱέντα πυρπνόον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προςηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ' Ἄρει
βακχᾷ πρὸς ἀλκήν, θυιὰς ὡς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Ἐτεοκλῆς
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ' ἀγχίπτολις
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν
εἴρξει, νεοσσῶν ὡς δράκοντα δύςχιμον·
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
ἀνὴρ κατ' ἄνδρα τοῦτον ᾑρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν, ἐν χρείᾳ τύχης·
οὔτ᾽ εἶδος, οὔτε θυμόν, οὔθ᾽ ὅπλων σχέσιν
μωμητός· Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἀνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων
θεούς· ὃ μὲν γὰρ πυρπνόον Τυφῶν᾽ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων.
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
τοιάδε μέν τις προςφίλεια δαιμόνων·
πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἳ δ᾽ ἡσσωμένων.
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας·
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
σωτὴρ γένοιτ' ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.
Χορὸς Παρθένων
πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον
ἔχοντ᾽ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
δαροβίοισι θεοῖσιν,
πρόσθε πυλᾶν κεφαλὴν ἰάψειν.
Ἄγγελος
οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προςταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ' αὐτὸν Διογενοῦς Ἀμφίονος·
ὄμνυσι δ᾽ αἰχμήν, ἣν ἔχει μᾶλλον θεοῦ
σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,
ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Ἄγγελος
δορός· τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηΐδων
ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
ὃ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον
φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προςίσταται.
οὐ μὴν ἀκόμπαστός γ' ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
σάκει, κυκλωτῷ σώματος προβλήματι,
Σφίγγ᾽ ὠμόσιτον προςμεμηχανημένην
γόμφοις ἐνώμᾳ, λαμπρὸν ἔκκρουστον δέμας·
φέρει δ᾽ ὑφ᾽ αὐτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖ πόρον,
Παρθενοπαῖος Ἀρκάς. ὁ δὲ τοιόσδ᾽ ἀνήρ,
μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖςδ᾽ ἃ μὴ κραίνοι θεός.
Ἐτεοκλῆς
εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν,
ἦ τἂν πανώλεις παγκάκως τ' ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰςαμεῖψαι θηρός, ἐχθίστου δάκους,
εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος·
ἔξωθεν δ᾽ εἴσω τῷ φέροντι μέμψεται,
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων· ἂν ἀληθεύσαιμ᾽ ἐγώ.
Χορὸς Παρθένων
ἱκνεῖται λόγος διὰ στηθέων,
Χορὸς Παρθένων
τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,
μεγάλα μεγαληγόρων κλυούσα
ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
θεοὶ τούςδ᾽ ὀλέσειαν ἐν γῇ.
Ἄγγελος
ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον
ἀλκήν τ' ἄριστον, μάντιν, Ἀμφιάρεω βίαν·
Ὁμολωΐσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν,
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
[μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,]
Ἐρινύος κλητῆρα, πρόςπολον φόνου,
κακῶν τ' Ἀδράστῳ τῶνδε βουλευτήριον·
καὶ τὸν σὸν αὖθις ἐς πατρὸς μοῖραν κάσιν,
ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
δυςεκτέλευτον τοὔνομ᾽ ἐνδατούμενος,
καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα·
ἦ τοῖον ἔργον καὶ θεοῖσι προςφιλές,
καλόν τ᾿ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα.
μητρὸς δὲ πηγὴν τίς κατασβέσει δίκη;
πατρίς τε γαῖα, σῆς ὑπὸ σπουδῆς δορὶ
ἁλοῦσα, πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
μαχώμεθ'· οὐκ ἄτιμον ἐλπίζω μόρον.
τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκυκλον νέμων
πάγχαλκον ηὔδα· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἀφ᾿ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
πέμπειν ἐπαινῶ· δεινὸς ὃς θεοὺς σέβει.
Ἐτεοκλῆς
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι δυςσεβεστάτοις.
ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος.
[ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται·]
ἢ γὰρ ξυνειςβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
ἢ ξὺν πολίταις ἀνδράσιν, δίκαιος ὤν,
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
ταὐτοῦ κυρήσας ἐνδίκως ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ δάμη.
οὗτος δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
σώφρων, δίκαιος, ἀγαθός, εὐσεβὴς ἀνήρ,
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν φρενῶν βίᾳ,
τείνουσι πομπὴν τὴν μακρὰν πόλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
δοκῶ μὲν οὖν σφε μηδὲ προςβαλεῖν πύλαις,
οὐχ ὡς ἄθυμος, οὐδὲ λήματος κάκῃ,
ἀλλ᾽ οἶδεν, ὡς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου.
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
ὅμως δ᾽ ἐπ' αὐτῷ φῶτα, Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,
ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται
παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Χορὸς Παρθένων
κλύοντες θεοὶ δικαίους λιτὰς
ἡμετέρας τελεῖθ', ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ' ἐκτρέποντες ἐς γᾶς
Χορὸς Παρθένων
ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν
βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
Ἄγγελος
τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας,
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας,
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
ἢ ζῶντ᾽ ἀτιμαστῆρα τώς σ᾿ ἀνδρηλάτην
φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον.
τοιαῦτ᾽ ἀϋτεῖ καὶ θεοὺς γενεθλίους
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
διπλοῦν τε σῆμα προςμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
ἄγει γυνή τις σωφρόνως ἡγουμένη·
Δίκη γὰρ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει, “Κατάξω δ᾽ ἄνδρα τόνδε, καὶ πόλιν
ἕξει, πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι, τίνα πέμπειν δοκεῖς·
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψει· σὺ δ᾽ αὐτὸς γνῶθι, ναυκλήρει πόλιν.
Ἐτεοκλῆς
ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
ὦ πανδάκρυτον ἀμὸν Οἰδίπου γένος·
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεςφόροι.
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυςφορώτερος γόος.
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
τάχ᾽ εἰσόμεσθα ταπίσημ᾽ ὅπῃ τελεῖ·
εἴ νιν κατάξει χρυσότευκτα γράμματα
Ἐτεοκλῆς
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν·
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω,
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
Δίκη προςεῖπε καὶ κατηξιώσατο·
οὔτ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαι νιν αὐτῷ νῦν παραστατεῖν πέλας,
ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ' ἄρχων, καὶ κασιγνήτῳ κάσις,
ἐχθρὸς ξὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος
κνημῖδας, αἰχμήν, καὶ πετρῶν προβλήματα.
Χορὸς Παρθένων
μή, φίλτατ' ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ·
ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον·
ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ἐτεοκλῆς
εἴπερ κακὸν φέροι τις αἰσχύνης ἄτερ,
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσιν·
κακῶν δὲ κᾆσχρῶν οὔ τιν' εὐκλείαν ἐρεῖς.
Χορὸς Παρθένων
τί μέμονας τέκνον; μήτι σε θυμοπλη-
θὴς δορίμαργος ἄτα φερέτω, κακοῦ δ᾽
ἔκβαλ᾽ ἔρωτος ἀρχάν.
Ἐτεοκλῆς
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχόν,
Ἐτεοκλῆς
Φοίβῳ στυγηθέν, πᾶν τὸ Λαΐου γένος.
Χορὸς Παρθένων
ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-
νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
αἵματος οὐ θεμιστοῦ.
Ἐτεοκλῆς
φίλου γὰρ ἐχθρά μοι πατρὸς τελεῖ ἀρὰ
ξηροῖς ἀκλαύστοις ὄμμασιν προςιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
Χορὸς Παρθένων
ἀλλὰ σὺ μὴ 'ποτρύνου· κακὸς οὐ κεκλή-
σει, βίον εὖ κυρήσας· μελάναιγὶς οὐκ
εἶσι δόμους Ἐρινύς, ὅταν ἐκ χερῶν
θεοὶ θυσίαν δέχωνται.
Ἐτεοκλῆς
θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται·
τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
Χορὸς Παρθένων
νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ κλύδων,
λήματος ἐντροπαίᾳ χρονίᾳ μεταλ-
λακτός, ἴσως ἂν ἔλθοι θαλερωτέρῳ
πνεύματι· νῦν δ᾽ ἔτι ζεῖ.
Ἐτεοκλῆς
ἐξέζεσαν γὰρ Οἰδίπου κατεύγματα·
ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
ὄψεις, πατρῴων χρημάτων δατήριοι.
Χορὸς Παρθένων
πείθου γυναιξί, καίπερ οὐ στέργων ὅμως.
Ἐτεοκλῆς
λέγοιτ' ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.
Χορὸς Παρθένων
μὴ ἔλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.
Ἐτεοκλῆς
τεθηγμένον τοί μ' οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χορὸς Παρθένων
νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ἐτεοκλῆς
οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χορὸς Παρθένων
ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ἐτεοκλῆς
θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
Χορὸς Παρθένων
πέφρικα τὴν ὠλεσίοικον
θεόν, οὐ θεοῖς ὁμοίαν,
παναληθῆ, κακόμαντιν
πατρὸς εὐκταίαν Ἐρινύν,
τελέσαι τὰς περιθύμους
κατάρας Οἰδιπόδα βλαψίφρονος·
παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει.
ξένος δὲ κλήρους ἐπινωμᾷ
Χάλυβος, Σκυθῶν ἄποικος,
κτεάνων χρηματοδαίτας
πικρός, ὠμόφρων σίδαρος,
χθόνα ναίειν διαπήλας,
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους.
ἐπειδὰν αὐτοκτόνως
αὐτοδάϊκτοι θάνωσι
καὶ γαῖα κόνις πίῃ
μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι;
τίς ἄν σφε λούσειεν; ὦ
πόνοι δόμων νέοι παλαι-
Χορὸς Παρθένων
οῖσι συμμιγεῖς κακοῖς.
παλαιγενῆ γὰρ λέγω
παρβασίαν ὠκύποινον·
αἰῶνα δ᾽ ἐς τρίτον μένει,
Ἀπόλλωνος εὖτε Λάϊος
βίᾳ, τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις, θνάσκοντα γέν-
νας ἄτερ σώζειν πόλιν.
κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλίαις
ἐγείνατο μὲν μόρον αὑτῷ,
πατροκτόνον Οἰδιπόδαν,
ὅςτε μὴ πρὸς ἁγνὰν
σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη,
ῥίζαν αἱματόεσσαν
ἔτλα· παράνοια συνᾶγε
νυμφίους φρενώλεις.
κακῶν δ᾽ ὥςπερ θάλασσα κῦμ᾽ ἄγει·
τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει
τρίχαλον, ὃ καὶ περὶ πρύ-
μναν πόλεως καχλάζει·
μεταξὺ δ᾽ ἀλκὰν δι᾽ ὀλίγου
τείνει πύργος ἐν Ἄρει.
δέδοικα δέ, σὺν βασιλεῦσι
μὴ πόλις δαμασθῇ.
τέλειαι γὰρ παλαιφάτων ἀρᾶν
βαρεῖαι καταλλαγαί· τὰ δ᾽ ὀλοὰ
πελόμεν᾽ οὐ παρἔρχεται.
πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει
ἀνδρῶν ἀλφηστᾶν
Χορὸς Παρθένων
ὄλβος ἄγαν παχυνθείς.
τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν
θεοὶ καὶ ξυνέστιοι πόλεος, ὁ
πολύβοτός τ' αἰὼν βροτῶν,
ὅσον τότ' Οἰδίπουν τίον,
τὰν ἁρπαξάνδραν
κῆρ᾽ ἀφελόντα χώρας;
ἐπεὶ δ᾽ ἀρτίφρων
ἐγένετο μέλεος ἀθλίων
γάμων, ἐπ' ἄλγει δυςφορῶν
μαινομένᾳ κραδίᾳ
δίδυμα κάκ' ἐτέλεσεν·
πατροφόνῳ χερὶ τῶν
κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη.
τέκνοισιν δ᾽ ἀρὰς
ἐφῆκεν ἐπικότους τροφᾶς,
αἰαῖ, πικρογλώσσους ἀράς,
καί σφε σιδαρονόμῳ
διὰ χερὶ ποτε λαχεῖν
κτήματα· νῦν δὲ τρέω,
μὴ τελέσῃ καμψίπους Ἐρινύς.
Ἄγγελος
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλειον ζυγόν·
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα,
πόλις δ᾽ ἐν εὐδίᾳ τε, καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο,
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις.
καλῶς ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασιν.
τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτας
Ἄγγελος
ἄναξ Ἀπόλλων εἵλετ', Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυςβουλίας.
Χορὸς Παρθένων
τί δ᾽ ἐστὶ πρᾶγος νεόκοτον πόλει παρόν;
Ἄγγελος
πόλις σέσωσται· βασιλέοιν δ᾽ ὁμοσπόροιν—
Χορὸς Παρθένων
τίνων; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου.
Ἄγγελος
φρονοῦσα νῦν ἄκουσον, Οἰδίπου γένους—
Χορὸς Παρθένων
οἴ γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Ἄγγελος
πέπωκεν αἷμα γαῖ᾽ ὑπ' ἀλλήλων φόνῳ.
Χορὸς Παρθένων
ἐκεῖθι κἦλθον; βαρέα δ᾽ οὖν ὅμως φράσον.
Ἄγγελος
ἄνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορὸς Παρθένων
οὕτως ἀδελφαῖς χερσὶν ἠναίροντ᾽ ἄγαν.
Ἄγγελος
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι.
Χορὸς Παρθένων
οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἅμα.
Ἄγγελος
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύςποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται
δισσὼ στρατηγὼ διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθόνα,
πατρὸς κατ᾽ εὐχὰς δυςπότμους φρουρούμενοι.
Χορὸς Παρθένων
ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
Χορὸς Παρθένων
δαίμονες, οἳ τούςδε ῥύεσθε
Κάδμου πύργους,
πότερον χαίρω κἀπολολύξω
σωτῆρι πόλεως ἀσινείᾳ,
ἢ τοὺς μογεροὺς καὶ δυςδαίμονας
ἀτέκνους κλαύσω πολεμάρχας;
οἳ δῆτ᾽ ὀρθῶς κατ' ἐπωνυμίαν
* κλεινοί τ᾽ ἐτεὸν* καὶ πολυνεικεῖς
ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ.
ὦ μέλαινα καὶ τελεία
γένεος Οἰδίπου τ' ἀρά,
κακόν με καρδίαν τι περιπίτνει κρύος.
ἔτευξα τύμβῳ μέλος
θυιάς, αἱματοσταγεῖς
νεκροὺς κλύουσα δυςμόρως
θανόντας· ἦ δύςορνις ἅ-
δε ξυναυλία δορός.
ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπε
πατρόθεν εὐκταία φάτις,
βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν·
μέριμνα δ᾽ ἀμφὶ πτόλιν·
θέσφατ᾽ οὐκ ἀμβλύνεται.
ἰὼ πολύστονοι, τόδ᾽ εἰρ-
γάσασθ᾽ ἄπιστον· ἦλθε δ᾽ αἰ-
ακτὰ πήματ' οὐ λόγῳ.
τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
διπλαῖ μέριμναι, δίδυμ᾽ ἀγανόρεα κακά,
αὐτοφόνα, δίμοιρα, τέλεα τάδε πάθη· τί φῶ;
τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι δόμων ἐφέστιοι;
ἀλλὰ γόων, φίλαι, κατ' οὗρον
Χορὸς Παρθένων
ἐρέσσετ' ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰεὶ δι' Ἀχέροντ᾽ ἀμείβεται
τὰν ναύστολον μελάγκροκον θεωρίδα,
τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον,
πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
ἀλλὰ γὰρ ἥκουσ' αἵδ᾽ ἐπὶ πρᾶγος
πικρόν, Ἀντιγόνη τ' ἠδ᾽ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων
στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυςκέλαδόν θ᾽ ὕμνον Ἐρινύος
ἰαχεῖν, Ἀΐδα τ'
ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν.
ἰώ,
δυςαδελφόταται πασῶν, ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω, στένομαι, καὶ δόλος οὐδείς,
μὴ ἐκ φρενὸς ὀρθῶς με λιγαίνειν.
Ἡμιχόριον Α
ἰὼ ἰὼ δύςφρονες,
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
πατρῴους δόμους ἑλόν-
τες μέλεοι σὺν ἀλκᾷ.
Ἡμιχόριον Β
μέλεοι δῆθ᾽, οἳ μελέους θανάτους
εὕροντο δόμων ἐπὶ λύμῃ.
Ἡμιχόριον Α
ἰὼ ἰὼ δωμάτων
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, τί δὴ διήλ-
λαχθε σὺν σιδάρῳ.
Ἡμιχόριον Β
κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
Ἡμιχόριον Α
δι᾽ εὐωνύμων τετυμμένοι,
Ἡμιχόριον Β
τετυμμένοι δῆθ᾽, ὁμο-
σπλάγχνων τε πλευρωμάτων.
Ἡμιχόριον Α
αἰαῖ δαιμόνιοι,
καὶ δόμοισιν ἐννέπειν,
αἰαῖ δ᾽ ἀντιφόνων θανάτων ἀραί.
Ἡμιχόριον Β
διανταίαν λέγεις πεπλαγμένους
καὶ δόμοισιν ἐννέπειν,
ἀναυδάτῳ μένει
ἀραίῳ τ᾽ ἐκ πατρὸς
σὺν διχόφρονι πότμῳ.
Ἡμιχόριον Α
διήκει δὲ καὶ πόλιν στόνος.
Ἡμιχόριον Β
στένουσι πύργοι, στένει
πέδον φίλανδρον, μενεῖ
κτέανά τ᾽ ἐπιγόνοις,
Ἡμιχόριον Α
δι' ὧν αἰνομόροις,
δι' ὧν νεῖκος ἔβα θανάτου τέλος.
Ἡμιχόριον Β
ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι
κτήμαθ', ὥςτ᾽ ἴσον λαχεῖν.
διαλλακτῆρι δ᾽ οὐκ
ἀμεμφεία φίλοις,
οὐδ᾽ ἐπίχαρις Ἄρης.
Ἡμιχόριον Α
σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν,
σιδαρόπλακτοι δὲ τοὺς μένουσιν,
τάχ᾽ ἄν τις εἴποι τίνες;
τάφων πατρῴων λαχαί.
Ἡμιχόριον Β
δόμων μάλ᾽ ἀχὰν ἐπ' αὐτοῖς
προπέμπει
δαϊκτὴρ γόος αὐτόστονος αὐτοπήμων,
δαϊόφρων, οὐ φιλογα-
θής, ἐτύμως δακρυχέων
ἐκ φρενός, ἃ κλαιομένας μου μινύθει,
τοῖνδε δυοῖν ἀνάκτοιν.
Ἡμιχόριον Α
πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν,
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων τε πάντων στίχας
πολυφθόρους ἐν δαΐ.
Ἡμιχόριον Β
δυςδαίμονάς σφ᾽ ἡ τεκοῦσα
πρὸ πασῶν
γυναικῶν, ὁπόσαι τεκνογόνοι κέκληνται.
παῖδα τὸν αὑτᾶς πόσιν αὑ-
τᾷ θεμένα, τούςδ᾽ ἔτεχ᾽· οἳ δ᾽
ὧδ᾽ ἐτελεύτασαν ὑπ' ἀλληλοφόνοις
χερσὶν ὁμοσπόροισιν.
Ἡμιχόριον Α
ὁμόσποροι δῆτα καὶ πανώλεθροι
διατομαῖς οὐ φίλαις,
ἔριδι μαινομένᾳ,
νείκεος ἐν τελευτᾷ.
Ἡμιχόριον Β
πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ
ζωὴ φονορύτῳ
Ἡμιχόριον Β
μέμικται, κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
πικρὸς λυτὴρ νεικέων
ὁ Πόντιος ξεῖνος ἐκ πυρὸς συθείς,
θηκτὸς σίδαρος, πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης,
ἀρὰν πατρῴαν τιθεὶς ἀληθῆ.
Ἡμιχόριον Α
ἔχουσι μοῖραν λαχόντες, ὢ μέλεοι,
Διοσδότων ἀχθέων·
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.
Ἡμιχόριον Β
ἰὼ πολλοῖς ἐπανθίσαντες
πόνοισι γενεάν·
τελευτᾷ δ᾽ αἵδ᾽ ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον,
τετραμμένου παντρόπῳ φυγᾷ γένους·
ἕστακε δ' Ἄτας τροπαῖον ἐν πύλαις,
ἐν αἷς ἐθείνοντο, καὶ
δυοῖν κρατήσας ἔληξε δαίμων.
Ἀντιγόνη
παισθεὶς ἔπαισας.
Ἰσμήνη
σὺ δ᾽ ἔθανες κατακτανών.
Ἀντιγόνη
δορὶ δ᾽ ἔκανες.
Ἰσμήνη
δορὶ δ᾽ ἔθανες.
Ἀντιγόνη
μελεόπονος.
Ἰσμήνη
μελεοπαθής.
Ἀντιγόνη
ἴτω γόος.
Ἰσμήνη
ἴτω δάκρυ.
Ἀντιγόνη
πρόκεισαι κατακτάς.
Ἰσμήνη
* πρόκεισαι φονευθείς.
Ἀντιγόνη
ἠέ.
Ἰσμήνη
ἠέ.
Ἀντιγόνη
μαίνεται γόοισι φρήν.
Ἰσμήνη
ἐντὸς δὲ καρδία στένει.
Ἀντιγόνη
ἰὼ ἰὼ δάκρυτε σύ.
Ἰσμήνη
σὺ δ᾽ αὖτε καὶ πανάθλιε.
Ἀντιγόνη
πρὸς φίλου ἔφθισο.
Ἰσμήνη
καὶ φίλον ἔκτανες.
Ἀντιγόνη
διπλᾶ λέγειν.
Ἰσμήνη
διπλᾶ δ᾽ ὁρᾶν.
Ἀντιγόνη
ἄχεα δοιὰ τάδ᾽ ἔγγυθεν.
Ἰσμήνη
πέλας ἀδελφὰ δ᾽ ἀδελφεῶν.
Ἀντιγόνη
ὀλοὰ λέγειν.
Ἰσμήνη
ὀλοὰ δ᾽ ὁρᾶν.
Ἀντιγόνη
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ' Οἰδίπου σκιά.
Ἰσμήνη
μέλαιν' Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Ἀντιγόνη
ἠέ.
Ἰσμήνη
ἠέ.
Ἀντιγόνη
δυςθέατα πήματα.
Ἰσμήνη
ἔδειξε δ᾽ ἐκ φυγᾶς ἐμοί.
Ἀντιγόνη
οὐδ᾽ ἵκεθ᾽, ὡς κατέκτανεν.
Ἰσμήνη
σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.
Ἀντιγόνη
ὤλεσε δῆτα, ναί.
Ἰσμήνη
τόνδε δ᾽ ἐνόσφισεν.
Ἀντιγόνη
τάλαν γένος.
Ἰσμήνη
τάλαν πάθος.
Ἀντιγόνη
δίπονα κήδε᾽ ὁμώνυμα.
Ἰσμήνη
δίυγρα πήματα παλμάτων.
Ἀντιγόνη
ὀλοὰ λέγειν.
Ἰσμήνη
ὀλοὰ δ᾽ ὁρᾶν.
Ἀντιγόνη
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ' Οἰδίπου σκιά.
Ἰσμήνη
μέλαιν' Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Ἀντιγόνη
σύ τοί νιν οἶσθα διαπερῶν,
Ἰσμήνη
σὺ δ᾽ οὐδὲν ὕστερος μαθών,
Ἀντιγόνη
ἐπεὶ κατῆλθες ἐς πόλιν,
Ἰσμήνη
δορός γε τῷδ' ἀντηρέτας.
Ἀντιγόνη
ὢ πόνος.
Ἰσμήνη
ὢ κακά.
Ἀντιγόνη
δώμασι.
Ἰσμήνη
καὶ χθονί,
Ἀντιγόνη
πρὸ πάντων δ᾽ ἐμοί.
Ἰσμήνη
καὶ τὸ πρόσω γ' ἐμοί.
Ἀντιγόνη
ἰὼ δυςπότμων.
Ἰσμήνη
ἄναξ Ἐτεόκλεις.
Ἀντιγόνη
σὺ δ᾽ ἀρχαγέτας,
Ἰσμήνη
Ἀντιγόνη
ἰώ πάντων πολυστονώτατοι.
Ἰσμήνη
Ἀντιγόνη
ἰώ, ἰώ, δαιμονῶντες ἄτᾳ.
Ἰσμήνη
ἰώ, ἰώ, ποῦ σφε θήσομεν χθονός;
Ἀντιγόνη
ἰώ, ὅπου τιμιώτατον.
Ἰσμήνη
ἰώ, ἰώ, πῆμα πατρὶ πάρευνον.
Κῆρυξ
δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ
δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·
Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει,
ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ
τέθνηκεν οὗπερ τοῖς νέοις θνήσκειν καλόν.
οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν.
τούτου δ᾽ ἀδελφὸν τόνδε, Πολυνείκους νεκρόν,
ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός,
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
τῷ τοῦδ'· ἄγος δὲ καὶ θανὼν κεκτήσεται
θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε,
στράτευμ᾽ ἐπακτὸν ἐμβαλών, ᾕρει πόλιν.
οὕτω πετεινῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ
ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
καὶ μήθ' ὁμαρτεῖν τυμβοχόα χειρώματα,
μήτ' ὀξυμόλποις προςσέβειν οἰμώγμασιν,
ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο·
τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει.
Ἀντιγόνη
ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω,
ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
ἐγώ σφε θάψω, κἀνὰ κίνδυνον βαλῶ,
θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι
ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν,
ψυχή, θανόντι ζῶσα, συγγόνῳ φρενί.
τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
λύκοι σπάσονται· μὴ δοκησάτω τινί.
τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ,
γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
κόλπῳ φέρουσα βυσσίνου πεπλώματος,
καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν.
θάρσει· παρέσται μηχανὴ δραστήριος.
Κῆρυξ
αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τόδε.
Ἀντιγόνη
αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.
Κῆρυξ
τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Ἀντιγόνη
τράχυν· ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.
Κῆρυξ
ἀλλ' ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;
Ἀντιγόνη
ἤδη τὰ τοῦδ᾽ οὐ δυςτετίμηται θεοῖς.
Κῆρυξ
οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Ἀντιγόνη
παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κῆρυξ
ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.
Ἀντιγόνη
Κῆρυξ
ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
Ἀντιγόνη ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
Κῆρυξ
ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
Χορὸς Παρθένων
φεῦ φεῦ.
ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα
γένος ὠλέσατε πρέμνοθεν οὕτως,
τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;
πῶς τολμήσω μήτε σὲ κλαίειν
μήτε προπέμπειν ἐπὶ τύμβῳ;
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν.
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξει· κεῖνος δ᾽ ὁ τάλας ἄγους
μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
εἶσι. τίς ἂν ταῦτα πίθοιτο;
Ἡμιχόριον Α
δράτω τι πόλις καὶ μὴ δράτω
τοὺς κλαίοντας Πολυνείκη.
ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
αἵδε προπομποί. καὶ γὰρ γενεᾷ
κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως
καὶ πόλις ἄλλως
ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.
Ἡμιχόριον Β
ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥςπερ τε πόλις
Ἡμιχόριον Β
καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ ἀνατραπῆναι, μηδ᾽ ἀλλοδαπῶν
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.