ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Gregory Crane
Schmidt Sciences
2 volumes; 20 cm
Trustees of Tufts University
Medford, MA
Perseus Project
tlg0085.tlg004.mazon1920_grc2.xml
For scholarly use; verify rights against the source edition and repository policy.
Aeschylus
Eschyle
texte établi et traduit par Paul Mazon
Paul Mazon
Paris
Les Belles Lettres
1920-1925
2
HathiTrust catalog record
French and Ancient Greek on opposite pages.
This pointer pattern extracts verse lines
French
Greek, Ancient (to 1453)
Latin
Split and standardized from Mazon's bilingual complete Aeschylus (URN: urn:cts:greekLit:tlg0085.tlg004.mazon1920_grc2).
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως,
οἴακα νωμῶν βλέφαρα μὴ κοιμῶν ὕπνῳ·
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
εἰ δ' αὖθ', ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
ὑμνοῖθ' ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις
οἰμώγμασίν θ', ὧν Ζεὺς ἀλεξητήριος
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
Ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ' ἔτι
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
βλαστημὸν ἀλδαίνοντα σώματος
πολύν
πολύ
,
ὥραν
ὥραν
ἔχονθ' ἕκαστον ὥς τι συμπρεπές,
πόλει τ' ἀρήγειν καὶ θεῶν ἐγχωρίων
βωμοῖσι, τιμὰς μὴ 'ξαλειφθῆναί ποτε,
τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
ἐθρέψατ'
οἰκητῆρας
οἰκιστῆρας
ἀσπιδηφόρους
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
Καὶ νῦν μὲν ἐς τόδ' ἦμαρ εὖ ῥέπει θεός·
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ·
νῦν δ', ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ —
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
νυκτηγορεῖσθαι
κἀπιβουλεύσειν
κἀπιβουλεύειν
πόλει.
Ἀλλ' ἔς τ' ἐπάλξεις καὶ πύλας πυργωμάτων
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
πληροῦτε θωρακεῖα κἀπὶ σέλμασιν
πύργων στάθητε καὶ πυλῶν ἐπ' ἐξόδοις
μίμνοντες
εὐθαρσεῖτε
εὖ θαρσεῖτε
, μηδ' ἐπηλύδων
ταρβεῖτ' ἄγαν ὅμιλον· εὖ τελεῖ θεός·
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
καὶ τῶνδ' ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
ΑΓΓΕΛΟΣ
Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
αὐτὸς κατόπτης δ' εἴμ' ἐγὼ τῶν πραγμάτων.
Ἄνδρες γὰρ ἑπτὰ θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες
χερσὶ
χειρὶ
ταυρείου φόνου,
Ἄρη τ'
Ἄρην
, Ἐνυώ, καὶ φιλαίματον Φόβον
ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
μνημεῖά θ' αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
πρὸς ἅρμ' Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
λείβοντες· οἶκτος δ' οὔτις ἦν διὰ στόμα·
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΑΓΓΕΛΟΣ
Καὶ τῶνδε
πίστις
πύστις
οὐκ ὄκνῳ χρονίζεται·
κληρουμένους δ' ἔλειπον ὡς πάλῳ λαχὼν
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
Πρὸς ταῦτ' ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ' ἐξόδοισι τάγευσαι τάχος·
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
χωρεῖ, κονίει, πεδία δ' ἀργηστὴς ἀφρὸς
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ
πλευμόνων
πνευμόνων
·
σὺ δ' ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα πρὶν καταιγίσαι πνοὰς
Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
καὶ
τῶνδε
τόνδε
καιρὸν ὅστις ὤκιστος λαβέ,
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
ΕΤΕΟΚΛΗΣ
Ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
Ἀρά τ' Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
μή μοι πόλιν γε
πρυμνόθεν
πρεμνόθεν
πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον Ἑλλάδος
φθόγγον χέουσαν καὶ δόμους ἐφεστίους·
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
ζυγοῖσι δουλείοισι
ζεὐγλῃσι δουλείῃσι
μήποτε σχεθεῖν·
γένεσθε δ' ἀλκή· ξυνὰ δ' ἐλπίζω λέγειν·
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
ΧΟΡΟΣ
Θρεῦμαι
Θρέομαι
φοβερὰ
μεγάλ'
μεγάλα τ'
ἄχη·
μεθεῖται στρατός· στρατόπεδον λιπὼν
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·
αἰθερία κόνις με πείθει φανεῖσ',
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
ἄναυδος
σαφὴς
σαφὴς δ'
ἔτυμος ἄγγελος.
Ἕλε δὲ γᾶς ἐμᾶς
ἕλε δέμας Μ'
ἑλεδεμνὰς
πεδί' ὁπλοκτύπος
<πο>τιχρίμπτεται
τι (vel τε) χρίμπτεται
,
ποτᾶται
βοά (uel βοᾷ) ποτᾶται
, βρέμει δ'
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου·
ἰὼ ἰὼ
ἰὼ ἰὼ ἰώ
θεοὶ θεαί τ', ὀρόμενον
κακὸν ἀλεύσατε.
Βοὰ
Βοᾷ
ὑπὲρ τειχέων·
ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
τρεπὴς
εὐπρεπὴς
ἐπὶ πτόλιν διώκων·
τίς ἄρα ῥύσεται, τίς ἄρ' ἐπαρκέσει
θεῶν ἢ θεᾶν ; πότερα δῆτ' ἐγὼ
ποτιπέσω βρέτη δαιμόνων ;
ἰὼ μάκαρες εὔεδροι,
ἀκμάζει βρετέων
ἔχεσθαι· τί μέλλομεν ἀγάστονοι ;
Ἀκούετ' ἢ οὐκ ἀκούετ' ἀσπίδων κτύπον ;
πέπλων καὶ στεφέων
πότ', εἰ μὴ νῦν, ἀμφὶ λιτάν' ἕξομεν ;
Κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός·
τί ῥέξεις ; προδώσεις, παλαίχθων
Ἄρης,
τὰν τεάν
τὰν τεὰν γᾶν
;
ὦ χρυσοπήληξ δαῖμον, ἔπιδ' ἔπιδε πόλιν
ἅν ποτ' εὐφιλήταν ἔθου.
Θεοὶ
πολιάοχοι
πολιοῦχοι seu πολισσοῦχοι
πάντες ἴτε χθονός
χθονός ἴθ' (uel ἴτ') ἴτε πάντες
,
Str. 1.
ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ·
κῦμα
κῦμα γὰρ
περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον·
ἀλλά μοι,> ὦ Ζεῦ <Ζεῦ,>
ἀλλ' ὦ Ζεῦ
ὦ Ζεῦ Ζεῦ
πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
Ἀργέιοι δὲ πόλισμα Κάδμου
κυκλοῦνται, φόβος δ'
ἀρείων
ἀρηίων
ὅπλων
<μ' ἔδυ>
om.
διὰ δέ τοι γενύων
ἱππίων
ἱππείων
κινύρονται
μινύρονται
φόνον
φόβον
χαλινοί·
ἑπτὰ δ' ἀγήνορες πρέποντες στρατοῦ
δορυσσόῳ σαγᾷ
δορυσσόοις σαγαῖς
πύλαις ἑβδόμαις
προσίστανται πάλῳ λαχόντες.
Σύ τ', ὦ Διογενὲς φιλόμαχον κράτος,
Ant. 1.
ῥυσίπολις
ῥυσίπτολις
γενοῦ,
Παλλάς, ὅ θ' ἵππιος ποντομέδων ἄναξ
ἰχθυβόλῳ, Ποσειδάων, μηχανᾷ
ἰχθυβόλῳ μηχανᾷ Ποσειδῶν
,
ἐπίλυσιν
φόβων
φόνων
φόβου
, ἐπίλυσιν δίδου.
Σύ τ', Ἄρης, φεῦ φεῦ, Κάδμου ἐπώνυμον
πόλιν φύλαξον κήδεσαί τ' ἐναργῶς.
Καὶ Κύπρις, ἅτε γένους προμάτωρ,
ἄλευσον·
σέθεν γὰρ
σέθεν
ἐξ αἵματος
γεγόναμεν, λιταῖς
<δέ>
om.
σε θεοκλύτοις
ἀϋτοῦσαι
ἀπύουσαι
πελαζόμεσθα.
Καὶ σύ,
Λύκει'
λύκι' seu λύκιος
ἄναξ, Λύκειος γενοῦ
στρατῷ δαΐῳ στόνων
ἀντίτας
ἀϋτᾶς
·
σύ τ', ὦ
Λατωΐς, εὖ πυκάζου
Λατογένεια κούρα τόξον εὖ πυκάζου (ἐντυκάζου Μ2) Ἄρτεμι φίλα
.
Ἐὴ ἐή
ἓ ἓ ἓ ἕ
,
Str. 2.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·
ὦ πότνι' Ἥρα.
Ἔλακον ἀξόνων βριθομένων χνόαι·
Ἄρτεμι
φίλα
φίλα ἔ ἔ ἔ ἔ
.
Δοριτίνακτος
αἰθὴρ
αἰθὴρ δ'
ἐπιμαίνεται·
Ant. 2.
τί πόλις ἄμμι πάσχει ; τί γενήσεται ;
ποῖ δ' ἔτι τέλος ἐπάγει θεός ;
Ἐὴ ἐή,
ἀκροβόλων
ἀκροβόλων δ'
ἐπάλξεων λιθὰς ἔρχεται·
ὦ φίλ' Ἄπολλον.
Κόναβος ἐν πύλαις χαλκοδέτων σακέων
ἀλλά,
καὶ
Διόθεν
πολεμόκραντον ἁγνὸν τέλος ἐν
μάχᾳ, σύ τε
μάχαισί τε
,
μάκαιρ' ἄνασσ', Ὄγκα πρὸ
πτόλεως
πόλεως
,
ἑπτάπυλον ἕδος ἐπιρρύου.
Ἰὼ
παναρκεῖς
παναλκεῖς
θεοί,
Str. 3.
ἰὼ τέλειοι τέλειαί τε γᾶς
τάσδε πυργοφύλακες,
πόλιν δορίπονον μὴ προδῶθ'
ἑτεροφώνῳ στρατῷ·
κλύετε παρθένων κλύετε
πανδίκως
-δίκους
χειροτόνους λιτάς.
Ἰὼ φίλοι δαίμονες,
Ant. 3.
λυτήριοί
<τ'>
om.
ἀμφιβάντες πόλιν,
δείξαθ' ὡς φιλοπόλιες,
μέλεσθέ θ'
μέλεσθε δ' seu μέλεσθ'
ἱερῶν δημίων,
μελόμενοι δ' ἀρήξατε·
φιλοθύτων δέ τοι πόλεος ὀργίων
μνήστορες ἔστε μοι.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
Ὑμᾶς ἐρωτῶ, θρέμματ' οὐκ ἀνασχετά,
ἦ ταῦτ' ἄριστα καὶ πόλει σωτήρια
στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
αὔειν, λακάζειν, σωφρόνων μισήματα ;
Μήτ' ἐν κακοῖσι μήτ' ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ γυναικείῳ γένει·
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
δείσασα δ' οἴκῳ καὶ πόλει πλέον κακόν·
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
θεῖσαι διερροθήσατ' ἄψυχον κάκην·
τὰ τῶν θύραθεν δ' ὡς ἄριστ'
ὀφέλλεται
ὀφέλλετε
,
αὐτοὶ δ'
ὑπ' αὐτῶν
ὑφ' αὑτῶν
ἔνδοθεν πορθούμεθα·
τοιαῦτά
τἂν
τ' ἂν (uel γ' ἂν)
γυναιξὶ συνναίων ἔχοις.
Κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
ψῆφος κατ' αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ' οὔ τι μὴ φύγῃ μόρον·
μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
τἄξωθεν· ἔνδον δ' οὖσα μὴ βλάβην τίθει.
Ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω ;
ΧΟΡΟΣ
Ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ' ἀκού-
Str. 1.
σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
ὅτι τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
ἱππικῶν τ'
ἀγρύπνων
ἀύπνων
πηδαλίων διὰ στόμα,
πυριγενετᾶν χαλινῶν.
ΕΤΕΟΚΛΗΣ
Τί οὖν ; ὁ ναύτης ἆρα
μὴ 'ς
γ' εἰς
πρώραν φυγὼν
πρύμνηθεν ηὗρεν μηχανὴν σωτηρίας,
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
νεὼς καμούσης ποντίῳ πρὸς κύματι ;
ΧΟΡΟΣ
Ἀλλ' ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
Ant. 1.
χαῖα βρέτη,
θεοῖσι πίσυνος
πίσυνος θεοῖς
, νιφάδος
ὅτ' ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις·
δὴ τότ' ἤρθην φόβῳ
πρὸς μακάρων λιτάς, πόλεως
ἵν' ὑπερέχοιεν ἀλκάν.
ΕΤΕΟΚΛΗΣ
Πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ ;
οὐκοῦν τάδ' ἔσται πρὸς θεῶν ; ἀλλ' οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
ΧΟΡΟΣ
Μήποτ' ἐμὸν κατ' αἰῶνα λίποι θεῶν
Str. 2.
ἅδε πανάγυρις, μηδ' ἐπίδοιμι τάνδ'
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ'
ἁπτόμενον πυρὶ δαΐῳ.
ΕΤΕΟΚΛΗΣ
Μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
μήτηρ,
γύναι
γυνή
, σωτῆρος· ὧδ' ἔχει λόγος.
ΧΟΡΟΣ
Ἔστι· θεοῦ δ' ἔτ' ἰσχὺς καθυπερτέρα·
Ant. 2.
πολλάκι δ' ἐν κακοῖσι τὸν ἀμήχανον
κἀκ χαλεπᾶς δύας ὕπερθ' ὀμμάτων
κριμναμενᾶν
κρημναμενᾶν
νεφελῶν ὀρθοῖ.
ΕΤΕΟΚΛΗΣ
Ἀνδρῶν τάδ' ἐστί, σφάγια καὶ χρηστήρια
θεοῖσιν ἕρδειν πολεμίων
πειρωμένους
-μένοις seu -μένων
·
σὸν δ' αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
ΧΟΡΟΣ
Διὰ θεῶν πόλιν νεμόμεθ'
ἀδάματον
ἀδάμαντον seu ἀδάμαστον
,
Str. 3.
δυσμενέων δ' ὄχλον πύργος ἀποστέγει·
τίς
τί
τάδε νέμεσις στυγεῖ ;
ΕΤΕΟΚΛΗΣ
Οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
ἀλλ' ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
εὔκηλος ἴσθι μηδ' ἄγαν ὑπερφοβοῦ.
ΧΟΡΟΣ
Ποταίνιον κλύουσα πάταγον
ἀνάμιγα
ἄμμιγα
ἅμα
Ant. 3.
ταρβοσύνῳ φόβῳ τάνδ' ἐς ἀκρόπτολιν,
τίμιον ἕδος, ἱκόμαν.
ΕΤΕΟΚΛΗΣ
Μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους
πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε·
τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
ΧΟΡΟΣ
Καὶ μὴν ἀκούω γ' ἱππικῶν φρυαγμάτων.
ΕΤΕΟΚΛΗΣ
Μή νυν ἀκούουσ' ἐμφανῶς ἄκου' ἄγαν.
ΧΟΡΟΣ
Στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
ΕΤΕΟΚΛΗΣ
Οὐκοῦν ἔμ' ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
ΧΟΡΟΣ
Δέδοικ', ἀραγμὸς δ' ἐν πύλαις ὀφέλλεται.
ΕΤΕΟΚΛΗΣ
Οὐ σῖγα μηδὲν τῶνδ' ἐρεῖς κατὰ πτόλιν ;
ΧΟΡΟΣ
Ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
ΕΤΕΟΚΛΗΣ
Οὐκ ἐς φθόρον σιγῶσ' ἀνασχήσῃ τάδε ;
ΧΟΡΟΣ
Θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
ΕΤΕΟΚΛΗΣ
Αὐτὴ σὺ δουλοῖς κἀμὲ
καὶ πᾶσαν
καὶ σὲ καὶ
πόλιν.
ΧΟΡΟΣ
Ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
ΕΤΕΟΚΛΗΣ
Ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
ΧΟΡΟΣ
Μοχθηρόν, ὥσπερ
ἄνδρας
ἄνδρες
, ὧν ἁλῷ πόλις.
ΕΤΕΟΚΛΗΣ
Παλινστομεῖς αὖ θιγγάνουσ' ἀγαλμάτων ;
ΧΟΡΟΣ
Ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
ΕΤΕΟΚΛΗΣ
Αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
ΧΟΡΟΣ
Λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ' εἴσομαι.
ΕΤΕΟΚΛΗΣ
Σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
ΧΟΡΟΣ
Σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
Τοῦτ' ἀντ' ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
Καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ' ἀγαλμάτων,
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
κἀμῶν ἀκούσασ' εὐγμάτων ἔπειτα σὺ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ
παιώνισον
παιάνισον
,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
Ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς
ὕδατί τ'
οὐδ' ἀπ'
Ἰσμηνοῦ λέγω,
εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,
276 ταυροκτονοῦντας θεοῖσιν ὧδ' ἐπεύχομαι secl. Wil.
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν
θύσειν
θήσειν
τροπαῖα,
δαΐων
πολεμίων
δ' ἐσθήματα
στέψω λάφυρα δουρίπληχθ' ἁγνοῖς δόμοις.
278 sic Weil praeeunte Hermanno : λάφυρα δάων δουρίπληχθ' ἁγνοῖς δόμοις codd., quorum nonnulli adiciunt στέψω πρὸ ναῶν
Τοιαῦτ' ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
μηδ' ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
Ἐγὼ
δέ γ'
δ' ἐπ'
ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
ἐς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
ΧΟΡΟΣ
Μέλει, φόβῳ δ' οὐχ ὑπνώσσει κέαρ·
Str. 1.
γείτονες δὲ καρδίας
μέριμναι ζωπυροῦσι τάρβος,
τὸν ἀμφιτειχῆ λεὼν
δράκοντας
δράκοντα δ'
ὥς τις τέκνων
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
ὑπερδέδοικεν
δέδοικα
λεχαί-
ων
λεχέων
δυσευνήτορας
δυσευνήτειρα
πάντρομος
πάντροφος
πελειάς·
τοὶ μὲν γὰρ ποτὶ πύργους
πανδημεὶ πανομιλεί
στείχουσιν· τί γένωμαι;
τοὶ δ' ἐπ' ἀμφιβόλοισιν
ἰάπτουσι πολίταις
χερμάδ' ὀκριόεσσαν·
παντὶ τρόπῳ, Διογενεῖς θεοί,
στρατὸν
πόλιν καὶ στρατὸν
Καδμογενῆ ῥύεσθε.
Ποῖον δ' ἀμείψεσθε γαίας πέδον
Ant. 1.
τᾶσδ' ἄρειον, ἐχθροῖς
ἀφέντες τὰν βαθύχθον' αἶαν
ὕδωρ τε Διρκαῖον εὐ-
τραφέστατον
εὐτρεφέστατον
πωμάτων
ὅσων ἵησιν Ποσει-
δῶν ὁ γαιάοχος
Τηθύος τε παῖδες ;
Πρὸς τάδ', ὦ πολιούχοι
θεοί, τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
κάκαν
καὶ τὰν (καταρίψοπλον Μ2)
, ῥίψοπλον ἄταν,
ἐμβαλόντες ἄροισθε
κύδος τοῖσδε πολίταις,
καὶ πόλεως
ῥύτορες
ῥυτῆρες
εὔεδροι
εὔεδροί τε
στάθητ'
ὀξυγόοις λιταῖσιν.
Οἰκτρὸν γὰρ πόλιν ὧδ' ὠγυγίαν
Str. 2.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
Ἀΐδᾳ
Ἀΐδα
προϊάψαι, δορὸς ἄγραν
δουλίαν, ψαφαρᾷ σποδῷ,
ὑπ' ἀνδρὸς Ἀχαιοῦ θεόθεν
περθομέναν ἀτίμως,
τὰς δὲ
κεχηρωμένας
κεχειρωμένας
ἄγεσθαι,
ἐή, νέας τε καὶ παλαιὰς
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων· βοᾷ δ'
ἐκκενουμένα πόλις,
λαΐδος ὀλλυμένας
μειξοθρόου
μιξο-
·
βαρείας τοι τύχας προταρβῶ.
Κλαυτὸν δ' ἀρτιτρόποις ὠμοδρόπων
Ant. 2.
νομίμων προπάροιθεν διαμεῖψαι
δωμάτων στυγερὰν ὁδόν·
τί ; τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν.
Πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
ἐή, δυστυχῆ τε πράσσει·
ἄλλος δ' ἄλλον ἄγει, φονεύ-
ει, τὰ δὲ πυρφορεῖ·
καπνῷ
καπνῷ δὲ
χραίνεται πόλισμ' ἅπαν·
μαινόμενος δ' ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.
Κορκορυγαὶ δ' ἀν' ἄστυ,
περὶ
ποτὶ
δ' ὁρκάνα
Str. 3.
πυργῶτις·
πρὸς
πτόλιν δ'
ἀνδρὸς δ' ἀνὴρ
δόρει
δορὶ
κλίνεται
καίνεται
·
βλαχαὶ δ' αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
ἀρτιτρεφεῖς
ἀρτιβρεφεῖς
βρέμονται·
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
ξυμβολεῖ
ξυμβαλεῖ seu -βάλλει
φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
οὔτε μεῖον οὔτ' ἴσον λελιμμένοι·
τὰ δ' ἐκ
τίν' ἐκ (τί ἐκ)
τῶνδ' εἰκάσαι λόγος πάρα.
Παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
Ant. 3.
ἀλγύνει κυρήσας, πικρὸν δ'
ὄμμα
θαλαμοπόλων
θαλαμηπόλων
·
πολλὰ δ' ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
Δμωΐδες δὲ καινοπήμονες <νέαι>
νέαι τλάμονες εὐνὰν glossas esse sensit Butler ; λέχος προστένουσιν ex. gr. scripserim.
τλάμονες εὐνὰν <αἰχμάλωτον>
ἀνδρὸς εὐτυχοῦντος, ὡς
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.
ΧΟΡΟΣ
Ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
πευθώ τιν' ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.
ΧΟΡΟΣ
Καὶ μὴν ἄναξ ὅδ' αὐτὸς Οἰδίπου τόκος
εἶσ' ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδ' οὐκ ἀπαρτίζει πόδα.
ΑΓΓΕΛΟΣ
Λέγοιμ' ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
ὥς τ' ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ' Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΑΓΓΕΛΟΣ
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
θείνει δ' ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
Τοιαῦτ' ἀϋτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμ', ὑπ' ἀσπίδος δὲ
τῷ
δ' ἐσώ
χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
ἔχει δ' ὑπέρφρον σῆμ' ἐπ' ἀσπίδος τόδε,
φλέγονθ' ὑπ' ἄστροις οὐρανὸν τετυγμένον·
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
Τοιαῦτ' ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾷ παρ' ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
Τίν' ἀντιτάξεις τῷδε ; τίς Προίτου πυλῶν,
κλήθρων λυθέντων, προστατεῖν φερέγγυος ;
ΕΤΕΟΚΛΗΣ
Κόσμον μὲν ἀνδρὸς οὔτιν' ἂν τρέσαιμ' ἐγώ,
οὐδ' ἑλκοποιὰ γίγνεται τὰ σήματα·
λόφοι δὲ κώδων τ' οὐ δάκνουσ' ἄνευ δορός.
Καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ' ἀσπίδος
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ' ἂν γένοιτο μάντις ἡ 'νοία τινί·
εἰ γὰρ θανόντι νὺξ ἐπ' ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμ' ὑπέρκομπον τόδε
γένοιτ' ἂν ὀρθῶς ἐνδίκως τ' ἐπώνυμον,
καὐτὸς καθ' αὑτοῦ τήνδ' ὕβριν
μαντεύσεται
μαντεύεται
.
Ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ'
τόνδ'
ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ' εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
τιμῶντα καὶ στυγοῦνθ' ὑπέρφρονας λόγους·
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ' εἶναι φιλεῖ·
σπαρτῶν δ' ἀπ' ἀνδρῶν ὧν Ἄρης ἐφείσατο
ῥίζωμ' ἀνεῖται, κάρτα δ' ἔστ' ἐγχώριος
Μελάνιππος. Ἔργον δ' ἐν κύβοις Ἄρης κρινεῖ·
Δίκη δ' Ὁμαίμων κάρτα νιν προστέλλεται
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
ΧΟΡΟΣ
Τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
Str. 1.
θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται· τρέμω δ' αἱματη-
φόρους μόρους ὑπὲρ φίλων
ὀλομένων ἰδέσθαι.
ΑΓΓΕΛΟΣ
Τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
Καπανεὺς δ' ἐπ' Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ' ἄλλος τοῦ πάρος λελεγμένου
μείζων, ὁ κόμπος δ' οὐ κατ' ἄνθρωπον φρονεῖ,
πύργοις δ' ἀπειλεῖ δεῖν', ἃ μὴ κραίνοι τύχη·
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
ἔριν
πέδοι
πέδῳ
σκήψασαν ἐμποδὼν σχεθεῖν·
τὰς δ' ἀστραπάς τε καὶ κεραυνίους βολὰς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν.
Ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χεροῖν ὡπλισμένη·
χρυσοῖς δὲ φωνεῖ γράμμασιν· Πρήσω πόλιν.
Τοιῷδε φωτὶ πέμπε — τίς ξυστήσεται ;
τίς ἄνδρα
κομπάζοντα
κομπάσαντα
μὴ τρέσας μενεῖ ;
ΕΤΕΟΚΛΗΣ
Καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται·
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
ἡ γλῶσσ' ἀληθὴς γίγνεται κατήγορος.
Καπανεὺς δ' ἀπειλεῖ δρᾶν παρεσκευασμένος·
θεοὺς ἀτίζων κἀπογυμνάζων στόμα
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
χαρᾷ ματαίᾳ θνητὸς ὢν ἐς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ' ἔπη·
πέποιθα δ' αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
Ἀνὴρ δ' ἐπ' αὐτῷ, κεἰ στόμαργός ἐστ' ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
Ἀρτέμιδος εὐνοίαισι σύν τ' ἄλλοις θεοῖς.
Λέγ' ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
ΧΟΡΟΣ
Ὄλοιθ' ὃς πόλει μεγάλ' ἐπεύχεται,
Ant. 1.
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ'
ἑδωλίων
ὑπερκόπῳ
ὑπερκόμπῳ
δορί ποτ' ἐκλαπάξαι.
ΑΓΓΕΛΟΣ
Καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
ἐξ ὑπτίου 'πήδησεν εὐχάλκου κράνους,
πύλαισι Νηΐτῃσι προσβαλεῖν λόχον.
Ἵππους δ' ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
δινεῖ, θελούσας πρὸς πύλας πεπτωκέναι·
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
Ἐσχημάτισται
εἰσημάτισται
δ' ἀσπὶς οὐ σμικρὸν τρόπον,
ἀνὴρ δ' ὁπλίτης κλίμακος προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων·
βοᾷ δὲ χοὗτος γραμμάτων ἐν ξυλλαβαῖς
ὡς οὐδ' ἂν Ἄρης σφ' ἐκβάλοι πυργωμάτων.
Καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
πόλεως ἀπείργειν τῆσδε δούλειον ζυγόν.
ΕΤΕΟΚΛΗΣ
Πέμποιμ' ἂν ἤδη τόνδε — σὺν τύχῃ δέ τῳ
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
καὶ δὴ πέπεμπται
πέπεμπτ' οὐ
, κόμπον ἐν χεροῖν ἔχων
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,
ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλ' ἢ θανὼν τροφεῖα πληρώσει χθονὶ
ἢ καὶ δύ' ἄνδρε καὶ πόλισμ' ἐπ' ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
Κόμπαζ' ἐπ' ἄλλῳ, μηδέ μοι φθόνει λέγων.
ΧΟΡΟΣ
Ἐπεύχομαι δὴ
τὰ
τάδε
μὲν εὐτυχεῖν, ἰώ,
Str. 2.
πρόμαχ' ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν·
ὡς δ' ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομένᾳ φρενί, τώς νιν
Ζεὺς Νεμέτωρ ἐπίδοι κοταίνων.
ΑΓΓΕΛΟΣ
Τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος.
Ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
ἔφριξα δινήσαντος, οὐκ ἄλλως ἐρῶ·
ὁ σηματουργὸς δ' οὔ τις εὐτελὴς ἄρ' ἦν
ὅστις τόδ' ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν' ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προσηδάφισται κοιλογάστορος κύκλου.
Αὐτὸς δ' ἐπηλάλαξεν, ἔνθεος δ' Ἄρει
βακχᾷ πρὸς ἀλκὴν θυιὰς ὣς φόβον βλέπων.
Τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
ΕΤΕΟΚΛΗΣ
Πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ' ἀγχίπτολις
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ' ὕβριν
εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
ἀνὴρ κατ' ἄνδρα τοῦτον ᾑρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ' εἶδος οὔτε θυμὸν οὐδ' ὅπλων σχέσιν
μωμητός. Ἑρμῆς δ' εὐλόγως συνήγαγεν·
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
ξυνοίσετον δὲ πολεμίους ἐπ' ἀσπίδων
θεούς· ὃ μὲν γὰρ πύρπνοον Τυφῶν' ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ' ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
κοὔπω τις εἶδε Ζῆνά του νικώμενον.
515-20 secl. Dind. || 517-20 uario ordine disponunt codd.
[Τοιάδε μέντοι προσφίλεια δαιμόνων·
πρὸς τῶν κρατούντων δ' ἐσμέν, οἳ δ' ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
εἰκὸς δὲ πράξειν κἄνδρας ὧδ' ἀντιστάτας,
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
σωτὴρ γένοιτ' ἂν Ζεὺς ἐπ' ἀσπίδος τυχών.]
ΧΟΡΟΣ
Πέποιθα
δὴ
om.
τὸν Διὸς ἀντίτυπον ἔχοντ'
Ant. 2.
ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
δαίμονος
δαίμοσιν
, ἐχθρὸν εἴκασμα
βροτοῖσι
βροτοῖσί τε
καὶ
δαροβίοισι θεοῖσιν,
πρόσθε πυλᾶν κεφαλὴν ἰάψειν.
ΑΓΓΕΛΟΣ
Οὕτως γένοιτο. Τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ' αὐτὸν Διογενοῦς Ἀμφίονος·
ὄμνυσι δ' αἰχμὴν ἣν ἔχει, μᾶλλον θεοῦ
σέβειν πεποιθὼς ὀμμάτων θ' ὑπέρτερον,
ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός· τόδ' αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΑΓΓΕΛΟΣ
βλάστημα καλλίπρωρον, ἀνδρόπαις ἀνήρ·
στείχει δ' ἴουλος ἄρτι διὰ παρηΐδων,
ὥρας φυούσης ταρφὺς ἀντέλλουσα θρίξ·
ὁ δ' ὠμόν, οὔτι παρθένων ἐπώνυμον
φρόνημα, γοργὸν δ' ὄμμ' ἔχων, προσίσταται,
Παρθενοπαῖος Ἀρκάς. Ὁ δὲ τοιόσδ' ἀνήρ,
μέτοικος, Ἄργει δ' ἐκτίνων καλὰς τροφάς,
547-48 traiecit Kirchhoff
ἐλθὼν
ἐλθὼν δ'
ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δ' οὐ καταισχυνεῖν πόρον.
545-46 traieci
Οὐ μὴν ἀκόμπαστός γ' ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
σάκει, κυκλωτῷ σώματος προβλήματι,
Σφίγγ' ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας·
φέρει δ' ὑφ' αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ' ἐπ' ἀνδρὶ τῷδ' ἰάπτεσθαι βέλη.
ΕΤΕΟΚΛΗΣ
Εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν
549 πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός secl. Wil. (cf. 426)
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
ἦ τἂν πανώλεις παγκάκως τ' ὀλοίατο.
Ἔστιν δὲ καὶ τῷδ' ὃν λέγεις τὸν Ἀρκάδα
ἀνὴρ ἄκομπος, χεὶρ δ' ὁρᾷ τὸ δράσιμον,
Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ' εἰσαμεῖψαι θηρὸς ἐχθίστου
δάκους
δάκος
εἰκὼ φέροντα πολεμίας ἐπ' ἀσπίδος·
ἔξωθεν εἴσω τῷ φέροντι μέμψεται
πυκνοῦ κροτησμοῦ τυγχάνουσ' ὑπὸ πτόλιν.
Θεῶν θελόντων
πᾶν
δ' ἂν
ἀληθεύσαιμ' ἐγώ.
ΧΟΡΟΣ
Ἱκνεῖται λόγος διὰ στηθέων,
Str. 3.
τριχὸς δ' ὀρθίας πλόκαμος ἵσταται,
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
μεγάλα μεγαληγόρων
κλύειν
κλύων
ἀνοσίων ἀνδρῶν.
Εἴθε γὰρ
εἴθε οἱ θεοὶ (εἰ θεοὶ θεοὶ Μ)
θεοὶ τούσδ' ὀλέσειαν ἐν γῇ.
ΑΓΓΕΛΟΣ
Ἕκτον λέγοιμ' ἂν ἄνδρα σωφρονέστατον
ἀλκήν τ' ἄριστον, μάντιν Ἀμφιάρεω βίαν·
Ὁμολωΐσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν,
τὸν ἀνδροφόντην, τὸν πόλεως τράκτορα,
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
κακῶν τ' Ἀδράστῳ τῶνδε βουλευτήριον.
Καὶ τὸν σὸν αὖθις
προσδρακὼν
πρὸς μόραν seu πρόσμορον seu πρόσπορον
ἀδελφεόν,
ἐξυπτιάζων
ὄμμα
ὄνομα
, Πολυνείκους βίαν,
δίς τ' ἐν τελευτῇ τοὔνομ' ἐνδατούμενος,
καλεῖ· λέγει δὲ τοῦτ' ἔπος διὰ στόμα·
« Ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
καλόν τ' ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρώαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ' ἐπακτὸν ἐμβεβληκότα ;
Μητρός τε πηγὴν τίς κατασβέσει
δίκη
δίκηι ante corr.
;
πατρίς
τε
δὲ
γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται ;
Ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα
μάντις κεκευθὼς πολεμίας
ὑπὸ
ἐπὶ
χθονός·
μαχώμεθ', οὐκ ἄτιμον ἐλπίζω μόρον. »
Τοιαῦθ' ὁ μάντις ἀσπίδ'
εὐκήλως
εὔκηλον
εὔκυκλον
ἔχων
νέμων
πάγχαλκον ηὔδα· σῆμα δ' οὐκ ἐπῆν κύκλῳ·
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ' εἶναι θέλει,
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΑΓΓΕΛΟΣ
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
Τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
πέμπειν ἐπαινῶ· δεινὸς ὃς θεοὺς σέβει.
ΕΤΕΟΚΛΗΣ
Φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι
δυσσεβεστέροις
-τάτοις
.
Ἐν παντὶ πράγει δ' ἔσθ' ὁμιλίας κακῆς
κάκιον οὐδέν· καρπὸς οὐ κομιστέος.
601 ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται secl. Valckenaer
Ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύτῃσι θερμοῖς
ἐν
καὶ
πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει·
ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν
ταὐτοῦ κυρήσας
ἐνδίκως
ἐκδίκως
ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ 'δάμη.
Οὕτως δ' ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
610 ualde suspectus
σώφρων, δίκαιος, ἀγαθός, εὐσεβὴς ἀνήρ,
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
Δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῃ,
ἀλλ' οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπός
ἐστι
ἔσται
θεσφάτοισι Λοξίου·
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
Ὅμως δ' ἐπ' αὐτῷ φῶτα, Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δ' ἡβῶσαν
φέρει
φύσει
,
ποδῶκες ὄμμα, χεῖρα δ' οὐ βραδύνεται
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
παρ' ἀσπίδος γυμνωθὲν ἁρπάσαι
δορί
δόρυ
.
Θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
ΧΟΡΟΣ
Κλύοντες θεοὶ δικαίας λιτὰς
Ant. 3.
ἡμετέρας τελεῖθ', ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ' ἐκτρέπον-
τες
εἰς
γᾶς εἰς (uel πρὸς)
ἐπιμόλους· πύργων δ' ἔκτοθεν
βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
ΑΓΓΕΛΟΣ
Τὸν ἕβδομον δὴ τόνδ' ἐφ' ἑβδόμαις πύλαις
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονὶ
ἁλώσιμον παιᾶν' ἐπεξιακχάσας
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας
ἢ ζῶντ' ἀτιμαστῆρα
τώς σ'
τὼς
ἀνδρηλάτῃ
-λάτην
φυγῇ τὸν αὐτὸν τόνδε
τείσασθαι
τίσασθαι
τρόπον.
Τοιαῦτ' ἀϋτεῖ καὶ θεοὺς γενεθλίους
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
Ἔχει δὲ καινοπηγὲς
εὔκυκλον
εὔθετον
σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον·
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
ἄγει γυνή τις σωφρόνως ἡγουμένη·
Δίκη δ' ἄρ' εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει
λέξει
· Κατάξω δ' ἄνδρα τόνδε καὶ πόλιν
ἕξει
πατρῴων
πατρῴαν
δωμάτων τ' ἐπιστροφάς.
Τοιαῦτ' ἐκείνων ἐστὶ τἀξευρήματα,
650 σὺ δ' αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ secl. Halm
ὡς οὔποτ' ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψῃ, σὺ δ' αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
ΕΤΕΟΚΛΗΣ
Ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΕΤΕΟΚΛΗΣ
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
Ἀλλ' οὔτε κλάειν οὔτ' ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
Ἐπωνύμῳ δὲ κάρτα,
Πολυνείκει
πολυνείκη
λέγω,
τάχ' εἰσόμεσθα τοὐπίσημ' ὅποι τελεῖ,
εἴ νιν κατάξει χρυσότευκτα γράμματα
ἐπ' ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
Εἰ δ' ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ' ἂν τόδ' ἦν·
ἀλλ' οὔτε νιν φυγόντα μητρόθεν σκότον,
οὔτ' ἐν τροφαῖσιν, οὔτ' ἐφηβήσαντά πω,
οὔτ' ἐν γενείου ξυλλογῇ τριχώματος,
Δίκη προσεῖπε καὶ κατηξιώσατο·
οὐδ'
οὔτ'
ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας,
ἢ δῆτ' ἂν εἴη πανδίκως ψευδώνυμος
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
Τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος ;
ἄρχοντί τ' ἄρχων καὶ κασιγνήτῳ κάσις,
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. Φέρ' ὡς τάχος
κνημίδας, αἰχμῆς καὶ πετρῶν προβλήματα.
ΧΟΡΟΣ
Μή, φίλτατ' ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
ὀργὴν ὅμοιος τῷ κάκιστ' αὐδωμένῳ·
ἀλλ' ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον·
ἀνδροῖν δ' ὁμαίμοιν θάνατος ὧδ' αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
ΕΤΕΟΚΛΗΣ
Εἴπερ κακὸν φέροι τις αἰσχύνης ἄτερ,
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσιν·
κακῶν δὲ κᾆσχρῶν οὔτιν' εὐκλείαν ἐρεῖς.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
κακῶν δὲ κᾆσχρῶν οὔτιν' εὐκλείαν ἐρεῖς.
Τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-
Str. 1.
θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ'
ἔκβαλ' ἔρωτος ἀρχάν.
ΕΤΕΟΚΛΗΣ
Ἐπεὶ τὸ πρᾶγμα κάρτ' ἐπισπέρχει θεός,
ἴτω κατ' οὖρον κῦμα Κωκυτοῦ λαχὸν
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
ΧΟΡΟΣ
Ὠμοδακής σ' ἄγαν ἵμερος ἐξοτρύ-
Ant. 1.
νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
αἵματος οὐ θεμιστοῦ.
ΕΤΕΟΚΛΗΣ
Φίλου γὰρ
ἐχθρά
αἰσχρά
μοι πατρὸς
μέλαιν'
τελεῖ seu τέλει
Ἀρὰ
ξηροῖς
ἄκλαυτος
ἀκλαύστοις
ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
ΧΟΡΟΣ
Ἀλλὰ σὺ μὴ 'ποτρύνου· κακὸς οὐ κεκλή-
Str. 2.
σῃ βίον εὖ κυρήσας· μελάναιγις
οὐκ
δ' οὐκ
εἰσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
θεοὶ θυσίαν δέχωνται ;
ΕΤΕΟΚΛΗΣ
Θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
χάρις δ' ἀφ' ἡμῶν ὀλομένων θαυμάζεται·
τί οὖν ἔτ' ἂν σαίνοιμεν ὀλέθριον μόρον ;
ΧΟΡΟΣ
Νῦν
<γ'>
om.
ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων
Ant. 2.
λήματος
ἐν τροπαίᾳ
ἂν τροπαίᾳ seu ἀντροπαίᾳ
χρονίᾳ μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι
θελεμωτέρῳ
θαλερωτέρῳ
πνεύματι· νῦν δ' ἔτι ζεῖ.
ΕΤΕΟΚΛΗΣ
Ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
ἄγαν δ' ἀληθεῖς ἐνυπνίων φαντασμάτων
ὄψεις, πατρῴων χρημάτων δατήριοι.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
Πιθοῦ
Πείθου
γυναιξί, καίπερ οὐ στέργων ὅμως.
ΕΤΕΟΚΛΗΣ
Λέγοιτ' ἂν ὧν
ἄνη τις
ἄνυτις inde ἄνυσις
· οὐδὲ χρὴ μακράν.
ΧΟΡΟΣ
Μὴ ἔλθῃς ὁδοὺς σὺ τάσδ' ἐφ' ἑβδόμαις πύλαις.
ΕΤΕΟΚΛΗΣ
Τεθηγμένον τοί μ' οὐκ ἀπαμβλυνεῖς λόγῳ.
ΧΟΡΟΣ
Νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
ΕΤΕΟΚΛΗΣ
Οὐκ ἄνδρ' ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
ΧΟΡΟΣ
Ἀλλ' αὐτάδελφον αἷμα δρέψασθαι θέλεις ;
ΕΤΕΟΚΛΗΣ
Θεῶν διδόντων οὐκ ἂν
ἐκφύγοις
ἐκφύγοι
κακά.
ΧΟΡΟΣ
Πέφρικα τὰν ὠλεσίοι-
Str. 1.
κον θεόν, οὐ θεοῖς ὁμοίαν,
παναληθῆ κακόμαντιν,
πατρὸς εὐκταίαν Ἐρινὺν
τελέσαι τὰς περιθύμους
κατάρας
Οἰδιπόδα βλαψίφρονος
βλαψίφρονος Οἰδιπόδα
·
παιδολέτωρ δ' ἔρις ἅδ' ὀτρύνει.
Ξένος δὲ κλήρους ἐπινω-
Ant. 1.
μᾷ Χάλυβος Σκυθῶν ἄποικος,
κτεάνων χρηματοδαίτας
πικρός, ὠμόφρων σίδαρος,
χθόνα ναίειν διαπήλας
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους.
Ἐπειδὰν αὐτοκτόνως
Str. 2.
αὐτοδάϊκτοι θάνωσι,
καὶ χθονία κόνις πίῃ
μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι,
τίς ἄν σφε λούσειεν ; ὦ
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
πόνοι δόμων νέοι παλαι-
οῖσι συμμιγεῖς κακοῖς.
Παλαιγενῆ γὰρ λέγω
Ant. 2.
παρβασίαν
παραβασίαν (vel παραιβ-)
ὠκύποινον
αἰῶνα δ' ἐς τρίτον μένει
Ἀπόλλωνος εὖτε Λάϊος
βίᾳ, τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις θνάσκοντα γέν-
νας ἄτερ σῴζειν πόλιν·
κρατηθεὶς δ' ἐκ φίλων
ἀβουλιᾶν
ἀβουλίαν
ἀβουλίαι seu ἀβουλίαις
Str. 3.
ἐγείνατο
γείνατο
μὲν μόρον αὑτῷ
πατροκτόνον Οἰδιπόδαν,
ὅστε ματρὸς ἁγνὰν
σπείρας ἄρουραν, ἵν' ἐτράφη,
ῥίζαν αἱματόεσσαν
ἔτλα· παράνοια συνάγε
νυμφίους
φρενώλεις
φρενώλης
.
Κακῶν δ' ὥσπερ θάλασσα κῦμ' ἄγει,
Ant. 3.
τὸ μὲν πίτνον, ἄλλο δ' ἀείρει
τρίχαλον, ὃ καὶ περὶ πρύμ-
ναν πόλεως καχλάζει·
μεταξὺ δ' ἀλκὰ δι' ὀλίγου
τείνει πύργος ἐν εὔρει
δέδοικα δὲ σὺν βασιλεῦσι
μὴ πόλις δαμασθῇ.
Τέλειαι γὰρ
παλαιφάτων
παλαίφατοι
ἀρᾶν
ἀραὶ
Str. 4.
βαρεῖαι καταλλαγαί·
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
τὰ δ' ὀλοὰ
πενομένους
πελόμεν' (uel τελ-) οὐ
παρέρχεται,
πρόπρυμνα δ' ἐκβολὰν φέρει
ἀνδρῶν ἀλφηστᾶν
ὄλβος ἄγαν παχυνθείς.
Τίν' ἀνδρῶν γὰρ τοσόνδ' ἐθαύμασαν
Ant. 4.
θεοί
τε
καὶ (cf. 253)
ξυνέστιοι
πόλεος ὁ
πόλεως
πολύβατός τ' ἀγὼν
πολύβοτος τ' αἰὼν
βροτῶν
ὅσον τότ' Οἰδίπουν τίον,
τὰν ἁρπαξάνδραν
ἀναρπ-
κῆρ' ἀφελόντα χώρας ;
Ἐπεὶ δ' ἀρτίφρων
<ὢν>
om.
Str. 5.
ἐγένετο μέλεος ἀθλίων
γάμων, ἐπ' ἄλγει δυσφορῶν,
μαινομένᾳ κραδίᾳ,
δίδυμα κάκ' ἐτέλεσεν·
πατροφόνῳ χερὶ τῶν
κρεισσοτέκνων
ὀμμάτων
δ' ἀπ' ὀμμ. seu δ' ὄμμ.
ἐπλάγχθη
τέκνοισιν
τέκνοις
δ' ἀραιᾶς
Ant. 5.
ἐφῆκεν
ἐπίκοτος
ἐπικότους
τροφᾶς,
αἰαῖ, πικρογλώσσους ἀράς,
καί σφε σιδαρονόμῳ
διὰ χερί ποτε λαχεῖν
κτήματα· νῦν δὲ τρέω
μὴ τελέσῃ καμψίπους Ἐρινύς.
ΑΓΓΕΛΟΣ
Θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι·
πόλις πέφευγεν ἥδε δούλειον ζυγόν,
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΑΓΓΕΛΟΣ
πέπτωκε δ'
πέπτωκεν δ'
πέπτωκεν
ἀνδρῶν ὀβρίμων κομπάσματα·
πόλις δ' ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο,
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις.
Καλῶς ἔχει τὰ πλεῖστ' ἐν ἓξ πυλώμασιν,
τὰς δ' ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ', Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
ΧΟΡΟΣ
Τί δ' ἐστὶ πρᾶγος νεόκοτον πόλει
πλέον
παρόν
;
ΑΓΓΕΛΟΣ
Πόλις σέσωσται·
βασιλέες
βασιλέως seu βασιλεῖς
δ' ὁμόσποροι —
805 ἄνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων (αὐτομάτων Μ1) secl. Butler
ΧΟΡΟΣ
Τίνες ; τί δ' εἶπας ; παραφρονῶ φόβῳ λόγου.
ΑΓΓΕΛΟΣ
Φρονοῦσά νυν ἄκουσον· Οἰδίπου
τόκος
γένος
ΧΟΡΟΣ
Οἴ 'γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
ΑΓΓΕΛΟΣ
οὐδ' ἀμφιλέκτως μὴν κατεσποδημένοι —
ΧΟΡΟΣ
ἐκεῖθι κεῖσθον
κἦλθον
; βαρέα δ' οὖν ὅμως φράσον.
ΑΓΓΕΛΟΣ
Οὕτως ἀδελφαῖς χερσὶν ἠναίροντ' ἄγαν.
ΧΟΡΟΣ
812-13 choro attribui
Οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἅμα,
αὐτὸς δ' ἀναλοῖ δῆτα δύσποτμον γένος.
ΑΓΓΕΛΟΣ
Τοιαῦτα χαίρειν καὶ
δακρύεσθαι
δακρύσασθαι
πάρα·
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ' ἐπιστάται,
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν·
ἕξουσι δ' ἣν λάβωσιν ἐν ταφῇ χθόνα
πατρὸς κατ' εὐχὰς δυσπότμους φορούμενοι.
820-21 πόλις σέσωσται, βασιλέοιν δ' ὁμοσπόροιν | πέπωκεν αἷμα γαῖ' ὑπ' ἀλλήλων φόνῳ secl. Butler.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
Ὦ μεγάλε Ζεῦ καὶ
πολιοῦχοι
πολισσοῦχοι
δαίμονες, οἳ δὴ Κάδμου πύργους
τούσδε
ῥύεσθαι
ἐθελήσατε
ῥύεσθε
,
πότερον χαίρω κἀπολολύξω
πόλεως ἀσινεῖ Σωτῆρι ;
ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
ἀτέκνους κλαύσω πολεμάρχους,
οἳ δῆτ' ὀρθῶς κατ' ἐπωνυμίαν
καὶ πολυνεικεῖς
ὤλοντ' ἀσεβεῖ διανοίᾳ ;
Ὦ μέλαινα καὶ τελεία
Str. 1.
γένεος Οἰδίπου τ' Ἀρά,
κακόν με
καρδίαν
καρδίαι
τι περιπίτνει κρύος.
Ἔτευξα τύμβῳ μέλος
θυιάς, αἱματοσταγεῖς
νεκροὺς κλύουσα
δυσμόρως
δυσμόρους seu δυσφόρους
θανόντας· ἦ δύσορνις ἅ-
δε ξυναυλία δορός.
Ἐξέπραξεν, οὐδ' ἀπεῖπεν
Ant. 1.
πατρόθεν εὐκταία φάτις·
βουλαὶ δ' ἄπιστοι Λαΐου διήρκεσαν·
μέριμνα δ' ἀμφὶ πτόλιν·
θέσφατ' οὐκ ἀμβλύνεται.
Ἰὼ πολύστονοι, τόδ' εἰρ-
γάσασθ' ἄπιστον· ἦλθε δ' αἰ-
ακτὰ πήματ' οὐ λόγῳ.
Τάδ' αὐτόδηλα, προὖπτος ἀγγέλου λόγος·
διπλαῖν
μερίμναιν
μέριμναι
διδυμάνορα
Metri causa lacunam indicaui.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
κάκ' αὐτοφόνα, δίμοιρα
τέλεα
τέλεια
τάδε
τὰ
πάθη
τί φῶ ; τί δ' ἄλλο γ' ἢ πόνοι
πόνων δόμων ἐφέστιοι ;
Ἀλλὰ γόων, ὦ φίλαι, κατ' οὖρον
ἐρέσσετ' ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰὲν δι' Ἀχέροντ' ἀμείβεται
τὰν
ἄστολον
ἄστονον
μελάγκροκον θεωρίδα,
τὰν ἀστιβῆ 'πόλλωνι, τὰν ἀνάλιον,
πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
861-73 interpolatoris eiusdem sunt qui 1005-1078 addidit
Ἀλλὰ γὰρ ἥκουσ' αἵδ' ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τ' ἠδ' Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφ' ἐρατῶν ἐκ βαθυκόλπων
στηθέων ἥσειν ἄλγος ἐπάξιον.
Ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ' ὕμνον Ἐρινύος
ἰαχεῖν Ἀΐδα τ'
ἐχθρὸν
ἐχθρῶν
παιᾶν' ἐπιμέλπειν.
Ἰώ,
δυσαδελφότατοι πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλάω, στένομαι, καὶ δόλος οὐδεὶς
μὴ 'κ φρενὸς ὀρθῶς με λιγαίνειν.
Ἰὼ ἰὼ δύσφρονες,
Str.
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους ἑλόντες πατρῴ-
ους
πατρῴους δόμους ἑλόντες
μέλεοι σὺν
ἀλκᾷ
αἰχμᾷ
.
Μέλεοι δῆθ' οἳ μελέους θανάτους
ηὕροντο
εὕροντο
δόμων ἐπὶ λύμῃ.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
Ἰὼ ἰὼ δωμάτων
Ant.
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, ἤδη διήλ-
λαχθε σὺν σιδάρῳ. —
uerba οὐκ ἔτ' ἐπὶ φιλίᾳ ἀλλ' ἐπὶ φόνωι διεκρίθητε, quae in codd. post σὺν σιδάρῳ leguntur, del. Tricl.
Κάρτα δ' ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνι' Ἐρινὺς ἐπέκρανεν.
Δι' εὐωνύμων τετυμμένοι,
Str. 1.
τετυμμένοι δῆθ', ὁμο-
σπλάγχνων τε πλευρωμάτων
αἰαῖ δαιμόνιοι,
αἰαῖ δ' ἀντιφόνων
<διεκρίθητέ τοι>
om.
ex glossa in 885 suppl. Halm
<τῶν>
om.
θανάτων ἀραί.
Διανταίαν
λέγεις
λέγεις πλαγὰν
δόμοισι καὶ
σώμασιν
πεπλαγμένους
πεπλαγμένους ἐννέπω
,
ἀναυδάτῳ μένει
ἀραίῳ τ' ἐκ πατρὸς
<δὴ>
om.
διχόφρονι πότμῳ.
Διήκει δὲ καὶ πόλιν στόνος,
Ant. 1.
στένουσι πύργοι, στένει
πέδον φίλανδρον· μένει
κτέανα δ' ἐπιγόνοις,
δι' ὧν αἰνομόροις,
δι' ὧν νεῖκος ἔβα
καὶ θανάτου τέλος.
Ἐμοιράσαντο δ' ὀξυκάρδιοι
κτήμαθ' ὥστ' ἴσον λαχεῖν·
διαλλακτῆρι
δ'
τ'
οὐκ
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
ἀμεμφεία
ἀμεμφία
φίλοις,
οὐδ' ἐπίχαρις Ἄρης.
Σιδαρόπλακτοι μὲν ὧδ' ἔχουσιν.
Str. 2.
σιδαρόπλακτοι δὲ τοὺς μένουσιν,
τάχ' ἄν τις εἴποι, τίνες ;
τάφων πατρῴων λαχαί.
Δόμων
<μέν>
om.
μάλ'
ἀχήεις τοὺς
ἀχάεσσα τοὺς
ἀχὼ ἐπ' αὐτοὺς seu ἀχὴν ἐς αὐτοὺς
προπέμπει δαϊκτὴρ
γόος αὐτόστονος, αὐτοπήμων,
δαϊόφρων
δαίφρων
,
οὐ
δ' οὐ
φιλογαθής,
ἐτύμως δακρυχέων
δ' ἐκ
ἐκ
φρενός, ἃ κλαομένας μου
μινύθει τοῖνδε δυοῖν ἀνάκτοιν.
Πάρεστι δ' εἰπεῖν ἐπ' ἀθλίοισιν
Ant. 2.
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων
τ'
δ'
ἐπακτῶν στίχας
πολυφθόρους ἐν δαΐ. —
Δυσδαίμων σφιν ἡ τεκοῦσα
πρὸ πασᾶν γυναικῶν
ὁπόσαι τεκνογόνοι κέκληνται·
παῖδα τὸν αὑτᾶς πόσιν αὑτῷ
θεμένα τούσδ' ἔτεχ', οἳ δ' ὧδ'
ἐτελεύτασαν ὑπ' ἀλλα-
λοφόνοις χερσὶν ὁμοσπόροισιν.
Ὁμόσποροι δῆτα καὶ πανώλεθροι
Str. 3.
διατομαῖς
ἀφίλοις
οὐ φίλαις
ἔριδι μαινομένᾳ,
νείκεος ἐν τελευτᾷ.
Πέπαυται δ' ἔχθος, ἐν δὲ γαίᾳ
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΧΟΡΟΣ
ζόα φονορύτῳ
μέμεικται
μέμικται
· κάρτα δ' εἴσ' ὅμαιμοι·
πικρὸς λυτὴρ νεικέων
ὁ Πόντιος ξεῖνος, ἐκ πυρὸς συθεὶς
θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης,
ἀρὰν
πατρῴαν
πατρὸς
τιθεὶς ἀλαθῆ.
Ἔχουσι μοῖραν λαχόντες
οἱ μέλεοι
ὦ μέλεοι seu μέλεοι
Ant. 3.
διοδότων
διοσδότων
ἀχέων·
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.
Ἰὼ πολλοῖς
ἐπανθίσαντες
ἐπανθήσαντες
πόνοισι γενεάν
πόνοισί γε δόμους (uel δόμοι)
·
τελευτᾷ δ' αἵδ' ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον,
τετραμμένου παντρόπῳ φυγᾷ γένους
ἕστακεν
ἔστακε δ'
Ἄτας τροπαῖον ἐν πύλαις
ἐν αἷς ἐθείνοντο, καὶ
δυοῖν κρατήσας ἔληξε δαίμων.
961-1004 choro restituit Wil. : Antigonae Ismenaeque attrib. codd.
ΗΜΙΧΟΡΙΟΝ Α'
Παισθεὶς ἔπαισας.
ΗΜΙΧΟΡΙΟΝ Β'
Σὺ δ' ἔθανες κατακτανών.
ΗΜΙΧΟΡΙΟΝ Α'
Δορὶ δ'
ἔκανες
ἔκτανες
.
ΗΜΙΧΟΡΙΟΝ Β'
Δορὶ δ' ἔθανες.
ΗΜΙΧΟΡΙΟΝ Α'
Μελεοπόνος.
ΗΜΙΧΟΡΙΟΝ Β'
Μελεοπαθής.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΗΜΙΧΟΡΙΟΝ Α'
Ἴτω δάκρυα.
ΗΜΙΧΟΡΙΟΝ Β'
Ἴτω γόος.
ΗΜΙΧΟΡΙΟΝ Α'
Πρόκεισαι —
ΗΜΙΧΟΡΙΟΝ Β'
κατακτάς.
ΗΜΙΧΟΡΙΟΝ Α'
Ἐή.
Str.
ΗΜΙΧΟΡΙΟΝ Β'
Ἐή.
ΗΜΙΧΟΡΙΟΝ Α'
Μαίνεται γόοισι φρήν.
ΗΜΙΧΟΡΙΟΝ Β'
Ἐντὸς δὲ καρδία στένει.
ΗΜΙΧΟΡΙΟΝ Α'
Ἰὼ πανδάκρυτε σύ.
ΗΜΙΧΟΡΙΟΝ Β'
Σὺ δ' αὖτε καὶ πανάθλιε.
ΗΜΙΧΟΡΙΟΝ Α'
Πρὸς φίλου ἔφθισο.
ΗΜΙΧΟΡΙΟΝ Β'
Καὶ φίλον ἔκτανες.
ΗΜΙΧΟΡΙΟΝ Α'
Διπλᾶ λέγειν.
ΗΜΙΧΟΡΙΟΝ Β'
Διπλᾶ δ' ὁρᾶν.
ΗΜΙΧΟΡΙΟΝ Α'
† Ἀχέων τοίων τάδ' ἐγγύθεν.
ΗΜΙΧΟΡΙΟΝ Β'
Πέλας δ' αἵδ' ἀδελφαὶ ἀδελφεῶν. †
ΧΟΡΟΣ
Ὦ
Ἰὼ (item 986)
Μοῖρα βαρυδότειρα μογε-
ρά, πότνιά τ' Οἰδίπου σκιά·
μέλαιν'
μέλαινά τ' (item 988)
Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
ΗΜΙΧΟΡΙΟΝ Α'
Ἐή.
Ant.
ΗΜΙΧΟΡΙΟΝ Β'
Ἐή.
ΗΜΙΧΟΡΙΟΝ Α'
Δυσθέατα πήματα —
ΗΜΙΧΟΡΙΟΝ Β'
ἐδείξατ' ἐκ φυγᾶς ἐμοί.
ΗΜΙΧΟΡΙΟΝ Α'
Οὐδ'
ὅδ'
ἵκεθ' ὡς κατέκτανεν —
ΗΜΙΧΟΡΙΟΝ Β'
σωθεὶς
συθεὶς
δὲ πνεῦμ' ἀπώλεσεν.
ΗΜΙΧΟΡΙΟΝ Α'
Ὤλεσε δῆθ' <ἄπο>
ὥλεσε δῆτά γε
ἀπώλεσε(ν) δῆτα
.
ΗΜΙΧΟΡΙΟΝ Β'
Καὶ
τὸν
τόνδ'
ἐνόσφισεν.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ
ΚΗΡΥΞ
Αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
ΑΝΤΙΓΟΝΗ
Αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.
ΚΗΡΥΞ
Τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
ΑΝΤΙΓΟΝΗ
Τράχυν', ἄθαπτος δ' οὗτος οὐ γενήσεται.
ΚΗΡΥΞ
Ἀλλ' ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ ;
ΑΝΤΙΓΟΝΗ
Ἤδη τὰ τοῦδ' οὐ διατετίμηται θεοῖς ;
ΚΗΡΥΞ
Οὐ πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
ΑΝΤΙΓΟΝΗ
Παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
ΚΗΡΥΞ
Ἀλλ' εἰς ἅπαντας ἀνθ' ἑνὸς τόδ' ἔργον ἦν.
ΑΝΤΙΓΟΝΗ
Ἔρις περαίνει μῦθον ὑστάτη θεῶν·
ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
ΚΗΡΥΞ
Ἀλλ' αὐτόβουλος
ἴσθ'
ἦσθ'
, ἀπεννέπω δ' ἐγώ.
ΧΟΡΟΣ
Φεῦ φεῦ·
ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
Κῆρες Ἐρινύες, αἵτ' Οἰδιπόδα
γένος ὀλέσατε πρυμνόθεν οὕτως,
τί πάθω ; τί
δὲ δρῶ
δ' ἐρῶ
; τί δὲ μήσωμαι ;
πῶς τολμήσω μήτε σε κλάειν
μήτε προπέμπειν ἐπὶ
τύμβον
τύμβῳ
;
Ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν·
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξῃ, κεῖνος δ' ὁ τάλας ἄγοος
μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
εἶσιν ; τίς ἂν οὖν τὰ
πίθοιτο
πείθοιτο
;
ΗΜΙΧΟΡΙΟΝ Α'
Δράτω <
τι
om.
> πόλις καὶ μὴ δράτω
τοὺς κλάοντας
Πολυνείκη
πολυνείκην
·
ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν
αἵδε προπομποί·
καὶ γὰρ γενεᾷ κοινὸν τόδ' ἄχος,
καὶ πόλις ἄλλως
ἄλλοτ' ἐπαινεῖ τὰ δίκαια.
ΗΜΙΧΟΡΙΟΝ Β'
Ἡμεῖς δ' ἅμα τῷδ', ὥσπερ τε πόλις
καὶ τὸ δίκαιον ξυνεπαινεῖ·
μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ ἀνατραπῆναι μηδ' ἀλλοδαπῷ
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.]