Ἑπτὰ ἐπὶ Θήβας Aeschyli Fabulae: cum lectionibus et scholiis codicis Medicei et in <title level="a" xml:lang="la">Agamemnonem codicis Florentini ab Hieronymo Vitelli denuo collatis Aeschylus N. Wecklein lectiones et scholia denuo collata Hieronymus Vitelli Nikolaus Wecklein's 1885 Berlin edition. 2 volumes S. Calvary eiusque socius Berolini 1885 Public domain

Digitized by Google; served via HathiTrust.

843255544 010110186 urn:cts:greekLit:tlg0085.tlg004.wecklein1885-grc2
Aeschyli Fabulae: cum lectionibus et scholiis codicis Medicei et in Agamemnonem codicis Florentini ab Hieronymo Vitelli denuo collatis Aeschylus N. Wecklein Berolini S. Calvary eiusque socius 1885 2 v. Pars I: Textus, Scholia, Apparatus criticus https://hdl.handle.net/2027/uc1.$b64979 uc1.$b64979 Pars II: Appendix coniecturas virorum doctorum minus certas continens https://hdl.handle.net/2027/uc1.$b64980 uc1.$b64980

Converted to play-level Perseus/EpiDoc XML with CTS citation and cross-edition alignment.

Greek text, line numbering, page breaks, scholia, and apparatus follow Wecklein's 1885 edition. Printed strophic labels are encoded as milestones; Smyth card milestones are added with resp="Smyth".

Latin Ancient Greek Aeschylus Greek drama (Tragedy) Scholia Apparatus criticus Initial TEI header created from HathiTrust metadata and scans. Regularized as a play-level EpiDoc edition with CTS URN urn:cts:greekLit:tlg0085.tlg004.wecklein1885-grc2; converted page wrappers to pb elements, regularized apparatus, and added aligned Smyth card milestones.
Ὑπόθεσις τῶν Ἑπτὰ ἐπὶ Θήβας.

Η μὲν σκηνὴ τοῦ δράματος ἐν (ἐπὶ m) Θήβαις ὑπόκειται, ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων, ἡ δὲ ὑπόθεσις στρατιὰ (στρατεια m) Ἀργείων πολιορκοῦσα Θηβαίους, τοὺς καὶ νικήσαντας, καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. ἐδιδάχθη ἐπὶ Θεαγένους Ὀλυμπιάδι οη' (a. Chr. n. 467). ἐνίκα Λαΐῳ, Οἰδίποδι, Ἑπτὰ ἐπὶ Θήβας, Σφιγγὶ σατυρικῇ. β' (i. e. δεύτερος) Ἀριστίων (Ἀριστίας Franz) Περσεῖ, Ταντάλῳ, Παλαισταῖς σατυρικοῖς τοῖς Πρατίνου πατρός. γ' (i. e. τρίτος) Πολυφράσμων Λυκουργείᾳ (λυκουργίᾳ m) τετραλογίᾳ.

τὰ τοῦ δράματος πρόσωπα Ἐτεοκλῆς ἄγγελος κατάσκοπος χορὸς παρθένων Ἀντιγόνη Ἰσμήνη κῆρυξ.
Ἀντιγόνη Ἀντιγόνη ante, Ἰσμήνη post ἄγγελος κατάσκοπος habet M.
Ἐτεοκλῆς. Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ· εἰ δ᾽ αὖθ', ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος ἐπώνυμος γένοιτο Καδμείων πόλει. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
1. λείπει τὸ ἐκεῖνον. καίρια δὲ τὰ ἀναγκαῖα (l. δίκαια)· παρακαίρια γὰρ τὰ ἄδικα. 2. ἐκεῖνον (Gl. rec.). — ἐν ἐξουσίᾳ (Gl.). 3. τὸν τῆς πόλεως κυβερνήτην. 4. τῆς εὐπραγίας ἡ αἰτία ἐπὶ τοὺς θεοὺς (ἀναφέρεται add. schol. rec.), τῆς δὲ δυσπραγίας ἐπὶ τοὺς ἄρχοντας. 6. ἀντὶ τοῦ μόνος. 7. λοιδόροις (Gl.). – τὸ ὑμνεῖσθαι μέσον. 8. ἀλεξητήριος Ζεὺς ἐν Θήβαις τιμᾶται. φησὶν οὖν, συμφώνως ἑαυτῷ τιμάσθω. 10. καὶ τὸν νέον καὶ τὸν αὔξοντα τὴν βλάστησιν τοῦ Διός (σώματος Enger). — τὸν νέον (Gl.). 11. τὸν ἔξω ἡλικίας, τὸν γέροντα. 12. αὐξάνοντα ἀνδρῶν νῦν. (13) οἷον καθὸ ἕκαστος δύναται βοηθεῖν.
ὅστις ὅς τις Μ, ὅστις post rasuram quae volebat ὅστις. κοιμῶν κοιμῶνθ' Ἐτεοκλέης ἐτεοκλῆσ έ superscripsit πολὺς supra versum habet ἀλεξητήριος ἀλεξιτήριος Post 11 lacunam statuit, cui ἐνόρχην λαὸν tribuit ex Hesych. ἐνόρχην λαόν, τὸν ἐπὶ ἥβης. βλαστημὸν βλάστημον

4 AESCHYLI

ΕΤ. ὥραν ἔχονθ᾽ ἕκαστον, ὥστι συμπρεπές, πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ 'ξαλειφθῆναί ποτε, τέκνοις τε γῇ τε μητρί, φιλτάτῃ τροφῷ· ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὅπλον, ἐθρέψατ᾽ οἰκιστῆρας ἀσπιδηφόρους πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός· χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ· οὗτος τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
13. ὥραν (ὥραν m) φροντίδα (ἢ addit Dindorf) ἡλικίαν, ἵν᾽ ᾖ ὁ νοῦς οὕτως, ἕκαστον ὑμῶν ἔχοντα φροντίδα τῆς πόλεως· ἢ ἕκαστον πρὸς τὴν ἡλικίαν βοηθεῖν τῇ πόλει ὡς πρέπον. ἁρμόδιον (Gl. quam delevit alia manus). 16. κοινὸν τὸ ἀρήγειν. 17. αὕτη. κυρίως ἐπὶ παίδων (πέδων m) τὸ ἕρποντας. 18. ἐπιδεχομένη (Gl.). πάντα πόνον τῆς παιδικῆς ἡλικίας ὑποδεχομένη. 20. πιστοὶ δηλονότι. — πρὸς κίνδυνον ὑπὲρ αὐτῆς πρόθυμον (πρόθυμοι schol. rec.). 21. ἀπὸ τῶν ἐν ζυγῷ. 22. φυλασσομένοις ὑπὸ τοῦ θεοῦ (Gl.). 24. σκοπός, ὁ Τειρεσίας. 25. οὐκ ἐμπύροις (ἐμπύροις m1) χρώμενος (χρώμενος schol. rec.). 26. ἐξ ἀκοῆς γὰρ τὰς πτήσεις διέκρινεν. οὐχ ὁρῶν ὁ Τειρεσίας ἐπέβαλεν (ἐπέβαλλε schol. rec.) τῇ τέχνῃ, ἑτέρου ὑπαγορεύοντος, οὐκ αὐτὸς ὢν αὐτόπτης τῶν ὀρνέων. μαντευτικούς (Gl.). 27. ὁ Τειρεσίας (Gl.).
ὥραν ὥραν ὥραν τ in litura scripsit ἔχονθ᾽ ἔχονθ' rasura factum ex ἔχωνδ' ἕκαστον ἕκαστος ἕκαστον ὥστι ὥστις rasura mutatum in ὥστε ἥτις ἐμπρεπής οἰκιστῆρας οἰκητῆρας inter καλῶς et τὰ ὦ superscr. φρεσίν φρεσὶ φάους δίχα τοιῶνδε τοιῶνδε corr. ex τοιόνδε

SEPTEM ADVERSUS THEBAS. 5

ΕΤ. νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ· καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. Ἄγγελος κατάσκοπος. Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων. ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ᾽ Ἐνυὼ καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
29. ἐν νυκτὶ ἀγορεύεσθαι καὶ βουλεύεσθαι. 31. σοῦσθε: ἐπίρρημα παρακελεύσεως. ὡπλισμένοι. 32. τὰς ἐπάλξεις τῶν τειχῶν (Gl.). τοῖς ἐπιβήμασι. κατεχρήσατο δέ. 34. τῶν πολεμίων. 35. καλὰ θεὸς παρέχει. 37. μὴ μάτην ὁρμῆσαι. 43. ἐς μελάνδετ(ον): τὸ μελανισθὲν τῷ αἵματι· ἢ τὸ ἐκ μελαινῶν βυρσῶν περιβεβλημένον. οὕτως δὲ θύοντες ἐπάνω τῶν ἀσπίδων ἐμαντεύοντο. τὸ μελάνδετον δὲ καλῶς ἂν ἐπὶ ξίφους ῥηθείη, ἐπὶ δὲ σάκους παρέλκει (τὸ schol. rec.) δετον ὡς ἐπὶ τοῦ κελαινεφὲς τὸ νέφος. 47. ἐκκενώσειν, ἀπὸ τοῦ λαπάθου.
κἀπιβουλεύσειν κἀπιβούλευσιν πύλας πυργωμάτων πύλαι πυργωμάτων (ῶν et α superscripsit m1) fort. πόλεως πυργώματα. εὖ θαρσεῖτε εὐθαρσεῖτε κατοπτῆρας κατοπτῆρα ς addidit φυράσειν πρόσθε φυράσειν

6 AESCHYLI

ΑΓ. μνημεῖα δ᾽ αὑτῶν τοῖς τεκοῦσιν εἰς δόμους πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες, οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται. κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος· ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ.
49. μνημεῖα: περόνας ἢ τρίχας ἤ τι τοιοῦτον. ἔθος δὲ ἦν τοὺς ἐν πολέμῳ τοῖς οἰκείοις πέμπειν σημεῖα ἢ (ἢ delet Blomfield) περόνας ἢ ταινίας ἢ βοστρύχους ἤ τι τοιοῦτον. τὸ δὲ ἔστεφον ἀντὶ τοῦ ἐπλήρουν. πρὸς ἅρμα δὲ Ἀδράστου, ἐπεὶ Ἀμφιάραος αὐτοῖς ἐμαντεύσατο μόνον Ἄδραστον σωθήσεσθαι. τοῦτο δὲ ὡς ἀπὸ τῆς ἱστορίας ἔλαβεν, ὅτι ἐσώθη Ἄδραστος· ἐπεὶ πόθεν ᾔδεσαν ὅτι διαφεύξεται; 50. τοῦτον γὰρ ἔφασκεν ὁ μάντις σωθήσεσθαι μόνον ἐκ τοῦ πολέμου. ἐπλήρουν (Gl.). 51. οὐκ ἦν ἔλεος διὰ τῆς γλώττης αὐτῶν προϊὼν ἀποθηλύνων τὴν ὁρμήν. 54. καὶ τῶνδε πύστις: μετ᾽ οὐ πολὺ δὲ ταῦτα γνώσῃ τῇ πείρᾳ. ἡ περὶ τούτων ἀκοὴ οὐ βραδέως γέγονεν· ταχὺ γὰρ ἤγγειλα. ἡ γνῶσις οὐκ εἰς μακρὰν πλησιάζεται. 55. κληρουμένους δ᾽ ἔλειπον): κλήρους γὰρ ποιησάμενοι πρὸς μίαν πύλην ἐδέξαντο οἱ ἑπτὰ λοχαγέται. 58. τάξον (Gl.). 60. λευκός. 62. ἀπὸ μεταφορᾶς τῶν πλοίων. ἀσφαλής, βέβαιος. 63. καταπνεῦσαι σφοδρῶς. 64. πρὸς τὸ πνεῦμα ἐπήγαγεν τὸ κῦμα· παρακεκινδυνευμένως δὲ εἶπεν κῦμα χερσαῖον.
αὑτῶν αὐτῶν διὰ στόμα ἀνὰ στόμα πύστις πίστις

SEPTEM ADVERSUS THEBAS. 7

ΑΓ. καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ. ΕΤ. ὦ Ζεῦ τε καὶ Γῆ, καὶ πολισσοῦχοι θεοί, Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρέμνοθεν πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους· ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν. γένεσθε δ᾽ ἀλκή· ξυνὰ δ᾽ ἐλπίζω λέγειν· πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. Χορὸς παρθένων. Θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη. μεθεῖται στρατὸς στρατόπεδον λιπών. ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας.
65. τουτέστι μὴ ἐκπέσῃς τοῦ δέοντος καιροῦ (καιροῦ delet O Hense). 66. φύλακα ἁπλῶς (Gl.). 67. ἀσφαλῶς φυλάξω (Gl.). 70. ὅτι τὰ νῦν δι' αὐτῆς τελειοῦται. 72. ἐκριζώσητε (Gl.). ἀντὶ τοῦ οὐ βάρβαρον οὖσαν, ἀλλ᾽ Ἑλληνίδα καὶ αὐτήν. 73. γρ. καὶ ὄλβον ῥέοντα καὶ δόμους. 75. μὴ ὑπεξελθεῖν (ὑπελθεῖν Weil) ζυγὸν δουλείας. 76. κοινωφελῆ καὶ ὑμῖν καὶ ἡμῖν νομίζω λέγειν. 78. θρέομαι φοβερά: θρηνῶ, βοῶ. εὐπτόητον δὲ ἡ τῶν παρθένων ἡλικία πρὸς φόβον (dele πρὸς φόβον), μάλιστα δὲ πρὸς πολιορκίαν. 79. μεθεῖται στρατός: οἷον, ἀφεῖται ὁ ὄχλος ἀπὸ τοῦ στρατοπέδου. οἷον, ἤδη τὴν ὁρμὴν ποιοῦνται ἐπὶ τὴν πόλιν ἡμῶν οἱ πολέμιοι. ταῦτα δέ φανταζόμεναι λέγουσιν ὡς ἀληθῆ. τὸ δὲ χ πρὸς τὴν διαφορὰν τοῦ στρατοῦ καὶ τοῦ στρατοπέδου· στρατόπεδον γὰρ καλεῖται τὸ ἐνδιαίτημα τοῦ στρατοῦ. 80. ὁρμᾷ, χεῖται (m1). πρόδρομος ἱππότας: πολὺς ἔμπροσθεν λαὸς ἱππότης. φαντάζονται δὲ ταῦτα πάντα.
πρέμνοθεν πρέμνοθεν πρυμνόθεν δῃάλωτον δηϊάλωτον δουλίοισι δουλίοισι δουλείοισι σχεθεῖν σχέθειν duodecim chori personis distribuendi videntur. ΧΟ. praescriptum

8 AESCHYLI

ΧΟ. αἰθερία κόνις με πείθει φανεῖσ᾽, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. Ἑλεδέμας πεδιοπλοκτύπος τί χρίμπτεται βοᾶ ποτᾶται· βρέμει δ᾽ ἀμαχέτου δίκαν ὕδατος ὁροτύπου. Ἰὼ ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε. Βοᾷ ὑπὲρ τειχέων ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- τρεπὴς ἐπὶ πτόλιν διώκων. Τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει θεῶν ἢ θεᾶν; Πότερα δῆτ᾽ ἐγὼ ποτιπέσω βρέτη δαιμόνων;
αἰθερία δὲ κόνις ἡ αὐγὴ (l. ἠλύγη) ἡ αἰρομένη εἰς τὸν αἰθέρα. 81. ἡ μέχρι τοῦ αἰθέρος ἤκουσα. 82. καίτοι ἄφωνος οὖσα ἐναργής ἐστιν ὥσπερ ἄγγελος καὶ ἀληθής. ἄφωνος μὲν οὖσα, σαφῶς δὲ ἀγγέλλουσα. 83. καὶ τὰ τῆς γῆς δέ μου πεδία κατακτυπούμενα τοῖς ποσὶ τῶν ἵππων [καὶ τῶν ὅπλων] ποιεῖ μου προσπελάζειν τὸν ἦχον τοῖς ὠσίν. ἑλεδεμὰς ἡ τὸ δέμας ἡμῶν τῷ φόβῳ λαμβάνουσα καὶ ταράττουσα· ἢ ἑλεδεμνὰς ἡ ἑλοῦσα ἀπὸ τῶν δεμνίων (m1). — τινὲς ὠτὶ χρίμπτεται βοά (m). 84. ἔχει (ἠχεῖ m1) δέ, φησί, τρόπον ποταμῶν τὰ πεδία τῆς γῆς μου. 85. τοῦ καὶ ὄρη ῥηγνύντος (Gl.). 87. ἀποστήσατε (Gl.). φυγεῖν ποιήσατε (m1). 88. μετὰ βοῆς. ὑπεράνω (m1). 93. πότερα δῆτ᾽ ἐγώ: πότερον πρόσφυγες τῶν πατρῴων ξοάνων γενόμεθα (l. γενησόμεθα) ἢ ἄλλο τι πράξομεν;
βοᾷ Ἑλεδέμας et ζτ in marg. ἐλεδεμὰς et in altero marg. ζτ βοᾶι βοᾷ Fort. ἰδὲ δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠτὶ χρίμπτει βοάν (γᾶς ἤδη δ' ἐμᾶς Enger, πεδί᾽ ὁπλόκτυπο Seidler, ὠτὶ recc., χρίμπτει βοάν Ritschl). Ἰὼ ἰὼ ἰὼ ἐὼ ἰὼ ἐ ἰὼ ὀρόμενον ὄρμενον ἀλεύσατε ἀλεύσετε (α superscripsit m1) πάτρια post ἐγὼ addit ex schol. δαιμόνων versui sequ. addit

SEPTEM ADVERSUS THEBAS. 9

ΧΟ. Ἰὼ μάκαρες εὔεδροι, ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ- λομεν ἀγάστονοι; Ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον; Πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ- φίλιταν ἕξομεν; Κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός. Τί ῥέξεις; προδώσεις, παλαίχθων Ἄρης, τὰν τεάν;
94. εὔεδροι: ἐπ' ἀγαθῶν ἱδρυμένοι. ἢ ἐπὶ τῶν ἰδίων, φησί, καθεδρῶν καθεζόμενοι. 95. ἀκμάζει: καιρὸς ἥκει. οἷον, ἀκμῆς καὶ ὀξυλαβίας χρήζει τὰ πράγματα. πρὸς ἀλλήλας δὲ ταῦτά φασι. 96. τί ἑστῶτες στενάζομεν καὶ οὐχ ἱκετεύομεν; 97. ἀκούετ᾽ ἢ οὐκ ἀκούετ'): ἐπεὶ ἀγνῶτές εἰσι, τοῦτό φασιν, ἆρα φανταζόμεθα ἢ ἀληθῶς ἀκούομεν; 98. πέπλων καὶ στεφέων): πότε στέφη ῥίψομεν ἢ πέπλους ἐπὶ γῆς ἢ νῦν, τραπεῖσαι ἐπὶ λιτανείαν τὴν περὶ ἡμῶν αὐτῶν καὶ τῆς πόλεως; παρετίθεσαν γὰρ καὶ πέπλους· ἐνέδυον γὰρ καὶ πέπλους τὰ ἀγάλματα. Ὅμηρος (Ζ 271) »πέπλον ὅστις τοι χαριέστατος.« 99. τὴν περὶ ἡμῶν λιτανείαν, ἢ πολυπαράκλητον. 100. κτύπον δέδορκα: μετήγαγε τὰς αἰσθήσεις πρὸς τὸ ἐναργέστερον, ὡς τὸ [ἐναργέστερον] »ἤκουσας ὁ κόραξ οἷος ἦλθ᾽ ἐξ Ὠρεοῦ (ὀρέου m);« (Aristoph. Pac. 1125). (98) ὁ μέντοι ὀκτάσημος ῥυθμὸς οὗτος πολύς ἐστιν ἐν θρηνῳδίᾳ (τραγῳδίᾳ schol. rec.) καὶ ἐπιτήδειος πρὸς θρήνους καὶ στεναγμούς. ἔστι δὲ δοχμιακά (δοχμικά m1). ὅμοιον τὸ »πόλεμος αἴρεται πρὸς ἐμὲ καὶ θεούς« παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν (1189). ἀλλὰ καὶ παρ᾽ Εὐριπίδῃ »ἐγὼ δ' (δὲ m) οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις« (Phoeniss. 344). 102. παλαίχθων Ἄρης: ἐκ πολλοῦ κληρωσάμενος τήνδε τὴν γῆν. τιμᾶται γὰρ παρὰ Θηβαίοις ὁ Ἄρης καὶ Ἄρειον τεῖχος καὶ Ἀρητιὰς κρήνη παρὰ αὐτοῖς. Ἀττικῶς δὲ τῇ κλητικῇ ὦ Ἄρης· οἱ δὲ γρ. ὦ Ἄρη. ἱερὰ δὲ
τί | μέλλομεν στεφέων στεφέων radendo factum e στεφάνων εἰ μὴ νῦν, πότ' ἀμφίλιταν νῦν | ἀμφίλιταν (ἀμφὶ λιατὰν m1) ἀμφὶ λίταν (λιτάν Hermann) fort. ἀντιλίταν. τὰν τεάν τὰν τεὰν in sequentem v. profert γᾶν τεάν

10 AESCHYLI

ΧΟ. Ὦ χρυσοπήληξ δαῖμον, ἔπιδ᾽ ἔπιδε πόλιν, ἅν ποτ᾽ εὐφιλήταν ἔθου. Θεοὶ πολίοχοι χθονός, ἔτ᾽ ἔτε πάντες, ἴδετε παρθένων ἱκέσιον λόχον δουλοσύνας ὕπερ. κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. ἀλλ᾽ ὦ Ζεῦ πάτερ παντελές, πάντως ἄρηξον δαΐων ἅλωσιν. Ἀργέιοι δὲ πόλισμα Κάδμου
ἡ Θήβη τοῦ Ἄρεως ἄνωθεν. ἔστιν οὖν παλαίχθων ὁ πάλαι τὴν γῆν κατέχων. 104. ἠθικὸν τὸ δὶς ἀναφωνῆσαι. δειλίαν γὰρ ἐμφαίνουσι διὰ τούτου. 105. ἣν ποτε ἔθου εὖ πεφιλημένην. 107. σαφὲς ἐνταῦθα ὅτι ἐκ παρθένων ἐστὶν ὁ χορός. ἐπίδετε, φησίν, ἡμᾶς ἱκετευούσας τρόπον δούλων. ἱκετεύομεν γὰρ ὑπὲρ τοῦ μὴ εἰς δουλείαν ἀχθῆναι. 108. νῦν τὸ πλῆθος (Gl.). φόβῳ δουλείας ἱκετευούσας. 109. δοχμολόφων: τῶν ἐπινευόντων τοὺς λόφους. ἐν γὰρ τῇ κινήσει συμβαίνει πλαγιάζεσθαι τοὺς λόφους. ἢ τῶν κορυθαιόλων· Ὅμηρος· »κορυθαιόλος Ἕκτωρ«. τὸ γὰρ κινούμενον κράνος δόχμιον τῇδε κἀκεῖσε γίνεται. ἡ δὲ κίνησις κατηγορεῖ τοῦ ἐμπράκτου. δοχμολόφων οὖν τῶν ἐπινευόντων τοῖς λόφοις. 110. καχλάζει: ταῖς πνοαῖς τῶν ἀνδρῶν καχλάζει ὥσπερ κῦμα. καχλάζει δὲ οὐ βορέου ἢ νότου πνοῇ, ἀλλὰ τῇ τοῦ Ἄρεως. 111. πάντων ἔχων τέλος (Gl.). πάντως καὶ ἡμῖν βοήθησον, ὥστε μὴ ὑπὸ τῶν πολεμίων ἅλωσιν γενέσθαι.
δαῖμον δαίμων δαῖμον εὐφιλήταν εὐφιλήταν tribus chori ordinibus tribuit πολίοχοι θεοὶ superiori v. addidit. πολίοχοι πολιάοχοι χθονός. | * (rasura quattuor vel quinque litterarum) ἣ ἔτε ἁθρόοι γὰρ delet δοχμολόφων δοχμολοφᾶν πτόλιν | πνοαῖς | ὀρόμενον ὄρμενον fort. Ζεῦ πάντως πάτερ παντελές. Ἀργέιοι δὲ Ἀργέιοι δὲ γὰρ superscr.

SEPTEM ADVERSUS THEBAS. 11

ΧΟ. κυκλοῦνται, φόβος δ᾽ ἀρείων ὅπλων, διὰ δέ τοι γενύων ἱππείων κινύρονται φόνον χαλινοί. Ἑπτὰ δ᾽ ἀγήνορες πρέποντες στρατοῦ δορυσσόοις σαγαῖς πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες. Σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος, ῥυσίπολις γενοῦ, Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ ἰχθυβόλῳ μαχανᾷ, Ποσειδῶν, ἐπίλυσιν φόνων, ἐπίλυσιν δίδου.
114. φόβος δ᾽ Ἀρηΐων: λείπει ἡ ὑπό. ὁ ὑπὸ τῶν Ἀρηΐων ὅπλων φόβος ταράσσει. 115. διαδέτοι γενύων: (116) θρηνοῦσιν ἡμῶν τὴν ἀναίρεσιν. (115) οἷον, προφωνοῦσιν οἱ ἐν ταῖς γένυσι τῶν ἵππων χαλινοί. 117. ὑπερέχοντες (Gl. m1). 118. δορυσσόοις: ταῖς διὰ τῶν δοράτων σωζούσαις πανοπλίαις. - πολεμικαῖς πανοπλίαις. — ἑπτά (Gl. m1). 119. λαχμῷ λαχόντες τὰς πύλας (Gl.). 120. σύ τ᾽, ὦ Διογενές): σύ τε, ὦ κράτος ἐν πολέμοις Ἀθηνᾶ. ὑπὸ δὲ ἀγωνίας οὐχ ἕνα θεὸν ἐπικαλοῦνται, ὡς παρθένοι. καὶ ταῦτα δὲ δοχμικά ἐστιν καὶ ἴσα, ἐάν τις αὐτὰ ὀκτασήμως (ὀκτασίμως m) βαίνῃ. κυρίως δὲ εἶπον βαίνῃ (βαίνει m) ῥυθμοί γάρ εἰσι· βαίνονται δὲ οἱ ῥυθμοί, διαιρεῖται δὲ τὰ μέτρα, οὐχὶ βαίνεται. 122. ὅ θ᾽ ἵππιος: καὶ σύ, ὦ Πόσειδον, ὃς ἀνάσσεις ἐπὶ θήρᾳ ἰχθύων. τιμᾶται παρὰ Θηβαίοις ὁ Ποσειδῶν. 123. τῇ τοὺς ἰχθῦς τιτρωσκούσῃ τριαίνῃ (m1). 124. ἐπίλυσιν φόβου (i. e. φόβου): πάλιν δὶς εἶπεν τὸ ἐπίλυσιν. τεταραγμένης δὲ ψυχῆς ταῦτα ἤθη καὶ ἐμφάσεως ἕνεκεν λεγόμενα.
ἀρείων ἀρείων ἀρηΐων διά δέ τοι διὰ δέ τοι διαδέτοι διάδετοι in marg. ἱππείων ἱππίων κινύρονται μινύρονται cl. Hesych. μινύρονται· προφωνοῦσι, προλέγουσι ἀγήνορες ἀγάνορες δορυσσόοις δορυσσόοις, ultima littera in rasura scripta δορυσσοῖς (δορύσσοις) σαγαῖς σ Post rasuram quinque litterarum σαγαῖς ῥυσίπολις ῥυσίπολις ῥυσίπτολις ἵππιος | μαχανᾷ μαχανᾷ φόβων φόνων (βου superscr. m)

12 AESCHYLI

ΧΟ. σύ τ᾽ Ἄρης, φεῦ φεῦ, ἐπώνυμον Κάδμου πόλιν φύλαξον κήδεσαί τ᾽ ἐναργῶς. Καὶ Κύπρις, ἅτε γένους προμάτωρ, ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος γεγόναμεν· λιταῖσί σε θεοκλύτοις ἀπύουσαι πελαζόμεσθα.— Καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ στρατῷ δαΐῳ στόνων ἀντᾶς· σύ τ᾽, ὦ Λατογένεια κούρα, τόξον ἐντυκάζου. Ἔ ἔ ἔ ἔ, ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω, ὦ πότνι᾽ Ἥρα. ἔλαχον ἀξόνων βριθομένων χνόαι.
126. κήδεσαί τ᾽ ἐναργῶς: κηδεστὴς ἐναργῶς γενοῦ. Ἁρμονίαν γὰρ τὴν Ἀφροδίτης καὶ Ἄρεως εἶχεν Κάδμος, φρόντισον ἡμῶν καὶ τῆς πόλεως ἐναργῶς. 129. μεγάλαις, ἃς καὶ θεὸς ἀκούσειεν (ἄν) (Gl.). 131. Λύκειος γενοῦ: πολέμιος· οἷον, ὥσπερ λύκος αὐτοῖς ἐφόρμησον ἀνθ' ὧν ἡμεῖς νῦν θρηνοῦμεν. οὕτω (οὗ m) τινὲς τὸ Λύκειος. ἤ, ἐπιβλαβὴς τοῖς πολεμίοις ἐπὶ τῆς αὐτῆς τῶν στόνων γενοῦ, οἷον ἐπὶ τοῦ πολέμου. 133. εὖ πυκάζου ἀπὸ τοῦ πύκα τὸ ἐπιστημόνως (m1). 134. ἐπίρρημα θαυμαστικόν. 137. ἔλακον ἀξόνων: ἀκούω, φησί, στεναγμὸν τῶν χνοῶν. λέγουσι καὶ μετὰ τοῦ ι οἱ ποιηταὶ τὸ χνοιαί. παρὰ τὸ »μέγα δ᾽ ἔβραχε φήγινος ἄξων« (Hom. Ε 838). χνόαι δὲ τὰ ἀκραξόνια (ἀκροξόνια m), περὶ ἃ αἱ χοινικίδες οἱ παραξονῖται λεγόμενοι.
fort. φεῦ φεῦ, κηδείαν πόλιν. φεῦ φεῦ | . . Κάδμου | ἅτε ἅτε σέθεν γὰρ σέθεν γὰρ σέθεν λιταῖσί λιταῖσί λιταῖς σε | . . ἀπύουσαι | . . ἄναξ | . . δαΐῳ | . . ὦ | ἀπύουσαι αὐτοῦσαι Λύκει᾽ λύκιος Λύκειος λύκειος fort. στόνων ἀντίτας. ἐντυκάζου Ἀστυκάζου (?) ἐντυκάζου fort. σύ τ᾽ ὦ Λατωὶς εὐτυκάζου (Λητωὶς Seidler, εὐτυκάζου L Dindorf cl. Hesych. εὐτυχάζου· εὔτυκ(τ)ον ἔχε, ἕτοιμον). Post ἐντυκάζου habet Ἄρτεμι φίλα (e v. 138), delevit Seidler. hemichoria alternantia canere videntur. πότνι᾽ πότνια Ἥρα Ἥρα corr. ex Ἥρη

SEPTEM ADVERSUS THEBAS. 13

ΧΟ. Ἄρτεμι φίλα· Ἔ ἔ ἔ ἔ, δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει, τί γενήσεται; ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός; Ἔ ἔ ἔ ἔ, ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται, ὦ φίλ᾽ Ἄπολλον· κόναβος ἐν πύλαις χαλκοδέτων σακέων. καὶ Διόθεν πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ, σύ τε μάχαιρ᾽ ἄνασσ᾽ Ὄγκα πρὸ πόλεως ἑπτάπυλον ἕδος ἐπιρρύου. ἰὼ παναρκεῖς θεοί,
144. ἀκροβολίζεσθαι ἐστὶ τὸ ἐν πολέμῳ συμβολῆς προκατάρχεσθαι. σύρροια λίθων (m1). 145. ὦ φίλ᾽ Ἄπολλον): ὦ φίλε Ἄπολλον καὶ Ἀθηνᾶ καὶ Διόθεν πολεμόκραντον. 148. πολεμόκραντ(ον): ἐπεὶ οὖν (οὐ Dindorf) μιαρὸς ὁ ἐν πολέμῳ φόνος, ἁγνὸν τέλος ἔφη, ἐπεὶ οἱ πολεμίους ἀποκτείναντες καθαροί εἰσι μᾶλλον ἢ οἱ φίλους ἀνελόντες. — ὡς εἰ ἔλεγεν ἡ ἀπόβασις τοῦ πολέμου Διόθεν (m1). — φόνος (Gl. m1). 149. παρὰ Φοίνιξιν ἡ Ἀθηνᾶ. καὶ ὁ Κάδμος γὰρ Φοίνιξ (m1). – Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις. ἐπεύχεται δὲ τὴν ἐπιχώριον Ἀθηνᾶν, ὡς ὁ Θετταλὸς »Ζεῦ ἄνα Δωδωναῖε« (Hom. Π 233), καὶ ὁ Λύκιος »κλύθι ἄναξ, ὅς που Λυκίης« (ib. 514), καὶ ὁ Ἴλιος »Ζεῦ Ἴδηθεν μεδέων« (Ω 308). Ὀγκαία Ἀθηνᾶ τιμᾶται παρὰ Θηβαίοις, Ὄγκα δὲ παρὰ τοῖς Φοίνιξιν. καὶ Ὀγκαῖαι πύλαι. μέμνηται καὶ Ἀντίμαχος καὶ Ῥιανός. Φοίνιξ δὲ ἄνωθεν ὁ Κάδμος. — ἡ ἑστηκυῖα (m1). 151. κατὰ πάντα βοηθοί. τοῦτο γὰρ ἴδιον θεῶν (Gl.).
139 ante 138 collocandus et ante 147 iterandus videtur. αἰθὴρ δ᾽ αἰθὴρ δ' δ᾽ αἰθὴρ παὶ Διὸς ὅθεν μάχᾳ, σύ τε μάχα σύ τε μάχαισί | τε fort. Ὄγκα ἕδρας πύλας. ἐπιρρύου ἐπιρρόου mutavit in ἐπιρρύου παναρκεῖς 151 - 164 totus chorus canit. παναρκεῖς (λ superscr. m1)

14 AESCHYLI

ΧΟ. ἰὼ τέλειοι τελειαί τε γᾶς τᾶσδε πυργοφύλακες, πόλιν δορίπονον μὴ προδῶθ᾽ ἑτεροφώνῳ στρατῷ. κλύετε παρθένων, κλύετε πανδίκως χειροτόνους λιτάς. ἰὼ φίλοι δαίμονες λυτήριοί τ᾽ ἀμφιβάντες πόλιν δείξαθ᾽ ὡς φιλοπόλεις, μέλεσθε δ᾽ ἱερῶν δημίων, μελόμενοι δ᾽ ἀρήξατε. φιλοθύτων δέ τοι πόλεος ὀργίων μνήστορες ἔστε μοι. ΕΤ. ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά, ἢ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
155. ἑτεροφώνῳ: τῷ μὴ βοιωτιάζοντι. ἐπειδὴ δὲ Ἕλληνες καὶ οἱ Ἀργεῖοι, οὐκ εἶπεν βαρβαροφώνῳ. ἄλλως. τῷ ἔχοντι ἄνδρας ἐκ πολλῶν ἐθνῶν. Ὅμηρος· »ἄλλη δ᾽ ἄλλων γλῶσσα« (B 804). 156. κλύετε πανδίκως): κλύετε ἡμῶν δικαίως εἰς οὐρανὸν ἀνεχουσῶν τὰς χεῖρας. τοῦτο δὲ τὴν ἐκ ψυχῆς ἱκετείαν δηλοῖ. Ὅμηρος· »χεῖρας ἀνασχόντες« (Θ 347). 159. παρὰ τὸ »ὃς Χρύσην ἀμφιβέβηκας« (Hom. Α 37). 161. μέλεσθε δ' ἱερῶν δημίων): μελέτην ἔχετε τῶν ἱερῶν δημοσίων. 163. τῶν ἐκ τῶν πανηγύρεων τελετῶν μνημονεύσατε (Gl.). 166. καθ᾽ ὑπόκρισιν ἀναγνωστέον. ἢ ὡς ἐν ἐρωτήσει μετ᾽ ἐπιτιμήσεως. — (165) ὑμᾶς ἐρωτῶ θρέμμα(τα): εἰώθασιν οἱ ποιηταὶ δόγματά τινα εἰς ὠφέλειαν τῶν ἀκουόντων εἰσφέρειν. οὕτως καὶ ὁ Αἰσχύλος ἐνταῦθα εἰσάγει τὸν Ἐτεοκλέα ἀπαγορεύοντα μετὰ ἀπειλῆς μὴ ἀπάγειν τὸν ὄχλον εἰς δειλίαν, ὥστε διὰ φόβον αὐτοὺς φυγεῖν. ἀλόγοις δὲ ζῴοις παρέβαλεν τὰς παρθένους, ὅτι ἐν φαντασίᾳ γεγόνασι πρῶτον μὲν γυναικείᾳ καὶ δειλῇ, δεύτερον δὲ οὐκ ἀγαθῇ (ἀληθεῖ Robort.). εἰσὶ γὰρ φαντασίαι ἀληθεῖς.
τᾶσδε τᾶσδε τᾶσδέ γε πανδίκως πανδίκως ex πανδίκους factum λυτήριοί τ᾽ λυτήριοί τ' λυτήριοι φιλοπόλεις φιλοπόλεις φιλοπόλιες μέλεσθε δ᾽ μέλεσθέ θ' πόλεος πόλεος πόλεως paragraphum praefixit Eteoclis notam ἀρωγὰ ἀρωγὰ

SEPTEM ADVERSUS THEBAS. 15

ΕΤ. στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν αὔειν, λακάζειν, σωφρόνων μισήματα; μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ ξύνοικος εἴην τῷ γυναικείῳ γένει· κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην, τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
167. ἔσω τειχῶν ὄντι (Gl.). 169. λακάζειν: ἠχεῖν. ληκῶ, λακάζω κατὰ τροπὴν καὶ παραγωγήν. σωφρόνων μισήματα): ταῦτα (ταῦτα τοῖς m), προσπίπτειν τοῖς ξοάνοις καὶ βοᾶν. ταῦτα οὖν ἃ πράττετε μισήσειαν (ἂν addit Victorius) οἱ εὖ φρονοῦντες ἄνδρες. 170. γνώμη. εὐδαιμονίᾳ, εὐετηρίᾳ (Gl.). 172. (173) ἐν θορύβοις (172) οὐ καθεκτή. 175. δειλίαν (Gl.). – διὰ τοῦ θορύβου ἐμβεβλήκατε. 179. ἀνὴρ γυνή τε: νέος ἢ γέρων. ἀκαίρως (ἀκύρως Weil) δ᾽ ἡ λέξις τὸ μεταίχμιον. καὶ δηλοῖ τὸν ἀληθῶς ὀργιζόμενον. ἄλλως. κεκινδύνευται τῷ Αἰσχύλῳ ἐνταῦθα τὸ μεταίχμιον. γένους γὰρ ὄντος τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, μέσον ἄλλο εἶπεν· εἰ μὴ ἄρα τις λέγοι ὅτι ὀργιζόμενος οὕτως εἴρηκεν, ὡς καὶ παρὰ Δράκοντι τῷ νομοθέτῃ, ἐκεῖνος γὰρ ὑπὲρ τοῦ μηδὲν ἁμαρτάνειν φησί, κἂν ὄστρακον ᾖ τὸ ἀποκτεῖναν, κἂν ξύλον, κἂν σίδηρος, κἂν χαλκός, συνεκβάλλεσθαι.
πυργηρουμένῳ πυργηρουμένῳ corr. in πυργηρουμένῳ πολισσούχων πολισσούχων ante ras. ὀφέλλεται ὀφέλλετε ὑφ᾽ αὑτῶν ὑπ' αὐτῶν Post 177 versum τοιαῦτα τἂν (τἂν pro ἂν vel τ᾽ ἂν vel γ᾽ ἂν Blomfield) γυναιξὶ συνναίων ἔχοις habent Inserendi potius hic v. 182. 183. τῆς της supra versum habet

16 AESCHYLI

ΕΤ. ψῆφος κατ᾿ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω τἄξωθεν· ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω; ΧΟ. ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού- σασα τὸν ἁρματόκτυπον ὄτοβον, ὅτε τε σύ- ριγγες ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τ᾽ ἀύπνων πηδαλίων διὰ στόμα πυριγενετᾶν χαλινῶν. ΕΤ. τί οὖν; ὁ ναύτης ἆρα μὴ 'ς πρῷραν φυγὼν πρύμνηθεν ηὗρεν μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ ἐν κύματι; ΧΟ. ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
181. τὸν ἐκ δήμου λευστῆρα μόρον. 183. τοὺς πολίτας δηλονότι θορυβοῦσα. 185. ἀπολογοῦνται διότι ἐθορύβησαν. 188. σύριγγες τὰ ξύλα τὰ μέσον τοῦ περιφεροῦς ξύλου τοῦ τροχοῦ διαπεραιούμενα. τὸ μὲν γὰρ αὐτῶν ἐστι μέγα, τὸ δὲ ἕτερον μικρότερον, ἄλλο δ᾽ αὖ τοῦ δευτέρου μικρότερον, λόγον τῶν αὐλῶν τῶν συρίγγων ἐπέχοντα (m1). ἑλίτροχοι: περὶ ἃς ἑλίσσονται οἱ τροχοί. 189. τῶν μὴ ἐώντων με ἠρεμεῖν (Gl.). 193. μηχανὴν σωτηρίας): οὐκοῦν οὐδὲ ὑμεῖς μηχανὴν σωτηρίας παριοῦσαι (περιοῦσαι m) τὴν πόλιν εὑρήσετε. 195. προτρέχουσα τῶν ἄλλων (m). — βασιλικά, παρὰ τὴν ἀρχήν.
φύγῃ φύγῃ corr. in φύγῃς τὸν τὸν corr. ex τῶν fort. ἁρματόκτυπον ἔχων ὄτοβον. ὅτε ὅτε ὅτι ἔκλαγξαν ἔκλαγξαν (δι scripsit m1) ἀύπνων ἄπυον διὰ πυριγενεταὶ χαλινοί χαλινῶν χαλινῶν ante corr. πρῷραν πρώραν ηὗρεν εὗρεν erasit ἐν κύματι ποντίῳ **ματι, ἐν κύ in rasura scripsit m πρὸς κύματι fort. σαλεύματι. ἦλθον | ἀρχαῖα

SEPTEM ADVERSUS THEBAS. 17

ΧΟ. χαῖα βρέτη, πίσυνος θεοῖς, νιφάδος ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις, δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως ἵν᾽ ὑπερέχοιεν ἀλκάν. ΕΤ. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. οὔχουν τάδ᾽ ἔσται πρὸς θεῶν· ἀλλ᾽ οὖν θεοὺς τοὺς τῆς ἁλούσης πόλεως ἐκλείπειν λόγος. ΧΟ. μήποτ' ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽ ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽ ἁπτόμενον πυρὶ δαΐῳ. ΕΤ. μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς· πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
197. νιφάδα τὸ τῶν πολεμίων ἔθνος (πλῆθος schol. rec.). τὴν λίθων σύρροιαν (?) (m1). 201. ἵνα τὴν ἑαυτῶν ἀλκὴν ὑπὲρ ἡμῶν ἔχοιεν οἱ θεοί. 202. πύργον στέγειν εὔχεσθε): τοῦτο εὔχεσθε, διαμένειν ἡμῶν τὰ τείχη ἁπλῶς (ἀσφαλῶς schol. rec.) ὥστε τὸ δόρυ στέγειν καὶ ἀπείργειν τοὺς πολεμίους. 203. εἰς τὴν Τροίαν γὰρ τοιοῦτόν τι ἐφαίνετο (m1). 204. ἐστὶ (Gl. m1). 205. μήποτ' ἐμὸν κατ᾽ αἰῶ(να): μηδέποτε, φησίν, ἐπὶ τοῦ ἐμοῦ βίου καταλείποιεν τὴν πόλιν οἱ θεοί. εὑρὼν δὲ ὁ Αἰσχύλος παρὰ τῷ (τὸ m) Ὁμήρῳ τὸ »θεῖον δύσονται ἀγῶνα« (Η 298), παρὰ γοῦν τὸ εἰς τὸ αὐτὸ ἀγείρεσθαι ἀγῶνα εἴρηκεν. τὴν οὖν τῶν θεῶν εἰς τὸ αὐτὸ συναγωγὴν πανήγυριν τραγικώτερον εἶπεν. 208. γρ. τυφόμενον, οἷον καιόμενον πολεμίῳ πυρί. 210. πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας): πάνυ λαμπρῶς ὁ Αἰσχύλος τὴν πειθαρχίαν μητέρα τῆς εὐπραξίας ὠνόμασεν, ἐμφαίνων ὅτι καλόν ἐστι τὸ πειθαρχεῖν· πειθόμεναι γὰρ καὶ αἱ πόλεις τοῖς κρατοῦσιν ἑστᾶσιν. τινὲς δὲ ἀντὶ τοῦ εὖ πράσσειν. σωματοποιεῖ δὲ τὰ πράγματα. γνώμη.
fort. θεοῖς τε πίσυνος. νιφομένας νειφομένης πόλεως delet οὔχουν οὔχουν οὐκοῦν Chori notam praefixit et ante ἀλλ' Eteoclis notam superscripsit πόλεως πόλεος πόλεως ἐκλείπειν ἐκλιπεῖν ante correcturam λίποι paragraphus praefixa λίποι λείποι στράτευμ᾽ στράτευμ', στ in rasura fort. πόλιν δαΐῳ θ' ἑπτόμενον πυρὶ πύργωμα. paragraphum praefixit Eteoclis notam add.

18 AESCHYLI

ΕΤ. μήτηρ, γυνὴ σωτῆρος· ὧδ᾽ ἔχει λόγος. ΧΟ. ἔστι· θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα· πολλάκι δ᾽ ἐν κακοῖσιν τὸν ἀμήχανον κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων κρημναμενᾶν νεφελῶν ὀρθοῖ. ΕΤ. ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια θεοῖσιν ἔρδειν, πολεμίων πειρωμένοις· σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων. ΧΟ. διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον, δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει. τίς τάδε νέμεσις στυγεῖ; ΕΤ. οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος· ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, εὔχηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.
211. λείπει Διός, γυνὴ Διὸς σωτῆρος. – σωστικῆς (m1). οἰκείως ἔχουσα πρὸς τὸ σώζεσθαι. 215. κριμναμέναν νεφέλαν): τὸν μὴ δυνάμενον ἑαυτῷ μηχανήσασθαι καὶ βοηθῆσαι ὁ θεὸς ὀρθοῖ. 216. τὰ εἰς χρῆσιν καὶ θυσίαν θύματα (Gl.). 218. τῇ γυναικί. 219. λείπει δι' ἐπικουρίαν. 221. ἡ ἀπὸ σοῦ μέμψις (m1). τὸ τιμᾶν τοὺς σώζοντας θεούς. (221) οὐδεὶς ταῦτα ὁρῶν ἡμᾶς ποιούσας μισήσειεν (ἄν).
γυνὴ γύναι θεοῦ θεοῦ οις superscripsit θεοῦ etiam κακοῖσιν κακοῖσι τὸν τὸν ex schol. τὰν καὶ χαλεπᾶς, recte ut videtur. Idem ὑπέρ τε). κρημναμενᾶν νεφελᾶν κρημναμενᾶν νεφελᾶν κριμναμέναν νεφέλαν χρημναμέναν νεφέλαν τάδ᾽ τόδ' ἔρδειν ἔρδειν πειρωμένοις πειρωμένοις (ων scripsit m1) scribendum σοὶ ex schol. νεμόμεθ᾽ νεμόμεθ' νεμόμεσθ' ἀδάματον ἀδάματον ἀδάμαντον τίς τίς τί τιθῇς τιθεῖς τιθῇς

SEPTEM ADVERSUS THEBAS. 19

ΧΟ. ποταίνιον κλύουσα πάταγον ἄμμιγα ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, τίμιον ἕδος, ἱκόμαν. ΕΤ. μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε· τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν. ΧΟ. καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. ΕΤ. μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν. ΧΟ. στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. ΕΤ. οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. ΧΟ. δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται. ΕΤ. οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν; ΧΟ. ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. ΕΤ. οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε; ΧΟ. θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. ΕΤ. αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν. ΧΟ. ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
225. πρόσφατον (m1). 226. τὴν ἀκρόπολιν τίμιον ἕδος. 229. μὴ ἁρπάσητε τὸ (l. τῷ) θρηνεῖν. 230. ταῦτα νόμιμα Ἄρεως. 232. κἂν ἀκούῃς, προσποιοῦ μὴ ἀκούειν. 233. ὡς κυκλούντων τὴν πόλιν τῶν πολεμίων σείεται, φησίν, ἡ ἡμετέρα γῆ. 237. ὦ ξυντέλεια: τὸ κοινὸν ἄθροισμα τῶν θεῶν, μεταφορικῶς. κυρίως γὰρ ἡ τῶν στρατιωτῶν ἄθροισις· τέλος γὰρ τὸ τάγμα. Ὅμηρος· »ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος« (Κ 56). 239. θεοὶ πολῖται: τοὺς ἰδίους καὶ πατρῴους ἐπικαλοῦνται θεούς, μὴ εἰς δουλείαν ἐμπεσεῖν. 240. θρηνοῦσα δῆλον ὅτι καὶ κράζουσα σὺ ἡμᾶς δούλους ποιεῖς. 241. βέλος νῦν τὸν πόλεμον. βέλος δὲ πᾶν τὸ βαλλόμενον.
ποταίνιον ποτίφατον κλύουσ᾽ ἀνάμιγα (ἀνάμιγα rec.) πάταγον ἀκρόπτολιν ἀκρόπτολιν ἀκρόπολιν μή νυν, ἐὰν θνῄσκοντας μὴ νῦν et θνήσκοντας μή νυν μὴ νῦν paragraphi praefixae, nisi quod 239 et 243 etiam chori notam adscripsit m. ἔμ᾽ ἀρκεῖ πέποιθ' φθόρον φόνον φθόρον καὶ πᾶσαν καὶ σὲ καὶ πᾶσαν πόλιν πόλιν πτόλιν

20 AESCHYLI

ΕΤ. ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. ΧΟ. μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. ΕΤ. παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων; ΧΟ. ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. ΕΤ. αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. ΧΟ. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι. ΕΤ. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. ΧΟ. σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. ΕΤ. τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς. κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιάνισον,
244. δυσφημεῖς καίτοι τῶν ἀγαλμάτων ἐχομένη. 245. ὑπὸ φόβου συναρπάζομαι. 246. γρ. λόγον. 247. λέγοις ἂν ὡς τάχιστα): λέγε, φησί, ταχέως, καὶ ἐὰν δυνατὸν ᾖ, γνώσομαι σιγᾶν, ἢ ὑπακούειν· γνώσομαι, φησίν, εἰ δυνατόν μοι ποιεῖν ἐστιν ὃ κελεύεις. 249. οὐχ ἁπλῶς ἐσίγησεν, ἀλλὰ μετὰ φόβου. σιγῶ, σὺν ἄλλοις: ἐπὶ τοῦ παρόντος, φησί, σιγῶ· σὺν ἄλλοις γὰρ τὸ εἱμαρμένον πείσομαι. 250. τοῦτο μᾶλλον ἢ τὰ προειρημένα ἐπαινῶ. — τοῦτ᾽ ἀντ᾽ ἐκείνων: ἀνθ' ὧν ἄλλων δυσφήμων εἴρηκας τοῦτο μᾶλλον παρὰ σοῦ αἱροῦμαι. 254. Ὀλολυγμὸν ἱερόν: διέστειλεν τὸν ὀλολυγμὸν τοῦ παιῶνος. ὥσπερ καὶ (Vict.) γὰρ μόνῃ τῇ Ἀθηνᾷ, δαίμονι οὔσῃ πολεμικῇ, ὀλολύζουσι, τοῖς δὲ ἄλλοις θεοῖς παιωνίζουσιν. ὁ γοῦν ποιητής φησιν ἐπὶ τῶν Τρωϊάδων· »αἳ δ᾽ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον« (Ζ 301), καὶ ἐπὶ τῶν Ἑλληνίδων· »αἳ δ᾽ ὀλόλυξαν θυγατέρες τε νυοί τε« (γ 450). ἡ δὲ διάνοια ἁπλῆ· φησὶν οὕτως, καμοῦ, φησίν, εὐχομένου ἀκούσασα· πῶς δέ, ἐπιφέρει. νικήσας φησὶ τρόπαια ἀναθήσειν αὐτοῖς (l. αὐτὸς) τοῖς θεοῖς καὶ θυσίας ποιεῖν (ποιήσειν Vict.)· οὐ γὰρ ματαίας οὐδὲ γυναικείας εὐχὰς ἐπιτελέσω, ἀλλὰ παρὰ ταῖς θυσίαις δεῖ σε ὀλολύζειν, ὡς ἔθος Ἑλληνικόν.
καὶ τότ' πείσομαι σπείσομαι σπ in π mutavit delet ἀκούσασ' ἀκούσας ἱερὸν ἱρὸν παιάνισον παιώνισον ω in α ut videtur mutavit

SEPTEM ADVERSUS THEBAS. 21

ΕΤ. Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, θάρσος φίλοις, λύουσα πολέμιον φόβον. ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, Δίρκης τε πηγαῖς, οὐδ᾽ ἀπ᾽ Ἰσμηνὸν λέγω, εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης, μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήμασι λάφυρα δαΐων δουρίπληχθ᾽ ἁγνοῖς δόμοις στέψω πρὸ ναῶν πολεμίων δ᾽ ἐσθήματα.
255. ἐνθουσιαστικῆς. - θυστάδος: τῆς παρὰ ταῖς θυσίαις γινομένης, ἀφ᾿ ἧς ἐνίοτε καὶ ἡ βάκχη. σημαίνει γὰρ καὶ τοῦτο καὶ τὴν καθαρὰν ἐσθῆτα, ὡς παρ' Εὐριπίδῃ. ἢ, ᾗ νενόμισται τοῖς Ἕλλησιν ἐν μάχαις· ἢ, ὡς νενομισμένον Ἕλλησιν παρὰ τὰς θυσίας ὀλολύζειν. 256. θάρσος φίλοις: τὸ γὰρ εὔχεσθαι τοῖς θεοῖς θάρσος ἐμποιεῖ τοῖς φίλοις. πολέμιον δὲ φόβον τὴν ὀλολυγὴν ἐξηγήσατο ἐν τῷ »κλύουσα πολέμιον φόβον«. διὰ τῶν τοιούτων εὐχῶν λύουσα τὸν τῶν πολεμίων φόβον. 259. οὐδ᾽ ἀπ᾽ Ἰσμηνοῦ λέγω: ἀντὶ τοῦ, σὺν τῷ Ἰσμηνῷ. κατὰ σχῆμα δὲ ἡ φωνή, οἷον, λέγω ὅτι σὺν τῷ Ἰσμηνῷ. θύω οὖν αὐτοῖς πᾶσι, τῶν πραγμάτων εὐτυχῶς ἀποβάντων. ἄλλως. καινῶς εἶπεν, οὐκ ἀριθμῶ τὸν Ἰσμηνόν, ὡς δήλου ὄντος ὅτι τιμᾶται καὶ ἐγγράφεται τοῖς τιμωμένοις. 262. λείπει ἡμᾶς, ἡμᾶς ἐπεύχομαι. 263. θήσειν τρόπαια: παρατηρητέον ὅτι οὐδέπω ἦν ἡ τῶν τροπαίων ὀνομασία κατὰ τὸν Ἐτεοκλέα· ὥστε ἀνεβίβασε τὰ κατὰ τὸν χρόνον ὁ Αἰσχύλος. ἐσθήμασιν: ἐσθήματα ἀναθήσω πρὸ τῶν ναῶν τὰ λάφυρα.
Ἰσμηνὸν Ἰσμηνὸν ἰσμηνοῦ ἰσμηνοῦ σεσωμένης σεσωμένης σεσωισμένης αἱμάσσων τόθ' haec genuina videntur: λάφυρα δᾴων δουρίπηχθ᾽ ἁγνοῖς δόμοις στέψω πρὸ ναῶν, πολεμίων ἐσθήματα. τροπαῖα τροπαῖα ἐσθήμασι ἐσθήμασι (τα scripsit m) δουρίπληχθ᾽ δουρίπηχθ' super δ' scripsit τ' Verba πολεμίων δ᾽ ἐσθήματα omittunt totum versum

22 AESCHYLI

ΕΤ. τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν· οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. ἐγὼ δ᾽ ἐπ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο. ΧΟ. μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ· γείτονες δὲ καρδίας μέριμναι ζωπυροῦσι τάρβος τὸν ἀμφιτειχῆ λεών, δράκοντας ὥς τις τέκνων ὑπερδέδοικεν λεχαί-
267. οἷον ἐκφοβήμασι τοῖς δυναμένοις ἐκπλῆξαι τοὺς ἀκούοντας. 269. ἡ ἐπί πρὸς τὸ ἐχθροῖς. ἐγὼ δ᾽ ἐπ᾽ ἄνδρας: ἐγὼ δὲ σὺν ἐμαυτῷ ἄλλους ς', ὥστε ἐστὶν αὐτὸς ἕβδομος, ἀντιστάτας τοῖς πολεμίοις ποιήσομαι ταῖς ἑπτὰ πύλαις, (καὶ inseruit m1) σπεύσω ἐγὼ τάξαι λοχαγοὺς πρὶν ἢ τὰ πράγματα κατεπείξῃ, ὥστε δι᾽ ἀγγέλων συχνῶν ἐξάγειν τὸ στράτευμα. 272. τοὺς συνεχεῖς κατεπείγοντας τὴν ἀφ᾿ ἡμῶν ἔξοδον. 273. ἀνάπτεσθαι (Gl. m1). 274. ὁ νοῦς· μέλει μοι, φησίν, ὧν εἶπεν ὁ Ἐτεοκλῆς, ἀλλ᾽ ὁ ἐν ἐμοὶ φόβος οὐκ ἠρεμεῖν με ποιεῖ καὶ ἡσυχάζειν. 275. γείτονες δὲ καρδίας): αἱ δ᾽ ἐν τῇ καρδίᾳ μέριμναι ἀνάπτουσι τὸν ἐν ἐμοὶ φόβον. ἡ καρδία μου, φησί, δέδοικε τὸν πολιορκοῦντα στρατὸν ὡς δράκοντα ὑπὲρ τῶν νεοσσῶν πελειάς. 279. λεχέων: τουτέστι, νεμομένων ἐπὶ τῆς καλιᾶς. ταύτην γὰρ λέχος εἶπεν. οἷον τῶν (τὸν m) ἐν ὡρισμένῳ τόπῳ μενόντων καὶ μήπω δυναμένων ἵπτασθαι.
ποιφύγμασιν ποιφύγμασιν πωφ» * γμασιν mut. in ποφοίγμασιν μᾶλλον κάλλον (fuerat καλλων) mut. in μᾶλλον χρείας χρείας (ρεί in rasura scripsit m1) ὑπνώσσει ὑπνώσει σ inseruit καρδίας spondeum efficit ut Suppl. 74, 807. δράκοντας δράκοντας δράκοντα δ᾽ ὑπερδέδοικεν ὑπερδέδοικεν, e in rasura scripsit m1 λεχαίων λεχαίων λεχέων

SEPTEM ADVERSUS THEBAS. 23

ΧΟ. ων δυσευνάτορας πάντρομος πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργους πανδημεί, πανομιλεί στείχουσιν· τί γένωμαι; τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν ἰάπτουσι πολίταις χερμάδ᾽ ὀκριόεσσαν. παντὶ τρόπῳ, Διογενεῖς θεοί, πόλιν καὶ στρατὸν Καδμογενῆ ῥύεσθε. ποῖον δ' ἀμείψεσθε γαίας πέδον
δυσευνήτορας δὲ δυσευνήτους, διὰ τὸν φόβον τοῦ δράκοντος. πάντροφον δὲ τὴν πελειάδα φησίν, ὅτι πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἔτους τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ ἀνάκειται τῇ Ἀφροδίτῃ, περιστερὰ δὲ εἴρηται ἡ περισσὰ ἐρῶσα, πλεονάζοντος τοῦ τ κατὰ τὸ μέσον. 282. οἱ πολῖται (Gl. m1). 284. τῆς τύχης δηλονότι (Gl.). 285. ἀμφιβόλοισιν: πάντοθεν βαλλομένοις· ἢ ἀμφοτέρωθεν. 286. ἰάπτουσιν: μετὰ βλάβης βάλλουσιν ἐπιπέμποντες τοῖς πολίταις μου τὴν ὀκριόεσσαν χερμάδα. 287. τραχεῖαν (m1). 290. ἀπὸ Κάδμου γὰρ οἱ Θηβαῖοι. 291. ποῖον δ᾽ ἀμείψεσθε (ἀμείψασθε ante corr.) γαίας πέδον): ἀντὶ τοῦ ποῖον οἰκήσετε δάπεδον ἐντεῦθεν μεταστάντες; εἴρηται δὲ καὶ ἐν Ξοανηφόροις Σοφοκλέους ὡς οἱ θεοὶ ἀπὸ τῆς Ἰλίου φέρουσιν ἐπὶ τῶν ὤμων τὰ ἑαυτῶν ξόανα, εἰδότες ὅτι ἁλίσκεται. ἐὰν ταύτην, φησί, τὴν γῆν προδῶτε τοῖς πολεμίοις, ποίαν βελτίονα αὐτῆς εὑρήσετε;
δυσευνάτορας δυσευνάτορας δευσευνήτορας (ει et α superscripsit m1) πάντρομος πάν | τρομος (φ superscripsit m1, φ m) ἃ omittunt πάντροφος legerunt etiam Tzetzes ad Lycophr. 87 et Eustath. ad Hom. p. 1602, 7 πανδημεί, πανομιλεί πανδημεί πανομιλεῖ τι ante corr. ὀκριόεσσαν ὀκρυόεσσαν υ in ε mutavit Διογενεῖς Διογενεῖς εῖς in rasura scripsit ἀμείψεσθε fecit ex ἀμείψασθε

24 AESCHYLI

ΧΟ. τᾶσδ᾽ ἄρειον, ἐχθροῖς ἀφέντες τὴν βαθύχθον᾽ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐ- τραφέστατον πωμάτων ὅσων ἵησιν Ποσει- δᾶν ὁ γαιάοχος Τηθύος τε παῖδες. πρὸς τάδ᾽, ὦ πολιοῦχοι θεοί, τοῖσι μὲν ἔξω πύργων ἀνδρολέτειραν καταρίψοπλον ἄταν ἐμβαλόντες ἄροισθε κῦδος τοῖσδε πολίταις, καὶ πόλεως ῥύτορες εὔεδροί τε στάθητ᾽ ὀξυγόοις λιταῖσιν.
292. ἄρειον πεδίον προείρηται. 293. τὰν βαθύχθο(ν): οἷον, τὴν εὔγειον ταύτην καταλείψαντες εἰς τίνα χωρήσετε; 296. Ποσειδῶν ὁ γαιήοχος): ἢ ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης Ποσειδῶν, ἢ ὅτι ἐκ τῆς θαλάσσης οἱ ὄμβροι, ἀφ᾽ ὧν οἱ χείμαρροι. 298. ποταμοί, ὡς ἀπὸ τοῦ Ὠκεανοῦ καὶ Τηθύος ἀδελφῆς αὐτοῦ (m1). 299. πρὸς τάδ᾽, ὦ πολιοῦχ(οι): ἀντὶ τοῦ διὰ ταῦτα. πρὸς ταῦτα γάρ, ὦ πολῖται θεοί, τοῖς μὲν ἔξω τοῦ τείχους Ἀχαιοῖς ἄτην ἐμποιήσατε, ὥστε αὐτοὺς τὰ ὅπλα ῥῖψαι· τούτου δὲ γενομένου πρὸς ὑμῶν πάνυ ἂν ὑμνοῖσθε παρὰ τῶν πολιτῶν. 305. φύλακες τῆς πόλεως (m1). 306. εὔεδροί τε: εὔεδροι στάθητε. συναπτέον τὸ (l. τῷ) ποῖον ἀμείψεσθε γαίας πέδον. 307. ὀξυγόοις λιτ(αῖσιν): διὰ τὰς ὀξυθρηνήτους λιτὰς ἡμῶν.
εὐτραφέστατον εὐτραφέστατον εὐτρεφέ | στατον in uno verso habet καταρίψοπλον καταρίψοπλον καὶ τὰ ῥίψοπλον κήρα, ῥίψοπλον ῥύτορες φυτόρες (ἢ scripsit m1) ῥύτορες ἔστε καὶ . . εὔεδροι | τε λιταίσιν τε τε, ε in rasura scripsit m1

SEPTEM ADVERSUS THEBAS. 25

ΧΟ. οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν Ἀίδα προϊάψαι δορὸς ἄγραν, δουλίαν ψαφαρᾷ σποδῷ ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως. τὰς δὲ κεχειρωμένας ἄγεσθαι, ἔ ἔ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷ δ᾽ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου. βαρείας τοι τύχας προταρβῶ. κλαυτὸν δ᾽ ἀρτιδρόποις ὠμοδρόπων, νομίμων προπάροιθεν, διαμείψαι
308. τήνδ' (Gl. m1). — ἀπ᾿ Ὠγύγου βασιλεύσαντος ἐκεῖ (m1). 309. διὰ δόρατος ἀγρευθεῖσαν (Gl.). 310. ἀσθενεῖ, ἐλαφρᾷ (Gl.). 314. διέκοψεν τὸν λόγον τῷ θρήνῳ. 315. ἱππηδὸν πλοκάμων): ἱππηδὸν ἄγεσθαι, ὑπὸ ἱππέων σύρεσθαι τῶν πλοκάμων μετὰ ἀνάγκης· καὶ γὰρ οἱ ἵπποι ἀνάγκῃ τινὶ ἕπονται. — δίκην ἵππων (Gl. m1). 318. λείας (m1). πορθουμένας. ἐκ πάσης συμμιγοῦς ἡλικίας (m1). 320. κλαυτὸν δ᾽ ἀρτιτρόποις): εἰ μὲν διὰ τοῦ τ' ἀρτιτρόποις, ταῖς νεωστὶ τραπείσαις τῆς παιδικῆς ἡλικίας καὶ ἡβησάσαις· εἰ δὲ διὰ τοῦ δ᾽ ἀρτιδρόποις, ταῖς ἄρτι δρεπομέναις. ταῖς δὲ παρὰ τὴν ἀκμήν, φησί, διακορευομέναις ἔσται κλαυθμός, ἤ, ταῖς δὲ διαμειβούσαις τὴν τῆς αἰχμαλωσίας ὁδὸν ἔσται δάκρυα. ὠμοδρόπων: ὑπὸ τῶν ὠμῶς αὐτῶν δρεπομένων τὴν ἥβην πρὸ τῶν νομίμων γάμων. 321. διαδέξασθαι τὴν στέρησιν τῶν οἰκημάτων.
Ἀίδα Ἀίδα Ἀίδαι δουλίαν δουλίαν δουλείαν κεχειρωμένας κεχηρωμένας (ει superscripsit m1) Versuum 313-19 et 325-31 locus permutandus videtur. ἱππηδὸν ἱππηδὼν ante ras. περιρ- περι περιρ λαΐδος λαΐδος (η supersc. m1) ἀρτιδρόποις ἀρτιτρόποις (Δ superscr. m)

26 AESCHYLI

ΧΟ. δωμάτων στυγερὰν ὁδόν — τί; τὸν φθίμενον γὰρ προλέγω βέλτερα τῶνδε πράσσειν. πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, ἔ ἔ, δυστυχῆ τε πράσσει. ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- ει, τὰ δὲ πυρφορεῖ· καπνῷ χραίνεται πόλισμ᾽ ἅπαν. μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν Ἄρης. κορκορυγαὶ δ᾽ ἀν᾿ ἄστυ, ποτὶ πτόλιν δ᾽ ὁρκάνα πυργῶτις. πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ δορὶ καίνεται· βλαχαὶ δ᾽ αἱματόεσσαι
323. τί τὸν φθίμε(νον): τί γὰρ δεῖ πολλὰ λέγειν; ὁ προτεθνηκὼς εὐτυχῶς πράσσει πλέον τοῦ ζῶντος. οἱ τελευτήσαντες, φησὶ (l. φασί), καὶ μὴ τοιαύτης πειραθέντες συμφορᾶς ἄμεινον ἡμῶν πράττουσιν. περισσά (super προ scr. m1). 328. καίεται (m1). 329. χαλεπώτερος γὰρ ὁ καπνὸς ἐν ταῖς πορθήσεσιν. 330. λαοδάμας: κυρίως τὸ ἐπίθετον Ἄρεως εἴρηται. 332. ταραχαί. κεκωμῴδηται δὲ ἡ λέξις (cfr. Aristoph. Pac. 991, Lys. 491, Nub. 387). 333. φυλακή (Gl.) – ὁρκάνη τὸ θηρατικὸν δίκτυον, ὃ καὶ σαργάνη καλεῖται. 334. παρὰ τὸ Ὁμηρικὸν »ἀνὴρ δ᾽ ἄνδρ᾽ ἐδνοπάλιζεν« (Δ 472) (Gl.). 335. βλαχαὶ δ' αἱματόεσσαι): ἐπὶ τῶν ἄσημα φθεγγομένων νέων τὴν βληχὴν ἔθηκεν. ὥσπερ, φησί, τὰ νεογνὰ οὐδέπω τὴν φωνὴν ἔναρθρον ἔχοντα ἀπαγόμενα πρὸς τῶν πολεμίων αἱμάσσεται, ὥστε αὐτὰ ἄναρθρον φωνὴν καὶ ὥσπερ προβατώδη προϊεσθαι. τὸ δ᾽ ἑξῆς, βλαχαὶ βρέμονται.
fort. ὀμφάκων τρυγερὰν δρόσον, cfr. Eustath. opusc. p. 355, 28 ed. Tafel ἐν μετοπώρῳ γὰρ οὐ μόνον καινόν, ἐὰν ὡς ἡ παροιμία ἄνθος ἀναφυῇ, ἀλλὰ καὶ ἐὰν κατ᾽ Αἰσχύλον ἀρτίδροπος ὀπώρα νεάζουσα τρυγηθῇ. πτόλις πτόλις πόλις ἄλλος δ᾽ ἄλλον ἄλλος ἄλλον φονεύει | καπνῷ καπνῷ καπνῷ δὲ καπνῷι δὲ πτόλιν delet καίνεται κλίνεται (και superscripsit m1)

SEPTEM ADVERSUS THEBAS. 27

ΧΟ. τῶν ἐπιμαστιδίων ἀρτιτρεφεῖς βρέμονται. ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες· ξυμβολεῖ φέρων φέροντι, καὶ κενὸς κενὸν καλεῖ, ξύννομον θέλων ἔχειν, οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. τί ἐκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα; παντοδαπὸς δὲ καρπὸς χαμά- δις πεσὼν ἀλγύνει κυρήσας· πικρὸν δ᾽ ὄμμα θαλαμηπόλων. πολλὰ δ᾽ ἀκριτόφυρτος γᾶς δόσις οὐτιδανοῖς ἐν ῥοθίοις φορεῖται.
338. ὁμαίμονες: συγγενεῖς· Ἕλληνες γὰρ πάντες. οἷον μετὰ αἵματος γινόμεναι. ἢ τῶν ὁμαιμόνων καὶ συγγενῶν καὶ ἐξ ἑνὸς γένους. 339. συναντᾷ (m1). 341. κοινωνόν (Gl.). 342. λαβεῖν βουλόμενοι (Gl.). οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι: διὰ τούτου τοὺς πλεονέκτας ἐμφαίνει. ὁ γὰρ μήτε ἔλασσον αἱρούμενος μήτε τὸ ἴσον φαίνεται πλείονος ὀρεγόμενος. 343. τί ἐκ τῶνδ᾽ εἰκά(σαι): τί δεῖ ὑπονοῆσαι ἐκ τούτων ἢ πένθη καὶ συμφοράς; 345. τὸν τυγχάνοντα. αἰσθητῶς (super κυρήσας scr. m1, quod αἰσθητῶς videtur Vitellio). 346. πικρὸν δ᾽ ὄμμα θαλαμηπόλων): πικρὰ θέα τῶν παρθένων ἀποσπωμένων ἐκ τῶν θαλάμων. 347. ἀναμεμιγμένη (Gl.). 348. ὁ καρπός (Gl.). ἀνευφράντοις· τὸ γὰρ γάνος δάνος οἱ Δωριεῖς (m1). 349. ὡς ἐπὶ ναυαγίοις (Gl.). – ἐν ῥοθίοισι φορεῖται): ἐπειδὴ τὰ κύματα ἔσθ' ὅτε ὠφέλειαν παρέχεται ταῖς πόλεσιν, διὰ γὰρ αὐτῶν τὰ ἐπιτήδεια ἄγεται [τροπικῶς δὲ ῥόθια εἶπεν τὰ συνεχῆ κινήματα τῶν πολεμίων], προσέθηκεν ἐπίτηδες τὸ οὐτιδανοῖς, οἷον ἀχρείοις. ῥοθίοισιν: ταῖς ὑβριστικαῖς κινήσεσι τῶν πολεμίων. τούτους γὰρ ῥόθιά φησιν, ἐπειδὴ πολεμοῦσιν· τὰ γὰρ κύματα ἐπωφελῆ εἰσιν· δι' αὐτῶν γὰρ ὁ πλοῦς τὰ πρὸς τὸ ζῆν κομίζων ταῖς πόλεσιν.
ἀρτιτρεφεῖς ἀρτιβρεφεῖς διαδρομᾶν διαδρομὰν διαδρομᾶν ξυμβολεῖ ξυμβολεῖ (αλλ superscr. m1) ξύννομον ξύννομον ξύνομον λελιμμένοι λελιμμένοι λελημμένοι τί ἐκ τίν ἐκ τίν' ἐκ ante versum τίν' ... λόγον olim παντοδαπὸς . . πεσὼν | ἀλγύνει ἀλγύνει ἀλγύνει ex ἀλγύνη fecit κυρήσας delet fort. τᾶν θαλαμηπόλων. ῥοθίοις ῥοθίοις ῥοθίοισι

28 AESCHYLI

ΧΟ. δμῳίδες δὲ καινοπήμονες νέαι τλήμονες εὐνὰν αἰχμάλωτον ἀνδρὸς εὐτυχοῦντος ὡς δυσμενοῦς ὑπερτέρου ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, παγκλαύτων ἀλγέων ἐπίρροθον. ΗΜΙΧ. ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, σπουδῇ διώκων πομπίμους χνόας ποδῶν. ΗΜΙΧ. καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
λέσιν, διὰ γὰρ αὐτῶν τὰ ἐπιτήδεια ἄγεται [τροπικῶς δὲ ῥόθια εἶπεν τὰ συνεχῆ κινήματα τῶν πολεμίων], προσέθηκεν ἐπίτηδες τὸ οὐτιδανοῖς, οἷον ἀχρείοις. ῥοθίοισιν: ταῖς ὑβριστικαῖς κινήσεσι τῶν πολεμίων. τούτους γὰρ ῥόθιά φησιν, ἐπειδὴ πολεμοῦσιν· τὰ γὰρ κύματα ἐπωφελῆ εἰσιν· δι' αὐτῶν γὰρ ὁ πλοῦς τὰ πρὸς τὸ ζῆν κομίζων ταῖς πόλεσιν. 351. μεταστᾶσαι εἰς δουλείαν οἴσουσι τὴν τῶν πολεμίων εὐνήν. ἕξουσιν (m1). 353. ὡς τοῦ πολέμου (πολεμίου Heimsoeth) κρατήσαντος. 354. φόβος (m1). — ἀντὶ τοῦ νύκτα, περιφραστικῶς (παραφρ. m1). 355. αὐξητικόν (m1). 357. ἀγγελίαν (m1). 358. χνόας ποδῶν): μεταφορικῶς εἶπεν τὰ ἄκρα τῶν ποδῶν. ἄλλως. τὸ συνεχές κίνημα τῶν ποδῶν παραβόλως χνόας εἶπεν· τοῦ μέντοι ἄξονος τὸ ἄκρον τὸ ἐντιθέμενον τῇ χοινικίδι χνόη καλεῖται. 359. καὶ μὴν ἄναξ: καὶ μὴν αὐτὸς ὁ Ἐτεοκλῆς ἐπείγεται, ἀκουσόμενος τὰ παρὰ τοῦ ἀγγέλου λεγόμενα, ὡς ταῦτα ἀρτίως ἀκουσόμενος, ὥστε κολλῆσαι τῇ διανοίᾳ ἢ τοῖς (ἢ ὥστε διανοίᾳ, τοῖς Paley) ὠσὶν ἀκούσαντα. 360. ἐν συναφῇ ἁρμόδιον, ἢ τὸν ἀρτίως κολλώμενον. — ὡς τὰ κατὰ μέρος ὁμοῦ ἀγγέλλοντος νῦν (m1).
νέαι τλήμονες ex interpretamento repetit ΗΜΙΧ. i. e. dux hemichorii. ἀρτίκολλον ἀρτίκολλος

SEPTEM ADVERSUS THEBAS. 29

ΗΜΙΧ. σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα. ΑΓ. λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ, θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ᾽ ἀϋτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω χαλκήλατοι κλάζουσι κώδωνες φόβον. ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε, φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον· λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
361. σπουδὴ δὲ καὶ τοῦδ(ε): ἡ τούτου δὲ σπουδὴ οὔπω τέλος ἔχει, ἀλλ᾽ ἐπείγεται· τὸ γὰρ ἀπηρτισμένον καὶ τέλος ἔχει, μεθ᾿ ὃ οὐκ ἄλλο πρακτέον. 362. εἰδὼς εὖ λέγοιμί σοι ἄν. 364. Τυδεὺς μὲν ἤδη): αἰδεσθεὶς τὰ Ὁμηρικὰ ἐγκώμια πρῶτον αὐτὸν καταλέγει ὁ Αἰσχύλος. Προιτὶς ὀξυτόνως. 367. ἐπιθυμῶν, παρὰ τὸ λίπτω. 368. τότε γὰρ μάλιστα μέμηνεν. 369. τύπτει (m1). τὸν Ἀμφιάρεων (Gl. m1). 370. ἐκκλίνειν (Gl.). 371. νεωτερικὸν τοῦτο, τοῦ κράνους ἡ τριλογία. 372. κράνους χαίτωμα: οἷον τῆς περικεφαλαίας τὸ χαίτωμα. 374. ὑπερήφανον (Gl.). 376. ἐν τῷ μέσῳ τοῦ σάκους. 377. καὶ Πίνδαρος (Olymp. I 7, fragm. 74) ἄστρον τὸν ἥλιόν φησι.
nuntii notam in ras. scripsit ὥς τ᾽ ἐν ὥστ᾽ rasura mut. in ὅτ' ὡς ἐν πάλον πάλῳ γίγνεται γίνεται λελιμμένος λελιμμένος (λε scripsit m, μ scr. m1) θείνει θείνει θένει δ᾽ ἔσω δ᾽ ἐσώ γρ. τῶ ἄστρων ἄστρον ante corr.

30 AESCHYLI

ΕΤ. τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὡς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλήθρων λυθέντων προστατεῖν φερέγγυος; ΕΤ. κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα· λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
378. χαίρων (m1). πανοπλίαις (Gl. m1). 380. ἵππος χαλινῶν: οὕτως ἀσθμαίνει καὶ σπεύδει ὡς καὶ ἵππος πολεμιστὴς σάλπιγγος ἀκούων καὶ ἐπιθυμῶν πολέμου εἴργεται πρὸς τοῦ ἐπιβάτου. 382. τίν᾽ ἀντιτάξεις: τίνα οὖν ἀντιτάξεις τῷ Τυδεῖ; τίς ἄξιός ἐστιν προΐστασθαι τῆς ἐγγύτητος (ortum ex πύλης et ἐγγυητής) ταύτης; 383. ἀξιόπιστος ἐγγυητής. 385. οὐδ᾽ ἑλκοποιὰ γίνε(ται): ταῦτα παρὰ Ἀλκαίου. οὐ τιτρώσκει τὰ ἐπίσημα ὅπλα οὐδὲ (l. οὐδὲ ὅπλα) αὐτὰ καθ᾿ ἑαυτὰ δύναμιν ἔχει, εἰ μὴ ἄρα ὁ φέρων αὐτά, ἐὰν ᾖ ὁ (l. αὐτὰ γένοιτο) γενναῖος. ἤγουν οὐ τιτρώσκει (Gl. m1). 387. καὶ νύκτα ταύτην ἣν λέγεις): ὁ νοῦς, ταύτην δὲ ἣν λέγεις εἶναι νύκτα ἐπὶ τῆς ἀσπίδος, τάχα προμαντεύεται τῷ φοροῦντι ὅτι χωρήσει ὑπὸ νύκτα. ἐπιφέρει δὲ ὥσπερ ἐξηγούμενος »εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὄμμασιν πέσοι«. – τάχ᾽ ἂν αὕτη ἡ νὺξ εἰπεῖν ὤφειλεν (vocabulum non liquet, fort. καλῶς) δὲ εἶπεν ἡ ἄνοια (m1). 389. ἡ ἀνοία: παροξυτόνως Ἀττικῶς (Ἀττικοὶ Dind.) ἀντὶ τοῦ ἄνοια. διὰ δὲ τὸ μέτρον ἐξέτεινεν. ὁ δὲ νοῦς· τὰ ἐξ ἀνοίας τινῶν γενόμενα τάχα τῶν κακῶν αὐτοῖς ἔσται σύμβολα.
σαγαῖς ἀγαῖς σαγαῖς χαλινῶν χαλινῶν χαλινῶν δ' ὁρμαίνει μένων ex variatione clausulae superioris versus (κατασθμαίνει μένων) repetit Scribendum ὀργᾶται κλύων, cfr. schol. γίγνεται γίνεται ἀνοία τινί ἄνοιά τινι ἀνοία τινί μάντις ἐννοίᾳ

SEPTEM ADVERSUS THEBAS. 31

ΕΤ. εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον τόνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων, μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους· αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ. σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος, Μελάνιππος. ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ· Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. ΧΟ. τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
393. ὅτι φέρει ἐπὶ τῆς ἀσπίδος νύκτα καὶ τὴν πανσέληνον. 396. μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης): καλῶς ἀντέταξεν τὸν μὴ τοῖς ἤθεσιν αὐτοῦ συμφωνοῦντα, ἀλλ᾽ ἀλλότριον, 397. ὑπέρφρονας λόγους: ἀντὶ τοῦ ὑπερηφάνους· οἷον, οὔτε ὑπερήφανα λέγει ὡς ὁ Τυδεύς, ἀλλὰ καὶ μισεῖ τοὺς ὑπερηφάνους. 398. ἔργων (m2), — αἰσχρῶν γὰρ ἀργός: ἀργός ἐστι τῶν κακῶν λόγων ἢ (l. ᾖ) τῶν ἔργων. φιλεῖ δὲ τὸ μὴ εἶναι κακός, ἢ τῷ τρόπῳ, ἢ ὡς Ὅμηρος, ἀντὶ τοῦ δειλός. δειλός (Gl. m1). 400. τὸ γένος (Gl. m1). - ἐγχώριος: γνήσιος πολίτης ἐκ τῶν σπαρτῶν, οὐ τῶν μετὰ Κάδμου ἐπηλύδων. 401. ἔργον δ᾽ ἐν κύ(βοις): ἐν τοῖς τοῦ Ἄρεως κύβοις κρινεῖ αὐτοὺς ὁ πόλεμος. 402. Δίκη δ᾽ ὁμαίμων: τὸ τῆς συγγενείας δίκαιον στέλλει αὐτὸν εἰς τὴν μάχην. 405. ὅτι δικαίως προμάχεται τῆς πόλεως.
μαντεύσεται μαντεύσεται (σ inseruit m) paragraphus praefixa ὁμαίμων ὁμαίμων (δ superscr. m1) ἁμὸν ἁμὸν ex ἀμὸν fecit νυν νῦν ὡς διὰ δίχας

32 AESCHYLI

ΧΟ. πρόμαχος ὄρνυται· τρέμω δ᾽ αἱματη- φόρους μόρους ὑπὲρ φίλων ὀλομένων ἰδέσθαι. ΑΓ. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί. Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη. θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντος φησίν, οὐδὲ τὴν Διὸς ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς μεσημβρινοῖσιν θάλπεσιν προσήκασεν.
407. οὓς ποιοῦνται ὑπὲρ τῶν φίλων πολιτῶν οἱ Θηβαῖοι. ἡ ὑπὲρ δὲ περισσή. 409. τῷ Μελανίππῳ (Gl.). 410. β' (i. e. δεύτερος) (m1). 411. γίγας ὅδ᾽ ἄλλος: πάνυ ῥητορικὸς ὁ Αἰσχύλος· ῥητορικὸν δὲ λέγω, ὅταν τοῖς ῥήτορσι λόγος ἤτοι ἐπαινετικὸς ἢ ψεκτικὸς παρὰ (περὶ Dind.) τινων δύο τοῦ μὲν α εἴπῃ ἔπαινον ἢ ψόγον, παραλείπηται τοῦ ἐπαίνου (παραλείπῃ δὲ τοῦ β ἔπαινον Enger). πανηγυρικὸν δὲ καὶ δριμὺ περὶ τοῦ Τυδέως λέγων, οὐκ εἰπὼν ὅτι πᾶς ἐστι (εἶπεν ὅτι γίγας ἐστὶν ἢ Heimsoeth) γίγασιν ὅμοιος, Καπανέα δὲ ἐγκωμιάζων καὶ τὸ μέγεθος αὐτοῦ φησι »γίγας ὅδ᾽ ἄλλος«. φαίνεται οὖν ὅτι ἐνέλιπεν ἐν τοῖς περὶ Τυδέως εἰπεῖν ὅτι γίγας ἐστίν, ἢ γίγασιν ὅμοιος. 412. τοῦ Τυδέως (Gl.). »Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής« (Hom. E 801). 415. οὐδὲ τὴν Διός: οὐδὲ τὸν τοῦ Διὸς σκηπτὸν εἰς γῆν κατενεχθέντα, ἢ αὐτοῦ τοῦ Διὸς φιλονεικήσαντος, ἐμποδὼν γενέσθαι αὐτῷ λέγει.
πρόμαχος πρόσμαχος corr. τρέμωι | δ' . . μόρους | . . ἰδέσθαι fort. στόνους, cfr. schol. τούτῳ, rasura ex τούτων factum θεοὶ δοῖεν Β' Α' superscr. κραίνοι κραίναι κράνοι Versum delet πέδοι πέδοι πέδῳ σχεθεῖν σχέθειν

SEPTEM ADVERSUS THEBAS. 33

ΑΓ. ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη· χρυσοῖς δὲ φωνεῖ γράμμασιν· πρήσω πόλιν. τοιῷδε φωτὶ πέμπε, τίς ξυστήσεται, τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ; ΕΤ. καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος. Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος, θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν ἐς οὐρανὸν πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη. πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσιν θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, καὶ στόμαργός ἐστ᾽ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας
419. ἔχει δὲ σῆμα: ἡ δὲ ἀσπὶς αὐτοῦ σημεῖον ἔχει ἄνδρα γυμνὸν λαμπάδα βαστάζοντα διὰ χερῶν. ἐν ταῖς χερσὶν αὐτοῦ ἀνθ᾽ ὅπλου οὖσα ἡ λαμπάς. 424. καὶ τῷδε κέρδει κέρδος): πρὸς τῷ μεῖναι τὸ νικῆσαι. τοῦτο γάρ ἐστι κέρδει κέρδος. 434. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ: ἀντὶ τοῦ ἀντιτέτακται. καὶ εἰ ἄγαν ἐστὶ μανιώδης τὸν λόγον ὁ Καπανεύς, ἀλλ᾽ ὅμως ἀκίνητος τῷ παραστήματι ἡ δύναμις τοῦ Πολυφόντου ἀνθέστηκεν μηδὲν δεδοικυῖα. — ταχὺς εἰς τὸ λαλεῖν (Gl.). 436. φερέγγυον φρούρη(μα): ἱκανὸς φρουρεῖν τὴν πατρίδα. ἀξιόμαχον πρὸς φυλακήν (Gl.).
πέμπε πέμπε (ε finale in litura scr. m1) κομπάζοντα κομπάσαντα (ζον superscr. m1) personae notam om. add. τῷδε κόμπῳ ἀνδράσιν ἀνδράσι γλῶσσ᾽ γλῶτ' γλῶττ' γίγνεται γίνεται παρεσκευασμένος παρασκευασμένος fort. Καπανεὺς δ᾽ ἀτίζων κἀπογυμνάζων στόμα. γεγωνὰ γεγωνὰ γεγωνᾶ γεγωνᾶι πυρφόρον πυρφόρον πυρφόρων φερέγγυον φερέγγιον φερέγγυον

34 AESCHYLI

ΕΤ. Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. ΧΟ. ὄλοιθ᾿ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ ἑδωλίων ὑπερκόπῳ δορί ποτ᾽ ἐκλαπάξαι. ΑΓ. καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις λέξω. τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηΐσταισι προσβαλεῖν λόχον. ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
437. Ἀρτέμιδος εὐνοίαισι: ὡς τοῦ Πολυφόντου ἱερέως ὄντος τῆς Ἀρτέμιδος. ἀφιέρωται δὲ τῇ Ἀρτέμιδι ἡ τῶν Θηβαίων (πόλις add. schol. rec.). διὰ τοῦτο οὖν οὕτως λέγει, εὐνοίαις οὖν τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων πολιούχων θεῶν. 440. τὸ ἐκ τοῦ κεραυνοῦ βέλος. 441sq. παρθενικῶν καθεδρῶν (m1). 443. ἐκβαλεῖν (Gl. m1). 444. καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα): τὸν ἀπὸ τούτου κληρωθέντα. τρίτῳ γὰρ τῷ Ἐτεόκλῳ (ἐξῆλθεν add. schol. rec.) ὁ κλῆρος ἀπὸ τοῦ κράνους, ἐν ᾧ περιστρέψαντες ἐκλήρουν. 445. γ' (i. e. τρίτος) (m1). 447. οὕτω καλουμέναις. 448. τοῖς χαλινοῖς (Gl.). ἐν ἀμπυκτῆρσιν: οἱ κορυφιστήρες, τὰ προμετωπίδια κυρίως. νῦν δὲ λέγει τοῖς χαλινοῖς, ἵν᾽ ᾖ, τοὺς ἵππους θυμοῦ πλήρης (πλήρεις schol. rec.) περὶ τοὺς χαλινοὺς ἀνακάμπτειν καὶ περιάγειν, ἤδη βουλομένους εἶναι πρὸς ταῖς πύλαις. 450. ἀπηνῆ ἦχον ἢ (ἐπεὶ ὡσεὶ schol. rec.) ἡ σύριγξ βοᾷ.
εἰληχότα πύλαισι ληχότα πύλαις εἰληχότα νιν νιν μιν δόμον | . . ἑδωλίων | . . ἐκλαπάξαι θ᾽ θ' τ' ὑπερκόπῳ ὑπερκόπῳ ὑπερκόμπῳ delet πήδησεν πήδησεν Νηΐσταισι νηίστησι νηΐτησι συρίζουσι Στ in marg. συρίζουσαι ante ras. βρόμον

SEPTEM ADVERSUS THEBAS. 35

ΑΓ. μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ μικρὸν τρόπον· ἀνὴρ ὁπλίτης κλίμακος προσαμβάσεις στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων· βοᾷ δὲ χοὗτος γραμμάτων ἐν ξυλλαβαῖς ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν. ΕΤ. πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ, καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεὺς Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λέγων. ΧΟ. ἐπεύχομαι δὴ τάδε μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
452. *** ἔχει σημεῖα (m1). 454. στείχει πρὸς ἐχθρῶν πύργον: οὐκ εἶπεν πρὸς ποῖον πύργον. μεγάλως οὖν φησι πρὸς πάντα πύργον. 465. καὶ πόλισμ' ἐπ᾽ ἀσπίδος): τὸν φέροντα τὴν ἀσπίδα καὶ τὸν ἐγγεγραμμένον τῇ ἀσπίδι, καὶ τὸ ἐπ᾽ ἀσπίδος πόλισμα γραφέν. 467. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ: λέγε ἄλλον κομπώδη, μηδὲ (καὶ μηδὲν schol. rec.) ἀποκρύψῃ με τῶν ἀλαζονειῶν (ἀλαζονιῶν m).
ἐσχημάτισται εἰσημάτισται et in marg. ζτ ἐσχημάτισται μικρὸν σμικρὸν ἀνὴρ ἀνὴρ ἀνὴρ δ' super δ' scripsit γὰρ compendio ἐκβάλοι ἐκβάλοι ante corr. δούλιον δούλιον δούλειον πέπεμπται πέπεμπται πέπεμπτ᾽ οὐ σπαρτῶν σπαρτῶν (ων scr. m1) δύ᾽ δύ᾽ ex δ' fecit φθόνει λόγων fort. λήρων φθόνει, cfr. schol. ἰὼ in proximo v. habet fort. δυστομεῖν.

36 AESCHYLI

ΧΟ. ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει μαινομένᾳ φρενί, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. ΑΓ. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος· ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν, ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
471. αὐτούς (Gl. m1). 472. ὁ πᾶν διανέμων. 473. δ' (i. e. τέταρτος) (m1). γείτονας πύλας ἔχων: ὧν εἶπεν. γείτονας οὖν πύλας ἐγγὺς (ἔχων add. Dindorf) ταύτας ἵσταται ἅμα βοῇ τὰς τῆς Ἀθηνᾶς τῆς Ὀγκαίας, ἀφ᾿ ἧς καὶ αἱ πύλαι Ὀγκαῖαι. ἡ δὲ ἱστορία αὕτη. Ἀγήνωρ ὁ Τύριος παῖδας ἔσχεν τρεῖς, Εὐρώπην, Κάδμον καὶ Κίλικα. τῆς δ᾽ Εὐρώπης ὑπὸ Διὸς ἁρπασθείσης ὁ Φοίνιξ ἀπέστειλεν ἐπὶ ζήτησιν ταύτης τοὺς παῖδας, καὶ εἰ μὴ εὕροιεν, προσέταξε μὴ ἐπανήκειν. ὁ οὖν Κάδμος ἐλθὼν εἰς Ἑλλάδα καὶ μὴ εὑρὼν εἰς Δελφοὺς ἦλθεν ἐρωτήσων ποῦ κατασταίη. ὁ δὲ θεὸς εἶπεν αὐτῷ μετὰ τὸ ἀπὸ τοῦ ἱεροῦ ἐξελθεῖν τῷ εὑρεθέντι ἀκολουθεῖν. εὑρέθη βοῦς· ἠκολούθει. ἦλθεν εἰς Θήβας, ὤλισθεν ἡ βοῦς, καὶ ὁ μὲν Κάδμος ἐκεῖ ᾤκησεν, ἔθυσε δὲ τὴν βοῦν Ἀθηνᾷ, καὶ τῇ Αἰγυπτίᾳ (Αἰγυπτίῳ m) φωνῇ ταύτην ἐτίμησεν ἐκεῖ Ὄγκαν. ὅθεν οὕτως καὶ αἱ πύλαι ὠνομάσθησαν. ἀπὸ δὲ Κίλικος Κιλικία. 475. περιφραστικῶς ὁ Ἱππομέδων, μέγας ὢν καὶ κάλλιστον ἔχων σχῆμα. 476. ἅλω δὲ πολλήν: ἅλως ἐστὶ κυρίως, ὅταν νέφη περὶ τὸν ἥλιον ἐκκαυθέντα (ἐκταθέντα schol. rec.) λευκὰ φαίνηται καὶ ἐν κύκλῳ τοῦ ἡλίου γένηται. νῦν δὲ λέγει τὸν ῥοῖζον καὶ τὴν κίνησιν τὴν συνεχῆ τῆς ἀσπίδος. ἔφριξα οὖν, φησί, κινήσαντος καὶ οὐ ψευδῆ λέγω. ὁ δὲ ποιήσας τὴν ἀσπίδα καὶ τὰ σημεῖα αὐτῆς οὐκ ἦν, ὡς ἔοικεν, εὐτελής. 478. ὁ τὰ σημεῖα ἐγγράψας τῇ ἀσπίδι (m1).
βάζουσιν βάζουσιν βάζουσ'

SEPTEM ADVERSUS THEBAS. 37

ΑΓ. Τυφῶν ἱέντα πύρπνοον διὰ στόμα λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν· ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος προσεδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὡς φόβον βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον· φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. ΕΤ. πρῶτον μὲν Ὄγκα Παλλάς, ἥ τ᾽ ἀγχίπτολις πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν, εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον· Ὑπέρβιος δὲ κεδνὸς Οἴνοπος τόκος ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
480. Τυφῶν ἱέντα: ὤπασε δὲ ἐπὶ τῆς ἀσπίδος τὸν Τυφῶνα ἀφιέντα διὰ τοῦ στόματος τοῦ (τὸ m) πῦρ πνέοντος καπνὸν μέλανα τὸν ἀδελφὸν τοῦ πυρός. αἰόλην δὲ τὴν εὐκίνητον καὶ ταχεῖαν. κάσιν δὲ εἶπεν, ἐπεὶ σύνεστι τῷ πυρὶ ὁ καπνός. 481. τῶν παραδόξων ἐν χαλκῷ λαμπρῷ δεῖξαι μέλαν. 482. ἡ ἀσπὶς κύκλωθεν ἔχει ἐζωγραφημένους ὄφεις περιπεπλεγμένους (m1). - τὸ στρογγύλον τοῦ κύκλου (Gl. m1). 483. ὅλη γὰρ ἡ ἀσπὶς περιφερὴς καὶ κοίλη προσυπεμφαίνεται (m1). περίδρομον κύτος: τὸ χώρημα τῆς ἀσπίδος. ἡ δὲ περιφέρεια τῆς ἀσπίδος κύκλῳ ὀφίων εἰς ἑαυτοὺς ἄντικρυς ὁρώντων καὶ ἐμπεπλεγμένων τὰ τέλη ἔχει ἐγγεγραμμένου (-a schol. rec.) πρὸς τὰ τέλη. ἡ ἀσπὶς ἡ κοίλη πρὸς τῇ γαστρὶ τοῦ κατέχοντος αὐτὴν οὖσα. – τοὺς γηγενεῖς δρακοντόποδας ἔγραψεν. 484. ἐμμανής (Gl.) 490. δυσχείμερον (m1). 491. Ὑπέρβιος ὄνομα κύριον. 492. προεκρίθη.
aliquid intercidisse (ut πλεκτάναισιν ἀντωπῶν * *), ex scholio effici videtur. Ἄρει Ἄρει Ἄρης βακχᾷ βακχᾷ βάκχα in marg. ὁρμᾶ βακχᾷ Θυιὰς Θυιὰς θυὰς φόβον φόνον fort. πύλαισιν ἧσται τἀνδρὸς. δύσχιμον δύσχιμον ε super ι scr.

38 AESCHYLI

ΕΤ. ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως συνήγαγεν. ἐχθρὸς γὰρ ἀνὴρ ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων θεούς· ὃ μὲν γὰρ πύρπνοον Τυφῶν ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων, κοὔπω τις εἶδεν Ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων. πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἳ δ᾽ ἡσσωμένων, εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ· Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος εἰκός γε πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας· σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών. ΧΟ. πέποιθα τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ δαροβίοισι θεοῖσι, πρόσθε πυλῶν κεφαλὰν κάψειν.
493. θέλων γνῶναι τὰ τῆς οἰκείας τύχης (m1). 495. τὰ ἀπὸ τῆς τύχης Ἑρμῇ ἀναφέρουσιν. 498. τοὺς θεοὺς (οὓς add. schol. rec.) ἐν ταῖς ἀσπίσι φοροῦσιν. 500. ἐνιδρυμένος. 502. οἰκείωσις (Gl.). 503. τοῦ κρατοῦντος ἐσμεν Διός, οὗ καὶ τὸ σημεῖον. 508. ἐναντίον (m1). — πιστεύω ἀπολεῖσθαι τὸν ἔχοντα ἐν τῷ σάκει τὸν ἐχθρὸν τοῦ Διὸς δαίμονα. 512. ῥίψειν (Gl. m).
fort. χρείᾳ δορός. οὐδ᾽ ὅπλων οὔθ᾽ ὅπλων ἀνὴρ ἀνὴρ ἀνδρὶ supra versum habet ξυστήσεται ξυντήσεται ξυνστήσεται Ζῆνά του β γ α δ praescripsit εἰκός γε πράξειν εἰκός γε πρᾶξιν (δὲ et ειν scr. m1) Versum eicit ἔχοντ᾽ ἔχοντα δαίμονος δαίμονος δαίμοσιν βροτοῖς βροτοῖς βροτοῖσί καὶ in proximo v. habet θεοῖσι θεοῖσιν

SEPTEM ADVERSUS THEBAS. 39

ΑΓ. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος· ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει, μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, ἢ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός· τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρωρον, ἀνδρόπαις ἀνήρ. στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις· τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη. ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,
513. ε' (i. e. πέμπτος) Παρθενοπαῖος (m1). 520. καλλιπρόσωπον (Gl.). — ὁ νεωστὶ εἰς ἄνδρας τελῶν, ἢ ὁ ἐν παιδικῇ ἡλικίᾳ ἀνδρεῖος. καλλίπρωρος δὲ ἀντὶ τοῦ εὐειδής, ἐπεὶ ἡ πρώρα ὡς ὄψις ἐστὶ νεώς. 522. τῆς παιδικῆς. ταρφύσεως (ταρφύς: Kirchhoff) πεπυκνωμένη. 523. οὐ σύμφωνον τῇ κλήσει τῆς παρθένου τὸ φρόνημα ἔχων, ἀλλὰ ὠμόν. 526. ἐπειδὴ Οἰδίπους ἐμίγη τῇ μητρὶ λύσας τὸ αἴνιγμα τῆς Σφιγγός.
Βορραίαις Βορραίαις βορρέας fort. σέβειν ἐπαυχῶν. μητρὸς μητρὸς ματρὸς καλλίπρωρον καλλίπρωρον κυκλωτῷ κύκλωτῶι κύκλωι τῶι καταισχυνεῖν καταισχύνειν καταισχυνεῖν

40 AESCHYLI

ΑΓ. Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ᾽ ἀνήρ, μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός. ΕΤ. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν· ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου· ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος· ἔξωθεν εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν. θεῶν θελόντων δ᾽ ἂν ἀληθεύσαιμ᾽ ἐγώ. ΧΟ. ἱκνεῖται λόγος διὰ στηθέων,
534. Ἀντίμαχος φησὶν Ἀργεῖον αὐτὸν, οὐκ Ἀρκάδα. τοιοῦτος ἐστιν οἷον ἐγὼ εἶπον. 535. ἀκούσιον φόνον δράσας ὁ Παρθενοπαῖος εἰς Ἄργος ἔφυγεν. 537. εἴθε γὰρ παρὰ θεῶν τύχοιεν ἐπαξίως ὧν φρονοῦσιν ἀνοσίων καὶ ἀλαζονεύονται, ἐπὶ τῶν ἀσπίδων κομπάσματα ἔχοντες. 541. ἄλλο οὐδὲν ἢ σιωπᾶν μὲν οἶδεν, τῇ δὲ χειρὶ πολεμεῖν. περιφραστικῶς, πολεμικώτατός ἐστιν. 543. ὃς τούτου τὸν κόμπον ἐφέξει τῶν πράξεων ἀποδέοντα μὴ ἔσω πυλῶν γενέσθαι. (545) τὸν φέροντα τὴν Σφίγγα. 548. ἡ ἀσπίς, ἢ ἡ Σφίγξ, βαλλομένη τῷ ἀπὸ τῶν δοράτων κρουσμῷ. 550. ὁ λόγος ὁ ἀπὸ τῶν πολεμίων ὁ ἀλαζονικός.
ἀνοσίοις ἀνοσίοις οις superscr. Versum post 539 collocat Doederlein. δ᾽ ὁρᾷ δὲ δρᾷ ἔσω εἴσω εἰσαμεῖψαι εἰσαμεῖψαι τεῖχος εἰκὼ εἰκὼ χυροῦσαν fort. ἔξω μένουσα. κροτησμοῦ κροτησμοῦ rasura mutatum in κροτισμοῦ fort. κατορθώσαιμ᾽ ἔπος.
ΧΟ. τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται μεγάλα μεγαληγόρων κλύων ἀνοσίων ἀνδρῶν. εἴθε θεοὶ θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γῇ. ΑΓ. ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον ἀλκήν τ᾽ ἄριστον, μάντιν, Ἀμφιάρεω βίαν. Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν, τὸν ἀνδροφόντην, τὸν πόλεως ταράχτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον· καὶ τὸν σὸν αὖθις προσμόραν ἀδελφεόν, ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν, δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος
κατὰ περίφρασιν ἡ θρίξ. μεγάλα πράγματα ἀκούων. τοὺς πολεμίους. ς' (i. e. Ἕκτος) (ml). Ἀμφιάραος Οἰκλέους τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Ὑπερμήστρας. ἀπὸ Ὁμολωΐδος τῆς θυγατρὸς Νιόβης. ἐπεὶ τοὺς Μέλανος ἀπέκτεινεν παῖδας Ἀλκάθουν καὶ Λυκαυγέα (Λυκωπέα Butler). ἐπειδὴ ἐπηράσατο Οἰδίπους μεθ' αἵματος διανείμασθαι αὐτοὺς τὴν βασιλείαν. ταύτην οὖν τὴν Ἐρινὺν ἐπιστένει. — ὑπηρέτην (Gl. super κλητῆρα). τὸν ἀξιοθάνατον· ἢ τὸν συμπράκτορα αὐτοῦ. ἀναπτύσσων, ἐτυμολογῶν (ἑτυμολογῶν m) (Gl.). εἰς δύο διαιρῶν τὸ ὄνομα τοῦ Πολυνείκους, τὸ πολὺ καὶ τὸ νεῖκος.
τριχὸς δ᾽ ὀρθίας καὶ τριχὸς ὄρθιος κλύων κλύουσ' εἴθε θεοὶ (factum ex θεῶι) Μ εἴδε γὰρ ὀλέσειαν ἐν γῇ fort. ὀλέσειαν ἔμπας. κλητῆρα λητῆρα τ' delendum videtur. προσμόραν * ὁμόσπορον προσμόραν eraso accentu in prima syllaba M. αὖθις πρὸς αὖθις προυσελῶν ὁμόσπορον ὄμμα ὄμμα ὄνομα τ' omittit
ΑΓ. καλεῖ· λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα· ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρώαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη, πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός· μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον. τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων πάγχαλκον ηὔδα· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ· δεινὸς ὃς θεοὺς σέβει. ΕΤ. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις.
καθ᾽ ὑπόκρισιν. τοῖς μεθ᾽ ἡμᾶς ὕστερον λέγειν (l. κλύειν) ταῦτα καλόν ἐστιν ὥστε περὶ σοῦ λέγεσθαι. τὰ δάκρυα τῆς πατρίδος ποία παύσει τιμωρία; κεραυνῷ γὰρ σχισθεῖσα ἔλαβεν αὐτόν. οὗτος γὰρ ἐκεῖ καταποθεὶς ὑπὸ τῆς γῆς ὕστερον μετὰ θάνατον ἐμάντευεν. οὐκ ἀγεννῆ. βαθεῖαν ἔχων τὴν ἄλοκα τῆς φρενός, ἐξ ἧς ἀνδρὸς (l. ἀγαθὸς) φύεται λόγος. τοῦτο ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ (II p. 362 A) ἀπεδέξατο. τροπικῶς ὡς ἐπὶ ναυμαχίας. δυσκατέργαστος γάρ ἐστιν ὅστις τοὺς θεοὺς τιμᾷ. συνάγοντος· ἀπὸ μεταφορᾶς τῶν τὰς συναλλαγὰς καὶ τὰ συμβόλαια ποιουμένων.
πληγὴν πληγὴν πηγὴν δίκη δίκης eraso ι τε τε δὲ τήνδε πιανῶ χθόνα τόνδε πιανῶ γύην ὑπὸ χθονός ὑπὸ χθονός ἐπιχθονὸς εὔκυκλον νέμων εὔκηλον ἔχων γρ. εὔκυκλον νέμων ἐπῆν κύκλῳ fort. ἐπῆν κύτει. ἄλοκα ἆλλα ξυναλλάσσοντος ξυναλλάσοντοσ, σ superscr. m. βροτοῖς βροτοὺσ βροτοῖσ
ΕΤ. ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος· ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον· εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ 'δάμη. οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγείς θρασοστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος συγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις, οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῃ, ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
τῆς τύχης ἢ τῆς μαντείας (Gl. ml). οὐκ ἄξιος κομίζεσθαι ὁ καρπὸς αὐτῆς. λύμης χωρίον ἡ τῶν πονηρῶν φιλία. - γνώμη. οἷον σὺν αὐτοῖς θηραθείς. τοῖς ὁρμῶσι τῇ βίᾳ. ἐπὶ τὴν εἰς Ἅιδην ἀποικίαν ἑλκυσθήσεται μολεῖν τὴν ἐναντίαν τῇ εἰς Ἄργος. αὐτόν (Gl.). ἀλλ᾿ ὡς μάντις τὸ τέλος εἰδὼς οὐκ εἰς κίνδυνον ἑαυτὸν καθήσει.
δυσσεβεστάτοις δυσσεβεστάτοις δυσεβεστέροισ (superscr. m) ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. delet ναύταισι ναύτησι ἐκδίκως ἐκδίκοις πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ 'δάμη. Versum post 595 collocat 'δάμη δάμη οὕτως δ᾽ οὕτωσ οὕτοσ δ' delet Οἰκλέους δικλέουσ ἀνδράσιν ἀνδράσι πομπὴν καμπὴν ἄθυμος ἄθυμον ὥς σφε ὦ σφε ὥσ σφε
ΕΤ. εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου. φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ᾽ ἐπ᾿ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν· γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει, ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. ΧΟ. κλύοντες θεοὶ δικαίας λιτάς ἡμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκ᾽ ἐκτρέπον- τες γᾶς ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. ΑΓ. τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει οἷας ἀρᾶται καὶ κατεύχεται τύχας,
εἰ φύει ἀλήθειαν τὸ μάντευμα, παρέπεται καρπός, εἰ ταῖς τοῦ Ἀπόλλωνος μαντείαις τέλος ἔνι. παραδιαζευκτικὸς ἀντὶ τοῦ καὶ, καὶ λέγειν τὰ καίρια. περιφραστικῶς τὸν Λασθένη τὸν ἰσχυρόν. ἐπιτελεῖτε ὅπως εὐτυχῇ, τὰ ἀπὸ τοῦ πολέμου κακὰ ἀπὸ τῆς γῆς ἐπὶ τοὺς ἐπελθόντας τρέποντες. ἀποβαλὼν δὲ αὐτοὺς ὁ Ζεὺς ἔξω τῶν τειχῶν διαφθερεῖ ἐν (l. διαφθείρειεν) κεραυνῷ ἐπὶ ταῖς πύλαις. ζ (i. e. έβδομος) ὁ Πολυνείκης (ml).
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. post 611 collocat (post 609 Weil) φύει φύει φύσει φέρει superscr. ὄμμα οἶμα χεῖρα χειρὶ δόρυ δορί δικαίας λιτάς ἡμετέρας δικαίασ λιτὰς ἡμετέρασ superscripsit ουσ λόγουσ ουσ ἐκτρέποντες γᾶς ἐπιμόλους ἐκτρέποντεσ | γᾶσ ἐπιμόλούς (εἰς superscr. ml) ἐκτρέποντες εἰς ἐπιμόλους τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις τὸν πρὸς ἑβδόμαις fort. τὸν πύλαις ἐφ᾽ ἑβδόμαις. οἷας ἀρᾶται οἷας ἀρᾶται οἷ * (ας in litura scripsit et of in of mutavit ml) γ' αρᾶται
ΑΓ. πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον. τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους καλεῖ πατρώας γῆς ἐποπτῆρας λιτῶν τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔθετον σάκος διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν ἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δ᾽ ἄρ᾽ εἶναι φησίν, ὡς τὰ γράμματα λέγει· κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς. τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα. σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ· ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
ἐκβοήσας (Gl.). ἐπινίκιον παιᾶνα ἐπεξαλαλάξας μετὰ ἰαχῆς. οὕτως καὶ ὁ Ἴακχος λέγεται παρὰ τὰς (add. m) ἰαχὰς τῶν μυουμένων. συστῆναί σοι καὶ φονεῦσαι, ἀποθανὼν ἐγγύς. τούτων οὖν αὐτῶν (ταῦτα οὖν αὐτῶν Kirchhoff) βοηθούς γενέσθαι τοὺς θεοὺς ἐπεύχεται παντελῶς τῇ βίᾳ αὐτοῦ ὁ Πολυνείκης. γρ. εὔθετον, ἵν᾽ ᾖ εὐβάστακτον. θεῖναι γὰρ τὸ ἀναλαβεῖν λέγουσιν Ἀττικοί. καὶ ὅπλα ἔθεντο ἀντὶ τοῦ ἀνέλαβον. σημείωσαι. ὁπλίτην. ἀντὶ τοῦ ἐμοὶ ὧν ἀπήγγειλα. περιέπειν, πεφροντικέναι.
τὼς τῶσ corr. in τώσ ἀνδρηλάτην ἀνδρηλατῶν βία βία βίαι εὔθετον εὔθετον εὔκυκλον λέγει λέγει λέξει (έ in rasura scripsit m) τ' inseruit M, non m, ut videtur. δοκεῖ δόκει (sed priore accentu deleto)
ΕΤ. ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος· ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω, τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματα ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν· ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε καὶ κατηξιώσατο· οὐδ᾽ ἐν πατρῴας μὴν χθονός κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας, ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
ὦ θεοῖς ἐπιμαινόμενε. ἐπιστρατεύῃ γὰρ πατρίδι καὶ πατρῴοις θεοῖς. αὐξηθῇ (Gl.). πάνυ γὰρ τὸ (Πολυνείκης add. Paley) ἐπώνυμον τῇ φιλονεικίᾳ. οὐκ εἶπεν θεὸς ἢ ἄνθρωπος, ἀλλὰ τὰ χρυσᾶ γράμματα. φλυαροῦντα. - μανίᾳ (Gl. ml). ἀντὶ τοῦ γεννηθέντα. οὐ γὰρ ἀθρόως φύεται, ἀλλὰ συλλέγεται κατ᾽ ὀλίγον. εἶδεν αὐτὸν καὶ ἐφίλησεν. ἀντὶ τοῦ, οὐδὲ ἐν μιᾷ ἡλικίᾳ ἔπραξε τι δίκαιον. καὶ μὲν δὴ οὐδὲ ἐπὶ κακώσει τῆς πατρώας χώρας ἐγγὺς αὐτοῦ ἔσται ἡ Δίκη. αὐτήν (Gl. m').
ἁμὸν ἁμὸν ex ἀμὸν factum in M. Πολυνείκει πολυνείκει (sed ει finale in litura ut videtur) τοὐπίσημ᾽ τοἐπίσημ᾽, ὦ in litura σὺν φοίτῳ συμφοίτω σὺν φοίτω in marg. ξυλλογῇ ξυλλογή προσεῖδε προσεῖδε ex schol. B προσεῖπε κατηξιώσατο κοὐκ ἀπηξιώσατο οὐδ᾽ οὐδ᾽ οὔτ᾽ ἢ δῆτ᾽ ἤδητ' ἢ δήτ'
ΕΤ. Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τ' ἄρχων καὶ κασιγνήτῳ κάσις, ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα. ΧΟ. μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ· ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. ΕΤ. εἴπερ κακὸν φέροι τις αἰσχύνης ἄτερ, ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσιν· κακῶν δὲ κᾆσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
τὸν τρόπον τῷ ἀδελφῷ σου βλασφημούμενος (-ω schol. rec.). ὑπὸ σοῦ. πολέμους (l. πολεμίους) ἀνελεῖν (Gl.). — καθαρὸν τὸ αἷμα τῶν ἀλληλοκτονούντων ξένων ἐν πολέμοις, τὸ δ᾽ ἀδελφοκτονεῖν ἄντικρυς φονέων ἔργον (ἔργων m). ὑπερβατὸν δέ ἐστιν, ἵν᾽ ᾖ, αἷμα γὰρ τοῦτο κάθαρσιν (καθάρσιον m) οὐκ ἐπιδέχεται, ὅταν ἀδελφοὶ αὐτόκτονες (αὐτοκτόνοι Dindorf) γένωνται, καὶ οὕτως αὐτῶν ὁ θάνατος γένηται. ex.... (m¹). διαπαντὸς αἰσθήσεται τὸ μίασμα τοῦτο. εἴπερ κακὸν φέ(ροι): εἰ ὅλως τις ἀτυχεῖ, καλὸν τὸ δίχα αἰσχύνης. — ἔλλειψις (Gl.). μόνον γὰρ κέρδος: ἡ εὔκλεια· ἓν κέρδος τὸ αὑτὸν ἐκδικῆσαι ἀδικούμενον. ἐὰν δὲ ἀνεκδίκητος ἀποθάνῃ, ἕνεκά γε τῶν εἰς αὐτὸν γενομένων κακῶν καὶ αἰσχρῶν ἄδοξος. τοῦτο γὰρ μόνον τὸ ἓν κέρδος, τὸ φέρειν κακὸν δηλονότι. τόδε κακὸν καὶ αἰσχρόν (ml). — δειλῶν.
Δίκη δίκηι ante corr. πέτρων πετρῶν (eraso accentu super ε) χεῖρας χεῖρας χέρασ αὐτοκτόνος αὐτόκτονοσ αὐτοκτόνοσ ἓν ἐν ἓν κᾆσχρῶν κ' αἰσχρῶν εὐκλείαν εὔκλειαν
ΧΟ. τί μέμονας, τέκνον; μήτι σε θυμοπλη- θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ᾽ ἔκβαλ᾽ ἔρωτος ἀρχάν. ΕΤ. ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός, ἴτω κατ᾽ οὗρον κῦμα Κωκυτοῦ λαχὸν Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος. ΧΟ. ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ- νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν αἵματος οὐ θεμιστοῦ. ΕΤ. φίλου γὰρ ἐχθρά μοι πατρὸς τελεῖ᾽ ἀρὰ ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
οἷον εὐστόχως χειμαζέσθω. ἴτω κατ᾽ οὗρον: ἀπίτω κατ᾽ εὐθεῖαν τοῦ Κωκυτοῦ κῦμα. οὗτος δὲ ποταμὸς εἰς Ἅιδου, οὗ πορθμεὺς ὁ Χάρων, ἐπειδὴ (l. εὐθεῖαν. — τοῦ Κωκυτοῦ κῦμα: εἰς Ἅιδου· [οὗτος δὲ ποταμὸς Ἅιδου οὗ πορθμεὺς ὁ Χάρων·] ἐπειδὴ) πᾶν τὸ γένος τὸ Λαΐου κεκλήρωται τούτῳ, ὑπὸ τοῦ Ἀπόλλωνος μεμισηθέν. Ἀπόλλωνος δὲ εἶπεν, ἐπειδὴ αὐτὸς μέν ἐστιν καθαρὸς καὶ ἀμίαντος καὶ μὴ κοινωνεῖν τῇ γυναικὶ παρήγγειλεν, οὗτοι δὲ καὶ παρήκουσαν καὶ ἐγένοντο (l. ἐγείναντο) ἀνόμως. ὠμοδακής σ' ἄγαν: ἡ ἄλογος ἄγαν ἐπιθυμία παρορμᾷ ἡ πικρὸν τὸν καρπὸν ἔχουσα εἰς ταυτὸν οὖν (εἰς τὸ ἑαυτοὺς κτανεῖν Heimsoeth) τοὺς ἄνδρας ἀδίκου ἕνεκεν αἵματος, ἵν᾽ ᾖ ὅτι μέλλουσιν οἱ ἀδελφοὶ ἀλλήλους ἀναιρεῖν. ἀσυμπαθέσιν, ἀναλγήτοις (Gl.). λέγουσα κέρδος: κέρδος μοι ὑποτιθεμένη τὸ προτερῆσαι ἀποκτείναντα, ἢ ὑστερῆσαι.
μέμονας μέμονασ (η scr. ml) μήτι σε μήτι σε μήτισσε | δορίμαργος δορὶ μάργοσ corr. in δορίμαργοσ ἄτα ἄτα (η scr. m) φερέτω φερέτω | ἔκβαλ᾽ ἔκβαλ' mut. in ἔκβαλλο ἐξοτρύνει ἐξοτρύνει | (ἐπ scr. ml) ἀνδροκτασίαν ἀνδροηλασίαν η in κ mutavit et τ super ι scripsit θεμιστοῦ θεμιςοῦ (τ scr. m1) ἐχθρά ἐχθρά αἰσχρά τελεῖ᾽ τελεῖ τελεία τάλαιν' μέλαιν' ἀκλαύτοις ἀκλαύτοις ἀκλαύσοισ ἄκλαυτος ὄμμασιν ὄμμασι
ΧΟ. ἀλλὰ σὺ μὴ 'ποτρύνου· κακὸς οὐ κεκλή- σῃ βίον εὖ κυρήσας· μελάναιγις ἐκ δ᾽ εἰσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν θεοὶ θυσίαν δέχωνται. ΕΤ. θεοῖς μὲν ἤδη πως παρημελήμεθα, χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται· τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον; ΧΟ. νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων λήματος ἀντροπαίᾳ χρονίᾳ μεταλ- λακτὸς ἴσως ἂν ἔλθοι θαλερωτέρῳ πνεύματι· νῦν δ᾽ ἔτι ζεῖ. ΕΤ. ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
ἀλλὰ σὺ μὴ ἀποτρύ(νου): καλῶς γὰρ πράξας οὐ νομισθήσῃ φαῦλος. οὐ γὰρ ἡ τὴν φοβερὴν ἔχουσα αἰγίδα Ἐρινὺς εἰς τὸν οἶκον ἐκείνου εἴσεισιν (εἴσισιν m), οὗ οἱ θεοὶ θυσίας προσδέχονται, ἀντὶ τοῦ καθαρὰς τὰς χεῖρας ἔχοντος. εὐτυχήσας, εὖ πράξας. κατὰ τῶν δόμων τοῦ ὁσίου ἀνδρός. ὁσίου ἀνδρός, οὗ οἱ θεοὶ τὰς θυσίας δέχονται. χάρις δ᾽ ἀφ᾽ ἡμῶν: τὴν ἀπώλειαν ἡμῶν ἐν χάριτος μοίρᾳ λαμβάνουσιν· ἢ μετὰ θάνατον ἴσως εὐκλείας τευξόμεθα. ἄλλως. μετὰ θάνατον, φησίν, αἱ πράξεις τῶν ἀνθρώπων θαυμάζονται. τί οὖν οὐχὶ γενναῖόν τι δράσαντες ἀποθανούμεθα, τὸν Πολυνείκη ὡς ἀσεβῆ ἀνελόντες, ἀλλὰ κολακεύομεν τὸν θάνατον, καὶ οὐχὶ χωροῦμεν πρὸς αὐτόν; ἐκεῖνος (m). ἀνατρεπτικῶς (m). αἱ ἀραί (Gl.).
ΧΟ. paragraphus praefixa in M, chori notam add. ml. κεκλήσῃ κεκλήσης | μελάναιγις ἐκ δ᾽ μελάναιγις μελαναιγίσ δ' ἐκ δ᾽ οὐκ ὅταν ὅτ᾽ ἂν οὔτ᾽ ἂν ΕΤ. paragraphus praefixa in M, Eteoclis notam add. ml. ἂν σαίνοιμεν corr. ex ἄν σ᾿ αἰνοῖμεν ut videtur ΧΟ. ζτ in marg. M. παρέστακεν fort. παρέστακεν ἐποιδάνον. ἀντροπαίᾳ χρονίᾳ ἀντροπαῖα χρονία ἀντροπαίᾳ χρονίᾳ ἐν τροπαίᾳ ἂν τροπαίᾳ αὖ τροπαίᾳ fort. αὖ τροπαία χρονία. μεταλλακτὸς μεταλλακτὸσ | θαλερωτέρῳ θαλωτέρωι (post a rasura unius litterae) θαλερωτέρω ἐξέζεσεν ἐξέζεσαν ἐξέζεσεν
ΕΤ. ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων ὄψεις, πατρῴων χρημάτων δατήριοι. ΧΟ. πιθοῦ γυναιξίν, καίπερ οὐ στέργων ὅμως. ΕΤ. λέγοιτ᾽ ἂν ὧν ἄνη τις. οὐδὲ χρὴ μακράν. ΧΟ. μὴ ἔλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις. ΕΤ. τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. ΧΟ. νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. ΕΤ. οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. ΧΟ. ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; ΕΤ. θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά. ΧΟ. πέφρικα τὴν ὠλεσίοικον θεόν, οὐ θεοῖς ὁμοίαν, παναληθῆ, κακόμαντιν, πατρὸς εὐκταίαν Ἐρινὺν τελέσαι τὰς περιθύμους
ὡς τοῦτο ἐν τοῖς ὕπνοις φαντασθείς, ὅτι δι' αἵματος αὐτῷ ἔσται ἡ τῶν χρημάτων διανομή. μερισταί (Gl.). ὧν ἄνη τις: ἀνύσιμα καὶ τελεσθῆναι δυνάμενα. ἔνθα ὁ Πολυνείκης (Gl.). τιμωρεῖται· ἢ ἐν ἐρωτήσει ὁ λόγος. οὐκ ἄνδρ᾽ ὁπλίτην): ἐμὲ ὁπλίτην ὄντα οὐ χρὴ στέργειν τὸ ὑμέτερον ἔπος. οὐ χρὴ γὰρ ζητεῖν περὶ ἀγαθῆς ἢ κακῆς νίκης. πέφρικα τὰν ὠλεσίοικον): δέδοικα τὴν τοὺς οἴκους ἀφανίζουσαν θεὸν Ἐρινύν, οὐδὲν ἔχουσαν θεοῖς ὅμοιον. πᾶς γὰρ θεὸς ἀγαθοποιός. ἃ γὰρ νύκτωρ παρεκελεύσατο, καὶ γέγονε (ml). θεοὶ γὰρ δοτῆρες ἐάων (cfr. Hom. & 325). παναληθῆ, κακόμαντιν): τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν. ἃ γὰρ εἶπεν νύκτωρ, ταῦτα ἐγένετο. ἣν ἐπηύξατο Οἰδίπους τελέσαι τὰς ἀράς.
δατήριοι δοτήρι» (ο factum ex ω) δοτήριοι ΔΑ super δο scripsit πιθοῦ πιθοῦ πείθου ... item 706 sq. paragraphi praefixae in M. τις τίς τισ superscr. ἐκφύγοις ἐκφύγοισ (οι superscr. ml) παναληθῆ πανἀληθεῖ mut. in παναληθῆ
ΧΟ. κατάρας Οἰδιπόδα βλαψίφρονος· παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει. ξένος δὲ κλήρους ἐπινωμᾷ Χάλυβος Σκυθῶν ἄποικος, κτεάνων χρηματοδαίτας πικρός, ὠμόφρων σίδαρος, χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους. ἐπειδὰν αὐτοκτόνως
παιδολέτωρ δ' ἔρις: ταῦτα παρορμᾷ. δῆλον δὲ ὅτι ἐν ταῖς αἰχμαλωσίαις τὰ παιδία ἀναιρεῖται. ὑποκοριστικῶς δὲ τὴν Ἐρινὸν Ἔριν εἶπεν. ξένος δὲ κλήροις ἐπινωμᾷ: ποιητικῶς πάνυ ταῦτα ὁ Αἰσχύλος. τὸν γὰρ Χαλυβαϊκὸν (Χαλυβδικὸν Dindorf) καὶ Σκυθικὸν σίδηρον φησὶ ταῦτα πράττειν. σεσωματοποίηκεν γὰρ τὸν σίδηρον, ὅν φησιν οὕτως ταῦτα κινεῖν κατὰ τῶν παίδων τῶν τὰ χρήματα δάσασθαι βουλομένων καὶ διὰ ταῦτα πολεμούντων. οὕτως οὖν, φησί, μερίζει τοῖς παισὶ τούτοις καὶ ὥσπερ ἀποκληροῖ οὐχὶ πεδία (παιδία m, ε superscr. ml) μεγάλα, ἀλλὰ παντελῶς μικρά, δυνάμενα μόνα αὐτῶν τὰ σώματα χωρῆσαι πεπτωκότα. ὅταν μέντοι αὑτοὺς κτάνωσι καὶ ἡ πατρῴα αὐτῶν κόνις πίῃ τὸ αἷμα, τίς ἂν τὸ μύσος αὐτῶν ἀποκαθάρῃ; ἤ, ὅταν ὁ ἕτερος ἀποκτείνας αὐτὸς ζήσῃ (ζήσει m), τίς αὐτὸν καθάρῃ τοῦ μύσους; ἐάν, φησίν, ἡ πατρία γῆ πίῃ τὸ αὐτῶν αἷμα. ἔνθεν καὶ αὐτόχθονας φαμέν. μερ(μερίζει?) (Gl. ml). ἐπικληρώσας (Gl. ml). τάφου μοῖραν ἀπομερίσας αὐτοῖς. ἐπικεκληρωμένον (Gl. ml).
Οἰδιπόδα βλαψίφρονος Οιδιπόδα βλαψίφρονος βλαψίφρονος οιδιπόδα δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει δ' έρισ δ' οτρύνει δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει κλήρους κλήροισ (c in rasura ex quae manus fecerit, non liquet) ἐπινωμᾷ ἐπινωμᾶν ἐπινωμᾶι κτεάνων κτεάνων κτεάνων φθιμένοισιν φθιμένοισι ΧΟ. in marg. ζτ αὐτοκτόνως αὐτοκτόνως αὐτοκτόνωσιν αὐτοὶ κτάνωσιν
ΧΟ. αὐτοδάικτοι θάνωσι, καὶ χθονία κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν; ὦ πόνοι δόμων νέοι παλαιοῖσι συμμιγεῖς κακοῖς. παλαιγενῆ γὰρ λέγω παρβασίαν ὠκύποινον· αἰῶνα δ᾽ ἐς τρίτον μένει, Ἀπόλλωνος εὖτε Λάιος βίᾳ, τρὶς εἰπόντος ἐν μεσομφάλοις Πυθικοῖς χρηστηρίοις θνάσκοντα γέννας ἄτερ σῴζειν πόλιν,
αὐτοὶ ἑαυτοὺς φονεύσαντες. τῷ ἑαυτῶν σιδήρῳ ἑαυτοὺς τρώσαντες. τίς ἂν εὑρεθείη; τίς αὐτοὺς ἐκλύσει τοῦ τοιούτου μιάσματος; (Gl.). τὴν παλαιὰν παράβασιν. παρέβη γὰρ τὸν χρησμὸν τοῦ Ἀπόλλωνος. τὴν ὀξέως μετελθοῦσαν αὐτόν (Gl. ml). γενεάν (ml). Λαΐου, Οἰδίποδος, Ἐτεοκλέους. διὰ μέσου (ml). Ἀπόλλωνος εὖτε Λάϊος: τὸ φιλάνθρωπον τοῦ θεοῦ ἐμφαίνεται διὰ τούτου. ὅταν, φησίν, ὁ Ἀπόλλων τρὶς εἴπῃ τῷ Λαΐῳ »μὴ σπεῖρε τέκνων ἄλοκα, ἐπεὶ κτενεῖ σε ὁ φύς« (Eurip. Phoen. 18 sq.). αὐτὸς δὲ παρωσάμενος τὰς τοῦ θεοῦ ἐντολάς, ὑπὸ τῶν ἡδονῶν αὐτοῦ κατακρατηθεὶς συνῆλθεν τῇ Ἰοκάστῃ. τὸ δὲ ἑξῆς, εὖτε Λάιος κρατηθεὶς ὑπὸ τῶν αὐτῷ φίλων ἡδονῶν· ἢ ἀντὶ τοῦ τῆς γυναικός. κρεῖσσον (κρείσσω schol. rec.) γὰρ τὰ πάθη τῶν λογισμῶν. τὸ φιλάνθρωπον τοῦ θεοῦ διὰ τοῦ τρὶς ἐμφαίνει. σωθήσεται γὰρ οὕτως ἡ πόλις.
καὶ χθονία καὶ γαῖα καθαρμοὺς καθαρμοὺς καθαρ καθαρμα δν super μα scripsit παλαιοῖσι παλαιοῖσι παλαιοῖσ συμμιγεῖς συμμιγεισ (ξ scr. super σ m) παρβασίαν παρβασίαν παραβασίαν ὠκύποινον ὠκύπονον, ι inseruit M vel m. βίᾳ ... μεσομφάλοις ... θνάσκοντα ... σῴζειν πόλιν βία (βίαι m) . . μεσομφάλοισ | . . θνάσκοντα (Η scr. m) | . . σώζειν πόλιν
ΧΟ. κρατηθεὶς ἐκ φίλων ἀβουλιᾶν ἐγείνατο μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὸν σπείρας ἄρουραν, ἵν᾿ ἐτράφη, ῥίζαν αἱματόεσσαν ἔτλα· παράνοια συνάγε νυμφίους φρενώλεις. κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει, τὸ μὲν πίτνον, ἄλλο δ' ἀείρει τρίχαλον, ὃ καὶ περὶ πρύ- μναν πόλεως καχλάζει. μεταξὺ δ᾽ ἀλκὰ δι᾿ ὀλίγου τείνει πύργος ἐν εὔρει.
οἷς ἐκοινώσατο τὸν χρησμόν. ὑπερβατόν, σπείρας ῥίζαν αἱματόεσσαν (Gl.). ἔτλα, παρ' ἀνοίᾳ: ἔτλη δὲ ἀγνοίᾳ συναγαγεῖν τοὺς γάμους ὁ τὰς φρένας βλαβείς. ἡ δὲ ἄγνοια, φησί, τὰς φρένας ἀπολλύουσα συνήγαγεν. γάμους (Gl.). κακῶν δ᾽ ὥσπερ θάλασσα): τὰ κακὰ ὥσπερ θαλάσσῃ ἔοικεν, καὶ τὰ μὲν ἐπὶ Λαΐου γέγονε, τὰ δὲ ἐπὶ Οἰδίποδος, τὰ δὲ νῦν· ἅτινα βρέμει περὶ τὸ ἄκρον τῆς πόλεως. »πρὸ μέν τ᾽ ἄλλα, αὐτὰρ ἐπ' ἄλλα« (Hom. Ν 799). τὸ μὲν πίτνον: οὕτως λέγει, τὸ μὲν πίπτει, τὸ δὲ διεγείρεται, τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται. μεταξὺ δ᾽ ἀλκά: μεταξὺ δὲ ἡμῶν δι᾽ ὀλίγου ἐστὶν ἡ τῶν πολεμίων δύναμις τῆς ἡμετέρας, καὶ τὸ διάστημα ὁ πύργος ὁ διείργων ἐστίν. ἐν πλάτει, ἐν μεταιχμίῳ (Gl.).
κρατηθεὶς κρατηθεὶς κρατηθεὶσ δ' ἀβουλιᾶν ἀβουλιᾶν ἀβουλίαν ἐγείνατο ἐγείνατο γείνατο ματρὸς ματρὸσ μὲν πρὸσ in marg. ἔτλα ἔτ,α (α superscr. m) παράνοια παρανοία ut videtur παράνοιαι συνάγε σύναγε συνάγαγε φρενώλεις φρενώλησ (εισ scr. ml) πρύμναν πρύμναν | ΧΟ. In marg. ζτ μεταξὺ ex interpretamento ortum videtur (ἀλκὰ δὲ νυ ὀλίγῳ).
ΧΟ. δέδοικα δὲ σὺν βασιλεῦσι μὴ πόλις δαμασθῇ. τέλειαι γὰρ παλαιφάτων ἀρᾶν βαρεῖαι καταλλαγαί· τὰ δ᾽ ὀλοὰ πενομένους παρέρχεται, πρόπρεμνα δ' ἐκβολὴν φέρει ἀνδρῶν ἀλφηστῶν ὄλβος ἄγαν παχυνθείς. τίν' ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ πολύβοτος τ᾽ αἰών βροτῶν, ὅσον τότ' Οἰδίπουν τίον,
τέλεια γὰρ παλαιφάτων): τὸ τέλεια ἀντὶ τοῦ τέλειαι· ὑφῆκεν δὲ τὸ ι διὰ τὸ μέτρον. βαρεῖαι καταλλα(γαί): δυσχερὲς τὸ φιλιωθῆναι αὐτοὺς διὰ τὰς κατάρας. τὰ δ᾽ ὀλοά: τὰ δὲ δεινὰ τελούμενα οὐ παρέρχεται ἡμῶν. οὐχ ἵσταται (ml). πρόπρυμνα δ᾽ ἐκβολῶν): ὅταν δὲ παχυνθῶσιν οἱ ἄνδρες τῷ ὄλβῳ, τότε ὅλου τοῦ φόρτου ἐκβολὴν ποιοῦνται. τοῦτο δὲ πρὸς Ἐτεοκλέα. ἐκβολῶν δέ, τῶν ὑβριστῶν, οἷον δι' ἐκβολῆς ὑβριζόντων. φρονίμων (ml). παρὰ τοῦτο οὖν (παρὰ τὸ ἦν Oberdick) Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ (Eur. frg. 157). πολύβοτος τ᾽ αἰών: ὁ ὑπὸ πολλῶν ἐμβατευόμενος ἀνδρῶν. ἢ ὁ ἐπιπολὺ ἐκτεινόμενος. ὅσον τότ' Οἰδίπουν τῖον: ὅσον θαυμασθῆναι καὶ δοξασθῆναι ἐποίησαν. καὶ Εὐριπίδης »(adde ἦν) Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ«. ἀναρπαξάνδραν δὲ τὴν ἀναρπάξασαν πολλοὺς τῶν ἀνδρῶν. – κακὴν μοῖραν (762). μεταπλασμὸς τοῦ ἀναρπάξανδρος.
σὺν βασιλεῦσι συμβαλεῦσι σὺν βασιλεῦσι τέλειαι τέλεια» literae a et rasurae amplius a superstruxit et or super a scr. ἀρᾶν ἀρᾶν ἀραι πενομένους πενομένους πελόμενο (τελόμεν' ml) οὐ πρόπρεμνα πρόπρεμνα πρόπρυμνα ἐκβολὴν ἐκβολῶν ὦ in à mutavit supra o aliquid erasum et scripsit v manus alia ξυνέστιοι scribendum οθνεῖοι ξυνέστιοι. πόλεος ὁ πόλεος ὁ πόλεωσ πολύβοτος πολύβατος ex schol. αἰών ἀγὼν τότ' τον (accent. ex corr.)
ΧΟ. τὴν ἁρπαξάνδραν κῆρ᾽ ἀφελόντα χώρας; ἐπεὶ δ᾽ ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν μαινομένα κραδίᾳ δίδυμα κάκ' ἐτέλεσεν· πατροφόνῳ χερὶ τῶν κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη· τέκνοισιν δ᾽ ἀρὰς ἐφῆκεν ἐπικότους τροφᾶς, αἰαῖ, πικρογλώσσους ἀράς, καί σφε σιδαρονόμῳ διὰ χερί ποτε λαχεῖν κτήματα· νῦν δὲ τρέω
ἐπεὶ δ᾽ ἀρτίφρων: ἐπεὶ ἔμφρων ἐγένετο, ἐπεὶ συνῆκεν ἃ ἔπραξεν κατὰ τῆς μητρός. εὐδαίμων γὰρ ἦν κατὰ πάντα πρὸ τοῦ πάθη (μαθεῖν schol rec.) τὸ μητρομίξιον. δίδυμα δὲ κακὰ ἔφη τὸ τῶν δύο ὀφθαλμῶν στερηθῆναι. ἓν γὰρ κακὸν τὸ ἑνὸς στερηθῆναι, δύο δὲ τὸ ἀμφοτέρων· ἢ τοὺς περὶ Ἐτεοκλέα καὶ Πολυνείκη γεννήσας, οἳ ἦσαν τῶν ὀφθαλμῶν κρείσσονες. ὀμμάτων δ᾽ ἐπλάγχθη ἀντὶ τοῦ ἐστερήθη τῶν κρειττόνων ὀμμάτων. λέγει δὲ τῶν περὶ Ἐτεοκλέα καὶ Πολυνείκην (l. ἢ Ἐτεοκλέα καὶ Πολυνείκη γεννήσας). λέγει τῶν περὶ Ἐτεοκλέα καὶ Πολυνείκην, οἳ ἦσαν . . κρειττόνων ὀμμάτων). τῇ τὸν πατέρα φονευσάσῃ χειρί (Gl.). ἐχωρίσθη (Gl.). ἐπικότους τροφάς: ἐπιβλαβεῖς δὲ ἐντολὰς περὶ τροφῶν ἐφῆκεν αὐτοῖς. καί σφε σιδαρονόμῳ: καὶ τοῦτο ἐπηράσατο διὰ σιδήρου αὐτοὺς τὴν οὐσίαν κτήσασθαι.
ἁρπαξάνδραν τὴν ἁρπαξάνδραν ἀναρπαξάνδραν ἐγένετο ἔγεντο κραδίᾳ κραδίᾳ καρδίαι ἐτέλεσεν Στέλεσαν mut. in ἐτέλεσεν κρεισσοτέκνων ὀμμάτων κρείσσω τέκνων κρεισσοτέκνων ὀμμάτων δ᾽ ἀπ᾽ ὀμμάτων (δ' ὀμμάτων ἀπ᾿ ὀμμάτων) τέκνοισιν δ᾽ ἀρὰς τέκνοισιν δ' ἀρὰς τέκνοισ δ᾽ ἀραίασ τροφᾶς τροφὰσ (τροφᾶς rec.) διὰ χερί διὰ χερί διαχειρίαι
ΧΟ. μὴ τελέσῃ καμψίπους Ἐρινύς. ΑΓ. θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι. πόλις πέφευγεν ἥδε δούλιον ζυγόν πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα, πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφραξάμεσθα μονομάχοισι προστάταις. καλῶς ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασιν· τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτας ἄναξ Ἀπόλλων εἵλετ', Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. ΧΟ. τί δ᾽ ἐστὶ πρᾶγμα νεόκοτον πόλει πλέον;
ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας. οἱονεὶ ἡ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν. θαρσεῖτε, παῖδες: ἄγγελος ὁ καὶ πρότερον ἀπαγγείλας περὶ τῆς τῶν Ἀργείων ἐφόδου, οὗτος καὶ νῦν ἀπαγγέλλει τὴν ἀδελφοκτονίαν. συγγενεῖς, ἢ δειλαί, ὑπὸ μητέρων ἁπλῶς (ἁπαλῶς Vict.) τραφεῖσαι. τὰ παλαιὰ αὐτῶν κομπάσματα (Gl.). πόλις δ᾽ ἐν εὐδίᾳ τε: ἀλληγορεῖ πάλιν, καὶ λέγει ὅτι πολλῶν προσβαλόντων τῇ πόλει οὐδεὶς εἰς αὐτὴν εἰσέπεσεν. τοῦ κύματος τὸ ὕδωρ. τὰς δ᾽ ἑβδόμας: ἀξιοπίστως καὶ τὸν ἀριθμὸν τῶν πυλῶν εἴρηκεν. ἡ γὰρ ἑβδόμη, φησί, πύλη, ἵνα τὰ μαντεύματα τοῦ Ἀπόλλωνος τὰ Λαΐῳ δοθέντα τέλος λάβῃ. ἑβδόμη γὰρ ἐγεννήθη Ἀπόλλων. πέπονθεν οὖν οὐχὶ αὐτὴ ἡ πύλη ἡ ἑβδόμη, ἀλλὰ ὁ φυλάττων αὐτὴν Ἐτεοκλῆς. ἐν ἑβδόμῃ γεννηθείς. ἔσωσεν. νεωστὶ κατεσκευασμένον.
θαρσεῖτε fort. θαρσεῖτ᾽, ἀρίστων. δούλιον δούλιον δούλειον πέπτωκεν πέπτωκεν πέπτωκεν δ' ἐφραξάμεσθα ἐφραξάμεσθα ἐφραξάμεθα καλῶς καλῶσ Δ' super σ adscripsit
ΑΓ. [πόλις σέσωσται· βασιλέως δ᾽ ὁμόσποροι] ἄνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. ΧΟ. τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. ΑΓ. φρονοῦσα νῦν ἄκουσον, Οἰδίπου τόκῳ ΧΟ. οἴ 'γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. ΑΓ. οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι. ΧΟ. ἐκεῖθι κεῖσθον; βαρέα δ᾽ οὖν ὅμως φράσον. οὕτως ἀδελφαῖς χερσὶν ἠναίροντ᾽ ἄγαν; ΑΓ. οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἅμα. αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα· πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθόνα πατρὸς κατ᾽ εὐχὰς δυσπότμους φορούμενοι. πόλις σέσωται· βασιλέοιν δ᾽ ὁμοσπόροιν πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.
προεῖπον γὰρ αὐτά. ἀμφιβόλως (Gl.). ἐκεῖθι κἦλθον: εἰς τοσοῦτον ἦλθον ὥστε καὶ φονευθῆναι τὸν βασιλέα; αὐτὸς δ᾽ ἀναλοῖ: ὁ Ἀπόλλων ἀναλίσκει τὸ τοῦ Οἰδίποδος γένος. τὴν περιουσίαν (Gl. ml). ὅσον ἐνταφῆναι.
ΑΓ. paragraphus praefixa in M. βασιλέως βασιλέωσ εἶσ superscr. [πόλις σέσωσται· βασιλέως δ᾽ ὁμόσποροι] Versum ut ex 805 illatum delevit ἄνδρες άνδρες ἄνδρεσ χερῶν χερῶν χειρῶν αὐτοκτόνων αὐτομάτων κτόνων super μάτων scr. ut videtur ... paragraphi praefixae in M. τόκῳ τόκω τόκοσ γένοσ superscr. ut videtur οἴ 'γὼ οι ἐγὼ κατεσποδημένοι κατεσποδημένω κεῖσθον κεῖσθον Versus pro v. 793 eiciendo interponendus. ἠναίροντ᾽ ἠναίρονθ᾽ ἠναίροντ᾽ ἄγαν; ... ἀμφοῖν ἅμα. ἠναίρονθ᾽ ἅμα . . ἀμφοῖν ἄγαν ΑΓ. nuntii nota praefixa in M. δ' δ' Γ superscr. δακρύεσθαι δακρύεσθαι (σ superscr. m') ἐν ταφῇ ἐνταφῆ et in marg. ζτ χθόνα χθόνα χθονόσ σέσωται σέσωσται σέσωται βασιλέοιν βασιλέοιν βασιλείοιν γαῖ᾽ γᾶν γαὶ ἀλλήλων fort. ἐπαλλήλῳ.
ΧΟ. ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι δαίμονες, οἳ δὴ Κάδμου πύργους τούσδε ῥύεσθε, πότερον χαίρω κἀπολολύξω πόλεως ἀσινεῖ σωτῆρι, ἢ τοὺς μεγαλοὺς καὶ δυσδαίμονας ἀτέκνους κλαύσω πολεμάρχους; οἱ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν καὶ πολυνεικεῖς ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ. ὦ μέλαινα καὶ τελεία γένεος Οἰδίπου τ᾽ ἀρά, κακόν με καρδίαν τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ μέλος Θυιάς, αἱματοσταγεῖς νεκροὺς κλύουσα δυσμόρως θανόντας· ἦ δύσορνις ὧ- δε ξυναυλία δορός.
ὁ τρόπος ἐξοχή. »Ζεῦ ἄλλοι τε θεοί« (Hom. Ζ 476). πότερον χαίρω: φρονίμως ὁ ποιητὴς μέσην ὁδὸν ἔδραμεν, καὶ σωθείσης τῆς πόλεως ἄτοπον ἡγεῖται (add. Robort.) τὸ θρηνεῖν. καὶ οὐχ ὁσίη κταμένοισιν ἐπ᾿ ἀνδράσιν εὐχετάασθαι (Hom. χ 412). μετὰ χαρᾶς παιανίσω (ml). ἐπὶ κακῷ τεχθέντας. ἢ τοὺς μὴ τεκνοποιήσαντας (ml). οἳ δῆτ᾽ ὀρθῶς: ὀρθῶς οὖν καὶ ἐπωνύμως Ἐτεοκλῆς (primum scripserat Ετεοκλεῖς) καὶ Πολυνείκεις ἐκλήθησαν. καὶ τελεία γένεος: καὶ τελουμένη ἐπὶ τῷ γένει τοῦ Οἰδίποδος ἀρά. περιπίπτει φόβος κακοῦ. ἔτευξα τύμβῳ μέλος: τὸ ἑξῆς, κλύουσα αὐτοὺς δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων ἐπιτυμβίδιον θρῆνον ἔτευξα, ὡς θυιάς. ἐπιτάφιον (ml).
πολιοῦχοι πολιοῦχοι πολισσοῦχοι ῥύεσθε δύεσθαι in ῥύεσθε corr. σωτῆρι genuina videntur πόλεως ἀσινεῖ ν ν καὶ ante καὶ lacunam notavit ἀσεβεῖ ἀσεβῆ corr. in ἀσεβεῖ καρδίαν καρδίαν καρδίαι τι τ. (c in rasura addidit m) περιπίτνει περιπίτνει περιπιτνεῖ ... Versuum 820-24 et 828-32 sedes permutanda videtur.
ΧΟ. ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν πατρόθεν εὐκταία φάτις· βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν. μέριμνα δ᾽ ἀμφὶ πτόλιν· θέσφατ᾽ οὐκ ἀμβλύνεται. ἰὼ πολύστονοι, τόδ᾽ εἰρ- γάσασθ᾽ ἄπιστον· ἦλθε δ᾽ αἰ- ακτὰ πήματ' οὐ λόγῳ. Τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος· διπλαῖ μέριμναι, διδυμανορέα
ἦ δύσορνις ὧδε: δυσοιώνιστος γέγονεν αὐτοῖς ἡ συμφορὰ τῆς μάχης. ἐπὶ κακῷ συνῆλθον εἰς μάχην. οὐδ᾽ ἀπεῖπεν: οὐκ ἀπηγόρευσεν τὸ ποιῆσαι τὰ δεινὰ παρὰ ἡ ἀρὰ (Kirchhoff) Οἰδίποδος. ἐπεὶ οὐκ ἐπείσθη Ἀπόλλωνι. μέριμνα δ᾽ ἀμφὶ πτό(λιν): ἡ δὲ φροντίς, ἣν ἔσχεν ὁ Λάιος περὶ τὴν μίξιν, καὶ τὰ θεσπίσματα παρὰ τοῦ θεοῦ καὶ τῆς πόλεως οὐχ ἡσύχασεν, οὐκ ἀμβλύνεται, φησίν, ἀλλ᾽ ἐκ τοῦ ἐναντίου ὀξέως τελεῖται (l. βουλαί: περὶ τὴν μίξιν. μέριμνα δ᾽ ἀμφὶ πτόλιν: ἡ δὲ φροντίς, ἣν ἔσχεν ὁ Λάιος περὶ τῆς πόλεως, καὶ τὰ θεσπίσματα παρὰ τοῦ θεοῦ, οὐκ ἀμβλύνεται, οὐχ ἡσύχασεν, φησίν, ἀλλ᾽ . . τελεῖται). ἀπρακτεῖ (Gl. ml). αἰακτά: θρηνητικά. — ἀλλ᾽ ἔργῳ. τάδ᾽ αὐτόδηλα: αὐτὰ δὲ ταῦτα φανερά. ὁρᾷ ὁ χορὸς τὰ σώματα βασταζόμενα. ὁμολογούμενος (Gl.).
Θυιάς θεάσ (υι in rasura scripsit ml) θυὰς ὡς θυιὰς ὥς, αἱμοσταγείς δυσμόρως δυσμόρως δυσφόρωσ ὧδε & \ δε ἄπιστον fort. ἄελπτον. ... duo, ut videtur, choreutae colloquuntur. προῦπτος πρκτοσ (οὔπ in rasura scr. ml) διπλαῖ μέριμναι διπλαῖν μερίμναιν corr. m. διδυμανορέα διδύμ' (δίδυμο m) ανορέα διδυμάνορα
ΧΟ. κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ- λεια τὰ πάθη. τί φῶ; Τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων δόμων ἐφέστιοι; Ἀλλὰ γόων, ὦ φίλαι, κατ' οὗρον ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν πίτυλον, ὃς αἰὲν δι' Ἀχέροντ᾽ ἀμείβεται τὰν ἄστονον μελάγκροκον ναύστολον θεωρίδα, τὰν ἀστιβῆ Ἀπόλλω- νι, τὰν ἀνάλιον, πάνδοκον εἰς ἀφανῆ τε χέρσον. Ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη, θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον.
κάκ᾽ αὐτοφόνα: ἀλληλοκτόνοι γὰρ ἐγένοντο. ἢ τὰ κακὰ ἀπὸ τῶν κακῶν οἰκεῖ ἐν τῇδε τῇ ἑστία καὶ τοῖς οἴκοις τούτοις. κτύπον (Gl. ml). τὴν μέλαν λαῖφος ἔχουσαν (Gl. m). τὴν διάγουσαν τοὺς νεκρούς. – ναύστολον θεωρίδα: οὐ (σημείωσαι ὅτι Heimsoeth) τὴν τοῦ Χάρωνος ναῦν θεωρίδα εἶπεν. κυρίως δὲ τοῦ Ἀπόλλωνος ἡ εἰς Δῆλον ἀπερχομένη. λέγει δὲ (adde ἄστονον) ὅτι ταύτην ὁδὸν θεωρητικὴν (θεωρικὴν Dindorf) ὥσπερ οἶδεν (ὁδεύει Heimsoeth) ὁ στόνος τὴν ἐπὶ τὸν Ἀχέροντα, τὴν ἀνήλιον, ἣν μηδὲ ἥλιος ὁρᾷ, ἢ τὴν ἀναπνοήν. ἁγνὴ γὰρ ἐκείνη ἡ εἰς Δῆλον ἀπιοῦσα. πάνδοκον δέ, ἐπεὶ πάντας δέχεται τοὺς ἀποθνήσκοντας. ἐφερμηνευτικόν (Gl. m'). ἐπὶ τὸ πρᾶγμα, τουτέστιν ἐπὶ τὴν συμφορὰν αἱ ἀδελφαὶ τῶν βασιλέων.
γόων γόων γόον οὗρον οὔρων ut videtur οὗρον ... in marg. ζτ τὰν ἄστονον μελάγκροκον ναύστολον θεωρίδα τὰν ναύστολον μελάγκροκον θεωρίδα qui ex hoc loco adfert ναύστολον μελάγκροκον θεωρίδα. ἀστιβῆ ἀστιβεῖ ante corr. ἀφανῆ ἀχανῆ ... coryphaeus recitat. οἶμαί οιμαι οἶμαί
ΧΟ. ἡμᾶς δὲ δίκη πρότερον φήμης τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος ἀχεῖν Ἀίδα τ' ἐχθρὸν παιᾶν ἐπιμέλπειν. ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι στρόφον ἐσθῆσιν περιβάλλονται, κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς μὴ ἐκ φρενὸς ὀρθῶς με λιγαίνειν. εἰτ. Ἰὼ ἰὼ δύσφρονες, φίλων ἄπειστοι καὶ κακῶν ἀτρύμονες, πατρῴους δόμους ἑλόν- τες μέλεοι σὺν αἰχμᾷ. Μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους ηὕροντο δόμων ἐπὶ λύμῃ.
ἡμᾶς δὲ δίκη πρότερον): δίκαιον ἡμᾶς προκατάρχεσθαι ὡς προακουσάσας (προᾳδούσας Oberdick), ὑπακούειν δὲ ἐκείνας. ἔστι γὰρ καὶ παιὰν ἐπ᾽ ἀγαθοῖς. ἰώ δυσαδελφόταται): ὦ δυσαδελφόταται πασῶν παρθένων αἳ μίτρας (μήτρας m) κατὰ τὴν φθορὰν (l. κατὰ τὰ φάρεα) λύονται (ἐνδύονται Heimsoeth). ἀντὶ δὲ τῆς μίτρας (μήτρας m) καὶ ζώνης νῦν στρόφον εἶπεν. στένομαι: ἀντὶ τοῦ στένω Ἀττικῶς. καὶ γὰρ ἰατρεύομαι καὶ ἀλεύομαι φασίν. ὅτι οὐκ ἐκ ψυχῆς θρηνῶ. ἐν κακοῖς ἀκμῆτες. πατρῴους δόμους ἑλόντες): αἴτιοι τῆς ἁλώσεως γενόμενοι, πορθήσαντες, ἐρήμους ποιήσαντες τῷ ξίφει.
ἀχεῖν ἠχεῖν (ἀχεῖν ἰαχεῖν ... coniunctos habet ἐχθρὸν ἐχθρῶν ἐχθρὸν ἐπιμέλπειν ἐπιμέλπειν (ἐ ex i fecit m) ... τὸ ἕτερον μέρος τοῦ χοροῦ praescriptum in M. ... sic notantur in M, ut 860, 864, 866, 878, 879 (ante πεπλαγμένους). 880. 883. 895. 899. 910 paragraphi praefixae, 900 (ante δαΐκτωρ). 923 chori, 906 hemichorii, 917. 933 Ismenae, 929 Antigonae nota praescripta, 895. 896. 898 notae erasae sint, 860. 864 hemichorii notam m addiderit. ... et 866-869 totus chorus ... et 870 sq. coryphaeus habere videtur. ἄπειστοι ἄπειστοι ἄπιστοι δόμους πατρῴους πατρῴους δόμους αἰχμᾷ ἀλκᾶι γρ. αἰχμᾶι ηὕροντο εὕροντο
AESCHYLI ΧΟΡΟΣ antistr. Ἰὼ ἰὼ δωμάτων ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας ἰδόντες, ἤδη διήλ- λαχθε σὺν σιδάρῳ. Κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα πότνι᾽ Ἐρινὺς ἐπέκρανεν. str. 1. Δι᾽ εὐωνύμων τετυμμένοι, Τετυμμένοι δῆθ᾽, Ὁμοσπλάγχνων τε πλευρωμάτων αἰαῖ δαιμόνιοι, αἰαῖ δ᾽ ἀντιφόνων θανάτων ἀραί. Διανταίαν λέγεις δόμοισι καὶ
τὴν ἴσην μοῖραν λαχόντες. ἤδη διήλλαχθε: ἡ διαλλαγὴ ὑμῶν οὐκ ἐπὶ φιλίᾳ γέγονεν, ἀλλ᾽ ἐπὶ ἀναιρέσει τῇ (adde μετὰ) σιδήρου. κάρτα δ᾽ ἀληθῆ: τῷ ὄντι ἡ τοῦ Οἰδίποδος Ἐρινὺς ἐτελείωσε τὰς ἐκείνου ἀρὰς κατὰ τῶν παίδων. δι᾽ εὐωνύμων: τὸ ἑξῆς, διήλλαχθε (adde τετυμμένοι) δι᾽ εὐωνύμων. τοῦτο δὲ συμβαίνει ἐν τοῖς κατὰ τὸ ἐναντίον ἱσταμένοις. ὁμοσπλάγχνων τε πλευρωμάτων): οἷον διαμπαξ ἀλλήλων τὰς πλευρὰς τρώσαντες. ἑκάτερος γὰρ τῶν μονομαχούντων τὸ ἀριστερὸν πλευρὸν τοῦ ἀντιπάλου τιτρώσκειν βούλεται. οἷον διὰ τῶν πλευρῶν αὐτῶν καθήκασιν (l. αὑτῶν καθείκασιν) οἱ ὁμόσπλαγχνοι. διανταίαν λέγεις πλα(γάν): πληγὴν λέγεις διαμπαξ γενομένην, καὶ ἐπὶ τῶν σωμάτων καὶ ἐπὶ τῶν οἴκων. ἄμφω γὰρ ἔχει κακῶς.
ἐρειψίτοιχοι ἐρειψίτοιχοι ἐρριψίταχοι ἐρριψίτοιχοι interpretationem οὐκ ἔτ᾽ ἐπὶ φιλίᾳ, ἀλλ᾽ ἐπὶ φόνῳ διεκρίθητε in M uno versu perscriptam eiecit Triclinius. Κάρτα δ᾽ ἀληθῆ καταρὰς ἤδη fort. καταρὰς δῆθ᾽ ἡ. hemichoria ita alternare videntur, ut in str. et ant. eandem utrumque partem habeat. δῆθ᾽ δῆτα lacunam notavit Lachmann. λέγεισ πλαγὼν (ex λέγει σπληγὰν corr. ml) | δόμοισι (δώμοισι ante corr.) . . σώμασιν | . . ἐνέπω (superscr. m) πλαγὰν delevit Elmsley.
SEPTEM ADVERSUS THEBAS. ΧΟΡΟΣ σώμασιν πεπλαγμένους [ἐννέπω] ἀναυδάτῳ μένει ἀραίῳ τ᾽ ἐκ πατρὸς οὐ διχόφρονι πότμῳ. antistr. 1. Διήκει δὲ καὶ πόλιν στόνος, Στένουσι πύργοι, Στένει πέδον φίλανδρον· μενεῖ κτέανά τ᾽ ἐπιγόνοις, δι᾽ ὧν αἰνομόροις, δι᾽ ὧν νεῖκος ἔβα καὶ θανάτου τέλος. Ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν. διαλλακτῆρι δ᾽ οὖν ἀμεμφεία φίλοις, οὐδ᾽ ἐπίχαρις Ἄρης. str. 2. Σιδαρόπληκτοι μὲν ὧδ᾽ ἔχουσιν,
ἀναυδάτῳ μένει: ἀνήρηνται ὑπ᾽ ἀλλήλων ἰσχύϊ μεγάλῃ καὶ ἀλαλήτῳ. ἀκαθέκτῳ ὀργῇ. οὐχ ὁμονοοῦντες (Gl.). ὁ τούτων στεναγμὸς ἥψατο καὶ τῆς πόλεως. μενεῖ κτέανά τ᾽ ἐπιγόνοις): ἄλλοις ἔσται τὰ χρήματα δι᾽ ἃ ἀπώλοντο. ἢ οὕτως, τὰ κτέανα ταῦτα, οἷον τὰ ὀνείδη, διήξει μέχρι τῶν ἐπιγόνων. κτέανα δὲ εἶπεν ὡς ἐπὶ οὐσίας, οἷον κληρονομήσουσι τῶν παθῶν οἱ παῖδες. ὀξυκάρδιοι: ὀξύθυμοι ὄντες ἐμοιρήσαντο καὶ διενείμαντο τὰ κτήματα ὥστε ἴσον λαχεῖν. φησὶ δὲ τὰς ταφάς. διαλλακτῆρι δ᾽ οὐκ ἀμε(μφία): μέμφονται δὲ οἱ φίλοι αὐτῶν τὸν διαλλακτῆρα σίδηρον ὡς μηδετέρῳ χαρισάμενον. ἀλλὰ μέμψις (ml).
[ἐννέπω] ἐννέπω eiecit Elmsley. οὐ διχόφρονι οὐ διχόφρονι διχόφρονι μενεῖ μενεῖ proximo versui addit M. ὥστ᾽ ὥσθ᾽ τ super & scripsit ml. ἶσον. δ᾽ οὖν δ᾽ οὖν δ᾽ οὐκ ἀμεμφεία ἀμεμφεία ἀμεμφία Σιδαρόπληκτοι σιδαρόπλακτοι σιδηρόπληκτοι
AESCHYLI ΧΟΡΟΣ σιδαρόπληκτοι δὲ τοὺς μένουσι, τάχ᾽ ἄν τις εἴποι, τίνες; τάφων πατρῴων λαχαί. Δόμων μάλ᾽ ἀχάεσσα τοὺς προπέμπει δαϊκτὴρ γόος αὐ- τόστονος, αὐτοπήμων, δαϊόφρων, οὐ φιλογαθής, ἐτύμως δακρυχέων ἐκ φρενός, ἃ κλαιομένας μου μινύθει τοῖνδε δυοῖν ἀνάκτοιν. antistr. 2. Πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, ξένων τε πάντων στίχας πολυφθόρους ἐν δαΐ.
τάχ᾽ ἄν τις εἴποι: ὡς ἀνοήτως (l. αἰνιγματωδῶς) αὐτὸ εἰπούσης ἐρωτᾷ τίνες αὐτοὺς μένουσιν. αἱ σκαφαί· (ὡς addit Vict.) τὸ »φυτὸν ἀμφελάχαινεν« (Hom. ω 241). λείπει τὸ προπομπά. — μάλ᾽ ἠχὼ ἐπ᾽ αὐτούς (ml). αὐτόστονος: ἐν ἑαυτῷ τὸν στόνον ἔχων. ὁ δὲ γόος, φησίν, αὐτοπήμων ἐστίν, ἀφ᾽ ἑαυτοῦ τὰ κακὰ ἔχων καὶ τὰ πολέμια. δαίφρων δέ, οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων. δαΐζων τὰς φρένας (l. δαΐφρων δέ, δαΐζων τὰς φρένας, οὐ φιλογαθής, οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων). ἐκ βάθους θρηνῶν (Gl.). κλαιούσης τοὺς δύο βασιλεῖς (Gl.). πάρεστιν εἰπεῖν: πάρεστιν ἐπ᾽ ἀμφοτέρων τοῦτο εἰπεῖν, ὁ μὲν βασιλικῶς ἐκβαλὼν τὸν ἀδελφόν, ὁ δὲ βασιλικῶς ἐπιστρατεύσας. ἀντίοι γενόμενοι εἴς τε Θηβαίους καὶ Ἀργείους. μετὰ φθορᾶς ἐλθούσας (Gl.).
verba τετυμμένοι δῆθ᾽ ὁμοῦ in M ex v. 873 sq. repetita omittunt recc. τις τισ (σ in rasura scriptum) δόμων δόμων ex interpretatione repetit ἀχάεσσ᾽ ἐὰ δόμων . . προπέμπει | . . αὐτό στονοσ . . αὐτοπήμων δαϊόφρων δαϊόφρων δαίφρω οὐ οὐ δ᾽ οὐ ἐκ ex rec. δ᾽ ἐκ δυοῖν δυοῖν δοιοῖν πολίτας πάρεστιν . . ἀθλίοισιν . . ἐρξάτην | . . πολίταισ πολίτας ξένων τε τ᾽ ἐπακτῶν
SEPTEM ADVERSUS THEBAS. ΧΟΡΟΣ Δυσδαίμων σφιν ἡ τεκοῦσα πρὸ πασᾶν γυναικῶν ὁπόσαι τεχνογόνοι κέκληνται. παῖδα τὸν αὑτᾶς πόσιν αὑτῷ θεμένα τούσδ᾽ ἔτεχ᾽, οἳ δ᾽ ὧδ᾽ ἐτελεύ- τασαν ὑπ᾽ ἀλλαλοφόνοις χερσὶν ὁμοσπόροισιν. str. 3. Ὁμόσποροι δῆτα καὶ πανώλεθροι, διατομαῖς οὐ φίλαις, ἔριδι μαινομένᾳ, νείχεος ἐν τελευτᾷ. Πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ ζώα φονορύτῳ μέμικται· κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος ξεῖνος ἐκ πυρὸς ταθείς θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων κακὸς δατητὰς Ἄρης, ἀρὰν πατρῴ-
δυσδαίμων, ὅτι ὃν ἔτεκεν ἄνδρα ἔσχεν. ὁμόσποροι δῆτα καὶ πανώλεθροι): ἀδελφοὶ καὶ πανώλεθροι γεγόνασιν, ἀλλήλους διατεμόντες ἐν μαινομένῃ ἔριδι πρὸς τῷ τέλει τῆς φιλονεικίας. ἀποθανόντων γὰρ πέπαυται τὸ ἔχθος. ἐν δὲ γαίᾳ ζωά: ἡ ζωὴ αὐτῶν κέχυται ἐν τῇ φονορρύτῳ γῇ. τῇ συμφορᾷ. κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι): ὄντως ἀδελφοί εἰσι ταῖς προαιρέσεσι τοιοῦτοι ὄντες. πικρὸς λυτὴρ νεικέων): πόντιος, ὅτι οἱ Χάλυβες παράλιοί εἰσιν· ἔθνος γὰρ ἐν τῷ Πόντῳ οἱ Χάλυβες, ὅθεν ὁ σίδηρος. (ἐκ addit Kirchhoff) πυρὸς δὲ συθείς, ὅτι διὰ πυρὸς ἡ κατασκευή. κακὸς δατητάς: πικρὸς μεριστὴς ὁ σίδηρος
Δυσδαίμων δυσαίων σφ᾽ ἡ τεκοῦσα πρὸ πασᾶν προπασᾶν Η προπασῶν αὑτᾶς αὐτᾶσ τούσδ᾽ ἀλλαλοφόνοισ fort. ὁμοσπόροις . . πανωλέθροις (ὁμοσπόροις . . συνωλέθροις Meineke). οὐ φίλαις ἀφίλοις (ἀφίλαις) νείχεος νείκοσ, sed νείκεοσ primitus. φονορύτῳ ζοὰ . . μέμικται φονορύτῳ φονορρύτω κακὸς ἴσος δατητὰς κακοσ
AESCHYLI ΧΟΡΟΣ αν τιθεὶς ἀλαθῆ. antistr. 3. Ἔχουσι μοῖραν λαχόντες, ὦ μέλεοι, διοσδότων ἀχέων ὑπὸ δὲ σώματι γᾶς πλοῦτος ἄβυσσος ἔσται. Ἰὼ πολλοῖς ἐνανθίσαντες πόνοισι γενεάν τελευταῖαι δ᾽ ἐπηλάλαξαν ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου παντρόπῳ φυγᾷ γένους. ἔστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις, ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- σας ἔληξε δαίμων. ΑΝ. παισθεὶς ἔπαισας.
τῶν χρημάτων. ἐπειδὴ ἐπηράσατο διὰ ξιφῶν αὐτοὺς τὴν οὐσίαν νειμασθαι. γᾶς πλοῦτος ἄβυσσος ἔσται: πολλὴ τῆς γῆς ἀφθονία ὑποκείσεται αὐτοῖς. ἢ οὕτως, ὑπὸ γῆς δὲ ὁ πολὺς πλοῦτος αὐτοῖς κέκρυπται, ἀντὶ τοῦ ἐν ἀφανείᾳ. οἱ πολλὰ κακὰ ἰδόντες (ml). τελευτᾷ δ᾽ αἶδ᾽ ἐπηλά(λαξαν): ἐπὶ δὲ τῇ τελευτῇ αὐτῶν αἱ ἀραὶ ἐπηλάλαξαν. θρηνητικὸς (θρηνιτικός m) χορός. τὸν ὄρθιον καὶ εἰς μάχην παρακλητικόν (ml). παντρόπῳ φυγᾷ γένους: οἷον οὐκ ἔτι φέρει τὰς συμφορὰς τὸ γένος, ἀλλὰ δέδωκεν νῶτα τοῖς κακοῖς, τῆς δὲ ἄτης τρόπαιον ἕστηκεν. τοῦ ἰδίου (ml). παταχθεὶς ἐπάταξας (Gl.).
ἀρᾶ (mut. in ἀρὰν) | πατρὸσ τιθεὶς ἀληθῆ πατρώαν ὦ μέλεοι ὦ μέλεοι μέλεοι διοσδότων διοδότων διαδότων ἐνανθίσαντες ἐπανθίσαντες ἐπανθήσαντεσ πόνοισί γε δόμουσ (δόμοισ ml) addit M, delevit Hermann. τελευταῖαι δ᾽ τελευταῖαι δ᾽ τελευτᾶι δ᾽ αἶδ᾽ ἔστακε δ᾽ ἕστακεν δ᾽ supra v adscr. τρόπαῖον sic notantur in M, ut praeter 941 et 953, quibus nota Ismenae praescripta, et praeter 963 sq., 978sq. (978 sq. paragraphi erasae sunt) singulis versibus paragraphi praefixae sint, nisi quod 949-52, 983, 989 nota carent. Nota Antigonae 941 praemissa partes recte distribuere coepit Ald.
SEPTEM ADVERSUS THEBAS. ΙΣ. σὺ δ᾽ ἔθανες κατακτανών. ΑΝ. δορὶ δ᾽ ἔκανες. ΙΣ. δορὶ δ᾽ ἔθανες. ΑΝ. μελεόπονος. ΙΣ. μελεοπαθής. ΑΝ. ἴτω γόος. ΙΣ. ἴτω δάκρυ. ΑΝ. ΙΣ. πρόκεισαι κατακτάς. ΑΝ. str. ἠέ. ΙΣ. ἠέ. ΑΝ. μαίνεται γόοισι φρήν. ΙΣ. ἐντὸς δὲ καρδία στένει. ΑΝ. ἰὼ ἰώ, πανδάκρυτε σύ. ΙΣ. σὺ δ᾽ αὖτε καὶ πανάθλιε. ΑΝ. πρὸς φίλου ἔφθισο. ΙΣ. καὶ φίλον ἔκτανες. ΑΝ. διπλᾶ λέγειν. ΙΣ. διπλᾶ δ᾽ ὁρᾶν. ΑΝ. ἀχέων τοίων τάδ᾽ ἐγγύθεν.
σὺ δ᾽ ἔθανες: ἀνηρέθησαν οὕτως· ὁ πλήξας ἐπλήγη, ὁ δὲ ἀποθανὼν ἀνελὼν τὸν ἕτερον ἀπέθανεν. ἴτω γόος, ἴτω δάκρυα): ποτὲ πρὸς τοῦτον, ποτὲ πρὸς ἕτερον. ἴτω, κοιμάσθω καὶ ὁ ἀνελὼν τὸν ἕτερον, καὶ αὐτὸς προκείσεται, τουτέστι τέθνηκεν. δηλονότι νεκρός (Gl.). ἀχέων τοίων: τοῖς πάθεσιν ἀγχιστεύουσαι (ἀγχιστεύοντα schol. rec.). ἀντὶ τοῦ οὐκ ἀλλότρια. — ἀχέω ἤγουν θρηνῶ (ml).
ἔκανες ἔκανες ἔκτανεσ δάκρυ δάκρυ δάκρυα ΑΝ. ΙΣ. πρόκεισαι ΑΝ. ΙΣ. praescripsit πρόκεισαι προσκείσεται (fuerat προσκείσεται) ἠέ γέ in una linea habet M, sororibus distribuit Hermann. δὲ ἂν δὲ πανδάκρυτε πάνδυρτε φίλου φίλου φίλου γ᾽ ἀχέων ἀκχέων (ν maxime exiguum facile fugit oculos, quare m¹ in scholiis legit ἀχέω) ἄχει δοιὰ τάδ᾽
AESCHYLI ΙΣ. πέλας δ᾽ αἶδ᾽ ἀδελφαὶ ἀδελφεῶν. ΑΝ. ΙΣ. ἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνια τ᾽ Οἰδίπου σκιά, μέλαιν᾽ Ἐρινὺς ἦ μεγασθενής τις εἶ. ΑΝ. antistr. ἠέ. ΙΣ. ἠέ. ΑΝ. δυσθέατα πήματα ΙΣ. ἐδείξατ᾽ ἐκ φυγᾶς ἐμοί. ΑΝ. ὅδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν. ΙΣ. συθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν. ΑΝ. ὤλεσε δῆτα. ΙΣ. καὶ τόνδ᾽ ἐνόσφισεν. ΑΝ. τάλαν γένος. ΙΣ. τάλαν πάθος. ΑΝ. δύστονα κήδε᾽ ὁμώνυμα.
πέλας δ᾽ αἶδ᾽ ἀδελφαί): ἐγγὺς δὲ τῶν κακῶν καὶ ἡμεῖς αἱ ἀδελφαὶ ἐσμὲν ὧν καὶ οἱ ἀδελφοί. ἐφύμνιον. Οἰδίπου σκιά: ὁ ἀσθενὴς Οἰδίπους· ὅτι δοκεῖ νῦν οὐδὲν ὑπάρχειν. γέ γε δυσθέατα: τοῦτο ὡς πρὸς Πολυνείκη· ἐκ τῆς φυγῆς ἐπανήκοντες ἐμοὶ τῇ ἐνταῦθα μεινάσῃ ἐδείξατε ὀδύνας. οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν): ὁ Ἐτεοκλῆς. πρῶτος γὰρ κατέκτανε τὸν Πολυνείκη. σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν): σωθεὶς ἀπὸ τῆς φυγῆς ἀπώλεσεν τοῦ Ἐτεοκλέους τὸ πνεῦμα· ἢ τὸ αὐτοῦ· ὃ καὶ μᾶλλον. τλητικὰ πεπονθός (Gl.).
πέλας δ᾽ αἶδ᾽ ἀδελφαὶ ἀδελφεῶν πέλας ἀδελφὰ δ᾽ (melius ἀδελφέ Heimsoeth) ἀδελφῶν et 977. ΑΝ. ΙΣ. praescribebat olim Hermann. μέλαιν᾽ μέλαιν᾽ μέλαινά το ἠὲ ἠὲ . . πήματα in uno versu habet M. ἐδείξατ᾽ ἐκ φυγᾶς ἐμοί τόνδ᾽ ἐδέξατ᾽ ἐκ φυγᾶς (ἐμοὶ omisit) ὅδ᾽ δ᾽ οὐδ᾽ ἵκεθ᾽ ὡς κατακτενῶν συθεὶς συθείς σωθεὶσ ὤλεσε ὤλεσε ἀπώλεσεν ὤλεσε δῆτα, ναί. Τόνδε δ᾽ ἐνόσφισεν γένος μένος τάλαν πάθος τάλαν πάθος τάλανα καὶ παθόν (τάλανα παθόν vel τάλαν καὶ πάθος)
SEPTEM ADVERSUS THEBAS. ΙΣ. δίυγρα τριπάλτων πημάτων. ΑΝ. ΙΣ. ἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τ᾽ Οἰδίπου σκιά, μέλαιν᾽ Ἐρινὺς ἦ μεγασθενής τις εἶ. ΑΝ. σὺ τοίνυν οἶσθα διαπερῶν. ΙΣ. σὺ δ᾽ οὐδὲν ὕστερος μαθών. ΑΝ. ἐπεὶ κατῆλθες ἐς πόλιν. ΙΣ. δορός γε τῷδ᾽ ἀντηρέτας. ΑΝ. ὀλοὰ λέγειν. ΙΣ. ὀλοὰ δ᾽ ὁρᾶν. ΑΝ. ἰὼ πόνος. ΙΣ. ἰὼ κακά. ΑΝ. δώμασι καὶ χθονί. ΙΣ. καὶ τὸ πρόσω γ᾽ ἐμοί. ΑΝ. ἰὼ ἰὼ δυστάνων κακῶν ἄναξ.
δίυγρα: ζῶντα πήματα χεόμενα καὶ πολλά. τριπάλτων δέ, σφοδρῶς πηδησάντων. τὸ ἐφύμνιον. ταῦτα (l. ταὐτὰ) δὲ λέγει ὡς βαρέως φέρων. σὺ τοίνυν οἶσθα: σὺ οἶδας, ὦ Ἐτεόκλεις, τὴν Μοῖραν ὅσον δύναται διαβὰς αὐτήν. σὺ δ᾽ οὐδὲν ὕστερος: σὺ δὲ οὐ μετ᾽ οὐ πολὺ οὐδὲ ὕστερον ἔμαθες ἄντικρυς τὸν ἀδελφόν σου πολεμήσας. ἀντηρέτης: ὀρθή ἐστιν. ἀντιστάτης τῷ Ἐτεοκλεί. ὀλοὰ λέγειν: οὐ μόνον ταῦτα λέγειν ὀλοά, ἀλλὰ καὶ ὁρᾶσθαι. κεῖται γὰρ τὰ σώματα. ὁ ἐφ᾽ ἡμῖν ἐξημμένος. ἃ δι᾽ ὑμᾶς ἔχομεν.
πήματα schol. legisse videtur. Post 976 habet M ὀλοὰ δ᾽ ὁρᾶν, quae e v. 984sq. illata eiecit Triclinius. ἰὼ Μοῖρα ἰὼ Μοῖρα μοῖρα μέλαιν᾽ μέλαιν᾽ μέλαινά τ᾽ τοίνυν τοί νυν ἀντηρέτας ἀντηρέτασ (superscr. m) ὀλοὰ λέγειν. ἰὼ κακὰ δώμασιν | καὶ χθονί· προπάντων δ᾽ ἐμοί· ἰὼ semel verba πρὸ πάντων δ᾽ ἐμοί delevit super κακῶν signo Ä posito in marg. " ἐτεόκλεις ἀρχηγέτα adscripsit m. fort. ἰὼ (semel) δύστανε τῶν κακῶν ἄναξ.
AESCHYLI ΙΣ. ἰὼ πάντων πολυπονώτατοι. ΑΝ. ΙΣ. ἰὼ δαιμονῶντες ἐν ἄτᾳ. ΑΝ. ἰὼ ποῦ σφε θήσομεν χθονός; ΙΣ. ἰὼ ὅπου τιμιώτατον. ΑΝ. ΙΣ. ἰὼ ἰὼ πῆμα πατρὶ πάρευνον. ΚΗΡΥΞ δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ δήμου προβούλοις τῆσδε Καδμείας πόλεως. Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς· στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει, ἱερῶν πατρῴων ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
ἐπιπονώτατοι. λείπει τὸ ἀδελφοί (Gl.). — πολλοὺς πόνους πονήσαντες. λυσσήσαντες (λυσσσήσαντες m). εἰς ποῖον τῆς γῆς τόπον. ὅπου τιμιώτατον μέρος. παρὰ τὴν εὐνὴν τοῦ πατρός. τὰ δόξαντα τοῖς προβούλοις ἀπαγγεῖλαί με χρή. εὐφήμως τὸν τάφον εὐνὴν εἶπεν. ἔδοξεν οὖν τοῖς προβούλοις τῶν Θηβαίων τὸν Ἐτεοκλέα ἐν τῷ τόπῳ τοῦ τάφου καταθάπτεσθαι. διὰ δίχα (Heimsoeth) μέντοι τοῦ θάπτειν Ἐτεοκλέα ἀπαγορεύει καὶ μὴ θάπτεσθαι Πολυνείκην. γῆς δὲ κατασκαφὰς εἶπεν οἷον τὰς κάτω σκαφάς. ὑπὲρ ἱερῶν πατρῴων ὁσίως μαχόμενος ἀπέθανεν ἀμέμπτως. σκάπτοντας καὶ τάφον ποιοῦντας αὐτῷ φιλίους. εἴργων δηλονότι (Gl.). λείπει ἡ ὑπέρ· ὑπὲρ ἱερῶν. παρὰ τὸ »εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι« (Hom. Μ 243).
πολυπονώτατοι πολυστονώτατοι πολυστονώτατε ΑΝ. ΙΣ. praescripsit Weil. ἰὼ ἰὼ inter i et ποῦ supra iù adscripsit m. fort. ἰὼ σφε ποῦ. ΑΝ. ΙΣ. praescripsit GCW Schneider. ἀπαγγέλλειν praeconis notam om. M, add. m. ἀπαγγέλειν ἐπ᾽ εὐνοίᾳ ἐπ᾽ εὐνοίᾳ ἐπ᾽ εὐναίαι lacuna statuenda et v. 1000 delendus videtur. στέγων στέγων στυγῶν рost лаτрῴων inseruit δ᾽ vel M vel m. θνῄσκειν θνήσκειν
SEPTEM ADVERSUS THEBAS. ΚΗΡΥΞ οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν· τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ἥρει πόλιν. οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. τοιαῦτ᾽ ἔδοξεν τῷδε Καδμείων τέλει. ΑΝ. ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω· ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν, ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
ὄνειδος (1007 sq.) τῷ Πολυνείκει ὥστε μὴ ἑλεῖν αὐτὸν τὴν πόλιν. μήτε μὴν ὀξυτάτοις θρήνοις τιμᾶν αὐτόν. τῷ τάγματι. πλήθει. ἀδελφῷ δι᾽ ἀνάγκην γεγονότι κακῷ. μεγαλογάστορες.
ἄτιμον ἄτιμον. (fuerat fort. ἄτιμον δ᾽) ἔδοξεν ἔδοξ᾽ ἐν τέλει θέλῃ θέλῃ θέλοι κακῶν κακῶν κακὰν ut videtur κακῶς τούτου τούτου τούτω Post σάρκας lacunam indicavit Prien.
AESCHYLI ΑΝ. λύκοι πάσονται· μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι κόλπῳ φέρουσα βυσσίνου πεπλώματος, καὐτὴ καλύψω. μηδέ τῳ δόξῃ πάλιν· θάρσει· παρέσται μηχανὴ δραστήριος. ΚΗ. αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. ΑΝ. αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί. ΚΗ. τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. ΑΝ. τράχυν᾽, ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται. ΚΗ. ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ; ΑΝ. ἤδη τὰ τοῦδ᾽ οὐ διατετίμηται θεοῖς. ΚΗ. οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. ΑΝ. παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. ΚΗ. ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν. ΑΝ. ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει. ΚΗ. ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
γεύσονται (Gl.). — μὴ τοῦτο ἀρεσάτω. τῷ τοῦ βυσσίνου πέπλου κόλπῳ τὴν γῆν παρακομίζουσα, ὡς ἐπιβάλλειν μέλλουσα, διὰ τὸ ὀρύττειν μὴ δύνασθαι. παρέσται μηχανὴ δι᾽ ἧς αὐτὸν θάψω. τραχὺς ἔσται ὁ δῆμος ἐν ἐλευθερίᾳ τοῦ πολέμου γενόμενος. λέγε πολλάκις, τραχὺς ἔσται ὁ δῆμος, ἀλλ᾽ ὅμως οὐκ ἀναστείλῃς με θάψαι. τὰ περὶ τῆς τιμῆς τούτου ὑπὸ θεῶν κέκριται. ὑπὸ μόνου τοῦ Ἐτεοκλέους ἀδικηθεὶς πάντας ἐπολέμησε τοὺς Θηβαίους (Gl.). σῇ (σῆ βουλῆ καὶ m, sed βουλῆ καὶ eadem manus delevit) γνώμῃ ὃ βούλει πρᾶττε.
πάσονται «πάσονται (fuerat σπάσονται) αὐτὴ αὐτὴ αὐτῷ θάρσει· παρέσται θάρσει, παρέσται Θάρσει, παρέσται nuntii notam et paragraphum praescripsit M. paragraphi singulis v. praefixae sunt in M. γενήσεται γενήσσεται ante corr. τοῦδε διατετίμηται schol. legit. 1042 eicit Blomfield, malim 1043 delere.
SEPTEM ADVERSUS THEBAS. ΧΟ. φεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα γένος ὠλέσατε πρέμνοθεν οὕτως, τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλαίειν μήτε προπέμπειν ἐπὶ τύμβον; ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων τεύξῃ· κεῖνος δ᾽ ὁ τάλας ἄγους μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς εἰσιν. τίς ἂν οὖν τὰ πίθοιτο; ΗΜΙΧ. δράτω τι πόλις καὶ μὴ δράτω τοὺς κλαίοντας Πολυνείκη· ἡμεῖς γὰρ ἔμεν καὶ συνθάψομεν αἵδε προπομποί. καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως
αἱ ἐπὶ τὸ (τῷ schol. rec.) φθείρειν γεγονυῖαι. (1045) φεῦ φεῦ: διαιρεῖται ὁ χορός, τῶν μὲν ὑπὲρ Πολυνείκους, τῶν δὲ ὑπὲρ Ἐτεοκλέους οὐσῶν. ὥσπερ δὲ μεμέρισται ὁ χορός, οὕτως καὶ αἱ ἀδελφαί· καὶ ἡ μὲν Ἰσμήνη τῷ Ἐτεοκλεῖ ἀκολουθεῖ καὶ τῇ πόλει, ἡ δὲ Ἀντιγόνη τῷ Πολυνείκει. τίς ἡμῶν ἐστι ταύτης τῆς γνώμης; (Gl.). δράτω πόλις: ὃ βούλεται ποιείτω εἰς τοὺς κλαίοντας Πολυνείκη.
choro, reliqua hemichoriis tribuit Pauw (intellegendi sunt coryphaeus et duces hemichoriorum): in M hic et 1064 hemichorii nota, 1049, 1054, 1058 paragraphi praefixae sunt. πρέμνοθεν πρέμνοθεν πρυμνόθεν δὲ δρῶ δὲ δρῶ δ᾽ ἐρῶ τύμβον τύμβον τύμβωι θρῆνον θρῆνον θρῆνοσ πίθοιτο πίθοιτο πείθοιτο δράτω τι δράτω τι δράτω monometri defectum notat Ritschl.
AESCHYLI SEPTEM ADVERSUS THEBAS. ΗΜΙΧ. ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια. ΗΜΙΧ. ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν ὅδε Καδμείων ἤρυξε πόλιν μὴ ἀνατραπῆναι μηδ᾽ ἀλλοδαπῷ κύματι φωτῶν κατακλυσθῆναι τὰ μάλιστα.
οὐ διόλου τὰ αὐτὰ δοκεῖ τῷ δήμῳ (Gl.). ἡμεῖς δ᾽ ἅμα: ἅμα τῷ Ἐτεοκλεῖ ἐκκομιζομένῳ ἑπόμεθα. μετὰ γὰρ μάκαρας: μετὰ γὰρ τοὺς θεοὺς καὶ τὴν ἑαυτοῦ παρέθηκεν ἰσχὺν ὑπὲρ τῆς πόλεως· καὶ γὰρ ἐνίκησαν οἱ ἡμέτεροι πολῖται καὶ οὐκ εἴασε τὴν πόλιν ἡμῶν οὕτως ὑπὸ χειμερινοῦ κύματος κατακλυσθῆναι πρὸς τῶν Ἀργείων. ἀκολούθως μέντοι τῷ κύματι καὶ τὸ κατακλυσθῆναι ἐπήνεγκεν. – ἴσως μάκαρας θεῶν.
Subscriptum in Μ: αἰσχύλου ζ ἐπιθήβας τέλοσ.