Aeschyli Septem contra Thebas
Aeschylus
Ulrich von Wilamowitz-Moellendorff
XML markup and CTS alignment
Perseus Digital Library / canonical-greekLit
Ulrich von Wilamowitz-Moellendorff's 1914 edition of Aeschylus, Seven Against Thebes.
Digitization and TEI encoding
Perseus Project
1 online resource (TEI XML)
Perseus Digital Library
Medford, MA
2025
Open-access for non-commercial use; see Perseus license.
urn:cts:greekLit:tlg0085.tlg004.wilam1914-grc1
Aeschylus
Ulrich von Wilamowitz-Moellendorff
Tragoediae
Berolini
Apud Weidmannos
1914
HathiTrust record 012467585
HathiTrust catalog record
Print source record as described by HathiTrust; used as the basis for bibliographic metadata.
Encoded for the Perseus Digital Library, following canonical-greekLit conventions and CTS/CapiTainS citation schemes.
Orthography normalized minimally; lineation and references follow the 1914 Wilamowitz edition where applicable.
Ancient Greek
English (metadata)
Drama
Greek tragedy
Header created/updated from HathiTrust record 012467585 (Aeschylus, Tragoediae, Berlin: Weidmann, 1914; ed. Wilamowitz).
Composite volume split into a play-level CTS edition for Seven Against Thebes; edition language and CTS identifiers corrected.
Ὑπόθεσις τῶν Ἑπτὰ ἐπὶ Θήβας.
Ἡ μὲn σκηνὴ τοῦ δράματος ἐν Θήβαις ὑπόκειται, ὁ δὲ χορὸς ἐκ
Θηβαίων ἐστὶ παρθένων, ἡ δὲ ὑπόθεσις στρατεία Αργείων πολιορ-
κοῦσα Θηβαίους, τοὺς καὶ νικήσαντας, καὶ θάνατος Ἐτεοκλέους καὶ
Πολυνείκους. ἐδιδάχθη ἐπὶ Θεαγένους ὀλυμπιάδι οη΄. ἐνίκα Λαΐωι
Οἰδίποδι Ἑπτὰ ἐπὶ Θήβας Σφιγγὶ σατυρικῆι. β΄ ᾿Αριστίας Περσεῖ
Ταντάλωι Παλαισταῖς σατύροις τοῖς Πρατίνου (τοῦ) πατρός. γ΄ Πο-
λυφράσμων Λυκουργείαι τετραλογίαι.
τὰ τοῦ δράματος πρόσωπα·
Ἐτεοκλῆς, ἄγγελος κατάσκοπος, χορὸς παρθένων, Αντιγόνη,
Ισμήνη, κῆρυξ.
Apparatus Criticus
Vs. 1-4 (Πολ.) novi praeter Me PVQKR qui alia addunt, nova dedit e Thoma Tr ad Phoenissarum scholia remisso lectore. quae omisi. didascaliam unus servavit M.
᾿ΑριστίαςἈριστίωνcorr. Franzincertum num interciderit nomen quartae fabulae
σατύροιςσατυρικοῖςcorr. Kirchhoff
ΛυκουργείαιΛυκουργίαι.
Antigonam ante Nuntium collocat M.
Testimonia
Aristoph. Byz. Argum. Eurip. Phoeniss. ἡ μυθοποιία κεῖται παρ᾿
Αἰσχύλωι ἐν ῾Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης.
Aristophanes Ran. 1021
ΑΙΣΧ. δρᾶμα ποιήσας Ἄρεως μεστόν. ΔΙΟΝ. ποῖον;
ΑΙΣΧ. τοὺς Ἕπτ᾽ ἐπὶ Θήβας.
ὁ θεασάμενος πᾶς ἄn τις ἀνὴρ ἠράσθη δάιος εἶναι
exprimit Gorgiae dictum, Plutarch. symp. qu. VII 10 p. 715° (redit
ad peripateticos, cf. testim. 43) καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς
τραγωιδίας ἐμπίνοντα ποιεῖn, καὶ οὐχ, ὡς Γοργίας εἶπεν ἓn τῶν
δραμάτων αὐτοῦ μεστὸn Ἄρεως εἶναι, τοὺς Ἕπτ᾽ ἐπὶ Θήβας, ἀλλὰ
πάντα Διονύσου.
ΕΤΕΟΚΛΗΣ
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνηι πόλεως
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνωι.
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
ὑμνοῖθ᾽ ὑπ᾿ ἀστῶν φροιμίοις πολυρρόθοις
οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνωι
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
ὥραν ἔχονθ᾽ ἕκαστον, ὥς τι συμπρεπές,
πόλει τ᾿ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
βωμοῖσι, τιμὰς μὴ ᾿ξαλειφθῆναί ποτε,
τέκνοις τε γῆι τε μητρί, φιλτάτηι τροφῶι.
ἢ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδωι
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον
Actio: Surgit in scaena arx Thebarum, consita statuis et aris. sub arce platea (orchestra) in qua Eteocles circumdatus ab armatis militibus contionem habet Thebanorum, maxime senum ac puerorum.
Testim.:
2 Respicit Plato Euthyd. 291d κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῆι πρύμνηι καθῆσθαι τῆς πόλεως πάντα κυβερνώσα.
Apparatus Criticus
Ἐτεοκλέης ἂn εἷςΕτεοκλήςὢν εἷςἂν εἷς ὢν
ἀλεξητήριοςἀλεξιτήριος
νῦνom
βλαστημὸnβλάστημονβλάστιμον
πολύνπολύνπολύπολλήνβλάστην μέν πολύ
ὥραν ἔχονθ᾽ ἕκαστον, ὥς τιὥραν ἔχων ἕκαστος ὥστιςὤρανὤραν τ᾽ ἔχονθ᾽ ἕκαστονὤραν δ'ὥστε
τροφῶιγρ. βροτῶν
ἢὁ
πανδοκοῦσαδοκοῦσα
ΕΤΕΟΚΛΗΣ
(continuatio)
ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὐ ῥέπει θεός·
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
ἐν ὠσὶ νωμῶν καὶ φρεσίν πυρὸς δίχα
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνηι,
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίαι,
πληροῦτε θωρακεῖα κἀπὶ σέλμασιν
πύργων στάθητε καὶ πυλῶν ἐπ᾿ ἐξόδοις
μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων
ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὐ τελεῖ θεός.
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῶι.
καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλωι.
ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ
Ετεόκλεες, φέριστε Καδμείων ἄναξ,
ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων.
Actio: 38 contio discedit. nuntius intrat a dextra, si iam obtinebat usus quem Pollux 4, 126 testatur.
Testim.:
39 exprimit Aristophanes Pac. 1046 et in scholiis eiusdem Eupolis Πόλεσιν.
Apparatus Criticus
οἰκητῆραςἐκθρ.οἰκηστῆρας-κιστ.
γένοισθεγένησθε
πυργηρουμένοιςπυργυρ.
κἀπιβουλεύσειν-βουλεύειν
πύλας πυργωμάτωνπυλῶν πυργώματα
ἐξόδοιςἐξόδους
εὖom
ἄγαν ὅμιλονἄγαν τιν᾿ὅμιλλον
ΕτεόκλεεςΕτέοκλες
σαφῆσαφή τε
ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ
(continuatio)
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου
Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον
ὡρκωμότησαν ἢ πόλει κατασκαφάς
θέντες λαπάξειν ἄστυ Καδμείων βίαι,
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνωι.
μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν εἰς δόμους
πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον δάκρυ
λείβοντες, οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα·
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείαι φλέγων
ἔπνει λεόντων ὡς Ἄρη δεδορκότων.
καὶ τῶνδε πύστις οὐκ ὄκνωι χρονίζεται.
κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλωι λαχὼν
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ᾿ ἐξόδοισι τάγευσαι τάχος·
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατός
χωρεῖ κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρός
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοάς
Ἄρεως· βοᾶι γὰρ κῦμα χερσαῖον στρατοῦ·
καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ.
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
Testim.:
43 exprimit Aristoph. Lysistr. 188 (μηλοσφαγ. memoriae lapsu), ubi Σ adfert 42. 43. Aristid. pro IV viris 418 Ddf. 42-46 (ὡρκωμ.) Ps. Longin. π. ὕψ. 15 42-56 Stob. VII, 11 49 μνημεῖα Hesych. μνημεῖα· τὰ οἴκαδε πεμπόμενα ὑπὸ τῶν ἐν πολέμωι τετελευτηκότων τοῖς οἰκείοις. 62 Hesych. οἰακοστρόφος· κυβερνήτης. 62 inconsulto repetit Eur. Med. 523 ἀλλ᾽ ὥστε ναὸς κεδνὸn οἰακοστρόφον.
Apparatus Criticus
χερσὶχειρί
Ἄρη τ᾽῎Αρη῎ΑρηνἘνυώ τε
Φόβονφόνον
κατασκαφάςκατασφαγάςcorr. Ργρ
γη̃ν ... φυράσεινθ. πρόσθε φυρ.φυράσσειν
μνημεῖά θ᾽σημεῖα δ'
ἅρμ᾽ἅρματ'πρὸς δ᾽ ἅρμ'
χερσὶνχεροῖν
στόμαἀνὰ στόμα
Ἄρη῎Αρη῎Αρην
χρονίζεταιχαρίζεταιχαρίζ.
ἔλειπονἔλειπονἔλιπον
ἄγοιἄγηι
πλευμόνωνπλευμόνωνπνευμόνων
ναὸςναόςνηόςνεώς
Ἄρεωςἄρεωςἄρεος
χερσαῖονχερσαίουutrumque
τῶνδετῶνδετόνδε
ὅστιςὅστιςὥστις
ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ
(continuatio)
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείαι λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσηι.
ΕΤ.
ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσούχοι θεοί
Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δηιάλωτον, Ἑλλάδος
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
Ζεύγληισι δουλίηισι μήποτε σχεθεῖν.
γένεσθε δ᾽ ἀλκή· ξυνὰ δ᾽ ἐλπίζω λέγειν·
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
ΧΟΡΟΣ ΠΑΡΘΕΝΩΝ
θρεῦμαι φοβερὰ μεγάλ᾽ ἄχη.
μεθεῖται στρατὸς στρατόπεδον λιπών.
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας.
αἰθερία κόνις με πείθει φανεῖσ᾽
Actio: 68 exit nuntius eo unde venerat 77 exit Eteocles cum suis ad laevam. mox in scaenam desertam irrumpit chorus Virginum statimque in arcem ascendit deis supplicaturus, in qua usque ad v. 286 remanet. manibus tenent pallas vittasque quas mox statuis deorum applicant.
Numeri:
78-150 numeri: parodi pars ἀνομοιόστροφος e dochmiis et iambis constat. dochmiis ceteroquin simplicibus plerumque κατὰ πόδα distinctis praemittuntur interiectio 86. 96, spondeus 78, creticus 108, molossus 116, paeon 121. iambi praeter trimetros non cantatos 100 et 104 syncopa et anaclasi frequenter tardati, 110. 119. 123. 126. 131. 134. 136-144 (interiecto dochmio uno) 146. accedit pentameter bacchiacus catalect. 105. carmen clauditur tetrametro, cuius prius membrum in glyconeum est inflexum 150.
Apparatus Criticus
εἰδὼςεἰδὼς σὺ
Ἐρινὺςἐρινύςἐριννύς
πρυμνόθενπρεμνόθεν
φθόγγονγρ. ὄλβον ῥέοντα
γῆn τε καὶἐλ. τε γῆn καὶ
Ζεύγληισι δουλίηισιΖεύγληισι δουλείηισιΖυγοῖσι δουλείοισιΖευγοῖσι
θρεῦμαιθρέομαιθρέυμαιθρεῦμαι
μεγάλ᾽ ἄχημεγάλα τ᾽ ἄχη
ὅδεὅδεδ᾽ ὅτεδ᾽ ὅγεὧδεδ᾽ ὧδε
ΧΟΡΟΣ ΠΑΡΘΕΝΩΝ
(continuatio)
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος,
ἕλε δὲ (γᾶς) ἐμᾶς πεδί᾽ ὁπλοκτύπος,
ποτιχρίμπτεται [βοά] ποτᾶται, βρέμει
δ᾽ ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
ἰώ, ἰὼ ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενον
κακὸν ἀλεύσατε.
ἔα.
ὑπὲρ τειχέων
ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
τρεπὴς ἐπὶ πόλιν διώκων (πόδα).
τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει
θεῶν ἢ θεᾶν; πότερα δῆτ᾽ ἐγὼ
(πάτρια) ποτιπέσω βρέτη δαιμόνων;
ἰὼ μάκαρες εὔεδροι,
Testim.:
85 Hesych. ὀροτύπου δίκην (cetera interciderunt).
Apparatus Criticus
σαφὴςσαφὴς δ᾽
ἕλε δὲ (γᾶς) ἐμᾶς πεδί᾽ἕλεδέμαςἑλεδεμνάς (ἐλεδαμνάς P1L)γᾶς ἐμᾶς
ποτιχρίμπτεται [βοά]τί χρ.τε χρ.τε ὠτί χρ.τε ὠσί χρ.δὲ χρ.τ᾽ ἐγχρ.χρ.[βοά] del.
δ᾽om
ὀροτύπουὀροτύπουὀρ(ρ)οκτύπου
ἰὼ ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενονἰώ ante θεοὶ bisθεαίἰὼ θεαίτ' ὀρομ.θ᾽ ὁρώμ.τ᾽ ὀρρομ.
ἀλεύσατεἀλεύσετεcorr. m
ἔα.βοᾶι (βοᾶι δ' Κ2)ἔα scripsi
εὐτρεπὴςεὐπρεπήςεὐτρεπής
πόλινπτόλιν
(πόδα)πόδα suppl.
θεᾶνθεαινῶνθεαινᾶνθεανῶν
ἄρ᾽alterum om
πότεραπότερον
(πάτρια)πάτρια recuperavit
βρέτηβρέτεα
ΧΟΡΟΣ ΠΑΡΘΕΝΩΝ
(continuatio)
ἀκμάζει βρετέων
ἔχεσθαι· τί μέλλομεν ἀγάστονοι;
ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;
πέπλων καὶ στεφέων
πότ᾽ εἰ μὴ νῦν ἀμφὶ λίταν᾽ ἕξομεν;
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις παλαίχθων Ἄρης τὰν τεάν;
ὦ χρυσοπήληξ δαῖμον ἔπιδ᾽ ἔπιδε πόλιν,
ἅν ποτ᾿ εὐφιλήταν ἔθου.
θεοὶ πολιάοχοι χθονὸς ἴθι πάντες ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
ἀλλ᾽ ὦ Ζευ πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
Ἀργεῖοι γὰρ πόλισμα Κάδμου
κυκλοῦνται, φόβος δ᾽ ἀρείων ὅπλων,
διὰ δέ τοι γενύων ἱππίων
μινύρονται φόνον χαλινοί.
Actio: 100 et 104 exclamat, non cantat, una e virginibus (dux chori) 115-150 ad singulorum deorum aras cantantur.
Testim.:
122 Hesych. μινύρονται· προφωνοῦσι (idem schol. M) προλέγουσι.
Apparatus Criticus
ἔχεσθαιδ᾽ ἔχεσθαιδ᾽ ἔχεσθεἔχεσθε
ἢom
στεφέωνστεφάνων
πότ᾽ εἰ μὴ νῦnεἰ μὴ νῦn πότ᾽
λίταν᾽αμφιλιταν
ἕξομενeiecit
πάταγοςπάταγονδ' inseruntδ᾽ οὐδενός
παλαίχθωνπαλαῖχθον
τὰn τεάντὰn τεάνγᾶν τεάντὰn τεὰn γᾶντὰn σὰn γῆn
χρυσοπήληξχρυσεοπήληξ
πόλινπτόλιν
πολιάοχοιπολιάοχοιπολιούχοιπολισ(σ)οῦχοι
ἴθι πάντες ἴδετεἴθ᾽ ἴτε (ἴτ᾽ ἴτε M2QK)
δουλοσύναςδουλοσύνης
[γὰρ]γάρ del
πτόλινπόλιν
πνοαῖςπνοαῖσιν
ὀρόμενονὀρρομένονcorr.
παντελέςπάντως supra παντελής (corr. λές)παντελῶς supra πάντως
πάντωςπάντων
φόβος δ᾽γάρ supra δέφόβος γάρ
ἀρείωνἀρηίωνcorr.
διὰ δέ τοιδιάδετοι δὲ
ἱππίωνἱππείων
μινύρονταικινύρ.κιννύρ.corr. ex Hesychio
φόνονφόνονφόβον
ΧΟΡΟΣ ΠΑΡΘΕΝΩΝ
(continuatio)
ἑπτὰ δ᾽ ἀγήνορες πρέποντες στρατοῦ
δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
προσίστανται πάλωι λαχόντες.
σύ τ᾽, ὦ Διογενές φιλόμαχον κράτος,
ῥυσίπολις γενοῦ
Παλλάς, ὅ θ᾽ ἵππιος
ποντομέδων ἄναξ
ἰχθυβόλωι μηχανᾶι Ποσειδάν
ἐπίλυσιν φόβων ἐπίλυσιν δίδου.
σύ τ᾿ Ἄρης φεῦ φεῦ
ἐπώνυμον Κάδμου πόλιν
φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
καὶ Κύπρις, ἅτ᾽ εἰ γένους προμάτωρ,
ἄλευσον· σέθεν
ἐξ αἵματος γεγόναμεν· λιταῖς σε
θεοκλύτοις ἀπύουσαι πελαζόμεσθα.
καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ
στρατῶι δαΐωι
--- στόνων ἀυτᾶς·
σύ τ᾽ ὦ Λατογένεια κούρα τόξον εὐτυκάζου.
[῎Αρτεμι φίλα]. –
ἔ ἔ ἔ ἔ,
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω,
ὦ πότνι᾿ Ἥρα·
Actio: 150 novis sonis auditis perterritae ab aris prosiliunt, huc illuc conversae vociferantur.
Numeri:
152-58 = 159-165 stropha dochmiaca, clausa dimetro iambico 153 = 159 species adonei, sed tamquam anapaesticum metrum aequare potest dochmium 154 = 161 corrupta.
Testim.:
150 Hesych. εὐτυκάζου· εὔτυκον ἔχε, ἕτοιμον.
Apparatus Criticus
δορυσσοῖς σαγαῖςδορυσ(σ)όοιςδορυσσοσάγοις
ῥυσίπολιςῥυσίπτολιςcorr.
ἵππιοςἵππειος
μηχανᾶιμηχανᾷμαχανᾶιη suprascr.
ΠοσειδάνΠοσειδάνΠοσειδῶν
φόβωνφόνωνφόβου
ἐπώνυμον Κάδμουἐπώνυμον ΚάδμουΚάδμ. ἐπ.
ἅτ᾽ εἰἅτ᾽ εἰἅτε
σέθενγάρ post σέθεν inseruntdel
ΛύκειοςΛύκι' (λύκιον)Λύκιοςκαὶ λύκειος
notavi lacunam; ... (κλύθι δ᾽ ἀγα)στόνων ἀυτᾶς
σύ τ᾽om
εὐτυκάζουτυκάζουἐντυκάζουεὐ πυκάζουcorr. ex Hesychio
[῎Αρτεμι φίλα]῎Αρτεμιςdel
πότνι᾿ Ἥραπότνια ἭραἭρη
ΧΟΡΟΣ
(continuatio)
ἔλακον ἀξόνων βριθομένων χνόαι.
῎Αρτεμι φίλα· ἔ ἔ ἔ ἔ.
δοριτίνακτος αἰθὴρ ἐπιμαίνεται.
τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός; –
ἀκροβόλων [δ᾽] ἐπάλξεις λιθὰς ἔρχεται.
ὦ φίλ᾽ Απολλον.
κόναβος ἐν πύλαις χαλκοδέτων σακέων.
† καὶ Διόθεν ....
.... πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχαι.
σύ τε μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα πρὸ πόλεως
ἑπτάπυλον ἕδος ἐπιρρύου. =
ἰὼ παναρκεῖς θεοί,
ἰὼ τέλειοι τέλειαί τε γᾶς
τᾶσδε πυργοφύλακες,
πόλιν δορίπονον μὴ προδῶθ᾽
ἑτεροφώνωι στρατῶι.
κλύετε παρθένων κλύετε πανδίκως
χειροτόνους λιτάς. –
ἰὼ φίλοι δαίμονες,
Actio: 166 animis sensim collectis ultimam parodi stropham cantant.
Numeri:
166-73 = 174-80 stropha iambica clauditur trimetro dochmiaco. notabile v. 170 concisum iambum integro 178 respondere.
Apparatus Criticus
χνόαιχνοὰν
ἔ ἔ ἔ ἔdel. Tr῎Αρτεμις ὦ φίλα
δοριτίνακτοςδοριτ.δορυτ.
[δ᾽]δ᾽omἐπισημαίνεταιαἰθ. δ᾽ ἐπ. δορ.
ἄμμιἄμμιἄμμιν
ἐπάγειἐπάγοι
[δ᾽]d' del Dindorf
ἐπάλξειςἐπάλξεωνcorrexi
καὶcorruptum.παῖ Διὸς ὅθεν
μάχαι.μάχαισι τε (μάχησι Ρ)μάχαισι σύ τεcorr. Hermann
πόλεωςπτόλεως
ἐπιρρύουἐπιρόου
παναρκεῖςπαναρκεῖςπαναλκεῖς
τᾶσδετᾶσδέ γε
δορίπονονδορύπ.
πανδίκωςπανδίκουςutrumque
ΧΟΡΟΣ
(continuatio)
λυτήριοί (τ᾽) ἀμφιβάντες πόλιν
δείξαθ᾽ ὡς φιλοπόλεις,
μέλεσθέ θ᾽ ἱερῶν δημίων,
μελόμενοι δ᾽ ἀρήξατε·
φιλοθύτων δέ τοι πόλεος ὀργίων
μνήστορες ἔστε μοι. =
ΕΤΕΟΚΛΗΣ
ὑμᾶς ἐρωτῶ θρέμματ᾽ οὐκ ἀνασχετά,
ἢ ταῦτ᾽ ἀρωγὰ καὶ πόλει σωτήρια
στρατῶι τε θάρσος τῶιδε πυργηρουμένωι
βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
αὔειν λακάζειν, σωφρόνων μισήματα;
μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίληι
ξύνοικος εἴην τῶι γυναικείωι γένει·
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
δείσασα δ᾽ οἴκωι καὶ πόλει πλέον κακόν.
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγάς
θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην,
τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλετε·
αὐτοὶ δ᾽ ὑπ᾿ αὐτῶν ἔνδοθεν πορθούμεθα.
τοιαῦτα τἂν γυναιξὶ συνναίων ἔχοις·
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
ψῆφος κατ᾿ αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγηι μόρον.
μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
τἄξωθεν· ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.
ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῆι λέγω;
Actio: 180 Rex cum paucis satellitibus ex urbe redit.
Apparatus Criticus
(τ᾽)τ' add.
φιλοπόλειςφιλοπόλιεςcorr.
θ᾽θ᾽δ᾽
μέλεσθέμέλεσθ᾽
πόλεοςπόλεοςπόλεως
μνήστορεςμνηστήρεςμήστορες
ἀρωγὰἀρωγάἄριστα
θάρσοςθράσος
πυργηρουμένωιπυργηρουμένηπυργυρ.
εὐεστοῖεὐετῆιεὐετοῖ
γένειφύλω
φυγάςδιαδρ. βοάς
ὀφέλλετεὀφέλλεται
ὑπ᾿ αὐτῶνὑπ᾿ αὐτ.ὑφ᾽ αὐτ.ὑφ᾽ αὑτ.ὑφ᾽ ἑαυτῶν
ἔνδοθενἔνδοθιἔνδον
τοιαῦτα τἂντοιαῦτ᾽ ἄν-τα ἄν-τ᾽ ἐν-τά γ᾽ ἄνcorr.
αὐτῶναὐτοῦ
ἤhabentom
ΧΟ.
ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-
σασα τὸν ἁρματόκτυπον
ὄτοβον, ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
ἱππικόν τ᾽ ἄπυον
πηδαλίων διὰ στόμα
πυριγενετᾶν χαλινοί.
ΕΤ.
τί οὖν; ὁ ναύτης ἆρα μὴ ἐς πρῶιραν φυγών
πρύμνηθεν ηὗρεν μηχανὴν σωτηρίας,
νεὼς καμούσης ποντίωι πρὸς κύματι; –
ΧΟ.
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
χαῖα βρέτη πίσυνος θεοῖς,
λιθάδος ὅτ᾽ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις,
δὴ τότ᾽ ἤρθην φόβωι
πρὸς μακάρων λιτάς, πόλεως
ἵν᾽ ὑπερέχοιεν ἀλκάν.
ΕΤ.
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν· ἀλλ᾽ οὖν θεούς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
ΧΟ.
μήποτ᾽ ἐμὸν κατ᾿ αἰῶνα λίποι θεῶν
ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ'
ἀστυδρομουμέναν πόλιν καὶ στρατὸν
τυφόμενον πυρὶ δαΐωι.
ΕΤ.
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
Numeri:
203-7 = 11-15 2 dochm. + y, 1 dochm. + y, 2 cret., 2 iamb. (choriamb.), 2 iamb.; y membrum est obscurum, rediens 222 = 229 ~---, cf. Eurip. Hercul. 1030 sqq.
219-22 = 226-29 6 dochm., y.
Testim.:
207 Hesych. πυριβρεμέτας· ὁ χαλινός· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων ἢ (ὁ) διὰ πυρὸς βρέμοντος γεγονώς huc referebat Dindorf...
Apparatus Criticus
ὄτοβον, ὅτε τεὅτ(τ)οβονὅτ(τ)οβον ὅτ(τ)οβονὅτι τεὅτε
ἱππικόνἱππικῶνcorr. Bothe
ἄπυονἀύπνωνcorr. Lachmann
χαλινοίχαλινώνcorrexi
μὴ ἐςμὴ ἐσμεἰςμὴεἰςγ᾽ εἰς
πρύμνηθενπρύμνοθεν
ποντίωι πρὸς κύματιἐν κύματισαλεύματι
λιθάδοςλιθάδοςνιφάδος
νειφομέναςνειφομένης (. α. suprascr.)νιφ.
ΕΤ.choro tribuiturm obtrusit M
πόλεοςπόλεοςπόλεως
ἐκλείπεινἐκλιπεῖν
λίποιλείποι
ἐμὸnἐμὴν
πανάγυριςπανάγυριςπανήγ.
ἀστυδρομουμέναν-μέναν-μένην
τυφόμενονστράτευμ᾽ ἀπτόμενονγρ. τυφόμενονcorr. Meineke
ΕΤ.
(continuatio)
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
μήτηρ, γυνὴ σωτῆρος· ὧδ᾽ ἔχει λόγος. –
ΧΟ.
ἔστι· θεοῖς δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα·
πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμήχανον
κἀκ χαλεπᾶν δύας ὕπερθ᾽ ὀμμάτων
κριμναμενᾶν νεφελᾶν ὀρθοῖ. –
ΕΤ.
ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια
θεοῖσιν ἔρδειν πολεμίων πειρωμένους.
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
ΧΟ.
διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,
δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.
τίς τάδε νέμεσις στυγεῖ;
ΕΤ.
οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·
ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῆις,
εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ. –
ΧΟ.
†ποταίνιον κλυοῦσα πάταγον ἄμμιγα
ταρβοσύνωι φόβωι τάνδ᾽ ἐς ἀκρόπτολιν,
τίμιον ἕδος, ἱκόμαν.
Testim.:
226-29 Marcellin. vit. Thucyd. 5 θεοῦ γὰρ ἰσχὺς κατ᾿ Αἰσχύλον- ὀρθοῖ.
Numeri:
233-35 = 239-41 4 dochm. 2 iamb. (alter choriamb., alter decurtatus).
Apparatus Criticus
γυνὴγύναιγυνή
ἔχειἔχοι
θεοῖςΘεοῦ
πολλάκιπολλάκις
τὸντὸντὰν (τὴν Q)
κἀκκαὶ χ.
χαλεπᾶνχαλεπᾶςcorrexi
κριμναμενᾶνκριμ.κρημ.
τάδ᾽τόδ'ἀνδρῶν τάδε σφάγια
πειρωμένουςπειρωμένοιςπειρωμένωνcorr. Weil
εἴσωἔσω
διὰδιὰ μὲν
νεμόμεθ᾽νεμόμεθ᾽-μεσθ'
ἀδάματονἀδάμαντονἀδάμαστονcorr. Pauw
ὄχλονὄχλων
τίςτίcorr.τί ταῦταἡ σὴ νέμεσιςσὴ ν.
τιθῆιςτιθεῖςcorr. m
εὔκηλοςἕκηλος
ἄγανἄγαν γ᾽
ἄμμιγαἄμμιγαἅμασύναμα (ἅμα c. glossa σύν PK)
ἀκρόπτολινἀκρόπτολινἀκρόπολιν
ΕΤ.
μή νυν, ἐὰν θνήισκοντας ἢ τετρωμένους
πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε·
τούτωι γὰρ ῎Αρης βόσκεται, φόνωι βροτῶν. –
ΧΟ.
καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.
ΕΤ.
μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.
ΧΟ.
στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
ΕΤ.
οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
ΧΟ.
δέδοικ᾽· ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.
ΕΤ.
οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;
ΧΟ.
ὦ ξυντέλεια μὴ προδῶις πυργώματα.
ΕΤ.
οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσηι τάδε;
ΧΟ.
θεοὶ πολῖται μή με δουλείας τυχεῖν.
ΕΤ.
αὐτή σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
ΧΟ.
ὦ παγκρατὲς Ζεῦ τρέψον εἰς ἐχθροὺς βέλος.
ΕΤ.
ὦ Ζεῦ γυναικῶν οἷον ὤπασας γένος.
ΧΟ.
μοχθηρόν, ὥσπερ ἄνδρες ὧν ἁλῶι πόλις.
ΕΤ.
παλινστομεῖς αὐ θιγγάνουσ᾽ ἀγαλμάτων;
ΧΟ.
ἀψυχίαι γὰρ γλῶσσαν ἁρπάζει φόβος.
ΕΤ.
αἰτουμένωι μοι κούφον εἰ δοίης τέλος.
ΧΟ.
λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.
ΕΤ.
σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
ΧΟ.
σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
ΕΤ.
τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
καὶ πρός γε τούτοις ἐκτὸς οὖσ᾽ ἀγαλμάτων
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς.
κἀμῶν ἀκούσασ᾽ εὐγμάτων ἔπειτα σύ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις
Δίρκης τε πηγαῖς ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω
Testim.:
273 Phot. Hesych. ναρᾶς τε Δίρκης· ῥευστικῆς Αἰσχύλος (fr. 347) huc referebat Weil...
Apparatus Criticus
τετρωμένουςτετραμμένους
πύθησθεπύθοισθε
φρυαγμάτωνφρυμαγμάτων
γῆθενδῆθενutrumque
σῖγασιγά
ἐς φθόρονἐς φόνονcorr. m
σιγῶσ᾽οὐ σιγῶν
δουλοῖςδ. ἐμέκαὶ σὲ καὶ πόλινκαὶ πᾶσαν
πόλινπτόλιν
ἄνδρεςἄνδρας
τέλοςλόγου
παιώνισονπαιώνισονπαιάν.
ὕδατί τ᾽ Ἰσμηνοῦοὐδ᾽ ἀπ᾿ Ἰσμηνοῦcorr. Geel
ΕΤ.
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν
[ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι]
θύσειν τροπαῖα, δαΐων δ᾽ ἐσθήματα
στέψω λάφυρα δουρίπληχθ᾽ ἁγνοῖς δόμοις.
τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
οὐ γάρ τι μᾶλλον μὴ φύγηις τὸ μόρσιμον.
ἐγὼ δὲ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμωι
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
πρὶν ἀγγέλου σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
ΧΟΡΟΣ
μέλει, φόβωι δ᾽ οὐχ ὑπνώσσει κέαρ·
γείτονες δὲ κάρδιας
μέριμναι ζωπυροῦσι τάρβος.
τὸν ἀμφιτειχῆ λεὼν
δράκοντας ὥς τις τέκνων
ὑπερδέδοικεν λεχαί-
ων δυσευνάτορας
Actio: 286 Eteocles exit. chorus ab arce descendit cantatque in orchestra.
Numeri: rerum tractatarum varietati numerorum copia respondet. stropha 287-303 = 304-20 iambi (5. 3. 10.) sex pherecratei, pentameter choriambicus.
Apparatus Criticus
σεσωμένηςσεσω(ι)σμένης
[ταυροκτονοῦντας ... ἐπεύχομαι]delevi dittographiam
θύσεινθήσεινcorr. Weil
δαΐων δ᾽ ἐσθήματαπολεμίωνδαΐων e proximo versu substituit Hermann alii,ἐσθήμασι
δουρίπληχθ᾽δο(υ)ρύπλ.δορίπληθ᾽δορύπληθ᾽δο(υ)ρίπληχθ᾽totum versum hunc habent codd.: λάφυρα δαίων δουρ. ἁ. δ. quibus subiciunt στέψω πρὸ νάων Q, στέψω πρὸ ναῶν πολεμίων δ᾽ (τ' M2 supra vers.) ἐσθήματα MP, sed in hoc totus versus calamo transfixus. variam lectionem servat Q, in M interpolatione auctam. στέψω suo loco restituit Herm.
τοιαῦτ᾽τοιάδ'corr. Pγρ
ποιφύγμασινποφ... γμασιν corr. in ποιφοίγμασιν Μ
μᾶλλονμαλλον ex alio corr. M
δὲ γ᾽δ᾽ ἐπ᾿corr. anonymus, cui frustra obloquitur Herm. cf. Arist. Equ. 356. 365. 967
εἰςἐς
ἑπτατειχεῖςἑπτατείχους
ἀγγέλουἀγγέλουςἀγγέλου
ταχυρρόθουςταχυρρόους
χρείαςχεῖρας (?) M corr. m
κάρδιαςκαρδίας bisyllabum esse accentu notavi
δράκονταςδράκοντα δ'corr. Bothe; e comparatione sumendum est δέδοικα, cf. Comm. metr. II 25
ὑπερδέδοικεν-δέδοικε(ν)-δέδοικα
λεχαίωνλεχέωνcorr. Lachmann
δυσευνάτορας-νάτορας-νήτορας-νάτειρα(P in schol. F, -νέτ- QKP2, -νήτ- cett.)m-νήτορα P2, (lectionem M singulari δράκοντα aptabat)
ΧΟ.
πάντρομος πελειάς.
τοὶ μὲν γὰρ ποτὶ πύργους
πανδημεὶ πανομιλεί
στείχουσιν· τί γένωμαι;
τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
ἰάπτουσι πολῖται
χερμάδ᾽ ὀκριόεσσαν.
παντὶ τρόπωι Διογενεῖς
θεοὶ [πόλιν καὶ] στρατὸν
Καδμογενῆ ῥύεσθε. –
ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
τᾶσδ᾽ ἄρειον, ἐχθροῖς
ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,
ὕδωρ τε Διρκαῖον, εὐ-
τραφέστατον πωμάτων
ὅσων ἵησιν Ποσει-
δὰν ὁ γαιάοχος
Τηθύος τε παῖδες.
πρὸς τάδ᾽, ὦ πολιούχοι
θεοί, τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
κάκαν, ῥίψοπλον ἄταν,
ἐμβαλόντες ἄροισθε
κῦδος τοῖσδε πολίταις,
καὶ πόλεως ῥύτορες εὔ-
εδροι [τε] στάθητ᾽
ὀξυγόοις λιταῖσιν. =
Apparatus Criticus
πάντρομοςπάντρομοςν. 1. πάντροφος (ἁ πάν. Μ)sed unum τρήρων huic columbae convenitπέλεια
τί γένωμαιτίς
ἐπ᾽ ἀμφιβόλοισινἀμφοτέροισι
πολῖταιπολίταιςcorr. Bücheler
ὀκριόεσσανὀκριό.ὀκρυό.
θεοὶὦ θεοί
[πόλιν καὶ] στρατὸνdel. Paley et ego; verba orta e. v. 1. πόλιν ad στρατόν
Καδμογενῆ ῥύεσθεπ. στρατόν τε
γαίαςγαίης
ποῖον δ᾽ ἀμείψεσθεποίαςἀμείψασθε (contra schol. suum)corr. m
ἐχθροῖςἐχθροῦσιν
εὐτραφέστατονεὐτρεφέστατον (hic cum scholio, quod εὐτραφ. tamquam passivae notionis reicit)
πωμάτωνπωμάτωνπομάτων
ἵησινἵησινἵησιἵησιν μετὰ τοῦ νΠοσ. ἵησ᾽
ΠοσειδὰνΠοσειδάν (vel -dâv)Ποσειδών
πολιούχοιπολισοῦχοι
κάκαν, ῥίψοπλον ἄτανκαταρίψοπλον (arma non καταρρίπτεται sed ἀπορρ.)καὶ τὰν ῥ.τάν τε ῥ.κάκαν Herm., ab ipso postea spretum
ἐμβαλόντεςἐμβάλλ.
ῥύτορεςῥύτορεςῥύτυρες (fortasse ex ῥύτορες)ῥυτῆρες
[τε] στάθητ᾽τε προστ.τε felici casu omisit proletarius liber apud Stanleium: insertum est, quia codd. fere τοῖς δὲ πολίταις legunt.
ΧΟ.
οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν
᾿Αίδαι προϊάψαι, δορὸς ἄγραν
δουλίαν, ψαφαρᾶι σποδῶι
ὑπ᾿ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
περθομέναν ἀτίμως,
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
ἔ ἔ, νέας τε καὶ παλαιάς
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων. βοᾶι
δ᾽ ἐκκενουμένα πόλις,
λαΐδος ὀλλυμένας μειξοθρόου·
βαρείας τοι τύχας προταρβῶ. –
κλαυτὸν δ᾽ †ἀρτιτρόποις ὠμοδρόπων
νομίμων προπάροιθεν διαμεῖψαι
δώματα στυγερὰν ὁδόν.
τί; τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν·
πολλὰ γάρ, εὔτε πτόλις δαμασθῆι,
ἔ ἔ, δυστυχή τε πράσσει.
ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-
Numeri: 321-32 = 333-42 duo trimetri ionici a min. (primum quodque metrum contractione aut syncopa mutatum), glyconeus, tetrameter choriambicus (primum metrum iambicum admisso anapaesto), 3 iamb. (primus anaclast.), 2 ion. (anaclast.), glycon. + dim. choriamb. + dimeter iamb. in stropha decurtatus cf. 170, hemiepes, choriamb., (trim. ion. cum anaclasi?), 3 iamb. consentaneum est, iambum, choriambum, ionicum eadem vi esse, glyconeum autem dimetrum.
Apparatus Criticus
ὧδ᾽ὧδ᾽τήνδ'
θεόθενconiunge θεόθεν ἀτίμως, ὑπὸ θεῶν ἠτιμασμένην, σποδῶι περθομέναν quae cineribus dissipatis penitus perit, cf. Agam. 820
κεχειρωμέναςκεχηρωμ. M corr. mκεν ἠχρειωμένας
ἔ ἔbisterquater
νέαςνέας monosyllabum cf. μέλεοι 876. 947 et Herodian. μον. λέξ. p. 7
ἱππηδὸnἱππαδόν
περιρρηγνυμένωνπεριηρ(ρ)ηγμένωνπεριρηρυγμ.
δ᾽ ἐκκενουμέναδὲ κενουμ.δέ γ᾽ ἐκκ.
μιξοθρόου λαΐδοςμιξοθ. ληίδος
τοιτοι om
†ἀρτιτρόποις ὠμοδρόπωνἀρτιτρόποιςἀρτιδρόποιςEmutrumque ὠμοτρόπωνtradita Herm. vidit nihil esse nisi, misera sors virginum violatarum ante praematurum matrimonium'; quod absurdum est. frustra tamen alia moliuntur scholia. videntur variis lectionibus ἀρτιδροπ. et ὠμοδροπ. genuina expulsa esse
δώματαδωμάτωνcorrexi. διαμεῖψαι concretum postulat obiectum (ὁδόν Verrall, quasi limen invisum eis esset): ὁδόν appositio ad actionem verbi
προλέγωπρο, λέγω sic cum glossa τὸν προφθίμενον Ργρ
πράσσεινπράσσειν
εὔτεεὐτ᾿ ἄν
πτόλιςπτόλιςπόλις
ἔ ἔter
ΧΟ.
ει, τὰ δὲ πυρφορεῖ· καπνῶι
δὲ χραίνεται πόλισμ᾽ ἅπαν·
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης. =
κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, περὶ [πόλιν] δ᾽ ὁρκάνα
πυργῶτις.
πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ δόρει καίνεται·
βλαχαὶ δ᾽ αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
ἀρτιτρεφεῖς βρέμονται.
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
ξυμβολεῖ φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι.
τἀκ τῶνδε
εἰκάσαι λόγος πάρα. –
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσών
ἀλγύνει
κυρήσας· πικρὸν δ᾽ ὄμμα θαλαμοπόλων.
πολλὰ δ᾽ ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
δμωίδες δὲ καινοπήμονες νέαι·
Testim.:
352 Hesych. συμβολεῖ συντυγχάνει.
Numeri: 345-56 = 357-368 duobus dimetris dochmiacis interiacet molossus, pherecrateus, hemiepes, 2. choriamb. deinde trochaei faciles; tertium a fine metrum in molossi speciem concisum.
Apparatus Criticus
τὰ δὲδὲ καὶ π.δὲ del Brunck, sed displicet asyndeton
χραίνεταικρίνεται
δ᾽ ἐπιπνεῖδ᾽ ἐπιπνεῖδὲ πιτνεῖδ᾽ ἐπιπιτνεῖ
ἀν᾽ ἄστυ, περὶ [πόλιν] δ᾽ποτὶ πόλιν δ'ποτὶ πόλινποτὶ δέ πτόλινπ. δ. πόλινκαὶ ποτὶ πτόλινπόλιν del. Herm., correxi. urbem cingit murorum rete, ita ut fugae locus non sit
δόρειδορί
καίνεταικλίνεται M corr. m;κραίνεται
βλαχαὶβλαχαίβληχαί
ἀρτιτρεφεῖςἀρτιβρεφεῖς (in K glossa τῶν ἀρτιβρεφῶν)ἀρτετρεβεῖς
ξυμβολεῖξυμβολεῖξυμβολήξυμβαλεῖξυμβάλλει
ξύννομονξύνομονξύνεμον
λελιμμένοιλελημμ. Μ(λαβεῖν βουλόμενοι schol.)P(λελειμ. P2λελιμ. in schol. V1KR
τἀκτί ἐκτίν' ἐκcorrexi.schol. (fortasse post i rasura) πλέον λαβεῖν ἑκάστου τῶν πολεμίων βουλομένου πάρεστι λογίζεσθαι τὸ ξυμβησόμενον. quod in proximis singillatim describitur
θαλαμοπόλωνθαλαμηπόλωντῶν θ.correxi
ἀκριτόφυρτοςδακρυτοφ.
ῥοθίοιςῥοθίοιςῥοθίοισι
ΧΟ.
τλήμον᾽ αὖσαν αἰχμάλωτον
ἀνδρὸς εὐτυχοῦντος ὥς
δυσμενούς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων
ἀλγέων ἐπίρροθον. =
ΗΜΙΧ.
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
πευθώ τιν᾿ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
σπουδῆι διώκων πομπίμους χνόας ποδῶν.
ΗΜΙΧ.
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
εἰσ᾽ ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.
ΚΑΤΟΠΤΗΣ
λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾶι περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾶι,
θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίαι.
τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω
χαλκήλατοι κλάζουσι κώδωνες φόβον.
Testim.:
376 Schol. Eur. Phoen. 751 (ὄνομα δ᾽ ἑκάστου διατριβὴ πολλὴ λέγειν) πεφύλακται τὰς ὀνομασίας αὐτῶν εἰπεῖν, ὥς φησι Δίδυμος, διὰ τὸ ὑπ᾿ Αἰσχύλου εἰρῆσθαι ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας.
Apparatus Criticus
δμωίδες δὲ καινοπήμονες νέαιτλήμονες (τλήμον᾿ Τr) εὐνάνcorr. Prien (τλημονεσαν vitio orthographico procreatum deinde male suppletum)δμωίδεσι δὲ κοινοπημόνεσι νέαις
ἐλπίς ἐστιἐλπὶς δ᾽
μολεῖνὁμιλεῖν
παγκλαύτωνπαγκλαύτωνπαγκλαύστων
ποδῶνποδ. χν.
τόκοςτόκοςτέκος
εἰσ᾽ἐς
εἰδὼςἰδών
ὥς τ᾽ὥστ᾽ radendo in ὅτ' (?) mutatum M
ἕκαστοςἕκαστον
εἴληχενεἴληφε
πάλονπάλωcf. Ag. 333κλῆρον V (glossa est in aliis)
λελιμμένοςλελιμένος M corr. m
κλαγγαῖσινκλαγκαῖσιν
θείνειθείνειθένειθύνει
ΟἰκλείδηνΟικλείδην omnes legunt
τε καὶκαὶ: μὴ
ὑπ᾽ ἀσπίδος δ᾽ ἔσωδ᾽ ἐσώ (sic)δέ τωιLτῶι etsi bene diceretur (Eum. 137), facile intellegeretur ita ut tinnitus ei pavorem incuteret.
χαλκήλατοι κλάζουσι κώδωνες φόβονχ. κώδ. ἠχοῦσι φ. L.contra tintinnabula commodius quam ad πόρπακας non poterant adfigi
ΚΑΤΟΠΤΗΣ
ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾿ ἀσπίδος τόδε,
φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον·
λαμπρὰ δὲ πανσέληνος ἐν μέσωι σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾶι παρ᾿ ὄχθαις ποταμίαις μάχης ἐρῶν
ἵππος χαλινῶν ὡς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
τίν᾿ ἀντιτάξεις τῶιδε; τίς Προίτου πυλῶν
κλήιθρων λυθέντων προστατεῖν φερέγγυος;
ΕΤΕΟΚΛΗΣ
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,
οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾿ ἀσπίδος
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ᾿ ὄμμασιν πέσοι,
τῶι τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,
καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ κεδνὸν ᾿Αστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
Testim.:
395 Plut. Thes. 1 cf. ad 435.
Apparatus Criticus
ἄστροιςἄστρων ex ἄστρονutrumque
ἀλύωνἀλύειcorr. m
ὑπερκόμποις σαγαῖς-κομποισαγαῖς
ἐρῶνδ᾽ ἐρῶν
χαλινῶν(χαλινόν)δ᾽
ὁρμαίνει μένωνὁρμαίνει μένωνὁρμαίνων μένειutrumque
κλήιθρωνκλήιθρωνκλείθρων
ἡ ἀνοίαἡ ἄνοιαἡ ἀνοίαἐν ἀνοίαιconiecturam fassusἀγνοίας
ὄμμασινὄμμασινὀφθαλμοῖς
πέσοιπέσηι
τήνδ᾽ ὕβριντὴν ὕβριν
μαντεύσεταιμαντεύεται
τῶνδ᾽τὸn δ'corr. Grotius
ΕΤ.
τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους·
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾿ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος. ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ·
δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται
εἴργειν τεκούσηι μητρὶ πολέμιον δόρυ.
ΧΟΡΟΣ
τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται· τρέμω δ᾽ αἱματη-
φόρους μόρους ὑπὲρ φίλων
ὀλομένων ἰδέσθαι. –
ΚΑΤΟΠΤΗΣ
τούτωι μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
Καπανεὺς δ᾽ ἐπ᾿ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾿ ἄνθρωπον φρονεῖ,
πύργοις δ᾽ ἀπειλεῖ δείν, ἃ μὴ κραίνοι τύχη·
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διός
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολάς
μεσημβρινοῖσι θάλπεσιν προσήικασεν.
Testim.:
412 Schol. Eur. Phoen. 942 οἱ περιλειφθέντες τῶν Σπαρτῶν, ὡς Αἰσ. φησίν, ἦσαν – enumerat quinque communia mythographis nomina. prave scil. intellexit quod antiquus grammaticus exposuerat, Spartorum fabulam ab Aeschylo commemoratam esse.
Numeri: 417-20 = 451-55 6 dochm. + tetram. iamb.
Apparatus Criticus
ἔργονἔργον et ἔργου
ὁμαίμωνὁμαίμωνnovit et reicitὁ δαίμων
ἁμόνἐμόν
πόλεως πρόμαχοςπρομ. πολ.πρόσμαχοςcorr. m
αἱματηφόρουςαἱμαστηφόρους
ὀλομένωνὀλλομ.ὀλ(λ)υμ.
τούτωιτούτων
δοῖεν θεοίθεοὶ δοῖεν
ἄλλοςἄλλου
μείζων, ὁ κόμπος δ᾽ οὐμείζων δ᾽ ὁ κ. οὐ
κραίνοικραίνοικράνοι
ἐκπέρσεινἐκπέρσαι
πέδοιπέδωι
ἐμποδὼnἐκποδὼn
προσήικασενπροσήικασενπροσείκ.
ΚΑΤΟΠΤΗΣ
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
χρυσοῖς δὲ φωνεῖ γράμμασιν· πρήσω πόλιν.
τοιῶιδε φωτί, πέμπε, τίς ξυστήσεται,
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
ΕΤ.
καὶ τῶιδε κέρδει κέρδος ἄλλο τίκτεται.
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος.
Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος·
θεοὺς ἀτίζων κἀπογυμνάζων στόμα
χαρᾶι ματαίαι, θνητὸς ὢν ἐς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη.
πέποιθα δ᾽ αὐτῶι ξὺν δίκηι τὸν πυρφόρον
ἥξειν κεραυνὸν οὐδὲν ἐξηικασμένον
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ᾽ ἐπ᾿ αὐτῶι, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα προστατηρίας
᾿Αρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.
λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
ΧΟΡΟΣ
ὅλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
θ᾽ ἑδωλίων ὑπερκόπωι
δορί ποτ᾽ ἐκλαπάξαι. –
Testim.:
435 Plutarch. Thes. 1 τοιῶιδε φωτὶ κατ᾿ Αἰσχύλον τίς ξυμβήσεται, τίν᾿ ἀντιτάξω τῶιδε, τίς φερέγγυος, memoria vacillante confundit 395. 96
451 Plut. Rep. 550c τὸ τοῦ Αἰσχύλου, λέγωμεν ἄλλον ἄλληι πρὸς πόλει τεταγμένον, debebat pro ratione sua versum sic mutare.
Apparatus Criticus
κομπάζοντακομπάσαντα
paragr. om M
γλῶσσ᾽γλώττ᾽
γεγωνὰγεγωνα(ι)
πυρφόρονπυρφόρων
ἐξηικασμένονincipit Aἐξηικασμένονἐξεικ.
τοῖς ἡλίουτοῦ Ἡλίου
αὐτῶιαὐτόν et αὐτῶι
αἴθωναἶθον
εὐνοίαισιεὐνοίαις
νιnμιν
θ᾽ ἑδωλίωντ᾿ ἐδ.
ὑπερκόπωιὑπερκόμπωιcorr. Brunck
δορίφρενὶ δορί
ποτ᾽ ἐκλαπάξαιποτε λαπάξαι
ΚΑΤΟΠΤΗΣ
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
λέξω. τρίτωι γὰρ Ἐτεόκλωι τρίτος πάλος
ἐξ ὑπτίου ᾿πήδησεν εὐχάλκου κράνους,
πύλαισι Νηΐτηισι προσβαλεῖν λόχον.
ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
δινεῖ θελούσας πρὸς πύλαις πεπτωκέναι·
φιμοὶ δὲ συρίζουσι βάρβαρον νόμον
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον·
ἀνὴρ [δ᾽] ὁπλίτης κλίμακος προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον ἐκπέρσαι θέλων·
βοᾶι δὲ χοῦτος γραμμάτων ἐν ξυλλαβαῖς,
ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.
καὶ τῶιδε φωτὶ πέμπε τὸν φερέγγυον
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
ΕΤ.
πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχηι δέ τωι
καὶ δὴ πέπεμπται [οὐ] κόμπον ἐν χεροῖν ἔχων,
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,
ὃς οὔτι μάργον ἱππικῶν φρυαγμάτων
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾿ ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
κόμπαζ᾽ ἐπ᾿ ἄλλωι, μηδέ μοι φθόνει λόγων.
Apparatus Criticus
τὸνom
Νηΐτηισινηίστησι (sed gl. τῆς νηίτης)νηίτηισινηίτισι-τησι et τισι-ταισι
λόχονλόφον
ἀμπυκτῆρσινἀμσπυκτ.
νόμονPrien (Σ? ἀπηνῆ ἦχον)τρόπον
πληρούμενοιπληρούμεναι
ἐσχημάτισταιεἰσημάτισταιcorr. m
σμικρὸnμικρόν
[δ᾽]del Blomfield
ἐκπέρσαιἐκπρῆσαι
ξυλλαβαῖςσυλλ.
ἐκβάλοιἐκβάλοιἐκβάληι
σὺn τύχηιξυντύχοισυντύχοι
πέπεμπται [οὐ]πέπεμπταιπέπεμπτ᾽ οὐπέμπετ᾽ οὐπέμπτ᾿ οὐπέμπεπτ᾽ c. gl. ἐπέμφθη Α
χεροῖnχερσίν
ΜεγαρεύςΜαιγαρεύς
σπαρτῶνσπαρτούcorr. m
μάργονμάργωνcorr. Schütz
ἑλὼnἐλθών
πατρόςπάλιν
ἐπ᾿ ἄλλωιἐπ᾿ ἄλλον
λόγωνλέγωνλέγων et λίανλίανcorr. Valckenaer
ΧΟΡΟΣ
ἐπεύχομαι δὴ τὰ μὲν εὐτυχεῖν, ἰὼ
πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομέναι φρενί, τώς νιν
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
ΚΑΤΟΠΤΗΣ
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας ᾿Αθάνας, ξὺν βοῆι παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
ὁ σηματουργός δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν,
ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει
βακχᾶι πρὸς ἀλκὴν θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Numeri: 481-85 = 521-25 trim. iamb. (medio choriambo) + 4 dochm. hemiepes, decasyllab. Alcaicus.
Testim.:
487 Hesych. Ὄγκας ᾿Αθηνᾶς· τὰς Ὠγυγίας πύλας λέγει (propter Eur. Phoen. 1113 cf. Herm. 26, 217)
489 Hesych. ἅλως· ἡ τοῦ ἡλίου ἢ σελήνης περιφέρεια· Αἰσχύλος περιφέρεια τῆς ἀσπίδος καὶ κύκλος.
Apparatus Criticus
τὰ μὲnτῶιδε μέντάδε μένcorrexi
ἰὼiù omconiecturam fassus
βάζουσινβάζουσινβάζουσ'
πτόλειπτόλειπόλει
μαινομέναιμαινομένηι
᾿Αθάνας᾿Αθήνας
Ἱππομέδοντοςτόγ᾽ Ἱππ.
μέγας τύποςτύπος μέγαςμ. πόνος
ἔφριξαἔφριξε
ὁom
ἄρ᾽ ἦνἀνήρhoc et ἄρ᾽ ἦν
τόδ᾽τό γ'
ἀσπίδιἀσπίδα
πύρπνοονπυρίπνοον
ἐπηλάλαξενἐπηλάλαζεν
Ἄρειἄρειἄρηιἄρηἄρην
θυιὰςθυιάςθυάς
φόβον βλέπωνβλέπων φόβον
Φόβοςφόβον
ΕΤ.
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾿ ἀγχίπτολις
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν
εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον·
Ὑπέρβιος δὲ κεδνὸς Οἴνοπος τόκος
ἀνὴρ κατ᾿ ἄνδρα τοῦτον ἡιρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείαι τύχης,
οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως συνήγαγεν·
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρί, τῶι ξυστήσεται.
ξυνοίσετον δὲ πολεμίους ἐπ᾿ ἀσπίδων
θεούς· ὃ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
Ὑπερβίωι δὲ Ζεὺς πατὴρ ἐπ᾿ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων.
[κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.]
τοιάδε μέντοι προσφίλεια δαιμόνων·
πρὸς τῶν κρατούντων [δ᾽] ἐσμέν, οἳ δ᾽ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφώ καρτερώτερος μάχηι·
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας,
Ὑπερβίωι τε πρὸς λόγον τοῦ σήματος
σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾿ ἀσπίδος τυχών.
ΧΟΡΟΣ
πέποιθα (δὴ) τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽
ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
Apparatus Criticus
πρῶτονπρῶτονπρώτα
ἀγχίπτολιςἐγχίπτολις
γείτωνγείτων πύλαισι
εἴρξειεἴρξοιεἴρξειε
νεοσσῶννεοσσοῖςtamquam serpentem nido imminentem arcet Minerva eum, cuius impotentem furorem pro natura sua odit, ut dei plerique serpentem illum, cf. Ag. 55
ΟἴνοποςΟἴνωπος
οὐδ᾽ ὅπλωνοὔθ᾽ ὅ.praestat in tertio membro οὐδέ. σχέσις = σχῆμα mirabile
ξυστήσεταιξυνστήσ. ex ξυντήσ.
ξυνοίσετονξυνήσετον
φλέγωνφλέγονφέρων
[κοὔπω ... νικώμενον.]οἶδεἡσσημένονversum del Herm. factum ut orationem in loco vv. 515-20 concluderet
ordo M numeris indicatur; 519 (εἰκός) post 516 (πρός) VHKLFTr, post 517 (εἰ Ζεύς) PQ, om A, sed in scholio respicitur. nempe in archetypo fuerat in margine. hoc dicit poeta. τοῦτο δὲ χαρίζεται τὸ δαιμόνιον ὅτι πρὸς τῶν κρειττόνων ἐσμέν, εἴ γε ὁ Ζεὺς κρείττων τοῦ Τυφῶνος· ὅθεν εἰκὸς τὰ τῶν ἀντιπάλων ἀνδρῶν ὁμοίως ἀποβήσεσθαι καὶ τὸν Δία σωτήριον γενήσεσθαι τῶι Ὑπερβίωι, ἐπειδὴ ἐπὶ τῆς ἀσπίδος αὐτοῦ τυγχάνει καθήμενος. ultimum subiungi debebat verbo εἰκός, sed cum optativo efferatur, ad idem redit
[δ᾽]delevi
Ζεύς γεΖεύς τε
καρτερώτεροςκαρτερώτατος
εἰκὸςεἰκός γε
πράξεινπρᾶξινcorr. m
ἂνἄν om
(δὴ)δή om(suppl. Thomas)coniecturam fassus.
ἔχοντ᾽ἔχονταom Tr
ΧΟ.
δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖσι [τε] καὶ
δαροβίοισι θεοῖσι,
πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
ΚΑΤΟΠΤΗΣ
οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις
τύμβον κατ᾿ αὐτὸν Διογενοῦς Αμφίονος·
ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,
ἢ μὴν λαπάξειν ἄστυ Καδμείων βίαι
Διός· τόδ᾽ αὐδᾶι μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρωιρον, ἀνδρόπαις ἀνήρ.
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
ὥρας φυούσης ταρφὺς ἀντέλλουσα θρίξ.
ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων προσίσταται,
Παρθενοπαῖος ᾿Αρκάς. ὁ δὲ τοιόσδ᾽ ἀνήρ
μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς.
[πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.]
οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτωι
σάκει, κυκλωτῶι σώματος προβλήματι,
Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ᾽ ὑφ᾽ αὑτῆι φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾿ ἀνδρὶ τῶιδ᾽ ἰάπτεσθαι βέλη.
ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον.
Testim.:
533 Hesych. καλλίπρωιρον εὐπρόσωπον.
Apparatus Criticus
δαίμονοςδαίμοσιντὸn ἐχθρὸn τοῦ Διὸς δαίμοναἐχθρῶν
[τε]τε omγε
πρόσθεπρόσθεν
προσταχθένταπροσταγέντα
Βορραίαιςβοραίαιςβορ(ρ)έαις
θ᾽omδ'
Διόςδορός
μητρὸςμητρόςμητρόςματρόςὀρεσκόρου
στείχει δ᾽ ἴουλοςὑπέρχεται δ᾽ ἴ.
ἀντέλλουσαἀνατέλλουσα
ὁ δ᾽ ὠμόνὁ δ᾽ ὠμὸn δ᾽
οὔτιοὔτοι
γοργὸnκαὶ γορ.
ὄμμ᾽γοργόν τ'
trai. Kirchhoff, 549 delevi supplementum traiectis versibus adnexum ex 426
Παρθενοπαῖοςὁ Π.
[πύργοις ... θεός.]ἀπειλεῖ δείν᾽ ἅκραίνει ο κράνοι
ἐφίσταταιἐπίσταται
προσμεμηχανημένηνπροσμεμηχανευμένην
ἐνώμαγόμφοισι νωμᾶι Wakefield, sed praeplacet imperfectum, cum proximi verbi aliud subiectum sit
ὑφ᾽ αὑτῆιὑπ᾽ αὐτῆιὑφ᾽ ἑαυτῆι
καταισχυνεῖνκαταισχυνεῖ
ΕΤ.
εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν.
ἢ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
ἔστιν δὲ καὶ τῶιδ᾽, ὃν λέγεις τὸν ᾿Αρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾶι τὸ δράσιμον,
Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκος
[εἰκὼ φέροντα πολεμίας ἐπ᾿ ἀσπίδος·]
ἔξωθεν εἴσω. τῶι φέροντι μέμψεται
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων πᾶν ἀληθεύσαιμ᾽ ἐγώ.
ΧΟΡΟΣ
ἱκνεῖται λόγος διὰ στηθέων,
τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται·
μεγάλα μεγαληγόρων κλυόντες
ἀνοσίων ἀνδρῶν εἰ θεοὶ [θεοὶ]
τούσδ᾽ ὀλέσειαν ἐν γᾶι. –
ΚΑΤΟΠΤΗΣ
ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον
ἀλκήν τ᾽ ἄριστον, μάντιν Αμφιάρεω βίαν.
Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν,
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
Numeri: 563-67 = 626-30 4 dochm. 3 iamb. (suppressis singulis brevibus) paeon + dochm. dimeter choriamb. catalect.
Apparatus Criticus
ἀνοσίοιςἀνοσίαις
τ᾽om
τἂνδ᾽ ἄν γ᾽τἄνcorr. Tucker
τὸ δράσιμοντόν δρ.
τοῦom
γλῶσσανγλώτταν
ἐργμάτων ἄτερἁρμάτων ἄνευ
ἔσωἔξω
δάκοςἀδίκουδάκοςδάκουςcf. Eur. Hipp. 646
[εἰκὼ ... ἀσπίδος·]del. Weil. interpolator Sphingem ipsam intrare nolebat
ἔξωθεν εἴσωεἴσω et ὑπὸ πτόλιν graviter opposita. antequam intret ipsa Sphinx, non Thebanus ille quem unguibus tenet, iaculis obruetur
πτόλινπόλινfemininum κατὰ σύνεσιν positum
πᾶνδ᾽ ἄνἄν
κλυόντεςκλύωνcorrexi
deest H
εἰ θεοὶ [θεοὶ]εἰ θεοί (θεῶι Μ1) θεοίεἴθε οἱ θεοίanimo commoto convenit, item asyndetaεἴθε γάρ θ.εἴθε γὰr ἄν θ.dittographiam delevi
σωφρονέστατονσωφρονέστερον
Αμφιάρεω βίαν᾿Αμφιάρεων sine βίαν
om V
ταράκτορασπαράκτοραταράκτορα
ΚΑΤΟΠΤΗΣ
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
κακῶν δ᾽ ᾿Αδράστωι τῶνδε βουλευτήριον·
καὶ τὸν σὸν αὖθις †πρόσμορον ἀδελφεόν,
ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν,
δίς τ᾽ ἐν τελευτῆι τοὔνομ᾽ ἐνδατούμενος
καλεῖ· λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα·
„ἢ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές
καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις
πόλιν πατρώιαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
μητρός τε πηγὴν τίς κατασβέσει δίκη,
πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορί
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός·
μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.“
τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκήλως ἔχων
πάγχαλκον ηὔδα· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλωι·
Testim.:
582 Soph. Ant. 199 ὃς γῆν πατρώιαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
590 Schol. Eurip. Phoen. 1111 καὶ παρὰ τῶι Αἰσχύλωι τοίαν ὁ μάντις ἀσπίδ᾽ ἔγκυκλον (Α, ἔγκυκον Τ) ἔχων παγχάλκον ἕρπει· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλωι.
Apparatus Criticus
κλητῆρακλητήρ Furiae est, quia a Polynice missus ius ab Eteocle repetiverat, Hom. A 384
δ᾽d'τ'cf. de persona ἐργαστήριον Menand. Epitr. 149
†πρόσμορονπρὸς μόρανπρόσπορονπρόσμοροντ' add.προσμόρων coni.reiecta lectione πρὸς μόρον (ita Q2). apparet M coniectura esse depravatum. insanabilia, cum ne ἀδελφεόν quidem sine fraude traditum sit
ἐξυπτιάζωνἐξυπτιάζων explicant Σ ἀναπτύσσων, quod utinam demonstrari possit; nam ὄμμα pro ὄνομα inutiliter Schützius, neque enim resupinare oculos dici potest, nec si posset, convicianti conveniret
τ᾽τ' del. Blomfield, vere ut videtur; ἐνδατούμενος, dispertiens'; dixerit fere πολὺ δὴ νεικέων Πολύνεικες
τοῦτ᾽ ἔποςτοῦποςδιὰ στόμα Eur. Or. 103. quod in ore versatur, saepe profertur
τοῖοντοῖον· ἀγαθόν, explicatio est glossographorum cf. schol. et Eustath. ad Hom. 8 206, Suppl. 400
δίκηδίκηιμητρὸς πηγή dictum de matre fonte vitae (nunquam extinguendo) ut Pindaricum σκιᾶς ὄναρ.
τεπατρόςτεδέ'sicut per nullam legem licet matrem occidere, ita patria expugnationem numquam condonat'
ξύμμαχοςσύμ.
ὑπὸὑπὸἐπὶet explicant
τοιαῦθ᾽τοιάδ᾽
εὐκήλως ἔχωνεὔκηλον ἔχωνεὔκυκλον νέμωνἔχωνcorr. Weil
ΚΑΤΟΠΤΗΣ
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
τούτωι σοφούς τε κἀγαθοὺς ἀντηρέτας
πέμπειν ἐπαινῶ· δεινὸς ὃς θεοὺς σέβει.
ΕΤ.
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις.
ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·
[ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.]
ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνήρ
ναύτηισι θερμοῖς καὶ πανουργίαι τινί
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστωι γένει,
καὶ ξὺμ πολίταις ἀνδράσιν δίκαιος ὤν
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος
πληγεὶς θεοῦ μάστιγι παγκοίνωι ᾿δάμη.
οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
[σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ]
μέγας προφήτης ἀνοσίοισι συμμιγείς
θρασυστόμοισιν ἀνδράσιν βίαι φρενῶν
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν
Διὸς θέλοντος συγκαθελκυσθήσεται.
δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκηι,
ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχηι,
Testim.:
592-4 Plato Rep. 362a, qui cum e ratione sua δίκαιος pro ἄριστος posuerit, multi hoc aut repetunt aut certe intellegunt. quos vide apud Hermannum. de versu ad Aristidem relato apud Plutarch. Arist. 3 cf. Aristot. u. Athen I 160.
Apparatus Criticus
ξυναλλάσσοντοςσυναλ.
βροτοῖςβροτούς
δυσσεβεστάτοιςδυσσεβεστάτοιςδυσσεβεστέροις
κάκιον οὐδένοὐδὲn κάκιον
[ἄτης ... ἐκκαρπίζεται.]del. Valckenaer
ναύτηισι-τοισι-ταισι
πανουργίαιἐn πάν.collectivum est ut συγγένεια δουλεία et accentu distincta νεοττιά cett.
θεοπτύστωιθεομίσωι
καὶscripsi, comparationi copulativae conveniensἢ
ξὺmξὺμξὺn
ἐκδίκωςἐnδίκως
παγκοίνωιπαγκοίνως
οὕτωςοὕτω(ς)οὗτος
Οἰκλέουςἰοκλέουςδικλ.
[σώφρων ... ἀνήρ]εὐγενήςversum interpolatum ut virtutes Platonicae in Amph. comparerent delevi, ἀγαθός fortitudinis est, inde εὐσ. ἀnὴr ἀγαθός Κ, sapientia in vate est
πάλινπάλινπόλιν
ἄθυμοςἄθυμον
ὥς σφεὥσφε
ΕΤ.
εἰ καρπός ἐστι θεσφάτοισι Λοξίου·
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
ὅμως δ᾽ ἐπ᾿ αὐτῶι φώτα, Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φέρει,
ποδῶκες ὄμμα, χειρὶ δ᾽ οὐ βραδύνεται
παρ᾿ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
ΧΟΡΟΣ
κλυόντες θεοὶ δικαίας λιτὰς
ἡμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῆι,
δορίπονα κάκ᾽ ἐκτρέποντες (ἐς) γᾶς
ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν [βαλὼν]
Ζεύς σφε κάνοι κεραυνῶι. =
ΚΑΤΟΠΤΗΣ
τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
οἷας ἀρᾶται καὶ κατεύχεται τύχας·
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί
ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας
ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
φυγῆι τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
Testim.:
635 Servius plenior ad Aen. X 732 paeana carmen esse victoriae Aesch. docet.
Apparatus Criticus
ἐστιἐστιἔσται
θεσφάτοισι Λοξίουθ. τοῖς Λ.
ἡβῶσανἡβῶντα
φέρειφέρειφύσει
χειρὶχεῖραcorr. Hartung
δικαίας λιτὰς ἡμετέραςδ. λιτὰς ἐμὰς εὐ τελεῖτε πόλιν εὐτυχεῖνδικαίους λόγους ἐμούς (fuerat ἡμετέρους) τελεῖτε πόλιν εὐτυχεῖνδικαίους λόγους ἡμετέρουςδικαίους
δορίποναδορύπονα
ἐκτρέποντες (ἐς) γᾶςἐκτρ. γᾶςγᾶς δ᾽γᾶς πρὸςγᾶς εἰςcorr. Herm.
ἐπιμόλουςἐπιβούλους
πύργων δ᾽ ἔκτοθεν [βαλὼν]π. τῶνδ᾽ ἐκ.ἔκτοσθενdeleui
κάνοικανεῖκάνεικονοῖκόνοι
οἷαςοἷαςοἷαςοἷα γ'οἷας γ'οἷος ὁρᾶται
κἀπικηρυχθεὶsκἀπιγυρωθείς
ἐπεξιακχάσαςἐπάξια καγχάσας
ξυμφέρεσθαισυμφ.
τὼςτώςτώς σ'
τείσασθαιτίσασθαι
ΚΑΤΟΠΤΗΣ
τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
καλεῖ πατρώιας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ, Πολυνείκους βία.
ἔχει δὲ καινοπηγές εὔθετον σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει· κατάξω δ᾽ ἄνδρα τόνδε, καὶ πόλιν
ἕξει πατρώιαν δωμάτων τ᾽ ἐπιστροφάς.
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
[σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·]
ὡς οὔποτ᾽ ἀνδρὶ τῶιδε κηρυκευμάτων
μέμψηι, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
ΕΤ.
ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῆι δυσφορώτερος γόος.
ἐπωνύμωι δὲ κάρτα, Πολυνείκει λέγω,
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
εἴ νιν κατάξει χρυσότευκτα γράμματα
ἐπ᾿ ἀσπίδος φλύοντα σὺμ φοίτωι φρενῶν.
εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν·
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον
οὔτ᾽ ἐν τροφαῖσιν οὔτ᾽ ἐφηβήσαντά πω
οὔτ᾽ ἐν γενείου ξυλλογῆι τριχώματος
Δίκη προσεῖδε καὶ κατηξιώσατο·
652 exit Nuntius.
Apparatus Criticus
γῆςγᾶς
βίαβίαι
εὔθετονεὔθετονεὔκυκλον
προσμεμηχανημένονπροσμεμηχανευμένον
τευχηστὴντευχηστήντευχιστήν (-τόν Η)
λέγειλέξει
δ᾽ ἄνδρατ᾿ ἄνδρα
πατρώιανπατρώανπατρώων
[... δοκεῖ·]δοκεῖδοκεῖ σοιδοκεῖςdittographiam del. Halm
τῶιδετῶνδε
ἁμὸnοὐμόνὠμόν
δὴδέ
ἀραὶἀραὶ νῦν
κλαίεινκλάειν
δυσφορώτεροςδυσφορώτατος
ΠολυνείκειΠολυνείκειΠολυνείκη
ὅποιὅποιὅπουὅπη
σὺmσυμσὺν
φοίτωιφύτῳ
φρενῶνφρενί
σκότονσκότος
οὔτ᾽ ἐν τροφαῖσινοὔτε τρ.
ξυλλογῆιξυλλογῆισυλλ.
προσεῖδεπροσεῖδε (εἶδε)προσεῖπε
ΕΤ.
οὐδ᾽ ἐν πατρώιας μὴν χθονὸς κακουχίαι
οἶμαί νιν αὐτῶι νῦν παραστατεῖν πέλας.
ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
Δίκη, ξυνοῦσα φωτὶ παντόλμωι φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτωι κάσις,
ἐχθρὸς σὺν ἐχθρῶι στήσομαι. φέρ᾽ ὡς τάχος
κνημίδας, αἰχμῆς καὶ πέτρων προβλήματα.
ΧΟ.
μὴ φίλτατ᾽ ἀνδρῶν Οἰδίπου τέκος γένηι
ὀργὴν ὁμοῖος τῶι κάκιστ᾽ αὐδωμένωι,
ἀλλ᾽ ἄνδρας ᾿Αργείοισι Καδμείους ἅλις
ἐς χεῖρας ἐλθεῖν. αἷμα γὰρ καθάρσιον·
ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
ΕΤ.
εἴπερ κακὸν φέροι τις αἰσχύνης ἄτερ,
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσιν·
κακῶν δὲ καισχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
ΧΟ.
τί μέμονας, τέκνον; μήτι σε θυμοπλη-
θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ
δ᾽ ἔκβαλ᾽ ἔρωτος ἀρχάν.
ΕΤ.
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
ἴτω κατ᾿ οὐρον κύμα Κωκυτοῦ λαχόν
Φοίβωι στυγηθὲν πᾶν τὸ Λαΐου γένος. –
ΧΟ.
ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-
νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
675 adloquitur Eteocles armigerum, qui inter pedisequos adstat. is ocreas protendit; nec tamen in scaena domino applicat.
Numeri: 686-91-692-697 4 dochm. + dimet. choriamb. catal. tres trimetri.
Apparatus Criticus
οὐδ᾽οὔτ᾽
νινμιν
παραστατεῖnπαρεστάναιπαριστάναι
ξυνοῦσαξενοῦσα
αἰχμῆςαἰχμήν
πέτρωνπτερώνπετρῶν
ὀργὴnὁρμήν
ὁμοῖοςὁμοίως
χεῖραςχέρας
ἀνδροῖn δ᾽ ὁμαίμοινἀνδρῶν δ᾽ ὁμαίμωνprius et Κὁμαιμόνοιν
αὐτοκτόνοςαὐτοκτόνως
φέροιπέρας
τεθνηκόσιντεθνηκότικέρδος γάρ
εὐκλείανεὔκλειάν γ'
τί μέμοναςτί μέμοναςτί μέμηνας
τέκνοντέκοςcorr. Ργρ
μήτι σεμήτις σεcorr. Aldina
θυμοπληθὴςθυμοπληθύς
δορίμαργοςδορύμαργος
ἔκβαλ᾽ἔκβαλλ'
ἄγανἄγ. θυμόςἄγαν σε θυμός
ἐξοτρύνειἐποτρ.
ἀνδροκτασίανἀνδροηλασίανcorr. m
ΧΟ.
αἵματος οὐ θεμιστοῦ.
ΕΤ.
φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾿ ἀρά
ξηροῖς ἄκλαυτος ὄμμασιν προσιζάνει
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου. =
ΧΟ.
ἀλλὰ σὺ μὴ ᾿ποτρύνου· κακὸς οὐ κεκλή-
σηι βίον εὖ κυρήσας· μελάναιγις [δ᾽] οὐκ
εἶσι δόμους Ἐρινύς, ὅταν ἐκ χερῶν
θεοὶ θυσίαν δέχωνται.
ΕΤ.
θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται·
τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον; —
ΧΟ.
νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων
λήματος ἂν τροπαίαι χρονίαι μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρωι
πνεύματι· νῦν δ᾽ ἔτι ζεῖ.
ΕΤ.
ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
ὄψεις, πατρώιων χρημάτων δατήριοι. =
ΧΟ.
πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.
ΕΤ.
λέγοιτ᾽ ἂν ὧν ἄνη τις, οὐδὲ χρὴ μακράν.
ΧΟ.
μὴ ἔλθηις ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.
ΕΤ.
τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλύνεις λόγωι.
ΧΟ.
νίκην γε μέντοι καὶ κακὴν τιμᾶι θεός.
ΕΤ.
οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Numeri: 698-704 = 705-11 eadem stropha, nisi quod sex sunt dochmii.
Testim.: 713 Hesych. ἄνη· ἄνυσις πρᾶξις.
Apparatus Criticus
οὐ θεμιστοῦοὐ θεμιστοῦἀθεμίστουοὐ θεμιτοῦ
ἐχθράἐχθράαἰσχρά
τάλαιν᾿ ἀράτελεῖ aut τελεί(a) aut τέλειcorr. Wordsworth
ξηροῖςξηροῖς τ᾽
ἄκλαυτοςἀκλαύστοιςcorr. Butler
κακὸςδειλός
[δ᾽]del Arnaldus
δόμουςδόμονδόμωνcorr. Brunck
ὅτανὅτανὥ τ᾿ ἄνοὗ τ᾿ ἄν (vel οὔτ᾽ ἄν)
ἐkom
δέχωνταιδέχονται
τροπαίαιἀντροπαια χρονια varie distincta
λήματοςλήμματος
ἔλθοιἔλθῃ
θελεμωτέρωιθα.. ωτέρωιθαλερωτέρωιcorr. Conington
ἐξέζεσενἐξέζεσαν
ἐνυπνίων φαντασμάτωνφαντασμάτων ἐνυπνίωνφασμάτων ἐν.φασμάτωννυκτέρων φαντ.
δατήριοιδοτήριοιcorr. m
πιθοῦπείθου καίπεr μή
ὅμωςνόμους
ἄνη τιςἄνη τιςἄνυτιςἄνυστιςἄνυσις
μακράνμακρά
τεθηγμένοντεθηγμένοι τι
ἀπαμβλύνεις λόγωιἀπαμβλυνεῖ λόγος-υνεῖ
οὐkοὐ propter gravitatem in principio sententiae sicut Ag. 1624.
ΧΟ.
ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
ΕΤ.
θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
ΧΟΡΟΣ
πέφρικα τὰν ὠλεσίοι-
κον θεὸν οὐ θεοῖς ὁμοί-
αν παναληθῆ κακόμαν-
τιν πατρὸς εὐκταίαν Ἐρι-
νὺν τελέσαι τὰς περιθύμους κατάρας
Οἰδιπόδα βλαψίφρονος·
παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει. –
ξένος δὲ κλήρους ἐπινω-
μᾶι Χάλυβος Σκυθῶν ἄποι-
κος, κτεάνων χρηματοδαί-
τας πικρός, ὠμόφρων σίδα-
ρος, χθόνα ναίειν διαπήλας ὁπόσαν
καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους. =
ἐπεὶ δ᾽ ἂν αὐτοκτόνως
αὐτοδάικτοι θάνωσι καὶ γαΐα κόνις
πίηι μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι,
τίς ἄν σφε λύσειεν; ὦ
719 exit Eteocles cum pedisequis.
Numeri: 720-26 = 727-33 periodus choriambica (diiambis intermixtis); claudit decasyllabus Alcaicus 734-41-742-49 iambi, saepius prima, semel (735 = 744) altera brevi suppressa, tertio metro in choriambum flexo.
Apparatus Criticus
ἐκφύγοιςἐκφύγοιςἐκφύγοι
ὠλεσίοικονὠλεσίοικονὀλεσ.(ὠλεσιδόμον)
θεὸnθεάν
ὁμοίανpost ὁμοίαν inserunt scholium ab M2 in margine positum
περιθύμουςὑπερθύμους
τελέσαιὡς τελέσαι
Οἰδιπόδα βλαψίφρονοςβλαψ. Οἰδ.se traiecisse fatetur TrΟἰδίποδος-πόδαο
δ᾽ ἔρις ἅδ᾽ ὀτρύνειδ᾽ ἔρις δ᾽ ότρ.δ᾽ ἔρις τάδ᾽ ὀτρ.
κλήρουςκλήρουςκλήροις
ὁπόσανὁπόσαν(ην) ἄν
φθιμένοισιnφθιμένοις
ἐπεὶ δ᾽ ἂnἐπεὶ δ᾽ ἄν distinguitἐπειδάν
αὐτοκτόνωςαὐτοκτόνωςαὐτοκτόνωσιναὐτοὶ κτάνωσιν
αὐτοδάικτοιαὐτοδαίκτως
γαΐαγαίαχθονία
μελαμπαγὲςμελεμπαγέςμελαμπεγές
φοίνιονφόνιον
καθαρμοὺςκαθαρ. .καθαρμὸνcorr. P2,R2 m
λύσειενλύσειενλούσειεν
ΧΟ.
πόνοι δόμων νέοι παλαι-
οῖσι συμμιγεῖς κακοῖς. –
παλαιγενῆ γὰρ λέγω
παρβασίαν ὠκύποινον, αἰῶνα δ᾽ ἐς τρίτον
μένειν, ᾿Απόλλωνος εὔτε Λάιος
βίαι τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις θνάισκοντα γέν-
νας ἄτερ σώιζειν πόλιν, =
κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν
ἐγείνατο μὲν μόρον αὑτῶι,
πατροκτόνον Οἰδιπόδαν,
ὅστε ματρὸς ἁγνάν
σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη,
ῥίζαν αἱματόεσσαν
ἔτλα· παράνοια συνάγε
νυμφίους φρενώλης. –
κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει,
τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει
τρίχαλον, ὃ καὶ περὶ πρύ-
μναν πόλεως καχλάζει.
μεταξὺ δ᾽ ἄλκαρ δι᾽ ὀλίγου
Numeri: 750-57 = 758-65 trim. iamb.; enhoplius sive paroemiacus; idem catalecticus + ithyphall.; dimeter iamb. + pherecrat; enhopl. + ithyph. apparet tres tetrametros specie tantum differre.
Apparatus Criticus
οῖσι συμμιγεῖς κακοῖςπαλαιοῖσιπαλαιοῖςΣυμμ.κακοῖσι
παρβασίανπαραβασίανπαραιβ.corr. Porson
μένεινμένοιμένειcorrexi
θνάισκονταθνήσκοντα
κρατηθεὶs δ᾽fuisse qui δ' delerent testatur schol. Thom. Tricl. idem recte explicat ut Herm. opponi ᾿Απόλλωνος μὲn εἰπόντος ... κρατηθεὶs δέ... ἐγείνατοκαρτηθείs
ἀβουλιᾶνintel- lege certe φιλᾶν cf. Suppl. 1051ἀβουλίαν γείνατοἀβουλίαιs γ.ἀβουλίαι ἐγ.ἀβουλίαι γ.
ΟἰδιπόδανΟἰδιπόδανοἰδίποδα
ματρὸςματρόςμὴ πρὸςcf. Choeph. 1054
ἵν᾽ὅs
ἐτράφηἐκτράφηcorr. Pγρ
ἔτλαἔτλη et -α
συνάγεσυνάγ(ήγ)αγε(παρανοίαι ad scholii lemma παρ᾿ ἀνοία)
φρενώληςφρενώληςφρενώλειs
πίτνονπιτνῶν (γρ. πιτνοῖ, γρ. πίπτον)
τρίχαλοντροχαλόνutrumque
ἄλκαrἀλκάcorr. Mor. Schmidt.cf. Arat. 299 ὀλίγον δὲ διὰ ξύλον ἀίδ᾽ ἐρύκει. Thuc. 4, 95 δι᾽ ὀλίγου ἡ παραίνεσις γίγνεται (paucis) Eur. Phoen. 1098 εἴη δορὸς ἀλκὴ δι᾽ ὀλίγου (prope), sic saepe Thuc.; hinc facile intellegitur ἄλκαr τείνει δι᾽ ὀλίγου numimentum in exiguum tenditur, explicatur tamen „non amplius crassitudine valli", Plat. Soph. 235 d συμμετρία ἐν μήκει καὶ πλάτει καὶ βάθει.
ΧΟ.
τείνει, πύργος ἐν εὔρει.
δέδοικα δὲ σὺμ βασιλεῦσι
μὴ πόλις δαμασθῆι. =
βαρεῖαι γὰρ παλαιφάτων ἀρᾶν
τελεῖν καταλλαγαί· τὰ δ᾽ ὀλο-
ὰ πενομένους παρέρχεται,
πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει
ἀνδρῶν ἀλφηστᾶν ὄλβος ἄγαν παχυνθείς. —
τίν᾿ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν
θεοὶ καὶ ξυνέστιοι πόλεος
ὁ πολύβοτός τ᾽ αἰὼν βροτῶν,
ὅσον τότ᾽ Οἰδίπουν τίον,
τὰν ἁρπαξάνδραν κῆρ᾽ ἀφελόντα χώρας.
ἐπεὶ δ᾽ ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων
γάμων, ἐπ᾿ ἄλγει δυσφορῶν
μαινομέναι κραδίαι
δίδυμα κάκ᾽ ἐτέλεσεν·
πατροφόνωι χερὶ τῶν
κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη· –
Numeri: 766—70 = 771—77 iambi faciles, nisi quod in ultimo tetrametro primum metrum molossi, alterum spondei, tertium choriambi speciem obfert. cf. Choeph. 30 778-84 = 785-91 sex iambi, priorum species eadem at- que 776-7; hemiepes et in fine hemiepes + trim. iamb. a choriambo in- cipiens. sed inter haec est membrum obscurum _, nec dac- tylis neque iambis conveniens, cf. Prom. 164.
Apparatus Criticus
πύργοςπύργου
εὔρειἄρη
δὲom
σὺmσυμσὺn
μὴ πόλιςμὴ καὶ π.
βαρεῖαιvoce βαρεῖαι proximi versus permutavi
παλαιφάτωνπαλαιφάτωνπαλαίφατοι
ἀρᾶνἀραί corr. Bothe alii
τελεῖnτέλειαιτέλειαsubstitui τελεῖν
πενομένουςπελόμενοὐτελ(λ)-τελούμ-παλλ-corr. Bücheler Kirchhoff
ἐkβολὰnἐκβολάν et -âv
πρόπρυμναπρόπρυμναν
ἀλφηστᾶnἀλφηστᾶn- ῶν-άων
παχυνθείςὁ παχ.
ἀνδρῶνἄνδρα
τοσόνδ᾽τοσόν γ'τοσόνδε
θεοὶ καὶθεοὶ δὲ κ.
πόλεοςπόλεος ὁπόλεως
πολύβοτόςπολύβατος fort. Σ (ὁ ὑπὸ πολλῶν ἐμβατευόμενος) αἰών: βίος aequales; πολύβοτος ad πουλυβότειρα formatum; αἰὼn πάντροφος Nonnus Ioh. 9, 154
ἁρπαξάνδρανἀναρπαξάνδραν corr. Herm.
δ᾽ ἀρτίφρωνδ᾽ ἄρ᾽ ἔμφρων
ἐγένετοἔγεντο
κραδίαικραδίαικαρδίαι
κάκ᾽ ἐτέλεσενκακὰ τέλ.ἐξετέλ.
κρεισσοτέκνωνκρεισσοτέκνωνκρείσσω τέκνων(κρεισσόνων τέκνων L)quamvis invitis concedendum nobis esse videtur Aeschylum ad ἰσότεκνος sim. hoc κίβδηλον cudisse, ad sensum vero eximium cf. 530 Choeph. 934
ὀμμάτωνὄμμ.δ᾽ ὀμμ.δ᾽ ἀπ᾿ ὀμμ.
ΧΟ.
τέκνοις δ᾽ ἀρχαίας ἐφῆκεν ἐπίκοτος τροφᾶς
αἰαῖ πικρογλώσσους ἀράς,
καί σφε σιδαρονόμωι
διὰ χερί ποτε λαχεῖν
κτήματα· νῦν δὲ τρέω
μὴ τελέσηι καμψίπους Ἐρινύς. =
ΑΓΓΕΛΟΣ
θαρσεῖτε παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα,
πόλις δ᾽ ἐν εὐδίαι τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις.
καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασιν·
τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτας
ἄναξ ᾿Απόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
ΧΟ.
τί δ᾽ ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;
ΑΓΓ.
[πόλις σέσωσται· βασιλέες δ᾽ ὁμόσποροι]
ἄνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
ΧΟ.
τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβωι λόγου.
ΑΓΓ.
φρονοῦσα νῦν ἄκουσον, Οἰδίπου γένος
ΧΟ.
οἳ ἐγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
ΑΓΓ.
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι.
Testim.:
Schol. Soph. OK. 1375 narrata iniuria a filiis in Oedipum collata, cum indignam carnem mitterent, adlatisque Thebaidis versibus τὰ παραπλήσια τῶι ἐποποιῶι καὶ Α. ἐν Ἑπτὰ ἐπὶ Θήβαις.
Apparatus Criticus
δ᾽(τ' Τr)ἀραίας correxi
ἐπίκοτοςἐπικότους
ἐφῆκενἀφῆκεν
τροφᾶςἐπισκόπουςcorr. Heathτροφάς vel τροφᾶς
σιδαρονόμωιπικρονόμους
διὰ χερίδιαχειρίαι (διαχερ. Tr)corr. Porson
τελέσηιτελέσση
μητέρων τεθραμμέναι,mothers children'μαμμόθρεπτος cft
πέπτωκενπέπτωκεν δ'
ὀβρίμωνὀμβρίμων
στέγειστέργειcorr. Pγρ
φερεγγύοιςφερεγγύους
ἐφραξάμεσθαἐφραξάμεσθα-μεθα
μονομάχοισιμονομάχοις
καλῶςκαλῶς δ'
πρᾶγοςπρᾶγοςπρᾶγμα
νεόκοτοννεότοκον (γρ. νεόκοτον) (ex νεότυχον)
πλέονπαρόν
βασιλέεςβασιλέεςβασιλέωςβασιλεῖς
ὁμόσποροιὁμοσπόροινcf. 820
[πόλις ... ὁμόσποροι]versum del Porson
χερῶνχειρῶν
αὐτοκτόνωναὐτομάτων
λόγουλόγον
οἳ ἐγὼοἰ. τόκος
τῶνom
ΧΟ.
[ἐκεῖθι κεῖσθον; ΧΟ. βαρέα δ᾽ οὖν ὅμως φράσον.]
οὕτως ἀδελφαῖς χερσὶν ἠναίροντ᾽ ἅμα;
ΑΓΓ.
οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν,
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα,
πόλιν μὲν εὐ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται,
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτωι
Σκύθηι σιδήρωι κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῆι χθονός,
πατρὸς κατ᾿ εὐχὰς δυσπότμως φορούμενοι.
[πόλις σέσωται· βασιλέοιν δ᾽ ὁμοσπόροιν
πέπωκεν αἷμα γαῖ ὑπ᾿ ἀλλήλων φόνωι].
ΧΟΡΟΣ
ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
δαίμονες, οἳ δὴ Κάδμου πύργους
(ἐθελήσατε) τούσδε ῥύεσθαι,
πότερον χαίρω κἀπολολύξω
πόλεως ἀσινεῖ σωτῆρι,
ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
ἀτέκνους κλαύσω πολεμάρχους;
Testim.:
817 Steph. Βyz. Σκύθαι Σκύθης σίδηρος cf. ad Prom. 2.
821 exit nuntius.
Apparatus Criticus
[ἐκεῖθι κεῖσθον... φράσον.]κεῖσθονκῆλθονβ. μὲn ἀλλ᾽ ὅμως φρ.β. δ᾽ οὐn ἀλλ᾽ ὁ.delevi versum distributum inter personas ita ut voluit qui verbum finitum supplebat. quo facto versus insequentes personis tribuebantur quibus non conveniunt, 813 Nuntii nota addebatur. qui vero 810 integrum choro dabat, κῆλθον substituit
ἠναίροντ᾽ἀνήρηντ᾽
ἅμαἅμαἄγαν
ἄγανἄγανἅμα
αὐτὸς δ᾽αὐτός γ᾽γάρ
δακρύεσθαιδακρύσασθαι
πράσσουσανπράττουσαν
ταφῆιτάφωι
δυσπότμωςδυσπότμουςcorr. Headlam
βασιλέοινβασιλείοιν-λέων
ὁμοσπόροινὁμοσπόρων
πέπωκενπέπωκενπέπτωκεν
γαῖγᾶνa. F (sic)
[πόλις ... φόνωι].distichon del. Butler alii, compositum ab histrione in locum v. 815-19, in quibus commune sepulcrum contra exodum suam promitti non ferebat
πολιοῦχοιπολισ(σ)οῦχοιcorr. Pauw
(ἐθελήσατε)ex. gr. supplevi
ῥύεσθαιῥύεσθαιῥύεσθε
πότερονπότεραcorr. P2
πόλεωςτῆι πολ.
σωτῆρισωτηρίαιparoemiacus spon- diacus non attrectandus cf. Pers. 32, Suppl. 8, Ag. 366. ceterum cf. 224; ἀσινεῖ de persona salvatoris cogitari vetat, cf. E. Fränkel Indog. Forsch. 32, 107 sqq.
κλαύσωκλαύσω δή
πολεμάρχουςπολεμάρχας
ΧΟ.
οἳ δῆτ᾽ ὀρθῶς κατ᾿ ἐπωνυμίαν
(κλεινοί τ᾽ ἐτέως) καὶ πολυνεικεῖς
ὤλοντ᾽ ἀσεβεῖ διανοίαι. ξ
ὦ μέλαινα καὶ τελεία
γένεος Οἰδίπου τ᾿ ἀρά,
κακόν με καρδίαν τι περιπίτνει κρύος.
ἔτευξα τύμβωι μέλος
θυιὰς αἱματοσταγεῖς
νεκροὺς κλυοῦσα δυσμόρως
θανόντας· ἢ δύσορνις ἅ-
δε ξυναυλία δορός. –
ἐξέπραξεν οὐδ᾽ ἀπεῖπεν
πατρόθεν εὐκταία φάτις·
βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν.
μέριμνα σ᾽ ἀμφὶ πτόλιν·
θέσφατ᾽ οὐκ ἀμβλύνεται.
ἰὼ πολύστονοι τόδ᾽ εἰρ-
γάσασθ᾽ ἄπιστον· ἦλθε δ᾽ αἰ-
ακτὰ πήματ᾿ οὐ λόγωι. =
τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
διπλαῖν μερίμναιν δίδυμα †νορέα κακά,
Numeri: 832-39 = 840-45 tetrameter trochaicus, deinde iambi faciles; nota hiatu ultimum hexametrum separari, βραχυκαταληξίαι primum trimetrum. 846-54 = 855-60 trimetri, ultimus inflexis et decurtatis singulis metris distinctus. simplicitati numerorum convenit quod haec interiecta sunt inter canticum alterum quo nuntium chorus excepit et naeniam praesentibus cor- poribus caesorum cantandam.
Apparatus Criticus
κατ᾿καὶ κατ᾿
ἐπωνυμίανἐπωνυμίην
(κλεινοί τ᾽ ἐτέως)suppl. Herm.recte tamen addit alia posse cogitari
ἀσεβεῖἀσεβῆ
μεμεμοιμου
καρδίανκαρδία ι)corr. cod. Cantabr.
περιπίτνειπεριπίπτειπεριπιπνεῖ
θυιὰsθυιάςθυάςcf. 498ὡς θ.
δυσμόρωςδυσμόρωςδυσμόρουςδυσφόρουςδυσφόρως
ἐξέπραξενπρόσθεν
μέριμναμέριμναι
πτόλινπτόλινπόλιν
θέσφατ᾽καὶ θ.
προῦπτοςπρεπτόςcorr. m A2
διπλαῖn μερίμναινδιπλαῖn μερίμναινδιπλαῖ μέριμναι
†νορέα κακάδιδυμανορέα κάκ' (vel δίδυμ᾽; διδύμα ⅰ. θ. διδύμαι ἀνορέαι Pet -ρέᾳ plures διδυμάνορα Q)prae- sentibus mortuis vix possunt dicere,binae curae', expectamus,binarum cura- rum bina mala consummata sunt, praesto sunt, talequid,' sicut est in proximo versu. ἀνορέα (ἠνορέη) non minus absonum quam Hermanni ἀγανόρε(ι)a sump- tum e versu ne certo quidem Pers. 1028. fuerit, puto, φανερὰ δή κακά.
ΧΟΡΟΣ
αὐτοφόνα δίμορα τέλεα τάδε πάθη; τί φῶ;
τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι [πόνων] δόμων ἐφέστιοι;
ἀλλὰ γόων, ὦ φίλαι, κατ᾿ οὐρον –
ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰὲν δι᾽ ᾿Αχέροντ᾽ ἀμείβεται
τὰν ἄστολον μελάγκροκον θεωρίδα,
τὰν ἀστιβῆ ᾿Απόλλωνι, τὰν ἀνάλιον
πάνδοκον εἰς ἀσφαλῆ τε χέρσον. =
ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος
πικρὸν ᾿Αντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἰμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων
στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος
ἰαχεῖν ᾿Αίδα
τ᾽ ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν.
ἰώ,
δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
861 portantur in scaenam deponunturque in medio fratrum cada- vera, quae appropinquare chorus 846 indicaverat. remanent adstantes qui portaverant ministri. histrio is a quo refictam tragoediam accepimus sorores etiam induxerat, quas adlocuntur anapaesti 862-73 ab Aeschylo alieni. carmen amoebaeum 874-960 ab hemichoriis cantari etiam histrio ille voluit.
Apparatus Criticus
αὐτοφόνααὐτόφορα
δίμοραδίμοιρα corr. Herm.
τέλεατέλεια
τάδετάδετὰ
[πόνων]del. Robortelli.
δόμωνδωμάτων
γόωνγόωνγόον
κατ᾿ οὐρονκατ᾿ οὐρον αἴρετεconiecturam fassus
τὰν ἄστολοντὰν ἄστονον μ. ναύστολον θ.ναύστολον ν. 1. ad ἄστονον ...
ἀστιβῆἀστιβᾶ ᾿Απ.ἄστιβον ᾿Απ.ἀστιβεῖ
ἀσφαλῆἀφανῆcorrexi
τεom
γὰrom
τ᾽ ἠδ᾽θ᾽ ἥδ᾽
ἀδελφοῖνἀδελφῶν (όν suprascr.)
ἀμφιβόλωςpedestre; ἀμφιλόγως Aeschyli esset
ἰαχεῖnἠχεῖν
᾿Αίδαἀίδαι
ἐπιμέλπεινἐπιμάπεινἐπιμάπτειν
ἐχθρὸnἐχθρῶνcorr. m F2
ἰώἰὼ ἰώ
ΗΜΙΧ. Α
κλαίω στένομαι, καὶ δόλος οὐδεὶς
μὴ ἐκ φρενὸς ὀρθῶς με λιγαίνειν. ?
ΗΜΙΧ. Β
ἰὼ ἰὼ δύσφρονες,
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους ἑλόντες πατρώιους μέλεοι σὺν αἰχμᾶι.
μέλεοι δῆθ᾽, οἳ μελέους θανάτους
ηὕροντο δόμων ἐπὶ λύμηι. —
ΗΜΙΧ. Α
ἰὼ ἰὼ δωμάτων
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, ἤδη διήλλαχθε σὺν σιδάρωι.
ΗΜΙΧ. Β
κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνι᾿ Ἐρινὺς ἐπέκρανεν. –
ΗΜΙΧ. Α
δι᾽ εὐωνύμων
τετυμμένοι, τετυμμένοι δῆθ᾽ ὁμο-
σπλάγχνων τε πλευρωμάτων
ΗΜΙΧ. Β
αἰαῖ δαιμόνιοι,
αἰαῖ δ᾽ ἀντιφόνων
(σφιν) θανάτων ἀραί.
ΗΜΙΧ. Α
διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ
σώμασιν πεπλαγμένους [ἐννέπω]
ἀναυδάτωι μένει
Numeri: 874-79 = 880-887 iambi faciles; tetrameter anapaest. 888-99 = 900-910 dochmius, 5 iambi, dochmius, bis ___, rara dochmii forma cf. Suppl. 349, dochmius. deinde iambi, dochmius.
Apparatus Criticus
canticum paragraphis aut ἡμιχ. et xop. notis nec satis plene nec satis recte distinctum in codd. 934 Ισμ. 942 Χο. 947 Αντ. 951 Ισμ. praefixa fere in MPVQKR1, in A 947 demum Avt., in FTr sorores 961 demum incipiunt. quod carminis dispositione requiri plerique viderunt. inde ab 961 sorores in omnibus. singula notare nihil attinet
μέλεοιbisyllabum ut 947
δόμους ἑλόντες πατρώιους μέλεοιπατρ. δομ. έλ.traiecit Weil
αἰχμᾶιαἰχμᾶιἀκμῆἀλκᾶι
λύμηιλύμαι
δωμάτωνδόμων
ἐρειψίτοιχοιἐρριψίταχοι-τοιχοιἐριψ.
σὺnom
δῆθ᾽δῆτα plene scriptumδητά θ᾽
ὁμοσπλάγχνωνὠμοσπλάγχνων
(σφιν)suppl. Herm.
διανταίανδιαντ. μοι
[πλαγὰn]glossemata hic et 896 del. Elmsley
ἀναυδάτωιτ' add
ΗΜΙΧ. Β
ἀραίωι τ᾽ ἐκ πατρὸς
(οὐ) διχόφρονι πότμωι. –
ΗΜΙΧ. Α
διήκει δὲ καὶ
πόλιν στόνος, στένουσι πύργοι, στένει
πέδον φίλανδρον. μένει
κτέανα δ᾽ ἐπιγόνοις,
δι᾽ ὧν αἰνομόροις,
δι᾽ ὧν νεῖκος ἔβα
καὶ θανάτου τέλος.
ΗΜΙΧ. Β
ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι
κτήμαθ᾽ ὥστ᾽ ἴσον λαχεῖν.
διαλλακτῆρι δ᾽ οὐκ
ἀμεμφεία φίλοις,
οὐδ᾽ ἐπίχαρις Ἄρης. =
ΗΜΙΧ. Α
σιδηρόπληκτοι μὲν ὧδ᾽ ἔχουσιν,
σιδηροπλήκτους δὲ τοὺς μένουσι,
τάχ᾽ ἄν τις εἴποι, τίνες;
τάφων πατρώιων λαχαί.
ΗΜΙΧ. Β
δόμων (νιν) μάλ᾽ ἀχάεσσα [αὐτοὺς]
προπέμπει, δαϊ-
κτὴρ γόος αὐτόστονος, αὐτοπήμων,
δαϊόφρων, [δ᾽] οὐ φιλογα-
θής, ἐτύμως δακρυχέων
Numeri: 911-21 = 922-33 iambi; in altera parte faciles choriambos (3. 9.) antecedit dochmius cum baccheo et dochmius ad choriambos transiens.
Testim.:
914 Hesych. λάχη· λῆξις· ἀποκλήρωσις.
Apparatus Criticus
ἐkom
(οὐ)suppl. Wecklein
διχόφρονικαὶ διχ.
στένειστένει δέ
μένει κτέαναμενεῖ κτέανά τ'κτέαν᾿ ἐπ.
ὥστ᾽ὥσθ'corr. m
οὐkοὔ
σιδηρόπληκτοισιδαρ.
σιδηροπλήκτουςσίδαρ.-πλακτοι bis-πληκτοίcorr. Schütz
(νιν)supplevi
[αὐτοὺς]deleto glossemate
ἀχάεσσαἀχάεσσα τούςἀχήειςἀχὼ ἐπ᾿ αὐτοὺςἀχὼ ἐς αὐτούςἀχὴν ἐς αὐτ.
προπέμπειπέμπει
αὐτόστονοςαὐτόστονός τ᾿
δαϊόφρωνδαίφρωνcorr. Blomfield
[δ᾽](τ' TrF2) del P2
φιλογαθήςφιλογαθήςφιλαγαθής
ἐτύμωςom.
ΗΜΙΧ. Β
ἐκ φρενός, ἃ κλαιομένας μου μινύθει
τοῖνδε δυοῖν ἀνάκτοιν.
ΗΜΙΧ. Α
πάρεστι δ᾽ εἰπεῖν ἐπ᾿ ἀθλίοισιν,
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων δὲ πάντων στίχας
πολυφθόρους ἐν δαΐ.
ΗΜΙΧ. Β
δυσδαίμων σφιν ἁ τεκοῦσα
πρὸ πασᾶν γυναι-
κῶν ὁπόσαι τεκνογόνοι κέκληνται.
ΗΜΙΧ. Α
παῖδα τὸν αὑτᾶς πόσιν αὑ-
τᾶι θεμένα τούσδ᾽ ἔτεχ᾽, οἳ
δ᾽ ὧδ᾽ ἐτελεύτασαν ὑπ᾿ ἀλλαλοφόνοις
χερσὶν ὁμοσπόροισιν. =
ΗΜΙΧ. Β
ὁμόσποροι δῆτα καὶ πανώλεθροι
†διατομαῖς οὐ φίλαις, ἔριδι
μαινομέναι νείκεος ἐν τελευτᾶι.
πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίαι
ζόα φονορύτωι μέμεικται· κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
ΗΜΙΧ. Α
πικρὸς λυτὴρ νεικέων
ὁ πόντιος ξεῖνος ἐκ πυρὸς συθεὶς
θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
ἴσος δατητὰς Ἄρης, ἀρὰν πατρώι-
αν τιθεὶς ἀλαθή. –
ΗΜΙΧ. Β
ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
Numeri: 934-46 = 947-960 iambi faciles; prima periodus in choriambos exit.
Apparatus Criticus
ἐkἐkδ᾽ ἐkτ᾽ ἐk
δυοῖnδοιοῖnδυεῖn
πάρεστιπάρα δ᾽
πολίταςπολίταις (πολιήταις F2)corr. codex Cantabrig.
δὲδέτετ᾽ ἐs
δαΐδαίδι
ἁἁἡ
πασᾶnπασᾶnπασῶν
ὁπόσαιὅσαι
τεκνογόνοιπαιδογόνοιcorr. Qrp
αὑτᾶςαὑτῆς
ἀλλαλοφόνοις άλλα(vel η)λοφόνοισι
πανώλεθροιπανω(vel ο)λέθριοι
†διατομαῖςintolerabile...
ζόαζόαζωά
φονορύτωιφονορύτωιφονορρ.
μέμεικταιμέμικται εἰσίν
ἴσοςἴσος Weilκακόςκαὶ κ.
πατρώιανπατρώιαν Bothe Burneyπατρός
ἀλαθῆἀλαθῆἀληθῆ
οἱοἱ scripsiw vel wom
ΗΜΙΧ. Β
διοσδότων ἀχέων· ὑπὸ δὲ
σώματι γᾶς πλοῦτος ἄβυσσος ἔσται.
ΗΜΙΧ. Α
ἰὼ πολλοῖς ἐνανθίσαντες
πόνοισι γενεάν· τελευταῖαι δ᾽ ἐπηλάλαξαν
᾿Αραὶ τὸν ὀξὺν νόμον,
τετραμμένου παντρόπωι φυγᾶι γένους.
ΗΜΙΧ. Β
ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις,
ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-
σας ἔληξε δαίμων. =
ΗΜΙΧ. Α
σὺ δ᾽ ἔθανες κατακτανών.
ΗΜΙΧ. Β
παιθεὶς ἔπαισας.
ΗΜΙΧ. Α
δορὶ δ᾽ ἔκανες.
ΗΜΙΧ. Β
δορὶ δ᾽ ἔθανες.
ΗΜΙΧ. Α
μελεοπόνος
ΗΜΙΧ. Β
μελεοπαθής
ΗΜΙΧ. Α
πρόκεισαι.
ΗΜΙΧ. Β
κατέκτας.
ΗΜΙΧ. Α
ἴτω γόος.
ΗΜΙΧ. Β
ἴτω δάκρυ. ξ
ΗΜΙΧ. Α
ἠέ. ἠέ.
μαίνεται γόοισι φρήν.
ΗΜΙΧ. Β
ἐντὸς δὲ καρδία στένει.
ΗΜΙΧ. Α
ἰὼ ἰώ, πανδάκρυε σύ.
Testim.:
961 Phot. παισθείς· τυπτηθείς.
961-64 cantant ex Aeschyli mente hemichoria, e mente histrionis sorores, dum ad corpora fratrum discedunt.
Numeri: 961-66 post trimetrum monometra iambica, e quibus unum distichon 965 catalecticum. 966-78 = 979-88 iambi faciles praeter dochmios 969.70 = 981.82.
Apparatus Criticus
διοσδότωνquod scribere solent διοδότων...
ὑπὸὑπαί
σώματισώμασι
ἐνανθίσαντεςἐπανθήσαντεςcorr. Bothe
πόνοισι γενεάνsolus servavit Mπόνοισι γε δόμουςδόμουςδόμοιςγ᾽ ἐν δόμοισινδόμοι
τελευταῖαιτελευτᾶι δ᾽ αἵδτελευταῖα δ᾽ αἵδ᾽τελευτᾶι δ᾽ ἐπ.corr. Herm.
ἕστακεἕστακεν ἄ.
ἐn αἷς ἐθείνοντοse eiecisse fatetur Tr
ἔληξεἔληξ᾽ ὁ δ.
παιθεὶsπαισθεὶs
σὺσὺ δὲ γ᾽ ἔ.
ἔκανεςτ' bisἔκτανεςcorr. Herm.
μελεοπόνοςiusto accentu instruxit Weil
πρόκεισαιπροκείσεται (προσκ. Μ1)corr. Herm.
κατέκταςκατακτάςcorr. Heimsoeth
δάκρυδάκρυαcorr. Lachmann.
ἠέ. ἠέ.ἤεἠέ
στένεισθένει
πανδάκρυεπανδάκρυτεπολυδάκρυτεcorrexi
σύom
ΧΟΡΟΣ
σὺ δ᾽ αὖτε καὶ πανάθλιε.
ἔφθισο πρὸς φίλου.
καὶ φίλον ἔκτανες.
διπλᾶ λέγειν.
διπλᾶ δ᾽ ὁρᾶν.
ἄχε᾿ ἀχέων τάδ᾽ ἐγγύθεν.
†πέλας δ᾽ αἵδ᾽ ἀδελφαὶ ἀδελφεῶν.
ΧΟ.
ἰὼ ἰὼ Μοῖρα βαρυδότειρα μογε-
ρά, πότνιά τ᾽ Οἰδίπου σκιά·
μέλαιν᾿ Ερινύς, ἢ μεγασθενής τις εἰ.
ἠέ. ἠέ.
δυσθέατα πήματα
ἔδειξεν ἐκ φυγᾶς ἐμοί.
οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.
σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.
ὤλεσε δῆτα (ὅδε).
καὶ τὸν ἐνόσφισεν.
ὀλοὰ λέγειν ὀλοὰ δ᾽ ὁρᾶν
†δύστονα κήδε᾽ ὁμώνυμα.
†δίυγρα τριπάλτων πημάτων.
[– ὀλοὰ λέγειν ὀλοὰ δ᾽ ὁρᾶν].
ΧΟ.
ἰὼ ἰὼ Μοῖρα βαρυδότειρα μογε-
ρά, πότνιά τ᾽ Οἰδίπου σκιά·
Apparatus Criticus
ἔφθισο πρὸς φίλουγ' (γ' om Tr) ἔφθισο traieci
ἄχε᾿ ἀχέωνscripsiἀχέων τοίωνγόων τοίωνutrumqueτοίων et γόων ad idem redit, scil. glossema
†πέλας δ᾽ αἵδ᾽ ἀδελφαὶ ἀδελφεῶνδ' omἀδέλφ᾽ἀδελφῶνsanari nequit antistropho corrupta; sorores autem non histrio sed scriba quidam intrusit. placet πέλας δ᾽ ἀδέλφ᾽ ἀδελφῶν, catalexis enim ultimo dimetro convenit
ἰὼbissemelμογερά accusativus est pendens a βαρυδότειρα, βαρέως διδούσα, cf. Ag. 1090. ephymnium integro choro unice conveniens codd. modo alteri sorori dant, modo inter utramque dispertiunt, sed chori olim fuisse docet Em ταῦτα λέγει ὡς βαρέως φέρων
μέλαιν Ἐρινύςμέλαινα τ'corr. Porson.tria numina tamen invocat
ἔδειξενἐδείξατ᾿ἐδείξ᾽ἔδειξε δ᾽ Herm., sustuli d'de solo Polynice dici potest ἐκ φυγᾶς
σωθεὶςσυθείς
ὤλεσε δῆτα (ὅδε)ὤλεσε δῆτά γεἀπώλεσεsuppl. Weil
τὸντόνδ'τόδ'τὸ τοῦδ᾽corr. CGSchneider.
duce versu strophico huc revocavi versum bis loco incommodo traditum, et in alterum eius locum traieci 983. nimirum uterque omissus olim in margine erat suppletus
†δύστονα ... πημάτωνδύστηναδιπάλτωνcontra scholium suum, i. e. Thomanum conclamata
ὀλοὰ ... ὁρᾶνversum repetitum post ephymnium se traiecisse fatetur Tr
ἰὼbisomsemel
πότνιάπότνια δ'
ΧΟΡΟΣ
μέλαιν Ἐρινύς, ἢ μεγασθενής τις εἰ. =
σύ τοι νιν οἶσθα διαπερῶν.
σὺ δ᾽ οὐδὲν ὕστερος μαθών.
ἐπεὶ κατῆλθες ἐς πόλιν.
δορός γε τῶιδ᾽ ἀντηρέτας.
τάλαν γένος
τάλανα παθόν.
ἰὼ πόνος
ἰὼ κακά
δώμασι
καὶ χθονί.
πρὸ πάντων δ᾽ ἐμοί.
καὶ τὸ πρόσω γ᾽ ἐμοί.
ἰὼ ἰὼ δυστόνων κακῶν ἄναξ,
Ἐτεόκλεις ἀρχαγέτα.
ἰὼ πάντων πολυστονώτατοι.
ἰὼ ἰὼ δαιμονῶντες ἄται.
ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;
ἰὼ [ὅπου] τιμιώτατον,
ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον. ?
ΚΗΡΥΞ
δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρή
δήμου προβούλοις τοῖσδε Καδμείας πόλεως.
Numeri: 989-1004 iambi praeter dochmios 995-98.
Apparatus Criticus
μέλαιν Ἐρινύςμέλαινά τ᾽
νιννιννυν
οἶσθαοἶδα
διαπερῶνδιεκπερῶν
ὕστεροςὕστερον
δορόςδορί
τάλαν γένος τάλανα παθόνὦ τ. γ.ἰώ τ. γ.τάλανα καὶ παθόντάλαινα καὶ πάθοντάλαν (ex alio) καὶ πάθοντάλανα πάθοντάλανα πάθεντάλανα πάθητάλανες καὶ πάθον
ἰὼ πόνος ἰὼ κακάἰὼ ἰὼ πόνος οὑφ᾽ ὑμῖν (ἡμῖn F)ἰὼ κ.ἰὼ ἰὼ κ.
καὶ χθονίparagraphum ante καί add. Herm.καὶ τῆι χθ.
δ᾽ ἐμοίγ᾽
καὶ τὸ πρόσω γ᾽ ἐμοίἰὼ ἰὼ καὶἰώ καίinteriectionem omκαί omT' Tr.totum versum om
ἰὼ ἰὼsemel
δυστόνωνδυστόνωνδυσπότμωνδυστάνων
κακῶνπημάτων
Ἐτεόκλεις ἀρχαγέταom.
ἰὼἰὼ ἰὼ π.
πολυστονώτατοιπολυστονώτατοιπολυπονώτατοι
ἰὼ ἰὼἰὼ ἰὼ δ.ἰώ
δαιμονῶντεςδαιμονῶντ᾽
ἄταιἄταιἐν ἄται
ἰὼ ἰώsemel
ποῦποῖ
ἰὼbis
[ὅπου]del. Westphal
ἰὼ ἰώsemel
πατρὶπάτριον
δοκοῦνταμέλλοντ᾿
δόξαντ᾽δόξαντ᾿
τοῖσδετῆσδεcorrexi.
ΚΗΡΥΞ
Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾿ εὐνοίαι χθονός
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει
ἱερῶν πατρώιων· ὅσιος ὢν μομφῆς ἄτερ
τέθνηκεν οὗπερ τοῖς νέοις θνήισκειν καλόν.
οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν·
τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρόν
ἔξω βαλεῖν ἄθαπτον ἁρπαγὴν κυσίν,
ὡς ὄντ᾽ ἀναστατήρα Καδμείων χθονός,
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορί
τῶι τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
θεῶν πατρώιων, οὓς ἀτιμάσας ὅδε
στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ἥιρει πόλιν.
οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ
ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα
μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
εἶναι δ᾽ ἄτιμον ἐκφορᾶς φίλων ὕπο.
τοιαῦτ᾽ ἔδοξε τῶιδε Καδμείων τέλει.
ΑΝ.
ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·
1005 intrant Probuli, pro quibus Praeco verba facit. actus adsutus ab eo qui sorores pro hemichoriis induxit, cf. ad 862. idem exitum genuinum chori Aeschylei truncavit.
Apparatus Criticus
εὐνοíaiεὐναίαι
στυγῶνστυγῶνcum v. 1. εἴργων ... utrumqnesoloecum ... Wakefieldi στέγων
πατρώιωνπατρώιων δ᾽
τοῦδ᾽τῶιδ᾽
ἐπέσταλταιἐντέταλται
ΚαδμείωνΚαδμείας
τῶι τοῦδ᾽τὸ τ.
πετηνῶνπετηνῶνπετεινῶν
ὑπ᾽ἐπ᾿
προσσέβεινauctum inani praepositione hic scriptor solus finxit
εἶναι δ᾽ ἄτιμονἀτ. δ᾽ εἶναι δ᾽ἄτ. δ᾽ εἶναιἄτιμον εἶναι δ᾽corr. Brunck.
ἐκφορᾶςἐκ φθορᾶςἐκφοράν
τέλειτέλος singulariter de magistratu nemo dixit; nec plurali quisquam ante Thucydidem, Aeschylus ne ἐν τέλει quidem
γεomconiunge δέ γε.
ΑΝ.
ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέληι,
ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι
ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν,
ψυχή, θανόντι ζῶσα συγγόνωι φρενί.
τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
λύκοι πάσονται· μὴ δοκησάτω τινί.
τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ
γυνή περ οὖσα τῶιδε μηχανήσομαι
κόλπωι φέρουσα βυσσίνου πεπλώματος,
καὐτὴ καλύψω. μηδέ τωι δόξηι πάλιν·
θάρσει παρέσται μηχανή δραστήριος.
ΚΗ.
αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
ΑΝ.
αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.
ΚΗ.
τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
ΑΝ.
τράχυν᾽, ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.
ΚΗ.
ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφωι;
ΑΝ.
ἤδη τὰ τοῦδ᾽ οὐ διατετίμηται θεοῖς.
ΚΗ.
οὔ, πρίν γε χώραν τήνδε κινδύνωι βαλεῖν.
ΑΝ.
παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
ΚΗ.
ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.
ΑΝ.
ἔρις περαίνει μύθον ὑστάτη θεῶν.
ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
ΚΗ.
ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
Apparatus Criticus
θέληιθέλοι
ἄκοντικακῶι
τούτουτούτω
οὐδὲοὔτε
πάσονταισπάσονταιπαύσονται
αὐτὴαὐτόναὐτῶιcorr. Pierson
παρέσταιπάρεστι
τάδετόδε
ἄθαπτος δ᾽d' om
τιμήσειςτιμήσειας
αὐτόβουλος ἴσθ᾽αὐτόβουλονἴσθ᾽ῆσθ᾽
ΧΟ.
φεῦ φεῦ.
ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
Κῆρες Ἐρινύες, αἵτ᾿ Οἰδιπόδα
γένος ὠλέσατε πρυμνόθεν οὕτως,
τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;
πῶς τολμήσω μήτε σε κλαίειν
μήτε προπέμπειν ἐπὶ τύμβον;
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν.
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξηι· κεῖνος δ᾽ ὁ τάλας ἄγοος
μονόκλαυτον ἔχων θρήνον ἀδελφῆς
εἶσιν. τίς ἂν οὖν τὰ πίθοιτο;
ΗΜΙΧ.
δράτω (τι) πόλις καὶ μὴ δράτω
τοὺς κλαίοντας Πολυνείκη·
ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν
αΐδε προπομποί. καὶ γὰρ γενεᾶι
κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως
ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.
ΗΜΙΧ.
ἡμεῖς δ᾽ ἅμα τῶιδ᾽, ὥσπερ τε πόλις
καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ ἀνατραπῆναι μηδ᾽ ἀλλοδαπῶι
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.
1066 discedit chorus ad sorores comitaturque exeuntes; prior cum Polynicis corpore exit Antigona in eam partem, e qua venerant corpora, in alteram Ismena cum Eteoclis corpore, quam praeter hemichorium etiam Probuli comitantur.
Apparatus Criticus
φθερσιγενεῖςκαὶ οὐθρασιγενεῖς
τί δὲ δρῶτί δρῶτί δ᾽ ἐρῶ
μήσωμαιμήσωμαιμήσομαι
πῶςπῶς πῶς
μήτεμήποτε
μήτεμήποτε
κλαίεινκλάειν
τύμβοντύμβοντύμβωι
μονόκλαυτονμονόκλαυστον
θρήνονθρήνος
ἂν οὖνἄν omοὖν omοὖν ἄν
τὰτάτάδεταῦτα
πίθοιτοπείθοιτο(πύθοιτο)
(τι)suppl. Elmslei amicusμόλις
Πολυνείκηπολυνείκη-νείκην
ἡμεῖς γὰr ἴμενἡμεῖς μὲn γάρ
προπομποίπροπομπηιπόμπιμοι
τε πόλιςτίς πόλιςτε καὶ π.
μάκαραςμακάρων
ἤρυξεἤρειξεἤρηξεvocabulum ab Atthide omnino alienum
ἀλλοδαπῶιἀλλοδαπών
τὰ μάλισταab ἤρυξε inscite traiectum.
TRILOGIAE RELIQUIAE.
ΛΑΙΟΣ.
121.
Hesych. ἀράχνου, ἀπ᾿ εὐθείας ὁ ἀράχνης Α. Λ. ἄραχνος est Suppl. 886.
122.
Schol. V. ad Aristoph. Vesp. 289 ἐγχυτριεῖς· ἀπὸ τῶν ἐκτιθεμένων παιδίων ἐν χύτραις. διὸ καὶ Σοφοκλῆς (τὸ) ἀποκτεῖναι χυτρίζειν ἔλεγεν ἐν Πριάμωι (489, nempe de Paride exposito) καὶ Αἰσχύλος Λαίωι καὶ Φερεκράτης. cf. Aristoph. Ran. 1189.
122a.
Etym. genuin. ἀπάργματα (ed. mendis quibusdam abstersis Reitzenstein ind. lect. Rostock. 1890/91) ὅτι δὲ καὶ ἐγεύοντο (interfectores) τοῦ αἵματος καὶ ἀπέπτυον Αἰσχύλος ἐν ταῖς Περραιβίσιν ἱστορεῖ καὶ ἐν τῶι (περὶ del Reitz.) Λαίωι. Perrhaebidum potius fr. 354. apparet Laii caedem respici.
ΟΙΔΙΠΟΥΣ
Oedipus inter tragoedias est, quibus Aeschylus mysteria credebatur profanasse, cf. Vit. 44.
173.
Schol. Soph. ΟR. 733 περὶ Δαυλίδα φησὶ τὴν σχιστὴν ὁδόν, ὁ δὲ Αἰσχύλος περὶ Ποτνίας οὕτως
ἐπῆιμεν τῆς ὁδοῦ τροχήλατον
σχιστῆς κελεύθου τρίοδον, ἔνθα συμβολάς
τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν.
Apparatus Criticus
ἐπῆιμενἐπήειμεν vel ἐπείημεν (L) libri
κελεύθωνκέλευθονcorr. Brunck
sed multo gravius haec esse corrupta docet tautologia v. 1. 2 et repetitum κέλευθος. ad Oedipum rettulit Valckenaer; nec tamen minore iure Laio tribui potest.
ΣΦΙΓΞ
σάτυροι
235.
Athen. XV 674d post Prometh. sol. fr. 202 καίτοι ἐν τῆι ἐπιγραφομένηι Σφιγγὶ εἰπὼν
τῶι δὲ ξένωι γε στέφανον ἀρχαῖον στέφος
δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου
cf. ad Prometheum p. 71.
236.
Aristophanes Ran. 1287 Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα πέμπει ubi Scholia ἐκ Σφιγγὸς Αἰσχύλου, quod quatenus pertineat, dici nequit.
237.
Hesych. κνοῦς ... καὶ ὁ τῶν ποδῶν ψόφος, ὡς Α. Σφ.
Monumenta figurata quibus Satyrus ante Sphinga stans exhibetur ad Aeschylum pertinere nihil est cur credamus. quod Hartwig in Philologi vol. 54 edidit vasculum vestem comicam praebet.