Ἀγαμέμνων
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Gregory Crane
Schmidt Sciences
cxii, 282 pages; 18 cm
Trustees of Tufts University
Medford, MA
Perseus Project
AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg005.dindorf1882-grc2).
Τὰ τοῦ δράματος πρόσωπαΦύλαξΧορὸς ΠρεσβυτῶνΚλυταιμνήστραΤαλθύβιος ΚῆρυξἈγαμέμνωνΚασσάνδραΑἴγισθος
ΦΥΛΑΞ.
θεοὺς μὲν αὐτῶ τῶνδ᾽ ἀπαλλαγην πόνων,
φρουρᾶς ἐτείας μῆχος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
καὶ τοὺς φέροντας χείμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι.
[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].
καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην,
λύζω· φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεί,
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·
ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δικῶ,
ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
κλάω τότ' οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.
νῦν δ᾽ εὐτυχὴς γένοιτ' ἀπαλλαγὴ πόνων
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
ὦ χαῖρε λαμπτὴρ νυκτὸς, ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν ῎Αργει, τῆσδε συμφορᾶς χάριν.
ἰοῦ ἰοῦ.
Ἀγαμέμνονος γυναικὶ σημανῶ τορῶς
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·
αὐτός τ' ἔγωγε φροίμιον χορεύσομαι.
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα
ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
τὰ δ᾽ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας
βέβηκεν· οἶκος δ᾽ αὐτὸς, εἰ φθογγὴν λάβοι,
σαφέστατ᾽ ἂν λέξειεν. ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
ΧΟΡΟΣ.
δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεύγος Ἀτρείδαιν,
στόλον Ἀργείων χιλιοναύτην
τῆσδ᾽ ἀπὸ χώρας
ἦραν, στρατιῶτιν ἀρωγὴν,
μέγαν ἐκ θυμοῦ κλάζοντες῎Αρη
τρόπον αἰγυπιῶν,
οἵτ᾽ ἐκπατίοις ἄλγεσι παίδων
ὕπατοι λεχέων στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες
ὕπατος δ᾽ ἀΐων ἤ τις Ἀπόλλων
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
πέμπει παραβᾶσιν Ἐρινύν.
οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων
ἐπ᾿ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
διακναιομένης τ᾽ ἐν προτελείοις
κάμακος θήσων Δαναοῖσι
Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν
ἔστι· τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον·
οὔθ᾽ ὑποκάων οὔθ᾽ ὑπολείβων
ἀπύρων ἱερῶν
ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνάσσων
ἰσόπρεσβυς, ῎Αρης δ᾽ οὐκ ἔνι χώρα,
τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων
ὄναρ ἡμερόφαντον ἀλαίνει.
σὺ δὲ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμνήστρα,
τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη,
τίνος ἀγγελίας
πευθοῖ περίπεμπτα θυοσκεῖς;
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων, χθονίων,
τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,
βωμοὶ δώροισι φλέγονται·
ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει,
φαρμασσομένη χρίματος ἁγνοῦ
μαλακαῖς ἀδόλοισι παρηγορίαις,
πελάνῳ μυχόθεν βασιλείῳ.
τούτων λέξαις ὅ τι καὶ δυνατὸν
καὶ θέμις αἰνεῖν,
παιών τε γενοῦ τῆσδε μερίμνης,
ἢ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ προφανεῖσ᾽
ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον
τῆς θυμοβόρου φρένα λύπης.
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνείει
πειθὼ μολπᾶν
ἀλκᾷ σύμφυτος αἰών·
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
ξύμφρονε ταγὼ,
θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾿ αἶαν,
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτωρ
οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν, ὁ κελαινὸς, ὅ
τ' ἐξόπιν ἀργᾶς,
φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
παμπρέπτοις ἐν ἕδραισι,
βοσκόμενοι λαγίναν ἐρικυμάδα φέρματι γένναν,
βλαβέντα λοισθίων δρόμων.
αἴλινον αἴλινον εἰπὲ, τὸ δ᾽ εὖ νικάτω.
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπᾶς ἀρχούς·
οὕτω δ᾽ εἶπε τεράζων·
“χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
Μοῖρα λαπάξει πρὸς τὸ βίαιον·
οἷον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στό-
μιον μέγα Τροίας
στρατωθέν. οἴκῳ γὰρ ἐπίφθονος ῎Αρτεμις ἁγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομέ-
νοισι·
στυγεῖ δὲ δεῖπνον ἀετῶν.”
αἴλινον αἴλινον εἰπὲ, τὸ δ᾽ εὖ νικάτω.
ὄσσων παρ᾽ εὐφρόνων καλα Διὸς κόρα
δρόσοισιν μαλερῶν τε λεόντων
πάντων τ᾽ ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι
τερπνὰ ξύμβολα κράναι.
ἰήιον δ᾽ ἐπανακαλῶ Παιᾶν᾽, ἰὴ,
μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενηΐδας
αὔρας
τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν',
ἄδαιτον,
νεικέων τέκτονα σύμφυτον αἰνῶν,
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.”
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξε
μόρσιμ᾽ ἀπ᾿ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις,
δεξιὰ μὲν, κατάμομφα δὲ φάσματα φαίνων.
τοῖς δ᾽ ὁμόφωνον
αἴλινον αἴλινον εἰπὲ, τὸ δ᾽ εὖ νικάτω.
Ζεὺς, ὅστις ποτ᾽ ἐστὶν, εἰ τόδ᾽ αὐτῷ φίλον κε-
κλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι πάντ᾽ ἐπισταθμώμενος
πλὴν Διὸς, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.
οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει
βρύων,
οὐδὲ λέξεται πρὶν ὤν·
ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τριακτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
τεύξεται φρενῶν τὸ πᾶν·
τὸν φρονεῖν βροτοὺς ὁδώσαντα, τὸν πάθει μά-
θος
θέντα κυρίως ἔχειν.
στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας
μνησιπήμων πόνος· καὶ παρ᾿ ἄκοντας ἦλθε σω-
φρονεῖν.
δαιμόνων δέ που χάρις
βιαίως σέλμα σεμνὸν ἡμένων.
καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέσβυς νεῶν Ἀχαιϊκῶν,
μάντιν οὔτινα ψέγων,
ἐμπαίοις τύχαισι συμπνέων,
εὖτ᾿ ἀπλοίᾳ κεναγγεῖ βαρύνοντ' Ἀχαιϊκὸς λεὼς,
Χαλκίδος πέραν ἔχων
παλιρρόχθοις ἐν Αὐλίδος τόποις·
πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι
κακόσχολοι, νήστιδες, δύσορμοι,
βροτῶν ἄλαι, νεῶν τε καὶ πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
τρίβῳ κατέξαινον ἄνθος Ἀργείων.
ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ
βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν προφέρων "Αρτεμιν, ὥστε χθό-
να βάκ-
τροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κα-
τασχεῖν·
ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν
“βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
βαρεῖα δ᾽, εἰ τέκνον δαΐξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισι
ῥείθροις πατρώους χέρας πέλας βωμοῦ.
τί τῶνδ᾽ ἄνευ κακῶν;
πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος
ὀρ-
γᾷ περιόργως ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.”
ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
ἄναγνον, ἀνίερον, τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ
πρωτοπήμων. ἔτλα δ᾽ οὖν
θυτὴρ γενέσθαι θυγατρὸς, γυναικοποίνων πολέ-
μων ἀρωγὰν
καὶ προτέλεια ναῶν.
λιτὰς δὲ καὶ κληδόνας πατρώους
παρ᾽ οὐδὲν αἰῶνα παρθένειόν τ'
ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾿ εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ
παντὶ θυμῷ προνωπῆ
λαβεῖν ἀέρδην, στόματός τε καλλιπρῴρου φυλα-
κὰν κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις,
βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει.
κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα
ἔβαλλ᾽ ἕκαστον θυτήρων ἀπ᾿ ὄμματος βέλει φι-
λοίκτῳ,
πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν
θέλουσ᾽, ἐπεὶ πολλάκις
πατρὸς κατ᾿ ἀνδρῶνας εὐτραπέζους
ἔμελψεν. ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸς
φίλου τριτόσπονδον εὔποτμον
παιᾶνα φίλως ἐτίμα.
τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω·
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
Δίκα δὲ τοῖς μὲν παθοῦσιν μαθεῖν ἐπιρρέπει τὸ
μέλλον.
προχαιρέτω·
ἴσον δὲ τῷ προστένειν.
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὔπραξις, ὡς
θέλει τόδ᾽ ἄγχιστον Ἀπίας
γαίας μονόφρουρον ἕρκος.
ἥκω σεβίζων σὸν, Κλυταιμνήστρα, κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ᾽ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ.
εὐάγγελος μὲν, ὥσπερ ἡ παροιμία,
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσει δὲ χάρμα μείζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ἡρήκασιν Ἀργεῖοι πόλιν.
ΧΟ.
πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
ΚΛ.
Τροίαν Ἀχαιῶν οὖσαν· ἡ τορῶς λέγω;
ΧΟ.
χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
ΚΛ.
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
ΧΟ.
ἡ γάρ τι πιστόν ἐστι τῶνδέ σοι τέκμαρ;
ΚΛ.
ἔστιν· τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.
ΧΟ.
πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις;
ΚΛ.
οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
ΧΟ.
ἀλλ᾽ ἦ σ'᾽ ἐπίανέν τις ἄπτερος φάτις;
ΚΛ.
παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.
ΧΟ.
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
ΚΛ.
τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω
ΧΟ.
καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλλων τάχος;
ΚΛ.
"Ηφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾿ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
πεύκη τὸ χρυσοφεγγὲς, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾿ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγιλαν πρόσω
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρά προσαιθρίζουσα πόμπιμον φλόγα·
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
ὄρος τ᾽ ἐπ᾿ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ ῥαχίζεσθαι πυρός.
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν· εἶτ᾽ ἔσκηψεν, ἐς τ᾽ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κάπειτ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾿ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
ΧΟ.
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθατιμάσαι
διανεκῶς θέλοιμ᾽ ἂν, οὓς λέγεις, πάλιν.
ΚΛ.
Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
οἶμαι βοὴν ἄμικτον ἐν πόλει πρέπειν.
ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντ᾽ ἂν, οὐ φίλω, προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρου·
τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον·
ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλου,
ἐν αἰχμαλώτοις Τρωϊκοῖς οἰκήμασιν
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
δρόσων τ᾿ ἀπαλλαγέντες, ὡς δὲ δαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τις πρότερον ἐμπίπτοι στρατῷ
πορθεῖν ἃ μὴ χρὴ, κέρδεσιν νικωμένους.
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατὸς,
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
γένοιτ᾽ ἂν, εἰ πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.
πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην.
ΧΟ.
γύναι, κατ᾿ ἄνδρα σώφρον εὐφρόνως λέγεις.
ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
μεγάλων κόσμων κτεάτειρα,
ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
μήτ᾽ οὖν νεαρῶν τιν ὑπερτελέσαι
μέγα δουλείας
γάγγαμον ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντ᾽ ἐπ᾿ Ἀλεξάνδρῳ
τείνοντα πάλαι τόξον, ὅπως ἂν
μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων
βέλος ἠλίθιον σκήψειεν.
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
πάρεστι τοῦτό γ᾽ ἐξιχνεῦσαι.
ἔπραξαν ὡς ἔκρανεν. οὐκ ἔφα τις
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
ὅσοις ἀθίκτων χάρις
πατοϊθ᾽· ὁ δ᾽ οὐκ εὐσεβής.
πέφανται δ᾽ ἐκγόνους
ἀτολμήτων Ἄρη
πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπήμαντον, ὥστ᾽
ἀπαρκεῖν
εὖ πραπίδων λαχόντα.
οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ
λακτίσαντι μέγαν Δίκας βωμὸν εἰς ἀφάνειαν.
βιᾶται δ᾽ ἁ τάλαινα πειθώ,
προβουλόπαις ἄφερτος ἄτας.
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
πρέπει δὲ, φῶς αἰνολαμπὲς, σίνος·
κακοῦ δὲ χαλκοῦ τρόπον
τρίβω τε καὶ προσβολαῖς
μελαμπαγής πέλει
δικαιωθεὶς, ἐπεὶ
διώκει παῖς ποτανὸν ὄρνιν,
πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς.
λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν· τὸν δ᾽ ἐπί-
στροφον τῶνδε
φῶτ᾽ ἄδικον καθαιρεί.
οἷος καὶ Πάρις ἐλθὼν
ἐς δόμον τὸν Ἀτρειδᾶν
ᾔσχυνε ξενίαν τράπεζαν κλοπαῖσι γυναικός.
λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστορας
κλόνους λογχίμους τε καὶ ναυβάτας ὁπλισμους,
ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν
βέβακεν ῥίμφα διὰ πυλᾶν
ἄτλατα τλᾶσα· πολλὰ δ᾽ ἔστενον
τότ᾽ ἐννέποντες δόμων προφῆται·
ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
πάρεστι σιγας ἀτίμως ἀλοιδόρως
ᾀστους αφημένων ἰδεῖν.
πόθῳ δ᾽ ὑπερποντίας
φάσμα δόξει δόμων ἀνάσσειν.
εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί˙
ὀμμάτων δ᾽ ἐν ἀχηνίαις ἔρρει πᾶσ᾽ Ἀφροδίτα.
ὀνειρόφαντοι δὲ πενθήμονες
πάρεισιν δόκαι φέρουσαι χάριν ματαίαν.
μάταν γὰρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾶν,
παραλλάξασα διὰ χερῶν,
βέβακεν ὄψις οὐ μεθύστερον
πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις.
τὰ μὲν κατ᾿ οἴκους ἐφ᾽ ἑστίας ἄχη
τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
τὸ πᾶν δ᾽ ἀφ᾿ Ἑλλανίδος γᾶς συνορμένοις
πένθεια τλησικάρδιος
δόμων ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἦπαρ·
οὓς μὲν γάρ τις ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν
τεύχη καὶ σποδὸς εἰς ἑκάστου δόμους ἀφικνεῖται.
ὁ χρυσαμοιβὸς δ᾽ ῎Αρης σωμάτων
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βραχύ
ψῆγμα δυσδάκρυτον ἀντήνορος σποδοῦ γεμίζων
λέβητας εὐθέτους.
στένουσι δ᾽ εὖ λέγοντες ἄνδρα τὸν μὲν ὡς
μάχης ἴδρις, τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ
ἀλλοτρίας διαὶ γυναικός. τάδε σιγά τις βαΰ-
ζει. φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρπει προδίκοις
Ἀτρείδαις.
οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς
εὔμορφοι κατέχουσιν· ἐχθρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
βαρεῖα δ᾽ ἀστών φάτις ξὺν κότῳ·
δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος.
μένει δ᾽ ἀκοῦσαί τί μου
μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ ἄσκοποι θεοί. κελαι
ναὶ δ᾽ Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ᾽ ἄνευ δίκας παλιντυχεῖ
τριβᾷ βίου τιθεῖσ᾽ ἀμαυρὸν, ἐν δ᾽ ἀϊ-
στοις τελέθοντος οὔτις ἀλκά· τὸ δ᾽ ὑπερκόπως
κλύειν
εὖ βαρύ· βάλλεται γὰρ ὄσσοις Διόθεν κεραυνός.
κρίνω δ᾽ ἄφθονον ὄλβον.
μήτ᾽ εἴην πτολιπόρθης
μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλλων βίον κατίδοιμι.
πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου
πόλιν διήκει θοὰ
βάξις· εἰ δ᾽ ἐτήτυμος,
τίς οἶδεν, ἤ τοι θεῖόν ἐστι μὴ ψύθος.
τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
φλογὸς παραγγέλμασιν
νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
ἀλλαγᾷ λόγου καμεῖν;
γυναικὸς αἰχμᾷ πρέπει
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.
πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
ταχύπορος· ἀλλὰ ταχύμορου
γυναικογήρυτον ὄλλυται κλέος.
ΚΛ.
τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων
φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγὰς,
εἰτ οὖν ἀληθεῖς εἴτ᾽ ὀνειράτων δίκην
τερπνὸν τύδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
κήρυκ ἀπ᾿ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον
κλάδοις ἐλάας· μαρτυρεῖ δέ μοι κάσις
πηλοῦ ξύνουρος διψία κόνις τάδε,
ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα
ὕλης ὀρείας σημανεῖ καπνῷ πυρὸς,
ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων·
τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον·
εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.
ΧΟ.
ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
ΚΗΡΥΞ.
ἰὼ πατρῷον οὖδας Ἀργείας χθονὸς,
δεκάτου σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
οὐ γάρ ποτ' ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
νῦν χαῖρε μὲν χθὼν, χαῖρε δ᾽ ἡλίου φάος,
ὕπατός τε χώρας Ζεὺς, ὁ Πύθιός τ᾽ ἄναξ,
τόξοις ἰάπτων μηκέτ' εἰς ἡμᾶς βέλη·
ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος·
νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ ῎Απολλον. τούς τ᾽ ἀγωνίους θεοὺς
πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον
Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι,
εἴ που πάλαι, φαιδροῖσι καὶ νῦν ὄμμασι
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,
Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
βωμοὶ δ᾽ ἄϊστοι καὶ θεῶν ἱδρύματα,
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
ἄναξ᾿ Ατρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια.
ΧΟ.
κῆρυξ᾿ Αχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
ΚΗ.
χαίρω τι· τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.
ΧΟ.
ἔρως πατρώας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.
ΚΗ.
ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
ΧΟ.
τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.
ΚΗ.
πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
ΧΟ.
τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
ΚΗ.
ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.
ΧΟ.
ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ᾽ ἀναστένειν.
ΚΗ.
πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος στρατῷ;
ΧΟ.
πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
ΚΗ.
καὶ πῶς, ἀπόντων κοιράνων ἔτρεις τινάς;
ΧΟ.
ὡς νῦν τὸ σὸν δὴ καὶ θανεῖν πολλὴ χάρις.
ΚΗ.
εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
ἅπαντ᾽ ἀπήμων τὸν δι αἰῶνος χρόνον;
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
στένοντες, οὐ λαχόντες ἤματος μέρος;
τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν.
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιὼν,
ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών·
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
παροίχεται δὲ, τοῖσι μὲν τεθνηκόσιν
τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν συμφορὰς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποίσιν Ἀργείων στρατοῦ
νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει.
ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·
“Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.”
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγοὺς· καὶ χάρις τιμήσεται
Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.
ΧΟ.
νικώμενος λόγοισιν οὐκ ἀναίνομαι.
ἀεὶ γὰρ ἡβᾷ τοῖς γέρουσιν εὖ μαθεῖν.
δόμοις δὲ ταῦτα καὶ Κλυταιμνήστρα μέλειν
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
ΚΛ.
ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρὸς,
φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς?
ἡ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.”
λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.
ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ
ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σ᾽ ἐμοὶ λέγειν;
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
σπεύσω πάλιν μολόντα δέξασθαι. τί γὰρ
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
πύλας ἀνοῖξαι; ταῦτ᾽ ἀπάγγειλον πόσει·
ἥκειν ὅπως τάχιστ' ἐράσμιον πόλει·
γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν
οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα
ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον
οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς..
ΚΗ.
τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
ΧΟ.
αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
σὺ δ᾽ εἰπὲ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,
εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
ΚΗ.
οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
ΧΟ.
πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.
ΚΗ.
ἁνὴρ ἄφαντος ἐξ Ἀχαιϊκοῦ στρατοῦ,
αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
ΧΟ.
πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
ΚΗ.
ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
ΧΟ.
πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλήζετο;
ΚΗ.
οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς,
πλὴν τοῦ τρέφοντος Ηλίου χθονὸς φύσιν.
ΧΟ.
πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
ΚΗ.
εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
πόλει μὲν ἕλκος ἓν τὸ δήμιου τυχεῖν,
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
ἄνδρας διπλῇ μάστιγι, τὴν "Αρης φιλεῖ,
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα˙
τοιῶνδε μέντοι πημάτων σεσαγμένον
πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων.
σωτηρίων δὲ πραγμάτων εὐάγγελον
ἥκοντα πρὸς χαίρουσαν εὐεστοὶ πόλιν,
πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων
χειμῶν Ἀχαιῶν οὐκ ἀμήνιτον θεοῖς;
ξυνώμοσαν γὰρ, ὄντες ἔχθιστοι τὸ πρὶν,
πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην
φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά.
ναῦς γὰρ πρὸς ἀλλήλαισι θρήκιαι πνοαὶ
ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ
χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβρυκτύπῳ,
ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.
ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροὶς
ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις.
ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος
ἤτοι τις ἐξέκλεψεν ἢ ᾿ξητήσατο
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
τύχη δὲ σωτὴρ ναυστολοῦσ᾽ ἐφέζετο,
ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
ἔπειτα δ᾽ ἅδην πόντιον πεφευγότες,
λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχη,
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ἔχειν δοξάζομεν.
γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διὸς,
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
ΧΟ.
τίς ποτ' ὠνόμαζεν ὧδ᾽ ἐς τὸ πᾶν ἐτητύμως –
μή τις ὅντιν᾽ οὐχ ὁρῶμεν προνοίαισι τοῦ πεπρω-
μένου
γλῶσσαν ἐν τύχᾳ νέμων? ---
τὰν δορίγαμβρον ἀμφινεική θ᾽ Ἑλέναν; ἐπεὶ
πρεπόντως
ἑλέναυς, ἕλανδρος, ἑλέπτολις,
ἐκ τῶν ἁβροπήνων
προκαλυμμάτων ἔπλευσε ζεφύρου γίγαντος αὔρᾳ,
πολύανδροί τε φεράσπιδες κυναγοὶ κατ᾽ ἴχνος
πλατᾶν ἄφαντον
κέλσαντες Σιμόεντος
ἀκτὰς ἐπ᾿ ἀεξιφύλλους
δ᾽ ἔριν αἱματόεσσαν.
Ἰλίῳ δὲ κῆδος ὀρθώνυμον τελεσσίφρων
μῆνις ἤλασεν, τραπέζας ἀτίμωσιν ὑστέρῳ χρόνῳ
καὶ ξυνεστίου Διὸς
πρασσομένα τὸ νυμφότιμον μέλος ἐκφάτως τί
οντας,
ὑμέναιον, ὃς τότ᾽ ἐπέρρεπεν
γαμβροῖσιν ἀείδειν.
μεταμανθάνουσα δ᾽ ὕμνον Πριάμου πόλις γε
ραιὰ
πολύθρηνον μέγα που στένει κικλήσκουσα Πάριν
τὸν αἰνόλεκτρον,
παμπρόσθη πολύθρηνον
αἰῶν᾿ ἀμφὶ πολιτᾶν
μέλεον αἷμ᾽ ἀνατλᾶσα.
ἔθρεψεν δὲ λέοντα
σίνιν δόμοις ἀγάλακτον
οὕτως ἀνὴρ φιλόμαστον,
ἐν βιότου προτελείοις
ἅμερον, εὐφιλόπαιδα
καὶ γεραροῖς ἐπίχαρτον.
πολέα δ᾽ ἔσχ᾽ ἐν ἀγκάλαις
νεοτρόφου τέκνου δίκαν,
φαιδρωπὸς ποτὶ χεῖρα σαίνων τε γαστρος ἀνάγ-
καις.
χρονισθεὶς δ᾽ ἀπέδειξεν
ἔθος τὸ πρόσθε τοκήων.
χάριν τροφᾶς γὰρ ἀμείβων
μηλοφόνοισιν ἐν ἄταις
δαῖτ᾽ ἀκέλευστος ἔτευξεν·
αἵματι δ᾽ οἶκος ἐφύρθη,
ἄμαχον ἄλγος οἰκέταις
μέγα σίνος πολύκτονον.
ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄτας δόμοις προσεθρέφθη.
πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν
λέγοιμ᾽ ἂν φρόνημα μὲν νηνέμου γαλάνας,
ἀκασκαϊόν τ᾽ ἄγαλμα πλούτου,
μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.
παρακλίνασ᾽ ἐπέκρανεν δὲ γάμου πικρὰς τε-
λευτὰς,
δύσεδρος καὶ δυσόμιλος συμένα Πριαμίδαισιν,
πομπᾷ Διὸς ξενίου,
νυμφόκλαυτος Ἐρινύς.
παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος
τέτυκται, μέγαν τελεσθέντα φωτὸς ὄλβον
τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνήσκειν,
ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.
δίχα δ᾽ ἄλλων μονόφρων εἰμί. τὸ δυσσεβὲς γὰρ
ἔργον
μετὰ μὲν πλείονα τίκτει, σφετέρα δ᾽ εἰκότα γέννα
οἴκων δ᾽ ἄρ᾽ εὐθυδίκων
καλλίπαις πότμος ἀεί.
φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεά-
ζουσαν ἐν κακοῖς βροτῶν ὕβριν
τότ᾽ ἢ τόθ᾽, ὅταν τὸ κύριον μόλη
νεαρὰ φάους κότον,
δαίμονά τε τὰν ἄμαχον, ἀπόλεμον, ἀνίερον
θράσος μελαίνας μελάθροισιν" Ατας,
εἰδομέναν τοκεῦσιν.
Δίκα δὲ λάμπει μὲν ἐν δυσκάπνοις δώμασιν,
τὸν δ᾽ ἐναίσιμον τίει βίον.
τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν
παλιντρόποις
ὄμμασι λιποῦσ᾽, ὅσια προσέβαλε δύναμιν οὐ
σέβουσα πλούτου παράσημον αἴνῳ·
πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
ἄγε δὴ, βασιλεῦ, Τροίας πτολίπορθ᾽,
Ἀτρέως γένεθλον,
πῶς σε προσείπω; πῶς σε σεβίζω
μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας
καιρὸν χάριτος;
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
προτίουσι δίκην παραβάντες.
τῷ δυσπραγοῦντι δ᾽ ἐπιστενάχειν
πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
οὐδὲν ἐφ᾽ ἦπαρ προσικνείται·
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
ἀγέλαστα πρόσωπα βιαζόμενοι.
ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων,
οὐκ ἔστι λαθεῖν ὄμματα φωτὸς,
τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας
ὑδαρεῖ σαίνειν φιλότητι.
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
Ἑλένης ἕνεκ᾽, οὐ γάρ σ᾽ ἐπικεύσω,
κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος,
οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων
θράσος ἀκούσιον
ἀνδράσι θνήσκουσι κομίζων.
νῦν δ᾽ οὐκ ἀπ᾿ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως
εὔφρων πόνος εὖ τελέσασι.
γνώσει δὲ χρόνῳ διαπευθόμενος
τόν τε δικαίως καὶ τὸν ἀκαίρως
πόλιν οἰκουροῦντα πολιτῶν.
ΑΓΑΜΕΜΝΩΝ.
πρῶτον μὲν ῎Αργος καὶ θεοὺς ἐγχωρίους
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν
Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
ψήφους ἔθεντο· τῷ δ᾽ ἐναντίῳ κύτει
ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.
ἄτης θύελλαι ζῶσι· συνθνήσκουσα δὲ
σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκόπους
ἐφαρξάμεσθα καὶ γυναικὸς οἵνεκα
πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
ἵππου νεοσσὸς, ἀσπιδηφόρος λεὼς,
πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
ἄδην ἐλειξεν αἵματος τυραννικοῦ.
θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα μέμνημαι κλύων
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις.
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
εἰδὼς λέγοιμ᾽ ἂν, εὖ γὰρ ἐξεπίσταμαι
ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,
δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
μόνος δ᾽ Ὀδυσσεὺς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.
νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.
ΚΛ.
ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δ᾽ ἀποφθίνει
τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον
τοσόνδ᾽ ὅσονπερ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ.
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
ἦσθαι δόμοις ἔρημον ἔκπαγλον κακὸν,
πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ
κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
ἀνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο
φάτις, τέτρωται δικτύου πλέον λέγειν.
εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος
πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,
χθονὸς τρίμοιρον χλαίναν ἐξηύχει λαβών,
ἅπαξ ἑκάστῳ κατθανών μορφώματι.
τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων
πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ,
ἐμῶν τε καὶ σῶν κύριος πιστευμάτων,
ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσης τόδε.
τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
Στρόφιος ὁ Φωκεὺς, ἀμφίλεκτα πήματα
ἐμοὶ προφωνῶν, τὸν θ᾽ ὑπ᾿ Ἰλίῳ σέθεν
κίνδυνον, εἰ τε δημόθρους ἀναρχία
βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἐνι σταγών.
ἐν ὀψικοίτοις δ᾽ ὄμμασι βλάβας ἔχω
τὰς ἀμφί σοι κλάουσα λαμπτηρουχίας
ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασι
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
ῥιπαῖσι θωΰσσοντος, ἀμφί σοι πάθη
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
[νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ
λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
στῦλον ποδήρη, μονογενές τέκνον πατρὶ,
καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.]
τοιοϊσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
φθόνος δ᾽ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ
ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
ἔκβαιν᾿ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.
δμωαὶ, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος
πέδον κελεύθου στορνύναι πετάσμασιν;
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
θήσει δικαίως σὺν θεοῖς εἰμαρμένα.
ΑΓ.
Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
μακρὰν γὰρ ἐξέτεινας· ἀλλ᾽ ἐναισίμως
αἰνεῖν, παρ᾿ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
χαμαιπετές βόαμα προσχάνῃς ἐμοὶ,
μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου
λέγω κατ᾿ ἄνδρα, μὴ θεὸν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀϋτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
εἰ πάντα δ᾽ ὡς πράσσοιμεν, εὐθαρσὴς ἐγώ.
ΚΛ.
καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
ΑΓ.
γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.
ΚΛ.
ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε;
ΑΓ.
εἴπερ τις, εἰδώς γ' εὖ τόδ᾽ ἐξεῖπον τέλος.
ΚΛ.
τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;
ΑΓ.
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
ΚΛ.
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
ΑΓ.
φήμη γε μέντοι δημόθρους μέγα σθένει.
ΚΛ.
ὁ δ᾽ ἀφθόνητός γ'᾽ οὐκ ἐπίζηλος πέλει.
ΑΓ.
οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
ΚΛ.
τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
ΑΓ.
ἢ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
ΚΛ.
πιθοῦ· κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.
ΑΓ.
ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ᾿ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
πολλὴ γὰρ αἰδὼς εἶματοφθορεῖν ποσὶν
φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
τούτων μὲν οὕτως· τὴν ξένην δὲ πρευμενῶς
τήνδ᾽ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
ΚΛ.
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἴκοις δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ,
ἔχειν· πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένη.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾿ ὄμφακος πικρᾶς
οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,
ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
Ζεῦ Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.
ΧΟ
τίπτε μοι τόδ᾽ ἐμπέδως
δεῖμα προστατήριον
καρδίας τερασκόπου ποτᾶται,
μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδὰ,
οὐδ᾽ ἀποπτύσαν δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπιθὲς ἵζει
φρενὸς φίλον θρόνον; χρόνος δ᾽ ἐπεὶ
πρυμνησίων ξυνεμβολαῖς
ψαμμίας ἀκάτα παρήβησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιον
ὧρτο ναυβάτας στρατός.
πεύθομαι δ᾽ ἀπ᾿ ὀμμάτων
νόστον, αὐτόμαρτυς ὤν·
τον δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμὸς, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
σπλάγχνα δ᾽ οὔτι ματάζει
πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις
δίναις κυκλούμενον κέαρ.
εὔχομαι δ᾽ ἐξ ἐμᾶς ἐλπίδος ψύθη πεσεῖν
ἐς τὸ μὴ τελεσφόρον.
μάλα γάρ τοι τᾶς πολλᾶς ὑγιείας
ἀκόρεστον τέρμα. νόσος γὰρ
γείτων ὁμότοιχος ἐρείδει,
καὶ πότμος εὐθυπορῶν
ἀνδρὸς ἔπαισεν
ἄφαντον ἕρμα.
καὶ τὸ μὲν πρὸ χρημάτων
κτησίων ὄκνος βαλὼν
σφενδόνας ἀπ᾿ εὐμέτρου,
οὐκ ἔδυ πρόπας δόμος
πημονᾶς γέμων ἄγαν,
οὐδ᾽ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλαφής τε καὶ ἐξ
ἀλόκων ἐπετειᾶν
νῆστιν ὤλεσεν νόσον.
τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
προπάροιθ᾽ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
οὐδὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν
Ζεὺς αὔτ᾽ ἔπαυσ᾽ [ἐπ᾿ εὐλαβείᾳ].
εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
προφθάσασα καρδία
γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομένα ποτὲ καί-
ριον ἐκτολυπεύσειν
ζωπυρουμένας φρενός.
ΚΛ.
εἴσω κομίζου καὶ σὺ, Κασάνδραν λέγω,
ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
ἔκβαιν᾿ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.
καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
ἔχεις παρ᾽ ἡμῶν οἷάπερ νομίζεται.
ΧΟ.
σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντὸς δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτων
πείθοιὶ ἂν, εἰ πείθοι· ἀπειθοίης δ᾽ ἴσως.
ΚΛ.
ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
ΧΟ.
ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.
ΚΛ.
οὔτοι θυραίαν τῇδ᾽ ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρὸς,
ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον,
σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
ΧΟ.
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
ΚΛ.
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.
ΧΟ.
ἐγὼ δ᾽, ἐποικτείρω γὰρ, οὐ θυμώσομαι.
ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
ΚΑΣΑΝΔΡΑ.
ὀτοτοτοῖ τοτοῖ δᾶ.
"Απολλον "Απολλον.
ΧΟ.
τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
KA.
ότοτοτοῖ τοτοῖ δᾶ.
"Απολλον "Απολλον.
ΧΟ.
ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
"ΚΑ.
" Απολλον ῎Απολλον
ἀγυιᾶτ᾽ ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
ΧΟ.
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
ΚΑ.
῎Απολλον ῎Απολλον
ἀγυιᾶτ᾽ ἀπόλλων ἐμός.
ὦ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;
ΧΟ.
πρὸς τὴν Ατρειδῶν· εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
KA.
μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
αὐτόφονα κακὰ κάκ', ἀρτάνας,
ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
ΧΟ.
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
KA.
μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι·
κλαόμενα τάδε βρέφη, σφαγάς,
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
ΧΟ.
ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦσμεν, προφήτας δ᾽ οὔτινας ματεύομεν.
ΚΑ.
ἰὼ πόποι, τί ποτε μήδεται;
τί τόδε νέον ἄχος μέγα
μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽
ἑκὰς ἀποστατεῖ.
ΧΟ.
τούτων ἄϊδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ᾽ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.
ΚΑ.
ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα; πῶς φράσω τέλος;
τάχος γὰρ τόδ᾽ ἔσται· προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.
ΧΟ.
οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
ΚΑ.
ἐὴ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
ἢ δίκτυόν τι ῞Αιδου;
ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
ΧΟ.
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει
ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφής
σταγὼν, ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς.
ταχεῖα δ᾽ ἄτα πέλει.
KA.
ἀᾶ, ἰδοὺ ἰδού· ἄπεχε τᾶς βοὸς
τὸν ταῦρον· ἐν πέπλοισι
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει· πίτνει δ᾽ ἐν ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.
ΧΟ.
οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
πολυεπεῖς τέχναι θεσπιῳδοί
φόβον φέρουσιν μαθεῖν.
KA.
ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
τὸ γὰρ ἐμὸν θροεῖς πάθος ἐπεγχέας.
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγεν;
οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γαρ;
ΧΟ.
φρενομανής τις εἶ θεοφόρητος, ἀμφὶ δ᾽ αὑτᾶς
θροεῖς
νόμον ἄνομον, οἷά τις ξουθὰ
ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσὶν
Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς ἀηδὼν
βίον.
ΚΑ.
ἰὰ λιγείας μόρον ἀηδόνος·
περεβάλοντό οἱ πτεροφόρον δέμας
θεοὶ γλυκύν τ' αἰῶνα κλαυμάτων ἄτερ·
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
ΧΟ.
πόθεν ἐπισσύτους θεοφόρους ἔχεις ματαίους
δύας,
τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμο-
νας;
KA.
ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαιν ἠνυτόμαν τρο-
φαῖς·
νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κάχερουσίους
ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα.
ΧΟ.
τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεογνὸς ἀνθρώπων μάθοι.
πέπληγμαι δ᾽ ὑπὸ δήγματι φοινίῳ
δυσαλγεῖ τύχᾳ μινυρὰ θρεομένας, θαύματ᾿ ἐμοὶ
κλύειν.
ΚΑ.
ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
ἰὼ πρόπυργοι θυσίαι πατρὸς
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ᾽ οὐδὲν
ἐπήρκεσαν
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐν πέδῳ βαλῶ.
ΧΟ.
ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.
καί τίς σε κακοφρονῶν τίθη-
σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερά θανατοφόρα. τέρμα δ'
ἀμηχανῶ.
KA.
καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
ἔσται δεδορκώς νεογάμου νύμφης δίκην·
λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
πνέων ἐσάξειν, ὥστε κύματος δίκην
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
μεῖζον· φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς
σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
καὶ μὴν πεπωκώς γ', ὡς θρασύνεσθαι πλεον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτην· ἐν μέρει δ᾽ ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τὸ μὴ εἰδέναι
λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.
ΧΟ.
καὶ πῶς ἂν ὅρκου πῆγμα γενναίως παγὲν
παιώνιον γένοιτο; θαυμάζω δέ σε
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
KA.
μάντις μ' Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.
ΧΟ.
μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
KA.
προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
ΧΟ.
ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
KA.
ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.
ΧΟ.
ἢ καὶ τέκνων εἰς ἔργον ἠλθέτην νόμῳ;
KA.
ξυναινέσασα Λοξίαν ἐψευσάμην.
ΧΟ.
ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
KA.
ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.
ΧΟ.
πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ;
KA.
ἔπειθον οὐδέν οὐδὲν, ὡς τάδ᾽ ἤμπλακον.
ΧΟ.
ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
KA.
ἰοὺ τοὺ, ὦ ὦ κακά.
ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασι;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
σὺν ἐντέροις τε σπλάγχν, ἐποίκτιστον γέμος,
πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ
λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
οἰκουρὸν, οἴμοι, τῷ μολόντι δεσπότη
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τ᾽ ἔπαρχος Ἰλίου τ᾽ ἀναστάτης
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
λέξασα κἀκτείνασα φαιδρόνους, δίκην
ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα θῆλυς ἄρσενος φονεὺς
ἐστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ' ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
θύουσαν "Αιδου μητέρ᾽ ἄσπονδόν τ' "Αρη
φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρία.
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρών
ἄγαν ἀληθόμαντιν οἰκτείρας ἐρεῖς.
ΧΟ.
τὴν μὲν θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ' ἔχει
κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
ΚΑ.
Αγαμέμνονός σε φημ᾽ ἐπόψεσθαι μόρον.
ΧΟ.
εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
KA.
ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
ΧΟ.
οὔκ, εἴπερ ἔσται γ᾽· ἀλλὰ μὴ γένοιτό πως.
KA.
σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
ΧΟ.
τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται?
ΚΑ.
ἢ κάρτ ἄρ᾽ ἂν παρεσκόπεις χρησμῶν ἐμῶν.
ΧΟ.
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
ΚΑ.
καὶ μὴν ἄγαν γ' Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
ΧΟ.
καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ᾽ ὅμως.
ΚΑ.
παπαῖ, οἷον τὸ πῦρ ἐπέρχεται δέ μοι.
ὀτοτοῖ, Λύκει ῎Απολλον, οἳ ἐγὼ ἐγώ.
αὕτη δίπους λέαινα συγκοιμωμένη
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει ποτῷ,
κἀπεύχεται θήγουσα φωτὶ φάσγανον
ἐμῆς ἀγωγῆς ἀντιτίσεσθαι φόνον.
τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
ἰť᾽ ἐς φθόρον πεσόντ, ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι.
ἄλλην τιν᾿ ἄτην ἀντ ἐμοῦ πλουτίζετε.
ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
κὰν τοῖσδε κόσμοις καταγελωμένην μετὰ
φίλων, ὑπ᾽ ἐχθρῶν, οὐ διχορρόπως, μάτην.
καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην.
καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρίου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει,
θερμῷ κοπεῖσαν φοινίῳ προσφάγματι.
οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
ἄραρε γάρ τις ὅρκος ἐκ θεῶν μέγας,
ἥξειν τιν᾿ ὑπτίασμα κειμένου πατρός.
τί δῆτ᾽ ἐγὼ κάτοικος ὧδ᾽ ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλιου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἶχον πόλιν,
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
ἰοῦσα κἀγὼ τλήσομαι τὸ κατθανεῖν.
῞Αιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω·
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
ΧΟ.
ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
KA.
οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνῳ πλέω.
ΧΟ.
ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.
KA.
ἥκει τόδ᾽ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
ΧΟ.
ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾿ εὐτόλμου φρενός.
ΚΑ.
ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
ΧΟ.
οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
ΚΑ.
ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
ΧΟ.
τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος;
KA.
φεῦ φεῦ.
ΧΟ.
τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
KA.
φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.
ΧΟ.
καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.
KA.
ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.
ΧΟ.
οὐ Σύριον ἀγλάϊσμα δώμασιν λέγεις.
KA.
ἀλλ᾽ εἶμι κὰν δόμοισι κωκύσουσ᾽ ἐμὴν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
ἰὼ ξένοι.
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ,
ἀλλ᾽ ὡς θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντ᾿ ἐμοῦ θάνῃ,
ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.
ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.
ΧΟ.
ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου.
KA.
ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν ἢ θρῆνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ᾽ ἐπεύχομαι
πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις
ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
ἰὼ βρότεια πράγματ᾽· εὐτυχοῦντα μὲν
σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχοῖ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτείρω πολύ.
ΧΟ.
τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ᾽
οὔτις ἀπειπὼν εἴργει μελάθρων,
μηκέτ᾽ ἐσέλθῃς, τάδε φωνῶν.
καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
μάκαρες Πριάμου·
θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει.
νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσει
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
ποινὰς θανάτων ἐπικρανεῖ,
τίς ποτ᾽ ἂν εὔξαιτο βροτῶν ἀσινεῖ
δαίμονι φῦναι τάδ᾽ ἀκούων;
ΑΓ.
ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
ΧΟΡΟΥ
ὁ ά.
σῖγα· τίς πληγὴν ἀϋτεῖ καιρίως οὐτασμένος;
ΑΓ.
ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.
β΄.
τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγματι.
γ΄.
ἀλλὰ κοινωσαίμεθ᾽ ἂν πῶς ἀσφαλῆ βουλεύματα;
δ΄.
ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.
ε΄.
ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.
5΄.
κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ᾽ ἀκμή.
ζ΄.
ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς
τυραννίδος σημεῖα πράσσοντες πόλει.
η΄.
χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.
θ'.
οὐκ οἶδα βουλῆς ἦστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.
ί.
κἀγὼ τοιοῦτός εἰμ', ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.
ια΄.
ἢ καὶ βίου τείνοντες ὧδ᾽ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;
ιβ΄.
ἀλλ᾽ οὐκ ἀνεκτὸν, ἀλλὰ κατθανεῖν κρατεῖ·
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.
ιγ΄.
ἡ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;
ιδ΄.
σάφ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.
ιε΄.
ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
ΚΛ.
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἂν
φάρξειεν, ὕψος κρείσσον ἐκπηδήματος;
ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·
ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾿ ἐξειργασμένοις.
οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι·
ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον,
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ίχθύων,
περιστιχίζω, πλοῦτον εἵματος κακόν.
παίω δέ νιν δίς· κὰν δυοῖν οἰμωγμάτοιν
μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
῞Αιδου νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἦσσον ἢ διοσδότῳ
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε,
χαίροιτ ἂν, εἰ χαίροιτ', ἐγὼ δ᾽ ἐπεύχομαι.
εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ,
τῷδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
ΧΟ
θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
ἥτις τοιονδ᾽ ἐπ᾿ ἀνδρὶ κομπάζεις λόγον.
ΚΛ.
πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
λέγω· σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις
ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
πόσις, νεκρὸς δὲ, τῆσδε δεξιᾶς χερὸς
ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.
ΧΟ.
τί κακὸν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν
ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον
τόδ᾽ ἐπέθου θύος, δαμοθρόους τ᾿ ἀρὰς
ἀπέδικες ἀπέτεμες; ἀπόπολις δ᾽ ἔσει
μῖσος ὄβριμον ἀστοῖς.
ΚΛ.
νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀρὰς,
οὐδὲν τόδ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων·
ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
ὠδῖν, ἐπῳδὸν θρηκίων ἀημάτων.
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν,
μιασμάτων ἄποιν; ἐπήκοος δ᾽ ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης
ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ
ἄρχειν· ἐὰν δὲ τούμπαλιν κραίνῃ θεὸς,
γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν,
ΧΟ.
μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες·
ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται·
λίπος ἐπ᾿ ὀμμάτων αἵματος ἐμπρέπειν
ἄτιτον. ἔτι σὲ χρὴ στερομέναν φίλων
τύμμα τύμματι τῖσαι.
ΚΛ.
καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
"Ατην Ἐρινύν θ', αἶσι τόνδ᾽ ἔσφαξ᾽ ἐγὼ,
οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς
Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
Χρυσηΐδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ·
ἥ τ' αἰχμάλωτος ἥδε καὶ τερασκόπος
ἡ κοινόλεκτρος τοῦδε θεσφατηλόγος
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην.
ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
τὸν ὕστατον μέλψασα θανάσιμον γόον
κεῖται φιλήτωρ τοῦδ᾽, ἐμοὶ δ᾽ ἐπήγαγεν
εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
ΧΟ.
φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, μηδὲ δε-
μνιοτήρης,
μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν
Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου
πολλὰ τλάντος γυναικὸς διαί;
πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
ἰὼ ἰὼ παράνους Ἑλένα
μία τὰς πολλὰς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
νῦν δὲ τελείαν * *
η πολύμναστον ἐπηνθίσω αἷμ᾽ ἄνιπτον,
ἥτις ἦν τότ᾽ ἐν δόμοις
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
ΚΛ.
μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽
ἀξύστατον ἄλγος ἔπραξε.
ΧΟ.
δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυίοισι Ταν-
ταλίδαισιν,
κράτος τ ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
ἐπὶ δὲ σώματος δίκαν
κόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμως
ὕμνον ὑμνεῖν * * ἐπεύχεται.
ΚΛ.
νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρῃ τρέφεται, πρὶν καταλῆξαι
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
ΧΟ.
ἦ μέγαν οἴκοις τοῖσδε
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτηρᾶς τύχας ἀκορέστου·
ἰὴ ἰὴ διαὶ Διὸς παναιτίου πανεργέτα.
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται?
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν?
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενος ἐκ φιλιας τί ποτ' εἶπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
ΚΛ.
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·
μηδ᾽ ἐπιλεχθῇς
Ἀγαμεμνονίαν εἶναί μ᾿ ἄλοχον.
φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ατρέως χαλεποῦ θοινατῆρος
τόνδ᾽ ἀπέτισεν,
τέλεον νεαροῖς ἐπιθύσας.
ΧΟ.
ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
πῶς πῶς; πατρόθεν δὲ συλλήπτωρ γένοιτ᾽ ἂν
ἀλάστωρ.
βιάζεται δ᾽ ὁμοσπόροις ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης· ὅποι δὲ καὶ προβαίνων
πάχνᾳ κουροβόρῳ παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ' εἶπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
ΚΛ.
[οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.]
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκ᾽;
ἀλλ᾿ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθὲν,
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν "Αιδου μεγαλαυχείτω,
ξιφοδηλήτω
θανάτῳ τίσας ἅπερ ἔρξεν.
ΧΟ.
ἀμηχανῶ φροντίδος στερηθεὶς
εὐπάλαμον μέριμναν
ὅπα τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὅμβρου κτύπον δομοσφαλή
τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
δίκην δ᾽ ἐπ᾿ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
δροίτας κατέχοντα χαμεύνην.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἡ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ
ἄνδρα τὸν αὐτῆς, ἀποκωκῦσαι
ψυχὴν, ἄχαριν χάριν ἀντ᾿ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιος αἶνος ἐπ᾿ ἀνδρὶ θείῳ
σὺν δάκρυσιν ἰάπτων
ἀλαθείᾳ φρενῶν πονήσει;
ΚΛ.
οὐ σὲ προσήκει τὸ μέλημα λέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.
ΧΟ.
ὄνειδος ἥκει τόδ᾽ ἀντ ὀνείδους.
δύσμαχα δ᾽ ἔστι κρῖναι.
φέρει φέροντ, ἐκτίνει δ᾽ ὁ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα. θέσμιον γάρ·
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄτᾳ.
ΚΛ.
ἐς τόνδ᾽ ἐνέβης ξὺν ἀληθείᾳ
χρησμόν. ἐγὼ δ᾽ οὖν
ἐθέλω δαίμονι ταῷ Πλεισθενιδῶν
ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθ᾽, ὃ δὲ λοιπὸν, ἱόντ᾽
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι·
κτεάνων τε μέρος
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.
ΑΙΓΙΣθΟΣ.
ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄγη,
ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων
τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοὶ,
χερὸς πατρώας ἐκτίνοντα μηχανάς
Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατὴρ,
πατέρα θυέστην τὸν ἐμὸν, ὡς τορῶς φράσαι,
αὑτοῦ δ᾽ ἀδελφὸν, ἀμφίλεκτος ἂν κράτει,
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
τλήμων θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον.
αὐτοῦ ξένια δὲ τοῦδε δύσθεος πατήρ
Ἀτρεὺς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ
τώμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
ἔθρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθήμενος
ἄσημ᾽· ὁ δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾶς, γένει.
κἄπειτ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγῆς ἐμῶν,
μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δέκ᾽ ἀθλίῳ πατρὶ
συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις·
τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν.
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὢν,
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοὶ,
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
ΧΟ.
Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
σὺ δ᾽ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
ΑΙ.
σὺ ταῦτα φωνεῖς νερτέρα προσήμενος
κώπη, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
γνώσει γέρων ὢν ὡς διδάσκεσθαι βαρύ
τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
ἰατρομάντεις, οὐχ ὁρᾶς ὁρῶν τάδε;
πρὸς κέντρα μὴ λάκτιζε, μὴ πταίσας μογῆς.
ΧΟ.
γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης νέου
οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνουσ᾽ ἅμα
ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;
ΑΙ.
καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾶ,
σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξει· κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ.
ΧΟ.
ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει,
ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρου,
δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως;
ΑΙ.
τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἡ παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον· ἀλλ᾽ ὁ δυσφιλής σκότῳ
λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
ΧΟ.
τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ
χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτειν; Ορέστης ἆρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
ΑΙ.
ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα.
XO.
ΑΙ.
εἶα δὴ, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
ΧΟ.
εἶα δὴ, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
ΑΙ.
ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
ΧΟ.
δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ᾽ αἱρούμεθα.
ΚΛ.
μηδαμῶς, ὦ φίλτατ' ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος·
πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει· μηδὲν αἱματώμεθα.
στεῖχε καὶ σὺ χοὶ γέροντες πρὸς δόμους πεπρωμένους,
πρὶν παθεῖν ἔρξαντες καιρὸν χρῆν τάδ᾽ ὡς ἐπράξαμεν.
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις γ᾽ ἐχοίμεθ᾽ ἂν,
δαίμονος χολῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδ᾽ ἔχει λόγος γυναικὸς, εἴ τις ἀξιοῦ μαθεῖν.
ΑΙ.
ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν κρατοῦντα
ΧΟ.
οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
ΑΙ.
ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
ΧΟ.
οὐκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολείν.
ΑΙ.
οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
ΧΟ.
πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ παρα.
ΑΙ.
ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
ΧΟ.
κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
ΚΛ.
μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων· ἐγὼ
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.