Ἀγαμέμνων Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences About 160Kb Trustees of Tufts University Medford, MA Perseus Project Aeschylus Aeschyli tragoediae Gottfried Hermann Lipsiae Apud Weidmannos 1852 2 OCR from HathiTrust

This pointer pattern extracts lines

Greek, Ancient (to 1453) Latin Regularized Hermann's 1852 Agamemnon in TEI/EpiDoc format using the Hermann Eumenides structure (URN: urn:cts:greekLit:tlg0085.tlg005.hermann1852-grc2).
Τὰ τοῦ δράματος πρόσωπαΦύλαξΧορὸς ΠρεσβυτῶνΚλυταιμνήστραΤαλθύβιος ΚῆρυξἈγαμέμνωνΚασσάνδραΑἴγισθος
Φύλαξ θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν, ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ. εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην· τί μήν; φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ, τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ· ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος, κλαίω τότ' οἴκου τοῦδε συμφορὰν στένων, οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου. νῦν δ᾽ εὐτυχὴς γένοιτ' ἀπαλλαγὴ πόνων εὐαγγέλου φανέντος ὀρφναίου πυρός. (ἰοῦ, ἰοῦ.) ὦ χαῖρε λαμπτήρ νυκτός, ἡμερήσιον Φύλαξ φάος πιφαύσκων καὶ χορῶν κατάστασιν πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν. Ἀγαμέμνονος γυναικὶ σημανῶ τορῶς, ὡς ἐξανιστῇ λέκτρων ὡς τάχος, δόμοις ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει· αὐτός τ' ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δ᾽ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας βέβηκεν· οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι, σαφέστατ᾽ ἂν λέξειεν. ὡς ἑκὼν ἐγὼ μαθοῦσιν αὐδῶ, κοὐ μαθοῦσι λήθομαι. Χορὸς Πρεσβυτῶν δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν, στόλον Ἀργείων χιλιοναύταν τῆσδ᾽ ἀπὸ χώρας ἦραν, στρατιῶτιν ἀρωγάν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη, τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη πόνον ὀρταλίχων ὀλέσαντες· ὕπατος δ᾽ ἀΐων ἤ τις Ἀπόλλων, ἢ Πάν, ἢ Ζεύς, οἰωνόθροον Χορὸς Πρεσβυτῶν γόον ὀξυβόαν, τῶνδε μετοίκων ὑστερόποινον πέμπει παραβᾶσιν Ἐρινύν. οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων ἐπ' Ἀλεξάνδρῳ πέμπει ξένιος Ζεύς, πολυάνορος ἀμφὶ γυναικὸς πολλὰ παλαίσματα καὶ γυιοβαρῆ, γόνατος κονίαισιν ἐρειδομένου διακναιομένης τ' ἐν προτελείοις κάμακος, θήσων Δαναοῖσιν, Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπῃ νῦν ἔστι· τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον· οὔθ᾽ ὑποκλαίων οὔθ᾽ ὑπολείβων ἀπύρων ἱερῶν ὀργὰς ἀτενεῖς παραθέλξει. ἡμεῖς δ᾽ ἀτίτᾳ σαρκὶ παλαιᾷ τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες μίμνομεν, ἰσχὺν ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων ἐντὸς ἀνάσσων ἰσόπρεσβυς, Ἄρης δ' οὐκ ἔνι χώρᾳ, τό θ᾽ ὑπεργήρων φυλλάδος ἤδη κατακαρφομένης τρίποδας μὲν ὁδοὺς στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων ὄναρ ἡμερόφαντον ἀλαίνει. σὺ δέ, Τυνδάρεω θύγατερ, βασίλεια Κλυταιμνήστρα, τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη, τίνος ἀγγελίας πειθοῖ περίπεμπτα θυοσκεῖς; πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, τῶν τ᾽ οὐρανίων τῶν τ' ἀγοραίων, Χορὸς Πρεσβυτῶν βωμοὶ δώροισι φλέγονται· ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, ἣ νῦν ποτὲ μὲν κακόφρων τελέθει, ποτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὰ φαίνουσ' ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον τῆς θυμοβόρου φρενολύπης. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνείει πειθὼ μολπάν, ἀλκᾷ σύμφυτος αἰών· ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονα ταγάν, πέμπει ξὺν δορὶ πράκτορι *ποινᾶς* θοῦριος ὄρνις Τευκρίδ᾽ ἐπ' αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν, ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς, φανέντες ἔκταρ μελάθρων, χερὸς ἐκ δοριπάλτου, παμπρέπτοις ἐν ἕδραισιν, βοσκόμενοι λαγίναν ἐρικύμονα φέρματι γένναν, βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω. κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς Ἀτρείδας μαχίμους, ἐδάη λαγοδαίτας πομπούς τ' ἀρχάς· οὕτω δ᾽ εἶπε τεράζων· Χορὸς Πρεσβυτῶν χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργων κτήνη πρόςθετα δημιοπληθῆ Μοῖρα λαπάξει πρὸς τὸ βίαιον. οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν. οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἁγνὰ πτανοῖσιν κυσὶ πατρός, αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν· στυγεῖ δὲ δεῖπνον αἰετῶν. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω. τόσσον περ εὔφρων ἁ καλά, δρόσοις ἀέπτοις μαλερῶν λεόντων πάντων τ' ἀγρονόμων φιλομάστοις θηρῶν ὀβρικάλοις ἔπι τερπνά, τούτων αἰτεῖ ξύμβολα κρᾶναι, δεξιὰ μέν, κατάμομφα δὲ φάσματα. ἰήϊον δὲ καλέω Παιᾶνα, μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν', ἄδαιτον, νεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα *φωτός.* μίμνει γὰρ φοβερὰ παλίνορτος οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος. τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν μόρσιμ᾽ ἀπ' ὀρνίθων ὁδίων οἴκοις βασιλείοις· τοῖς δ᾽ ὁμόφωνον αἴλινον αἴλινον εἰπέ, τὸ δ' εὖ νικάτω. Ζεύς, ὅςτις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προςεννέπω. οὐκ ἔχω προςεικάσαι, Χορὸς Πρεσβυτῶν πάντ᾽ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος χρὴ βαλεῖν ἐτητύμως. οὐδ᾽ ὅςτις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, οὐδὲ λέξεται πρὶν ὤν· ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν· τὸν φρονεῖν βροτοὺς ὁδώ- σαντα, τῷ πάθει μάθος θέντα κυρίως ἔχειν. στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας μνησιπήμων πόνος· καὶ παρ᾽ ἄ- κοντας ἦλθε σωφρονεῖν. δαιμόνων δέ που χάρις βίαιος σέλμα σεμνὸν ἡμένων. καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέσ- βυς νεῶν Ἀχαιϊκῶν, μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ- νοντ' Ἀχαιϊκὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρόθοις ἐν Αὐλίδος τόποις, πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι, νήστιδες, δύςορμοι, βροτῶν ἄλαι, νεῶν τε καὶ πεισμάτων ἀφειδεῖς, Χορὸς Πρεσβυτῶν παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄνθος Ἄργους· ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν μάντις ἔκλαγξεν, προφέρων Ἄρτεμιν, ὥςτε χθόνα βά- κτροις ἐπικρούσαντας Ἀτρεί- δας δάκρυ μὴ κατασχεῖν· ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν· βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δ᾽, εἰ τέκνον δαΐξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν ῥεέθροις πατρῴους χέρας πέλας βωμοῦ. τί τῶνδ᾽ ἄνευ κακῶν; πῶς λιπόναυς γένωμαι, ξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας παρθενίου θ' αἵματος αὐ- δᾷ περιόργως ἐπιθυ- μεῖν θέμις. εὖ γὰρ εἴη. ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον, φρενὸς πνέων δυςσεβῆ τροπαίαν ἄναγνον, ἀνίερον, τόθεν τὸ παντότολμον φρονεῖν μετέγνω. βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν θυτὴρ γενέσθαι θυγατρός, γυναικοποίνων πολέμων ἀρωγὰν καὶ προτέλεια ναῶν. Χορὸς Πρεσβυτῶν λιτὰς δὲ καὶ κληδόνας πατρῴους παρ᾽ οὐδὲν αἰῶνα παρθένειόν τ' ἔθεντο φιλόμαχοι βραβῆς. φράσεν δ᾽ ἀόζοις πατὴρ μετ' εὐχάν, δίκαν χιμαίρας ὕπερθε βωμοῦ πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ λαβεῖν ἀέρδην, στόματός τε καλλιπρῴρου φυλακὰν κατασχεῖν φθόγγον ἀραῖον οἴκοις, βίᾳ χαλινῶν τ' ἀναύδῳ μένει. κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα ἔβαλλ᾽ ἕκαστον θυτήρων ἀπ᾽ ὄμματος βέλει φιλοίκτῳ, πρέπουσα θ᾽ ὡς ἐν γραφαῖς, προςεννέπειν θέλουσ', ἐπεὶ πολλάκις πατρὸς κατ' ἀνδρῶνας εὐτραπέζους ἔμελψεν· ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸς φίλου τριτόσπονδον εὔποτμον παιῶνα φίλως ἐτίμα. τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω· τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. Δίκα δὲ τοῖς μὲν παθοῦσιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον· τὸ προκλύειν δ᾽ ἐπιγνοιη· προχαιρέτω· ἴσον δὲ τῷ προστένειν. τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς. πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὔπραξις, ὡς θέλει τόδ᾽ ἄγχιστον Ἀπίας γαίας μονόφρουρον ἕρκος. ἥκω σεβίζων σόν, Κλυταιμνήστρα, κράτος· δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν Χορὸς Πρεσβυτῶν γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου. σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς, κλύοιμ᾽ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος. Κλυταιμνήστρα εὐάγγελος μέν, ὥςπερ ἡ παροιμία, ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν· Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. Χορὸς Πρεσβυτῶν πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας. Κλυταιμνήστρα Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω; Χορὸς Πρεσβυτῶν χαρὰ μ' ὑφέρπει δάκρυον ἐκκαλουμένη. Κλυταιμνήστρα εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ. Χορὸς Πρεσβυτῶν τί γάρ; τὸ πιστὸν ἔστι τῶνδέ σοι τέκμαρ; Κλυταιμνήστρα ἔστιν· τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ. Χορὸς Πρεσβυτῶν πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις; Κλυταιμνήστρα οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. Χορὸς Πρεσβυτῶν ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις; Κλυταιμνήστρα παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας. Χορὸς Πρεσβυτῶν ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις; Κλυταιμνήστρα τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω. Χορὸς Πρεσβυτῶν καὶ τίς τόδ᾽ ἐξίκοιτ' ἂν ἀγγέλων τάχος; Κλυταιμνήστρα Ἥφαιστος, Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ' ἀγγάρου πυρὸς ἔπεμπεν. Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου, τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε πόντον ὥςτε νωτίσαι ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν πεύκη, τὸ χρυσοφεγγὲς ὡς τις ἥλιος σέλας παραγγείλασα Μακίστου σκοπαῖς· ὃ δ᾽ οὔτι μέλλων, οὐδ᾽ ἀφρασμόνως ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος· ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ' Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἳ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω, γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρά, πλέον καίουσα τῶν εἰρημένων· λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος· ὄρος τ᾽ ἐπ' Αἰγίπλαγκτον ἐξικνούμενον ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός. πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ πορθμοῦ κάτοπτρον πρῶν᾽ ὑπερβάλλειν πρόσω φλέγουσαν, εἶτ᾽ ἔσκηψεν, εἶτ᾽ ἀφίκετο Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς· κάπειτ' Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός. Κλυταιμνήστρα τοιοίδ᾽ ἕτοιμοι λαμπαδηφόρων νόμοι, ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι· νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών. τέκμαρ τοιοῦτον σύμβολόν τε σοὶ λέγω, ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί. Χορὸς Πρεσβυτῶν θεοῖς μὲν αὖθις, ὦ γύναι, προςεύξομαι· λόγους δ᾽ ἀκοῦσαι τούςδε κἀποθαυμάσαι διηνεκῶς θέλοιμ᾽ ἄν, ὡς λέγεις, πάλιν. Κλυταιμνήστρα Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ. οἶμαι βοὴν ἄμικτον ἐν πόλει πρέπειν. ὄξος τ' ἄλειφά τ' ἐγχέας ταὐτῷ κύτει, διχοστατοῦντ᾽ ἄν, οὐ φίλω, προςεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου δέρης ἀποιμώζουσι φιλτάτων μόρον. τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον· ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον, ἐν αἰχμαλώτοις Τρωϊκοῖς οἰκήμασιν ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων δρόσων τ' ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην. εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς τοὺς τῆς ἁλούσης γῆς θεῶν θ' ἱδρύματα, οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν. ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους. δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας Κλυταιμνήστρα κάμψαι διαύλου θάτερον κῶλον πάλιν· θεοῖσι δ᾽ ἀμπλάκητος εἰ μόλοι στρατός, ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων γένοιτ' ἄν, εἰ πρόςπαια μὴ τύχοι κακά. τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις· τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν. πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην. Χορὸς Πρεσβυτῶν γύναι, κατ' ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις. ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια θεοὺς προςειπεῖν εὖ παρασκευάζομαι. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων. ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία μεγάλων κόσμων κτεάτειρα, ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες στεγανὸν δίκτυον, ὡς μήτε μέγαν μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι μέγα δουλείας γάγγαμον, ἄτης παναλώτου. Δία τοι ξένιον μέγαν αἰδοῦμαι τὸν τάδε πράξαντ', ἐπ᾽ Ἀλεξάνδρῳ τείνοντα πάλαι τόξον, ὅπως ἂν μήτε πρὸ καιροῦ μήθ' ὑπὲρ ἄστρων βέλος ἠλίθιον σκήψειεν. Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, πάρεστι τοῦτό γ' ἐξιχνεῦσαι. ἔπραξαν ὡς ἔκρανεν. οὐκ ἔφα τις θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν, ὅσοις ἀθίκτων χάρις πατοῖθ᾽· ὁ δ᾽ οὐκ εὐσεβής. πέφανται δ᾽ ἐκγόνοις ἀτολμήτως Ἄρη Χορὸς Πρεσβυτῶν πνεόντων μεῖζον ἢ δικαίως, φλεόντων δωμάτων ὑπέρφευ· ὑπὲρ τὸ βέλτιστον· ἔστω δ᾽ ἀπή- μαντον, ὥςτε κἀπαρκεῖν εὖ πραπίδων λαχόντα. οὐ γάρ ἐστιν ἔπαλξις πλούτου πρὸς κόρον ἀνδρὶ λακτίσαντι μέγαν Δίκας βωμὸν εἰς ἀφάνειαν. βιᾶται δ᾽ ἁ τάλαινα πειθώ, προβουλόπαις ἄφερτος ἄτας. ἄκος δὲ παμμάταιον. οὐκ ἐκρύφθη, πρέπει δὲ φῶς αἰνολαμπές, σίνος· κακοῦ δὲ χαλκοῦ τρόπον, τρίβῳ τε καὶ προςβολαῖς μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ διώκει παῖς ποτανὸν ὄρνιν, πόλει πρόςτριμμ᾽ ἄφερτον ἐνθείς. λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν· τὸν δ᾽ ἐπίστροφον τῶνδε φῶτ᾽ ἄδικον καθαιρεῖ. οἷος καὶ Πάρις, ἐλθὼν ἐς δόμον τὸν Ἀτρειδᾶν, ᾔσχυνε ξενίαν τράπε- ζαν κλοπαῖσι γυναικός. λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστορας κλόνους λογχίμους τε καὶ ναυβάτας ὁπλισμούς, ἄγουσά τ' ἀντίφερνον Ἰλίῳ φθοράν, βέβακε ῥίμφα διὰ πυλᾶν, ἄτλητα τλᾶσα· πολλὰ δ᾽ ἔστενον τόδ᾽ ἐννέποντες δόμων προφῆται· Χορὸς Πρεσβυτῶν ἰώ, ἰὼ δῶμα, δῶμα καὶ πρόμοι, ἰὼ λέχος καὶ στίβοι φιλάνορες. πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους ἥδιστ᾽ ἀφειμένων ἰδεῖν. πόθῳ δ᾽ ὑπερποντίας φάσμα δόξει δόμων ἀνάσσειν. εὐμόρφων δὲ κολοσσῶν ἔχθεται χάρις ἀνδρί· ὀμμάτων δ᾽ ἐν ἀχηνίαις ἔρρει πᾶσ᾽ Ἀφροδίτα. ὀνειρόφαντοι δὲ πενθήμονες πάρεισι δόξαι φέρουσαι χάριν ματαίαν. μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾶν, παραλλαγαῖσι διὰ χερῶν βέβακεν ὄψις οὐ μεθύστερον πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις. τὰ μὲν κατ' οἴκους ἐφ᾽ ἑστίας ἄχη τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα. τὸ πᾶν δ᾽ ἀφ᾽ Ἑλλανίδος γᾶς ὁρμωμένοις πένθεια πλησικάρδιος δόμων ἑκάστου πρέπει. πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ· οὓς μὲν γάρ τις ἔπεμψεν οἶδεν, ἀντὶ δὲ φωτῶν τεύχη καὶ σποδὸς εἰς ἑκά- στου δόμους ἀφικνεῖται. ὁ χρυσαμοιβὸς δ' Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ Ἰλίου φίλοισι πέμπει βαρὺ ψῆγμα δυςδάκρυτον, ἀν- τήνορος σποδοῦ γεμί- Χορὸς Πρεσβυτῶν ζων λέβητας εὐθέτους. στένουσι δ᾽ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ' ἀλ- λοτρίας διαὶ γυναικός· τάδε σιγά τις βαΰζει· φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρπει προδίκοις Ἀτρείδαις. οἳ δ᾽ αὐτοῦ περὶ τεῖχος θήκας Ἰλιάδος γᾶς εὔμορφοι κατέχουσιν· ἐχ- θρὰ δ᾽ ἔχοντας ἔκρυψεν. βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ· δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος. μένει δ᾽ ἀκοῦσαί τί μου μέριμνα νυκτηρεφές. τῶν πολυκτόνων γὰρ οὐκ ἄσκοποι θεοί. κελαι- ναὶ δ᾽ Ἐρινύες χρόνῳ τυχηρὸν ὄντ᾽ ἄνευ δίκας παλιντυχεῖ τριβᾷ βίου τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀΐστοις τελέθοντος οὔτις ἀλκά· τὸ δ᾽ ὑπερκόπως κλύειν εὖ βαρύ· βάλλεται γὰρ ὄσσοις Διόθεν κεραυνός. κρίνω δ᾽ ἄφθονον ὄλβον. μήτ᾽ εἴην πτολιπόρθης, μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ- λων βίον κατίδοιμι. Χοροῦ Α πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου πόλιν διήκει θοὰ Χοροῦ Α βάξις· εἰ δ᾽ ἐτήτυμος, τίς οἶδεν; εἴ τι θεῖόν ἐστι μὴ ψύθος. Χοροῦ Β τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος, φλογὸς παραγγέλμασιν νέοις πυρωθέντα καρδίαν, ἔπειτ᾽ ἀλλαγᾷ λόγου καμεῖν; Χοροῦ Γ γυναικὸς αἰχμᾷ πρέπει πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι. Χοροῦ Δ πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται ταχύπορος· ἀλλὰ ταχύμορον γυναικογήρυτον ὄλλυται κλέος. Χορὸς Πρεσβυτῶν τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, εἴτ᾽ οὖν ἀληθεῖς, εἴτ᾽ ὀνειράτων δίκην τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας. κήρυκ᾽ ἀπ' ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων· τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον. εὖ γὰρ πρὸς εὖ φανεῖσι προςθήκη πέλοι. ὅςτις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. Κῆρυξ ἰὼ πατρῷον οἶδας Ἀργείας χθονός, δεκάτῳ σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους, πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. οὐ γάρ ποτ' ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ θανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος, ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ' ἄναξ, Κῆρυξ τόξοις ἰάπτων μηκέτ' εἰς ἡμᾶς βέλη· ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος· νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, ἄναξ Ἄπολλον. τούς τ᾿ ἀγωνίους θεοὺς πάντας προςαυδῶ, τόν τ' ἐμὸν τιμάορον Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θᾶκοι, δαίμονές τ' ἀντήλιοι, εἴ που πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασιν δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων καὶ τοῖςδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ. ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει, Τροίαν κατασκάψαντα τοῦ δικηφόρου Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον. βωμοὶ δ᾽ ἄϊστοι καὶ θεῶν ἱδρύματα, καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην τοῦ ῥυσίου θ' ἥμαρτε καὶ πανώλεθρον αὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θαμαρτία. Χορὸς Πρεσβυτῶν κήρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ. Κῆρυξ χαίρω· θεοῖσι τεθνάναι δ᾽ οὐκ ἀντερῶ. Χορὸς Πρεσβυτῶν ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν; Κῆρυξ ὥςτ᾽ ἐκδακρύειν γ' ὄμμασιν χαρᾶς ὕπο. Χορὸς Πρεσβυτῶν τερπνῆς ἄρ᾽ ἦστε τῆσδ᾽ ἐπήβολοι νόσου; Κῆρυξ πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου. Χορὸς Πρεσβυτῶν τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. Κῆρυξ ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις; Χορὸς Πρεσβυτῶν ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ' ἀναστένειν. Κῆρυξ πόθεν τὸ δύςφρον τοῦτ᾽ ἐπῆν στύγος στρατῷ; Χορὸς Πρεσβυτῶν πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. Κῆρυξ καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς; Χορὸς Πρεσβυτῶν ὡς νῦν τὸ σὸν δὴ καὶ θανεῖν πολλὴ χάρις. Κῆρυξ εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν, τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν ἅπαντ᾽ ἀπήμων τὸν δι' αἰῶνος χρόνον; μόχθους γὰρ εἰ λέγοιμι καὶ δυςαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ στένοντες, οὐ λαχόντες ἤματος μέρος; τὰ δ᾽ αὖτε χέρσῳ καὶ προςῆν πλέον στύγος· εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν· ἐξ οὐρανοῦ γὰρ κἀπὸ γῆς λειμώνιαι δρόσοι κατεψέκαζον, ἔμπεδον σίνος ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον, Κῆρυξ οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών, ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών· τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος· παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου; καὶ πολλὰ χαίρειν συμφοραῖς καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖς Ἀργείων στρατοῦ νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει. ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει, ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις· “Τροίαν ἑλόντες δήποτ' Ἀργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα δόμοις ἐπασσάλευσαν ἀρχαῖον γέρας.” τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται Διὸς τάδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον. Χορὸς Πρεσβυτῶν νικώμενος λόγοισιν οὐκ ἀναίνομαι. ἀεὶ γὰρ ἡβᾷ τοῖς γέρουσιν εὖ μαθεῖν. δόμοις δὲ ταῦτα καὶ Κλυταιμνήστρᾳ μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. Κλυταιμνήστρα ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τ' ἀνάστασιν. καί τίς μ' ἐνίπτων εἶπε, “φρυκτωρῶν δία πεισθεῖσα, Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.” λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην. ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν Κλυταιμνήστρα ἔλασκον εὐφημοῦντες, ἐν θεῶν ἕδραις θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σ' ἐμοὶ λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι. τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἄνδρα σώσαντος θεοῦ, πύλας ἀνοῖξαι; ταῦτ᾽ ἀπάγγειλον πόσει· ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει· γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύςφροσιν, καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς. τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων, οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. Χορὸς Πρεσβυτῶν αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι, εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. Κῆρυξ οὐκ ἔσθ' ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. Χορὸς Πρεσβυτῶν πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις; σχισθέντα δ᾽ οὐκ εὐκρυπτα γίγνεται τάδε. Κῆρυξ ἀνὴρ ἄφαντος ἐξ Ἀχαιϊκοῦ στρατοῦ, αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. Χορὸς Πρεσβυτῶν πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; Κῆρυξ ἔκυρσας ὥςτε τοξότης ἄκρος σκοποῦ· μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. Χορὸς Πρεσβυτῶν πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο; Κῆρυξ οὐκ οἶδεν οὐδεὶς ὥςτ᾽ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. Χορὸς Πρεσβυτῶν πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; Κῆρυξ εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν. χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ᾽ ἀπευκτὰ πήματ' ἄγγελος πόλει στυγνῷ προςώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα· τοιῶνδε μέντοι πημάτων σεσαγμένον πρέπει λέγειν παιᾶνα τόνδ' Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν; ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίσ τ' ἐδειξάτην, φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν. ἐν νυκτὶ δυςκύμαντα δ᾽ ὠρώρει κακά. Κῆρυξ ναῦς γὰρ πρὸς ἀλλήλαισι θρῄκιαι πνοαὶ ἤρεικον· αἳ δὲ κεροτυπούμεναι βίᾳ χειμῶνι, τυφῷ σὺν ζάλῃ τ' ὀμβροκτύπῳ, ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ' ἐρειπίοις. ἡμᾶς γε μὲν δὴ ναῦν τ' ἀκήρατον σκάφος ἤτοι τις ἐξέκλεψεν ἢ 'ξητήσατο θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών. Τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ἐφέζετο, ὡς μήτ' ἐν ὅρμῳ κύματος ζάλην ἔχειν μήτ' ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ' Ἅιδην πόντιον πεφευγότες, λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας. τί μή; ἡμεῖς τ' ἐκείνους ταῦτ᾽ ἔχειν δοξάζομεν. γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν πρῶτόν τε καὶ μάλιστα προςδόκα μολεῖν. εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διός, οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων. Χορὸς Πρεσβυτῶν τίς ποτ' ὠνόμαζεν ὧδ' ἐς τὸ πᾶν ἐτητύμως μή τις ὅντιν᾽ οὐχ ὁρῶμεν προνοί- αισι τοῦ πεπρωμένου γλῶσσαν ἐν τύχᾳ νέμων; — τὰν δορίγαμβρον ἀμφινεικῆ θ' Χορὸς Πρεσβυτῶν Ἑλέναν, ἐπεὶ πρεπόντως ἑλέναυς, ἕλανδρος, ἑλέπτολις, ἐκ τῶν ἁβροτίμων προκαλυμμάτων ἔπλευσεν Ζεφύρου γίγαντος αὔρᾳ, πολύανδροί τε φεράσπιδες κυναγοὶ κατ᾽ ἴχνος πλάταν ἄφαντον κελσάντων Σιμόεντος ἀ- κτὰς ἐπ᾽ ἀεξιφύλλους δι᾽ ἔριν αἱματόεσσαν. Ἰλίῳ δὲ κῆδος ὀρ- θώνυμον τελεσσίφρων μῆνις ἤλασεν, τραπέζας ἀτί- μωσιν ὑστέρῳ χρόνῳ καὶ ξυνεστίου Διὸς πρασσομένα τὸ νυμφότιμον μέλος ἐκφάτως τίοντας ὑμέναιον, ὃς τότ' ἐπέῤῥεπεν γαμβροῖσιν ἀείδειν. μεταμανθάνουσα δ᾽ ὕμνον Πριάμου πόλις γεραιὰ πολύθρηνον μέγα που στένει, κικλήσκου- σα Πάριν τὸν αἰνόλεκτρον, παμπορθῆ πολύθρηνον αἰ- ῶνα, φίλον πολιτᾶν μέλεον αἷμ' ἀνατλᾶσα. ἔθρεψεν δὲ λέοντα σίνιν δόμοις ἀγάλα- κτον ὧδ᾽ ἀνὴρ φιλόμαστον, ἐν βιότου προτελείοις ἅμερον, εὐφιλόπαιδα, καὶ γεραροῖς ἐπίχαρτον. Χορὸς Πρεσβυτῶν πολέα δ᾽ ἔσχ᾽ ἐν ἀγκάλαις, νεοτρόφου τέκνου δίκαν, φαιδρωπὸς ποτὶ χεῖρα, σαί- νων τε γαστρὸς ἀνάγκαις. χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦθος τὸ πρὸς τοκέων· χάριν τροφᾶς γὰρ ἀμείβων, μηλοφόνοισιν ἄγαισιν δαῖτ᾽ ἀκέλευστος ἔτευξεν· αἵματι δ᾽ οἶκος ἐφύρθη, ἄμαχον ἄλγος οἰκέταις, μέγα σίνος πολυκτόνον· ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ- τας δόμοις προςεθρέφθη. πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν λέγοιμ᾽ ἂν φρόνημα μὲν νηνέμου γαλάνας, ἀκασκαῖόν τ' ἄγαλμα πλούτου, μαλθακὸν ὀμμάτων βέλος, δηξίθυμον ἔρωτος ἄνθος. παρακλίνασ᾽ ἐπέκρανεν δὲ γάμου πικρὰς τελευτάς, δύςεδρος καὶ δυςόμιλος συμένα Πριαμίδαισιν πομπᾷ Διὸς ξενίου νυμφόκλαυτος Ἐρινύς. παλαίφατος δ' ἐν βροτοῖς γέρων λόγος τέτυκται, μέγαν τελεσθέντα φωτὸς ὄλβον τεκνοῦσθαι, μηδ' ἄπαιδα θνῄσκειν· ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει βλαστάνειν ἀκόρεστον οἰζύν. δίχα δ᾽ ἄλλων μονόφρων εἰ- Χορὸς Πρεσβυτῶν μί. τὸ δυςσεβὲς γὰρ ἔργον μετὰ μὲν πλείονα τίκτει, σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ. οἴκων γὰρ εὐθυδίκων καλλίπαις πότμος αἰεί. φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεά- ζουσαν ἐν κακοῖς βροτῶν ὕβριν τότ᾽ ἢ τόθ', ὁπόταν τὸ κύριον μόλῃ φάος, νέας δαίμονά τε τὰν ἄμαχον, ἀπόλεμον, ἀνίερον, θράσος μελαίνας μελάθροισιν Ἄτας, εἰδομέναν τοκεῦσιν. Δίκα δὲ λάμπει μὲν ἐν δυςκάπνοις δώμασιν, τὸν δ᾽ ἐναίσιμον τίει βίον. τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν παλιντρόποις ὄμμασι λιποῦσ᾽, ὅσια προςέμολε, δύναμιν οὐ σέβουσα πλούτου παράσημον αἴνῳ· πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ. ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ', Ἀτρέως γένεθλον, πῶς σε προςείπω; πῶς σε σεβίζω, μήθ' ὑπεράρας μήθ' ὑποκάμψας καιρὸν χάριτος; πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι προτίουσι, δίκην παραβάντες. τῷ δυςπραγοῦντι τ᾽ ἐπιστενάχειν πᾶς τις ἕτοιμος, δῆγμα δὲ λύπης οὐδὲν ἐφ᾽ ἧπαρ προςικνεῖται· καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς Χορὸς Πρεσβυτῶν ἀγέλαστα πρόςωπα βιαζόμενοι. ὅςτις δ᾽ ἀγαθὸς προβατογνώμων, οὐκ ἔστι λαθεῖν ὄμματα φωτός, τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας ὑδαρεῖ σαίνειν φιλότητι. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν Ἑλένης ἕνεκ', οὐκ ἐπικεύσω, κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος, οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων, θάρσος ἑκούσιον ἀνδράσι θνῄσκουσι κομίζων· νῦν δ᾽ οὐκ ἀπ' ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως εὔφρων πόνος εὖ τελέσασιν. γνώσει δὲ χρόνῳ διαπευθόμενος τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν. Ἀγαμέμνων πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους δίκη προςειπεῖν, τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θ' ὧν ἐπραξάμην πόλιν Πριάμου. δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ἰλίου φθοράς ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο· τῷ δ᾽ ἐναντίῳ κύτει ἐλπὶς προςῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις. ἄτης θυελλαι ζῶσι· συνθνῄσκουσα δὲ σποδὸς προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν τίνειν· ἐπείπερ καὶ πάγας ὑπερκόπους ἐπραξάμεσθα, καὶ γυναικὸς οἵνεκα πόλιν διημάθυνεν Ἀργεῖον δάκος, Ἀγαμέμνων ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς, πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν· ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων ἄδην ἔλειξεν αἵματος τυραννικοῦ. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε· τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ' ἔχεις. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν. δύςφρων γὰρ ἰὸς καρδίᾳ προςήμενος ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τ' αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται καὶ τὸν θυραῖον ὄλβον εἰςορῶν στένει. εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι, ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς, δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. μόνος δ' Ὀδυσσεύς, ὅςπερ οὐχ ἑκὼν ἔπλει, ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος· εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω. τὰ δ᾽ ἄλλα, πρὸς πόλιν τε καὶ θεούς, κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον. ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων, ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως, πειρασόμεσθα πήματος τρέψαι νόσον. νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι, οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν. νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι. Κλυταιμνήστρα ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δ᾽ ἀποφθίνει Κλυταιμνήστρα τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα μαθοῦσ᾽, ἐμαυτῆς δύςφορον λέξω βίον τοσόνδ᾽, ὅσονπερ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας παλιγκότους· καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπειςφέρειν κακοῦ κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν ἀνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο φάτις, τέτρηται δικτύου πλέω λέγειν. εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω, χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβών, ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων, πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ' ὑπ᾽ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους ἀναρχία βουλὴν καταρρίψειεν, ὥςτε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει. ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών. ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω, τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν Κλυταιμνήστρα λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου. νῦν, ταῦτα πάντα τλᾶσ', ἀπενθήτῳ φρενὶ λέγοιμ' ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα, κάλλιστον ἦμαρ εἰςιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν. τοιοῖςδέ τοί νιν ἀξιῶ προςφθέγμασιν. φθόνος δ᾽ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ ἠνειχόμεσθα· νῦν δέ μοι, φίλον κάρα, ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα. δμῳαί, τί μέλλεθ', αἷς ἐπέσταλται τέλος πέδον κελεύθου στρωννύναι πετάσμασιν; εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος, ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται Δίκη. τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα. Ἀγαμέμνων Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ, ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ· μακρὰν γὰρ ἐξέτεινας· ἀλλ᾽ ἐναισίμως αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας. καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην χαμαιπετὲς βόαμα προςχάνῃς ἐμοί, μηδ' εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών· ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. Ἀγαμέμνων λέγω κατ' ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων κληδὼν ἀϋτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ. εἰ πάντα δ᾽ ὡς πράσσοιμεν, εὐθαρσὴς ἐγώ. Κλυταιμνήστρα καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί. Ἀγαμέμνων γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ. Κλυταιμνήστρα ηὔξω θεοῖς δείσασα ὧδ᾽ ἔρδειν τάδε; Ἀγαμέμνων εἴπερ τις, εἰδώς γ' εὖ τόδ᾽ ἐξεῖπον τέλος. Κλυταιμνήστρα τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν; Ἀγαμέμνων ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. Κλυταιμνήστρα μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον. Ἀγαμέμνων φήμη γε μέντοι δημόθρους μέγα σθένει. Κλυταιμνήστρα ὁ δ᾽ ἀφθόνητός γ' οὐκ ἐπίζηλος πέλει. Ἀγαμέμνων οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. Κλυταιμνήστρα τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. Ἀγαμέμνων ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις; Κλυταιμνήστρα πιθοῦ· κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί. Ἀγαμέμνων ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ', ὑπαί τις ἀρβύλας Ἀγαμέμνων λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. καὶ τοῖσδέ μ' ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν φθείροντα πλοῦτον ἀργυρωνήτους θ' ὑφάς. τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς τήνδ᾽ ἐςκόμιζε· τὸν κρατοῦντα μαλθακῶς θεὸς πρόσωθεν εὐμενῶς προςδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο. ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ᾽ ἐς δόμων μέλαθρα, πορφύρας πατῶν. Κλυταιμνήστρα ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει; τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ, ἔχειν· πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην δόμοισι προὐνεχθέντος ἐν χρηστηρίοις, ψυχῆς κόμιστρα τῆσδε μηχανωμένη. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν· ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ' ὄμφακος πικρᾶς οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει· μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν. Χορὸς Πρεσβυτῶν τίπτε μοι τόδ' ἐμπέδως δεῖμα προστατήριον Χορὸς Πρεσβυτῶν καρδίας τερασκόπου ποτᾶται, μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά· οὐδ᾽ ἀποπτύσας δίκαν δυςκρίτων ὀνειράτων θάρσος εὐπιθὲς ἵζει φρενὸς φίλον θρόνον; χρόνος δέ τοι πρυμνησίων ξὺν ἐμβολαῖς ψαμμίας ἀκάτας παρή- βησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιον ὦρτο ναυβάτης στρατός. πεύθομαι δ᾽ ἀπ' ὀμμάτων νόστον, αὐτόμαρτυς ὤν. τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν θυμός, οὐ τὸ πᾶν ἔχων ἐλπίδος φίλον θράσος. σπλάγχνα δ᾽ οὔτι ματάζει, πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις δίναις κυκλούμενον κέαρ. εὔχομαι δ᾽ ἀπ' ἐμᾶς τὸ πᾶν ἐλπίδος ψύθη πεσεῖν ἐς τὸ μὴ τελεσφόρον. μάλα γέ τοι τὸ πολέος γ' ὑγιειᾶς ἀκόρεστον τέρμα. νόσος γὰρ *ἀεὶ* γείτων ὁμότοιχος ἐρείδει, καὶ πότμος εὐθυπορῶν ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα. καὶ τὸ μὲν πρὸ χρημάτων κτησίων ὄκνος βαλὼν σφενδόνας ἀπ' εὐμέτρου, Χορὸς Πρεσβυτῶν οὐκ ἔδυ πρόπας δόμος πημονᾶς γέμων ἄγαν, οὐδ᾽ ἐπόντισε σκάφος. πολλά τ' ἂν δόσις ἐκ Διὸς ἀμφιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν νῆστιν ὤλεσεν νόσον. τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον προπάροιθ᾽ ἀνδρὸς μέλαν αἷμα τίς ἂν πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων; Ζεὺς δὲ τὸν ὀρθοδαῆ τῶν φθιμένων ἀνάγειν ἔπαυσεν. εἰ δὲ μὴ τεταγμένα μοῖρα μοῖραν ἐκ θεῶν εἶργε μὴ πλέον φέρειν, προφθάσασα καρδίαν γλῶσσα πάντ᾽ ἂν ἐξέχει. νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει θυμαλγής τε καὶ οὐδὲν ἐπελπομένα ποτὲ καίριον ἐκτολυπεύσειν ζωπυρουμένας φρενός. Κλυταιμνήστρα εἴσω κομίζου καὶ σύ· Κασσάνδραν λέγω· ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας. ἔκβαιν᾽ ἀπήνης τῆσδε· μηδ᾽ ὑπερφρόνει. καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ πραθέντα τλῆναι, καὶ ζυγῶν θιγεῖν βίᾳ. εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις. οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς, ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. ἔχεις παρ᾽ ἡμῶν οἷάπερ νομίζεται. Χορὸς Πρεσβυτῶν σοί τοι λέγουσα παύεται σαφῆ λόγον. ἐντὸς δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτων πείθοι᾽ ἂν εἰ πείθοι᾽· ἀπειθοίης δ᾽ ἴσως. Κλυταιμνήστρα ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ. Χορὸς Πρεσβυτῶν ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει. πείθου, λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον. Κλυταιμνήστρα οὔτοι θυραίαν τῇδ᾽ ἐμοὶ σχολὴ πάρα τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός, ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν. σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει. εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον, σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί. Χορὸς Πρεσβυτῶν ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου. Κλυταιμνήστρα ἦ μαίνεταί τε καὶ κακῶν κλύει φρενῶν, ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον ἥκει· χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος. οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι. Χορὸς Πρεσβυτῶν ἐγὼ δ᾽, ἐποικτείρω γάρ, οὐ θυμώσομαι. ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον, εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν. Κασσάνδρα ὀτοτοτοτοῖ πόποι δᾶ. Κασσάνδρα Ἀπόλλων, Ἀπόλλων. Χορὸς Πρεσβυτῶν τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου; οὐ γὰρ τοιοῦτος ὥςτε θρηνητοῦ τυχεῖν. Κασσάνδρα ὀτοτοτοῖ πόποι δᾶ. Ἀπόλλων, Ἀπόλλων. Χορὸς Πρεσβυτῶν ἣ δ᾽ αὖτε δυςφημοῦσα τὸν θεὸν καλεῖ, οὐδὲν προςήκοντ᾽ ἐν γόοις παραστατεῖν. Κασσάνδρα Ἀπόλλων, Ἀπόλλων ἀγυιᾶτ', ἀπόλλων ἐμός. ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον. Χορὸς Πρεσβυτῶν χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν. μένει τὸ θεῖον δουλίᾳ παρὸν φρενί. Κασσάνδρα Ἀπόλλων, Ἀπόλλων ἀγυιᾶτ', ἀπόλλων ἐμός. ὦ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην; Χορὸς Πρεσβυτῶν πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς, ἐγὼ λέγω σοι· καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη. Κασσάνδρα μισόθεον μὲν οὖν, πολλὰ συνίστορα αὐτοφόνα τε κακὰ καὶ ἀρτάνας, ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον. Χορὸς Πρεσβυτῶν ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον. Κασσάνδρα μαρτυρίοισι γὰρ τοῖςδ᾽ ἐπιπείθομαι· κλαίοντα τάδε βρέφη σφαγάς, Κασσάνδρα ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας. Χορὸς Πρεσβυτῶν ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι ἦμεν, προφήτας δ᾽ οὔτινας ματεύομεν. Κασσάνδρα ἰὼ πόποι, τί ποτε μήδεται; τί τόδε νέον ἄχος; μέγα, μέγ' ἐν δόμοισι τοῖςδε μήδεται κακὸν ἄφερτον φίλοισιν, δυςίατον· ἀλκὰ δ᾽ ἑκὰς ἀποστατεῖ. Χορὸς Πρεσβυτῶν τούτων ἀΐδρίς εἰμι τῶν μαντευμάτων. ἐκεῖνα δ᾽ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ. Κασσάνδρα ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς; τὸν ὁμοδέμνιον πόσιν λουτροῖσι φαιδρύνασα, πῶς φράσω τέλος; τάχος γὰρ τόδ᾽ ἔσται· προτείνει δὲ χεὶρ ἐκ χερὸς ὀρέγματα. Χορὸς Πρεσβυτῶν οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ. Κασσάνδρα ἔ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; ἦ δίκτυόν τί γ' Ἅιδου; ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία φόνου. στάσις δ᾽ ἀκόρετος γένει κατολολυξάτω θύματος λευσίμου. Χορὸς Πρεσβυτῶν ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει ἐπορθιάζειν; οὐ με φαιδρύνει λόγος. ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς σταγών, ἅτε καὶ δορὶ πτώσιμοι ξυνανύτει βίου δύντος αὐγαῖς. Χορὸς Πρεσβυτῶν ταχεῖα δ᾽ ἄτα πέλει. Κασσάνδρα ἄ ἄ· ἰδού, ἰδού· ἄπεχε τῆς βοός τὸν ταῦρον· ἐν πέπλοισιν μελαγκέρῳ λαβοῦσα μηχανήματι τύπτει· πίτνει δ᾽ ἐν ἐνύδρῳ κύτει· δολοφόνου λέβητος τύχην σοι λέγω. Χορὸς Πρεσβυτῶν οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος εἶναι, κακῷ δέ τῳ προςεικάζω τάδε. ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ πολυεπεῖς τέχναι θεσπιῳδοὶ φόβον φέρουσιν μαθεῖν. Κασσάνδρα ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι. τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέας. ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες, οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην; τί γάρ; Χορὸς Πρεσβυτῶν φρενομανής τις εἶ θεοφόρητος, ἀμ- φὶ δ᾽ αὑτᾶς θροεῖς νόμον ἄνομον, οἷά τις ξουθὰ ἀκόρετος βοᾶς, φεῦ, φιλοίκτοις ταλαίναις φρεσὶν Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς ἀηδὼν βίον. Κασσάνδρα ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος. περεβάλοντο οἱ πτεροφόρον δέμας θεοὶ γλυκύν τ' αἰῶνα, κλαυμάτων ἄτερ· ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. Χορὸς Πρεσβυτῶν πόθεν ἐπισσύτους θεοφόρους ἔχεις ματαίους δύας, Χορὸς Πρεσβυτῶν τὰ δ᾽ ἐπίφοβα δυςφάτῳ κλαγγᾷ μελοτυπεῖς, ὁμοῦ * στένουσ' * ὀρθίοις ἐν νόμοις; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμονας; Κασσάνδρα ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων· ἰὼ Σκαμάνδρου πάτριον ποτόν. τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαι- ν' ἠνυτόμαν τροφαῖς· νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα. Χορὸς Πρεσβυτῶν τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω, καὶ παῖς νεόγονος ἂν μάθοι. πέπληγμαι δ᾽ ὑπαὶ δάκει φοινίῳ, δυςαλγεῖ τύχᾳ, μινυρὰ θρεομένας, θαύματ᾽ ἐμοὶ κλύειν. Κασσάνδρα ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν· ἰὼ πρόπυργοι θυσίαι πατρός, πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ᾽ οὐδὲν ἐπήρκεσαν τὸ μὴ πόλιν μὲν ὥςπερ οὖν ἔχει παθεῖν. ἐγὼ δὲ θερμὸν οὖς τάχ᾽ ἐν πέδῳ βαλῶ. Χορὸς Πρεσβυτῶν ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω. καί τίς σε κακοφρονῶν τίθη- σι δαίμων ὑπερβαρὴς ἐμπίτνων μελίζειν πάθη γοερὰ θανατοφόρα. τέρμα δ᾽ ἀμηχανῶ. Κασσάνδρα καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην· λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς Κασσάνδρα πνέων ἐςήξειν, ὥςτε κύματος δίκην κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ μεῖζον· φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων. καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει. καὶ μὴν πεπωκώς γ', ὡς θρασύνεσθαι πλέον, βρότειον αἷμα κῶμος ἐν δόμοις μένει, δύςπεμπτος ἔξω, συγγόνων Ἐρινύων. ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προςήμεναι πρώταρχον ἄτην· ἐν μέρει δ᾽ ἀπέπτυσαν εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυςμενεῖς. ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὡς; ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; ἐκμαρτύρησον προὐμόσας τὸ μὴ εἰδέναι λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων. Χορὸς Πρεσβυτῶν καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν, παιώνιον γένοιτο. θαυμάζω δέ σου, πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν κυρεῖν λέγουσαν, ὥςπερ εἰ παρεστάτεις. Κασσάνδρα μάντις μ' Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει. Χορὸς Πρεσβυτῶν μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος; Κασσάνδρα πρότοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε. Χορὸς Πρεσβυτῶν ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. Κασσάνδρα ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν. Χορὸς Πρεσβυτῶν ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ; Κασσάνδρα ξυναινέσασα Λοξίαν ἐψευσάμην. Χορὸς Πρεσβυτῶν ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη; Κασσάνδρα ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη. Χορὸς Πρεσβυτῶν πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ; Κασσάνδρα ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον. Χορὸς Πρεσβυτῶν ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς. Κασσάνδρα ἰοὺ ἰοὺ, ὢ ὢ κακά. ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος στροβεῖ, ταράσσων φροιμίοις δυςφροιμίοις. ὁρᾶτε τούςδε τοὺς δόμοις ἐφημένους νέους, ὀνείρων προςφερεῖς μορφώμασιν; παῖδες θανόντες ὡςπερεὶ πρὸς τῶν φίλων, χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, σὺν ἐντέροις τε σπλάγχν', ἐποίκτιστον γέμος, πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο. ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν. νεῶν τ᾽ ἔπαρχος Ἰλίου τ' ἀναστάτης οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς λέξασα κἀκτείνασα φαιδρόνους, δίκην ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ. τοιαῦτα τολμᾷ· θῆλυς ἄρσενος φονεὺς ἐστίν. τί νιν καλοῦσα δυςφιλὲς δάκος τύχοιμ' ἄν; ἀμφίςβαιναν, ἢ Σκύλλαν τινὰ οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, Κασσάνδρα θύουσαν Ἅιδου μητέρ', ἄσπονδόν τ' Ἄρη φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο ἡ παντότολμος, ὥςπερ ἐν μάχης τροπῇ. δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ. καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ; τὸ μέλλον ἥξει. καὶ σύ μ' ἐν τάχει παρὼν ἄγαν ἀληθόμαντιν οἰκτείρας ἐρεῖς. Χορὸς Πρεσβυτῶν τὴν μὲν θυέστου δαῖτα παιδείων κρεῶν ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ' ἔχει κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα· τὰ δ᾽ ἄλλ' ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. Κασσάνδρα Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον. Χορὸς Πρεσβυτῶν εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα. Κασσάνδρα ἀλλ᾽ οὔτι Παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ. Χορὸς Πρεσβυτῶν οὔκ, εἴπερ ἔσται γ'· ἀλλὰ μὴ γένοιτό πως. Κασσάνδρα σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει. Χορὸς Πρεσβυτῶν τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται; Κασσάνδρα ἦ κάρτ᾽ ἄρ᾽ ἂν παρεσκόπεις χρησμῶν ἐμῶν. Χορὸς Πρεσβυτῶν τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν. Κασσάνδρα καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν. Χορὸς Πρεσβυτῶν καὶ γὰρ τὰ πυθόκραντα· δυςμαθῆ δ᾽ ὅμως. Κασσάνδρα παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι. Κασσάνδρα ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἴ ἐγώ, ἐγώ. αὕτη δίπους λέαινα συγκοιμωμένη λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ· ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον, ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον. τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε, καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ. ἴτ᾽ ἐς φθόρον πεσόντ'· ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι· ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε. ἰδοὺ δ', Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ χρηστηρίαν ἐσθῆτ'· ἐποπτεύσας δέ με κἀν τοῖςδε κόσμοις καταγελωμένην μέγα φίλων ὑπ᾽ ἐχθρῶν, οὐ διχορρόπως, μάτην. καλουμένη δὲ φοιτάς, ὡς ἀγύρτρια, πτωχός, τάλαινα, λιμοθνὴς ἠνεσχόμην. καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ ἀπήγαγ' ἐς τοιάςδε θανασίμους τύχας. βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει, θερμῷ κοπείσης φοινίῳ προσφάγματι. οὐ μὴν ἄτιμοί γ' ἐκ θεῶν τεθνήξομεν. ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, μητροκτόνον φίτυμα, ποινάτωρ πατρός· φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις· ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας, ἄξειν νιν ὑπτίασμα κειμένου πατρός. τί δῆτ᾽ ἐγὼ κάτοικος ὧδ᾽ ἀναστένω, ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν πράξασαν ὡς ἔπραξεν· οἳ δ᾽ εἶχον πόλιν, οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει; ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν. Κασσάνδρα Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προςεννέπω· ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων ἀπορρυέντων, ὄμμα συμβάλω τόδε. Χορὸς Πρεσβυτῶν ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς; Κασσάνδρα οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνῳ πλέω. Χορὸς Πρεσβυτῶν ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται. Κασσάνδρα ἥκει τόδ᾽ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ. Χορὸς Πρεσβυτῶν ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ' εὐτόλμου φρενός. Κασσάνδρα ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ. Χορὸς Πρεσβυτῶν οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων. Κασσάνδρα ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων. Χορὸς Πρεσβυτῶν τί δ᾽ ἐστὶ χρῆμα; τίς σ' ἀποστρέφει φόβος; Κασσάνδρα φεῦ φεῦ. Χορὸς Πρεσβυτῶν τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος. Κασσάνδρα φόνον δόμοι πνέουσιν αἱματοσταγῆ. Χορὸς Πρεσβυτῶν καὶ πῶς; τόδ' ὄζοι θυμάτων ἐφεστίων. Κασσάνδρα ὅμοιος ἀτμὸς ὥςπερ ἐκ τάφου πρέπει. Χορὸς Πρεσβυτῶν οὐ Σύριον ἀγλάϊσμα δώμασιν λέγεις. Κασσάνδρα ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ' ἐμὴν Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος. ἰὼ ξένοι. οὔτοι δυςοίζω θάμνον ὡς ὄρνις φόβῳ ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε, ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ, ἀνήρ τε δυςδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ. ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη. Χορὸς Πρεσβυτῶν ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου. Κασσάνδρα ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν, οὐ θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς· ἡλίῳ δ᾽ ἐπεύχομαι πρὸς ὕστατον φῶς, τοῖς ἐμοῖς τιμαόροις * ἀσκεύοις ὁμοῦ * ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ἐμοῦ δούλης θανούσης εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματ'· εὐτυχοῦντα μὲν σκιά τις ἂν τρέψειεν, εἰ δὲ δυςτυχῆ, βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν. καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτείρω πολύ. Χορὸς Πρεσβυτῶν τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ' οὔτις ἀπειπὼν εἴργει μελάθρων, “μηκέτ' ἐςέλθῃς,” τάδε φωνῶν. καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν μάκαρες Πριάμου, θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει. Χορὸς Πρεσβυτῶν νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσει, καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων ποινὰς θανάτων ἐπικράναι, τίς ποτ᾽ ἂν εὔξαιτο βροτῶν ἀσινεῖ δαίμονι φῦναι, τάδ᾽ ἀκούων; Ἀγαμέμνων ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω. Χοροῦ Α σῖγα· τίς πληγὴν ἀϋτεῖ καιρίως οὐτασμένος; Ἀγαμέμνων ὤμοι, μάλ' αὖθις δευτέραν πεπληγμένος. Χοροῦ Β τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγματι. Χοροῦ Γ ἀλλὰ κοινωσώμεθ᾽ ἂν πως ἀσφαλῆ βουλεύματα. Χοροῦ Δ ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω, πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν. Χοροῦ Ε ἐμοὶ δ᾽ ὅπως τάχιστά γ' ἐμπεσεῖν δοκεῖ καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει. Χοροῦ ς κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν ψηφίζομαι τι δρᾶν. τὸ μὴ μέλλειν δ᾽ ἀκμή. Χοροῦ Ζ ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς τυραννίδος σημεῖα πράσσοντες πόλει. Χοροῦ Η χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί. Χοροῦ θ οὐκ οἶδα βουλῆς ἧςτινος τυχὼν λέγω. τοῦ ὁρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι. Χοροῦ Ι κἀγὼ τοιοῦτός εἰμ', ἐπεὶ δυςμηχανῶ λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν. Χοροῦ ΙΑ ἢ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν δόμων καταισχυντῆρσι τοῖςδ᾽ ἡγουμένοις; Χοροῦ ΙΒ ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ. πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. Χοροῦ ΙΓ ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος; Χοροῦ ΙΔ σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι. τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα. Χοροῦ ΙΕ ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως. Κλυταιμνήστρα πολλῶν πάροιθεν καιρίως εἰρημένων τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι. πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἂν φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος; ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν. ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ' ἐξειργασμένοις. οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι, ὡς μήτε φεύγειν μήτ' ἀμύνεσθαι μόρον. ἄπειρον ἀμφίβληστρον, ὥςπερ ἰχθύων, περιστιχίζω, πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς· κἂν δυοῖν οἰμωγμάτοιν μεθῆκεν αὐτοῦ κῶλα· καὶ πεπτωκότι τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς Κλυταιμνήστρα Ἅιδου νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὀρυγαίνει πεσών· κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν βάλλει μ' ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ Διοςδότῳ γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν. ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι. εἰ δ᾽ ἦν πρέπον τῷδ᾽ ὥστ᾽ ἐπισπένδειν νεκρῷ, τάδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν. τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε πλήσας ἀραίων, αὐτὸς ἐκπίνει μολών. Χορὸς Πρεσβυτῶν θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον. Κλυταιμνήστρα πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος. ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας λέγω· σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις, ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερὸς ἔργον δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει. Χορὸς Πρεσβυτῶν τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ' ἀράς; ἀπέδικες, ἀπέταμες· ἀπόπολις δ᾽ ἔσει, μῖσος ὄβριμον ἀστοῖς. Κλυταιμνήστρα νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς, οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων· ὃς οὐ προτιμῶν, ὡςπερεὶ βοτοῦ μόρον, Κλυταιμνήστρα μήλων φλεόντων εὐπόκοις νομεύμασιν, ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ ὠδῖν', ἐπῳδὸν θρηκίων ἀημάτων. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ' ἀνδρηλατεῖν, μιασμάτων ἄποιν'; ἐπήκοος δ᾽ ἐμῶν ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός, γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν. Χορὸς Πρεσβυτῶν μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες, ὥςπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται, λίπος ἐπ᾽ ὀμμάτων αἵματος ἐμπρέπειν. ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων τύμμα τύμματι τῖσαι. Κλυταιμνήστρα καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν· μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, Ἄτην Ἐρινύν θ', αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ, οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ μικρὰ θράσους. κεῖται γυναικὸς τῆσδε λυμαντήριος, Χρυσηΐδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ· ἥ τ' αἰχμάλωτος ἥδε καὶ τερασκόπος καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην. ὃ μὲν γὰρ οὕτως· ἡ δέ τοι κύκνου δίκην τὸν ὕστατον μέλψασα θανάσιμον γόον Κλυταιμνήστρα κεῖται φιλήτωρ τῷδ᾽, ἐμοὶ δ᾽ ἐπήγαγεν εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς. Ζυγὸς Α φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, μηδὲ δεμνιοτήρης, μόλοι τὸν αἰεὶ φέρουσ᾽ ἐφ' ἡμῖν Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος φύλακος εὐμενεστάτου, καὶ πολλὰ τλάντος γυναικὸς διαί; πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον. Χορὸς Πρεσβυτῶν ἰὼ ἰὼ παράνους Ἑλένα, μία τὰς πολλάς, τὰς πάνυ πολλὰς ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ. νὺν δὲ τελείαν Ζυγὸς Β πολύμνηστον ἐπηνθίσω αἷμ᾽ ἄνιπτον, ἥτις τότ' ἐν δόμοισιν ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς. Κλυταιμνήστρα μηδὲν θανάτου μοῖραν ἐπεύχου τοῖςδε βαρυνθείς· μηδ' εἰς Ἑλένην κότον ἐκτρέψῃς, ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽, ἀξύστατον ἄλγος ἔπραξεν. Ζυγὸς Α δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί- οισι Τανταλίδαισιν, Ζυγὸς Α κράτος τ' ἰσόψυχον ἐκ γυναικῶν καρδιόδηκτον ἐμοὶ κρατύνεις. ἐπὶ δὲ σώματος δίκαν κόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμως ὕμνον ὑμνεῖν ἐπεύχεται. Κλυταιμνήστρα νῦν δ᾽ ὤρθωσας στόματος γνώμην, τὸν τριπάχυντον δαίμονα γέννης τῆσδε κικλήσκων. ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς νείρει τρέφεται, πρὶν καταλῆξαι τὸ παλαιὸν ἄχος, νέος ἰχώρ. Ζυγὸς Γ ἦ μέγαν δώμασι τοῖςδ' αἵμονα καὶ βαρύμηνιν αἰνεῖς, φεῦ φεῦ, κακὸν αἶνον ἀτη- ρᾶς τύχας ἀκορέστου. ἰώ, ἰὴ διαὶ Διὸς παναιτίου πανεργέτα. τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται; τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν; Χορὸς Πρεσβυτῶν ἰὼ ἰὼ βασιλεῦ, βασιλεῦ, πῶς σε δακρύσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. Ζυγὸς Δ ὤμοι μοι, κοίταν τάνδ᾽ ἀνελεύθερον, δολίῳ μόρῳ δαμεὶς ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. Κλυταιμνήστρα αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν. μηδὲν ἐπιλεχθῇς δ' Κλυταιμνήστρα Ἀγαμεμνονίαν εἶναί μ' ἄλοχον· φανταζόμενος δὲ γυναικὶ νεκροῦ τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ Ἀτρέως χαλεποῦ θοινατῆρος τόνδ' ἀπέτισεν, τέλεον νεαροῖς ἐπιθύσας. Ζυγὸς Γ ὡς μὲν ἀναίτιος εἶ τοῦδε φόνου, τίς ὁ μαρτυρήσων; πῶ, πῶ; πατρόθεν δὲ συλλή- πτωρ γένοιτ' ἂν ἀλάστωρ. βιάζεται δ᾽ ὁμοσπόροις ἐπιρροαῖσιν αἱμάτων μέλας Ἄρης· ὅποι δὲ καὶ προβαίνων πάχνᾳ κουροβόρῳ παρέξει. Χορὸς Πρεσβυτῶν ἰὼ ἰὼ βασιλεῦ, βασιλεῦ, πῶς σε δακρύσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. Ζυγὸς Δ ὤμοι μοι, κοίταν τάνδ᾽ ἀνελεύθερον, δολίῳ μόρῳ δαμεὶς ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. Κλυταιμνήστρα οὐδὲ γὰρ οὗτος δολίαν ἄτην οἴκοισιν ἔθηκ'; ἀλλ' ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθὲν τῆς πολυκλαύτου Ἰφιγενείας, ἄξια δράσας, ἄξια πάσχων, μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω, ξιφοδηλήτῳ θανάτῳ τίσας ἅπερ ἦρξεν. Ζυγὸς Ε ἀμηχανῶ φροντίδος στερηθεὶς εὐπάλαμον μέριμναν, ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου. δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ τὸν αἱματηρόν· ψακὰς δὲ λήγει. δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης πρὸς ἄλλαις θηγάναισι Μοῖρα. Χορὸς Πρεσβυτῶν ἰὼ γᾶ, γᾶ, εἴθε μ᾽ ἐδέξω, πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου δροίτης κατέχοντα χαμεύναν. τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων; ἦ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ᾽ ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι, ψυχῇ τ' ἄχαριν χάριν ἀντ᾽ ἔργων μεγάλων ἀδίκως ἐπικρᾶναι; Ζυγὸς Β τίς δ᾽ ἐπιτύμβιος αἶνος ἐπ᾽ ἀνδρὶ θείῳ σὺν δακρύοις ἰάπτων ἀληθείᾳ φρενῶν πονήσει; Κλυταιμνήστρα οὐ σὲ προςήκει τὸ μέλημα λέγειν τοῦτο· πρὸς ἡμῶν κάππεσε, κάτθανε, καὶ καταθάψομεν οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων, ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως θυγάτηρ, ὡς χρή, πατέρ' ἀντιάσασα πρὸς ὠκύπορον πόρθμευμ᾽ ἀχέων πέρι χεῖρε βαλοῦσα φιλήσει. Ζυγὸς Ε ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους. δύςμαχα δ᾽ ἔστι κρῖναι. φέρει φέροντ', ἐκτίνει δ᾽ ὁ καίνων. μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς παθεῖν τὸν ἔρξαντα. θέσμιον γάρ. τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων; κεκόλληται γένος προςάψαι. Κλυταιμνήστρα ἐς τόνδ᾽ ἐνέβης ξὺν ἀληθείᾳ χρησμόν. ἐγὼ δ᾽ οὖν ἐθέλω δαίμονι τῷ Πλεισθενιδᾶν ὅρκους θεμένη τάδε μὲν στέργειν, δύςτλητά περ ὄνθ'. ὃ δὲ λοιπόν, ἰόντ᾽ ἐκ τῶνδε δόμων ἄλλην γενεὰν τρίβειν θανάτοις αὐθένταισιν· κτεάνων τε μέρος βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι, τὰς δ᾽ ἀλληλοφόνους μανίας μελάθρων ἀφελούσῃ. Αἴγισθος ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου. φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄγη, ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί, χερὸς πατρῴας ἐκτίνοντα μηχανάς. Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ, πατέρα θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι, αὑτοῦ τ' ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει, ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων. καὶ προςτρόπαιος ἑστίας μολὼν πάλιν τλήμων θυέστης μοῖραν εὕρετ᾽ ἀσφαλῆ, τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον. Αἴγισθος αὐτοξένια δὲ τοῦδε δύςθεος πατὴρ Ἀτρεὺς προθύμως μᾶλλον ἢ φίλως πατρὶ τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας ἔκρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθημένοις ἄσημ᾽· ὃ δ᾽ αὐτῶν αὐτίκ' ἀγνοίᾳ λαβὼν ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει. κάπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον, ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγῆς ἐμῶν, μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται, λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀράν, οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος. ἐκ τῶνδέ σοι πεσόντα τόνδ' ἰδεῖν πάρα. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς. τρίτον γὰρ ὄντα μ' ἐπίδεκα ἀθλίῳ πατρὶ συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις· τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν· καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, πᾶσαν συνάψας μηχανὴν δυςβουλίας. οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν. Ἡμιχόριον Α Αἴγισθ', ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω. σὺ δ᾽ ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν, μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον· οὐ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς. Αἴγισθος σὺ ταῦτα φωνεῖς νερτέρᾳ προςήμενος κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός; γνώσει, γέρων ὤν, ὡς διδάσκεσθαι βαρὺ τῷ τηλικούτῳ σωφρονεῖν εἰρημένον. Αἴγισθος δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες δύαι διδάσκειν ἐξοχώταται φρενῶν ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε; πρὸς κέντρα μὴ λάκτιζε, μὴ 'παίσας μογῇς. Ἡμιχόριον Β γύναι, σὺ τοῦδ᾽ ἥκοντος ἐκ μάχης νέον οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνουσ᾽ ἅμα ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον; Αἴγισθος καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις. ὃ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ, σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν ἄξει· κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ. Ἡμιχόριον Β ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει, ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον, δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως; Αἴγισθος τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς· ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής. ἐκ τῶνδε τοῦδε χρημάτων πειράσομαι ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα ζεύξω βαρείαις, οὔτι μὴ σειραφόρον κριθῶντα πῶλον· ἀλλ᾽ ὁ δυςφιλὴς σκότῳ λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται. Ἡμιχόριον Α τί δὴ τὸν ἄνδρα τόνδ' ἀπὸ ψυχῆς κακῆς οὐκ αὐτὸς ἠνάριζες; ἀλλά νιν γυνὴ χώρας μίασμα καὶ θεῶν ἐγχωρίων ἔκτειν'. Ὀρέστης ἆρά που βλέπει φάος, ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς; Αἴγισθος ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν κοὐ λέγειν, γνώσει τάχα. Χορὸς Πρεσβυτῶν Αἴγισθος εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε. Χορὸς Πρεσβυτῶν εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω. Αἴγισθος ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν. Χορὸς Πρεσβυτῶν δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ᾽ αἱρούμεθα. Κλυταιμνήστρα μηδαμῶς, ὦ φίλτατ' ἀνδρῶν, ἄλλα δράσωμεν κακά. ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος· πημονῆς ἅλις δ᾽ ὑπάρχει· μηδὲν αἱματώμεθα. *σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν κρατοῦντ᾽ αἶσχος μέγα.* στεῖχε καὶ σὺ χοἰ γέροντες πρὸς δόμους πεπρωμένους, πρὶν παθεῖν ἔρξαντες. ἀρκεῖν χρῆν τάδ' ὡς ἐπράξαμεν. εἰ δ᾽ ἔτ᾽ οὐ μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν, δαίμονος χολῇ βαρείᾳ δυςτυχῶς πεπληγμένοι. ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν. Αἴγισθος ἀλλὰ τούςδε μοι ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους. Χορὸς Πρεσβυτῶν οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προςσαίνειν κακόν. Αἴγισθος ἀλλ᾽ ἐγώ σ' ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι. Χορὸς Πρεσβυτῶν οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν. Αἴγισθος οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. Χορὸς Πρεσβυτῶν πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα. Αἴγισθος ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν. Χορὸς Πρεσβυτῶν κόμπασον θαρσῶν, ἀλέκτωρ ὥςτε θηλείας πέλας. Κλυταιμνήστρα μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων· ἐγὼ καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.