Ἀγαμέμνων Aeschyli Fabulae: cum lectionibus et scholiis codicis Medicei et in <title level="a" xml:lang="la">Agamemnonem codicis Florentini ab Hieronymo Vitelli denuo collatis Aeschylus N. Wecklein lectiones et scholia denuo collata Hieronymus Vitelli Nikolaus Wecklein's 1885 Berlin edition. 2 volumes S. Calvary eiusque socius Berolini 1885 Public domain

Digitized by Google; served via HathiTrust.

843255544 010110186 urn:cts:greekLit:tlg0085.tlg005.wecklein1885-grc2
Aeschyli Fabulae: cum lectionibus et scholiis codicis Medicei et in Agamemnonem codicis Florentini ab Hieronymo Vitelli denuo collatis Aeschylus N. Wecklein Berolini S. Calvary eiusque socius 1885 2 v. Pars I: Textus, Scholia, Apparatus criticus https://hdl.handle.net/2027/uc1.$b64979 uc1.$b64979 Pars II: Appendix coniecturas virorum doctorum minus certas continens https://hdl.handle.net/2027/uc1.$b64980 uc1.$b64980

Converted to play-level Perseus/EpiDoc XML with CTS citation and cross-edition alignment.

Greek text, line numbering, page breaks, scholia, and apparatus follow Wecklein's 1885 edition. Printed strophic labels are encoded as milestones; Smyth card milestones are added with resp="Smyth".

Latin Ancient Greek Aeschylus Greek drama (Tragedy) Scholia Apparatus criticus Initial TEI header created from HathiTrust metadata and scans. Regularized as a play-level EpiDoc edition with CTS URN urn:cts:greekLit:tlg0085.tlg005.wecklein1885-grc2; converted page wrappers to pb elements, regularized apparatus, and added aligned Smyth card milestones.
Ἀγαμέμνονος ὑπόθεσις.

Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῇ Κλυταιμήστρᾳ, εἰ πορθήσοι τὸ Ἴλιον, (ὑπέσχετο addit f) τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ τοῦ πυρσοῦ· ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῷ Κλυταιμήστρα, ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται, περὶ τοῦ πυρσοῦ ἐροῦσα· ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσιν. μετ᾿ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δ᾽ ἐπὶ ἀπήνης ἔρχεται· εἶπετο δ᾽ αὐτῷ ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασάνδρα. αὐτὸς μὲν οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῇ Κλυταιμήστρᾳ, Κασάνδρα δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαυτῆς καὶ τοῦ ᾿Αγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν, καὶ εἰσπηδᾷ ὡς θανουμένη, μίαψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν ᾿Αγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασάνδρας σιωπήσας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποιηκέν τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κεφαλαίῳ, τὴν μὲν τῇ ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς θυέστου (θυέστου Vict.) ἐξ Ἀτρέως συμφοραῖς.

ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι κη (ὀγδοηκοστῇ Meursius) ἔτει β. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῷ. ἐχορήγει Ξενοκλῆς Ἀφιδνεύς.

τὰ τοῦ δράματος πρόσωπα φύλαξ Κλυταιμήστρα Ἀγαμέμνων χορός Αἴγισθος [ἄγγελος] [Ταλθύβιος] κήρυξ Κασάνδρα

In indice personarum nomina ἄγγελος (vid. ad v. 270) et Ταλθύβιος male addita esse monuit Stanley.

φύλαξ. θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυχτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ. εἶτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην ἐμήν· φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ.
θεράπων Ἀγαμέμνονος ὁ προλογιζόμενος, οὐχὶ ὁ ὑπὸ Αἰγίσπου ταχθείς. τῶν κατὰ τὸ μῆκος τῆς ἐτείας φρουρᾶς. ἣν ἐπὶ μῆκος κοιμώμενος. πρὸς τὸ φυλακτικὸν καὶ φιλοδέσποτον. τὸ δὲ ἄγκαθεν κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν, τουτέστιν ἄνωθεν ἐξ ἀρχῆς. — ζτ ἄγκαθεν. τοὺς δυναμένους παρὰ τὰ ἄλλα σημᾶναι τοὺς καιρούς. τὸ μείζονα ἢ κατὰ γυναῖκα βουλευόμενον, γενναῖον· ἢ κατὰ ἀνδρὸς βουλευομένης. ἢ περισσὸς ὁ γάρ, ἢ λείπει τὸ ἀλύων.

De 1-322 ex M refertur.

ἣν ἣν δ᾽ ἦν ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. v. 7 non habet Achill. Tat. Isag. in Arat. Phaen. p. 122, ubi v. 4-6 afferuntur, damnavitque praeeunte Pauwio Valckenarius. ἐλπίζον ἐλπίζων φόβος fort. ἀντίπνους.
ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄχος, κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων, οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου. νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων εὐαγγέλου φανέντος ὀρφναίου πυρός. ὦ χαῖρε λαμπτήρ, νυκτὸς ἡμερήσιον φάος πιφαύσκων καὶ χορῶν κατάστασιν πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν. ἰοῦ ἰοῦ. Ἀγαμέμνονος γυναικὶ σημανῶ τορῶς, εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει· αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δ᾽ ἄλλα σιγῶ, βοῦς ἐπὶ γλώσσῃ μέγας βέβηκεν· οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι,
οἴκου διαπονουμένου οὐκ ἄριστα ὡς τὸ πρόσθεν. δεῖ διαστήματος ὀλίγου, εἶτα ἀνακραγεῖν, ὡς θεασάμενον τὸν πυρσόν. ἐκ νυκτὸς ἡμέραν ἡμῖν δοῦσιν (διδούς f). μεγαλοφώνως (Gl.). ὡς ἐπὶ ἄστρου ἢ σελήνης. διαπρεπῶς σημαίνει. πρὸ τῆς Κλυταιμήστρας. οἰκειώσομαι. καὶ παροιμία ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι. ἢ βάρος ἐπίκειται· ἢ φοβοῦμαι ζημίαν ἐπικεισομένην μοι.
διαπονουμένου δεσποτουμένου ἰοῦ ἰοῦ ἰοῦ ἰοῦ ιου ιου σημανῶ σημανῶ σημαίνω ἐπορθιάζειν ἐπορθιάζειν ἐπορθριάζειν ἀγγέλλων ἀγγέλλων ἀγγέλων
σαφέστατ᾽ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ μαθοῦσιν αἰδῶ κοὐ μαθοῦσι λήθομαι. χορὸς πρεσβυτῶν. δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδ᾽ ᾿Αγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν, στόλον Ἀργείων χιλιοναύτην τῆσδ᾽ ἀπὸ χώρας ἦραν, στρατιῶτιν ἀρωγήν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη, τρόπον αἰγυπιῶν, οἶτ᾽ ἐκπατίοις ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται, πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη πόνον ὀρταλίχων ὀλέσαντες· ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον γόον ὀξυβόαν τῶνδε μετοίκων ὑστερόποινον
ἀντὶ τοῦ ἐχθρὸς ἀπὸ τῶν ἐν ταῖς δίκαις ἐχθρῶν. οὐ γὰρ γλώσσῃ, ἀλλ᾽ ἔργῳ θυμούμενοι. τοῖς ἔξω τῆς ὁδοῦ. – οἵτινες ὕπατοι ὄντες, ὀλέσαντες δὲ τὸν πόνον τῶν ὀρταλίχων, τὸν ἐν τοῖς δεμνίοις τηρούμενον, ἐπὶ τῶν λεχέων στροφοδινοῦνται. τῶν μηδέπω πετομένων νεοττῶν. ὁ ὄρειος. ὑπὲρ τῶν μετοικισθέντων νεοσσῶν.
χορὸς x**ob Πριάμου notam personae praescr. m. Πριάμου πριάμω Ἀτρειδᾶν Ἀτρειδαῖν χιλιοναύτην χιλιοναύταν (superscr. η m), in marg. γρ. ἴλιον αὐτάν m. ἦραν, ἀρωγήν ἦιραν, ἀρωγαν (superscr. η m). ἐκπατίοις ἐκπάγλοις
πέμπει παραβᾶσιν Ἐρινύν. οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος Ζεύς, πολυάνορος ἀμφὶ γυναικὸς πολλὰ παλαίσματα καὶ γυιοβαρῆ γόνατος κονίαισιν ἐρειδομένου διακναιομένης τ᾽ ἐν προτελείοις κάμακος θήσων Δαναοίσιν Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπῃ νῦν ἔστι· τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον· οὔθ᾽ ὑποκλαίων οὔθ᾽ ὑπολείβων οὔτε δακρύων ἀπύρων ἱερῶν ὀργὰς ἀτενεῖς παραθέλξει. ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες μίμνομεν ἰσχὺν ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελός στέρνων ἐντὸς ἀνάσσων ἰσόπρεσβυς, Ἄρης δ' οὐκ ἐνὶ χώρᾳ, τί θ᾽ ὑπέργηρως; φυλλάδος ἤδη
τοῖς παραβήσασι καὶ μετοικήσασιν (μετοικίσασιν f h) αὐτούς. πολλοὺς μνηστῆρας ἐσχηκυίας. βαρέα καὶ μὴ ἐῶντα ἀνανεῦσαι τοὺς πίπτοντας. διακναιούσης. — κυρίως ταῖς πρὸ γάμου θυσίαις, νῦν δὲ ταῖς πρὸ τῆς ἁλώσεως μάχαις. »καὶ τὸ μὲν ὥς κε πέλει, τὼς ἔσται« (Apoll. Rh. Β 345). λείπει τὸ τίς. τῶν θυσιῶν τῶν Μοιρῶν καὶ τῶν Ἐρινύων, ἃ καὶ νηφάλια καλεῖται. τῷ τόπῳ ἐκείνῳ.
ἐρειδομένου ἐριδομένου ὑποκλαίων ὑποκαίων οὔτε δακρύων delet ἀτίται σαρκὶ corr. ex. ἀτίτα» σαρκ ἀνάσσων ἀνάσσων ἀνάσσων χώρᾳ fort. οὐκ ἐνὶ πείσῃ, cfr. Hesych. ἐν πείσῃ· ἐν χώρᾳ. τί θ᾽ ὑπέργηρως τίθιπεργήρωσ τόθιπεργήρως τό θ' ὑπέργηρων
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων ὄναρ ἡμερόφαντον ἀλαίνει. σὺ δέ, Τυνδάρεω θύγατερ, βασίλεια Κλυταιμήστρα, τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη, τίνος ἀγγελίας πειθοῖ περίπεμπτα θυοσκεῖς; πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, τῶν τ᾽ οὐρανίων τῶν τ᾿ ἀγοραίων, βωμοὶ δώροισι φλέγονται· ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, ἢ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὰ φαίνεις ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον
ἀλᾶται. διὰ τί. τοῦ ἐλαίου. λείπει κομιζομένων (κομιζομένῳ Stanley). ἔσθ' ὅτε μέν. λείπεται.
ἡμερόφαντον ἡμερόφαντον ἡμερόφατον Τυνδάρεω τυνδάρεω, litera ω ex αο facta et accentu super α lineola transfixo, M, »quibus triplex significatur scriptura Τυνδαρέα, Τυνδάρεω, Τυνδαρέους« (Dindorf). θυοσκεῖς θυοσκεῖς θυοσκινεῖς, priore ι in rasura scripto τῶν τ᾽ οὐρανίων τῶν τ᾿ ἀγοραίων τῶν τε θυραίων τῶν τ᾿ ἀγοραίων δώροισι δώροισι δώροισ πελάνῳ πελανῶ ἀγανὰ φαίνεις ἀγανὴ φανθεῖσ' ἄπληστον ἄπλειστον ἄπλειστον
τὴν θυμοφθόρον λύπης φρένα. εἰτ. κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνείει πειθώ, μολπᾶν ἀλκὰν σύμφυτος αἰών· ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονα τὰν γᾶν, πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν, ὁ κελαινὸς ὅ τ᾽ ἐξόπιν ἀργάς,
ἥτις ἐστὶ θυμοβόρος λύπη τῆς φρενός. δυνατός εἰμι εἰπεῖν τὸ συμβὰν αὐτοῖς σημεῖον ἐξιοῦσιν. τὸ ἐν τῇ ὁδῷ ὀφθέν. πείθει γάρ με ἡ παρὰ θεῶν πίστις μέλπειν καὶ λέγειν ὅτι εὖ πράξουσιν οἱ Ἀτρεῖδαι ὅσον ἀπὸ τοῦ σημείου. ὁ γὰρ σύμφυτός μοι αἰών, ὅ ἐστι τὸ γῆρας, διὰ τὴν εἰς θεοὺς πειθὼ μολπήν μοι καὶ ἀλκὴν καταπνεῖ, ὅ ἐστιν, εἰ καὶ γέρων εἰμί, ὅμως μέλψω τὰ γεγονότα· πέποιθα γὰρ ὅτι εἰς πέρας αὐτὰ ἄξουσιν οἱ θεοί. τοὺς κρατοῦντας τὴν Ἑλληνικὴν ἥβην καὶ τὴν ὁμόφρονα περὶ τὰ τακτικά. λέγει δὲ τοὺς Ἀτρείδας. τῷ δίκην εἰσπραξομένῳ. ὁ ἐξοπίσω λευκός, ὅ ἐστιν ὁ πύγαργος.
λύπης φρένα λύπης, θυμοφθόρον ἄτην fort. λύπης, ἄτην φρενοδαλῆ. κύριός εἰμι 104 — 169 coryphaeo tribuit (ephymnia choro). καταπνείει καταπνείει καταπνέει (una post é litera erasa quae u fuisse potest) καταπνεύει μολπᾶν corr. in μολπὰν ἀλκὰν ἀλκα ἥβας ἥβας ἥβαν (corr. ex ἡβᾶν) τὰν γᾶν M omiserat spatio vacuo relicto, addidit m. ταγαν ταγόν ξύμφρονε ταγώ καὶ χερὶ καὶ χερὶ δίκας ἀργάς ὁ δ' ἀργᾶς ἀργᾷς ἀργίασ
φανέντες ἔκταρ μελάθρων χερὸς ἐκ δορυπάλτου παμπρέπτοις ἐν ἕδραισιν, βοσκόμενοι λαγίναν ἐρικύματα φέρματι γένναν, βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δ' εὖ νικάτω. antistr. κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς Ἀτρείδας μαχίμους ἐδάη λαγοδαίτας πομπούς τ᾿ ἀρχάς· οὕτω δ᾽ εἶπε τερᾴζων· χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργων κτήνη πρόσθε τὰ δημιοπληθῆ μοῖρα λαπάξει πρὸς τὸ βίαιον· οἷον μή τις ἄγα
ἐκ δεξιᾶς, ὅ ἐστιν εὐσυμβόλως. τοῖς βασιλείοις. λαγίναν γένναν τὸν λαγωόν (λαγωτόν m). πολυκύμονα, πρὸς τὸ σημαινόμενον τὸ βλαβέντα. ἐπειδὴ ὁ αἴλινος καὶ ἐπὶ θρήνου λέγεται, φησὶν ὅτι ἐν τάξει ὕμνου αὐτὸν λέγε. τεράζων: τὰ τέρατα διηγούμενος. κτήνη: κτήματα. μόνον μὴ προτυπὲν ὑπὸ θεῶν τὸ στρατωθὲν τῆς Τροίας στόμιον, ὅ ἐστι τὸ ἐπὶ βλάβη Τροίας στρατευθέν, ἄτη σκοτίσῃ.
δορυπάλτου δοριπάλτου παμπρέπτοις παμπρέπτοισ corr. in παμπρέπκοισ ἐρικύματα ἐρικύμονα ἐρικυμάδα αἴλινον, εὖ νικάτω αἵλινον hic et infra semper. εὐνικάτω, οἶμαι εὖ νικάτω in marg. m. Post 124 (item post 145 et 169) αἴλινον αἴλινον αὖτε, τὸ δ᾽ εὖ νικάτω (totius chori) addit. δύο δύο δύω Ἀτρείδας Ἀτρείδας ἀτρείδαο λαγοδαίτας λαγοδαίτας λογοδαίτασ in uno versu habet ἀρχάς ἀρχούς πρόσθε τὰ πρόσθε τὰ προσθετὰ Fort. κτήνη, δήμια μυριοπληθῆ. μοῖρα λαπάξει μοῖρα λαπάξει μοῖρ᾽ ἀλαπάξει ἄγα ἄγα ἄτα
θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν. οἴκῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἁγνὰ πτανοῖσιν κυσὶ πατρὸς αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν· στυγεῖ δὲ δεῖπνον αἰετῶν. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω. epod. τόσσων περ εὔφρων καλὰ δρόσοισιν ἀέλπτοις μαλερῶν λεόντων, πάντων τ᾿ ἀγρονόμων φιλομάστοις θηρῶν ὀβρικάλοισι, τερπνὰ τούτων αἰτεῖ ξύμβολα κρᾶναι, δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν. ἰήιον δὲ καλέω Παιᾶνα,
τῷ γὰρ οἴκῳ τῶν κυνῶν Διός, ὅ ἐστι τῶν ἀετῶν, ὀργίζεται Ἄρτεμις δὲ (διὰ Stanley) τὸ κύοντα τὸν λαγὼν ἀποκτεῖναι. λοχεία (λοχία Dindorf) γάρ ἐστιν ἡ θεός. σὺν αὐτῷ τῷ τόκῳ. πτάκα: τὸν λαγωόν. τοῖς νεογνοῖς. »χωρὶς δ᾽ αὖτ᾽ ἔρσαι« (Hom. ι 222). ἀέλπτοις δὲ τοῖς ἕπεσθαι τοῖς γονεῦσι (μὴ addidit Robort.) δυναμένοις. τὰ σύμβολα αἰτεῖ με φάναι τούτων δεξιὰ μὲν διὰ τὴν νίκην, ἐπίμομφα δὲ διὰ τὸν χόλον Ἀρτέμιδος. τῶν ἀετῶν. ὡς μάντις.
οἴκῳ οἴκτῳ κυσὶ χυσὶν στυγεῖ fort. στυγῶ. τόσσων περ εὔφρων καλὰ τόσον. εὔφρων ὦ καλά εὔφρον ὦ καλά δρόσοισιν ἀέλπτοις ... λεόντων δρόσοις ἀέπτοις Fort. δρόσοις τ᾽ ἐπάλπνοις (δρόσοισιν ἐπάλπνοις Karsten). λεόντων Αἰσχύλος ἐν Ἀγαμέμνονι τοὺς σκύμνους τῶν λεόντων δρόσους κέκληκε ὄντων φιλομάστοις φιλόμάτοισ corr. in φιλομάστοισ κρᾶναι κρᾶναι κράναι φάσματα στρουθῶν φάσεματι στρουθῶν, quod interpolatum esse vidit, aliud vocabulum expulit.
μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενηΐδας ἀπλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν, ἄδαιτον, νεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος οἰκονόμος δολία, μνάμων μῆνις τεκνόποινος. τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν μόρσιμ᾽ ἀπ᾿ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις· τοῖς δ᾽ ὁμόφωνον αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω. str. 1. Ζεὺς ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προσεννέπω. οὐκ ἔχω προσεικάσαι πάντ᾽ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν
ὦ Ἄρτεμι. ἣν οὐδεὶς ἔδαισεν. συγγενικήν. οὐ φοβουμένην τὸν ἄνδρα, ἢ τὴν οὐ δήσασαν (δείσασαν Robort.) τὸν ἄνδρα. ἡ ἐξ ὑστέρου ὁρμωμένη. διὰ τὴν νίκην. ὁμοφώνως. Ζεὺς ὅστις: διάφορος γάρ ἐστιν ἡ περὶ τοῦ θείου δόξα. εἰ τὸ τῆς ματαιότητος ὀφείλει τις ἀποσείσασθαι τῆς γνώμης, Δία νομιζέτω.
ἀπλοίας αὔρας pro ἀπλοίας Scholiastam τεύξης legisse monuit. ἀπέκλαγξεν ἀπέκλαγξεν ἀπέκλαιξεν προσεικάσαι προσηκᾶσαι corr. in προσεικάσαι τὸ τὸ τόδε
ἀπὸ φροντίδος ἄχθος χρὴ βαλεῖν ἐτητύμως. οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, οὐδὲν λέξαι πρὶν ὤν, ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζήνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν· τὸν φρονεῖν βροτοὺς ὁδώ σαντα, τὸν πάθει μάθος θέντα κυρίως ἔχειν. στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας μνησιπήμων πόνος καὶ παρ᾽ ἄκοντας ἦλθε σωφρονεῖν. δαιμόνων δὲ ποῦ χάρις βιαίως σέλμα σεμνὸν ἡμένων; καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ σβυς νεῶν ᾿Αχαιικῶν, μάντιν οὔτινα ψέγων.
ὁ Τυφώς. διὰ τοὺς Τιτᾶνας. τριακτῆρος: νικητοῦ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς πεντάθλοις ἀποτριαδιζόντων (ἀποτριαζόντων Spanheim). ἐπὶ ἐλπίδι νίκης. ὁλοσχερῶς φρόνιμος ἔσται. παθὼν δέ τε νήπιος ἔγνω« (Hes. Op. 218, cfr. Hom. P 32). τῷ παθόντι. τῷ ἁμαρτάνοντι τοῦτο συμβαίνει. μείζων γὰρ Μενελάου. τὸν ζυγόν. ὑψίζυγος γὰρ ὁ Ζεύς. περισσεύει τὸ πνεῦμα.
οὐδὲν λέξαι οὐδὲ λέξεται οὐ λελέξεται τὸν τῷ Μ. ἔν ἕν Μ. fort. στηρίζει δ᾽ ὕπνῳ. ἡμένων. ἡμένων· Μ. πρέσβυς πρέσβυσ | Μ.
ἐμπαίοις τύχαισι συμπνέων, εὖτ᾽ ἀπλοίᾳ κεναγ γεῖ βαρύνοντ᾽ ᾿Αχαικός λεώς Χαλκίδος πέραν ἔχων παλιρρό- χθοις ἐν Αἰλίδος τόποις· πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι, νήστιδες, δύσορμοι, βροτῶν ἄλαι, νεῶν τε καὶ πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄν- θος ᾿Αργείων. ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βραδύτερον πρόμοισιν μάντις ἔκλαγξεν προφέρων Ατρεμιν, ὥστε χθόνα βάκτροις ἐπικρούσαντας 'Ατρείδας δάκρυ μὴ κατασχεῖν· ἄναξ δ᾽ ὁ πρέσβυς τόδ᾽ εἶπε φωνῶν·
συμφωνῶν (Gl.). ἐμπεσάσαις (ἐμπαισάσαις Dindorf). »νηῶν ἐξέφθιτο ἤια πάντας (Hom. μ 329). ἀντὶ τοῦ ἐχόμενος. ἐπὶ κακῷ ποιοῦσαι σχολάζειν. »καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες« (Hom. μ 330). »καὶ δὴ δοῦρα σέσηπε νεῶνα (Hom. Β 135). διατριβή. ἐπαχθέστερον. τὸ ἑξῆς, ἐπεὶ δὲ πικροῦ, ἄναξ ὁ πρέσβυς τόδ᾽ εἶπεν. τιμωρία.
παλιρρόχθοις παλιρρόχθοις παλιρρόθοισ Μ. νεῶν νεῶν ναῶν Μ. τε καὶ καὶ Μ. κατέξαινον κατέξενον Μ (superscr. αι m). ἔκλαγξεν ἔκλαγξεν ἔκλαγξε Μ. τόδ᾽ τότ' πιθέσθαι πιθέσθαι πειθέσθαι Μ.
βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δ᾽, εἰ τέκνον δαΐξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν ῥεέθροις πατρῴους χέρας βωμοῦ πέλας. τί τῶνδ᾽ ἄνευ κακῶν; πῶς λιπόναυς γένωμαι ξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας παρθενίου θ' αἵματος ὀργᾷ περιοργῶς ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη. ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον φρενὸς πνέων δυσσεβῆ τροπαίαν ἄναγνον, ἀνίερον, τόθεν τὸ παντότολμον φρονεῖν μετέγνω. βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν θυτὴρ γενέσθαι θυγατρός, γυναικοποί νων πολέμων ἀρωγὰν καὶ προτέλεια ναῶν. λιτὰς δὲ καὶ κληδόνας πατρῴους
πλεῖον (πλείων b) οἶκτος διὰ τὸ τέκνον. τῷ τρόπῳ γὰρ (γρ. Orelli) αὐδᾷ, ὁ μάντις δῆλον ὅτι. ἐπιθυμητικῶς. καλῶς ἀποβαίη. ἀντὶ τοῦ ἠναγκάσθη τὸ ποιεῖν. μεταβολήν. ὅθεν ἔγνω πάντα τοὺς ἀνθρώπους τολμῶν, ἀπὸ τῆς ἀνάγκης δῆλον ὅτι. αἰσχρὰ ποιεῖν ἀναγκάζουσα. τοῦ νοῦ παρακοπή. πρωτοπήμων δὲ ἡ μείζων τῶν ἄλλων πημάτων. κἂν διὰ τὰς λιτὰς δι᾽ (δ᾽ Robort.) ἃς ἐποιεῖτο πρὸς τὸν πατέρα παρ᾽ οὐδὲν ἡγήσαντο τὴν ζωὴν αὐτῆς.
ῥεέθροις δείθροις ῥοαῖς πέλας βωμοῦ πέλας βωμοῦ πῶς λιπόναυς πῶς λιπόναυς τί πῶσ λιπόναυστε Μ. scribendum videtur ὀργᾶν περιοργῶς στόλον ἀνδρῶν) θέμις. περιοργῶς περιοργώς περίοργωσ (ó ex ώ factum) Μ. βροτοὺς βροτοὺς βροτοῖσ Μ.
παρ᾽ οὐδὲν αἰῶνα παρθένειον ἔθεντο φιλόμαχοι βραβῆς, φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾿ εὐχὰν δίκαν χιμαίρας υπερθε βωμοῦ πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπή λαβεῖν ἀέρδην, στόματός τε καλλιπρώ- ρου φυλακὴν κατασχεῖν φθόγγον ἀραῖον οἴκοις βίᾳ χαλινῶν τ᾿ ἀναύδῳ μένει. κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα ἔβαλλ᾽ ἕκαστον αυτὴ ρων ἀπ᾿ ὄμματος βέλει φιλοίκτῳ, πρέπουσα θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν θέλουσ', ἐπεὶ πολλάκις πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους ἔμελψεν. ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸς φίλου τριτόσπονδον εὔποτμον αἰῶνα φίλως ἐτίμα. τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω· τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. Δίκα δὲ τοῖς μὲν παθοῦ-
περιεσκεπασμένην. προνενευκυίαν. βαστακτικῶς. τῇ βίᾳ καὶ τῷ ἀναύδῳ μένει τῶν χαλινῶν τῶν μὴ ἐώντων αὐτὴν λαλεῖν. διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀφωνητεῖν. εὐμόρφου. ἄζευκτος, παρθενική. ζηλωτὸν ἐποίει δι᾽ ἑαυτὴν τὸν πατέρα. διὰ τὸ ἀπάνθρωπον εἶναι τὴν σφαγήν. τοῖς μὲν πεπονθόσιν ἡ δίκη δίδωσι τὸ μαθεῖν.
αἰῶνα αἰῶ τε παρθένειον παρθένειον παρθένιον Μ. χιμαίρας χιμαίρας χειμαίρασ Μ. ἔμελψεν ἔμελψεν, non ἔμελθεν Μ. ἁγνᾷ ἁγνᾷ ἁγνὰ Μ αὐδᾷ αὐδᾷ αὐδὲ Μ εὔποτμον εὔποταμον Μ. αἰῶνα παιῶνα παιᾶνα παθοῦσιν παθοῦσι Μ. σε μαθεῖν superiori versui addit M.
σιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον δ' ἐπεὶ γένοιτ᾽ ἂν κλύοις· προχαιρέτω· ἴσον δὲ τῷ προστένειν. τορὸν γὰρ ἥξει σύνορθρον αὐταῖς. πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὔπρ- αξις, ὡς θέλει τόδ᾽ ἄγχιστον ᾿Απίας γαίας μονόφρουρον ἔρχος. Ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος· δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου. σὺ δ᾽ εἴτε κεδνὸν εἴτε μὴ πεπυσμένη εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς, κλύοιμ᾽ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος. Κλυταιμήστρα. εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία, ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
δίκην γὰρ δόντες μανθάνουσι τὸ μέλλον. φανερόν. τὸ πεπρωμένον φανερὸν ἥξει. εὐπραγία. τὸ συγγενικόν. ἐπειδὴ μόνοι γέροντες ἐφύλασσον τὴν ῾Ελλάδα. παρόντος μέντοι οὐ δεῖ συντυγχάνειν αὐτῇ. εἰ μὴ θέλεις εἰπεῖν, οὐ μεμψαίμην ἄν. ὁ παλαιὸς λόγος (Gl.). γένοιτο καλὴ (καλὴ ἡ b) ἡμέρα, ὥσπερ ἡ νύξ.
τὸ μέλλον δ' τὸ μέλλον δ' τὸ μέλλον M καὶ post breve intervallum τὸ δὲ προκλύειν m. τὸ δὲ προκλύειν omisit h. ἐπεὶ γένοιτ᾽ ἐπεὶ γένοιτ' ἐπιγένοιτ' Μ. πρὸ χαιρέτω ἴσον ἴσον Μ. σύνορθρον σύνορθρον συνορθὸν Μ. αὐγαῖς αὐταῖσ Μ. εὔπραξις, ὡς εὖ, πρᾶξιν ὡς scribendum εὖ, πρᾶξιν ὧν. Ἥχω ἀγο γελ— praefxit m, ut vid., choro tribuit Stanley. δ᾽ εἴτε in δ' εἴτε ultimam literam e ex ό (δ᾽ εἰ τὸ) correctum habet M, δ᾽ εἴ τι ἐλπίσιν ἐλπίσιν ἐλπίσειν Μ. σιγώσῃ σιγώιση Μ, σιγώισης m. et 280-292. paragraphi praefixae in M.
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. ΧΟ. πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας. ΚΛ. Τροίαν ᾿Αχαιῶν οὖσαν· ἦ τορῶς λέγω; ΧΟ. χαρά μ' ὑφέρπει δάκρυον ἐκκαλουμένη. ΚΛ. εὖ γὰρ φρονοῦντος ὄμμα σου κατηγορεῖ. ΧΟ. τί γάρ; τὸ πιστὸν ἔστι τῶνδέ σοι τέκμαρ; ΚΛ. ἔστιν, τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ. ΧΟ. πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις; ΚΛ. οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. ΧΟ. ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις; ΚΛ. παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας. ΧΟ. ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις; ΚΛ. τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω. ΧΟ. καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος; ΚΛ. Ἥφαιστος, Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς ἔπεμπεν. Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον ᾿Αθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε, πόντον ὥστε νωτίσαι, ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
εἰ μήπω (μή τις b) θεός με ἀπατᾷ. ἰσόπτερος, κούφη. ὄρος Λήμνου. φανόν: τὴν λαμπάδα. ὑπερβῆναι. μεγίστη πεύκη ἰσχὺς πυρός.
τὸ πιστὸν ἔστι ή γάρ τι ἐστιν Μ. εὐπιθῆ εὐπιθῆ εὐπειθεῖ corr. in εὐπειθῆ Μ. δόξαν fort. οὐκ ὄψαν. ΚΛ. κλυται Μ, id delevit et dry praescripsit m. ἀγγάρου ἀγγάρου ex Εtym. Μ. p. 7 Αἰσχύλος γοῦν ἐν Ἀγαμέμνονι τὸν ἐκ διαδοχῆς πυρσὸν κἀπ᾽ ἀγγάρου πυρός« ἔφη, cfr. Bekk. Anecd. p. 212, 5 et 325, 13, Suid. s. v. ἄγγαροι, Eustath. p. 1854, 26: ἀγγέλου Μ. Ἑρμαῖον Έρμαιον Μ. πανὸν πανὸν ex Athen. XV p. 700 Ε πρότερος δὲ τούτων Αἰσχύλος ἐν ᾿Αγαμέμνονι μέμνηται τοῦ πανοῦ: φανὸν Μ. ᾿Αθῷον ἄθωον Μ. Post 297 lacunam notavit Casaubonus: interponit 312sq. Thiersch.
σέλας παραγγείλασα Μακίστου σκοπάς· ὃ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμένως ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος· ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίων Ασωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρά, πλέον καίουσα τῶν εἰρημένων· λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος, ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον ὤτρυνε θεσμὸν μὴ χαρίζεσθαι πυρός. πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ πορθμοῦ κάτοπτον πρῶν ὑπερβάλλειν πρόσω
Μάκιστον ὄρος Ευβοίας. κοινὸν τὸ ἔπεμπεν. ὁ τόπος. Μέσσαπον ὄρος μεταξὺ Εὐβοίας καὶ Βοιωτίας. θωμόν: σωρόν. In altero (dextro) marg. θωμός: στρατός scriptum, sed deletum. ἡ τοῦ Κιθαιρῶνος. ὄρος Μεγαρίδος. κόλπος περὶ Τροιζηνα. τὸ κατόψιον.
fort. ἤπεικτο. ἐρείκης ἐρίχησ Μ, ἐρείχη m. πεδίων Ασωποῦ πεδίον Ασωποῦ παιδίον ὠποῦ Μ. φρουρά φρουρὰ προσαιθρίζουσα πόμπιμον φλόγα ex Hesych. προσαιθρίζουσα πόμπιμον φλόγα. πρὸς τὸν αἰθέρα ποιοῦσα ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα Dindorf. ὤτρυνε θεσμὸν μηχανήσασθαι (fort. ὤτρυνεν ἑσμὸν μηχανήσασθαι). κάτοπτον κάτοπτον κάτοπτρον Μ. πρῶνα Μ, πρῶν m.
φλέγουσαν· εἶτ᾽ ἔσκηψεν, εἶτ᾽ ἀφίκετο Αραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς κἄπειτ' Ατρειδῶν ἐς τόδε σκήπτει στέγος φάος τόδ᾽ οὐκ ἄπαππον Ιδαίου πυρός. τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι, ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι· νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών. τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί. ΧΟ. θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι. λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι διηνεκῶς θέλοιμ᾽ ἄν, οὓς λέγεις, πάλιν. ΚΛ. Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ. οἶμαι βοὴν ἄμικτον ἐν πόλει πρέπειν. ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτει διχοστατοῦντ᾽ ἄν, οὐ φίλω, προσεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς· οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
ὄρος Αργους. οὐ ξένον, ἀλλὰ συγγενές. τοῦτό μοι, φησί, παρήγγειλεν ὁ Ἀγεμέμνων σύμβολον ἐκ Τροίας εἶναι του τέλους αὐτῆς. οὐ (1. σημείωσαι ὅτι) κατὰ τὸν φυτάλμιον Δία ἐνταῦθα ἡ ἐτυμολογία, ἐκ τῆς φύτλης δὲ γίνεται φυτλάμιος, ἤγουν φυτοσπόρος, καὶ μεταθέσει διὰ καλλιφωνίαν φυτάλμιος.
pro hoc versu ponendum videtur fragmentum quod ex Ael. V. H. XIII 1 protulit Cobetus: ᾄσσουσα δ᾽ ἐξέλαμψεν ἀστραπῆς δίκην. τόδε τόδε τόγε M. In M scripsit in imo marg. λείπει πολλά manus quaedam saec. XVI. De 323-360 ex a fh refertur. Scholia ex h et editione Victoriana sumpta sunt. τοιοίδε τοί μοι τοιοίδε τοί μοι τοιοίδ᾽ ἕτοιμοι τοιοίδ᾽ ἕτυμοι τοιοῦτον τοιοῦτοι personae nota carent libri. διηνεκῶς διανεχῶς οὓς ὡς λέγοις nulla personae nota, Clytaemestrae nota praescripta in libris. Τροίην ἄλειφά ἀλείφατ' ἐγχέας ἐκχέας φίλω φίλω φίλως ἔστι ἐστὶν φυταλμίων φυτάλμιοι παίδων γέροντες
παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου δέρης ἀποιμώζουσι φιλτάτων μόρον, τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον, ἐν αἰχμαλώτοις Τρωικοῖς οικήμασι ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων δρόσων τ᾽ ἀπαλλαχθέντες, ὡς δυσδαίμονες ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην. εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα, οὔ τὴν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν. ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ πορθεῖν ἃ μὴ χρὴ κέρδεσιν νικωμένους· δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας, κάμψαι διαύλου θάτερον κῶλον πάλιν. θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός, ἐγρήγορον τὸ πῆμα τῶν ὀλωλότων γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
ἢ τῶν ψυχρῶν λέγει παγετῶν ἢ τῶν ὀρεινῶν τόπων τῶν ὑπὸ τὸν αἰθέρα ὄντων. ὄντες πρότερον δηλονότι δυστυχεῖς νῦν ἀμερίμνως ευδήσουσιν. ἐπειδὴ ὁ δίαυλος δύο ἔχει σταδίους, ὧν τὸν ἕτερον διῆλθον ἤδη εἰς Τροίαν ἀνελθόντες, δεῖ λοιπὸν καὶ τὸν ἄλλον διελθεῖν καὶ ὑπονοστῆσαι πρὸς τὸν οἶκον.
νυκτίπλαγκτος (νυκτίπλακτος h). νήστεις νήστισι νῆστις οικήμασι ἐν δ' interpunctione mutata οἰκήμασιν ἀπαλλαχθέντες, ὡς δυσδαίμονες ἀπαλλαγέντες ὡς δ᾽ εὐδαίμονες εὖ σέβουσι εὖ σέβουσι εὐσεβοῦσι θ᾽ ἱδρύματα τ' ιδρύματα οὔ τὴν ἑλόντες οὐ τὴν ἑλόντες οὐκ ἀνελόντες οὐκ ἂν γ᾽ ἑλόντες ἀνθαλοῖεν ἂν θάνοιεν αὖ θάνοιεν πρότερον ἐμπίπτῃ πρῶτον ἐμπίπτει ἐμπίπτη ἐμπίπτοι πορθεῖν ἃ πορθεῖν τὰ κέρδεσι κάμψαι κάμψαι (σ superscr. eadem manus) ἐγρήγορον ἐγρηγορὸς
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις. τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν· πολλῶν γὰρ ἐσθλῶν τὴν ὄνησιν εἱλόμην. ΧΟ. γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις. ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι· χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων. ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία, μεγάλων κόσμων κτεάτειρα, ἦτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες στεγανὸν δίκτυον, ὡς μήτε μέγαν μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι μέγα δουλείας γάγγαμον, ἄτης παναλώτου. Δία του ξένιον μέγαν αἰδοῦμαι τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ τείνοντα πάλαι τόξον, ὅπως ἂν μήτε πρὸ καιροῦ μήθ' ὑπὲρ ἄστρων βέλος ἠλίθιον σκήψειεν.
πρόσφατα, νῦν προσπαίσαντα καὶ προσκρούσαντα αὐτοῖς. εἰ μή ποθεν ἔλθοι τοῖς Ἕλλησι κακόν τι νέον ἐξ ἐπελθούσης τινὸς συμμαχίας τοῖς Τρωσίν, ὃ δὴ καὶ πτοηθέντες ἴσως ὅσον τάχος ἀποπλεύσουσιν. ὅτι πολλῶν χρημάτων προκριτέα ἡ ὄνησις· εἰ γὰρ ἐξ ὧν ἔχει τις ἀγαθῶν ὄνησίν τινα μὴ λαμβάνει, μάτταια πάντ᾽ ἂν εἴη. τιμώμενοι γὰρ οἱ θεοὶ ἠμείψαντο ἡμᾶς. δίκτυον. ἤγουν τὴν τιμωρίαν, μεταφορικῶς.
τύχοι τύχη κλύεις κλύοις τὴν τήνδ' De 361-1052 ex fh refertur. nuntii, chori nota praescripta in libris. μεγάλων (τῶν μεγάλων h).
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, πάρεστι τοῦτ᾽ ἐξιχνεῦσαι· ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν ὅσοις αθίκτων χάρις πατοῖθ᾽· ὃ δ᾽ οὐκ εὐσεβής. πέφανται δ᾽ ἐγγόνους ἀτολμήτων Αρη πνεόντων μεῖζον ἢ δικαίως, φλεόντων δωμάτων ὑπέρφευ ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή- μαντον ὥστ᾽ ἀπαρκεῖν εὖ πραπίδων λαχόντα. Οὐ γὰρ ἔστιν ἔπαλξις πλούτου πρὸς κόρον ἀνδρὶ λακτίσαντι μέγαν Δίκας βωμὸν εἰς ἀφάνειαν. βιᾶται δ᾽ ἁ τάλαινα πειθώ, προβουλόπαις ἄφερτος ἄτας.
τῶν ἱερῶν. οἱ θεοί, φησί, πέφανται καὶ φανεροὺς ποιοῦσι τοὺς ἐκγόνους τῶν ἀσεβῶν τῶν πνεόντων Αρη μείζω ἢ δικαίως κατὰ τῶν δωμάτων τῶν ἀτολμήτων. ἤγουν, ὑπὲρ τὸ δίκαιον μαχομένων τοῖς ἱεροῖς οἴκοις τῶν θεῶν. ἡ τῆς ἄτης πειθὼ ἄφερτος καὶ ἀφόρητος καὶ βαρεῖά ἐστιν, ἥτις βιάζει αὐτούς, πρόνοιαν δῆθεν τοῦ πλουτῆσαι (πλουτίσαι Vict.) τοὺς παῖδας ποιουμένη.
priores partes stropharum et antistr. tres chori ordines canere videntur, alteras totus chorus. ἔχουσιν ἔχουσαν mutatum in ἔχουσ' ἔχοις ἂν πάρεστι πάρεστιν τοῦτό γ' fort. δ᾽ οὖν τόδ'. ἔπραξεν ἔπραξεν ὡς ἔπραξεν ἔκρανεν. ... βροτῶν ... μέλειν ἔκρανεν. | . βροτῶν [ . . μέλειν | ὅσοις (ὅσοις δ' h). ἐγγόνους εγγόνους fort. ἀγχίνους. Αρη Αρης πνεόντων superiori versui addit f. βέλτιστον fort. βέλτιον. βέλτιστον. ... ἀπαρκεῖν βέλτιστον. | . . ἀπαρχεῖν [ 1. ὥστ᾽ ἀπαρκεῖν (ὥστε κἀπαρκεῖν h). λακτίσαντι (ἐκλακτίσαντι 1). μέγαν μεγάλα προβουλόπαις προβούλου παῖς
ΑΓΑΜΕΜΝΩΝ ἄκος δὲ παμμάταιον. οὐκ ἐκρύφθη, πρέπει δέ, φῶς αἰνολαμπές, σίνος· κακοῦ δὲ χαλκοῦ τρόπον τρίβῳ τε καὶ προσβολαῖς μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ διώκει παῖς ποτανὸν ὄρνιν, πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς. λιτῶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν· τὸν δ᾽ ἐπίστροφον τῶνδε φῶτ᾽ ἄδικον καθαιρεῖ. Οἷος καὶ Πάρις ἐλθὼν ἐς δόμον τὸν ᾿Ατρειδᾶν ᾔσχυνε ξενίαν τράπε- ζαν κλοπαῖσι γυναικός. λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστορας κλόνους λογχίμους τε καὶ ναυβάτας ὁπλισμούς, ἄγουσά τ᾿ ἀντίφερνον Ιλίῳ φθορὰν βέβακεν ῥίμφα διὰ πυλᾶν, ἄτλητα τλᾶσα· πολλὰ δ᾽ ἔστενον τάδ᾽ ἐννέποντες δόμων προφῆται·
τουτέστι σέλας. ἡ θεραπεία τῆς ἐπιθυμίας αὐτῶν διάδηλος γίνεται. ὡς φῶς δὲ πρέπει τὸ αἰνολαμπὲς αὐτῶν σέλας. ἤγουν ἀντὶ προικὸς φθορὰν καὶ ἀπώλειαν κομίσασα (κομίσασαν Vict.).
(ὡς ἄκος h). πᾶν μάταιον παμμάταιον. [ δὲ | . . σίνος | f. τρίβῳ καὶ προσβολαῖς προβολαῖς ποτανὸν πτανὸν (πτανόν τιν' h) ἄφερτον θείς τῶνδ᾽ ἐπίστροφον δὲ (εἰς οἶκον b) τῶν (τὴν ξενίαν h) ξενίαν { . . γυναικός | κλοπαῖς ἀστοῖσιν | . . κλόνους | . καὶ [ . . ὁπλισμοὺς | . ἀντίφερνον [ . . φθορὰν | κλόνους τε καὶ λογχίμους ναυβάτας βέβακε πολὺ δ᾽ ἀνέστενον τάδο τόδ'
ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, ἰὼ λέχος καὶ στίβοι φιλάνορες. πάρεστι σιγᾶς ἄτιμος ἀλοίδορος ἅδιστος ἀφεμένων ἰδεῖν. πόθῳ δ᾽ ὑπερποντίας φάσμα δόξει δόμων ἀνάσσειν. Εὐμόρφων δὲ κολοσσῶν ἔχθεται χάρις ἀνδρί, ὀμμάτων δ᾽ ἐν ἀχηνίαις ἔρρει πᾶσ᾽ Αφροδίτα. ὀνειρόφαντοι δὲ πενθήμονες πάρεισι δόξαι φέρουσαι χάριν ματαίαν. μάταν γὰρ εἶτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾶν, παραλλάξασα διὰ χερῶν βέβακεν ὄψις οὐ μεθύστερον πτεροῖς ὀπαδοῖς ὕπνου κελεύθοις. τὰ μὲν κατ' οἴκους ἐφ᾽ ἑστίας ἄχη, τὰ δ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα. τὸ πᾶν δ᾽ ἀφ᾽ Ἑλλάδος αἴας συνορμένοις
ἀφεμένων ἡμῶν τῆς σιγῆς, ὅ ἐστι καὶ ἀφισταμένων τοῦ σιγᾶν, τουτέστι καὶ παρρησιαζομένων καὶ φθεγγομένων τι, διὰ τὸ μὴ παρεῖναι τὴν δέσποιναν, ὅμως τῇ παλαιᾷ αἰδοῖ σώζομεν αὐτῆς τὴν παρουσίαν, καὶ πάρεστιν ἡμῖν ἰδεῖν ἡδίστη καὶ πολύτιμος καὶ ἀλοίδορος, ήγουν νομίζομεν ἔτι συνεῖναι ἡμῖν αὐτὴν καὶ τῆς παρ᾽ ἡμῶν τιμῆς ἀπολαύειν. τῶν συνηγμένων ἀπὸ τῆς Ἑλλάδος ἁπάντων ἑκάστου τοῖς οἴκοις ὀδυνηρὰ πένθησις διαπρέπει.
ἰὼ et δῶμα semel habet στίβοι | . . πάρεστιν [.. ἀλοίδορος | σιγὰς ἀτίμους ἀλοιδόρους ὑπὲρ ποντίας (γὰρ h) (τἀνδρί h) ἀφροδίτη φέρουσαι [ . . ματαίαν. [. . ἂν | . . ὁρᾶν | εἶτ᾽ ἂν χειρῶν κελεύθων ἐφεστίους τὰ δ' τάδ' Ελλανος
ΑΓΑΜΕΜΝΩΝ πένθεια τλησικάρδιος δόμων ἑκάστου πρέπει. πολλὰ γοῦν θιγγάνει πρὸς ἤπαρ' Οὓς μὲν γάρ τις ἔπεμψεν οἶδεν, ἀντὶ δὲ φωτῶν τεύχη καὶ σποδὸς εἰς ἑκά- στου δόμους ἀφικνεῖται. ὁ χρυσαμοιβὸς δὲ Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ ᾿Ιλίου φίλοισι πέμπει βαρύ ψήγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους. στένουσι δ᾽ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ' ἀλλοτρίας διαὶ γυναικός,
χρυσαμοιβὸς ὁ καὶ ἀργυραμοιβὸς παρὰ τοῖς ῥήτορσι. τῆς αὐτῆς δ᾽ ἀναλογίας ἐστὶ καὶ ὁ ἀλφιταμοιβός. εἴληπται δὲ τὸ νόημα τῷ Αἰσχύλῳ ἐκ τῆς κατὰ τὸν Δία Ομηρικῆς ζυγοστατήσεως. τὸ βαρὺ δὲ εἴρηται διὰ τὸ βαρύνειν τοὺς φίλους, ἄλλως μέντοι κατὰ τὴν ἀλληγορικὴν τροπὴν βαρὺ διὰ τὸ χρυσοῦν εἶναι. ὅτι δι' ἀλλοτρίαν ἀπώλετο (ἀπώλλυτο Vict.) γυναῖκα, σιωπηλῶς βοᾷ μετὰ ὀργῆς, δίκην κυνός.
τηξικάρδιος (in h glossa τὴν καρδίαν τήκουσα) fort. χρίμπτεται πρὸς. τις addidit (πέμψεν h) (βροτῶν h) οἶδεν | . . τεύχη | . . ἑκάστου | . . ἀφικνεῖται | (πρὸς ἑκάστου τοὺς δόμους h). εἰσαφικνεῖται h fort. ἐν τροπῇ. ἀντήνορος [ . . εὐθέτου | γεμίξων ut videtur (τοὺς λέβητας h) εὐθέτους εὐθέτου διαὶ καὶ ἐν Ἀγαμέμνονι ἀλλοτρίας διαὶ γυναικός ἀντὶ τοῦ ἕνεκα διὰ γε διὰ
τάδε σιγά τις βαΰζει, φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρπει προδίκοις Ατρείδαις. Οἳ δ᾽ αὐτοῦ περὶ τεῖχος θήκας 'Ιλιάδος γᾶς εὔμορφοι κατέχουσιν· ἐχ- θρὰ δ᾽ ἔχοντας ἔκρυψεν. βαρεῖα δ᾽ ἀστῶν φάτις σὺν κότῳ· δημοκράτου δ᾽ ἀρᾶς τίνει χρέος. μένει δ᾽ ἀκοῦσαί τί μου μέριμνα νυκτηρεφές. τῶν πολυκτόνων γὰρ οὐκ ἄσκοποι θεοί. κελαι- ναὶ δ᾽ Ἐρινύες χρόνῳ τυχηρὸν ὄντ᾽ ἄνευ δίκας παλιντυχεῖ τριβᾷ βίου τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀἰ- στοις τελέθοντος οὔτις ἀλκά· τὸ δ᾽ ὑπερκόπως κλύειν εὖ βαρύ· βάλλεται γὰρ ὄσσοις Διόθεν κεραυνός. Κρίνω δ᾽ ἄφθονον ὄλβον· μήτ᾽ εἴην πτολιπόρθης
ὃ ἐποίησαν ἐν τῇ Τροίᾳ. βέλτιον δὲ αὐτῆς τῆς Τροίας τὸ τεῖχος εἰπεῖν. τὸ δ᾽ εὔμορφοι πρὸς πλείονα οἶκτον προσέθηκεν. ἤγουν ὀργίλως ὑπὸ τῶν πολιτῶν σκώπτεται ὁ ᾿Αγαμέμνων καὶ ἀποδίδωσί τι χρέος τῆς δημοσίας κατάρας.
σιγᾷ τις προδίκοισιν old' κατέχουσιν· | .. . ἔκρυψεν | (ἐχθρῶς h) ἔχοντας δημοχράντου γὰρ | . . θεοί. | . . χρόνῳ | ἀπόσκοποι (δ᾽ οὖν h) ἐριννύες παλιντυχεῖ παλιντυχῆ (παλιντυχῇ) άΐστοις | . . ἀλκά· | ὑπερκόπως ὑπερκότως μὴ δ' et πτολιπόρθις
ΑΓΑΜΕΜΝΩΝ μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ- λων βίον κατίδοιμι. Πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου πόλιν διήκει θοὰ βάξις· εἰ δ᾽ ἐτήτυμος, τίς οἶδεν, ἤ τοι θεῖόν ἐστι μὴ ψύθος. Τις ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος, φλογὸς παραγγέλμασιν νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽ ἀλλαγᾷ λόγου καμεῖν; Γυναικὸς αἰχμᾷ πρέπει πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι. Πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται ταχύπορος· ἀλλὰ ταχύμορον γυναικογήρυτον ὄλλυται κλέος.
τὸ ψύθος σύστοιχον τῷ ψεύδει ὡς καὶ τὸ ψυδρόν. ὅτι δὲ συγγενῆ τὸ δ καὶ τὸ θ, δῆλον. προϋπόκειται δὲ τὸ ψεῦδος. οἱ ἀγαθόν τι ἐλπίσαντες, εἶτα τούτου ἀποτυχόντες διπλασίᾳ περιπίπτουσιν ἀθυμίᾳ κατὰ Μένανδρον. ἴσως τὴν κερκίδα ἢ τὸν ἄτρακτον λέγει γυναικὸς αἰχμήν, εἰ μή που σκώπτει τὴν Κλυταιμνήστραν διὰ τὰ ἱστορούμενα κατ᾽ αὐτῆς, τὸν πέλεκυν λέγων, δι᾽ οὗ καὶ θεῖλε τὸν ᾿Αγαμέμνονα. ήγουν περιφραστικῶς ἡ γυνή· ὡς ταυτὸν ἂν γυναῖκα εἰπεῖν καὶ ὅρον αὐτῆς ἐκθεῖναι. τὸ φημιζόμενον ἀγαθὸν ὑπὸ τῶν γυναικῶν ἀνύπαρκτόν ἐστι καὶ ταχέως φθειρόμενον καὶ οὐκ ἐπὶ πολὺ διαμένον.
ἁλοὺς | κατίδοιμι | singulis choreutis tribuendi. (τὴν πόλιν h) ἐτήτυμος ἐτητύμως ἤ, τοι et ἐστὶν παραγγέλμασι ἔπει | ἔπειτ' . . λόγους | . . αἰχμᾷ | . . φανέντος | . . ξυναινέσαι | . . ὅρος [. . ταχύπορος· | . . ταχύμορον | γυναικὸς ἐν γυναικὸς ἔρος
Τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, εἴτ᾿ οὖν ἀληθεῖς εἴτ᾿ ὀνειράτων δίκην τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας· κήρυκ᾽ ἀπ᾿ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον· εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι. Οστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. ΚΗΡΥΞ ἰὼ πατρῷον οἶδας Αργείας χθονός, δεκάτῳ σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους, πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών οὐ γάρ ποτ' ηὔχουν τῇδ᾽ ἐν Αργεία χθονί θανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος, ὅπατός τε χώρας Ζεὺς ὁ Πύθιός τ᾽ ἄναξ,
ἠπάτησεν, παρὰ τὸν φήληκα, ὅς ἐστι σῦκον διαχάσκον πρὸ τοῦ πεπανθῆναι. ἀσύνηθες δὲ τὸ φηλῶ φηλώσω, οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι (ν. 785), τὸ δὲ κοινὸν φηλήσω, ἐξ οὗ καὶ ὁ φηλήτης ἐν δυσὶν ἢ. ὁ δέ γε παρ' Ησιόδῳ (Op. 375) φιλήτης διὰ τοῦ ἢ ἔχει τὴν ἄρχουσαν κατὰ τοὺς παλαιοὺς σημαίνων τὸν κλέπτην ὡς ἀπὸ τοῦ ὑφελέσθαι. τινὲς μέμφονται τῷ ποιητῇ ὅτι αὐθημερὸν ἐκ Τροίας (ἐκ Τρ. omittit Vict.) ποιεῖ τοὺς Ἕλληνας ἥκοντας. ἡ λέξις ἐκ μεταφορᾶς τῶν ἀγκυρῶν, ὧν πολλῶν ῥαγεισῶν εἰς τὸ ὕδωρ μία τις περισώζει τὴν ναῦν.
Clytaemestrae, 506 chori notam in libris praefixam delevit εἰσόμεθα ἐφήλωσε δεκάτου (ηύχων h)
ΑΓΑΜΕΜΝΩΝ τόξοις ιάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη· ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος· νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, ἄναξ Απολλον. τούς τ᾿ ἀγωνίους θεοὺς πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θάκοι, δαίμονές τ᾿ ἀντήλιοι, ἦπου πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασιν δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων καὶ τοῖσδ᾽ ἅπασι κοινὸν ᾿Αγαμέμνων ἄναξ. ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει, Τροίαν κατασκάψαντα τοῦ δικηφόρου Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον, βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε Τροία περιβαλὼν ζευκτήριον ἄναξ Ατρείδης πρέσβυς εὐδαίμων ἀνὴρ ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἀπόμαχος. βοηθόν. οἱ εἰς ἀνατολὴν ὁρῶντες. σπάθη. ἀπὸ κοινοῦ τὸ οὔτε ληπτέον καὶ εἰς τὸ Πάρις συνυπακούεται γὰρ ἐκ τοῦ ἐπαγομένου. τὸ δὲ »τὸ δρᾶμα τοῦ πάθους πλέονα, τοῦτο δηλοῖ ὡς οὐ πλέον δέδρακεν ἢ πέπονθεν.
ήσθ' Αλλ' ήλθες καὶ παιώνιος καὶ παγώνιος κἀπαγώνιος εἴ που πάλαι τοῖσιδ᾽ τοῖσιν Versum delet (δέξαισθε h) ἡμῖν ut ex Pers. 813 illatum delet τοιούδε scribendum οὐδὲ.
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην τοῦ ῥυσίου θ' ἥμαρτε καὶ πανώλεθρον αὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θαμάρτια. ΧΟΡΟΣ κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ. ΚΗΡΥΞ χαίρω· τεθνᾶναι δ᾽ οὐκ ἀντερῶ θεοῖς. ΧΟΡΟΣ ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν. ΚΗΡΥΞ ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὅπο. ΧΟΡΟΣ τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου. ΚΗΡΥΞ πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου. ΧΟΡΟΣ τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. ΚΗΡΥΞ ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις. ΧΟΡΟΣ ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ' ἀναστένειν. ΚΗΡΥΞ πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος στρατῷ; ΧΟΡΟΣ πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. ΚΗΡΥΞ καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς; ΧΟΡΟΣ ὡς νῦν τὸ σὲν δὴ καὶ θανεῖν πολλὴ χάρις. ΚΗΡΥΞ εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τοῦ ῥύσασθαι τοὺς Τρῶας. ἐθέρισεν, ἔκειρε. κοινῶς δε ἔθριξεν, ἀφεῖλεν· ἀφ᾽ οὗ καὶ ἡ θρίξ· ὡς (ὡς om. Vict.) καὶ Ευριπίδης (Orest. 128) ἴδετε παρ᾽ ἄκρας ὡς ἀπέθριξε τρίχας«. τὸν μισθὸν τῆς ἁμαρτίας. ἐρωτικὴν εἴχετε, φησὶ, νόσον τερπνήν, ἐπεὶ εἴχετε καὶ τοὺς ἀντερῶντας. ὧν ἐστι τὸ εἰρημένον ὑπὸ σοῦ, τὸ ντεθνᾶναι δ᾽ οὐκέτ᾽ οὐκ ἔτ᾽ Vict.) ἀντερῶ θεοῖς κ.
ἄφλων Clytaemestrae notam pro chori nota habent οὐκέτ' cfr. (ἐκδακρύειν 1) ἴστε ἧστε πεπληγμένοι πεπληγμένος φρενός μ' φρενὸς τυράννων ὡς ὧν ἂν εὖ
τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν ἅπαντ᾽ ἀπήμων τὸν δι' αἰῶνος χρόνον; μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ στένοντες οὐ λαχόντες ἤματος μέρος. τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος· εὐναὶ γὰρ ἦσαν δηίων πρὸς τείχεσιν· ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι δρόσοι κατεψέκαζον, ἔμπεδον σίνος ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον, οἷον παρεῖχ᾽ ἄφερτον Ιδαία χιών, ἢ θάλπος, εἶτε πόντος ἐν μεσημβριναῖς κοίταις ἀκύμων νηνέμοις εἴδοι πεσών τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος· παροίχεται δὲ τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ' αὖθις μηδ᾽ ἀναστῆναι μέλειν. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου; καὶ πολλὰ χαίρειν συμφορὰς καταξιώ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Αργείων στρατοῦ
σπανίους (ἀντὶ τοῦ σπανίως Vict.). καὶ τούτου γὰρ οὐ συνεχῶς ἀπηλαύομεν. τὸ δὲ παρήξεις ἀντὶ τοῦ παραδρομὰς ἐπὶ τοῦ καταστρώματος τῶν νεῶν. τὸ ἑδραῖον, ἤτοι (κατὰ addit Pauw) τὸ περιβεβλημένον ἡμῖν κάλλος. χρὴ κατὰ συνεκδοχήν· ἤγουν τί δεῖ ψηφίζεσθαι περὶ τῶν ἀπολωλότων; ἐπὶ τῇ ἀποβολῇ τῶν ἀπολλυμένων δεῖ τὸν ζῶντα ἀλγεῖν καὶ πάλιν ἐπὶ ταῖς εὐποτμίαις χαίρειν.
τάδ' τάδ' κακοτρώτους στένοντας, ἀσχάλλοντας δαΐων δὲ γὰρ λειμωνίαι ἔμπεδον ex ἐμπίδων supra ἔνθηρον ortum videtur. ἐκθυμάτων (λέγει h) ἄλγους . . τυχεῖν συμφορὰς συμφοραῖς
νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει. ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις· Τροίαν ἑλόντες δήποτ' Αργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος. τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται Διὸς τάδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον. ΧΟΡΟΣ νικώμενος λόγοισιν οὐκ ἀναίνομαι. ἀεὶ γὰρ ἡβᾷ τοῖς γέρουσιν εὖ μαθεῖν. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρα μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ ανωλόλυξα μὲν πάλαι χαρᾶς ὅπο, ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ιλίου τ᾿ ἀνάστασιν. καί τίς μ' ἐνίπτων εἶπε· φρυκτωρῶν δια πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικός αἴρεσθαι κέαρ. λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην. ὅμως δ᾽ ἔθυον· καὶ γυναικείῳ νόμῳ ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
ἤγουν ὁμολογήσουσι καὶ τῷ Διὶ χάριν τῷ τάδε διαπραξαμένῳ. χαίρω ἐν τῷ μὴ ἀντιλογεῖν. ἀκμάζει. ἐπιθυμοῦσι γὰρ μανθάνειν ὧν οὐκ εἰς πεῖραν ἦλθον. μεταδιδόναι μοι τῆς χαρᾶς. ἤγουν γυναικός ἐστι μετεωρίζεσθαι καὶ μέγα φωνεῖν (φρονεῖν Vict.) ἀκούσασαν τι.
ποτώμενα τροίην δόμων . . ἀρχαίων ἡβᾷ νοῦς γέρουσιν ἥβη τοῖς γέρουσιν Κλυταιμνήστρα (-α) ἀνωλόλυξα μὲν ἀνωλολύξαμεν ἐνίππων (πλακτὸς b) fort. γυναικεῖοι νόμοι. ολολυγμὸν ἐνθέων
θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι. τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἄνδρα σώσαντος θεοῦ πύλας ἀνοῖξαι; ταῦτ᾽ ἀπάγγειλον πόσει· ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει· γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν οἷανπερ οὖν ἔλειπε, δωμάτων κύνα ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς. τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. ΧΟΡΟΣ αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
τὰ μακρά. ἤγουν φύλακα. ὅρα τὸ παράδειγμα τῆς κυνός· εἰ καὶ δοκεῖ τοῦτ᾽ εἰληφέναι τὸν ποιητὴν διὰ τὴν φυλακὴν μόνην, ἀλλ᾽ ἔχει τι καὶ βαθύτερον. βουλόμενος γὰρ τὴν μοιχείαν ταύτης δηλῶσαι καὶ ὅτι ὥσπερ ἡ κύων οὐχ ἑνὶ ἀνδρὶ χρῆται, οὕτως οὐδ᾽ ἐκείνη. εἰ καὶ λαθεῖν βουλομένη ἐπὶ τούτῳ σεμνύνεται, ἄλλου τέρψιν ἀνδρὸς οὐκ εἰδέναι φάσκουσα, τῇ κυνὶ ταύτην παραβάλλει. σφραγίδα τῆς πρὸς τὸν ἄνδρα εὐνῆς. ὥσπερ οὐκ οἶδα τὰς βαφὰς τοῦ σιδήρου, οὕτως (οὕτως om. h) οὐδὲ ἡδονὴν ἑτέρου ἀνδρός. γενναία γυναικὶ οὐκ αἰσχρόν ἐστι τὸ κομπάζειν. αὕτη μὲν οὕτως εἶπεν ὥστε σὲ μαθεῖν, οὐχ ἡμᾶς, ἀκριβῶς ἑρμηνεύσασα. (οὕτως εἶπεν ἀκριβέσι λόγοις καὶ ἐξηγητικοῖς, ὥστε σε μαθεῖν Vict.).
σέ μοι σ' ἐμοὶ ἔνδον εὑρήσει quos praeconi tribuunt libri, Clytaemestrae continuavit
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύδομαι, εἰ νόστιμός τε καὶ σεσωμένος πάλιν ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. ΚΗΡΥΞ οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. ΧΟΡΟΣ πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις; σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε. ΚΗΡΥΞ ἁνὴρ ἄφαντος ἐξ ᾿Αχαιικοῦ στρατοῦ. αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. ΧΟΡΟΣ πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ ᾿Ιλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; ΚΗΡΥΞ ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ· μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. ΧΟΡΟΣ πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο ; ΚΗΡΥΞ οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ηλίου χθονὸς φύσιν. ΧΟΡΟΣ πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; ΚΗΡΥΞ εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ᾽ ἀπευκτὰ πήματ' ἄγγελος πόλει
οὐκ ἐπαινῶ τὰ ψευδῆ ὡς δυνάμενα ἐπὶ πολὺν χρόνον καλὰ τοῖς φίλοις καρπίζεσθαι, ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ ἐπαινετὰ ὑπὸ τῶν φίλων τὰ ψευδῆ. πῶς δὴ δύνασαι ἀληθῆ ἅμα καὶ προσφιλῆ ἀγγεῖλαι; χωρισθέντα γὰρ ἀλλήλων ὁρᾶται. ἤγουν ταῦτα λέγοντες ἀτιμάζομεν τοὺς θεούς.
τε γε σεσωμένος σεσωσμένος ήχει pro choro Clytaemestrae notam habent τύχοις τύχης (τυχ) γίνεται ἀνὴρ ἀνὴρ
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα, τοιῶνδε μέντοι πημάτων σεσαγμένον πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εξεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων χειμῶν᾽ Ἀχαιῶν οὐκ ἀμήνιτον θεοῖς; ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην φθείροντε τὸν δύστηνον Αργείων στρατόν. ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά. ναῦς γὰρ πρὸς ἀλλήλαισι θρῄκαι πνοαὶ ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς ἀνδρῶν ᾿Αχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις. ἡμᾶς γε μὲν δὴ ναῦν τὸ ἀκήρατον σκάφος
ἐξορισθέντας. σεσωρευμένων. εὐτυχία (εὐτυχεῖ Vict.). ἐκφράζει τὴν τοῦ χειμῶνος χαλεπότητα. ἤτοι τοῖς κέρασιν ἀλλήλων τυπτόμεναι. ἡ μεταφορὰ ἀπὸ τῶν ταύρων.
σεσαγμένον σεσαγμένων ἐριννύων Αχαιοῖς οὐκ ἀμήνιτον θεῶν ἀλλήλησι et θρηκαι corr. in θρηκιαι ἤρειπον κεροτυπούμεναι κερωτυπούμεναι ναυτικοῖς τ᾽ ἐρειπίοις ναυτικῶν τ᾽ ἐριπίων (ἐρειπίων Victorius)
ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξητήσατο θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών. τύχη δὲ σωτὴρ ναυστολοῦσ᾽ ἐφέζετο, ὡς μήτ᾽ ἐν ἁρμῷ κύματος ζάλην ἔχειν μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ᾽ Αιδην πόντιον πεφευγότες, λευκὸν κατ' ἦμαρ οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή; ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ἔχειν δοξάζομεν. γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν. εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διός, οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων. ΧΟ. τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽ ἐς τὸ πᾶν ἐτητύμως· μή τις ὅντιν᾽ οὐχ ὁρῶμεν προνοί-
οὐ θαρροῦντες, ἀλλ᾽ ἀμφίβολοι ὄντες εἰ ἔτι σωθείημεν. ἤγουν ὥσπερ ἐθεραπεύομεν ἐν λογισμοῖς τισι. ἤτοι τὴν νέαν συμφοράν. διασκεδασθέντος δίκην σποδοῦ.
ἡ ᾽ξηγήσατο ναυστολοῦσ᾽ ναῦν θέλουσ' ἁρμῷ ὅρμω (όρμῳ) τί μήν; ταῦτ᾽ ταῦτ᾽ legendum videtur προσδόκα καμεῖν. χλωρόν τε καὶ βλέποντα χλωρόν τε καὶ βλέποντα· ἀντὶ τοῦ ζῶντα καὶ ζῶντα καὶ βλέποντα κλύων κλύειν ὠνόμαξεν (cfr. 450) προνοίαισι προνοίαις ὁρῶμεν [ . . πεπρωμένου |
αισι τοῦ πεπρωμένου γλῶσσαν ἐν τύχᾳ νέμων; τὰν δορίγαμβρον ἀμφινει- κῆ δ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως ἑλέναυς, ἕλανδρος, ἑλέπτολις, ἐκ τῶν ἁβροτίμων προκαλυμμάτων ἔπλευσεν ζεφύρου γίγαντος αὔρα, πολύανδροί τε φεράσπιδες κυνα- γοὶ κατ᾽ ἴχνος πλατᾶν ἄφαντον κελσάντων Σιμόεντος ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους δι᾽ ἔριν αἱματόεσσαν. Ἰλίῳ δὲ κῆδος ὀρ- θώνυμον τελεσσίφρων μῆνις ἤλασεν, τραπέζας ἀτί- μωσιν ὑστέρῳ χρόνῳ καὶ ξυνεστίου Διός
ὁ ἑλὼν καὶ καθελὼν τὸν τῆς Ἑλένης ἄνδρα Αλέξανδρον καὶ τὴν πόλιν αὐτοῦ. ἐξ ἑσπέρας γὰρ πνέων οὔριος τούτῳ γέγονε. ὥσπερ τὰ τῶν θηρίων ἴχνη ἀναζητοῦσιν οἱ κυνηγοί, οὕτω καὶ αὐτοὶ κατ᾽ ἴχνος εὐθὺς τοῦ Πάριδος ἔδραμον. τὸ δὲ ἄφαντον, ἐπεὶ φανερά εἰσι τὰ τῶν θηρίων ἴχνη, τὰ δὲ τῶν νεῶν ἀφανῆ. ἐπειδὴ τὸ κῆδος σημαίνει καὶ τὴν ἐπιγαμβρίαν καὶ τὸ πένθος, ἐδήλωσε νῦν ὅτι τὸ πένθος λέγει· Ἰλιὰς γὰρ κακῶν, ἡ παροιμία φησί.
δορίγαμβρον | . . Ἑλέναν | . . πρεπόντως | Ἑλέναυς ἑλένας ἁβροπήνων φεράσπιδες | . . ἴχνος | . . ἄφαντον | . . ἀκτᾶς | ἐπ᾽ ἀξιφύλλους | πλατᾶν πλάταν fort. κελσάντοιν. fort. ἀκτᾶς ἐπ᾽ ἀεξιφύλλου. ἀκτὰς εἰς ἀεξιφύλλους xňδος | . . τελεσίφρων | . . ἀτίμως | . . χρόνῳ | ἤλασεν ἤλασε ἀτίμωσιν ἀτίμως ἵν᾽ ἀτίμως
πρασσομένα τὸ νυμφότι- μον μέλος ἐκφάτως τίοντας, ὑμέναιον, ὃς τότ' ἐπέρρεπεν γαμβροῖσιν ἀείδειν. μεταμανθάνουσα δ᾽ ὕμνον Πριάμου πόλις γεραιὰ πολύθρηνον μέγα που στένει, κικλή- σκουσα Πάριν τὸν αἰνόλεκτρον, παμπρόσθη πολύθρηνον αἰῶν᾽ ἀμφὶ πολιτῶν μέλεον αἷμ᾽ ἀνατλᾶσα. ἔθρεψεν δὲ λέοντος ἶνιν δόμοις ἀγάλακτα βούτας ἀνὴρ φιλόμαστον, ἐν βιότου προτελείοις ἅμερον, εὐφιλόπαιδα καὶ γεραροῖς ἐπίχαρτον. πολέα δ᾽ ἔσχ᾽ ἐν ἀγκάλαις νεοτρόφου τέκνου δίκαν φαιδρωπὸς ποτὶ χεῖρα σαίνων
μέγα που αναστένει αἰῶνα πολύθρηνον καὶ μέλεον αἷμα ἀνατλᾶσα· διὰ τὸν πολίτην αὐτῆς τὸν ᾿Αλέξανδρον. ἤγουν ἀνέθρεψεν αὐτὸν ἀνήρ τις ἐκτεθέντα· τὸν Ἀλέξανδρον λέγει. τὸ σαίνων πρὸς τὸ φαιδρωπός καὶ πρὸς τὸ ἔσχε ἀποδώσεις, καὶ οὐχὶ ὥς τινες πρὸς τὸ τέκνου ἀποδιδόντες σαίνοντος φασίν, ὡς τὸ παρ' Ομήρῳ (Β 353) »ἀστράπτων ἐπιδέξια«.
μέλος | . . ὑμέναιον | . . ἐπέρρεπεν | ἐπέπρεπεν μέτα που (μετά που) στένει | . . Πάριν | . αἰνόλεκτρον | fort. πάμπροσθ᾽ αἰνόπαριν, παιᾶν᾽ ἀμφὶ φίλων πολιτᾶν, κτέ. πολιτῶν πολίταν λέοντος ἶνιν λέοντα σίνιν ἀγάλακτα βούτας ἀγάλακτον οὗτος (οὗτος f, οὕτως h) φαιδρωπῶς σαίνοντα χεῖρα | . . ἀνάγκαις |
τε γαστρὸς ἀνάγκαις. χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦθος τὸ πρὸς τοκέων χά- ριν γὰρ τροφᾶς ἀμείβων μηλοφόνοισιν ἄταις δαῖτ᾽ ἀκέλευστος ἔτευξεν αἵματι δ᾽ οἶκος ἐφύρθη, ἄμαχον ἄλγος οἰκέταις, μέγα σίνος πολυκτόνον· ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ- τας δόμοις προσεθρέφθη. πάραυτα δ᾽ ἐλθεῖν ἐς Ιλίου πόλιν λέγοιμ᾽ ἂν φρόνημα μὲν νηνέμου γαλάνας, ἀκασκαῖόν τ' ἄγαλμα πλούτου, μαλθακὸν ὀμμάτων βέλος, δηξίθυμον ἔρωτος ἄνθος. παρακλίνασ᾽ ἐπέκρανεν δὲ γάμου πικρὰς τελευτάς, δύσεδρος καὶ δυσόμιλος συμένα Πριαμίδαισιν, πομπᾷ Διὸς ξενίου,
ἤγουν ἀμοιβὰς διδοὺς τοῖς θρέψασιν αὐτόν. λίαν κεκοσμημένον. διὰ τὸ κάλλος αὐτῆς. οὐ γὰρ ἦν δυσειδὴς ὥστε τὸν πλοῦτον αἰσχύνειν. ἤγουν ὁρμηθεῖσα. οὗτος γὰρ ἔπεμψε ταύτην αὐτοῖς τοῖς Τρωσὶ καὶ τὸν Τρωικὸν δι᾽ αὐτὴν συνε στήσατο πόλεμον.
ἦθος ἔθος τοκήων | . . ἀμείβων | τροφεῦσιν ἀμείβων τροφᾶς ἀπαμείβων (ἄταισιν h) άϋταῖς ἄμαχον δ' τις | . . προσετράφη | ἐλθεῖν [ . . πόλιν [ . . μὲν [ . . ἀκασκαῖον [ . . πλούτου | προσεθρέφθη προσετράφη (παραυτὰ δ᾽ οὖν h) ἀκασκαῖόν τ' ἀκασκαῖον παρακλίνουσ' δὲ [ . . τελευτὰς | πικροῦ πριαμίδαισι
νυμφόκλαυτος Ἐρινύς. παλαίφατος δ' ἐν βροτοῖς γέρων λόγος τέτυκται, μέγαν τελεσθέντα φωτὸς ὄλβον τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν, ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει βλαστάνειν ἀκόρεστον οἰζύν. δίχα δ᾽ ἄλλων μονόφρων εἰ- μί. τὸ δυσσεβὲς γὰρ ἔργον μετὰ μὲν πλείονα τίκτει, σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ. οἴκων γὰρ εὐθυδίκων καλλίπαις πότμος αἰεί. φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεά- ζουσαν ἐν κακοῖς βροτῶν ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε τὸ κύριον μόλῃ νεαρὰ φάους κότον, δαίμονά τε τὸν ἄμαχον, ἀπόλεμον, ἀνίερον θράσος μελαί- νας μελάθροισιν ἄτας, εἰδομέναν τοκεῦσιν. δίκα δὲ λάμπει μὲν ἐν δυσκάπνοις δώμασιν,
τίκτει, φησίν, ἡ παλαιὰ ὕβρις νέαν ὕβριν καὶ κότον καὶ τὸν ἄμαχον δαίμονα, ὅ ἐστι τὸ ἀνίερον καὶ ἀσεβὲς θράσος ἐν τοῖς οἴκοις τῆς ἄτης. τοῦτο δὲ λέγει ὅτι ὁ ὑβριστὴς καὶ θρασὺς ἄταις ἐμπίπτει. ήγουν πενιχροῖς καὶ εὐτελέσι.
ἐριννύς (ἐν τοῖς h) βροτοῖς | τέτυκται | . . τελεσθέντα ¦ . . ὄλβον | τεκνοῦσθαι | . . θνήσκειν | θνήσκειν δϊζόν εἰμί | . . ἔργον | δυσσεβὲς γὰρ γὰρ δυσσεβὲς παλαιὰ βροτῶν [. ὅταν μόλη | κότον | ἀπόλεμον [ . . θράσος | . ἄτας | ὅτε ὅταν μόλη φάος τόκου (ἄμαχον omisit h) μελάθροις τοκεῦσι δώμασι
τὸν δ᾽ ἐναίσιμον τίει βίον. τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν παλιντρόποις ὄμμασι λιποῦσ᾽ ὅσια προσέβα τοῦ δύναμιν οὐ σέβουσα πλού- του παράσημον αἴνῳ· πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ. ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ', Ατρέως γένεθλον, πῶς σε προσείπω; πῶς σε σεβίζω μήθ᾽ ὑπεράρας μήθ' υποκάμψας καιρὸν χάριτος; πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι προτίουσι δίκην παραβάντες. τῷ δυσπραγοῦντι δ᾽ ἐπιστενάχειν πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται· καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς ἀγέλαστα πρόσωπα βιαζόμενοι. ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων, οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
πολλοί, φησί, τοῦ ἀληθῶς εἶναι τὸ δοκεῖν εἶναι προτιμῶσιν, ὅ ἐστιν οὐ τὸν φύσει ἀγαθὸν τιμῶσιν, ἀλλὰ τὸν δοκοῦντα. ἤγουν ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην.
ἐν τὸν | . βίον [ . . ἐσθλὰ [ . . χερῶν | ὄμμασι | . . προσέβα |. σέβουσα | αἴνῳ | τόν τ' βίον delet ἔδεθλα ἐσθλὰ (τὰ χρυσόπαστ᾽ ἐσθλὰ h) fort. προσέσυτο pro προσέβα τοῦ scribendum (πρὸς ἔσυτο HL Ahrens). πτολίπορθ πολίπορθ σεβίξω (cfr. 450) τ' δῆγμα δῆγμα δεῖγμα (προσεφικνεῖται h) (καὶ νυκτὶ δὲ χαίρουσι) Post 785 paroemiacum intercidisse statuit πρωβατογνώμων (scripserat πρωτ., cum β sit supra τ)
τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας ὑδαρεῖ σαίνει φιλότητι. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν Ἑλένης ἕνεκ᾽, οὐ γὰρ ἐπικεύσω, κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων, θράσος ἑκούσιον ἀνδράσι θνῄσκουσι κομίζων· νῦν δ᾽ οὐκ ἀπ᾿ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως εὔφρων πόνος εὖ τελέσασιν. γνώσῃ δὲ χρόνῳ διαπευθόμενος τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν. Ἀγαμέμνων. πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ιλίου φθοράς ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο· τῷ δ᾽ ἐναντίῳ κύτει ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις. ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
μεμιγμένη καὶ οὐ καθαρᾷ καὶ ἀκράτῳ. οὐκ ἀφ' ἡμῶν ἀκούσαντες τὰς δικαιολογίας, ἀλλ᾽ ἑωρακότες τὰ πεπραγμένα. ταῦτα ἀπὸ μεταφορᾶς τῶν ἐν δικαστηρίῳ τιθεμένων δύο κάδων εἴρηται, ὧν ὁ εἰς τὴν ἀπολύουσαν ψῆφον, ὃ δὲ τὴν καταδικάζουσαν ἐδέχετο.
σαίνει σαίνειν οὐκ ἐπικεύσω θάρσος fort. θάρσος ἐτώσιον. θνήσκουσι (ἀνδράσιν εὖ θνήσκουσι ) (εὔφρων τις h) φθορᾶς Ἐλπὶς προσείει χεῖρας συνθνήσκουσα
σποδός προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκόπους ἐπραξάμεσθα καὶ γυναικὸς εἵνεκα πόλιν διημάθυνεν ᾿Αργεῖον δάκος, ἵππου νεοσσός, ἀσπιδηστρόφος λεώς, πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν· ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων ἄδην ἔλειξεν αἵματος τυραννικοῦ. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε· τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα μέμνημαι κλύων καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾿ ἔχεις. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνων σέβειν· δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει. εἰδὼς λέγοιμ' ἄν, εὖ γὰρ ἐξεπίσταμαι ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
δίκτυα, παγίδας. καὶ τοῦτο δήπου τὸ Αἰσχύλου (cfr. fr. 135 Ν)· τοῖς ἑαυτοῦ πτεροῖς περιπεσὼν καὶ ἐνσχεθεὶς ταῖς πάγαις, ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε. ἤγουν ὥσπερ λέων ὠμοφάγος. ἤγουν καλῶς οἶδα διακρίνειν τὰς ὁμιλίας τῶν συνόντων μοι, ὡς τὰς ἐμφάσεις τῶν προσώπων τὸ κάτοπτρον.
ὑπερκόπους ὑπερκότους ἐφραξάμεσθα οἵνεκα ἀσπιδοστρόφος post 819 collocat άδδην ταὐτὰ ταῦτα φθόνου ψόγου πόνων καρδία πεπαμένῳ πεπαμμένω (πεπαμμένῳ) αὐτοῦ
μόνος δ' Οδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει, ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος· εἴτ᾿ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον· ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων, ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως πειρασόμεσθα πήματος, τρέψαι νόσον. νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι, οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν. νίκη δ᾽ ἐπείπερ ἔσπετ᾽, ἐμπέδως μένοι. ΚΛ. ἄνδρες πολῖται, πρέσβος Αργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δ᾽ ἀποφθίνει τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα μαθοῦσ᾽ ἐμαυτῆς δύσφορον λέξω βίον τοσόνδ᾽ ὅσονπερ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα ἦσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας παλιγκότους· καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεισφέρειν κακοῦ κάκιον ἄλλο πῆμα λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν ἁνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο
ἤλεγξε γὰρ τὴν μανίαν αὐτοῦ Παλαμήδης. ήγουν δίκην ἵππου σὺν ἐμοὶ τὸ ἅρμα ἐλαύνων.
πῆμ᾽ ἀποστρέψαι νόσου (ἐπ᾽ Ἰλίῳ h) κληδόνας ἡδονὰς ἁνὴρ ἀνήρ ᾠχετεύετο
φάτις, τέτρωται δικτύου πλέω λέγειν. εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω, χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβών, ἅπαξ ἑκάστῳ κατθανών μορφώματι. τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, ὡς χρῆν, Ορέστης· μηδὲ θαυμάσῃς τόδε. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους αναρχία βουλὴν καταρρίψειεν, ὥστε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει. ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών.
εἰ μὴ γὰρ πιστεύσωσιν ἀλλήλοις οἱ γονεῖς, οὐχ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν παῖδα. τὰ ἀμφιβαλλόμενα περὶ σοῦ πήματα, ἤτοι τὰ ὑπὸ τοῦ δήμου κατὰ σοῦ πεπλασμένα δεινὰ μηνύματα. πεφύκασι πως, φησίν, οἱ ἄνθρωποι ἐπεμβαίνειν τοῖς ἀτυχοῦσιν.
φάσις, ut videtur, τέτρηται πλέον ἐπλήθυον ἐπλήθυνον τἂν τ' ἂν fort. πολλὰς τεράμνων (ἄνωθεν ex 862 ortum videtur). fort. ἀνημμένης. πιστωμάτων πιστευμάτων (τόν τ' h) καταρρίψειεν κατεσβήκασιν
ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω, τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου. νῦν ταῦτα πάντα τλᾶσ᾽, ἀπενθήτῳ φρενὶ λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης στύλον ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα, κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν. τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν. φθόνος δ᾽ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ ἠνειχόμεσθα· νῦν δέ μοι, φίλον κάρα, ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς τὸν σὸν πόδ᾽, ὦναξ, Ιλίου πορθήτορα. δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος πέδον κελεύθου στρωννύναι πετάσμασιν; εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος, ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη. τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
ποδῆρες κυρίως λέγεται τὸ μέχρι ποδῶν διῆκον ἱμάτιον. ἴσως ἵνα δίκας αὐτὸν ἀπαιτήσῃ τοῦτό φησιν ἕνεκα του φόνου τῆς θυγατρός.
κλάβας τόνδε βουστάθμων ὑψιλῆς στόλον στύλον γαῖαν post 886 inserit τοί νιν τοίνυν δέ μοι δ᾽ ἐμοὶ avaş δμωαί (ἐπέσταλται τάδε h) στορνύναι θεοῖσιν ἄρμενα
ΑΓ. Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ, ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ· μακρὰν γὰρ ἐξέτεινας· ἀλλ᾽ ἐναισίμως αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας. καὶ τἆλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ ἄβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, μηδ' εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών, ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων κληδὼν ἀϋτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ. εἰ πάντα δ᾽ ὡς πράσσοιμ᾽ ἂν εὐθαρσὴς ἐγώ. ΚΛ. καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
προσηκόντως. ὅτι τὸ αἰνεῖσθαι δηλονότι μὴ παρὰ τῶν οἰκείων ἢ παρ' ἑαυτοῦ πρέπει ἔρχεσθαι. καλλώπιζε. μὴ ὡς βαρβάρω μοι κέλευε θρύπτεσθαι, οἱ βάρβαροι γὰρ γονυκλισίαις τοὺς βασιλεῖς εὐφημοῦσιν. ἀπὸ μεταφορᾶς τῶν πέπλων, δι᾽ ὧν τοὺς πόδας ἐκμάσσοντες λαμπροτέρους ποιοῦσιν οἱ τούτους ἐκπλύνοντες συνεχῶς. ποδόψηστρα γὰρ κυρίως ταῦτα λέγεται. νῦν δὲ τὰ ὑπὸ τοὺς πόδας ἁπλῶς πέπλα οὕτως εἴρηκε. εἰ οὕτω, φησί, πράσσοιμι κατὰ πάντα ὥστε μὴ μέγα φρονεῖν ἐπὶ ταῖς εὐτυχίαις μηδὲ πρὸ τελευτῆς ἄνθρωπον μακαρίζειν, ἀλλὰ τὸν τὸ τέλος τοῦ βίου δεξάμενον ἐν τῇ εὐτυχίᾳ, εἰκότως ἂν εἴην θαρρῶν ὡς καὶ αὐτὸς ἀεὶ εὐτυχοίην ἄν· οἱ γὰρ μέτρια φρονοῦντες εὖ ἀεὶ πράσσουσιν.
βαρβάδου βόαμα βόημα (γὰρ) καὶ ποικιλμάτων πράσσοιμ' ἄνευ θάρσους πράσσοιμεν εἶπον τάδ᾽ ὡς πράσσοιμ᾽ ἂν
ΑΓ. γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ. ΚΛ. ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε; ΑΓ. εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος. ΚΛ. τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν; ΑΓ. ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. ΚΛ. μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον. ΑΓ. φήμη γε μέντοι δημόθρους μέγα σθένει. ΚΛ. ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει. ΑΓ. οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. ΚΛ. τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. ΑΓ. ἢ καὶ σὺ νίκην τήνδε δήριος τίεις; ΚΛ. πιθοῦ· κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί. ΑΓ. ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ', ὑπαί τις ἀρβύλας λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός, καὶ τοῖσδέ μ' ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος· πολλὴ γὰρ αἰδὼς σωματοφθορεῖν ποσὶν
καθ᾽ ὁμαλισμὸν ἀναγνωστέον τὸ νυν καὶ ἄνευ τόνου, ἵνα ᾖ ἀντὶ τοῦ δή. ὑπὸ τοῦ δήμου φημιζομένη, ὡς καὶ ῾Ησίοδός φησι (Op. 763) »φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται ἦν τινα πολλοὶ λαοὶ φημίζουσι«. αἰσχύνη, φησίν, ἐστὶ πολλὴ φθείρειν ἄνδρα τινὰ καὶ τὰ σώματα τῶν ὑπὸ χεῖρα αὐτοῦ, ἤτοι διὰ πολέμων φθείρειν τοὺς ὑπὸ χεῖρα, πρὸς δὲ τούτοις καὶ τὸν αὐτοῦ πλοῦτον καταναλίσκειν κακῶς καὶ τὰ πέπλα τὰ δι' ἀργύρου ὠνηθέντα πατεῖν καὶ ἄχρηστα ποιεῖν τοῦ λοιποῦ. σὺν γὰρ τῷ ζημίαν εἶναι μεγίστην ταύτην καὶ φθορὰν τῆς ἀρχῆς καὶ φθόνον οὐ μόνον παρ᾽ ἀνθρώπων ἐπάγει, ἀλλὰ καὶ παρὰ θεῶν· τοῖς ὑπερηφάνοις γὰρ τὸ θεῖον μάχεται.
διαφθαροῦντ᾽ ηὔξω δείσασαν ἕρδειν δοκεῖ δοκῆ (δοκῇ) δοκῇ μὴ νῦν αἰδεσθεὶς αἰδεσθῆς κρατεῖς . . παρείς γ' olim praestat κρατεῖς . παρεὶς. σὺν τοῖσδέ μ' ἐμβαίνοντ᾽ ἀλουργέσιν εἱματοφθορεῖν ποσίν πόσιν
φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς. τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς τήνδ᾽ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο. ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν. ΚΛ. ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει; τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ, ἔχειν· πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην, δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾿ ὄμφακος πικρᾶς οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
ἄλλως, καθέσταμαι, ἀντὶ τοῦ κατέστην.
scribendum φαρέων τε πλοῦτον. τοὐμὸν μὲν αὕτη αὐτὴ κατέσταμαι δόμους personae nota deest in ἰσάργυρον εἰς ἄργυρον οἴκοις fort. ὄλβος. δ' εἱμάτων δειμάτων εὐξάμην μηχανωμένη μηχανωμένης ὑπερτίνασα μολόν μολών ἀπ' τὰπ' τ' ἄπ᾽ ἐπιστρωφωμένου ἐπιστρεφωμένου ἐπιστροφωμένου
Ζεῦ Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει· μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν. ΧΟ. τίπτε μοι τόδ᾽ ἐμπέδως δεῖμα προστατήριον καρδίας τερασκόπου ποτᾶται, μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά, οὐδ᾽ ἀποπτύσας δίκαν δυσκρίτων ὀνειράτων θάρσος εὐπειθὲς ἵζει φρενὸς φίλον θρόνον; χρόνος δ᾽ ἐπεὶ πρυμνησίων ξυνεμβόλοις ψαμμίας ἀκάτα παρή- βησεν, εἶθ᾽ ὑπ᾽ Ἴλιον ὦρτο ναυβάτας στρατός. πείθομαι δ᾽ ἀπ᾿ ὀμμάτων νόστον, αὐτόμαρτυς ὤν· τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν θυμός, οὐ τὸ πᾶν ἔχων ἐλπίδος φίλον θράσος. σπλάγχνα δ᾽ οὔτοι ματάζει πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις δίναις κυκλούμενον κέαρ. εὔχομαι δ᾽ ἐξ ἐμᾶς
μελῃ δέ σοι μέλοι δέ σοι του μέλοι δέ τοι σοι δεῖγμα (ποτᾶτ᾽ ἄμισθος ἀοιδά. μαντιπολεῖ δ᾽ ἀκέλευστος h) ἀκέλευστος | . . ἀοιδά | (ἀποπτύσαι h) εὐπειθὲς εὐπιθὲς ἵζει ἴξει vel ἵξει δ᾽ ἐπὶ ξυνεμβολαῖς ἀκάτας et παρήβησ' Fort. ψάμμος ἀκτᾶς παρήχησεν. ὅμως ὅπως ὅπως | . ἐριννὺς [ . . ἔσωθεν | Ἐρινύος ἐριννὺς ματάζει (δ᾽ ἀπ' ἐμᾶς του h)
ἐλπίδος ψύθη πεσεῖν ἐς τὸ μὴ τελεσφόρον. μάλα γάρ τοι τᾶς πολλᾶς ὑγιείας ἀκόρεστον τέρμα. νόσος γὰρ γείτων ὁμότοιχος ἐρείδει· καὶ πότμος εὐθυπορῶν ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα. καὶ τὸ μὲν πρὸ χρημάτων κτησίων ἔκνος βαλὼν σφενδόνας ἀπ᾿ εὐμέτρου, οὐκ ἔδυ πρόπας δόμος πημονᾶς γέμων ἄγαν, οὐδ᾽ ἐπόντισε σκάφος. πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν νῆστιν ὤλεσεν νόσον. τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων; οὐδὲ τὸν ὀρθοδα, τῶν φθιμένων ἀνάγειν
ἤγουν λιμὸν διεσκέδασε.
ψύθη ψύδη μάλα γέ τοι δὴ τᾶς Fort. μάλα γέ τοι τὸ λιπαρᾶς ὑγείας. πολλᾶς | . . ἀκόρεστον 1 . . γὰρ | ἀκαρὲς γὰρ ἀεὶ) γείτων ex interpretatione ortum videtur (fort. νόσος γὰρ ἀεὶ βιοτὰν). Post 992 lacunam statuit Klausen, intercidit sententia velut σῶμα δ' ἔσωσεν ἄκος. ἔπαισεν | . . ἔρμα | πημονᾶς πημονὰς (δόσις διὸς h) διὸσ | .. κἀξ | . . ἐπετειᾶν | ἤλασεν πεσὸν πεσόνθ' ἅπαξ | . . ἀνδρὸς | . πάλιν | . . ἐπαείδων ; | (προπάροιθ' et τίς τ' ἀγκαλέσαιτ' h) fort. εὖ δὲ.
Ζεὺς αὔτ᾽ ἔπαυσ᾽ ἐπ᾿ εὐλαβείᾳ. εἰ δὲ μὴ τεταγμένα μοῖρα μοῖραν ἐκ θεῶν εἶργε μὴ πλέον φέρειν, προφθάσασα καρδία γλῶσσαν ἂν τάδ᾽ ἐξέχει. νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει θυμαλγής τε καὶ οὐδὲν ἐπελπομένα ποτὲ καίριον ἐκτολυπεύσειν ζωπυρουμένας φρενός. ΚΛ. εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας. ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει. καὶ παῖδα γάρ τοι φασὶν ᾿Αλκμήνης ποτὲ πραθέντα τλῆναι δουλίας μάζης βία. εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις· οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
τὸν Ἀσκληπιὸν γὰρ ἐκεραύνωσεν ἀναστήσαντα τὸν Ιππόλυτον, ὥστε μὴ ἕτερον (ἔτι Vict.) βλαβῆναι. καλὸν μέν, φησί, μὴ πειραθῆναι δουλείας, εἰ δὲ πειρῷτό τις, κάλλιον ἀρχαιοπλούτοις δουλεύειν καὶ μὴ νεοπλούτοις, οἱ γὰρ μὴ ἐλπίσαντες, φησί, πλουτῆσαι καὶ πλουτήσαντες ἀπηνεῖς εἰσι τοῖς δούλοις. ἤγουν ἐπλούτησαν καλῶς ὡς ἐκ θερισμοῦ. παρὰ στάθμην δὲ ἀντὶ τοῦ παρὰ τὸ πρέπον.
fort. Ζεὺς κατέπαυσεν. ἐπ' αὐλαβεία (ἐπ᾽ ἀβλαβείᾳ γε h) βλέπει corr. in βρέμει οὐδὲν | ποτὲ | (θυμαλγής τε καὶ οὐδὲν ἐπ omisit h) μέτα κτησίου Διὸς δουλείας (πραθέντα τλῆναι καὶ ζυγῶν θίγειν βίᾳ h) fort. μάζης κυρεῖν. ἐπιρρέπει οἶδ'
ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. ἔχεις παρ᾽ ἡμῶν οἷάπερ νομίζεται. ΧΟ. σοί τοι λέγουσα παύεται σαφῆ λόγον. ἐντὸς δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτων πείθοι᾽ ἄν, εἰ πείθοι· ἀπειθοίης δ᾽ ἴσως. ΚΛ. ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ. ΧΟ. ἕπου· τὰ λῷστα τῶν παρεστώτων λέγει. πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον. ΚΛ. οὔτοι θυραίαν τήνδ᾽ ἐμοὶ σχολὴν πάρα τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός, ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν. σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον, σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί. ΧΟ. ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου. ΚΛ. μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
ὅτι βάρβαρον τὸ ὄρνεον, διὰ τοῦτο παραβάλλει τούτῳ αὐτήν (τοῦτο αὐτῇ Vict.). ἐν θράκῃ γὰρ καὶ ἡ μεταμόρφωσις αὐτῆς ἱστορεῖται (ἱστόρηται Vict.). καὶ Ἀριστοφάνης (Ran. 681) » θρηκία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον« βαρβάρῳ. ἀπὸ τῶν στρηνούντων (στρηνιώντων Vict.) υποζυγίων, ἃ οὐκ εἴκοντα τῷ χαλινῷ ἀφρίζει μετὰ αἵματος. ἤ, ἐπεὶ αὕτη οὐ πείθεται πρὶν αἵματός μου τὴν ψυχὴν ἐξαφρίσαι· ἀντὶ τοῦ πρὶν ὀργισθῆναί με αὐτῇ.
παραστάθμων ἕξεις δ᾽ ἁλοῦσα fort. εἴσω φρενῶν γεγωνὰ πεῖθέ νιν λέγων. πιθοῦ πείθου σχολὴν σχολή πάρος ή et φρενῶν κλύει De 1051-1158 ex M refertur.
οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι. ΧΟ. ἐγὼ δ᾽, ἐποικτείρω γάρ, οὐ θυμώσομαι. ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον, εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν. Κασάνδρα. οτοτοτοτοῖ ποποῖ δᾶ. ὦπολλον ὤπολλον. ΧΟ. τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου; οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν. ΚΑ. στοτοτοτοῖ ποποῖ δᾶ. ὦπολλον ὦπολλον. ΧΟ. ἣ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν. ΚΑ. Ἄπολλον Ἄπολλον ἀγυιᾶτ᾽ ἀπόλλων ἐμός· ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον. ΧΟ. χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν. μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί. ΚΑ. Ἄπολλον Ἄπολλον ἀγυιᾶτ᾽ ἀπόλλων ἐμός. ὦ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην; ΧΟ. πρὸς τὴν ᾿Ατρειδῶν. εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς, ἐγὼ λέγω σοι· καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
δᾶ: γῆ Δωρικῶς· ὅθεν καὶ Δημήτηρ οἷον γημήτηρ. προαναφωνεῖ τὰ ἐσόμενα. ὁ ἀπολλύων με. παρὰ τὴν ὁμωνυμίαν. ἐκείνην γὰρ ἀπώλειαν μόνως ὁρίζομαι τὴν τῆς δουλείας, οὐ τὴν νῦν. γρ. (δεύτερον Vict.) δέ, δεύτερόν με ἀπώλεσας (mut. in ἀπολέσας m), οὐ μετὰ καμάτου.
μὴ μὴν ὄχιον (fuerat fort. ὄχλον) εἴκουσ' ἑχοῦσ᾽ τοτοῖ δᾶ ὤπολλον ὤπολλον ὤπολλον ὤπολλον αὐτῆς περ ἐν παρ' ἓν
ΚΑ. [ & & ] μισόθεον μὲν οὖν, πολλὰ συνίστορα αὐτοφόνα κακὰ καρτάναι, ἀνδροσφαγεῖον καὶ πεδορραντήριον. ΧΟ. ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον. ΚΑ. μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι· κλαιόμενα τάδε βρέφη σφαγὰς ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας. ΧΟ. ἦμεν κλέος σου μαντικὸν πεπυσμένοι, ἠμὲν προφήτας δ᾽ οὔτινας ματεύομεν. ΚΑ. ἰὼ πόποι, τί ποτε μήδεται; τί τόδε νέον ἄχος μέγα μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽ ἑκὰς ἀποστατεῖ.
ἄθεον, θεοστυγές (θεοστυγή Abresch). ἀντὶ τοῦ ἀγχόνῃ. ἔοικεν ὡς κύων εὑρίσκοι (εὔρις καὶ Franz) ἀναζητεῖ εἰ γέγονεν ἐνθάδε παλαιὸς φόνος. φαντάζεται γὰρ ὁρᾶν τὰ σώματα τῶν ἀνῃρημένων παίδων θυέστου. τοὺς λέξαντας (λέξοντας Vict.) ἡμῖν περὶ σοῦ. αὐτοὶ γὰρ αὐτόπται γινόμεθα. τὸν Ὀρέστην φησί.
à à omittunt συνίστορα ξυνίστορα κακὰ κάκ', ἀρτάνας probabilius κακὰ καρατόμα (καρατόμον Emperius) ἀνδροσφαγεῖον (ἀνδροσφάγιον Casaubonus) ἀνδρὸσ σφάγιον (ι in litura) πεδορραντήριον πέδον ραντήριον εὔρις (primitus εὗροσ») ματεύει μαντεύει ἀνευρήσει ἂν εὑρήσῃ μαρτυρίοισι μαρτυρίοισ τοῖσδ᾽ ἐπιπείθομαι τοῖσδε πεπείθομαι ήμην fort. ἴσμεν. πεπυσμένοι» (una litera erasa) fort. τῶν πρὶν προφήτας. ματεύομεν μαστεύομεν ποῖ πόποι ἄχθοσ (superscr. ἄχοσ) φίλοισιν φίλοισι ἀλλὰν
ΧΟ. τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων. ἐκεῖνα δ᾽ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ. ΚΑ. ὦ τάλαινα, τόδε γὰρ τελεῖς; τὸν ὁμοδέμνιον πόσιν λουτροῖσι φαιδρύνασα — πῶς φράσω τέλος; τάχος γὰρ τόδ᾽ ἔσται. προτείνει δὲ χεὶρ ἐκ χερὸς ὀρεγομένα. ΧΟ. οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ. ΚΑ. ἔ ἔ παπαῖ παπαῖ, τί τόδε φαίνεται; ἦ δίκτυόν τί γ᾽ Ἅιδου; ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία φόνου. στάσις δ᾽ ἀκόρετος γένει κατολολυξάτω θύματος λευσίμου. ΧΟ. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
τὰ περὶ θυέστου. ante versum ση(μείωσαι). διαδέχονται δὲ ἀλλήλους τοῖς ὀρέγμασι τῶν χειρῶν Αἴγισθος καὶ Κλυταιμήστρα. ἐπαργέμοις: τοῖς τυφλοῖς καὶ ἀσήμοις, ἀπὸ τῶν λευκώματα ἐχόντων ὀφθαλμῶν. φαντάζεται τὸν χιτῶνα. ἡ σύνευνος τοῦ Ἀγαμέμνονος αἰτία ἔσται του φόνου. ἡ στάσις, φησίν, ἐπολολύξαι μέλλει ἐπὶ τῇ λεοργῷ (λεωργῷ Robort.) Κλυταιμήστρα, ἡνίκα ἀπόληται. παρὰ τὸ »αἱ δ᾽ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις« (Hom. γ 451). ἀντὶ τοῦ λέγεις. οὐ σεσαφήνισται.
χεὶρ corr. in χεῖρ' χερὸς χειρὸς ὀρέγματα Ἅιδου ἀΐδου τι Ἅιδου ἀκόρετος ἀκόρεστος et 1107 in uno versu, ante quem chori nota erasa, habet ἐρινῦν et 1122 sq. coryphaeus recitare, 1110-4 et 1124-8 chorus canere videtur. φαιδρὺ φαιδρύνει
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς σταγών, ἅτε καὶ δορὶ πτώσιμος ξυνανύτει βίου δύντος αὐγαῖς. ταχεῖ- α δ' ἄτα πέλει. ΚΑ. ἀᾶ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὺς τὸν ταῦρον· ἐν πέπλοισιν μελαγκέρῳ λαβοῦσα μηχανήματι τύπτει· πίτνει δ᾽ ἐν ἐνύδρῳ τεύχει. δολοφόνου λέβη- τος τύχαν σοι λέγω. ΧΟ. οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε. ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
ἡ σταγὼν τὸ αἷμα. συμπληροῦται τοῦ βίου δύνοντος ταῖς αὐγαῖς σου (τοῦ Herm.) μηκέτι ὁρῶντος ταῖς αὐγαῖς. τίς ἂν ἀποστήσειεν αὐτῆς τὸν Ἀγαμέμνονα, ὅπως ἂν μὴ ἀπόληται; τὸν μελάγκερων ταῦρον λαβοῦσα τῷ μηχανήματι τῷ διὰ τῶν πέπλων τύπτει. ἐὰν δὲ γράφηται μελαγκέρῳ, (μελαγκέρῳ addit Paley) μηχανήματι τύπτει, ἀντὶ τοῦ κεκρυμμένῳ. τῆς μελαγκέρου βοός. οὐκ ἀλαζονεύομαι μάντις ἄκρος ἐπιγιγνώσκων τὰ θέσφατα· ὅμως δὲ στοχάζομαι τι κακὸν ἀποβήσεσθαι. γνωμολογῶν φησι τὸ (τοῦτο Vict.). ἐνίοτε γὰρ καὶ ἐπ᾽ ἀγαθοῖς οἱ χρησμοί γίνονται· ὡς δὲ ἐπὶ τὸ πολὺ μοχθηρὰ (corr. ex μοχθηροι) χρησμῳδοῦσιν. ἢ τὸ ὅλον ἐπὶ τῶν χρησμῶν Κασάνδρας· ἀπὸ τούτων τῶν θεσπισμάτων τίς ἀγαθὴ φάτις γίνεται; βροτοῖς δέ, τοῖς ἐγχωρίοις.
Ante 1110 Casandrae nota erasa in χρονοβαφὴς δράμε (δράμε Abresch) ἅτε καιρία ξυνανυτὶγ mut. in ξυνανυτεῖ ταχεῖ versui proximo addit Casandrae notam cum paragrapho inseruit duobus punctis personam notaverat à à fort. πέπλων νιν. μελάγχρω» πιτνεῖ corr. in πίτνει ἐν addidit κύτει ἄκρωσ ante corr. τις
βροτοῖς τέλλεται; κακῶν γὰρ διὰ πολυεπεῖς τέχναι θεσπιῳδὸν φόβον φέρουσιν μαθεῖν. ΚΑ. ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι. τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέασα. ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες; οὐδέν ποτ' εἰ μὴ ξυνθανουμένην. τί γάρ; ΧΟ. φρενομανής τις εἶ θεοφόρητος, ἀμ- φὶ δ᾽ αὑτᾶς θροεῖς νόμον ἄνομον. οἷά τις ξουθὰ ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσὶν Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς ἀηδὼν βίον. ΚΑ. ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
διὰ τὰ προσόντα κακὰ τοῖς εἰσερχομένοις καὶ τὰ λεγόμενα φοβερά. παρὰ τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ· οὐδεὶς εὐτυχὴς πρὸς μάντιν ἀπέρχεται (πρὸς μάντιν οὐδεὶς εὐτυχὴς ἀπέρχεται Stanley). συναναμίξασα τῷ τοῦ Ἀγαμέμνονος καὶ συγκεράσασα. τί γὰρ ἄλλο. περὶ σεαυτῆς ἄτοπα φθέγγῃ. ᾠδὴν ἀηδῆ. παρὰ τὸν κιθαριστικὸν δὲ νόμον φησί. – τὸ ἑξῆς, θρηνεῖ νόμον ἄνομον ἀμφιθαλῆ κακοῖς. τοῦτο ἡδομένη τῇ μεταμορφώσει τῆς ἀηδόνος φησίν.
τέλλεται στέλλεται διαὶ φέρουσι θροεῖς ἐπεγχέας τί δή ἤγαγεν οἷα ἀκόρετος ἀκόρεστος βοᾶς βοᾶισ ταλαίναι, ut videtur, corr. in ταλαίνας Legendum βοᾶς φοιταλέαις φρεσίν. 1140. 1141 in uno versu habet μόρον ἀηδόνος ἀηδόνος μόρον
περεβάλοντο γὰρ οἱ πτεροφόρον δέμας θεοὶ γλυκύν τ' αἰῶνα κλαυμάτων ἄτερ· ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. ΧΟ. πόθεν ἐπισσύτους θεοφόρους ἔχεις ματαίους δύας, τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρ- θίοις ἐν νόμοις; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμονας; ΚΑ. ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων. ἰὼ Σκαμάνδρου πάτριον ποτόν· τότε μὲν ἀμφὶ σὰς ἀιώνας τάλαιν' ἠνυτόμαν τροφαῖς· νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε καχερουσίους ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα. ΧΟ. τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω; νεογνὸς ἀνθρώπων μάθοι. πέπληγμαι δ᾽ ὑπὸ δήγματι φοινίῳ
εἰ γὰρ καὶ ἐν ὄρνισιν οὖσα θρηνεῖ, φωνῇ μόνῃ καὶ οὐ θρήνοις. τῷ πελέκει (Gl.). ἀσαφεῖ, αἰνιγματώδει. - διὰ τὸ δυστυχῆ μαντεύεσθαι, ἢ διὰ τὸ προειδέναι τὰ δεινὰ ἀνωφελῶς. τῆς μαντικῆς. ἠνυτόμαν: ηὐξόμην.
περίβαλον γὰρ οἱ olim (retinendum περέβαλον). ἀγῶνα adscripsit γρ. αἰῶνα, ut videtur. κλαυμάτων διαί θεοφόρους θεοφόρουσ τ' δοιάσ corr. in δύασ ἐπίφοβα ἐπὶ φόβωι fort. ὁμοῦ μοιριδίοις νόμοις. Post 1158 λείπει ἄχρι τέλους scripsit De 1159 sqq. ex f g h refertur. ὄχθας καὶ παῖς νεόγονος ἂν μάθοι δ᾽ ὑπαὶ δ᾽ ὅπως (δ᾽ ἅπερ Franz).
δυσαλγεῖ τύχα μινυρὰ θρεομένας, θραύματ᾽ ἐμοὶ κλύειν. ΚΑ. ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν. ἰὼ πρόπυργοι θυσίαι πατρὸς πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ᾽ οὐδὲν ἐπήρκεσαν τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχειν παθεῖν. ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐν πέδῳ βαλῶ. ΧΟ. ἑπόμενα προτέροις τάδ᾽ ἐφημίσω. καί τίς σε κακοφρονῶν τίθη- σι δαίμων ὑπερβαρὴς ἐμπίτνων μελίζειν πάθη γοερὰ θανατοφόρα τέρμα δ᾽ ἀμηχανῶ. ΚΑ. καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην, λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην κλύξειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ μεῖζον· φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων. καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει. καὶ μὴν πεπωκώς γ', ὡς θρασύνεσθαι πλέον, βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
δυσαλγεῖ δυσαγγεῖ μινυρὰ μινύρα κακὰ θαύματ' πόλεωσ ὀλομένας ὀλωμένασ ὀλουμένας ἔχει παθεῖν fort. ἔχειν ἔχει. fort. ἐγὼ δὲ θρόμβους ἐν πέδῳ (ἐν πέδῳ Casaubonus) βαλῶ τάχα. ἐπεφημίσω κακοφρονῶν κακοφρονεῖν (τίς σε καὶ κακοφρονεῖν δαίμων ποιεῖ h) τίθη proximo versui addit ὑπερβαρὺς (θανατηφόρα h) νύμφας ἐσάξειν ἐς ἥξειν κλύζειν κλύειν σύμφογγος ξύμφογγος
δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων. ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι πρώταρχον ἄτην· ἐν μέρει δ᾽ ἀπέπτυσαν εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς. ἥμαρτον, ἢ τηρῶ τι τοξότης τις ὥς; ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; ἐκμαρτύρησον προὐμόσας τό μ᾽ εἰδέναι λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων. ΧΟ. καὶ πῶς ἂν ὅρκου πῆγμα γενναίως παγὲν παιώνιον γένοιτο; θαυμάζω δέ σου, πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις. ΚΑ. μάντις μ' Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει. ΧΟ. μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος; ΚΑ. προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε. ΧΟ. ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. ΚΑ. ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν. ΧΟ. ἢ καὶ τέκνων εἰς ἔργον ἠλθέτην ὁμοῦ; ΚΑ. ξυναινέσασα Λοξίαν ἐψευσάμην. ΧΟ. ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη; ΚΑ. ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη. ΧΟ. πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ; ΚΑ. ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον. ΧΟ. ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς. ΚΑ. ἰοὺ ἰοὺ, ὢ ὢ κακά.
ἐριννύων δώμασι πρώταρχος χυρῶ (καὶ μαρτύρησον h) ὅρκου πῆγμα ὅρκος πῆμα σε ἀλλόθρῳ ἐν πόλει 1202. 1203 inverso ordine habent (1203 choro, 1202 Casandrae tribuit f) Transposuit (βαρύνεται h) paragraphis personarum vices notat ηλθέτην ὁμοῦ ἤλθετον νόμῳ ἄνατος ἄνακτος οὐδέν οὐδὲν
ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος στροβεῖ ταράσσων φροιμίοις - -να ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους νέους, ὀνείρων προσφερεῖς μορφώμασιν, παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων, χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, σὺν ἐντέροις τε σπλάγχν', ἐποίκτιστον γέμος, πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο. ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν. νεῶν τ᾽ ἄπαρχος Ιλίου τ᾿ ἀναστάτης οὐκ οἶδεν οἷα γλῶσσα μισητή, κυνὸς λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην, ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ. τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ' Ἄρη φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ. δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
post φροιμίοις eiecit ἐφημένους (ἐφημένοις a, ἐφημένους h) ex proximo v. illatum γέμ γέμος δούλειον νεῶν δ' ἔπαρχος (εὖ οἶδεν h) μισητὴ μισητῆς λείξασα λέξασα κἀκτείνασα καὶ κτείνασα φαιδρὸν οὖς φαιδρόνους scribendum videtur ἄτην λαθραῖον. (τοιαῦτα h) τόλμα τολμᾶ (τολμᾷ) ἔσται δυσφιλεὺς Ἄρην (Aρη Franz) ἀρὰν
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ; τὸ μέλλον ἥξει. καὶ σύ μ' ἐν τάχει παρὼν ἄγαν ἀληθόμαντιν οἰκτείρας ἐρεῖς. ΧΟ. τὴν μὲν θυέστου δαῖτα παιδείων κρεῶν ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾿ ἔχει κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα· τὰ δ᾽ ἀλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. ΚΑ. Ἀγαμέμνονός σε φήμ᾽ ἐπόψεσθαι μόρον. ΧΟ. εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα. ΚΑ. ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ. ΧΟ. οὔκ, εἴπερ ἔσται γ'· ἀλλὰ μὴ γένοιτό πως. ΚΑ. σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει. ΧΟ. τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται; ΚΑ. ἦ κάρτ᾽ ἄρ᾽ ἂν παρεσκόπεις χρησμῶν ἐμῶν. ΧΟ. τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν. ΚΑ. καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν. ΧΟ. καὶ γὰρ τὰ πυθόχραντα· δυσμαθῆ δ᾽ ὅμως. ΚΑ. παπαῖ, οἷον τὸ πῦρ' ἐπέρχεται δέ μοι. ὀτοτοῖ, Λύκει᾿ Ἄπολλον, οἳ ἐγὼ ἐγώ. αὕτη δίπους λέαινα συγκοιμωμένη λύκῳ λέοντος εὐγενοῦς ἀπουσίᾳ κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον τεύχουσα καμοῦ μισθὸν ἐνθήσει ποτῷ, ἐπεύχεται θήγουσα φωτὶ φάσγανον
μ' ἐν μὴν ἄγαν ἄγαν γ' παιδείων παιδίων (ἐξεικασμένα h) κοίμισον εἴπερ ἔσται εἰ παρέσται paragraphi praefixae in ἄγος ἄχος παρεσχοπεις παρεσκόπης κάρτα τἄρα παρεκόπης τοὺς γὰρ τελοῦντας ἐπίσταται δυσμαθῆ δυσπαθῆ δίπους δίπλους μισθὸν, supra adscripto μνείαν, ἐνθήσειν (ν finali post adscripto) ποτῷ κότῳ κἀπεύξεται
ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον. τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε, καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ. ἴτ᾿ ἐς φθόρον πεσόντ', ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι. ἄλλην τιν᾽ ἄτην ἀντ᾿ ἐμοῦ πλουτίζετε. ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμέ χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με κὰν τοῖσδε κόσμοις καταγελωμένην μετὰ φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως μάτην. καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια πτωχὸς τάλαινα λιμονὴς ἠνεσχόμην. καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας. βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει θερμῷ κοπείσης φοινίῳ προσφάγματι. οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν. ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, μητροκτόνον φίτυμα, ποινάτωρ πατρός· φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις· ὀμώμαται γὰρ ὅρκος ἐκ θεῶν μέγας, ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
ἐγὼ δ' ἅμ᾽ ἕψομαι (et Selwyn) ἀγαθὼ δ ἀμείψομαι (in f ἀμείψομαι corr. ex ἀμείβομαι) fort. ἄλλην ματαίαν. ἐπόπτευσας (ἐπώπτευσας h) ἐποπτεύσας ἐμέ scribendum videtur καταγελωμένην μάτην · · διχορρόπως μαθεῖν (διχορρόπως μαθεῖν) λιμόθνης ἀντεπίξηνον φοίνιον ἄτιμόν γ' et ante corr. quem post 1289 habent libri et loco movendum esse vidit Schuetz, huc revocavit Hermann. In Cramer. Anecd. Ox. I p. 88 et in cod. Voss. Etym. M. p. 134 affertur ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας, unde ἄραρε γὰρ pro ὀμώμοται γὰρ recepit Kirchhoff. At vide ad v. 1289. ἄξει νυν
τί δῆτ᾽ ἐγὼ κάτοικος ὧδ᾽ ἀναστένω; ἐπεὶ τὸ πρῶτον εἶδον Ιλίου πόλιν πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἶχον πόλιν οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, ἰοῦσα πράξω τλήσομαι τὸ κατθανεῖν. Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω· ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων ἀπορρυέντων, ὄμμα συμβάλω τόδε. ΧΟ. ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως μόρον τὸν αὐτῆς οἶσθα, πῶς θεηλάτου βοὺς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς; ΚΑ. οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνῳ πλέω. ΧΟ. ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται. ΚΑ. ἥκει τόδ᾽ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ. ΧΟ. ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾿ εὐτόλμου φρενός. ΚΑ. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων. ΧΟ. ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ. ΚΑ. ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων. ΧΟ. τί δ᾽ ἐστὶ χρῆμα, τίς σ᾿ ἀποστρέφει φόβος; ΚΑ. φεῦ φεῦ.
τίμιός ἐστι παρ᾽ ἀνθρώποις, φησίν, ὁ ὅστατος χρόνος· ὅταν γὰρ πρὸς τὸ τέλος ἥκωσι, καὶ τὸ βραχὺ ζῆσαι κέρδος ἡγοῦνται. ἀπολοφυρομένη λέγει τοῦτο ἐν τῷ εἰσιέναι. ὀκνεῖ γὰρ εἰσελθεῖν ὥς τι δεινὸν ὁρῶσα.
κάτοικτος εἷλον ἐκ θεῶν ἄραρ᾽· ἰοῦσα (vide ad v. 1283) malim ἰοῦσ᾽, ἄραρε, τλήσομαι. τάσδ᾽ ἐγὼ τὰς λέγω δὲ σοφὴ ἔκτεινας (αὑτῆς h) πλέῳ et 1304 transponendi videntur (1304. 1303. 1302). σῶν τῶν
ΧΟ. τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος. ΚΑ. φόνον δόμοι πνέουσιν αἱματοσταγῆ. ΧΟ. καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων. ΚΑ. ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει. ΧΟ. οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις. ΚΑ. ἀλλ᾽ εἶμι καν δόμοισι κωκύσουσ᾽ ἐμὴν Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος. ἰὼ ξένοι. οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε, ὅταν γυνὴ γυναικὸς ἀντ᾿ ἐμοῦ θάνῃ, ἀνήρ τε δυσδάμαρτος ἀντ᾿ ἀνδρὸς πέσῃ. ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη. ΧΟ. ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου. ΚΑ. ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν ἢ θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ᾽ ἐπεύχομαι πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ δούλης θανούσης εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματ᾽· εὐτυχοῦντα μὲν σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχοῖ,
διὰ τί, φησί, τὸ φεῦ εἴρηκας; εἰ μὴ ἐκφοβῇ γάρ, πῶς λέγεις τὸ φεῦ; ἐκ τούτου γὰρ τὸ ἔφευξας ἐσχημάτισεν. τὸν ἀπὸ Συρίας λιβανωτόν. — ὃ λέγεις, φησίν, οὐκ ἔστι θυμίαμα, νῦν δὲ τεθυμίαται ὁ δόμος. οὐ δυσχεραίνω, φησίν, ὡς ὄρνις θέλουσα εἰς καλιὰν εἰσελθεῖν καὶ θῆρά τινα φοβουμένη. φιλιοῦμαι.
φόβον φόβον ἄλλως· θανούσῃ ἀλλ ὡς θανούση ἔστ' ἡλίου ad hunc locum vel interpolatum vel lacunosum glossam Hesychi ἀσκεύοις· ψιλοῖς, ἀπαρασκεύοις. Αἰσχύλος Αγαγμέμνονι refert τοῖς, ex τους ut videtur factum, ἂν τρέψειεν ἀντρέψειεν δυστυχοῖ δυστυχῆ
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν. καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτείρω πολύ. ΧΟ. τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ᾽ οὔτις ἀπειπὼν εἴργει μελάθρων, μηκέτ᾽ ἐσέλθῃς, τάδε φωνῶν. καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν μάκαρες Πριάμου, θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει· νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσει καὶ τοῖσι θανοῦσι θανών ἄλλων ποινὰς θανάτων ἐπικρανεῖ, τίς ἂν εὔξαιτο βροτῶν ἀσινεῖ δαίμονι φῦναι τάδ᾽ ἀκούων; ΑΓ. ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω. ΧΟ. σιγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος; ΑΓ. ὤμοι μάλ' αὖθις, δευτέραν πεπληγμένος. ΧΟ. τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν· ἀλλὰ κοινωσώμεθ᾽ ἄν πως ἀσφαλῆ βουλεύματα. ΧΟ. 1. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
οὐδὲ τῷ δακτύλῳ τις παραδεικνὺς αὐτῷ ἀποστήσει τοῦ οἴκου· οὐ γάρ ποτέ τι τοιοῦτον ὑποπτεύσει. πεντεκαίδεκα εἰσὶν οἱ τοῦ τραγικοῦ χοροῦ ὑποκριταὶ καὶ ἕκαστος αὐτῶν δίστιχον γνώμην λέγει· εἰπόντων δὲ τῶν ιβ', πρὶν καὶ τοὺς πεντεκαίδεκα εἰπεῖν, προλαβοῦσα ἐξῆλθεν ἡ Κλυταιμνήστρα. ἀμίμητον γὰρ μετὰ τὸ πάντας εἰπεῖν τὰς οἰκείας γνώμας ὥσπερ ἀπὸ συνθήματός τινος τότε ἐξελθεῖν τὴν γυναῖκα. ἐπίτηδες δὲ τὴν διακοπὴν ἐποίησεν ὁ ποιητὴς
βουλαῖς ὤλεσε πράσσειν πράττειν βροτοῖσιν βροτοῖς δακτυλοδεικτῶν μηκέτ᾽ ἐσέλθης μηκέτι δ᾽ εἰσέλθης fort. ἄλλος. (ἄγαν ἐπικρανεῖ h) ἐπικράναι τίς ποτ' av hemichorii dux, 1345 sq. coryphaeus recitare videtur. εἰργᾶσθαι χοινωσώμεθ' ἔμπας
πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν. ΧΟ. 2. ἐμοὶ δ᾽ ὅπως τάχιστά γ' ἐμπεσεῖν δοκεῖ καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει. ΧΟ. 3. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν ψηφίζομαι τι δρᾶν· τὸ μὴ μέλλειν δ᾽ ἀκμή. ΧΟ. 4. ὁρᾶν πάρεστι φροιμιάζονται γὰρ ὡς τυραννίδος σημεῖα πράσσοντες πόλει. ΧΟ. 5. χρονίζομεν γάρ· οἱ δὲ τῆς μελλοὺς κλέος πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί. ΧΟ. 6. οὐκ οἶδα βουλῆς ἥστινος τυχὼν λέγω. τοῦ ὁρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι. ΧΟ. 7. κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν. ΧΟ. 8. ἦ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις; ΧΟ. 9. ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ· πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. ΧΟ. 10. ἦ γὰρ τεκμηρίοισιν ἐξ οιμωγμάτων
δυοῖν στοχαζόμενος, μήτε αἰσχρὰν θέλων ποιῆσαι τὴν κρίσιν τῶν ὑπηκόων προεμένων τὸν βασιλέα μήτε ἐπικίνδυνον τὴν πρᾶξιν προπετῶς εἰσιόντων εἰς τὰ βασίλεια. εἰσὶ δὲ οἳ ἕκαστον ὀκτάστιχον ἑνός φασιν εἶναι στοίχου τοῦ χοροῦ, ἵνα τρεῖς ὄντες οἱ στοῖχοι ἀνὰ τεσσάρων διστίχων εἴπωσιν· εἰς τρεῖς γὰρ στοίχους διαιρεῖται ὁ χορὸς ιέ ὢν ὑποκριτῶν. οὐκ οἶδα, φησίν, ποίαν εἰπὼν βουλὴν ἐπιτύχω· κἂν γὰρ βουλεύσωμαι, πρᾶξαι οὐ δύναμαι· ἀνήνυτος δὲ δίχα πράξεως ἡ βουλή. ὡριμωτέρα, γλυκυτέρα. ἡδύτερος, φησίν, ὁ θάνατος ὁ ὑπὲρ τῶν δεσποτῶν τῆς τυραννίδος.
οἱ δὲ, τῆς μελλούσης κλέος οἱ δὲ, μελλούσης κλέος ὧδε τῆς μελλοῦς χάριν πέδοι πεδον καθεύδουσι τείνοντες κτείνοντες κρατεῖ κράτει τεκμήρι᾽ ἔστιν ; ἢ 'ξ
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος; ΧΟ. 11. σάφ' εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι· τὸ γὰρ τοπάζειν τοῦ σάφ' εἰδέναι δίχα. ΧΟ. 12. ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως. ΚΛ. πολλῶν πάροιθεν καιρίως εἰρημένων τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι. πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἂν φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος; ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾿ ἐξειργασμένοις. οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι, ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον. ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων, περιστιχίζω, πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς· καν δυοῖν οἰμώγμασιν
ἐπαινοῦμεν διαφόρως ταύτην τὴν γνώμην, τὸ μαθεῖν ἐν οἷς ἐστὶ καταστάσει ὁ βασιλεύς. πῶς τοῖς ἐχθροῖς, φησίν, ἐπηρεάσαι τις δύναται, ὅταν φίλοι δοκῶσιν, εἰ μὴ δι' ἀπάτης; τὸ δὲ »ὕψος κρεῖσσον ἐκπηδήματος τοῦτο σημαίνειν βούλεται, ὅτι ὁ φιλικὸς (φιλικῶς Heimsoeth) ὑπερχόμενός τινα καὶ ἀπατῆσαι βουλόμενος εἰς ἄφυκτον φραγμὸν ἐμπλέκει αὐτὸν τῆς ἀπάτης, ὡς μὴ δύνασθαι ὑπερβαλέσθαι αὐτόν· τροπικῶς δὲ ταῦτα λέγει συνήθως. ἄφυκτον. οὐ φεύγω, φησίν, οὐδὲ τὴν πρᾶξιν ἀρνοῦμαι. οὕτως αὐτὸν ἐφόνευσα ὡς μήτε δύνασθαι φεύγειν μήτε ἀμύνασθαι.
θυμοῦσθαι μυθοῦσθαι πημονῆς πημονὴν ἀρκύστατ᾽ ἂν ἀρκύστατον φρέξειεν . νείκης νίκης ἔπεσ' ἐξειργασμένοις, σ ex o facto, ἀμύνεσθαι ἀμύνασθαι περιστοιχίζων περιστιχίζων οιμωγμάτοιν
μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς Ἅιδου νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών· κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν βάλλει μ' ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν. ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι. εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ, τῷδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν, τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών. ΧΟ. θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον. ΚΛ. πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος. ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας λέγω· σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερὸς ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει. ΧΟ. τί κακόν, ὦ γύναι,
ἐπεύχομαι χαίρειν ὑμᾶς ἢ καυχῶμαι δηλονότι χαίρειν. ἤγουν ἐν φόνῳ, πλήσας κρατῆρα ὁ Ἀγαμέμνων αὐτὸς πρῶτος ἐλθὼν πίνει. τί κακόν, ὦ γύναι, ἐδεστὸν, ἤτοι βρώσιμον, ἢ πόσιμον κτησαμένη ἐκ θαλάσσης ὁρμώμενον ἔμαθες τοιαῦτα ποιεῖν θύματα.
αὑτοῦ αὐτοῦ Διὸς νεκρῶν αὐτοῦ ὀρυγάνει διοσδότῳ γάνει διὸς νότῳ γᾶν (γαν superscr. η h) el σπόρητος τῷδ' τάδ' τοσόνδε fort. στήσας. μου omisit (δικαίως h) χθονοτρεφές | . . ῥύσας | . . θύος | . . ἀπέταμες | . . ἀστοῖς |
χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον τόδ᾽ ἐπέθου θύος δημοθρόους τ᾿ ἀράς; ἀπέδικες, ἀπέταμες - ἀπόπολις δ᾽ ἔσῃ — μῖσος ὄβριμον ἀστοῖς. ΚΛ. νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς, οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον, μήλων φλεόντων εὐπόκοις νομεύμασιν, ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ ὠδῖν, ἐπῳδὸν θρηκίων ἀημάτων. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾿ ἀνδρηλατεῖν, μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης ἐκ τῶν ὁμοίων, χειρὶ νικήσαντ᾿ ἐμοῦ ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός, γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν. ΧΟ. μεγαλόμητις εἶ,
κατ᾽ οὐδὲν μεμφόμενος τῷ Ἀγαμέμνονι ὅτι τὴν ἐμὴν θυγατέρα Ιφιγένειαν ἔκτεινεν ὡς πλούσιος ποιμὴν πολλὰ ἔχων θρέμματα θύσειεν ἐξ αὐτῶν ἕν. πληθυνόντων. ἀναγκαίως (1. καιρίως) ἀπειλεῖ, ἵνα ἐκεῖνοι τὸ ἀμφίβολον τῆς μάχης φυλάξωνται.
ῥυτᾶς ῥύσας (ῥυσᾶς) ὄρμενον δρώμενον (δρώμενον h) (ἐπεύθου h) ἀπέταμες ἀπέτεμες ἀπέδικέ σ', ἀπέταμέν σε ἀπόπολις ἄπολις ὄμβριμον ἀστῶν οὐδὲν corr. ex οὐ σὺν τότ' τόδ' εὐτόκοις, forte ut videtur ex εὐπόκοις factum, αὐτοῦ ἐπωδὴν θρηκίων δημάτων θρηκίων τὲ λημμάτων χρῆν χρή βιασμάτων . delet κράνῃ περίφρονα | . . τύχα [ . . ὀμμάτων [ . . χρὴ | . . τίσαι |
περίφρονα δ᾽ ἔλακες, ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται λίπος ἐπ᾽ ὀμμάτων αἵματος εὖ πρέπειν· ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων τύμμα τύμματι τῖσαι. ΚΛ. καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν· μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, Ἄτην Ἐρινύν θ', αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ, οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους. κεῖται γυναικὸς τῆσδε λυμαντήριος, Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ, ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος καὶ κοινόλεκτρος τοῦδε θεσφατηλόγος, πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην ὃ μὲν γὰρ οὕτως, ἣ δέ τοι κύκνου δίκην τὸν ὕστατον μέλψασα θανάσιμον γόον κεῖται φιλήτωρ τοῦδ', ἐμοὶ δ᾽ ἐπήγαγεν εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
μαίνεταί σου ἡ φρὴν ὥστε ἀπολέσθαι (1. ἀγάλλεσθαι) ἐφ᾿ ᾧ δέδρακας. ἐπίκειται δέ σου τῷ προσώπῳ καθαρὸν τὸ αἷμα ὥστε τὸν φονεύοντά σε μὴ ἐγκαλεῖσθαι. ἡ (om. Vict.) ἐκ ψυχῆς φιλουμένη (τῷ Ἀγαμέμνονι add. Vict.). τὴν ἐκ περιουσίας τροφήν.
λίπος πρέπειν πρέπει ἀντίετον τύμματι τύμμα τῖσαι ἐριννύν φόβου ἐμῆς ἐμᾶς μικρὰ ἡ pro καὶ ισοτριβής ἱστοτρίβης φιλήτως fort. εὐνὴν (sic IVossius) . . τήνδ'. παροψώνημα παροψόνημα
ΧΟ. φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, μηδὲ δεμνιοτήρης, μόλοι τὸν αἰεὶ φέρουσ᾽ ἐν ἡμῖν Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος φύλακος εὐμενεστάτου καὶ πολλὰ τλάντος γυναικὸς διαί· πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον. ἰὼ παρανόμους Ἑλένα, μία τὰς πολλάς, τὰς πάνυ πολλὰς ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ. νῦν δὲ τελείαν πολύμναστον ἐπηνθίσω δι' αἷμ' ἄνιπτον, ἥτις ἦν τότ᾽ ἐν δόμοις ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς. ΚΛ. μηδὲν θανάτου μοῖραν ἐπεύχου τοῖσδε βαρυνθείς· μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς, ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ' ἀξύστατον ἄλγος ἔπραξεν. ΧΟ. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί- οισι Τανταλίδαισιν,
* (om. Vict.) Ἀτρεῖ καὶ θυέστῃ, ἢ Ἀγαμέμνονι καὶ Μενελάῳ.
priores partes trium stropharum et antistr. chori tres ordines, ephymniorum autem anapaestos coryphaeus, melica totus chorus canere videtur. fort. φέρουσ᾽ ὄνησιν. πνὸν corr. ex ὕμνον πολέα διά βίον delebat olim ἰὼ | . . τὰς πολλὰς | . . ψυχὰς | . . Τροίᾳ | ἰὼ ἰὼ cum παράνους fort. ἰὼ σὺ παρώνυμος οὖσ'. ὀλέσας ἐπηνθίσω (quod delevit eadem manus lineola transversa) | ἐπηνθίσω . ἄνιπτον | δϊζύς ἐκτρέχης ὀλέσαν ἐμπίτνεις ἐμπίπτεις διφυίοισι διφυεῖσι τανταλίδεσιν καὶ] · . τανταλίδεσιν |
κράτος ἰσόψυχον ἐκ γυναικῶν καρδιόδηκτον ἐμοὶ κρατύνεις. ἐπὶ δὲ σώματος δίκαν μοι κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑμνεῖν ἐπεύχεται. ΚΛ. νῦν δ᾽ ὤρθωσας στόματος γνώμην, τὸν τριπάχυντον δαίμονα γέννης τῆσδε κικλήσκων. ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς νείρᾳ τρέφεται, πρὶν καταλῆξαι τὸ παλαιὸν ἄχος, νέος ἰχώρ. ΧΟ. ἦ μέγαν οἴκοις τοῖσδε δαίμονα καὶ βαρύμηνιν αἰνεῖς, φεῦ φεῦ, κακὸν αἶνον ἀτη- ρᾶς τύχας ἀκορέστου ἰὼ ἰή, διαὶ Διὸς παναιτίου πανεργέτα. τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται; τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν; ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, πῶς σε δακρύσω;
Κλυταιμνήστραν καὶ Ἑλένην (Κλυταιμνήστρας καὶ Ἑλένης Vict.) λέγει, αἳ κατὰ φαυλότητα ἴσας τὰς ψυχὰς ἔχουσι. ὡς κόραξ ἐσθίων νεκρὸν (νεκρῶν Vict.) σῶμα βοᾷ, οὕτω καὶ ὁ δαίμων ἐκνόμως δικάσει, παρὰ τὸ δίκαιον. διὰ τὸ εἰς τὸν δαίμονα ἀποτείνεσθαι τὸν παλαιόν· ἐκεῖνος γὰρ αἴτιος καὶ τοῦ φόνου τούτου.
φθισίψυχον καρδιόδηκτον καρδία δηκτὸν μοι delet ἐκνόμως Post 1475 iterat 1456 - 62 ut ephymnium τριπάχυντον τριπάχυιον γέννης γέννας νείρᾳ (νείρῃ) νείρει πανεργέταν ἰὼ semel ἐω· | . . δακρύσω | ἰὼ semel
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον δολίῳ μόρῳ δαμεὶς ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. ΚΛ. αὐχεῖς εἶναι τόδε τοἔργον ἐμόν· μηδ' ἐπιλεχθῇς Ἀγαμεμνονίαν εἶναί μ' ἄλοχον. φανταζόμενος δὲ γυναικὶ νεκροῦ τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ Ἀτρέως χαλεποῦ θοινατῆρος τόνδ' ἀπέτισεν τέλεον νεαροῖς ἐπιθύσας. ΧΟ. ὡς μὲν ἀναίτιος εἶ τοῦδε φόνου τίς ὁ μαρτυρήσων; πῶ πῶ; πατρόθεν δὲ συλλή- πτωρ γένοιτ' ἂν ἀλάστωρ. βιάζεται δ᾽ ὁμοσπόροις ἐπιρροαῖσιν αἱμάτων μέλας Ἄρης, ὅποι δὲ καὶ προβαίνων πάχνα κουροβόρῳ παρέξει. ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
μὴ νόμιζε ἐμὲ εἶναι, φησίν, ἄλοχον τοῦ Ἀγαμέμνονος, ἀλλὰ φανὲν εἴδωλον τοῦ τιμωρητικοῦ δαίμονος ὁμοιωθὲν ἐμοὶ ἀπῄτησε τὸν Ἀγαμέμνονα τὸν φόνον τοῦ Ἀτρέως τοῦ θοινήσαντος τὸν θυέστην καὶ οἷονεὶ εὐωχίαν ποιήσαντος τὰ ἐκείνου τέκνα.
(ποτ᾽ ἄρ᾽ εἴπω; h) (ποτ᾽ ἄρ᾽ εἴπω; h) (ἐκπνείων h) (ἐκπνείων h) μοι | . . ἀνελεύθερον | (ἀνελεύθερα h) (ἀνελεύθερα h) δαμεὶς δάμαρτος) (τοἔργον ἐμὸν τόδε; h) ἐπιλέξῃς (νεκροῖς h) (δὲ omisit h) fort. λιάζεται. ὅποι δίκαν (δίκην) προβαίνων προσβαίνων πάχνα πάχνα chori nota praefixa in hemichorii in
πῶς σε δακρύσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον δολίῳ μόρῳ δαμεὶς ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. ΚΛ. [οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον τῷδε γενέσθαι.] οὐδὲ γὰρ οὗτος δολίαν ἄτην οἴκοισιν ἔθηκ᾽; ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθὲν τὴν πολύκλαυτόν τ' Ἰφιγένειαν, ἄξια δράσας ἄξια πάσχων μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω, ξιφοδηλήτῳ θανάτῳ τίσας ἅπερ ἦρξεν. ΧΟ. ἀμηχανῶ φροντίδος στερηθεὶς εὐπαλάμων μεριμνᾶν ὅπα τράπωμαι, πίτνοντος οἴκου. δέδοικα δ᾽ ὄμβρου κτύπον δημοσφαλῆ τὸν αἱματηρόν· ψεκὰς δὲ λήγει. Δίκα δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης πρὸς ἄλλαις θηράναις μοῖρα.
εὐσεβεῖ ἀνελεύ | θερον . . δαμεὶς | spurios iudicavit τοῦδ' . . πολύκλαυτόν | τ' . . δράσας | . . ἅδου | . . ξιφοδηλήτω | . ἦρξεν | τῆς πολυκλαύτης Ἰφιγενείας ἄξια δράσας ἀνάξια δράσας ἔρξεν (φροντίδων h) εὐπαλάμων μεριμνᾶν εὐπάλαμνον (εὐπάλαμον Porson) μέριμναν ὅπα δημοσφαλῆ δίκη δίκα δίκα θηγάνει θήγει μάχαιραν
ἰὼ γᾶ γᾶ, εἴθε μ᾽ ἐδέξω, πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου δροίτης κατέχοντα χαμεύνην. τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων; ἢ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ' ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι ψυχῇ τ' ἄχαριν χάριν ἀντ᾽ ἔργων μεγάλων ἀδίκως ἐπικρᾶναι; τίς δ᾽ ἐπιτύμβιος αἶνος ἐπ᾽ ἀνδρὶ θείῳ σὺν δακρύοις ἰάπτων ἀληθείᾳ φρενῶν πονήσει; ΚΛ. οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν τοῦτο· πρὸς ἡμῶν κάππεσε, κάτθανε, καὶ καταθάψομεν, οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων, ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως θυγάτηρ, ὡς χρή, πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον πόρθμευμ᾽ ἀχέων περὶ χεῖρα βαλοῦσα φιλήσει. ΧΟ. ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους. δύσμαχα δ᾽ ἐστὶ κρῖναι.
hemichorii notam habent εἴδ᾽ ἔμ' γὰ γὰ [ . . ἐπιδεῖν | ἀργυροτοίχου | . . χαμεύναν | . . θρηνήσων | . . ἔρξαι | αὑτῆς | . . ἄχαριν | . . ἔργων | . . ἐπικρᾶναι | . . ἐπιτύμβιος | . . θείῳ | δροίτας (δροίτας νῦν h) et χαμεύναν ψυχῇ τ' ψυχὴν fort. μελέων. hemichorii nota praefixa in Fort. ἐπιτυμβίδιος αἶνος. δακρυοισ (ν corr. ex σ) fort. δακρύοις χεροῖν. (οὔτε h) μέλημ' ἀλέγειν μέλημα λέγειν κάτθανε | . καταθάψομεν | Post 1553 lacunam duorum versuum indicavit Ἰφιγένειά νιν ἰφιγένειαν· ἵν᾿ ἀχείων (factum ex ἀχαιῶν) χεῖρε φιλήσει φλήσῃ
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων. μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ. τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων; κεκόλληται γένος προσάψαι. ΚΛ. ἐς τόνδ' ἐνέβης ξὺν ἀληθείᾳ χρησμόν. ἐγὼ δ᾽ οὖν ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν ὅρκους θεμένη τάδε μὲν στέργειν, δύστλητά περ ὄνθ᾽, ὃ δὲ λοιπόν, ἰόντ᾽ ἐκ τῶνδε δόμων ἄλλην γενεὰν τρίβειν θανάτοις αὐθένταισιν. κτεάνων τε μέρος βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι ἀλληλοφόνους μανίας μελάθρων ἀφελούσῃ. Αἴγισθος. ὦ φέγγος εὔφρον ἡμέρας δικηφόρου, φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄγη, ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί, χερὸς πατρῴας ἐκτίνοντα μηχανάς. Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ, πατέρα θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι, αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
θρόνῳ χρόνω (χρόνῳ) ἀραῖον ἀρᾶον πρὸς ἄτα Post 1565 iterat 1539-49 ut ephymnium ἐνέβης ἐνέβη σὺν πλεισθενιδᾶν θεμένα δύσπλητά (1572 omisit h.) δὲ ἐχούσῃ ¦ . . ἀλληλοφόνους | μοι μοι δ' μανίας μελάθρων ἀλληλοφόνους ἄγη ἄχη ἐν πάγαις ἐριννύων χειρὸς αὑτοῦ δ᾽ αὐτοῦ τ'
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων. καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν τλήμων θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ, τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον αὐτοῦ· ξένια δὲ τοῦδε δύσθεος πατὴρ Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας ἔθρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθήμενος ἄσημ᾽· ὃ δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν ἔσθει βορὰν ἄσωτον ὡς ὁρᾷς γένει. κάπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν, μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται, λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ, οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος. ἐκ τῶνδέ σοι πεσόντα τόνδ' ἰδεῖν πάρα. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς· τρίτον γὰρ ὄντα μ' ἐπὶ δέκ᾽ ἀθλίῳ πατρὶ συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις· τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν. καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
τὰς διαστάσεις τῶν δακτύλων.
εὕρετ᾽ αὐτός (ξενίᾳ h) χρεῶν fort. ἀνδρακὰς δατούμενος. ἄσημ᾽· ὃ δ' ἄσημα δ' ὤμωξεν corr. ex ὤμωζεν ἀμπίπτει ἄν· πίπτει σφαγὴν σφαγῆς ἐρᾶ ὀλέσθαι (ἀρᾶτ᾽ ὀλέσθαι πᾶν τὸ Πλ γένος) ὀλέσθη ολισθεῖν fort. γὰρ αὐτὸν ὄντα μ᾽ ἀθλίῳ. (ξυνάψας g)
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν. ΧΟ. Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω. σὺ δ᾽ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν, μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον· οὐ φημ' ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς. ΑΙ. σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός; γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ τῷ τηλικούτῳ σωφρονεῖν εἰρημένον. δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες δύαι διδάσκειν ἐξοχώταται φρενῶν ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε; πρὸς κέντρα μὴ λάκτιζε, μὴ πταίσας μογῇς. ΧΟ. γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης νέον οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον; ΑΙ. καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις· ὃ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ, σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν ἄξῃ· κρατηθεὶς δ᾽ ἡμερώτερος φανῇ.
ἀντὶ τοῦ (om. Vict.) ὑποδεεστέρα καθέδρα ὤν. οἱ γὰρ ζύγιοι (ζυγοί Vict.) τῶν θαλαμίων ἄνωθέν εἰσιν. ἀντὶ τοῦ παθών.
ἰδόντι τόνδε φὴς τόνδ᾽ ἔφης Scribendum ἐχθρὸς. νετέρᾳ δεσμόν τὸ ῥῖγος ἐξοχώτατε πταίσας πήσας παίσας scribendum videtur γυνὴ σύ. μάχης μένων αἰσχύνων αἰσχύνουσ' (αἰσχύνας) ήγε corr. ex ἦσε (ut vid.) νηπίοις ηπίοις
ΧΟ. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ, ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον, δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως; ΑΙ. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς· ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἢ παλαιγενής. ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα ζεύξω βαρείαις οὔτι μὴ σειραφόρον κριθῶντα πῶλον· ἀλλ᾽ ὁ δυσφιλεῖ σκότῳ λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται. ΧΟ. τί δὴ τὸν ἄνδρα τόνδ' ἀπὸ ψυχῆς κακῆς οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ χώρας μίασμα καὶ θεῶν ἐγχωρίων ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος, ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς. ΑΙ. ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα. εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε. ΧΟ. εία δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω. ΑΙ. ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
οὐχ ὑπέμεινας, φησίν, ἢ οὐκ ἐτόλμησας (ἢ ο. ἐτ. om. Vict.) δρᾶσαι σὺ αὐτὸς τὸ ἔργον μόνος, ἀλλὰ σὺν τῇ γυναικί. οὐχ ὑποζεύξω τὸν μὴ πειθαρχοῦντα ὡς κριθῶντα πῶλον, (ἤγουν πίονα ταῖς κριθαῖς add. Vict.), ἀλλὰ συγκλείσας καὶ λιμώττειν ἐάσας πραϋνῶ.
τῶδε βουλεύσας ή ἢ ἐκ τῶν δὲ ἐκ τῶνδε μὴν δυσφιλεῖ σκότῳ δυσφιλής κότῳ σύνοικος post 1627 transfert, qua re probata v. 1649 coryphaeo tribui debet. νιν σὺν fort. ἀλλ' ὅπῃ et cum Aurato κοὐ λέγειν scribendum. choro dant Aegistho reddidit chori ex Aegisthi nota correcta in μὴν κἀγὼ κἀγὼ μὴν πρόκοπος πρόκοπτος
ΧΟ. δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ' αἱρούμεθα. ΚΛ. μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά. ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος. πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει· μηδὲν αἱματώμεθα. στείχετε δ' οἱ γέροντες πρὸς δόμους πεπρωμένους τούσδε, πρὶν παθεῖν ἔρξαντες καιρόν· χρῆν τάδ᾽ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν, δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι. ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν. ΑΙ. ἀλλὰ τούσδ' ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους, σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν κρατοῦντα . ΧΟ. οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν. ΑΙ. ἀλλ᾽ ἐγώ σ' ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι. ΧΟ. οὔχ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν. ΑΙ. οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. ΧΟ. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην· ἐπεὶ πάρα. ΑΙ. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
τὸν οἰωνὸν δηλονότι.
αἱρούμεθα ἐρούμεθα δράσωμεν δράσομεν θέρος ὁ ἔρως ὑπάρχει ὕπαρχε αἱματώμεθα ἡματώμεθα στεῖχε καὶ σὺ χοὶ γέροντες πεπρωμένους, | τούσδε πρὶν παθεῖν ἄχαιρον olim (ἄχαιρον Musgravius, ἄχαιρα olim) ἔρξαντα ἐπραξάμην fort. γένοιτο τοἔμπαλιν. δεχοίμεθ' γ᾽ ἐχοίμεθ' χηλῇ τούσδ' ἐμοὶ τούσδε μοι ἀκοντίσαι δαίμονος δαίμονας πειρωμένη ἁμαρτεῖν τὸν ἁμαρτῆτον σώφρονος γνώμης κρατοῦντα Versus 1663. 1664 transponendi videntur sic: σώφρονος ἁμαρτεῖν δαίμονος πειρωμένους ¦ κἀκβαλεῖν ἔπη τοιαῦτα τὸν κρατοῦντ᾽ ἀνασχετόν;). Clytaemestrae nota praefixa in προσαίνειν fort. μωρίας χρόνῳ.
ΧΟ. κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας. ΚΛ. μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων· ἐγὼ καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων (καλῶς).
ἐγώ, φησί, καὶ σὺ κρατοῦντες τῶνδε τῶν δωμάτων διαθησόμεθα τὰ (τὸ Vict.) καθ᾽ αὑτοὺς καλῶς.
θαρσῶν θαρρῶν ὥστε ὥσπερ ὑλάγμαθ'· ὡς ἐγὼ ἐγὼ et καλῶς omittunt ex schol. addiderunt et Auratus Subscriptum in f: καὶ νῦν πάρεστιν ἀγαμέμνονος τέλος, in g τέλος ἀγαμέμνονος.