Aeschyli Agamemnon
Aeschylus
Ulrich von Wilamowitz-Moellendorff
XML markup and CTS alignment
Perseus Digital Library / canonical-greekLit
Ulrich von Wilamowitz-Moellendorff's 1914 edition of Aeschylus, Agamemnon.
Digitization and TEI encoding
Perseus Project
1 online resource (TEI XML)
Perseus Digital Library
Medford, MA
2025
Open-access for non-commercial use; see Perseus license.
urn:cts:greekLit:tlg0085.tlg005.wilam1914-grc1
Aeschylus
Ulrich von Wilamowitz-Moellendorff
Tragoediae
Berolini
Apud Weidmannos
1914
HathiTrust record 012467585
HathiTrust catalog record
Print source record as described by HathiTrust; used as the basis for bibliographic metadata.
Encoded for the Perseus Digital Library, following canonical-greekLit conventions and CTS/CapiTainS citation schemes.
Orthography normalized minimally; lineation and references follow the 1914 Wilamowitz edition where applicable.
Ancient Greek
English (metadata)
Drama
Greek tragedy
Header created/updated from HathiTrust record 012467585 (Aeschylus, Tragoediae, Berlin: Weidmann, 1914; ed. Wilamowitz).
Composite volume split into a play-level CTS edition for Agamemnon; edition language and CTS identifiers corrected.
Ἀγαμέμνονος ὑπόθεσις.
᾿Αγαμέμνων εἰς Ἴλιον ἀπιὼn τῆι Κλυταιμήστραι, εἰ πορθήσοι τὸ
Ιλιον, τῆς αὐτῆς ἡμέρας σημαίνειν ἔφη διὰ πυρσοῦ, ὅθεν σκοπὸn
ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμήστρα, ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ
μὲn ἰδὼn ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται,
περὶ τοῦ πυρσοῦ ἐροῦσα, ἐξ ὧn καὶ ὁ χορὸς συνίσταται· οἵτινες
ἀκούσαντες παιανίζουσι. μετ᾿ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται
καὶ τὰ κατὰ τὸν πλοῦn διηγεῖται. Αγαμέμνων δ᾽ ἐπὶ ἀπήνης ἔρχεται.
εἶπετο δ᾽ αὐτῶι ἑτέρα ἀπήνη, ἔνθα ἦn τὰ λάφυρα καὶ ἡ Κασσάνδρα.
αὐτὸς μὲn οὖn προεισέρχεται εἰς τὸν οἶκον σὺn τῆι Κλυταιμήστραι,
Κασσάνδρα δὲ προμαντεύεται πρὶn εἰς τὰ βασίλεια εἰσελθεῖn τὸν
ἑαυτῆς καὶ τοῦ ᾿Αγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητρο-
κτονίαν, καὶ εἰσπηδᾶι ὡς θανουμένη ῥίψασα τὰ στέμματα. τοῦτο δὲ
τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἰκτον
ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν ᾿Αγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι
ποιεῖ, τὸν δὲ Κασσάνδρας σιωπήσας θάνατον νεκρὰn αὐτὴν ὑπέδειξεν,
πεποίηκέ τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον
περὶ τῆς ἀναιρέσεως ἑνὶ κεφαλαίωι, τὴν μὲn τῆι ἀναιρέσει Ιφιγενείας,
τὸn δὲ ταῖς τοῦ πατρὸς [Αἰγίσθου] ἐξ Ἀτρέως συμφοραῖς.
ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι πη΄ ἔτει β΄.
πρῶτος Αἰσχύλος ᾿Αγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυ-
ρικῶι. ἐχορήγει Ξενοκλῆς ᾿Αφιδναῖος.
τὰ τοῦ δράματος πρόσωπα·
φύλαξ· χορός· ἄγγελος· Κλυταιμήστρα· Ταλθύβιος κῆρυξ· ᾿Αγα-
μέμνων· Κασσάνδρα· Αἴγισθος· προλογίζει δὲ ὁ φύλαξ, θεράπων
᾿Αγαμέμνονος.
Apparatus Criticus
Codices MVFTr (hic plura ad libidinem mutavit, quae omitto)
ΚλυταιμήστραιΚλυταιμν. semper
σημαίνειν ἔφηadd. ὑπέσχετοἔφηom.
διὰ πυρσοῦδιὰ τοῦ π.
de custode est schol. M ante prologum θεράπων ᾿Αγαμέμνονος ὁ προλογιζόμενος, οὐχ ὁ ὑπὸ Αἰγίσθου ταχθείς (Hom. δ 525)
μεταπέμπεταιμεταπ. ὄχλον
περὶ τοῦ πυρσοῦ ἐροῦσαἐροῦσα (τὰ Τr) π. τ. πλ.
καὶom.
προεισέρχεταιπροσέρχεταιπροσήρχετο
ΚασσάνδραΚασσάνδρα semperΚασάνδρα
εἰσελθεῖνἐλθεῖν
Ὀρέστουὀρέστου
θαυμάζεταιθαυμαστόν ἐστι
ἔχονἔχονἐμποιοῦν (post οἶκτον)
ὑπέδειξενἀπέδειξενἀποδείκνυσι
[Αἰγίσθου]glossam habent
τοῦ πατρὸςτὸn δὲ τὴν θυέστου
πη΄κη΄corr. Meursius
πρῶτος... σατυρικῶιseqq. om.Εὐμ. πρῶτος σατ.
ἈφιδναῖοςἈφιδνεύςcorrexi
προλογίζει... Ἀγαμέμνονοςom.θερ. Ἀγ. om.
Fasti theatri Atheniensis, Wilhelm Dram. Urk. p. 18 ἐπὶ Φιλοκλέ-
ους - - - τραγωιδῶν Ξενοκλῆς ᾿Αφιδνα: ἐχορή. Αἰσχύλος ἐδίδασκεν.
ΦΥΛΑΞ
θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων,
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις ᾿Ατρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας ἐμπρέποντας αἰθέρι
[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.]
καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
εὕδων δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν· φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ,
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνωι.
ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.
νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων
Actio: scaenae frons aedes Atridarum, media ingens porta; est etiam alia minor; pronus iacet in tecto Custos. nox est.
Testim.:
3 (Συν. λέξ. χρ. Phot. Ber. Hes.) ἄγκαθεν κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσ. Achilles in Arat. p. 28 Maass Αἰσ. ἐν ᾿Αγ. καὶ τῶι κατασκόπωι τὴν ἐμπειρίαν περιτίθησι ποιῶν λέγοντα “ἄστρων-αἰθέρι (4-5).
11 Ioh. Doxapatris in Hermog. de id. VI 225 Walz, redit fortasse ad Longinum, orationis inflatae exemplum ὡς ἐν ᾿Αγαμ. “γυναικὸς-κέαρ”. ἡ γὰρ λέξις σκληρὰ καὶ ὁ ἦχος τοιοῦτος.
Apparatus Criticus
μῆκοςμῆκος δ᾽
ἄγκαθενἄγκαθεν κοιμώμενος
θέρος βροτοῖςβροτοῖς θέρος
[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.]del. Valckenaer
ἐλπίζονἐλπίζων et -ov
εὕδων δὲεὐτ᾿ ἂν δέ (γε F2)correxi
νυκτίπλαγκτοννυκτίπλακτον
ἐντέμνωνἐκτέμνων
ΦΥΛΑΞ
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
ὦ χαῖρε λαμπτήρ, νυκτὸς ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν Ἄργει τῆσδε συμφορᾶς χάριν.
ἰοῦ ἰοῦ.
᾿Αγαμέμνονος γυναικὶ σημανῶ τορῶς,
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῆιδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ιλίου πόλις
ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·
αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι,
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα
ἄνακτος οἴκων τῆιδε βαστάσαι χερί.
τὰ δ᾽ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσηι μέγας
βέβηκεν· οἶκος δ᾽ αὐτὸς εἰ φθογγὴν λάβοι,
σαφέστατ᾽ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
Actio: pausa post 21 (monuit Tr) 25 surgit Custos et 31 saltat. 39 Custos in domum descendit. longior pausa.
ΧΟΡΟΣ
δέκατον μὲν ἔτος τόδ᾽, ἐπεὶ Πριάμου
μέγας ἀντίδικος Μενέλαος ἄναξ
ἠδ᾽ ᾿Αγαμέμνων, διθρόνου Διόθεν
καὶ δισκήπτρου τιμῆς ἐχυρὸν
Ζεύγος ᾿Ατρείδαιν, στόλον ᾿Αργείων
χιλιοναύτην τῆσδ᾽ ἀπὸ χώρας
ἦραν στρατιώτιν ἀρωγήν,
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη,
Testim.:
32. 33 Phot. Suid. τρὶς ἓξ .... ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼn καθώρθου καὶ Αἰσ. ἐν ᾿Αγ. παρίστησι· ῾τὰ δεσπ. - φρυκτωρίας.
Apparatus Criticus
φάοςνῦn φῶς
σημανῶσημαίνω
ἐπορθιάζεινέπορθρ.
ἀγγέλλωνἀγγέλλωνἀγγέλων
λέξειενλέξει
αὐδῶαὐδῶν οὐ
Πριάμουπριάμω
ἐχυρὸnὀχυρὸν
᾿Ατρείδαιν᾿Ατρειδᾶνcorr. Dindorf
χιλιοναύτηνχιλιοναύτην supra -τανhoc
ἀρωγήνἀρωγήν supra -γάνhocγρ. ἴλιον αὐτάν
κλάζοντεςκλάγξαντες
ΧΟΡΟΣ
τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις
ἄλγεσι παίδων ὕπατοι λεχέων
στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες·
ὕπατος δ᾽ ἀίων ἤ τις ᾿Απόλλων
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
πέμπει παραβᾶσιν Ἐρινύν.
οὕτω δ᾽ ᾿Ατρέως παῖδας ὁ κρείσσων
ἐπ᾿ ᾿Αλεξάνδρωι πέμπει ξένιος
Ζεύς, πολυάνορος ἀμφὶ γυναικός
πολλὰ παλαίσματα καὶ γυιοβαρή
γόνατος κονίαισιν ἐρειδομένου
διακναιομένης τ᾽ ἐν προτελείοις
κάμακος θήσων
Δαναοῖσί (τε) Τρωσί θ᾽ ὁμοίως.
ἔστι δ᾽ ὅπηι νῦν ἔστι· τελεῖται
δ᾽ ἐς τὸ πεπρωμένον· οὔθ᾽ ὑποκαίων
οὔθ᾽ ὑπολείβων οὔτε δι᾽ ἁγνῶν
ἀπύρων ἱερῶν
ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾶι
Testim.:
49 Hesych. ἐκπάτιον· τὸ ἔξω πάτου
53 Hesych. δεμνιοτήρη πόνον Αἰσ. ᾿Αγ. cum longo scholio
58 Schol. Soph. ΟΚ. 934 μέτοικος ἀντὶ τοῦ ἔνοικος .. κέχρηται δὲ καὶ Αἰσχύλος ἐπὶ τῶν οἰωνῶν ἐν ᾿Αγαμέμνονι λέγων οὕτως “τῶνδε μετοίκων” ἀντὶ τοῦ ἐνοίκων· μετοίκους γὰρ εἶπε τῶν ὑψηλῶν τόπων τοὺς οἰωνούς.
Apparatus Criticus
ἐκπατίοιςἐκπατίως v. 1.
στροφοδινοῦνταιστρεφεδίνηθεν
μετοίκωντῶν δὲ μετ.
ἐρειδομένουἐριδομ.ἐρειπ.
(τε)supplevi
ὑποκαίωνὑποκλαίωνcorr. Casaubonus
ὑπολείβωνοὔτε δακρύωνcorrexi
ἀτίταιἀτίτανἀτίταιαἀτιταί
ΧΟΡΟΣ
τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνάισσων
ἰσόπρεσβυς, ῎Αρεως δ᾽ οὐκ ἔνι χώρα.
τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων
ὄναρ ἡμερόφαντον ἀλαίνει.
σὺ δέ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμήστρα,
τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη,
τίνος ἀγγελίας
πειθοῖ περίπεμπτα θυοσκεῖς;
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων χθονίων,
τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,
βωμοὶ δώροισι φλέγονται·
ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει
φαρμασσομένη χρίματος ἁγνοῦ
μαλακαῖς ἀδόλοισι παρηγορίαις,
πελάνωι μυχόθεν βασιλείωι.
Testim.:
87 Hesych. θυοσκεῖν ἱερὰ παρέχεσθαι τοῖς θεοῖς (ἱεροῖς π. ἢ θ. corr. Blomfield).
Apparatus Criticus
ἀνάισσωνἀνάσσων
χώραχώραιcorr. Kayser
τό θ᾽ ὑπέργηρωντό θ᾽ ὑπέργηρωντόθιπεργήρωςτίθιπεργήρως
τρίποδαςτρίποδος
δ᾽om.
ἡμερόφαντονἡμερόφατον
Κλυταιμήστρα-μνήστρα
πειθοῖπυθοῖ
θυοσκεῖςθυοσκινεῖςδύοςcorr. Hesych. Turn.
δώροισιδώροισιδώροις
χρίματοςχρήματοςχρίσμ.
ΧΟΡΟΣ
τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν
καὶ θέμις αἴνει,
παιών τε γενοῦ τῆσδε μερίμνης,
ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
τοτὲ δ᾽ ἐκ θυσιῶν, ἃς ἀναφαίνεις,
ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον
[τὴν] θυμοφθόρου λύπης φρενί.
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
πειθὼ μολπᾶν ἀλκαι σύμφυτος αἰών·
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
ξύμφρονα ταγάν,
πέμπει ξὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾿ αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
ῶν, ὁ κελαινὸς ὅ τ᾽ ἐξόπιν ἀργᾶις,
φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
παμπρέπτοις ἐν ἕδραισιν
Testim.:
104 Aristoph. Ran. 1276 κύριος – ἀνδρῶν (ὅσιον) schol. ἐξ ᾿Αγ. Αἰσ.
109 Ar. Ran. 1204 ὅπως – ἥβας schol. καὶ τοῦτο ἐξ ᾿Αγ.
111 Ar. Ran. 1289 ξὺn δορί - ὄρνις (πέμπει in alio versu antecedit) schol. καὶ τοῦτο ἐξ ᾿Αγ.
Numeri: stropha praelonga dactylica citharodorum sacram artem imitatur, 104-21 = 122-139 6 dact. 5. 5. (spondei) iamb. + 4. 2. 8. 8. iamb. + 4. 3. 6. 2 iamb. 5. (ephymnium).
Apparatus Criticus
αἴνειαἰνεῖνεἰπεῖνcorr. Wieseler
ἃς ἀναφαίνειςἀγανάφαίνειςφαίνειφαίνουσ'corr. Ahrens
ἄπληστονἄπλειστον
[τὴν] θυμοφθόρου λύπης φρενίθυμόφθορον λ. φρέναθυμοβόρον λύπης φρένατὴν θυμοβόρον λυποφρέναφρενί Pauwcorrexi
ἐντελέωνἐκτελέωνcorr. Auratus
καταπνεύεικαταπνεύεικαταπνείει
ἀλκαιἀλκὰνcorr. Schütz
ἥβαςἥβαςἥβαν
ταγάνσύμφ.τὰν γᾶν
ξὺn δορὶ καὶ χερὶ πράκτορισὺn δ. Μ. καὶ χερί πρ.δίκας πρ.
βασιλεῦσι νεῶνοἰωνῶν βασιλεύς om.
ἀργᾶιςἀργίαςcorr. Blomfield
φανέντες ... δοριπάλτουοἱ φαν. ... δορυπάλτου
παμπρέπτοις ἐν ἕδραισινπαμπρέποιςπαμπρέποισιν ἕδραιςπαμπρέπτεσιν ἕδραις
ΧΟΡΟΣ
βοσκόμενοι λαγίναν ἐρικύμονα φέρματι γένναν
βλαβέντα λοισθίων δρόμων.
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὐ νικάτω. –
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
᾿Ατρείδας μαχίμους ἐδάη λαγοδαίτας
πομπᾶς [τ᾽] ἀρχούς·
οὕτω δ᾽ εἶπε τεράιζων·
“χρόνωι μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
μοῖρα λαπάξει πρὸς τὸ βίαιον·
οἷον μή τις ἄγα θεόθεν κνεφά-
σηι προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν. οἴκτωι γὰρ ἐπίφθονος Ἄρτεμις ἁγνά
πτανοῖσιν κυσὶ πατρός
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν·
στυγεῖ δὲ δεῖπνον αἰετῶν.
αἴλινὸν αἴλινον εἰπέ, τὸ δ᾽ εὐ νικάτω.
τόσονπερ εὔφρων ἁ καλά,
δρόσοις ἀέπτοις μαλερῶν λεόντων
πάντων τ᾽ ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι τερπνά,
Testim.:
141 Et. Μ. (gen.) ἕρσαι (Homer 1 222) καὶ Αἰσ. ἐν ᾿Αγ. τοὺς σκύμνους τῶν λεόντων δρόσους εἶπε τοῦτο μεταφράζων (redit ad Aristoph. Byz.) Aristoph. Byz. p. 112 Nauck, cf. Fresenius p. 122 (inde Aelian. Hist. an. VII 47) ὀβρίκαλα Αἰσ. ᾿Αγ. Hesych. ὀβρικάλοις· τοῖς τῶν θηρίων ἐκγόνοις.
Numeri: 140-59 2 iamb. 3. iamb. (medius choriamb.) tetram. dact. logaoedus similis decasyllabo alcaico (?). 8. dact. 3. iamb. inde meri dactyli. 160-66 = 167-75 trochaei. 3. (primus spondeus), 4 dimetri, 5 dact. 2. troch.
Apparatus Criticus
βοσκόμενοιβοσκομένην
ἐρικύμονα φέρματιἐρικύματαφέρβοντο
αἴλινοναἵλινον hoc accentu semperαἴλινον semel semper
δύοδύω
λήμασιλήμμασι
λαγοδαίταςλογοδαίτας
πομπᾶςπομπᾶςπομπούς τ᾽
ἀρχούςἀρχάς
δ᾽δ᾽ οὖν
πρόσθεπροσθετά
μοῖραμοῖρ᾽ ἀλ.
ἄγαἄτα corr. Herm.
κνεφάσηικνεφάσειε
προτυπὲnπροτυφθέν
οἴκτωιοἴκωι corr. Scaliger
πτανοῖσινπτανοῖς
πτάκαπτάωνκαθ.πτώκα
ἁτόσσωνom.
δρόσοιςδρόσοιςδρόσοισιν
ἀέπτοιςἀέπτοισιἀέλπτοις
λεόντωνλεόντωνὄντωνom.
φιλομάστοιςφιλόμάτοις
τερπνάὀβρικάλοιςτερπνά, ἢ τέρπεται unus recte Herm.
ΧΟΡΟΣ
τούτων αἰτεῖ ξύμβολα κρᾶναι.
δεξιὰ μὲν κατάμομφα δὲ φάσματα
[τῶν στρουθῶν]
ἰήιον δὲ καλέω Παιᾶνα,
μή τινας ἀντιπνόους Δαναοῖς χρονί-
ας ἐχενῆιδας ἀπλοίας
τεύξηι σπευδομένα θυσίαν ἑτέ-
ραν [ἄνομόν] τιν᾿ ἄδαιτον,
νεικέων τέκτονα σύμφυτον οὐ δεισ-
ήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
οἰκονόμος δολία, μνάμων μῆνις τεκνόποινος.“
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμ᾽ ἀπ᾿ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
τοῖς δ᾽ ὁμόφωνον
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὐ νικάτω. –
Ζεὺς ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ-
τῶι φίλον κεκλημένωι,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντ᾽ ἐπισταθμώμενος
πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως. –
οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας
παμμάχωι θράσει βρύων,
οὐδὲ λέξεται πρὶν ὤν·
ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια-
κτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
τεύξεται φρενῶν τὸ πᾶν· =
Apparatus Criticus
φάσματαarticulum om.del. Porson
[τῶν στρουθῶν]τῶν στρουθῶν
χρονίαςχρονίας post ἐχ.
ἀπλοίαςἀπλοΐδας
[ἄνομόν]delevi
σύμφυτονσυμμενειῶν φυτόν
γὰρom.in marg. supplet
ἀπέκλαγξενἀπέκλαιξεν
οἴκοιςοἶκος
τοῖςτοῖσδ᾽ ὠμοφ.
αἴλινονsemel
τὸτὸτόδεγε
οὐδὲ λέξεταιοὐδὲn (τι add. Tr) λέξαιcorr. Ahrens
ΧΟΡΟΣ
τὸν φρονεῖν βροτοὺς ὁδώ-
σαντα, τῶι πάθει μάθος
θέντα κυρίως ἔχειν.
στάζει δ᾽ ἀνθ᾽ ὕπνου πρὸ καρδίας
μνησιπήμων πόνος· καὶ παρ᾿ ἄ-
κοντας ἦλθε σωφρονεῖν.
δαιμόνων δέ που χάρις βι-
αίως σέλμα σεμνὸν ἡμένων. –
καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ-
σβυς νεῶν ᾿Αχαιικῶν,
μάντιν οὔτινα ψέγων,
ἐμπαίοις τύχαισι συμπνέων,
εὐτ᾿ ἀπλοίαι κεναγγεῖ βαρύ-
νοντ᾽ Ἀχαιικὸς λεώς,
Χαλκίδος πέραν ἔχων πα-
λιρρόχθοις ἐν Αὐλίδος τόποις· =
πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι
κακόσχολοι νήστιδες δύσορμοι,
βροτῶν ἄλαι, ναῶν (τε) καὶ
πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
τρίβωι κατέξαινον ἄν-
θος ᾿Αργείων. ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ
βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν, προφέρων
Ἄρτεμιν, ὥστε χθόνα βάκ-
τροις ἐπικρούσαντας ᾿Ατρεί-
δας δάκρυ μὴ κατασχεῖν· –
ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν·
Numeri: 176-83 = 184-91 trochaei 6. 3. 5. 5. multi semel vel bis concisi. 179-204 = 205-217 iambi in choriambos transeuntes. 3. 3. 4. 3. (primus baccheus) 5. (medius baccheus) 2 dim. choriamb. catalect. 8. choriambi.
Apparatus Criticus
μάθοςμάθη
ἀνθ᾽ ὕπνουἔν θ᾽ ὕπνωιcorr. Emperius
τύχαισιτύχαις
συμπνέωνσυμπνέει
παλιρρόχθοιςπαλιρρόθοιςcorr. Ahrens
(τε)suppl. Porson
παλιμμήκηπολυμ.
κατέξαινονκατέξενονκατάξενον
τότ᾽τόδ'corr. Stanley
ΧΟΡΟΣ
“βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
βαρεῖα δ᾽, εἰ τέκνον δαΐ-
ξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν / ῥείθροις πατρώιους χέρας / πέλας βωμοῦ, τί τῶνδ᾽ ἄνευ κακῶν;
πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
παυσανέμου γὰρ θυσίας
παρθενίου θ᾽ αἵματος ὀρ-
γᾶι περιόργως ἐπιθυ-
μεῖν θέμις. εὐ γὰρ εἴη.“ =
ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
ἄναγνον ἀνίερον, τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν
θυτὴρ γενέσθαι θυγατρός,
γυναικοποίνων πολέμων ἀρωγάν
καὶ προτέλεια ναῶν. –
λιτὰς δὲ καὶ κληδόνας πατρώιους
παρ᾽ οὐδὲν αἰῶ τε παρθένειον
ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δ᾽ ἀόζοις πατήρ μετ᾿ εὐχάν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῶι προνωπῆ
λαβεῖν ἀέρδην, στόματός
Numeri: 218-27 = 228-37 iambi in choriambos exeuntes 238-46 = 247-57 iambi, ante ultimum catalexin baccheus et choriambus.
Testim.:
229 Phot. Berol. Bekk. An. 363 (συναγ. λέξ. χρησ.). αἰῶ τὸν αἰῶνα κατὰ ἀποκοπὴν Αἴσ.
Apparatus Criticus
πιθέσθαιπειθέσθαιπείθεσθαι
παρθενοσφάγοισινπαρθενοσφάγοις
ῥείθροιςῥείθροιςῥεέθροις
πατρώιουςπατρώιας
πέλας βωμοῦβωμοῦ πέλαςcorr. Blomfield
πῶς λιπόναυςπῶς λιπόναυςτί πῶς λιπόναυς (λειπ. F) τε
ὀργᾶιὀργᾶιαὐδᾶι
θέμις. εὐ γὰρ εἴη.θέμις γὰρ εὖ
βροτοὺςβροτοῖς corr. Schütz
αἰῶ τεαἰῶ τε e Bekk. An. O. Müllerαἰῶνα
παρθένειονπαρθένιον
βραβῆςβεῖς
φράσεν δ᾽ ἀόζοιςφράσεν δ᾽ ἐν ὄσσοις
χιμαίραςχειμαίρας
λαβεῖn ἀέρδηνβαλεῖνἀέρδειν
ΧΟΡΟΣ
τε καλλιπρώιρου φυλακᾶι κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις. =
βίαι χαλινῶν τ᾽ ἀναύδωι μένει
κρόκου βαφὰς [δ᾽] ἐς πέδον χέουσα
ἔβαλλ᾽ ἕκαστον θυτήρων ἀπ᾿ ὄμ-
ματος βέλει φιλοίκτωι,
πρέπουσ᾽ ὅπως ἐν γραφαῖς, προσεννέπειν
θέλουσ᾽, ἐπεὶ πολλάκις
πατρὸς κατ᾿ ἀνδρῶνας εὐτραπέζους
ἔμελψεν. ἁγνᾶι δ᾽ ἀταύρωτος αὐδᾶι πατρὸς
φίλου τριτόσπονδον εὔ-
ποτμον παιῶνα φίλως ἐτίμα. –
τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω·
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
Δίκα δὲ τοῖς μὲν παθοῦσιν μαθεῖν
ἐπιρρέπει. τὸ μέλλον
ἐπεὶ γένοιτ᾽ ἂν κλύοις· προχαιρέτω·
ἴσον δὲ τῶι προστένειν.
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
θέλει τόδ᾽ ἄγχιστον ᾿Α-
πίας γαίας μονόφρουρον ἕρκος. =
Actio: 254 illucescit. procedit e regia Clytaemestra ab ancillis deducta.
ΧΟ.
– ἥκω σεβίζων σὸν Κλυταιμήστρα κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ᾽ εἴτε κεδνὸν εἴτε μὴ πεπυσμένη
Testim.:
244 Hesych. ἀταύρωτος· ἄζυγος καὶ παρθένος etc.
Apparatus Criticus
φυλακᾶιφυλακὰν corr. Blomfield
οἴκοιςδ'
ἀναύδωιἀναύδων
[δ᾽]δ' om.
ἔβαλλ᾽ ἕκαστονἔβαλ᾿ἕκατον
ἀπ᾿ ὄμματος βέλειβέλει ἀπ᾿ ὀμμάτων
πρέπουσ᾽ ὅπωςπρέπουσά θ᾽ ὡς correxi
εὔποτμονεὐπόταμονεὔποτον
αὐδᾶιαἰῶνα corr. Hartung
τὸ μέλλονpost τὸ μέλλον habent τὸ δὲ προκλύειν
ἐπεὶ γένοιτ᾽ἐπιγένοιτ'
σύνορθρονσύνορθονσύναρθρονcorr. Wellauer
αὐγαῖςαὐταῖς (ἀϋταῖς Tr)corr. Herm.
τούτοισιντούτοις
ΧΟ.῎Αγγ. (φύλαξ add. Tr) praefigunt
Κλυταιμήστρακλυταιμήστρα-μνήστρα
εἴτε κεδνὸnεἴτο κεδν.
ΧΟ.
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ᾽ ἂν εὔφρων· οὐδὲ σιγώσηι φθόνος.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσηι δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ἡιρήκασιν ᾿Αργεῖοι πόλιν.
ΧΟ.
πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
ΚΛ.
Τροίαν Ἀχαιῶν οὖσαν· ἢ τορῶς λέγω;
ΧΟ.
χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
ΚΛ.
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
ΧΟ.
ἢ γάρ τι πιστόν ἐστι τῶνδέ σοι τέκμαρ;
ΚΛ.
ἔστιν, τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.
ΧΟ.
πότερα δ᾽ ὀνείρων φάσματ᾿ εὐπιθῆ σέβεις;
ΚΛ.
οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
ΧΟ.
ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;
ΚΛ.
παιδὸς νέας ὣς κάρτ᾿ ἐμωμήσω φρένας.
ΧΟ.
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
ΚΛ.
τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.
ΧΟ. καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλλων τάχος;
ΚΛ. Ήφαιστος, Ἴδης λαμπρὸν ἐκπέμπων σέλας·
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾿ ἀγγάρου πυρός
ἔπεμπεν. Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
᾿Αθῶιον αἶπος Ζηνὸς ἐξεδέξατο·
ὑπερτελής τε πόντον ὥστε νωτίσαι
Testim.:
276 Hesych. ἄπτερος· αἰφνίδιος παρ᾽ Ὁμήρωι· ὁ προσηνὴς ἢ ταχύς, Αἰσ. ᾿Αγ.
282-84 Phot. Berol. (eadem concisa alii) ἄγγαροι· ... Αἰσ. ᾿Αγ. φρυκτὸς – ἐξεδέξατο. Athen. 700 πρότερος δὲ τούτων (comicorum) Αἰσ. ἐν ᾿Αγ. μέμνηται τοῦ πανοῦ
286 Hesych. ὑπερτελής· ὑπὲρ τὸ τέλος ἀφικομένη.
Apparatus Criticus
ἐλπίσινἐλπίσειν
σιγώσηισιγώντι
ΚΛ.paragraphos
ΚΛ.paragraphos
φρονοῦντοςφρονούσης
ἢ γάρ τιτί γάρ; τό corr. Karsten
εὐπιθῆεὐπειθεῖεὐπειθῆ
ἀγγέλλωνἀγγέλων corr. Stanley
ΚΛ.Κλυ.Αγγ.corr. Stanley
ἀγγάρουἀγγάρουἀγγέλου
Ἑρμαῖονἕρμαιονἕρματον
πανὸnπανὸνφανόν
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν
πεύκη, τὸ χρυσοφεγγὲς ὥς τις ἥλιος
σέλας παραγγείλασα Μακίστου σκοπαῖς.
ὃ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνωι
νικώμενος παρῆκεν ἀγγέλου μέρος,
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾿ Εὐρίπου ῥοάς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἳ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω,
γραίας ἐρίκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη
ὑπερθοροῦσα πεδίον Ασωποῦ δίκην
φαιδρᾶς σελήνης πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρά, πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,
ὄρος τ᾽ ἐπ᾿ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνωι μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν· εἶτ᾿ ἔσκηψεν, εἶτ᾽ ἀφίκετο
᾿Αραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
κἄπειτ᾿ ᾿Ατρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾶι δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Apparatus Criticus
ὑπερτελήςὑπεὶρ ἕλης
πεύκη, τὸ χρυσοφεγγὲςγλυσοφ.intercidit versus
σκοπαῖςσκοπάς corr. Turn.
μολόνμολών
οἳ δ᾽οἵ τ'
ἐρίκηςἐρείκης
θωμὸnθῶμὸν
πεδίον Ασωποῦπαιδίον ὠποῦ
θεσμὸn μὴ χρονίζεσθαιδὴ χ.χαρίζεσθαι corr. Casaubonus
κάτοπτονκάτοπτρον corr. Canter
τόδετόγετόδ' ἐνσκ.
τοιοίδε τοίτοιοίδ᾽ ἕτοιμοι dist. Schütz
τοιοῦτοντοιοῦτοι
ΧΟ.
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἄν, οὓς λέγεις, πάλιν.
ΚΛ.
Τροίαν ᾿Αχαιοὶ τῆιδ᾽ ἔχουσ᾽ ἐν ἡμέραι.
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῶι κύτει
διχοστατοῦντ᾽ ἄν, οὐ φίλω, προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς·
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον,
τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει πρὸς οὐδὲν ἐν μέρει τεκμήριον·
ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον,
ἐν αἰχμαλώτοις Τρωικοῖς οἰκήμασι
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
δρόσων τ᾽ ἀπαλλαχθέντες, ὡς δ᾽ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεούς
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τίς πρότερον ἐμπίπτοι στρατῶι
πορθεῖν ἃ μὴ χρὴ κέρδεσιν νικωμένους·
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας,
κάμψαι διαύλου θάτερον κῶλον πάλιν.
θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός,
[ἐγρήγορον τὸ πῆμα τῶν ὀλωλότων]
Apparatus Criticus
οὓς λέγειςοὓςὡςλέγοις
ΚΛ.Κλυτ. notam a v. 321 huc traxit Stanley
ἄμεικτονἄμικτον
ἐγχέαςἐκχέας corr. Canter
φίλωφίλως corr. Stanley
νυκτίπλαγκτοςνυκτίπλακτος
νήστειςνῆστιςνήστισι
ἀρίστοισινἄρριστ.
ἀπαλλαχθέντεςἀπαλλαγέντες
ὡς δ᾽ εὐδαίμονεςὡς δυσδαίμονες corr. Stanley
εὖ σέβουσιεὐσεβοῦσι
θ᾽ ἱδρύματατ᾿ ἰδρύμ.
οὔ τἂn ἑλόντες αὖθις ἀνθαλοῖεν ἄνοὐ τἂν ἑ.οὐκ ἀνελ.οὐκ ἂν γ᾽ ἑλἂν θάνοιεναὐ θάν.corr. Auratus
πρότερονπρῶτον
ἐμπίπτοιἐμπίπτειἐμπίπτη
ἃ μὴτὰ μὴ
κάμψαικάμψαις
[ἐγρήγορον τὸ πῆμα τῶν ὀλωλότων]delevi
ΚΛ.
γένοιτ᾽ ἂν εὐ· πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις.
τὸ δ᾽ εὐ κρατοίη μὴ διχορρόπως ἰδεῖν·
πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην.
ΧΟ.
γύναι, κατ᾿ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν αὐ παρασκευάζομαι·
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία,
μεγάλων κόσμων κτεάτειρα,
ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι
μέγα δουλείας
γάγγαμον, ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντ᾽ ἐπ᾿ ᾿Αλεξάνδρωι,
τείνοντα πάλαι τόξον, ὅπως ἂν
μήτε πρὸ καιροῦ μήθ᾽ ὑπέραστρον
βέλος ἠλίθιον σκήψειεν.
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι.
ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν,
ὅσοις ἀθίκτων χάρις
πατοῖθ᾽· ὁ δ᾽ οὐκ εὐσεβής.
πέφανται δ᾽ ἐγγόνοις
ἀτολμήτων ἔρον
πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ,
Apparatus Criticus
ἂν εὐ
ἄν, εἰ correxi
τύχοι
τύχη
κλύεις
κλύοις
τήνδ᾽
τήν
Αγγ. praefix.
αὐ
εὐ corr. Paley
Χορ.
μεγάλων
τῶν μεγ.
ὑπέραστρον
ὑπὲρ ἄστρων corr. Auratus
ἔχουσιν
ἔχουσαν
ἔχουσ᾽
τοῦτό
τοῦτ᾽
ὡς
del Herm.
ἔπραξεν
ἔπραξαν
ἐγγόνοις
ἐγγόνους (έκγ. Tr2) corr. Stanley
ἔρον
ἔρον scripsi
ἄρη
ΧΟ.
ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή-
μαντον, ὥστ᾽ ἀπαρκεῖν
εὐ πραπίδων λαχόντι.
οὐ γάρ ἐστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρί
λακτίσαντι μέγαν Δίκας
βωμὸν εἰς ἀφάνειαν.
βιᾶται δ᾽ ὁ τάλαινα πειθώ,
προβούλου παῖς ἄφερτος ἄτας.
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
κακοῦ δὲ χαλκοῦ τρόπον
τρίβωι τε καὶ προσβολαῖς
μελαμπαγής πέλει
δικαιωθείς, ἐπεὶ
διώκει παῖς ποτανὸν ὄρνιν,
πόλει πρόστριμμα θεὶς ἄφερτον.
λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν,
τῶνδ᾽ ἐπίστροφος δέ
φῶτ᾽ ἄδικον καθαιρεῖ.
οἷος καὶ Πάρις ἐλθών
ἐς δόμον τὸν ᾿Ατρειδᾶν
ἤισχυνε ξενίαν τράπε-
ζαν κλοπαῖσι γυναικός.
λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστορας
κλόνους τε καὶ λογχίμους ναυβάτας θ᾽ ὁπλισμούς,
ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίωι φθοράν
βέβακεν ῥίμφα διὰ πυλᾶν, ἄτλα-
τα τλᾶσα· πολλὰ δ᾽ ἔστενον
τόδ᾽ ἐννέποντες δόμων προφῆται·
Apparatus Criticus
ὥστ᾽ ἀπαρκεῖν
ὥστε κἀπαρκεῖν
λαχόντι
λαχόντα corr. Blomfield
μέγαν
μεγάλα corr. Canter
λακτίσαντι
ἐκλακτ.
προβούλου παῖς
προβουλόπαις corr. Hartung
ἄκος δὲ πᾶν μάταιον
ὡς ἄκος ... παμμάτ.
τε
τε om F
προσβολαῖς
προβολαῖς corr. Pearson
ποτανὸν
πτανόν
πτανόν τιν᾿ Tr corr. Schütz
θεὶς ἄφερτον
ἄφερτον θείς traieci
(ἐνθείς Tr)
τῶνδ᾽ ἐπίστροφος δέ
τὸν δ᾽ ἐπίστροφον τῶνδε
τῶνδ᾽ ἐπίστροφον δέ
correxi
ἐς δόμον
εἰς οἶκον
τὸν ᾿Ατρειδᾶν
τῶν ᾿Ατρ.
ξενίαν
τὴν ξ.
κλοπαῖσι
κλοπαῖς
λογχίμους ναυβάτας θ᾽ ὁπλισμούς
λογχ. τ. κ. ν. ὁπλ. corr. Ahrens
ἄτλατα τλᾶσα· πολλὰ δ᾽ ἔστενον
ἄτλητα πολὺ δ᾽ ἀνέστενον
ΧΟ.
ἰὼ ἰώ, δῶμα δῶμα καὶ πρόμοι,
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
πάρεστι σιγὰς ἀτίμως ἀλοιδόρως ἀπί-
στως ἀφειμένων ἰδεῖν.
πόθωι δ᾽ ὑπερποντίας
φάσμα δόξει δόμων ἀνάσσειν.
εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί,
ὀμμάτων δ᾽ ἐν ἀχηνίαις
ἔρρει πᾶσ᾽ ᾿Αφροδίτα.
ὀνειρόφαντοι δὲ πενθήμονες
πάρεισι δόξαι φέρουσαι χάριν ματαίαν.
μάταν γάρ, εὔτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾶι,
παραλλάξασα διὰ χερῶν βέβα-
κεν ὄψις οὐ μεθύστερον
πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις.
τὰ μὲν κατ᾿ οἴκους ἐφ᾽ ἑστίας ἄχη
τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλαδος αἴας συνορμένοις ἀπέν-
θεια τλησικάρδιος
δόμοις ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἦπαρ·
οὓς μὲν γάρ τις ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν
τεύχη καὶ σποδὸς εἰς ἑκά-
στου δόμους ἀφικνεῖται.
ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων
καὶ ταλαντούχος ἐν μάχηι δορὸς
πυρωθὲν ἐξ Ἰλίου
Apparatus Criticus
ἰὼ ἰώ, δῶμα δῶμα
ἰώ et δῶμα semel
σιγὰς ἀτίμως ἀλοιδόρως ἀπίστως
σιγᾶς ἄτιμος ἀλοίδορος ἅδιστος correxi
ἀπίστως etiam Schwerdt
ἀφειμένων
ἀφεμένων corr. Herm.
γὰρ Τr
ἀνδρί
τἀνδρί
᾿Αφροδίτα
᾿Αφροδίτη
ὁρᾶι
ὁρᾶν corr. Scholefield
χερῶν
χειρῶν
ὀπαδοῦσ᾽
ὀπαδοῖς corr. Dobree
Ἕλλαδος
ἑλλάδος corr. Bamberger
ἀπένθεια
πένθεια corr. Blass
δόμοις
δόμων
τις
suppl. Porson
ἔπεμψεν
πέμψεν
φωτῶν
βροτῶν
εἰς ἑκάστου δόμους ἀφικνεῖται
πρὸς ἑκάστου τοὺς δ. εἰσαφικνεῖται
ΧΟ.
φίλοισι πέμπει βαρύ
ψήγμα δυσδάκρυτον, ἀν-
τήνορος σποδοῦ γεμί-
ζων λέβητας εὐθέτους.
στένουσι δ᾽ εὐ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽
ἀλλοτρίας διαὶ γυναι-
κός. τάδε σιγά τις βαΰ-
ζει, φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ-
πει προδίκοις ᾿Ατρείδαις.
οἳ δ᾽ αὐτοῦ περὶ τεῖχος
θήκας Ιλιάδος γᾶς
εὔμορφοι κατέχουσιν· ἐχ-
θρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
βαρεῖα δ᾽ ἀστῶν φάτις σὺν κότωι·
δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος.
μένει δ᾽ ἀκοῦσαί τί μοι
μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. κελαι-
ναὶ δ᾽ Ἐρινύες χρόνωι
τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
παλιντυχεῖ τριβᾶι βίου
τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί-
στοις τελέθοντος οὔτις ἀλ-
κά· τὸ δ᾽ ὑπερκόπως κλύειν
εὐ βαρύ· βάλλεται γὰρ ὄσ-
σοις Διόθεν κεραυνός.
κρίνω δ᾽ ἄφθονον ὄλβον.
μήτ᾽ εἴην πτολιπόρθης,
Testim.:
445 Epimer. Hom. 119 καὶ ἐν ᾿Αγ. ἀλλοτρίας διαὶ γυναικός ἀντὶ τοῦ ἕνεκα.
Apparatus Criticus
λέβητας
τοὺς λέβ.
εὐθέτους
εὐθέτου corr. Auratus
διαὶ
διαί
διά F γε
διὰ
προδίκοις
προδίκοισιν
ἐχθρὰ
ἐχθρῶς
δημοκράντου
δημοκράτου corr. Porson
μοι
μου corr. Karsten
ἄσκοποι
ἀπόσκοποι
δ᾽
δ᾽ οὖν
παλιντυχεῖ
παλιντυχῇ
-χῆ F corr. Scaliger
ὑπερκόπως
ὑπερκότως corr. Grotius
μήτ᾽
μηδ'
πτολιπόρθης
πτολιπόρθις
ΧΟ.
μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
λων βίον κατίδοιμι.
πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου
πόλιν διήκει θοὰ
βάξις· εἰ δ᾽ ἐτήτυμος,
τίς οἶδεν, ἤ τι θεῖόν ἐστι μή ψύθος.
τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
φλογὸς παραγγέλμασιν
νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
ἀλλαγᾶι λόγου καμεῖν;
ἐν γυναικὸς αἰχμᾶι πρέπει
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.
πιθανὸς ἄγαν ὁ θήλυς ὅρος ἐπινέμεται
ταχύπορος· ἀλλὰ ταχύμορον
γυναικογήρυτον ὄλλυται κλέος.
τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων
φρυκτωρίας τε καὶ πυρὸς παραλλαγάς,
εἴτ᾽ οὖν ἀληθεῖς, εἴτ᾽ ὀνειράτων δίκην
τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας·
κήρυκ᾽ ἀπ᾿ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
πηλοῦ ξύνουρος, διψία κόνις τάδε,
ὡς οὔτ᾽ ἄναυδος οὗτος, οὐ δαίων φλόγα
ὕλης ὀρείας σημανεῖ καπνῶι πυρός,
ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων·
τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον·
εὐ γὰρ πρὸς εὐ φανεῖσι προσθήκη πέλοι.
ὅστις τάδ᾽ ἄλλως τῆιδ᾽ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
Testim.:
494 Hesych. διψία κόνις· ξηρά.
Apparatus Criticus
πόλιν
τὴν πόλιν
ἐτήτυμος
ἐτητύμως corr. Auratus
ἤ τι
ἤτοι
εἴτοι
τι
τι Hermann
μή
del Dindorf
ἔπειτ᾽
ἐπεὶ in fine versus, deinde ἔπειτ᾿
λόγου
λόγους
ἐν
del Scaliger
φρυκτωρίας
φρυκτωριῶν correxi
οὔτ᾽ ... οὐ δαίων
οὔτε σοι δαίων correxi
προσθήκη
προσθήκει
ΚΗΡΥΞ
ἰὼ πατρῶιον οὐδας ᾿Αργείας χθονός,
δεκάτου σε φέγγει τῶιδ᾽ ἀφικόμην ἔτους,
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών·
οὐ γάρ ποτ' ηὔχουν τῆιδ᾽ ἐν ᾿Αργείαι χθονί
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος
ὕπατός τε χώρας Ζεὺς ὁ Πύθιός τ᾽ ἄναξ,
τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη·
ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος·
νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ Ἄπολλον. τούς τ᾿ ἀγωνίους θεούς
πάντας προσαυδῶ τόν τ᾿ ἐμὸν τιμάορον
῾Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι,
εἴ που πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασι
δέξασθε κόσμωι βασιλέα πολλῶι χρόνωι.
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνηι φέρων
καὶ τοῖσδ᾽ ἅπασι κοινὸν ᾿Αγαμέμνων ἄναξ.
ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,
Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλληι, τῆι κατείργασται πέδον,
βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
τοιόνδε Τροίαι περιβαλὼν ζευκτήριον
ἄναξ ᾿Ατρείδης πρέσβυς εὐδαίμων ἀνήρ
ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
Testim.:
513 Schol. BV Hom. Ω 1 ἀγωνίους θεοὺς τοὺς ἀγοραίους Αἰσ.
Apparatus Criticus
δεκάτου
δεκάτωι
ἦσθ᾽
ἦλθες
ἦλθ᾽
παιώνιος
καὶ παγώνιος
κἀπαγ.
εἴ που
ήπου
δέξασθε
δέξαισθε
ὑμῖν
ἡμῖν
βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα
del. Salzmann
τοιόνδε
τοιοῦδε
ΚΗ.
τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῶιον ἔθρισεν δόμον.
διπλᾶ δ᾽ ἔτεισαν Πριαμίδαι θἀμάρτια.
ΧΟ.
κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
ΚΗ.
χαίρω γε· τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.
ΧΟ.
ἔρως πατρώιας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.
ΚΗ.
ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
ΧΟ.
τερπνῆς ἄρ᾽ ἴστε τῆσδ᾽ ἐπήβολοι νόσου
ΚΗ.
πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
ΧΟ.
τῶν ἀντερώντων ἱμέρωι πεπληγμένοι.
ΚΗ.
ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.
ΧΟ.
ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ᾽ ἀναστένειν.
ΚΗ.
πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν ὑμῖν στύγος στρατῶι;
ΧΟ.
πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
ΚΗ.
καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
ΧΟ.
ὡς νῦν τὸ σὸν δὴ καὶ θανεῖν πολλὴ χάρις.
ΚΗ.
εὐ γὰρ πέπρακται. πάντα δ᾽ ἐν πολλῶι χρόνωι
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ ού,
στενοῦντες, οὐ λαχόντες ἵσματος μέρος·
Testim.:
537 Phot. Berol. ἁμαρτάδας Αἰσ. ἁμάρτια Πλάτων; ergo comicus ionico ἁμαρτάς usus est.
Apparatus Criticus
γε
suppl. Enger
οὐκέτ᾽ ἀντερῶ
οὐκ ἀντ.
ἐνδακρύειν
ἐκδακρύειν
ἴστε
ἦτε
πεπληγμένοι
πεπληγμένος
μ᾽
suppl. Scaliger
ὑμῖν
supplevi
κοιράνων
τυράννων
ὡς νῦν
ὧν νῦν
πάντα δ᾽
ταῦτα δ'
ἂν
eὐ
κακοστρώτους
κακοτρώτους
στενοῦντες
στένοντες
ἵσματος
ἥματος
ΚΗ.
τὰ δ᾽ αὖτε χέρσωι καὶ πλέον στύγος προσῆν·
εὐναὶ γὰρ ἦσαν δηίων πρὸς τείχεσιν·
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον ἔμπεδον σίνος,
ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
ἢ θάλπος, εὔτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών·
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
παροίχεται δὲ τοῖσι μὲν τεθνηκόσιν
τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
τί τοὺς ἀναλωθέντας ἐν ψήφωι λέγειν,
τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν συμφοραῖς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποῖσιν ᾿Αργείων στρατοῦ
νικᾶι τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει.
ὡς κομπάσαι τῶιδ᾽ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένωι
Τροίαν ἑλόντες δή ποτ' Αργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾿ Ελλάδα
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.
τοιαῦτα χρὴ κλυόντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται
Διὸς τάδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.
ΧΟ.
νικώμενος λόγοισιν οὐκ ἀναίνομαι.
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὐ μαθεῖν.
δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστραι μέλειν
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Apparatus Criticus
πλέον στύγος προσῆν
προσῆν πλ. στ. traieci
δὲ
γὰρ
κατεψάκαζον
κατεψεκαζον
λέγοι
λέγει
τί τοὺς ... καταξιῶ.
seclusi
ποτωμένωι
ποτωμένοις
Τροίαν
τροίην
ἥβη
ήβαι
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός
φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
καί τίς μ᾽ ἐνίπτων εἶπε φρυκτωρῶν δία
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
ἢ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.
λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.
ὅμως δ᾽ ἔθυον, καὶ γυναικείωι νόμωι
ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
ἔλασκον εὐφημοῦντες, ἐν θεῶν ἕδραις
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σ᾽ ἐμοὶ λέγειν;
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
σπεύσω πάλιν μολόντα δέξασθαι. τί γάρ
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
ἀπὸ στρατείας ἄνδρα σώσαντος θεοῦ
πύλας ἀνοῖξαι; ταῦτ᾽ ἀπάγγειλον πόσει·
ἥκειν δ᾽ ὅπως τάχιστ᾽ ἐράσμιον πόλει.
γυναῖκα πιστὴν δ᾽ ἔνδον εὑρήσει μολών,
οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα
ἐσθλὴν ἐκείνωι, πολεμίαν τοῖς δύσφροσιν,
καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον
οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
τοιόσδ᾽ ὁ κόμπος· τῆς δ᾽ ἀληθείας γέμων
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίαι λακεῖν.
ΧΟ.
αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῆ λόγον.
Apparatus Criticus
ἀνωλόλυξα
ἀνωλολύξαμεν
ἐνίπτων
ἐνίππων
πλαγκτὸς
πλακτός
δ᾽
suppl. Weil
εὑρήσει
ἐν δόμοις εὕροι
δ᾽
supplevi
εὐπρεπῆ
εὐπρεπῶς
ΧΟ.
σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,
εἰ νόστιμός τε καὶ σεσωιμένος πάλιν
ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
ΚΗ.
οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδή καλά,
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
ΧΟ.
πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.
ΚΗ.
ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ
αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
ΧΟ.
πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
ΚΗ.
ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
ΧΟ.
πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλήιζετο;
ΚΗ.
οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς
πλὴν τοῦ τρέφοντος Ηλίου χθονὸς φύσιν.
ΧΟ.
πῶς γὰρ λέγεις χειμῶνα ναυτικῶι στρατῶι
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότωι;
ΚΗ.
εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλωι
γλώσσηι μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
ὅταν δ᾽ ἀπευκτὰ πήματ᾿ ἄγγελος πόλει
στυγνῶι προσώπωι πτωσίμου στρατοῦ φέρηι,
πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
ἄνδρας διπλῆι μάστιγι, τὴν Ἄρης φιλεῖ,
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
τοιῶνδε μέντοι πημάτων σεσαγμένον
πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ερινύων·
σωτηρίων δὲ πραγμάτων εὐάγγελον
ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω λέγων
Apparatus Criticus
τε καὶ
γε καί
σεσωιμένος
σεσωσμένος
ἥκει
ἥξει
σεσαγμένον
σεσαγμένων
ΚΗ.
χειμῶν᾽ ᾿Αχαιοῖς οὐκ ἀμήνιτον θεῶν.
ξυνώμοσαν γὰρ ὄντες ἔχθιστοι τὸ πρίν
πῦρ καὶ θάλασσα καὶ τὰ πίστ᾽ ἐδειξάτην
φθείροντε τὸν δύστηνον ᾿Αργείων στρατόν.
ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά·
ναῦς γὰρ πρὸς ἀλλήληισι θρήικιαι πνοαὶ
ἤρεικον· αἳ δὲ κεροτυπούμεναι βίαι
χειμῶνι τυφῶ ξὺν ζάληι τ᾽ ὀμβροκτύπωι
ὤιχοντ᾽ ἄφαντοι ποιμένος κακοῦ στρόβωι·
ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
ἀνδρῶν ᾿Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις.
ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος
ἤτοι τις ἐξέκλεψεν ἢ ξηιτήσατο,
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ἐφέζετο,
ὡς μήτ᾽ ἐν ὅρμωι κύματος ζάλην ἔχειν
μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
ἔπειτα δ᾽ ῞Αιδην πόντιον πεφευγότες
λευκὸν κατ᾽ ἦμαρ οὐ πεποιθότες τύχηι
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
ἡμεῖς τ᾽ ἐκείνους ταῦτ᾽ ἔχειν δοξάζομεν.
γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
Testim.:
654 Phot. Ber. e Phrynicho ἀνθεῖν κακοῖς Αἰσ. ᾿Αγ. ὁρῶμεν – νεκροῖς. idem versus exemplum ἀκυρολογίας in excerpto π. βαρβαρισμού Valckenarii Ammon. p. 197.
Apparatus Criticus
᾿Αχαιοῖς οὐκ ἀμήνιτον θεῶν
᾿Αχαιών – θεοῖς
τὸ πρίν
τὰ πρίν
ἀλλήληισι
ἀλλήλαισι
ἤρεικον
ἤρειπον
κεροτυπούμεναι
κερωτυπ.
ναυτικοῖς τ᾽ ἐρειπίοις
ναυτικῶν τ᾽ ἐριπίων
ταῦτ᾽
ταῦτα· ἤγουν τὸ ἀπολωλέναι
ταὐτά
ΚΗ.
πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διός
οὔπω θέλοντος ἐξαναλῶσαι γένος
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλυών.
680 exit Praeco in eandem partem a qua venerat.
ΧΟΡΟΣ
τίς ποτ ὠνόμαζεν ὧδ᾽
ἐς τὸ πᾶν ἐτητύμως·
μή τις ὅντιν᾽ οὐχ ὁρῶμεν προνοί-
αισι τοῦ πεπρωμένου
γλῶσσαν ἐν τύχαι νέμων·
τὰν δορίγαμβρον ἀμφινει-
κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως
ἑλέναυς ἕλανδρος ἑλέ-
πτολις ἐκ τῶν ἁβροπήνων
προκαλυμμάτων ἔπλευσεν
Ζεφύρου γίγαντος αὔραι,
πολύανδροί τε φεράσπιδες κυναγοὶ
κατ᾽ ἴχνος πλατᾶν ἄφαντον
κελσάντων Σιμόεντος ἀκ-
τὰς ἐπ᾿ ἀεξιφύλλους
δι᾽ ἔριν αἱματόεσσαν. –
Testim.:
677 Hesych. χλωρόn τε καὶ βλέποντα· ἀντὶ τοῦ ζῶντα
692 Hesych. γίγαντος· μεγάλου ἰσχυροῦ ὑπερφυοῦς.
Apparatus Criticus
γοῦn
δ᾽ οὖn
χλωρόn τε καὶ βλέποντα
καὶ ζῶντα καὶ βλέποντα
κλυών
κλύειν
προνοίαισι
προνοίαις
ἑλέναυς
ἑλένας
ἁβροπήνων
ἁβροτίμων
ἐπ᾿ ἀεξιφύλλους
εἰς
ἀξιφύλλους
ἀξιφύλλων
ΧΟ.
Ἰλίωι δὲ κῆδος ὀρ-
θώνυμον τελεσσίφρων
μῆνις ἤλασεν, τραπέζας ἀτί-
μωσιν ὑστέρωι χρόνωι
καὶ ξυνεστίου Διός
πρασσομένα τὸ νυμφότι-
μον μέλος ἐκφάτως τίοντας,
ὑμέναιον, ὃς τότ᾽ ἐπέρ-
ρεπε γαμβροῖσιν ἀείδειν.
μεταμανθάνουσα δ᾽ ὕμνον
Πριάμου πόλις γεραιὰ
πολύθρηνον μέγα που στένει κικλήσκου-
σα Πάριν τὸν αἰνόλεκτρον,
†παμπρόσθη πολύθρηνον
†αἰῶν᾿ ἀμφὶ πολίταν,
μέλεον αἷμ᾽ ἀνατλᾶσα. –
ἔθρεψεν δὲ λέοντος ἰ-
νιν δόμοις ἀγάλακτον οὗ-
τως ἀνὴρ φιλόμαστον,
ἐν βιότου προτελείοις
ἅμερον εὐφιλόπαιδα
καὶ γεραροῖς ἐπίχαρτον.
πολέα δ᾽ ἔσχ᾽ ἐν ἀγκάλαις
νεοτρόφου τέκνου δίκαν
φαιδρωπὸς ποτὶ χεῖρα σαί-
νων τε γαστρὸς ἀνάγκαις.
χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦ-
θος τὸ πρὸς τοκέων, χάριν
γὰρ τροφεῦσιν ἀμείβων
μηλοφόνοισιν (ἐν) ἄταις
δαῖτ᾽ ἀκέλευστος ἔτευξεν·
Apparatus Criticus
ἀτίμωσιν
ἀτίμως ἵν᾿
ἀτίμως
ἐπέρρεπε
ἐπέπρεπεν
λέοντος ἰνιν
λέοντα σίνιν
οὕτως
οὗτος
ἦθος
ἔθος
τοκέων
τοκήων
τροφεῦσιν
τροφᾶς
(ἐν)
suppl. Bothe
ἄταις
ἄταισι
ΧΟ.
αἵματι δ᾽ οἶκος ἐφύρθη,
ἄμαχον ἄλγος οἰκέταις,
μέγα σίνος πολυκτόνον·
ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ-
τας δόμοις προσεθρέφθη. =
πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν
λέγοιμ᾽ ἂν φρόνημα μὲν νηνέμου γαλάνας,
ἀκασκαῖον (δ᾽) ἄγαλμα πλούτου,
μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.
παρακλίνασ᾽ ἐπέκρανεν
δὲ γάμου πικρὰς τελευτάς,
δύσεδρος καὶ δυσόμιλος
συμένα Πριαμίδαισιν,
πομπᾶι Διὸς ξενίου
νυμφόκλαυτος Ἐρινύς. –
παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος
τέτυκται, μέγαν τελεσθέντα φωτὸς ὄλβον
τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνήισκειν,
ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.
δίχα δ᾽ ἄλλων μονόφρων εἰ-
μί.· τὸ δυσσεβὲς γὰρ ἔργον
μετὰ μὲν πλείονα τίκτει,
σφετέραι δ᾽ εἰκότα γένναι.
οἴκων δ᾽ ἀπ᾿ εὐθυδίκων
καλλίπαις πότμος αἰεί. =
φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεά-
ζουσαν ἐν κακοῖς βροτῶν
ὕβριν, τότ᾽ ἤδη δ᾽, ὅτε τὸ κύριον μόληι
φάος, τέκεν νεάρης
δαίμον᾽ ἑτέραν ἄμαχον ἀπόλεμον ἀνίερον,
θράσος μελαίνας μελάθροισιν Ἄτας,
εἰδομέναν τοκεῦσιν. –
Apparatus Criticus
ἄμαχον
ἄμαχον δ᾽
προσεθρέφθη
προσετράφη
πάραυτα δ᾽
παραυτὰ δ᾽ οὖν
(δ᾽)
suppl. Porson
παρακλίνασ᾽
παρακλίνουσ᾽
πικρὰς
πικροῦ
ἐν βροτοῖς
τοῖς βρ.
τὸ δυσσεβὲς γὰρ
γὰρ δυσσεβές
δ᾽ ἀπ᾿
δ᾽ ἀπ᾿ scripsi
γὰρ
ἤδη δ᾽
ἤδη δ᾽ scripsi
ἢ τόθ'
ΧΟ.
Δίκα δὲ λάμπει μὲν ἐν δυσκάπνοις δώμασιν,
τὸν τ᾽ ἐναίσιμον τίει
βίον, τὰ χρυσόπαστα δ᾽ ἕσθλα σὺν πίνωι
χερῶν παλιντρόποισιν
ὄμμασι λιποῦσ᾽ ὅσια προσέβαλε, δύναμιν οὐ
σέβουσα πλούτου παράσημον αἴνωι·
πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾶι. –
ἄγε δή, βασιλεῦ, Τροίας πολίπτορθ᾽,
᾿Ατρέως γένεθλον, πῶς σε προσείπω;
πῶς σε σεβίζω μήθ᾽ ὑπεράρας
μήθ᾽ ὑποκάμψας καιρὸν χάριτος;
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
προτίουσι δίκην παραβάντες·
τῶι δυσπραγοῦντι τ᾽ ἐπιστενάχειν
πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται·
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
ἀγέλαστα πρόσωπα βιαζομένοις·
ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων,
οὐκ ἔστι λαθεῖν ὄμματα φωτὸς
Testim.:
780 Hesych. παράσημον· ἀδόκιμον κίβδηλον ἀπὸ τοῦ καὶ νομισμάτων τὰ κίβδηλα παράσημα λέγεσθαι.
790-94 Stob. flor. 112, 12 (IV 1010 Hense) Αἰσ. ᾿Αγ. τῶι δυσπραγοῦντι - βιαζόμενοι.
782 appropinquat Agamemno curru vectus, in quo ad tergum eius sedet Cassandra, caput vitta sacerdotali redimita, ramum lauri gestans; currum satellites non comitantur.
Apparatus Criticus
νεάρης
νεαρὰ φάους κότον
δαίμον᾽ ἑτέραν
δαίμονά τε τὸν
ἄμαχον
ἄμαχον om
μελάθροισιν
μελάθροις
τ᾽
δ'
ἕσθλα
χρυσόπαστ᾽ ἐ.
ἔδεθλα
παλιντρόποισιν
παλιντρόποις
παλίντροπ᾿
προσέβαλε
προσέβα τοῦ
πολίπτορθ᾽
πολίπορθ᾽
παραβάντες
παραβαίνοντες
τ᾽
δ'
δῆγμα
δείγμα
προσικνεῖται
προσεφικνεῖται
καὶ ξυγχαίρουσιν
καὶ νυκτὶ δὲ χαίρ.
βιαζομένοις
βιαζόμενοι
ΧΟ.
τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας
ὑδαρεῖ σαίνει φιλότητι.
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
῾Ελένης ἕνεκ᾽, οὐ γάρ (σ᾽) ἐπικεύσω,
κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος
οὐδ᾽ εὐ πραπίδων οἴακα νέμων,
θράσος ἐκ θυσιῶν
ἀνδράσι θνήισκουσι κομίζων·
νῦν δ᾽ οὐκ ἀπ᾿ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως
εὔφρων πόνον εὐ τελέσασιν (ἐγώ·)
γνώσηι δὲ χρόνωι διαπευθόμενος
τόν τε δικαίως καὶ τὸν ἀκαίρως
πόλιν οἰκουροῦντα πολιτῶν.
ΑΓΑΜΕΜΝΩΝ
πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν
Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοί
κλυόντες ἀνδροθνῆτας Ἰλιοφθόρους
ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
ψήφους ἔθεντο· τῶι δ᾽ ἐναντίωι κύτει
ἐλπὶς προσήιει χειρὸς οὐ πληρουμένωι·
καπνῶι δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.
ἄτης θύελλαι ζῶσι· συνθνήισκουσα δέ
σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
τίνειν, ἐπείπερ καὶ πάθας ὑπερκόπους
ἐπραξάμεσθα, καὶ γυναικὸς ούνεκα
πόλιν διημάθυνεν ᾿Αργεῖον δάκος,
ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
Apparatus Criticus
σαίνει
σαίνειν
(σ᾽)
suppl. Musgrave
θράσος
θάρσος
ἀνδράσι θνήισκουσι
ἀ. εὐ θν.
εὔφρων πόνον εὐ τελέσασιν (ἐγώ·)
εὔφρων τις
πόνος
supplevi
Ἰλιοφθόρους
Ιλίου φθοράς
πάθας
πάγας
ὑπερκόπους
ὑπερκότους
ἀσπιδηφόρος
ἀσπιδήστροφος
ἀσπιδόστρ.
ΑΓ.
πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα μέμνημαι κλυὼν
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις.
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν·
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
ἄχθος διπλοίζει τῶι πεπαμένωι νόσον,
τοῖς τ᾽ αὐτὸς αὐτοῦ πήμασιν βαρύνεται
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
εἰδὼς λέγοιμ᾽ ἄν, εὐ γὰρ ἐξεπίσταμαι
ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,
δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
ζευχθεὶς ἑτοῖμος ἦν ἐμοὶ σειραφόρος·
εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεούς
κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
ὅπως χρονίζον εὐ μενεῖ βουλευτέον·
ὅτωι δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.
νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.
854 cum Agamemno de curru descendere coepit, obviam venit e regia Clytaemestra, quam multae secuntur ancillae stragula purpurea tenentes.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
λέξαι πρὸς ὑμᾶς· ἐν χρόνωι δ᾽ ἀποφθίνει
Testim.:
832. 33 Stobaeus flor. 38, 28 Αἰσ. παύροις - σέβειν.
Apparatus Criticus
ἄδην
ἄδδην
ταὐτὰ
ταῦτα
φθόνου
φθόνων
φθόνιον
ψόγου
πεπαμένωι
πεπαμμένωι
πῆμ᾽ ἀποστρέψαι νόσου
πήματος τρέψαι νόσον
ΚΛ.
τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
μαθοῦσ᾽ ἐμαυτῆς δύσφορον λέξω βίον
τοσόνδ᾽, ὅσονπερ οὗτος ἦν ὑπ᾽ Ἰλίωι.
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
πολλὰς κλύουσαν κληδόνας παλιγκότους
καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεισφέρειν κακοῦ
κάκιον ἄλλο, πῆμα λάσκοντας δόμοις.
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
ἀνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο
φάτις, τέτρηται δικτύου πλέω λέγειν.
εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος
πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
ἅπαξ ἑκάστωι κατθανὼν μορφώματι.
τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων
πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ
ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσηις τόδε.
τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος,
Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίωι σέθεν
κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών.
ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω
τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν
Apparatus Criticus
ὑπ᾽ Ἰλίωι
ἐπ᾿ ἰλίωι
ἔκπαγλον
ἔκπαγγλον
πολλὰς κλύουσαν κληδόνας παλιγκότους
del Ahrens
φάτις
φάσις
τέτρηται
τέτρωται
ἐπλήθυον
ἐπλήθυνον
πολλὴn ἄνωθεν, τὴn κάτω γὰρ οὐ λέγω,
del. Schütz
λαβεῖν
λαβών
πιστωμάτων
πιστευμάτων
τόn θ᾽ ὑπ᾽
τόn τ᾽ ὑπ
κατεσβήκασιν
καθεστήκασιν
βλάβας
κλάβας
ΚΛ.
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
νῦν ταῦτα πάντα τλᾶσα τῶν σταθμῶν κύων,
λέγοιμ᾽ ἂν ἄνδρα τόνδ᾽ ἀπενθήτωι φρενί
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
γαῖαν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
ὁδοιπόρωι διψῶντι πηγαῖον ῥέος·
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
φθόνος δ᾽ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακά
ἠνειχόμεσθα· νῦν δέ μοι φίλον κάρα
ἔκβαιν᾿ ἀπήνης τῆσδε μὴ χαμαὶ τιθείς
τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.
δμωιαὶ τί μέλλεθ᾽, αἷς ἐπέσταλται τάδε,
πέδον κελεύθου στορνύναι πετάσμασιν;
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος,
ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνωι νικωμένη
θήσει δικαίως σὺν θεοῖσιν ἄρμενα.
ΑΓ.
Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
ἀπουσίαι μὲν εἶπας εἰκότως ἐμῆι·
μακρὰν γὰρ ἐξέτεινας· ἀλλ᾽ ἐναισίμως
αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας.
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμέ
ἅβρυνε μηδὲ βαρβάρου φωτὸς δίκην
χαμαιπετὲς βόαμα προσχάνηις ἐμοί,
μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
Apparatus Criticus
τλᾶσα τῶν σταθμῶν κύων, ... ἄνδρα τόνδ᾽
τλᾶσ᾽ ἀπ. φρ. et τόνδε τῶν στ. κύνα corr. trai.
στῦλον
στόλον
γαῖαν
καὶ γῆν
τοιοῖσδέ τοί
τοίνυν
προσφθέγμασιν
προσφέγ.
ὦναξ
ἄναξ
τάδε
τέλος
στορνύναι
στρωννύναι
σὺn θεοῖσιν ἄρμενα
θεοῖς εἱμαρμένα
βαρβάρου
βαρβάθου
βόαμα
βόημα
ΑΓ.
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών,
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
λέγω κατ᾿ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρή
βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίληι.
εἶπον, τάδ᾽ ὡς πράσσοιμ᾽ ἂν εὐθαρσὴς ἐγώ.
ΚΛ.
καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
ΑΓ.
γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.
ΚΛ.
ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρξειν τάδε.
ΑΓ.
εἴπερ τις, εἰδώς γ᾽ εὐ τόδ᾽ ἐξεῖπον τέλος.
ΚΛ.
τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;
ΑΓ.
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
ΚΛ.
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῆις ψόγον.
ΑΓ.
φήμη γε μέντοι δημόθρους μέγα σθένει.
ΚΛ.
ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.
ΑΓ.
οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
ΚΛ.
τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
ΑΓ.
ἢ καὶ σὺ νίκην τῆσδε δήριος τίεις;
ΚΛ.
πιθοῦ· κρατεῖς μέν, τὸ δὲ πάρες γ᾽ ἑκὼν ἐμοί.
ΑΓ.
ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας
Testim.:
923 Et. M. (melius Sorbon.) κάλλαια .... καὶ Αἰσ. ἐν τῶι ᾿Αγ. ἐν π. δὲ (Sorb. γὰρ cett.) θ. ὀ. κάλλεσιν.
944 una ancillarum, dum ceterae viam a curru ad regiam purpura sternunt, Agamemnonis pedes excalceat.
Apparatus Criticus
λέγω κατ᾿ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
delevi
εἶπον, τάδ᾽ ὡς
εἰ πάντα δ'
ἔρξειn
ἔρδειν
δοκεῖ
δοκῆι
δοκεῖ
δοκῆι
αἰδεσθῆις
αἰδεσθείς
τῆσδε
τήνδε
κρατεῖς μέν, τὸ δὲ
κράτος
μέντοι
ΑΓ.
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός,
καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος·
πολλὴ γὰρ αἰδὼς εἱματοφθορεῖν ποσίν
φύροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
rex, dum a curru descendit, Cassandram coniugi monstrat; remanet illa immota.
ΑΓ.
τήνδ᾽ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίωι χρῆται ζυγῶι·
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
solus per purpuram incedit Agamemno; ancillae statim stragula tollunt. sequitur Clytaemestra
ΚΛ.
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἴκοις δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
ἔχειν· πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προύνεχθέντος ἐν χρηστηρίοις
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένηι.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετο στέγης
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
ὅταν δὲ τεύχηι Ζεὺς τ᾽ ἀπ᾿ ὄμφακος πικρᾶς
οἶνον, τότ᾽ ἤδη ψύχος ἐν δόμοις πέλει
ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
introit Agam.; Cl. in ipso limine exclamat. una remanet in curru Cassandra. equos aut antea aut nunc abducunt ministri.
Apparatus Criticus
καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽
σὺν τοῖσδέ μ᾿
ἐμβαίνοντ᾽ ἀ.
εἱματοφθορεῖν
σωματοφθ.
φύροντα
φθείροντα
κατέστραμμαι
κατέσταμαι
δόμων
δόμους
ἰσάργυρον
εἰς ἄργυρον
οἴκοις
οἶκος
σὺν θεοῖς
θεοῖς om
εἱμάτων
δειμάτων
(φόβων glossa Tr)
μηχανωμένηι
μηχανωμένης
ἵκετο στέγης
ἵκετ᾿ ἐς δόμους
μολόν
μολών
τ᾽
del. Auratus
ἐπιστρωφωμένου
ἐπιστροφ
στρεφ
ΚΛ.
Ζεῦ Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
μέλοι δε τοί σοι τῶνπερ ἂν μέλληις τελεῖν.
ΧΟΡΟΣ
τίπτε μοι τόδ᾽ ἐμπέδως
δεῖμα προστατήριον
καρδίας τερασκόπου
πωτᾶται,
μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά,
οὐδ᾽ ἀποπτύσαν δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπειθὲς ἵ-
Ζει φρενὸς φίλον θρόνον. χρό-
νος δ᾽, ἐπεὶ πρυμνησίων ξυν ἐμβολαῖς
ψάμμος ἄμπτα, παρή-
βησεν, εὐθ᾽ ὑπ᾽ Ἴλιον
ὠρτο ναυβάτας στρατός. –
πεύθομαι δ᾽ ἀπ᾿ ὀμμάτων
νόστον, αὐτόμαρτυς ὤν·
τὸν δ᾽ ἄνευ λύρας ὅμως
ὑμνωιδεῖ
θρήνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμός, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
σπλάγχνα δ᾽ οὔτοι ματάι-
Ζει πρὸς ἐνδίκοις φρεσὶν τε-
λεσφόροις δίναις κυκώμενον κέαρ.
εὔχομαι δ᾽ ἐξ ἐμᾶς
ἐλπίδος ψύθη πεσεῖν
ἐς τὸ μὴ τελεσφόρον. =
Apparatus Criticus
μέλοι δε τοί
μέλη
τοι om
δεῖμα
δείγμα
πωτᾶται
ποτᾶται
ποτᾶτ᾿
ἄμισθος ἀοιδά post ποτᾶται Τι
ἀποπτύσαν
ἀποπτύσας
-πτύσαι
εὐπειθὲς ἵΖει
εὐπιθές ἵξει
ξυν ἐμβολαῖς
ἐπὶ
Συνεμβόλοις
Συνεμβολαῖς
ψάμμος ἄμπτα
ψαμμίας ἀκάτα
(-τας)
παρήβησεν
παρήβησ᾿
νόστον
ὅπιυς
Ἐρινύος
ἐριννύς
κυκώμενον
κυκλούμενον
δ᾽ ἐξ ἐμᾶς
δ᾽ ἀπ᾿ ἐμᾶς τοι ἐ.
ψύθη
ψύδη
ΧΟ.
†μάλα γέ τοι τᾶς πολλᾶς ὑγιείας
†ἀκόρεστον τέρμα. νόσος γὰρ
γείτων ὁμότοιχος ἐρείδει.
καὶ πότμος εὐθυπορῶν
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
καὶ τὸ μὲν πρὸ χρημάτων
κτησίων ὄκνος βαλὼν
σφενδόνας ἀπ᾿ εὐμέτρου,
οὐκ ἔδυ πρόπας δόμος
πλημονᾶς γέμων ἄγαν,
οὐδ᾽ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
νῆστιν ἤλασεν νόσον. –
τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ
θανάσιμον πρόπαρ ἀνδρός
μέλαν αἷμα τίς ἂν
πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
Ζεὺς δὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν
αὐτὸς ἔπαυσεν ἐπ᾿ ἀβλαβείαι.
εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
Apparatus Criticus
†μάλα γέ τοι
γάρ τοι
γέ τοι δή
πλημονᾶς
πημονὰς
καὶ ἐξ
κἀξ
ἐκ om
ἤλασεν
ὤλεσεν
πεσὸn ἅπαξ
πεσόνθ'
ἅπαξ πεσόν
πρόπαρ
προπάροιθ'
τίς ἂn
τίς τ᾿ ἀγκαλ.
Ζεὺς δὲ
Ζεὺς δὲ
οὐdé
αὐτὸς
Ζεὺς αὔτ᾽
αὐτός
ἀβλαβείαι
ἀβλαβείαι γε
ΧΟ.
προφθάσασα καρδία
γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
νῦν δ᾽ ὑπὸ σκότωι βρέμει
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέ-
να ποτὲ καίριον ἐκτολυπεύσειν
ζωπυρουμένας φρενός. =
egreditur Clytaemestra sola.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
εἴσω κομίζου καὶ σύ, Κασσάνδραν λέγω,
ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας.
ἔκβαιν᾿ ἀπήνης τῆσδε μηδ᾽ ὑπερφρόνει.
καὶ παῖδα γάρ τοί φασιν ᾿Αλκμήνης ποτέ
πραθέντα τλῆναι δουλίας μάζης θιγεῖν.
εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις·
οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
ὠμοί τε δούλοις. πάντα καὶ παρὰ στάθμην
ἔχεις παρ᾿ ἡμῶν οἷάπερ νομίζεται.
ΧΟ.
σοί τοι λέγουσα παύεται σαφή λόγον.
ἐντὸς δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτων
πείθοι᾽ ἄν· εἰ πείθοι᾽. ἀπειθοίης δ᾽ ἴσως.
ΚΛ.
ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν †λέγουσα πείθω νιν λόγωι.
Testim.:
1050 Hesych. χελιδόνος δίκην· τοὺς βαρβάρους χελιδόσιν ἀπεικάΖουσιν διὰ τὴν ἀσύν[θ]ετον λαλιάν.
Apparatus Criticus
βρέμει
βλέπει
θυμαλγής τε καὶ οὐδὲn ἐπελπομένα
θυμαλγής - οὐδὲn ἐπ᾿ om
δουλίας μάζης θιγεῖν
δουλείας μάζης βία
καὶ ζυγῶν θίγειν βία
ἐπιρρέποι
ἐπιρρέπει
παρὰ στάθμην
παραστάθμων
ΧΟ.
ἕπου· τὰ λῶιστα τῶν παρεστώτων λέγει.
πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.
ΚΛ.
οὔτοι θυραίαν τῆιδ᾽ ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει·
εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχηι λόγον,
σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνωι χερί.
ΧΟ.
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
ΚΛ.
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.
Clytaemestra in regiam redit.
ΧΟ.
ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
εἴκουσ᾽ ἀνάγκηι τῆιδε καίνισον Ζυγόν.
Cassandra surgit in curru.
ΚΑΣΣΑΝΔΡΑ
ὀτοτοτοῖ ποποῖ δᾶ.
᾿Απόλλων Ἀπόλλων.
ΧΟ.
τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
ΚΑ.
ὀτοτοτοῖ ποποῖ δᾶ.
᾿Απόλλων Ἀπόλλων.
ΧΟ.
ἢ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
Testim.:
1074. 5 Schol. Eur. Phoen. 1028 ἀπενθὴς θεὸς ᾿Απόλλων· Αἰσ. “τί ταῦτ᾽ ἀνωλόλυξας – τυχεῖν.”
Apparatus Criticus
πιθοῦ
πείθου
τῆιδ᾽
τήνδ'
πάρος
πυρός
ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
confictus ex 1044 et 1043
σὺ δ᾽ ἀντὶ
ἀλλ᾽ ἀντὶ
κλύει φρενῶν
φρενών κλύει
μὴν
μή
εἴκουσ᾽
ἑκοῦσ᾽
ὀτοτοτοῖ ποποῖ
ὀτοτοτοτοῖ
πομποῖ
Ἀπόλλων Ἀπόλλων
ὤπολλον
ἄπολλον
ΧΟ.
οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν. –
ΚΑ.
᾿Απόλλων Ἀπόλλων,
ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός·
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
ΧΟ.
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίαι περ ἐν φρενί. –
ΚΑ.
᾿Απόλλων Ἀπόλλων,
ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
ἀ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;
ΧΟ.
πρὸς τὴν ᾿Ατρειδῶν. εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη. =
ΚΑ.
å ἀ μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
αὐτοφόνα κακὰ καρατόμα,
ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
ΧΟ.
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον. –
ΚΑ.
μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι·
κλαιόμενα τάδε βρέφη, σφαγάς
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
ΧΟ.
ἦμεν κλέος σοῦ μαντικὸν πεπυσμένοι
†ήμεν, προφήτας δ᾽ οὔτινας ματεύομεν.
ΚΑ.
ἰὼ πόποι, τί ποτε μήδεται;
τί τόδε νέον ἄχος; μέγα,
1080 Cassandra descendit de curru, animadvertit Apollinis terminum qui ante regiae portam, vel potius ante gradus est, per quos ad eam ascenditur.
Apparatus Criticus
᾿Απόλλων Ἀπόλλων
ἄπολλον ἄπολλον
ἐν φρενί
παρ᾿ ἕν
παρέν
παρόν
εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς
εἰ· σὺ τὸ μηδ᾽ ἐν.
εἰ τόπερ μηδ᾽ ἐν.
καὶ τάδ᾽
κᾷτα δ᾽
ψύθη
ψύδη
å ἀ
om
συνίστορα
ξυνίστορα
καρατόμα
καρτάναι
καρτάναι
κἀρτάνας
ἀνδροσφαγεῖον
ἀνδρὸς σφάγιον
σφαγίον
τε add.
πεδορραντήριον
πέδον ῥαντ.
εὔρις
εὗρις
ματεύει
μαντεύει
ὧn ἀνευρήσει
ἂn εὑρήση
ἐφευρήσει
μαρτυρίοισι
μαρτυρίοις
τοῖσδ᾽ ἐπιπείθομαι
μὲn γὰρ
τοῖσδε πεπείθομαι
βρέφη, σφαγάς
τὰ βρ.
ἦμεν
ἢ μὴν
ἦμεν
ματεύομεν
μαστεύομεν
ἄχος
ἄχθος
ΚΑ.
μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακόν,
ἄφερτον φίλοισιν, δυσίατον· ἀλκὰ δ᾽
ἑκὰς ἀποστατεῖ.
ΧΟ.
τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ᾽ ἔγνων· πᾶσα γὰρ πόλις βοᾶι. –
ΚΑ.
ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα· πῶς φράσω τέλος;
τάχος γὰρ τόδ᾽ ἔσται. προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.
ΧΟ.
οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ. =
ΚΑ.
ἔ ἔ παπαῖ παπαῖ, τί τόδε φαίνεται;
ἢ δίκτυόν τί γ᾽ ῞Αιδου;
ἀλλ᾽ ἡ γένυς ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
ΧΟ.
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέληι
ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφής
σταγών, ἅτε καὶ δορὶ πτωσίμοις
ξυνανύτει βίου δύντος αὐγαῖς.
ταχεῖα δ᾽ ἄτα πέλει.
ΚΑ.
ἀᾶ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοός
τὸν ταῦρον· ἐν πέπλοισιν
μελάγκερωι λαβούσα μηχανήματι
Testim.:
1103 Hesych. ἀλκὴ ... ἢ ἀλέξησις ἢ μάχη Αἰσ. ᾿Αγ. prius huc spectat
1105 Phot. Ber. (i. e. συν. λέξ. χρ.) ἄιδρις· ἄπειρος ἀμαθής Αἰσ. ᾿Αγ. τούτων – μαντ.
Apparatus Criticus
ἀλκὰ
ἀλκάν
πόλις βοᾶι
βοᾶι πόλις
ὀρέγματα
χειρός
ὀρεγμένα
ὀρεγόμενα
ἢ δίκτυόν τί γ᾽ ῞Αιδου;
del Dindorf
ἀλλ᾽ ἡ γένυς
ἀλλ᾽ ἄρκυς ή
ἀκόρετος
ἀκόρεστος
καὶ δορὶ
καὶ δορία
καὶ δωρία
δωρία
πτωσίμοις
πτώσιμος
βοός
βοῆς
μελάγκερωι
μελάγκέρωι
-κερων
ΚΑ.
τύπτει· πίτνει δ᾽ (ἐν) ἐνύδρωι τεύχει.
δολοφόνου λέβητος τέχναν σοὶ λέγω.
ΧΟ.
οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῶι δέ τωι προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται; κακῶν γὰρ διαί
πολυεπεῖς τέχναι θεσπιωιδοί
φόβον φέρουσιν μαθεῖν. Ξ
ΚΑ.
ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι.
τὸ γὰρ ἐμὸν θρόωι πάθος ἐπέγχεας.
τί δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
ΧΟ.
φρενομανής τις εἶ, θεοφόρητος, ἀμ-
φὶ δ᾽ αὑτᾶς θροεῖς
νόμον ἄνομον, οἷά τις ξουθά
ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλή κακοῖς
ἀηδὼν βίον. —
ΚΑ.
ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
περέβαλον γάρ οἱ πτεροφόρον δέμας
θεοὶ γλυκύν τ᾽ αἰῶνα κλαυμάτων ἄτερ·
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
ΧΟ.
πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις
ματαίους δύας,
τὰ δ᾽ ἐπίφοβα δυσφάτωι κλαγγᾶι
μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
Apparatus Criticus
(ἐν)
suppl. Schütz
τέχναν
τύχαν
ἄκρος
ἄκρως
τέλλεται
βροτοῖσι
στέλλεται (στέλεται Tr)
διαί
διά
δὴ αἱ
θεσπιωιδοί
θεσπιωιδόν
θρόωι πάθος ἐπέγχεας
θροῦ π. ἐπεγχέασα (ἐπαγχέασα FTr)
τί δή
ποῖ δή
οὐδέν ποτ᾽
οὐδέποτ᾽
οὐδή ποτ'
ἄνομον
ἄνομον γ'
ἀκόρετος
ἀκόρεστος
βοᾶς, φεῦ, ταλαίναις φρεσίν
βοᾶις
βορᾶς
ταλαίνας
β. φιλοίκτοις ταλαίναις φρ.
β. φιλοίκτοισι φρ.
λιγείας μόρον ἀηδόνος
ἀηδ. μορ. trai.
περέβαλον
περεβάλοντο
περιβαλόντες
αἰῶνα
αἰῶνα
ἀγῶνα
τ᾽
del. Herm.
ἐπίφοβα
ἐπὶ φόβωι
ΧΟ.
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
κακορρήμονας; =
ΚΑ.
ἰώ,
γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν·
τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾿
ἠνυτόμαν τροφαῖς·
νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθας ἔοικα θεσπιωιδήσειν τάχα.
ΧΟ.
τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεογνὸς ἂν ἀίων μάθοι.
πέπληγμαι δ᾽ ὅπως δήγματι φοινίωι
δυσαλγεῖ τύχαι μινυρὰ κακά θρεομένας,
θραύματ᾿ ἐμοὶ κλύειν. –
ΚΑ.
ἰώ,
πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
ἰὼ πρόπυργοι θυσίαι πατρός
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος
δ᾽ οὐδὲν ἐπήρκεσεν
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
ἐγὼ δὲ θερμόνους τάχ᾿ ἐμ πέδωι βαλῶ.
ΧΟ.
ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.
καί τίς σε κακοφρονῶν τίθη-
σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα·
τέρμα δ᾽ ἀμηχανῶ. –
ΚΑ.
καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην,
λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολάς
πνέων ἐσάιξειν, ὥστε κύματος δίκην
Apparatus Criticus
ἔχεις
ἔχη
ὄχθας
ὄχθους
νεογνὸς ἂn ἀίων
ἂn ἀίων
ἀνθρώπων
δ᾽ ὅπως
δ᾽ ὑπὸ
δ᾽ ὑπαί
δυσαλγεῖ
δυσαγγεῖ
κακά
del Blomfield
θραύματ᾿
θαύματ᾿
ὀλομένας
ὀλωμένας
ὀλουμένας
ἐπήρκεσεν
ἐπήρκεσαν
ἔχει
ἔχει ἔχειν
προτέροισι
προτέροις
καί τίς σε κακοφρονῶν
τίς σε καί
τίθησι δαίμων ὑπερβαρὴς
κακ. δαίμων ποιεῖ ὑπερβαρύς
θανατοφόρα
θανατηφόρα
νύμφης
νύμφας
ἐσάιξειν
ἐς ἥξειν
ΚΑ.
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολύ
μεῖζον· φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
ῥινηλατούσηι τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορός
ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὐ λέγει.
καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει
δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτην· ἐν μέρει δ᾽ ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῶι πατοῦντι δυσμενεῖς.
ἥμαρτον ἢ κυρῶ τι τοξότης τις ὥς;
ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προὐμόσας τὸ μὴ εἰδέναι
λόγωι παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.
ΧΟ.
καὶ πῶς ἂν ὅρκου πῆγμα γενναίως παγέν
παιώνιον γένοιτο; θαυμάζω δέ σου,
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν τὸ πᾶν
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
ΚΑ.
μάντις μ' ᾿Απόλλων τῶιδ᾽ ἐπέστησεν τέλει..
ΧΟ.
μῶν καὶ θεός περ ἱμέρωι πεπληγμένος;
ΚΑ.
πρὸ τοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
ΧΟ.
ἁβρύνεται γὰρ πᾶς τις εὐ πράσσων πλέον.
ΚΑ.
ἀλλ᾽ ἦν παλαιστής κάρτ᾽ ἐμοὶ πνέων χάριν.
ΧΟ.
ἢ καὶ τέκνων εἰς ἔργον ἠλθέτην νόμωι;
ΚΑ.
ξυναινέσασα Λοξίαν ἐψευσάμην.
ΧΟ.
ἤδη τέχναισιν ἐνθέοις ἡιρημένη;
ΚΑ.
ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.
ΧΟ.
πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότωι;
ΚΑ.
ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον.
ΧΟ.
ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Testim.:
1195 Hesych. φλέδων· φλυαρία· καὶ ὁ ἀλαζών, εὐήθης 1216 Hesych. στροβεῖ[ται]· ταράσσει (Ι. ταράσσων) κινεῖ.
Apparatus Criticus
κλύζειn
κλύειν
ξύμφθογγος
σύμφογγος
ξύμφογγος
πρώταρχον
πρώταρχος
κυρῶ
τηρῶ
ἐκμαρτύρησον
καὶ μαρ.
τὸ μὴ
μ᾽
ὅρκου
ὅρκος
πῆγμα
πῆμα
ἀλλόθρουν τὸ πᾶν
ἀλλ. πόλιν
1204. 3 trai. Herm.
ἁβρύνεται
βαρύνεται
ἠλθέτην
ἤλθετον
ἄνατος
ἄνακτος
ΚΑ.
ἰοὺ ἰού, ὦ ὦ κακά.
ὑπ᾿ αὐ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις. ἐφημένους
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες, ὡσπερεὶ πρὸς τῶν φίλων,
χεῖρας κρεῶν πλήθοντες, οἰκείας βορᾶς,
σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,
πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινά
λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
οἰκουρόν, οἴμοι, τῶι μολόντι δεσπότηι
ἐμῶι· φέρειν γὰρ χρὴ τὸ δούλιον Ζυγόν.
νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτης
οὐκ οἶδεν, οἷα γλῶσσα μισητῆς κυνός
λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην
ἄτης λαθραίου τεύξεται κακῆι τύχηι.
τοιάδε τόλμα· θήλυς ἄρσενος φονεύς·
ἔστιν· τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν ἢ Σκύλλαν τινά
οἰκοῦσαν ἐν πέτραισι ναυτίλων βλάβην,
θύουσαν ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη
φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
ἡ παντότολμος ὥσπερ ἐν μάχης τροπῆι,
δοκεῖ δὲ χαίρειν νοστίμωι σωτηρίαι.
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρὼν
ἄγαν γ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
ΧΟ.
τὴν μὲν θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα καὶ φόβος μ᾿ ἔχει
Apparatus Criticus
ἐφημένους
ἐφημένοις
del. Herm.
λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
delevi
οὐκ οἶδεν
εὖ οἶδεν
λείξασα
λέξασα
φαιδρὸn οὖς
dist. Canter
φαιδρόνους dist. Ahrens
τοιάδε τόλμα
τοιαῦτα
τολμᾶι
δυσφιλὲς
δυσφιλεύς
Ἄρη
ἀράν corr. Butler
μ᾽ ἐn τάχει
μὴν τάχει
γ
del. Bothe
παιδείων
παιδίων
ΧΟ.
κλυόντ᾽ ἀληθῶς οὐδὲν ἐξηικασμένα·
τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
ΚΑ.
Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
ΧΟ.
εὔφημον ὦ τάλαινα κοίμησον στόμα.
ΚΑ.
ἀλλ᾽ οὔτι παιὼν τῶιδ᾽ ἐπιστατεῖ λόγωι.
ΧΟ.
οὔκ, εἴπερ ἔσται γ᾽· ἀλλὰ μὴ γένοιτό πως.
ΚΑ.
σὺ μὲν κατεύχηι, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
ΧΟ.
τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος πορσύνεται;
ΚΑ.
ἢ κάρτ᾽ †ἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν.
ΧΟ.
τοὺς γὰρ τελοῦντας οὐ ξυνῆκα μηχανήν.
ΚΑ.
καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
ΧΟ.
καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ᾽ ὅμως.
ΚΑ.
παπαῖ,
οἷον τὸ πῦρ ἐπέρχεται δέ μοι.
ὀτοτοῖ,
Λύκει᾿ Ἄπολλον, οἳ ἐγὼ ἐγώ.
αὕτη δίπους λέαινα συγκοιμωμένη
λύκωι λέοντος εὐγενοῦς ἀπουσίαι
κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει πότωι.
ἐπεύχεται θήγουσα φωτὶ φάσγανον
ἐμῆς ἀγωγῆς ἀντιτείσεσθαι φόνον.
τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρηι στέφη;
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
ἴτ᾽ ἐς φθόρον· πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι.
ἄλλην τιν᾿ ἄτης ἀντ᾿ ἐμοῦ πλουτίζετε.
1266 confringit sceptrum, 1267 proicit vittas, proiectas pedibus calcat.
Apparatus Criticus
ἐξηικασμένα
ἐξεικ.
κοίμησον
κοίμισον
εἴπερ ἔσται γ᾽
εἰ πάρεσται
†ἄρ᾽ ἂn παρεκόπης
παρεσκόπης (-πεις F1)
τοὺς γὰr τελοῦντας
τοῦ γ. τελοῦντος
δυσμαθῆ
δυσπαθή
δέ μοι
prava complementa delevi
ἐγώ
delevi
δίπους
δίπλους
ἐνθήσει
ἐνθήσειν
πότωι
κότωι
ἀντιτείσεσθαι
ἀντιτίσασθαι
πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι
πεσόντ᾽ ἀγαθὼ δ᾽ ... πεσόντα γ᾽ ... -τα θ᾽ ὧδ᾽
ἀμείψομαι
ἄτης
ἄτην
ΚΑ.
ἰδοὺ δ᾽ ᾿Απόλλων αὐτὸς ἐκδύων ἐμέ
χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
κἀν τοῖσδε κόσμοις καταγελωμένην πάλαι
φίλων ὑπ᾽ ἐχθρῶν τ᾽ οὐ διχορρόπως μάτην.
καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
πτωχός, τάλαινα, λιμοθνὴς ἠνεσχόμην.
καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμέ
ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρώιου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει
θερμῶι κοπείσης φοίνιον προσφάγματι.
οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν ἄτας τάσδε θριγκώσων φίλοις·
ἄξει νιν ὑπτίασμα κειμένου πατρός.
τί δῆτ᾽ ἐγὼ κάτοκνος ὧδ᾽ ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἱ δ᾽ εἶλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει.
ἰοῦσα πράξω, τλήσομαι τὸ κατθανεῖν.
ἄραρε γὰρ (τῶνδ᾽) ὅρκος ἐκ θεῶν μέγας.
Testim.:
1290 Epim. Homer. Cram. An. Ox. I 88 (Et. Vossian. ἄραρε) ἄραρε γὰr – θεῶν sine nomine.
Apparatus Criticus
ἐποπτεύσας
ἐπώπτευσας
πάλαι
μέτα
τ᾽
suppl. Enger
φοίνιον
φοινίωι
ἄτιμοί
ἄτιμον
ἄξει
ἄξει
ἄξειν
νυν
κάτοκνος
κάτοικος
κάτοικτος
μέτοικος
εἶδον
εἶχον
ἐn θεῶν
ἐκ θεῶν
ἄραρε γὰr (τῶνδ᾽) ὅρκος
ὀμώμοται γάρ
supplevi
ΚΑ.
῞Αιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω·
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
ΧΟ.
ὦ πολλὰ μὲν τάλαινα πολλὰ δ᾽ αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
ΚΑ.
οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνου πλέον.
ΧΟ.
ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.
ΚΑ.
ἥκει τόδ᾽ ἦμαρ· σμικρὰ κερδαίνω φυγῆι.
ΧΟ.
ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾿ εὐτόλμου φρενός.
ΧΟ.
οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
ΚΑ.
ἀλλ᾽ εὐκόλως τοι κατθανεῖν χάρις βροτῶι.
ΚΑ.
ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
1306 primum ad portam accedit; subsistit horrore percita
ΧΟ.
τί δ᾽ ἐστὶ χρῆμα, τίς σ᾽ ἀποστρέφει φόβος;
ΚΑ.
φεῦ φεῦ.
ΧΟ.
τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενὶ στύγος.
ΚΑ.
φόνον δόμοι πνέουσιν αἱματοσταγή.
ΧΟ.
καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.
ΚΑ.
ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.
ΧΟ.
οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.
1315 iterum ad portam accedit, iterum intrare cessat.
ΚΑ.
ἀλλ᾽ εἶμι κάν δόμοισι κωκύσουσ᾽ ἐμήν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
ἰὼ ξένοι.
οὔτοι δυσοίζω, θάμνον ὡς ὄρνις, φόβωι,
ἀλλ᾽ ὡς θανούσηι μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντ᾿ ἐμοῦ θάνηι,
ἀνήρ τε δυσδάμαρτος ἀντ᾿ ἀνδρὸς πέσηι.
ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.
ΧΟ.
ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.
Apparatus Criticus
πύλας δὲ τάσδ᾽
τὰς λέγω
δ᾽ αὖ
δ᾽ αὐ
δὲ
χρόνου πλέον
χρόνωι πλέω(ι)
κερδαίνω
κερδανῶ
1303. 4 trai. Heath
εὐκόλως
εὐκλεῶς
σῶν
τῶν
φρενὶ
φρενών
φόνον
φόβον
ΚΑ.
ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν ἢ θρήνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίου δ᾽ ἐπεύχομαι
πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις,
χρέος φονεῦσι δεσποτῶν τίνειν ὁμοῦ
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
ἰὼ βρότεια πράγματ᾽· εὐτυχοῦντα μὲν
σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχοῖ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.
1322 tertium ad portam accedit, intratura non iam ad chorum sed ad se ipsam verba fecit.
ΧΟ.
τὸ μὲν εὐ πράσσειν ἀκόρεστον ἔφυ
πᾶσι βροτοῖσιν· δακτυλοδείκτων
δ᾽ οὔτις ἀπειπὼν εἴργει μελάθρων,
„μηκέτ᾽ ἐσέλθηις“ τάδε φωνῶν.
καὶ τῶιδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
μάκαρες Πριάμου,
θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει·
νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτείσει
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
ποινὰς θανάτων ἐπικραίνει,
τίς (ποτ᾽) ἂν εὔξαιτο βροτῶν ἀσινεῖ
δαίμονι φῦναι τάδ᾽ ἀκούων;
1343. 45 audiuntur Agamemnonis clamores; choreutae discurrunt, disputant, denique strictis gladiis in portam irrumpunt, sed horrore perculsi statim recedunt.
ΑΓ.
ὤμοι, πέπληγμαι καιρίαν πλευρῶν ἔσω.
ΧΟ.
σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
ΑΓ.
ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.
ΧΟΡΟΣ.
τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
ἀλλὰ κοινωσώμεθ᾽ ἄνδρες ἀσφαλῆ βουλεύματα;
Apparatus Criticus
ἡλίου
ἡλίωι
τοῖς ἐμοῖς τιμαόροις,
ἐχθροῖς φ. τοῖς ἐμοῖς τ.
δυστυχοῖ
δυστυχή
πράσσειn
πράττειν
βροτοῖσιν
βροτοῖς
μηκέτ᾽ ἐσέλθηις
μηκέτι δ᾽ εἰσέλθηις
ἐπικραίνει
θ. ἄγαν ἐπ.
ἐπικρανεῖ
(ποτ᾽)
suppl. E. A. Ahrens
πλευρῶν
πληγήν
ἀσφαλῆ
ἄν πως ἀσφ.
ΧΟ.
ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.
ΧΟ.
ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτωι ξίφει.
ΧΟ.
κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὤν
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ᾽ ἀκμή.
ΧΟ.
ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὥς,
τυραννίδος σημεῖα πράσσοντες πόλει.
ΧΟ.
χρονίζομεν γάρ· οἳ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.
ΧΟ.
οὐκ οἶδα βουλῆς ἦστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι· (τί μή;)
ΧΟ.
κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.
ΧΟ.
ἢ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;
ΧΟ.
ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.
ΧΟ.
ἢ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;
ΧΟ.
σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.
ΧΟ.
ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
τρανῶς ᾿Ατρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
Testim.:
Schol. Aristoph. Equ. 586 ὁ τραγικὸς (χορός) ιε΄, ὡς Αἰσχύλος ᾿Αγαμέμνονι.
1356 Trypho VIII 741 Winter exempla ὀνοματοποιίας, καὶ παρ᾿ Αἰσ. μελλώ, χρονίζομεν -χάριν (natum hoc e χερί v. 1357 olim simul adscripti).
Apparatus Criticus
τῆς μελλοῦς
τῆς μελλοῦς
τῆς μελλούσης
μελλούσης
πέδοι
πέδον
βουλεῦσαι· (τί μή;)
βουλεύσαι πέρι
τείνοντες
κτείνοντες
θυμοῦσθαι
μυθοῦσθαι
1372 valvis apertis spectatur securim tenens Clytaemestra, cuius frons sanguinis guttis adspersa est. iacet in lavacro argenteo Agamemnonis corpus ingenti tegmine purpureo involutum, iacet alicubi etiam Cassandrae corpus. nullae adstant ancillae.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἄν
φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος;
ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι·
νίκη τέλειος ἦλθε, σὺν χρόνωι γε μήν·
ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽, ἐπ᾿ ἐξειργασμένοις.
οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι.
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
περιστιχίζω, πλοῦτον εἵματος κακόν,
ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον.
παίω δέ νιν δίς· καν δυοῖν οἰμωγμάτοιν
μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονός
Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὀρυγάνει πεσών·
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφυγήν
βάλλει μ᾽ ἐρεμνῆι ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἦσσον ἢ διοσδότωι
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδ᾽ ἐχόντων, πρέσβος ᾿Αργείων τόδε,
χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι.
Testim.:
1388 Hesych. ὀρυγάνει ἐρεύγεται.
Apparatus Criticus
πημονῆς
πημονήν
ἀρκύστατ᾽
ἀρκύστατον
νίκη τέλειος
νίκης παλαιᾶς
ἔπαισ᾽
ἔπαισ᾿
ἔπεσ᾿
ἀμύνεσθαι
ἀμύνασθαι
περιστιχίζω
περιστιχ(στοιχ F)ίζων
οἰμωγμάτοιν
οἰμώγμασιν
Διὸς
ἅιδου
ὀρυγάνει
ὁρμαίνει
σφυγήν
σφαγήν
διοσδότωι γάνει
διὸς νότωι γᾶν εἰ
ΚΛ.
εἰ δ᾽ ἦν πρέπον ποθ᾽ ὥστ᾽ ἐπισπένδειν νεκρῶι,
τῶιδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
ΧΟ.
θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
ἥτις τοιόνδ᾽ ἐπ᾿ ἀνδρὶ κομπάζεις λόγον.
ΚΛ.
πειρασθέ μου γυναικὸς ὡς ἀφράσμονος.
ἐγὼ δ᾽ ἀτρέστωι καρδίαι πρὸς εἰδότας
λέγω· σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις,
ὁμοῖον. οὗτός ἐστιν ᾿Αγαμέμνων, ἐμός
πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερός
ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.
ΧΟ.
τί κακόν, ὦ γύναι,
χθονοτρεφὲς ἐδανὸν ἢ ποτόν
πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
τόδ᾽ ἐπέθου θύος
δημοθρόους τ᾽ ἀρὰς
ἀπέδικες ἀπέταμες· ἀπόπολις δ᾽ ἔσηι,
μῖσος ὄβριμον ἀστοῖς.
ΚΛ.
νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοί
καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς,
οὐδὲν τότ᾽ ἀνδρὶ τῶιδ᾽ ἐναντίον φέρων,
ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοί
ὠδῖν᾽, ἐπωιδὸν θρηικίων ἀημάτων.
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν,
μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης
ἐκ τῶν ὁμοίων, χερί (τε) νικήσαντ᾽ ἐμοῦ
Testim.:
1408 Hesych. ἐδανά· ἐδώδιμα βρώσιμα· ἐδανοῖς βρωσίμοις Αἰσ.
Apparatus Criticus
πρέπον ποθ᾽
πρεπόντως
τῶιδ᾽ ἂn
τάδ᾽ ἂν
δικαίας
δικαίως
ῥυτᾶς
ῥυσᾶς
ὀρόμενον
ὄρμενον
ἐπέθου
ἐπεύθου
ἀπέδικες ἀπέταμες
ἀπέταμες et -τεμες
ἀπόπολις
ἄπολις
ὄβριμον
ὄμβριμον
τῶιδ᾽
τόδ'
θρηικίων ἀημάτων
θρ. τε λημμάτων
χρῆn σ᾽
χρή
νικήσαντ᾽
νικ.
ΚΛ.
ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνηι θεός,
γνώσηι διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
ΧΟ.
μεγαλόμητις εἶ,
περίφρονα δ᾽ ἔλακες. ὥσπερ οὖν
φονολιβεῖ τύχαι φρὴν ἐπιμαίνεται,
λίπος ἐπ᾿ ὀμμάτων
αἵματος εὐ πρέπει.
ἄντιτον ἔτι σὲ χρὴ στερομέναν φίλων
τύμμα τύμματι τεῖσαι. =
ΚΛ.
οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
ἕως ἂν αἴθηι πῦρ ἐφ᾽ ἑστίας ἐμῆς
Αἴγισθος, ὡς τὸ πρόσθεν εὐ φρονῶν ἐμοί.
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ,
κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
Χρυσηίδων μείλιγμα τῶν ὑπ᾿ Ἰλίωι,
ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος
καὶ κοινόλεκτρος τοῦδε θεσφατηλόγος
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην·
ὁ μὲν γὰρ οὕτως, ἢ δέ τοι κύκνου δίκην
τὸν ὕστατον μέλψασα θανάσιμον γόον
κεῖται φιλήτωρ τοῦδ᾽, ἐμοὶ δ᾽ ἐπήγαγεν
αὐτὴν παροψώνημα τῆς ἐμῆς χλιδῆς.
ΧΟ.
φεῦ, τίς ἂν ἐν τάχει μὴ περιώδυνος
μηδὲ δεμνιοτήρης
ἡμῖν τὸν αἰεὶ μόλοι φέρουσα
μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
Testim.:
1449 Hesych. δεμνιοτήρη· ἔγκοιτον· τὰ δέμνια τηροῦντα.
Apparatus Criticus
ἄντιτον
ἀντίετον
ἀτίετον
corr. Weil
τύμμα τύμματι
τύμμα τύμμα
1431-33 traieci.
ἐμῆς
ἐμάς
σμικρὰ
μικρά
καὶ τερασκόπος καὶ κοινόλεκτρος τοῦδε
sustuli dittographias
ἰσοτριβής
ἱστοτριβής
ἱσοτρ.
φιλήτωρ
φιλήτως
αὐτὴν
εὐνῆς
ἡμῖn τὸν αἰεὶ μόλοι φέρουσα
μόλοι τ. α. φ. ἐν ἡμῖν traieci
ΧΟ.
φύλακος εὐμενεστάτου καὶ
πολλὰ τλάντος γυναικὸς διαί·
πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
ἰώ
παράνους ῾Ελένα, μία τὰς πολλάς,
τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίαι,
νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
δι᾽ αἷμ᾽ ἄνιπτον. ἢ τις ἦν τότ᾽ ἐν δόμοις
Ἔρις, ἐρίδματος ἀνδρὸς οἰζύς.
ΚΛ.
μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψηις,
ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽
ἀξύστατον ἄλγος ἔπραξεν.
ΧΟ.
δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
οισι Τανταλίδαισιν,
κράτος (τ᾽) ἰσόψυχον ἐκ γυναικῶν,
καρδιόδηκτον ἐμοί, κρατύνεις,
ἐπὶ δὲ σώματος δίκαν μοι
κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως
ὕμνον ὑμνεῖν †ἐπεύχεται.
(ἰώ
παράνους ῾Ελένα, μία τὰς πολλάς,
τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίαι.
νῦν τελέαν πολύμναστον ἐπηνθίσω
Apparatus Criticus
διαί
διά
παράνους
παρανόμους
νῦn δὲ τελέαν
νῦν δὲ τελείαν
ἐκτρέψηις
ἐκτρέχης
ὀλέσασ᾽
ὀλέσαν
ἐμπίτνεις
ἐμπίπτεις
διφυίοισι
διφυεῖσι
Τανταλίδαισιν
τανταλίδεσι
(τ᾽)
suppl. Herm.
καρδιόδηκτον
καρδίαι δηκτόν
ἐννόμως
ἐκνόμως
†ἐπεύχεται
ἀπεύχετον
ΚΛ.
νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείραι τρέφεται, πρὶν καταλήξαι
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
ΧΟ.
ἢ μέγαν οἰκοσινῆ
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον, ἀτη-
ρᾶς τύχας ἀκόρεστον,
ἰὼ ἰή,
διαὶ Διὸς παναιτίου πανεργέτα.
τί γὰρ βροτοῖς
ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῶιδ᾽
ἀσεβεῖ θανάτωι βίον ἐκπνέων.
ὤμοι μοι
κοίταν τάνδ᾽ ἀνελεύθερον
Apparatus Criticus
τριπάχυντον
τριπάχυιον
γέννης
γέννας
γεννήσας
νείραι
νείρει
οἰκοσινῆ
οἰκοσινῆ scripsi
οἴκοις τοῖσδε
ἀκόρεστον
ἀκορέστου
πανεργέτα
πανεργέταν
ἰὼ ἰὼ
ἰὼ semel
τί ποτ᾽ εἴπω
ποτ᾿ ἂρ᾽ εἴπω
ἐκπνέων
ἐκπνείων
ἀνελεύθερον
ἀνελεύθερα
ΧΟ.
δολίωι μόρωι δαμεὶς (δάμαρτος)
ἐκ χερὸς ἀμφιτόμωι βελέμνωι. –
ΚΛ.
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·
†μηδ᾽ ἐπιλεχθῆις
᾿Αγαμεμνονίαν εἶναί μ᾿ ἄλοχον.
φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ατρέως χαλεποῦ θοινατῆρος
τόνδ᾽ ἀπέτεισεν
τέλεον νεαροῖς ἐπιθύσας.
ΧΟ.
ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου, τίς ὁ μαρτυρήσων;
πῶς, πῶς; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
βιάζεται δ᾽ ὁμοσπόροις ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης· ὅποι δὲ καὶ προβαίνοι,
πάχναν κουροβόρον παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῶιδ᾽
ἀσεβεῖ θανάτωι βίον ἐκπνέων.
ὤμοι μοι
κοίταν τάνδ᾽ ἀνελεύθερον,
δολίωι μόρωι δαμεὶς (δάμαρτος)
ἐκ χερὸς ἀμφιτόμωι βελέμνωι. =
ΚΛ.
οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
τῶιδε γενέσθαι,
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
Apparatus Criticus
(δάμαρτος)
suppl. Enger
τόδε τοὔργον ἐμόν
τοὔργον ἐμὸn τόδε
νεαροῖς
νεκροῖς
πῶς, πῶς
πῶ πῶ
δὲ
δé om
προβαίνοι
προσβαίνων
προβαίνων
correxi
πάχναν κουροβόρον
πάχνα κουροβόρωι
τί ποτ᾽ εἴπω
ποτ᾿ ἂρ᾽ εἴπω
ἐκπνέων
ἐκπνείων
ἀνελεύθερον
ἀνελεύθερα
(δάμαρτος)
suppl. Enger
ΚΛ.
οἴκοισιν ἔθηκ᾽. ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽
ἔρνος ἀερθέν, τὴν πολύκλαυτον
(παῖδ᾽) Ιφιγένειαν (ἔθυσε πατήρ).
ἄξια δράσας, ἄξια πάσχων
μηδὲν ἐν ῞Αιδου μεγαλαυχείτω,
ξιφοδηλήτωι
θανάτωι τείσας ἅπερ ἦρξεν.
ΧΟ.
ἀμηχανῶ φροντίδος στερηθείς
εὐπαλάμων μεριμνᾶν,
ὅπαι τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν· ψακὰς δὲ δηλοῖ.
δίκην δ᾽ ἐπ᾿ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
ἰὼ γᾶ γᾶ,
εἴθ᾽ ἔμ᾽ ἐδέξω πρὶν τόνδ᾽ ἐπιδεῖν
ἀργυροτοίχου
δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἢ σὺ τόδ᾽ ἔρξαι τλήσηι, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
ψυχῆι τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾿ ἀνδρὶ θείωι
σὺν δακρύοις ἰάπτων
ἀληθείαι φρενῶν πονήσει; -
Testim.:
1535 Hesych. θηγάνει· ὀξύνει.
Apparatus Criticus
(παῖδ᾽)
παῖδ᾽
(ἔθυσε πατήρ)
supplevi
ἄξια δράσας
ἀνάξια δρ.
φροντίδος
φροντίδων
εὐπαλάμων μεριμνᾶν
εὐπάλαμνον μέριμναν
ψακὰς δὲ δηλοῖ
ψεκάς λήγει
δίκην
δίκα
δίκη
θηγάνει
θήγει
θηγάναισι
θηγάναις
δροίτης κατέχοντα
δροίτας νῦn κατ.
χάμευναν
χαμεύνην
ψυχῆι τ᾽ ἄχαριν
ψυχὴν ἄ.
ἐπιτύμβιον αἶνον
ἐπιτύμβιος αἶνος
ΚΛ.
οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε κάτθανε, καὶ καταθάψομεν,
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
ἀλλ᾽ Ιφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.
ΧΟ.
ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους.
δύσμαχα δ᾽ ἐστὶ κρῖναι.
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
μένει δὲ μίμνοντος ἐν θρόνωι Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄται.
ΚΛ.
ἐς τόνδ᾽ ἐνέβης σὺν ἀληθείαι
χρησμόν. ἐγὼ δ᾽ οὖν
ἐθέλω, δαίμονι τῶι Πλεισθενιδῶν
ὅρκους θεμένη τάδε μὲν στέργειν
δύστλητά περ ὄνθ᾽, ὁ δὲ λοιπόν, ἰόντ᾽
Apparatus Criticus
οὐ σὲ
οὔτε πρ.
κάππεσε
κάπεσε
Ιφιγένειά νιν
Ιφιγένειαν ἵν'
χεῖρε
χεῖρα
φιλήσει
φιλήση
μίμνοντος
μίμνει
ἐν θρόνωι
χρόνωι
γονὰn ἀραῖον
ῥᾶον
κεκόλληται
προσάψαι
ἐνέβης
ἐνέβη
ἐθέλω
ἐθέλω sc. θάψαι καὶ θρηνῆσαι πλεισθενιδᾶν
θεμένη
θεμένα
δύστλητά
δύσπλητα
ΧΟ.
δι᾽ αἷμ᾽ ἄνιπτον. ἢ τις ἦν τότ᾽ ἐν δόμοις
Ἔρις, ἐρίδματος ἀνδρὸς οἰζύς.) =
ΚΛ.
νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείραι τρέφεται, πρὶν καταλήξαι
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
ΧΟ.
ἢ μέγαν οἰκοσινῆ
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον, ἀτη-
ρᾶς τύχας ἀκόρεστον,
ἰὼ ἰή,
διαὶ Διὸς παναιτίου πανεργέτα.
τί γὰρ βροτοῖς
ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῶιδ᾽
ἀσεβεῖ θανάτωι βίον ἐκπνέων.
ὤμοι μοι
κοίταν τάνδ᾽ ἀνελεύθερον
Apparatus Criticus
τριπάχυντον
τριπάχυιον
γέννης
γέννας
γεννήσας
νείραι
νείρει
οἰκοσινῆ
οἴκοις τοῖσδε
ἀκόρεστον
ἀκορέστου
πανεργέτα
πανεργέταν
ἰὼ ἰὼ
ἰὼ semel
τί ποτ᾽ εἴπω
ποτ᾿ ἂρ᾽ εἴπω
ἐκπνέων
ἐκπνείων
ἀνελεύθερον
ἀνελεύθερα
ΧΟ.
δολίωι μόρωι δαμεὶς (δάμαρτος)
ἐκ χερὸς ἀμφιτόμωι βελέμνωι. –
ΚΛ.
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·
†μηδ᾽ ἐπιλεχθῆις
᾿Αγαμεμνονίαν εἶναί μ᾿ ἄλοχον.
φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ατρέως χαλεποῦ θοινατῆρος
τόνδ᾽ ἀπέτεισεν
τέλεον νεαροῖς ἐπιθύσας.
ΧΟ.
ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου, τίς ὁ μαρτυρήσων;
πῶς, πῶς; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
βιάζεται δ᾽ ὁμοσπόροις ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης· ὅποι δὲ καὶ προβαίνοι,
πάχναν κουροβόρον παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῶιδ᾽
ἀσεβεῖ θανάτωι βίον ἐκπνέων.
ὤμοι μοι
κοίταν τάνδ᾽ ἀνελεύθερον,
δολίωι μόρωι δαμεὶς (δάμαρτος)
ἐκ χερὸς ἀμφιτόμωι βελέμνωι. =
ΚΛ.
οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
τῶιδε γενέσθαι,
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
Apparatus Criticus
(δάμαρτος)
suppl. Enger
τόδε τοὔργον ἐμόν
τοὔργον ἐμὸn τόδε
νεαροῖς
νεκροῖς
πῶς, πῶς
πῶ πῶ
δὲ
δέ om
προβαίνοι
προσβαίνων
προβαίνων
correxi
πάχναν κουροβόρον
πάχνα κουροβόρωι
τί ποτ᾽ εἴπω
ποτ᾿ ἂρ᾽ εἴπω
ἐκπνέων
ἐκπνείων
ἀνελεύθερον
ἀνελεύθερα
(δάμαρτος)
suppl. Enger
ΚΛ.
οἴκοισιν ἔθηκ᾽. ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽
ἔρνος ἀερθέν, τὴν πολύκλαυτον
(παῖδ᾽) Ιφιγένειαν (ἔθυσε πατήρ).
ἄξια δράσας, ἄξια πάσχων
μηδὲν ἐν ῞Αιδου μεγαλαυχείτω,
ξιφοδηλήτωι
θανάτωι τείσας ἅπερ ἦρξεν.
ΧΟ.
ἀμηχανῶ φροντίδος στερηθείς
εὐπαλάμων μεριμνᾶν,
ὅπαι τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν· ψακὰς δὲ δηλοῖ.
δίκην δ᾽ ἐπ᾿ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
ἰὼ γᾶ γᾶ,
εἴθ᾽ ἔμ᾽ ἐδέξω πρὶν τόνδ᾽ ἐπιδεῖν
ἀργυροτοίχου
δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἢ σὺ τόδ᾽ ἔρξαι τλήσηι, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
ψυχῆι τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾿ ἀνδρὶ θείωι
σὺν δακρύοις ἰάπτων
ἀληθείαι φρενῶν πονήσει; -
Testim.:
1535 Hesych. θηγάνει· ὀξύνει.
Apparatus Criticus
(παῖδ᾽)
παῖδ᾽
(ἔθυσε πατήρ)
supplevi
ἄξια δράσας
ἀνάξια δρ.
φροντίδος
φροντίδων
εὐπαλάμων μεριμνᾶν
εὐπάλαμνον μέριμναν
ψακὰς δὲ δηλοῖ
ψεκάς λήγει
δίκην
δίκα
δίκη
θηγάνει
θήγει
θηγάναισι
θηγάναις
δροίτης κατέχοντα
δροίτας νῦn κατ.
χάμευναν
χαμεύνην
ψυχῆι τ᾽ ἄχαριν
ψυχὴν ἄ.
ἐπιτύμβιον αἶνον
ἐπιτύμβιος αἶνος
ΚΛ.
οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε κάτθανε, καὶ καταθάψομεν,
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
ἀλλ᾽ Ιφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.
ΧΟ.
ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους.
δύσμαχα δ᾽ ἐστὶ κρῖναι.
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
μένει δὲ μίμνοντος ἐν θρόνωι Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄται.
ΚΛ.
ἐς τόνδ᾽ ἐνέβης σὺν ἀληθείαι
χρησμόν. ἐγὼ δ᾽ οὖν
ἐθέλω, δαίμονι τῶι Πλεισθενιδῶν
ὅρκους θεμένη τάδε μὲν στέργειν
δύστλητά περ ὄνθ᾽, ὁ δὲ λοιπόν, ἰόντ᾽
Apparatus Criticus
οὐ σὲ
οὔτε πρ.
κάππεσε
κάπεσε
Ιφιγένειά νιν
Ιφιγένειαν ἵν'
χεῖρε
χεῖρα
φιλήσει
φιλήση
μίμνοντος
μίμνει
ἐν θρόνωι
χρόνωι
γονὰn ἀραῖον
ῥᾶον
κεκόλληται
προσάψαι
ἐνέβης
ἐνέβη
Πλεισθενιδῶν
πλεισθενιδᾶν
θεμένη
θεμένα
δύστλητά
δύσπλητα
ΚΛ.
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισιν.
κτεάνων δὲ μέρος βαιὸν ἐχούσηι
πᾶν ἀπόχρη μοι μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσηι.
1577 intrat a parte dextra Aegisthus cum caterva militum.
ΑΙΓΙΣθΟΣ
ὦ φέγγος εὐφρον ἡμέρας δικηφόρου.
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων
τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
χειρὸς πατρώιας ἐκτίνοντα μηχανάς.
Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
πατέρα θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
τλήμων θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
τὸ μὴ θανὼν πατρῶιον αἱμάξαι πέδον
αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατήρ
τὠμῶι προθύμως μᾶλλον ἢ φίλως πατρί,
δοκῶν κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν,
᾿Ατρεὺς παρέσχε δαῖτα παιδείων κρεῶν.
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
ἔθρυπτ᾽, ἄνωθεν
ἀνδρακὰς καθήμενος.
ἄσημα δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίαι λαβών
ἔσθει, βορὰν ἄσωτον, ὡς ὁρᾶις, γένει.
Apparatus Criticus
om Tr
δὲ
τε
πᾶn ἀπόχρη μοι
ἀπ. μοι δ᾽ ἀλλ. μ. μ. δ' del. Canter trai. Erfurdt
χειρὸς
χερός
δ᾽
τ'
ηὕρετ᾽
εὕρετ᾿
αὐτός
αὐτοῦ
ξένια
ξενίαι
principia versuum ᾿Ατρεύς, τὠμῶι, δοκῶν traieci
κρεῶν
χρεών
hiatum signavi; desunt fere ἄνωθεν δ᾽ ὀπτὰ περιβαλὼn κρέα κανοῦn ἐπλήρου· ταῦτα δ᾽ ἐν δαιτὸς νομῆι πατὴr ἐδέξαθ᾽ ἀνδρακὰς καθήμενος.
ad ἀνδρακάς glossa Tr καθ' ἑαυτόν recta est... nec incredibile, viritim' notione paullum inflexa positum.
ΑΙ.
κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
ὤιμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν,
μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
λάκτισμα δείπνου ξυνδίκωι τιθεὶς ἀρᾶι,
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
ἐκ τῶνδέ τοι πεσόντα τόνδ᾿ ἰδεῖν πάρα.
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς·
τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δέκ᾽ ἀθλίωι πατρί
συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις·
τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν.
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
πᾶσαν ξυνάψας μηχανὴν δυσβουλίας.
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
ΧΟ.
Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
σὺ δ᾽ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
οὔ φημ᾽ ἀλύξειν ἐν δίκηι τὸ σὸν κάρα
δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
ΑΙ.
σὺ ταῦτα φωνεῖς νερτέραι προσήμενος
κώπηι, κρατούντων τῶν ἐπὶ ζυγῶι δορός;
γνώσηι γέρων ὢν ὡς διδάσκεσθαι βαρύ
τῶι τηλικούτωι, σωφρονεῖν εἰρημένον.
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
Testim.:
1602 Tzetzes Cram. An. Ox. III 378 ... καὶ Αἰσ. λέγων ἀρᾶτ᾽ ὀλέσθαι – γένος
Apparatus Criticus
ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν
ἄν· πίπτει ... σφαγῆς
μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
dittographiam ... delevi
ξυνδίκωι
ξυνδίκως
ὀλέσθαι
ὀλέσθη
τοι
σοι
tredecim filios Thyestae invident critici... aut duodecimum esse aut decimum tertium
ξυνάψας
συνάψας
ἰδόντα
ἰδόντι
τόνδε φὴς
τόνδ᾽ ἔφης
νερτέραι
νετέραι
δεσμὸς
δεσμόν
ΑΙ.
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
ἰατρομάντεις. οὐχ ὁρᾶις ὁρῶν τάδε;
πρὸς κέντρα μὴ λάκτιζε, μὴ πταίσας μογῆις.
ΧΟ.
γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης νέον
οἰκουρὸς εὐνήν (τ᾽) ἀνδρὸς αἰσχύνουσ᾽ ἅμα
ἀνδρὶ στρατηγῶι τόνδ᾽ ἐβούλευσας μόρον;
ΑΙ.
καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις·
ὃ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾶι,
σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξηι· κρατηθεὶς δ᾽ ἡμερώτερος φανῆι.
ΧΟ.
ὡς δὴ σύ μοι τύραννος ᾿Αργείων ἔσηι,
ὃς οὐκ, ἐπειδὴ τῶιδ᾽ ἐβούλευσας μόρον,
δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
ΑΙ.
τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς,
ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἢ παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
Ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον· ἀλλ᾽ ὁ δυσφιλής σκότωι
λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
ΧΟ.
τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνή,
χώρας μίασμα καὶ θεῶν ἐγχωρίων,
ἔκτειν᾽; Ορέστης ἀρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχηι
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς.
Testim.:
1624 Schol. Pind. Pyth. 2, 173 Αἰσ. ᾿Αγ. πρὸς-μογῆις Zenob. Par. V 70 πρὸς κέντρα λακτ. ..... καὶ Αἰσ. μέμνηται, cf. Prom. 329
1637 Hesych. ὕποπτος ἐχθρός sine explicatione
1640 Pollux 7, 23 Αἰσ. σειραφόρον καὶ κριθῶντα πῶλον.
Apparatus Criticus
πταίσας
πήσας
παίσας
(τ᾽)
supplevi
τόνδ᾽ ἐβούλευσας
τώδε βουλεύσας
νηπίοις
ἠπίοις
οὐκ in principio sententiae cf. Sept. 717
σκότωι
κότωι
νιν γυνή
σὺν γυνή
ΑΙ.
ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσηι τάχα
σώφρονος γνώμης θ᾽ ἁμαρτὼν τὸν κρατοῦντά (θ᾽ ὑβρίσας.)
εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
ΧΟ.
εἰα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
ΑΙ.
ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
ΧΟ.
δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ᾽ αἱρούμεθα.
ΚΛ.
μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
ἀλλὰ καὶ τόδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος.
πημονῆς δ᾽ ἅλις γ᾽· ὕπαρχε μηδέν· ἡιματώμεθα.
στείχετ᾽ αἰδοῖοι γέροντες πρὸς δόμους πεπρωμένους τούσδε,
πρὶν παθεῖν ἔρξαντας. αἰνεῖν χρῆν τάδ᾽ ὡς ἐπράξαμεν.
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν,
δαίμονος χηλῆι βαρείαι δυστυχῶς πεπληγμένοι,
ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
ΑΙ.
ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους.
ΧΟ.
οὐκ ἂν ᾿Αργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
ΑΙ.
ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
ΧΟ.
οὔκ, ἐὰν δαίμων (γ΄) Ορέστην δεῦρ᾽ ἀπευθύνηι μολεῖν.
ΑΙ.
οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
ΧΟ.
πρᾶσσε, πιαίνου μιαίνων τὴν δίκην· ἐπεὶ πάρα.
ΑΙ.
ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χρόνωι.
1650 iussi ab Aegistho milites strictis gladiis in aciem procedunt; 1651 chorus item aciem instruit; 1652 Aegisthus ducis locum occupat; 1654 Clytaemestra media inter acies oppositas incedit, sensimque Aegisthum ad portam deducit. intrat ille 1670, sequitur Clytaemestra. dum valvae clauduntur, duae acies in diversas partes exeunt.
Apparatus Criticus
huc revocavi
θ᾽
δ'
ἁμαρτὼn
ἁμαρτῆ
ἁμαρτεῖν
(θ᾽ ὑβρίσας.)
θ᾽ ὑβρίσαι suppl. Blomfield
Xop. praefigunt codd.
quoque F habet deleta Aegisthi nota
ἀλλὰ μὴν κἀγὼ
κἀγὼ μήν trai.
πρόκωπος
πρόκωπος
πρόκοπος
πρόκοπτος
αἱρούμεθα
ἐρούμεθα
δράσωμεν
δράσομεν
τόδ᾽
τάδ'
θέρος
θέρος
tribus vocabulis mutatis (πημάτων ἅλις δ᾽ Herm., ὑπάρχει Scaliger, αἱματώμεθα Stanley) suavior redditur versus; sed animus Clytaemestrae gravissime perturbatus ipsa duritia indicatur
στείχετ᾽ αἰδοῖοι γέροντες
στείχετε δ᾽ οἱ γ.
τούσδε
del. Scaliger
ἔρξαντας
ἔρξαντες
ἔρξαντα
ἐπράξαμεν
ἐπραξάμην
δεχοίμεθ᾽
γ᾽ ἐχοίμεθ'
δαίμονος
δαίμονας
(γ΄)
suppl. Headlam
χρόνωι
χάριν
ΧΟ.
κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
ΚΛ.
μὴ προτιμήσηις ματαίων τῶνδ᾽ ὑλαγμάτων· ἐγώ
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.
Apparatus Criticus
θαρσῶν, ἀλέκτωρ ὥστε
θαρρῶν ὥσπερ
ἐγώ ... καλῶς
om. codd.
sed in E ἐγώ in proximi versus principio nunc abscisso fuisse docent spatia. schol. vet. Tr ἐγώ φησι καὶ σὺ κρατοῦντες τῶνδε τῶν δωμάτων διαθησόμεθα τὸ καθ᾽ αὑτοὺς καλῶς. cf. Pers. 283. Eur. Antiopa fr. Flind. P. Β 10 ἡμεῖς καὶ σὺ θήσομεν καλῶς.