Χοηφόροι
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Gregory Crane
Schmidt Sciences
cxii, 282 pages; 18 cm
Trustees of Tufts University
Medford, MA
Perseus Project
AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg006.dindorf1882-grc2).
Τὰ τοῦ δράματος πρόσωπαὈρέστηςΧορόςἨλέκτραΤροφόςΚλυταιμνήστραΑἴγισθοςΟἰκέτηςΠυλάδης
ΟΡΕΣΤΗΣ.
Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ' αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾿ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι.
πλόκαμον Ἰνάχῳ θρεπτήριον,
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
οὐ γὰρ παρὼν ὤμωξα σον, πάτερ, μόρον
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ' ἐκφορᾶ νεκροῦ.
ἔα.
τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἤδ᾽ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδ' ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ' ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τίσασθαι μόρον
πατρὸς, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
Πυλάδη, σταθῶμεν ἐκποδὼν, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
ΧΟΡΟΣ.
ἰαλτὸς ἐκ δόμων ἔβαν
χοᾶν προπομπὸς ὀξύχειρι σὺν κόπῳ.
πρέπει παρηΐς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ,
δί αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
πρόστερνοι στολμοὶ
πέπλων ἀγελάστοις
ξυμφοραῖς πεπληγμένων.
τορὸς γὰρ ὀρθόθριξ φόβος,
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί τε τῶνδ᾽ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα, μωμένα μ᾿ ἰάλλει
δύσθεος γυνά. φοβοῦμαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;.
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν·
δι᾽ ὤτων φρενός τε δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖται δέ τις. τὸ δ᾽ εὐτυχεῖν
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη,
τοὺς δ᾽ ἄκρατος ἔχει νύξ.
δι αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς ἄτα διαφέρει τὸν αἴτιον
παναρκέτας νόσουβρύειν.
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
βαίνοντες τὸν χερομυσή
φόνον καθαίροντες ἰοῦσαν ἄταν.
ἐμοὶ δ᾽, ἀνάγκαν γὰρ ἀμφίπτολιν
θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων
πατρῴων δούλιον ἐσᾶγον αἶσαν,
δίκαια καὶ μὴ δίκαια,
πρέποντ᾽ ἀρχὰς βίου,
βίᾳ φερομένων αἰνέσαι, πικρὸν φρενῶν
στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
ΗΛΕΚΤΡΑ.
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποὶ, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τύμβῳ χέουσα τάσδε κηδείους χοὰς
πῶς εὔφρον εἴπω, πῶς κατεύξωμαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρὶ, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φώ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς
ἔστ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατὴρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
στείχω, καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι.
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
λέγοις ἂν, εἴ τι τῶνδ᾽ ἔχεις ὑπέρτερον.
ΧΟ.
αἰδουμένη σοὶ βωμὸν ὣς τύμβον πατρὸς
λέξω, κελεύεις γὰρ, τὸν ἐκ φρενὸς λόγον.
ΗΛ.
λέγοις ἂν, ὥσπερ ἠδέσω τάφου πατρός.
ΧΟ.
φθέγγου χέουσα σεμνὰ τοῖσιν εὔφροσιν.
ΗΛ.
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω,
ΧΟ.
πρῶτον μὲν αὐτὴν χὤστις Αἴγισθον στυγεῖ.
ΗΛ.
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξωμαι τάδε;
ΧΟ.
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
ΗΛ.
τίν οὖν ἐτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει,
ΧΟ.
μέμνησ᾽ Ὀρέστου, κεί θυραϊός ἐσθ᾽ ὅμως
ΗΛ.
εὖ τοῦτο κἀφρένωσας οὐχ ἥκιστά με.
ΧΟ.
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη
ΗΛ.
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
ΧΟ.
ἐλθεῖν τιν᾿ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα
ΗΛ.
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις?
ΧΟ.
ἁπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
ΗΛ.
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
ΧΟ.
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
ΗΛ.
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ,
τοὺς γῆς ἐνερθε δαίμονας κλύειν ἐμὰς
εὐχὰς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ γαῖαν αὐτὴν, ἢ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
λέγω καλοῦσα, “πάτερ, ἐποίκτειρόν τ᾽ ἐμὲ
φίλον τ' Ὀρέστην πῶς ἀνάξομεν δόμοις.
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστὶν, οἱ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῶν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορου,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκην.
ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”
τοιαῖσδ᾽ ἐπ᾿ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
ΧΟ.
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότα,
πρὸς ἔρυμα τόδε κακῶν κεδνῶν τ᾽
ἀπότροπον ἄγος ἀπεύχετον
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,
σέβας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοτοῖ,
ἰὼ,τίς δορυσθενὴς ἀνὴρ, ἀναλυτὴρ δόμων,
Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽
ἐν ἔργῳ βέλη᾿ πιπάλλων "Αρης
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.
ΗΛ.
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
νέου δὲ μύθου τοῦδε κοινωνήσατε.
ΧΟ.
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
ΗΛ.
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
ΧΟ.
τίνος ποτ' ἀνδρὸς, ἢ βαθυζώνου κόρης;
ΗΛ.
εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
ΧΟ.
πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω;
ΗΛ.
οὐκ ἔστιν ὅστις πλὴν ἑνὸς κείραιτό νιν.
ΧΟ.
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
ΗΛ.
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾿ ἰδεῖν ὁμόπτερος.
ΧΟ.
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
ΗΛ.
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
ΧΟ.
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ᾖ τόδε;
ΗΛ.
μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.
ΧΟ.
καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
Η.Λ.
ἔπεμψε χαίτην κουρίμην χάριν πατρί.
ΧΟ.
οὐχ ἦσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
ΗΛ.
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει·
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφαρκτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾿ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
ἐμή γε μήτηρ, οὐδαμῶς δ᾽ ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάϊσμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου· σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.
φεῦ.
εἴθ᾽ εἶχε φωνὴν ἔμφρον᾽ ἀγγέλου δίκην,
ὅπως δίφροντις οὖσα μὴ ᾿κινυσσόμην,
ἀλλ᾽ ἢ σάφ᾽ ἦν μοι τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ᾿ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ἂν εἶχε συμπενθεῖν ἐμοὶ
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς.
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
ἐς ταυτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
ΟΡ.
εὔχου τὰ λοιπὰ, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
ΗΛ.
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
ΟΡ.
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
ΗΛ.
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
ΟΡ.
σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.
ΗΛ.
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
ΟΡ.
ὅδ᾽ εἰμί· μὴ μάτευ ἐμοῦ μᾶλλον φίλον.
ΗΛ.
ἀλλ᾽ ἦ δόλον τιν, ὦ ξέν, ἀμφί μοι πλέκεις;
ΟΡ.
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.
ΗΛ.
ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
ΟΡ.
κἀν τοῖς ἐμοῖσιν, εἴπερ ἐν τοῖς σοῖς ἐγώ.
ΗΛ.
ὡς ὄντ' Ὀρέστην ἄρα σ᾽ ἐγὼ προσεννέπω;
ΟΡ.
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ.
κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.
ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερὸς,
σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾿κπλαγῆς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῶν ὄντας πικρούς.
ΗΛ.
ὦ φίλτατον μέλημα δώμασιν πατρὸς,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσει πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί· προσαυδᾶν δ᾽ ἔστ᾽ ἀναγκαίως ἔχου
πατέρα τε καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων·
μόνον Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό μοι.
ΟΡ.
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν ἀετοῦ πατρὸς,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασι
δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελὴς
θήραν πατρώαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ', Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ᾽ ἀετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς·
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασι.
κόμιζ', ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν
δόμου, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
ΧΟ.
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρὸς,
σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκίδι πισσήρει φλογός.
ΟΡ.
οὔτοι προδώσει Λοξίου μεγασθενής
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ᾽ ἦπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
[τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον·
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τίσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μειλίγματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δὲ νῷν νόσους,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ·
ἄλλας τ᾽ ἐφώνει προσβολὰς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας,
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρύν
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ' ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι δ᾽ οὔτε συλλύειν τινά.
πάντων δ᾽ ἄτιμον κἄφιλον θνήσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.]
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι,
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενὶ,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
θήλεια γὰρ φρήν· εἰ δὲ μὴ, τάχ' εἴσεται.
ΧΟ.
ἀλλ᾽ ὦ μεγάλαι Μοίραι, Διόθεν
τῇδε τελευτᾶν,
ᾗ τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
γλῶσσα τελείσθω· τοὐφειλόμενον
πράσσουσα Δίκη μέγ᾽ ἀϋτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. δράσαντι παθεῖν,
τριγέρων μῦθος τάδε φωνεῖ,
ΟΡ.
ὦ πάτερ αἰνόπατερ, τί σοι φάμενος ἢ τί ῥέξας
τύχοιμ᾽ ἂν καθ᾽ ἓν οὐρίσας, ἔνθα σ᾽ ἔχουσιν εὐναί;
σκότῳ φάος ἀντίμοιρον·
χάριτες δ᾽ ὁμοίως
κέκληνται γόος εὐκλεὴς προσθοδόμοις Ἀτρείδαις.
ΧΟ.
τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμάζει
πυρὸς μαλερὰ γνάθος,
φαίνει δ᾽ ὕστερον ὀργάς·
ὀτοτύζεται δ᾽ ὁ θνήσκων, ἀναφαίνεται δ᾽ ὁ βλά-
πτων.
πατέρων τε καὶ τεκόντων γόος ἔνδικος ματεύει
τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς.
ΗΛ.
κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει πολυδάκρυτα
πένθη.
δίπαις τοί σ᾽ ἐπιτύμβιος θρῆνος ἀναστενάζει.
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ᾽ ὁμοίως.
τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν; οὐκ ἀτρίακτος
ἄτα;
ΧΟ.
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρήζων
θείη κελάδους εὐφθογγοτέρους·
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὰν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
ΟΡ.
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ
πρός τινος Λυκίων, πάτερ,
δορίδματος κατηναρίσθης,
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
τέκνων τ᾽ ἐν κελεύθοις ἐπιστρεπτὸν αἰῶ
κτίσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς
δώμασιν εὐφόρητον.
ΧΟ.
φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦσι
κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων χθονίων ἐκεῖ τυ-
ράννων·
βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζη, μόριμον λάχος πε-
ραίνων
χεροῖν πεισιβρότῳ τε βάκτρῳ.
ΗΛ.
μηδ᾽ ὑπὸ Τρωΐας
τείχεσι φθίμενος, πάτερ,
μετ᾿ ἄλλων δουρικμῆτι λαῷ
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι,
πάρος δ᾽ οἱ κτανόντες νιν οὕτως δαμῆναι
θανατηφόρον αἶσαν
πρόσω τινὰ πυνθάνεσθαι
τῶνδε πόνων ἄπειρον.
ΧΟ.
ταῦτα μὲν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,
παισὶ δὲ μᾶλλον γεγένηται.
ΗΛ.
τοῦτο διαμπερὲς οὖς
ἵκεθ᾽ ἅπερ τι βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν
βροτῶν τλάμονι καὶ πανούργῳ
χειρὶ, τοκεῦσι δ᾽ ὅμως τελεῖται.
ΧΟ.
ἐφυμνῆσαι γένοιτό μοι πυκάεντ᾽ ὀλολυγμὸν ἀν-
δρὸς
θεινομένου, γυναικός τ'
ὀλλυμένας, τί γὰρ κεύθω φρενὸς θεῖον ἔμπας
ποτᾶται, πάροιθεν δὲ πρώρας
δριμὺς ἄηται καρδίας
θυμὸς ἔγκοτον στύγος.
ΟΡ.
καὶ πότ᾽ ἂν ἀμφιθαλὴς
Ζεὺς ἐπὶ χεῖρα βάλοι,
φεῦ φεῦ, κάρανα δαΐξας;
πιστα γένοιτο χώρᾳ.
δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
ΧΟ.
ἀλλὰ νόμος μὲν φονίας σταγόνας
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ᾿ ἄτῃ.
ΗΛ.
ποῖ ποὶ δὴ νερτέρων τυραννίδες;
ἴδετε πολυκρατεῖς ἀραὶ φθιμένων,
ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων
ἄτιμα. πᾶ τις τράποιτ᾽ ἂν, ὦ Ζεῦ;
ΧΟ.
πέπαλται δ᾽ αὖτέ μοι φίλον κέαρ τόνδε κλύου
σαν οἶκτον.
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦται πρὸς ἔπος κλυούσα.
ὅταν δ᾽ αὖτ᾽ ἐπαλκὲς
θραρέαπέστασεν ἄχος
πρὸς τὸ φανεῖσθαί μοι καλῶς
ΟΡ.
τί δ᾽ ἂν φάντες τύχοιμεν; ἢ τά περ
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.
λύκος γὰρ ὥστ᾽ ὠμόφρων
ἄσαντος ἐκ ματρός ἐστι θυμός.
ΧΟ.
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
νόμοις ἰηλεμιστρίας,
ἀπρικτόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπιρροθεῖ
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
ΗΛ.
ἰὼ ἰὼ δαΐα
πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
ἄνευ πολιτᾶν ἄνακτ᾽,
ἄνευ δὲ πενθημάτων
ἔτλὰς ἀνοίμωκτον ἄνδρα θάψαι.
ΟΡ.
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τίσει
ἕκατι μὲν δαιμόνων,
ἕκατι δ᾽ ἀμᾶν χερῶν.
ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
ΧΟ.
ἐμασχαλίσθη δ᾽, ἔθ᾽ ὡς τόδ᾽ εἰδῇς,
ἔπρασσε δ᾽ ᾇπέρ νιν ὧδε θάπτει,
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
ΗΛ.
λέγεις πατρῷον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν
ἄτιμος, οὐδὲν ἀξία.
μυχοῦ δ᾽ ἄφερκτος πολυσίνου κυνὸς δίκαν
ἑτοιμοτέρα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένον.
τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου .
ΧΟ.
δ᾽ ὤτων δὲ συν-
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὀργᾷ μαθεῖν.
πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
ΟΡ.
σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
ΗΛ.
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
ΧΟ.
στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ,
ἄκουσον ἐς φάος μολών,
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
ΟΡ.
"Αρης Αρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
ΗΛ.
ἰὼ θεοὶ, κραίνετ᾽ ἐνδίκως
ΧΟ.
τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
εὐχομένοις δ᾽ ἂν ἔλθοι.
ὦ πόνος ἐγγενὴς
καὶ παράμουσος ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστου ἄφερτα κήδη·
ἰὼ δυσκατάπαυστον ἄλγος.
δώμασιν ἔμμοτον
τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾿ ἄλλων
ἔκτοθεν, ἀλλ᾽ ἀπ᾿ αὐτῶν
δι ὠμὰν ἔριν αἱματηράν.
θεῶν τῶν κατὰ γᾶς ὅδ᾽ ὕμνος.
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
ΟΡ.
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανὼν,
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
ΗΛ.
κἀγὼ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ μόθον.
ΟΡ.
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ᾽· εἰ δὲ μὴ, παρ᾽ εὐδείπνοις ἔσει
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
ΗΛ.
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
ΟΡ.
ὦ γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
ΗΛ.
ὦ Περσέφασσα, δὸς δ᾽ ἐπ᾽ εὔμορφον κράτος.
ΟΡ.
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
ΗΛ.
μέμνησο δ᾽ ἀμφίβληστρον ᾧ σ᾽ ἐκαίνυσαν,
ΟΡ.
πέδαις ἀχαλκεύτοις ὅθ᾽ ἡρέθης, πάτερ,
ΗΛ.
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
ΟΡ.
ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ?
ΗΛ.
ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα?
ΟΡ.
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
ΗΛ.
καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφω·
οἴκτειρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόον.
ΟΡ.
καὶ μὴ ᾿ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.
οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών·
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι· φελλοὶ δ᾽ ὡς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σώζοντες λίνου.
ΗΛ.
ἄκου, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
αὐτὸς δὲ σώζει τόνδε τιμήσας λόγον.
ΧΟ.
καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτεινάτην λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενὶ,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
ΟΡ.
ἔσται· πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽· οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τάδε
τὰ δῶρα, μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
ἑνὸς, μάτην ὁ μόχθος· ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
ΧΟ.
οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ᾽ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
ΟΡ.
ἡ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
ΧΟ.
τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
ΟΡ.
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
ΧΟ.
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
ΟΡ.
τίνος βορᾶς χρήζοντα, νευγενὲς δάκος;
ΧΟ.
αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι.
ΟΡ.
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
ΧΟ
ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
ΟΡ.
οὔτοι μάταιον ἂν τόδ᾽ ὄψανον πέλοι.
ΧΟ.
ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοὰς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
ΟΡ.
ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐπ᾿ ἀμὰ σπάργαν᾿ ηπλειζετο,·
καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
θρόμβῳ τ᾽ ἔμιξεν αἵματος φίλον γάλα,
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
κτενῶ νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
τερασκόπον δὲ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
ΧΟ.
γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις.
ΟΡ.
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
τοὺς δ᾽ ἕν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγω.
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμὰς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλῳ τε καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξἈπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκὼς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας
Πυλάδη, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησίδα,
γλώσσης ἀϋτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτ', ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς.
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν
“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργετε,
Αἴγισθος εἴπερ οἶδεν ἔκδημός περ ὤν?”
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρὸς,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾿ ὀφθαλμοὺς βαλεῖ,
πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος?” νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τὰν οἴκῳ καλῶς,
ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
ΧΟ.
πολλὰ μὲν γᾶ τρέφει δεινὰ δειμάτων ἄχη,
πόντιαί τ' ἀγκάλαι κνωδάλων
ἀνταίων
βροτοῖσι· πλάθουσι καὶ πεδαίχμιοι
λαμπάδες πεδάοροι,
πτανά τε καὶ πεδοβάμονα κάνεμοέντων
αἰγίδων φράσαι κότον.
ἀλλ᾽ ὑπέρτολμον ἀνδρὸς φρόνημα τίς λέγοι
καὶ γυναικῶν φρεσὶν τλαμόνων
παντόλμους
ἔρωτας ἄταισι συννόμους βροτῶν;
συζύγους δ᾽ ὁμαυλίας
θηλυκρατὴς ἀπέρωτος ἔρως παρανικᾷ
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος·
φροντίσιν δαεὶς,
τὰν ὁ παιδολυμὰς τάλαινα θεστιὰς μήσατο
πυρδαῆ τινα πρόνοιαν, καταίθουσα παιδὸς δα-
φοινὸν
δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν ματρόθεν κελάδησε,
ξύμμετρόν τε διαὶ βίου μοιρόκραντον ἐς ἆμαρ.
ἄλλαν δή τιν ἐν λόγοις στυγεῖν
φοινίαν Σκύλλαν,
ἅτ᾽ ἐχθρῶν ὑπαὶ φῶτ᾽ ἀπώλεσεν φίλον Κρητι-
κοῖς
χρυσεοδμήτοισιν ὅρμοις πιθήσασα δώροισι Μί-
νω,
Νίσον ἀθανάτας τριχὸς νοσφίσασ᾽ ἀπροβούλως
πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ. κιγχάνει δὲ νιν
Ἑρμῆς.
ἐπεὶ δ᾽ ἐπεμνασάμαν ἀμειλίχων
πόνων, ἀκαίρως δὲ δυσφιλὲς γαμήλευμ᾽ ἀπεύ-
χετον δόμοις
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ᾿ ἀνδρὶ τευχεσφόρῳ,
ἐπ᾿ ἀνδρὶ δᾴοις ἐπικότῳ σέβας,
τίων δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
γυναικείαν ἄτολμον αἰχμάν.
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
λόγῳ· γοᾶται δὲ δὴ ποθει κατάπτυστον· ἥκασεν
δέ τις
τὸ δεινὸν ἂν Λημνίοισι πήμασι.
θεοστυγήτῳ δ᾽ ἄχει
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;
τὸ δ᾽ ἄγχι πνευμόνων ξίφος
διανταίαν ὀξυπευκὲς οὐτᾷ
διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὐ
λὰξ πέδον πατούμενον,
τὸ πᾶν Διὸς σέβας παρεκβάντες οὐ θεμιστῶς.
Δίκας δ᾽ ἐρείδεται πυθμήν.
προχαλκεύει δ᾽ Αἶσα φασγανουργός·
τέκνον δ᾽ ἐπεσφέρει διμασε
αἱμάτων παλαιτέρων
τίνει μύσος χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
ΟΡ.
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξεν ἐστὶν, Αἰγίσθου βίαν.
ΟΙΚΕΤΗΣ.
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
ΟΡ.
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὔσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται
σκοτεινὸν, ὥρα δ᾽ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον·
αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ.
ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποϊάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα,
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήρια.
στρωμνὴ δικαίων τ᾽ ὀμμάτων παρουσία.
εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.
ΟΡ.
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνὴρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδὸν,
Στρόφιος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·
ἐπείπερ ἄλλως, ὦ ξέν, εἰς ῎Αργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ᾽ Ὀρέστην εἰπὲ, μηδαμῶς λάθῃ.
εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ᾽ οὖν μέτοικον, ἐς τὸ πᾶν ἀεὶ ξένον,
θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.
ΚΛ.
οἳ ᾿γὼ, κατ᾿ ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων ἀρὰ,
ὡς πόλλ᾽ ἐπωπᾶς κἀκποδὼν εὖ κείμενα,
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβόλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,
νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφει.
ΟΡ.
ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσι
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον?
πρὸς δυσσεβείας δ᾽ ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσὶ,
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον.
ΚΛ.
οὔτοι κυρήσεις μεῖον ἀξίας σέθεν,
οὐδ᾽ ἦσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους δὲ τούσδε καὶ ξυνεμπόρους·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
αἰνῶ δὲ πράσσειν ὡς ἐπ᾿ εὐθύνῳ τάδε.
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κού σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
εἶεν, φίλιαι δμωΐδες οἴκων,
πότε δὴ στομάτων
δείξομεν ἰσχὺν ἐπ᾿ Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνι ἀκτὴ
χώματος, ἢ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, νύχιόν θ᾽ Ἐρμῆν
τοῖσδ᾽ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην
ποῦ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος.
ΤΡΟΦΟΣ.
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
ὅπως τάχιστ' ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ᾿ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε. πρὸς μὲν οἰκέτας
θέτο σκυθρωπὸν ἐντὸς ὀμμάτων γέλων,
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν
φήμης ὑφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην.
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβὴν,
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,
καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ· τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὐ; τρόπῳ φρενός·
οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ἂν ἐν σπαργάνοις,
εἰ λιμὸς, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
κναφεὺς τροφεύς τε ταυτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί.
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ᾽ ἐπ᾿ ἄνδρα τῶνδε λυμαντήριον
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
ΧΟ.
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
ΤΡ.
ὅπως; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.
ΧΟ.
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
ΤΡ.
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
ΧΟ.
μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει·
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγος.
ΤΡ.
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
ΧΟ.
ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
ΤΡ.
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
ΧΟ.
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
ΤΡ.
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
ΧΟ.
ἄγγελλ᾿ ἰοῦσα, πρᾶσσε τάπεσταλμένα.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
ΤΡ.
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
ΧΟ.
νῦν παραιτουμένα μοι, πάτερ Ζεῦ θεῶν Ὀλυμ-
πίων,
δὸς τύχας, τυχεῖν δέ μου κυρίως
τὰ σώφροσιν εὖ μαιομένοις ἰδεῖν.
διὰ δίκας πᾶν ἔπος
ἔλακον, ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
πρὸ δὲ δὴ ἐχθρῶν τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
θὲς, ἐπεί νιν μέγαν ἄρας,
δίδυμα καὶ τριπλᾶ
παλίμποινα θέλων ἀμείψει.
ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖνιν ζυγέντ᾽ ἐν
ἅρματι
πημάτων, ἐν δρόμῳ προστιθεὶς
μέτρον. τίς ἂν σωζόμενον ῥυθμὸν
τοῦτ᾽᾿ ἰδεῖν δάπεδον
ἀνομένων βημάτων ὄρεγμα;
οἵ τ᾽ ἔσωθε δωμάτων
πλουτογαθῆ μυχὸν νομίζετε,
κλύετε, σύμφρονες θεοί.
ἄγετε, τῶν πάλαι πεπραγμένων
λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
γέρων φόνος μηκέτ' ἐν δόμοις τέκοι.
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
στόμιον, εὖ δὸς ἀναδῦν δόμον ἀνδρὸς,
καί νιν ἐλευθερίως
λαμπρῶς ἰδεῖν φιλίοις
ὄμμασι δνοφερᾶς καλύπτρας.
ξυλλάβοι δ᾽ ἐνδίκως
παῖς ὁ Μαίας ἐπιφορώτατος
πρᾶξιν οὐρίαν θέλων,
πολλὰ δ᾽ ἄλλα φανεῖ χρηΐζων
κρυπτάν. ἀσκοπον δ᾽ ἔπος λέγων
νύκτα πρό τ' ὀμμάτων σκότον φέρει,
καθ' ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
καὶ τότ᾽ ἤδη πλοῦτον
δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
ὁμοῦ κρεκτὸν γοητῶν νόμον μεθήσομεν
πόλει· τὰ δ᾽ εὖ
ἐμὸν ἐμὸν κέρδος ἀέξεται τόδε·
ἅτα δ᾽ ἀποστατεῖ φίλων.
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
ἐπαΰσας πατρὸς ἔργῳ, θροούσᾳ
πρὸς σὲ, τέκνον, πατρὸς αὐδὰν,
καὶ περαίνων ἐπίμομφον ἄταν,
Περσέως τ᾽ ἐν φρεσὶν
καρδίαν σχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοισι,
τοῖς τ' ἄνωθεν προπράσσων
χάριτος ὀργᾶς λυπρᾶς, ἔνδοθεν
φοινίαν ἄταν τιθεὶς,
τὸν αἴτιον δ᾽ ἐξαπολλὺς μόρου.
ΑΙΓΙΣθΟΣ.
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον γ' Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος αἱματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνοντι καὶ δεδηγμένῳ.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω?
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρώσκουσι, θνήσκοντες μάτην?
τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
ΧΟ.
ἠκούσαμεν μὲν, πυνθάνου δὲ τῶν ξένων
εἴσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πέρι.
Α.Ι.
ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
εἴτ᾿ αὐτὸς ἦν θνήσκοντος ἐγγύθεν παρών,
εἰτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.
ΧΟ.
Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ',
ὑπὸ δ᾽ εὐνοίας
πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι?
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
πειραὶ κοπάνων ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν Ἀγαμέμνονίων
οἴκων ὄλεθρον διὰ παντὸς,
ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερία
δαίων ἀρχάς τε πολισσονόμους
πατέρων θ᾽ ἕξει μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ἂν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
ΑΙ.
ἐὴ, ὀτοτοτοῖ.
ΧΟ.
ἔα ἔα μάλα·
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
ΟΙ.
οἴμοι, πανοίμοι δεσπότου τελουμένου,
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
οὐχ ὥστ᾽ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ ιού.
κωφοῖς ἀϋτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω. ποῖ Κλυταιμνήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκης πεπληγμένος.
ΚΛ.
τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
ΟΙ.
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
ΚΛ.
οἳ ᾿γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα.
ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
ΟΡ.
σὲ καὶ ματεύω· τῷδε δ᾽ ἀρκούντως ἔχει.
ΚΛ.
οἳ ᾿γώ. τέθνηκας, φίλτατ' Αἰγίσθου βία.
ΟΡ.
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῶς ποτέ.
ΚΛ.
ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
μαστὸν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
ΟΡ.
Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν?
ΠΥΛΑΔΗΣ.
ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστὰ δ᾽ εὐορκώματα?
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
ΟΡ.
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
καὶ ζῶντα γάρ νιν κρείσσον ἡγήσω πατρός·
τούτῳ θανοῦσα συγκάθευδ᾽, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
ΚΛ.
ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
ΟΡ.
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
ΚΛ.
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
ΟΡ.
καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
ΚΛ.
οὐδὲν σεβίζει γενεθλίους ἀρὰς, τέκνον?
ΟΡ.
τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
ΚΛ.
οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
ΟΡ.
διχῶς ἐπράθην ἂν ἐλευθέρου πατρός.
ΚΛ.
ποῦ δῆθ᾽ ὁ τίμος, ὅντιν᾿ ἀντεδεξάμην?
ΟΡ.
αἰσχύνομαι σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
ΚΛ.
μἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
ΟΡ.
μὴ ᾿λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
ΚΛ.
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
ΟΡ.
τρέφει δέ γ'᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
ΚΛ.
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
ΟΡ.
σύ τοι σεαυτὴν, οὐκ ἐγὼ, κατακτενεῖς.
ΚΛ.
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
ΟΡ.
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε?
ΚΛ.
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
ΟΡ.
πατρὸς γὰρ αἶσα τόνδ᾽ ἐπουρίζει μόρον.
ΚΛ.
οἳ ᾿γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.
ΟΡ.
ἦ κάρτα μάντις οὗξ ὀνειράτων φόβος.
ΚΛ.
ΟΡ.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
ΧΟ.
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, βαρύδικος
ποινά·
ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς ῎Αρης.
ἔλακε δ᾽ ἐς τὸ πᾶν ὁ πυθοχρήστας φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων
ἀναφυγὰς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
δυσοίμου τύχας.
ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας δολιόφρων
ποινά ·
ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτητύμως
Διὸς κόρα· (Δίκαν δέ νιν
προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς)
ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον·
τάπερ ὁ Λοξίας ὁ Παρνάσιος,
μέγαν ἔχων μυχὸν χθονὸς ἐπ᾿ ὄχθει
ἄξεν ἀδόλως δολίαν
βλαπτομέναν χρονισθεῖσαν ἐποίχεται.
κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ ὑπουργεῖν
κακοῖς.
ἄξιον δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν·
πάρα τὸ φῶς ἰδεῖν.
μέγα τ᾽ ἀφηρέθην ψάλιον οἰκετῶν.
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.
τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας
μύσος πᾶν ἐλάσῃ
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχα δ᾽ εὐπροσώπῳ κοίτᾳ τὸ πᾶν
ἰδεῖν ἀκοῦσαι θρεομένοις
μέτοικοι δόμων πεσοῦνται πάλιν.
πάρα τὸ φῶς ἰδεῖν.
ΟΡ.
ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι..
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδ᾽ εὐόρκως ἔχει.
ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρὶ,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατ' αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,
οὐχ οὑμὸς, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε
Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς.
Γὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτὲ,
ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·
ἥτις δ᾽ ἐπ᾿ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δ᾽ ἐχθρὸν, ὡς φαίνει, κακὸν,
τί σοι δοκεῖ; μύραινά γ'᾽ εἰτ᾽ ἔχιδν ἔφυ
σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον
τόλμης ἕκατι κἀκδίκου φρονήματος.
τί νιν προσείπω καὶ τύχω μάλ᾽ εὐστομῶν?
ἄγρευμα θηρὸς, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν.
ἄρκυν δ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνὴρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρενί.
τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτ'· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.]
ΧΟ.
αἰαῖ αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
ἐὴ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
ΟΡ.
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
πατροκτόνον θ' ὕφασμα προσφωνῶν τόδε
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
ΧΟ.
οὔτις μερόπων ἀσινῆ βίοτον
διὰ πάντ᾽ ἄτιμος ἀμείψεται.
ἐὴ,
μόχθος δ᾽ ὁ μὲν αὐτίχ, ὁ δ᾽ ἥξει.
ΟΡ.
ἀλλ᾽, ὡς ἂν εἰδῆτ, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω. φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι· πρὸς δὲ καρδία φόβος
ἄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
ἕως δ᾽ ἔτ ἔμφρων εἰμὶ, κηρύσσω φίλοις,
κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ
πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δ᾽ οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων προσίξεται.
καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ' αἷμα κοινόν· οὐδ᾽ ἐφ᾽ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
τὰ δ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω
καὶ μαρτυρεῖν μοι μενελε ὡς ἐπορσύνθη κακά.
ἐγὼ δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκώς τάσδε κληδόνας λιπών.
ΧΟ.
ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα
φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά·
ἠλευθέρωσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
ΟΡ.
ἀᾶ.
δμωαὶ γυναῖκες αΐδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
πυκνοῖς δράκουσιν· οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
ΧΟ.
τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων, πάλιν
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
ΟΡ.
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
ΧΟ.
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
ΟΡ.
ἄναξ῎Απολλον, αΐδε πληθύουσι δὴ,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
ΧΟ.
σώσει καθαρμός· Λοξίας δὲ προσθιγὼν
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
ΟΡ.
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
ΧΟ.
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὺς φυλάσσοι καιρίοισι συμφοραῖς.
ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμών
πνεύσας γονίας ἐτελέσθη.
παιδόβοροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανές τε θυέστου·
δεύτερον ἀνδρὸς βασίλεια πάθη·
λουτροδάϊκτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτὴρ,
ἢ μόρον εἴπω;
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;