Χοηφόροι
Aeschylus
Gregory Crane
Perseus Project, Tufts University
Gregory Crane
Prepared under the supervision of
Gregory Crane
Schmidt Sciences
About 110Kb
Trustees of Tufts University
Medford, MA
Perseus Project
Aeschylus
Aeschyli tragoediae
Gottfried Hermann
Lipsiae
Apud Weidmannos
1852
2
OCR from HathiTrust
This pointer pattern extracts lines
Greek, Ancient (to 1453)
Latin
Regularized Hermann's 1852 Χοηφόροι in TEI/EpiDoc format using the Hermann Eumenides structure (URN: urn:cts:greekLit:tlg0085.tlg006.hermann1852-grc2).
Τὰ τοῦ δράματος πρόσωπαὈρέστηςΧορόςἨλέκτραΤροφόςΚλυταιμνήστραΑἴγισθοςΟἰκέτηςΠυλάδης
Ὀρέστης
Ἑρμῆ χθόνιε πατρῷ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ' αιτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι.
πλόκαμον Ἰνάχῳ θρεπτήριον,
τὸν δεύτερον δὲ τόνδε πενθητήριον.
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον,
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ' ἐκφορᾷ νεκροῦ.
τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἡδ᾽ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προςεικάσω;
πότερα δόμοισι πῆμα προςκυρεῖ νέον;
ἢ πατρὶ τῷ 'μῷ τάσδ᾽ ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τίσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
Ὀρέστης
μάθω γυναικῶν ἥτις ἥδε προςτροπή.
Χορός
ἰαλτὸς ἐκ δόμων ἔβην
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ·
πρέπει παρηῒς φοίνιος διωγμὸς
ὄνυχος ἄλοκι νεοτόμῳ,
δι' αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν
πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις
ξυμφοραῖς πεπληγμένων.
τορὸς δὲ φοῖτος ὀρθόθριξ,
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταὶ δὲ τῶνδ᾽ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως,
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον, ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα, μωμένα με ἰάλλει
δύςθεος γυνά. φοβοῦμαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδῳ;
ἰὼ πανοίζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
ἀνήλιοι, βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισιν.
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
δι' ὤτων φρενός τε δαμίας περαῖνον
Χορός
νῦν ἀφίσταται· φοβεῖται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντ᾽ ἀτυχεῖ,
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.
δι' αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς δ᾽ ἄτα διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος· πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
ῥαίνοντες τὸν χερομυσῆ
φόνον καθαρσίοις ἴοιεν ἂν μάτην.
ἐμοὶ δ᾽ (ἀνάγκαν γὰρ ἀμφίπτολιν
θεοὶ προςήνεγκαν· ἐκ γὰρ οἴκων
πατρῴων δμωΐαν ἐςᾶγον αἶσαν)
δίκαια καὶ μὴ δίκαια, πρέπον τύχαις βίου
βίᾳ φερομένων αἰνέσαι, πικρὸν φρενῶν
στύγος κρατούσῃ, δακρύων ὑφειμάτων,
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
Ἠλέκτρα
δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προςτροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τύμβῳ χέουσα τάσδε κηδείους χοὰς
πῶς εὔφρον᾽ εἴπω; πῶς κατεύξωμαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
Ἠλέκτρα
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σίγ᾽ ἀτίμως, ὥςπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέουσα, γάποτον χύσιν,
στείχω, καθάρμαθ' ὥς τις ἐκπέμψας, πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
τῆσδ᾽ ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ' ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
Χορός
αἰδουμένῃ σοὶ βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα
λόγους ἂν οἷςπερ ᾐδέσω τάφον πατρὸς
στέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχεις ὑπέρτερον·
φθέγγου χέουσα σεμνὰ τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
τίνας δὲ τούτους τῶν φίλων προςεννέπω;
Χορός
πρῶτον μὲν αὐτήν, χὥςτις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;
Χορός
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
Ἠλέκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προςτιθῶ στάσει;
Χορός
μέμνησ' Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.
Ἠλέκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
Ἠλέκτρα
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
Χορός
ἐλθεῖν τιν' αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινά.
Ἠλέκτρα
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
Χορός
ἁπλῶς τι φράζουσ', ὅςτις ἀνταποκτενεῖ.
Ἠλέκτρα
καὶ ταῦτά μουστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα
κήρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
*ἄρηξον,* Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων αἱμάτων ἐπισκόπους,
καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας φθιτοῖς
λέγω, καλοῦσα πατέρ', ἐποικτείροντ᾽ ἐμὲ
φίλον τ' Ὀρέστην
φίλον τ' Ὀρέστην φῶς ἀνάξομεν δόμοις.
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅςπερ σου φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν, οἳ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
Ἠλέκτρα
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ.
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε· τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ Γῇ καὶ Δίκῃ νικηφόρῳ.
τοιαῖςδ᾽ ἐπ' εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
Χορός
ἵετε δάκρυ καναχὲς
ὀλόμενον ὀλομένῳ
δεσπότᾳ πρὸς ἕρμα γᾶς
τόδε κεδνῶν, κακῶν δ᾽
ἀπότροπον ἄγος ἀπεύχετον
κεχυμένων χοᾶν· κλῦε δέ μοι, σέβας,
κλύ᾽, ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοῖ,
ὀτοτοτοτοῖ, ἰώ,
τίς δορυσθενὴς ἀνὴρ
ἀναλυτὴρ δόμων,
Σκυθικά τ' ἐν χερὶ παλίντονα
ἐν ἔργῳ βέλη 'πιπάλλων Ἄρης
σχέδιά τ' αὐτόκωπα νωμῶν ξίφη;
Ἠλέκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
νέου δὲ μύθου τοῦδε κοινωνήσατε.
Χορός
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
Ἠλέκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός
τίνος ποτ᾽ ἀνδρὸς ἢ βαθυζώνου κόρης;
Ἠλέκτρα
εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
Χορός
πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω;
Ἠλέκτρα
οὐκ ἔστιν ὅςτις, πλὴν ἐμοῦ, κείραιτό νιν.
Χορός
ἐχθροὶ γὰρ οἷς προςῆκε πενθῆσαι τριχί.
Ἠλέκτρα
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ' ἰδεῖν ὁμόπτερος—
Χορός
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
Ἠλέκτρα
αὐτοῖσιν ἡμῖν κάρτα προςφερὴς ἰδεῖν.
Χορός
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
Ἠλέκτρα
μάλιστ᾽ ἐκείνου βοστρύχοις προςείδεται.
Χορός
καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
Ἠλέκτρα
ἔπεμψε χαίτην κουρίμην χάριν πατρί.
Χορός
οὐχ ἧσσον αὖ δάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
Ἠλέκτρα
κἀμοί προςέστη καρδίᾳ κλυδώνιον
χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει·
Ἠλέκτρα
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφρακτοι δυςχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύςθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάϊσμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου,—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.
φεῦ.
εἴθ' εἶχε φωνὴν ἔμφρον᾽ ἀγγέλου δίκην,
ὅπως δίφροντις οὖσα μὴ κινυσσόμην,
ἀλλ᾽ ἦν σαφηνῆ τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ' ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὤν, εἶχε συμπενθεῖν ἐμοὶ
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
Χορός
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ' ἂν σπέρματος μέγας πυθμήν.
Ἠλέκτρα
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
ποδῶν ὁμοῖοι τοῖς τ' ἐμοῖσιν ἐμφερεῖς.
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ' ὑπογραφαὶ μετρούμεναι
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
Ὀρέστης
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεςφόρους
Ὀρέστης
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
Ἠλέκτρα
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ὀρέστης
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
Ἠλέκτρα
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ὀρέστης
σύνοιδ᾽ Ὀρέστην πολλά σ' ἐκπαγλουμένην.
Ἠλέκτρα
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ὀρέστης
ὅδ᾽ εἰμί· μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.
Ἠλέκτρα
ἀλλ᾽ ἦ δόλον τιν', ὦ ξέν', ἀμφί μοι πλέκεις;
Ὀρέστης
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.
Ἠλέκτρα
ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις;
Ὀρέστης
κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς.
Ἠλέκτρα
ὡς ὄντ᾽ Ὀρέστην γάρ σ᾽ ἐγὼ προςεννέπω;
Ὀρέστης
αὐτόν με νῦν ὁρῶσα δυςμαθεῖς· σὺ δὲ
κουρὰν ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
σκέψαι τομῇ προςθεῖσα βόστρυχον τριχὸς
σαυτῆς ἀδελφοῦ, συμμέτρου τῷ σῷ κάρᾳ.
ἰδοὺ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
σπάθης τε πληγάς, καὶ θηρίων γραφήν.
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ 'κπλαγῇς φρένας·
Ὀρέστης
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ἠλέκτρα
ὦ φίλτατον μέλημα δώμασιν πατρός,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσει πατρός.
ὦ τερπνὸν ὄμμα, τέσσαρας μοίρας ἔχον
ἐμοί· προςαυδᾶν δ᾽ ἔστ᾽ ἀναγκαίως ἔχον
πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον (ἡ δὲ πανδίκως ἐχθαίρεται),
καὶ τῆς σφαγείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ', ἐμοὶ σέβας φέρων.
μόνον Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
Ὀρέστης
Ζεῦ, Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης· τοὺς δ᾽ ἀπορφανισμένους
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελὴς
θήραν πατρῴαν προςφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ', Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
Ἠλέκτρα
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσούς τούςδ᾽ ἀποφθείρας, πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς·
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμισαι, ἀπὸ σμικροῦ δ᾽ ἂν αἴρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Χορός
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
χρησμός, κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλά, καὶ δυςχειμέρους
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους,
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον·
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τίσειν μ' ἔχοντα πολλὰ δυςτερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυςφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ ἀεὶ νόσους,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ·
ἄλλας τ' ἐφώνει προςβολὰς Ἐρινύων,
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας.
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προςτροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα, καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
κινεῖ, ταράσσει· καὶ διώκεται πόλεως
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ' ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι δ᾽ οὔτε συλλύειν τινά.
πάντων δ᾽ ἄτιμον κἄφιλον θνήσκειν χρόνῳ,
Ὀρέστης
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖςδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ' ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
θεοῦ τ᾽ ἐφετμαί, καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχ᾽ εἴσεται.
Χορός
ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
ᾗ τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
γλῶσσα τελείσθω· τοὐφειλόμενον
πράσσουσα Δίκη μέγ᾽ ἀϋτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. “δράσαντι παθεῖν,”
τριγέρων μῦθος τάδε φωνεῖ.
Ὀρέστης
ὦ πάτερ αἰνόπατερ, τί σοι
φάμενος ἢ τί ῥέξας
τύχοιμ' ἄν, ἕκαθεν οὐρίσας,
ἔνθα σ᾽ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοιρον;
χάριτες δ᾽ ὁμοίως
κέκληνται γόος εὐκλεὴς
προσθοδόμοις Ἀτρείδαις.
Ἡμιχόριον Α
τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμάζει
πυρὸς μαλερὰ γνάθος,
φαίνει δ᾽ ὕστερον ὀργάς.
ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
Ἡμιχόριον Α
ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
πατέρων τε καὶ τεκόντων
γόος ἔνδικος ματεύει
ῥοπὰν, ἀμφιλαφὴς ταραχθείς.
Ἠλέκτρα
κλῦθι νυν, ὦ πάτερ, ἐν μέρει
πολυδάκρυτα πένθη.
δίπαις δέ σ' ὅδ᾽ ἐπιτύμβιος
θρῆνος ἀναστενάζει.
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ' ὁμοίως.
τί τῶνδ᾽ εὖ; τί δ᾽ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
Ἡγεμὼν Ἡμιχορίου Α
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρήζων
θείη κελάδους εὐφθογγοτέρους,
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὼν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
Ὀρέστης
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης·
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιν,
τέκνων τ' ἐν κελεύθοις
κτίσας ἐπιστρεπτὸν αἰῶ,
πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς,
δώμασιν εὐφόρητον.
Ἡμιχόριον Α
φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦσιν
κατὰ χθονὸς ἐμπρέπων,
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
Ἡμιχόριον Α
χθονίων ἐκεῖ τυράννων.
βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζη,
μόριμον λάχος πιπλάντων
χεροῖν πεισίβροτόν τε βάκτρον.
Ἠλέκτρα
μηδ᾽ ὑπὸ Τρωΐοις
τείχεσι φθίμενος, πάτερ,
μετ' ἄλλῳ δουρικμῆτι λαῷ
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι
* πέπρωσο· * πάρος δ᾽ οἱ
κτανόντες νιν οὕτω δαμῆναι,
θανατηφόρον αἶσαν
πρόσω τινὰ πυνθάνεσθαι
τῶνδε πόνων ἄπειρον.
Χορός
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ Ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι, στυγερῶν δ' ὄντων·
παισὶ δὲ μᾶλλον γεγένηται.
Ἠλέκτρα
τοῦτο διαμπερὲς οὖς
τομῷ ἅπερ τε βέλος.
Ζεῦ, Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν
βροτῶν τλήμονι καὶ πανούργῳ
χειρί, τοκεῦσι δ᾽ ὁμῶς τελεῖται.
Ἡμιχόριον Β
ἐφυμνῆσαι γένοιτό μοι *ποτε*
πευκήεντ᾽ ὀλολυγμὸν ἀνδρὸς
θεινομένου, γυναικός θ'
Ἡμιχόριον Β
ὀλλυμένας. τί γὰρ κεύ-
θω, φρενὸς οἷον ἔμπας
ποτᾶται πάροιθε πρώρας
δριμυτάτου κραδίας
θύματος ἔγκοτον στύγος;
Ὀρέστης
καὶ πότ' ἂν ἀμφιθαλὴς
Ζεὺς ἔπι χεῖρα βάλοι,
φεῦ, φεῦ, κάρανα δαΐξας;
πιστὰ γένοιτο χώρᾳ.
δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
Ἡγεμὼν Ἡμιχορίου Β
ἀλλὰ νόμος μὲν φονίας σταγόνας
χυμένας ἐς πέδον ἄλλο προςαιτεῖν
αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.
Ἠλέκτρα
τί ποῖ δὴ νερτέρων τυραννίδες;
ἴδετε, πολυκρατεῖς ἀραὶ φθιμένων,
ἴδεσθ' Ἀτρειδᾶν τὰ λοιπ᾽ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων
ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;
Ἡμιχόριον Β
πέπαλται δ᾽ αὖτέ μοι φίλον κέαρ
* οἰκτρὸν* τόνδε κλύουσαν οἶκτον.
καὶ τότε μὲν δύςελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
ὅταν δ᾽ αὖτ' ἐπαλκὲς *ἦτορ*
θάρσος, ἀπέστασεν ἄχος
πρὸς τὸ φανεῖν τί μοι καλῶς.
Ὀρέστης
τί δ᾽ ἂν φάντες τύχοιμεν; ἢ τά περ
πάθομεν ἄχει πρός γε τῶν τεκομένων;
πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.
λύκος γὰρ ὥςτ᾽ ὠμόφρων
ἄσαντος ἐκ ματρός ἐστι θυμός.
Ἡμιχόριον Α
ἔκοψα κομμὸν Ἄριον, ἔν τε Κισσίας
νόμοις ἰηλεμιστρίας
ἀπριγδόπληκτα πολυπλάνητ' ἄδην ἰδεῖν
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα,
ἄνωθεν, ἀνέκαθεν· κτύπῳ δ᾽ ἐπιρροθεῖ
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Ἠλέκτρα
ἰὼ, ἰὼ δαΐα
πάντολμε μῆτερ, δαΐαις ἐν ἐκφοραῖς
ἄνευ πολιτᾶν ἄνακτ',
ἄνευ δὲ πενθημάτων
ἔτλης ἀνοίμωκτον ἄνδρα θάψαι.
Ὀρέστης
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει,
ἕκατι μὲν δαιμόνων,
ἕκατι δ᾽ ἀμᾶν χερῶν.
ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
Ἡμιχόριον Β
ἐμασχαλίσθη δέ γ', ὡς τόδ᾽ εἰδῇς.
ἔπρασσε δ' ἅπερ νιν, ὧδε θάπτει,
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
Ἠλέκτρα
λέγεις πατρῷον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν,
ἄτιμος, οὐδὲν ἀξία.
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦ κυνὸς δίκαν
Ἠλέκτρα
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν
γράφου, δι' ὤτων δέ τοι
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
Ὀρέστης
σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
Ἠλέκτρα
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
Χορός
στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ.
ἄκουσον ἐς φάος μολών,
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
Ὀρέστης
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκα Δίκᾳ.
Ἠλέκτρα
ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως *δίκας.*
Χορός
τρόμος μ' ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
εὐχομένοις δ᾽ ἂν ἔλθοι.
Ἡμιχόριον Α
ἰὼ πόνος ἐγγενής,
καὶ παράμουσος ἄτης
αἱματόεσσα πλαγά.
ἰὼ δύστον᾽ ἄφερτα κήδη.
ἰὼ δυςκατάπαυστον ἄλγος.
Ἡμιχόριον Β
δώμασι δ᾽ ἔμμοτον
τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ' ἄλλων
ἔκτοθεν, ἀλλ' ἀπ' αὐτῶν
Ἡμιχόριον Β
δι' ὠμὰν ἔριν αἱματηράν.
θεῶν τῶν κατὰ γᾶς ὅδ᾽ ὕμνος.
Χορός
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς, πέμπετ᾽ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
Ὀρέστης
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
Ἠλέκτρα
κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν, μέγαν προςθεῖσαν Αἰγίσθῳ *φθόρον.*
Ὀρέστης
οὕτω γὰρ ἂν σοι δαῖτες ἔννομοι βροτῶν
κτίζοιντ᾽· εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
Ἠλέκτρα
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ὀρέστης
ὦ γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
Ἠλέκτρα
ὦ Περσέφασσα, δὸς δέ γ' εὔμορφον κράτος.
Ὀρέστης
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ἠλέκτρα
μέμνησο δ᾽ ἀμφίβληστρον ᾧ σ᾽ ἐκαίνισαν.
Ὀρέστης
πέδαις δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
Ἠλέκτρα
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ὀρέστης
ἆρ᾽ ἐξεγείρει τοῖςδ᾽ ὀνείδεσιν, πάτερ;
Ἠλέκτρα
ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ὀρέστης
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
Ἠλέκτρα
καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
ἰδὼν νεοσσοὺς τούςδ᾽ ἐφημένους τάφῳ·
οἴκτειρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόον.
Ὀρέστης
καὶ μὴ 'ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.
Ἠλέκτρα
οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών.
Ὀρέστης
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι· φελλοὶ δ᾽ ὡς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σώζοντες λίνου.
Ἠλέκτρα
ἄκου· ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα·
αὐτὸς δὲ σώζῃ, τόνδε τιμήσας λόγον.
Χορός
καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτεινάτην λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ', ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη, δαίμονος πειρώμενος.
Ὀρέστης
ἔσται· πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽· οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε·
τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ' αἵματος
Ὀρέστης
ἑνός, μάτην ὁ μόχθος· ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
Χορός
οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ' ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύςθεος γυνή.
Ὀρέστης
καὶ πέπυσθε τοὔναρ, ὥςτ᾽ ὀρθῶς φράσαι;
Χορός
τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορός
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης
τίνος βορᾶς χρήζοντα, νεογενὲς δάκος;
Χορός
αὐτὴ προςέσχε μαστὸν ἔν γ᾽ ὀνείρατι.
Ὀρέστης
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
Χορός
ὥςτ' ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης
οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.
Χορός
ἡ δ᾽ ἐξ ὕπνου κέκραγεν ἐπτοημένη·
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει τ' ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
Ὀρέστης
ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεςφόρον.
κρίνω δέ τοί νιν ὥςτε συγκόλλως ἔχειν.
Ὀρέστης
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
θρόμβῳ τ' ἔμιξεν αἵματος φίλον γάλα,
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπώμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
τερασκόπον δὲ τῶνδέ σ' αἱροῦμαι πέρι.
Χορός
γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
Ὀρέστης
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
τοὺς δ᾽ ἕν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγω.
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον,
δόλῳ δὲ καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σάγην ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας,
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀϋτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτ', ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς.
μενοῦμεν οὕτως, ὥςτ᾽ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν·
“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν,
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἐρεῖ, σάφ' ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,
Ὀρέστης
πρὶν αὐτὸν εἰπεῖν, “ποδαπὸς ὁ ξένος;” νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἄν οἴκῳ καλῶς,
ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ' ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
Χορός
πολλὰ μὲν γὰ τρέφει
δεινὰ δειμάτων ἄχη,
πόντιαί τ' ἀγκάλαι
κνωδάλων ἀνταίων
βρύουσι· βλάπτουσι καὶ πεδαίχμιοι
λαμπάδες πεδάοροι,
πτανά τε καὶ πεδοβάμον᾽, ἅ τ' ἀνεμούντων
αἰγίδων φράσαι κότον.
ἀλλ᾽ ὑπέρτολμον ἀν-
δρὸς φρόνημα τίς λέγοι,
καὶ γυναικῶν φράσει
τλημόνων παντόλμους
ἔρωτας, ἄταισι συννόμους βροτῶν,
συζύγους θ' ὁμαυλίας;
θηλυκρατὴς ἀπέρωτος ἔρως παρανικᾷ
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δ᾽, ὅςτις οὐχ ὑπόπτερος
φροντίσιν, τὰν δαεῖσ᾽ ἃ παιδολυ-
μὰς τάλαινα Θεστιὰς μήσατο
πυρδαῆτιν πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν
Χορός
δαλὸν ἥλικ', ἐπεὶ μολὼν
ματρόθεν κελάδησεν,
ξύμμετρόν τε διαὶ βίου
μοιρόκραντον ἐς ἦμαρ.
ἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν
φοινίαν Σκύλλαν, ἅτ᾽ ἐχθρῶν ὑπαὶ
φῶτ᾽ ἀπώλεσεν φίλον, Κρητικοῖς
χρυσοκμήτοισιν ὅρμοις
πιθήσασα δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
νοσφίσασ᾽ ἀπροβούλως
πνέονθ' ὁ κυνόφρων ὕπνῳ·
κιγχάνει δέ μιν Ἑρμῆς.
ἐπεὶ δ᾽ ἐπεμνησάμην ἀμειλίχων
πόνων, (ἄκαιρος δ᾽ ὁ δυςφιλὴς γαμη-
λεύματ᾽ ἀπεύχετον δόμοις)
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ' ἀνδρὶ τευχεσφόρῳ,
ἐπ' ἀνδρὶ δᾴοις ἐπικλύτῳ, σέβας
τίων τ᾽ ἀθέρμαντον ἑστίαν δόμων
γυναικείαν τ' ἄτολμον αἰχμάν.
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
λόγῳ· γοᾶται δὲ δήποθεν πάθος κατὰ
πτυστόν· ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
θεοστυγήτῳ δ᾽ ἄγει
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυςφιλὲς θεοῖς.
τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;
τὸ δ᾽ ἄγχι πνευμόνων ξίφος
Χορός
διανταίαν ὀξυπευκὲς οὐτᾷ
διαὶ Δίκας· τὸ μὴ θέμις γάρ, οὐ
λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
σέβας παρεκβάντος οὐ θεμιστῶς.
Δίκας δ᾽ ἐρείδεται πυθμήν·
προχαλκεύει δ' Αἶσα φασγανουργός·
τέκνον δ᾽ ἐπειςφέρει δόμοισιν, ἐκ δ'
αἱμάτων παλαιτέρων τίνει μύσος
χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
Ὀρέστης
παῖ, παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξεν᾽ ἐστίν, Αἰγίσθου βίᾳ.
Οἰκέτης
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὓςπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται
σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους μεθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεςφόρος,
γυνὴ στέγαρχος· ἄνδρα δ᾽ εὐπρεπέστερον.
αἰδὼς γὰρ ἐν λέσχαισιν οὐκ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα, κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνήστρα
ξένοι, λέγοιτ' ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖάπερ δόμοισι τοῖςδ᾽ ἐπεικότα,
καὶ θερμὰ λουτρά, καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.
εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
Κλυταιμνήστρα
ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.
Ὀρέστης
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σάγῃ
ἐς Ἄργος, ὥςπερ δεῦρ᾽ ἀπεζύγην πόδας,
ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στρόφιος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·
ἐπείπερ ἄλλως, ὦ ξέν', εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας, πανδίκως μεμνημένος,
τεθνεῶτ' Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προςήκουσιν λέγων,
οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.
Κλυταιμνήστρα
οἴ 'γώ, κατ' ἄκρας δὴ πορθούμεθα.
ὦ δυςπάλαιστε τῶνδε δωμάτων ἀρά,
ὡς πόλλ᾽ ἐπωπᾷς κἀκποδὼν εὖ κείμενα,
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη.
καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,
νῦν τήνπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφει.
φίλων ἀποψιλοῖ με τὴν παναθλίαν.
Ὀρέστης
ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
Ὀρέστης
πρὸς δυςσεβείας δ᾽ ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσὶν
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμνήστρα
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
ἀλλ᾽ ἔσθ' ὁ καιρὸς ἡμερεύοντας ξένους
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόςφορα.
ἄγ' αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπουν τε τοῦδε καὶ ξυνέμπορον·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόςφορα.
αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε·
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κου σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
Χορός
εἶεν, φίλιαι δμῳΐδες οἴκων,
πότε δὴ στομάτων
δείξομεν ἰσχὺν ἐπ' Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ
χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
νῦν ἐπάκουσον, νῦν ἐπάρηξον.
νῦν γὰρ ἀκμάζει πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δ' Ἑρμῆν
τοῖςδ᾽ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
ἔοικεν ἀνὴρ ὁ ξένος τεύχειν κακόν·
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος.
Τροφός
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
ὅπως τάχιστ' ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ' ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε. πρὸς μὲν οἰκέτας
ἔθετο σκυθρωπὸν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
κείνῃ, δόμοις δὲ τοῖςδε παγκάκως ἔχει
φήμης ὑφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
ἄλγη, δύςοιστα τοῖςδ᾽ ἐν Ἀτρέως δόμοις
τυχόντ', ἐμὴν ἔκάμνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην.
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,
καὶ νυκτιπλάγκτων ὀρθίων κελευσμάτων,
καὶ πολλὰ καὶ μοχθήρ' ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ· τὸ μὴ φρονοῦν γὰρ ὥςπερει βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
εἰ λιμὸς ἢ δίψησις ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
κναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί.
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ᾽ ἐπ' ἄνδρα τῶνδε λυμαντήριον
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
Χορός
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τροφός
τί πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.
Χορός
εἰ ξὺν λοχίταις, εἴτε καὶ μονοστιβῆ.
Τροφός
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορός
μὴ νῦν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει,
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστά γ' εὐθύμῳ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τροφός
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορός
ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
Τροφός
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορός
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφός
τί φῄς; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορός
ἄγγελλ᾿ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
Τροφός
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
Χορός
νῦν παραιτουμένα μοι, πάτερ
Ζεῦ θεῶν Ὀλυμπίων,
δὸς τύχας εὖ τυχεῖν,
κυρίως τὰ σώφρον εὖ
Χορός
μαιομένοις ἰδεῖν.
διὰ δίκας πᾶν ἔπος
ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
πρὸ δέ γ' ἐχθρῶν τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
θές, ἐπεί νιν μέγαν ἄρας,
δίδυμα καὶ τριπλᾶ
παλίμποινα θέλων ἀμείψει.
ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὔ-
νιν ζυγέντ᾽ ἐν ἅρμασιν
πημάτων, ἐν δρόμῳ
προςτιθεὶς μέτρον, τίν' ἂν
σωζόμενον ῥυθμὸν
τοῦτ᾽ ἰδεῖν γάπεδον
ἀνομένων βημάτων ὄρεγμα.
οἵ τ᾽ ἔσω δωμάτων
πλουτογαθῆ μυχὸν ἐνίζετε,
κλῦτε, σύμφρονες θεοί·
ἄγετε, τῶν πάλαι
λύσασθ' αἷμα προςφάτοις δίκαις.
γέρων φόνος μηκέτ' ἐν δόμοις τέκοι.
τὸ δὲ καλῶς κτάμενον, ὦ μέγα ναίων
στόμιον, εὖ δὸς ἀνέδην ἰδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίοις
ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.
ξυλλάβοι δ᾽ ἐνδίκως
παῖς ὁ Μαίας ἐπιφορώτατος
πρᾶξιν οὐρίαν θέλων.
τὰ δ᾽ ἄλλα ἀμφανεῖ
Χορός
χρήζων. ἄσκοπον δ᾽ ἔπος λέγων
νύκτα πρό τ' ὀμμάτων σκότον φέρει,
καθ' ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
καὶ τότ᾽ ἤδη, τότε πλοῦτον * οἴσομεν *
δωμάτων λυτήριον
θῆλυν οὐριοστάταν,
ἅμα δὲ κρεκτὸν γοερὸν νόμον
θήσομεν πόλει· τάδ᾽ εὖ
ἔχοντ᾽, ἐμὸν κέρδος αὔξει τόδ᾽, ἄ-
τα δ᾽ ἀποστατεῖ φίλων.
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
ἐπαύσας πατρὸς ἔργῳ
πρὸς σέ, τέκνον, πατρὸς
θροούσᾳ, περαίνων ἐπίμομφον αὔδαν,
Περσέως τ᾽ ἐν φρεσὶ καρδίαν σχεθών,
τοῖς θ' ὑπὸ χθονὸς φίλοις,
τοῖς τ᾽ ἄνωθεν προπράσσων
χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν
φοινίαν ἄταν τιθείς,
τὸν αἴτιον δ᾽ ἐξαπολλὺς μόρου.
Αἴγισθος
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δ' Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ' ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνοντι καὶ δεδηγμένῳ.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρώσκουσι, θνῄσκοντες μάτην;
Αἴγισθος
τί τῶνδ᾽ ἂν εἴποις ὥςτε δηλῶσαι φρενί;
Χορός
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος,
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
Αἴγισθος
ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.
Χορός
Ζεῦ, Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι,
τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ',
ὑπὸ δ᾽ εὐνοίας
πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
πειραὶ κοπάνων ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ' ἐλευθερίᾳ
δαίων ἀρχάς τε πολισσονόμους
ἕξει, πατέρων μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
Αἴγισθος
ἔ ἔ, ὀτοτοτοτοῖ.
Χορός
ἔα,
ἔα, ἔα μάλα. πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι. μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης
οἴμοι, πανοίμοι, δεσπότου πεπληγμένου.
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προςφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ᾽ ἡβῶντός γε δεῖ,
οὐχ ὥςτ᾽ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ, ἰού.
κωφοῖς ἀϋτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω. ποῖ Κλυταιμνήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμνήστρα
τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οἰκέτης
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμνήστρα
οἴ 'γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ', ὥςπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
εἰδῶμεν, εἰ νικῶμεν ἢ νικώμεθα.
ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
Ὀρέστης
σὲ καὶ ματεύω· τῷδε δ᾽ ἀρκούντως ἔχει.
Κλυταιμνήστρα
οἴ 'γώ. τέθνηκας, φίλτατ' Αἰγίσθου βία.
Ὀρέστης
φιλεῖς τὸν ἄνδρα; τοίγαρ ἐν ταὐτῷ τάφῳ
κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτέ.
Κλυταιμνήστρα
ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης
Πυλάδη, τί δράσω; μητέρ' αἰδεσθῶ κτανεῖν;
Πυλάδης
ποῦ δαὶ τὰ λοιπὰ Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστά τ᾽ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός·
τούτῳ θανοῦσα συγκάθευδ᾽, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
Κλυταιμνήστρα
ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ὀρέστης
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμνήστρα
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ὀρέστης
καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
Κλυταιμνήστρα
οὐδὲν σεβίζει γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης
τεκοῦσα γάρ μ' ἔρριψας ἐς τὸ δυςτυχές.
Κλυταιμνήστρα
οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
Ὀρέστης
διχῶς ἐπράθην, ὢν ἐλευθέρου πατρός.
Κλυταιμνήστρα
ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
Ὀρέστης
αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
Κλυταιμνήστρα
μὴ ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης
μὴ ἔλεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
Κλυταιμνήστρα
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ὀρέστης
τρέφει δέ γ' ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμνήστρα
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ὀρέστης
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνήστρα
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμνήστρα
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμνήστρα
οἴ 'γώ, τεκοῦσα τόνδ' ὄφιν ἐθρεψάμην.
Ὀρέστης
ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν·
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισεν
τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
βαρύδικος ποινά·
ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης·
ἔλαχε δ᾽ ἐς τὸ πᾶν
Χορός
ὁ πυθόχρηστος φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ', ὦ, δεσποσύνων δόμων
ἀναφυγὰς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν * λύσιν* μιαστόροιν,
δυςοίμου τύχας.
ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας
δολιόφρων ποινά·
ἔθιγε δ᾽ ἐν μάχῃ χερὸς ἐτήτυμος
Διὸς κόρα, (Δίκαν δέ νιν
προςαγορεύομεν
βροτοὶ τυχόντες καλῶς)
ὀλέθριον πνέουσ᾽ ἐπ' ἐχθροῖς κότον.
ἅπερ ὁ Λοξίας ὁ Παρνάσσιος
μέγαν ἔχων μυχὸν χθονός, * ὁ Πύθιος
*μεσομφάλοις θεὸς παρ᾽ ἐσχάραις *
ἃ
δόλιά σε δολίαν
βλαπτομένα χρονισθεῖσαν ἐποίχεται.
κρατείτω δ᾽ ἔπος τὸ θεῖον, τὸ μή με
ὑπουργεῖν κακοῖς.
ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν.
πάρα τὸ φῶς ἰδεῖν.
μέγα τ' ἀφῃρέθην ψάλιον οἰκιῶν·
ἄναγε μάν, δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί·
Χορός
τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
πρόθυρα δωμάτων, ὅταν ἀφ' ἑστίας
μύσος ἅπαν ἐλάσῃ
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχα δ᾽ εὐπροςωποκοίτᾳ τὸ πᾶν
ἰδεῖν, θρεομένοις
μέτοικοι δόμων πεσοῦνται πάλιν.
πάρα τὸ φῶς ἰδεῖν.
Ὀρέστης
ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα,
πατροκτόνους τε δωμάτων πορθήτορας.
σεμνοὶ μὲν ἦσαν, ἐν θρόνοις τόθ' ἥμενοι,
φίλοι τε καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασιν.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρί,
καὶ ξυνθανεῖσθαι· καὶ τάδ᾽ εὐόρκως ἔχει.
ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
τί νιν προςείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνὴρ
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ γ᾽ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
ἐκτείνατ' αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθ', ὡς ἴδῃ πατήρ,
οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε
Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
Ὀρέστης
ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην.
ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,
τί σοι δοκεῖ; μύραινα γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ,
σήπειν θιγοῦσ᾽ ἂν μᾶλλον, οὐ δεδηγμένη,
τόλμης ἕκατι κἀδίκου φρονήματος;
τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτ'· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορός
αἰαῖ, αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
αἰαῖ, αἰαῖ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν δ᾽ ἀποιμώζω παρών,
πατροκτόνον θ' ὕφασμα προςφωνῶν τόδε,
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
Χορός
οὔτις μερόπων ἀσινῆ βίοτον
διὰ παντὸς ἄμοχθος ἀμείψει.
*τέκνον,* ἰὼ πόνος, ὁ μὲν αὐτίχ',
ὁ δ᾽ * ὕστερον* ἥξει.
Ὀρέστης
ἀλλ᾽ ὡς ἂν εἰδῆτ', οὐ γὰρ οἶδ' ὅπῃ τελεῖ,
ὥςπερ ξὺν ἵπποις ἡνιοστρόφου δρόμου
ἐξωτέρω φέρουσι γὰρ νικώμενον
φρένες δύςαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
ᾄδειν ἕτοιμος, ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
Ὀρέστης
ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις,
κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ
πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δ' —οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων προςίξεται.
καὶ νῦν ὁρᾶτέ μ', ὡς παρεσκευασμένος
ξὺν τῷδε θαλλῷ καὶ στέφει προςίξομαι
μεσόμφαλόν θ' ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ' αἷμα κοινόν· οὐδ᾽ ἐφέστιον
ἄλλῃ τραπέσθαι Λοξίας ἐφίετο.
τὰ δ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω
ἐκμαρτυρεῖν ᾗ μελέ᾽ ἐπορσύνθη κακά.
ἐγὼ δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών
Χορός
ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα
φήμῃ πονηρᾷ, μηδ᾽ ἐπιγλωσσῶ κακά,
ἐλευθερώσας πᾶσαν Ἀργείαν πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης
ἄ ἄ.
αἳ αἳ, ὁποῖαι γυναῖκες αἵδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
πυκνοῖς δράκουσιν; οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
Χορός
τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
Ὀρέστης
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ σοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυςφιλές.
Χορός
εἷς σοι καθαρμός· Λοξίου δὲ προςθιγὼν
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ὀρέστης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
Χορός
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανες·
δεύτερον ἀνδρὸς βασίλεια πάθη·
λουτροδάϊκτος δ᾽ ὤλετ' Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
ἢ μόρον εἴπω;
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;