Aeschyli Choephori Aeschylus Ulrich von Wilamowitz-Moellendorff XML markup and CTS alignment Perseus Digital Library / canonical-greekLit Ulrich von Wilamowitz-Moellendorff's 1914 edition of Aeschylus, Libation Bearers. Digitization and TEI encoding Perseus Project 1 online resource (TEI XML) Perseus Digital Library Medford, MA 2025 Open-access for non-commercial use; see Perseus license. urn:cts:greekLit:tlg0085.tlg006.wilam1914-grc1 Aeschylus Ulrich von Wilamowitz-Moellendorff Tragoediae Berolini Apud Weidmannos 1914 HathiTrust record 012467585 HathiTrust catalog record Print source record as described by HathiTrust; used as the basis for bibliographic metadata. Encoded for the Perseus Digital Library, following canonical-greekLit conventions and CTS/CapiTainS citation schemes. Orthography normalized minimally; lineation and references follow the 1914 Wilamowitz edition where applicable. Ancient Greek English (metadata) Drama Greek tragedy Header created/updated from HathiTrust record 012467585 (Aeschylus, Tragoediae, Berlin: Weidmann, 1914; ed. Wilamowitz). Composite volume split into a play-level CTS edition for Libation Bearers; edition language and CTS identifiers corrected. Actio: scaenae frons eadem est quae in Agamemnone, regia Atridarum; praeter ingentem portam mediam alia hic opus est minore, quae ad gynaeco-nitin ducat. sed regia usque ad v. 554 ignoratur, ignoranda etiam spectatori-bus. quorum oculi animique statim detinentur tumulo Agamemnonis, quem in media orchestra extructum esse probabile videtur. in hoc enim Orestes stat; ad-stat Pylades cum pedisequis servulis impedimenta gestantibus. ΟΡΕΣΤΗΣ Ἑρμῆ χθόνιε πατρῶι᾽ ἐποπτεύων κράτη, σωτήρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένωι, ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι τύμβου δ᾽ ἐπ᾿ ὄχθωι τῶιδε κηρύσσω πατρί κλυεῖν ἀκούσαι – πλόκαμον Ἰνάχωι θρεπτήριον, τὸν δεύτερον δὲ τόνδε πενθητήριον οὐ γὰρ παρὼν ὤιμωξα σόν, πάτερ, μόρον οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾿ ἐκφορᾶι νεκρού. τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις στείχει γυναικῶν φάρεσιν μελαγχίμοις πρέπουσα; ποίαι ξυμφορᾶι προσεικάσω; πότερα δόμοισι πῆμα προσκυρεῖ νέον, ἢ πατρὶ τὠμῶι τάσδ᾽ ἐπεικάσας τύχω χοὰς φερούσας, νερτέροις μειλίγματα; οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῶι πρέπουσαν. ὦ Ζεῦ δός με τείσασθαι μόρον πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί. Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς μάθω, γυναικῶν ἥτις ἥδε προστροπή. Actio: 22 intrat Electra cum choro servarum sacrorum apparatum portantium, non ex aedibus, sed ex altera utra parodo. in alteram abit Orestes cum suis. ΧΟΡΟΣ ἰαλτὸς ἐκ δόμων ἔβην χοᾶν προπομπὸς ὀξύχειρι σὺν κόπωι· πρέπει παρὴις φοίνισσ᾽ ἀμυγ- μοῖς ὄνυχος ἄλοκι νεοτόμωι· δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δ᾽ ὑφασμάτων λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν πρόστερνοι στολμοὶ πέπλων ἀγελά- στοις ξυμφοραῖς πεπληγμένοι. – τορὸς γὰρ [φοῖβος] ὀρθόθριξ δόμων ὀνειρόμαντις ἐξ ὕπνου κότον πνέων ἀωρόνυκτον ἀμβόα- μα μυχόθεν ἔλακε περὶ φόβωι, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων. κριταί (τε) τῶνδ᾽ ὀνειράτων θεόθεν ἔλακον ὑπέγγυοι μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύ- μως τοῖς κτανοῦσί τ’ ἐγκοτεῖν. = τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, ἰὼ γαῖα μαῖα, μωμένα μ’ ἰάλ- λει δύσθεος γυνά. φοβοῦ- μαι δ’ ἔπος τόδ᾽ ἐκβαλεῖν. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι; ἰὼ πάνοιζυς ἑστία, ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖς δνόφοι καλύπτουσι δόμους δεσποτῶν θανάτοισι. σέβας δ’ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρίν δι’ ὤτων φρενός τε δαμίας περαῖ- νον νῦν ἀφίσταται. φοβεῖ- ται δέ τις. τὸ δ’ εὐτυχεῖν, τόδ’ ἐμ βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δ’ ἐπισκοπεῖ δίκας ταχεῖα τοὺς μὲν ἐν φάει, τὰ δ’ ἐν μεταιχμίωι σκότου μένει χρονίζοντας ἄχη, [βρύει] τοὺς δ’ ἄκραντος ἔχει νύξ. = τὰ δ’ αἵματ’ ἐκποθένθ’ ὑπὸ χθονὸς τροφού τιτὰς φόνος πέπηγεν οὐ διαρρύδαν. διαλγής δ’ ἄτη διαφέρει τὸν αἴτιον παναρκέτας νόσου βρύειν. – [τοὺς δ’ ἄκραντος ἔχει νύξ] θιγόντι δ’ οὔτι νυμφικῶν ἑδωλίων ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ †βαίνοντες τὸν χερομυσῆ †φόνον καθαίροντες ἰοῦσαν μάταν. = ἐμοὶ δ’, ἀνάγκαν γὰρ ἀμφίπτολιν θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων πατρώιων δούλιον ἐσάγαγον αἶσαν· δίκαια καὶ μὴ δίκαι’ ἀρχὰς πρέπον βίαι φρενῶν αἰνέσαι, πικρὸν στύγος κρατούσηι. δακρύω δ’ ὑφ’ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. Γ ΗΛΕΚΤΡΑ δμωιαὶ γυναῖκες δωμάτων εὐθήμονες, ἐπεὶ πάρεστε τήσδε προστροπῆς ἐμοί πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ [δὲ] χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξωμαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλωι φέρειν γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ χέουσα τόνδε πέλανον ἐν τύμβωι πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἴσ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; Testimonia 1-5 Aristoph. Ran. 1126-28. 72. 73 adferuntur tres primi versus tamquam prologus τῆς Ὀρεστείας (tragoediae, non trilogiae). deinde 1170 πέ-ραινε τοίνυν ἕτερον; nonnulla intermissa esse sententia postulat 6-7 Schol. Pind. Pyth. 4, 145 καὶ παρ᾿ Αἰσ. πλόκαμον – πενθητ. Ορέστης φησὶ τῶι ᾿Αγαμέμνονι. hinc, ut videtur Eustath. ad B 11 7-8 Schol. Eur. Alc. 768 σεσημείωται ὅτι καὶ Αἰσ. ὡς γινόμενον τοῦτο συνίστησιν ἐν ταῖς Χοηφόροις, τὸ ἐκτείνειν τὰς χεῖ-ρας, λέγει δὲ Ορέστης οὐ – νεκρού. 13 Hesych. προσκυρεῖ· προσεγγίζει. 28 Et. gen. ἔφλαδον διερρήγνυντο ὡς φησιν Αἰσ. λακίδες-ἄλγεσιν. Numeri 22-30 = 31-42 iambi sine catalexi hiatu brachycatalexia continuati; ambigua igitur periodorum distinctio, nisi quod post 26 et 36 sententia absoluta est. dimetro ultimo antecedit trimeter constans e duobus molossis et choriambo, cf. Sept. 776. 44-53 = 54-65 iambi similes catalexi praeter ultima carentes, sed hiatu aut sententiarum fine distinguuntur certo 3, 7, 3, 2, 2, 2, clausula tetra-meter constans e dimetro choriambico et pherecrateo. 66-69 = 71-75 iambi similes 3, 3, 4, 2 sine catalexi, ac possunt continuari. epodus 76-83 iambi 3, 3. 3. 7. 7. Apparatus Criticus οὐ γὰρ παρὼν ὤιμωξαοὐ γ. παρώμωξα codex sec. Schwartzium, illud tamquam e cod. Cobet Dindorf. μειλίγματαμειλίγμασιν corr. Casaubonus τείσασθαιτίσασθαι χοᾶνχοὰς corr. Casaubonus κόπωικύπτωι, sed πτ in rasura cum glossa ἀντὶ τοῦ κοπετῶι corr. Pauw ἰυγμοῖσιδιοιγμοῖσι recte legit Canter πρόστερνοιπρόστελνοι, sed ρ. supra λ πεπληγμένοιπεπληγμένων correxi, pectora tundunt, προστέρνους πέπλων στολμούς, non πέπλους [φοῖβος]del. Blass, qui numeros primus recte discripsit ἔλακεἔλαχε cum correctura .κε. γυναικείοισινγυναικίοισιν corr. Elmsley (τε)suppl. Porson ἔλακονἔλαχον cf. 35 ἀχάριτονἄχαριν μωμέναμιλλεῖ corr. Pauw ἐκβαλεῖνἐκβάλλειν corr. Jacob πέδοιπέδωι δεσποτῶνδεσποτώμ ἀδάματονἀδάμαντον corr. Herm. φρενόςφρένες Μ τῆς δημοσίας Σ ἀφίσταταιἀφιστ. sed μ supra αφ ἐμ βροτοῖςἐμ (ἐν Μ2) βροτοῖσι corr. Victorius δίκαςδίκαν Μ. ῥοπὴ τῆς δίκης Σ τοὺςτοῖς corr. Turn. χρονίζονταςχρονίζοντ’ corr. Dindorf. [βρύει]pars versus male repetiti τὰ δ’ αἵματ’δι’ αἱμ. corr. Bamberger ἐκποθένθ’ἔκποθεν corr. Schütz τιτὰςτίτας, accentum correxit Lipsius, qui recte cum scholiasta intellegit ὁ φόνος ἐπέξεισιν. δ’δ’ suppl. Schütz [τοὺς δ’ ἄκραντος ἔχει νύξ]dittographiam del. Heath θιγόντιοἴγοντι corr. Stephanus χερομυσῆχαιρομυσή ἰοῦσαν μάτανἄτην et .av. corr. Scaliger. ἴοιεν ἂν Herm. versus insanabiles, cum et βαίνοντες et φόνον καθαίροντες fortasse scholiastae sint ἐσάγαγονἐσᾶγον correxi δίκαια καὶ μὴ δίκαι’ ἀρχὰs πρέπον / βίαι φρενῶν αἰνέσαι, / πικρὸν στύγos κρατούσηι.δίκαια πρέποντ᾿ ἀρχὰς βίου βίαι φερομένων αἰνέσαι πικρῶν φρενών στύγος Μ, πρέποντά μοί ἐστι καὶ ὀφειλόμενα, ἐξότε τοῦ- τον ἐπανήιρημαι τὸν βίον, τὰ τῶν πρὸς βίαν κεκτημένων ἐπαινέσαι καλυπτούσηι τὴν κατ᾿ αὐτῶν ἀποστύγησιν καὶ μηδὲ παρρησίαι τὸν δεσπότην κλαιούσηι Σ. dittographemata del. Ahrens, reliqua ordinavi δεσποτᾶνδεσπόταν corr. Turn. παχνουμένηπαχνουμένην τί φῶτύφω corr. Ahrens [δὲ]δé del. Turn. κατεύξωμαικατεύξομαι corr. Turn. ἐν τύμβωιοἶμαι τύμβωι Μ2 ἴσ᾽ ἀντιδοῦναιἔστ᾽ ἀντ. corr. Bamberger γετε corr. Stanley. ΗΛ. ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδ᾽ ἐκχέασα γάποτον χύσιν στείχω, καθάρμαθ᾽ ὡς τις ἐκπέμψας, πάλιν δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβωι τινός. τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχεις ὑπέρτερον. ΧΟ. αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρός λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. ΗΛ. λέγοις ἄν, ὥσπερ ἠιδέσω τάφον πατρός. (ΧΟ.) φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. ΗΛ. τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; ΧΟ. πρῶτον μὲν αὑτὴν χὥστις Αἴγισθον στυγεῖ. ΗΛ. ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε. ΧΟ. αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι. ΗΛ. τίν οὖν ἔτ᾿ ἄλλον τῆιδε προστιθῶ στάσει; ΧΟ. μέμνησ᾽ Ορέστου, κεἰ θυραῖός ἐσθ᾽, ὅμως. ΗΛ. εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. ΧΟ. τοῖς αἰτίοις νυν τοῦ φόνου μεμνημένη – ΗΛ. τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη. ΧΟ. ἐλθεῖν τιν᾿ αὐτοῖς δαίμον᾿ ἢ βροτῶν τινα – ΗΛ. πότερα δικαστὴν ἢ δικηφόρον λέγω; ΧΟ. ἁπλωστὶ φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ. ΗΛ. καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; ΧΟ. πῶς δ᾽ οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; Actio: 164 ascendit Electra in tumulum; sacra facit, ancillis ministrantibus. ΗΛ. κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, ἄρηξον Ἑρμῆ χθόνιε κηρύξας ἐμοί, τοὺς γῆς ἔνερθε δαίμονας κλυεῖν ἐμάς εὐχάς, πατρώιων αἱμάτων ἐπισκόπους, καὶ γαῖαν αὐτήν, ἢ τὰ πάντα τίκτεται θρέψασά τ’ αὖθις τῶνδε κῦμα λαμβάνει. κἀγὼ χέουσα τάσδε χέρνιβας νεκροῖς λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ’ ἐμέ φίλον τ’ Ὀρέστην φῶς ἄναψον ἐν δόμοις. πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα πρὸς τῆς τεκούσης, ἄνδρα δ’ ἀντηλλάξατο Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος. κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων φεύγων Ὀρέστης ἐστίν, οἱ δ’ ὑπερκόπως ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα. ἐλθεῖν δ’ Ὀρέστην δεῦρο σὺν τύχηι τινί κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου πάτερ· αὐτῆι τέ μοι δὸς σωφρονεστέραν πολύ μητρὸς γενέσθαι χεῖρά τ’ εὐσεβεστέραν.“ ἡμῖν μὲν εὐχὰς τάσδε· τοῖς δ’ ἐναντίοις λέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκηι. ταῦτ᾽ ἐν μέσωι τίθημι [τῆς κακῆς ἀρᾶς], κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν· ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω σὺν θεοῖσι καὶ γῆι καὶ δίκηι νικηφόρωι. τοιαῖσδ᾽ ἐπ᾿ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς. ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας. ΧΟΡΟΣ ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένωι δεσπόται πρὸς ἔρυμα τόδε κεδνῶν κακῶν τ’ ἀπότροπον ἄγος ἀπεύχετον κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε σέ- βας, ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός. ὀτοτοτοτοτοτοῖ, ἰώ, τίς δορυσθενὴς (εἶσ᾽) ἀνὴρ ἀναλυτὴρ δόμων, Σκύθην τ᾽ ἐν χεροῖν παλίντονον ἐν ἔργωι [βέλη] πιπάλλων ῎Ἄρη σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη. ξ (ΗΛ.) ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ, νέου δὲ μύθου τοῦδε κοινωνήσατε. ΧΟ. λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβωι. ΗΛ. ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφωι. ΧΟ. τίνος ποτ᾿ ἀνδρὸς ἢ βαθυζώνου κόρης; ΗΛ. εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι. ΧΟ. πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω; ΗΛ. οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. ΧΟ. ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. ΗΛ. καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾿ ἰδεῖν ὁμόπτερος – ΧΟ. ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. ΗΛ. αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. ΧΟ. μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε; ΗΛ. μάλιστ᾽ ἐκείνου βοστρύχωι προσείδεται. ΧΟ. καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν; ΗΛ. ἔπεμψε χαίτην, κουρίμην χάριν πατρός. ΧΟ. οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε, εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί. ΗΛ. κἀμοὶ προσέστη καρδίαι κλυδώνιον χολῆς, ἐπαίθην δ᾽ ὡς διανταίωι βέλει· ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι σταγόνες ἄφρακτοι δυσχίμου πλημυρίδος, πλόκαμον ἰδούσηι τόνδε· πῶς γὰρ ἐλπίσω ἀστῶν τιν᾿ ἄλλον τῆσδε δεσπόζειν φόβης; ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο, ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον φρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δ’ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω, εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου βροτῶν Ὀρέστου, σαίνομαι δ’ ὑπ᾽ ἐλπίδος. φεῦ. εἴθ᾽ εἶχε φωνὴν ἔμφρον᾿ ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ ᾿κινυσσόμην, ἀλλ᾽ εὖ σάφ᾽ ἦν ἢ τόνδ᾽ ἀποπτύσαι πλόκον, εἴπερ γ᾿ ἀπ᾿ ἐχθροῦ κρατὸς ἦν τετμημένος, ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοί, ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, οἷοισιν ἐν χειμῶσι ναυτίλων δίκην στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν. Actio: 205 reponit cincinnum; dum recedit pedum vestigia animadvertit, quibus examinatis descendit; prosilit Orestes. ΗΛ. καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν [δ’] ὁμοῖοι τοῖς τ’ ἐμοῖσιν ἐμφερεῖς· καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, αὐτοῦ τ’ ἐκείνου καὶ συνεμπόρου τινός. πτέρναι τενόντων θ’ ὑπογραφαὶ μετρούμεναι εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δ’ ὠδὶς καὶ φρενῶν καταφθορά. ΟΡΕΣΤΗΣ εὔχου τὰ λοιπὰ τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα τυγχάνειν καλῶς. ΗΛ. ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ; ΟΡ. εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. ΗΛ. καὶ τίνα σύνοισθά μοι καλουμένηι βροτῶν, ΟΡ. σύνοιδ᾽ Ορέστην πολλά σ’ ἐκπαγλουμένην. ΗΛ. καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; ΟΡ. ὅδ᾽ εἰμί· μὴ μάτευ᾿ ἐμοῦ μᾶλλον φίλον. ΗΛ. ἀλλ᾽ ἢ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις; ΟΡ. αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ. ΗΛ. ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις; ΟΡ. κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς. ΗΛ. ὡς ὄντ᾿ Ορέστην τάδε σ’ ἐγὼ προσεννέπω; (ΟΡ.) αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ, κουρὰν δ’ ἰδοῦσα τήνδε κηδείου τριχός ἰχνοσκοποῦσά τ’ ἐν στίβοισι τοῖς ἐμοῖς ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ, [σαυτῆς ἀδελφοῦ συμμέτρου τῶι σῶι κάραι] σκέψαι τομῆι προσθεῖσα βόστρυχον τριχός. ἰδοῦ δ’ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν. ἔνδον γενοῦ, χαρᾶι δὲ μὴ ᾿κπλαγῆις φρένας· τοὺς φιλτάτους γὰρ οἶδα νῶιν ὄντας πικρούς. ΗΛ. ὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῆι πεποιθὼς δῶμ᾽ ἀνακτήσηι πατρός. ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον ἐμοί· προσαυδᾶν δ’ ἔστ᾽ ἀναγκαίως ἔχον πατέρα σέ, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται· καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου· πιστὸς δ’ ἀδελφὸς ἦσθ᾽ ἐμοὶ σέβας φέρων. Numeri 152-62 tetrameter iambicus, decurtatis a principio ultimis duobus metris, tetrameter iambicus integer, 8 dochmii, tetrameter bacchiacus catalecticus, 2 dochmii. Testimonia 161 Hesych. πιπάλλων πάλλων. 196 Hesych. κηνυσσόμην· εἴδωλον ἐγενόμην. Apparatus Criticus ἐκχέασαἐκχέουσα corr. Dindorf ἔχειςἔχοις corr. Jacobs κεδνὰκεδνάσεμνάἀγαθὰ τοῖς εὐφρονοῦσι λέγωλέγεις corr. Weil ἁπλωστὶἁπλῶς τι Herm. ἄρηξονsuppl. Klausen νεκροῖςβροτοῖςγρ. νεκροῖς ἐποίκτιρόνἐποίκτειρον φῶς ἄναψονπῶς ἀνάξομεν δ.φῶς τ᾽ ἄναψον ἐν δ. πεπραμένοιπεπραγμένοι corr. Casaubonus φεύγωνφεύγειν corr. Robort. μέγαμέτα corr. Turn. ἀντικατθανεῖν δίκηιγρ. ἀντικατακτανεῖνδίκην corr. Scaliger τῆς κακῆς ἀρᾶςintrusa e versu proximo. fuerit ex gr. μελομένοις τελεῖν. cf. Hippocr. π. τέχνης 1 οἷς μέλει τῶντῶν, sed ὦ supra positum κεδνῶν κακῶνκακῶν κεδνῶν corr. Seidler ἄγοςἄλγοςτὸ δάκρυ ἀπευκτὸν ἄγος εἶπεν ὀτοτοτοτοτοτοῖτο sexiens (εἶσ᾽)suppl. Weil, sed ipse repudiavit ΣκύθηνΣκυθιτά et Σκύθης, illud Σκυθικά esse vidit Robortelli, Σκύθην Heimsoeth παλίντονονπαλίντον correxi βέληdel. Heimsoeth ῎Ἄρη῎Ἄρης corr. Heimsoeth νωμῶν ξίφηνωμ. βέληγρ. ἕτοιμα γαπότουςγαπότουςἀπότου μέγιστεμεγίστη corr. Stanley κείραιτό νινκείρετό νειν et .viv. corr. Turn. ἦνή corr. Scholefield βοστρύχωιβοστρύχοις corr. Blass χαίτηνκαὶ τὴν corr. Victorius οὐχοὐκ et οὐχ ψαύσειψαύδει et ηιcorr. Turn. καρδίαικαρδίας corr. Scaliger πλημυρίδοςfalsum πλημμυρ. ἔμφρον᾿εὔφρον' corr. Auratus ᾿κινυσσόμηνκηνύσσ.corr. Turn. εὖ σάφ᾽ ἦνεὐ σαφηνή δίκηνδίκηι corr. Aldin. δ’δ’ ignorat Σ τοῖς τ’idem legit scripsitque τοῖς τ’ ἐξηύχουἐξηύκου ἐκπαγλουμένην-μένηςἐκπάγλως θαυμάζουσαν μάτευ’μάστευε τἄραταρρα ἐμοῖςἐμοῖσιν corr. Turn. τάδε σ᾽ ἐγὼ προσεννέπωτάδ᾽ ἐγώ σε προυννέπω corr. Arnaldus οὖνοὖννῦν σαυτῆς ἀδελφοῦ συμμέτρου τῶι σῶι κάραιa multis mutatum traiectum eiectum nulli loco convenire patet; factus est ut post 226 legeretur σκέψαι τομῆισκέψαιτο μή ἠδὲἠδέεἰς δέ θήρειονθηρίον μὴ ᾿κπλαγῆιςμήκπλαγιῆ superaddito i corr. Turn. σέσετε ΗΛ. μόνον Κράτος τε καὶ Δίκη σὺν τῶι τρίτωι πάντων μεγίστωι Ζηνὶ συγγένοιτό μοι. ΟΡ. Ζεῦ Ζεύ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ· ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς θήραν πατρώιαν προσφέρειν σκηνήμασιν. οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω, ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας; οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας πάλιν πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς, οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμήν βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν. κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι. ΧΟ. ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός, σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγελεῖ τάδε πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ᾽ ἐγώ ποτε θανόντας ἐν κηκῖδι πισσήρει φλογός. (ΟΡ.) οὔτοι προδώσει Λοξίου μεγασθενής χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους τρόπον τὸν αὐτόν, ἀνταποκτεῖναι λέγων. Testimonia 260 Hesych. αὐανθείς· ξηρανθείς. Apparatus Criticus μόνονμόνος corr. Turn. μοισοι Stanley, sed quae in Oresta omnes suos quasi praesentes vidit, ut sibi (non illi) veniant dei salvatores, rogat πραγμάτωνπρηγμάτωνv. l. πημάτων εὖνινεὖνιννιν σπειράμασινσπιράμ. ἐντελεῖςἐντελής corr. Pauw. θήραν πατρώιανθῆρα πατρώαverum λέγω,λέγωἐγώ εὔθοινονεὔθυνον εὐπιθῆεὐπειθῆ δ᾽ ἂν ἄρειαςδ' ἀναρίας dist. Turn. ἀπαγγελεῖἀπαγγείληι corr. Schütz οὔτοιοὔτι κἀξορθιάζωνκἀξοθριάζωνἀνατεταμένα βοῶν (ΟΡ.) αὐτὸν δ᾽ ἔφασκε τῆι φίληι ψυχῆι τάδε τείσειν μ᾽, ἔχοντα πολλὰ δυστερπῆ κακά ἀποχρημάτοισι ζημίαις ταυρούμενον· τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα βροτοῖς πιφαύσκων εἶπε τάσδε νῶιν νόσους, σαρκῶν ἐπαμβατήρας ἀγρίαις γνάθοις λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν, λευκὰς δὲ κόρσας τῆιδ᾽ ἐπαντέλλειν νόσωι. ἄλλας τ᾽ ἐφώνει προσβολὰς Ερινύων ἐκ τῶν πατρώιων αἱμάτων τελουμένας ὁρῶντα, λαμπρὰν ἐν σκότωι νωμῶντ᾽ ὀφρύν. τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος ἐκ προστροπαίων ἐν γένει πεπτωκότων καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος κινεῖ ταράσσει, καὶ διώκεσθαι πόλεως δημηλάτωι πλάστιγγι λυμανθὲν δέμας. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρός μῆνιν, δέχεσθαι δ᾽ οὔτε συλλύειν τινά, πάντων δ᾽ ἄτιμον κἄφιλον θνήισκειν χρόνωι, κακῶς ταριχευθέντα παμφθάρτωι μόρωι. τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι; κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι, θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα, καὶ πρὸς πιέζει χρημάτων ἀχηνία, τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν, Τροίας ἀναστατῆρας εὐδόξωι φρενί, Testimonia 282 Et. Μ. κορσή ... Αἰσ. λευκὰς – νόσωι. Apparatus Criticus τείσειντίσειν μηνίματαμειλίγματα corr. Lobeck νῶιν νόσουςνωνόσσους λειχῆναςλιχῆνας ἐπαντέλλεινἐπαντέλλειν-τέλλει τ᾽ ἐφώνειτε φωνεῖ dist. Auratus λαμπρὰνλαμπρόν corr. Bothe δημηλάτωιχαλκηλάτωι correxi κρατῆροςκρατερός corr. Robort. δ’δ'rasura συμπίτνουσινσυμπίπτουσιν (ΟΡ.) δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν. θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχ᾽ εἴσεται. (ΧΟΡΟΣ) ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν τῆιδε τελευτᾶν, ἧι τὸ δίκαιον μεταβαίνει. ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ γλῶσσα τελείσθω· τοὐφειλόμενον πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ· ἀντὶ δὲ πληγῆς φονίας φονίαν πληγὴν τινέτω. δράσαντι παθεῖν, τριγέρων μύθος τάδε φωνεῖ. ξ (ΟΡ.) ὦ πάτερ αἰνόπατερ, τί σοι φάμενος ἢ τί ῥέξας τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας, ἔνθα σ᾽ ἔχουσιν εὐναί; σκότωι φάος ἀντίμοιρον· χάριτες δ᾽ ὁμοίως κέκληνται γόος εὐκλεὴς προσθοδόμοις Ατρείδαις. – (ΧΟ.) τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμά- ζει πυρὸς [ἡ] μαλερὰ γνάθος, φαίνει δ᾽ ὕστερον ὀργάς. ὀτοτύζεται δ᾽ ὁ θνήισκων, ἀναφαίνεται δ᾽ ὁ βλάπτων. πατέρων δὲ καὶ τεκόντων γόος ἔνδικος ματεύει Numeri 307-478 dispositio amoebaeorum: anap. (Chor), A a (Or) b (Ch) a (El) anap. ~c (Or) b (Ch) c (El) anap., Bd (Or) e (Ch) d (El) anap. ~ f (Or) e (Ch) f (El), Cg (Ch El Ch) g (El Ch Or) (anap.), hh (Or El Ch) ii (Ch) anap. 314-22 = 333-39 quattuor tetrametri asynarteti, prius membrum glyconeum habet aut integrum aut a principio decurtatum aut altero qui videtur dactylo auctum; 316 dactyli longa soluta est. alterum membrum aut ithyphallicum aut dimeter choriambicus catalecticus quem vulgo dicimus 323-33=355-62 trim. iamb. + priapeus, 4 dimetri ionici, choephoricon, de quo cf. praefat. Apparatus Criticus Μοῖραιμοῖρε ἧιἢ Δίκηδίκην μέγ᾽ ἀυτεῖμέγαυτιοἶμαι μέγ᾽ ἀυτεῖ αἰνόπατερcf. Homeri αἰναρέτης ἕκαθενἂν, καθένἕκαθεν (πόρρωθεν Σ) ἀντίμοιρονἰσοτιμοιρον (i. e. et ίσο- et ἀντίμ.) corr. Erfurdt [ἡ]del. Porson ὀτοτύζεταιmedium, cf. μινύρομαι κινύρομαι κλαίομαι, ἐπωλολύξατο Ag. 1236, θροούμενος Eum. 510 δὲδὲτε (ΧΟ.) τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς. – ΗΛ. κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει πολυδάκρυτα πένθη. δίπαις τοί σ᾽ ἐπιτύμβιος θρῆνος ἀναστενάζει. τάφος δ᾽ ἱκέτας δέδεκται φυγάδας θ᾽ ὁμοίως. τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν; οὐκ ἀτρίακτος ἄτα; = ΧΟ. ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρήιζων θείη κελάδους εὐφθογγοτέρους· ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων παιὼν μελάθροις ἐν βασιλείοις νεοκρᾶτα φίλον κομίσειεν. ξ ΟΡ. εἰ γὰρ ὑπ᾽ Ἰλίωι πρός τινος Λυκίων πάτερ δορίτμητος κατηναρίσθης, λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιν τέκνων τ᾽ ἐγ κελεύθοις ἐπιστρεπτὸν αἰῶ κτίσας πολύχωστον ἂν εἶχες τάφον διαποντίου γᾶς, δώμασιν εὐφόρητον. – ΧΟ. φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦ- σιν, κατὰ χθονὸς ἐμπρέπει σεμνότιμος ἀνάκτωρ, πρόπολός τε τῶν μεγίστων χθονίων ἐκεῖ τυράννων· βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζη, μόριμον λάχος †πιμπλάντων χεροῖν πεισίβροτόν τε βάκτρον. = Numeri 345-54 = 363-71 dochmius (re vera _~_~_ membrum saepe inter glyconeos obvium), glycon., 2 trimetri iamb. catal., tetrameter bacchiacus (iambicus re vera) 2 enhoplii sive paroemiaci, dimeter choriambicus catalecticus. Apparatus Criticus ἀμφιλαφήςcf. Aeschyl. apud Phot. Berol. ἀμφιλαφής ΗΛ.Electrae dat Σ ἐπιτύμβιοςτοῖς ἐπιτυμβιδίοις corr. Hermann ἀναστενάζειἀναστενάξει corr. apogr. τίante τί paragraphus θείηθήη κομίσειενκομίζει corr. Porson cf. Homer Z 528 κατηναρίσθηςκατεναρ. τ᾽ ἐγ κελεύθοιςτε κελ. corr. Wellauer αἰῶαἰῶνα corr. Ahrens cf. Ag. 229 κτίσαςκτίσσας γᾶςγᾶςτας ἐμπρέπειἐμπρέπων corr. Heimsoeth ἦν, ὄφρ᾽ ἔζηἦν et ῆς ἔζης corr. Hermann †πιμπλάντωνetiamsi πιμπλάντων a grammatica et metrica tolerari posset, nec de Argivis Agamemnoni subditis nec de illo dici posset, eos 'sortem explere. incertum igitur, num λάχος et βάκτρον copulata fuerint, quamquam placet Pauwii χεροῖν πεισιβρότωι τε βάκτρωι" manu forti et auctoritate regia. περαίνων lusit Dindorf πεισίβροτόνπισίμβροτόν ΗΛ. μηδ᾽ ὑπὸ Τρωΐας τείχεσι φθίμενος πατήρ μετ᾿ ἄλλων δουρικμῆτι λαῶι παρὰ Σκαμάνδρου πόρον τεθάφθαι, πάρος δ᾽ οἱ κτανόντες νιν οὕτως δαμῆναι. (τότ᾽ ἦν) θανατηφόρον αἶσαν πρόσω τινὰ πυνθάνεσθαι τῶνδε πόνων ἄπειρον. – ΧΟ. ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ, μεγάλης τε τύχης καὶ ὑπερβορέου μείζονα φωνεῖς· δύνασαι γάρ. ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ κατὰ γῆς ἤδη· τῶν δὲ κρατούντων χέρες οὐχ ὅσιαι, στυγερῶν τούτωι· παισὶ δὲ μᾶλλον γεγένηνται. ξ (ΟΡ.) τοῦτο διαμπερὲς οὖς ἵκεθ᾽ ἅπερ τι βέλος. Ζεῦ Ζεῦ, κάτωθεν ἀμ- πέμπων ὑστερόποινον ἄταν βροτῶν τλήμονι καὶ πανούργωι χειρί, τοκεῦσι δ᾽ ὅπως τελεῖται. (ΧΟ.) ἐφυμνῆσαι γένοιτό μοι πυκή- Numeri 380-84 = 394-99 duo hemiepe, spondeus, metrum iambicum + choephoricon, choephoricon, alcaic. decasyllabus 385-92 = 410-17 trim. iamb. (primo metro conciso) + 4 aristophanei (cf. praefat.), tres bacchei (iambi), tetrameter constans e duobus choriambis + dimeter iambicus a principio concisus. Apparatus Criticus ΗΛ.paragraphus deestElectrae tribuit τείχεσιτείχεσσι πάτερ corr. Heimsoeth, cf. νιν 367 δουρικμῆτιδορικμήτι τεθάφθαιτέθαψαι corr. Ahrens (τότ᾽ ἦν)supplevi, ut sententiae satis fieret πρόσωπρόσσω τεδὲ corr. Kirchhoff φωνεῖςφωνεῖ· ὀδυνᾶσαι γάρ corr. Herm.ῥάιδιον γὰρ τὸ εὔχεσθαι μαράγνηςμαράγμηςμάστιγος explicat γῆςγῆς et γᾶς τούτωιτούτων γεγένηνταιγεγένηται corr. Bamberger ΟΡ.Electrae tribuit οὖςοὖςὡς ἅπερ τιἅπερ τε corr. Schütz ἄτανἄτην et -av ὅπωςὅμως (ὁμῶς Σ) corr. Scaliger (loco ceteroquin aliter digesto) πυκή-πευκήεντ’πανηγυρικόν, λαμπρόνcorr. Dindorf (ΧΟ.) εντ᾿ ὀλολυγμὸν ἀνδρὸς θεινομένου, γυναικός τ᾽ ὀλλυμένας· τί γὰρ κεύ- θω φρενὸς οἷον ἔμπας ποτᾶται; πάροιθεν δὲ πρώιρας δριμὺς ἄηται κραδίας θυμός, ἔγκοτον στύγος. – (ΗΛ.) καὶ πότ᾽ ἂν ἀμφιθαλὴς Ζεὺς ἐπὶ χεῖρα βάλοι; φεῦ φεῦ, κάρανα δα- ίξας, πιστὰ γένοιτο χώραι. δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ. κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί. = (ΧΟ.) ἀλλὰ νόμος μὲν φονίας σταγόνας χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν αἷμα. βοᾶι γὰρ λοιγὸς Ἐρινὺν παρὰ τῶν προτέρων φθιμένων ἄτην ἑτέραν ἐπάγουσαν ἐπ᾿ ἄτηι. ξ (ΟΡ.) ποποῖ δᾶ, νερτέρων τυραννίδες ἴδετε πολυκρατεῖς ἀραὶ φθινομένων, ἴδεσθ᾽ ᾿Ατρειδῶν τὰ λοίπ᾽ ἀμηχάνως ἔχοντα καὶ δωμάτων ἄτιμα. πᾶι τίς τράποιτ᾽ ἄν, ὦ Ζεῦ; – (ΧΟ.) πέπαλται δαῦτέ μοι φίλον κέαρ τόνδε κλύουσαν οἶκτον. Testimonia 396 Hesych. δαΐξας κατακόψας. Numeri 405-9=418-22 trim. iamb. 2 dochm. deinde iambi faciles. Apparatus Criticus ὀλλυμέναςὀλλυμένης Μι φρενὸς οἷονφρ. θεῖον corr. Herm. κραδίαςκαρδίας corr. Herm. hoc dicit, tu excidis confidentia; recte tu, tardat enim Iuppiter opem ferre. vae, tyrannis caesis utinam satis fiat expectationi patriae (χώρα cf. 973. Pers. 856).' δαίξας praeteritum ad χεῖρα βάλοι referri nequit; nominativus igitur aequat genetivum absolutum δαιχθέντων τῶν καράνων (cf. κάρανον Xenoph. Hellen. I 4, 3) ut δαΐξας produceretur, effecit δαϊŵ Γᾶγᾶ Ahrensτα Μ τιμαίτετιμεναι ν. 1. Μe scholio αἱ Ἐρινύες παρὰ τῶν χθονίων θεῶν τετιμημέναι inlatum ἀλλὰ νόμοςἀλλ᾽ ἄνομος dist. Turn. λοιγὸς Ἐρινὺνλοιγὸν Ἐρινύς corr. Schütz ἄτηνἄταν Μ v. 1. (ΟΡ.)Orestae esse testatur schol. 412, ὅτε σε οἰκτιζόμενον ἴδω Ὀρέστα ποῖ ποῖ δή corr. Bamberger φθινομένωνφθειμένων Μφθι Μ2 corr. Ahrens πᾶι τίςπετις Μοἶμαι πᾶι τις Μ2 (ΧΟ.)choro tribuit Σ πέπαλταιπεπάλατε (αι suprascr.) M corr. Turn. δαῦτέδαῦτε idem atque apud Alcmanem 36 ἔρος με δαῦτε etc. et δηῦτε sive δεῦτε Asianorum. (ΧΟ.) καὶ τότε μὲν δύσελπις, σπλάγχνα δέ μοι κελαινοῦ- ται πρὸς ἔπος κλυούσαι, ὅταν δ᾽ αὐτ᾿ †ἐπαλκὲς †θραρέαπέστασεν ἄχος †πρὸς τὸ φανεῖσθαί μοι καλῶς. = (ΗΛ.) τί δ᾽ ἂν φάντες τύχοιμεν ἄν; ἢ τάπερ πάθομεν ἄχεα πρός γε τῶν τεκομένων; πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται· λύκος γὰρ ὥστ᾽ ὠμόφρων ἄσαντος ἐκ ματρός ἐστι θυμός. = ΗΛ. ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας νόμοις ἰηλεμιστρίας ἀπρικτόπληκτα, πολυπάλακτα δ᾽ ἦν ἰδεῖν ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα ἄνωθεν ἀνέκαθεν, κτύπωι δ᾽ ἐπερρόθει κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα. (ΗΛ.) ἰὼ ἰὼ δαΐα πάντολμε μῆτερ, δαΐαις ἐν ἐκφοραῖς ἄνευ πολιτᾶν ἄνακτ᾽, ἄνευ δὲ πενθημάτων ἔτλης ἀνοίμωκτον ἄνδρα θάψαι. (ΧΟ.) ἐμασχαλίσθη δ᾽, ἔθ᾽ ὡς τόδ᾽ εἰδῆις, ἔπρασσε δ᾽ ἁιπέρ νιν ὧδε θάπτει, μόρον κτίσαι μωμένα ἄφερτον αἰῶνι σῶι, Testimonia 422 Hesych. ἄσαντος· οὐ σαίνων 424 Hesych. ἰηλεμιστρίας· θρηνητρίας; item ἠλεμίστρια· θρηνήτρια. 439 Suidas ἐμασχαλίσθη· ἔθος ἦν etc. scholion huius loci receptum ab atticista, puta Pausania, in lexicon suum; legeremus etiam in Photii lexico, nisi haec folia in Galeano interissent. Numeri 423-43 = 444-55 +434-38 iambi faciles. Apparatus Criticus μοιμου corr. Schütz φάντεςπάντες Μεἰπόντες explicat Σ, inde corr. Bothe ἄνdel. Herm. ἄχεαἄχθεα Μ, Σ ad τάδε τὰτὰ ἄχη Ἄριονἄρειον corr. Herm. ἔν τε Κισσίαςεἴτε corr. Bothe, κισσίαις corr. Robort. νόμοις ἰηλεμιστρίαςνομοισιλεμ. corr. Herm. ἀπρικτόπληκταἄπρικτοι πληκτά corr. Lachmann; duo in margine scholia παραιο (i. e. παρὰ τὸ) ἀπρίξ et πλήσσοντα ἀπρίξ πολυπάλακταπολυπάλαγκται potius quam -τα correxi ἰδεῖνεἰδεῖν et ἰδ. Μ ἐπερρόθειἐπιρροθεῖ corr. Stanley καὶκαί delevi post 455 traiecit Schütz (ΧΟ.)Choro tribuit Σ ἐμασχαλίσθηἐμασχαλίσθης Μverum Σ Suidas δ᾽, ἔθ᾽ ὡς τόδ᾽ εἰδῆιςδε τωστοστείδης Μδ᾽ ἔθ᾽ Canter, τόδ' Pauw. ἁιπέρἅπερ recte legit Portus κτίσαικτεῖ. αι Μ v in rasura man. rec. corr. Stanley ἄφερτονἄφερκτον Μ (e 447)δυστυχή explicat Σ. (ΧΟ.) κλύεις πατρώιους δύας ἀτίμους. – (ΗΛ.) λέγεις πατρῶιον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν ἄτιμος, οὐδὲν ἀξία, μυχῶι δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη, χέουσα πολύδακρυν γόον κεκρυμμένα. τοιαῦτ᾽ ἀκούων (τάδ᾽ ἐν φρεσὶν γράφου. (ΧΟ.) (κλύεις.) δι᾽ ὤτων δὲ συν- τέτραινε μύθον ἡσύχωι φρενῶν βάσει. τὰ μὲν γὰρ οὕτως ἔχει, τὰ δ᾽ αὐτὸς ὀργᾶι μαθεῖν. πρέπει δ᾽ ἀκάμπτωι μένει καθήκειν. ΟΡ. τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι. ΧΟ. πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει ἕκατι μὲν δαιμόνων, ἕκατι δ᾽ ἁμᾶν χερῶν. ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν. (ΟΡ.) σέ τοι λέγω, ξυγγενοῦ πάτερ φίλοις. (ΗΛ.) ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα. (ΧΟ.) στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ. (ΟΡ. ΗΛ. ΧΟ.) ἄκουσον ἐς φάος μολών, ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς. – (ΟΡ.) Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκαι Δίκα. (ΗΛ.) ἰὼ θεοί, κραίνετ᾽ (αἵματ᾽) ἐνδίκως. (ΧΟ.) τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων. (ΟΡ. ΗΛ. ΧΟ.) τὸ μόρσιμον μένει πάλαι, Numeri 456-60 = 461-65 iambi faciles; paeneultimus choriambus. Apparatus Criticus κλύειςκλύει corr. Turn. (ΗΛ.)Electrae tribuit Σ μυχῶιμυχοῦ corr. Stanley πολυσινοῦςπολυσίνους erasa ultima littera ἀνέφερον λίβηχαίρ. Μ2 corr. Dobree χέουσαχέρουσα Μ1 (τάδ᾽ ἐν φρεσὶν γράφου.suppleviφρεσσίν (κλύεις.)supplevi τέτραινετετραίνειν μύθον audacter sed praeclare dictum de verbis per auris foramen penetrantibus; ut dativus βάσει inde pendeat, additur συν cf. συναρ-μόζειν Eum. 495 φρενῶνφρονῶν corr. Turn. αὐτὸςαὐτοῖς Μ ante correcturam πρέπειπρέπεις Μ1 sic M, male tantum dirempta (et τίσει), in margine οἶμαι πατρὸς δ᾽ ἀτίμως σ᾽ ἀρὰ τίσει ὀλοίμανἑλοίμαν, sed av in ras.; verum habebat Σ (τεθναίην) φίλοιςφίλοισι corr. Porson ξυμβαλεῖξυμβάλλει corr. Pauw κραίνετ᾽ (αἵματ᾽) ἐνδίκωςκραίνετ᾽ ἐνδίκως in marg. idem, correctura factum in textu, quid dederit M¹ incertum; supplevi μ᾽μοι, sed oi supra μ. (ΟΡ. ΗΛ. ΧΟ.) εὐχομένοις δ᾽ ἂν ἔλθοι. (ΧΟ.) ὦ πόνος ἐγγενὴς καὶ παράμουσος ἄτης αἱματόεσσα πλαγά. ἰὼ δύστον᾽ ἄφερτα κήδη· ἰὼ δυσκατάπαυτον ἄλγος. – δώμασιν ἔμμοτον τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾿ ἄλλων ἔκτοθεν, ἀλλ᾽ ἀπ᾿ αὐτῶν δι᾽ ὠμὰν ἔριν αἱματηράν. θεῶν (τῶν) κατὰ γᾶς ὅδ᾽ ὕμνος. = (-) ἀλλὰ κλυόντες μάκαρες χθόνιοι τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν παισὶν προφρόνως ἐπὶ νίκηι. ? Actio: 479 Orestes et Electra in summo tumulo in genua procumbunt terramque inter preces manibus feriunt. ΟΡ. πάτερ τρόποισιν οὐ τυραννικοῖς θανών, αἰτουμένωι μοι δὸς κράτος τῶν σῶν δόμων. (ΗΛ.) κἀγὼ πάτερ τοιάνδε σου χρείαν ἔχω, οἰκεῖν μετ᾿ ἀνδρὸς θεῖσαν Αἰγίσθωι (μόρον). (ΟΡ.) οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν κτιζοίατ᾽· εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσηι ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. (ΗΛ.) κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας οἴσω πατρώιων ἐκ δόμων γαμηλίους· πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. ΟΡ. ὦ γαῖ᾽ ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην. ΗΛ. ὦ Φερσέφασσα δὸς δέ γ' εὔμορφον κράτος. ΟΡ. μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης πάτερ. ΗΛ. μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισαν. ΟΡ. πέδαις δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης πάτερ. Numeri 466-70 = 471-75 dochmius (cf. 345), 2 aristophanei, 2 choephorici. Apparatus Criticus (ΧΟ.)liberis Agamemnonis trib. Σ ὦἰώ corr. Herm. πλαγάπληγή Μ1 δυσκατάπαυτονδυσκατάπαυστον ἄκοςἑκὰς corr. Schütz ὠμὰν ἔριναιωμαν corr. Klausenαιρειν corr. Herm. (τῶν)suppl. Herm. νίκηινίκην corr. Portus ΟΡ.ΗΛ ante versum αἰτουμένωιαἰτούμενος corr. Turn. τοιάνδετοιάδε corr. Turn. οἰκεῖν μετ᾿ ἀνδρὸς θεῖσαν Αἰγίσθωι (μόρον)φυγεῖν μέγανπροσθεῖσαν corr. suppl. Emperius Hesych. εὔδειπνον huc non pertinet ἐμπύροισιἐν πυροῖσι Herm. ΦερσέφασσαΠερσ. δέ γ'δέ τ’ corr. ὡςὧι σ’ ἐκ. corr. Blomfield ΗΛ. αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. ΟΡ. ἄρ᾽ ἐξεγείρηι τοῖσδ᾽ ὀνείδεσιν πάτερ; ΗΛ. ἄρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα; (ΟΡ.) ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν, εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις. (ΗΛ.) καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς πάτερ, ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφωι οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον, καὶ μὴ ξαλείψηις σπέρμα Πελοπιδῶν τόδε· οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών. (ΟΡ.) ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα. αὐτὸς δὲ σώιζηι τόνδε τιμήσας λόγον. παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι θανόντι· φελλοὶ δ᾽ ὡς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σώιζοντες λίνου. Actio: 507 Orestes et Electra a tumulo descendunt. (ΧΟ.) καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης. τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. (ΟΡ.) ἔσται· πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος; θανόντι δυσφρονοῦντι δειλαία χάρις ἐπέμπετ᾽· οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τάδε τὰ δῶρα, μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας. Testimonia 504 Tzetzes in Hermog. Cram. An. Ox. IV 69, παραδοξολογίας exemplum ὁ τραγικὸς Αἰσχ. “οὗτος γὰρ οὐ τέθνηκεν οὐδέπερ θανών” vix e propria lectione. 505 Clemens Strom II 23, 141, 3 (potius e tractatu recenti π. γά- μου quam e florilegio) “παῖδες δὲ ἀνδρὶ κατθανόντι (Dobree κατ' αἷαν ὄντι cod.) κληδόνες γεγάασι τὸν (τήν cod.) ἐκ βυθοῦ [καὶ] κλωστῆρα σώζοντες λίνωι.” κατὰ τὸν τραγικὸn Σοφοκλέα. Apparatus Criticus ὀνείδεσινὀνείδεσσιν λαβὰςβλάβας corr. Canter οἴκτιρεοἴκτειρε traieci; traiectis autem repetitum λόγον 509. 510 non iam offendit, quod infelicissimis coniecturis attrectabatur. ad 506 e propria lectione remittit Eustath. ad Hom. 113, 33 et 79, 33 λίνουλίνου a manu quae sera dicitur in λίνοv mutatum ἀμεμφῆἀμόμφητον δε corr. Canter τόνδ᾽ ἐτείνατονδέ τινα τον recte legit Herm. τίμηματιμῶσι τὸν τύμβον τῆς τύχης ἕνεκα. cf. ad Eur. Herc. 170 θανόντι δυσφρονοῦντιθανοῦντι Pauwδ᾽ οὐ φρον. correxi τάδετάδε in τόδε mutatum M μείωμέσω corr. Turn. (ΟΡ.) τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος ἑνός, μάτην ὁ μόχθος· ὧδ᾽ ἔχει λόγος. θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε. (ΧΟ.) οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ᾽ ὀνειράτων καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. ΟΡ. ἢ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι; ΧΟ. τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει. ΟΡ. καὶ ποῖ τελευτᾶι καὶ καρανοῦται λόγος; (ΧΟ.) ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην. (ΟΡ.) τίνος βορᾶς χρήιζοντα, νεογενὲς δάκος; (ΧΟ.) αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι. (ΟΡ.) καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους; (ΧΟ.) ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. (ΟΡ.) οὔτοι μάταιον ἂν τόδ᾽ ὄψανον πέλοι. (ΧΟ.) ἢ δ᾽ ἐξ ὕπνου κέκλαγεν ἐπτοημένη. πολλοὶ δ᾽ ἀνῆιθον ἐκτυφλωθέντες σκότωι λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν· πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων. (ΟΡ.) ἀλλ᾽ εὔχομαι γῆι τῆιδε καὶ πατρὸς τάφωι τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον. κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοί οὕφις μεπᾶσα σπαργανηπλείζετο καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον θρόμβωι τ᾽ ἔμειξεν αἵματος φίλον γάλα, ἢ δ᾽ ἀμφὶ τάρβει τῶιδ᾽ ἐπώιμωξεν πάθει, δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας, θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ᾽ ἐγώ Testimonia 534 Hesych. (Phot.) ὄψανον ὄψις φωνή (i. e. ὄψ.). Actio 540 Orestes rursus inter preces terram manu ferit. Apparatus Criticus οἶσθ᾽, ἐμοὶοἶσθεμοι, sed a supra e παρῆπάρηmutatum in πάρειγρ. παρεῖς νεογενὲsνεορενές corr. Turn.ἀντὶ τοῦ νέον μαστὸn ἐνμαζὸn ἔν τ᾽ ὀν. οὖθαρ ἦνοὐχαρην radendo in -ριν mutatumcorr. Pauw στύγουςὑποστύγοςτοῦ μισητοῦ θηρίου ἂν τόδ᾽ ὄψανον πέλοιἀνδρὸς ὅ. πέλει corr. Martin κέκλαγενκέκλαγγενnon habemus quo formas diiudicemus ἀνῆιθονἀνῆλθονἀνέλαμψαν συγκόλλωςσυσκόλλως corr. Victorius ἐκλιπὼnἐκλείπων σπαργανηπλείζετοἐπιμελείας ἠξιοῦτοqui verum legit μαστὸnμασθὸν τ᾽ ἔμειξεντ'δ'ἔμιξεν τάρβει τῶιδ᾽ταρβίτωδ᾽ (ΟΡ.) κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. (ΧΟ.) τερασκόπον τε τῶνδέ σ᾽ αἱροῦμαι πέρι, γένοιτό θ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις, τοὺς μέν τι ποιεῖν τοὺς δὲ μή τι δρᾶν λέγων. (ΟΡ.) ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω. αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, ὡς ἂν δόλωι κτείναντες ἄνδρα τίμιον δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῶι βρόχωι θανόντες, ἧι καὶ Λοξίας ἐφήμισεν, ἄναξ ᾿Απόλλων, μάντις ἀψευδὴς τὸ πρίν. ξένωι γὰρ εἰκώς, παντελῆ σάγην ἔχων, ἥξω σὺν ἀνδρὶ τῶιδ᾽ ἐφ᾽ ἑρκείους πύλας· Πυλάδηι· ξένος δὲ καὶ δορύξενος δόμων. ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω. καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾶι φρενί δέξαιτ᾽, ἐπειδὴ δαιμονᾶι δόμος κακοῖς· μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινά δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν· „τί δὴ πύληισι τὸν ἱκέτην ἀπείργεται Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;“ εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός, ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα ἐρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾿ ὀφθαλμοὺς βαλεῖ, Testimonia 566 Hesych. δαιμονᾶι· ὑπὸ δαίμονος κατέχεται. 571 Hesych. βαλὸν· οὐδόν. Apparatus Criticus τετεdé τῶνδέτῶνδε τ’ θ᾽θ’δ’ δὲ μή τιδ᾽ ἕν corr. Stanley στείχεινστίχειν κτείναντεςκτείναντας corr. Robort. δόλοισι καὶδόλωι τε corr. Hartungδόλωι repetito syllabae defectus resartus est ληφθῶσινλημφθῶσιν ἑρκείουςἑρκίους δὲδέτεOrestes et nominare et commendare debebat comitem suum. ξένος est peregrinus ut 560; ideo additur eundem hospitii iure uti ἥσομενοἴσομεν corr. Turn. δέξαιτ᾽λέξαιτ' corr. Turn. δόμουςδόμοις corr. Boissonade παραστείχονταπαραστίχοντα ἑρκείωνἑρκίον, sed i ex e1accentus docet, ἑρκείων in exemplo fuisse κατὰ στόμα μολών „in aspectum veniens"; perrecturus erat ἐρεῖ ποδαπὸς ὁ ξένος, sed, ut est animo commotissimo, non solum σάφ᾽ ἴσθι inserit, sed novum addit membrum, quid dico, cum me adloquetur, iam cum in conspectum inciderit, antequam dicat... interficiam βαλεῖβαλεῖν corr. Robort.intransitivum cf. Ag. 1172. plebeium est cf. βάλ᾽ ἐς κόρακας sim. (ΟΡ.) πρὶν αὐτὸν εἰπεῖν „ποδαπὸς ὁ ξένος“ νεκρόν θήσω ποδώκει περιβαλὼν χαλκεύματι. φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη ἄκρατον αἷμα πίεται τρίτην πόσιν. νῦν οὖν σὺ μὲν φύλασσε τὰν οἴκωι καλῶς, ὅπως ἂν ἀρτίκολλα συμβαίνηι τάδε· ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια. τὰ δ᾽ ἄλλα τούτωι δεῦρ᾽ ἐποπτεῦσαι λέγω ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι. ΧΟΡΟΣ πολλὰ μὲν γᾶ τρέφει δεινὰ καὶ δειμάτων ἄχη, πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων ἀν- ταίων βροτοῖσι πλή- θουσι βλαστοῦσι καὶ πεδαίχμιοι λαμπάδες πεδάοροι, πτανὰ δὲ καὶ πεδοβάμονα κἀνεμοέντ᾽ ἄν αἰγίδων φράσαι κότον. – ἀλλ᾽ ὑπέρτολμον ἀν- δρὸς φρόνημα τίς λέγοι καὶ γυναικῶν φρεσὶν τλημόνων καὶ παν- τόλμους ἔρωτας ἄ- ταισι συννόμους βροτῶν; ξυζύγους δ᾽ ὁμαυλίας Actio 584 intrat Electra aedes; Orestes cum suis usque ad ἀγυιέα (583) eam prosecutus per alteram utram parodum abit. Numeri 585-93 = 594-601 trochaei, subinde suppressa altera brevi in cretici vel palimbacchei (587) speciem concisi. 4 (duo dimetri catalectici copulati), 7 ad catalexin continuati, 2., tetrameter dactyl., 2. Apparatus Criticus νῦν οὖνσὺν᾽ οὖνσὺ volebatcorr. Blomfield συμβαίνηισυμβαίνει et -νη Apollinem ἀγυιέα, quem Cassandra salutaverat, appellari non iam licet negare, postquam μὰ τὸν ᾿Απόλλω τουτονί (Aristoph. Thesm. 748) totiens in Menandro comparuit γᾶγᾶγάρ καὶdel. Heath πλήθουσιπλάθουσι βλαστοῦσιdel. Franz alii πεδάοροιπεδάμαροιοἶμαι πέδουροι ἵν᾽ ἦι τὸ σημαινόμενον μετέωροιquam coniecturam perfecit Stanley πτανὰπτανά et πτηνά δὲδέτε κἀνεμοέντ᾽κἀνεμοέντων corr. Blomfieldἄv ita collocatum confirmat ἀνεμόεντα ad κότον spectare φρεσὶnφρεσσίν καὶdel. Klausen ΧΟ. θηλυκρατὴς ἀπέρωπος ἔρως παρανικᾶι κνωδάλων τε καὶ βροτῶν. – ἴστω δ᾽, ὅστις οὐχ ὑπόπτερος φροντίσιν †δαείς, τὰν ὁ παιδολυμὰς τάλαινα θεστιὰς μήσατο, πυρδαῆ τινὰ πρόνοι- αν, καταίθουσα παιδὸς δαφοινόν δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν ματρόθεν κελάδησε, ξύμμετρόν τε διαὶ βίου μοιρόκραντον δ᾽ ἐς ἦμαρ. — ἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν φοινίαν Σκύλλαν, ἅτ᾽ ἐχθρῶν ὑπὲρ φῶτ᾽ ἀπώλε- σεν φίλον, Κρητικοῖς χρυσεοδμήτοισιν ὅρ- μοις πιθήσασα δώροισι Μίνω, Νίσον ἀθανάτας τριχὸς νοσφίσασα προβούλως πνέονθ᾽ ἁ κυνόφρων ὕπνωι· κιγχάνει δέ νιν Ἑρμῆς. – ἐπεὶ δ᾽ ἐπεμνησάμην ἀμειλίχων πόνων, ἀκαίρως δέ, δυσφιλές γαμή- λευμ᾿ ἀπεύχετον δόμοις γυναικοβούλους τε μήτιδας φέρων ἐπ᾿ ἀνδρὶ τευχεσφόρωι Testimonia 600 Phrynichus Bekk. An. 8 (Et. Μ. s. v.) ἀπέρωπος σημαίνει ἀναι- δής σκληρός τραχύς etc. Hesych. ἀπερωπός· ἀπάνθρωπος. Numeri 602-12 = 613-22 trochaei eiusdem generis 3. 2. (secundum metrum bis concisum) 5. (primum bis concisum) 5, 2 priapei. 623-30 = 631-38, 639-45 = 646-52 iambi faciles. Apparatus Criticus ἀπέρωποςἀπέρωτος †δαείςπαιδευθεὶς ὑποπτέροις φροντίσιν;latet potius adiectivum, puta χαύναις. Scyllae meminisse iubentur qui non perversi sunt inani amantium confidentia πυρδαῆπυρδαής καταίθουσακ᾿ αἰθοῦσακ᾿ αἴθουσαcorr. Canterfuerat in archetypo καιθ. διαὶδιά corr. Canter μοιρόκραντονμοιρόκραντος δ᾽del. Canter ἄλλαν δ᾽ἀλλὰ corr. Portus ἔστινδή τιν’ corr. Herm. ὑπὲρὑπαὶ corr. Porson ἀπώλε-ἀπόλεσεν πιθήσασα δώροισιπειθήσ. δόροισι νοσφίσασα προβούλως-σασ᾿ ἀπροβ. dist. Porson κιγχάνεικιχάνει radendo factum νινμιν ἐπεμνησάμηνἐπεμνή (-μνα v. 1.) σαμεν corr. Heath φέρωνφρενών correxi ΧΟ. ἐπ᾿ ἀνδρὶ δήιοισιν ἐπικότωι σέβας, τίων δ᾽ ἀθέρμαντον ἑστίαν δόμων, γυναικείαν ἄτολμον αἰχμάν. κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον λόγωι, γοᾶται δὲ δημόθεν κατά- πτυστον. ἤικασεν δέ τις τὸ δεινὸν αὐ Λημνίοισι πήμασιν. θεοστυγήτωι δ᾽ ἄχει βροτοῖς ἀτιμωθὲν οἴχεται γένος. σέβει γὰρ οὔτις τὸ δυσφιλές θεοῖς. τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω; = τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος διανταίαν ὀξυπευκὲς οὐτᾶι διαὶ Δίκας τομήν· θέμις γὰρ οὖν λάξ πέδοι πατούμενον τὸ πᾶν Διὸς σέβας παρεκ- βάντας οὐ θεμιστῶς – Δίκας δ᾽ ἐρείδεται πυθμήν· προχαλκεύει δ᾽ Αἰσα φασγανουργός, τέκνον δ᾽ ἐπεισφέρει δόμοις αἱμάτων παλαιτέρων τίνειν μύσος χρόνωι κλυτὴ βυσσόφρων Ἐρινύς. = ΟΡΕΣΤΗΣ παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον. τίς ἔνδον, ὦ παῖ παῖ μάλ᾽ αὖθις, ἐν δόμοις; Testimonia 640 Hesych. ὀξυπευκές ὀξύπικρον. Actio 653 intrant Orestes et Pylades cum suo uterque pedisequo pulsantque ad aedium fores; respondet vox atriensis. aliquantulo temporis intermisso pro- cedit e minore quadam porta Clytaemestra, quam cum ancillae tum servi comitantur. Apparatus Criticus δήιοισινδήιοις corr. Arnaldus δημόθενδὴ ποθει et i supra e1 correxi βροτοῖςβροτῶν correxi οὐτᾶισοῦται corr. Hermannexplicat et νύσσει et ὁρμᾶι τομήντὸ μὴ glossam correxi et sustuli πέδοιπέδον corr. Hermann παρεκβάνταςπαρεκβάντες corr. O. Müller οὐ θεμιστῶς(645) ἀθεμίστως Δίκας(646) δίκης προχαλκεύει(647) προσχαλ. corr. Herm. δόμοις(650) δωμάτων ἐπεισφέρει δὲ τοῖς οἴκοις τέκνον παλαιῶν αἱμάτων τίνειν(649) διμασε(651) τείνει corr. Lachmann Aeschylus sermonem vulgarem admittit, tragoediae adaptat Sophocles fr. 707. ΟΡ. τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ, εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί. ΟΙΚΕΤΗΣ εἶἑν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν; ΟΡ. ἄγγελλε τοῖσι κυρίοισι δωμάτων, πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους· τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων. ἐξελθέτω τις δωμάτων τελεσφόρος, †γυνὴ τάπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον· αἰδὼς γὰρ ἐν λέσχηισιν οὖσ᾽ ἐπαργέμους λόγους τίθησιν· εἶπε θαρσήσας ἀνήρ πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ. ΚΛΥΤΑΙΜΗΣΤΡΑ ξένοι λέγοιτ᾽ ἂν εἴ τι δεῖ· πάρεστι γάρ ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα, καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία στρωμνὴ δικαίων τ᾽ ὀμμάτων παρουσία. εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον, ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν. ΟΡ. ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων· στείχοντα δ᾽ αὐτόφορτον οἰκείαι σαγῆι ἐς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα, ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν, Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγωι· „ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις, πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος τεθνεῶτ᾽ Ορέστην εἰπέ, μηδαμῶς λάθηι· (τὸν δ᾽ εἰ) κομίζειν δόξα νικήσει φίλων, Apparatus Criticus ὥραὡραιμεθιέναι corr. Dindorf τελεσφόροςτελεσφόρους †γυνὴ τάπαρχοςπαρχοςν. 1.sententiae convenienter Kirchhoff γυναῖκ᾽ ἀπαρκές δ᾽τ’δ’ Turn. λέσχηισινλεχθεῖσιν corr. Emperius οὖσ᾽οὐκ corr. Bothe θελκτηρίαθελκτήρια;ne cibum desideres, in eodem lecto accubantes cenant et dormiunt οἰκείαιοἰκίαι πόδαπόδας corr. Dindorf (τὸν δ᾽ εἰ)εἴτ᾿ οὖν κομ. e proximo versu male repetitis apta substitui ΟΡ. εἴτ᾽ οὖν μέτοικον εἰς τὸ πᾶν ἀεὶ ξένον θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα σποδὸν κέκευθεν ἀνδρὸς εὐ κεκλαυμένου.“ τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων, οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι. ΚΛ. οἳ ἐγώ, κατ᾿ ἄκρας ἔμπας ὡς πορθούμεθα. ὦ δυσπάλαιστε τῶνδε δωμάτων ᾿Αρά, ὡς πόλλ᾽ ἐπωπᾶις, κἀκποδὼν εὐ κείμενα τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. καὶ νῦν Ὀρέστην, ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα, νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφεις. ΟΡ. ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον γνωτὸς γενέσθαι καὶ ξενωθῆναι· τί γάρ ξένου ξένοισίν ἐστιν εὐμενέστερον; πρὸς δ᾽ εὐσεβείας ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν, τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις καταινέσαντα καὶ κατεξενωμένον. ΚΛ. οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν, οὐδ᾽ ἦσσον ἂν γένοιο δώμασιν φίλος. ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν. ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα. ἄγ᾿ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον· κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα. Actio: 718 exit Clytaemestra cum suis per portam suam, peregrini a servo uno deducti per portam maximam. Apparatus Criticus ἔμπαςἔνπας i. e. ἔμπας (ἐν πᾶσ᾽ M2) cf. Prom. 187 ὈρέστηνὈρέστης correxi κομίζωννομίζωνκομίζων βακχείαςβακχίας ἐγγράφειςἐγγράφει correxi; est ἐκγράφειςἔγγραφε (τάξον) οὖνὤνοὖν γνωτὸςγνωστός εὐσεβείαςπρ. δυσσεβείας corr. Heimsoeth τεdé corr. Bamberger ξυνέμπορονξυνεμπόρους corr. Herm.postquam de eo qui verba fecit proximusque adstat dixit, monstrat pedisequos et comitem, Pyladem, quem a servis vestis distinguit 'adipiscantur omnia regali domo condigna; quod ut fiat tibi iniungo' recte ita Verrall ΚΛ. αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνωι τάδε. ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων κοινώσομέν τε κοὐ σπανίζοντες φίλων βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι. ΧΟΡΟΣ. εἰὲν, φίλιαι δμωίδες οἴκων, πότε δὴ στομάτων δείξομεν ἰσχὺν ἐπ᾿ Ορέστηι; ὦ πότνια χθὼν καὶ πότνι ἀκτὴ χώματος, ἢ νῦν ἐπὶ ναυάρχωι σώματι κεῖσαι τῶι βασιλείωι, νῦν ἐπάκουσον, νῦν ἐπάρηξον· νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν καὶ τὸν νύχιον τοῖσδ᾽ ἐφοδεῦσαι ξιφοδηλήτοισιν ἀγῶσιν. ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν· τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην. ποῖ δὴ πατεῖς Κίλισσα δωμάτων πύλας; λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος. Actio: 730 chorus planctum quendam audit, nempe Cilissae, quae statim e porta Clytaemestrae procedit. (ΤΡΟΦΟΣ) Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον ἀνὴρ ἀπ᾿ ἀνδρὸς τὴν νεάγγελτον φάτιν ἐλθὼν πύθηται. τὴν δὲ πρὸς μὲν οἰκέτας θέτο σκυθρωπόν, ἐντὸς ὀμμάτων γέλων Apparatus Criticus ὑπευθύνωιἐπευθύνωιὑποδίκωι explicat κοινώσομένκοινώσωμεν βουλευσόμεσθαβουλευόμεθα corr. Canter φίλιαι δμωίδεςφιλίαι δμωιίδες δολίανδολία corr. Pauw Ἑρμῆνἑρμῆα τοῖς ξένοιςτοὺς ξένους corr. Pauw;significat illos eum arcessi iussisse ἡ κρατοῦσα in tragoedia quod in vita ἡ κεκτημένη τὴν δὲτῆνδε, πρὸς ita distinctased pronomen ad superiora relatum friget., nuntium adversus familiam reddidit tristem', Prom. 163 cft. Blass verbis tamen aliter dispositis σκυθρωπόνquamvis nuntio parum conveniens posuit, quia ora Clytaemestrae narrantis σκυθρωπά erant γέλωνγέλων grammatici scribebant; cum vero ultima nusquam necessario longa sit, aeolicum γέλον esse longe probabilius. (ΤΡΟΦΟΣ) κεύθουσ᾽ ἐπ᾿ ἔργοις διαπεπραγμένοις καλῶς κείνηι, δόμοις δὲ τοῖσδε παγκάκως ἔχει φήμης ὑφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς. ἢ δὴ κλυὼν ἐκεῖνος εὐφρανεῖ νόον, εὐτ᾽ ἂν πύθηται μύθον. ὦ τάλαιν᾽ ἐγώ· ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν ᾿Ατρέως δόμοις τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα· ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην. τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά· φίλον δ᾽ Ορέστην, τῆς ἐμῆς ψυχῆς τριβήν, ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη, καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων καὶ πολλὰ καὶ μοχθήρ᾽, ἀνωφέλητ᾽ ἐμοί τλάσηι· τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτόν τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπωι φρενός. οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ἂν ἐν σπαργάνοις, εἰ δίψος ἢ λιμός τις ἢ λιψουρία ἔχει, νέα δὲ νηδὺς αὐτάρκης τέκνων. τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι, ψευσθεῖσα, παιδὸς σπαργάνων φαιδρύντρια γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας ἔχουσ᾽ Ορέστην ἐξεδεξάμην πατρί. τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι. στείχω δ᾽ ἐπ᾿ ἄνδρα τῶνδε λυμαντήριον οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. (ΧΟ.) πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον; (ΤΡ.) ὅπως; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον. (ΧΟ.) εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. Apparatus Criticus ἔχειἔχεινκακῶς ὁ οἶκος διάκειται ἐκεῖνοςἐκεῖνον corr. Robort. hiare orationem vidit Schütz, supplevi ex gr. ὑπηρέτημα τῆς καθ᾿ ἡμέραν τροφῆς εἰεἰἤ λιμός τις ἢ λιψουρίαλιμὸς ἢ δίψη τις correxi,frustra Solmsen δίψη defendit, δίψησις alii infeliciter provocantes ad Epitom. Athen. 106 Πράμνειον ... οὐ διψήσεως ἄκος ἀλλ᾽ ἐμφορήσεως ἕνεκα, ubi Euripidis Cycl. 67 δίψης ἄκος adferri docui apud Kückium, Stud. in Aeschyl. (Gott. 90) 17 γναφεὺςστροφεύς corr. Robort. ἐξεδεξάμηνἐξεθρεψάμην(ἀντὶ τοῦ ἐξέθρεψα ἀνέσωσα)πατρός στείχωστείχων corr. Ald. τῶνδετῶνδε λόγων corr. Blomfield ὅπως;ἢ πῶς corr. Schütz,vulgare dicendi genus nutrici convenit εἰεἰἢ (ΤΡ.) ἄγειν κελεύει δορυφόρους ὀπάονας. ΧΟ. μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει· ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντων κλύηι, ἄνωχθ᾽ ὅσον τάχιστα γαθούσηι φρενί. ἐν ἀγγέλωι γὰρ κρυπτὸς ὀρθοῦται λόγος. ΤΡ. ἀλλ᾽ ἦ φρονεῖς εὐ, τοῖσι νῦν ἠγγελμένοις; ΧΟ. ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. ΤΡ. καὶ πῶς; Ορέστης ἐλπὶς οἴχεται δόμων. ΧΟ. οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε. ΤΡ. τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα; ΧΟ. ἄγγελλ᾿ ἰοῦσα, πρᾶσσε, τἀπεσταλμένα· μέλει θεοῖσιν ὧνπερ ἂν μέληι πέρι. ΤΡ. ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις. γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει. Actio: 782 exit Cilissa. ΧΟΡΟΣ νῦν παραιτουμέναι μοι, πάτερ Ζεῦ θεῶν Ὀλυμπίων, δὸς τύχας τυχεῖν δόμου κυρίως †τὰ σώφροσυνευ μαιομένοις ἰδεῖν. διὰ δίκας πᾶν ἔπος ἔλακον· (ὦ) Ζεῦ σὺ [δέ] νιν φυλάσσοις. πρὸ δὲ δὴ ἐχθρῶν τὸν ἔσω μελάθρων [ὦ] Ζεῦ θές, ἐπεί νιν μέγαν ἄρας, Testimonia 773 schol. BT Hom. Ο 207 καὶ Εὐριπίδης ἐν ἀγγέλωι ..... ὀρθοῦται λόγος. Numeri 783-88 = 793-98 trochaei (9), dochmius, 3 trochaei (specie cretica) + ithyphallicus ephymnium 789-92 interiectio, dimeter ion. catal., trim. ion., tetrameter (prior pars trochaica specie, altera choriambica). Apparatus Criticus ἀδειμάντωνἀδειμάντως corr. Hartung γαθούσηι φρενíὀρθούσηι φρενί (e 772)emendate schol. Hom. intellege οὕτως ἂν γνοίη περὶ τῶνδε ἄγγελλ᾿ ἰοῦσαἄγγελ᾿ ἰοῦσαι τἀπεσταλμένατἀπετάλμ. μέλειparagraph. praefixaμέλλει ... μέλληι corr. Aldina παραιτουμέναι μοιπαραιτουμέν᾿ ἐμοίπαρὰ σοῦ αἰτουμένηι ΖεῦΖευς δόμουδέ μου corr. Botheδός μοι εὐτυχίαν εὐτυχῆσai βεβαίωςquem dé non legisse apparet ἰδεῖνἰδεῖν postea addidit διὰ δίκαςδιαδικᾶσαι corr. Pauw(δικαίως κατὰ δίκαν) (ὦ) ... [δέ]suppl. del. Hermann ephymnia primus repetivit CGSchneider ë ë non est eiulantis sed obtestantis, cf. Suppl. 143 τὸντὸντῶν [ὦ]del. Seidler νιν μέγαν ἄραςμιν ἄιρας ΧΟΡΟΣ δίδυμα καὶ τριπλᾶ παλίνποινα θέλων ἀμείψει. – ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὐ- νιν ζυγέντ᾽ ἐν ἅρμασιν πημάτων, (σὺ δ᾽ ἐν δρόμωι προστιθεὶς μέτρον κτίσον σωιζόμενον ῥυθμόν, τοῦτ᾽ ἰδεῖν ἀμ πέδον ἀνόμενον βημάτων ὄρεγμα. (ἓ ἕ. πρὸ δὲ δὴ ἐχθρῶν τὸν ἔσω μελάθρων Ζεῦ θές, ἐπεί νιν μέγαν ἄρας, δίδυμα καὶ τριπλᾶ παλίμποινα θέλων ἀμείψει.) = οἵ τ᾽ ἔσωθε δωμάτων πλουτογαθῆ μυχὸν νομίζετε, κλῦτε, σύμφρονες θεοί. ἄγετε τῶν πάλαι πεπραγμένων λύσασθ᾽ αἷμα προσφάτοις δίκαις. γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι. τὸ καλῶς δὲ κτίμενον [ὦ] μέγα ναίων στόμιον [εὐ] ἀνιδεῖν δὸς δόμον ἀνδρός, καί νιν ἐλευθερίας λαμπρὸν φῶς ἰδεῖν φιλίοις ὄμμασιν (ἐκ) δνοφερᾶς καλύπτρας. – ξυλλάβοι δ᾽ ἐνδίκως παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος Numeri 800-5 = 812-818 trochaei, 2. 3. (syll. anceps) 2. 2. 2. 4. (primum metrum specie spondiaca) 2. primi metri responsio videtur libera ephymnium 806-812 dim. ion. catalect., dim. ion. glycon. alcaic. decasyllab. Apparatus Criticus ἅρμασινἅρματιἅρμασι (σὺ δ᾽ ἐν δρόμωιsuppl. O. Müller κτίσονκτίσοντίς ἄν τοῦτ᾽τόυτ' Μ ἀm πέδονἰδ. δάπεδον correxiδιὰ πέδον ἀνόμενονἀνο(ωμένων corr. Schoemann ἔσωἔσωprobabile, nisi libera esset in trochaeis responsio. cf. 826 = 837 πημάτωνπημάτων (error librarii) πλουτογαθῆπλουταγαθῆ corr. Turnebus κλῦτεκλύετε corr. Dindorf σύμφρονεςσώφρονεςcorr. Turnebus τὸ καλῶς δὲ κτίμενοντό(τώ ante ras.) δε κ. traieciκτάμενον (ων corr. ipse)delevi μέγα ναίων στόμιονμέγα . ναίων (fuerit μέγαν)delevi δὸς δόμον ἀνδρόςδὸς (fuerat δρος) ἀν. traieci ἐλευθερίαςἐλευθερίως corr. Bamberger alii λαμπρὸn φῶς ἰδεῖνλαμπρῶς ἰ.λαμπρὸνφῶς post ἰδεῖν suppl. Weil (ἐκ)suppl. Herm. φορώτατοςἐπιφορώτ. corr. Emperius, habuerit Σ, ὡς ἐπὶ ἀνέμου φησίν ΧΟΡΟΣ πρᾶξιν οὐρίσαι θεῶν. πόλλ᾽ ἄδηλ᾽ ἔφανε χρήιζων κρυπτά· ἄσκοπον δέ πως λέγω· νυκτὸς προὐμμάτων σκότον φέρει, καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος. (τὸ καλῶς δὲ κτίμενον μέγα ναίων στόμιον, ἀνιδεῖν δὸς δόμον ἀνδρός, καί νιν ἐλευθερίας λαμπρὸν φῶς ἰδεῖν φιλίοις ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.) καὶ τότ᾽ ἤδη †πλοῦτον δειμάτων λυτήριον, θῆλυν οὐριοστάταν ὁ- μοῦ (δὲ) κρεκτὸν γοήτων νόμον μεθ- ήσομεν· „πόλει τάδ᾽ εὐ, ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽, ἄ- τα δ᾽ ἀποστατεῖ φίλων.“ σὺ δὲ θαρσῶν, ὅταν ἥκηι μέρος ἔργων πρὸς σὲ τέκνον, πατρὸς αὐδὰν ἐπαύσας πατρὸς ἔργωι †θροούσαι, καίπερ αἰνῶν ἐπίμομφον ἄταν. Περσέως τ᾽ ἐν φρεσὶν (πρᾶσσε) καρδίαν σχεθών, τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοισιν Numeri 819-26 = 831-37 trochaei 2. 2. 5. 2. 5. septimi atque paene ultimi metri responsio libera ephymnium 827-30 6 ionici, ? + aristophaneus. Apparatus Criticus οὐρίσαι θεῶνοὐρίαν corr. Schoemannθέλενθέλωνcorr. Dindorf πόλλ᾽ ἄδηλ᾽ ἔφανεπολλὰ δ᾽ ἄλλα φανεῖ correxiκρυπτά del. Weil λέγωδ᾽ ἔπος correxiλέγων corr. O. Müller νυκτὸς προὐμμάτωννύκτα πρότ᾽ ὀμμ. corr. Bamberger τότ᾽ ἤδητότε δή corr. Blomfield. †πλοῦτονlatet aut substantivum quod valeat ὀλολυγμόν aut adiectivum (displicent quae coniciebant πολύν, λιγύν; κλυτόν pessimum) δειμάτωνδωμάτων corr. Ahrens (δὲ)suppl. Blomfield νόμοννόμων expectamus ἤσομεν, sed vocem tollunt quam diu continuerant αὔξεταιἀέξεται ἄταἄτη et .a. ἐπαύσας πατρὸς ἔργωι †θροούσαιἐπαύσας πατρὸς ἔργωι θροούσαι πρὸς σὲ τέκνον πατρὸς αὐδάν, dittograph. del. Seidler. traieci quae etiam in M versum efficiunt. in corrupta voce latet imperativus „age, feri" καίπερ αἰνῶν ἐπίμομφον ἄτανκαὶ περαίνων ἐπίμομφαν corr. Robort. φρεσὶnφρεσσίν (πρᾶσσε)supplevi τοῖς θ᾽τοῖσδ᾽ corr. Robort. ΧΟΡΟΣ τοῖς τ᾽ ἄνωθεν πορὼν χάριτας ὀρ- γᾶς λυγρᾶς, ἔνδοθεν φόνιον ἄταν τιθείς, τὸν αἴτιον δ᾽ ἐξαπολλὺς μόρου. (σὺ δὲ θαρσῶν, ὅταν ἥκηι μέρος ἔργων πρὸς σὲ τέκνον, πατρὸς αὐδὰν ἐπαύσας, †θροούσαι, καίπερ αἰνῶν ἐπίμομφον ἄταν.) = Actio: 839 intrat Aegisthus solus a parte in quam Cilissa exierat, domum ingreditur 854. ΑΙΓΙΣθΟΣ ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος· νέαν φάτιν δὲ πεύθομαι λέγειν τινάς ξένους μολόντας οὐδαμῶς ἐφίμερον, μόρον δ᾽ Ορέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνωι τῶι πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. πῶς ταῦτ᾽, ἀληθῆ καὶ βλέποντα δοξάσω, ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι πεδάρσιοι θρώισκουσι, θνήισκοντες μάτην; τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί; ΧΟ. ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος, ὡς αὐτὸν ἀνδρὸς ἄνδρα πεύθεσθαι πάρα. (ΑΙ.) ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον, εἴτ᾿ αὐτὸς ἦν θνήισκοντος ἐγγύθεν παρών, εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών. οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην. ΧΟΡΟΣ Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽, Apparatus Criticus πορὼnπορών scripsiπροπράσσωνcorr. Blomfield χάριταςχάριτος corr. Schütz λυγρᾶςλυπρᾶς corr. Bamberger μόρουμόρον corr. Turn. ἑλκαίνουσι καὶ δεδηγμένοιςἑλκαίνοντι καὶ δεδηγμένωι αὐτὸn ἀνδρὸςὡς αὐτὸς αὐτῶναὐτόνἀνδρός πάραπερί corr. Portus αὐτὸς ἦν θνήισκοντοςἦεν θν.corr. Turn. ἂνsuppl. Elmsley κλέψειενκλέψειαν corr. Stephanus κἀπιθεάζουσ᾽-θοάζ- in rasura, corr. Schütz ΧΟΡΟΣ ὑπὸ δ᾽ εὐνοίας πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι; νῦν γὰρ μέλλουσι μιανθεῖσαι πειραὶ κοπάνων ἀνδροδαΐκτων ἢ πάνυ θήσειν ᾿Αγαμεμνονίων οἴκων ὄλεθρον διὰ παντός, ἢ πῦρ καὶ φῶς ἐπ᾿ ἐλευθερίαι δαίων ἀρχάς τε πολισσονόμους πατέρων (θ᾿) ἕξει μέγαν ὄλβον. τοιάνδε πάλην μόνος ὢν ἔφεδρος δισσοῖς μέλλει θεῖος Ορέστης ἅψειν. εἴη δ᾽ ἐπὶ νίκηι. ἔ ἔ, ὀτοτοτοῖ. ΧΟ. ἔα ἔα μάλα· Actio: 868 auditur vox; quis eiulet, ignoratur ab omnibus ΑΙΓΙΣθΟΣ πῶς ἔχει; πῶς κέκρανται δόμοις. 874 chorus in unam e parodis se abdit; abest a scaena usque ad 931; erumpit e domo servus; deinde alteram portam pulsat, per quam intraverat Clytaemestra 719. ΧΟ. ἀποσταθῶμεν πράγματος τελουμένου, ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιοι κακῶν εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος. (ΟΙΚΕΤΗΣ) οἴμοι πανοίμοι δεσπότου τελουμένου. οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε ὅπως τάχιστα, καὶ γυναικείους πύλας μοχλοῖς χαλᾶτε· καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ. οὐχ ὡς δ᾽ ἀρῆξαι διαπεπραγμένωι· τί γάρ; ἰοὺ ἰού. Numeri 869. 870 dochmii 871 creticus + dochm. (éé iambicum). Apparatus Criticus ἕξει πατέρων (θ᾿) μέγανἕξει πατ. μ. corr. suppl. Weil θεῖοςθείοις corr. Turn. ante ἔ et ea paragraphi; Xop. ante 872 πῶςdelevi:quaerit unus quo modo res se habet; nempe actam esse e clamore colligitur", respondet alter „abscondamus nos: consummatum sane est" i. e. sed ignoro exitum ἀναίτιοιἀναίτιαι corr. Blomfield τελουμένου.δεσπ. τελουμένουex 873, mortuum esse Aegisthum fatetur 880; optime igitur conveniret praesens, ex. gr. χειρουμένου διαπεπραγμένωιπεπραγμένωντῶι σφαγέντι (ΟΙΚΕΤΗΣ) κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην ἄκραντα βάζω. ποῖ Κλυταιμήστρα; τί δρᾶι; ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέρας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος. Actio: 884 exit e porta sua Clytaemestra: 889 ad portam, apertam, puta, conversa famulos adloquitur. ΚΛΥΤΑΙΜΗΣΤΡΑ. τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις; ΟΙ. τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω. ΚΛ. οἳ ἐγώ. ξυνῆκα τούπος ἐξ αἰνιγμάτων. δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν. δοίη τις ἀνδροκμήτα πέλεκυν ὡς τάχος· εἰδῶμεν εἰ νικῶμεν ἢ νικώμεθα, ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ. 892 e porta media exit Orestes, gladio cruento stricto; spectatur per portam apertam Aegisthi mortui corpus. ΟΡΕΣΤΗΣ σὲ καὶ ματεύω· τῶιδε δ᾽ ἀρκούντως ἔχει. ΚΛ. οἳ ἐγώ, τέθνηκας φίλτατ᾿ Αἰγίσθου βία. ΟΡ. φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῶι τάφωι κείσηι. θανόντα δ᾽ οὔτι μὴ προδῶις ποτε. ΚΛ. ἐπίσχες ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι τέκνον μαστόν, πρὸς ὡι σὺ πολλὰ δὴ βρίζων ἅμα οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. ΟΡ. Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν; ΠΥΛΑΔΗΣ ποῦ δὴ τὰ λοιπά Λοξίου μαντεύματα τὰ πυθόχρηστα; πιστὰ δ᾽ εὐορκώματα· ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. ΟΡ. κρίνω σε νικᾶν, καὶ παραινεῖς μοι καλῶς. ἕπου, πρὸς αὐτὸν τόνδε σε σφάξαι θέλω· καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός. Apparatus Criticus πέραςπέλας correxi δίκηνδίκηνradendo in δίκη mutatum εἰεἰἢ δ᾽ αἴδεσαιδ᾽ αἴδεσαιδήσεται ὡι σὺὧι σύὠκύ εὐτραφὲςεὐτρεφέςlegit Tzetzes qui versum adfert Exeg. Iliad. p. 62, 13. Chil. 12, 808 cf. Sept. 308 Πυλάδηδαί corr. Auratus κρείσσον᾽κρέσσον᾿ ΟΡ. [τούτωι θανοῦσα συγκάθευδ᾽, ἐπεὶ φιλεῖς τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.] ΚΛ. ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηρᾶναι θέλω. ΟΡ. πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί; ΚΛ. ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. ΟΡ. καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον. ΚΛ. οὐδὲν σεβίζηι γενεθλίους ἀρὰς τέκνον; ΟΡ. τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές. ΚΛ. οὔτοι σ᾽ ἀπέρριψ᾽, εἰς δόμους δορυξένους. ΟΡ. αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. ΚΛ. ποῦ δῆθ᾽ ὁ τίμος ὅντιν᾿ ἀντεδεξάμην; ΟΡ. αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς. ΚΛ. μὴ ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας. ΟΡ. μὴ ᾿λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη. ΚΛ. ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. ΟΡ. τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω. ΚΛ. κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα. ΟΡ. σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς. ΚΛ. ὅρα φύλαξαι μητρὸς ἐγκότους κύνας. ΟΡ. τὰς τοῦ πατρὸς δὲ πῶς φύγω παρεὶς τάδε; ΚΛ. ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην. ΟΡ. πατρὸς γὰρ αἶσα τόνδε σοι ὁρίζει μόρον. ΚΛ. οἳ ἐγώ, τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην. ΟΡ. ἢ κάρτα μάντις ούξ ὀνειράτων φόβος. κάνες γ᾽ ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. Actio: 930 Orestes Clytaemestram in domum protrudit. deinde timide procedit chorus; dum coryphaeus loquitur, ex ordine se collocat, denique cantat. ΧΟ. στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισεν τλήμων Ορέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα, ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν. ἔμολε μὲν δίκα Πριαμίδαις χρόνωι, βαρύδικος Ποινά· ἔμολε δ᾽ ἐς δόμον τὸν ᾿Αγαμέμνονος διπλοῦς λέων, διπλοῦς Ἄρης. ἔλασε δ᾽ ἐς τὸ πᾶν ὁ πυθόχρηστος φυγάς θεόθεν εὐ φραδαῖσιν ὡρμημένος. ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων ἀναφυγᾶι κακῶν καὶ κτεάνων τριβᾶς ὑπαὶ δυοῖν μιαστόροιν, δυσοίμου τύχας. – ἔμολε δ᾽ ἁι μέλει κρυπταδίου μάχας δολιόφρων Ποινά, ἔθιγε δ᾽ ἐν μάχαι χερὸς ἐτητύμως Διὸς κόρα· Δίκαν δέ νιν προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς· ὀλέθριον πνέουσ᾽ ἐπ᾿ ἐχθροῖς κότον. (ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς ὑπαὶ δυοῖν μιαστόροιν, δυσοίμου τύχας.) = τάπερ ὁ Λοξίας ὁ Παρνασσίας μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθίαξεν ἀδόλως δόλοις βλάβαν ἐνχρονισθεῖσαν ἐποίχεται. † κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ ὑπουργεῖν κακοῖς. ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν. πάρα τε φῶς ἰδεῖν μέγα τ᾽ ἀφηιρέθην ψάλιον οἴκων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθε. – τάχα δὲ παντελὴς χρόνος ἀμείψεται πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας πᾶν ἐλαθῆι μύσος καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δ᾽ εὐπροσώπωι κεῖται τὸ πᾶν ἰδεῖν [ἀκοῦσαι] θρεομένοις „μέτοικοι δόμων πεσοῦνται πάλιν.“ πάρα τε φῶς ἰδεῖν (μέγα τ᾽ ἀφηιρέθην ψάλιον οἴκων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθε.) = Actio: 973 aperiuntur aedes; conspiciuntur corpora caesorum, adstat Orestes a familia circumdatus; servi tenent pallium quo inretitus Agamemnon occisus erat. in orchestram turba affluit vel potius iam affluxerat Argivorum. ΟΡΕΣΤΗΣ ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα πατροκτόνους τε δωμάτων πορθήτορας. σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι, φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθει, πάρεστον, ὅρκος τ᾿ ἐμμένει πιστώμασιν. ξυνώμοσαν μὲν θάνατον ἀθλίωι πατρί, καὶ ξυνθανεῖσθαι· καὶ τάδ᾽ εὐόρκως ἔχει. ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν, τὸ μηχάνημα, δεσμὸν ἀθλίωι πατρί, πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδος. ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλωι παρασταδόν στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδηι πατήρ, οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε Ήλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς, ὡς ἂν παρῆι μοι μάρτυς ἐν δίκηι ποτέ, ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον, τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον· ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην. ἥτις δ᾽ ἐπ᾿ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος, ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος, φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν, τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ, σήπειν θιγοῦσαν ἄλλον οὐ δεδηγμένον τόλμης ἕκατι κἀκδίκου φρονήματος. τί νιν προσείπω καὶ τύχω μάλ᾽ εὐστομῶν; ἄγρευμα θηρὸς ἢ νεκροῦ ποδένδυτον δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. τοιοῦτον ἂν κτήσαιτο φιλήτης ἀνήρ, ξένων ἀπαιόλημα κἀργυροστερῆ βίον νομίζων, τῶιδέ τ᾽ ἂν δολώματι πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα. Actio: 997 servi qui pallium coronae civium monstraverant ad dominum redeunt. 1004 pallium aufertur. ΟΡ. τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μή γένοιτ᾽· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις. (ΧΟ.) αἰαῖ (αἰαῖ) μελέων ἔργων· στυγερῶι θανάτωι διεπράχθη, ἔ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ. – ΟΡ. ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος, φόνου δὲ κηκὶς ξὺν χρόνωι ξυμβάλλεται πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος. νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών, πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν, ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα. (ΧΟ.) οὔτις μερόπων ἀσινῆ βίοτον διὰ παντὸς ἄτιμος ἀμείψει· ἔ ἔ, μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει. = (ΟΡ.) ἀλλ᾽ ὡς ἂν εἰδῆτ᾽, οὐ γὰρ οὐδ᾽ ὅποι τελεῖ, ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου ἐξωτέρω· φέρουσι γὰρ νικώμενον φρένες δύσαρκτοι· πρὸς δὲ καρδίαι φόβος ἄιδειν ἕτοιμος, ἣ δ᾽ ὑπορχεῖσθαι κότωι· ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις κτανεῖν τε φημὶ μητέρ᾽ οὐκ ἄνευ δίκης, πατροκτόνον μίασμα καὶ θεῶν στύγος, Testimonia 945 Hesych. (Suid.) δύσοιμος· ἐπὶ κακῶι ἥκουσα ἢ δύσοδος. Numeri 935-45=946-51 5 dochm. 2 iamb. 1 dochm. 2 iamb. 2 dochm. deinde ephymnium 4 dochm. 2 iamb. dochm. insigne studium discriminandorum metrorum: continuari autem possunt omnia praeter primum trimetrum doch- miacum, atque, uti par erat, ephymnium. 952-64=965-72 periodus mere dochmiaca; deinde ephymnium 5 dochm. dimeter iamb. catalect. 962 forma concisa dochmii, cf. Agam. 1142. Apparatus Criticus del. Berlage σὺνσὺννῦν ἐπόρσυνενἐπώρσυνεν αἰκῶςδιχῶς correxi σοισου corr. Canter.venum dedit filium non Strophio, quod fuerunt qui impudice contenderent, sed Aegistho, cuius ignavia hoc pretium adulterii postulabat σοι ὁρίζειπορίζεισ᾽ ὁρ.corr. Elmsley βαρύδικοςκαρύδ. corr. Victorius ἔλασεἔλακεἤλασεν δὲ εἰς τὸ τέλος πυθόχρηστοςπυθοχρήστας et ηςcorr. Dindorf ἐπολολύξατ᾽ἐπολολυξάτω ἀναφυγᾶιἀναφυγάν corr. Heimsoeth ὑπαὶὑπό corr. Hermann ἁιὧι corr. Auratus μάχαιδὲ μαχ. corr. Abresch ἐτητύμωςἐτήτυμος corr. Scaliger ἐνἐν corr. Schütz ΠαρνασσίαςΠαρνάσσιος corr. Paley ἐπωρθίαξενἐπ᾿ ὄχθει ἄξεν corr. Meineke δόλοιςδολίαςδολίως βλάπτουσανalter (alter byzantinus) corr. Schütz βλάβανβλαπτομέναν corr. Ahrens ἐνχρονισθεῖσανἐν χρόνοις θεῖσαν corr. Bothe corrigi nequit, cum scholion irrepserit, nam παρὰ τὸ μὴ ὑπουργεῖν certe pedestria ἄξιαἄξιον corr. Hermann μέγα τ᾽ ἀφηιρέθηνμέγαν corr. Stanley; idem ἀφηιρέθη scribebat, sed ita domuum adlocutio non poterat praeparari. servae autem, δμωίδες οἴκων 719, liberatae sunt a domino eros opprimente, ideoque domum iubent caput extollere. vinculum vernarum (οἰκετῶν) omnino absonum οἴκωνδόμοις corr. Heath χαμαιπετεῖς ἔκεισθεχαμαιπετεῖ σε κεῖσθ᾽ αἰεί; delevi aἰεí, quod non idem est ac δεῦρ᾽ ἀεί ἀφ᾽ἀμφ᾿ et ἀφ᾿ πᾶν ἐλαθῆι μύσοςμύσος πᾶν ἐλάσει et σηἐλαθῆιtrai. καθαρμοῖσινκαθαρμοῖς corr. Hermann ἀτᾶν ἐλατηρίοιςἅπαν ἐλατήριον corr. Schütz κεῖταικοίτα corr. Boissonadei. e. καὶ πάντα ὑπόκειται καὶ ὑπάρχει εὐτυχῆ καὶ εὐπρόσωπα ἰδεῖν τοῖς ἐπιβοῶσιν . . . [ἀκοῦσαι]ἀκοῦσai del. Herm. alii μέτοικοι δόμωνμετοικοδόμωνοἱ νῦν τοὺς δόμους οἰκοῦντες πεσοῦνταιτότε 960, reliqua ephymnii iteravit CGSchneider καὶτε καί corr. Abresch πάθειπάθη corr. Thiersch πάρεστονπάρεστιν correxi ἀθλίωιἀθλίως corr. Portus ξυνωρίδοςξυνωρίδα corr. Herm. αὐτὸαὐτὸν corr. Auratus στέγαστρονcf. στέγασμα in epistula Mnesiergi Oesterr. Jahreshefte VII 96 λέγωλέγωψέγω νόμοςνόμου corr. Portus ἐξ οὗἐκ σοῦ corr. Rob. φαίνειην ἔχη corr. Vict. γ᾽ εἴτ᾽τ' et γ'ἤτ᾿ corr. Herm. κἀκδίκουκἀνδίκου corr. Ahrens καὶκἄν corr. Weil, idem προσειπών, veri similiter τ᾽τ' scripsid'quo nomine hoc appellem? venationis an sepulturae instrumentum? imo rete dixeris et tegmen, quod pedes constringat.' μὲn οὖν corrigit, itaque alia rursus appellatio addi nequit. sed poterat Orestes pro animi statu appellationes, quae omnes aliquatenus, nulla penitus convenire viderentur, cumulare τοιοῦτον ἂnτοιοῦτο μάν corr. Turnebus φιλήτηςφιλητής ita scribitur in Hellanico Oxyr. 1084, 2 et Sophocle Ichn. 332 et Alcaeo Ox. 1238, 2 νομίζωννομίζω corr. Turn. φρέναφρενί corr. Lobeck μή in extremo versu, cf. Pr. 865. sentimus singulari vi id efferri, i. e. re vera acuitur πρόσθενπρόσθ' corr. Turn. (αἰαῖ)αἰαî suppl. Bothe διεπράχθηδιεπράχθης corr. Heimsoeth;choro στυγερός Clytaemestrae θάνατος non est, nec poterat eam adloqui. dicit igitur Agamemnonem, sed ambigue dicit „et ei qui futura manet (Eum. 381), qui superest, floret passio, patiendum erit". passa est etiam Clytaemestra, patietur Orestes. quaesita est oraculi caecitas χρόνωιτῶι χρόνωι Herwerden, usui convenienter αὐτὸνversum deesse monstrat αὐτόν, referendum ad Agamemnonis caedem, et νῦν; supplevi ex gr. μόρου δ᾽ ἄιδρις ὢν τότ᾽ ἐκβληθεὶς δόμων ἀσινῆἀσινεῖ ἄτιμος ἀμείψειπάντ᾿ corr. Heathἀμείψεται corr. Erfurdt.perdunt vim sententiae qui ἀσινὴς – βίοτον ἀπήμοva coniciunt. ἄτιμος cf. Ag. 1443 „omnis vita magno aerumnarum pretio constat" ἔ ἔἔ ἔἐς ἥξειἥξε corr. Turn. οὐδ᾽ἄλλος corr. Blomfieldεἰ δὴ τ(ούτ') corr. Emperius(τ)ούτ᾽ ἄρ᾽ corr. Erfurdt ὅποιὅπη corr. Blomfield, cf. Sept. 659 ἡνιοστροφῶἡνιοστρόφου corr. Stanley ἣ δ᾽ἠδ᾽ ΟΡ. καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι τὸν πυθόμαντιν Λοξίαν χρήσαντ᾽ ἐμοί πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς εἶναι, παρέντα δ᾽, οὐκ ἐρῶ τὴν ζημίαν· τόξωι γὰρ οὔτις πημάτων ἐφίξεται. καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος ξὺν τῶιδε θαλλῶι καὶ στέφει προσίζομαι μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον, πυρός τε φέγγος ἄφθιτον κεκλημένον, φεύγων τόδ᾽ αἷμα κοινόν· οὐδ᾽ ἐφ᾽ ἑστίαν ἄλλην τραπέσθαι Λοξίας ἐφίετο. τὰ δ᾽ ἐν χρόνωι μοι πάντας Αργείους λέγω ἐπορσύνθη κακά καὶ μαρτυρεῖν μοι, Μενέλεως (ὅταν μόληι.) ἐγὼ δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος, ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών. (ΧΟ.) ἀλλ᾽ εὐ γ᾽ ἔπραξας μηδ᾽ ἐπιζευχθῆις στόμα φήμηι πονηρᾶι μηδ᾽ ἐπιγλωσσῶ κακά· ἠλευθέρωσας πᾶσαν ᾿Αργείων πόλιν δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα. (ΟΡ.) ποιαὶ γυναῖκες αἵδε Γοργόνων δίκην φαιοχίτωνες καὶ πεπλεκτανημέναι πυκνοῖς δράκουσιν; οὐκέτ᾽ ἂμ μείναιμ᾽ ἐγώ. ΧΟ. τίνες σε δόξαι, φίλτατ᾿ ἀνθρώπων πατρί, στροβοῦσιν; ἴσχε, μὴ φοβοῦ νικῶ πολύ. ΟΡ. οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί· σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες. ΧΟ. ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι· ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει. Apparatus Criticus ἐφίξεταιπροσίξεταιsed Σ ὥστε μηδὲ τοξότην ἐφικέσθαι τοῦ μήκους ἐφ᾽ ἑστίανἐφέστιον corr. Turn. ἐπορσύνθη κακά / καὶ μαρτυρεῖν μοιdistinxi duorum versuum partes quae in unum coaluerunt, alterum satis certo supplevi; in priore supplendum ex. gr. μνήμηι φυλάσσειν οἱ᾽ ἐπ. κ. λιπώνcf. Agam. 1282. verbum finitum omittit, neque enim amplius vecordiae resistit γ᾽ ἔπραξαςτε πρ. corr. Tyrwhitt ἐπιζευχθῆιςἐπιζεύχθη corr. Heath φήμηιφῆμαι corr. Heath ἠλευθέρωσαςἐλευθερώσας corr. Blomfield ᾿Αργείωνἀργείην corr. apogr. αἵδεδμωαί corr. Herm. μείναιμ᾽ἀμμείνοιμ'Tzetzes in schol. Chiliad. An. Ox. 3, 359 x litteram producere vocalem καὶ παρ᾿ Αἰσ. φαιοχ. κ. πεπλ. δεινοῖς δρ. οὐ. ἂν μείναιμ᾽ ἐγώ νικῶνικῶν corr. Porson μητρὸςμηπροςcf. Sept. 754 ΟΡ. ἄναξ Απολλον, αΐδε πληθύουσι δή κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές. ΧΟ. δεῖ σοι καθαρμοῦ· Λοξίας δὲ προσθιγών ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. ΟΡ. ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ· ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂμ μείναιμ᾽ ἐγώ. ΧΟ. ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς. ὅδε τοι μελάθροις τοῖς βασιλείοις τρίτος αὖ χειμὼν πνεύσας γονίας ἐτελέσθη. παιδόμοροι μὲν πρῶτον ὑπῆρξαν μόχθοι τάλανός τε θυέστου· δεύτερον ἀνδρὸς βασίλεια πάθη· λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν πολέμαρχος ἀνήρ. νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν, σωτῆρ᾽ ἢ μόρον εἴπω; ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει μετακοιμισθὲν μένος ἄτης; Actio 1063 Orestes in fugam prorumpit; discedit turba; chorus, postquam coryphaeus Orestae vale dixit, in discessu cantat. Testimonia 1068 Hesych. γονίας· εὐχερής Αἰσ. ᾿Αγαμέμνονι (fr. 150 Nauck) huc referendum esse videtur, sed nec intellegitur et discrepat scholion probum ἄνεμος, ὅταν ἐξ εὐδίας κινηθῆι χαλεπὸn πνεῦμα. Apparatus Criticus πληθύουσιπληθύουσαι corr. Turn. δεῖ σοι καθαρμοῦεἴσωεἰσσ᾽ ὁ(coniectura Byzantina εἰς σὲ ὁ)καθαρμὸς corr. Bamberger (et ego) ΛοξίαςΛοξίου corr. Auratus πνεύσαςπνεούσας corr. Scaliger τάλανοςτάλανες corr. Auratus σωτῆρ᾽σωτήρ hoc accentu.