Friedrich Blass's Greek edition of Aeschylus' Eumenides Aeschylus Friedrich Blass OCR correction, TEI structuring, and alignment to the Perseus reference edition Perseus Digital Library Project Optical character recognition Google Reference line and card alignment Herbert Weir Smyth Perseus Digital Library Project Medford, MA 2026-09-06 urn:cts:greekLit:tlg0085.tlg007.blass1907-grc1 The source volume is in the public domain in the United States. Aeschylus Die Eumeniden Friedrich Blass Berlin Weidmann 1907 coo.31924072599198 HathiTrust source scan Clear OCR glyph and layout errors were corrected. The text was not normalized to Smyth; low-confidence line alignments are explicitly marked. Each verse carries a corresp link to the independently identified line in Smyth. This remains valid where Blass relocates verses. Ancient Greek Latin Recovered the Greek edition from the supplied HathiTrust OCR and aligned it to Smyth.
Ἀριστοφάνους ὑπόθεσις

Ὀρέστης ἐν Δελφοῖς περιεχόμενος ὑπὸ τῶν Ἐρινύων βουλῆι Ἀπόλλωνος παρεγένετο εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῆι νικήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐρινύας πραΰνάσα προσηγόρευσεν Εὐμενίδας. παρ᾽ οὐδετέρωι κεῖται ἡ μυθοποιία.

Τὰ τοῦ δράματος πρόσωπα Πυθίας προφῆτις Ἀπόλλων Ὀρέστης Κλυταιμήστρας εἴδωλον Χορὸς Εὐμενίδων Ἀθηνᾶ Πρόπομποι Πυθιάς Πρῶτον μὲν εὐχῆι τῆιδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν, ἢ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἔζετο μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῶι τρίτωι λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο Φοίβη· δίδωσιν δ᾽ ἡ γενέθλιον δόσιν Φοίβωι, τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ᾿ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας. πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοί παῖδες Ἡφαίστου, χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς, Δελφὸς τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις· Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός. Παλλὰς προνάια δ᾽ εὐλόγως πρεσβεύεται. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφαί· Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς, Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ύψιστον Δία, ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν μοι τῶν πρὶν εἰσόδων μακρῶι ἄριστα δοῖεν· κεὶ πάρ᾽ Ἑλλήνων τινές, ἴτων πάλωι λαχόντες, ὡς νομίζεται· μαντεύομαι γάρ, ὡς ἂν ἡγῆται θεός. Ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν, πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μ᾿ ἀκταίνειν βάσιν· τρέχω δὲ χερσίν, οὐ ποδωκείᾶι σκελῶν· δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· ὁρῶ δ᾽ ἐπ᾿ ὀμφαλῶι μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ᾽ ἐλάιας θ᾽ ὑψιγέννητον κλάδον, λήνει μεγίστωι σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῶι· τῆιδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ᾽, ἐς τὸ πᾶν βδελύκτροποι· ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν· ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα· καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας, οὐδ᾽ ἥτις αἷα τοῦτ᾽ ἐπεύχεται γένος τρέφουσ᾽ ἀνατεὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότηι δόμων αὐτῶι μελέσθω Λοξίαι μεγασθενεῖ. ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. Ὀρέστης ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν· ἐπεὶ δ᾽ ἐπίστᾶι, καὶ τὸ μὴ ἀμελεῖν μάθε· σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. Ἀπόλλων οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστώς, καὶ πρόσω δ᾽ ἀποστατῶν, ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τᾶσδε τὰς μάργους ὁρᾶις· ὕπνωι πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι, Νυκτὸς παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε· κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός, μισήματ᾿ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένηι. ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς, βιβῶντ᾽ ἀν᾿ αἰεί τινα πλανοστιβῆ χθόνα, ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες, μηχανὰς εὑρήσομεν, ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων. καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῶιον δέμας. μέμνησο, μὴ φόβος σε νικάτω φρένας. σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε· κάρτα δ᾽ ὧν ἐπώνυμος πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας, ὁρμώμενον βροτοῖσιν εὐπόμπωι τύχηι. Κλυταιμήστρα εὕδοιτ᾽ ἂν, ὠή, καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη ὡς μὲν ἔκτανονἄλλοισιν ἐν νεκροῖσιν ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ᾽ ἀλῶμαι· προυννέπω δ᾽ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὑπερ· παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίσεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων; δρα δὲ πληγὰς τᾶσδε καρδίᾶι σέθεν. εύδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾶι δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν. ἢ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾿ ἐσχάρᾶι πυρὸς ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθ᾽, ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ. μυγμός. Χορός Κλυταιμήστρα μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω· φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. Χορός μυγμός. Κλυταιμήστρα ἄγαν γ᾽ ὑπνώσσεις κου κατοικτίζεις πάθος· φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. Χορός ὠιγμός. Κλυταιμήστρα ὤιζεις, ὑπνώσσεις· οὐκ ἀναστήσηι τάχος; τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά; Χορός ὠιγμός. Κλυταιμήστρα ὕπνος πόνος τε κύριοι συνωμόται δεινῆς δρακαίνης ἐξεκήραναν μένος. Χορός μυγμὸς διπλοῦς ὀξύς. λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου. Κλυταιμήστρα ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου. τί δρᾶις; ἀνίστω, μή σε νικάτω πόνος, μηδ᾽ ἀγνοήσηις πῆμα μαλθαχθεῖσ᾽ ὕπνωι. ἄλγησον ἦπαρ ἐνδίκοις ὀνείδεσιν· τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῶι, ἀτμῶι κατισχναίνουσα, νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν. Χορός ἔγειρ᾽, ἔγειρε καὶ σὺ τῆνδ᾽, ἐγὼ δὲ σέ. εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον, ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾶι. ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ – ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, ἄφερτον κακόν. ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ. ὕπνωι κρατηθεῖσ᾽ ἄγραν ὤλεσα. ἰὼ παῖ Διός, ἐπίκλοπος πέληι, νέος δὲ γραίας δαίμονας καθιππάσω, τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ τοκεῦσιν πικρόν, τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός. τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν; ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν ἔτυψεν δίκαν διφρηλάτου μεσολαβεῖ κέντρωι ὑπὸ φρένας, ὑπὸ λοβόν. πάρεστι μαστίκτορος δαΐου δαμίου βαρύ τι περίβαρυ κρύος ἔχειν. τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί κρατοῦντες τὸ πᾶν δίκας πλέον φονολιβή θρόνον περὶ πόδα, περὶ κάρα. πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων βλοσυρὸν ἀρόμενον ἅγος ἔχειν. ἐφεστίωι δὲ μάντις ὢν μιάσματι μυχὸν ἐχράνατ᾿ αὐτόσσυτος, αὐτόκλητος, παρὰ νόμον θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ μοίρας φθίσας. κάμοί τε λυπρὸς καὶ τὸν οὐκ ἐκλύσεται, ὑπό τε γᾶν φυγὼν οὐ ποτ᾽ ἐλευθεροῦται, ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾶι μιάστορ᾽ εἶσιν οὗ πάσεται. Ἀπόλλων ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῆις ὑπ᾽ ἄλγους μέλαν᾿ ἀπ᾿ ἀνθρώπων ἀφρόν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου. οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι δίκαι, σφαγαί τε, σπέρματός τ᾽ ἀποφθοραὶ παίδων, κακοῦ τε χλοῦνις ἠδ᾽ ἀκρωνιά, λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος μορφῆς. λέοντος ἄντρον αἱματορρόφου οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις ἐν τοῖσδε κληισίοισι τρίβεσθαι μύσος. χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι. ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν. Χορός ἄναξ ῎Απολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέληι, ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. Ἀπόλλων πῶς δή; τοσοῦτον μῆκος ἔκτεινον λόγου. Χορός ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. Ἀπόλλων ἔχρησα, ποινὰς τοῦ πατρὸς πέμψας. τί μήν; Χορός κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου. Ἀπόλλων καὶ προστραπέσθαι τοῦσδ᾽ ἐπέστελλον δόμους. Χορός καὶ τὰς προπομποὺς δῆτα τᾶσδε λοιδορεῖς; Ἀπόλλων οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. Χορός ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον. Ἀπόλλων τίς ἦδε τιμή; κόμπασον γέρας καλόν. Χορός τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. Ἀπόλλων τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσηι; Χορός οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος. Ἀπόλλων ᾖ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν ἦρκας ὣς Ήρας τελείας καὶ Διὸς πιστώματα. Κύπρις δ᾽ ἄτιμος τῶιδ᾽ ἀπέρριπται λόγωι, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος ὅρκου ᾿στὶ μείζων τῆι δίκηι φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾶις τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότωι, οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν. τὸ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην, τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραι. δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά. Χορός τὸν ἄνδρ᾽ ἐκεῖνον οὐ τι μὴ λίπω ποτέ. Ἀπόλλων σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλείω τίθου. Χορός τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγωι. Ἀπόλλων οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν. Χορός μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγηι· ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῶιον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. Ἀπόλλων ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι κάν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, εἰ προδῶι σφ᾽ ἑκών. Ὀρέστης ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα, ἀλλ᾽ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν, ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σώιζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά, αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. Χορός εἶὲν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾶι σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με προσγελᾶι. ὅρα ὅρα μάλ᾽ αὖ λεῦσσέ τε τὸν πάντᾶι, μὴ λάθηι φύγδα βὰς ματροφόνος ἀτίτας. ῾Ο δ᾽ αὖτέ γ᾽ ἀλκὰν ἔχων περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου ὑπόδικος θέλει γενέσθαι χρεῶν. τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῶιον χαμαί. δυσαγκόμιστον, παπαῖ, τὸ διερὸν πέδοι χύμενον οἴχεται. Ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ φεροίμαν βοσκὰν πώματος δυσπότου· καὶ ζῶντά σ᾿ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω, ἀντίποιν᾿ ὡς τίνηις ματροφόνου δύας. Ὄψηι δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν ἢ θεὸν ἢ ξένον τιν᾿ ἀσεβῶν ἢ τοκέας φίλους, ἔχονθ᾽ ἕκαστον τὴν δίκην ἐπαξίαν. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονός, δελτογράφωι δὲ πάντ᾽ ἐπωπᾶι φρενί. Ὀρέστης ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι πολλῶν τε καιρούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῶιδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει. ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾶι θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίαι. χρόνος καθαίρει πάντα γηράσκων ὁμοῦ. καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν οὐ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι, κλύει δὲ καὶ πρόσωθεν ὢν θεός, ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος. Χορός οὔτις σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος ῥύσαιτ᾽ ἄν, ὥστε μὴ οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν, ἀναιμάτωι βόσκημα δαιμόνων σκιᾶι. σὺ δ᾽ ἀντιφωνεῖς; ἀλλ᾽ ἀποπτύσηι λόγους ἐμοὶ τραφείς τε καὶ καθιερωμένος, καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῶι σφαγείς· ὕμνον δ᾽ ἀκούσηι τόνδε δέσμιον σέθεν. ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατ᾿ ἀνθρώπους ὡς ἐπινωμᾶι στάσις ἁμή. εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι· τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽ οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν, ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ· ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῶι τελέως ἐφάνημεν. μᾶτερ ἃ μ᾽ ἔτικτες, ὦ μᾶτερ Νύξ, ἀμαυροῖσι καὶ δεδορκόσιν ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶνίς μ᾿ ἄτιμον τίθησι τόνδ᾽ ἀφαιρούμενος πτῶκα, ματρῶιον ἁγνισμα κύριον φόνου. ἐπὶ δὲ τῶι τεθυμένωι τόδε μέλος παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρμικτος, αὑονὰ βροτοῖς. τοῦτο γὰρ λάχος διανταία Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν, θνατῶν τοὶ σὺν αὐτουργίαις ξυμπέσωσιν μάταιοι, τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν γᾶν ὑπέλθηι· θανὼν δ᾽ οὐκ ἄγαν ἐλεύθερος. ἐπὶ δὲ τῶι τεθυμένωι τόδε μέλος παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ερινύων, δέσμιος φρενῶν, ἀφόρμικτος, αὑονὰ βροτοῖς. γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη, ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ συνδαίτωρ μετάκοινος. παλλεύκων δὲ πέπλων ἄκληρος ἄμοιρος ἐτύχθην. δωμάτων γὰρ εἰλόμαν ἀνατροπάς, ὅταν Ἄρης τιθασὸς ὢν φίλον ἕληι. ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι κρατερὸν ὄντα περ ὅμως μαυροῦμεν νέον αἷμα. σπευδομένᾶι δ᾽ ἀφελεῖν τινὶ τᾶσδε μερίμνας, θεῶν δ᾽ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνων, μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν, Ζεὺς αἱμοσταγὲς †ἀξιόμισον ἔθνος τόδε λέσχας ἆς ἀπηξιώσατο. δόξαι δ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησμοῖς τ᾽ ἐπιφθόνοις ποδός. μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσή καταφέρω ποδὸς ἀκμάν, σφαλερὰ (καὶ〉 τανυδρόμοις κῶλα, δύσφορον ἄταν. πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾶι. τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τιν᾿ ἀχλὺν κατὰ δώματος αὐδᾶται πολύστονος φάτις. μένει γάρ· εὐμήχανοί τε καὶ τέλειοι, κακῶν τε μνήμονες Σεμναί, καὶ δυσπαρήγοροι βροτοῖς, ἄτιμ᾿ ἀτίετα διέπομεν λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίωι λάμπᾶι, δυσποροπαίπαλα δερκομένοισικαὶ δυσομμάτοις ὁμῶς. τίς οὖν τάδ᾽ οὐχ ἅζεταί τε καὶ δέδοικεν βροτῶν, ἐμοῦ κλύων θεσμὸν τὸν μοιρόκραντον, ἐκ θεῶν δοθέντα τέλεον; ἔπι δέ μοι γέρας παλαιόν, οὐδ᾽ἀτιμίας κύρω, καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας. Ἀθηνᾶ πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη, ἣν δῆτ᾽ Ἀχαιῶν ἀκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα Θησέως τόκοις· ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος, πωλοῖς ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον. καινὴν δ᾽ ὁρῶσα τῆνδ᾽ ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα. τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω· βρέτας τε τοὐμὸν τῶιδ᾽ ἐφημένωι ξένωι, ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν. λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις. Χορός πεύσηι τὰ πάντα συντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα, Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Ἀθηνᾶ γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους. Χορός τιμάς γε μέν τοι τὰς ἐμὰς πεύσηι τάχα. Ἀθηνᾶ μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. Χορός βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. Ἀθηνᾶ καὶ τῶι κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς; Χορός ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Ἀθηνᾶ ἢ καὶ τοιαύτας τῶιδ᾽ ἐπιρροιζεῖς φυγάς; Χορός φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Ἀθηνᾶ ἀλλ᾽ ἦ ᾿ξ ἀνάγκης, ἢ τινος τρέων κότον; Χορός ποῦ γὰρ τοσοῦτον κέντρον ὡς μητροκτονεῖν; Ἀθηνᾶ δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα. Χορός ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι. Ἀθηνᾶ κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλε. Χορός πῶς δή, δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένηι. Ἀθηνᾶ ὅρκοις τὰ μὲν δίκαια μὴ νικᾶν λέγω. Χορός ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην. Ἀθηνᾶ ἦ κἀπ᾿ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος; Χορός πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἄξι᾽ ἀντ᾽ ἐπαξίων. Ἀθηνᾶ τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις; λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυνάθου ψόγον· εἴπερ πεποιθὼς τῆι δίκηι βρέτας τόδε ἦσαι φυλάσσων ἑστίας ἐμῆς πέλας σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος· τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. Ὀρέστης ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστίτων τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος πρὸς χειρὶ τἠμῆι τὸ σὸν ἐφεζόμην βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα οἴκοισι καὶ βατοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσηι τάχα. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, Αγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα· ξὺν ὧι σὺ Τρώιαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῆι Λοξίας μεταίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾶι, εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δ᾽ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ πανταχῆι τάδ᾽ αἰνέσω. Ἀθηνᾶ τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτου δίκας. ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς νόμωι ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβής δόμοις ἐμοῖς, ἄμομφον δ᾽ ὄντα σ᾽ αἰδοῦμαι πόλει· αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾶι μεταῦθις ἰὸς ἐκ φρονημάτων πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδ᾽ ἐστίν· ἀμφότερα, μένειν πέμπειν τε, δυσπήμαντ᾽ ἀμηχάνως τ᾽ ἔχει. ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένη θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης δρκώματα. κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως, ὅρκον πορόντας, μηδὲν ἐκδίκοις φρεσίν. Χορός νῦν μεταστροφαὶ νέων θεσμίων, ἢ κρατήσει δίκα (τε) καὶ βλάβα τοῦδε ματροκτόνου. πάντας ἤδη τόδ᾽ ἔργον εὐχερείᾶι συναρμόσει βροτούς. πολλὰ δ᾽ ἔτυμα παιδότρωτα πάθεα προσμένει τοκεῦσιν μεταῦθις ἐν χρόνωι. οὐδὲ γὰρ βροτοσκόπων πάντ᾽ ἐφήσω μόρον. μαινάδων τῶνδ᾽ ἐφέρψει κότος τις ἐργμάτων· πεύσεται δ᾽ ἄλλος ἄλλοθεν προφωνῶν ἃ τῶν πέλας κακά, λῆξιν ὑπόδυσίν τε μόχθων ἄκεά τ᾽ οὐ βέβαι᾽, ἃ τλάμων μάταν παρηγορεῖ. μηδέ τις κικληισκέτω ξυμφορᾶι τετυμμένος, τοῦτ᾽ ἔπος θροούμενος, ὦ Δίκα, ὦ θρόνοι τ᾽ Ερινύων. ταῦτά τις τάχ᾽ ἂν πατὴρ ἢ τεκοῦσα νεοπαθής οἰκτρὸν οἰκτίσαιτ᾽, ἐπειδὴ πίτνει δόμος Δίκας. ἔσθ᾽ ὅπου τὸ δεινὸν εὐ καὶ φρενῶν ἐπίσκοπον δεῖ μένειν καθήμενον. ξυμφέρει σωφρονεῖν ὑπὸ στένει. τίς δὲ μηδὲν ἐν φάει καρδίαν ἄν᾿ ἔτι) τρέων ἢ πόλις βροτός θ᾽ ὁμοίως ἔτ᾽ ἂν σέβοι δίκαν; μήτ᾿ ἀνάρχετον βίον μήτε δεσποτούμενον αἰνέσῃς. παντὶ μέσωι τὸ κράτος θεὸς ὤπασεν, ἄλλ᾽ ἄλλᾶι δ᾽ ἐφορεύει. ξύμμετρον δ᾽ ἔπος λέγω, δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως· ἐκ δ᾽ ὑγιείας φρενῶν ὁ πᾶσιν φίλος καὶ πολύευκτος ὄλβος. ἐς τὸ πᾶν δέ σοι λέγω, βωμὸν αἴδεσαι Δίκας· μηδέ νιν κέρδος ἰδὼν ἀθέωι ποδὶ λὰξ ἀτίσηις· ποινὰ γὰρ ἐπέσται, κύριον μένει τέλος. πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων καὶ ξενοτίμους ἐπιστροφὰς δωμάτων αἰδόμενός τις ἔστω. ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν οὐκ ἄνολβος ἔσται, πανώλεθρος δ᾽ οὔποτ᾽ ἂν γένοιτο. τὸν ἀντίτολμον δέ φαμι παρβάταν, (ἄγον〉τα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας βιαίως, ξὺν χρόνωι καθήσειν λαῖφος, ὅταν λάβηι πόνος θραυομένας κεραίας. καλεῖ δ᾽ ἀκούοντας οὐ-δὲν (ἐν) μέσᾶι δυσπαλεῖ τε δίνᾶι· γελᾶι δὲ δαίμων ἐπ᾿ ἀνδρὶ θερμῶι, τὸν οὔποτ᾽ αὐχοῦντ᾿ ἰδὼν ἀμαχάνοις δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν· δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον έρματι προσβαλὼν δίκας ὤλετ᾿ ἄκλαυτος, αἶστος. Ἀθηνᾶ κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργάθου -ῦ, ἡ τ᾽ οὖν διάτορος Τυρσηνική σάλπιγξ βροτείου πνεύματος πληρουμένη ὑπέρτονον γήρυμα φαινέτω στρατῶι. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον καὶ τῶνδ᾽ ὅπως ἂν εὖ καταγνωσθῆι δίκη. Χορός ἄναξ Απολλον, ὧν ἔχεις αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. Ἀπόλλων καὶ μαρτυρήσων ἦλθον· ἔστι γὰρ δόμων ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ μυχῶν ἐφεστίων ἐμῶν· φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος· καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ᾽ ἔχω τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε ὅπως (τ᾽ ἐπίστᾶι τῆνδε κύρωσον δίκην. Ἀθηνᾶ ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην. ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος. Χορός ἡ α΄ πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς. ἡ β΄ τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας. Ὀρέστης ἔκτεινα· τούτου γ᾽ οὔτις ἄρνησις πέλει. Χορός ἡ γ΄ ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων. Ὀρέστης οὐ κειμένωι πω τόνδε κομπάζεις λόγον. Χορός ἡ δ΄ εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες. Ὀρέστης λέγω· ξιφουλκῶι χειρὶ πρὸς δέρην τεμών. Χορός ἡ ε΄ πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασιν; Ὀρέστης τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. Χορός ἡ ς΄ ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; Ὀρέστης καὶ δεῦρό γ᾽ αἰεὶ τὴν τύχην οὐ μέμφομαι. Χορός ἡ ζ΄ ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα. Ὀρέστης πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμπει πατήρ. Χορός ἡ η΄ νεκροῖσί νυν πέπισθι μητέρα κτανών. Ὀρέστης δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. Χορός ἡ θ΄ πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. Ὀρέστης ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν. Χορός ἡ ι΄ τοιγὰρ σὺ μὲν ζῆις, ἡ δ᾽ ἐλευθέρα φόνωι. Ὀρέστης τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῆι; Χορός ἡ ια΄ οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. Ὀρέστης ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι; Χορός ἡ ιβ΄ πῶς γάρ σ᾽ ἔθρεψ᾽ ἂν ἐντός, ὦ μιαιφόνε, ζώνης; ἀπεύχηι μητρὸς αἷμα φίλτατον; Ὀρέστης ἤδη σὺ μαρτύρησον, ἐξηγοῦ δέ μοι, Απολλον, εἴ σφε σὺν δίκηι κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα· ἀλλ᾽ εἰ δίκαιον εἴτε μὴ τῆι σῆι φρενὶ δοκεῖ τόδ᾽ αἷμα κρῖνον, ὡς τούτοις φράσω. Ἀπόλλων λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν θεσμὸν δικαίως, μάντις ὢν δ᾽ οὐ ψεύσομαι. οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν, βουλῆι πιφαύσκω δ᾽ ὄμμ᾽ ἐπισπέσθαι πατρός. ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. Χορός Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστηι τῶιδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; Ἀπόλλων οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Αμαζόνος, ἀλλ᾽ ὡς ἀκούσηι, Παλλὰς οἱ τ᾽ ἐφήμενοι ψήφωι διαιρεῖν τοῦδε πράγματος πέρι. ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα τὰ πλεῖστ᾽ ἀμείνον᾽ εὔφροσιν δεδεγμένη, δροίτηι, περῶντος λουτρά, κἀπὶ τέρματι, φᾶρος περεσκήνωσεν, ἐν δ᾽ ἀτέρμονι κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλωι πέπλωι. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος τοῦ πάντοσέμνου, τοῦ στρατηλάτου νεῶν. τὴν δ᾽ αὖ τοιαύτην εἶπον, ὡς δηχθῆι λεώς, ὅσπερ τέτακται τῆνδε κυρῶσαι δίκην. Χορός πατρὸς προτιμᾶι Ζεὺς μόρον τῶι σῶι λόγωι· αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι. Ἀπόλλων ὦ παντομισή κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειας, ἔστι τοῦδ᾽ ἄκος καὶ κάρτα πολλὴ μηχανή λυτήριος· ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσηι κόνις ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις. τούτων ἐπωιδὰς οὐκ ἐποίησεν πατὴρ οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. Χορός πῶς τἀποφεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι, ἔπειτ᾽ ἐν Ἀργει δώματ᾽ οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; ποία δὲ χέρνιψ φρατέρων προσδέξεται; Ἀπόλλων καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ. οὐκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου. τίκτει δ᾽ ὁ θρώισκων, ἡ δ᾽ ἅπερ ξένωι ξένη ἔσωσεν ἔρνος, οἶσι μὴ βλάψηι θεός. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου. πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός· πέλας μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη, ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός. ἐγὼ δὲ, Παλλάς, τἄλλα θ᾽, ὡς ἐπίσταμαι, τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά, καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους. Ἀθηνᾶ ἤδη κελεύσω τοῦσδ᾽ ἀπὸ γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων. Χορός ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος· μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται. Ἀθηνᾶ τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ; Ἀπόλλων ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίαι ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι. Ἀθηνᾶ κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῶι αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον. πάγον δ᾽ ἄρ᾽ ἕξει τόνδ᾽, Ἀμαζόνων ἕδραν σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον στρατηλατοῦσαι, καὶ πόλει νεοπτόλει τῆνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε· "Αρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος πέτρα, πάγος τ᾽ ῎Ἄρειος· ἐν δὲ τῶι σέβας ἀστῶν φόβος τε συγγενὴς τὸ μὴ ἀδικεῖν σχήσει κατ᾽ ἦμαρ καὶ κατ᾿ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ ᾿πιχραινόντων νόμους κακαῖς ἐπιρροαῖσι· βορβόρωι δ᾽ ὕδωρ λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν. τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν; τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον ἔχοιτ᾽ ἂν οἷον οὔτις ἀνθρώπων ἔχει, οὔτ᾽ ἐν Σκύθηισιν οὔτε Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὑπερ ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. Χορός καὶ μὴν βαρεῖαν τῆνδ᾽ ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. Ἀπόλλων κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι. Χορός ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις, μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσηι νέμων. Ἀπόλλων ἢ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος; Χορός λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾶι τῆιδ᾽ ὁμιλήσω πάλιν. Ἀπόλλων ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ. Χορός τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις· Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. Ἀπόλλων οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν, ἄλλως τε πάντως χὔτε δεόμενος τύχοι; Χορός σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνωι παρηπάφησας ἀρχαίας θεάς. Ἀπόλλων σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος ἐμῆι τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. Χορός ἐπεὶ καθιππάζηι με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. Ἀθηνᾶ ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην· ψῆφον δ᾽ Ὀρέστηι τῆνδ᾽ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἢ μ᾿ ἐγείνατο, τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῶι, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾶι δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῆι. ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος. Ὀρέστης ὦ Φοῖβ᾽ Απολλον, πῶς ἀγὼν κριθήσεται; Χορός ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾶις τάδε; Ὀρέστης νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν. Ὀρέστης ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. ΑΒ. πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι, τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα, μολοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία. Ἀθηνᾶ ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην· ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. Ὀρέστης ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους, γαίας πατρώιας ἐστερημένον σύ τοι κατώικισάς με· καί τις Ἑλλήνων ἐρεῖ, “Αργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν οἰκεῖ πατρώιοις, Παλλάδος καὶ Λοξίου ἕκατι καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος, ὃς πατρῶιον αἰδεσθεὶς μόρον σώιζει με μητρὸς τᾶσδε συνδίκους ὁρῶν.” ἐγὼ δὲ χώρᾶι τῆιδε καὶ τῶι σῶι στρατῶι τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τιν᾿ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέληι πόνος ἀμηχάνοισι πράξομεν δυσπραξίαις· ὀρθουμένων δὲ καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αἰεὶ τῆνδε συμμάχωι δορὶ αὐτοῖσιν ἡμεῖς ἐσόμεθ᾽ εὐμενέστεροι. καὶ χαῖρε καὶ σὺ καὶ πολισσοῦχος λεώς· πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις σωτήριόν τε καὶ δορὸς νικηφόρον. Χορός ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εϊλεσθέ μου. ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος ἐν γᾶι τᾶιδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας σταλαγμὸν χθονί ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ Δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλίδας ἐν χώρᾶι βαλεῖ, (στενάζω· τί ῥέξω; γένωμαι;) δύσοισθ᾽ (ἆς) πολίταις ἔπαθον. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν. οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾿ ἰσόψηφος δίκη ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾶι σέθεν. ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ τῆι γῆι τῆιδε μὴ θυμοῦσθε, μὴ βαρὺν κότον σκήψητε, μηδ᾽ ἀκαρπίαν τεύξητ᾽, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας. Χορός ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος ἐν γᾶι τᾶιδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας σταλαγμὸν χθονί ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ Δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλίδας ἐν χώρᾶι βαλεῖ, (στενάζω· τί ῥέξω; γένωμαι;) δύσοισθ᾽ (ἆς) πολίταις ἔπαθον. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα. κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν; καὶ κλῆιδας οἶδα δώματος μόνη θεῶν, ἐν ὧι κεραυνός ἐστιν ἐσφραγισμένος· ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπειθὴς ἐμοὶ γλώσσης ματαίας μὴ ᾿κβαλοῦσ᾽ ἔπη, χθονὶ καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς, κοίμα κελαινοῦ κύματος πικρὸν μένος, ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί· πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾿ ἀκροθίνια θύη πρὸ παίδων καὶ γαμηλίου τέλους ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον. Χορός ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα, κατά τε γᾶς οἰχνεῖν ἀτίετον, φεῦ, μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἰοῖ δᾶ, φεῦ. τίς μ᾽ ὑποδύεται πλευράς, (τίς) ὀδύνα θυμόν; ἄϊε, μᾶτερ Νύξ· ἀπὸ γάρ με τιμᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Ἀθηνᾶ ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ. καὶ τῶι μὲν εἶ σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα, φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα γῆς τῆσδ᾽ ἐρασθήσεσθε· προυννέπω τάδε. οὑπιρρέων γὰρ τιμιώτερος χρόνος ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως τεύξηι παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων, ὅσην παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν. σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάληις μήθ᾽ αἱματηρὰς θηγάνας σπλάγχνων βλάβας νέων ἀοίνοις ἐμμανέσι θυμώμασιν, μήτ᾽ ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσηις "Αρη ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ὧι τις ἔσται δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην. τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης. Χορός ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα, κατά τε γᾶς οἰχνεῖν, ἀτίετον, φεῦ, μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἰοῖ δᾶ, φεῦ. τίς μ᾽ ὑποδύεται πλευράς, (τίς) ὀδύνα θυμόν; ἄἱε, μᾶτερ Νύξ· ἀπὸ γάρ με τιμᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Ἀθηνᾶ οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, ὡς μήποτ᾽ εἴπηις πρὸς νεωτέρας ἐμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου. ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας, γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν, οὐ τἂν δικαίως τῆιδ᾽ ἐπιρρέποις πόλει μῆνίν τιν᾿ ἢ κότον τιν᾿ ἢ βλάβην στρατῶι. ἔξεστι γάρ σοι τῆσδε γαμόρωι χθονός εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένηι. Χορός ἄνασσ᾽ Ἀθάνα, τίνα με φὴις ἕξειν ἕδραν; Ἀθηνᾶ πάσης ἀπήμον᾽ οἰζύος· δέχου δὲ σύ. Χορός καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει; Ἀθηνᾶ ὡς μή τιν᾿ οἶκον εὐθενεῖν ἄνευ σέθεν. Χορός σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον; Ἀθηνᾶ τῶι γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν. Χορός καί μοι πρόπαντος ἐγγύην θήσηι χρόνου; Ἀθηνᾶ ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. Χορός θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου. Ἀθηνᾶ τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσηι φίλους. Χορός τί οὖν μ᾽ ἄνωγας τῆιδ᾽ ἐφυμνῆσαι χθονί; Ἀθηνᾶ ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου, ἐξ οὐρανοῦ τε τἀνέμων ἀήματα εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα· καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνωι, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος. τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ τῆνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. Χορός δέξομαι Παλλάδος ξυνοικίαν, οὐδ᾽ ἀτιμάσω πόλιν, τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων (θ᾽)· ἆιτ᾽ ἐγὼ κατεύχομαι θεσπίσασα πρευμενῶς ἐπισσύτους βίου τύχας ὀνησίμους γαίας ἐξαμβρύσειν φαιδρὸν ἁλίου σέλας. Ἀθηνᾶ τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις πράσσω, μεγάλας καὶ δυσαρέστους δαίμονας αὐτοῦ κατανασσαμένη. πάντα γὰρ αὗται τὰ κατ᾿ ἀνθρώπους ἔλαχον διέπειν. ὁ γε μὴν κύρσας βαρεῶν τούτων οὐκ οἶδεν ὅθενπληγαὶ βιότου - -). τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν πρὸς τᾶσδ᾽ ἀπάγει, σιγῶν (δ᾽ ὄλεθρος καὶ μέγα φωνοῦντ᾽ ἐχθραῖς ὀργαῖς ἀμαθύνει. Χορός δενδροπήμων δὲ μὴ πνέοι βλάβα, τὰν ἐμὰν χάριν λέγω· φλογμόν (τ᾿ ὀμματοστερή φυτῶν τὸ μὴ περᾶν ὅρον τόπων, μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος, μῆλά τ᾽ εὐθενοῦντα γᾶ ξὺν διπλοῖσιν ἐμβρύοις τρέφοι χρόνωι τεταγμένωι 945 γόνον <τελεῖν· πλουτόχθων (θ᾽) ἑρμαία δαιμόνων δόσις τίοι. Ἀθηνᾶ ἢ τάδ᾽ ἀκούεις, πόλεως φρούριον, οἷ᾽ ἐπικραίνει;μέγα γὰρ δύναται πότνι᾽ Ἐρινὺς παρά τ᾿ ἀθανάτοις τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων φανερῶς τελέως διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων βίον ἀμβλωπὸν παρέχουσαι. Χορός ἀνδροκμῆτας δ᾽ ἀώρους ἀπεννέπω τύχας, νεανίδων τ᾽ ἐπηράτων ἀνδροτυχεῖς βιότους δότε, κύρι᾽ ἔχοντες, θεαί τ᾽ ὦ Μοῖραι ματροκασιγνήται, δαίμονες ὀρθονόμοι, παντὶ δόμωι μετάκοινοι, παντὶ χρόνωι δ᾽ ἐπιβριθεῖς ἐνδίκοις ὁμιλίαις, παντᾶι τιμιώταται θεῶν. Ἀθηνᾶ τάδε τοι χώρᾶι τἠμῆι προφρόνως ἐπικραινομένων γάνυμαι· στέργω δ᾽ ὄμματα Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπώπα πρὸς τᾶσδ᾽ ἀγρίως ἀπανηναμένας· ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος, νικᾶι δ᾽ ἀγαθῶν ἔρις ἡμετέρα διὰ παντός. Χορός τὰν δ᾽ ἄπληστον κακῶν μήποτ᾽ ἐν πόλει στάσιν τᾶιδ᾽ ἐπεύχομαι βρέμειν. μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν ὀργᾶι ποινὰς ἀντιφόνους (τ᾿ ἄτας ἁρπαλίσαι πόλεως. χάρματα δ᾽ ἀντιδιδοῖεν κοινοφιλεῖ διανοίᾶι, καὶ στυγεῖν μιᾶι φρενί. πολλῶν γὰρ τόδ᾽ ἐμ βροτοῖς ἄκος. Ἀθηνᾶ ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς ὁδὸν εὑρίσκειν; ἐκ τῶν φοβερῶν τῶνδε προσώπων μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις. τᾶσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν ὀρθοδίκαιον πρέψετε πάντως διάγοντες. Χορός χαίρετε χαίρετ᾽ ἐν αἰσιμίαισιν πλούτου. χαίρετ᾽ ἀστικὸς λεώς, ἴκταρ ἥμενοι Διός, παρθένου φίλας φίλοι σωφρονοῦντες ἔμφρονος. Παλλάδος δ᾽ ὑπὸ πτεροῖς ὄντας ἅζεται πατήρ. Ἀθηνᾶ χαίρετε χὐμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ στείχειν θαλάμους ἀποδείξουσαν πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναιτὸ μὲν ἀτηρὸν χώρᾶι κατέχειν, τὸ δὲ κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκηι. 〈χ)ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις. εἴη δ᾽ ἀγαθῶν ἀγαθὴ διάνοια πολίταις. Χορός χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπανδιπλοίζω, πάντες οἱ κατὰ πτόλιν, δαίμονές τε καὶ βροτοί, Παλλάδος πόλιν νέμοντες· μετοικίαν δ᾽ ἐμὴν εὖ σέβοντες οὔτι μέμψεσθε συμφορὰς βίου. Ἀθηνᾶ αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων πέμψω τε φέγγει λαμπάδων σελασφόρων ἐς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους ξὺμ προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς Θησῆιδος ἐξίκοιτ᾽ ἂν εὐκλεὴς λόχος παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων. φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἦδ᾽ ὁμιλία χθονὸς τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπηι. Πρόπομποι βᾶτ᾽ ἐς ὁδόν, μεγάλαι φιλότιμοι Νυκτὸς παῖδες ἄπαιδες, ὑπ᾽ εὐθύφρονι πομπᾶι εὐφαμεῖτε δέ, χωρῖται - γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν, τιμαῖς καὶ θυσίαις περισέπταισι τύχᾶι τε. εὐφαμεῖτε δὲ πανδαμεί. ἵλαοι δὲ καὶ εὐθύφρονες γᾶι δεῦρ᾽ ἴτε, Σεμναί, 〈τᾶι〉 πυριδάπτωι λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν, — ὀλολύξατε νῦν ἐπὶ μολπαῖς — Παλλάδος ἀστοῖς· Ζεὺς ὁ πανόπτας σπονδᾶι δ᾽ ἐς πρόπαν ἔνδαιτες οἴκων οὕτω Μοῖρό τε συγκατέβα. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.