(in fine paginae v. 1-48 continentis; legebantur vulgo tamquam ad v. 47 adscripta; transp. Weckl.) φαίνεται ἐπὶ σκηνῆς τὸ μαντεῖον, ἡ δὲ προφῆτις πρόσεισιν (πρόεισιν Μ) ἐπικλήσεις, ὡς ἔθος, τῶν θεῶν ποιησαμένη (-ομένη Μ), ἀπροόπτως τε ἰδοῦσα τὰς Ἐρινύας κύκλωι τοῦ Ὀρέστου καθευδούσας πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν· τοῦτο γὰρ νεωτερικὸν Εὐριπίδειον (ιον Μ)· ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα εὐχαὶ καὶ ἐπικλήσεις θεῶν, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις. οἰκονομικῶς δὲ οὐκ ἐν ἀρχῆι διώκεται Ορέστης, ἀλλὰ τοῦτο ἐν μέσωι τοῦ δράματος κατατάττει, ταμιευόμενος τὰ ἀκμαιότατα ἐν μέσωι. προτιμῶ.
Πίνδαρός φησι πρὸς βίαν κρατῆσαι Πυθοῦς τὸν Ἀπόλλωνα· διὸ καὶ ταρταρῶσαι αὐτὸν ἐζήτει ἡ Γῆ. Ἐπαφρόδιτος ἐν ὑπομνήματι Καλλιμάχου αἰτίων β΄ φησί· „Μελανθοῦς τῆς Δευκαλίλωνος καὶ Κηφισοῦ τοῦ ποταμοῦ γίνεται Μέλαινα τοὔνομα, Μελαίνης δὲ καὶ Ποσειδῶνος Δελφός, ἀφ᾽ οὗ οἱ Δελφοί“.
ἢ τῆς κοινῆς μητρὸς πάντων, ἢ τῆς Θέμιδος.
ἀντὶ τοῦ) ὀπτήριον. θεασαμένη τὸν τῆς ἀδελφῆς (richtig wäre θυγατρὸς) ἑαυτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν.
ἀπόδειξις αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος.
τὴν Κύνθον. διὰ δὲ τοῦ „χοιράδα" σχεδὸν τὴν αἰτίαν φησὶ δι᾽ ἣν ἀπέλιπεν Ἀπόλλων, ἐκκλίνων τὸ εὐτελὲς τοῦ χωρίου. τὴν στρογγύλην (näml. λίμνην).
χαριζόμενος Ἀθηναίοις καταχθῆναί φησιν ἐκεῖσε Ἀπόλλωνα κἀκεῖθεν τὴν παραπομπὴν (Heyne für περιπ.) αὐτῶι εἶναι. ὁ δὲ Πίνδαρος) ἐκ Τανάγρας τῆς Βοιωτίας.
οἱ Ἀθηναῖοι. Θησεὺς γὰρ τὴν ὁδὸν ἐκάθηρε (Rob. f. καθῆρεν) τῶν ληιστῶν· καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίαν (Weil f. θεωρίδα), προέρχονται [γάρ] (del. Rob., τινες Weckl.) ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν.
καὶ ὁ Δελφὸς λεώς (λ. del. Vict.), ὃς (ὅ Μ) ἐστι τῆς χώρας ἄναξ καὶ κυβερνήτης.
κτίσας: ποιήσας· ἰδίωμα δὲ τοῦτο Αἰσχύλου.
„χή Παλλάς, Δελφοί νιν ὅθ᾽ ἱδρύοντο προναίην“ Καλλίμαχος.
διὸ εἶπε δαιμόνων ἀναστροφή.“
λαγωοῦ δίκην καταπτήξαντι καὶ μὴ ἀνθισταμένωι. νῦν φησὶν ἐν Παρνασῶι εἶναι τὰ κατὰ Πενθέα, ἐν δὲ ταῖς Ξαντρίαις ἐν Κιθαιρῶνι.
ἡ (τὴν Μ) Πυθὼ ἦν (τὴν Μ) πρώην Ποσειδῶνος, ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο. Καλλίμαχος· „μέσφα Καλαυρείης ἦλθεν ἐς (Rob. f. εἰς) ἀντίδοσιν.“
τοῦτό φησιν, ἐπεὶ δραματική ἐστιν ἡ ποίησις· εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἶποῦσα εἰς θρόνον ἐκαθέζετο.
ἴτων: ἴτωσαν, Αττικώτερον.
διάλειμμα γίνεται). πρὸς (παρ᾿ Μ) ὀλίγον ἔρημος ἡ σκηνὴ γίνεται. οὔτε γὰρ ὁ χορός) πω πάρεστιν, ἥ τε ἱέρεια εἰσῆλθεν εἰς τὸν ναόν. τὰ δεινὰ ἐξέπεμψέ με τοῦ μαντείου. ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινύας κοιμωμένας, ἔξεισι τεταραγμένη τετραποδηδὸν ἐκ τοῦ νεώ.
διὰ τὸ γῆρας. κουφίζειν· σημαίνει) δὲ καὶ τὸ γαυριᾶν καὶ ἀτάκτως πηδᾶν (s. Plat. Leg. II, 672 C).
(zu νεοσπ.) ἐμφατικῶς τοῦτο νεωστὶ ηὐθεντηκότα (αὐθ. Μ) παρίστησιν. νεωστὶ ἐσπασμένον.
εἰώθασιν, ὅταν ἀσαφές τι εἴπωσιν, οἱ ποιηταὶ ἐπεκδιδάσκειν αὐτό. Ὅμηρος (Ε 586) „κύμβαχος ἐν κονίηισιν, ἐπὶ βρεγμόν τε καὶ ὤμους“.
πρὸς τὸ φοβερὸν τῆς ὄψεως.
ἀλλ᾽ οὐδ᾽ Αρπυίας αὐτὰς λέγω· εἶδον γὰρ αὐτὰς ἐν γραφῆι πτερωτάς.
ἃς τις βδελύξαιτο καὶ ἐκτραπείη (so!) μισήσας. σκυθρωποί.
ὃν ἔχουσι περικείμενον (Scal. für παρακ.) ἑαυταῖς.
οὐδέποτε τοιοῦτον γένος εἶδον. συνηθείας, συνουσίας, συστήματος.
τὸν (Herm. f. τὸ) τῆς ἀνατροφῆς.
ὥστε εἰ θεραπείας χρεία, ἰατρός ἐστιν· εἶἴτε μαντείας, τερατοσκόπος· εἴτε καθαρμῶν, καθάρσιος.
ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστηι καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία. στραφέντα γὰρ μηχανήματα ἔνδηλα ποιεῖ τὰ κατὰ τὸ μαντεῖον ὡς ἔχει καὶ γίνεται ὄψις τραγική· τὸ μὲν ξίφος ἡιμαγμένον ἔτι κατέχων Ορέστης, αἱ δὲ κύκλωι φρουροῦσαι αὐτόν. πρὸς Ὀρέστην φησίν· ἀπέστη γὰρ ἡ ἱέρεια.
τὸ δὲ σὸν σθένος ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν.
γράφεται πρέπων“, οὐχ ὅμοιος (Paley st. - ον)· αἱ μὲν γὰρ καθεύδουσιν, ἐγὼ δὲ ἐγρήγορα.
πολιαὶ γάρ· παῖδες διὰ τὸ νέον, ἢ ἐπειδὴ ἄγαμοι καὶ παρθένοι εἰσί. τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει.
ὅδιος γὰρ ὁ θεός (auch f).
φυλάσσων. βισμα καὶ δέημα οὐ μόνον τιμᾶι ὁ Ζεύς, ἀλλὰ καὶ σέβει, ὁρῶν αὐτὸ ὁρμώμενον προσηκούσηι τύχηι.
ὁ μὲν Ὀρέστης φυγῆι οἴχεται Ἀθήναζε πυθόμενος· αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν, ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγωιδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφάνηι (hellenist. f. -ήνηι; -ανῆ Μ) τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν. πῶς δὲ διεγείρονται; οὐχ ὑπὸ Ἀπόλλωνος, οὐδὲ ὑφ᾽ ἑαυτῶν, ἀλλ᾽ ἐν ἄλληι φαντασίᾶι. ἐφίσταται γὰρ τὸ εἴδωλον Κλυταιμήστρας καὶ μεμψάμενον ἀνεγείρει, ὥστε ποικίλαις φαντασίαις πεπύκνωται.
λείπει εἰμί. ὑπὲρ ὧν ἐφόνευσα Αγαμέμνονα ἀπώσασθε καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται. παιδευτικὰ δὲ ταῦτα· τὸ γὰρ τοὺς ἐναγεῖς καὶ μετὰ θάνατον ὑπὸ νεκρῶν ἀτιμάζεσθαι ἱκανῶς ἔχεται παιδεύσεως.
καὶ σφαγεῖσα αἰτιῶμαι ὑπ᾿ αὐτῶν, τῶν περὶ Ἀγαμέμνονα. τῶι καθεύδειν ὁ νοῦς ἀκριβέστερον ὁρᾶι, μὴ παραπλανώμενος τῆι θέᾶι. τραγικώτερον δὲ τὸ εἴδωλον Κλυταιμήστρας σώιζει τὴν σφαγήν.
ἡ τῆς φρενὸς μοῖρα οὐ προορᾶι ἐν ἡμέρᾶι.
οἶνος γὰρ οὐ σπένδεται Ἐρινύσιν.
ἔθυον ἐν ἡι οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας ὑμῖν. ἐν γὰρ τῶι μεσονυκτίωι μόναις Ἐρινύσιν ἀπάρχονται. ὅτι (auf ein χ) ταύταις μόναις ἐν νυκτὶ θύουσιν.
διὰ τὸ πεφευγέναι ἐκ τοῦ νεώ.
χλευάσας, ἐγγελάσας (auch f). διὰ δὲ τούτων ἐρεθίζει αὐτάς.
παρεπιγραφή. τοῦτο δὲ ἐστιν ὁ φησιν ὁ ποιητής (ΙΙ. Δ 20) „αἱ δ᾽ ἐπέμυξαν“. τὸ δὲ (εὐθὺς) ἐγείρεσθαι (ἐγ. (ἀθρόως) Weckl. nach Schol. 140) τὰς παρειμένας ὕπνωι οὐ πιθανόν· κατὰ βραχὺ οὖν ἐκ προσβάσεως τὴν ἔγερσιν ποιήσονται.
ὡς παρὰ) τὸ αἳ αἳ αἰάζειν, οὕτω παρὰ) τὸ ὦ ὦ ὤιζειν.
τί οὖν μέλλεις τὸ σὸν ἔργον ἀνύειν
συνωμοσίαν ποιήσαντες κατεκοίμισαν ὑμᾶς.
ὀνειροπολοῦσαι διώκειν Ὀρέστην τοῦτό φασιν (φησιν) Μ).
ἐφορμήσασα τῶι Ὀρέστηι. οἰκεῖον τῶι πνεῦμα τὸ ἐπουρίσασα.
ἐκλεπτύνουσα. πυρετῶι αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ.
ἀναστήσει (vgl. Schol. 117); ἀνίστησιν Kchh.) αὐτὰς οὐκ ἀθρόως, μιμούμενος ἐμφατικῶς τὴν ἀλήθειαν, ἀλλ᾽ ἐγείρεταί τις πρώτη, ὥστε μὴ ἀθρόως τὸν χορὸν φθέγξασθαι.
λείπει δεινά (δεινά auch f).
κομματικῶς καστον κατ᾿ ἰδίαν προενεκτέον. αἱ γὰρ φοροι τοῖς πάθεσιν.
ἀφόρητον κακὸν ἐπάθομεν. λέμησας.
ὡς ἡνίοχος ἔτυψέ με. μέρος τοῦ ἥπατος.
οὐ τὸ τυχόν, ἀλλὰ περισσῶς βαρύ. ἡμᾶς φη(σί) (φασι Weckl.).
παρὰ τὸ δίκαιον τὸ πᾶν ἔχοντες.
τὸν θρόνον, οὗ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονολιβῆ (-ειβῆ Μ) ἀπὸ ποδῶν ἕως κεφαλῆς ὅλον. τὸ δὲ „γᾶς ὀμφαλόν“ ἀντὶ τοῦ) τὸν (Kirchh. f. τὸ) ἐν Πυθοῖ. διὰ δὲ τούτων ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας Ὀρέστου τὸν θεόν.
λείπει ὁ καί. ὥστε τὸν ὀμφαλὸν (Schwenk Weil für ὀφθαλμόν) ἔχειν αἱμάτων ἄγος ἐπαίροντα.
αὐτὸς αὐτὸν (αὑτὸν Μ) καλέσας ἐπὶ τῶι μιᾶναι τὸν ναόν. ὅσον ἐπὶ σοί.
προστρόπαιος, ἀντὶ τοῦ ἐναγής. ὢν ἐναγὴς ἐν τῶι κάρᾶι ἑαυτοῦ ἕτερον μιάστορα λήψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν. ἐναγής.
τραγικώτερον ὄφιν εἶπεν τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι. τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, πρὸς μίαν δὲ ἑκάστην νῦν.
τὸ αἷμα μέλανα ἀφρὸν εἶπεν, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν· ἀναίμονες γάρ εἰσιν οἱ θεοί· ἀλλὰ τὸ ἀπ᾿ ἀνθρώπων ἠθροισμένον (ήθρ. Μ), ὡς τούτωι τροφῆι χρωμένων αὐτῶν.
χλοῦνις ἀκρωνία. ἡ ἀκμαία ἀποκοπή (χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπήν f), παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης (χλοῦνις f) ὁ σῦς, κάπροι δὲ συνεχῶς εὐνουχίζονται (soweit auch f), διὰ τοῦτο τὴν ἀποκοπὴν συϊκὴν εἶπεν, οὐκ ἀνθρωπίνην. ἡ ἐκτομὴ μορίων.
ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν διαδεί-
οὐκ κνυται. ἐπικοινωνῶν τῆι αἰτίᾶι, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος.
ἠθικεύσαντο τὰς διωκτρίας προπομποὺς εἰποῦσαι. προστέταχθε ποιεῖν περὶ (Abresch f. παρὰ) ἀνδροφόνου γυναικός; τοῦ Ἀγαμέμνονος φόνος οὐκ ἦν αὐθέντης, ὅ ἐστι μιαρός.
ἡσυχαιτέραν: δολιωτέραν (δολ. auch f; σχολαιστέραν Voigt). δίκη τοῦ μητρώιου αἵματος.
μή τοί τι (τι τοι Μ) θεῶν μήνιμα γένωμαι (Hom. X 358).
ἄλλοις προστριψάμενον τὸ μύσος. ...
ὡς αὐτόχρημα αἵματος ὄντος (αἷμα στάζοντος, vgl. u., Weckl.) Ὀρέστου καὶ μιαίνοντος τὴν γῆν ἧς ἐφάψεται. τετραυματισμέ(νον): τὸ μὲν ἀπορρεῖν τὸ αἷμα παραδοξολογίας ἐστὶ τραγικῆς· ὅρα δὲ μὴ ἐκβαίνει τὴν πίστιν ὁ ἀπὸ Ἄργους εἰς Δελφοὺς ἥκων, εἶτα ἐκεῖθεν εἰς Ἀθήνας, καὶ ἔτι αἷμα στάζων ἀπὸ τοῦ ξίφους. φαντασία οὖν ἀμήχανος· ἀλλὰ καὶ συγκέχυται τῆι παραδοξολογίᾶι.
ὅτι μὴ πτερωτὰς εἰσήγαγεν αὐτάς (auf ein x be-
καταπτήξας πρὸς τῶι ἀγάλματι.
ἀτίτας: ἀτιμώρητος (ἀτιμ. auf f).
ἀνθ᾿ ὧν ἡμῖν χρεωστεῖ πρόσφυξ θέλει γενέσθαι τῆς θεοῦ.
οὐ πάρεστιν αὐτῶι νικῆσαι ἡμᾶς.
τὸ ἅπαξ χυθὲν αἷμα δυσίατον.
πᾶν διερὸν ἐκκεχυμένον εἰς τὴν γῆν δυσαγκόμιστον· τοιοῦτο οὖν καὶ τὸ αἷμα. τὸ βρέξαν τὴν γῆν.·
δικαστής. γρά(φωι): ἐφορᾶι δὲ πάντα ἀναγραφόμενος αὐτὰ τῆι ἰδίᾶι δέλτωι. διδαχ(θείς): διδαχθεὶς πολλοὺς καθαρμούς, ὅ ἐστι, τηλικαῦτα ἀτυχήσας (Steph. f. ἀψ.), ἃ πολλῶν ἐδεήθη καθαρμῶν. ἄλλως· οἱ ἐναγεῖς οὔτε ἐν ἱερῶι προσ ήιεσαν οὔτε προσέβλεπον (προέβλ. Μ) οὐδὲ (Rob. f. οὐ) διελέγοντό τινι. (καὶ παρ᾿ Εὐριπίδηι) (Frg. 996 Ν.) „τί σιγᾶις; μῶν φόνον τιν᾿ ἠργάσω“; (εἰργ. Μ). ἐπεὶ οὖν Ὀρέστης μέλλει διαλέγεσθαι δοκῶν ἔτι ἐναγὴς εἶναι, ἐγώ, φησί, διδαχθεὶς σὺν κακῶι τῶι ἐμαυτοῦ, καὶ οἷον διδασκάλοις χρησάμενος ταῖς ἐμαῖς συμφοραῖς, ἐπίσταμαι καὶ σιγᾶν καὶ λαλεῖν ὅπου δεῖ, ἑκατέρου καιρὸν γινώσκων.
ἐβλάπτοντο γὰρ οἱ μυσαροῖς (Steph. f. -ροὶ) ξυντυγχάνοντες.
λείπει ἐμέ. ὡς τότε συμμαχούντων Ἀργείων Αθηναίοις.
ὡς θρασὺς (auf ein x bezüglich) διὰ τοῦτο οἴεται αὐτὴν Τριτογένειαν. ἡγεμών. ἁρμόττουσα δὲ ἡ εὐχή· δεῖται γὰρ ἐνδρανοῦς (L. Dindorf f. έδρανοῦς) βοηθοῦ.
τὸ ἑξῆς· ἔλθοι, ὅπως γένοιτο.
ὁ μηδὲ αἷμα σχήσων ἐξ ἡμῶν, ἀλλὰ γενησόμενος σκιά· ῥοφήσομεν γάρ σου τὸ αἷμα. ἢ ἐναίματον, ἀντὶ τοῦ ζῶντά σε νεκρὸν ποιήσομεν.
οὐκ ἀποκρίνηι, ἢ ἀντὶ τοῦ) οὐδὲ ἀντιφωνήσεις μοι, ἀλλὰ σοῦ βουλομένου λαλεῖν τὸ φθέγμα δεθήσεται.
τοὺς κλήρους ἡμῶν (Vict. f. ὑμῶν). ἀπὸ κοινοῦ δὲ τὸ δεδόκηκεν.
ἐπεὶ ὑπὲρ τῆς μητρὸς Ὀρέστου ἀγωνίζονται, εἰκότως τὴν μητέρα ἑαυτῶν ὀνομάζουσιν.
ζῶσι καὶ θανοῦσιν ἔκδικον.
τὸν τῶι ἰδίωι θανάτωι ἀφαγνιοῦντα τὸν φόνον τῆς μητρός· ἅγνισμα δέ τινες εὐφήμως τὸ μόλυσμα.
ἐπὶ Ὀρέστηι δὲ μέλλοντι θύεσθαι λεχθήσεται ὕμνος ἐξ ἡμῶν ὡς ἐπὶ ἱερείωι, ὃς αὐτοῦ τὰς φρένας παρακόψει.
ὁ δεσμεύων αὐτοῦ τὰς φρένας.
τούτοις ἡμᾶς ἀκολουθεῖν, ἕως ἀποθάνηι ὁ τοιοῦτος.
ἐφυμνίωι (Abresch f. -ον) αὐτῶι χρῆται. λέγεται δὲ καὶ μεσόφθεγμα.
ἀφόρμικτος: οὐ γὰρ σὺν ὀργάνοις μουσικοῖς γίνεται οὗτος ὁ ὕμνος. ὁ δεσμεύων αὐτοῦ τὰς φρένας.
μὴ πλησιάζειν ἡμᾶς τοῖς θεοῖς.
οὐδαμοῦ ὅπου ἑορτὴ καὶ ἀμπεχόνη καθαρὰ πάρειμι.
ὅταν τις ἐχθρὸς συγγενὴς ὢν τὸν συγγενῆ φονεύσηι.
διὰ τὸ νέον αἷμα. τοῦ νεωστὶ εἰργασμένου ὑπ᾽ αὐτοῦ.
τῆς Κλυταιμήστρας (auch f).
λείπει εὔχομαι τοῖς θεοῖς. τελέσαι μου τὸ βούλημα καὶ μὴ εἰς μάχην μοι ἐλθεῖν.
τοῖσιν αὐτουργίαις ξύμπασ ωσιν (ὦσι f): ξυμπέσωσιν Turn., ders. αὐτουργίαι (τοὶ σὺν -ίαις Meineke Weil mit verschiedener Fortsetzung).
καὶ τοὺς ὑψηλοὺς καθαιροῦμεν.
τοῖς τανυδρόμοις αὐτῶν κώλοις ἐπάγουσα τὰ σφαλερά μου κῶλα. ἢ ἀπ᾿ ἄλλης ἀρχῆς, καὶ τοῖς τανυδρόμοις γίνεται σφαλερὰ τὰ κῶλα διὰ τὴν ἐπιοῦσαν αὐτοῖς ἄτην δύσφορον ὑπ᾿ ἐμοῦ. οἷον, καὶ οἱ ταχυδρόμοι οὐ δύνανταί με ἐκφυγεῖν.
παραφρονῶν (Steph. f. περιφρ.) γὰρ οὐκ αἰσθάνεται τοῦ κακοῦ.
σκότος φρενῶν. λείπειν φασὶ διά, διὰ (Kirchh. f. δὲ) μύσος· οὐκ ἔστι δέ, αὐτὸ γὰρ τὸ μύσος κνέφας εἴρηκεν.
κακὴ δὲ φήμη περὶ τοῦ οἴκου αὐτοῦ λέγεται.
λείπει τὸ ἐσμέν. ἡμεῖς γὰρ εὐμήχανοι ἐσμεν καὶ ἐπιτελεστικαὶ καὶ τῶν κακῶν μνήμονες.
οὐ ταχέως παρηγορούμεναι ὑπὸ βροτῶν.
ἀφωρισμένα τῶν θεῶν τῶι προσόντι αὐτοῖς σκότει. μετερχόμεναι λάχη ὑπὲρ ὧν οὐ τιμώμεθα ὑπὸ θεῶν.
δυσπαράβατα καὶ τραχέα ζῶσι καὶ τοῖς θνήισκουσιν (καὶ τεθνηκόσιν Wieseler).
τὸν ὑπὸ Μοιρῶν καὶ θεῶν τετελεσμένον.
Μιτυληναῖοι ἐμάχοντο πρὸς Αθηναίους περὶ πόλεως Σιγείου. ἔδοξεν οὖν μονομαχίωι λῦσαι τὸν πόλεμον· καὶ ὑπὲρ μὲν Μιτυληναίων ἐπολέμει Πιττακός, ὑπὲρ δὲ Ἀθηναίων Φρύνων. ἡττηθέντος δὲ Φρύνωνος διελύθη τὰ τῆς μάχης. ἔοικεν οὖν παρορμᾶν Ἀθηναίους ὁ Αἰσχύλος εἰς τὸ ἀντέχεσθαι πάλιν Σιγείου, λέγων τὴν θεὸν ἐκεῖθεν ἐληλυθέναι. καταφθάνουσα.
ὡς ἀρμένωι χρωμένη τῆι αἰγίδι.
καὶ πρὸς ὑμᾶς. τῶν σπειρομένων.
μὴ πρότεινε αὐτῶι ὅρκον καὶ διὰ τούτου θέλε νικᾶν (steht bei 429; berichtigt von Weckl.). οὐκ ὀφείλει ὁ ἀδικῶν ὅρκωι φεύγειν τὴν κατηγορίαν· ἐπιορκήσει γάρ.
ὃν τρόπον κἀκεῖνος προσεκάθητο τῶι ναῶι τοῦ Διὸς καθαρισθησόμενος· πρῶτος γὰρ Ἰξίων φόνον ποιήσας ἐκαθαρίσθη ὑπὸ Διός.
ἀποκρίνου μοί τι εὔγνωστον.
καὶ εἰς οἶκον εἰσῆλθον, καὶ ὑδάτων μετέλαβον.
διὰ τούτων φιλοποιεῖται τὴν θεόν.
ἐκήρυττε τὸν διὰ τῆς ἐπιχύ σεως τῶν λουτρῶν γενόμενον αὐτῶι φόνον. λέγεται γὰρ μετὰ τὸ φονεῦσαι γυμνὸν ἐξαγαγεῖν καὶ δεῖξαι τοῖς πολίταις.
πάντων. τοῦτο δὲ πρὸς τὸ „ἄλλης ἀνάγκης οὔτινος τρέων κότον“ (426).
τὰ κατὰ τὴν κρίσιν ἀποβαίνοντα, ὁποῖα ἂν ἦι, ἐπαινέσω.
εἴ τις οἴεται τὸ πρᾶγμα βροτὸς δικάζειν, μεῖζον ἢ κατὰ ἀνθρώπους οἴεται, ἐμοὶ δὲ περὶ φόνου δικάζειν οὐχ ὅσιον.
ἐφ᾽ αἷς (Linwood für οἷς) ταχέως μηνίσουσιν Ἐρινύες.
τέλειος τὴν ἡλικίαν. τοῦτο δὲ ἀπὸ τῶν ζώιων.
διὰ τούτου ἐλπίδας αὐτῶι χρηστὰς ὑποτίθησιν.
δέχομαι ἐν τῆι πόλει. εὐχερῆ, εὐάρεστον. δυσάρεστοι φύσει εἰσὶν αὗται.
πέμπειν αὐτὰς ἀμηνίτως δυσχερές ἐστιν ἐμοί. εἰσῆλθεν.
διετέλεσε γὰρ τὸ Ἀρειοπαγιτικὸν συνέδριον.
ὑμεῖς δὲ ὅρκους αὐτοὺς αἰτήσατε.
ἡ μὲν Ἀθηνᾶ ἀπῆλθεν εὐτρεπίσαι δικαστάς, ὁ δὲ Ὀρέστης ἱκετεύων μένει, αἱ δὲ Ἐρινύες φρουροῦσιν αὐτόν. μέλος δὲ οἰκεῖον ἄιδουσι τῆι ἑαυτῶν προαιρέσει.
τῶν τοὺς βροτοὺς ἐπισκοπούντων.
πάντ᾽ ἐφήσω μό(ρον): οὐκέτι τινὰ μὲν ἔννομον ἡγήσομαι μόρον, τινὰ δὲ οὐ, ἀλλὰ πάντα ἐφήσω μόρον, ὅπως τις βούλεται ἀναιρεῖν. οὐ τιμωρήσω τοῖς ἀδικουμένοις, ἀλλὰ συγχωρήσω ἀλλήλους ἀναιρεῖν.
πεύσεται δ᾽ ἄλλος: ἀεὶ τὰ ἀλλήλων ἀκούσονται, καὶ οὐ γίνεται κακῶν ἀνάπαυσις.
παθὼν δέ τις μάτην ἑαυτὸν παραμυθεῖται τῆι εἰς ἡμᾶς ἐλπίδι. ἡ, ἕκαστος δὲ τῶν φονέων παρηγορηθήσεται. τλήμων γὰρ ὁ ἀναιδής· „ἡ δ᾽ ὧδε τλήμων" (Soph. El. 275).
ταῦτα ἀναιρούμενος πατήρ ἤ μήτηρ ὑπὸ παιδός.
ἐπειδὴ ἀπόλωλε (f: παρόλ. Μ) τὸ δίκαιον (auch f).
οὐ πανταχῆι τὸ δεινὸν ἀπεῖναι φρενῶν δεῖ.
ὥστε καθήμενον ὑπὸ στένει σωφρονεῖν. ὡσεὶ ἔλεγεν ὑπὸ τῶι δέει. ἔστι δὲ ἀπ᾿ εὐθείας τῆς τὸ στένος.
λαμπρότητι, ὀρθότητι φρενῶν.
ἀλλὰ τὸν (Rob. f. τῶν) ἠρέμα τούτων ἐφαπτόμενον· παρόσον αἱ μὲν παντάπασι τυραννούμενοι κακῶς βιοῦσιν, οἱ δὲ ἄναρχοι πονηρῶς.
ὑπόδοσιν Μ, ὑπόδυσιν g (-δησιν f).
ἄλλα ἄλλως ἐφορᾶι ὁ θεός. ἔσθ᾽ ὅπη(ι) δέους (zu 516, Weckl.).
ὕβριν γεννῶσα. οἱ γὰρ ἀρξάμενοι τοῦ θείου καταφρονεῖν ὑβρίζουσι τοὺς ἀνθρώπους.
ἐκ δ᾽ ὑγιείας φρενῶν: ἐκ τοῦ ὀρθὰς ἔχειν φρένας. νόσον δὲ φρενῶν τὴν δυσσέβειάν φησιν, ὑγίειαν δὲ ἐξ ἧς ἂν εἴη τιμή· ἐξ ἐκείνης δὲ ὕβρις.
καθολικῶς λέγω τὸ ἐπιφερόμενον.
ὁ χωρὶς ἀνάγκης δίκαιος ὤν.
τὸν τὰ ἐναντία τοῖς εἰρημένοις τολμῶντα. ἀντὶ τοῦ) τὸν ἄδικον. παραβεβηκότα.
ἀπὸ τῶν χειμαζομένων, τροπικῶς. ἀντὶ τοῦ ταπεινωθήσεται.
γελᾶι, φησίν, ὁ δαίμων ἐπὶ τῶι ἀδίκωι (Stanley f. -ως) (κακῶς) (<κακά) Hartung) πάσχοντι, τὸν μηδέποτε προσδοκήσαντα τιμωρεῖσθαι ἰδὼν ἐν μέσηι τῆι δύηι ὑπεζευγμένον καὶ χαλινωθέντα· τοῦτο γὰρ δηλοῖ τὸ λέπαδνον.
τὸν πολυχρόνιον δὲ ὄλβον ἑαυτοῦ προσκρούσας τῶι βράχει (Abresch f. βραχεῖ) τῆς δίκης ὤλετο.
κληρώσασα Ἀθηνᾶ τοὺς ἀρίστους ἄγει δικάσοντας. καθισάντων δὲ αὐτῶν, ἐν μέσωι στᾶσα κελεύει διὰ τῆς σάλπιγγος καὶ τοῦ κήρυκος σιωπὴν γενέσθαι, ὡς μὴ ἀρκοῦντος μόνου τοῦ κήρυκος. ὅρα δὲ πῶς τὰ νέων ἔθη ἀναχρονίζει. ἃ γὰρ νῦν γίνεται, ταῦτα τὴν Ἀθηνῶν εἰσήγαγε λέγουσαν. ἐχρῶντο γὰρ τῆι σάλπιγγι ἀνείργειν τὸ πλῆθος θέλοντες. κάτεχε, κώλυε.
τῶν Ἀρεοπαγιτῶν. (über der Seite, die V. 597 ff. enthält) ἐν παραχορηγήματι (Ddf. für περιχωρήματι) αὐτῶι εἰσιν οἱ Ἀρεοπαγίται μηδαμοῦ διαλεγόμενοι.
ὧν ἐκληρώθης, δηλονότι μαντειῶν. παραφανέντος δ᾽ Ἀπόλλωνος ταῦτά φησιν.
μαρτυρήσων ὅτι οὐκ ἔστιν ἐναγής· ἐκάθηρα γὰρ αὐτόν. δικοι λέγονται οἷς ἴσον μέτεστιν ἐν τῆι δίκηι τῆς αἰτίας.
τῶν Ἐρινύων. ἅρα τὸ δικαστήριον.
τοῦτο οὐ πρὸς τὰς τρεῖς, ὀλλὰ πρὸς τὸν χορόν· ιε΄ γὰρ ἦσαν.
ῥητορικῶς πυνθάνονται. εἰ μὲν ὁμολογοίη, ὑπεύθυνος ἔσται· εἰ δ᾽ ἀρνοῖτο, ἐλεγχθήσεται. καὶ Ἀχιλλεὺς πρὸς τοὺς πρέσβεις· „τι δὲ λαὸν ἀνήγαγεν ἐνθάδ᾽ ἀγείρας Ατρείδης“; διὰ γυναῖκα (Homer I 338 f.).
ἓν πέπτωκας (Weil für ἐμπ.). ἡ μεταφορὰ δὲ ἐστιν ἀπὸ τῶν παλαιόντων, οἳ ἐπὶ τοῖς τρισὶ πτώμασιν ὁρίζουσι τὴν ἧτταν.
πλανᾶται. αἱ μὲν γὰρ τὴν αἰτίαν τοῦ φόνου πυνθάνονται, ὁ δὲ πρὸς τὸ πῶς“ „ξίφει" φησίν· ὡς τὸ μὴ δι᾿ ἐμὴν ἰότητα“ (Hom. O 42).
τὸ ἀεὶ ἐπὶ τοῦ ἕως τάττουσιν Ἀττικοὶ πολλάκις. δεῦρο μέν μοι τόνδ᾽ αἰεὶ τείνει λόγον“ (Adesp. 148 N.). ἕως δεῦρο. τὴν πρᾶξιν.
ὡς ὑμᾶς (Herm. f. ὑμῖν) ἔπεμψεν ἡ μήτηρ, οὕτω βοηθοὺς κἀμοὶ πέμψει ὁ πατήρ.
πανούργως φασί, μὴ ἡμᾶς δίδασκε, ἀλλὰ τοὺς δικαστάς.
πῶς οὖν λέγεις ὅτι ἠδίκησέ με; πῶς δὲ Ἀγαμέμνονα, ὅπου ἀπέθανεν δι᾽ αὐτόν (Linwood f. αὐτὴν)
οὐκ εἰ τέθνηκεν, τούτου αἰτία εἶ σύ, (ἣ) ζῶσαν (Steph. u. a.; Μ πῶς ἂν) (οὐκ) ἐδίωκες· ὥστε οὐδὲ ἀποθανοῦσα διὰ τὴν σὴν αἰτίαν ἀπέθανεν.
ἐγὼ οὖν ὅμαιμός εἰμι τῆι μητρί
ὡς ἀπορῶν τῆς ἀποκρίσεως. ἐπεὶ γὰρ ἦλθεν εἰς τὴν διάκρισιν τοῦ δικαίως ἢ μὴ ἀνηιρηκέναι τὴν μητέρα, ἐπὶ τὸν συμβουλεύσαντα θεὸν καταφεύγει. τραγικὸν οὖν καὶ πρέπον (Vict. f. τρέπον)· ὁμοειδές τε τὸ (αὐτὸν) πάντα λέγειν.
ὥστε ἐμοὶ μὲν Ζείς, ἐγὼ δὲ τούτωι προσέταξα. οὐκ ἄνευ Διὸς οὖν τὸ γενόμενον.
κελεύω δὲ ὑμᾶς πεισθῆναι τῆι βουλῆι τοῦ Διός.
συνεχὲς τὸ ὄνομα παρ᾽ Αἰσχύλωι, διὸ σκώπτει αὐτὸν Ἐπίχαρμος.
βελτίονα πλεῖστα ηὐτυχηκότα ἀπὸ στρατείας.
πυέλωι', τῆι ὡς σορῶι αὐτῶι γενομένηι. παρὰ τὴν δρῦν· ξύλιναι γὰρ αὗται. τῶν λουτρῶν δῆλον ὅτι.
παρεσκήνησεν. πρὸς (d. i. τὸ Χ πρὸς, Weckl.) τὴν συναλοιφὴν (-λιφὴν Μ) τῆς περί καὶ τὴν συζυγίαν τοῦ ῥήματος. ἀτραχήλωι.
τὴν Κλυταιμήστραν. οἱ δικασταί.
ὡς λέγεις σύ (Paley für οὖν), πατέρα προτιμᾶι μητρὸς ὁ Ζεύς.
οὐ τὸν Δία προέθετο κακῶς εἰπεῖν, ἀλλὰ τὸν Ἀπόλλωνα ὡς ψευσάμενον βούλετοι ἐλέγξαι.
ἐκ τῆς Ἀπόλλωνος ἀπολογίας κατακρινοῦσιν (-κρίνουσιν Μ) Ὀρέστην· εἰ γὰρ τὸν φονέα οὐχ οἷόν τε τὸν φόνον ἀνακαλέσασθαι, πῶς Ὀρέστης φονεύσας ἐλευθερωθήσεται; σκόπει πῶς δικαιοῖς Ὀρέστην φεύγειν.
ὁ σπερμαίνων. ὡς παρακαταθήκην.
τί τιθεῖσα μέμψιν παρ᾽ ὑμῶν οὐχ ὑπομενῶ; zu
ὅτι (d. i. τὸ χ ὅτι) πρώτη ἐπὶ Ὀρέστηι γέγονεν δίκη ἐν τῶι Ἀρείωι πάγωι.
τὸν Ἄρειον πάγον· ἐν αὐτῶι γὰρ ἐστρατοπέδευσαν.
ὅθεν Ἄρειος πάγος ἐκλήθη.
ὑπὲρ τῶν ἀποθανόντων τιμωρόν.
ἐπ᾿ ἀπειλὰς τρέπονται ἀφεῖσαι τὴν δικαιολογίαν. Ιξίονα.
ἐκβαλεῖς (ἐκβάλλεις Μ) τὴν ὀργὴν οὐδὲν δυναμένην (Paley für -νη) βλάψαι τοὺς ἐχθρούς.
ἀμφιβάλλουσα. τέως γὰρ ἐν ἀμφιβόλωι ἔχω τὸ ὀργίζεσθαι.
ἐγὼ προσθήσω τὴν ἐσχάτην ψῆφον, ἦι ὅταν (Herm. f. ἢ ὅτι ἂν) ἴσαι γένωνται, νικᾶι ὁ κατηγορούμενος.
Leginnenden Seite) ὁ ἀριθμὸς τῶν Ἀρεοπαγιτῶν ν' (Petit.; Μλ΄, nach Vitelli aus Corr. [??]) καὶ εἷς.
νῦν μοι ζωὴ ἢ θανάτου τέλος.
διακρίσει τῶν λευκῶν καὶ μελαινῶν.
γνώμης: ἀντὶ τοῦ) ψήφου. ὁ τρόπος συνεκδοχή, ἀπὸ προηγουμένου τὸ ἀκόλουθον· τὸν γὰρ μέλλοντα βάλλειν ψῆφον δεῖ πρῶτον ἐν γνώμηι γενέσθαι.
ἡ ψῆφος δὲ βαλεῖν τε καὶ ὀρθῶσαι οἶκον δύναται.
κἂν ἴσαι δὲ γένωνται αἱ ψῆφοι, ὁ κατηγορούμενος νικᾶι.
τὰς συνηγόρους Εὐμενίδας.
τὴν ἐμὴν ἀπικουρίαν. νήτην.
ἰσοπενθῆ, ὅμοια δρῶντα οἷς πέπονθα.
μεθεῖσα: ἀντὶ τοῦ) μεθήσω, μετοχὴ ἀντὶ ῥήματος· ὡς τὸ „καρπῶι βριθομένη" (Homer 307) ἀντὶ τοῦ βρίθεται. σταλαγμὸν δὲ τὴν κατὰ βραχύ φθοράν.
τὸν εἰς τὴν γῆν φερόμενον.
τοῦτο διὰ μέσου ὀλοφυρόμεναι ἀναφωνοῦσιν. ὁ λ(ελιχήν.
λείπει ὁ ἢ διαζευκτικός· ἢ τί γένωμαι.
ὑπὸ τῶν πολιτῶν ἔπαθον. ἔμζελιξε τῶι θρήνωι τὴν τιμωρίαν τεχνικῶς. εἰπὼν γὰρ „δύσοιστα ἔπαθον“ ἐπήγαγεν „πολίταις“, ἵνα ἦι πολίταις δύσοιστα ὄντα.
ἔφασκε γὰρ ὁ Ἀπόλλων γνώμηι Διὸς μαντεύεσθαι.
τὰ σταλάγματα αἰχμαί εἰσι βιβρώσκουσαι τὰ σπέρματα.
τὸν πάντα ποιοῦντα κακῶς πράττειν.
λείπει ἐσομένη. προτέλεια θυόντων Ἀθήνηισι ταῖς Ἐρινύσι. τέλος δὲ ὁ γάμος. δίκητον, τιμωρεῖσθαι μὴ δυναμένην. τὸ δὲ φεῦ διὰ μέσου ἀναφωνεῖ.
φέρουσα τὰς ἀντὶ τοῦ) μεγάλοι
τῶν ἐνοικούντων πολιτῶν, ὁ ἐστιν
ὁ Περσικός. οὐ μακράν. ὁμόφυλον πόλεμον.
τὸ ἑξῆς, πρὸς νεωτέρας ἐμοῦ καὶ πολισσούχων βροτῶν θεὸς παλαιὰ ἄτιμος ἔρρειν.
εἰ πείθηι τῶι μειλίγματι τῆς ἐμῆς γλώσσης, παράμεινον καὶ τῶν καταλεχθέντων ἀγαθῶν μεταλάμβανε· εἰ δὲ μὴ πείθηι, ἴσθι μὴ βλάψουσα πόλιν.
ὁ καρπὸς ὁ ἐκ γῆς πλουτίζων.