Εὐμενίδες Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences cxii, 282 pages; 18 cm Trustees of Tufts University Medford, MA Perseus Project AeschylusAeschyli tragoediaeGuilielmus DindorfiusEdition 5, correctedLipsiaeIn aedibus B. G. Teubneri1882HathiTrust catalog record This pointer pattern extracts lines Greek, Ancient (to 1453) Latin Standardized Dindorf's 1882 fifth corrected edition in TEI/EpiDoc format (URN: urn:cts:greekLit:tlg0085.tlg007.dindorf1882-grc2). Τὰ τοῦ δράματος πρόσωπαΠυθιὰς προφῆτιςἈπόλλωνὈρέστηςΚλυταιμνήστρας εἴδωλονΧορὸς ΕὐμενίδωνἈθηνᾶΠροπομποί ΠΥθΙΑΣ. Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς θέμιν, ἢ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕξετο μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινὸς, Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο, Φοίβη· δίδωσι δ᾽ ἣ γενέθλιον δόσιν Φοίβῳ. τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ᾿ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας. πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες Ηφαίστου, χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεὼς, Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ΐζει τέταρτον τόνδε μάντιν ἐν θρόνοις· Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή· Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεὸς, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον· Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ ἄριστα δοῖεν· κεί παρ' Ἑλλήνων τινὲς, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός. ἡ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν, πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν· τρέχω δὲ χερσὶν, οὐ ποδωκείᾳ σκελῶν· δείσασα γὰρ γραῦς οὐδὲν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ᾽ ἐλάας θ᾽ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι· ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν· ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα· καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας, οὐδ᾽ ἥτις αἷα τοῦτ᾽ ἐπεύχεται γένος τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ. ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. ΑΠΟΛΛΩΝ. οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾶς· ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι, Νυκτὸς παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε· κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονὸς, μισήματ᾿ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ δι' ἠπείρου μακρᾶς [βεβῶτ᾽ ἀν᾿ ἀεὶ τὴν πλανοστιβῆ χθόνα] ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες μηχανὰς εὑρήσομεν, ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων. καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας. ΟΡΕΣΤΗΣ. ἄναξ ῎Απολλον, οἶσθα μὲν τὸ μἀδικεῖν· ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μἀμελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. ΑΠ. μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας. σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρὸς, Ἑρμῆ, φύλασσε· κάρτα δ᾽ ἂν ἐπώνυμος πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκ νόμων σέβας, ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχη. ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ. εὕδοιτ᾽ ἂν, ὠὴ, καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ᾽ ἀλῶμαι· προυννέπω δ᾽ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο· παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὅρα δὲ πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν. ἢ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ᾿ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπ᾽ ἐπ᾿ ἐσχάρᾳ πυρὸς ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμνήστρα καλῶ. (μυγμος.) ΧΟΡΟΣ. ΚΛ. μύζοιτ᾽ ἂν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω· φίλοις γάρ εἰσιν, οὐκ ἐμοὶ, προσίκτορες. ΧΟ. (μυγμός.) ΚΛ. ἄγαν ὑπνώσσεις κού κατοικτίζει πάθος· φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. ΧΟ. (ὠγμός.) ΚΛ. ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσει τάχος; τί σοι πέπρακται πρᾶγμα πλὴν τεύχειν κακά; ΧΟ. (ὠγμός.) ΚΛ. ὕπνος πόνος τε κύριοι συνωμόται δεινῆς δρακαίνης ἐξεκήραναν μένος. ΧΟ. (μυγμὸς διπλοῦς ὀξύς.) λαβὲ λαβὲ λαβὲ λαβὲ, φράζου. ΚΛ. ὄναρ διώκεις θῆρα, κλαγγάνεις δ᾽ ἅπερ κύων μέριμναν οὔποτ᾽ ἐκλιπὼν πόνου. τί δρᾶς; ἀνίστω, μή σε νικάτω πόνος, μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσι· τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ ἕπου, μάραινε δευτέροις διώγμασιν, ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί. ΧΟ. ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ. εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον, ἰδωμεθ᾽ εἰ τι τοῦδε φροιμίου ματᾷ. ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι, ἢ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγὼ, ἐπάθομεν πάθος δυσαχὲς, ὦ πόποι, ἄφερτον κακόν. ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ. ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα. ἰὼ παῖ Διὸς, ἐπίκλοπος πέλει, νέος δὲ γραίας δαίμονας καθιππάσω, τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ τοκεῦσιν πι- κρὸν, τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός. τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν; ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν ἔτυψεν δίκαν διφρηλάτου μεσολαβεῖ κέντρῳ ὑπὸ φρένας, ὑπὸ λοβόν. πάρεστι μαστίκτορος [δαΐου] δαμίου βαρὺ τὸ περίβαρυ κρύος ἔχειν. τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοὶ κρατοῦντες τὸ πᾶν δίκας πλέον φονολιβῆ θρόμβον περὶ πόδα, περὶ κάρα. πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν [αἱμάτων] βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν. ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι μυχὸν ἔχρανας αὐτόσσυτος, αὐτόκλητος, παρὰ νόμον θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ Μοίρας φθίσας. κἀμοί τε λυπρὸς καὶ τὸν οὐκ ἐκλύσεται, ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται. ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ μιάστορ᾽ ἐκείνου πάσεται. ΑΠ. ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῆς ὑπ᾽ ἄλγους μέλαν᾿ ἀπ᾿ ἀνθρώπων ἀφρὸν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου. οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ παίδων, κακοῦ τε χλοῦνις ἠδ᾽ ἀκρωνία, λευσμός τε καὶ μύζουσιν οἰκτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε οἷας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγείται τρόπος μορφῆς. λέοντος ἄντρον αἱματορρόφου οἰκεῖν τοιαύτας εἰκὸς, οὐ χρηστηρίοις ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι. ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν. ΧΟ. ἄναξ ῎Απολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλει, ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. ΑΠ. πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου. ΧΟ. ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. ΑΠ. ἔχρησα ποινὰς τοῦ πατρὸς πέμψαι. τί μήν; ΧΟ. κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου. ΑΠ. καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους. ΧΟ. καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς? ΑΠ. οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. ΧΟ. ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον. ΑΠ. τίς ἥδε τιμή; κόμπασον γέρας καλόν. ΧΟ. τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. ΑΠ. τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ; ΧΟ. οὐκ ἂν γένοιθ᾽ ὅμαιμός αὐθέντης φόνος. ΑΠ. ἦ κάρτ' ἄτιμα, καὶ παρ᾽ οὐδὲν ἠρκέσω Ἥρας τελείας καὶ Διὸς πιστώματα. Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος ὅρκου ᾿στὶ μείζων τῇ δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾶς τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ, οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην, τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά. ΧΟ. τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. ΑΠ. σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέον τίθου ΧΟ. τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ. ΑΠ. οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν. ΧΟ. μέγας γὰρ ἔμπας παρὰ Διὸς θρόνοις λέγει· ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. ΑΠ. ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι κὰν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, ἢν προδῶ σφ᾽ ἑκών. ΟΡ. ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα, ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς ἄλλοισιν οἶκοις καὶ πορεύμασιν βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σώζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σὸν, θεὰ, αὐτοῦ φυλάσσων ἀμμενῶ τέλος δίκης. ΧΟ. εἶεν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν ἦλθον διώκουσ', οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ. ὅρα ὅρα μάλ᾽ αὖ λεῦσσέ τε πάντα, μὴ λάθῃ φύγδα βὰς ματροφόνος ἀτίτας. ὁ δ᾽ αὖτέ γ᾽ ἀλκὰν ἔχων περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου ὑπόδικος θέλει γενέσθαι χερῶν. τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ, δυσαγκόμιστον, παπαῖ, τὸ διερὸν πέδοι χύμενον οἴχεται. ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ φεροίμαν βοσκὰν πώματος δυσπότου· καὶ ζῶντά σ᾿ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω, ἀντίποιν᾿ ὡς τίνῃς ματροφόνου δύας. ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν ἢ θεὸν ἢ ξένον τιν ἀσεβῶν ἢ τοκέας φίλους, ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια. μέγας γὰρ ῞Αιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονὸς, δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί. ΟΡ ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι πολλοὺς καθαρμοὺς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου· βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει. ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτ' ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. [χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.] καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδ᾽ Αθηναίαν ἐμοὶ μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι, κλύει δὲ καὶ πρόσωθεν ὢν θεὸς, ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος. ΧΟ. οὔτοι σ' Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν, ἀναίματον βόσκημα, δαιμόνων σκιάν. οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους ἐμοὶ τραφείς τε καὶ καθιερωμένος; καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς· ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν. ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ᾿ αποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατ᾿ ἀνθρώπους ὡς ἐπινωμᾷ στάσις ἁμά. εὐθυδίκαιοι δ᾽ ἡδόμεθ᾽ εἶναι· τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽ οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν, ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ· ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῷ τελέως ἐφάνημεν. μᾶτερ ἃ μ᾽ ἔτικτες, ὦ μᾶτερ Νὺξ, ἀλαοῖσι καὶ δεδορκόσιν ποινὰν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶνίς μ' άτιμον τίθησι τόνδ᾽ ἀφαιρούμενος πτῶκα, ματρῷον ἅγνισμα κύριον φόνου. ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος παρακοπὰ, παραφορὰ φρενοδαλὴς, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρμικτος, αὐονὰ βροτοῖς. τοῦτο γὰρ λάχος διανταία Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν, θνατῶν τοῖσιν αὐτουργίαι ξυμπέσωσιν μάταιοι, τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν γᾶν ὑπέλθῃ· θανὼν δ᾽ οὐκ ἄγαν ἐλεύθερος. ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος παρακοπὰ, παραφορὰ φρενοδαλὴς, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρμικτος, αὐονὰ βροτοῖς. γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη, ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ συνδαίτωρ μετάκοινος. παλλεύκων δὲ πέπλων ἄμοιρος μούνα ἐτύχθην. δωμάτων γὰρ εἰλόμαν ἀνατροπάς· ὅταν ῎Αρης τιθασὸς ὢν φίλον ἕλῃ, ἐπιτόνως διόμεναι κρατερὸν ὄντα περ ὅμως μαυροῦμεν νεόαιμον. σπευδομένα δ᾽ ἀφελεῖν τινὰ τάσδε μερίμνας, θεῶν δ᾽ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν, μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν Ζεὺς γὰρ αἱματόφυρτον πᾶν ἔθνος τόδε λέσχας ὡς ἀπηξιώσατο – μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ἀκμὰν – σφαλερὰ γὰρ τανυ- δρόμοις κῶλα – δύσφορον ἄταν. δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησμοῖς τ᾽ ἐπιφθόνοις ποδός. πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμα. τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τιν ἀχλὺν κατὰ δώματος αὐδᾶται πολύστονος φάτις. μένει γάρ· εὐμήχανοι δὲ καὶ τέλειοι, κακῶν τε μνήμονες, σεμναὶ καὶ δυσπαρήγοροι βροτοῖς, ἄτιμ᾿ ἀτίετα διόμεναι λάχη θεῶν διχοστατοῦντ᾽ ἀναλίῳ λάπα, δυσοδοπαίπαλα δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς. τίς οὖν τάδ᾽ οὐχ ἅζεταί τε καὶ δέδοικεν βροτῶν, ἐμοῦ κλύων θεσμὸν τὸν μοιρόκραντον ἐκ θεῶν δοθέντα τέλεον; ἔπι δέ μοι – γέρας παλαιὸν, οὐδ᾽ ἀτιμίας κυρῶ, καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα καὶ δυσάλιον κνέφας. ΑθΗΝΑ. πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοὶ, ἐξαίρετον δώρημα θησέως τόκοις· ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος, κώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον. καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδὲν, θαῦμα δ᾽ ὄμμασιν πάρα. τίνες ποτ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω· βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ, ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας οὔτ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι. λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις. ΧΟ. πεύσει τα πάντα συντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς τέκνα. Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Αθ. γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους. ΧΟ. τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα. Αθ. μάθοιμ᾽ ἂν, εἰ λέγοι τις ἐμφανῆ λόγον. ΧΟ. βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. Αθ. καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς? ΧΟ. ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Αθ. ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς φυγάς? ΧΟ. φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Αθ. ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον? ΧΟ. ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν? Αθ. δυοῖν παρόντοιν ἥμισυς λόγος πάρα. ΧΟ. ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἂν, εἰ δοῦναι θέλοιν. Αθ. κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. ΧΟ. πῶς δὴ, δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένει. Αθ. ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. ΧΟ. ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην. Αθ. ἡ κἀπ᾿ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος? ΧΟ. πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν ἐπαξίων. Αθ. τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν, ἐν μέρει θέλεις? λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς τὰς σὰς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον· εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε ἦσαι φυλάσσων ἑστίας ἐμῆς πέλας σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος· τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. ΟΡ. ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα· ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἐς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα οἴκοισι καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, Ἀγαμέμνον, ἀνδρῶν ναυβατῶν ἁρμόστορα· ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασι κρύψασ', ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθὼν, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους. σύ τ' εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ πανταχῆ τάδ᾽ αἰνέσω. Αθ. τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτους δίκας. ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ὅμως ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις· ὅμως δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι πόλει. αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδ᾽ ἐστίν· ἀμφότερα, μενειν πέμπειν τε τάσδε, πῆμ᾽ ἀμηχάνως τ᾽ ἔχει. ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένη θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ᾽ ἀρωγὰ τῆς δίκης ὁρκώματα. κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα τάξω διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως, ὅρκον περῶντας μηδὲν ἔκδικον φρεσίν. ΧΟ. νῦν καταστροφαὶ νέων θεσμίων, εἰ κρατήσει δίκα τε καὶ βλάβα τοῦδε ματροκτόνου. πάντας ἤδη τόδ᾽ ἔργον εὐχερείᾳ συναρμόσει βροτούς. πολλὰ δ᾽ ἔτυμα παιδότρωτα πάθεα προσμένει τοκεῦσιν μεταῦθις ἐν χρόνῳ. οὐδὲ γὰρ βροτοσκόπων μαινάδων τῶνδ᾽ ἐφέρψει κότος τις ἐργμάτων· πάντ' ἐφήσω μόρον. πεύσεται δ᾽ ἄλλος ἄλλοθεν προφωνῶν τὰ τῶν πέλας κακὰ λῆξιν ὑπόδοσίν τε μόχθων, ἄκεά τ᾽ οὐ βέβαια τλάμων μάταν παρηγορεῖ. μηδέ τις κικλησκέτω ξυμφορᾷ τετυμμένος, τοῦτ᾽ ἔπος θροούμενος, ὦ δίκα, ὦ θρόνοι τ' Ἐρινύων. ταῦτά τις τάχ᾽ ἂν πατὴρ ἢ τεκοῦσα νεοπαθής οἶκτον οἰκτίσαιτ', ἐπειδὴ πίτνει δόμος δίκας. ἐσθ᾽ ὅπου τὸ δεινὸν εὖ καὶ φρενῶν ἐπίσκοπον δεῖ μένειν καθήμενον. ξυμφέρει σωφρονεῖν ὑπὸ στένει. τίς δὲ μηδὲν ἐν φάει καρδίαν ἀνατρέφων ἢ πόλις βροτός θ᾽ ὁμοίως ἔτ᾽ ἂν σέβοι δίκαν; μήτ᾽ ἀνάρχετον βίον μήτε δεσποτούμενον αἰνέσῃς. παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἄλλ᾽ ἄλλᾳ δ᾽ ἐφορεύει. ξύμμετρον δ᾽ ἔπος λέγω, δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως· ἐκ δ᾽ ὑγιείας φρενῶν ὁ πᾶσιν φίλος καὶ πολύευκτος ὄλβος. ἐς τὸ πᾶν δέ σοι λέγω, βωμὸν αἴδεσαι δίκας· μηδέ νιν κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς· ποινὰ γὰρ ἐπέσται. κύριον μένει τέλος. πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων καὶ ξενοτίμους ἐπιστροφὰς δωμάτων αἰδόμενός τις ἔστω. ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν οὐκ ἄνολβος ἔσται, πανώλεθρος δ' οὔποτ᾽ ἂν γένοιτο. τὸν ἀντίτολμου δέ φαμι παρβάταν τὰ πολλὰ παντόφυρτ᾽ ἄγοντ᾽ ἄνευ δίκας βιαίως ξὺν χρόνῳ καθήσειν λαῖφος, ὅταν λάβῃ πόνος θραυομένας κεραίας. καλεῖ δ᾽ ἀκούοντας οὐδὲν ἐν μέσᾳ δυσπαλεῖ τε δίνᾳ· γελᾷ δὲ δαίμων ἐπ᾿ ἀνδρὶ θερμῷ, τὸν οὔποτ᾽ αὐχοῦντ᾿ ἰδὼν ἀμαχάνοις δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν· δι' αἰῶνος δὲ τὸν πρὶν ὄλβον ἕρματι προσβαλὼν δίκας ὤλετ᾽ ἄκλαυτος, ἀ- στος. Αθ. κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, εἴτ᾽ οὖν διάτορος Τυρσηνικὴ σάλπιγξ βροτείου πνεύματος πληρουμένη ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον καὶ τόνδ᾽, ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. ΧΟ. ἄναξ῎Απολλον, ὧν ἔχεις αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. ΑΠ. καὶ μαρτυρήσων ἦλθον· ἔστι γὰρ νόμῳ ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος, καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ᾽ ἔχω τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε ὅπως τ' ἐπίστα τήνδε κύρωσον δίκην. Αθ. ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην. ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτ' ἂν ὀρθῶς πράγματος διδάσκαλος. ΧΟ. πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς. τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας. ΟΡ. ἔκτεινα· τούτου δ' οὔτις ἄρνησις πέλει. ΧΟ. ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων. ΟΡ. οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. ΧΟ. εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες. ΟΡ. λέξω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. ΧΟ. πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασι? ΟΡ. τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. ΧΟ. ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν? ΟΡ. καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι. ΧΟ. ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα. ΟΡ. πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμπει πατήρ. ΧΟ. νεκροῖσί νυν πέπεισθι μητέρα κτανών. ΟΡ. δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. ΧΟ. πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. ΟΡ. ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε. ΧΟ. τοιγὰρ σὺ μὲν ζῆς, ἡ δ᾽ ἐλευθέρα φόνῳ. ΟΡ. τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; ΧΟ. οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. ΟΡ. ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι; ΧΟ. πῶς γάρ σ᾽ ἔθρεψεν ἐντὸς, ὦ μιαιφόνε, ζώνης; ἀπεύχει μητρὸς αἷμα φίλτατον? ΟΡ. ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι, ῎Απολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα· ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ δοκεῖ τόδ᾽ αἷμα κρῖνον, ὡς τούτοις φράσω. ΑΠ. λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν θεσμὸν δικαίως, μάντις ὢν δ᾽ οὐ ψεύσομαι. οὐπώποτ' εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρὸς, οὐ γυναικὸς, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δ᾽ ὄμμ᾽ ἐπισπέσθαι πατρός. ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον ΧΟ. Ζεὺς, ὡς λέγεις σὺ, τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; ΑΠ. οὐ γάρ τι ταυτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικὸς, οὐ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος, ἀλλ᾽, ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα τὰ πλεῖστ᾽ ἀμείνον' εὔφροσιν δεδεγμένη δροίτη περῶντι λουτρὰ κἀπὶ τέρματι φᾶρος περεσκήνωσεν, ἐν δ᾽ ἀτέρμονι κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν. ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεὼς, ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην. ΧΟ. πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι. ΑΠ. ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειας, ἔστι τοῦδ᾽ ἄκος καὶ κάρτα πολλὴ μηχανή λυτήριος· ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾿ ἀνασπάσῃ κόνις ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις. τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ οὑμὸς, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. ΧΟ. πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμ᾿ ὅμαιμον ἐκχέας πέδοι, ἔπειτ᾽ ἐν῎Αργει δώματ' οἰκήσει πατρός? ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις? ποία δὲ χέρνιψ φρατέρων προσδέξεται? ΑΠ. καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ. οὐκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου τοκεὺς, τροφὸς δὲ κύματος νεοσπόρου. τίκτει δ᾽ ὁ θρώσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη ἔσωσεν ἔρνος, οἶσι μὴ βλάψῃ θεός. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου. πατὴρ μὲν ἂν γένοιτ' ἄνευ μητρός· πέλας μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διὸς, οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη, ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός. [ἐγὼ δὲ, Παλλὰς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι, τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεὰ, καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.] Αθ. ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων. ΧΟ. ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος. μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται. Αθ. τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ? ΧΟ. ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι. Αθ. κλύοιτ' ἂν ἤδη θεσμὸν, Ἀττικὸς λεὼς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. κερδῶν ἄθικτὸν τοῦτο βουλευτήριον, αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. [ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ ἀεὶ δικαστῶν τοῦτο βουλευτήριον. πάγον δ᾽ ῎Αρειον τόνδ᾽, Ἀμαζόνων ἑδραν σκηνάς θ᾽, ὅτ᾽ ἦλθον θησέως κατὰ φθόνον στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε· ῎Αρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος πέτρα, πάγος τ᾽ ῎Αρειος· ἐν δὲ τῷ σέβας ἀστῶν φόβος τε συγγενὴς τὸ μἀδικεῖν σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾿ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ πικραινόντων νόμους κακαῖς ἐπιρροαῖσι· βορβόρῳ θ᾽ ὕδωρ λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν. τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν?] τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον ἔχοιτ᾽ ἂν οἷον οὔτις ἀνθρώπων ἔχει, οὔτ᾽ ἐν Σκύθαισιν οὔτε Πέλοπος ἐν τόποις. ταύτην μὲν ἐξέτειν ἐμοῖς παραίνεσιν ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. ΧΟ. καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. ΑΠ. κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι. ΧΟ. ἀλλ᾽ αἱματηρὰ πράγματ' οὐ λαχὼν σέβεις, μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσει νέμων. ΑΠ. ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος; ΧΟ. λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν. ΑΠ. ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ. ΧΟ. τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις· Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. ΑΠ. οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν, ἄλλως τε πάντως χώτε δεόμενος τύχοι; ΧΟ. σύ τοι παλαιὰν διανομὴν καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς. ΑΠ. σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος ἐμεῖ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. ΧΟ. ἐπεὶ καθιππάζει με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. Αθ. ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην· ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἢ μ᾽ ἐγείνατο, τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος. ΟΡ. ὦ Φοῖβ' ῎Απολλον, πῶς ἀγὼν κριθήσεται? ΧΟ. ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾶς τάδε? ΟΡ. νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν. ΧΟ. ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. ΑΠ. πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι, τὸ μἀδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα, βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία. Αθ. ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην· ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. ΟΡ. ὦ Παλλὰς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους, γαίας πατρώας ἐστερημένον σύ τοι κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ, “Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν οἰκεῖ πατρώοις, Παλλάδος καὶ Λοξίου ἕκατι καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον σώζει με μητρὸς τάσδε συνδίκους ὁρῶν.” ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνου ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τιν᾿ ἄνδρα δεῦρο πρυμνήτην χθονός ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι πράξομεν δυσπραξίαις ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος· ὀρθουμένων δὲ καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν ἀεὶ τήνδε συμμάχῳ δορὶ αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι. καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεὼς πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις σωτήριόν τε καὶ δορὸς νικηφόρον. ΧΟ. ἰὼ θεοὶ νεώτεροι, παλαιούς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας σταλαγμὸν χθονὶ ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλίδας ἐν χώρα βαλεῖ. στενάζω; τί ῥέξω; γελῶμαι πολίταις. δύσοισθ᾽ ἅπαθον. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Αθ. ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν. οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾿ ἰσόψηφος δίκη ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν. ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ τῇ γῇ τῇδε μὴ βαρὺν κότον σκήψησθε, μὴ θυμοῦσθε, μηδ᾽ ἀκαρπίαν τεύξητ᾽, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις ἕξειν ὑπ᾿ ἀστῶν τῶνδε τιμαλφουμένας. ΧΟ. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας σταλαγμὸν χθονὶ ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλίδας ἐν χώρα βαλεῖ. στενάζω; τί ῥέξω; γελῶμαι πολίταις. δύσοισθ᾽ ἅπαθον. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Αθ. οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν θεαὶ βροτῶν στήσητε δύσκηλον χθόνα. κἀγὼ πέποιθα Ζηνὶ, καὶ τί δεῖ λέγειν; καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος· ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπιθὴς ἐμοὶ γλώσσης ματαίας μὴ ᾿κβάλῃς ἐπὶ χθόνα καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς. κοίμα κελαινοῦ κύματος πικρὸν μένος ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί· πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνια θύη πρὸ παίδων καὶ γαμηλίου τέλους ἔχουσ᾽ ἐς ἀεὶ τόνδ᾽ ἐπαινέσεις λόγον. ΧΟ. ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν ἀτίετον, φεῦ, μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἰοῖ δᾶ, φεῦ. τίς μ᾽ ὑποδύεται πλευρὰς αὖ δύα; θυμὸν ἄϊε, μᾶτερ Νύξ᾽ ἀπὸ γάρ με τιμᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Αθ. ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ. καὶ τῷ μὲν εἶ σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα, φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα γῆς τῆσδ᾽ ἐρασθήσεσθε· προυννέπω τάδε. οὑπιρρέων γὰρ τιμιώτερος χρόνος ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως τεύξει παρ᾿ ἀνδρῶν καὶ γυναικείων στόλων, ὅσην παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασι, μήτ᾽ ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς "Αρη ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην. τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης. ΧΟ. ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, ἀτίετον, φεῦ, μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἰοῖ δᾶ, φεῦ. τίς μ᾽ ὑποδύεται πλευρὰς αὖ δύα; θυμὸν ἄϊε, μᾶτερ Νύξ· ἀπὸ γάρ με τιμᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Αθ. οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθὰ, ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου. ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας, γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν, οὔτἂν δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει μῆνίν τιν ἢ κότον τιν ἢ βλάβην στρατῷ. ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ. ΧΟ. ἄνασσ᾽ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν? Αθ. πάσης ἀπήμου οἰζύος· δέχου δὲ σύ. ΧΟ. καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει? Αθ. ὡς μή τιν οἶκον εὐθενεῖν ἄνευ σέθεν. ΧΟ. σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον? Αθ. τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν. ΧΟ. καί μοι πρόπαντος ἐγγύην θήσει χρόνου? Αθ. ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. ΧΟ. θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου. Αθ. τοιγὰρ κατὰ χθόν οὖσ᾽ ἐπικτήσει φίλους. ΧΟ. τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί? Αθ. ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου ἐξ οὐρανοῦ τε κἀνέμων ἀήματα εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα· καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις. στέργω γὰρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος. τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ τὴνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν ΧΟ. δέξομαι Παλλάδος ξυνοικίαν, οὐδ᾽ ἀτιμάσω πόλιν, τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Αρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων· ᾆτ᾽ ἐγὼ κατεύχομαι θεσπίσασα πρευμενῶς ἐπισσύτους βίου τύχας ὀνησίμους γαίας ἐξαμβρόξαι φαιδρὸν ἁλίου σέλας. Αθ. τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις πράσσω, μεγάλας καὶ δυσαρέστους δαίμονας αὐτοῦ κατανασσαμένη. πάντα γὰρ αὗται τὰ κατ᾿ ἀνθρώπους ἔλαχον διέπειν. ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου. τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν δ᾽ ὄλεθρος καὶ μέγα φωνοῦντ᾽ ἐχθραῖς ὀργαῖς ἀμαθύνει. ΧΟ. δενδροπήμων δὲ μὴ πνέοι βλάβα, τὰν ἐμὰν χάριν λέγω· φλογμός τ᾽ ὀμματοστερὴς φυτῶν, τὸ μὴ περᾶν ὅρον τόπων, μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος, μῆλά τ᾽ εὐθενοῦντα γᾶ ξὺν διπλοισιν ἐμβρύοις τρέφοι χρόνῳ τεταγμένῳ· γόνος πλουτόχθων ἑρμαίαν δαιμόνων δόσιν τίοι. Αθ. ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον, οἷ᾽ ἐπικραίνει; μέγα γὰρ δύναται πότνι Ἐρινὺς παρά τ᾽ ἀθανάτοις τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων φανερῶς τελέως διαπράσσουσιν τοῖς μὲν ἀοιδὰς, τοῖς δ᾽ αὖ δακρύων βίον ἀμβλωπὸν παρέχουσαι. ΧΟ. ἀνδροκμῆτας δ᾽ ἀώρους ἀπεννέπω τύχας, νεανίδων τ᾽ ἐπηράτων ἀνδροτυχεῖς βιότους δότε, κύρι᾽ ἔχοντες, θεαί τ᾽ ὦ Μοῖραι ματροκασιγνῆται, δαίμονες ὀρθονόμοι, παντὶ δόμῳ μετάκοινοι, παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς ἐνδίκοις ὁμιλίαις, παντᾶ τιμιώταται θεῶν. Αθ. τάδε τοι χώρα τἠμῇ προφρόνως ἐπικραινομένων γάνυμαι· στέργω δ᾽ ὄμματα Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾷ πρὸς τάσδ᾽ ἀγρίως ἀπανηναμένας· ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος, νικᾷ δ᾽ ἀγαθῶν ἔρις ἡμετέρα διὰ παντός. ΧΟ. τὰν δ᾽ ἄπληστον κακῶν μήποτ᾽ ἐν πόλει στάσιν τᾶδ᾽ ἐπεύχομαι βρέμειν. μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν δ᾽ ὀργὰν ποινᾶς ἀντιφόνους ἄτας ἁρπαλίσαι πόλεως. χάρματα δ᾽ ἀντιδιδοῖεν κοινοφιλεῖ διανοίᾳ, καὶ στυγεῖν μιᾷ φρενί. πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος. Αθ. ἆρα φρονοῦσα γλώσσης ἀγαθῆς ὁδὸν εὑρίσκεις? ἐκ τῶν φοβερῶν τῶνδε προσώπων μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις. τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν ὀρθοδίκαιοι πρέψετε πάντες διάγοντες. ΧΟ. χαίρετε χαίρετ᾽ ἐν αἰσιμίαισι πλούτου. χαίρετ᾽ ἀστικὸς λεὼς, ἴκταρ ἥμενοι Διὸς, παρθένου φίλας φίλοι σωφρονοῦντες ἐν χρόνῳ. Παλλάδος δ᾽ ὑπὸ πτεροῖς ὄντας ἅζεται πατήρ. Αθ, χαίρετε χὐμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ στείχειν θαλάμους ἀποδείξουσαν πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν χώρας κατέχειν, τὸ δὲ κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκῃ. ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις. εἴη δ᾽ ἀγαθῶν ἀγαθὴ διάνοια πολίταις. ΧΟ. χαίρετε, χαίρετε δ᾽ αὖθις, ἔπος διπλοίζω, πάντες οἱ κατὰ πτόλιν, δαίμονές τε καὶ βροτοί, Παλλάδος πόλιν νέμοντες· μετοικίαν δ᾽ ἐμὴν εὖ σέβοντες οὔτι μέμψεσθε συμφορὰς βίου. Αθ. αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων πέμψω τε φέγγει λαμπάδων σελασφόρων ἐς τοὺς ἔνερθε καὶ κάτω χθονὸς τόπους ξὺν προσπόλοισιν, αΐτε φρουροῦσιν βρέτας τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς θησῇδος ἐξίκοιτ᾽ ἂν εὐκλεὴς λόχος παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων. φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονὸς τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ. ΠΡΟΠΟΜΠΟΙ. βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι Νυκτὸς παῖδες ἄπαιδες, ὑπ᾽ εὐθύφρονι πομπᾷ – εὐφαμεῖτε δὲ, χωρῖται— γᾶς ὑπὸ κεύθεσιν ἀγυγίοισι, τιμαῖς καὶ θυσίαις περισέπτα τύχᾳ τε. εὐφαμεῖτε δὲ πανδαμί. ἵλαοι δὲ καὶ εὐθύφρονες γᾷ δεῦρ᾽ ἴτε, σεμναὶ, πυριδάπτῳ λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. σπονδαὶ δ᾽ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων. Παλλάδος ἀστοῖς· Ζεὺς ὁ πανόπτας οὕτω Μοϊρά τε συγκατέβα. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.