Aeschylus, Eumenides: 1518 edition Aeschylus VLM transcription and correction of the scanned 1518 edition Gemini-assisted OCR workflow Automated monotonic line and speaker alignment to the Perseus/Smyth edition Perseus Digital Library Project Perseus Digital Library Project 2026 urn:cts:greekLit:tlg0085.tlg007.edprinc1518-grc1

Public domain source; OCR draft for scholarly review.

Aeschylus Eumenides 1518 Transcribed from the supplied scan eumenidespages.pdf. Page-break numbers refer to the sequential scanned images; add @facs URLs when page images are published.

Native line numbers count the printed verse lines of this edition. @corresp links them to Smyth lineation; cert='low' flags uncertain or conflicting alignment.

Ancient Greek Restructured for Perseus viewers with speeches, native line numbers, page markers, card milestones, and correspondence to the Smyth edition.
Πυθία Pythia Ἀπόλλων Apollo Ὀρέστης Orestes Κλυταιμήστρας εἴδωλον Ghost of Clytemnestra Χορὸς Εὐμενίδων Chorus of the Eumenides Ἀθηνᾶ Athena Πρόπομποι Escorts 82 ΑΙΣΧΥΛΟΥ ΕΥΜΕΝΙΔΕΣ. Πυθία Πρῶτον μὲν εὐχῇ τῇ τε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν γαῖαν. ἐκ δὲ τῆς θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ' ἕζετο μαντεῖον ὡς λόγος τίς. ἐν δὲ τῷ τρίτῳ, λάχει θελούσης οὐδὲ πρὸς βίαν τινὸς τιτανὶς ἄλλη παῖς χθονὸς καθέζετο. φοίβῃ δίδωσιν, ἣ δ' γενέθλιον δόσιν, φοίβῳ. τὸ φοίβης δ' ὄνομ' ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην, δηλίαν τε χοιράδα, κέλσας ἐπ' ἀκτὰς ναυπόρους τὰς παλλάδος. ἐς τήνδε γαῖαν ἦλθε, παρνησοῦ θ' ἕδρας. πέμπουσι δ' αὐτὸν, καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες ἡφαίστου χθόνα, ἀνήμερόν τι θέντες ἠμερωμένην. μολόντα δ' αὐτὸν κάρτα τιμαλφεῖ λεώς. δελφόσ τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα, ἵζει τέταρτον τόνδε μάντιν ἐν χρόνοις, Διὸς προφήτης δ' ἐστὶ λοξίου πατρός, τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς, παλλὰς προναία δ' ἐν λόγοις πρεσβεύεται. σέβω δὲ νύμφας ἔνθα κωρυκὶς πέτρα κοίλη, φίλορνις δαιμόνων ἀναστροφή. βρόμιος δ' ἔχει τὸν χῶρον οὐδ' ἀμνημονῶ. ἐξ οὗτε βάκχαις ἐστρατήγησεν θεός. l ii ΑΙΣΧΥΛΟΥ Πυθία λαγὼ δίκην πενθεῖ καταῤῥάψας μόρον, πλείστους τε πηγὰς, καὶ ποσειδῶνος κράτος καλοῦσα, καὶ τέλειον ὕψιστον δία, ἔπειτα μάντις εἰς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ, ἄριστα δοῖεν, κἀπαρ’ ἑλλήνων τινὲς ἴτων πάλῳ λαχόντες ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός, Πυθία ἢ δεινὰ λέξαι, δεινὰ δ’ ὀφθαλμοῖς δρακεῖν, πάλιν μ’ ἔπεμψεν ἐκ δόμων τῶν λοξίου, ὡς μήτε σώκειν, μήτ’ ἐμαυταίνειν στάσιν· τρέχω δὲ χερσὶν, οὐ ποδωκίᾳ σκελῶν, δείσασα γὰρ γραῦς οὐδὲν ἀντίπαις μὲν οὖν, ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν, ὁρῶ δ’ ἐπ’ ὀμφαλῷ μὲν ἄνδρα θεομισῆ. ἕδραν ἔχοντι προστρόπαιον αἵματι. στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ’, ἐλαίας θ’ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ, τῇδε γὰρ τρανῶς ἐρῶ, πρόσθεν δὲ τἀνδρὸς τῶδε θαυμαστὸν λέχος εὕδει, γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ γοργόνας λέγω. οὐδ’ αὖτε γοργείοισιν εἰκάσω τύποις, εἶδόν ποτ’ ἤδη φινέως γεγραμμένας δεῖπνον φερούσας, ἄπτεροί γε μὴν ἰδεῖν αὗται. μέλαιναι δ’ ἐς τὸ πᾶν βδελύκτροποι. ῥέγκουσι δ’ οὐ πλαστοῖσι φυσιάμασιν. ἐκ δ’ ὀμμάτων λείβουσι δυσφιλῆ δία καὶ κόσμος, ὅστε πρὸς θεῶν ἀγάλματα ΕΥΜΕΝΙΔΕΣ. 83 Πυθία φέρῃ δίκαιος, ὄτ' ἐν ἀνθρώπων στέγαις. τὸ φῦλον οὐκ ὄπωπα τῆς δ' ὁμιλίας. οὐδ' ἥτις γαῖα τοῦτ' ἐπεύχεται γένος θρέψασ' ἀνατεὶ μὴ μεταστένειν πόνων, τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων. αὐτῷ μελέσθω λοξίᾳ μεγασθενεῖ. ἰατρόμαντις δ' ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος Ἀπόλλων οὔτοι προδώσω, διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς, καὶ πρόσω δ' ἀποστατῶν. ἐχθροῖς τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς ὕπνῳ. πεπῦσαι δ' αἱ κατάπτυστοι κόραι, γραῖαι, παλαιαὶ, παῖδες, αἷς οὐ μίγνυται θεῶν τις, οὐδ' ἄνθρωπος, οὐδέ θὴρ ποτέ, κακῶν δ' ἕκατι κἀγένοντ' ἐπὶ κακόν, σκότον νέμονται. τάρταρον θ' ὑπὸ χθονὸς, μίσημα τ' ἀνδρῶν, καὶ θεῶν ὀλυμπίων, ὅμως δὲ φεῦγε μὴ δὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ δι' ἠπείρου μακρᾶς βεβῶντ' ἀεὶ τὴν πλανοστιβῆ χθόνα, ὑπέρ τε πόντον, καὶ περιρρύτας πόλεις, καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον. μολὼν δὲ παλλάδος ποτὶ πόλιν, ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας, κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες, μηχανὰς εὑρήσομεν, ὥστ' εἰς τὸ πᾶν σε τῶν δ' ἀπαλλάξαι πόνων, καὶ γὰρ κτανεῖν σ' ἔπεισα μητρῷον δέμας, Ὀρέστης ἄναξ ἄπολλον· οἶσθα μὲν τὸ μὴ 'δικεῖν, l iii ΑΙΣΧΥΛΟΥ Ὀρέστης ἐπεὶ δ' ἐπίστᾳ, καὶ τὸ μὴ μελεῖν μάθε. σθένος δὲ ποιεῖν, ὦ φθέγγυον τὸ σόν. Ἀπόλλων μέμνησο μὴ φόβος σε νικάτω φρένας, σὺ δ' αὐτάδελφον αἷμα, καὶ κοινοῦ πατρὸς ἑρμῆ φύλασσε. κάρτα δ' ὢν ἐπώνυμος, πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην, σέβει τοι Ζεὺς τόδ' ἐκ νόμων σέβας, ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ. Κλυταιμήστρας εἴδωλον εὕδοιτ' ἄν, ὠὴ, καὶ καθευδουσῶν τί δεῖ, ἐγὼ δ' ὑφ' ὑμῶν ὧδ' ἀπητιμασμένη, ἄλλοισιν ἐν νεκροῖσιν ὡς μὲν ἔκτανον, ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ' ἀλῶμαι, προὐννέπω δ' ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο, παθοῦσα δ' οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπὲρ μοῦ δαιμόνων μηνίεται. κατασφαγείσης πρὸς χειρῶν μητροκτόνων, ὅρα δὲ πληγὰς τάσδε καρδίας σέθεν, εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται. ἐν ἡμέρᾳ δὲ μοῖρα πρόσκοπος βροτῶν, ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε χοάς τ' ἀοίνους · νιφάλια μειλίγματα. καὶ νυκτὶ σεμνὰ δεῖπν' ἐπ' ἐσχάρᾳ πυρός. ἔθυον ὥραν οὐδενὸς κοινὴν θεῶν, καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα, ὁ δ' ἐξαλύξας οἴχεται νεβροῦ δίκην. καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυσμάτων. ὤρουσεν ὑμῖν, ἐγκατιλλώψας μέγα ἀκούσαθ' ὡς ἔλεξα τῆς ἐμῆς πέρι ψυχῆς, φρονήσατ' ὦ καταχθονὸς θεαί. Ε Υ Μ Ε Ν Ι Δ Ε Σ. 84 Χορὸς Εὐμενίδων ὄναρ γὰρ ὑμᾶς νῦν κλυταιμνήστρα καλῶ. μυγμὸς ⁘ * μύζοιτ' ἂν, ἀνὴρ δ' οἴχεται φεύγων πρόσω. φίλοις γὰρ εἰσὶν οὐκ ἐμοῖς προσίκτορες. μυγμὸς ⁘ * ἄγαν ὑπνώσσεις κοὐκατοικτίζεις πάθος, φονεὺς δ' ὀρέστης τῆσδε μητρὸς οἴχεται μυ- γμός. * ὤζεις ὑπνώσσεις οὐκ ἀναστήσῃ τάχος, τί σοι πέπρακται πρᾶγμα πλὴν τεύχειν κακά. * ὠγμὸς * ὕπνος πόνος τε κύριοι συνωμόται. δεινῆς δρακαίνης ἐξεκήραναν μένος, μυγμὸς, διπλοῦς, ὀξύς. λάβε λάβε λάβε λά- βε φράζου. Χορὸς Εὐμενίδων ὄναρ διώκεις θῆρα. κλαγγαίνεις δ' ἄπερ κύων, μέριμναν οὔποτ' ἐκλιπὼν πόνου, τί δρᾶς ἀνίστω μὴ σε νικήτω πόνος, μὴ δ' ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ' ὕπνῳ ἄλγησον ἦπαρ ἐν δίκοις ὀνείδεσιν, τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίνεται, σὺ δ' αἱματηρὸν πνεῦμ' ἐπουρίσασα τῷ. ἀτμῷ κατιχαίνουσα νηδύος πυρὶ ἕπου μάραινε δευτέροις διώγμασιν. ἔγειρ' ἔγειρε καὶ σὺ τὴν δ' ἐγὼ δὲ σέ, ἔριν εὕδεις ἀνίστω, κἀπολακτίσασ' ὕπνον. ἰδώμεθ' , εἴτι τόδε φροιμιῦ ματᾷ, Χορὸς Εὐμενίδων ἰὺ ἰὺ, πόπαξ ἐπάθομεν φίλαι, ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγὼ, ἐπάθομεν πάθος δυσαχθὲς, ὦ πόποι ἄφρακτον κακὸν, ἐξ ἀρκύων πέπτωκεν, οἴχεται ὁ θὴρ, l iii ΑΙΣΧΥΛΟΥ Χορὸς Εὐμενίδων Ὕπνῳ κρατηθεῖσα ἄγραν ὤλεσα, Χορὸς Εὐμενίδων ἰὼ παῖ Διὸς ἐπίκλοπος πέλῃ. νέος δὲ γραίας δαίμονας καθιππάσω, τὸν ἱκέταν σέβων ἄθεον ἄνδρα καὶ τοκεῦσιν πικρόν, τὸν μητραλοίαν δ' ἐξέκλεψας ὢν θεός, τί τῶνδ' ἐρεῖ τίς δικαίως ἔχειν, Χορὸς Εὐμενίδων ἐμοὶ δ' ὄνειρος ἐξ ὀνειράτων μολὼν, ἔτυψεν, δίκαν διφρηλάτου μετολαβὼν κέντρῳ. ὑπὸ φρένας, ὑπὸ λοβὸν πάρεστι μαστίκτορος. δαΐου δαμίου. βαρὺ τὸ περὶ βαρυκρύος ἔχειν, Χορὸς Εὐμενίδων τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοὶ κρατοῦντες τὸ πᾶν δίκας πλέον, φονολιβῆ θρόνον περὶ πόδα, περὶ κάρα, πάρεστι γᾶς ὀμφαλόν. πρὸς δρακεῖν αἱμάτων. βλοσυρὸν αἰρόμενον ἄ- γος ἔχειν. Χορὸς Εὐμενίδων ἐφεστίῳ δὲ μάντι σῷ μιάσματι . μυχὸν ἔχρα- νατ' αὐ- τόσυτος, αὐτόκλητος παρανόμων θεῶν βρότει- α ἂυ τίων. παλαιγενεῖς δὲ μοίρας φθίσας. Χορὸς Εὐμενίδων κἀμοί τε λυπρὸς καὶ τὸν οὐκ ἐκλύσεται. ὑπότε οὔποτε γᾶν φεύγων. ἤ ποτ' ἐλευθερῶται, ποτιτρόπαιος δ' ὢν, ἕτερον ἐν χθονὶ μιάστορ' ἐκείνου πάσεται. Ἀπόλλων ἔξω κελεύω τῶνδε δωμάτων τάχος. χωρεῖτ' ἄπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, Ἀπόλλων ἀνῆς ὑπ' ἄλγος μέλαν ἀπ' ἀνθρώπων ἀφρὸν, ἐμῆσα βρόμβους ὣς ἀφέλκυσας φόνον οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει. ἀλλ' ἦ καρανιστῆρες ὀφθαλμώρυχοι δίκαι. σφαγαί τε, σπέρματος τ' ἀποφθοραὶ, παίδων κακῆ τελλῆνις ἠδ' ἀκρωνία. λευσμόν τε καὶ μύζουσιν οἰκτισμὸν πολὺ, ὑπὸ ῥάχιν παγέντες ἆρ' ἀκούετε. οἵας ἑορτῆς ἔστ' ἀπόπτυστοι θεοῖς στέργηθ' ἔχουσαι, πᾶς δ' ὑφηγεῖται δόμος. μορφῆς λέοντος ἄντρον αἱμαρρόφου οἰκεῖν τοιαύτας εἰκὸς οὐ χρηστηρίοις ἐν τοῖσδε πλησίοις βίβεσθαι μῖσος. χωρεῖτ' ἄνευ βοτῆρος αἰπολούμεναι. ποίμνης τοιαύτης δ' οὔτις ἀμφιλὴς θεῶν. Χορὸς Εὐμενίδων ἄναξ ἄπολλον, ἀντάκουσον ἐν μέρει, αὐτὸς σὺ τούτων, οὐ μεταίτιος πέλῃ ἀλλ' εἷς τὸ πᾶν ἔπραξας ὡς παναίτιος. Ἀπόλλων πῶς δὴ; τοσοῦτο μῆκος ἔκτεινον λόγου. Χορὸς Εὐμενίδων ἔχρησας ὥς τε τὸν ξένον μητροκτονεῖν. Ἀπόλλων ἔχρησα ποινὰς τὸ πατρὸς πέμψαι τιμήν. Χορὸς Εὐμενίδων κἄπειθ' ὑπέστης αἵματος δ' ἔκταρ νέου. Ἀπόλλων καὶ προστραπέσθαι τύσδ' ἐπέστελλον δόμους. Χορὸς Εὐμενίδων καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς; Ἀπόλλων οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. Χορὸς Εὐμενίδων ἀλλ' ἔστιν ἡμῖν τότο προς τεταγμένον. Ἀπόλλων τίς ἥδε τιμὴ, κόμπασον γέρας καλὸν, Χορὸς Εὐμενίδων τὰς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. Ἀπόλλων τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ. Χορὸς Εὐμενίδων οὐκ ἂν γένοιθ' ὅμαιμος αὐθέντης φόνος. Χορὸς Εὐμενίδων ἦ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν ἠρκέσω. Ἀπόλλων ἥρας τελείας καὶ διὸς πιστώματα. κύπρις δ᾽ ἄτιμος τῷ δ᾽ ἀπέριπται λόγῳ. ὅθεν βροτοῖσι γίνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος, ὅρκος τε μείζων τῇ δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτένουσιν ἀλλήλους χαλαῖς, τὸ μὴ γενέσθαι μὴ δ᾽ ἐποπτεύειν κότῳ, ἔφημ᾽ ὀρέστην γ᾽ ἐνδίκως ἀνδρηλατεῖν, τὰ μὲν γὰρ οἶδα κάρτας ἐνθυμουμένην τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαίτεραν. δίκας δὲ ἐπ᾽ ἄλλας τῶν δ᾽ ἐποπτεύσει θεά. Χορὸς Εὐμενίδων τὸν ἄνδρ᾽ ἐκεῖνον οὔπω μὴ λίπω ποτέ. Ἀπόλλων σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέον τίθου, Χορὸς Εὐμενίδων τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ, Ἀπόλλων οὐδ᾽ ἂν δεξαίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν. Χορὸς Εὐμενίδων μέγας γὰρ ἔμπας παρὰ διὸς θρόνοις λέγῃ. ἐγὼ δ᾽, ἄγειν γὰρ αἷμα μητρῷον δίκης, μέτειμι τόνδε φῶτα κἀπικυνηγέτης Ἀπόλλων ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι, δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖσι πέλει. τοῦ προστροπαίου μῆνις εἰ προδῶ σφ᾽ ἑκών, Ὀρέστης ἄνασσ᾽ ἀθάνα, λοξίου κελεύσμασιν. ἥκω, δέχου δὲ προφρόνως ἀλάστορα. οὐ προστρόπαιον, οὐδ᾽ ἀφοίβαντον χέρα, ἀλλ᾽ ἀμβλὺν ἤδη πρὸς τετριμμένον τε πρὸς ἄλλοισιν οἴκοις, καὶ πορεύμασι βροτῶν, ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σώζων ἐφετμὰς λοξίου χρηστηρίους, πρόσειμι δῶμα, καὶ βρέτας τὸ σὸν θεά. Ὀρέστης αὐτὸ φυλάσσων ἀναμένω τέλος δίκης. Χορὸς Εὐμενίδων εἶεν. τόδ' ἐστὶν ἀνδρὸς ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς, τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν, πρὸς αἷμα, καὶ σταλαγμὸν ἐκμαστεύομεν, πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ, σπλάγχνον χθονὸς γὰρ πᾶς πεποίμανται τόπος. ὑπέρ τε πόντον, ἀπτέροις πωτήμασιν ἦλθον διώκουσ' οὐδὲν ὑστέρα νεώς, καὶ νῦν ὅδ' ἐνθάδ' ἐστί που καταπτακὼν, ὀσμὴ βροτείων αἱμάτων με προσγελά̄. Χορὸς Εὐμενίδων ὅρα ὅρα μάλ' αὖ. λεύσσετὸν πάντα, μὴ λάθῃ φυγάδα βὰς ὁ ματροφόνος ἀτίτας, ὅδ' αὖτέ γ' οὖν ἀλκὰν ἔχων περιβρέτει. πλεχθεὶς θεᾶς ἀμβρότου. ὑπόδικος θέλει γενέ- σθαι χρεῶν. τόδ' οὐ πάρεστιν αἷμα μητρῷον χαμαὶ, δυσαγκόμιστον. παπαῖ. τό δ' ὑγρὸν πέδῳ κε- χυμένον οἴχεται. ἀλλ' ἀντιδοῦναι δεῖ σ' ἀπὸ ζῶντος ῥοφεῖν, ἐρυθρὸν ἐκ μελέων πελανὸν, ἀπὸ δὲ σῦ βοσκὰν φεροίμαν πώματος δυσπότου. καὶ ζῶντά σ' ἰσχνάνας ἀπάξομαι κάτω. ἀντιποίνους τείνῃς μητροφόνας δύας. ὄψει δ' ἐκεῖ τίς ἄλλον ἤλιτεν βροτῶν, ἢ θεὸν, ἢ ξένον, τί τ' ἀσεβῶν ἢ τοκέας φίλους ἔχοντ' ἔκαστον τῆς δίκης ἐπάξια. μέγας γὰρ ἅδης ἐστὶν εὔθυνος βροτῶν, ἔνθεο χθονός. δελτογράφῳ δὲ πάντ' ἐπωπᾷ Ὀρέστης φρενί, ΑΙΣΧΥΛΟΥ Ὀρέστης ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι. πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη, σιγᾶν θ’ ὁμοίως, ἐν δὲ τῷδε πράγματι· φρονεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει γὰρ αἷμα, καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ’ ἔκπλυτον πέλει, ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ. φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δ’ ἐμοί γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος. ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ. καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ. χώρας ἄνασσαν τῆσδ’ ἀθηναίαν ἐμοί, μολεῖν ἀρωγόν, κτήσεται δ’ ἄνευ δορός, αὐτόν τε, καὶ γῆν, καὶ τὸν ἀργεῖον λεών. πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλ’ εἴτε χώρας ἐν τόποις λιβυστικοῖς. τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου. τίθησιν ὀρθόν, ἢ κατηρεφῆ πόδα. φίλοις ἀρήγουσ’ εἴτε φλεγραίαν πλάκα. θρασὺς ταγοῦχος, ὡς ἀνὴρ ἐπισκοπεῖ. ἔλθοι· κλύει δὲ καὶ πρόσωθεν ὢν θεός, ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος. Χορὸς Εὐμενίδων οὔτοι σ’ ἀπόλλων οὐδ’ ἀθηναίας σθένος. ῥύσαι τ’ ῥύσαιτ’ ἂν ῥύς τε ὥστε μὴ ὐπαρημελημένον οὐ παρημελημένον . ἔρρειν τὸ χαίρειν, μὴ μαθόνθ’ ὅπου φρενῶν, ἀναίματον βόσκημα δαιμόνων σκιά. οὐδ’ ἀντιφωνεῖς, ἀλλ’ ἀποπτύεις λόγους. ἐμοίβαφείς τε καὶ καθιερωμένος. Ἀπόλλων καὶ ζῶν με δαίσεις, οὐδὲ πρὸς βωμῷ σφαγείς. ΕΥΜΕΝΙΔΕΣ. 87 Χορὸς Εὐμενίδων ὕμνον δ' ἀκούσῃ τόνδε δέσμιον σέθεν, Χορὸς Εὐμενίδων ἄγε δὴ καὶ χορὸν ἅψωμεν ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν. λέξαι τε λάχη τὰ κατ' ἀνθρώπους ὡς ἐπινομᾷ στάσις ἅμα εὐθυδίκαιοι δ' οἰόμεθ' εἶναι. τοὺς μὲν καθαρὰς χῆρας πρὸς νέμοντας. οὔτις ἀφ' ἡμῶν μῆνις ἐφέρπει. ἀσινὴς δ' αἰῶν ἀδιοιχνεῖ ὅσ τις δ' ἀλιτρῶν ὡς ὅδ' ἀνὴρ χεῖρας φονίας ἐπικρύπτει. μάρτυρες ὀρ- θαίτοισι θανῦσιν. παραγινόμεναι πράκτορες αἵματος, αὐτῷ τελέως ἐφάνημεν. μᾶτερ ἅ μ' ἔτεκνες, Χορὸς Εὐμενίδων ὦ μᾶτερ. νὺξ ἀλαοῖσιν καὶ δεδορκόσιν, ποινὰν κλῦθ'· ὁ λατῶς γὰρ ὃ νις μ' ἄτιμον τίθησιν. τόν δ' ἀφαιρούμενος πτῶκα ματρῷον ἁ- γνισμα κύριον φόνου. ἐπὶ δὲ τῷ τεθυμένῳ. Χορὸς Εὐμενίδων τόδε μέλος παρακοπά. παραφορὰ φρενοδαλής, ὕμνος ἐξ ἐρινύων δέσμιος φρενῶν ἀφόρμικτος. αὐονὰ βροτοῖς. τοῦτο γὰρ λάχος διανταία Χορὸς Εὐμενίδων μοῖρ' ἐπέκλωσεν ἐκ πέδως. ἔχειν θανάτων τοῖ- σιν αὐτουργίαις, ξύμπασῶσιν μάταιοι. τοῖς δ' μαρτᾶν ιοφρ' ἂν, γᾶν ὑπέλθῃ θανὼν δ' οὐκ ἄγαν ἐλεύθερος. Χορὸς Εὐμενίδων ἐπί δε τῷ τεθυμένῳ. τόδε μέλος παρακοπᾶ. παραφορὰ φρενοδαλὴς ὕμνος ἐξ ἐρινύων, δέσμιος φρενῶν ἀφόρμικτος αὐονὰ βροτοῖς. Χορὸς Εὐμενίδων γιγνομέναισι λάχη. τάδ' ἐφαμῖν ἐκράνθη. ΑΙΣΧΥΛΟΥ Χορὸς Εὐμενίδων ἀθανάτων δ' ἀπέχειν χέρας οὐδέ τις ἔστι. συνδάτωρ μετάκοινος . πανλεύκων δὲ πέπλων ἄμοιρος ἄκληρος ἐτύχθην. δωμάτων γ' εἱλόμαν Χορὸς Εὐμενίδων ἀναβοπάς, ὅταν ἄρης. πίθασος ὢν φίλος ἕλῃ. ἐπὶ τὸν ὦ, διόμεναι κρατερὸν ὄνθ' ὁμοίως, μαυροῦμεν ὑφ' αἵματος νέου. σπευδόμεναι δ' Χορὸς Εὐμενίδων ἀφελεῖν τίνα τάσδε μερίμνας θεῶν δ' ἀτέλειαν ἐμαῖς σιλιταῖς ἐπικραίνειν μὴ δ' ἐπ' ἄκροισιν ἐλθεῖν. ζεὺς γὰρ αἱματοσταγὲς ἀξιόμισον ἔθνος τὸ λέσχας, Χορὸς Εὐμενίδων ᾶς ἀπηξιώσατο . δόξαι τ' ἀνδρῶν καὶ μάλ' ὑπ' Χορὸς Εὐμενίδων αἰθέρι. σεμναί τ' ἀνόμεναι, κατὰ γᾶν μινύθουσιν ἄτιμοι. ἡμετέραις ἐφόδοις μελανείμοσιν. δρχησμοῖς τ' ἐπιφόνοις ποδός. Χορὸς Εὐμενίδων μάλα γὰρ οὖν ἁλομένα ἄγκαθεν βαρυπεσῆ. καταφέρω ποδὸς ἀκμάν. σφαλερὰ τἀνυδρόμοις. κῶλα δύσφορον ἄταν. πίπτων δ' οὐκ οἶδεν τόδ' Χορὸς Εὐμενίδων ὑπ' ἄφρονι. λῦμα, τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μῖσος τε- πόταται. καὶ δνοφεράν τιν' ἀχλὺν κατὰ δώματος αὐδᾶται πολύστονος φάτις. μένει γὰρ, ἀμήχανοι Χορὸς Εὐμενίδων δὲ καὶ τέλειοι κακῶν τε μνήμονες σεμναί. καὶ δυσαρήγοροι βροτοῖς ἄτιμ' ἀτίετα διόμεναι. λάχη θεῶν διχοστατὲ τἀνηλίῳ λάμπᾳ, δυσό- δῳ παίπαλα. δερκομένοισι καὶ δυσομμάτοις ἀμῶς. Χορὸς Εὐμενίδων τίς οὖν τάδ' οὐχ ἅζεταί τε, καὶ δέδοικε βροτῶν ΕΥΜΕΝΙΔΕΣ. Χορὸς Εὐμενίδων ἐμὲ κλύων θεσμὸν τὸν μοιρίκραντον ἐκ θεῶν. δοθέντα τέλεον· ἐπὶ δέ μοι γέρας παλαιὸν, ἔ- στ' ἀτιμίας κυρῶ. καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα, καὶ δυσήλιον κνέφας, Ἀθηνᾶ πρόσωθεν ἐξήκουσα κληδόνος βοήν. ἀπὸ σκαμάνδρου τὴν καταφθατουμένην. ἣν δῆτ' ἀχαιῶν ἄκτορές τε, καὶ πρόμοι τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα. ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοὶ ἐξαίρετον δώρημα θησέως τόκοις. ἔνθεν διώκουσ' ἦλθον ἄτρυτον πόδα. πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος, πώλοις ἀκμαίοις τόνδ' ἐπιζεύξασ' ὄχον, καὶ νῦν δ' ὁρῶσα τὴν δ' ὁμιλίαν χθονός· ταρβῶ μὲν οὐδέν, θαῦμα δ' ὄμμασιν πάρα. τίνας ποτ' ἐστέ. πᾶσι δ' ἐς κοινὸν λέγω. βρέτας τε τὐμὸν τῷδ' ἐφημένῳ ξένῳ. ὑμᾶς δ' ὁμοίας οὐδενὶ σπαρτῶν γένει. ὔτ' οὔτ' ἐν θεαῖσι πρὸς θεῶν ὁρωμέναις. ὔτ' οὔτ' ἐν βροτείοις ἐμφερείς μορφώμασιν. λέγειν δ' ἄμορφον ὄντα τοῖς πέλας κακῶς πρόσω δικαίων. ἠδ' ἀποστατεῖ θέμις. Χορὸς Εὐμενίδων πεύσῃ τὰ πάντα συντόμως διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν νυκτὸς αἰανῆ τέκνα. ἀραὶ δ' ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Ἀθηνᾶ γένος μὲν οἶδα, κληδόνας τ' ἐπωνύμους. Χορὸς Εὐμενίδων τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα. Ἀθηνᾶ μάθοιμ' ἂν, εἰ λέγοι τίς ἐμφανῆ λόγον. Χορὸς Εὐμενίδων βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. Ἀθηνᾶ καὶ τῷ κτανόντι ποῦ τέρμα τῆς σφαγῆς. ΑΙΣΧΥΛΟΥ Χορὸς Εὐμενίδων ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Ἀθηνᾶ ἦ καὶ τοιαύτας τῷδ' ἐπιρροίζεις φυγάς; Χορὸς Εὐμενίδων φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Ἀθηνᾶ ἄλλης ἀνάγκης ὔτινος οὔτινος βέων κότον; Χορὸς Εὐμενίδων τί γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν; Ἀθηνᾶ δυοῖν παρόντοιν, ἥμισυς λόγου πάρα. Χορὸς Εὐμενίδων ἀλλ' ὅρκον ὐ οὐ δέξαιτ' ἂν, ὐ οὐ δοῦναι θέλει. Ἀθηνᾶ κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. Χορὸς Εὐμενίδων πῶς δὴ δίδαξον, τῶν σοφῶν γὰρ ὐ οὐ πένῃ; Ἀθηνᾶ ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. Χορὸς Εὐμενίδων ἀλλ' ἐξέλεγχε, κρῖνε δ' ὐθεῖαν εὐθεῖαν δίκην. Ἀθηνᾶ ἦ κἀπ' ἐμοί ῥέποι τ' ἂν αἰτίας τέλος; Χορὸς Εὐμενίδων πῶς δ' ὔ οὔ ; σέβουσαί γ' ἀξίαν τ' ἐπαξίων, Ἀθηνᾶ τί πρός τάδ' εἰπεῖν ὦ ξέν' ἐν μέρει θέλεις, λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς, τὰς σὰς, ἔπειτα τόνδ' ἀμυνάθου ψόγον, εἴπερ πεποιθὼς τῇ δίκῃ, βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἀμῆς πέλας, σεμνὸς προσίκτωρ ἐν δόποις Ἰξίονος. τούτοις ἀμείβου πᾶσιν ὐμαθὲς εὐμαθὲς τί μοι. Ὀρέστης ἄνασσ' Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων. τῶν σῶν ἐπῶν μέλημ' ἀφαιρήσω μέγα. ὐκ οὐκ εἰμὶ προσ τρόπαιος, ὐδ' οὐδ' ἔχει μύσος, πρὸς χειρὶ τῇ μῇ τόσον ἐφεζομένῃ βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος. ἐστ' ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου, σφαγαὶ καθαιμάξυσι νοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτ' ἀφιβώμεθα. ὄικοισι, καὶ βοτοῖσι, καὶ ῥυτοῖς πόροις, ταύτην μὲν ΕΥΜΕΝΙΔΕΣ. 89 Ὀρέστης ταύτην μὲν ὅτω φροντίδ᾽ ἐκ ποδῶν λέγω. γένος δὲ τἀμὸν ὡς ἔχει, πεύσῃ τάχα. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς. Ἀγαμέμνον᾽ ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας, ἔφθιθ᾽ οὗτος οὐ καλῶς μολών, δ᾽ οἶκον, ἀγάν ιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα ποικίλοις ἀγρεύμασιν. κρύψασα λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθὼν, τὸν πρὸ τοῦ φεύγων χρόνον. ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι. ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶν δε κοινῇ, λοξίας ἐπαίτιος. ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶν δ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους, σύ τ᾽ εἰ δικαίως εἴτε μὴ κρίνων δίκην πράξας γὰρ ἐν σοὶ πανταχῇ τά δ᾽ αἰνέσω. Ἀθηνᾶ τὸ πρᾶγμα μεῖζον εἴτις οἴεται τόδε βροτὸς δικάζειν, οὐδὲ μὴν ἐμοὶ θέμις. φόνους διαιρεῖν ὀξυμηνίτου δίκης, ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ὅμως ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις. ὅμως δ᾽ ἄμομφον ὄντας αἱροῦμαι πόλει. αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον. καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου χώρας μετ᾽ αὖθις ἰὸς ἐκ φρονημάτων. πέδῳ πεσὼν ἄφερτος αἰανὴς νόσος, τοιαῦτα μὲν τάδ᾽ ἐστὶν ἀμφότερα μένειν, πέμπειν δυσπήματ᾽ ἀμηχάνως ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψε τόδε. Aeschylus. m ΑΙΣΧΥΛΟΥ Ἀθηνᾶ φόνων δικαστὰς ὁρκίων, αἱρουμένους θεσμὸν, τὸν εἰς ἅπαντ' ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε, καὶ τεκμήρια καλεῖσθ' ἄρωγὰ τῆς δίκης, ὁρκώματα. κρίνασα δ' ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα. ἥξω διαιρεῖν τοῦτο πρᾶγμ' ἐτητύμως. ὅρκον περῶντας. μηδὲν ἔκδικον φρεσίν, Χορὸς Εὐμενίδων νῦν καταστροφαὶ νέων θεσμίων, ἐγκρατή- σει δίκα καὶ βλάβα τοῦδε μιξοκτόνος. πάντας ἤδη τόδ' ἔργον αἰχμίᾳ σωφρονήσει βροτούς, πολλὰ δ' ἔτυμα παιδότρωτα πάθεα προσμένει τοκεῦ- σιν· μετὰ δ' αὖθις ἐν χρόνῳ. οὔτε γὰρ βροτοσκόπων Χορὸς Εὐμενίδων μαινάδων τῶν δ' ἐφέρψει κόρος τίς ἐργμάτων, πάντ' ἐφήσω μόρον. πεύσεται δ' ἄλλος ἄλλοθεν. προφωνῶν τὰ τῶν πέλας κακὰ λῆξιν ὑπόδοσίν τε μόχθων· ἄκετ' οὐ βεβαία, τλά- μων δέ τις μάταν παρηγορεῖ. μηδέ τις κικλησκέτω Χορὸς Εὐμενίδων ξυμφορᾷ τετυμμένος. τό τ' ἔπος θροούμενος. ἰὼ δίκα. ἰὼ θρόνοι τ' ἐριννύων. ταῦτά τις τάχ' ἂν πατὴρ ἤτε κῦσα νεοπαθὴς, οἶκτον οἰκτίσαιτ' ἐπεὶ δὴ πιτνεῖ δόμος δίκας, Χορὸς Εὐμενίδων ἔσθ' ὅπου τὸ δεινὸν εὖ καὶ φρενῶν ἐπίσκοπον δειμαίνει καθήμενον. ξυμφέρει σωφρονεῖν ὑπὸ στένει. τίς δὲ μηδὲν ἐν φάει καρδίαν ἀνατρέφων. ἢ πόλις βροτός θ' ὁμοί- ως ἔτ' ἂν σέβοι δίκας μήτ' ἀνάρχατον βίον, Χορὸς Εὐμενίδων μήτε δεσποτούμενον. αἰνέσης, ἅπαντι μέτρῳ τὸ κράτος. θεὸς ὤπασεν, ἄλλα δ' ἄλλα διεφορεύει. ξύμμετρον δ' ἔπος λέγω. δυσσεβείας μὲν ὕβρις τέκος ὡς ἐτύμως, ΕΥΜΕΝΙΔΕΣ. 90 Χορὸς Εὐμενίδων ἐκ δ᾽ ὑγιείας φρενῶν. ὁ πᾶσι φίλος, καὶ πολύευκτος ὄλβος. ἐς τὸ πᾶν δέ τοι λέγω. Χορὸς Εὐμενίδων βωμὸν αἴδεσαι δίκας. μὴ δέ νιν κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς. ποινὰ γὰρ ἐπέσται. κύριον μένει τέλος. πρὸς τάδε τις τοκέων. σέβας εὖ προτίων. καὶ ξενοτίμους δωμάτ᾽ ἀνεπιστροφάς. αἰ- δόμενός τις ἔστω. ἐκ τῶν δ᾽ ἀνάγκας ἄτερ. Χορὸς Εὐμενίδων δίκαιος ὢν, οὐκ ἄνολβος ἔσται. πανώλεθρος δ᾽ οὔποτ᾽ ἂν γένοιτο, τὸν ἀντίτολμον δέ φαμι παραιβάταν. τὰ πολλὰ παντόφυρτον ἄνευ δίκας. βιαίως ξὺν χρόνῳ καθήσειν. λαῖφος ὅτ᾽ ἂν λάβῃ πόνος θραυομένας κεραίας. Χορὸς Εὐμενίδων καλεῖ δ᾽ ἀκούοντας οὐδὲν μέσᾳ δυσπαλεῖ τε δίνᾳ. γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμοργῷ τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμηχάνοις. δύαις λέπαδνον οὐδ᾽ ὑπέρθεον τ᾽ ἄκραν. δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον. ἕρματι πρὸς βαλὼν ὤλετ᾽ ἄκλαυστος ἄϊστος (δίκας Ἀθηνᾶ κήρυσσε κήρυξ, καὶ στρατὸν κατεργάθου. ἥ τ᾽ οὖν διάτορος τυρσηνικὴ. σάλπιγξ βροτείου πνεύματος πληρουμένη. ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου. σιγᾶν ἀρήγει, καὶ μαθεῖν θεσμοὺς ἐμοὺς, πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον. καὶ τόνδ᾽ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. Χορὸς Εὐμενίδων ἄναξ ἄπολλον ὧν ἔχεις αὐτὸς κράτει. τί τῷδε σοι μέτεστι πράγματος λέγε. m ii Ἀπόλλων καὶ μαρτυρήσων ἦλθον, ἔστι γὰρ δόμων ἱκέτης ὅδ' ἀνήρ, καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τῷδ' ἐγὼ καθάρσιος καὶ ξυνδικήσων αὐτὸς αἰτίαν ἔχω τῆς τοῦδε μητρός, τοῦδε φόνου. σὺ δ' εἴσαγε ὅπως ἐπίστᾳ τήνδε κύρωσον δίκην. Ἀθηνᾶ ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων, γένοιτ' ἂν ὀρθῶς πράγματος διδάσκαλος. Χορὸς Εὐμενίδων πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ' ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς, τὴν μητέρ' εἰπὲ πρῶτον εἰ κατέκτονας. Ὀρέστης ἔκτεινα· τούτου δ' οὔτις ἄρνησις πέλει, Χορὸς Εὐμενίδων ἓν μὲν τόδ' ἤδη τῶν τριῶν παλαισμάτων. Ὀρέστης ἐπευχομένῳ, τόνδε κομπάζεις λόγον. Χορὸς Εὐμενίδων εἰπεῖν γε μέντοι δεῖ σ' ὅπως κατέκτανες. Ὀρέστης λέξω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών, Χορὸς Εὐμενίδων πρὸς τοῦ δ' ἐπείσθης καὶ τίνος βουλεύμασιν; Ὀρέστης τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. Χορὸς Εὐμενίδων ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; Ὀρέστης καὶ δεῦρό γ' ἀεὶ τὴν τύχην οὐ μέμφομαι. Χορὸς Εὐμενίδων ἀλλ' εἴ σε μάρψει ψῆφος, ἀλλ' ἐρεῖς τάχα. Ὀρέστης πέποιθ', ἀρωγὰς δ' ἐκ τάφου πέμπει πατήρ, Χορὸς Εὐμενίδων νεκροῖσι νῦν πέπεισθι μητέρα κτανών; Ὀρέστης δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτων. Χορὸς Εὐμενίδων πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε, Ὀρέστης ἀνδροκτονοῦσα πατέρ' ἐμὸν κατέκτανεν. Χορὸς Εὐμενίδων τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ' ἐλευθέρα φόνῳ, Ὀρέστης τί δ' οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; Χορὸς Εὐμενίδων οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. ΕΥΜΕΝΙΔΕΣ. 91 Ὀρέστης ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι. Χορὸς Εὐμενίδων πῶς γάρ τ’ ἔθρεψεν ἐντός ὦ μιαιφόνε. ζώνης ἀπαύχη μητρὸς αἷμα τὸ φίλτατον. Ὀρέστης ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι ἄπολλον. εἰ σφέ συνδίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥς πέρ ἐστιν οὐκ ἀρνούμεθα. ἀλλ’ εἰ δικαίως, εἴτε μὴ, τῇ σῇ φρενὶ δοκεῖ· τὸ δ’ αἷμα κρῖνον ὡς τούτοις φράσω. Ἀπόλλων λέξω πρὸς ὑμᾶς τόν δ’ Ἀθηναίας μέγαν θεσμὸν δικαίως, μάντις δ’ ὢν οὐ ψεύσομαι. ἐπώποτ’ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρὸς, οὐ γυναικός, οὐ πόλεως πέρι· ὃ μὴ κελεύσει Ζεὺς ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ’ ὅσον σθένει μαθεῖν. βουλὴ πιφαύσκω δ’ ὔμμ’ ἐπισπέσθαι πατρός ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον, Χορὸς Εὐμενίδων πῶς εἶπας λέγεις σὺ τόνδε χρησμὸν ὤπασε. φράζειν ὀρέστῃ τῷδε τὸν πατρὸς φόνον πράξαντα, μητρὸς μηδαμῶ τιμὰς νέμειν; Ἀπόλλων οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον. καὶ ταῦτα πρὸς γυναικὸς, οὔτι θουρίοις τόξοις ἑκηβόλοισιν ὥς τ’ ἀμαζόνος. ἀλλ’ ὡς ἀκούσῃ παλλάς οἵτ’ ἐφήμενοι. ψήφῳ διαρεῖν τόδε πράγματος πέρι. ἀπὸ στρατείας γάρ μιν ἠμποληκότα τὰ πλεῖστ’ ἄμεινον εὔφροσιν δεδεγμένη. δροίτῃ περῶντι λουτρὰ κἀπιτέρματι φᾶρος παρεσκήνωσεν ἐν δ’ ἀτέρμονι. κόπτει πεδήσασ’ ἄνδρα δαιδάλῳ πέπλῳ. m iij ΑΙΣΧΥΛΟΥ Ἀπόλλων ἀνδρὸς μὲν ὑμῖν οὕτως εἴρηται μόρος. τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν. ταύτην τοιαύτην εἶπον ὡς δηχθῇ λεώς. ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην. Χορὸς Εὐμενίδων πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ. αὐτὸς δ' ἔδησε πατέρα πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις. ὑμᾶς δ' ἀκούειν τά τ' ἐγὼ μαρτύρομαι. Ἀπόλλων ὦ παντομισῆ κνώδαλα στύγη θεῶν, πέλας μὲν ἂν λύσειεν ἔτι τὲ δ' ἄκος. καὶ χάρτα πολλὴ μηχανὴ λυτήριος. ἀνδρὸς δ' ἐπεὶ δ' ἂν αἷμ' ἀνασπάσῃ κόνις, ἅπαξ θανόντος, οὔτις ἔστ' ἀνάστασις, τούτων ἐπῳδὰς οὐκ ἐποίησε πατήρ, ἐμός, τὰ δ' ἄλλα πάντ' ἄνω καὶ κάτω στρέφων τίθησιν, οὐδὲν ἆσθμαίνω μένει. Χορὸς Εὐμενίδων πῶς γὰρ τὸ φεύγειν τοῦδ' ὑπερδικεῖς ὅρα. τὸ μητρὸς αἷμ' ὅμαιμον ἐκχέας πέδῳ. ἔπειτ' ἐν ἄργει δώματ' οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς δημοίοις. ποία δὲ χέρνιψ φρατέρων προσδέξεται. Ἀπόλλων καὶ τοῦτο λέξω, καὶ μάθ' ὡς ὀρθῶς ἐρῶ. οὐκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου. τίκτει δ' ὁ θρώσκων, ἡ δ' ἄπρ' ξένῳ ξένη ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός. τεκμήριος δὲ τὸ δέσοι διεξελόγω. πατὴρ μὲν ἂν γένοιτ' ἄνευ μητρὸς πέλας, μάρτυς πάρεστι παῖς ὀλυμπίου διός, οὐδ' ἐν σκότοισι νηδύος τεθραμμένη. Ἀπόλλων ἀγ' οἷον ἔρνος. ὅτις ἂν τέκοι θεὸς, ἐγὼ δὲ παλλὰς τ' ἄλλα θ' ὡς ἐπίσταμαι. τὸ σὸν πόλισμα, καὶ στρατὸν τεύξω μέγαν, καὶ τὸν δ' ἔπεμψα σῶν δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου. καὶ τόν δ' ἐπικτήσαιο σύμμαχον θεὰ, καὶ τοὺς ἔπειτα καὶ τάδ' αἰῶνος μένοι. στέργειν τ' ἄπιστα, τῶν δὲ τοὺς ἐπισπόρους Ἀθηνᾶ ἤδη κελεύω τούσδ' ἀπὸ γνώμης φέρειν. ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων, Χορὸς Εὐμενίδων ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος. μένω δ' ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται, Ἀθηνᾶ τί γὰρ πρὸς ὑμῶν, πῶς τιθεῖσ' ἄμορφος ὦ, Χορὸς Εὐμενίδων ἤκουσα θ' ὧν ἤκουσα τ'· ἐν δὲ καρδίᾳ Ἀπόλλων ψῆφον φέροντες ὅρκον αἰδεῖσθε ξένοι. Ἀθηνᾶ κλύοιτ' ἂν ἤδη θεσμὸν ἀττικὸς λεὼς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. ἔσται δὲ καὶ τὸ λοιπὸν αἰγέῳ στρατῷ. αἰεὶ δ' ἑκάστῳ τοῦτο βουλευτήριον. πάγον δ' ἄρειον τόν δ' ἀμαζόνων ἕδραν σκηνὰς, ὅτ' ἦλθον θησέως κατὰ φθόνον, στρατηλατοῦσαι καὶ πόλιν νεόπτολιν. τήν δ' ὑψίπυργον ἀντεπύργωσαν τότε. ἄρει δ' ἔθυον, ἔνθεν ἔστ' ἐπώνυμος πέτρα. πάγος τ' ἄρειος, ἐν δὲ τῷ σέβας. ἀστῶν, φόβος τε συγγενὴς τὸ μὴ ἀδικεῖν, σχήσει τό δ' ἦμαρ καὶ κατ' εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ πικαινόντων νόμους. κακαῖς ἐπιρροαῖσι βορβόρῳ θ' ὕδωρ, λαμπρὸν μιαίνων ἔποθ' εὑρήσεις ποτόν. ΑΙΣΧΥΛΟΥ Ἀθηνᾶ τὸ μήτ' ἄναρχον μήτε δεσποτούμενον. ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν. καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν, τοιὸν δέτοι ταρβοῦντες ἐν δίκῳ σέβας, ἔρυμά τε χώρας, καὶ πόλεως σωτήριον, ἔχοιτ' ἂν, οἷον οὔτις ἀνθρώπων ἔχει. οὔτε σκύθῃσιν, οὔτε πέλοπος ἐν τόποις, κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, αἰδοῖον ὀξύθυμον εὑδόντων ὕπερ, ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτειν' ἐμοῖς παραίνεσιν ἀστοῖσιν εἰς τὸ λοιπὸν, ὀρθοῦσθαι δὲ χρὴ, καὶ ψῆφον αἴρειν, καὶ διαγνῶναι δίκην. αἰδουμένοις τὸν ὅρκον ἔρηται λόγος, Χορὸς Εὐμενίδων καὶ μὴν βαρεῖαν, τήν δ' ὁμιλίαν χθονὸς, ξύμβουλος εἰμὶ, μὴ δαμῶς ἀτιμάσαι. Ἀπόλλων κἀγώ τε χρησμοὺς, τοὺς ἐμούς τε, καὶ διὸς, ταρβεῖν κελεύω, μηδ' ἀκαρπώτους κτίσαι, Χορὸς Εὐμενίδων ἀλλ' αἱματηρὰ πράγματ' οὐ λαχὼν σέβεις. μαντεῖα δ' οὐκ ἔθ' ἁγνὰ μαντεύσῃ μένων Ἀπόλλων ἦ καὶ πατὴρ τισφάλλεται βουλευμάτων. πρωτοκτόνοισι προστροπαῖς ἰξίονος. Χορὸς Εὐμενίδων λέγεις, ἐγὼ δὲ, μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρα τῇδ' ὁμιλήσω πάλιν, Ἀπόλλων ἀλλ' ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις, θεοῖς ἄτιμος εἶ σὺ, νικήσω δ' ἐγὼ, Χορὸς Εὐμενίδων τοιαῦτ' ἔδρασας καὶ φέρητος ἐν δόμοις, μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. Ἀπόλλων οὔκουν δίκαιον τὸν σέβοντ' εὐεργετεῖν. Ἀπόλλων ἄλλως τε πάντως χ’ ὡς τε δεόμενος τύχοι; Χορὸς Εὐμενίδων σύ τοι παλαιὰς δαίμονας καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς, Ἀπόλλων σύ τοι τάχ’ οὐκ ἔχουσα τῆς δίκης τέλος. ἐμῇ ὂν ἰὸν οὐδὲν ἐχθροῖσι βαρὺ, Χορὸς Εὐμενίδων ἐπεὶ καθιππάζῃ με πρεσβύτιν νέος δίκης γενέσθαι τῆσδ’ ἐπήκοος μένω. ὡς ἀμφίβολος ἔσα θυμοῦσθαι πόλει. Ἀθηνᾶ ἐμὸν τόδ’ ἔργον λοισθίαν κρῖναι δίκην. ψῆφον δ’ ὀρέστῃ τήνδ’ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἣ μ’ ἐγείνατο. τό δ’ ἄρσεν αἰνῶ πάντα πλὴν γάμου τυχεῖν. ἅπαντι θυμῷ, κάρτα δ’ εἰμὶ τοῦ πατρός. ὕτω γυναικὸς καὶ προτιμήσω μόρον, ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δ’ ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. ἐκ βάλλεθ’ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν, τοῦτ’ ἐπέσταλται τέλος. Ὀρέστης ὦ φοῖβ’ ἄπολλον, πῶς ἀγὼν κριθήσεται. Χορὸς Εὐμενίδων ὦ νὺξ μέλαινα μῆτερ, ἆρ’ ὁρᾷς τάδε; Ὀρέστης νῦν ἀγχόνης μοι τέρματ’ ἢ φάος βλέπειν. Χορὸς Εὐμενίδων ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. Ἀπόλλων πομπάζετ’ ὀρθῶς ἐκβολὰς ψήφων ξένοι. τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δ’ ἀπούσης, πῆμα γίνεται μέγα. βαλοῦσά τ’ οἶκον ψῆφος ὤρθωσεν μία. Ἀθηνᾶ ἀνὴρ ὅδ’ ἐκ πέφευγεν αἵματος δίκην. ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων, Ὀρέστης ὦ παλλάς. ὦ σώσασα τοὺς ἐμοὺς δόμους, καὶ γῆς πατρῴας ἐστερημένον, σύτοι ΑΙΣΧΥΛΟΥ Ὀρέστης κατωίκισάς με, καί τις ἑλλήνων ἐρεῖ. ἀργεῖος ἀνὴρ, αὖθις ἔντε χρήμασιν οἰκεῖ πατρῴοις, παλλάδος, καὶ λοξίου, ἕκατι. καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος. ὃς πατρῷον αἰδεσθεὶς μόρον, σώζει με μητρὸς, τάς δε συνδίκους ὁρῶν, ἐγὼ δὲ χώρα τῇ δε καὶ τῷ σῷ στρατῷ, τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον. ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους. μήτοι τίν' ἄνδρα δεῦρο πρυμνήτην χθονὸς ἐλθόντ' ἐποίσειν εὖ κεκοσμένον δόρυ, αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε, τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα. ἀμηχάνοις πράξομεν δυσπραξίαις. ὁδοὺς ἀθύμους καὶ παρ' ὄρνιθας πόρους, τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος. ὀρθουμένων δὲ καὶ πόλιν τὴν παλλάδος. τιμῶσιν ἀεὶ τήνδε συμμάχῳ δορὶ. αὐτοῖσιν ἡμεῖς ἐσμὲν εὐμενέστεροι. καὶ χαῖρε καὶ σὺ, καὶ πολισσοῦχος λεώς. πάλαισμ' ἄφυκτον τοῖς ἐναντίοις ἔχοις. σωτήριόν τε καὶ δορὸς νικηφόρον. Χορὸς Εὐμενίδων ἰὼ θεοὶ νεώτεροι παλαιοὺς νόμους, καθιππάσασθε, κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δ' ἄτιμος ἡ τάλαινα βαρύκοτος. ἐν γᾷ τᾷδε φεῦ. ἰὸ ἰὸ ἀντιπενθῆ μεθεῖσα καρδίας σταλαγμὸν χθονία φόρον ἐκ δὲ τοῦ, λειχὴν, ἄφυλλος, ἄτεκνος. ἰὼ δίκα, πέδον ἐπέσυμος. βροτοφθόρους κηλῖδας ἐν χώρα βαλεῖν. ΕΥΜΕΝΙΔΕΣ. 94 Χορὸς Εὐμενίδων στενάξω. τί ῥέξω. γένωμαι δύσοιστα. πολίταις ἔπαθον. ἰὼ μεγάλατοι κόραι δυστυχεῖς. νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ ἐμοὶ πίθεσθε, μὴ βαρυτόνοος φέρειν, οὐ γὰρ νενίκασθ' ἀλλ' ἰσόψηφος δίκη. ἐξῆλθ' ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν. ἀλλ' ἐκ διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θ' ὁ θήσας, αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτ' ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δ' ἴτε τῇδε γῇ βαρὺν κότον σκήψασθε. μὴ θυμᾶσθε, μὴ δ' ἀκαρπίαν τεύξητ' ἀφεῖσαι δαιμόνων σταλάγματα. βρώτηρας αἰχμὰς σπερμάτων ἀνημέρους, ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι, ἕδρας τε, καὶ κευθμῶνας ἐνδίκου χθονὸς, λιπαροθρόνοισιν ἡμένας ἐπ' ἐσχάραις, ἕξειν ὑπ' ἀστῶν τῶνδε τιμαλφουμένας. Χορὸς Εὐμενίδων ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χειρῶν εἵλεσθέ μου, ἐγὼ δ' ἄτιμος ἡ τάλαινα βαρύκοτος. ἐν γᾷ τᾷδε φεῦ. ἰὸ ἰὸ ἀντιπαθῆ μεθεῖσα καρδίας σταλαγμὸν, χθονία φόρον, ἐκ δὲ τοῦ, λειχὴν ἄφυλλος. ἄτεκνος. ἰὼ δίκα πέδον ἐπεσσύμενος. βροτοφθόρους κηλῖδας ἐν χώρα βαλεῖν. στενάξω τί ῥέξω. γένωμαι δύσοιστος. πολίταις ἔπαθον. ἰὼ μεγάλατοι. κόραι δυστυχεῖς. νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ οὐκ ἔστ' ἄτιμοι, μή δ' ὑπερθύμως ἄγαν, θεαὶ βροτῶν στήσητε δύσκηλον χθόνα. Ἀθηνᾶ κἀγὼ πέποιθα ζηνὶ, καὶ τί δεῖ λέγειν. καὶ κλῇδας οἶδα δωμάτων μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ. σὺ δ’ εὐπειθὴς ἐμοί. γλώσσης ματαίας μὴ’κβάλῃς ἐπὶ χθόνα καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς. κοίμαρς κελαινοῦ κύματος πικρὸν μένος. ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοὶ, πολλῆς δὲ χώρας τῆσδ’ ἐτ’ ἀκροθίνια θύη. πρὸ παίδων καὶ γαμηλίου τέλους. Ἀθηνᾶ / Χορὸς Εὐμενίδων ἔχουσ’ ἐς αἰεὶ τόνδ’ ἐπαινέσεις λόγον. Χορὸς Εὐμενίδων χο ἐμὲ παθεῖν τάδε φεῦ. ἐμὲ παλαιόφρονα κατά γᾶν οἰκεῖν. ἀτίετον φεῦ μῖσος. πνέω τοι μένος ἅπαντά τε κότον. οῖ οῖ, δᾶ φεῦ. τίς μ’ ὑποδύεται. πλευρὰς ὀδύνα. θυμὸν ἄϊε μᾶτερ νύξ, ἀπὸ γάρ με τιμᾶν δαμαίων, θεῶν δυσπάλαμοι. παρ’ οὐδὲν ἦραν δόλοι. Ἀθηνᾶ ἀθη ὀργὰς ξυνοίσω σοι, πρεσβυτέρα γὰρ εἶ, καί τοι μὲν σὺ γάρ τ’ ἐμοῦ σοφωτέρα, φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς, ὑμᾶς δ’ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα, γῆς τῆσδ’ ἐρασθήσεσθε. προνέπω τάδε. οὑπιρρέων γάρ τι μιώτερος χρόνος, ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν ἕδραν ἔχουσα· πρὸς δόμοις ἐρεχθέως τεύξῃ· παρ’ ἀνδρῶν καὶ γυναικείων στόλων· ὅσην παρ’ ἄλλων οὔποτ’ ἂν σχέθοις βροτῶν, σὺ δ’ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς, μήδ’ αἱματηρὰς θηγάνουσ’ ἀσλάγχνων βλάβας· ΕΥΜΕΝΙΔΕΣ. 95 Ἀθηνᾶ νέων ἀόινας ἐμμανῆς θυμώμασιν. μὴ δ᾽ ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων, ἐν τοῖς ἐμοῖσιν αὐτοῖσιν ἱδρύσῃ κέαρ. ἐμφύλιόν τε καὶ πρὸς ἑλλήνυς θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην. τοιαῦθ᾽ ἑλέσθαι σοι, πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην, χώραν μετασχεῖν τῆσδε θεοφιλεστάτης. Χορὸς Εὐμενίδων ἐμὲ παθεῖν τάδε φεῦ ἐμὲ παλαιόφρονα κατα τ᾽ γᾶν οἰκεῖν. ἀτίετον φεῦ μῖσος. πνέω τοι μένος, ἅπαντά τε κότον. οῖ οῖ δᾶ φεῦ. τίς μ᾽ ὑποδύεται. πλευρὰς ὀδύνα, θυμὸν, ἄϊε μᾶτερ νὺξ, ἀπὸ με τιμᾶν δαμίαν θεῶν δυσπάλαμοι Χορὸς Εὐμενίδων / Ἀθηνᾶ παρ᾽ οὐδὲν ἦραν δόλοι. ἤτοι καματοῖσι λέ- Ἀθηνᾶ γοισα τἀγαθὰ ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ, θεὸς παλαιὰ, καὶ πολισσοῦχον βροτῶν ἄτιμος ἔρρειν. τᾶσδ᾽ ἀπόξενος πέδου. ἀλλ᾽ εἰ μὲν ἁγνὸν ἔστι σοι πειθοῦς σέβας, γλώσσης ἐμῆς μείλιγμα, καὶ θελκτήριον· σὺ δ᾽ οὖν μένοις ἄν, εἰ δὲ μὴ θέλεις μένειν, οὔτ᾽ ἂν δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει. μῆνίν τιν᾽ ἢ κότον τε, ἢ βλάβην στρατῷ. ἔξεστι γάρ σοι τῇδ᾽ ἀμοίρῳ χθονὸς εἶναι δικαίως εἰς τὸ πᾶν τιμωμένῃ. Χορὸς Εὐμενίδων ἄνασσ᾽ ἀθάνα τίνα με φῂς ἔχειν ἕδραν. ΑΙΣΧΥΛΟΥ Ἀθηνᾶ πάσης ἀπήμον’ ὀϊζύος. σὺ δ’ οὖν σύ, Χορὸς Εὐμενίδων καὶ δὴ δέδεγμαι, τίς δέ μοι τιμὴ μένει. Ἀθηνᾶ ὡς μήτ’ τιν’ οἶκον εὐθενεῖν ἄνευ σέθεν. Χορὸς Εὐμενίδων σὺ τότ’ πράξεις, ὥς τε μεσθένειν τόσον; Ἀθηνᾶ τῷ γὰρ σέβον τι συμφορὰς ὀρθώσομεν. Χορὸς Εὐμενίδων καί μοι πρὸ παντὸς ἐγγύην θήσῃ χρόνου; Ἀθηνᾶ ἔξεστιν γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ, Χορὸς Εὐμενίδων θέλξειν μ’ ἔοικας, καὶ μεθίσταμαι κότου, Ἀθηνᾶ τοιγὰρ κατὰ χθόν’ οὖσ’ ἐπικτήσῃ φίλους, Χορὸς Εὐμενίδων τί οὖν μ’ ἄνωγας τῇδ’ ἐφυμνῆσαι χθονί. Ἀθηνᾶ ὁ ποῖα νίκης μὴ κακῆς ἐπίσκοπα. καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου, ἐξ ὐρανοῦ οὐρανοῦ τε κἀνέμων ἀήματα. εὐηλίως πνέοντ’ ἐπιστάζειν χθόνα, καρπόν τε γαίας καὶ βροτῶν ἐπίρρυτον. ἀστοῖσιν εὐθενοῦντας μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν, τῶν δυσεβούντων δ’ ἐκφορωτέρα πέλοις. στέργω γὰρ ἀνδρὸς φυτυποιμένου δίκην. τὸ τῶν δικαίων τῶν δ’ ἀπένθητον γένος. Χορὸς Εὐμενίδων τοιαῦτασ ἔστοι. τῶν ἀρειφάτων δ’ ἐγὼ Ἀθηνᾶ πρεπτῶν ἀγόνων, οὐκ ἀνέξομαι τὸ μὴ οὐ τὴν ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. Χορὸς Εὐμενίδων δέξομαι παλλάδος ξυνοικίαν. οὐδ’ ἀτιμά- σω πόλιν, τὰν καὶ ζεὺς ὁπαγκρατὴς ἄριστε φρούριον θεῶν νέμει. ῥυσίβολον ἑλλά- νων ἄγαλμα δαιμόνων. αἷτ’ ἐγὼ κατ’ εὔχομαι. θεσπίσασα προυμενῶς ἐπισσύτους βίου τύχας ὀνησίμους. Χορὸς Εὐμενίδων γαίας ἐξαμβρόσαι. φαιδρὸν ἁλίου σέλας. Ἀθηνᾶ τάδ᾽ ἐγὼ προφρόνως τοῖς δε πολίταις- πράσσω μεγάλας, καὶ δυσαρέστους. δαίμονας αὖτε κατασαμένη. πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους, ἔλαχον διέπειν. ὁ δὲ μὴ κύρσας βαρέων τύτων, οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου. τὰ γὰρ ἐκ προτέρων ἀμπλακήματά νιν πρὸς τάσδ᾽ ἀπάγει σιγῶν ὄλεθρος. καὶ μεγαφώνως τ᾽ ἐχθραῖς ὀργαῖς ἀμαθύνει. Χορὸς Εὐμενίδων δενδροπήμων δὲ μὴ πνέοι βλάβα. τὰν ἐμὰν χάριν λέγω. φλοιγμὸς ὀμματοστε- ρὴς φυτῶν, τὸ μὴ περᾶν ὅρον τόπων μή δ᾽ ἄκαρπος αἰα- νὴς ἐφερπέτω νόσος, μῆλά τ᾽ εὐθενοῦντ᾽ ἄγαν. ξὺν διπλοῖς ἐμβρύοις. βρέφοι χρόνῳ τεταγμένῳ γόνος. πλουτόχθω νερμαίαν. δαιμόνων δόσιν τισι- Ἀθηνᾶ ἦ τάδ᾽ ἀκούετε πόλεως φρούριον, οἷα ἐπικρανεῖ, μέγα γὰρ δύναται πότνι᾽ ἐρινὺς πάρα τ᾽ ἀθανάτοις, τοῖς θ᾽ ὑπὸ γαῖαν, περὶ τ᾽ ἀνθρώπων. φανβῶς τελέως διαπράσσουσιν. τοῖς μὲν ἀοιδὰς, τοῖς δ᾽ αὖ δακρύων, βίον ἀμβλωπὸν παρέχουσαι. Χορὸς Εὐμενίδων ἀνδροκμῆτας δ᾽ ἀώρους ἀπεννέπω τύχας. νεανίδων τ᾽ ἐπηράτων ἀνδροτυχῆς βιότους, δότε κύρι᾽ ἔχοντες, θεαὶ τῶν, μοῖραι ματροκασιγνῆται. δαίμονες ὀρθόνομοι. παντὶ δόμῳ μετάκοινοι. παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς. ΑΙΣΧΥΛΟΥ Χορὸς Εὐμενίδων ἐν δίκοις ὁμιλίαις πάντα τιμιώταται θεῶν, Ἀθηνᾶ τὰ δέ τοι χώρᾳ τῇ μῇ προφρόνως ἐπικραινο- μένων, χάνυμαι στέργω δ᾽ ὄμματα πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾶ· πρὸς τὰς δ᾽ ἀγρίως ἀπανηναμένας· ἀλλ᾽ ἐκράτησε ζεὺς ἀγοραῖος· νικᾷ δ᾽ ἀγαθῶν, Ἀθηνᾶ / Χορὸς Εὐμενίδων ἔρις ἡμετέρα διὰ παντὸς τόν δ᾽ ἄπληστον, Χορὸς Εὐμενίδων κακῶν μήποτ᾽ ἐν πόλει στάσιν τᾷ δ᾽ ἐπεύχομαι βρέμειν· μή δ᾽ ἐπὶ θυσακόνις· μέλαν αἷμα πολιτᾶν, δι᾽ ὀργὰν ποινὰς ἀντιφόνους ἄτας· ἁρπαλίσαι πόλεως χάρματα δ᾽ ἀντιδιδεῖν, κοινοφελεῖ διανοίᾳ, καὶ στυγεῖν μιᾷ φρενί· πολλῶν γὰρ τό δ᾽ ἐν βροτοῖς ἄκος· Ἀθηνᾶ ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς· ὁδὸν εὑρίσκειν· ἐκ τῶν φοβερῶν τῶνδε προσώπων· μέγα κέρδος ὁρῶ τοῖς δὲ πολίταις, τὰς δὲ γὰρ αὔφρονας αὔφρονες ἀεὶ, μέγα τιμῶντες καὶ γῆν, καὶ πόλιν ὀρθοδίκαιον, Ἀθηνᾶ / Χορὸς Εὐμενίδων πρέψετε πάντως διάγοντες χαίρετ᾽ ἐν αἰσι- Χορὸς Εὐμενίδων μίαις πλούτου, χαίρετ᾽ ἀστικὸς λεὼς ἴκταρ ἥμενοι διὸς παρθένου φίλας φίλοι σωφρονοῦντες ἐν χρόνῳ· παλλάδος ὑπὸ πτεροῖς ὄντας ἅζεται πατὴρ, Ἀθηνᾶ χαίρετε χ᾽ ὑμεῖς, προτέραν δέ με χρὴ, στείχειν θαλάμους ἀποδείξουσαν, πρὸς φῶς ἱερὸν τῶνδε προπόμπων, ἴτε καὶ σφαγίων τῶν δ᾽ ὑπὸ σεμνῶν κατὰ γῆς σύμμεναι· τὸ μὲν ἀτήριον χώρας Ἀθηνᾶ χώρας κατέχειν. τὸ δ' κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκῃ. ἡμᾶς δ' ἠγάθεαι πολιοῦχοι παῖδες κραναᾶς. ταῖσδε μέτοικοι. γῇ δ' ἀγαθῶν ἀγαθὴ διάνοια πολίταις. Χορὸς Εὐμενίδων χαίρετε χαίρετε δ' αὖθις ἐπιδιπλοίζω, πάντες οἱ κατὰ πόλιν. δαίμονές τε καὶ βροτοί. παλλάδος πόλιν νέμοντες μετοικίαν δ' ἐμὴν, εὐσεβοῦντες, ἔτι μέμψεσθε συμφορὰς βίου. Ἀθηνᾶ αἰνῶ δὲ μύθους τῶνδε τῶν κατευγμάτων, πέμψω τε φέγγος λαμπάδων σελασφόρων, εἰς τὰς ἔνθε καὶ κάτω χθονὸς τόπους. ξὺν προσπόλοισιν αἵτε φρουροῦσι βρέτας. τὠμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς θησηΐδος ἐξίκοιτ' ἂν εὐκλεὴς λόγος. παίδων γυναικῶν, καὶ στόλος πρεσβυτίδων, φοινικοβάπτοις ἐν δυτοῖς ἐσθήμασι. τιμᾶται καὶ τὸ φέγγος ἑρμάσθω πυρὸς, ὅπως ἂν εὔφρων ἥδ' ὁμιλία χθονὸς, τὸ λοιπὸν εὐάνδροισιν συμφοραῖς πρέπει. Χορὸς Εὐμενίδων βάτ' ἐν δόμῳ μεγάλαι φιλότιμοι, νυκτὸς παῖδες ἄπαιδες. ὑπαίφρονι πομπᾷ, Χορὸς Εὐμενίδων εὐφαμεῖτε δὲ χωρεῖτε γᾶς ὑπὸ κεύθεσιν ὠγυ- γίοισιν, καὶ τιμαῖς καὶ θυσίαις περὶ σεπτὰ, τύχαστε. εὐφαμεῖτε δὲ πανδαμὶ, ἵλαοι δὲ καὶ εὐθύ- Χορὸς Εὐμενίδων φρονος γᾷ δεῦρ' ἴτε σεμναὶ, πυριδάπτῳ λαμπάδι τερπόμεναι, καθ' ὁδὸν δ' ὀλολύξατε νῦν ἐπὶ μολπαῖς, Aeschylus. n Χορὸς Εὐμενίδων σπονδαὶ δ’ ἐς τὸ πᾶν ἔνδαι δ’ ἐς οἴκων· παλλάδος ἀστοῖσι ζεὺς πανόπτας· ἔτω μοῖρά τε συγκατέβα. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.