Εὐμενίδες Aeschylus Gregory Crane Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Schmidt Sciences About 70Kb Trustees of Tufts University Medford, MA Perseus Project Aeschylus Aeschyli tragoediae Gottfried Hermann Lipsiae Apud Weidmannos 1852 2 OCR from HathiTrust

This pointer pattern extracts lines

Greek, Ancient (to 1453) Latin Created TEI header for Hermann 1852 edition (URN: urn:cts:greekLit:tlg0085.tlg007.hermann1852-grc2) from HathiTrust OCR source.
Τὰ τοῦ δράματος πρόσωπα Πυθιὰς προφῆτις Ἀπόλλων Ὀρέστης Κλυταιμνήστρας εἴδωλον Χορὸς Εὐμενίδων Ἀθηνᾶ Προπομποί
Πυθίας Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, Τιτανὶς ἄλλη, παῖς Χθονός, καθέζετο, Φοίβη, δίδωσιν ἣ γενέθλιον δόσιν Φοίβῳ· τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ᾽ ἀκτάς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησσοῦ θ' ἕδρας. πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δ᾽ αὐτὸν κάρτα τιμᾷ λαὸς, Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ἵζει τέταρτον τόνδε μάντιν ἐν θρόνοις· Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. Παλλὰς προναία δ᾽ εὐλόγως πρεσβεύεται. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφαί. Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον· Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα, καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις εἰς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰςόδων μακρῷ ἄριστα δοῖεν· κεἰ πάρ᾽ Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.— δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν, πάλιν μ' ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σθένειν μήτε μ' ἀκταίνειν βάσιν· τρέχω δὲ χερσίν, οὐ ποδωκίᾳ σκελῶν· δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· ὁρῶ δ᾽ ἐπ' ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα, προςτρόπαιον, αἵματι στάζοντα χεῖρας, καὶ νεοσπαδὲς ξίφος ἔχοντ', ἐλαίας θ' ὑψιγέννητον κλάδον, λῆνῃ μεγίστῃ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ, τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω· οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις· εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι· ῥέγκουσι δ᾽ οὐ πλαστοῖσι φυσιάμασιν· ἐκ δ᾽ ὀμμάτων λείβουσι δυςφιλῆ λίβα· καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα Πυθίας φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας, οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ. ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος, καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. Ἀπόλλων οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ, ἐγγὺς παρεστώς, καὶ πρόσω γ᾽ ἀποστατῶν, ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς· ὕπνῳ πεσοῦσαι δ' αἱ κατάπτυστοι κόραι, γραῖαι, παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται θεῶν τις, οὐδ᾽ ἄνθρωπος, οὐδὲ θήρ ποτε· κακῶν δ᾽ ἕκατι κἀγένοντ', ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ' ὑπὸ χθονός, μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε, μηδὲ μαλθακὸς γένῃ· ἐλῶσι γάρ σε καὶ δι' ἠπείρου μακρᾶς βιβῶντ᾽ ἀν' ἀεὶ τὴν πλανοστιβῆ χθόνα, ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας· κἀκεῖ, δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες, μηχανὰς εὑρήσομεν, ὥςτ' ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων. καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας. Ὀρέστης ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν· ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ἀμελεῖν μάθε. Ὀρέστης σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. Ἀπόλλων μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας. σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε, κάρτα δ᾽ ὢν ἐπώνυμος πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας, ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ. Κλυταιμνήστρας Εἴδωλον εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ᾽ ἀλῶμαι· προὐννέπω δ᾽ ὑμῖν, ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο· παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὅρα δὲ πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ' ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ' ἐσχάρᾳ πυρὸς ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὃ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ὤρουσεν, ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς· φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμνήστρα καλῶ. Χορὸς Εὐμενίδων (μυγμός.) Κλυταιμνήστρας Εἴδωλον μύζοιτ' ἄν· ἀνὴρ δ᾽ οἴχεται φεύγων πρόσω· φίλοις γάρ εἰσιν, οὐκ ἐμοί, προςίκτορες. Χορὸς Εὐμενίδων (μυγμός.) Κλυταιμνήστρας Εἴδωλον ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος· φονεὺς δ' Ὀρέστης τῆσδε μητρὸς οἴχεται. Χορὸς Εὐμενίδων (ὠγμός.) Κλυταιμνήστρας Εἴδωλον ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσει τάχος; τί σοι πέπρακται πρᾶγμα πλὴν τεύχειν κακά; Χορὸς Εὐμενίδων (ὠγμός.) Κλυταιμνήστρας Εἴδωλον ὕπνος πόνος τε, κύριοι συνωμόται, δεινῆς δρακαίνης ἐξεκήραναν μένος. Χορὸς Εὐμενίδων (μυγμὸς διπλοῦς ὀξύς.) λάβε, λάβε, λάβε, λάβε, φράζου. Κλυταιμνήστρας Εἴδωλον ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ κύων μέριμναν οὔποτ᾽ ἐκλιπὼν πόνου. τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος, μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν· τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷδ', ἕπου, μάραινε δευτέροις διώγμασιν, ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί. Χορὸς Εὐμενίδων ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ. εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον, Χορὸς Εὐμενίδων ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ. Χοροῦ Β ἰοὺ ἰοὺ, πόπαξ. ἐπάθομεν, φίλαι. Χοροῦ Γ ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ. Χοροῦ Β ἐπάθομεν πάθος δυςαχές, ὦ πόποι, ἄφερτον κακόν. Χοροῦ Δ ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ' ὁ θήρ. Χοροῦ Ε ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα. Χοροῦ ς ἰὼ παῖ Διός, ἐπίκλοπος πέλει, Χοροῦ Ζ νέος δὲ γραίας δαίμονας καθιππάσω, Χοροῦ ς τὸν ἱκέταν σέβων ἄθεον ἄνδρα καὶ τοκεῦσιν πικρόν. Χοροῦ Η τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός. Χοροῦ θ τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν; Χοροῦ Ι ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν ἔτυψεν δίκαν διφρηλάτου μεσολαβεῖ κέντρῳ ὑπὸ φρένας, ὑπὸ λόβον. Χοροῦ ΙΑ πάρεστι μαστίκτορος δαΐου δαμίου βαρύ, τὸ περίβαρυ κρύος ἔχειν. Χοροῦ ΙΒ τοιαῦτα ὁρῶσιν οἱ νεώτεροι θεοί, κρατοῦντες τὸ πᾶν δίκας πλέον, Χοροῦ ΙΒ φονολιβῆ θρόμβον περὶ πόδα, περὶ κάρα. Χοροῦ ΙΓ πάρεστι γᾶς ὀμφαλὸν προςδρακεῖν αἱμάτων βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν. Χοροῦ ΙΔ ἐφεστίῳ δέ, μάντις ὤν, μιάσματι μυχὸν ἔχρανας αὐτόσσυτος, αὐτόκλητος, παρὰ νόμον θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ Μοίρας φθίσας. Χοροῦ ΙΕ ἐμοί τε λυπρὸς καὶ τὸν οὐκ ἐκλύσεται, ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται· ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάρᾳ μιάστορ᾽ αὑτῷ πάσεται. Ἀπόλλων ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ', ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῇς ὑπ᾽ ἄλγους μέλαν ἀπ' ἀνθρώπων ἀφρόν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου. οὔτοι δόμοισι τοῖςδε χρίμπτεσθαι πρέπει, ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμώρυχοι δίκαι, σφαγαί τε, σπέρματός τ' ἀποφθοραί, παίδων τε χλοῦνις, ἠδ᾽ ἀκρωνία, λευσμόν, καὶ μύζουσιν οἰκτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε, οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος μορφῆς· λέοντος ἄντρον αἱματορρόφου οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις ἐν τοῖςδε γείτοσι τρίβεσθαι μύσος. χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι. Ἀπόλλων ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν. Χορὸς Εὐμενίδων ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλει, ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας, ὡς παναίτιος. Ἀπόλλων πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου. Χορὸς Εὐμενίδων ἔχρησας ὥςτε τὸν ξένον μητροκτονεῖν. Ἀπόλλων ἔχρησα ποινὰς τοῦ πατρὸς πέμψαι. τί μήν; Χορὸς Εὐμενίδων κάπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου. Ἀπόλλων καὶ προςτραπέσθαι τούςδ᾽ ἐπέστελλον δόμους. Χορὸς Εὐμενίδων καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς; Ἀπόλλων οὐ γὰρ δόμοισι τοῖςδε πρόςφορον μολεῖν. Χορὸς Εὐμενίδων ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προςτεταγμένον. Ἀπόλλων τίς ἥδε τιμή; κόμπασον γέρας καλόν. Χορὸς Εὐμενίδων τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. Ἀπόλλων τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ; Χορὸς Εὐμενίδων οὐκ ἂν γένοιθ' ὅμαιμος αὐθέντης φόνος. Ἀπόλλων ἦ κάρτ' ἄτιμα καὶ παρ᾽ οὐδὲν ἤρκεσας Ἥρας τελείας καὶ Διὸς πιστώματα. Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. Ἀπόλλων εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος ὅρκου 'στὶ μείζων τῇ δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ, οὔ φημ' Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην, τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά. Χορὸς Εὐμενίδων τὸν ἄνδρ' ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. Ἀπόλλων σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέον τίθου. Χορὸς Εὐμενίδων τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ. Ἀπόλλων οὐδ᾽ ἂν δεχοίμην ὥςτ᾽ ἔχειν τιμὰς σέθεν. Χορὸς Εὐμενίδων μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει· ἐγὼ δ', ἄγει γὰρ αἷμα μητρῷον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. Ἀπόλλων ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει τοῦ προςτροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών. Ὀρέστης ἄνασσ' Ἀθάνα, Λοξίου κελεύσμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προςτρόπαιον, οὐδ᾽ ἀφοίβαντον χέρα, ἀλλ' ἀμβλὺς ἤδη προςτετριμμένος τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν· ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σώζων ἐφετμὰς Λοξίου χρηστηρίους, Ὀρέστης πρόςειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀναμενῶ τέλος δίκης. Χορὸς Εὐμενίδων εἶεν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν ἐκμαστεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις πωτήμασιν ἦλθον διώκουσ', οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με προςγελᾷ. Χοροῦ Β ὅρα, ὅρα μάλ' αὖ, λεῦσσέ τε πάντα, μὴ λάθῃ φύγδα βὰς ὁ ματροφόνος ἀτίτας. ὃ δ᾽ αὖτέ γ' ἀλκὰν ἔχων περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου ὑπόδικος θέλει γενέσθαι χερῶν. Χοροῦ Γ τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαί, δυςαγκόμιστον, παπαῖ, τὸ διερὸν πέδῳ χύμενον οἴχεται. Χοροῦ Δ ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ φεροίμαν βόσκαν πώματος δυςπότου. Χοροῦ Ε καὶ ζῶντά σ' ἰσχνάνασ᾽ ἀπάξομαι κάτω, ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνας δύας. Χοροῦ ς ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν, ἢ θεὸν ἢ ξένον τιν' οὐκ εὐσεβῶν, Χορός ἢ τοκέας φίλους, ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια. Χοροῦ ἡ Ζ μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονός, δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί. Ὀρέστης ἐγώ, διδαχθεὶς ἐν κακοῖς, ἐπίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου· βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει. ποταίνιον γὰρ ὄν, πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ηλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτ' ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προςῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ. καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος ευφήμως καλῶ χώρας ἄνασσαν τῆςδ' Ἀθηναίαν, ἐμοὶ μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεών, πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσ', εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι (κλύει δὲ καὶ πρόσωθεν ὢν θεός), ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος. Χορός οὔτοι σ' Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος ῥύσαιτ᾽ ἂν ὥςτε μὴ οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ' ὅπου φρενῶν, ἀναίματον βόσκημα τῶνδε δαιμόνων. Χοροῦ ἡ Β οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους, ἐμοὶ τραφείς τε καὶ καθιερωμένος; Χοροῦ ἡ Γ καὶ ζῶν με δαίσεις, οὐδὲ πρὸς βωμῷ σφαγείς· ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν. Χορός ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους ὡς ἐπινωμᾷ στάσις ἀμά. σύστημα. εὐθυδίκαιοί θ᾽ ἡδόμεθ᾽ εἶναι· τοὺς μὲν καθαράς καθαρῶς χεῖρας προνέμοντας οὔτις ἐφέρπει μῆνις ἀφ᾿ ἡμῶν, ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ· ἀντισύστ. ὅςτις δ᾽ ἀλιτών, ὥςπερ ὅδ᾽ ἀνήρ, χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῷ τελέως ἐφάνημεν. ἐπῳδός. στρ. α'. μᾶτερ, ἃ μὲ ἔτικτες, ὦ μᾶτερ Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν ποινάν, κλῦθι· ὁ Λατοῦς γὰρ ἰ- νίς μ' ἄτιμον τίθησιν, τόνδ᾽ ἀφαιρούμενος πτῶκα, ματρῷον ἅ- γνισμα κύριον φόνου. ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς. ἀντ. α'. τοῦτο γὰρ λάχος διανταία Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν, θνατῶν τοῖσιν αὐτουργίαι ξυμπέσωσιν μάταιοι, τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν γᾶν ὑπέλθῃ· θανὼν δ᾽ οὐκ ἄγαν ἐλεύθερος. ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ μικτος, αὐονὰ βροτοῖς. στρ. β'. γεινομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη, ἀθανάτων δίχ᾽ ἔχειν γέρας, οὐδέ τις ἐστὶν συνδαίτωρ μετάκοινος. παλλεύκων πέπλων δ᾽ ἀγέραστος ἄμοιρος ἄκληρος ἐτύχθην. δωμάτων γὰρ εἱλόμαν ἀνατροπάς, ὅταν Ἄρης, τιθασὸς ὤν, φίλον ἕλῃ· ἐπὶ τόν, ὤ, διόμεναι κρατερὸν ὄντ᾽ ἔθ᾽ ὁμοίως μαυροῦμεν νέον ἅλμα. ἀντ. β'. σπενδομένα δ᾽ ἀφελεῖν τινὶ τάςδε μερίμνας Μοῖρ᾽ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνει, μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν. Ζεὺς γὰρ δειματοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας ἧς ἀπηξιώσατο. μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ἀκμάν (σφαλερὰ τανυδρόμοις γὰρ καλα), δύςφορον ἄταν. στρ. γ'. δόξαι τ᾿ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι ἡμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησμοῖς τ' ἐπιφθόνοις ποδός. πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμα. ποῖον ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τιν ἀχλὺν κατὰ δώματος αὐδᾶται πολύστονος φάτις. ἀντ. γ'. μένει γάρ· εὐμήχανοι τε καὶ τέλειοι, κακῶν στρ. δ'. τε μνήμονες, σεμναὶ καὶ δυςπαρήγοροι βροτοῖς, ἄτιμ᾽ ἀτίετα διόμεναι λάχη, θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ λάμπα, δυςοδοπαίπαλα δερκομένοισι καὶ δυςομμάτοις ὁμῶς. ἀντ. δ'. τίς οὖν τάδ᾽ οὐχ ἅζεται τε καὶ δέδοικεν βροτῶν, ἐμοῦ κλύων θεσμὸν τὸν μοιρόκραντον ἐκ θεῶν δοθέντα τέλεον; ἔτι δέ μοι μένει γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας κύρω, καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα καὶ δυςήλιον κνέφας. Ἀθηνᾶ πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη, ἣν δῆτ᾽ Ἀχαιῶν ἀκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αυτόπρεμνον εἰς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα θησέως τόκοις· ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος, πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον. καινὴν δ᾽ ὁρῶσα τήνδ' ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα. τίνες ποτ' ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω· βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ, ὑμᾶς θ' ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας, οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν. λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς, πρόσω δικαίων, ἠδ᾽ ἀποστατεῖ θέμις. Χορός πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς τέκνα. Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Ἀθηνᾶ γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους. Χορός τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα. Ἀθηνᾶ μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. Χορός βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. Ἀθηνᾶ καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς; Χορός ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Ἀθηνᾶ ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς φυγάς; Χορός φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Ἀθηνᾶ ἄλλης ἀνάγκης οὔτινος τρέων κότον; Χορός ποῦ γὰρ τοσοῦτο κέντρον, ὡς μητροκτονεῖν; Ἀθηνᾶ δυοῖν παρόντοιν ἥμισυς λόγος πάρα. Χορός ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι. Ἀθηνᾶ κλύειν δικαίως μᾶλλον ἢ πρᾶξαι θέλεις. Χορός πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένει. Ἀθηνᾶ ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. Χορός ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην. Ἀθηνᾶ ἦ κἀπ᾿ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος; Χορός πῶς δ᾽ οὔ; σέβουσαί γ' ἀξίαν γ᾽ ἐπαξίων. Ἀθηνᾶ τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν, ἐν μέρει θέλεις; λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυνάθου ψόγον, εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἀμῆς πέλας, σεμνὸς προςίκτωρ ἐν τρόποις Ἰξίονος. τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. Ὀρέστης ἄνασσ' Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προςτρόπαιος, οὐδ᾽ ἔχει μύσος πρὸς χειρὶ τὴμῇ τὸ σὸν ἐφημένου βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα· ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔςτ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα οἴκοισι καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς ἔχει, πεύσει τάχα. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, Ἀγαμέμνονα, τῶν ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιν᾽ οὗτος οὐ καλῶς, μολὼν ἐς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψασ', ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δ᾽, εἰ δικαίως εἴτε μή, κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω. Ἀθηνᾶ τὸ πρᾶγμα μεῖζον ἢ εἰ τις οἴεται τόδε βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτους δίκας. ἄλλως τε καὶ σὺ μὲν κατηρτικὼς δρόμοις ἱκέτης προςῆλθες καθαρὸς ἀβλαβὴς δόμοις ἐμοῖς· ἄμομφον ὄντα δ᾽ αἰδοῦμαι πόλει· αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταὖθις ἰὸς ἐκ φρονημάτων πέδῳ πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδ᾽ ἐστίν· ἀμφότερα, μένειν πέμπειν τε, δυςπήμαντ᾽ ἀμηχάνως ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένη θεσμόν, τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ', ἀρωγὰ τῆς δίκης θ' ὁρκώματα. κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως, ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν. Χορός στρ. α'. νῦν καταστροφαὶ νέων θεσμίων, εἰ κρατή- σει δίκα τε καὶ βλάβα τοῦδε μητροκτόνου. πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί- ᾳ συναρμόσει βροτούς. πολλὰ δ᾽ ἔτυμα παιδότρωτα πάθεα προςμένει τοκεῦ- σιν μεταὖθις ἐν χρόνῳ. ἀντ. α'. οὐδὲ γὰρ βροτοσκόπων μαινάδων τῶνδ᾽ ἐφέρ- ψει κότος τις ἐργμάτων· πάντ᾽ ἐφήσω μόρον. πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω- νῶν τὰ τῶν πέλας κακά, λῆξιν ὑπόδυσίν τε μόχθων ἄκεα δ᾽ οὐ βέβαια πλά- μων μάταν παρηγορεῖ. στρ. β'. μηδέ τις κικλησκέτω ξυμφορᾷ τετυμμένος, τοῦτ᾽ ἔπος θροούμενος, ὦ δίκα, ὦ θρόνοι τ' Ἐρινύων. ταῦτά τις τάχ᾽ ἂν πατὴρ ἢ τεκοῦσα νεοπαθὴς οἶκτον οἰκτίσαιτ', ἐπει- δὴ πίτνει δόμος δίκας. ἀντ. β'. ἔσθ' ὅπου τὸ δεινὸν εὖ τις φρενῶν ἐπίσκοπον δειμανεῖ καθήμενον. ξυμφέρει σωφρονεῖν ὑπὸ στένει. τίς δὲ μηδὲν ἐν δέει καρδίαν ἔτ᾽ ἀνατρέφων, ἢ πόλις βροτός θ' ὁμοί- ως, ἔτ᾽ ἂν σέβοι δίκαν; στρ. γ'. μήτ' ἀνάρχετον βίον μήτε δεσποτούμενον αἰνέσῃς. παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἀλλ᾽ ἄλλα δ᾽ ἐφορεύει. ξύμμετρον δ᾽ ἔπος λέγω, δυςσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως· ἐκ δ᾽ ὑγιείας αὖ φρενῶν ὁ πάμφιλος καὶ πολύευκτος ὄλβος. Χορός ἀντ. γ'. ἐς τὸ πᾶν δέ σοι λέγω, βωμὸν αἴδεσαι δίκας, μηδέ νιν, κέρδος ἰδών, ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς· ποινὰ γὰρ ἐπέσται, κύριον μένει τέλος. πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων καὶ ξενοτίμους δωμάτων ἐπιστροφὰς αἰδόμενός τις ἔστω. ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν οὐκ ἄνολβος ἔσται, πανώλεθρος δ᾽ οὐ ποτ᾽ ἂν γένοιτο. τὸν ἀντίτολμον δέ φαμι καὶ παραβάταν τὰ πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας βιαίως ξὺν χρόνῳ καθήσειν λαῖφος, ὅταν λάβῃ πόνος θραυομένας κεραίας. στρ. δ'. καλεῖ δ᾽ ἀκούοντας οὐ δὲν ἐν μέσᾳ δυςπαλεῖ τε δίνᾳ· γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ, τὸν οὔποτ᾽ αὐχοῦντ' ἰδὼν ἀμαχάνοις δύαις λαπαδνόν, οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν δι' αἰῶνος δὲ τὸν πρὶν ὄλβον ἕρματι προςβαλὼν δίκας ὤλετ' άκλαυστος, αἴστος. Ἀθηνᾶ κήρυσσε, κήρυξ, καὶ στρατὸν κατειργάθου, εἴτ᾽ οὖν διάτορος Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη, ἀντ. δ'. ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς πόλιν τε πᾶσαν, εἰς τὸν αἰανῆ χρόνον ἐκ τῶνδ᾽ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. Χορός ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι πράγματος, λέγε. Ἀπόλλων καὶ μαρτυρήσων ἦλθον· ἔστι γὰρ νόμῳ ἱκέτης ὅδ᾽ ἀνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν· φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος· καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ᾽ ἔχω τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴςαγε, ὅπως τ᾽ ἐπίστα τήνδε κύρωσον δίκην. Ἀθηνᾶ ὑμῶν ὁ μῦθος, εἰςάγω δὲ τὴν δίκην. ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτ' ἂν ὀρθῶς πράγματος διδάσκαλος. Χορός πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς. τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας. Ὀρέστης ἔκτεινα· τούτου δ᾽ οὔτις ἄρνησις πέλει. Χορός ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων. Ὀρέστης οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. Χορός εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες. Ὀρέστης λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. Χορός πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασιν; Ὀρέστης τοῖς τοῖδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. Χορός ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν ; Ὀρέστης καὶ δεῦρό γ' ἀεὶ τὴν τύχην οὐ μέμφομαι. Χορός ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἀλλ᾽ ἐρεῖς τάχα. Ὀρέστης καμοίγ᾽ ἀρωγοὺς ἐκ τάφου πέμψει πατήρ. Χορός νεκροῖσι νῦν πέπεισθι μητέρα κτανών. Ὀρέστης δυοῖν γὰρ εἶχε προςβολὰς μιασμάτοιν. Χορός πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. Ὀρέστης ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν. Χορός τί γάρ; σὺ μὲν ζῇς, ἣ δ᾽ ἐλευθέρα φόνῳ. Ὀρέστης τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; Χορός οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. Ὀρέστης ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι; Χορός πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε, ζώνης; ἀπεύχει μητρὸς αἷμα φίλτατον; Ὀρέστης ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι, Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. Ὀρέστης δρᾶσαι γὰρ ὡςπερ ἐστὶν οὐκ ἀρνούμεθα· ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ δοκεῖ, τόδ' αἷμα κρῖνον, ὡς τούτοις φράσω. Ἀπόλλων λέξω πρὸς ὑμᾶς, τόνδ' Ἀθηναίας μέγαν θεσμόν, δικαίως, μάντις ὢν δ᾽ οὐ ψεύσομαι. οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ' ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δ᾽ ἔμμ᾽ ἐπισπέσθαι πατρός. ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. Χορός Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασεν φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; Ἀπόλλων οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοςδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥςτ' Ἀμαζόνος, ἀλλ᾽, ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι· ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα τὰ πλεῖστ᾽ ἄμεινον εὔφροσιν δεδεγμένη δροίτης περῶντι λουτρά, κἀπὶ τέρματι φᾶρος περεσκήνωσεν, ἐν δ᾽ ἀτέρμονι κόπτει πεδήσασ' ἄνδρα δαιδάλῳ πέπλῳ. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν· ταύτην τοιαύτην δ᾽ εἶπον, ὡς δηχθῇ λεώς, ὅςπερ τέτακται τήνδε κυρῶσαι δίκην. Χορός πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι. Ἀπόλλων ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειεν· ἔστι τοῦδ᾽ ἄκος καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος· ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις. τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδέν, ἀσμένῳ μένει. Χορός πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδῳ, ἔπειτ' ἐν Ἄργει δώματ' οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; ποία δὲ χέρνιψ φρατέρων προςδέξεται; Ἀπόλλων καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ. οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου· τίκτει δ᾽ ὁ θρώσκων, ἣ δ᾽ ἅπερ ξένῳ ξένη ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου. πατὴρ μὲν ἂν γένοιτ' ἄνευ μητρός· πέλας μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη, ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός. ἐγὼ δέ, Παλλάς, τἄλλα θ', ὡς ἐπίσταμαι, τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά, καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους. Ἀθηνᾶ ἤδη κελεύω τούςδ᾽ ἀπὸ γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων. Χορός ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος. μένω δ᾽ ἀκοῦσαι, πῶς ἀγὼν κριθήσεται. Ἀθηνᾶ τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ; Χορός ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽· ἐν δὲ καρδίᾳ, ψῆφον φέροντες, ὅρκον αἰδεῖσθε, ξένοι. Ἀθηνᾶ κλύοιτ' ἂν ἤδη θεσμόν, ἀστικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγείῳ στρατῷ ἀεὶ δικαστῶν τοῦτο βουλευτήριον. πάγον δ᾽ Ἄρειον τόνδ', Ἀμαζόνων ἕδραν, σκηνάς θ', ὅτ᾽ ἦλθον θησέως κατὰ φθόνον στρατηλατοῦσαι καὶ πόλιν νεόπτολιν τήνδ' ὑψίπυργον ἀντεπύργωσαν τότε· Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος πέτρα, πάγος τ' Ἄρειος· ἐν δὲ τῷ σέβας ἀστῶν φόβος τε συγγενὴς τὸ μὴ ἀδικεῖν σχήσει τό τ' ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ 'πικαινούντων νόμους κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δ᾽ ὕδωρ λαμπρὸν μιαίνων οὔ ποθ᾽ εὑρήσεις ποτόν. τὸ μὴ δ᾽ ἄναρχον μηδὲ δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν; τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας, ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον ἔχοιτ' ἂν οἷον οὔτις ἀνθρώπων ἔχει, οὔτ᾽ ἐν Σκύθαισιν οὔτε Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην, αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. Χορός καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. Ἀπόλλων κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω, μηδ᾽ ἀκαρπώτους κτίσαι. Χορός ἀλλ᾽ αἱματηρὰ πράγματ' οὐ λαχὼν σέβεις, μαντεῖα δ᾽ οὐκ ἔθ᾽ ἁγνὰ μαντεύσει νέμων. Ἀπόλλων ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προςτροπαῖς Ἰξίονος; Χορός λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν. Ἀπόλλων ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ. Χορός τοιαῦτα δράσας καὶ Φέρητος ἐν δόμοις Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. Ἀπόλλων οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι; Χορός σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς. Ἀπόλλων σύ τοι τάχ', οὐκ ἔχουσα τῆς δίκης τέλος, ἐμεῖ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. Χορός ἐπεὶ καθιππάζει με πρεσβύτιν νέος, δίκης γενέσθαι τῆςδ᾽ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. Ἀθηνᾶ ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην· ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προςθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἡ μ' ἐγείνατο, τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον, ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος. Ὀρέστης ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται; Χορός ὦ Νὺξ μέλαινα, μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε; Ὀρέστης νῦν ἀγχόνης μοι τέρματ', ἢ φάος βλέπειν. Χορός ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. Ἀπόλλων πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι, τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα, βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία. Ἀθηνᾶ ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην. ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. Ὀρέστης ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους, καὶ γῆς πατρῴας ἐστερημένον σύ τοι κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ, Ἀργεῖος ἀνὴρ αὖθις, ἔν τε χρήμασιν οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον σώζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν. ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας, νῦν ἄπειμι πρὸς δόμους, μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε, τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι πράξομεν δυςπραξίαις, ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος· ὀρθουμένων δὲ καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν ἀεὶ τήνδε συμμάχῳ δορὶ καὐτοί γ᾽ ἂν ἡμεῖς εἶμεν εὐμενέστεροι. καὶ χαῖρε· καὶ σὺ καὶ πολισσοῦχος λεὼς πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις, σωτήριόν τε καὶ δορὸς νικηφόρον. στρ. Χοροῦ ἡ Α ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. Χοροῦ ἡ Β ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα, βαρύκοτος ἐν γῇ τᾷδε, φεῦ, ἰὸν τὸν ἀντιπεν- θῆ μεθεῖσα καρδίας σταλαγμὸν χθόνιον ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, Χοροῦ ἡ Γ ὦ δίκα, δίκα, πέδον ἐπισύμενος Χοροῦ ἡ Β βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. Χοροῦ ἡ Δ στενάζω; Χοροῦ ἡ Ε τί ῥέξω; Χοροῦ ἡ ζ γελῶμαι πολίταις. Χοροῦ ἡ Ζ δύςοισθ' ἄπαθον. Χοροῦ ἡ Η ἰὼ μεγάλα τοι κόραι δυςτυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν. οὐ γὰρ νενίκησθ', ἀλλ᾿ ἰσόψηφος δίκη ἐξῆλθε ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν. ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θ' ὁ φήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δέ τοι γῇ τῇδε μὴ βαρὺν κότον σκήψητ', μὴ θυμοῦσθε, μηδ᾽ ἀκαρπίαν τεύχητ᾽, ἀφεῖσαι δαιόνων σταλαγμάτων βρωτῆρας αἰχμάς, σπερμάτων ἀνημέρους. Ἀθηνᾶ ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι, ἕδρας τε καὶ κευθμῶνας ἐνδίκους χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπ᾿ ἐσχάραις, ἕξειν, ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας. ἀντ. Χοροῦ ἡ Α ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. Χοροῦ ἡ θ ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα, βαρύκοτος ἐν γῇ τῇδε, φεῦ, ἰὸν τὸν ἀντιπεν- θῆ μεθεῖσα καρδίας σταλαγμὸν χθόνιον ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, Χοροῦ ἡ Ι ὦ δίκα, δίκα, πέδον ἐπισύμενος Χοροῦ ἡ θ βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. Χοροῦ ἡ ΙΑ στενάζω; Χοροῦ ἡ ΙΒ τί ῥέξω; Χοροῦ ἡ ΙΓ γελῶμαι πολίταις. Χοροῦ ἡ ΙΔ δύςοισθ' ἄπαθον. Χοροῦ ἡ ΙΕ ἰὼ μεγάλα τοι κόραι δυςτυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. Ἀθηνᾶ οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν θεαὶ βροτῶν στήσητε δύςκηλον χθόνα. κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν; καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος· ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπιθὴς ἐμοὶ γλώσσης ματαίας μὴ 'κβάλῃς ἐπὶ χθόνα καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς. κοίμα κελαινοῦ κύματος πικρὸν μένος ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί· πολλῆς δὲ χώρας τῆςδ᾽ ἔτ᾽ ἀκροθίνια θύη πρὸ παίδων καὶ γαμηλίου τέλους ἔχουσ᾽ ἐς ἀεὶ τόνδ᾽ ἐπαινέσεις λόγον. στρ. Χοροῦ ἡ Α ἐμὲ παθεῖν τάδε, Χοροῦ ἡ Β φεῦ. Χοροῦ ἡ Α ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν ἀτίετον μῖσος. Χοροῦ ἡ Γ πνέω τοι μένος. Χοροῦ ἡ Δ φεῦ. Χοροῦ ἡ Γ ἅπαντά τε κότον. Χοροῦ ἡ Ε οἰοῖ, δᾶ. Χοροῦ ἡ ς φεῦ, φεῦ. Χοροῦ ἡ Ζ τίς μ' ὑποδύεται, τίς ὀδύνα πλευράς; Χοροῦ ἡ Η θυμὸν ἄϊε, μᾶτερ Νύξ· ἀπὸ γάρ με τιμᾶν ἀμᾶν θεῶν δυςπάλαμοι παρ' οὐδὲν ἦραν δόλοι. Ἀθηνᾶ ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ. [καίτοι γε μὴν σὺ κάρτ᾿ ἐμοῦ σοφωτέρα] φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα γῆς τῆςδ᾽ ἐρασθήσεσθε· προὐννέπω τάδε. ὁ ἐπιρρέων γὰρ τιμιώτερος χρόνος ἔσται πολίταις τοῖςδε. καὶ σὺ τιμίαν ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως τεύξει παρ' ἀνδρῶν καὶ γυναικείων στόλων ὅσην παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν. σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς μήθ' αἱματηρὰς θηγάνας σπλάγχνων βλάβας νέων ἀοίνοις ἐμμανεῖς θυμώμασιν, μηδ᾽ ἐκλέγουσα ὡς καρδίαν ἀλεκτόρων ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην. τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην χώρας μετασχεῖν τῆςδε θεοφιλεστάτης. ἀντ. Χοροῦ ἡ Α ἐμὲ παθεῖν τάδε, Χοροῦ ἡ θ φεῦ. Χοροῦ ἡ Α ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν, ἀτίετον μῖσος. Χοροῦ ἡ Ι πνέω τοι μένος Χοροῦ ἡ ΙΑ φεῦ. Χοροῦ ἡ Ι ἅπαντά τε κότον. Χοροῦ ἡ ΙΒ οἰοῖ, δᾶ. Χοροῦ ἡ ΙΓ φεῦ, φεῦ. Χοροῦ ἡ ΙΔ τίς μ' ὑποδύεται, τίς ὀδύνα πλευράς; Χοροῦ ἡ ΙΕ θυμὸν ἄϊε, μᾶτερ Νύξ· ἀπὸ γάρ με τιμᾶν ἀμᾶν θεῶν δυςπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Ἀθηνᾶ οὔτοι καμοῦμαι σοι λέγουσα τἀγαθά, ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν ἄτιμος ἔρρειν, τοῦδ᾽ ἀπόξενος πέδου. ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας, γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν, οὐτἂν δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ. ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ. Χορός ἄνασσ᾽ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν; Ἀθηνᾶ πάσης ἀπήμον' οἰζύος· δέχου δὲ σύ. Χορός καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει; Ἀθηνᾶ ὡς μή τιν' οἶκον εὐθενεῖν ἄνευ σέθεν. Χορός σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον; Ἀθηνᾶ τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν. Χορός καί μοι πρὸ παντὸς ἐγγύην θήσει χρόνου; Ἀθηνᾶ ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. Χορός θέλξειν μ᾽ ἔοικας, καὶ μεθίσταμαι κότου. Ἀθηνᾶ τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους. Χορός τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί; Ἀθηνᾶ ὁποῖα νείκης μὴ κακῆς ἐπίσκοπα, καὶ ταῦτα γῆθεν, ἔκ τε ποντίας δρόσου, ἐξ οὐρανοῦ τε, κἀνέμων ἀήματα, εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα· καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον, ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν δυςσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος. τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγὼ πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. Χορός στρ. α'. δέξομαι Παλλάδος ξυνοικίαν, οὐδ᾽ ἀτιμάσω πόλιν, τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλά- νων ἄγαλμα δαιμόνων· ᾧ τ᾽ ἐγὼ κατεύχομαι, θεσπίσασα πρευμενῶς, ἐπισσύτους βίου τύχας ὀνησίμους γαίας ἐξαμβρῦσαι φαιδρὸν ἁλίου σέλας. Ἀθηνᾶ σύστ. α'. τάδ᾽ ἐγὼ προφρόνως τοῖςδε πολίταις πράσσω, μεγάλας καὶ δυςαρέστους δαίμονας αὐτοῦ κατανασσαμένη. πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους ἔλαχον διέπειν. ὁ δὲ μὴ κύρσας βαρέων τούτων οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου προςέπαισαν. τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν δ᾽ ὄλεθρος καὶ μέγα φωνοῦντ᾽ ἐχθραῖς ὀργαῖς ἀμαθύνει. Χορός Ἀντ. α'. δενδροπήμων δὲ μὴ πνέοι βλάβα, τὰν ἐμὰν χάριν λέγω, φλογμός τ' ὀμματοστερὴς φυτῶν, τὸ μὴ περᾶν ὅρον τόπων, μηδ᾽ ἄκαρπος αἰα- νὴς ἐφερπέτω νόσος, μῆλά τ᾽ εὐθενοῦντα γᾶ ξὺν διπλοῖσιν ἐμβρύοις τρέφοι χρόνῳ τεταγμένῳ· γόνος δ᾽ ἀεὶ πλουτόχθων ἑρμαίαν δαιμόνων δόσιν τίοι. Ἀθηνᾶ σύστ. β'. ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον, οἷ' ἐπικραίνει; μέγα γὰρ δύναται πότνι᾽ Ἐρινὺς παρά τ' ἀθανάτοις τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων φανερῶς τελέως διαπράσσουσιν τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων βίον ἀμβλωπὸν παρέχουσαι. Χορός στρ. β'. ἀνδροκμῆτας δ᾽ ἀώ- ρους ἀπεννέπω τύχας, νεανίδων τ' ἐπηράτων ἀνδροτυχεῖς βιότους δότε, κύρι᾽ ἔχοντες, θεαί τ᾽ ὦ Μοῖραι, ματροκασιγνῆται, δαίμονες ὀρθονόμοι, παντὶ δόμῳ μετάκοινοι, παντὶ χρόνῳ δ᾽ ἐπιβριθεῖς ἐνδίκοις ὁμιλίαις, πάντα τιμιώταται θεῶν. Ἀθηνᾶ μέσον σύστ. τάδε τοι χώρᾳ τῇ 'μῇ προφρόνως ἐπικραινομένων γάνυμαι· στέργω δ᾽ ὄμματα Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμ᾽ ἐπωπᾷ πρὸς τάσδ᾽ ἀγρίως ἀπανηναμένας· ἀλλ᾽ ἐκράτησεν Ζεὺς ἀγοραῖος, νικᾷ δ᾽ ἀγαθῶν ἔρις ἡμετέρα διὰ παντός. Χορός ἀντ. β'. τὰν δ᾽ ἄπληστον κακῶν μήποτ' ἐν πόλει στάσιν τῇδ᾽ ἐπεύχομαι βρέμειν. μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν δι' ὀργὰν ποινᾶς ἀντιφόνους ἄτας ἁρπαλίσαι πόλεως. χάρματα δ᾽ ἀντιδιδοῖεν κοινοφιλεῖ διανοίᾳ, καὶ στυγεῖν μιᾷ φρενί. πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος. Ἀθηνᾶ αντισύστ. β'. ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς ὁδὸν εὑρίσκειν; ἐκ τῶν φοβερῶν τῶνδε προςώπων μέγα κέρδος ὁρῶ τοῖςδε πολίταις. τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν ὀρθοδίκαιοι πρέψετε πάντως διάγοντες. Χορός στρ. γ'. χαίρετε, χαίρετ' ἐν αἰσιμίαισι πλούτου, χαίρετ', ἀστικὸς λεώς, ἵκταρ ἥμενοι Διός, παρθένου φίλας φίλοι, σωφρονοῦντες ἐν χρόνῳ. Παλλάδος δ᾽ ὑπὸ πτεροῖς ὄντας ἅζεται πατήρ. Ἀθηνᾶ αντισύστ. α'. χαίρετε χἠμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ στείχειν θαλάμους ἀποδείξουσαν πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. ἴτε, καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι, τὸ μὲν ἀτηρὸν χώρας κατέχειν, τὸ δὲ κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκῃ. ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι παῖδες Κραναοῦ, ταῖςδε μετοίκοις. εἴη δ᾽ ἀγαθῶν ἀγαθὴ διάνοια πολίταις. Χορός ἀντ. γ'. χαίρετε, χαίρετε δ', αὖθις ἐπανδιπλοίζω, πάντες οἱ κατὰ πτόλιν, δαίμονές τε καὶ βροτοί, Παλλάδος πόλιν νέμον- τες· μετοικίαν δ᾽ ἐμὴν εὖ σέβοντες, οὔτι μέμ- ψεσθε συμφορὰς βίου. Ἀθηνᾶ αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων, πέμψω τε φέγγη λαμπάδων σελαςφόρων εἰς τοὺς ἔνερθε καὶ κάτω χθονὸς τόπους, ξὺν προςπόλοισιν, αἵτε φρουροῦσιν βρέτας τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς θησῇδος ἐξίκοιτ' ἄν, εὐκλεὴς λόχος παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασιν τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονὸς τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ. Προπομποί στρ. ά. βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι Νυκτὸς παῖδες ἄπαιδες, ὑπ᾽ εὔφρονι πομπᾷ. εὐφαμεῖτε δέ, χωρῖται. ἀντ. α'. γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι. εὐφαμεῖτε δὲ πανδαμεί. στρ. β'. ἵλαοι δὲ καὶ τῇδ᾽ εὔφρονες γᾷ δεῦρ᾽ ἴτε, σεμναί, σὺν πυριδάπτῳ λάμπα τερπόμεναι καθ᾽ ὁδόν. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. ἀντ. β'. σπονδαὶ δ᾽ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων Παλλάδος ἀστοῖς· Ζεὺς ὁ πανόπτας οὕτω Μοῖρά τε συγκατέβα. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.