Εὐμενίδες Aeschylus Martin L. West Perseus Project, Tufts University Gregory Crane Digital conversion and CTS/EpiDoc encoding Gregory Crane Perseus Project Medford, MA Perseus Project

For scholarly use. Copyright status of the source edition has not been determined.

Aeschylus Aeschyli Tragoediae cum incerti poetae Prometheo Martin L. West 978-3-519-01013-5 Stutgardiae B. G. Teubner 1990 343–397 The supplied transcription contains the text and critical apparatus of the Eumenides.

West's Greek text, printed verse lineation, page breaks, dramatic speakers, lyric groupings, critical signs, source citations, and critical apparatus are preserved. Redundant line-break milestones preceding numbered verse lines have been removed. Lyric strophes follow the stanza labeling used by the accompanying Agamemnon edition.

This pointer pattern extracts a verse line.

CTS edition: urn:cts:greekLit:tlg0085.tlg007.west1990-grc2.

Ancient Greek Latin English Orestes Electra Chorus Clytemnestra Pylades Nurse Aegisthus Servant Doorkeeper Apollo Athena Temple attendants Prophetess Ghost of Clytemnestra Regularized as a CTS/EpiDoc edition, linked apparatus notes to verse lines, and normalized lyric stanza labels.
ΕΥΜΕΝΙΔΕΣ ΠΡΟΦΗΤΙΣ Πρῶτον μὲν εὐχῆι τῆιδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῶι τρίτωι λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο Φοίβη· δίδωσιν δ᾽ ἥ, γενέθλιον δόσιν, Φοίβωι· τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, εἰς τήνδε γαῖαν ἦλθε Παρνησσοῦ θ᾽ ἕδρας· πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεὼς Δελφός τε, χώρας τῆσδε πρυμνήτης ἄναξ, 2–4 resp. Harpocr. 150.6 8 Tz. Exeg. Il. 124.5 Lolos; resp. Ap. Soph. 164.10 Codd. M GTFE(= τ) 1 πρώτην Blaydes⁶, at cf. fr. 451k.1 3 δὴ πὸ anon.⁸ 8 τήθης δ᾽ Weil¹³ 78 (contra Σ Tz.) δ᾽ om. Tz. 9 λιπών τε Mᵃ 11 παρ[[α]]νησοῦσθ᾽ M, παρνησούς θ᾽ τ: corr. Rob. (Παρνησοῦ), Turn. 12 μέγα[[ν]] E ΠΡΟΦΗΤΙΣ τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ἵζει τέταρτον τόνδε μάντιν ἐν θρόνοις· Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός. τούτους ⟨μὲν⟩ εὐχαῖς φροιμιάζομαι θεούς, Παλλὰς Προναία δ᾽ ἐν λόγοις πρεσβεύεται· σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφαί· Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγῶ δίκην Πενθεῖ καταρράψας μόρον· Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία ἔπειτα μάντις εἰς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῶι ἄριστα δοῖεν· κεὶ πάρ᾽ Ἑλλήνων τινές, ἴτων πάλωι λαχόντες, ὡς νομίζεται· μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός. ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, 19 Macr. Sat. 5.22.13 34 cf. Hsch. δ 2307 18 τοῖσδε Bourdelot χρόνοις Ω: corr. Turn. 19 πατρὸς ... Διός Macr. 20 μὲν (cf. Pers. 200 post 176. Ag. 829 post 810) Blaydes⁶: ἐν Ω 21 προνάια Μ: προναῖα τ 22 fort. τε 23 ἀναστροφαί τ: -φᾶ Μ, -φή Σ: ἐπιστροφαί Burges⁹ 24 δ᾽ ἔχει τ 26 λαγὼ Μ: de accentu ν. Kühner-Blass I 407 27 πλείστους Ω (πλήστ- Mᵃ): corr. Turn. (Πλειστοῦ), Stanley² 31 παρ᾽ Ω: corr. Abresch II 4 32 ἴτων ΣΜ: ἴτην τ 33 μαντεύσομαι Kirchhoff² 34 paragr. praefixa in M ΠΡΟΦΗΤΙΣ ὡς μήτε σωκεῖν μήτέ μ᾽ ἀκταίνειν στάσιν· τρέχω δὲ χερσίν, οὐ ποδωκείαι σκελῶν. δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῶι μὲν ἄνδρα θεομυσῆ ἕδρας ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον λήνει μεγίστωι σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῶι· τῆιδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος — οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω· οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν αὗται· μέλαιναι δ᾽, εἰς τὸ πᾶν βδελύκτροποι, ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν, 36 (ἀκτ.) Phryn. PS 39.8 B., Hsch. α 2655, Lex. Αἰμ. 618.3, Synag. AB 370.12 (Phot. α 874), Et. G. Sym. = M. 54.34 (244.12, 29, 245.5 L.-L.), sch. Pl. Lg. 672c. cf. Radt ad fr. dub. 444 44 (λήνει) Hsch. λ 884 36 στάσιν Ω (στάσιν E) et fort. Phryn.: βάσιν Mˢᵛᵉ et fort. Σ/Etym. 37 οὐ ποδωκείαι GFE: οὔπω δοκία Mᵃ, οὐ ποδωκία M¹T (-ίαι Mˢ) 40 ὀφθαλμῶ τ θεομυσῆ M: -μισῆ τ 41 ἕδραν ἔχοντι M 42 νεοσπαθὲς τ 44 λίνει τ fort. μεριστῶι 45 susp. Schütz², del. Schoemann⁰ 46 λόχος τ Σᵀλ: λέγος M 47 ἡμένος τ 49 εἰκάζω Wecklein¹³ 50 ἤδη M: εἶδον τ 52 κελαιναὶ Blaydes⁶ cl. Ag. 462 (contra Sept. 832.977) τ᾽ Hartung βδελύτροποι τ ΣᵀΕλ 53 πλαστοῖσι Ω: corr. Elmsley¹ 238 ΠΡΟΦΗΤΙΣ ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα· καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας, οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος τρέφουσ᾽ ἀνατεὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότηι δόμων αὐτῶι μελέσθω Λοξίαι μεγασθενεῖ· ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. ΟΡΕΣΤΗΣ ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν· ἐπεὶ δ᾽ ἐπίστᾶι, καὶ τὸ μὴ ἀμελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. ΑΠΟΛΛΩΝ οὔτοι προδώσω, διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστώς, καὶ πρόσω δ᾽ ἀποστατῶν, ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾶις — ὕπνωι πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι, κόραι 62 cf. ad Supp. 263 54 λίβα Burges⁹ (cf. Σ αἱματηρὸν σταλαγμόν): δία M: βίαν τ 55 καὶ ⟨ὁ⟩ (χὠ) Wil.¹⁹ 57 τῆς Mᵃ, τῆδ᾽ E 58 ἥ τι γαῖα τ 59 ἀνατὶ Blomf.⁵ ad Prom. 216 πόνον (Σ?) D'Arnaud 251: -ων Ω 60 κἀντεῦθεν Σᵀτ: τἀντεῦθε GTF¹ (τᶜ) ἤδη M: μὲν οὖν τ 63 δειμάτων Wakefield³ post h.v. lac. stat. Hartung 85–7 huc trai. Burges⁹ (85–8 Maas⁶) 65 πρόσω δ᾽ (def. Sansone 6 sq.)] πρόσωθ᾽ Musgrave: πρόσω γ᾽ Blomf.² 166 66 πρέπων Σᵀε 68 ὕπνου M⁵ (-ω Mᵃ) πεσοῦσα Mᵃˢ: πεσοῦμαι G: πνέουσιν A. G. Winckelmann (πνέουσι δ᾽ Hermann³²): πεδῶνται Weil⁶ ΑΠΟΛΛΩΝ γραῖαι, παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε· κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός, μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων — ὅμως δὲ φεῦγε, μηδὲ μαλθακὸς γένηι. ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς βιβῶντ᾽ ἀν᾽ αἰεὶ τὴν πλανοστιβῆ χθόνα ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον, μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας· κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες μηχανὰς εὑρήσομεν ὥστ᾽ εἰς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων· καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῶιον δέμας. μέμνησο, μὴ φόβος σε νικάτω φρένας. σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε· κάρτα δ᾽ ὢν ἐπώνυμος πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην· σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας ὁρμώμενον βροτοῖσιν εὐπόμπωι τύχηι. 69 γραῖαι (cf. 150)] Νυκτὸς Valckenaer⁵ 147 μίγνυται Ω: corr. Blass⁹ 75 sq. μακραῖς β. ἄλαισι Emperius³ 303 βιβῶντ᾽ Steph.: βεβῶντ᾽ M: βεβόντ᾽ τ ἀν Ω: corr. Hermann²⁸ 24 77 πόντου Ω: corr. Turn. 79 ποτιπτόλιν παλλάδοσ Mᵃˢ 89 κἀκ Burges⁹ cf. Eur. I.T. 800 92 ἴκτην H. Wolf σέβει — σέβας parenthetice accipit Fraccaroli 93 ὁρμωμένων Blaydes⁶ ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ εὕδοιτ᾽ ἄν, ὠή· καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ᾽ ἀλῶμαι, προυννέπω δ᾽ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο, παθοῦσα δ᾽ οὕτω δεινά πρὸς τῶν φιλτάτων οὐδεὶς ὑπὲρ μου δαιμόνων μηνίεται κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὅρα δὲ πληγὰς τάσδε καρδίαι σέθεν· εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται. {ἐν ἡμέραι δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν.} ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυχτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάραι πυρός ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν· καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα, ὃ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως· ἐκ μέσων ἀρκυστάτων 96 ὧν Tyrwhitt¹ 16 ex Σ (ὑπὲρ ὧν): ὡς Ω 99 ὕπερ Weil⁶ 100 sq. παθοῦσά γ᾽ ... οὐδεὶς δ᾽ τ ὑπὲρ μοῦ GF, ἐμοῦ T, ᾿μοῦ E 103–5 susp. Schütz², 105 tantum Prien¹ 177, nimirum ex alia tragoedia invectum μοῖρ᾽ ἀπρόσκοπος (Σ) Turn.: μοῖρα πρό- Ω 107 νιφάλια Ω: corr. Rob., Turn. 108 νυκτὶ σεμνὰ Ω (ὶ ex ὸ M, νύκτι E): composuit Turn. 110 ταῦτα πάντα E (cf. 112) 111 νεκροῦ τ 112 καὶ κάρτα Herwerden¹ 105: possis κάταυτα sicut πάραυτα (hoc Metzger) post κούφως interpunxit Rose possis ἐκ μέσων ⟨δ᾽⟩ ἀρκυσμάτων Ω: corr. Turn. ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ ὤρουσεν, ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθ᾽, ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς· φρονήσατ᾽ ὦ κατὰ χθονὸς θεαί· ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ. ΧΟΡΟΣ (μυγμός) ΚΛ. μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω· †φίλοις γάρ εἰσιν οὐκ ἐμοῖσι† προσίκτορες. ΧΟ. (μυγμός) ΚΛ. ἄγαν ὑπνώσσεις, κοὐ κατοικτίζεις πάθος· φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. ΧΟ. (ὠγμός) ΚΛ. ὤζεισ, ὑπνώσσεις· οὐκ ἀναστήσηι τάχος; τί σοι τέτακται πρᾶγμα πλὴν τεύχειν κακά; ΧΟ. (ὠγμός) ΚΛ. Ὕπνος Πόνος τε, κύριοι ξυνωμόται, δεινῆς δρακαίνης ἐξεκήραναν μένος. 113 (ἐγκ.) Hsch. ε 204 124 (ὤζ.) Eu. 127.10 128 (ἐξεκήρ.) cf. Hsch. ε 3674, Phot. 113 ὤρουσε δ᾽ Groeneboom ὑμῖν MT: ἡμῖν τ ἐκκατ- Ω: corr. Turn. 114 ὧν Aur.³ πέρι M, cf. ad Pers. 460. Ag. 1037 116 κλυταιμνήστρα Ω: corr. Wecklein¹¹ 117.120.123.126 choro trib. Rob., Turn.: Apollini τ: paragraphi in M 117.120 μὺ μύ Davies (praeeunte Müller² 80), item 123.126 ὢ ὤ, 129 μὺ μύ quater 118 ἀνὴρ Ω: corr. Wakefield³ possis φυγὼν, cf. 111 et ad 175 119 φίλοι ... οὐκ ἐμοὶ Schütz: φίλοις ..., οὐκ ἐμοί, Hermann²⁸ 32: φίλοι ... προσεικότες Weil⁶: φίλων ... οὐ κενοὶ Dodds 121 ἄγαν γ᾽ GTFE (Tricl. ut solet, cf. Fraenkel¹ ad Ag. 1241) κατοικτίζει (pro -ηι) Dind.¹² 123 μωγμός ε: corr. fere Rob. (ὠιγμός Blass⁹) 124 ὤιζεισ M (item R in Ar. Vesp. 1526) et in Σ, contra Eust. κοὐκ τ 125 τέτακται (208) Wakefield³: πέπρακται Ω: πέπρωται Stanley¹ (aliter Prom. 519) 127 fort. καίριοι ξυν- Wakefield³: συν- Ω 128 δειναῖς δρακαίναις Boissonade ΧΟ. (μυγμὸς διπλοῦς ὀξύς) λαβέ· λαβέ· λαβέ· λαβέ· φράζου. ΚΛ. ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου. τί δρᾶις; ἀνίστω, μή σε νικάτω πόνος, μηδ᾽ ἀγνοήσηις πῆμα μαλθαχθεῖσ᾽ ὕπνωι. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν· τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται· σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῶι, ἀτμῶι κατισχ⟨ν⟩αίνουσα, νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν. ΧΟ. ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ. εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾶι. ἰοὺ ἰοὺ πυπάξ· ἐπάθομεν, φίλαι — ἦ πολλὰ δὴ πονοῦσα καὶ μάτην ἐγώ — ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, ἄφερτον κακόν. 129 θωῦγμὸς West² 100 — 130 λάβε parox. Ω inter choreutas distrib. Müller² 80 φράξον West l. c. 131 κλαγγάνεις Wakefieldᴬ — θ’ Scal.¹ 44 — 132 ἐκλιπὼν Ω: corr. Blomf.⁴ ad Sept. 55 — πόνου Dawe⁴ cl. 246 sq.: ἄγρας Schütz² 134 μαλθαχθεῖσ᾽ Μ¹: -εὶς Μᵃ τ — 136 γίνεται Ω: corr. Porson¹ — 137 σὺ δ᾽ Portus¹: οὐδ᾽ Ω: εὖ δ᾽ Kirchhoff²: σοῦ δ᾽ (cf. Sept. 31; Hsch. σοῦ· ἴθι, τρέχε, ὅρμα) Musgrave — τῶι Heath 138 κατισχαίνουσα Ω: corr. Rob., Turn. — 142 ἰδώμεθ᾽ Turn.: εἰδώμεθ᾽ Ω: εἰδῶμεν (Cho. 980) Blaydes⁶ 143 πυπάξ τ: πύπαξ M: fort. πυππάξ, cf. Pl. Euthyd. 303a ubi πυπ⟨π⟩άξ, et πύπ⟨π⟩αξ codd., et ὑπερπυππάζειν 144 πονοῦσα West⁷: παθοῦσα Ω: καμοῦσα Heyse — 145 δυσαχὲς Lindau 1203: -αχὲσ M: -αχθὲς τ ἐξ ἀρκύων πέπτωκεν, οἴχεται δ᾽ ὁ θήρ· ὕπνωι κρατηθεῖσ᾽ ἄγραν ὤλεσα. ἰὼ παῖ Διός· ἐπίκλοπος πέληι, νέος δὲ γραίας δαίμονας καθιππάσω, τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ τοκεῦσιν πικρόν· τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός, τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν; ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν ἔτυψεν δίκαν διφρηλάτου μεσολαβεῖ κέντρωι ὑπὸ φρένας, ὑπὸ λοβόν· πάρεστι μαστίκτορος δαΐου δαμίου βαρύ τι περίβαρυ κρύος ἔχειν. τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, κρατοῦντες τὸ πᾶν δίκας πλέον φονολιβῆ θρόνον ἴδου περὶ πόδα, περὶ κάρα· 147 θ’ Abresch II 17 — 149 ἰὼ ἰὼ T, quo recepto possis παῖ Διῖ — ἐπίπλοκος Fˢˢ, -πλοσκος E — 156 ἔτυψα F — fort. διφρηλάτα (cf. Ag. 1486) 157 fort. μεσοδακεῖ — 161 τι Wakefield³ (cf. Sept. 834): τὸ Ω: τὸ βαρὺ π. Merkel¹: β. π. τὸ Wil.¹³ — πέρι· βαρὺ τ — 163 δίκας πέρα Heimsoeth¹ 103 cl. Hsch. πέρα· πλέον, κτλ. 164 sq. constructio obscura — φονολειβῆ Ω: corr. D'Arnaud 251 — θρᾶνον Ahrens⁷: θᾶκον Rauchenstein¹ 22: θρόμβον Wakefield³ πάρεστι γᾶς ὀμφαλόν προσδρακεῖν αἱμάτων βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν. ἐφεστίωι δὲ μάντις ὢ⟨ν⟩ μιάσματι μυχὸν ἐχράνατ᾽ αὐτόσσυτος αὐτόκλητος, παρὰ νόμον θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ Μοίρας φθίσας. κἀμοί τε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται· ὑπὸ δὲ γᾶν φυγὼν οὔποτ᾽ ἐλευθεροῦται, ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν κάραι μιάστορ’ †ἐκείνου† πάσεται. ΑΠ. ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν χρυσηλάτου θώμιγγος ἐξορμώμενον 166 γᾶς τ’ Wil.¹⁹ (post πλέον 163 cum Σ interpungens, non post κάρα) — 167 προσδρακῆσ Ma — 168 αἰρόμενον M (-ρού- Ms?): αἱρόμενον τ: corr. Abresch II 18 169 μάντις ὢν Schütz²: μάντι σῶ Ω (σῶι Ms): μαντικὸν Stanley¹ cl. 180 — 170 μυκὸν M, σὸν οἶκον τ: corr. Rob., Turn. — ἐχρανά θ’ M: ἐχθράνατ᾽ τ — 172 παρανόμον Ms, παρανόμων Ma, παρὰ νόμων τ — βρέτεα τ 174 ἐμοί τε Hermann³¹: κἀμοί γε Portus¹ — 175 δὲ Heyse: τε Ω — φυγὼν Porson¹ (nol. Pauw); φεύγων Ω — 177 ὢν δ’ Porson: δ’ ἂν Ω: ἢν Wakefield — ἐν] αὖ Blaydes² cl. Eur. Med. 1371 178 ἕτερον μιάστορα λήψεται καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν Σ — ἐκ κείνου Wellauer²: ἔκγονον Zakas: ἐκ γ’ ἐμοῦ Newman⁷ 7 (ἐξ ἐμοῦ Scholefield): εἶσιν οὗ Kirchhoff: possis ἀντὶ τοῦ — πά[[υ]]σεται M: πάσσεται GTF: πράσσεται E et sch. metr. ad 141 in GᵃFE — 181 fort. ἀργεστὴν ΑΠ. ἀνῆις ὑπ᾽ ἄλγους μέλανα πλευμόνων ἀφρόν, ἐμοῦσα θρόμβους οὗς ἀφείλκυσας φόνου. οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει, ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι δίκαι σφαγαί τε, σπέρματός τ᾽ ἀποφθορᾶι παίδων κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνί⟨αι⟩ λευσμοί τε, καὶ μύζουσιν οἰκτισμὸν πολύν ὑπὸ ῥάχιν παγέντες. ἄρ᾽ ἀκούετε οἵας ἐορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος μορφῆς· λέοντος ἄντρον αἱματορρόφου οἰκεῖν τοιαύτας εἰκός, οὗ χρηστηρίοις ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι· ποίμνηι τοιαύτηι δ᾽ οὔτις εὐφιλὴς θεῶν. ΧΟ. ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέληι, ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὡς παναίτιος. 188 (ἀκρ.) Hsch. α 2643, Phot. α 860, Synag. AB 372.2, Et. Sym. = M. 53.42 (236.30, 239.6 L.-L.) 183 πλευμόνων Lobel¹ (πνευμόνων iam L. Schmidt⁰), cf. Sept. 61: ἀπ’ ἀνθρώπων (compendiose ἄνῶν M) Ω (gl. ad ἀφείλκυσας u. v., cf. Σ) — 185 malim οὗ σοι — 186 οὐκαρανιστῆρες M: οὐκ ἄρ ἀνηστῆρες τ: corr. Turn. (οὗ), Stanley¹, cf. Σ — 187 ἀποφθορᾶι Musgrave: -ραὶ Ω: -ρὰ Bothe² — 188 ἥδ᾽ Σuv — ἀκρωνίαι Murray¹ (-ιαί West, cf. Schwyzer Gramm. I 469): ἀκρωνία Σ Ω testes (-ιὰ Blass⁹) — 189 λευσμόν Ω: corr. Aur.³/Portus¹ — 190 ὑπόρράχιν M (̓ postea deleto): ὑπόρραχιν τ (ὑπὸ ῥάχιν Eᵃ?, Arsenius) — 191 ἑορτῆς Ω ἀποπτύστου Blaydes² — 195 πλησίοισ M: πλουσίοισι Pauw — 197 ποίμνηι τοιαύτηι Blaydes⁶: ποίμνης τοιαύτης Ω — 200 εἷς Portus¹, Canter: εἰς Ω: ἄλλοις, τὸ πᾶν ⟨δ’⟩ Burges⁹ — ὡς] ὧν Wakefield³ ΑΠ. πῶς δή; τοσοῦτο⟨ν⟩ μῆκος ἔκτεινον λόγου. ΧΟ. ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν; ΑΠ. ἔχρησα ποινὰς τοῦ πατρὸς πέμψαι· τί μήν; ΧΟ. κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου; ΑΠ. καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους. ΧΟ. καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς; ΑΠ. οὐ γὰρ δόμοισι τοῖσδε πρόσφοροι μολεῖν. ΧΟ. ἀλλ᾽ ἔστιν ἥμιν τοῦτο προστεταγμένον — ΑΠ. τίς ἥδε τιμή; κόμπασον γέρας καλόν. ΧΟ. τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. ΑΠ. τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσηι; ⟨ΧΟ.⟩ οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος. ΑΠ. ἦ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν ἠργάσω Ἥρας τελείας καὶ Διὸς πιστώματα· Κύπρις δ᾽ ἄτιμος τῶιδ᾽ ἀπέρριπται λόγωι, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος ὅρκου ’στί μείζων, τῆι δίκηι φρουρουμένη. 201 δὴ τοσοῦτο M (-τον Arsenius): δῆτα τοῦτο τ — 202 et 204 interrogationis signa add. Arsenius — 203 ἔχρησ’ ἀποινὰς E — πέμψαι (cf. Soph. Ph. 1266)] πέμψας Heath: πρᾶξαι Aur.³ — 204 δ᾽ ἔκτωρ Ω: corr. Ms (οἶμαι δέκτωρ), cf. Σ — 207 πρόσφορον Ω: corr. Bourdelot — 208 ἡμῖν Ω — 211 τί Σ Mˢ: τίς Mᵃ τ — γυναῖκας (εἴ τις) Paley⁷ — νοσφίσει τ (Eᶜ) — 212 choro trib. Rob., Turn.: nulla nota in codd. — ὅμευνος Blaydes⁶, at cf. 605 — αὐθέντις Gˢˢ Fˢˢ Eˢˢ — 213 Apollini trib. Rob., Turn.: paragr. M, nulla nota in τ. cf. ad 221 — ἠργάσω Rutherford (εἰργ- iam Wordsworth⁰): ἠρκέσω Ω — 215 θ’ Blaydes² — 216 γίνεται Ω: corr. Porson¹ — 217 μόρσιμος T et ss. GFE: -μοι M G F E — 218 ὅρκους τί G¹ F¹ Eᶜ?, ὅρκους τε Gˢ T Fˢ E¹ ΑΠ. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾶις τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότωι, οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν· τὰ μὲν γὰρ οἶδα κάρτά σ᾽ ἐνθυμουμένην, τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαίτερα. δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά. ΧΟ. τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. ΑΠ. σὺ δ᾽ οὖν δίωχε καὶ πόνον πλείω τίθου. ΧΟ. τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγωι. ΑΠ. οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν. ΧΟ. μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγηι. ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῶιον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγέσω. ΑΠ. ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, εἰ προδῶι σφ᾽ ἑκών. 219 ἢ Ω: corr. Canter — 220 τίνεσθαι (cf. Soph. O. C. 994) Meineke¹ 226: γενέσθαι Ω: μέλεσθαι Aur.³: μήτ’ ὄνοσθαι μήτ’ Headlam⁹ 200 — ἐποπτεύεις Doederlein² 8 — 221 Apollinis notam praebent codd. — σ’ Rob., Turn.: γ’ M: om. τ: γ’ ἐνδίκως ⟨σ’⟩ Merkel¹ — ἐν δίκαις GFE — 222 οἶδα M: οὔτοι τ — 223 ἡσυχαίτερα Linwood²: -τέραν Σ Ω: -τερον Wecklein¹¹ — 224 δ’ ἐπάλλας M, δ’ ἐπ᾽ ἄλλας τ: corr. Sophianus — ἐποπτεύει τ — 225 λείπω Ω: corr. Askew² — 226 πλέω Aur.³, ‘quod πλείω dicendum fuisset’ Dind.¹³ 290: πλέον τίθει Gˢˢ T Fˢˢ — 227 ξύν- Wakefield³: σύν- Ω — 230 ἄγειν M — μητρῶιων M — δίκης GFE: δίκη Gᶜ T Fᶜ — 231 κἀκκυνηγέσω Powell cl. Soph. Ichn. 50. 81: κἀκκυνηγέτης Ω (γ’ ὡς κυνηγέτης T): nempe τησ suprascriptum fuerat ut intelligeretur -γετήσω — 232 ἄρ’ ἥξω G Tˢˢ FE — 234 ἢν προδῶι Davies, ὃς πρ. Weil⁶, εἰ προ. Barnett: εἰ προδῷ Ω ΟΡ. ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν ἥκω· δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα, ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σώιζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σὸν θεά· αὐτοῦ φυλάσσων ἀναμενῶ τέλος δίκης. ΧΟ. εἶεν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ· ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς· τετραυματισμένον γὰρ ὡς κύων νεβρόν πρὸς αἷμα καὶ σταλαγμὸν ἐκμαστεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾶι σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν ἦλθον διώκουσ᾽ οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπταχών· 236 (πρευμ. —) Epimer. Hom. AO I 62.12 (v. Radt ad fr. 92 a) 252 (καταπτ.) Hsch. corrupte καταπλακὼν κ 1336 235 κελεύμασιν TEᵃ: κελεύσμασιν M G (-σι) FEᶜ — 236 ἀλάστορον Nauck ad fr. 92 ed. suae ex An. Ox.: ἀλήτορα Taplin 379 n. 0 — 238 ἀμβλὺν . . . -μένον E Ω: ἀμβλὺς . . . -μένος Prien² 572 — 239 fort. προθύμασιν βοτῶν (cf. 452; βοτῶν Herwerden¹ 106) — 241 σώζων τ’ τ: δ’ Portus² — 242 πάρειμι Podlecki² — 243 ante h.v. fort. deest versus — καὐτοῦ Schütz⁶: καὔτ’ εὖ Blaydes⁶ — φυλάσσων ⟨δ’⟩ Dawe⁴ — ἀναμενῶ Bourdelot (ἀμμενῷ Dind.¹⁴): ἀναμένω Ω — 244 ἐμφανὲς (Cho. 667) Blomf.¹⁴ ad Pers. 404 — 245 μηνυτῆρος M: μηνυτῆ et spat. vac. GF, -τῆσιν T, -τῆ E — 246 νεκρὸν Ω: corr. Vict. — 247 ἐκματεύομεν Dind.⁴ — 248 μεγαλοκμῆσιν Σ, unde ἁδροκμῆσιν Wieseler² 133 — 250 πόντου T — ποτήμασιν Portus²: πωτ- Ω ὀσμὴ βροτείων αἱμάτων με προσγελᾶι. — ὅρα ὅρα μάλ᾽ αὖ· λεῦσσε τό⟨πο⟩ν πάντα, μὴ λάθηι φύγδα βὰς ⟨ὁ⟩ ματροφόνος ἀτίτας. ὅδ᾽ αὖτε γοῦν† ἀλκὰν ἔχων περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου ὑπόδικος θέλει γενέσθαι χρεῶν. τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῶιον χαμαὶ δυσαγκόμιστον, παπαῖ· τὸ διερὸν πέδοι χύμενον οἴχεται. ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ’ ἀπὸ ζῶντος ῥοφεῖν ἐρυθρὸν ἐκ μελέων πελανόν, ἀπὸ δὲ σοῦ βοσχὰν φεροίμαν πώματος δυσπότου· καὶ ζῶντά σ’ ἰσχνάνασ’ ἀπάξομαι κάτω, 260 cf. Hsch. (Cyr) υ 610 — 264–6 resp. sch. T Il. 19.87 b u. v. (cf. Radt ad fr. dub. 459) 255 λεῦσσε τόπον West⁷: λεύσσε τον (τ in rasura ampliore) M, λεῦσσε τὸν τ (λεύσσετον Tᵍ) — πάνται Ms: πάντα Mτ — 256 sq. μὴ hic codd., non in fine 255 — φυγάδα Maˢ — ὁ del. Hermann⁵ — ἀτίτας Σ M: ἀτίμας τ — 258 ὃ δ᾽ εἴ γιοῦ M — αὐτὸς (cf. Ar. Ach. 280) οὐκ Aur. sine οὐκ Stanley⁴: αὖτε γουνζὸν ζάθεον ὡς Wecklein¹¹ (ρὸν pro ζ. Herwerden⁸ 93) — 259 θεᾶς ἀμβρ. π. βρ. πλ. Murray¹ propter hiatum — περιβλέπει πλαγχθεὶς τ (πλαχθεὶς Gᵃ) — 260 ἀπόδικος Margoliouth¹ 41 — χρεῶν Eᵃ, Scal.² ex Σ ἀνθ’ ὧν ἡμῖν χρεωστεῖ: χερῶν Ω — 261 post χαμαὶ interpunxit Hermann⁵ (δυσαγκ. — οἴχεται), cf. Σ 263 b M — 262 -κόμιστρον Ma τ — πεσόν Blaydes⁸: πάλιν Wakefield — 263 διερὸν Σ M: δ’ ἱερὸν τ — πέδοι Dind.⁴ ad Prom. 749: πέδωι M, -ω τ — κεχυμένον Ω: corr. Porson¹ — 265 πέλανον τ — 266 βοσχὰν φεροίμην τ: φεροίμαν βοσχὰν Wellauer²: β. φ. ⟨ἐγὼ⟩ Weil⁶ — πόματος τ — 267 ἰχνάνασ’ M, ἰσχάνασ’ τ: corr. Turn. ἀντίποιν’ ὡς τίνηις ματροφόνου δύας. ὄψηι δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν ἢ θεὸν ἢ ξένον τιν᾽ ἀσεβῶν ἢ τοκέας φίλους, ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν ἔνερθε χθονός, δελτογράφωι δὲ πάντ’ ἐπωπᾶι φρενί. ΟΡ. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι †πολλοὺς καθαρμούς,† καὶ λέγειν ὅπου δίκη σιγᾶν θ’ ὁμοίως· ἐν δὲ τῶιδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει, ποταίνιον γὰρ ὂν πρὸς ἑστίαι θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίαι· 275 cf. Hsch. ε 5588 — 276–8 cf. Enn. Eum. 146 sq. Jocelyn — 285 cf. Clem. Paed. 2.1.10.2 268 ἀντίποιν’ ὡς Schütz²: ἀντιποίνους Ω: ⟨ἵν’⟩ ἀντιποίνους anon.¹ (ἵνα supra τίνηις T) — τείνηισ M (ss. Ms) — μητροφόνου Portus²: -φόνας Ω: -φόντας Pauw: -φόνος Bothe¹ — 269 ὄψει Ω: corr. Wil.¹³ — δ᾽ ἐκεῖ τίς Ω: corr. Porson¹ — ἄλλον Ω: corr. Arsenius — 270 ξένων Wecklein¹¹ — 271 ἀσεβῶν ⟨ἑκὼν⟩ Mazon — 275 ἐποπτᾶ τῆ τ — 277 ita et Σ alter: πολλῶν τε καιροὺς Blass⁹ (praeeuntibus Herwerden⁵ 164, Heyse), cf. Σ alterum ‘ἐπίσταμαι καὶ σιγᾶν καὶ λαλεῖν . . . ἑκατέρου καιρὸν γινώσκων’ — 280 κἀκμαραίνεται Richards⁹ — 281 -κτόνου Aur.³ ΟΡ. χρόνος καθαίρει πάντα γηράσκων ὁμοῦ. καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοί μολεῖν ἀρωγόν· κτήσεται δ’ ἄνευ δορός αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεών πιστὸν δικαίως εἰς τὸ πᾶν τε σύμμαχον. ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα φίλοις ἀρήγουσ’, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι — κλύει δὲ καὶ πρόσωθεν ὢν θεός — ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος. ΧΟ. οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος ῥύσαιτ’ ἂν ὥστε μὴ οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ’ ὅπου φρενῶν, ἀναίματον βόσκημα δαιμόνων σκιάν. οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους, ἐμοὶ τραφείς τε καὶ καθιερωμένος; καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῶι σφαγείς· ὕμνον δ᾽ ἀκούσηι τόνδε δέσμιον σέθεν. 292–3 confuse Tz. in Lyc. 519 286 del. Musgrave: post 279 trai. Hermann²⁸ 56 — καθαιρεῖ Ω: corr. Portus³ — γηράσκων M: διδάσκων τ (γε praeposuit Tricl.: GTFᶜE). nempe διδάσκει adscripserat aliquis ex Prom. 981 — 290 ἀργείων GE — 292 Λιβυστικῆς Aur.³/Portus²: -κοῖς Ω Tz. (v.l. τόπωι Λιβυστικῶ) — 293 σπόρου Tz. — 298 τῶνδε μοι T — 299 οὔτοι Mˢ: οὔτις Ma τ (οὔτι E) — ἀθηναίας M, -αίης T: -αίοις τ — 302 ἐναίματον Σγε — σκιὰ ΣΩ: corr Heath — 303 ἀλλ’ M: οὐδ’ τ — 306 ὕπνον FE — δ’ om. τ (ὕμνων ἀ. τῶνδε δεσμίων T) — ἄκουσον Naber³ — ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους ὡς ἐπινωμᾶι στάσις ἁμή. εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι· τοὺς μὲν καθαρὰς ⟨καθαρῶς⟩ χεῖρας προνέμοντας οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν, ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ· ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ’ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῶι τελέως ἐφάνημεν. μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν ποινάν, κλῦθ’· ὁ Λατοῦς γὰρ ἶνίς μ᾽ ἄτιμον τίθησιν τόνδ’ ἀφαιρούμενος πτῶκα, ματρῶιον ἅγ- νισμα κύριον φόνου. 319 cf. Hsch. κ 3193 309 δεδόκηκεν Σ M: -ημεν τ — 311 ἁμά Aur. Canter (ἁμή Dind.): ἆμαρ — 312 εὐθυδίκαιοι (cf. 994) Hermann²⁸ 63: -δίκαι Ω — δ’ Portus², οἰόμεθ’ εἶναι Ahrens⁴ 301: θ’ οἰό’ οἴμεθ’ εἶναι M: τ’ οἶδ’ οἶμαι θεῖναι τ: δ’ εὐχόμεθ’ εἶναι anon. — 313 ⟨καθαρῶς⟩ Hermann l.c.: τὸν μὲν καθ. χ. προνέμοντ’ Musgrave, sed illι favet codicum colometria (τοὺς μὲν καθαρὰς pro monometro). ad singularem in 315 cf. 339 — προσνέμοντασ M — 314 οὔτις ἀφ’ ἡμῶν π. ἐφέρπει Ω: trai. Porson¹ propter hiatum — 315 ἀσινῆ Blaydes² 344 cl. Cho. 1018 — 316 ἀλιτρῶν Ω: corr. Aur.³ — ἀνὴρ Ω: corr. Wakefield³ — 319 παραγινόμεναι Ω: corr. Porson¹ — 322 ἀλαοῖσιν M, -οισ τ: corr. Arsenius: ἀμαυροῖσι Weil¹¹ 127. — ποινάν — τίθησιν om. τ. — 326 πτάκα (Ag. 137) M, πτᾶκα Ms τ: corr. Sophianus ἐπὶ δὲ τῶι τεθυμένωι τόδε μέλος, παρακοπά, παραφορά, φρενοδαλὴς ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μιγκτος, αὐονὰ βροτοῖς. τοῦτο γὰρ λάχος διαν- ταία Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν· θνατῶν τοῖσιν αὐτουργίαι ξυμπαγῶσιν μάταιοι, τοῖς ὁμαρτεῖν, ὄφρ’ ἂν γᾶν ὑπέλθηι· θανὼν δ’ οὐκ ἄγαν ἐλεύθερος. ἐπὶ δὲ τῶι τεθυμένωι τόδε μέλος, παρακοπά, παραφορά, φρενοδαλὴς ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μιγκτος, αὐονὰ βροτοῖς. 328 ἔπι Hirst: ἐπὶ Ω — τῶι τότε θυμουμένωι τ — 329 μένος τ — 330 παράφρονα Ms τ — φρενοδα[[.]]ισ Ma: φρενοδαὴς ci. Ms: -δακὴς Burges⁹ 331 et 344 ἐξ Σ Ω: fort. ἄιξ’ (et 328 ἐπὶ) — 333 et 346 ἀφόρμιγκτος Burges⁷ 350, cf. praef.: -ικτοσ Ω — αὐονὰ M, αὔονα τ: corr. Blaydes⁶ — 334 διανταῖον Blaydes⁶ (contra Σ) — 335 θανάτων Ω: corr. Canter — 336 τοὶ σὺν Meineke³ 223 — αὐτουργίαις Ω: corr. Turn. — 337 ξυμπαγῶσιν (cf. 495. Cho. 67) West⁸: ξύμπας ωσιν M, ξύμπας ὦσι(ν) τ: ξυμπέσῶσιν Turn. — -πλέωσιν Latte: -παρῶσιν Weyrauch² 8: -πνέωσιν Zakas — 338 τοῖσιν τ — 339 ὑπέλθοι τ — 340 ἄγαν γ’ T — 341 τῶι τότε θυμουμένωι GE, τῶι τὲ θυμουμένωι T — 343 παράφρονα Ω (cf. ad 330) — φρενόδαλησ Ma — 344 ὕμνοισ M γιγνομέναισι λάχη τάδ’ ἐφ’ ἁμὶν ἐκράνθη, ἀθανάτων δ’ ἀπέχειν χέρας, οὐδέ τίς ἐστι ξυνδα⟨ί⟩τωρ μετάκοινος· παλλεύκων δὲ πέπλων †ἄμοιρος ἄκληρος ἐτύχθην† ⟨– υ – x – υ –⟩ δωμάτων γὰρ εἱλόμαν ἀνατροπάς· ὅταν Ἄρης τιθασὸς ὢν φίλον ἕληι, ἐπὶ τόν, ὤ, διόμεναι κρατερὸν ὄνθ’ †ὁμοίως μαυροῦμεν ὑφ’ αἵματος νέου†. σπευδόμενος δ’ ἀφελεῖν τινα τᾶσδε μερίμνας, θεῶν δ’ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν, 347 sq. γιν- τ: γειν- Hermann³², cf. quae ad Hes. Th. 82 adnotavi — τάδε φαμὶ κεκράνθαι Wil.¹³ — ἁμῖν Ω: corr. Heath — 349 sq. δ’ om. G, del. Hermann³² — χεῖρας GFE: γέρας Evers ap. O. Müller² — 351 συνδάτωρ Ω: corr. Turn. (ξυν- Wakefield³) — 352 sq. ἀπόμοιρος O. Müller²: πανάμοιρος Rauchenstein¹ 25: ἄμορος καὶ Davies: ἀνέορτος Franz cl. Σ: (πέπλων δ’) ἀγέραστος ἄμοιρος Hermann²⁸ 68: ἄκληρος ἄμοιρος Drake — post h. v. lac. stat. Wil.¹³: ⟨εὐφρόνων θ’ ὁμιλιᾶν⟩ e. g. Schroeder¹ (sine θ’), Groeneboom⁷: cf. tamen ad 368–71 — 354 δομάτων Ω: corr. T — 356 πίθασος M, πίθασσος τ: corr. Mc (τίθασος), Pearson¹ (οἰκεῖος, φίλος Σ) — ὢν Aur.³ — φίλος Ω: corr. Turn. (Σ) — 357 ἐπιτόνως Turn. — ὦδ’ ἱέμεναι E. A. J. Ahrens — ὤ τ, ᾧ M (alterutrum Σ) — 358 ὁμοῖα Bork ap. Wil.¹⁹ cl. 240: ὅμως Schütz⁶ (ὁμῶς D'Arnaud 254): sin ad 375 respondere debet (cf. ad 368–71), e.g. ὁμοδίκως — 359 ὑφ’ M: ἐφ’ τ: διὰ τὸ νέον αἷμα Σ: ἀφ’ Schoemann¹ 207: del Weil⁵ 203 — αἵματος εὖνιν Davies (κενόν Dawe¹ 187) — sensus et metrum dubium — 360 sq. σπευδόμενος δ’ Wil.¹³: σπευδόμεναι δ’ fere Ω (-μενα δ’ Ma): σπεύδομεν αἵδ’ Doederlein² 9 — τάσδε τ μηδ’ εἰς ἄγκρισιν ἐλθεῖν, Ζεὺς αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας ἃς ἀπηξιώσατο. δόξαι δ’ ἀνδρῶν καὶ μάλ’ ὑπ’ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι ἁμετέραις ἐφόδοις μελανείμοσιν ὀρχησμοῖς τ’ ἐπιφ⟨θ⟩όνοις ποδός. μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπετῆ καταφέρω ποδὸς ἀκμάν — σφαλερὰ ⟨καὶ⟩ τανυδρόμοις κῶλα — δύσφορον ἄταν. πίπτων δ’ οὐχ οἶδεν τόδ’ ὑπ’ ἄφρονι λύμαι· τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσους πεπόταται, 362-4 λείπει εὔχομαι. ⟨εὔχομαι⟩ τοῖς θεοῖς τελέσαι μου τὸ βούλημα καὶ μὴ εἰς μάχην μοι ἐλθεῖν Σ longius a vero errans — 364 ἐς Ω: corr. Pauw — ἔγκρισιν τ — 365 sq. ζεὺσ Ma: ζεῦ M τ, post quod γὰρ habet M, δ’ ci. Linwood² — αἱμοσταγὲς Bothe¹: αἱματοσταγὲς Ω — ἀξιόμισες nol. Blass⁹ — post 367 mesodum (354–9) iteravit G. C. W. Schneider — 368–71 post 380 trai. M. Schmidt¹ 477 (post 376 iam Heath), ut 360–7 + 372–6 ad 347–59 respondeant sine lacuna post 353 — 368 δ’ Paley¹: τ’ Ω — 369 γᾶς Hermann³² — 370 ἡμετέραις Ω: corr. Dind.⁵ — 371 ὀρχησμοῖσί Burges⁹ — ἐπιφθόνοις Heath: -φόνοις Ω: -φόβοις Wakefield³ — 372 ἀλ[[λ]]ομένα M: ἀλωμένα T: ἁλαμένα Blaydes² (cf. ad Pers. 516) — 373 ἀνέκαθεν Pearson: ἄγκαθεν Ω — βαρυπεσῆ Ω: corr. Blaydes² 344 — 375 ⟨καὶ⟩ Heath, cf. Σ: τ. ⟨ὅμως⟩ Weil⁵ 207 — 377 πταίων . . . πόδ’ Burges⁹ — λύσσαι Portus¹ — 378 τοῖον γὰρ ἐπὶ Ω: corr. Heath — μύσους Paley⁴: μύσος (vel μῦσος) ΣΩ καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶται πολύστονος φάτις. μέλει γάρ, εὐμήχανοι δὲ καὶ τέλειοι, κακῶν τε μνάμονες, σεμναὶ καὶ δυσπαρήγοροι βροτοῖς, {ἄτιμα} ἀτίετα διόμεναι λάχη θεῶν διχοστατοῦντ᾽ ἀναλίωι λάπαι, †δυσοδοπαίπαλα† δερχομένοισι καὶ δυσομμάτοις ὁμῶς. τίς οὖν τάδ᾽ οὐχ ἅζεταί τε καὶ δέδοικεν βροτῶν, ἐμοῦ κλύων θεσμὸν τὸν μοιρόκραντον ἐκ θεῶν δοθέντα τέλεον; ἔπι δέ μοι γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας κυρῶ, καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα καὶ δυσάλιον κνέφας. 380 πολύστομος (cf. Nonn. D. 18.1, 26.275) Musgrave — post h. v. mesodum (372–6) iteravit G. C. W. Schneider 381 μέλει (cf. Sept. 287) Dobree³ 29/25: μένει Ω (haud simile Ag. 1563): μόναι Heath 382 τε anon.⁸ 383 μνήμονες Ω: corr. Dind.¹² (cf. Ag. 155) — τε σεμναὶ GFE 384 καὶ et 392 τὸν del. Headlam⁴ 321 δυσπαράγωγοι T: δυσπαράγοροι (cf. Soph. El. 229) Dind.¹² 385 ἄτιμ᾽ del. Headlam l. c. ἀτίετα Canter: ἀτίεται M, -τον τ διόμεναι (357)] διέπομεν Heath cl. 933 386 ἀνηλίω Ω: corr. Dind.⁴ (cf. Sept. 859) — λάπαι Wieseler¹ 76: λαμπαι M, λαμπαὶ τ 387 δυσοπαίπαλα τ: δύσβατα παίπαλα Oberdick⁰, alia alii; σι δύσοδα glossema fuit, possis ἢ πολυπαίπαλα 389 οὐ χάζεταί Ω: corr. Turn. 391 κλυὼν Untersteiner 392 μοιρόχραντον Σ M τᶜ (Gˢˢ T Fˢˢ Eˢˢ): μυρό- τ 393 ἔπι E Ω: ἔτι Hermann³² 395 τάξιν γ᾽ τ ut fiat trimeter 396 δυσήλιον Ω: corr. Dind.⁴ (cf. ad 386) ΑθΗΝΑ πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη, ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα θησέως τόκοις· ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος. {πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.} καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα. τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ εἰς κοινὸν λέγω, βρέτας τε τοὐμὸν τῶιδ᾽ ἐφημένωι ξένωι ⟨ὑμῖν τε· τόνδε μὲν γὰρ ἐν ξένοις λέγω,⟩ ὑμᾶς δ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτ᾽ ἐν θεᾶσι πρὸς θεῶν δρωμέναις, οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν· λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς, πρόσω δικαίων ἥδ᾽ ἀποστατεῖ θέμις. 398 (καταφθ.) Hsch. κ 1487 398 τὴν καταφθατουμένην Ω (sed -μένη Σ): corr. Stanley¹ 402 τέκνοις τ 404 aut 405 eiciendum esse susp. Paley⁴, 405 damn. Wil.¹⁵ 154 n. 63; v. etiam Taplin 389 sq. 403–4 ~ 250–1 405 πνόοις Weil⁶, πνοαῖς id.¹⁵ 406 καινὴν Canter: καὶ νῦν (cf. 252) Ω — δ᾽ om. E 409 ξένωι M: στένω τ — lac. stat. et ex gr. suppl. West⁷ 410 ὑμῖν θ’ ὁμοίαις Portus² — δ’ Linwood²: θ’ Ω (σ’ Fᵃ) ὁμοίασ M: ὁμοίως τ: ὁμοιοῦσ’ Musgrave: ὁμοιῶ δ’ Harberton¹: ὁμοῖαι δ’ . . . ὁρώμεναι Page³ 411 θεαῖσι Ω (-οῖσι E) 413 ἄμομφον Rob.: ἄμορφον Σ Ω — τοῦ τ: τὸν Aur.³ 414 ἠδ᾽ M: ἠδ᾽ F. cf. Sept. 682 τοῦδε ΧΟ. πεύσηι τὰ πάντα ξυντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυχτὸς αἰανῆ τέκνα, Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Αθ. γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους. ΧΟ. τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσηι τάχα. Αθ. μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. ΧΟ. βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. Αθ. καὶ τῶι κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς; ΧΟ. ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Αθ. ἦ καὶ τοιαύτας τῶιδ᾽ ἐπιρροιζεῖς φυγάς; ΧΟ. φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Αθ. ἀδμὴς ἀνάγκης, ἤ τινος τρέων κότον; ΧΟ. ποῦ γὰρ τοσοῦτο⟨ν⟩ κέντρον ὡς μητροκτονεῖν; Αθ. δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα. ΧΟ. ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλει. Αθ. κλυεῖν δικαίως μᾶλλον ἢ πρᾶξαι θέλεις. ΧΟ. πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένηι. 416 (Ν. —) Tz. in Lyc. 406 — 424 cf. Hsch. ε 5129 — 426 Σ ad 465 415 ξυν- Dind.⁴: συν- Ω — 416 fort. μέν — αἰανῆ Σ M: αἰανῆς τ Tz. — 417 ἀρὰ M 421 βροτο- G ex corr.: αὐτο- Davies: μητρο- (μρο-) nol. Headlam¹⁹ (cf. 210) 422 ποῦ τὸ D'Arnaud 255: τοῦτο Ω — φυγῆς Aur.³/Portus²: σφαγῆς Ω 424 ἐπιρροιζεῖς Portus¹ (ἐπιβοᾶις, ἐπιβάλλεις Σ): -ρροιζεῖ[[ν]] M, -ρροιζεῖν τ: -ρρούζεις Blaydes²: possis et -ρροιβδεῖς cl. Eur. Herc. 860 et Hsch. ῥοιβδεῖ· ῥοιζεῖ etc. 426 ἀδμὴς West⁷: ἄλλης Ω, Σ 465 a: ἄλλαις ἀνάγκαις Bothe¹: ἁλοὺς ἀνάγκαις Naber² 99: ἀλλ᾽ ἐξ ἀνάγκης F. W. Schmidt 101 (ἀλλ᾽ ἢ ’ξ Blass⁹) — ἤ τ: οὔ Μ, Σ 465 — τίνος G 427 τοσοῦτο Ω: corr. Arsenius — 428 παρόντων τ (ω ex . . F) — λόγος τ — 429 θέλοι Schütz² 430 κλύειν Ω: corr. Wil.¹⁹ — δικαίως (cf. Ag. 1244. Cho. 434. Eur. Andr. 1053) Ms τ: -ουσ M¹ sed ου i. r.: δίκαιος Dind.⁴, δικαία Wieseler² 135: δίκαια Blaydes² 345 431 σαφῶν Tˢˢ — πέληι τ Αθ. ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. ΧΟ. ἀλλ᾽ ἐξέλεγχε· κρῖνε δ᾽ εὐθεῖαν δίκην. Αθ. ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος; ΧΟ. πῶς δ᾽ οὔ, σεβούσηι γ᾽ ἄξι᾽ ἀντ᾽ ἐπαξίων; Αθ. τί πρὸς τάδ᾽ εἰπεῖν ὦ ξέν᾽ ἐν μέρει θέλεις; λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς τὰς σάς, ἔπειτα τῶνδ᾽ ἀμυνάθου ψόγον, εἴπερ πεποιθὼς τῆι δίκηι βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος. τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. ΟΡ. ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος πρὸς χειρὶ τἠμῆι τὸ σὸν ἐφεζόμην βρέτας· τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι ν⟨ε⟩οθήλου⟨ς⟩ βοτοῦ· πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. 432 τὰ μὴ Σ M: τὰ μὲν τ — 434 πρέποιτ᾽ τ 435 σεβούσηι anon.⁵: σέβουσαι M: σέβομαί τ (σέβοιμέν τ᾽: Gˢˢ T Fˢˢ Eˢˢ) ἄξι᾽ ἀντ᾽ Hermann⁵: ἀξίαν τ’ Ω: ἀξίαν σ’ Wakefield — ἐπ᾽ ἀξίων G T E: κἀπ᾽ ἀξίων Portus² propter Σ ἀξίων οὖσαν γονέων, sed hic puto nihil aliud legit quam codd. 438 τόνδ’ M T — ἀμυναθοῦ Elmsley⁵ ad Med. 186, at v. praef. LI 440 ἁμῆσ M: ἐμῆς τ 441 ἂν in spat. vac. vi–vii litt. add. Ms: an μὴ ὢν? cf. 443 sqq. Ixion nondum purgatus Iovem supplicavit (Σ, cf. fr. 93) 445 sq. ἔχει μύσος . . . ἐφεζομένη Ω: corr. Wieseler² 135 448 ἄφωνον τ — 449 προσαρδμοῖς Weil⁶ 450 -ξουσιν οθηλοῦ M (θήλου Ma), -ξουσιν ὀθνείου τ: corr. Turn. (νεοθήλου), Abresch II 67 — βοροτοῦ τ 451 ἀφωσιώμεθα Blaydes⁶ 146 — 452 βροτοῖσι GFE ΟΡ. ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω· γένος δὲ τοὐμὀν ὡς ἔχει πεύσηι τάχα. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ὧι σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποινῆσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῆι Λοξίας μεταίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίαι, εἰ μή τι τῶνδ᾽ ἔρξοιμι τοὺς ἐπαιτίους. σὺ δ᾽ εἰ δικαίως εἴτε μή, κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ πανταχῆι τάδ᾽ αἰνέσω. Αθ. τὸ πρᾶγμα μεῖζον ἢ τις οἴεται τόδε βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτου⟨ς⟩ δίκας, 467 cf. Enn. Eum. 144 J. 457 Τρώιαν Bothe⁷: Τρώων Headlam¹⁹: πρώην Meineke³ 224 — 458 ἔφθηθ’ τ — οὕτωσ M — 461 κρύψασα Ω: dist. Musgrave cl. Cho. 1010 — λουτρὸν δ’ τ: λουτρὼν Steph. 464 ποιναῖσι Ω — 465 μεταίτιος (199) Weil⁶: ἐπαίτιος (467) Ω 467 ἔρξοιμι Headlam²¹, cf. Pers. 369. Soph. Ai. 313. Ph. 376: ἔρξαιμι Ω 468 δ’ Portus²: τ’ Ω — 469 τὰ σ’ F. W. Schmidt 102 470 ἢ Portus: εἴ E Ω — 471 βροτὸς Σ Mˢ τ: -οῖσ Ma: -οὺς Herwerden⁵ 156 472 φόνους Ω: corr. Rob. — possis 471 διαιρεῖν (cf. 488. 630), hic φόνους δικάζειν (cf. 483. Supp. 230-1) — ὀξυμηνίτους Aur.³/Portus², cf. Σ ‘ἐφ᾽ οἷς (αἷς Linwood²) ταχέως μηνίσουσιν ἐρινύες’ et 480 sq.: -ίτου Ω Αθ. ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς νόμωι ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις, ὁμῶς δ᾽ ἄμομφον ὄντά σ᾽ αἰδοῦμαι πόλει, αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώραι μεταῦθις ἰὸς ἐκ φρονημάτων πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδ᾽ ἐστίν· ἀμφότερα, μένειν πέμπειν τε, †δυσπήματ’ ἢ ἀμηνίτως† ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ ἀπέσκηψεν τόδε, φόνων δικαστάς, ὁρκίων αἰδουμένους θεσμόν, τὸν εἰς ἅπαντ’ ἐγὼ θήσω χρόνον, 473 (κατ.) Hsch. κ 1787 473 νόμωι Dind.⁴, cf. 448. 576 ci.: ὅμως Ω (sed νόμ- Eᵃ?): ἐμοῖς vel ἀμὸσ Pauw 474 ἴκτησ Meineke³ 224 — δρόμοις τ, corr. Tricl. (Gˢˢ T Fˢˢ Eᵍᵉ) 475 ὁμῶς (τᶜ) Pearson: ὅμως Ω: ἐμοῖς, ἄμομφον δ᾽ Linwood² cl. 577 αἰδοῦμαι Hermann³²: αἱροῦμαι Ω (αἰρ- FE) — πόλει Ω 476 οὔκουν εὔπεπλον τ — εὐπέμφελον Bothe² 478 χώραι Ω: corr. Wellauer², cf. 720. 787 479 πέδοι Dind.⁴ ad Prom. 749: πέδω Ω — αἰανὴ τ 481 τε Bourdelot: δὲ Ω: δὲ δὴ T Fˢˢ Eˢˢ δυσπήμαντ’ Scal.: δυσποίμαντ’ Portus¹: δυσσήμαντ’ Tyrwhitt¹ 17 (δυσσήματ’ Steph.): δυσπάλαμν’ Hartung: δυσπόνητ’ Wecklein¹¹: δυσχρηστ’ Blaydes — ἀμηνίτως Σuv (πέμπειν αὐτὰς ἀμηνίτως δυσχερές ἐστιν ἐμοί), Tyrwhitt l. c.: ἀμηχάνως Ω (-ων E): fuerat fort. v. l. antiqua ἀπημάντως 482 ἐπέσκηψεν Mˢ Gˢ Fˢ E — 483 αἰδουμένους (cf. 680. 710v.l.) Conington¹: αἱρ- Ω — lac. post 484 West⁷, post 482 Weil⁶, post 483 Hermann³², post 483 δικαστάς Linwood² Αθ. ὅρκον περῶντας μηδὲν ἐκδίκοις φρεσίν. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ’, ἀρωγὰ τῆς δίκης ὁρκώματα· κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα ἥξω διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως. ΧΟ. νῦν καταστροφαὶ νέων θεσμίων, εἰ κρατή- σει δίκα, δίκας βλάβα, τοῦδε μητροκτόνου. πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί- αι ξυναρμόσει βροτούς, πολλὰ δ᾽ ἔτυμα παιδότρωτα πάθεα προσμένει τοκεῦ- σιν μεταῦθις ἐν χρόνωι. οὔτε γὰρ βροτοσκόπων μαινάδων τῶνδ’ ἐφέρ- ψει κότος τις ἐργμάτων· πάντ᾽ ἐφήσω μόρον· 489 post 488 M: post 485 τ: post 484 Srebrny 52: post 487 Wecklein¹¹: in lac. post 483 Wil.¹⁹, post 482 Murray¹: ut supra West ὅρκων Ma — πορόντας Hermann²⁸ 81 ex Σ ὅρκον διδόντας — μηδέν’ Turn. (μηδ’ ἐν) — ἐκδίκοις Musgrave: ἔκδικον M: ἔνδικον τ — φρενί τ: φράσαι Aur.³: φράσειν Markland¹ ad Supp. 112 486 κω i. r. M: ὀρθώματα Pauw: θ’ ὁρκώματα nol. idem 490 μεταστροφαὶ Meineke³ 224: ἐμῶν κατ- Weil — 492 (δίκα) δίκας Todt⁰: καὶ Ω: τε καὶ Heath 493 ματρ- Ellendt — 494 εὐχερίαι M, εὐχαρία τ: corr. Turn. 495 ξυν- Wakefield³: συν- Ω — 496 ἔτυμα M: ἕτοιμα Portus² (quod δ’ non patietur) 497 προσμενεῖ (cf. Call. Hy. 5.120) anon.¹: προσνεμεῖ Weil⁶ 499 οὔτι Portus³: οὐδὲ Elmsley⁰ — πὰρ Sidgwick⁴ — 501 τιν’ Weil⁶, at cf. 314. 889 502 ἀφήσω Raymond ap. Burges⁹ ⟨σ⟩πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω- νῶν τὰ τῶν πέλας κακά, λῆξιν ὑπόδυσίν τε μόχθων, ἄκεά τ᾽ οὐ βέβαια τέμ- νων {δέ τις} μάταν παρηγορεῖ⟨ν⟩. μηδέ τις κιχληισκέτω ξυμφορᾶι τετυμμένος τοῦτ᾽ ἔπος θροούμενος, “ὦ Δίκα”, “ὦ θρόνοι τ’ Ἐρινύων”. ταῦτά τις τάχ᾽ ἂν πατὴρ ἢ τεκοῦσα νεοπαθὴς οἶκτον οἰκτίσαιτ᾽, ἐπει- δὴ πίτνει δόμος Δίκας. ἔσθ᾽ ὅπου τὸ δεινὸν εὖ, καὶ φρενῶν ἐπίσκοπον δεῖμ᾽ ἄνω καθήμενον· ξυμφέρει σωφρονεῖν ὑπὸ στένει. 503 σπεύσεται Wecklein¹³: πεύσεται Σ Ω — θ’ Hartung 505 ὑπόδυσίν τ (-δησιν FE), ὑπόδυσιν Mc: ὑπόδοσίν Mᵃ: διαδοχήν expl. Σ (sc. ὑποδοχήν [Paley⁴]? an ἐπίδοσίν [Wieseler¹ 108]?) 506 ἄκεστ’ τ: ἄκετ’ M: corr. Bourdelot (ἄκη τ), Schütz² (δ’ pro τ’ Schwenck) — τέμνων Blaydes⁶: τλάμων Σ Ω 507 δέ del. Schwenck, τις Pauw, tanquam ex Σ illata — παρηγορεῖν West⁸: -ρεῖ Σ Ω 511 sq. ὦ . . . ὦ Pauw: ἰὼ . . . ἰὼ Ω. cf. ad 785 516 πιτνεῖ Ω: corr. Elmsley⁴ ad Hcld. 77 518 ἐπίσκοτον Murray¹ 519 δεῖμ’ Heath, ἄνω West⁷: δειμαίνει Ω: δεῖ μένειν anon.³, Scal.² 521 στέγει Wakefield³ τίς δὲ μηδὲν ἐν φάει καρδίας δέος τρέφων — ἢ πόλις, βροτός θ᾽ ὁμοί- ως — ἔτ᾽ ἂν σέβοι Δίκαν; μήτ᾽ ἄναρκτον βίον μήτε δεσποτούμενον αἰνέσηις· παντὶ μέσωι τὸ κράτος θεὸς ὥπασεν, ἄλλ᾽ ἄλλαι δ᾽ ἐφορεύει. ξύμμετρον δ᾽ ἔπος λέγω· δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως, ἐκ δ᾽ ὑγιείας φρενῶν ὁ πᾶσιν φίλος καὶ πολύευκτος ὄλβος. εἰς τὸ πᾶν {δέ} σοι λέγω· βωμὸν αἴδεσαι Δίκας, μηδέ νιν κέρδος ἰδὼν ἀθέωι ποδὶ λάξ ἀτί- σηις, ποινὰ γὰρ ἐπέσται· κύριον μένει τέλος. 522 φάει Σ Ω (somnia dicit, cf. 103 sq. Ag. 179): φόβωι Schütz³: βάθει Burges⁹ 523 καρδίας Canter et fort. Σ (λαμπρότητι, ὀρθότητι φρενῶν): καρδίαν Ω — δέος τρέφων (cf. Soph. Tr. 28) L. Campbell¹: ἀνατρέφων Ω: ἀνὴρ τρέμων Murray¹ (τρέμων iam Weil⁶, τρέων Schoemann¹) 524 βροτὸς πόλις θ’ Rose 525 σέβοι M 526 ἀνάρκητον τ (-ετον T): ἀνάρχετον Wieseler¹ 112, cf. ad 538. ἄναρχον habes 696 527 δεσποτούμενόν γ’ Tᶜ 529 ἅπαντι Ω: corr. T 533 δυσσεβείας Ω: corr. T 536 πᾶσι Ω: corr. Heath 538 δέ del. Lachmann¹ 44 (nol. Pauw) τοι Asul. 542 ἀντίσηις τ (ἀντήσηις T) 543 ἕπεται τ πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων καὶ ξενοτίμους ἐπιστροφὰς δωμάτων αἰδόμενός τις ἔστω. ἑκὼν δ᾽ ἀνάγκας ἄτερ δίκαιος ὤν οὐκ ἄνολβος ἔσται· πανώλεθρος ⟨δ’⟩ οὔποτ᾽ ἂν γένοιτο. τὸν ἀντίτολμον δέ φαμι, παρβάδαν τὰ πόλλ᾽ ⟨ἄγοντ⟩α παντόφυρτ᾽ ἄνευ δίκας βιαίως, ξὺν χρόνωι καθήσειν λαῖφος, ὅταν λάβηι πόνος, θραυομένας χεραίας. καλεῖ δ᾽ ἀκούοντας οὐδὲν ⟨ἐν⟩ μέσαι δυσπαλεῖ τε δίναι· γελᾶι δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῶι, τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμηχάνοις δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν· δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον ἕρματι προσβαλὼν Δίκας ὤλετ᾽ ἄκλαυτος αἴστος. 557 cf. Hsch. κ 2246 545 τις] τοι Butler 548 δωμάτων ἐπιστροφὰς (Sept. 648) Ω: corr. Heath 549 αἰδούμενός GFE 550 ἑκὼν δ’ Wieseler¹ 113: ἐκ τῶνδ’ Ω 552 ⟨δ’⟩ Pauw 553 παρβάδαν nol. Blomf.⁵ 177: περβάδαν τ: περαιβάδαν M: παραβεβηκότα expl. Σ 554 ἄγοντα hic suppl. Mazon, post παντόφυρτ’ Pauw: ⟨ἄγοντα⟩ τα πολλὰ O. Müller² — δίκης M 558 ⟨ἐν⟩ Heath 559 δυσπαχεῖται Ω (δυσπλαν- E): corr. Turn. 560 θερμῶι T: θεομοεργῶ(ι) M Tᵍ FE, θυμοεργῶ G 561 ἀμαχάνοις Dind.⁴, at v. Björck 178 sq. 562 λαπαδνὸν Musgrave: λέπαδνον Σ Ω 565 ἄκλαυστος Ω: corr. Dind.¹² — αἴστοσ Ω: corr. Pauw Αθ. κήρυσσε κῆρυξ, καὶ στρατὸν κατειργάθου, ἥ τ᾽ οὑν† διάτορος Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη ὑπέρτονον γήρυμα φαινέτω στρατῶι· πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμούς πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον καὶ τῶνδ᾽ ὅπως ἂν εὖ καταγνωσθῆι δίκη. ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει· τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. ΑΠ. καὶ μαρτυρήσων ἦλθον — ἔστι γὰρ νόμωι ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τῶιδ᾽ ἐγὼ καθάρσιος — καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ᾽ ἔχω τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε ὅπως ⟨τ’⟩ ἐπίστᾶι τήνδε κύρωσον δίκην. Αθ. ὑμῶν ὁ μῦθος — εἰσάγω δὲ τὴν δίκην — ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτ’ ἂν ὀρθῶς πράγματος διδάσκαλος. 566 κῆρυξ Mᵃ — κατεργάθου Ω: corr. Wakefield³: κατείργαθε Blomf.¹⁵ 567 ἥ ss. Ms: εἴτ’ M τ: εἶτ’ (Jacob¹) οὐρανοῦ (Askew¹ 9) — διάτ. ἡ Wakefield³: εἴθ’ ἡ δ. οὐρανοῦ Paley⁴: εἴτ’ (malim ἢ τ’) οὐρανόνδε δ. Tournier — διάκτορος τ, post quod lac. stat. Tricl. et πέλει ci. (ita TE in textu: in G spat. litt. fere ix, in F spat. litt. v cum sch. λείπει et mg. πέλει) 568 πληρουμένου Mᵃ 569 φαίνεται Mᵃ 573 τώνδ’ Σ τ: τόνδ’ ME: τῶιδ’ Voss: τούσδ’ Hermann²⁸ 86 — διαγνωσθῆι (cf. 709) Paley⁴ — fort. -γνωθῆι, v. praef. — δίκηι Mˢ v. ad 681–710 574 sq. Minervae continuat Wieseler⁰ et u. v. Σ 574 b: choro trib. codd. 576 νόμωι Erfurdt³: δόμων Ω (δημ- Mᵃ u. v.) 577 ἴκτησ H. Wolf — ἀνὴρ Ω: corr. Wakefield³ — ἐφέστιωσ M: -ίων τ 578 τῶιδ’ (cf. 63) Paley⁴: τοῦδ’ Ω 579 αὐτός Elmsley⁵ ad Med. 155 580 τοῦδε φόνου Ω: corr. Turn. 581 ⟨τ’⟩ Hermann⁵ 582–644 om. τ ΧΟ. πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς. τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας. ΟΡ. ἔκτεινα· τούτου γ᾽ οὔτις ἄρνησις πέλει. ΧΟ. ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων. ΟΡ. οὐ κειμένωι πω τόνδε κομπάζεις λόγον. ΧΟ. εἰπεῖν γε μέντοι δεῖ σ’ ὅπως κατέκτανες. ΟΡ. λέγω· ξιφουλκῶι χειρὶ πρὸς δέρην τεμών. ΧΟ. πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασιν; ΟΡ. τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. ΧΟ. ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; ΟΡ. καὶ δεῦρό γ᾽ αἰεὶ τὴν τύχην οὐ μέμφομαι. ΧΟ. ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα. ΟΡ. πέποιθ’· ἀρωγὰς δ᾽ ἐκ τάφου πέμπει πατήρ. ΧΟ. νεκροῖσί νυν πέπισθι μητέρα κτανών. ΟΡ. δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. ΧΟ. πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. ΟΡ. ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν. ΧΟ. τοιγὰρ σὺ μὲν ζῆις, ἣ δ᾽ ἐλευθέρα φόνοι; ΟΡ. τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῆι; ΧΟ. οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. ΟΡ. ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι; ΧΟ. πῶς γάρ σ’ ἔθρεψεν ἐντὸς ὦ μιαιφόνε ζώνης; ἀπεύχηι μητρὸς αἷμα φίλτατον; 587 κατέκτανες Elmsley⁵ ad Med. 774 588 γ’ (cf. Pers. 738. Ag. 368. Eur. Hel. 579) Nauck⁸ 194: δ’ M 592 λέξω Mc 593 δὲ πεισθεὶς Burges⁹ — possis ἢ τίνος 596 ἀεὶ M: corr. Turn. 598 πέμψει Scal.² ex Σ 599 νῦν M: corr. Stanley² — πέπισθι Veitch 208: πέπεισθι M 600 δοιοῖν Mᵃ — μιασμάτοιν Elmsley⁵ ad Med. 798, cf. ad Ag. 1384: -άτων M 603 τί γάρ; Hermann³² — φόνοι Schütz²: φόνου M ‘itaque tu vivere vis, cum illa non nisi per caedem libera evaserit?’ 607 οὐ γὰρ Schütz² 608 φιλτάτου Mas ΟΡ. ἤδη σὺ μαρτύρησον, ἐξηγοῦ δέ μοι, Ἄπολλον, εἴ σφε ξὺν δίκηι κατέκτανον. δρᾶσαι γάρ, ὥσπέρ ἐστιν, οὐκ ἀρνούμεθα· ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῆι σῆι φρενί δοκεῖ τόδ᾽ αἷμα κρῖνον, ὡς τούτοις φράσω. ΑΠ. λέξω πρὸς ὑμᾶς, τόνδ᾽ Ἀθηναίας μέγαν θεσμόν, δικαίως, μάντις ὢν δ᾽ οὐ ψεύσομαι. οὐπώποτ’ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν, βουλῆι πιφαύσκω δ᾽ ὕμμ’ ἐπισπέσθαι πατρός· ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. ΧΟ. Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὥπασε φράζειν Ὀρέστηι τῶιδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; ΑΠ. οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν ὥστ’ Ἀμαζόνος, ἀλλ᾽ ὡς ἀκούσηι, Παλλάς, οἵ τ’ ἐφήμενοι ψήφωι διαιρεῖν τοῦδε πράγματος πέρι. 620 cf. Hsch. π 2401 610 ξὺν Porson¹: σὺν M — 611 ὥσπέρ sic M — 612 δίκαιον Aur.³ cf. 468. 615 — 613 δοκῶ Herwerden⁵ 157 — τὸ δή μοι Weil⁶ 615 ἑσμόν Burges⁹ — δ’ ὢν M: corr. Canter — 618 κελεύσαι Hermann²⁸ 89: κελεύσει M: κελεύοι Wecklein¹³ 619 μάθε (657) Blaydes² 348, at iudices pluraliter compellandum erat 620 βουλῆι Σ unus, Mᵃ: βουλή (vocativum) alter, Mc — ὕμμ’ M 621 vel Ὅρκος (Hes. Th. 231. Op. 804) — οὔτις Doederlein³ ad O. C. 1757 623 τῶιδε τὸν Ms: τῶ τοῦ M — 626 τιμαλφουμένοισ Ma ΑΠ. ἀπὸ στρατείας γάρ νιν, ἠμποληκότα τὰ πλεῖστ᾽ ἄμεινον, εὔφροσιν δεδεγμένη ⟨λόγοις . . . . . . . . . . . . . . . . . . . . . . . .⟩ δροίτηι περῶντι λουτρά, κἀπὶ τέρματι φᾶρος περεσκήνωσεν, ἐν δ᾽ ἀτέρμονι κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλωι πέπλωι. ἀνδρὸς μὲν ὕμιν οὗτος εἴρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν· †ταύτην τοιαύτην† εἶπον, ὡς δηχθῆι λεὼς ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην. ΧΟ. πατρὸς προτιμᾶι Ζεὺς μόρον τῶι σῶι λόγωι· αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον· πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι. ΑΠ. ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ᾽ ἄκος, καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος· ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσηι κόνις 647–8 Tz. Hist. 8.223–4, Epist. p. 56.4 L. 631 στρατείᾶσ M — μιν M: corr. Porson¹ 632 ἀμείνον’ Σ Ms — lac. stat. Schütz² et λόγοισι supplevit: ⟨λόγοις, παρέστατ’ ἀργυρᾶι θελκτήρια⟩ Wil.¹³: ⟨λόγοις, παρέστη θέρμ’ ἐν ἀργυρηλάτωι⟩ Headlam¹³ 290 633 δροίτηι Σ: -τη M 634 φάρος Ma: φᾶρος Mc — περεσκήνωσεν M (περέσκ-), Σ, cf. Ag. 1147: παρεσκ- scholii interpretamentum u. v. (-ησεν) et Mᵍᵉ: περισχ- Pauw (-ησεν), Blaydes² 348: κατεσκ- Headlam⁶ 248 cl. Cho. 999 636 ὑμὶν M 638 haec defendens Wil.⁸ ad Herc. 681 mihi non persuadet: fort. (μόροσ . . . ) ἄτην τοιαύτην (anon.¹) vel ταύτην τελευτὴν (Butler): τὴν δ’ αὖ τοιαύτην Weil⁶: ante h. v. ⟨τὴν δ’ αὖ γυναῖκα τὴν κατάπτυστον θεοῖς⟩ Headlam¹⁹ — δειχθῆι Ma 641 ἔδεισε Ma 644 κνώδαλ’, ὦ Hilberg 229 645 denuo incipit τ — πέδαι . . . λυθεῖεν Weil¹⁵ 647 ἀνασπάσει τ ΑΠ. ἅπαξ θανόντος, οὔτίς ἐστ᾽ ἀνάστασις. τούτων ἐπωιδὰς οὐκ ἐποίησεν πατὴρ οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. ΧΟ. πῶς †γὰρ τὸ φεύγειν† τοῦδ᾽ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; ποία δὲ χέρνιψ φρατέρων προσδέξεται; ΑΠ. καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ. οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου· τίκτει δ᾽ ὁ θρώισκων, ἣ δ᾽ ἅπερ ξένωι ξένη ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψηι θεός. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου· πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός· πέλας μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, ⟨οὐ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .⟩ οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη, ἀλλ᾽ οἷον ἔρνος ⟨αὐτὸς ἀντέλλει⟩ θεός· ⟨ἄνευ δὲ πατρὸς⟩ οὔτις ἂν τέκοι ⟨γυνή⟩. 648 οὐκέτ’ Tz. — 650 τε om. M 651 κοὐδὲν T¹ (cf. [Aesch.] fr. 99.3. Xenoph. B 26.1; contra Sept. 393: Eum. 840) — οὐδ’ ἐν ἀσθμαίνω M 652 τἀποφεύγειν Dittenberger: malim τοῦτο φεύγων τόνδ’ Burges⁹ (nol. Pauw) 653 πέδοι Dind.⁴ ad Prom. 749: πέδω(ι) Ω 656 προσδέξαιτο M 658 κεκλημένου M 660 θόρισκον Wecklein¹¹: θρώσκον Ω 661 ἔσωθεν Σ 662 λόγου] μέγα (447) Wecklein¹¹ 663 γείναιτ’ Wieseler¹ 12. 83 ex Σ γεννήσειεν 665 ante h.v. lac. stat. Butler (⟨οὐ κοινολέκτροις ἐν γάμοις ἐσπαρμένην⟩ Headlam¹⁴ 242) — οὐκ pro οὐδ’ Wakefield³: tradita haesitanter def. Denniston³ 583 et ap. Thomson⁴ 666 ἀλλ’ οἷον (ἀλλοῖον M) ἔρνος οὔτις ἂν τέκοι θεός fere Ω: θεά Weil⁶, post h. v. idem⁶ ⟨ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ’ ἄν⟩ (= Eur. Or. 554): ut supra West⁷ ΑΠ. ἐγὼ δὲ, Παλλάς, τἄλλά θ' ὡς ἐπίσταμαι τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά, καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι, στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους. Αθ. ἤδη κελεύ⟨σ⟩ω τούσδ᾽ ἀπὸ γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων; ΧΟ. ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος, μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται. Αθ. τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ; ΑΠ. ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽· ἐν δὲ καρδίαι ψῆφον φέροντες ὅρκον αἰδεῖσθε ξένοι. Αθ. κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῶι αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον· πάγον δ᾽ †Ἀρειον† τόνδ᾽, Ἀμαζόνων ἕδραν 685–90 resp. Et. G. — M. 139.7, Gud. auct. I 190.15 de Stef. 670 χρόνον Mas — 673 τ’ ἄπιστα M — 674 κελεύσω Rob.: κελεύω Ω — τάσδ’ Gˢˢ T Fˢˢ 675 δικαίας Blomf.¹⁵ — interrogationis signum add. Kirchhoff 676 sq. choro trib. Ω: Apollini Weil¹⁶, Winnington-Ingram¹ 679 sq. Apollini trib. Karsten 155: choro Ω (et Weil, W.-I.) — 679 ὧν M: ὡς τ — 680 αἰδεῖσθαι M 681–718 om. E — 681–710 post 573 locare iussit Kirchhoff²; cf. Taplin 396 sqq. 681 ἀστικὸς Hermann³², cf. 997v.l. etiamque 708. 775 682 κρίναντες τ — 683 ἔστω Weil⁰ — possis κἀς (cf. 708. Pers. 526, contra Eum. 763. 1031) — αἰγέωι M 684 δικαστῶν Canter: δ’ ἑκάστων M: δ’ ἑκάστω τ: ἀδέκαστον αἰεὶ Blaydes⁶ (ἀδέκ. iam Pauw; cf. 704) 685 ἔνειμα vel ἑδοῦνται Weil⁶: ἐδεῖται Wecklein¹³: ἄρ’ ἕξει Blass⁹ Αθ. σκηνάς θ’, ὅτ᾽ ἦλθον θησέως κατὰ φθόνον στρατηλατοῦσαι, καὶ πόλει νεόπτολιν τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε, Ἄρει δ᾽ ἔθυον, ἔνθέν ἐστ᾽ ἐπώνυμος πέτρα πάγος τ᾽ Ἄρειος· ἐν δὲ τῶι σέβας ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν σχήσει τόδ᾽, ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ †’πικαινόντων† νόμους κακαῖς ἐπιρροῆσι· βορβόρωι δ᾽ ὕδωρ λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν. τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν· τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν; τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει, οὔτ᾽ ἐν Σκύθησιν οὔτε Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, 694 (βορβ. —) —5 Diogenian. 3.55, Zenob. vulg. 2.76, Sud. β 3927 687 πόλει Orelli¹ 380: πόλιν Ω — πόλει νεοπτόλει Blass⁹ 688 τήνδ’ M: τὴν τ: τῆιδ’ Paley¹ — ἀντ. πόλει Weil⁶ 691 ἀστοὺς Aur.³ — ξυγ- Porson¹: συγ- Ω 692 τό, δ’ (θ) Mˢ: τό τ’ Grotius 39. — κατ’ Kidd, cf. Soph. El. 29 — ὅμως Ω (ὅμῶς T) 693 ’πιβαινόντων T: ’πικαινούντων Steph.: τι καινούντων Wieseler¹ 135 (νόμοις), Blaydes² 349: ’πιχραινόντων Wakefield³: πικραινόντων Valckenaer: τι κινούντων Zakas — -άντων νόμους ex Mˢ 694 κακαῖς ⟨δ’⟩ Schütz⁶ — ἐπιρροαῖσι Ω — hic interpungunt codd., et βορβόροι incipiunt paroemiographi — δ’ Portus²: θ’ Ω: om. paroem. 696 τὸ μὴ δ’ Hermann²⁸ 93 — ἄναρχτον (526v.l. Soph. fr. 30) Pearson — μήτε Mc 697 ἀστοὺς περιστέλλουσα Voss (-ουσα iam Heath) — σέθεν Mᵃ? 700 τοιόνδε sic GTF — 702 οὔποτ’ τ — 703 σκύθηισιν M, -ησιν τ (-αισιν T) Αθ. αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτειν’ ἐμοῖς παραίνεσιν ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρή καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. ΧΟ. καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονός ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. ΑΠ. κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι. ΧΟ. ἀλλ᾽ αἱματηρὰ πράγματ’ οὐ λαχὼν σέβεις, μαντεῖα δ’ οὐκέθ’ ἁγνὰ μαντεύσηι νέμων. ΑΠ. ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος; ΧΟ. λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώραι τῆιδ᾽ ὁμιλήσω πάλιν. ΑΠ. ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ. ΧΟ. τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις· Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. ΑΠ. οὔκουν δίκαιον τὸν σέβοντ’ εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι; 723–4 + 727–8 sch. Eur. Alc. 12 706 ἐγρήγορον τ — 710 αἰδουμένοισ M: αἱρουμένοις τ: corr. Canter 713 κἀγώ τε fere Ω: corr. Rob. — 716 μαντεύει (debuit -ηι) Davies — νέμων Ω: corr. Hermann⁵. μαντεῖα aedes, non responsa. cf. 170 717 τις G Tᵃ F — σφήλεται τ — 718 προτροπαῖς τ 719–22 post 730 trai. Merkel — 719 redit E — 725 οὔχουν Mc: οὐκοῦν Ω ΧΟ. σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνωι παρηπάφησας ἀρχαίας θεάς. ΑΠ. σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος ἐμῆι τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. ΧΟ. ἐπεὶ καθιππάζηι με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. Αθ. ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην· ψῆφον δ᾽ Ὀρέστηι τήνδ᾽ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτίς ἐστιν ἣ μ᾽ ἐγείνατο, τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα (πλὴν γάμου τυχεῖν) ἅπαντι θυμῶι, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός· οὕτω γυναικὸς οὐ προτιμήσω μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον· νικᾶι δ᾽ Ὀρέστης κἂν ἰσόψηφον κριθῆι. ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος. ΟΡ. ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται; ΧΟ. ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾶις τάδε; ⟨ΟΡ.⟩ νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν. ⟨ΧΟ.⟩ ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. 727 οὕτω sch. Eur. — διανομὰς sch. Eur.: δαίμονας Ω: δαιμονὰς Maas⁶, cf. Alcm. 65 728 παρηπάφησας Davies: παρηπάτησας Ω sch. Eur. — 731 καθιππάζει FE — νέοισ Ma? 732 μενῶ Herwerden⁶ 57 — 733 ἀμφίβουλος F: -βολος Σ Ω — πόλει Ω 734 δίκην] η ex α Ml: an -ας? — 736 οὔτίς ἐστιν sic MGT 737 τὰ δ᾽ ἄρσεν’ Portus² — 738 τ’ Blaydes² 349 741 Ὀρέστης fort. ὁ φεύγων, cf. Σ 735 νικᾶι ὁ κατηγορούμενος, 741 ὁ κατηγορούμενος νικᾶι — ἰσόψηφον West⁷: -ος Ω 746 Oresti redd. Abresch II 105. — νῦν Σ τ: ναῦ M — 747 δ᾽ ἄρ’ Schütz⁶: δέ γ’ Burges⁹ ΑΠ. πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων ξένοι, τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα, †βαλοῦσά τ’ οἶκον† ψῆφος ὥρθωσεν μία. Αθ. ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην· ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. ΟΡ. ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους· καὶ γῆς πατρώιας ἐστερημένον σύ τοι κατῴικισάς με· καί τις Ἑλλήνων ἐρεῖ “Ἀργεῖος ἁνὴρ αὖθις, ἔν τε χρήμασιν οἰκεῖ πατρώιοις”, Παλλάδος καὶ Λοξίου ἕκατι καὶ τοῦ πάντα κραίνοντος τρίτου Σωτῆρος, ὃς πατρῶιον αἰδεσθεὶς μόρον σώιζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν. ἐγὼ δὲ χώραι τῆιδε καὶ τῶι σῶι στρατῶι τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τιν’ ἄρη δεῦρο πρυμνήτην χθονὸς ἐλθόντ’ ἐποίσειν εὖ κεκασμένον δορί. 752 cf. Enn. Eum. 145 J. 748–51 paragr. in M, nulla nota in τ: Apollini trib. Vict.: Oresti Wieseler¹ 151 (748–9 Or. iam Wellauer?) 750 γνώμης δ’ Σ Ω: μιᾶς δ’ Blaydes⁶: μόνης γ’ Heyse — θ’] τ’ Madvig 205: om. Musgrave — γίνεται Ω: corr. Porson¹ — μέγα] μιᾶς F. W. Schmidt 103. 751 βαλοῦσα Σ Ω: μολοῦσα Blass⁹: πολλοῖσι Headlam⁶ 249: παροῦσα Voss: βάλοι τ’ ἂν . . . ὀρθοῖ τ’ ἂν Hartung — δ’ Portus² — ⟨κἀπεμ⟩βαλοῦσα τόνδε τοῖς νικηφόροις | σώιζω νιν⟩ versu post 753 traiecto Cornford 752 ἁνὴρ Hartung — ὅγ’ M — 755 καὶ γῆς] γαίας Dind.⁴: στέγης Merkel¹ — 757 ἀνὴρ Ω: corr. Wakefield³ — 759 τρίτον τ — 760 ὃς MT: ὃν τ — 761 ὁρῶν] στυγῶν Weil⁶: ἑλών Blaydes² — 765 sq. ἄρη . . . δορί West⁸: ἄνδρα . . . δόρυ Ω ΟΡ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι φάρξομεν δυσπραξίαις ὁδούς, ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέληι πόνος· ὀρθουμένων δὲ καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αἰεὶ τήνδε συμμάχωι δορί αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι. καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς· πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις, σωτήριόν τε καὶ δορὸς νικηφόρον. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἴλεσθέ μου· ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος, ἐν γᾶι τᾶιδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθόνι⟨ον⟩ ἄφορον· ἐκ δὲ τοῦ 768 παραβαίνουσι Ma: προβ- FE — -ουσιν εὐορκώματα Blaydes⁶ praeeunte Hartung. 769 ἀμηχάνοισ M — φράξομεν Heath (φάρξ- Rose): πράξομεν Σ Ω — 771 μεταμέλει G Ω, -οι α Fˢˢ E¹ — πόνου Butler — 772 ὀρθουμένοις T — 773 ἀεὶ M — 774 αὐτοί σφιν anon. ap. Verrall¹: καὐτοί γ’ ἂν . . . εἶμεν Hermann³² — 776 ἔχων Wecklein¹³: malim ἔχεις: ἔχοι Portus². post 777 Apollinis valedictionem desid. Taplin 406 — 778–807 om. τ: causa patet — 778–93 = 808–23; cf. vv.ll. ibi relatas 779 possis εἴλεσθ’ ἄγραν — post h. v. lac. stat. Abresch II 109 (e.g. ⟨τὸν μητροφόντην καὶ γένους μιάστορα⟩ suppl. Wecklein¹³), cf 153. 325 — 780 ἁ Dind.⁴ 783 sq. χθόνιον ἄφορον Hermann¹⁸ 251 (ἄφ. iam Turn.): χθονιαφόρον M (τὸν εἰς τὴν γῆν φερόμενον Σ): χθονὶ σταλαγμόν Thomson⁴, Murray¹ (si rectε, ἄφορον dele [Dind.⁰] vel ἄφορος post ἄτεκνος scribe [Weil⁶]) λειχὴν ἄφυλλος ἄτεκνος, ὦ Δίκα ⟨Δίκα⟩, πέδον ἐπισύμενος βροτοφθόρους κηλῖδας ἐν χώραι βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι· †δύσοιστα πολίταις ἔπαθον ἰὼ μεγάλατοι† κόραι δυστυχεῖς Νυχτὸς ἀτιμοπενθεῖς. Αθ. ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν· οὐ γὰρ νενίκησθ’, ἀλλ᾽ ἰσόψηφος δίκη ἐξῆλθ᾽ ἀληθῶς, οὐχ ἀτιμίαι σέθεν, ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θ’ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ ⟨μή⟩τε τῆιδε γῆι βαρὺν κότον σκήψητε, μὴ θυμοῦσθε, μηδ᾽ ἀκαρπίαν τεύξητ᾽ ἀφεῖσαι πλευμόνων σταλάγματα, 787 cf. Hsch. (Cyr.) κ 2503 785 λειχὴν Portus: λιχὴν M — ὦ Hermann⁵: ἰὼ (778) M. cf. 511 — Δίκα iteravit Lachmann¹ 93 787 βοτοφθόρους Wakefield — βαλεῖ Turn.: βαλεῖν M 788 στενάξω M (sed -άζω 818) 789 γελῶμαι Tyrwhitt⁰ (cf. Soph. Ant. 839. Eur. Cycl. 687): γένωμαι Σ M — γελῶμαι πολίταις· δύσοιστ’ ἔπαθον Wunder 27 praeeunte Schoemann¹: γένωμαι δυσοίστα O. Müller² 791 μεγάλατοι cf. Pers. 1016: μεγάλα τοι Vict.: possis μεγάλα τοι ⟨κτίσειεν ἂν ἄχη⟩ vel sim. 794 πείθεσθε M: corr. Turn. 798 δ’ Ma — ὁ χρήσας Turn.: ὀχθήσασ Ma puto: ὁ θήσας Mc 800 δέ τε M: ⟨μή⟩τε Wieseler¹ 157: μή τι Hartung 801 σχήψησθε M: corr. Elmsley ad Med. 93 — μὴ θυμοῦσθε ante μήτε (800) trai. Weil⁶ 802 πλευμόνων (cf. 782. Sept. 61) Musgrave: δαιμόνων M — στενάγματα Msge Αθ. βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις ἕξειν, ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου· ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος, ἐν γᾶι τᾶιδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθόνι⟨ον⟩ ἄφορον· ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος ἄτεκνος, ὦ Δίκα ⟨Δίκα⟩, πέδον ἐπισύμενος βροτοφθόρους κηλῖδας ἐν χώραι βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι· †δύσοιστα πολίταις ἔπαθον ἰὼ μεγάλατοι† κόραι δυστυχεῖς Νυχτὸς ἀτιμοπενθεῖς. Αθ. οὐκ ἔστ’ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα. κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν; 803 αἰχμὰς Σ M: ἄχνας Musgrave: αὐχμοὺς nol. Scal.² — 804 ὑμῖν M — 805 ἐνδίκους Heath: fort. εὐοίκου 808–23 corruptelas refero, emendationes supra rettuli ad 778–93 — 808 redit τ 812 ἀντι-παθῆ M, ἀντιπαθῆ τ — καρδία τ — 813 χθονιαφόρον Ω 815 λιχὴν Ω — ἰὼ ⟨Δίκα Δίκα⟩ — 816 ἐπεσσύμενος Ω — 817 βαλεῖν Ω — 819 γένωμαι Ω 825 κτίσητε Linwood⁴: στήσητε Ω — δύσκολον E Αθ. καὶ κλῆιδας οἶδα δώματος μόνη θεῶν ἐν ὧι κεραυνός ἐστιν ἐσφραγισμένος· ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπειθὴς ἐμοί γλώσσης ματαίας μὴ ’κβάληις ἔπη χθονί καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς. κοίμα κελαινοῦ κύματος πικρὸν μένος, ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί· πολλῆς δὲ χώρας τῆσδε τἀκροθίνια, θύη πρὸ παίδων καὶ γαμηλίου τέλους, ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον. ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα, κατά ⟨τε⟩ γᾶν οἰκεῖν ⟨ἵν’⟩ ἀτίετον, φεῦ, μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἰοῖ δᾶ φεῦ· τίς μ᾽ ὑποδύεται πλευρὰς ὀδύνα; 827 δώματος Portus¹: δωμάτων Ω — 828 ἐν οἷς T — 829 εὐπιθὴς Blomf.⁴ 497 830 ἔπη χθονί Burges⁹: ἐπὶ χθόνα Ω — 832 κοίμα Σ M: καὶ κῦμα τ — λήματος Blaydes, at cf. Cho. 183. — 834 τῆσδέ τ’ M 835 τέλους Msge: τέλοσ Ma — 836 ἐπαινέσης FE 837–47 = 870–80, cf. vv.ll. ibi relatas — 838 τε ex 871 (M) reponitur — γᾶς Hermann³ 370 839 ⟨ἵν’⟩ West⁷ — ἀτίετον hic = ἀτιμώρητον, cf. Ag. 1279. Cho. 651 — possis et ἀτίετον· φεῦ μύσους φεῦ post οἰκεῖν trai. Hermann, post μύσος O. Müller², post μένος Wellauer² — μῦσος M ut solet, inde μῖσος Mc 840 μένος] brevis in longo hic vix ferenda: μένος ⟨θ’⟩ Hartung: fere malim πνέω τοι ⟨πνέω⟩ μ. (δ 2cr): πνέω τοι μ., πνέω τοι κότον Wecklein¹: πνέω τοι μ. πάγκοτον Thomson⁴ 841 de οἰοιοῖ cogit. Blass⁷, cf. Pers. 955. 967 c. app. — φεῦ δᾶ D'Arnaud 259, cf. Eur. Pho. 1296. Ar. Lys. 198: δᾶ φεῦ ⟨θεοὶ⟩ Bothe¹ 843 πλευρᾶς ὀδύναι τ (να Tᵍᵉ): πλευράς, ⟨τίς⟩ ὀδύνα Ahrens⁷: ⟨τίς⟩ ὀ. πλ. Hermann³² ⟨ . . . ⟩ ἄϊε μᾶτερ Νύξ· ἀπό με γὰρ τιμᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Αθ. ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ. †καίτοι μὲν σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα,† φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα γῆς τῆσδ᾽ ἐρασθήσεσθε, προυννέπω τάδε· οὑπιρρέων γὰρ τιμιώτερος χρόνος ἔσται πολίταις τοῖσδε, καὶ σὺ τιμίαν ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως τεύξηι παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων †ὅσην† παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν. σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάληις μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, μηδ᾽ ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσηις Ἄρη 844 θυμόν (gl. ad 840, cf. Σ 832) del Page³ — 845 μὲ γὰρ Heyse (praeeunte Hartung): γάρ με Ω — τιμῶν Maˢ — δαναιᾶν L. Dindorf II 885: δαμαίων M (ss. Ms): δαμέαν τ: τὴν δημοσίαν et τῶν δημοσίων Σ 847 δόλοι Σ Ma: δόλωι Mt — 849 μὲν M: γε μὴν τ — καὶ τοῦτο μὲν Heyse: καίτοι ⟨τὰν⟩ μὲν Hermann⁸ 799, ⟨τὸ⟩ μὲν Verrall¹⁰: καὶ τῶι (γε μὴν) Wakefield³ — μὲν ⟨εἶ⟩ Abresch II 116 — post 855 lac. stat. Hermann³² 857 ὅσ’ ἂν Ahrens⁷ 300: ὅσων Pauw — 859 θηγάνας Σλ M: θηγγάνων τ — 860 ἀοίνοις Arsenius: -ους Ω — ἐμμανὴς Aur.³/Portus² 861 μήτ’ Dind.⁴ — ἐξάγουσ’ Burges⁹ (ἀναπτερώσασα Σ) — ὡς Heath — monosyllabum proclit. solitarium ad caesuram insolenter positum: possis e.g. ἐξεγ⟨είρ⟩ουσ’ (vel -ασ’) ὡς ἀλ. κέαρ 862 ἐμοῖσιν M — ἱδρύσηι κάρη Ma, κάρα Mc, ἱδρύση κάρα τ: corr. Steph. Αθ. ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ὧι τις ἔσται δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην. τοιαῦθ᾽ ἑλέσθαί σοι πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης. ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν ⟨ἵν’⟩ ἀτίετον, φεῦ, μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἰοῖ δᾶ φεῦ· τίς μ᾽ ὑποδύεται πλευρὰς ὀδύνα; ⟨ . . . ⟩ ἄϊε μᾶτερ Νύξ· ἀπό με γὰρ τιμᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. Αθ. οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, ὡς μήποτ᾽ εἴπηις πρὸς νεωτέρας ἐμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου. ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας, γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν, 864 sq. ἔσται . . . ἔστω Thiersch² 68 — 865 ἐστὶ Mas — possis ἔρωι — 866 στέργω Schütz⁶, cf. 911. 970 870–80 corruptelas refero, emendationes supra rettuli ad 837–47 871 τε om. τ — 872 μῦσοσ M — 876 πλευρᾶς τ — 878 γάρ με Ω — τιμᾶν T, τιμὰν G, τιτὰν FE — δαμίαν M: δαμέαν τ — 880 δόλοι Ms: δόλωι MT: δόλον τ — 881 καλοῦμαι τ — 887 θέληις Mas T Αθ. οὔ τἂν δικαίως τῆιδ᾽ ἐπιρρέποις πόλει μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῶι· ἔξεστι γάρ σοι τῆσδε γαμόρωι χθονὸς εἶναι δικαίως εἰς τὸ πᾶν τιμωμένηι. ΧΟ. ἄνασσ᾽ Ἀθάνα, τίνα με φὴις ἔχειν ἕδραν; Αθ. πάσης ἀπήμον᾽ οἰζύος· δέχου δὲ σύ. ΧΟ. καὶ δὴ δέδεγμαι — τίς δέ μοι τιμὴ μένει; Αθ. ὡς μή τιν᾽ οἶκον εὐθενεῖν ἄνευ σέθεν. ΧΟ. σὺ τοῦτο πράξεις, ὥστ’ ἐμὲ σθένειν τόσον; Αθ. τῶι γὰρ σέβοντι ξυμφορὰς ὀρθώσομεν. ΧΟ. καί μοι πρὸ παντὸς ἐγγύην θήσηι χρόνου; Αθ. ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. ΧΟ. θέλξειν με ἔοικας, καὶ μεθίσταμαι κότου. Αθ. τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσηι φίλους. ΧΟ. τί οὖν μ᾽ ἄνωγας τῆιδ᾽ ἐφυμνῆσαι χθονί; Αθ. ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα· καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνωι· 895 cf. Hsch. ε 6864 — 903 cf. Hsch. ε 5186 888 ἐπιρρέπειν τ — πόλει Ω — 889 στρατοῦ Wecklein¹¹ — 890 τῆσδε E: τῆδε Ω — γ’ ἀμοίρου Ω (-ρῳ T): corr. Dobree¹ 654 892 ἕξειν Elmsley³ 303 — 895 εὐσθενεῖν Ω (cf. 896): corr. Scal.² 896 ὥστέ με M — 897 ξυμ- Porson¹: συμ- Ω — 898 πρόπαντος Abresch II 121 900 μεθίστασθαι τ — post 903 versum qualem ‘εὔχου δ’ ἀφειδῶς ἐσθλὰ πέμπεσθαι βροτοῖς’ deesse susp. Paley⁴ 905 τἀνέμων Blass⁹, at cf. Cho. 592 — 906 εὐηνίως Wakefield 907 βοτῶν anon: βροτῶν (909) Ω — 908 εὐθενοῦντα[[σ]] M: εὐσθενοῦντα Tˢˢ E: εὐστενοῦντα GTF Αθ. καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν δ᾽ εὐσεβούντων ἐκφορωτέρα πέλοις· στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδ’ ἀπένθητον γένος. τοιαῦτά σοὔστι· τῶν ἀρειφάτων δ᾽ ἐγὼ πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. δέξομαι Παλλάδος ξυνοικίαν, οὐδ᾽ ἀτιμάσω πόλιν τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων· ἆιτ’ ἐγὼ κατεύχομαι θεσπίσασα πρευμενῶς ἐπισσύτους βίου τύχας ὀνησίμους γαίας ἐξαμβρῦσαι φαιδρὸν ἁλίου σέλας. Αθ. τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις πράσσω, μεγάλας καὶ δυσαρέστους δαίμονας αὐτοῦ κατανασσαμένη· 909 σωτηρίαν Weil¹⁵ — 910 δ’ εὐσεβούντων Heath (vel εὐσ. δ’ Blaydes² 351): δυσσεβούντων δ’ M et sine δ’ τ — ἐκφορωτέρα feracior 911 sq. choro trib. τ, 913 paragr. M 911 φῖτυ ποιμένοσ M, φιτυποιμένος τ: proparox. Lobeck³ 195 913 fort. σοὔσται — 914 τρεπτῶν τ — ἀφέξομαι Pauw — οὐ om. τ 919 νέμει M: νόμον τ (-ον E) — 924 βίου τύχας M Fᵃ (Ω): βίους Tricl. (GTFᶜ, βίου E) responsionis causa — fort. ὀνασίμους, cf. Eur. Hipp. 757. Björck 169 sq. 925 ἐξαμβρῦσαι Pauw: -αμβρόσαι M: -αμυρόσαι τ 927 προφρόνως M T: -φόνως GF, -φώνως E Αθ. πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους ἔλαχον διέπειν· ὁ δὲ μὴ ⟨. . . – | υ υ – –⟩ κύρσας βαρεῶν τούτων, οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου· τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν πρὸς τάσδ᾽ ἀπάγει· σιγῶν ⟨δ’⟩ ὄλεθρος καὶ μέγα φωνοῦντ᾽ ἐχθραῖς ὀργαῖς ἀμαθύνει. δενδροπήμων δὲ μὴ πνέοι βλάβα — τὰν ἐμὰν χάριν λέγω — φλογμοὺς ὀμματοστερεῖς φυτῶν τὸ μὴ περᾶν ὅρον τόπων, μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος· μῆλά τ᾽ εὐθενοῦντα Πάν ξὺν διπλοῖσιν ἐμβρύοις τρέφοι, χρόνωι ⟨τε τῶι⟩ τεταγμένωι γόνος πλουτόχθων ἰκμαίαν δαιμόνων δόσιν πίοι. 932 ὅ γε μὴν Linwood² — lac. stat. Musgrave, supplens e.g. ⟨λίαν ἀλιτών,⟩ βαρεῶν E. A. J. Ahrens: βαρέων Ω 934 ἀμπλακήματά M: ἁμαρτήματα τ: corr. Pauw — νιν om. τ 936 ⟨δ’⟩ Musgrave: ⟨τ’⟩ Blaydes² 352 938 πλέοι τ 940 φλογμοὺς τ — ὀμματοστερεῖς Heath, sine τ’ Wil.¹⁹: φλογμὸς (φλοιγμὸσ M, φλογμός τ’ T) ὀμματοστερὴς Ω 944 εὐθενοῦντ’ ἄγαν M, εὐθηνοῦντ’ ἄγαν τ: corr. Meineke³ 229: -οῦντα Γᾶ Dobree¹ 653 945 διπλοῖσ ἐν βρύοισ M 946 ita interpunxit et supplevit Verrall⁴: τρέφοι χρόνωι τεταγμένωι· γόνος ⟨υ – ⟩ plerique (δ’ ἀεὶ Musgrave, δὲ γᾶς Hermann²⁸ 112) 947 sq. γόνος πλουτόχθων = seges opima, cf. Hes. Th. 969. Op. 126 c. adn. meis — ἰκμαίαν . . . πίοι West⁸: ἑρμαίαν . . . τίοι Ω Αθ. ἦ τάδ’ ἀκούετε, πόλεως φρούριον, οἷ’ ἐπικραίνει; μέγα γὰρ δύναται πότνι’ Ἐρινὺς παρά τ’ ἀθανάτοις τοῖς θ’ ὑπὸ γαῖαν, περί τ’ ἀνθρώπων φανέρ’ ὡς τελέως διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ ⟨δα⟩κρύων βίον ἀμβλωπὸν παρέχουσαι. ἀνδροκμῆτας δ᾽ ἀώρους ἀπεννέπω τύχας, νεανίδων τ’ ἐπηράτων ἀνδροτυχεῖς βιότους δότε κύρι’ ἔχοντες θεαί τ’ ὦ Μοῖραι ματροκασιγνῆται, δαίμονες ὀρθονόμοι, παντὶ δόμωι μετάκοινοι, παντὶ χρόνωι δ᾽ ἐπιβριθεῖς ἐνδίκοις ὁμιλίαις, πάνται τιμιώταται θεῶν. Αθ. τάδε τοι, χώραι τἠμῆι προφρόνως ἐπικραινομένων, γάνυμαι· στέργω δ’ ὄμμα τὸ Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμ’ ἐπώπα 971 cf. ad 275 949 ἦ T: ἦ Ω — ἀκούεις Meineke³ 229 — χώρας Weil — ἐπικρανεῖ Mc 952 ἀθανάτοις ⟨τοῖς οὐρανίοις⟩ Heyse, cf. Eur. Hec. 146.*fr. 912.6 sqq. 953 φανερῶς Ω: dist. Meineke l. c. 954 κρύων Ω: suppl. T: δάκρυσιν Blaydes⁵: κρυερὸν Young¹ 94 956 ἀώροις GFE — 958 δ’ Aur.³ — 959 sq. ἀνδροτελεῖς Burges⁹ — βιότου τ — κύρι’ M (υ i.r.): κύριες τ: κῦρος Heyse 961 τ’ ὦ Hermann²⁸ 115: τῶν Ω — 964 δαίμωσ FE — μεγάκοινοι τ, μέγακοινοι M: corr. Turn. 967 πάντα Ω (πάντων T): corr. Canter 968 τάδε τῆ E: τάδ᾽ ἐγὼ (927) Burges⁹ — 970 ὄμμα τὸ West⁸ 101: ὄμματα M: ὄμματι τᶜ 971 ἐπώπα Schütz²: ἐπωπᾶι M: ἐποπτᾶ τ Αθ. πρὸς τάσδ’ ἀγρίως ἀπανηναμένας· ἀλλ’ ἐκράτησε Ζεὺς ἀγοραῖος· νικᾶι δ’ ἀγαθῶν ἔρις ἡμετέρα διὰ παντός. τὰν δ’ ἄπληστον κακῶν μήποτ’ ἐν πόλει στάσιν τᾶιδ᾽ ἐπεύχομαι βρέμειν, μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν δι’ ὀργὰν ποινὰς ἀντιφόνους, ἄτας ἁρπαλίσαι πόλεως· χάρματα δ’ ἀντιδιδοῖεν κοινοφιλεῖ διανοίαι, καὶ στυγεῖν μιᾶι φρενί· πολλῶν γὰρ τόδ’ ἐν βροτοῖς ἄκος. Αθ. ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς ὁδὸν εὑρίσκει⟨ν⟩; ἐκ τῶν φοβερῶν τῶνδε προσώπων μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις· τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν ὀρθοδίκαιον πρέψετε πάντως διάγοντες. 972 ἀπονην- τ — 977 πόλει Ω — 979 δὲ πιοῦσα Mc: δ’ ἐπιοῦσα Ma τ 980 πολιητᾶν Tricl. (GFTE) responsionis causa (cf. ad l. 960) 981 ποινᾶς τ (at cf. 464) 982 ἀντιφώνους ⟨τ’⟩ ἄτας Blass⁹ — hic deficit E 985 κοινοφελεῖ Ma, κοινωφελεῖ Ms τ: corr. Hermann⁵ 986 μιᾶι φρενὶ στυγεῖν Thomson⁶ 988 ἆρα Ma, ἀρὰ Mˢ — φρονοῦσι TF, -ούσης G 989 εὑρίσκειν Pauw: -ει Ω — 990 ἔκ τοι Wil.¹⁹ — προσέρπον Headlam⁹ 287 cl. Soph. Ai. 1255 992 εὔφρονας Turn.: εὐφρόνας τ, εὐφράνας M — αἰεὶ M — 995 πάντως G: πάντες MTF ⟨χαίρετε,⟩ χαίρετ᾽ ἐναισιμίαισ⟨ι⟩ πλούτου, χαίρετ’ Ἀττικὸς λεώς, ἴκταρ ἡμένας Διὸς παρθένου φίλας φίλοι, σωφρονοῦντες ἐν κόρωι· Παλλάδος δ᾽ ὑπὸ πτεροῖς ὄντας ἅζεται πατήρ. Αθ. χαίρετε χὐμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ στείχειν θαλάμους ἀποδείξουσαν πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. ἴτε, καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν χωρὶς κατέχειν, τὸ δὲ κερδαλέον πέμπειν πόλεως ἐπὶ νίκηι. ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι παῖδες Κραναοῦ, ταῖσδε μετοίκοι⟨ς⟩· εἴη δ᾽ ἀγαθῶν ἀγαθὴ διάνοια πολίταις. 997–8 Erot. 46.21 N. 996 ⟨χαίρετε⟩ (cf. 1014) Turn. — ἐναισιμίαις M, ἐν αἰσιμίαις τ (-αισι T) 997 Ἀττικὸς (681) Erotianus: ἀστικὸς Ω — 998 ἴκταρ M — ἥμενοι Ω, ἣν μὲν οἷο codd. Erot.: corr. Bothe¹ 999 παρθένους MF: -οις GT: corr. Rob., Turn. — 1000 κόρωι Herwerden⁵ 159: χρόνωι (946. 965) Ω 1003 θ’ ὅμησις τ — ποτέραν GF — δέ με Ω: corr. Wakefield³ — 1005 πρόπομπον Ω: corr. Portus² 1006 σφαγίων] φανῶν Weil⁵ (melius πανῶν, cf. ad Ag. 284): φεγγῶν (cf. 1022) Schoemann¹ — fort. τῆσδ᾽ vel τῆιδ᾽ 1008 ἀτήριον Ω: corr. Bentley² 141/230 — χωρὶς Linwood²ᵃ: χώρας Ω: χώραι Paley³ — χώρας ἀπέχειν Burges⁹, at cf. Pers. 223 1010 ὑμεῖς T: ἡμεῖς Ω — 1011 μέτοικοι Ω: corr. Turn. χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπανδιπλοίζω, πάντες οἱ κατὰ πτόλιν δαίμονές τε καὶ βροτοί· Παλλάδος πόλιν νέμον- τες, μετοικίαν δ᾽ ἐμάν εὐσεβοῦντες, οὔτι μέμ- ψεσθε συμφορὰς βίου. Αθ. αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων, πέμψω τε φέγγει λαμπάδων σελασφόρων εἰς τοὺς ἔνερθε καὶ κάτω χθονὸς τόπους ξὺν προσπόλοισιν αἵτε φρουροῦσιν βρέτας τοὐμόν, δικαίως· ὄμμα γὰρ πάσης χθονός θησῆιδος ἐξίκοιτ᾽ ἄν, εὐκλεὴς λόχος — παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασιν ⟨ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ⟩ τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονός τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπηι. 1014 ἐπανδιπλοίζω Hermann²⁸ 117: ἐπιδιπλοΐζω Ω (δ᾽ αὖθις ἐπὶ om. T responsionis causa): ἔπος δ. Dind.⁴: ἐπανδιπλάζω (Prom. 817) Sidgwick¹ 1018 τ’ Murray¹ — ἐμὴν Ω (ἐμοὶ M?) — 1019 εὖ σέβοντες Turn. — μεμέμψεσθε GF 1021 τε Hermann⁵: δὲ Ω: σὲ μύθου Wieseler¹ 188 — 1023 κατὰ (Pers. 689v.l. Ag. 1386. Cho. 356) Burges⁹ 1026 θησηΐδοσ M, θρησηΐδος τ: corr. Wakefield — εὐκλειὴς G 1028 ante vel post h.v. lac. stat. Hermann¹⁶ 11 sq./133, ²⁸117 sqq. 1025-8 ad cultum futurum spectant (cf. 856), 1029 ad pompam statim faciendam. Veri simile est autem Minervam Furiis hic nomen Εὐμενίδας indidisse, quod in hac fabula factum esse testantur argumentum et Harpocr. (supra p. 341) ἐνδυτῶν Hartung: ἐνδυτοὺς Murray¹: ἐνδυτοὶ δ’ Wakefield³ — 1029 πάρος Headlam¹³ 287 — 1031 an προσφοραῖς? ΝΕΩΚΟΡΟΙ βᾶτ᾽ †ἐν δόμωι† μεγάλαι φιλότιμοι Νυχτὸς παῖδες ἄπαιδες ὑπ᾽ εὔφρονι πομπᾶι. — εὐφαμεῖτε δὲ χωρῖται. γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν {καὶ} τιμαῖς καὶ θυσίαις περίσεπτα τύχοιτε. — εὐφαμεῖτε δὲ πανδαμεί. ἵλαοι δὲ καὶ εὐθύφρονες γᾶι δεῦρ᾽ ἴτε, Σεμναὶ ⟨θεαί⟩, πυριδάπτωι λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν. {δ’} — ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. σπουδαὶ δ’ εἴσιτε πανδάϊδ’ οἶκον· Παλλάδος ἀστοῖς Ζεὺς παντόπτας οὕτω Μοῖρά τε συγκατέβα. — ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. 1032 ΝΕΩΚΟΡΟΙ West⁷: χο. Ω: προπομποί Σ T et index personarum. eae sunt, credo, quae 1024 designantur — βᾶτε δόμον Hermann⁵ (δόμους Emperius⁹, δόμωι Wellauer²): βᾶθ’ ὁδὸν ὦ Headlam⁸ 201 1033 sq. ἄπαιδος Ma — εὔφρονι Burney¹: εὐθύφρονι (1040) Ω 1035 χωρεῖτε Ω: corr. Hermann¹⁸ 435 — 1037 sq. καὶ del. Hermann⁵ — περισέπται M, -σέπτα TF, -σέπτα G: corr. Musgrave — τύχοιτε Wakefield³: τύχαι τε M, -αι τε TF, -α τε G 1039 εὐφημ- F — πανδαμί M: πανδημεί τ: corr. Rob., Turn. 1040 εὔφρονες αἴαι Meineke³ 230 1041 ⟨θεαί⟩ Hartung: ⟨σύν⟩ Hermann²⁸ 125 — 1042 δ’ del. Boissonade 1044 σπουδαὶ δ’ εἴσιτε πανδάϊδ’ οἶκον West⁸ (σπονδαὶ δ’ εἴσιτ’ ἀν’ ἐνδάϊδ’ οἶκον Young¹ 87): σπονδαὶ δ’ ἐς τὸ πᾶν ἔνδα(υ)δες οἴκων Ω (μετὰ λαμπάδων Σ) 1045 ἀστοῖσι Ω: corr. Musgrave — ⟨ὁ⟩ πανόπτας id. (πανόπτας iam Asul.) 1046 συγκατέβαν Blaydes²