ΠΡΟΦΗΤΙΣ
Πρῶτον μὲν εὐχῆι τῆιδε πρεσβεύω θεών
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἢ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῶι τρίτωι
λάχει, θελούσης οὐδὲ πρὸς βίαν τινός,
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο
Φοίβη, δίδωσιν δ᾽ ἣ γενέθλιον δόσιν
Φοίβωι· τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
κέλσας ἐπ᾿ ἀκτὰς ναυπόρους τὰς Παλλάδος
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας.
πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ηφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς
Δελφός τε, χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός.
τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
Testimonia
2 Harpocr. θεμιστεύειν – ὅτι γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ ᾿Απόλλωνος, Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν. compilator veriloquium Aeschyli tribuit, quod e historia petebatur ab Aeschylo narrata
8 Apollon. Archib. Φοίβος - ὁ μὲn Αἰσχ. ἀπὸ Φοίβης τῆς μητρὸς Λητοῦς.
19 Macrobius V 22, 13 ad Vergil. Aen. 3, 251 Aeschylus πατρὸς – Διός.
Actio: scaenae frons est templum Delphorum, ingenti porta clausum. Flaminica ante portam stat.
Apparatus Criticus
λ. τελ. τε
παρνησοῦπαρνησοῦσ᾽(παραν. Μ1)παρνησούςcorr. Robort.
Δελφός τεDelphum regem novit Σκαὶ ὁ Δελφὸς δὲ ὃς (λεώς Μ)[ὁ] ἔστι τῆς χώρας ἄναξ
τοῖσδετόνδε corr. I. Vossius
θρόνοιςχρόνοις corr. Turn.
πατρόςπατρὸς – Διός Macrob.
in prooemio colloco deos qui fanum tenuerunt, in oratione princeps locus Minervae debetur, quae ante fanum habitat
ΠΡΟΦΗΤΙΣ
Παλλὰς προνάια δ᾽ ἐν λόγοις πρεσβεύεται.
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη φίλορνις, δαιμόνων ἀναστροφαί·
Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
ἐξ οὗτε βάκχαις ἐστρατήγησεν θεός
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλείστου τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις εἰς θρόνους καθιζάνω.
καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῶι
ἄριστα δοῖεν· κεἰ παρ᾿ Ελλήνων τινές,
ἴτων πάλωι λαχόντες, ὡς νομίζεται·
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
δεινὰ λέξαι δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν
πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
ὡς μήτε σωκεῖν μήτε μ᾿ ἀκταίνειν στάσιν·
τρέχω δὲ χερσίν, οὐ ποδωκείαι σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν,
ὁρῶ δ᾽ ἐπ᾿ ὀμφαλῶι μὲν ἄνδρα θεομυσῆ
ἕδρας ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
Testimonia
36 Phrynichus BA. 23, 12 Αἰσχ. οὐκέτ᾽ ἀκταίνω φησὶ βαρυτόνως οἷον οὐκέτι ὀρθοῦn δύναμαι ἐμαυτήν. cf. Et. M. 8. ν. ἀκταίνω τὸ κουφίζω παρ᾿ Αἰσ.
Actio: 33 Flaminica postquam in templum intravit, paullo post terrore summo perculsa prorumpit. valvae statim ita clauduntur, ut in templum introspici omnino non possit.
Apparatus Criticus
ἀναστροφαíἀναστροφά-στροφήcf. ἐπιστροφαί διατριβαί εὐναί sim. vi locali
Βρόμιοςβρόμιος δ᾽
Πλείστουπλείστους corr. Turnebus.accentus est Herodiani quamvis falsus, cf. Et. M. s. v.
praesentium ratio minime temporalis est, noli igitur aoristum expectare, cf. Prom. 777.Σ καλοῦσα φροιμιάζομαιnec recte explicat nec probat v. 20 proximum fuisse
κεἰ παρ᾿ Ελλήνων τινέςsc. ἔρχονται,ἴτων πάλωι λαχόντες.nimirum verbum e proximo verbo auditur. παρ᾿ Ἑλλήνων veniunt, nimirum θεωροί
ante 34 paragraphus cum nota διάλειμμα Μ
στάσινβάσινquod legit Et. M.,sed alterum Phrynichus, convenitque unum anui vix se sustinenti, cuius manus tantum trepidant quantum vacillant pedes
ποδωκείαιποδωκία
θεομυσῆθεομυσῆιθεομισήM igitur v. 1. .1. haud recte interpretatus est.
ἕδρας ἔχονταἕδραν ἔχοντι
νεοσπαδὲςνεοσπαθὲς
ΠΡΟΦΗΤΙΣ
λήνει μεγίστωι σωφρόνως ἐστεμμένον,
ἀργῆτι μαλλῶι· τῆιδε γὰρ τρανῶς ἐρῶ.
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται· μέλαιναι δ᾽, ἐς τὸ πᾶν βδελύκτροποι.
ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν,
ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
καὶ (ὁ) κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας,
οὐδ᾽ ἥτις αἷα τοῦτ᾽ ἐπεύχεται γένος
τρέφουσ᾽ ἀνατεί, μὴ μεταστένειν πόνον.
τἀντεῦθεν ἤδη τῶνδε δεσπότηι δόμων
αὐτῶι μελέσθω Λοξίαι μεγασθενεῖ·
ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
ΑΠΟΛΛΩΝ
οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
ἐγγὺς παρεστώς, καὶ πρόσω δ᾽ ἀποστατῶν
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾶις,
ὕπνωι πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,
Actio: 64 exit Flaminica; valvae templi aperiuntur. conspiciuntur quae illa descripsit; Furiae in sellis dormiunt, ad umbilicum item in sella sedet Orestes, gladio sanguinolento et olivae ramo insignis. pone eum adstat Apollo.
Apparatus Criticus
λήνειλίνειlongo redimiculo opus in ramo qui in altum crevit
λόχοςλέχος
ἤδηἤδηsed alterum η in alio; oυ fuisse coni. Blassεἶδον
φερούσαςrapientes, cf. ἄγειν καὶ φέρειν
βδελύκτροποιβδελύτροποι
πλατοῖσιπλαστοῖσι corr. Elmsley
λίβαλίβα Burges et Σ a Triclinio servatumβίαν
(ὁ)supplevi
φῦλονφύλλον.... τῆς
ἥτις αἷαἥ τι γαῖα
πόνονπόνων corr. Arnaldus,Σ τὸν (τό corr. Herm.) τῆς ἀνατροφῆς verum tenebat
τἀντεῦθεντάνθ. μὲn οὖν τ.
πέπωνγρ. πρέπων
monstrat dormientes: hinc participium pro finito verbo
ΑΠΟΛΛΩΝ
γραῖαι παλαιόπαιδες, αἷς οὐ μείγνυται
θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακόν
σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένηι.
ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
βιβῶντ᾽ ἀν᾿ αἰεὶ τὴν πλανοστιβῆ χθόνα,
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.
καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῶιον δέμας.
ΟΡΕΣΤΗΣ
ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν,
ἐπεὶ δ᾽ ἐπίσται, καὶ τὸ μὴ ἀμελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὐ φερέγγυον τὸ σόν.
ΑΠ.
μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
Ἑρμῆ φύλασσε, κάρτα δ᾽ ὧν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμόν
ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας
ὁρμώμενον βροτοῖσιν εὐπόμπωι τύχηι.
ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ
εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
Actio: 89 apparet in templo ab Apolline arcessitus Mercurius, manu ducit Orestam per dormientium Furiarum coetum. exeunt per orchestram.
94 Apollo non discedit sed ἀφανὴς γίγνεται. surgit umbra Clytaemestrae. v. 103 pectora cruenta ostendit.
Apparatus Criticus
παλαιóπαιδεςπαλαιαὶ παῖδες correxiΣ πολιαὶ γάρ (ad γραῖαι)· παῖδες διὰ τὸ νέον(?) ἢ ἐπειδὴ ἄγαμοι : hoc confirmant proxima μίγνυται
βιβῶντ᾽βεβῶντ᾽βεβόντ᾿corr. Stephanus Herm.
πόντονπόντου corr. Turn.
ποτὶ πτόλινποτὶ πτ. Π.
extorres cum a Mercurio ducti ad homines accedunt, Iuppiter ἱκέσιος ξένιος tuetur, i. e. recipiuntur
ΚΛ.
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ᾽ ἀλῶμαι· προὐννέπω δ᾽ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὅρα δὲ πληγὰς τάσδε καρδίαι σέθεν·
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται.
[ἐν ἡμέραι δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν.]
ἢ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε
χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾿ ἐσχάραι πυρός
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
ὃ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ᾽· ὡς ἔλεξα τῆς ἐμῆς πέρι
ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί·
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
ΧΟ.
μυγμός.
ΚΛ.
μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω·
φίλοις γάρ εἰσιν, οὐκ ἐμοῖς, προσίκτορες.
ΧΟ.
μυγμός.
ΚΛ.
ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
φονεὺς δ᾽ Ορέστης τῆσδε μητρὸς οἴχεται.
Testimonia
113 Hesych. ἐγκατιλλῶψαι· ἐγκαταμυκτηρίσαι.
Apparatus Criticus
ὧνὡς corr. Tyrwhitt
synonyma posita, cum bis essent mortui commemorandi, nam etiam ὄνειδος eodem spectat quo ἀπητιμασμένη; 95 iam in animo habet ἀλῶμαι.
κείνωνκεῖνοι 99 mortui sunt qui Clytaemestrae scelera exprobrant
παθοῦσαπ. γ'
οὐδεὶςοὐδεὶς δ᾽
μοῖρ᾽ ἀπρόσκοποςμοῖρα πρ. recte dist. Σdelevi (104. 5. Kirchhoff).versus optimus additus est ut conveniret mortalibus, quorum acies interdiu hebetatur, noctu vero divina animadvertit. quod ad deas non pertinet
πολλὰπολλά idem ac πολλάκις
νηφάλιανιφάλια
νυκτίσεμνανυκτὸ σεμνά (i. e. νυκτός)
νεβροῦνεκροῦ
ἀρκυστάτωνἀρκυσμάτων corr. Turn.
ὑμῖνἡμῖν
ἐγκατιλλώψαςἐκκατ. corr. Turn.
πέριπερὶ,sed anastropha in extremo versu necessaria, cf. Ag. 1037
ΚλυταιμήστραΚλυταιμνήστρα
sequ. parepigraphas paragraphis notat M, ᾿Απόλ. FTr, 130 Χορ. FTr
oxymoron. φίλοι Orestam significant, cf. 100, qui tamen Clytaemestrae nequaquam amicus est, cf. Choeph. 993
ἄγανἄγαν γ᾽solita interpolatione
ΧΟ.
ὠιγμός.
ΚΛ.
ὤιζεις, ὑπνώσσεις· οὐκ ἀναστήσηι τάχος;
τί σοι πέπρωται πράγμα πλὴν τεύχειν κακά;
ΧΟ.
ὠιγμός.
ΚΛ.
ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
ΧΟ.
μυγμὸς διπλοῦς ὀξύς.
λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
ΚΛ.
ὄναρ διώκεις θῆρα κλαγγαίνεις θ’ ἅπερ
κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου.
τί δρᾶις; ἀνίστω, μή σε νικάτω πόνος,
μηδ᾽ ἀγνοήσηις πῆμα μαλθαχθεῖσ᾽ ὕπνωι.
ἄλγησον ἡπαρ ἐνδίκοις ὀνείδεσιν·
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δ’ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῶι,
ἀτμῶι κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
ΧΟ.
ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.
εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾶι.
ἰοὺ ἰού, πύπαξ.
ἐπάθομεν, φίλαι,
πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ.
ἐπάθομεν πάθος
δυσαχές, ὦ πόποι, ἄφερτον κακόν·
ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ’ ὁ θήρ.
Testim.:
145 Hesych. δυσαχθές· βαρύ.
Actio:
130 has voces numeris non adstrictos Furiae nullo concentu ut quaeque somnio excitatur emittunt. 140-42 coryphaei; dum surgunt Furiae ab hemichoriorum ducibus cantatur stropha prima. reliqua a choro; manet tamen intra templum. M 140 adscribit Χορός Ἐρινύων, ἐξ ὧν μία, alia signa nulla sunt. strophas distinxit Tr.
Numeri:
143-48=149-54 2 dochmii 11, trimeter iambicus, tres dochmii (146 hiatus post interiectionem), duo trimetri iambici, alter bis concisus.
Apparatus Criticus
ὠιγμόςμωγμός
οὐκκούκ
πέπρωταιπέπρακται
ὠιγμόςὠγμός
κλαγγαίνειςκλαγγάνειςvidetur utraque forma tolerabilis esse
θ’δ’ἅπερ κύων ad utrumque verbum pertinet
ἐκλείπωνἐκλιπών
μηδ᾽οὐδ᾽
ὀνείδεσινὀνείδεσσιν
ἀντίκεντρα γίγνεταιαὐτίκεντρα γίγνεται
ἐπουρίσασαἐπουρήσασα
κατισχναίνουσακατισχαίνουσα
ἰδώμεθ᾽εἰδώμεθ᾽
πύπαξπυπάξ
δυσαχέςδυσαχθὲς
θ’δ’
ΧΟ.
ὕπνωι κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.
ἰὼ παῖ Διός
ἐπίκλοπος πέληι
νέος δὲ γραίας δαίμονας καθιππάσω.
τὸν ἱκέταν σέβων,
ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν.
τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.
τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν; =
ἐμοὶ δ’ ὄνειδος ἐξ ὀνειράτων μολὸν
ἔτυψεν δίκαν
διφρηλάτου
μεσολαβεῖ κέντρωι
ὑπὸ φρένας,
ὑπὸ λοβόν.
πάρεστι μαστίκτορος δαΐου δαμίου
βαρὺ περίβαρυ τὸ κρύος ἔχειν.
τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί
κρατοῦντες τὸ πᾶν δίκας πλέον·
φονολιβῆ θρόνον
περὶ πόδα
περὶ κάρα
πάρεστι γᾶς (τ’) ὀμφαλὸν προσδρακεῖν αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν. =
ἐφεστίωι δὲ μάντις ὢν μιάσματι
μυχὸν ἐχράνατ’ αὐτόσσυτος αὐτόκλητος,
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
Numeri:
155-61=.162-68 trimeter iambicus, dochmius, monometer iambicus, dochmius, paeones duo, sex iambi, e parte concisi.
169-73=174-78 trimeter iambicus, dochmius + dimeter choriamb. catal., dimeter dochm., monometer iamb. + dochm.
Apparatus Criticus
ἰὼἰὼ ἰὼ
ἐπίκλοποςἐπίπλοκος
νέος δὲ γραίας δαίμοναςγραίας δὲ δαίμονας νέος
ἱκέτανἱκέτηνsubiuncta haec verbo ἐπίκλοπος πέληι
ἔτυψενἔτυψα
βαρὺ περίβαρυ τὸτὸ περίβαρυtraieci, ridiculum e Sept. 834 τι substituere
φονολιβῆφονολειβῆ
(τ’)supplevirecte Σ τὸν θρόνον οῦ Ὀρέστης καθῆστο πάρεστιν ὁρᾶν φονολειβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς ὅλον. deinde vero errat ὥστε τὸν ὀμφαλὸν (ὀφθαλμόν corr. Schwenck) ἔχειν αἱμάτων ἄγος ἐπαίροντα et intra lineas λείπει ὁ ὡς (καί, correxi).
προσδρακεῖνπροσδρακῆς
infinitivus ἔχειν pro participio positus, cum ἀρόμενον antecedat
ἀρόμενοναἰρόμενοναἰρούμενονcorr. Abresch
μάντις ὢνμάντι σῶιvocativus corruptela natus scholiastam permovit ut appellari Apollinem crederet, traxitque plerosque editores. quod antistropho refutatur
μυχὸnμυκὸνσὸν οἶκονcorr. Robort.
ἐχράνατ’ἐχθράνατ’
παρὰ νόμονπαρανόμωνcorr. M2
βρότεαβρέτεα
ΧΟ.
παλαιγενεῖς δὲ μοίρας φθίσας. –
κἀμοίγε λυπρὸς καὶ τὸν οὐκ ἐκλύσεται,
ὑπὸ δὲ γᾶν φυγὼν οὔποτ᾽ ἐλευθεροῦται,
ποτιτρόπαιος ὢν δ’ ἕτερον ἐν κάραι
μιάστορ᾽ εἰσιν οὗ πάσεται. –
ΑΠΟΛΛΩΝ
ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
μὴ καὶ λαβούσα πτηνὸν ἀργηστὴν ὄφιν
χρυσηλάτου θώμιγγος ἐξορμώμενον
ἀνῆις ὑπ’ ἄλγους μέλαν’ ἀπ’ ἀνθρώπων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
ἀλλ’ οὐ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε, σπέρματός τ’ ἀποφθορᾶι
παίδων κακοῦται χλοῦνις, ἠδ’ ἀκρωνία
λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολύν
ὑπὸ ῥάχιν παγέντες. ἆρ’ ἀκούετε,
οἷας ἑορτῆς ἔστ᾽, ἀποπτύστης θεοῖς,
στέργηθρ’ ἔχουσαι; πᾶς δ’ ὑφηγεῖται τρόπος
μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτ’ ἄνευ βοτῆρος αἰπολούμεναι·
ποίμνης τοιαύτης δ’ οὔτις εὐφιλὴς θεῶν.
ΧΟ.
ἄναξ Απολλον ἀντάκουσον ἐν μέρει.
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέληι,
ἀλλ’ εἰς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.
Actio:
197 iussu Apollinis Furiae e templi porta prorumpunt pecorum ritu cratibus emissorum.
Apparatus Criticus
cave de Parcis cogites
κἀμοίγεκάμοί τε
ἐκλύσεται,ἐκλύσεται.correxi; adversativam particulam mutata persona flagitat
δὲτε
φυγὼnφεύγων
ὢν δ’δ’ ὢν
οὗἐκείνου
πάσεταιπάσσεταιπαύσεται
καρανιστῆρεςκαρανητήρεςu supra prius ηοὐκ ἄρ᾽ ἀνυστήρεςcorr. Stanley
ἀποφθορᾶιἀποφθοραί
ἀκρωνίαglossae certo traditae non satis intelleguntur; intellege fere ἀκμή et ἀκρωτηριασμός
λευσμόςλευσμόν
ὑπὸ ῥάχινὑπορράχιν
ἀποπτύστηςἀπόπτυστοιcorrexi
πλησίοισιπλησίοιςrecte Σ μύσος προστρίβεσθαι scil. τοῖς πέλας
εἰςὡς
ΑΠ.
πῶς δή; τοσοῦτο μήκος ἔκτεινον λόγου.
ΧΟ.
ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
ΑΠ.
ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μή;
ΧΟ.
κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.
ΑΠ.
καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.
ΧΟ.
καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
ΑΠ.
οὐ γὰρ δόμοισι τοῖσδε πρόσφοροι μολεῖν.
ΧΟ.
ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
ΑΠ.
τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
ΧΟ.
τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
ΑΠ.
τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσηι;
ΧΟ.
οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.
ΑΠ.
Ἥρας τελείας καὶ Διὸς πιστώματα·
Κύπρις δ᾽ ἄτιμος τῶιδ᾽ ἀπέρριπται λόγωι,
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
ὅρκου ᾿στὶ μείζων τῆι δίκηι φρουρουμένη.
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾶις
τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότωι,
οὔ φημ’ Ορέστην σ’ ἐνδίκως ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ οἶδα κάρτα σ’ ἐνθυμουμένην,
τὰ δ᾽ ἐμφανῶς πράσσουσιν ἡσυχαιτέραν.
δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.
ΧΟ.
τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
ΑΠ.
σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
ΧΟ.
τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγωι.
ΑΠ.
οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.
Apparatus Criticus
πρᾶξαιπέμψαιmira tamen corruptela
τί μή;τί μήτί μήνcf. Ag. 672. Dittenberger Herm. 16, 334
δέκτωρδ᾽ ἕκτωροἶμαι δέκτωρ
δῆτα τάσδεδῆτα τοῦτο
πρόσφοροιπρόσφορoν
Choro tribuit Σ, Apollini codd.
τί γὰρτίς γάρcorr. M2 ex Σ
νοσφíσηινοσφίσει
Ἥρας τελείας καὶ Διὸς πιστώματα ἢ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲn ἡγέσωἠρκέσω correxi. cf. κυνηγέσαι Soph. Ichn. 75, ἡγεμών, ῾Αγεσίλας Callim. 5, 130
γίγνεταιγίνεται
μόρσιμοςμόρσιμοι
ὅρκου ᾿στὶὅρκου ’σ τιὅ. τε
εἰἤ
τίνεσθαιγενέσθαιquamquam medium tantum in propria ultoris causa dici videtur
ἐνδίκωςἐνδίκαις
Hos versus Apollini tribuunt MF, Tr quoque fortasse (sed eluit)
σ’σ’γ’om.
οἶδαοἶδαοὔτοι
πράσσουσινπράσσουσαν
δίκας δὲ Παλλὰςδ’ ἐπ’ ἄλλας
ἐποπτεύσειἐποπτεύει
λίπωλείπω
ποτέπώποτε
πλείωπλέον
τίθουτίθειv. l. (hic c. gl. ποίει)
ΧΟ.
μέγας γὰρ ἔμπας παρ Διὸς θρόνοις λέγηι.
ἐγὼ δ’, ἄγει γὰρ αἷμα μητρῶιον, δίκας
μέτειμι τόνδε φώτα κἀκκυνηγετῶ.
ΑΠ.
ἐγὼ δ’ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῶι σφ’ ἑκών.
ΟΡΕΣΤΗΣ
ἄνασσ’ ᾿Αθάνα, Λοξίου κελεύμασιν
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα
οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
ἀλλ’ ἀμβλὺς ἤδη προστετριμμένος τ’ ἐγώ
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν,
ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν.
σώιζων δ’ ἐφετμὰς Λοξίου χρηστηρίους
πρόσειμι δῶμα, καὶ βρέτας τὸ σόν, θεά,
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
ΧΟΡΟΣ
εἶὲν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
τετραυματισμένον γὰρ ὡς κύων νεβρόν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾶι
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
ὑπέρ τε πόντον ἀπτέροις πωτήμασιν
Actio:
231 exit chorus 234 clauduntur valvae. scaena ita mutatur, ut templum iam videri possit Minervae esse, in orchestra autem Palladium erigitur. quibus perfectis incedit Orestes eodem quo antea ornatu, atque postquam deam adlocutus est ad Palladium considit.
244 dum chorus vestigia profugi circumspiciens ingreditur, coryphaeus iambos recitat. deinde cantat chorus vel potius coryphaeus (τὸ αὐτὸν πρόσωπόν ἐστι Σ 254; sed ad notam chori) ceteris furiis huc illuc discurrentibus, deinde Orestam circumsilientibus.
Apparatus Criticus
ἄγειἄγειν
μητρῶιονμητρώιων
δίκαςδίκηv. l.δίκης
κἀκκυνηγετῶκἀκκυνηγέτηςγ’ ὡς κ.corr. Erfurdt
θεοῖςθεοῖσι
προδῶιindefiniti subiecti usus legis sermoni eximie convenit.
κελεύμασινκελεύσμασιverum Triclinius suo Marte profecto non dedit
ἀμβλὺςἀμβλὺν
προστετριμμένοςπροστετριμμένον
δ’δ’τ’om.
πρόσειμιδὲ πρόςcorrexi
εἶὲνsic recte M
μηνυτῆροςμηνυτήροςμηνυτήμηνυτῇσιν
νεβρόννεκρόν
ἐκματεύομενἐκμαστεύομεν
πόντονπόντον
πωτήμασινcf. Ag. 977
ΧΟ.
ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾶι.
ὅρα ὅρα μάλ᾽ αὖ, λεύσσετε πάντα, μὴ
λάθηι φύγδα βὰς
[δ] ματροφόνος ἀτίτας.
ὅδ᾽ αὐτός· [οὖν] ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
ὑπόδικος θέλει γενέσθαι χρεῶν.
τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῶιον χαμαί
δυσαγκόμιστον, παπαῖ,
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν
ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δέ σου
βοσκὰν φεροίμαν πώματος δυσπότου.
καὶ ζῶντά σ᾿ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
(ἵν᾽) ἀντιποίνους τίνηις μητροφόντας δύας.
ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
ἢ θεὸν ἢ ξένον τιν᾿ ἀσεβῶν
ἢ τοκέας φίλους,
ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.
μέγας γὰρ ῞Αιδης ἐστὶν εὔθυνος βροτῶν
ἔνερθε χθονός,
δελτογράφωι δὲ πάντ᾽ ἐπωπᾶι φρενί.
ΟΡ.
ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
Numeri:
259-76 dochmii cum iambis. 4d 2i (altero metro conciso) 4 d 3i 2i (ut supra) 2d 3i2d 3i (ultimo metro conciso) 4i (ter concisi) 3d (lacunosa) 3i 3i 3d.
Testim.:
277 Nonius 475, 3 Ennius Eumenidibus: sapere opino esse optimum, ut pro viribus tacere ac fabulari tute noveris (tacere op. - sapere atque f. codd. corr. ad Aeschyli verba Bothe).
Apparatus Criticus
λεύσσετελεύσσε τονλεῦσσε τόνλεῦσσέ τεdisplicet copula; ὅρα... λεύσσετε ut ἴθι ἴδετε Sept. 110
φύγδαφυγάδα
[δ]ὁ del.
[οὖν]αὑτέ γ'oὖν (quo iambi efficiebantur) del. Herm.
περὶ βρέτει πλεχθεὶςπεριβλέπει πλαγχθείς
χρεῶνχρεώνχερῶν
δυσαγκόμιστονδυσαγκόμιστρον
πέδοι χύμενονπέδωι κεχυμένον
βοσκὰn φεροίμαν πώματοςβασκὰν φεροίμην πόματος
ἰσχνάνασ᾽ἰχνάνασ᾽ἰσχάνασ᾽
(ἵν᾽)add. ἵv'ἵνα ante τίνηις inserebat textui suo
τίνηιςτείνης et . εισ.
μητροφόντας δύαςμητροφόνας δύηπόνος ταλαιπωρία, necessario non scelus sed cruciatus matricidae sit, altera emendatio certa est; alterius locum numeri ostendunt.
δὲ κεἴ τιςδ᾽ ἐκεῖ τίς
ἄλλοςἄλλον
ἀσεβῶνἀσεβεῖν τινά (credibile)(quod facile effugias, ἤ᾽ς θεόν substituto) nec non fuisse trimetrum dochmiacum
ἔχονθ᾽ἔχοντ᾽
ἐπωπᾶι φρενίἐποπτᾶι τῇ φρενί
ΟΡ.
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῶιδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου·
βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει.
ποταίνιον γὰρ ὂν πρὸς ἑστίαι θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,
ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίαι·
[χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.]
καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοί
μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορός
αὐτόν τε καὶ γῆν καὶ τὸν ᾿Αργεῖον λεών
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα
φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοι (κλύει δὲ καὶ πρόσωθεν ὢν θεός),
ὅπως γένοιτο τῶνδέ μοι λυτήριος.
ΧΟ.
οὔτοι σ᾽ ᾿Απόλλων οὐδ᾽ ᾿Αθηναίας σθένος
ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον
ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενών,
Actio:
303 paullulum conticescit expectans minis perterritum si non profugiturum saltem eiulaturum esse Orestam 307 Furiae manibus iunctis circumdant tripudiantes Orestam Palladio inhaerentem. repetito tertio ephymnio ad solitum chori ordinem motumque redeunt.
Apparatus Criticus
intellege πολλούς τε ἄλλους καθαρμούς, τρόπους τοῦ καθαρεύειν, καὶ ὅπου δίκη σιγᾶν etc.; si nondum purgatus esset, ἁγνεῦσαι ἑαυτὸν debebat ac ne vocem quidem emittere
διδασκάλουδιδάσκων (suprascripto γε)γε διδ.
del. Musgrave
ΛιβυστικῆςΛιβυστικοῖςadiectivum a recto ad regens non poterat attrahi, ne partitivum esse videretur
κατηρεφῆscholion καταβάλλει γὰρ ἢ ὀρθοῖ servavit Tr, quo pes eius intellegitur, cui Minerva opitulatur, quem ὀρθῶι βῆναι ποδί (Eur. Hel. 1449) facit. quod sane placere potest, κατηρεφή vero non videtur convenire aut huic aut ulli alii interpretationi. e terra genitali vocat deam; iniuria res Aegypti tangi credit Cavaignac Athènes 64
οὔτοι σ᾽οὔτισσ᾽
᾿Αθηναίας᾿Αθηναίας-ναίοιςναίης (fortasse recte)
τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενώνnota traiectionem negationis cf. 423, ἔμαθεν ὅπου φρενῶν οὐκ ἔστι χαίρειν, hoc postulat aoristus
ΧΟ.
ἀναίματον, βόσκημα δαιμόνων, σκιάν.
οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῶι σφαγείς·
ὕμνον δ᾽ ἀκούσηι τόνδε δέσμιον σέθεν.
ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγεράν
ἀποφαίνεσθαι δεδόκηκεν,
λέξαι τε λάχη τὰ κατ᾿ ἀνθρώπους
ὡς ἐπινωμᾶι στάσις ἁμά.
εὐθυδίκαιοι δ᾽ εὐχόμεθ᾽ εἶναι·
τοὺς μὲν (καθαρῶς)
καθαρὰς χεῖρας προνέμοντας
οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,
ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ·
ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
αὐτῶι τελέως ἐφάνημεν. ξ
μᾶτερ, ἅ μ᾿ ἔτικτες, ὦ
μᾶτερ Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθ᾽· ὁ Λατοῦς γὰρ ἰ-
νίς μ᾿ ἄτιμον τίθησι,
τόνδ᾽ ἀφαιρούμενος
Numeri:
322-33 = 334-45 trochaei legitimi, saepe in speciem cretici aut adeo spondei concisi. ephymnium trochaei plerumque in speciem paeonis concisi; 331 pherecrateus locum dimetri tenet.
Apparatus Criticus
ἀναίματονἐναίματον
σκιάνσκιά
οὐδ᾽ ἀντιφωνεῖςοὐδ᾽ ἀπ.
paragraphus M
ὕμνον δ᾽ὕπνονδ’ ominde ὕμνων - τῶνδε δεσμίων
δεδόκηκενδεδόκημεν
εὐθυδίκαιοι δ᾽ εὐχόμεθ᾽ εἶναιεὐθυδίκαι θ’δ’ τ’οἵδ᾽ οίμεθ᾽ εἶναι (οἶδ᾽ οἶμαι θεῖναι)corr. Herm. leniusοἰόμεθ'sed ab usu parum commendatum
(καθαρῶς)suppl. Herm.singularem, quia 315 extat, obtrudere hic quidem antiquam sermonis vim debilitantis est cf. Prom. 265
προνέμονταςπροσνέμ.
οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶνἀφ᾿ ἡμῶν μῆνις ἐφέρπει
ἀλιτὼnἀλιτρῶν
παραγιγνόμεναιπαραγιν.
Op. praefigunt FTr, fuit igitur paragraphus ab M omissa
ἀλαοῖσι καὶἀλαοῖςκαὶ omἀλαός, ἠλεός, ἄλλος aeolicum, ῎Αλεως nomen herois Tegeatae apud Alcidamantem, qui vulgo ῎Αλεος audit, denique Hom. к 493 μάντιος ἀλαοῦ satis demonstrant ἀλᾶοῖσι non esse sollicitandum. cf. ἵλαος
ποινάν... τίθησιom.
τόνδ᾽τόνδε γ'
ΧΟ.
πτώκα, ματρῶιον ἅ-
γνισμα κύριον φόνου.
ἐπὶ δὲ τῶι τεθυμένωι
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὐονὰ βροτοῖς. –
τοῦτο γὰρ λάχος διαν-
ταία Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν αὐτουργίαι
ξύμπεσωσιν μάταιοι,
τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν
γᾶν ὑπέλθηι· θανὼν
δ᾽ οὐκ ἄγαν ἐλεύθερος.
ἐπὶ δὲ τῶι τεθυμένωι
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ ᾿Ερινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὐονὰ βροτοῖς. –
γιγνομέναισι λάχη τάδε φαμὶ κεκράνθαι,
ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τίς ἐστι
συνδαίτωρ μετάκοινος·
παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
Numeri:
346-59 = 360-66 dactyli (5 5 3 6) exeuntes in clausulam trochaicam (2.).
ephymnium: trochaei plerumque in paeonis speciem concisi, ultimi dimetri locum choriambicus dimeter obtinet.
Apparatus Criticus
πτώκαπτακα (variante accentu)
τῶι τεθυμένωιτοῦτότεθυμουμένῳ τ. μένος(vera servant infra)
παραφορὰ φρενοδαλήςπαράφροναφρενοδαλής ex -λίς?οἶμαι φρενοδαής
διανταίαnon est διαμπάξ τιμωρουμένη, ut Σ vult, sed "usque ad finem penetrans" (κάλαμος μὴ διανταίως τετρημένος Menemachus Oribas. II 72 Dar), est igitur fere ἀρχῆθεν τελεσφόρος
θνατῶνθανάτων
αὐτουργίαι ξύμπεσωσιναὐτουργίαις ξυμπασ ωσινetiam scelera illa κατὰ μοῖραν accidunt
τοῖςτοῖσιν
ὑπέλθηιὑπέλθοι
ἄγανἄγαν γ᾿
paragr. M
παραφορὰ φρενοδαλήςπαράφροναφρενόδαλης
ὕμνοςὕμνοις
γιγνομέναισιἐφ᾽ ἁμὶν ἐκράνθηcorrexi. unus Sophocles ionicam pronominis formam admisit
χέραςχεῖρας
συνδαίτωρσυνδάτωρ
paragr. M (detrusa ab ephymnio)
παλλεύκωνπανλ.
ἀπόμοιροςἄμοιρος
ἄκληροςostendit deesse genetivum. Σ οὐδαμοῦ ὅπου ἑορτὴ καὶ ἀμπεχόνη καθαρὰ πάρειμι integra legit. itaque hiatum notavi. εὐφρόνων ὁμιλιᾶν supplementum ab O. Schroeder propositum mihi quoque in mentem venerat
ΧΟ.
δωμάτων γὰρ εἱλόμαν
ἀνατροπάς· ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕληι,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθ᾽ ὁμοῖα μαυ-
ροῦμεν ὑφ᾽ αἵματος νέου. –
σπευδόμενος δ᾽ ἀφελεῖν τινα τᾶσδε μερίμνας
θεῶν [δ᾽], ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνων,
μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν
Ζεὺς αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
ὡς ἀπηξιώσατο.
〈δωμάτων γὰρ εἱλόμαν
ἀνατροπάς· ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕληι,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθ᾽ ὁμοῖα μαυ-
ροῦμεν ὑφ᾽ αἵματος νέου.〉 –
δόξαι δ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾿ αἰθέρι σεμναί
τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι
ἡμετέραις ἐφόδοις μελανείμοσιν ὀρχη-
σμοῖς τ᾽ ἐπιφθόνοις ποδός.
μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπεσῆ
καταφέρω ποδὸς ἀκμάν·
σφαλερὰ (γὰρ) τανυδρόμοις
κῶλα· δύσφορον ἄταν.
πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμαι.
τοῖον [γὰρ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
Numeri:
368-76 = 377-80 stropha: tres pentametri dactylici + dim. troch. ephymnium trochaei paeonis specie, pherecrateus.
Apparatus Criticus
δωμάτωνδομάτων
τιθασὸςπίθασ(σ)ος
φίλονφίλος
i. e. ἐπιδιώκουσαι τοῦτον ἰσχυρὸn ὄντα ἰσχναίνομεν ὁμοίως (ὥσπερ αὐτὸς ἐφόνευσεν) διὰ νέου φόνου
ὁμοῖαὁμοίωςseminarii mei sodalis cf. 240
ὑφ᾽ αἵματοςἐφ᾿ αἵμ.
σπευδόμενοςσπευδόμεναι (-μενα Μ1)correxi
[δ᾽]δ' delebantquamvis loco non intellecto
ἐπικραίνωνἐπικραίνειν
εἰς ἄγκρισινἐς ἔγκρισιν
ΖεὺςΖεῦΖεὺς γὰρ
αἱμοσταγὲςαἱματοσταγές
ephymnia repetenda esse viderunt GCSchneider Kirchhoff alii
δ᾽δ'τ'
γᾶςγᾶν
ἐπιφθόνοιςἐπιφόνοις
ἁλομέναάλλομ.ἀλωμ.
ἀνέκαθενἄγκαθεν
(γὰρ)suppleveratγὰρ alio loco
[γὰρ]del.
ΧΟ.
καὶ δνοφεράν τιν᾿ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
ται πολύστονος φάτις.
〈μάλα γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπεσῆ
καταφέρω ποδὸς ἀκμάν·
σφαλερὰ γὰρ τανυδρόμοις
κῶλα· δύσφορον ἄταν.)
μένει γάρ. εὐμήχανοι
δὲ καὶ τέλειοι κακών
τε μνήμονες Σεμναί,
καὶ δυσπαρήγοροι βροτοῖς
ἄτιμ᾿ ἀτίετα διόμεναι
λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίωι
λάμπαι, δυσοδοπαίπαλα δερκομένοισι
καὶ δυσομμάτοις ὁμῶς. –
τίς οὖν τάδ᾽ οὐχ ἅζεταί
τε καὶ δέδοικεν βροτῶν,
ἐμοῦ κλύων θεσμόν
τὸν μοιρόκραντον ἐκ θεῶν
δοθέντα τέλεον; ἔπι δέ μοι
γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας κυρῶ,
〈στυγνὰν) καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα
καὶ δυσήλιον κνέφας. =
ΑΘΗΝΑ
πρόσωθεν ἐξήκουσα κληδόνος βοήν
ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη,
ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι
τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
Numeri:
381-88 = 389-96 iambi (6. in spondeum exeuntes, 7), 5 dactyli, 2 trochaei, quibus ad superiora remittimur.
Testim.:
398 Hesych. καταφθατουμένη· (sic laudat Herm. καταντ. edd.) κατακτωμένη· κυρίως δὲ τὸ ἐκ προκαταλήψεως.
Apparatus Criticus
τε μνήμονεςτε μνήμ. τε
δυσπαρήγοροιδυσπαράχωγοι (sic)
ἀτίεταἀτίεταιστονcorr. Canter
διόμεναιμετερχόμεναι Σ, rectius διώκουσαι cf. 357
δυσοδοπαίπαλαδυσοπαίπ.καὶ textui suo add.
ἔπιhabet etiam Hippocrates ἀρχ. ίητρ. 18
κυρῶκυρῶ γάρ
〈στυγνὰν)suppleviτάξιν γ'
καταφθατουμένητὴν κατ-ην
ΑΘ.
ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος
[πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.]
καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονός
ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω,
βρέτας τε τοὐμὸν τῶιδ᾽ ἐφημένωι ξένωι,
ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς πέλας κακῶς,
πρόσω δικαίων ἥδ᾽ ἀποστατεῖ θέμις.
ΧΟ.
πεύσηι τὰ πάντα συντόμως Διὸς κόρη.
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
᾿Αραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
ΑΘ.
γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
ΧΟ.
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσηι τάχα.
ΑΘ.
μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
ΧΟ.
βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
ΑΘ.
καὶ τῶι κτανόντι ποῦ τὸ τέρμα τῆς φυγής;
ΧΟ.
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
ΑΘ.
καὶ τοιαύτας τῶιδ᾽ ἐπιρροιζεῖς φυγάς;
ΧΟ.
φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
ΑΘ.
ἄλλαις ἀνάγκαις ἤ τινος τρέων κότον;
ΧΟ.
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
ΑΘ.
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Apparatus Criticus
delevi
καινὴνκαὶ νῦν
ἐφημένωιἐφ. στένω
ὁμοίαςὁμοίως
ὁρωμέναςὁρωμέναις
verbum (ὁρῶ vel προσαγορεύω) deest, quia turpitudinis mentionem, quam in ore habebat, pronuntiare veretur
ἄμομφονἄμορφον
τοὺςτοῦ
ἥδ᾽ἠδ᾽recte legit Tr
αἰανῆαἰανῆς
αἰανῆ taetras (nam haec vis vocis obscurae videtur esse) se esse profitentur, cum sentiant, quo Minerva tendat
Ἀραὶἀρά
γε μὲn δὴ cf. 106 Ag. 887, 1213. nihil reconditi in disticho quaerendum, cuius tumidiorem sermonem stichomythia extorsit
βροτοκτονοῦντας ⅰ. θ. ἀνδροφόνους e iure Attico. paricidas breviter distinguere non licebat
ποῦ τὸ τέρματοῦτο τ.
τῆς φυγήςσφαγής
μηδαμού cf. ad Eur. Herc. 841
ἐπιρροιζεῖςἐπιρροιζεῖνcorr. Scaliger
ἄλλαις ἀνάγκαις ἤ τινοςἄλλης ἀνάγκηςοὔτινοςἤ τινοςverum, a FTr servatum, cum κότος ἀνάγκης nihili sit, cogique possit homo ut caedem committat cum alia vi, tum ira cuiusdam, nempe caesi ultionem poscentis. par erat deam id quod est suspicari
λόγουλόγος
παρόντοινπαρόντων
ΧΟ.
ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.
ΑΘ.
κλυεῖν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
ΧΟ.
πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένηι.
ΑΘ.
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
ΧΟ.
ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
ΑΘ.
ἢ κἀπ᾿ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
ΧΟ.
πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν ἐπαξίως.
ΑΘ.
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον,
εἴπερ πεποιθὼς τῆι δίκηι βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἐμῆς πέλας,
σεμνὸς προσίκτωρ ἐν τρόποις Ιξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ΟΡ.
ἄνασσ᾽ ᾿Αθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμι προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
πρὸς χειρὶ τἠμῆι τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω·
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσηι τάχα.
᾿Αργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
᾿Αγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ὡι σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολών
Apparatus Criticus
θέλοιθέλει
δίκαιοςδικαίωςδικαίους
πένηιπέλη et πέλει
τὰ μὴτὰ μέν
σέβουσαίσεβόμεναισέβοιμενac voluit F2
ἀξίαν ἐπαξίωςἀξίαν τ᾽ ἐπαξίωνi. e. ἄξι᾽ ἀντ᾿ ἐπαξίων ut vidit Hermann, sed Σ ἀξίων οὖσαν γονέων i. e. ἀπ᾿ ἀξίων, nec fecit Minerva quidquam quod rependat chorus. iudicem accipit, quia τὴν ἀξιοσέβαστον ἐπαξίως σέβει.corr. Boissonade
ἐμῆςἀμῆς
ἔχων... ἐφεζόμηνἔχει... ἐφεζομένη
ἄφθογγονἄφωνον
καθαιμάξωσι νεοθήλου βοτοῦκαθαιμάξουσιν οθήλου βοτοῦ-ξουσιν ὀθνείου βροτοῦcorr. Turn.
βοτοῖσιβροτοῖσιad πόροις cf. Choeph. 72. purgatur sanguine porcelli et aqua fluviali
ΤροίανΤρώιανquod ab usu non commendatur; toleranda videtur sermonis abundantia
ἔφθιθ᾽ἔφθητ᾿οὕτως
ΟΡ.
ἐς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμή
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῆι Λοξίας μεταίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίαι,
εἰ μή τι τῶνδ᾽ ἔρξοιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽, εἰ δικαίως εἴτε μή, κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῆι τάδ᾽ αἰνέσω.
ΑΘ.
τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε
βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας.
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις.
οὕτως $\delta^{\circ}$ ἄμομφον ὄντα $\sigma^{>}$ αἰδοῦμαι πόλει.
αὗται $\delta^{>}$ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώραι μεταῦθις ἰὸς ἐκ φρονημάτων
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
τοιαῦτα μὲν τάδ᾽ ἐστίν, ἀμφότερα μένειν
πέμπειν τε δυσπήμαντ᾽, ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
ὅρκον περώντας μηδὲν ἔκδικον φρεσίν.
Testim.:
467 Nonius 212, 15 Ennius Eum. nisi patrem materno sanguine exanclando ulciscerer.
Apparatus Criticus
κρύψασ᾽κρύψασαλουτρὸν δ᾽
μεταίτιοςἐπαίτιος
ἔρξοιμιἔρξαιμι
σὺ δ᾽σύ τ'
ἤ τιςεἴ τις
βροτὸςβροτοῖς
φόνουφόνους
de caede quae ὀξεῖαν μῆνιν (κότον 426) excitet iudicare declinat, de alia iudicare non verita.
κατηρτυκὼςὅμως
δόμοιςδρόμοις
οὕτως δ᾽ ἄμομφον ὄντα σ᾽ὅμως δ᾽correxi
οὐκ εὐπέμπελονοὔκουν εὔπεπλον
χώραιχῶραι
πέδοιπέδωαἰανὴ
μένειν πέμπεινπ. δé
δυσπήμαντ᾽δυσπήματ'δὲ δυσπήματ᾽δὲ δὴ δυσπήματ'corr. Scaligerultima ad 471 Aeschyleo more redeunt
ἐπέσκηψενἀπεσκ.
ὁρκίους αἱρουμένηὁρκίων αἱρουμένουςdeinde hiat oratio nec restitui potest. qui ex interceptis superest versus ex archetypi margine in M post 488, in FTr post 485 receptus est. in eodem ὅρκωι M1, ἔνδικον φρενί FTr
ΑΘ.
θεσμόν, τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον.
ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθ᾽ ἀρωγὰ τῆς δίκης ὁρκώματα.
κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως.
ΧΟΡΟΣ
νῦν καταστροφαὶ νέων
θεσμίων, εἰ κρατή-
σει δίκα καὶ βλάβα
τοῦδε μητροκτόνου.
πάντας ἤδη τόδ᾽ ἔργον εὐχερεί-
αι συναρμόσει βροτούς.
πολλὰ δ᾽ ἔτυμα παιδότρωτα
πάθεα προσμένει τοκεύσιν μεταῦθις ἐν χρόνωι. –
οὐδὲ γὰρ βροτοσκόπων
μαινάδων τῶνδ᾽ ἐφέρ-
ψει κότος τις ἐργμάτων·
πάντ᾽ ἐφήσω μόρον.
πεύσεται δ᾽ ἄλλος ἄλλοθεν, προφω-
νῶν τὰ τῶν πέλας κακά,
λῆξιν ὑπόδοσίν τε μόχθων·
ἄκεά τ᾽ οὐ βέβαια τλάμων [δέ τις] μάταν παρηγορεῖ.
μηδέ τις κικλησκέτω
ξυμφορᾶι τετυμμένος,
τοῦτ᾽ ἔπος θροούμενος·
„ὦ δίκα,
ὦ θρόνοι τ᾽ Ἐρινύων“.
Actio:
exit Minerva. dum chorus saltat, in fronte scaenae sellae ponuntur, ceteraque quibus in iudicio opus est apparantur.
Numeri:
490-98=499-506, 508-15=516-24 trochaei faciles; neglecta responsio 492 = 501.
Apparatus Criticus
καταστροφαί cf. Suppl. 442, Pers. 787. novae leges ad finem pervenient, obtinebunt; quod non fiet sine eversione status praesentis et omnis disciplinae interitu
εὐχερείαιεὐχερίᾳεὐχαρίαι
οὐδὲοὔτε
ὑπόδοσίνὑπόδυσιν-δησινὑπόδοσις contrarium ad ἐπίδοσιν; μόχθοι labores Furiarum; non est cur Aesch. non credatur locutus esse ut Pindarus, qui μόχθους τῶν ἀγωνιζομένων, aut Euripides, qui μόχθους educatorum saepius habent
ἄκεά τ᾽ οὐ βέβαιαἄκετ᾿ οὐ β.ἄκεστα οὐ β.ἄκεστ᾿ ἀβ.corr. Schütz
del. Pauw et Schwenk
ὦ δίκα, ὦ θρόνοιἰὼ δ. ἰὼ θρ.
ΧΟ.
ταῦτά τις τάχ᾽ ἂν πατὴρ
ἢ τεκοῦσα νεοπαθής
οἶκτον οἰκτίσαιτ᾽, ἐπειδὴ πίτνει δόμος δίκας. –
ἔσθ᾽ ὅπου τὸ δεινὸν εὖ,
καὶ φρενῶν ἐπίσκοπον
δεῖ μένειν καθήμενον.
ξυμφέρει
σωφρονεῖν ὑπὸ στένει.
τίς δὲ μηδὲν ἐν φάει
† καρδίαν ἀνατρέφων
ἢ πόλις βροτός θ᾽ ὁμοίως ἔτ᾽ ἂν σέβοι δίκαν; =
μήτ᾽ ἄναρκτον βίον
μήτε δεσποτούμενον
αἰνέσηις.
παντὶ μέσωι τὸ κράτος θεὸς ὤπασεν, ἄλλ᾽ ἄλ-
λαι δ᾽ ἐφορεύει.
Σύμμετρον $\delta^{\circ}$ ἔπος λέγω,
δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως·
ἐκ δ᾽ ὑγιείας
φρενῶν ὁ πᾶσιν φίλος καὶ πολύευκτος ὄλβος. –
ἐς τὸ πᾶν δέ σοι λέγω,
βωμὸν αἴδεσαι δίκας·
μηδέ νιν
κέρδος ἰδὼν ἀθέωι ποδὶ λὰξ ἀτίσηις· ποι-
νὰ γὰρ ἐπέσται.
κύριον μένει τέλος.
πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων
καὶ ξενοτίμους
ἐπιστροφὰς δωμάτων αἰδόμενός τις ἔστω. =
Numeri:
525-36 = 537-49 trochaei (2. 2. 1. responsio neglegitur 525 = 538) duo pentametri dactylici (alter in syllabam alter in bisyllabum catalectibus) uterque cum dimetro coniuncti interiecto dimetro trochaico. postremo tetrameter iambicus transitum facit ad stropham ultimam.
Apparatus Criticus
δειnὸnδειμαίνει
emendandi via aut ab ἐν φάει proficiscitur: hanc secutus olim 517 ἔπι σκότον temptabam; sed excidi conatu. aut sedes corruptelae cum plerisque in ἐν φάει quaerenda est, atque haud inscite ἐν φρασὶν καρδίαν ... τρέφων conicitur coll. Choeph. 831. sed ne ita quidem rem absolvi
ἄναρκτονἀνάρκετον-κητον
παντὶἅπαντι
ἄλλ᾽ ἄλλαιἄλλα ἄλλαι
δ᾽δ'δι'
δυσσεβίαςδυσσεβείας
ἀτίσηιςἀντίσηςἀντήσης
ἐπέσταιἕπεται
ξενοτίμουςξεν. γε
ἐπιστροφὰς δωμάτωνδωμ. ἐπιστρ. trai.
αἰδόμενόςαἰδούμενος
ΧΟ.
ἐκ τῶνδ᾽ ἀνάγκας ἄτερ δίκαιος ὢν
οὐκ ἄνολβος ἔσται·
πανώλεθρος $\langle\delta^{\prime}\rangle$ οὔποτ᾽ ἂν γένοιτο.
τὸν ἀντίτολμον δὲ φαμὶ παρβάδαν
(ἄγον)τα πολλὰ παντόφυρτ᾽ ἄνευ δίκας
βιαίως ξὺν χρόνωι καθήσειν
λαῖφος, ὅταν λάβηι πόνος θραυομένας κεραίας.
καλεῖ $\delta^{7}$ ἀκούοντας οὐδὲν (ἐν) μέσαι
δυσπαλεῖ τε δίναι·
γελᾶι δὲ δαίμων $\hat{\epsilon}\pi^{2}$ ἀνδρὶ θερμῶι,
τὸν οὔποτ᾽ αὐχοῦντ᾿ ἰδὼν ἀμηχάνοις
δύαις λαπαδνὸν οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν·
$\delta\iota^{2}$ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
ἕρματι προσβαλὼν δίκας ὤλετ᾽ ἄκλαυτος ἄιστος. =
ΑΘΗΝΑ
κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
ἥ $\tau^{2}$ †οὖν διάτορος Τυρσηνική
σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
ὑπέρτονον γήρυμα φαινέτω στρατῶι.
πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμούς
πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον,
Numeri:
550-57 = 558-65 iambi faciles; exeunt in tetrametrum choriambicum.
Actio:
566 intrat Minerva, secuntur Areopagitae praeco aliique ministri, denique haud exigua civium corona. iussu deae tubae signum datur, iudices sellas suas occupant. Orestes ad sedem reorum transit.
Apparatus Criticus
ἐκ τῶνδ᾽ ex huius praecepti observantia, i. e. fere ἐξ ὑγιείας φρενῶν
ὢνom
$\langle\delta^{\prime}\rangle$suppl.
παρβάδανπεραιβάδανπερβάδανπαρβάτανsed Aegyptismos (τ et δ confusas) in Aeschylo non novi, nec vituperandum adverbium
(ἄγον)ταsuppl.
ἄνευ δίκαςἄνευ τινός δ.δίκης
(ἐν)suppl.μέσσα
δυσπαλεῖ τεδυσπαλεῖται
θερμῶιc. gl. ἤγουν θερμουργῶιθερμοεργῶι
λαπαδnὸnλέπαδνονἄκρα κύματος habet Eur. fr. 230. sed hic dicitur nauta summa contentione niti, ut promuntorio circumvecto in sinum a procella securum perveniat. expertus dico ad Myconi scopulos
ἄιστοςa productum an correptum (cf. αἶκλον) sit, non videtur constare
κατειργαθοῦκατεργάθου
ἥ $\tau^{2}$ †οὖn διάτορος.ἥ. supra εἴτ'εἴτ'διάκτοροςπέλει add
πληρουμένηπληρουμένου
hiatum notavi quem proximum πόλιν τε indicat, explendum fere καὶ τοὺς δικαστὰς καὶ δίκης ἀντηρέτας. Minerva leges sancit et in aeternum et ut praesentium partium causa recte agatur; leges autem ita sancit, ut haec actio exemplum fiat in omne aevum. ita agit per omnes actionis gradus cf. 581. incipit ita ut tubae signo silentium imponat et civium coronae et iudicibus et partibus, quas mox ad causam agendam ipsa provocabit. poetae autem maxime praecavendum erat, ne rideretur Areopagitarum silentium
ΑΘ.
καὶ τῶνδ᾽ ὅπως ἂν εὖ καταγνωσθῆι δίκη.
ἄναξ ῎Απολλον, ὧν ἔχεις αὐτὸς κράτει,
τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.
ΑΠΟΛΛΩΝ
καὶ μαρτυρήσων ἦλθον· ἔστι γὰρ νόμωι
ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος
ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος·
καὶ ξυνδικήσων αὐτός· αἰτίαν $\delta^{\circ}$ ἔχω
τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ $\delta^{3}$ εἴσαγε
ὅπως $\langle\tau^{2}\rangle$ ἐπίσται τήνδε κύρωσον δίκην.
ΑΘ.
ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·
ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
ΧΟ.
πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
ἔπος $\delta^{3}$ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.
ΧΟ.
τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.
ΟΡ.
ἔκτεινα· τούτου $\delta^{3}$ οὔτις ἄρνησις πέλει.
ΧΟ.
ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.
ΟΡ.
οὐ κειμένωι πω τόνδε κομπάζεις λόγον.
ΧΟ.
εἰπεῖν γε μέντοι δεῖ $\sigma^{\prime}$ ὅπως κατέκτανες.
ΟΡ.
λέγω· ξιφουλκῶι χειρὶ πρὸς δέρην τεμών.
Actio:
574 subito iuxta Orestam apparet Apollo.
Testim.:
577 Nonius 505, 8 Ennius Eum. id ego aecum [Accius] fecisse expedito et eloquar. nomen, quod paullo ante praecessit, sustulit Ribbeck. videtur Ennius Apollini orationem iudicialem tribuisse, ad quam referendi versus a Cicerone de orat. I 199 laudati, 141 Vahl. ex incerto huius scaenae loco sumptus est versus corruptus, Varro 1. 1. VII 19 (150 V.) Areopagitae quid dedere quam pudam.
Apparatus Criticus
τῶνδ᾽τόνδ'contra scholium suum
δίκηδίκηι
καταγνωσθῆιantiqua verbi vi, cf. ad Eur. Hipp. 1361
XO. praescribitur, corr. Wieseler alii cf. Ar. Ath. II 330
δόμωνδήμωνcorr. Erfurdt alii
ἐφέστιοςἐφέστιως et -οςἐφεστίωνcf. 669
δόμωνδόμος
τοῦ φόνουτοῦδε φ.
$\langle\tau^{2}\rangle$suppl.
desunt FTr
$\delta^{3}$$\gamma^{\prime}$iniuria; indicaret enim, alia esse quae infitiaretur
ΧΟ.
πρὸς τοῦ $\delta^{3}$ ἐπείσθης καὶ τίνος βουλεύμασιν;
ΟΡ.
τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.
ΧΟ.
ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;
ΟΡ.
καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
ΧΟ.
ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.
ΟΡ.
πέποιθ᾽, ἀρωγὰς [$\delta^{3}$] ἐκ τάφου πέμπει πατήρ.
ΧΟ.
νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
ΟΡ.
δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.
ΧΟ.
πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
ΟΡ.
ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν.
ΧΟ.
τοιγὰρ σὺ μὲν ζῆις, ἢ $\delta^{3}$ ἐλευθέρα φόνωι.
ΟΡ.
τί $\delta^{3}$ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῆι;
ΧΟ.
οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
ΟΡ.
ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
ΧΟ.
πῶς γάρ $\sigma^{2}$ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,
Ζώνης; ἀπεύχηι μητρὸς αἷμα φίλτατον;
ΟΡ.
ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι,
Ἄπολλον, εἴ σφε σὺν δίκηι κατέκτανον.
δρᾶσαι γὰρ ὥσπερ ἔστιν οὐκ ἀρνούμεθα·
ἀλλ᾽ εἰ δίκαιον εἴτε μὴ τῆι σῆι φρενί
δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
ΑΠ.
λέξω πρὸς ὑμᾶς, τόνδ᾽ ᾿Αθηναίας μέγαν
θεσμόν, δικαίως, μάντις ὧν $\delta^{3}$ οὐ ψεύσομαι.
οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
ὃ μὴ ᾿κέλευσε Ζεὺς Ὀλυμπίων πατήρ.
τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,
βουλῆι πιφαύσκω $\delta^{3}$ ὄμμ᾽ ἐπισπέσθαι πατρός·
ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
ΧΟ.
Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασεν,
φράζειν Ορέστηι τῶιδε τὸν πατρὸς φόνον
πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
ΑΠ.
οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
Apparatus Criticus
[$\delta^{3}$]deleviid enim cui confidit auxilium est, quod pater ei non feret re iudicata, sed nunc fert, cum pietas pro causa rei militat.
ἀρωγὰςnota pluralem ἀρωγάς, ut λιτάς διαλλαγάς σπονδάς al.; non videtur iterum legi.ἀρωγοὺς πέμψειnec nomen nec verbum recte intellegit
πέπισθιπέπεισθι
μιασμάτοινμιασμάτων
φόνωιφόνου
mater sanguine suo foetum nutrit
δικαίωςδικαίως(illud e v. 468 irrepsit)
ὧn $\delta^{3}$$\delta^{3}$ ὧn
ἐκέλευσεκελεύσει
βουλῆιβουλήhoc et βουλῆι
ΑΠ.
διοσδότοις σκήπτροισι τιμαλφούμενον,
καὶ ταῦτα πρὸς γυναικός, οὔτι θουρίοις
τόξοις ἑκηβόλοισιν, ὥστ᾽ ᾿Αμαζόνος,
ἀλλ᾽ ὡς ἀκούσηι, Παλλὰς οἵ τ᾽ ἐφήμενοι
ψήφωι διαιρεῖν τοῦδε πράγματος πέρι.
ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
τὰ πλεῖστ᾽ ἀμείνον᾽ εὔφροσιν δεδεγμένη
†δροίτη περῶντι λουτρὰ κἀπὶ τέρματι
φᾶρος περεσκήνωσεν, ἐν $\delta^{3}$ ἀτέρμονι
κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλωι πέπλωι.
ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
ταύτην τοιαύτην εἶπον, ὡς δηχθῆι λεώς,
ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
ΧΟ.
πατρὸς προτιμᾶι Ζεὺς μόρον τῶι σῶι λόγωι,
αὐτὸς $\delta^{3}$ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
ὑμᾶς $\delta^{3}$ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
ΑΠ.
ὦ παντομισή κνώδαλα, στύγη θεῶν,
πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ᾽ ἄκος
καὶ κάρτα πολλὴ μηχανή λυτήριος·
ἀνδρὸς $\delta^{3}$ ἐπειδὰν αἷμ᾽ ἀνασπάσηι κόνις
ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.
τούτων ἐπωιδὰς οὐκ ἐποίησεν πατήρ
οὑμός, τὰ $\delta^{3}$ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω
στρέφων τίθησιν, οὐδὲν ἀσθμαίνων μένει.
ΧΟ.
πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα·
τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι
ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;
ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
ΑΠ.
καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.
Apparatus Criticus
στρατείαςστρατιᾶς μιν
†δροίτηδροίτηιversus restitui nequit, cum antea nonnulla intercidisse Dindorf recte intellexerit
περεσκήνωσενπαρεσκήνησενsed περεσκ. etiam
μὲnindicat Apollinem ad alteram orationis partem (658) transitum sibi parare, cum interpellant Furiae
incipiunt rursus FTr
ἀνασπάσηιἀνασπάσει
τεom
τίθησιντίθησι κ'inter scribendum mutavit
ἀσθμαίνωνἀσθμαίνω
φεύγειnnempe rationem, quam nunc proponunt
πέδοιπέδω
προσδέξεταιπροσδέξαιτε.
ΑΠ.
οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου·
τίκτει δ᾽ ὁ θρώισκων, ἢ δ᾽ ἅπερ ξένωι ξένη
ἔσωσεν ἔρνος, οἶσι μὴ βλάψηι θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός· πέλας
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη,
ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,
ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου,
καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον θεά
καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι,
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
ΑΘ.
ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν
ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
ΧΟ.
ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος·
μένω δ᾽ ἀκοῦσαι, πῶς ἀγὼν κριθήσεται.
ΑΘ.
τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ;
ΑΠ.
ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίαι
ψῆφον φέροντες ὅρκον αἰδεῖσθε ξένοι.
ΑΘ.
κλύοιτ᾽ ἂν ἤδη θεσμὸν ᾿Αττικὸς λεώς
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῶι
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
πάγον δ᾽ Ἄρειον τόνδ', ᾿Αμαζόνων ἕδραν
σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον
στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
τῆιδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Apparatus Criticus
κεκλημένηκεκλημένουperperam, nam tékvov nomen utique convenit
versum, ab οὐk incipientem, intercidisse vidit Butler
τούσδ᾽τάσδ'
ἠκούσαθ᾽ὡς ή.XO. corr. Karsten
ΑἰγέωςΑἰγέωι
τοῦτοδ᾽ ἑκάστωνδ᾽ ἑκάστωcorr. Canter
incohari orationem, dein longa digressione interruptam, repetito Arei clivi nomine aliter formatam absolvi unus recte perspexit Hermann
τῆιδ᾽τήνδ'τήνcorr. Kirchhoff
ΑΘ.
Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος
πέτρα πάγος τ᾿ Ἄρειος. ἐν δὲ τῶι σέβας
ἀστῶν φόβος τε συγγενὴς τὸ μὴ ἀδικεῖν
σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾿ εὐφρόνην ὁμῶς,
αὐτῶν πολιτῶν μὴ πικραινόντων νόμους
κακαῖς ἐπιρροαῖσι. βορβόρωι δ᾽ ὕδωρ
λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.
τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας,
ἔρυμα [τε] χώρας καὶ πόλεως σωτήριον
ἔχοιτ᾽ ἂν οἷον οὔτις ἀνθρώπων ἔχει
οὔτ᾽ ἐν Σκύθηισιν οὔτε Πέλοπος ἐν τόποις.
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν
ἀστοῖσιν εἰς τὸ λοιπόν. ὀρθοῦσθαι δὲ χρή
καὶ ψῆφον αἴρειν, καὶ διαγνῶναι δίκην
αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
ΧΟ.
καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονός
Σύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
ΑΠ.
κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διός
ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.
Testim.:
689 Et. Gud. p. 190 de Stef. "Ἄρειος πάγος .... ἢ ὥς φησιν Αἰσ. ὅτι αἱ ᾿Αμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύσαντο ῎Αρει θύουσαι (῎Αρεως οὖσαι corr. de Stefani)
694 Diogenian. III 55 Zenob. II 76 (e Diog. interpol.) Suid. βορβοροτάραξις· “βορβόρωι ὕδωρ - ποτόν” ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων αἰσχίστοις.
Actio:
711-730 iudices surgunt, ad urnas accedunt, calculum suum quisque ita in alteram utram iaciunt, ut distingui nequeat.
Apparatus Criticus
τότόδ'articulus fulcrum copulae
πικραινόντων-βαιν.corr. Valckenaer.verbo iam insit metaphora ab aqua potabili sumpta necesse est, nec defendi potest ἐπί in ἐπικαινοῦν, quod alii coniciebant, quod quid valeat docet Menandri ἐπαβελτεροῦν ἀβέλτερον
δ᾽θ'
μήτ᾽μηδέ
σέβεινσέβεινσέθεν
[τε]delevi cf. Ar. Ath. II 336
οὔτιςοὔποτ᾿
ΣκύθηισινΣκύθαισιν
ἐγρηγορὸςἐγρήγορον
αἰδουμένουςαἰδουμένοιςαἰρουμένοιςcorr. Canter
κἄγωγεκἀγώ τε
ΧΟ.
ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,
μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσηι νέμων.
ΑΠ.
ἢ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
πρωτοκτόνοισι προστροπαῖς Ιξίονος;
ΧΟ.
λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
βαρεῖα χώραι τῆιδ᾽ ὁμιλήσω πάλιν.
ΑΠ.
ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ᾽ ἐγώ.
ΧΟ.
τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
ΑΠ.
οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,
ἄλλως τε πάντως χώτε δεόμενος τύχοι;
ΧΟ.
σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνωι παρηπάφησας ἀρχαίας θεάς.
ΑΠ.
σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος
ἐμῆι τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.
ΧΟ.
ἐπεὶ καθιππάζηι με πρεσβύτιν νέος,
δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
ΑΘ.
ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην·
ψῆφον δ᾽ Ορέστηι τήνδ᾽ ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἐστὶν ἡ μ᾽ ἐγείνατο,
τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῶι, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾶι δ᾽ Ορέστης, κἂν ἰσόψηφος κριθῆι.
ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.
ΟΡ.
ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
ΧΟ.
ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾶις τάδε;
ΟΡ.
νῦν ἀγχόνης μοι τέρματ᾿ ἢ φάος βλέπειν.
Actio:
740 Minerva calculum in urnam absolventem iacit.
Testim.:
723 Schol. A ad Eur. Alc. 12 Μοίρας δολώσας· Αἰσχ. Εὐμ. τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις ..... (sp. vac.) ἔπεισας ἀφθίτους θεῖναι βροτούς. οὕτω παλαιὰς διανομὰς καταφθίσας (φθίνας cod.) οἴνωι παρηπάτησας ἀρχαίας θεάς.
Apparatus Criticus
νέμωνμένων
τιτιςσφήλεται
πρωτοκτόνοισιπρ-νοις
προστροπαῖςπρο-τροπαῖς
θεάςδαίμοναςverum schol. Eur.
παρηπάφησαςπαρηπάτησαςcorr. Davies
ἀμφίβουλοςἀμφίβολοςἀμφίβουλος
ὅσοιςἴσοις
ἀγχόνηςναῦ ἀγχ.
paragraphi desunt
ΧΟ.
ἡμῖν γὰρ ἔρρειν ἢ πρόσω τιμὰς νέμειν.
ΑΠ.
πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων ξένοι
τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει.
γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα,
βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.
ΑΘ.
ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην·
ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.
ΟΡ.
ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,
γαίας πατρώιας ἐστερημένον σύ τοι
κατώικισάς με· καί τις Ελλήνων ἐρεῖ,
„᾿Αργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
οἰκεῖ πατρώιοις, Παλλάδος καὶ Λοξίου
ἕκατι καὶ τοῦ πάντα κραίνοντος τρίτου
σωτῆρος“· ὃς πατρῶιον αἰδεσθεὶς μόρον
σώιζει με μητρὸς τάσδε συνδίκους ὁρῶν.
ἐγὼ δὲ χώραι τῆιδε καὶ τῶι σῶι στρατῶι
τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
μήτοι τιν᾿ ἄνδρα δεῦρο πρυμνήτην χθονός
ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.
αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
τιθέντες, ὡς αὐτοῖσι μεταμέληι πόνος·
ὀρθουμένων δὲ καὶ πόλιν τὴν Παλλάδος
τιμῶσιν αἰεὶ τήνδε συμμάχωι δορί
αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς
πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
σωτήριόν τε καὶ δορὸς νικηφόρον.
Testim.:
752 Nonius 326, 28 Ennius Eum. dico vicisse Orestem; vos ab hoc facessite.
Actio:
748-751 ministri urnis excussis calculos in abacis disponunt; deferunt abacos ad deam, quae utrumque iudicio monstrat.
Apparatus Criticus
par. deest FTr Ch. 574
γίγνεταιγίνεται
βαλοῦσάintransitive cf. Ag. 1172
ὅδ᾽ὅγ'
γαίαςκαὶ γᾶςcf. Ag. 899
ἁνὴρἀνὴρ
τρίτουτρίτον
σωτῆρος“· ὃςὃν
παρβαίνουσιtraieciπαραβ.
ἀμηχάνοισιἀμηχάνοις
παρόρνιθαςπροβ.
μεταμέληιμεταμέλοι
ὀρθουμένωνὀρθουμένοις
αἰεὶἀεί
ΧΟ.
ἰὼ θεοὶ νεώτεροι
παλαιοὺς νόμους
καθιππάσασθε κἀκ χερῶν εἶλεσθέ μου.
ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος
ἐν γᾶι τᾶιδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας,
σταλαγμὸν χθονί
ἄφορον· ἐκ δὲ τοῦ
λειχὴn ἄφυλλος ἄτεκνος, ὦ δίκα (δίκα),
πέδον ἐπισύμενος
βροτοφθόρους κηλίδας ἐν χώραι βαλεῖ.
στενάζω· τί ῥέξω; γελῶμαι πολίταις.
δύσοισθ᾽ ἅπαθον·
ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς. –
ΑΘ.
ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾿ ἰσόψηφος δίκη
ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίαι σέθεν.
ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
αὐτός θ᾽ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
ὑμεῖς δ᾽ ἐμεῖτε τῆιδε γῆι βαρὺν κότον;
σκέψασθε, μὴ θυμοῦσθε, μηδ᾽ ἀκαρπίαν
τεύξητ᾽ ἀφεῖσαι πλευμόνων σταλάγματα,
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
Actio:
778 Orestes exit; Apollo antea evanuerat.
Numeri:
778-92 = 808-23 dochmiis adspersi sunt iambi 778. 80. 81. 85. 87, 88 trimeter bacchiacus, 83 2 dochm. (prior anaclast.) + iamb. clausula 2. choriamb.
Apparatus Criticus
om FTr
refertur hic ex M de stropha, ex MFTr de antistropho
ἀντιπενθῆἀντιπαθῆ
καρδίαςκαρδία
λειχὴnλιχήνἰώ suppl.
ἐπισύμενοςέπεσσυμένος
βαλεῖβαλεῖν
στενάζωστενάξω
γελῶμαιγένωμαι
δύσοισθ᾽ ἅπαθονδύσοιστα πολίταις ἔπαθονa minis et atrocitate subito transitur ad desperationem et lamenta
πίθεσθεπείθεσθε
θ᾽δ'
χρήσαςὀρθήσαςὁ θήσαςcorr. Turn.
δ᾽ ἐμεῖτεδ᾽ ἐμεῖτεδέ τε
σκέψασθεσκήψησθε
πλευμόνωνδαιμόνωνστενάγματα
βρωτῆρας αἰχμὰς σπερμάτωνutique coniungendum βρωτῆρας σπερμάτων; αἰχμάς vix verum, certe nemodum vindicavit
ΑΘ.
ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονός
λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις
ἕξειν, ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.
ΧΟ.
ἰὼ θεοὶ νεώτεροι
παλαιοὺς νόμους
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος
ἐν γᾶι τᾶιδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονί
ἄφορον· ἐκ δὲ τοῦ
λειχὴν ἄφυλλος ἄτεκνος, ὦ δίκα (δίκα),
πέδον ἐπισύμενος
βροτοφθόρους κηλίδας ἐν χώραι βαλεῖ.
στενάζω· τί ῥέξω; γελῶμαι πολίταις.
δύσοισθ᾽ ἅπαθον.
ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς. –
ΑΘ.
οὐκ ἔστ᾽ ἄτιμοι μηδ᾽ ὑπερθύμως ἄγαν
θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
καὶ κλῆιδας οἶδα δώματος μόνη θεῶν
ἐν ὧι κεραυνός ἐστιν ἐσφραγισμένος·
ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ᾽ εὐπιθὴς ἐμοί
γλώσσης ματαίας μὴ ᾿κβάληις ἔπη, χθονί
καρπὸν φέροντα, πάντα μὴ πράσσειν καλῶς.
κοίμα κελαινοῦ κύματος πικρὸν μένος,
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί
Πολιάδι χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνια
θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
Apparatus Criticus
iustam dicit Minerva terram, a qua virus Furiarum defendit, tamquam quae ea religiose praestitura sit quae ipsa πανδίκως i. e. sollemniter pollicita est
erant igitur in ipsis aris Eumenidum sedes, quas occuparent deae ad sacras epulas advocatae. apparet nullas dum earum fuisse statuas
κτίσητεστήσητε
δώματοςδωμάτων
ἐν ὧιοἷς
εὐπιθὴςεὐπειθὴς
᾿κβάληις... χθονί-βάλληςἐπὶ χθόνα
tecte minatur Minerva; 826 in animo habet quod enuntiare non vult „et vi tecum agere valeo, quippe cui aditus ad fulmina sit". sic hoc loco suadet ne Furia minas contra terram Atticam effundat, quibus nihil illam esse effecturam nisi ut omnia, i. e. etiam Furiae ipsae, mala perpetiantur
κελαινοῦκαὶ κῦμα
Πολιάδι χώρας τῆσδ᾽ ἔτ᾽ ἀκροθίνιαπολλῆς δὲ χ. ... δέ τ᾿ ἀκρ.correxi
τέλουςτέλος
ΑΘ.
ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.
ΧΟ.
ἐμὲ παθεῖν τάδε,
φεῦ,
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν
ἀτίετον, φεῦ, μύσος.
πνέω τοι μένος
ἅπαντά τε κότον.
οἱ οἱ δᾶ, φεῦ.
τίς $\mu^{3}$ ὑποδύεται πλευρὰς ὀδύνα
θυμὸν (ἀμύσσουσ᾽;) ἄιε μᾶτερ
Νύξ. ἀπὸ γάρ με τιμᾶν δαναιᾶν (νέων) θεῶν
δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.
ΑΘ.
ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἰ.
καὶ πολλὰ μὲν σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα,
φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδ᾽ ἐρασθήσεσθε· προὐννέπω τάδε.
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
ἕδραν ἔχουσα πρὸς δόμοις Ερεχθέως
τεύξηι παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,
ὅσην παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.
σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάληις
μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχχν βλάβας
νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
Numeri:
837-46 = 870-80 dochmii. intericitur 838 exclamatio, 839 duo cretici cf. Sept. 206. deinde complures pedes anapaestorum aut dispondei formam obferunt. ante ultimum dimetrum tetrameter bacchiacus sicut in priore stropha 788.
Apparatus Criticus
τετε habetomper terram, inter homines, despectam se fore lamentantur; habitandi maxime verbo apparet ita eas ad ultima Minervae verba respondere
ὑποδύεται... πλευρὰς ὀδύναὑπόδεταιὀδύναιπλευρᾶς legit
(ἀμύσσουσ᾽;)supplevi; hiatum et numeri indicant et θυμόν, quod non habet quo referatur
τιμᾶν δαναιᾶντιμῶνδαμαίων (et .a. suprascr.)δαμίανδαμέανcorr. L. Dindorfsupplevi
δόλοιδόλοιδόλωδόλον
καὶκαίτοι μὲnκαίτοι γε μήνcorr. Weil.sapientiam commemorat, quia e futurae Atheniensium gloriae cognitione praesagit fore ut Furias paeniteat repudiatorum honorum. nec minus vero praesagit imminere bellum intestinum, nisi faveant Furiae
ἐλθοῦσαιἐλθοῦσα
στόλωνστόλον
ὅσην (τεῦξιν) cur posuerit intelleges, cum reputaveris, quam scabram ὅσων redditurum esset orationem. de feminino cf. ad Eur. Her. 681
θηγάναςθηγάνωνθηγγάνων
ἀοίνοιςἀοίνους
ΑΘ.
μήτ᾽ ἐξέδουσ᾽ ὡς καρδίαν ἀλεκτόρων
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσηις Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
ἐν ὧι τις ἔσται δεινὸς εὐκλείας ἔρως·
ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.
τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν εὖ πάσχουσαν εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
ΧΟ.
ἐμὲ παθεῖν τάδε,
φεῦ,
ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν
ἀτίετον, φεῦ, μύσος.
πνέω τοι μένος
ἅπαντά τε κότον.
οἱ οἱ δᾶ, φεῦ.
τίς $\mu^{7}$ ὑποδύεται πλευρὰς ὀδύνα
θυμὸν (ἀμύσσουσ᾽;) ἄιε μᾶτερ
Νύξ. ἀπὸ γάρ με τιμᾶν δαναιᾶν (νέων) θεῶν
δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. =
ΑΘ.
οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
ὡς μήποτ᾽ εἴπηις πρὸς νεωτέρας ἐμοῦ
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.
ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
σὺ δ᾽ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
οὔ τἂν δικαίως τῆιδ᾽ ἐπιρρέποις πόλει
μῆνίν τιν᾿ ἢ κότον τιν᾿ ἢ βλάβην στρατῶι.
ἔξεστι γάρ σοι τῆσδε γαμόρωι χθονός
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένηι.
ΧΟ.
ἄνασσ᾽ ᾿Αθάνα, τίνα με φὴς ἕξειν ἕδραν;
Apparatus Criticus
ἐξέδουσ᾽ἐξελοῦσ᾽legit Σ (ἀναπτερώσασα)correxi. exedit ἔρις θυμοβόρος (Hom. T 58) cor, immisso malo illo Marte, sicut viscera corrumpunt θυμώματα, qua voce ficta Stoicis (Cicero Tusc. 4, 21) viam Aeschylus paravit.
ἐμοῖς... ἱδρύσηις Ἄρηἐμοῖσινἱδρήσηι κάρα (κάρη Μ1)
οὐ μόλις est οὐ μογερῶς. bellum sponte evenit, non opus laboremus ut eveniat. Ag. 1082 est „iterum me perdidisti, nihil gravatus"
ἔσταιἐστι
καμοῦμαίκαλοῦμαι
θέλειςθέληις
ἐπιρρέποιςἐπιρρέπειν
γαμόρωιτῆιδε γ᾽ ἀμοίρου (ἀμοίρῳ Tr)corr. Dobree
ἕξεινἔχειν
ΑΘ.
πάσης ἀπήμον᾽ οἰζύος· δέχου δὲ σύ.
ΧΟ.
καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
ΑΘ.
ὡς μή τιν᾿ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
ΧΟ.
σὺ τοῦτο πράξεις ὥστε με σθένειν τόσον;
ΑΘ.
τῶι γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
ΧΟ.
καί μοι πρόπαντος ἐγγύην θήσηι χρόνου;
ΑΘ.
ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
ΧΟ.
θέλξειν $\mu^{>}$ ἔοικας, καὶ μεθίσταμαι κότου.
ΑΘ.
τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσηι φίλους.
ΧΟ.
τί οὖν μ᾽ ἄνωγας τῆιδ᾽ ἐφυμνῆσαι χθονί;
ΑΘ.
ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
καὶ ταῦτα· γῆθεν ἔκ τε ποντίας δρόσου
ἐξ οὐρανοῦ τε κἀνέμων ἀήματα
εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνωι,
καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.
στέργω γὰρ ἀνδρὸς φιτυποιμένος δίκην
τὸ τῶν δικαίων τοῖσδ᾽ ἀπένθητον γένος.
τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ᾽ ἐγώ
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
Testim.:
904 Cicero Tusc. I 68 adfert sine nomine poetae huc relata ab Hermanno; nimirum canticum quoque amplificandae Minervae orationi adhibuit Ennius
caelum nitescere, arbores frondescere,
vites laetificae pampinis pubescere,
rami bacarum ubertate incurvescere,
segetes largiri fruges, florere omnia,
fontes scatere, herbis prata convestirier.
Numeri:
916-25 = 938-47 trochaei simplices, subinde in cretici aut molossi speciem concisi; versus paenultimus utrum dimeter (molossi duo) an trimeter (tres spondei) sit, dici nequit.
Apparatus Criticus
ἀπήμον᾽ἀπήμων
εὐθενεῖνεὐσθενεῖν
μεθίσταμαιμεθίστασθαι
interrogat chorus, quamquam cantum a Minerva postulari non poterat expectare, cf. Kranz de stasimo 59
πνεύματα, αὔρας, ἐκπνοάς edunt e Graecorum opinione terra mare aer non minus quam venti, quos constat in terrae visceribus sitos credi
βοτῶνβροτῶν
εὐθενοῦνταεὐθενοῦνταςεὐστενοῦντα (-σθεν. Tr corr.)
δ᾽d' om
choro trib. FTr; M 913 paragraphum habet
τοῖσδ᾽τῶνδεscripsi, cf. Aristot. u. Ath. II 340
πρεπτῶν... οὐκτρεπτῶνοὐ om
ΧΟ.
δέξομαι Παλλάδος ξυνοικίαν,
οὐδ᾽ ἀτιμάσω πόλιν,
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
φρούριον θεῶν νέμει,
ῥυσίβωμον ῾Ελλάνων ἄγαλμα δαιμόνων.
ἆιτ᾿ ἐγὼ κατεύχομαι,
θεσπίσασα πρευμενῶς, ἐ-
πισσύτους βίου τύχας ὀνησίμους
γαίας † ἐξαμβρόσαι
φαιδρὸν ἁλίου σέλας. –
ΑΘ.
τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις
πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη.
πάντα γὰρ αὗται τὰ κατ᾿ ἀνθρώπους
ἔλαχον διέπειν. ὁ δὲ μὴ κύρσας
βαρεῶν τούτων οὐκ οἶδεν ὅθεν
πληγαὶ βιότου. τὰ γὰρ ἐκ προτέρων
ἀπλακήματά νιν πρὸς τάσδ᾽ ἀπάγει·
σιγῶν (δ᾽) ὄλεθρος καὶ μέγα φωνοῦντ᾽
ἐχθραῖς ὀργαῖς ἀμαθύνει. ξ
ΧΟ.
δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
(τὰν ἐμὰν χάριν λέγω,)
φλογμοὺς ὀμματοστερεῖς φυτῶν τὸ
μὴ περᾶν ὅρον τόπων·
μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
μῆλά $\tau^{3}$ εὐθενοῦντα γᾶ
ξὺν διπλοῖσιν ἐμβρύοις τρέ-
φοι χρόνωι τεταγμένωι· πόνος (τ᾿ ἀεί)
Apparatus Criticus
νέμειθ. νόμον
ἆιτ᾿αἷς
βίου τύχαςβίους τύχας δ.βίους δ.
ἐξαμβρόσαιἐξαμυρόσαιἐξαμβρῦσαιsed aoristus verbi βρύω non recurrit. conicerem ἐξομβρῆσαι, si de glossa Phot. Suid. ἀνομβροῦσαι (provenit e συν. λέξ. χρησ.) constaret; ἀν- et ἐξομβρεῖν enim ante LXX nondum comparuit
βαρεῶνβαρέωνfemininum agnovit Ahrens
ἀπλακήματά νινἀμπλακ.ἁμαρτήματανιν om
(δ᾽)suppl. Hermann
πνέοιπλέοι
φλογμοὺς ὀμματοστερεῖςφλοιγμόςφλογμόςὀμματοστερήςcorrexi. nihil sententiae convenit nisi prohiberi mala flamina (aria cattiva Itali dicunt), ne carbunculi in oleis ac vitibus nascantur
εὐθενοῦντα γᾶεὐθενοῦντ᾽ (εὐθην. FTr) ἄγανcorr. Dobree
διπλοῖσιν ἐμβρύοιςδιπλοῖς ἐνβρύοις
πόνος (τ᾿ ἀεί)γόνοςcorrexi et supplevi. Σὁ καρπὸς ὁ ἐκ γῆς πλουτίζων ad γόνος refertur. sed fructus ille, i. e. argentum, nec πλουτόχθων dici potest nec mercurialem deorum largitionem venerari, scilicet post felix καινοτομεῖν. imo veneratur deorum munificentiam labor qui divitias e terra effodit.
ΧΟ.
πλουτόχθων ἑρμαίαν
δαιμόνων δόσιν τίοι. =
ΑΘ.
ἢ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,
οἷ᾽ ἐπικραίνει; μέγα γὰρ δύναται
πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις
τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων
φανερῶς τελέως διαπράσσουσιν,
τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὐ δακρύων
βίον ἀμβλωπὸν παρέχουσαι. ξ
ΧΟ.
ἀνδροκμῆτας δ᾽ ἀώρους ἀπεννέπω τύχας,
νεανίδων τ᾽ ἐπηράτων
ἀνδροτυχεῖς βιότους δότε κῦρος ἔχοντες
θεαὶ τῶν Μοῖραι,
ματροκασίγνηται,
δαίμονες ὀρθονόμοι,
παντὶ δόμωι μετάκοινοι,
παντὶ χρόνωι δ᾽ ἐπιβριθεῖς
ἐνδίκοις ὁμιλίαις,
πάνται τιμιώταται θεῶν. –
ΑΘ.
τάδε τοι χώραι τήμῆι προφρόνως
ἐπικραινομένων γάνυμαι· στέργω
δ᾽ ὄμματα Πειθοῦς, ὅτι μοι γλῶσσαν
καὶ στόμ᾽ ἐπωπᾶι πρὸς τάσδ᾽ ἀγρίως
ἀπανηναμένας· ἀλλ᾽ ἐκράτησε
Ζεὺς ἀγοραῖος· νικᾶι δ᾽ ἀγαθῶν
ἔρις ἡμετέρα διὰ παντός. ξ
ΧΟ.
τὰν δ᾽ ἄπληστον κακῶν μήποτ᾽ ἐν πόλει στάσιν
τᾶιδ᾽ ἐπεύχομαι βρέμειν.
μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν
δι᾽ ὀργὰν ποινᾶς ἀντιφόνους ἄτας
Numeri:
956-68 = 976-87 tres dimetri trochaici numeros primae strophae continuant. rursus trochaei (2. 3.) in fine sunt. medium tenent dactyli (5 ac deinde 3.33) qui dimetrum dochmiacum cingunt: summa dissonorum numerorum vi hic gravissima invocatio, infra turpissimi sceleris tecta mentio efferuntur.
Apparatus Criticus
ἐπικραίνειἐπικρανεῖ
δακρύωνδακρύωνκρύων
ἀώρουςἀώροις
κῦροςκύριες (i. e. κυρι et κυρος)κύρι', u in rasura
βιότουςβιότου
μετάκοινοιμεγακοινοι (diversis accentibus)
δαίμονεςδαίμω
πάνταιπάντωνπάντων
ὄμματαὄμματι
ἐπωπᾶιἐποπτᾷ
ἀπανηναμέναςἀπονην.
πολιτᾶνπολιητᾶν
μηδὲμηδ᾽ ἐπιοῦσα
ποινᾶςacuunt MF, non Tr. cf. Arist. u. Ath. II 341
ἀντιφόνουςἀντιφώνους
ΧΟ.
ἁρπαλίσαι πόλεως.
χάρματα δ᾽ ἀντιδιδοῖεν
κοινοφιλεῖ διανοίαι,
καὶ στυγεῖν μιᾶι φρενί.
πολλῶν γὰρ τόδ᾽ ἐμ βροτοῖς ἄκος. –
ΑΘ.
ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
ὁδὸν εὑρίσκει
ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις.
τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ
μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
ὀρθοδίκαιον
πρέψετε πάντως διάγοντες.
ΧΟ.
(χαίρετε) χαίρετ᾽ ἐν αἰσιμίαισι πλούτου,
χαίρετ᾽ ἀστικὸς λεώς,
ἴκταρ ἥμενοι Διός,
παρθένου φίλας φίλοι, σωφρονοῦντες ἐν χρόνωι.
Παλλάδος δ᾽ ὑπὸ πτεροῖς ὄντας ἅζεται πατήρ. =
ΑΘ.
χαίρετε χὑμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ
στείχειν θαλάμους ἀποδείξουσαν
πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.
ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν
κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν
χώραι κατέχειν, τὸ δὲ κερδαλέον
πέμπειν πόλεως ἐπὶ νίκηι.
ὑμεῖς δ᾽ ἡγεῖσθε πολισσούχοι
παῖδες Κραναοῦ ταῖσδε μετοίκοις.
Numeri:
996-1002 = 1014-20 versus logaoedicus (cf. Ag. 1547) tres tetrametri trochaici e binis dimetris concisis constantes.
Actio:
1006 adductae iam sunt oves mactandae, ut pompa διὰ τομίων (cf. Plato Leg. 753 d) incedere possit. conveniunt igitur inter cantus quos mox Minerva enumerat sacerdotes cum satellitibus, aliaque civium caterva.
Apparatus Criticus
κοινοφιλεῖκοινοφελεῖ -ωφελεῖcorr. Herm.
ἐμἐν
hiatum notavi. fuerit fere φρονοῦσιν γλώσσης ἀγαθῆς ὁδὸς εὑρίσκει καρπὸn φιλίας· ἔκ τοι φοβερῶν etc.
excusat foedas dearum nunc propitiarum personas
εὔφροναςεὐφράνας
πάντωςπάντωςπάντες
(χαίρετε)suppl. Turn.
αἰσιμίαισιαἰσιμίαις-αισιν(habere falso perhibetur)
cf. fr. 162
παρθένουπαρθένους-νοιςcorr. Robort.
ἐn χρόνωιcf. Choeph. 1040, Suppl. 732
χὑμεῖς· προτέρανδ᾽ ὑμεῖςποτέραν
προπομπῶνπρόπομπον
ἀτηρὸnἀτήριον
χώραιχώρας
ἡγεῖσθεἡμεῖς
μετοíκοιςμέτοικοι
ΑΘ.
εἴη δ᾽ ἀγαθῶν
ἀγαθὴ διάνοια πολίταις. ξ
ΧΟ.
χαίρετε, χαίρετε δ᾽ αὖθις, ἐπεὶ διπλοίζω,
πάντες οἱ κατὰ πτόλιν,
δαίμονές τε καὶ βροτοί,
Παλλάδος πόλιν νέμοντες· μετοικίαν δ᾽ ἐμήν
εὐ σέβοντες οὔτι μέμψεσθε συμφορὰς βίου. Ξ
ΑΘ.
αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων,
πέμψω τε φέγγει λαμπάδων σελασφόρων
εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
ξὺμ προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας
τοὐμόν, δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
Θησῆιδος ἐξίκοιτ᾽ ἂν εὐκλεὴς λόχος
παίδων γυναικῶν καὶ στόλος πρεσβυτίδων
...
φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασιν
τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
ὅπως ἂν εὔφρων ἥδ᾽ ὁμιλία χθονός
τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπηι.
ΠΡΟΠΟΜΠΟΙ
βᾶτε νόμωι μεγάλαι φιλοτίμωι
Νυκτὸς παῖδες ἄπαιδες ὑπ᾿ εὔφρονι πομπᾶι.
εὐφαμεῖτε δὲ πανδαμεί. –
Testim.:
1027 Harpocrat. Εὐμένιδες Αἰσχ. ἐν Εὐμ. εἰπὼn τὰ περὶ τὴν κρίσιν τοῦ Ὀρέστου φησὶn ὡς ἡ ᾿Αθηνᾶ πραύνασα τὰς Ἐρινύας ὥστε μὴ χαλεπῶς ἔχειn πρὸς τὸν Ορέστηn Εὐμένιδας ὠνόμασεν. sumpsit ex argumento, quod cf.
Actio:
pompae dux Minerva (antecesserunt opinor tibicines ad orchestram praesentes) dein Areopagitae, sacerdotes et ministrae faces gerentes comitantur Furias, sequitur populus Atheniensis, qui post 1043 et 48 ὀλολύζει.
Numeri:
1032-35 = 1036-39 dactyli 4, 5, 4. ultimus σπονδειάζων singularis quidem, sed haud mirus.
Apparatus Criticus
non solum linguis (cf. Eur. Ion 99) sed etiam cogitationibus favere iubentur
χαίρετε... ἐπεὶ διπλοίζωχαίρετε διπλοΐζω omissis intericiendisἐπιδιπλοΐζωcorr. Wieseler
ἐμήνἐμοί
εὐ σέβοντεςεὐσεβοῦντεςμε μέμψ.
καὶδέ
κατὰκάτω
ξὺμΣὺν
Θησῆιδοςθρησηΐδος
hiatum notavit Herm. desunt multa
τιμᾶτετιμᾶται
βᾶτε νόμωι... φιλοτίμωιβᾶτ᾽ ἐν δόμῳnempe olim βᾶτε δόμωι cum correctura.v. fuitφιλότιμοιcorrexi
εὔφρονιεὐθύφρονιπαῖδες ἄπαιδες: γραῖαι παλαιόπαιδες 70
πανδαμείπανδαμεί: χωρεῖτε
ΠΡΟΠΟΜΠΟΙ
γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν
[καὶ] τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι.
εὐφαμεῖτε δὲ πανδαμεί. =
ἵλαοι δὲ καὶ σύμφρονες γᾶι
δεῦρ᾽ ἴτε Σεμναί
(τᾶι) πυριδάπτωι
λαμπάδι τερπόμεναι καθ᾽ ὁδόν.
[δ᾽] ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.
σπονδαὶ δ᾽ ἐς τὸ πᾶν ἐκ μετοίκων
Παλλάδος ἀστοῖς.
Ζεὺς (ὁ) πανόπτας
οὕτω Μοῖρά τε συγκατέβα.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. =
Numeri:
1040-43 = 1044-47 trimeter trochaicus, a spondiaco metro exorsus. dactyli 2, 2, 4. enhoplius sive paroemiacus.
Apparatus Criticus
[καὶ]... τυχοῦσαιdel. Herm.περισέπται τύχαι τεfortasse praestat τυχόντες cf. 953
πανδαμείπανδαμίπανδημεί
σύμφρονεςεὐθύφρονεςcorrexi
cf. 1047
[δ᾽]ἔνδαιδες (ἔνδαδες FTr) οἴκων
ἐκ μετοίκωνscripsi deleta dittographia
ἀστοῖς. Ζεὺς (ὁ) πανόπταςἀστοῖσι Ζ. παντόπτας
TRILOGIAM
excepit fabula satyrica
ΠΡΩΤΕΥΣ
Athen. IX 394 de columbarum specie quae φάψ vocatur Αἰσχύλου ἐν τῶι σατυρικῶι (τραγικῶι corr. Casaub.) Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος
σιτουμένην δύστηνον ἀθλίαν φάβα
μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην
probabile est quod conieci σιτούμενον, nam δύστηνον non licet ad φάβα revocare, et placere potest Menelaum dici in deserto Aegypti litore palumbi vesci quam casus obtulerat. sed alter versus omnino non intellegitur. πεπληγμένην Schweighäuser.
Herodian. dict. sol. 35, 19 γάρος· Αἰσχύλος Πρωτεῖ σατυρικῶι καὶ τὸν ἰχθύων γάρον. eadem Epit. Athen. II 67, Herodian. Philetaer. 437 Piers. et hoc de victu Menelai et comitum dici videtur.
Seleucus in Et. Gud. (Reitzenstein, Gesch. der Etym. 162) κερδὼ ἡ ἀλώπηξ ὑποκοριστικῶς ὡς παρ᾿ Αἰσχύλωι ἡ Εἰδὼ καὶ ἡ Ὑψὼ ἀντὶ τοῦ Εἰδοθέα καὶ Ὑψιπύλη. transiit cum in alia grammatica excerpta tum in schol. Aristoph. Equ. 1068. Schol. Homer. δ 366 καὶ Αἰσχύλος δὲ ἐν Πρωτεῖ Εἰδοθέαν αὐτὴν καλεῖ, cui fides vix habenda quod ad integrum nomen. Aeschyli exemplum secuntur Euripides Hel. 11, Nonnus Dion. 43, 269. persona fabulae erat.
Hesych. ἄε[λ]πτοί· δεινοί, καὶ ἄαπτοι· Αἰσχύλος Πρωτεῖ.
varia lectio erat sicut Hom. A 567. corr. Nauck.
Hesych. ἄμαλα τὴν ναῦν ἀπὸ τοῦ ἀμᾶν τῆν ἅλα, Αἰσχύλος Πρωτεῖ σατυρικῶι. (glossam corruptam et concisam recepit Et. M.).
Photius Berolin. ἅμαξα ἡ ναῦς παρὰ Ἀττικοῖς, καὶ ἴσως εἰκάζουσιν αὐτὴν ἁμάξηι ἀπὸ τοῦ ἀμᾶν τὴν θάλασσαν. ἡ λέξις παρ᾿ Αἰσχύλωι
Hesych. ἐπάσω ἐκτήσω Αἰσχύλος Πρωτεῖ σατυρικῶι.
Schol. Eur. Or. 25 de pallio quo inretitum Clytaemestra coniugem occidit Αἰσχύλος δέ φησιν
ἀμήχανον τέχνημα καὶ δυσέκδυτον.
ad Protei vaticinia rettuli.
τεύχημα corr. Nauck
δυσέκλυτον corr. Dindorf.