Threnothriambos: Job in Homeric Greek hexameters James Duport

OCR draft prepared for Perseus MVP

Transcribed from page images of James Duport's 1676 Threnothriambos.

Ὧρή τις πολύολβος ἔην Ἀράβων ἐνὶ γαίῃ, Αὐσῖτις τὸ πάλαι κεκλημένη, εἶδαρ ἀρούρης. Ἔνθα τις οἰκί' ἔναιεν ἀνήρ, ἠΰς τε μέγας τε, Τῷ δ' ἄρ' Ἴωβος ἔεν κλυτὸν οὔνομα καὶ περίπυστον· Ὃς ῥ' ἐσέβαστο δίκην, ἐπεὶ οἱ νόος ἦε θεουδής, Ἐκ δ' αὖ κακοῦ ἔκλινε, καὶ αἴσιμα πάντα φύλαξε.
Τέτου καὶ δέκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, Ἑπτὰ μὲν υἱέες ἔσαν, τρεῖς ἠΰκομοι δὲ θύγατρες.
Μυρία δὲ κτήνεα ἔχεν, ὑψιλόφους τε καμήλους, Αἳ τρισχίλιαι αὐτῷ ἐν ὄρεσι βουκολέοντο Θήλειαι τοκάδες, καὶ ἐπιηχίλια μῆλα, Ζεύγεά τ' αὖτε βοῶν πεντηκόσι' εὐρυμετώπων, Ἠδέ τ' ὄνους πεντηκοσίας, καὶ πάμματα πολλά. Ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος· οὔ τινι τόσση Ἀνδρῶν ἡρώων, οἵ τ' ὄλβιστοι ἄρ' ἐόντες Ἠελίου φαέθοντος ἐπ' ἀντολίῃσιν ἔναιον.
Τῷ δ' υἱεῖς δαίνυντο κρέ' ἄσπετα, καὶ μέθυ ἡδύ· Ἠμάτιος κατὰ τάξιν ἑῷ ἐνὶ οἴκῳ ἕκαστος Δαίνυτο, καὶ τρισσὰς ὀπὶ δαῖτα κάλεσσεν ἀδελφεάς. Ὡς οἱ μὲν πρόπαν ἦμαρ (ἐπηετανὸν γὰρ ἔχεσκον) Δειδέχατ' ἀλλήλους, καὶ ξείνισαν ἐν μεγάροισι Πίνοντες, καὶ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
Αὐτὰρ ὅτ' εἰλαπίνης μελιηδέος ἤματα πάντα Ἠὼς εὐπλόκαμος τέλεσεν, περὶ δ' ἔτραπον ὧραι, Αὐτίχ' ὅγ' ὡς ἐκάθηρε πατὴρ δοινήτορας υἷας, Πάντα κατὰ μοῖραν, καὶ ἅμ' ἠοῖ φαινομένηφιν Ἱερά τε ῥέξεσκε, καὶ ἐξαίτους ἑκατόμβας Ἀθανάτῳ, ἤν πού τις ὑπερβείῃ καὶ ἁμάρτῃ, Ἠὲ Θεὸν κακὰ εἴπῃ ἀγλωσσίῃσι νόοιο. Ὅσσα μὲν οἱ πέλε τέκνα, τόσ' ἔρδεσκ' ἱερὰ καλά. Ὡς ὅγ' αἰὲν ἔρδεσκε διαμπερές· οἶδε γὰρ αὐτὸς Ὁπποῖαι νέῳ ἀνδρὸς ὑπερβασίαι τελέθουσι. Κραιπνότερος μὲν γάρ τε νόος, λεπτή δέ τε μῆτις Ἐν πάντεσσ᾽ ἔργοισι, μάλιστα δ᾽ ἐν δαιτὸς ἐν ὥρῃ· Οἶνος γάρ τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι, Καί τι ἔπος προέηκεν, ὅπερ τ᾽ ἄρρητον ἄμεινον.
Ἦν δέ ποτ᾽ ἦμαρ ὅτ᾽ ἦλθον οἱ Ἄγγελοι ἄντα Θεοῖο. Παρ᾽ δ᾽ ἔσταν πατέρι σφῷ ἀολλέες, ἐν δ᾽ ἄρα τοῖσιν Ἤλυθε καὶ Σατανᾶς, ὀλοὰ φρεσὶ μήδε᾽ ὑφαίνων, Σχέτλιος, ὀβριμοεργὸς, ὃς οὐκ ὄλετ᾽ αἴσυλα ῥέζων, Θυμολέων, βλοσυρός, τυκτὸν κακὸν ἀνθρώ-ποισι.
Τὸν δ᾽ ὡς οὖν ἐνόησε Πατὴρ ἀνδρῶν τε θεῶν τε, Ὧς ἄρα μιν φώνησεν, ἔπος τ᾽ ἔφατ᾽, ἔκ τ᾽ ὀνό-μαζεν, Ὧ Σατανᾶ, πόθεν εἶς; Ὁ δ᾽ ἀμείβετο μισάνθρωπος, Πολλὰ μάλα πλαγχθείς, περί τε χθόνα πᾶσαν ὁδεύ-σας, Πολλὰ πλανῶν, καὶ πολλὰ πλανώμενος εἰλή-λυθα.
Τὸν δ᾽ αὖτε προσέειπε Πατήρ, ἐρέεινε δὲ μῦθον, Δαιμόνι᾽, ἦ ποτ᾽ Ἴωβον, ἐμὸν θεράποντα, νόησας; Ὅς μοι φίλτατός ἐστι τίω δέ μιν ἔξοχον ἄλλων, Οὕνεκ᾽ ἄρ᾽ οὔ τις ὅμοιος ἐπιχθονίων ἀνθρώπων· Ὅς τρίεσσε δίκην, ἐπεί οἱ νόος ἐστὶ θεουδής, Ἐκ δ᾽ κακοῦ ἔκλινε, καὶ αἴσιμα πάντα φύλαξε.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Δαίμων δολόμητις, Φθισήνωρ Σατανᾶς, ὀλοφώϊα δήνεα εἰδώς, Ἦ ῥά νυ μὰψ καὶ προῖκα σέβει Θεὸν ἐτὸς Ἴωβος;
Οὐ γὰρ ἐὸν περί τ᾽ οἶκον ἐΰσκιον ἕρκος ἔθηκας Πανταχόθεν, περί τε κτῆσιν, περί τ᾽ ἀμφί τε κεῖνον; Σῇσι φιλοφροσύνῃσιν εὐρρόεει τὰ ἃ ἔργα, Ὄλβος δ᾽ οἱ πλοῦτός τε ἀέξεται ἦ ἐνὶ γαίῃ.
Ἀλλ᾽ ἄγε νῦν, ὀλίγον περί ἔπιψαυε κτεάτεσσι, Καὶ τόθ᾽ ἁμαρτοεπὴς μάλα σε λωβήσεται ἄντην Κερτομέων, καὶ ἐς ὦπα ἰδὼν αἰσχροῖσιν ἐνίψει. Ὧς ἔφαθ᾽· ὁ ψεύστης φρεσὶν ἑλομένῃσι πιθήσας.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Θεὸς ἀγκυλομήτης, Νῦν, ἴδε, σῇς ἐπὶ χερσὶν ἐτέτραπιν ὅσσ᾽ ἄρα εἶχεν· Ἀλλὰ μόνον γ᾽ αὐτοῖο βαρείας χεῖρας ἀφέξεις. Ὧς ἄρ᾽ ἔειπε Πατήρ, κρατερὴν δ᾽ ἐπὶ μῦθον ἔτελλε. Βῆ ῥ' ἴμμεναι Σατανᾶς, κακὰ δ' φρεσὶ μήδετο ἔργα.
Ἕως γ' Ἰώβου παῖδες, ἅμ' ὗες θυγατέρες τε, Πρεσβυτάτου σύμπαντες ἐνὶ μεγάροισιν ἀδελφοῦ Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
Ἤματι τῷ λυγρός τις ὁ ἄγγελος ἦλθεν Ἰώβῳ, Δάκρυα θερμὰ χέων, φάτο δ' ἀγγελίῳ ἀλεγεινῷ· Ζευγνυμένων τε βοῶν, καὶ ὄνων παρὰ βοσκομενάων,
Τὰς μὲν ἐφορμηθέντες ἀνηρείψαντο Σαβεῖοι, Δήϊας δ' αὖ ἀροτῆρας ἀπέκτανον ὀξέϊ χαλκῷ· Οἶος ἐγὼ λιπόμην, λυγρὸς δέ τοι ἄγγελος ἦλθον.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτε τ' ἄγγελος ἄλλος Ἔστη ἐνὶ προθύροισι, λέγων, ὅτι θεσπιδαὴς φλὸξ Οὐρανόθεν καταβᾶσ' ὀϊάς τ' αὐτάς τε νομῆας Πάγχυ μάλ' ἔκπρησεν, δηΐῳ μένεϊ ἀστεροπητέω· Οἶος ἐγὼ λιπόμην, λυγρὸς δέ τοι ἄγγελος ἦλθον.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτε τ' ἄλλος ἔπηλθε, Δάκρυ' ἀναπρήσας, ὀλοφυρόμενός τ' ἔπος ηὔδα, Χαλδαῖοι τριχθὰς μὲν ἐκαρτύναντο φάλαγγας Ρίμφα δ' ἐπαΐξαντες ἀφαιρήσαντο καμήλους, Δμῶας δ' αὖτε βοτῆρας ἀπέκτανον ὀξέϊ χαλκῷ· Οἶος ἐγὼ λιπόμην, λυγρὸς δέ τοι ἄγγελος ἦλθον.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτε δ' ἄγχι παρέστη Τέτρατος (αἰεὶ γάρ τε κακὸν κακῷ ἐσήεικτο· Ὡς ὅτ' ἐπασσύτερα σφιν ἐπ' ἀλλήλοισι κέχυνται Πόντου κύματα μακρὰ, πρὸ μέν τ' ἄλλ', αὐτὰρ ἔπ' ἄλλο) Δάκρυα δ' ἔκβαλε θερμὰ, ἔπος τ' ὀλοφυδνὸν ἔειπεν, Ὦ μοι ἄμυμον Ἴωβε Διοτρεφὲς, ἦ μάλα λυγρῆς Πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. Ἕως γὰρ τεοὶ ὗες ἐΰζωνοί τε θύγατρες Εἵατο πρεσβυτάτοιο ἐνὶ μεγάροισιν ἀδελφοῦ, Σίτου καὶ οἴνοιο τεταρπόμενοι φίλον ἦτορ·
Δὴ τότ' ἐπαισσέρχουσα κακὴ ἀνέμοιο θύελλα Ὑψερεφὲς μέγα δῶ τύψεν ἐρημόθεν αἴξασα· Τοῦ δ' ἁρμοὺς καὶ πλευρὰ διέθλασεν ἲς ἀνέμοιο Πυθμενόθεν· τὸ δ' ἐπ' ἠϊθέοις πέσε, τοὶ δ' ὀλέκοντο· Οἶος ἐγὼ λιπόμην, λυγρὸς δέ τοι ἄγγελος ἦλθον.
Ὡς φάτο. Τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· Ἤϊξε δ' οἰμώξας, καὶ πορφύρεον μέγα φᾶρος Ῥῆξε περὶ στήθεσσι, φίλην δ' ἀπεκείρατο χαίτην, Κάππεσε δ' ἐν κονίῃσιν ἀποψύχοντι ἐοικώς· Δηρὸν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε Δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Ὀψὲ δ᾽ ἀναπνεύσας ἀδινοῦ ἐξῆρχε γόοιο, Καὶ ἅμ᾽ ὀδυρόμενος, θεοσέσκελον μῦθον ἔειπεν.
Ὦ, μοι ἐγὼ δειλός· γυμνόν μέ τ᾽ ἐγείνατο μήτηρ. Ἔκ τ᾽ ἄγαγε προφόρωσδε, καὶ ἠελίου ἴδον αὐγάς· Γυμνός τ᾽ ἐξαῦτις γαίης ὑπὸ γαστέρα δύσω. Δῶκε Θεὸς, καὶ ἀφεῖλ᾽, ἐπεί οἱ κράτος ἐστὶ μέγιστον· Τῷ χ᾽ ἐὸν εἰς αἰῶν᾽ ὄνομα κλυτὸν εὐλογέοιτο.
Ὡς ἔφατ᾽ εὐσεβίῃσι, καὶ οὐχ ἁμάρτανε μύθων, Οὐδὲ Θεὸν λώβησε χαλιφροσύνῃσι νόοιο.
Καὶ πάλιν ἦμαρ ἔην ὅτ᾽ ἐναντίον Ἀθανάτοιο Πάντες ἅμ᾽ Ἄγγελοι ἦλθον, ὁμηγερέες τ᾽ ἐγένοντο, Καὶ Σατανᾶς ἅμα τοῖσι, κακὰ φρεσὶ βυσσοδομεύων.
Τὸν δ᾽ ἐρέεινε Πατὴρ, ἐλέλιξε δὲ μακρὸν ὄλυμ-πον· Ὦ Σατανᾶ, πόθεν ἦλθες ἀμήχανες; τίπτε δέ σε χρεώ; Τὸν δ᾽ δολοφρονέων ἠμείβετο μισάνθρωπος, Πολλὰ μάλα πλάγχθην, περί τε χθόνα πᾶσαν ὅδευσα, Πολλῶν δ᾽ ἀνθρώπων ἴδον ἄστεα, καὶ νόον ἔγνων· Νῦν δὲ καὶ ἀθανάτων ἱερὸν πολίεθρον ἱκάνω.
Τὸν δ᾽ αὖτε προσέειπεν Ὀλύμπιος ἠλάδι φωνῇ, Οἶσθ᾽ ὅτι πολλὰ κατ᾽ ἄστ᾽ ἀλώμενος ἐνθάδ᾽ ἱκάνεις· Ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον, Δῆλον ἐμὸν τὸν Ἴωβον ἀμύμονα φῶτα νόησας; Ὅς με μάλιστα τίει χαμαὶ ἐρχομένων ἀνθρώπων, Ἀμπλακίην δ᾽ ἀλεείνει, ἰδ᾽ ἐν φρεσὶν αἴσιμα ᾔδη, Ἧς δὲ δικαιοσύνης ἀπρὶξ ἔχετ᾽, ἀχνύμενός περ, Πάσχων τ᾽ ἄλγεα λυγρὰ κακορραφίῃσι τεῇσι.
Τὸν δ᾽ ἄρ᾽ ὑποβλήδην προσέφη Δαίμων δολόμητις, Φθισίνωρ Σατανᾶς, ὀλοφώϊα δήνεα εἰδώς· Ῥινὸν ὑπὲρ ῥινοῦ, καὶ πάντα μάλ᾽ ὅσσα οἱ ἔστι, Εἴσεο μυρί᾽ ἔχῃσιν, ἀνὴρ ζωάγρια δώσει.
Εἰ δ᾽ ἄγεν ἕλκος ἐόντι ἐπιγράβδην πρὸ ἐπαύρῃς, Καὶ μάλα πρὸ λίγδην σάρκας τε καὶ ὀστέα βάλλῃς, Δαλερόφρης τότε γ᾽ αἶψα φανήσεται ἀλλοεπής τε, Νεικείων σʼ ἀναφανδὰ χολωτοῖσιν ἐπέεσσιν.
Τὸν δʼ ἀπαμειβόμενος προσέφη Θεὸς ἀγκυλομήτης, Νῶν ἴδε, σῆς ὑπὸ χερσὶν ἐτέτραπον ἠδέ μιν αὐτόν· Ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Μὴ θάνατον δʼ ἀγόρευʼ, ἐπεὶ ἔτι σε πεισέμʼ ὀΐω· Ὅυ γὰρ πω οἱ μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν. Ὡς ἄρ ἔειπε Πατὴρ, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε.
Βῆ ῥʼ ἴμεναι Σατανᾶς, κακὰ δὲ φρεσὶ μήσατʼ Ἰώβῳ. Ψωραλέης πληγῇσι, καὶ ἕλκεσιν ἔτά μιν αἰνοῖς Ἐς πόδας ἐκ κεφαλῆς· φθίνυθεν δʼ οἱ ἐπʼ ὀστέοφι χρώς· Πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους Αἵματι φοινικόεσσαι ἀνέδραμον ἔνθα καὶ ἔνθα.
Αὐτὸς δὲ χρόα μυδαλέον κεράμῳ κνίζεσκεν, Οὐδʼ ὀδὰξ δέδρακτο, καὶ ἐν κονίῃσι καθῆστο Σμήχων ἕλκεα λυγρά, πόνον τʼ ἀπὸ πολλὸν ὀμοργνύς.
Καί τʼ ἄλοχος συφέλιξεν ὀνειδείοις ἐπέεσσιν· Ἆ δειλʼ ἀνθρώπων, πάντων πέρι κάμμορε φωτῶν, Νηπύτιʼ, εὐσεβίῃ τε δικαιοσύνῃ τε ματαίῳ Ἕως πότε μὰψ ὕτω κατέχεις; ἐπεὶ οὐδέ τι σε χρή. Ἦ νύ κέ τοι χραίσμῃ ἀρετὴ καὶ δεῖμα Θεοῖο; Ἠὲ καὶ εὐσεβίη τοι ἐπήρκεσε λυγρὸν ὄλεθρον; Ἀλλʼ ἄγε, βλασφήμει, καὶ τέθναθι· τίπτʼ ἔτι μίμνεις; Βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον, ἠὲ βιῶναι, Ἦ δηθὰ στρεύγεσθαι ἐν ἀλγεινῇ κακότητι.
Τὼ δὲ μέγʼ ὀχθήσας ἀπαμείβετο δῖος ἀκοίτης, Αἰὲν ἐνὶ στήθεσσιν ἔχων ταλαπενθέα θυμὸν, Δαιμονίη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; Ὦ γύναι, ὡς ἄνοον κραδίῃ ἔχεις, ἢ τάδε βάζεις; Βλάξ τε καὶ ἠλιθίη, ἐπεὶ οὐ κατὰ μοῖραν ἔειπες. Ἐσθλὰ μόνον θεόθεν παραδεξόμεθʼ, ἄπποτε λυγρά; Ὅς δʼ ἀγαθόν τε κακόν τε διδῷ· δυνάται γὰρ ἅπαντα. Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Θεοῦ ἕδει, Δώρων οἷα δίδωσι· κακῶν, ἕτερος δὲ ἑάων. Ὦ, μὲν καμμίξας δῴη Θεὸς αἰολόμητις, Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ. Ὦ, δέ κε τῶν λυγρῶν δῴη, λωβητὸν ἔθηκε, Καί ἑ κακὴ βέβρωσις ἐπὶ χθόνα δῖαν ἐλαύνει. Ὡς φάτο νεικείων, οὐδʼ ἤλιτεν οἷς ἔειπεν, Οὐδέ τι ἀφραδίης εἴκων ἀνεμώλια βάζεν.
Ἀλλ' ὅτε τριοῖς φίλοις ταλασίφρονος Ἰώβοιο, Πάντα μάλ' ἀγγέλλοντο, τάφῳ πάθε δῖος ἑταῖρος, (Ὄψα γὰρ ὠκὺ σφι, πτερόεν κακὸν, ἄγγελος ἦλθεν) Ἀνστάντες κατέβησαν ἑοῦ ἀπὸ οἴκου ἕκαστος· Πρῶτος ἔην Ἐλιφᾶς Θαμανίτης ὄρχαμος ἀνδρῶν, Δεύτερος αὖ Βελδὰδ Σαυχαίων ἔξοχος ἄλλων, Καὶ τρίτατος Σωφὰρ μέγας ἥρως ἐν Ναματίτῃς. Οἳ μὲν γὰρ ξυνέθεντο φίλονδ' ἵμεν ἀχαλόωντες, Τόν τ' ὀλοφύρασθαι φρεσὶν ἅμα, καὶ μαλακοῖσι Παρφάσθαι· Ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρῳ Πᾶσι μὲν ἀνθρώποισι, μάλιστα δέ τ' ἀχνυμένοισι.
Τὸν δ' ἕκαθεν θηεῦντο, καὶ ἠγνοίησαν ἰδόντες· Κλαῖον δὲ λιγέως, χλαῖναν δ' ἔῤῥηξεν ἕκαστος, Ἀμφοτέρῃσί τε χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν, Χεύατο κακκεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον.
Ἑπτὰ μὲν ὣς νύκτας τε καὶ ἤματα συνεχὲς αἰεὶ Ἥμενοι ἐν δαπέδῳ, λίγ' ἐκώκυον ἀμφ' ἑτάροιο, Οὐδέ τι προσφάτως ἔθελον ἔπος, οὐδ' ἐρέεσθαι· Δείλῳ γὰρ θυμός σφιν ἐνὶ στήθεσσι τέθηπεν, Ὡς ἴδον ἄτλητόν τε πάθος, καὶ πένθος ἀλα-
ΔΗΝ δ' ἄνεῳ σύμπαντες ἔσαν τετιηότι θυμῷ· Ὀψὲ δὲ δὴ μετέειπε πολύτλας δῖος Ἴωβος, Πυκνὰ μάλα στενάχων, στυγέων δὲ γενέθλιον ἦμαρ· Πολλὰ κατηρᾶτο· κρατερὸν γάρ ἑ πένθος ἄνωγεν·
Οἶκτρ' ὀλοφυρόμενος, γοερῶς δ' ἐφθέγξατο μῦθος·
Ἐῤῥέτω ἄθλιον ἦμαρ ἐν ᾧ με λοχεύσατο μήτηρ· Νύξ θ', ὅτ' ἐμῷ γενετῆρι δυσάγγελος ἄγγελος εἶπε, Χαῖρέ μοι ἄππα πέπον, ὠδῖνας ἄλυξεν ἄκοιτις, Σόι τ' ἄρσεν τέκος ὧδε πέσεν μετὰ ποσσὶ γυναικός· Ὡς ἔφατ' ἀγγέλλων· εἴθ' οἱ χάνεν εὐρεῖα χθών.
Ὀρφνη καὶ σκότος ἔστω ἀλάμπετον ἦμαρ ἐκεῖνο· Μὴ μελέτω καθύπερθε Θεῷ, ἄλογον δὲ πέλοιτο, Τῷ καὶ μήποτ' ἔχοι γλυκερὸν φάος ἠελίοιο,
Ἀλλὰ σκιὼ θανάτοιο, καὶ ἀχλυόεσσαν ὀμίχλην· Ἠέει καὶ νεφέλῃ αἰεὶ κεκαλυμμένον ἔστω, Ὡς στυγερόν, κακὸν ἦμαρ, ἀπαίστον, οὐκ ὀνομαστόν, Δεινόν τε, δνοφερόν τε, μελάντερον ἠΰτε πίσσα.
Νύκτα δὲ Κιμμέριος ζόφος ἀμφέποι, ἐκ δ' ἐνιαυτοῦ Μηνῶν ἐξαπόλοιτ', ἰδὲ μὴ ἐναρίθμιος εἴη·
Νὺξ ἥ γε κακή, φρικτή, σκοτομήνιος, ἠδὲ κατακλάς· Μηδέ τις εἰν αὐτῇ φωνὴν χαρίεσσαν ἀκούοι.
Οἱ τόδε δυσφημεῦσι κακόν, καὶ σχέτλιον ἦμαρ, Τήν τ' ὀλοὴν ἅμα νύκτα καταράσοιντο μέλαιναν, Οἱ στοναχὴν μέλλουσι, γόον τ' ἀλίαστον ὀρίνειν.
Ἀστέρες ἑσπέριοι λιποφεγγέες εἶεν ἐκείνῃ, Μήτε φάος λαμπρόν, μήτ' αἰγλήεσσα σελήνη· Μήτε ποτ' ὄρθρον ἴδοι, μήτ' ἂρ τερψίμβροτον ἠῶ·
Οὕνεκα μητείης γαστρός μοι ἀνῷγε πυλῶνας, Οὐδ' ἄσβεστον ἐμοῖς ἄχος ὀφθαλμοῖσιν ἀμύνει.
Τίπτε μοι οὐ τάφος ἔσκε δυσαμμόρῳ ἔνδοθι γαστρός; Ἤλυθον ἐκ νηδύος· ὡς ὤφελον αὐτόθ' ὀλέσθαι.
Ὧμοι μῆτερ ἐμή, τί νύ μ' ἔτρεφες αἰνὰ τεκῆσαι; Τίπτ' ἐκ ἐκβέβληκας, ἐπεὶ τέκες υἱὸν ἄποτμον; Τίπτε δέ μ' ἀρτιγενῆ, καὶ ἔτι πνείοντα τόκοιο, Γούνασιν δῖα λαβοῦσα δυσώνυμος ἔφθατο μαῖα; Ἔρρε τρισάθλιε μαῖα μογοστόκε· τίπτε με μαζὸς Νηπίαχον θήλασε καὶ ἔτρεφε τυτθὸν ἐόντα; Ὡς μ' ὄφελ' ἤματι τῷ, ὅτε με πρῶτον τέκε μήτηρ, Οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα Εἰς ὄρος, ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, Ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
Νῦν ἂν ἀτάρβητος γαίης μαλακῷ ἐνὶ κόλπῳ Κείμην ἀσφαλέως τε, καὶ ἀτρέμα κοιμησαίμην.
Ὁππόθι μυρία φῦλα Διοτρεφέων βασιλήων, Κείατ' ὁμῶς, λαῶν δ' ἡγήτορες ἠδὲ μέδοντες, Καὶ βουληφόροι ἄνδρες ἀωτεῦσι γλυκὺν ὕπνον· Οἷς ποτε δώματα καλά, κακῶν ἀπάτερθεν ὁμίλου, Χρύσεα, μαρμαίροντα τετεύχαται, ἄφθιτα αἰεί.
Ὁππόθι κακκείασι μεγακλήεντες ἄνακτες, Οἳ χρυσὸν τιμῶντα, καὶ ἄργυρον ἐκτετάπισσαν, Ὄλβον τε πλητόν τ' ἀπερείσιον οἷς ἐνὶ οἴκοις.
Ὡς ὄφελόν γ' ἔκτρωμα μάλ' ὠκύμορον γεγαῶτος, Ὡς βρέφος ἠλιτόμηνον, ὃ οὔπω φέγγος ὄπωπεν.
Ἔνθά γε θυμοβόρος ἔριδος λήγουσιν ἀλεῖται· Τῶν δέ θ' ὑπ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, Παυστωλὴν εὑρόντες ἀναπνείουσι πόνοιο.
Τόσδε καὶ ἐν φυλακῇ χαλεπὸς πρὶν δεσμὸς ἐδάμνα, Ἀτρέμας ἔνθ' ἅμα κείατ' ἀλυκτοπέδας προφυγόντες, Οὐδέ ποθ' ὑβριστέω κρατερῆς ἄϊον ἐνιπῆς.
Ἔνθά γε πάντες ἔασ' ἅμα μικροί τε μεγάλοι τε Μίγδ' ἀλλήλοισιν, καὶ ὁμοίης ἔμμοροι αἴσης. Οὐκέτι τις θεράπων μεμνημένος δῖος ἄνακτος, Εἴρερον ἀλλὰ κακὸν, καὶ δούλιον ἦμαρ ἄλυξεν, Ἶσαι γὰρ σκιαί εἰσιν, ἄναξ ἠδ' ὃς ἐν χερὸς αἴσῃ. Ἶση μοῖρα μέδοντι, καὶ εἰ μάλα τις πέλετο δμώς.
Τίφθ' ὁρόωσι φάος, καὶ ἔτι ζωοῖσι μέτεισιν Ἄνδρες ὀϊζυροὶ καὶ ἀκηδέα θυμὸν ἔχοντες;
Ὡς ὅτε τις σπουδῇ κρύφιον θησαυρὸν ἐρευνᾷ, Σκαπτέμεναι μεμαὼς, διζήμενος εἴπου ἐφεύροι· Ὡς οἱ μὲν θανέειν ἔθελον, καὶ πότμον ἐπισπεῖν, Διζόμενοι εἴπως θάνατόν γε δυναίατο τέτμειν· Αὐτὰρ ἔτι ζώουσι, λιλαίομενοι περὶ ὀλέθρου.
Ἀσπάσιον τοιόσδε τέλος θανάτοιο κάλυψε, Γηθόσυνον τε πέλει· μέγα κεν κεχαροίατο θυμῷ, Ἡσυχίης γλυκερῆς ἐπιὼν λελάχωσι τάφοιο.
Τίπτε φάος, ζωή τε δυσαμμόρῳ, ὅς θ' ὑπ' ἀνίης Πλάζεται ἔνθα καὶ ἔνθα, καὶ οὐκ ἴδεν, ὅπποθι βαίνοι, Οὕνεκά μιν τ' ἀϊδνῇ νεφέλῃ θεὸς εἶρξε μελαίνῃ.
Ὤ μοι ἐγὼ δειλὸς, τί νύ μοι μήκιστα γένηται; Ὤ μοι ἐγὼ, ὅτι πρὶν φαγέμεν, στοναχῇ τε γόῳ τε Θυμὸν ἀκηχέμενος κατέδω φίλον· ἐξ ἐμέθεν δὲ Κωκυτός τε καὶ οἰμωγὴ κέχυτ', ἠΰτε κρήνης, Ἥτε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
Πάσχω ἐγὼ πανάποτμος, ὃ ἐν φρεσὶ δείδια λίην· Τοῦτο δὲ νῦν μ' ἐκίχανεν, ὃ πρὶν μάλα πολλὰ δέδοικα. Καὶ γὰρ ἐγὼν ἐφάμην, πρὶν μόρσιμον ἦμαρ ἐπισπεῖν, Ἄλγε' ἀναπλήσειν· τάδε δὴ νῦν πάντα τελεῖται.
Οὐ γάρ πω ἀμέριμνος ἔην πάλαι εὐθενέων περ, Οὐδέ μοι ἐν θαλίῃσιν ἀτάρβητος νόος ἔσκεν, Οὐτ' ἀδεὴς, αἰεὶ δὲ κακὸν προτιόσσετο θυμός· Νῦν δέ τ' ἐελπομένῳ χαλεπή μοι ἐπῆλθεν ὀϊζύς.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Ἐλιφᾶς Θαιμανίτης·
Ἦν τοι πειρώμεθα λέγειν, σὺ δὲ μή τι χολωθῇς. Τίς κε σιωπήσειεν, ἐρητύσειέ τε γλῶσσαν, Ὅς ῥ᾽ ἔπε᾽ ἔασιν οἷσιν ἀκόσμιά τε πολλά σ᾽ ἀκέσῃς; Θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπεῖν.
Καὶ σὺ μὲν ὅου ποτ᾽ ἔησθα διδάσκαλος ἔμμεναι ἄλλων, Πολλοῖσίν τ᾽ ἄνδρεσσιν ἐνέσταξας μένος ἠΰ· Μήτι σέο πινυτῇ τε, καὶ ἐς φρένα θυμὸν ἀγείρας· Χερσίν τ᾽ ἀβληχρῇσι βίην καὶ κάρτος ἐνῆκας·
Ὅς δ᾽ ὀλιγηπελέων ἤδη πεσέεσθαι ἔμελλε, Τὸν δ᾽ ἐπέεσσι τεοῖσι τάχ᾽ ἔμπεδον αὖθις ἔδωκας Ἐστάμεναι κρατερῶς, καὶ ὑπόρροθος ἦσθα πόδεσσιν· Γούνασί τ᾽ ἠπεδανοῖσιν ὑφ᾽ ἕρμα καὶ ἄλκαρ ἔθηκας.
Νῦν δ᾽ ἐπεὶ ὅου κακὸν ἦλθε, καὶ ἥψατό σεο ὀλίγον τι· Οὐδὲ σὺ τετλάμεναι δύνααι, λιγύς περ ἐὼν ἀγορητής· Ἀλλά σοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι ὀρίνθη, Σή τε βίη λέλυται, κραδίη δέ τοι ἔνδον ὑλακτεῖ.
Σχέτλιε, πῇ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες; Οὔτίς τοι νόος ἐστὶ θεουδὴς, ᾧ σὺ πέποιθας, Εὐσεβίη, θάρσος τε, δικαιοσύνη τε, καὶ ἐλπίς;
Ἀλλ᾽ ἄγε νῦν, εἴπέρ τι παλαιγενέων κλέα φωτῶν Γινώσκεις, προτέρων δεδαημένος ἔργ᾽ αἰώνων· Τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπε· Τίς πίστιν ἐσθλὸς ἐών; ἢ πῆ ἀπόλωλε δίκαιος; Τίς μόρος ἰθυνόῳ πέλεν ἀνέρι; αἴκε δύναιο Κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴπερ ὄπωπας Ὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσας.
Ὡς καὶ ἐγὼν ἐνόησα, καὶ ὀφθαλμοῖσιν ὄπωπα, Ὁπποῖός κ᾽ ἄρετος, τοιόσδ᾽ ἄμητος ἕπησιν. Οἳ κακὸν ὅου ἀρόωσιν, ὁμῶς κακὸν ἀμήσαντες, Ἄτην τε σπείροντες ἐοικότα μισθὸν ἄροντο, Καὶ καρπὸν σπόρῳ ἶσον, ἀτάσθαλοι, οἷς ἔρεξαν.
Ἔφθινται δ᾽ ἄρα τοίγε θεοῦ μάλα χωομένοιο, Χωομένοιο θεοῦ, ἀνέμῳ ὣς πικρῷ ἀέντος, Τοῦ γε ἀπὸ ῥινῶν ῥεῖ ἀϋτμὴ, τοὶ δ᾽ ὀλέκονται.
Σμερδαλέῃ βρυχῇ ὠρυομένοιο λέοντος Ἐσβέσθη, καὶ φθόγγος ἐριβρύχοιο λεαίνης· Σκύμνων γαμφηλαὶ, ὀλεοί τ᾽ ἐῤῥήχθεν ὀδόντες.
Λιμῷ ὑπ’ ἀργαλέῳ φθινύθει λῖς ἠϋγένειος, Σίντης, καὶ κρατερῶν ἐσκεδάσθη τέκνα λεόντων.
Λάθρῃ μοί ὡς κλέπτης, κρυφίη φάτις ἄγγελος ἦλθεν, Τυτθὸν φθεγξαμένου ἐμά τ’ ὤατα δέξατο φωνή.
Νύκτα δ’ ὀρφναίην, ὅτε δ’ εὕδουσι βροτοὶ ἄλλοι, Πεπταμέναι δ’ πύλαι ἀμυθηνῶν εἰσιν ὀνείρων, Ἔνθά τε φάσματα πόλλ’ εἰς ἀνδρῶν κράατα βαίνει, Δὴ τότε γὰρ θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
Ὡς ἴδον, ὡς ῥίγησα φόβῳ ὑπὸ θεσπεσίοιο, Ἀμφὶ δέ μοι χύτο φρίξ, ὑπὸ δ’ τρόμος ἔλλαβε γυῖα.
Πνεῦμα δέ μοι σχεδὸν ἦλθε παριστάμενον κεφαλῆφιν· Ὀρθαὶ δὲ τρίχες ἔσαν ἐνὶ κρυεροῖσι μέλεσσι· Ταρβήσαντος ἐμεῦ· μάλα γὰρ χλωρὸν δέος ᾕρει.
Ἔστη, οὐδέ πω εἶδος ἔω διακρινέμεν ἄντα, Ἀλλ’ εἴδωλον ἀμαυρὸν ἐν ὀφθαλμοῖσιν ὄπωπα, Φθεγξαμένου δ’ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπεν,
Ἦ ῥά τίς εὐνομίῃσι Θεοῦ περιγίνεται ἀνήρ; Ἠὲ δικαιότερος βροτὸς ἔσσεται Ἀθανάτοιο, Ὅς τ’ αὐτὸν ποίησε, καὶ ἔπλασε μηδὲν ἐόντα;
Οὐδ’ ὅγε ἐπουρανίοισι μάλα δμώεσσι πέποιθεν Ἐν φρεσὶν, οἵ τε οἱ αἰὲν ὑποδρηστῆρες ἔασιν· Ἀφροσύνην δ’ ἐνόησε καὶ εἰν ἁγνοῖσι νόεσσιν, Οἵ ῥ’ ἑοὶ Ἄγγελοί εἰσι, καὶ ὀτρηροὶ θεράποντες.
Πῶς οὐκ εἰνὶ βροτοῖς; (ἐπεὶ οὔποτε φῦλον ὁμοῖον Οὐρανίων τε νοεῖν, χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων) Οἵ ῥα πήλινα δώματ’ ἔχουσι, ψαμμοθέλυμνα, Ἀβλῆχρ’, οὐδενόσωρα, τά τ’ αἰόλαι εὐλαὶ ἔδονται, Καὶ σῆτες· τοῖς γὰρ μέλλει μέλπηθρα γενέσθαι.
Πρώϊοι ἐξανατέλλουσι, φθίνουσι δὲ πάμπαν Ἑσπέριοι, τῷ δ’ οὔτις ἀπολλυμένων ἀλεγίζει.
Τοῖσι δὲ κῦδος ἅμα σφιν ἀπώλετο, οἵδε καὶ αὐτοὶ Πρόχνυ κακῶς σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
Εἰ δ’ ἄγε, νῦν δὲ κάλεσσον, ὅπως τίς σευ ὄπ’ ἀκούσῃ· Ἀλλὰ τίν’ ἐξ ἁγίων ἐπιδερκόμενος λιτανεύσεις; Ὄφρά σοι εἰνὶ θέμιστι συνήγορος ἄγχι παραστῇ;
Νηπυτίῳ χόλος αἰνὸς ἀεικέα πότμον ἐφῆκε, Καὶ νέμεσις δριμεῖα χαλίφρονα φῶτα κατέκτα.
Ἠλίθιον δρυῒ καλῇ ὁμῶς θάλλοντα νόησα, Ῥίζῃσιν μεγάλησι διηνεκέως ἀραρυίῃ· Ἀλλ' ὁ μὲν αὐτίκ' ὄλωλε, χάρις δ' ἀπὸ πᾶσα μαράνθη, Ἀρὴ δ' ὃν κατέμαρψε δόμον, καὶ ὄλβιος ξεινός.
Παῖδες δέ οἱ οὐ σόοι εἰσὶ, φάος δ' οὐ σφ' ἔτι πέφανται· Τείβοντ' εἰνὶ πύλῃσι, καὶ οὐκέτι φυκτὰ πέλονται· Οὐ γὰρ πάρα τίς ἀρωγὸς, ὃς αὐτῶν κῆρας ἀμύνῃ.
Ἐσθίεταί σφισιν ὄλβος, ὄλωλε δὲ πόνα ἔργα, Αὐτῶν δ' ἄμητον, καὶ ἀρούρης καρπὸν ἔδουσιν, Οὓς ποτε λιμὸς ἄνωγε, καὶ ἐκ μέσσων περ ἀκανθέων, Ἁρπαλέως, κλέπτης δὲ δόμοις ἐν κτήματα κείρει.
Οὐδὲ γὰρ ἐκ γαίης πόνος ἔρχεται, οὐδέ ποι οἶτος Γίγνεται ἐκ κονίης, οὐδὲ χθονὸς ἐξανατέλλει, Οὐ μὲν ἀπὸ δρυός ἐστι παλαιφάτου, οὐδ' ἀπὸ πέτρης.
Ὥστε δ' ἀέρθησαν φλογόεντα περίπυστον πυρσοῦ, Σπινθῆρες ῥαδινοὶ (ᾗ γὰρ κούφων θέμις ἐστί), Ῥεῖα δὲ δ' ὕψι πέτονται, ἴδ' ἐν νεφέλῃσιν ἔμιχθεν· Ὧς ἐπὶ τὸν κάματον γέγαε βροτὸς, ἠδ' ἐπ' ὀϊζύν· Ὄφρ' αἰεὶ στενάχων, καὶ κήδεα μυρία πάσχων Τλαίη, καὶ μάλα πολλὰ παθὼν, καὶ πολλὰ μογήσας Αἰνὸν ἀναπλήσαι βιότου μόρον· ὡς γὰρ οἱ αἶσα Τεινομόρῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.
Εἰ δέ με τοῖον ἄχος, καὶ ἀμείλιχος ἵκετο μοῖρα, Οἵη νῦν σ' ἐδάμασσε Θεοῦ μεγάλοιο ἕκητι, Τόν κεν ἐγὼ λιτανεύσω, ἐφ' Ὑψίστῳ τε καλέσσω, Εὔξασθαί τ' ἐθέλοιμι διαμπερὲς, οὐδέ τι πάμπαν Εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ μάλ' αὐτῷ Μῦθον ἐπιτρέψαι· ἐπειὴ πολὺ φέρτερός ἐστιν.
Ὅς περιλαμβέα ἔργ', ἐξαίσια σήματα φαίνει, Καὶ μάλα πόλλ' ἀκίχητ' ἀφατεῖστα θαύματα ῥέζει.
Ὑψόθεν ἐκ νεφέων καρποτρόφον ὄμβρον ἔπεμψεν· Ὄμβρον ἐπὶ χθόνα πέμψε, καὶ ὕδατα χεῦεν ἔραζε,
Πολλάκις ὕψωσε χθαμαλοὺς, καὶ ἄεξεν ἀδήλους· Τειρομένοις κατένευσε σόος ἔμμεν, οὐδ' ἀπολέσθαι.
Κερδαλέων σκέδασσε δόλους, ἁλίωσε τε τέχνας· Ἔργον, ὅ, τι φρονέουσ', οὐ μὴ τετελεσμένον ἔσται.
Ἔκ τε σοφοὺς ἀπάτησε, καὶ ἀνέρας αἰολομήτας, Τῶν δὲ δολοφραδέων σκολιὰς ἀνετρέψατο βουλάς· Αὐτοὶ δ' σφετέρῃσι κακορραφίῃσιν ὄλοντο.
Οἳ δ' καὶ ἠμάτιοι στυγερῇ ἐνέκυρσαν ὁμίχλῃ, Ψηλαφόωσι δ' χερσὶ μεσημβρινοὶ, ὡς ἀνὰ νύκτα.
Ἀλλ' ἐσάωσε πενιχρὸν ἀπὸ ξίφεός τε μάχης τε, Ἐκ στόματος κρατεροῖο, καὶ ἐκ χερὸς ἀνδρὸς ἀγαυοῦ.
Ὡς ὁ μὲν ἐλπίδ' ἔχει, καὶ θαρσαλεώτερός ἐστι, Λωφήσας ποτ' ἀτέρπου ὀϊζύος· αὐτὰρ ἀλιτροὶ Φρασσομένης στόματος-φιν ἀκλὴν ἐγένοντο σιωπῇ.
Τρὶς μάκαρ ὅστις ἀνὴρ καὶ τετράκις, ὃν Θεὸς ἔτι, Ἠρέμα μαστίζων γλυκυπίκροισι πληγῇσιν· Τούνεκα μὴ ἀθέριζε φίλου μάστιγα Θεοῖο.
Αὐτὸς ἄχος καὶ ἄκος πέμπει, αὐτῇσί τε χερσὶν Ἕλκεα λυγρὰ δίδωσι, καὶ ἤπια φάρμακα πάσσει.
Αὐτὸς δεξιτερῇ σε ῥύσεται ἑξ' ἐνὶ μόχθοις, Οὐ μὰν οὐδ' ἄρ' ἐν ἑπτὰ κακὸν σέθεν ἐγγὺς ἵκοιτο.
Οὔτέ ποτ' ἐν πολέμῳ πεφοβήσεαι, οὔτ' ἐνὶ λιμῷ· Τοῖσι δ' ἐν ἀμφοτέροις θάνατον καὶ πότμον ἀλύξεις, Ἕως σ' ἐκ βελέων ὑπάγῃ Θεὸς, ἔκ τε κονίης, Ἔκ τ' ἀνδροκτασίης, ἔκ θ' αἵματος, ἔκ τε κυδοιμοῦ.
Οὐ κά σε τις γλώσσης λιγυρῇ μάστιγι δαμάσσῃ, Εἴσφ' ἐπεσβολέῃ φιλοκέρτομος· οὐδέ τι λίην Ταρβήσεις ἐνὶ θυμῷ ἐπειγομένου τ' ὀλέθρου.
Ποινὴν καὶ πείνην γελάσεις σέθεν, ἔκ τ' ἀθερίστους Λοιμήν τε λιμόν τε, καὶ οὐ κακὰ θηρία δείσεις.
Σοὶ γὰρ ἐνὶ τριόδοισι λίθοι, καὶ ἐν οὔρεσι θῆρες Ἤπιοι ἔσσονται, φίλα τε φρεσὶ μήδε' ἔχοντες· Ῥήτρας ποιήσουσι, καὶ ὅρκια συνθεσιάων.
Γνώσεαι εἰρήνην τε τεὴν, θαλίην δέ τε πολλὴν, Ἧς πλήθοντα σὸν οἶκον ἐπόψεαι, οὔποτ' ἁμαρτών.
Σοὶ δ' φίλον τέκος ἔσται ἀθέσφατον ἠΰτε ποίη, Ἦ ῥα κατ' λειμῶνα ἔφυ μεγάλ' ἤλιθα πολλή.
Ὀψὲ τάφον δύσεις, καὶ ἐν ἄκρῳ γήραϊ ὀδῷ, Καίειθ' ἐς θάνατον, πολυήμερος· ὡς ὅτ' ἐείδῃ Ὥρῃ ἐνὶ θερινῇ βαθὺ λήϊον ἀμήσαντες Μήλοπα καρπὸν ἄγουσιν εὐτροχάλους ἐπ' ἀλωὰς, Τῷδε πιεσόμεναι μέγα βεβρίθασιν ἄμαξαι· Δράγματα μὲν σταχύων, στάχυες πλήθουσι δὲ κόκκων.
Ταῦτ' ἡμεῖς σάφα ἴδμεν, ὅπως ἔχει· ἀλλὰ σὺ πάντα Εἰς ἀγαθὸν ξύνες ὦκα, καὶ ἐν φρεσὶ βάλλεο σῇσι.
Τὸν δ’ βαρυστενάχων ἀπαμείβετο δῖος Ἴωβος,
Ὡς ὄφελ’ εὖ ἴσαις ἐμεῦ ἄχθος ἀχθομένοιο, Ἄτη τ’ ἀργαλέη ἅμ’ ἐνὶ πλάστιγγι τίθεσθαι, Ἠδέ τ’ ὀϊζὺς εἰν ἰσοζυγέεσσι ταλάντοις, Ὅσσά τε νῦν ἐμόγησα τάλας τετληότι θυμῷ· Πάντα μάλ’· οὐδ’ ἂν νηῦς ἑκατόνζυγος ἄχθος ἄροιτο.
Οὐδὲ βάρος κεν τόσσον ἔοι ψαμάθοιο βαθείης, Ἧι κέχυτ’ ἤλιθα πολλὴ ἐπὶ ῥηγμῖνι θαλάσσης, Τούνεκά μοι ἄλλιον ἔπος ἔκφυγεν, ὅ, τί κεν εἴπω.
Ἐν γὰρ πήχθεν ἐμοῖγε Θεοῦ πτερόεντες ὀϊστοί· Αἷμα δέ μοι ψυχήν τ’ ἔπιεν θανατηφόρος ἰὸς Πικριδανῶν βελέων, ἅμα δ’ ἔγκατα πάντα λάφυξεν.
Ἦ ἄρ’ ὑπαὶ λιμῷ νωθὴς κεκράξετ’ ὄναγρος Βοσκόμενος λειμῶνος μέμυκε δὲ βοῦς ἐπὶ φάτνῃ Πιείρῃ, κρῖ λευκὸν ἐρεπτομένη καὶ ὀλύρας;
Ἦ κεν ἔδοι τις ἄχυλον ἄνευ ἁλός; ἢ ἐνὶ λαιμῷ Ὧδε χυμὸς ἔνεστιν, ἢ εἰν ἁλίοισιν ἔπεσσιν;
Ὅσσά περ ἁψίχορος στυγέων ἀπανήνατο θυμὸς, Ταῦτά μοι ἐσθομένης πόρ’ ἀτερπέα δαῖτα τραπέζης.
Ὦ, μοι ἐγὼ δειλὸς, τί νυ δείσομαι αἰνὰ μογήσας; Εἴθ’ ὄφελ’ Ἀθάνατος τόδε μοι κρηῆναι ἐέλδωρ, Τὸ πάλαι ἱέμενος, τό, τε δὴν ποτιδέγμενος εἰμι·
Ὡς ποτέ οἱ φίλον εἴη ἐμεῦ ἀπὸ θυμὸν ἑλέσθαι, Ὄφρα με χειρὶ βαλὼν στυγερῆς αἰῶνος ἀμέρσαι.
Καί νύ κε θάλπωρή τις ἀνάπνευσίς τε κακοῖο Γίγνοιτο, τλαίω δ’ καὶ ἀχνύμενός περ ἀνάγκῃ. Μήτι μοι ὄσσε περίδοιτ’ ἐπεὶ οὐ λόγον ἐκ ὀρέκρυψα Ἐν στήθεσσιν ἐμοῖς, τὰ δ’ θέσφατα πάντ’ ἀνέφλωα.
Ἀλλὰ τί μοι σθένος ἐστὶ; τί μοι μήκιστα γένηται; Ὄφρά γε τετλαίην, καὶ ἔτι ζωοῖσι μετείην;
Ἦ λιθοκάρδιός εἰμι; πέτρῃσί τε κάρτος ἔοικα; Πέτρης κάρτος ἔοικα, μῖτος δ’ αἴθωνι σιδήρῳ; Ἦ ἀδάμαντι δέμας, καὶ σάρκας ἀτειρέϊ χαλκῷ;
Ἄλκαρ ἐμὸν πόθεν ἐστίν; ἐμὴν οὐκ αὐτὸς ἀρωγὴν Ἔνδον ἔχω; ἤ μοι πάγχυ φρένας ὤλεσε δαίμων;
Αἰεὶ δ’ ἐσθλὸς ἀνὴρ οἰκτίρμονα μῆτιν ὑφαίνει, Ἀχνυμένων δὲ φίλων περικήδεται, ἠδ’ ἐλεαίρει Τλημοθύως, εἴπερ τι Θεοῦ μήνιμα δέδοικεν.
Ἄλλ’ ἐμὲ τοσσατίοισι βαρυνόμενον φρένα μόχθοις· Ἐξαπάφησ’ ἐπέεσσι κασίγνητοί τε, ἕται τε. Πὰρ δ’ ἦλθον χειμάῤῥῳ ἐοικότες ὦκα ῥέοντι· Ῥεῖ’ ἀφ’ ἐμεῖο τ’ ὄλισθον ὁμῶς ποταμοῖο ῥεέθροις·
Τοῖσί γε λεῖος ὕπερθε περιτρέφετο κρύσταλλος, Καὶ νιφετὸς, τὸ δ’ ἔνερθε κελαινιάδα τρέφε κῦμα Τὸ πρίν· χείματι γάρ τε μινυνθαδίῳ ἐπεπήγει·
Αὐτὰρ ὅτ’ ἠελίοιο φόως, ἀλέη τε γένηται, Τόφρα τὰ μέν τε ἀλεεινὰ διέῤῥεεν ἄλλυδις ἄλλο.
Οἶμος ἤ σκολιὸς σφετέρων παρέτρεπτο κελαδίζων· Κεῖνα δ’ ἀμαυρώθη ταχέως, φθινύθεσκέ τε πάμπαν, Πᾶς δ’ ἐξεράνθη ποταμὸς, χέτο δ’ ἀγλαὸν ὕδωρ.
Οἱ Θαιμανῖται ἴδον, ποτιδεύχαται ἠδὲ Σαβεῖοι, Εἰσόκε πίνοντες πολυκαγκέα δίψαν ἀφῶσιν.
Ἀλλ’ ὅτε δὴ ποταμῶν ἀπατήλια ῥεύμαθ’ ἵκοντο, Ἐλπίς τέ σφιν ὄλωλεν ἀποφθιμένοιο ῥόοιο· Ὡς ἴδον, ὡς σφέας εἷλε κατηφείη τε καὶ αἰδώς· Αἰσχρὸν γὰρ δηρόν τε μένειν, κενεώς τε νέεσθαι.
Ὡς ὑμεῖς δολεροὶ, καὶ σχέτλιοι, ἐπιδανοί τε, Ὦ πέπονες, κακ’ ἐλέγχε’, ἐμὴν ἐσορῶντες ὀϊζύν· Τίφθ’ οὕτω ταρβεῖτε καὶ ἐν φρεσὶ δειδίξασθε; Τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί;
Ἦ ῥά ποτ’ ὔμμιν ἔφην, Δότε μοι κειμήλιον ἐσθλὸν, Δῶρα δ’ ὑπὲρ μεῦ φέρτε φίλοι, ἐχθροῖσιν ἄποινα,
Δυσμενέων ἀνδρῶν ῥύσασθέ με ἐκ παλαμάων, Ἔκ θ’ ὑβριστήρων ὃι ἀτάσθαλα μηχανόωνται;
Εἴπατε, σιγήσω· ὑποθέσθε μοι, ὅ,ττι προ ἴστε, Ὅς δ’ ᾖ σιωπῇ τλήσομ’, ἔχων ἀρίηκοον οὖας, Οὐδέ πάλιν ἐρέω μάλα περ τετιημένος ἦτορ. Ἀμπλακίας μοι ἐμὰς ὑποδείκνυτε, ὄφρα δαείω.
Ὡς δυνάτ’ μάλα πόλλ’ ἔπεα φρεσὶν αἴσιμα εἰδώς· Ἐν δέ τε ἲς μύθοισιν, ἐπεὶ κατὰ μοῖραν ἔ- ειπεν, Οὐκ ὀλίγη, ἀγαθή τε παραίφασίς ἐστιν ἑταίρου· Ἀλλὰ τί νυῖ ὐμέων μομφὴ καὶ μῶμος ἐλέγχει;
Νήπιοι, ἦ ῥά νυ φᾶτε λόγων μωμήτορες εἶναι, Ἀνδρὸς ἀνελπίστοιο λόγων ἀνέμοισιν ὁμοίων; Οἷόν γαρ ψιθύρισμα λιγυπνείοντος ἀήτεω, Τοῖον ἔπος πέλεν ἀνδρὸς ἀνάλκιδος ἐπιδανοῖο.
Ἀλλ’ ὐμῖν κραδίη, πέλεκυς ὣς, ἐστὶν ἀτειρής. Παιδὶ μὲν ὀρφανικῷ ἀλεγεινὸν ἐφήκατε πότμον, Δυστήνῳ δ' ἑτάρῳ ἀπατηλὸν ὀρύξατε βόθρον.
Κέκλυτέ μοι μύθων κακά περ πάσχοντος, ἑταῖροι. Σχέθε, φίλοι, καί μ' οἷον ἐάσατε κηδεμόνων ἄρ. Λεύσσετ' ἐμὴν ἄτην, καὶ ὁρῆτέ με, οἷα πέπονθα· Ὑμεῖς γὰρ σάφα ἴστ' (ἐπεὶ οὐκ ἀνοήμονές ἐστε) ”Εἰ ἐτεόν τι ἐγὼ μυθεύομαι, ἠὲ καὶ οὐκί.
”Ἀλλ' ὑπονοσήσατε φίλοι, ἐπεὶ οὐκ ἀπέοικεν, ”Ἀλλ' ὑπονοσήσατε παλίντροπον ἦτορ ἔχοντες, ”Εὐδικίην νοέοντες ἐμὴν, ὅτ' ἀναίτιός εἰμι.
”Ἦ ῥά μοι ἐνὶ γλώσσῃ πέλεν ἀμπλακίη ἀλεγεινή; ”Ἠέ μοι ἀκριτόμυθος ἀπὸ στόματος ῥέεν αὐδή;
”Οὐκ ἄρα μόρσιμον ἦμαρ ἐπιχθονίοισι πέπεμπται; ”Οὐ ζωῆς ὅρος ἐστὶν, ἐπεκλώσαντο δὲ κῆρες; Τὸν δ' οὔ πω τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν; Οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται. ”Ἤματα δ' ἀνθρώπων, ὡς ἤματα μισθωτοῖο.
Ὡς σκιὴ εὐφραίνει δμωὸς κεκαφηότα θυμὸν, Ὥρῃ ἐνὶ θερινῇ καμάτῳ ἀδδηκότος αἰνῶς, Ἱδρῷ τειρομένου ὑπὸ καύματος· ὥς δ' ὅτ' ἔειδος ”Ἀλλήκτῳ κραδίῃ νύκτας τε καὶ ἤματα μίμνει, ”Εἰσόκε μισθὸν ἄροιτο· τὸ γὰρ γέρας ἐστὶ καμόντων· ”Ἀσπάσιον δ' ἄρα τῷγε τέλος καμάτοιο πέφανται.
”Ὡς μοι θέσφατόν ἐστι πολὺν χρόνον ἐκτολυπεύειν Μαψιδίως, καὶ μῆνας ἀνηνύσῳ ἐπὶ μόχθῳ. ”Αἰεὶ δ' ἀργαλέῳ ἔχομ' ἄλγματι, οὐδέ πῃ ἔστιν ”Ἀμπνεῦσαι κακότητος, ὀϊζυροῦ τε πόνοιο· ”Οὐδέ ποτ' ἠέλιος μ' ἴδεν ἥσυχον, οὔτε σελήνη, ”Ἤματα δὲ στενάχω, καὶ ἀΰπνους νύκτας ἰαύω.
Κεῖμαι ἐνὶ λέκτρῳ ποτιδέγμενος ἠῶ δῖαν· Ὁππότε δ' ὄρσομ'; ἔειπα, καὶ, ”Ἕως πότε νὺξ ἔτι μίμνει; Πάννυχος ἐγρήσσω, καὶ ἑλίσσομαι ἔνθα καὶ ἔνθα, ”Ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε ”Ὑπτιος, ἄλλοτε δὲ πρηνὴς, τετιημένος ἦτορ.
Σάρκα δέ μοι σκώληξ καὶ βῶλος ἀμφεκάλυψεν, ”Ἀμφιδρυφὴς δὲ χρὼς κεχαραγμένος ὠτειλῇσιν, ”Αἵματι καὶ λύθρῳ πεπαλαγμένος, ἀμφὶ μέλεωσιν. Τήκετ' ἀφειδελίως, πᾶς δὲ βρύει ἕλκεσι λυγροῖς.
Ἔφθιτό μοι ζωή ἄτερ ἐλπίδος· ᾤχετο δ' αἰὼν Κερκίδας ὠκυτέρη, ἥ τ' ἰδμοσύνησιν ὑφάντεω Ρίμφα διαψήχουσα μίτον ἅμα πνέον ἕλκει.
Ἦ οὐκ ἄρα μέμνησαι, ὅτι μοι βίος ὥστ' ἄελλα Ὧκα μάλ' αἰΐσσει, δ' αἰθέρος ἀτρυγέτοιο, Οὐδέ ποτ' αὖ ἀγαθὸν πάλιν ὄψομαι ὀφθαλμοῖσιν;
Οὐκέτι μ' ὀφθαλμός κεν ἴδοι πάλιν, ὃς πρὶν ὄπωπεν· Ὄμματα σά δ' ἐπ' ἐμεῖο, καὶ οὐκέτι δηρὸν ἐσεῦμαι.
Ἠΰτε γὰρ νεφέλη, ὅτ' ἐπιπέρχωσιν ἄηται Πνοιῇσι λιγυρῇσι τανυμμένη, ἐξαπιναίως Ὧιχετο, τὴν γάρ τ' αἶψα διεσκέδασ' ἲς ἀνέμοιο Λαίλαπι θεσπεσίῃ, καὶ ἀπεσυφέλιξεν Ὀλύμπου· Οὕτως ὃς ἂρ ἅπαξ κατέβη δόμον Ἄϊδος εἴσω, Οὐδέ κεν ἐκ ἀμβαίη, ἐπεὶ πάλιν οὐκέτι νόστος.
Οὐ δύναιτ' ὅνδε δόμονδε παλίμβιος ἀπονέεσθαι· Οὐκέθ' ὁ χῶρος ἑὸς πάλιν ὄψεται, οὐκέτι πατρίς.
Τούνεκα γλῶσσαν ἐμὴν οὐκ ἰσχάνει ἕρκος ὀδόντων; Οὐδ' ἀκέων ἔσσομαι· κέλεται δέ με θυμὸς ἀνίῃ Οἰκτρ' ὀλοφύρασθαι, ὑπὸ πημάτων θυμαλέων, Καὶ θαλεροῖο γόοιο τεταρπέσθαι φίλον ἦτορ.
Εἰμὶ δὲ πόντος ἐγώ, ἠὲ κῆτος ἐν οἴδματι πόντου Ἄγριον, οἷά τε πολλὰ πελώρια τέτραφεν ἅλμη, Ὄφρά με νῦν πεδάων, περί τ' ἀμφί τε δέσματα βάλλων Εἴρξῃς ἀστυφέλως, ἵνα μήποτε φυκτὰ πέλωνται;
Εἴποτ' ἔφην, "Ὅτι λέκτρον ἐμοὶ παραμύθιον ἔσται, Εὐνή τε μαλακὴ παύσει γόον" ( Ἦ γὰρ ἐκείνη Ἡσυχίως χυέτεσσκε κασιγνήτη τε τάφοιο)
Τόφρα δ' ἐμοὶ κ' ὀνείρατ' ἐπέσσευεν κακὰ δαίμων, Φάσμασι νυκτερινοῖσι καὶ ὀπτασίῃσι ταράσσων.
Τούνεκα δὲ πνῖγα θυμὸς ἑέλδεται, οὐδέ νύ μοι κῆρ Ἤθελ' ἔτι ζώειν, καὶ ὁρᾷν φάος ἠελίοιο.
Ὦ μοι ἐγώ, τί πάθω; ἐπεὶ οὐκ ἐθέλοιμι βιῶναι Πάντοτε καὶ ἐσαεί· ὡς ἄχθομαι; ἀλλά μ' ἔασον, Ὦ Πάτερ, ὦ Βασιλεῦ, ὅτι μοι βίος ἐστὶ μάταιος.
Ἄνθρωπος τί γάρ ἐστιν, ὅτ' αὐτῷ κῦδος ὄρεξας; Ἦ ὅτι σῷ τόσον κεχαρισμένος ἔπλετο θυμῷ;
Τῷδέ τε πᾶσαν ἐπ' ἠῶ ἐπίσκοπον ὄμμα τιταίνεις, Τόνδέ τε νωλεμέως δοκιμάζεις πᾶσαν ἐπ' ὥρην;
Ἔως πότε μ' οὐκ ἐάας σόον ἔμμεναι; ἔτ' ὀλίγον πὲρ, Οὐδ' ἕως ἂν σίαλον μοι λαυκανίης καθέηκας;
Ἀασάμην· τί δέ σοι ῥέξω, πανυπέρτατε Σῶτερ Ἀνδρομέης γενεῆς; τί δέ με σκοπὸν ἔμμεν' ἔθηκας, Τῷ ῥ' ἐπιτοξάζοιο τιτυσκόμενος βελέεσσιν, Ὡς αὐτόν με γενέσθ' ἐμοὶ χαλεπώτατον ἄχθος;
Τίπτε γε δυσνομίας μοι ἐμὰς οὐ μᾶλλον ἀφήσεις; Τίπτ' ἐκ ἀμπλακίας ὀλέσεις; Τάχα δ' εἰνὶ κονίῃ Κείσομαι· ἠῶθι ζητούμενος, οὐκέτ' ἐσεῦμαι.
ΤΌφρα δ' ὑποβλήδην Σαυχαῖος ἀμείβετο Βελδάδ, Κερτομέων τὸν Ἴωβον ὀνειδίοις ἐπέεσσιν·
Ἔως πότε μὰψ αὔτως ἀνεμώλια ταῦτ' ἀγορεύεις; Ἔως πότε μὰψ ὕτω φλυαρεῖς; σέο δ' ἔπλετο μῦθος Ὡς ὅτε μορμύρεσκι λιγυπνείοντες ἀῆται, Οἵ τε κατ' ἄλσεα φωτὸς ἀτερπέα βόμβον ἱεῖσιν;
Ἦ ῥ' ὀρθὴν ἀλίωσε δίκην πανυπέρτατος Ἐσλώις; Ἠὲ παρ' ἀνθρώποις σκολιὰς ἔκρινε θέμιστας;
Εἰ ἄρα πως ἀλίτοντο Θεὸν σέο νήπια τέκνα, Αὐτοί ῥ' σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
Εἰ σύ γ' ἐνὶ πρώτοισι Θεὸν διζήμενος εἴης, Ἠδ' ἀγανῇσι λιτῇς γενέθλιος εὐχετόῳτο·
Εἰ καθαρός τ' εἴης, κᾀμύμονα δώματα εἰδὼς, Ὑψιμέδων κεν Ἄναξ ἐπί σοι ἄγρυπνον ὄπωπὴν Αἰὲν ἔχοι ἵλαος, ἐφιστάμενός τε φυλάσσοι Σῆς ἕνεκ' δυσεβίης ἄλοχόν τε καὶ ὑψερεφὲς δῶ.
Εἰ μικρὸς τοπρῶτον, ἀτὰρ μέγας ὕστερον ἔσσεαι, Ἀρχῆς ἐξ ὀλίγης τέλεός σοι ἀεξομένοιο.
Πρωτίῳ γὰρ γενεὴν διά τ' εἴρεο, ἠδὲ μετάλλα, Καὶ πατέρας, καὶ φῦλα παλαιγενέων ἀνθρώπων· Πάντα μάλ' ἐξερέεινε, καὶ ἀρχαίων γένος ἀνδρῶν,
(Χθιζοὶ μὲν γὰρ τ' εἶμὲν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων, Οὐδὲν ἐπιστάμενοι· οἷς ζωὴ ὡς σκιή ἐστι, Ζωὴ ὡς σκιή ἐστι, βίος τ' εἴδωλον ἀμαυρόν·)
Ἦ οὐ σὲ διδάξουσιν, σοί τ' ἀγγελέουσιν ἐκεῖνοι, Εἰδότης πραπίδεσσιν ἐναίσιμα μυθολογεῦντες;
Σχοῖνος ἂν εἱαμενῇσιν ἄνευ πηλοῖο πεφύκει; Ἦ νύ τι τε φῦκος καὶ βούτομον ὑδατόθρεμμον Διψάδος ἐκ γαίης νοτίης ἀπάτερθε τεθήλει;
Χλωρὸν ἐὸν, θαλερόν τε πρὸ ἀμητοῖο μαράνθη Ὠκύτερον βοτάνης, καὶ ἀεικέϊ κάρφεται ὥρῃ.
“ Ἧ δίκη ἐστὶ βροτῶν, τοῖαί δ' ὁδοί εἰσιν ἁπάντων, “ Ὅσσοι ὑπερβασίῃσι λελασμένοι εἰσὶ Θεοῖο. Πεύχνη γὰρ ἐλπὶς ὀλεῖται ἀτάσθαλος ἠεροπεῖτις.
Ἐλπὶς μὲν κενεὴ, θάρσος δέ οἱ ἔσσετ' ἀφαυρὸν, “ Ἠΰτ' ἀράχνια λυγρὰ φόνον μύῃσι φέροντα· Καὶ τὰ μὲν ἐν καθύπερθε μελάθροισιν ἐξεκέχυτο Λεπτά, τά κ' ὔτις ἴδοιτο, δολορραφίῃσιν ἀράχνης· “ Ἀνὰ τάγ' αἶψ' ἔρραισε κακὴ ἀνέμοιο θύελλα.
“ Ἄβληχρὸς δέ οἱ οἶκος ἀεὶ καὶ ἐρείψιμος ἔσται· Τῷ ὅγ' ἐρεισάμενος κατερήειπεν, οὐδέ πω οἶκος “ Ἔσταεν ἀσφαλέως, οὐδ' ἰῢ χείρεσσιν ἐρεισθῇ.
“ Οἷον ὅ γ' τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης Χώρῳ ἐν οἰοπόλῳ, τὸ δέ τε βρύει ἄνθεϊ λευκῷ Καλὸν, τηλεθάον, φυτὸν ἣ ὡς γάνῳ ἀλωῆς· Ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ, Βόθρου τ' ἐξέστρεψε, καὶ ἐξετάνυστ' ἐπὶ γαίῃ· “ Ὡς ἄρ' ὅγ' αὐτίκ' ὄλωλεν. Ἢ ὡς δρῦς ὑψιπέτηλος,
“ Ἧ, ῥίζαι πυκιναί τε διηνεκέως τ' ἀραρυῖαι Ἐν πολλοῖσι λίθοισιν ἐρηρέδαται ἐπὶ βουνῷ· Ἀλλ' οὐδ' ὣς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸν ἄλυξεν· Οἱ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες, Καί μιν ἐπειγόμενοι χαλκῷ τάμον· ἡ δ' ἐρειποῦσα “ Ἔστενεν, ὑψηλαὶ δ' κόμαι κονίῃσιν ἔμιχθεν.
“ Ὡς ὁ μὲν ἀνθεῖ βαιὸν ἐπὶ χρόνον, ὔ τι μάλα δηὼ, Ἀγλαΐῃ τε μινυνθαδίῃ καὶ κύδεϊ γαίων· Αἶψα δ' ἀποφθίμφοιν, καὶ ἑός μιν ἀνήνατο χῶρος, “ Ὡς δ' ἔφατ' ” Οὐ τοι ἐγώ σε ποτ' ὀφθαλμοῖσιν ὄπωπα.
Τοῦτο μέν οἱ τέλος ἐστὶ, κακῶν δέ τε χάρμα κελεύθων, “ Ἄλλοι δ' ἐκ κονίης τάχα βλαστήσουσ' ἄνθρωποι “ Ὕστεροι ἐξανατέλλοντες πολὺ φέρτεροι αὐτῷ.
“ Οὐδὲ γὰρ Ἀθάνατός ποτ' ἀπαὶ ἔα ἄνδρα δίκαιον “ Ὤσεται, οὐδὲ κακοῖσιν ἐπ' ἀνδράσιν ἔσσετ' ἀρωγός, “ Οἱ δ' ὕβρει εἴκοντες ἀτάσθαλα μηχανόωνται.
“ Εἶως ἂν γλυκερῷ λαιμὸν πλήσειε γέλωτος, Στήθεα γηθοσύνης, καὶ χείλεα σέο ἀλαλαγμοῦ·
“ Αἶχος κὲν λώβην ἐπιειμένοι αἰὲν ἔσονται “ Ἐχθροί σέο· Κλισίη τε κακῶν ἀπὸ πάμπαν ὀλεῖται.
Τὸν δ' ἄρα βαρυσενάχων προσέφη πολύμητις Ἴωβος,
Οἶδα· τίη μοι ταῦτ' εὖ εἰδότι πάντ' ἀγορεύεις; Γιγνώσκω, φρονέω· τάγε δὴ φρονέοντι πιφαύσκεις. Πῶς γάρ τις μερόπων ὅσιος Θεῷ ἄντα φανείη;
Ἦν δ' ὃς θαρσήσας τλαίη ἐρειδαμένῳ ἀντίω, Δωιαί τ' αἰνὸν ἀγῶνα, καὶ ἐν δίκῃ ἀντιάαζοι, Εἰ μὲν χίλιοί εἰσιν, ὅδ' οὐχ ἕνα λύσει ἔλεγχον, Ἀλλὰ Θεῷ ὑποείξετ' ἐῢς περ ἐὼν ἀγορητής.
Ὅς πέρι μὲν νόον ἀνθρώπων, πέρι δ' ἔστι καὶ ἀλκήν, Ἀμφότερον, πνυτός τε ἄναξ, κρατερός τε μαχητής. Κὰδ δ' αὐτῷ τίς πώποτ' ἔχη σκληραύχενα θυμὸν, Οὐδὲ κακῶς ἀπόλωλεν ἀγηνορίῃσι νόοιο;
Ὅς κίνησεν ὄρη κατά τ' ἔστρεψεν μενεαίνων, Οὐδ' ἴσασι βροτοὶ πῶς ἤειπε· νεῦσε δ' ἔραζε Ἐξορεθινωμένων ὀρέων αἰπεινὰ κάρηνα.
Χωόμενος δ' ἀνδρῶν γενεὴν ἐτίναξεν ἔνερθε Γαῖαν ἀπειρεσίην, τετάρακτο δὲ πάντα θέμεθλα Ἠπείρου τρομερῆς, βέβριθε δὲ κινυμένη χθών.
Ἠελίῳ ἐπέτειλε, καὶ ἥλιος οὐκ ἀνέτειλεν· Ἰσχανάα δὲ φόως, καὶ ἐρύκακεν ἄστρα φαεινά· Ἀμφεκάλυψε πόλον, σκιόωντο δὲ πᾶσαι ἀγυιαὶ Ἠέει καὶ νεφέλῃ, κτὰ δ' Οὐλύμπῳ κέχυτ' ἀχλύς.
Ὅς τε καὶ ἐκτάνυσεν μόνος οὐρανὸν ἀστερόεντα, Καὶ περὶ ῥίμφα πάτησεν ἐπὶ τρέφι κῦμα θαλάσσης·
Ἀρκτοῦρόν τ' ἀκάμαντα, τό, τε σθένος Ὠρίωνος Τεῦξε, καὶ Ἑπταπόρους, ἅς Πληϊάδας καλέουσιν, Ἀστέρας, ὀμβροτόκους τε δόμους Νότου ὑγρὸν ἀέντος.
Ὅς τριθαμβέα ἔργ', ἐξαίσια σήματα φαίνει, Ὅς μάλα πόλλ' ἀκίχητ' ἀφράσμονα θαύματα ῥέζει.
Ἄασσον ἰὼν ἔλαθέν με Θεός· τὸν δ' ἔ τι δυναίμην Ὀφθαλμοῖσιν ἰδεῖν ἢ ἔνθ' ἢ ἔνθα κίοντα.
Ῥηϊδίως ἀποαιρεῖτ'· τίς κέν μιν ἐρύκοι; Νεικείων τ' ἐρέοι, Ἄγε νῦν, τόδε ποῖον ἔρεξας;
Ἢν Θεὸς οὐκ ἐθέλῃ μεθέμεν χόλον, οὐδὲ πίθηται Μηνιθμὸν μὲν ἀπορρίψαι, φιλότητα δ' ἑλέσθαι, Δεινοὶ ἀμυντῆρες καὶ ἀλαζόνες ἄνδρες ὑπ' αὐτῷ Στῆσαν γνὺξ ἐριπόντες, ὅ, τε τρόμος ἔλλαβε γυῖα.
Τολμήσω καὶ ἐγὼ δειλὸς τῷγ' ἀντίον εἰπεῖν Ἐξαίτοισι λόγοις, ἐπέων τ' ἔειπε προφέρεσθαι;
Οὐδὲ γὰρ εἰ ἀγαθός περ ἀνὴρ καὶ ἀναίτιος ἦα, Οὐδέ μιν ἀντιβίοισιν ἀμειψαίμην ἐπέεσσιν, Ἀλλ' ἱκέτης τ' εἴην, ὀπί τε κλήσαιμι δικαστήν.
Εἰ μὲν ἐγὼ ἐκάλεσσα, Θεὸς δ' ἔμ' ἀμείβετο μύθῳ, Ἀλλ' οὐδ' ὣς ἐπεποίθει' ἐμῆς ὅτ' ἀκήκοε φωνῆς.
Ὡς δ' ὅτ' ὀρώρῃ δεινὴ ἀνέμοιο θύελλα Ὑψόθεν ἐκ νεφέων, ἢ πνοιῇσι λιγυρῇσι Γαῖαν ὅλην μάστιξεν, ὅλην μάστιξε θάλασσαν· Ὡς ἐμὲ τύψε Θεὸς ῥαδινῇ μάστιγι διώκων, Πεπληγὼς ὑπὲρ αἶσαν ἀεικέσι πληγῇσιν.
Ἀλλήκτοις ὀδύνῃσι πεπαρμένον εἴ τι μίνυνθα Ἀμπνεῦσαι κακότητος ἔμ' εἴασεν, ἀλλ' ἐδάμασσε Πευκεδανοῖς βελέεσσιν, ὅλον δέ με πικρὸν ἔθηκεν.
Εἴ γε βίης μέμνημαι, ὁ δὲ κράτεϊ προβεβήκει· Εἰ δ' ἐρέοιμι θέμιστα δικασπολύνῃ τ' ἐρατεινῇ, Τίς κ' ἦμαρ θείη, ἵν' οἱ ἐν δίκῃ ἀντιβολήσω;
Εἴγε δίκαιος ἐγὼ καὶ ἀμύμων εὔχομαι εἶναι, Γλῶσσά κέ μοι κατ' ἐμεῖο λόγος τ' ἐπιμάρτυρες εἴη. Φημὶ τέλειος ἐών; σκολιόφρων αὖτε φανεῦμαι.
Ἀλλά κ' ἄμεμπτος ἐὼν ζωὴν τό μοι οὐκ ἀλέγοιμι· Βουλοίμην κεν ἐγὼ νῦν τεθνάμεν, ἠὲ βιῶναι.
Τούνεκ' ἔφην, Ἀπόλεσσεν ὁμῶς ἄδικόν τε καὶ ἐσθλόν· Ἶσον μοῖρ' ἀγαθῷ τε, καὶ εἰ μάλα τις κακὰ ῥέξοι· Κάτθαν' ὁμῶς ὅ, τ' ἀλιτρὸς ἀνὴρ, ὅ, τε ἐσθλὰ ἐοργώς.
Ἐξαπίνης ὅτε φῦλα βροτῶν μάστιγι δαμάσσῃ, Καί τ' ἐγγελάσει ὁμῶς ἐπ' ἀναιτίος ἀνδρὸς ἀνίῃ.
Γαίης σκῆπτρον ἔδωκεν ὑπερβίῳ ὑβριστῆϊ, Ὅς τε θεμιστοπόλων ἀνδρῶν ἐκάλυψεν ὀπωπήν, Ἰθυνέων, ἵνα μή τι δίκῃ ἰθεῖα γένοιτο· Εἰ δὲ μὴ ἔστι, ποῦ ἦ τίς πέλεν, ὃς τάδε ῥέξει;
Θάσσων μοι βίος ἐστὶν ἐλαφροτάτοιο δρομῆος, Ὅς τε μάλ' ὦκα θέει ποσὶ καρπαλίμοισι πεποιθώς· Ῥίμφα δὲ παρμέμβλωκεν, ἅτε πτερόν, ἠὲ νόημα· Ἤματά μοι πεπότηται, καὶ οὔποτε κρήγυον εἶδον.
Παρβέβλεκεν νήεσσιν λινοπτερύγεσσιν ὁμοῖα Ποντοπόροις, αἳ ῥίμφα διαπρήσσουσι θαλάσσης, Ὠκύτερη πνειῆς, ἢ ἀπὸ νευρῆφιν ὀϊστοῦ· Ἢ ἀετῷ ἴκελος, διὰ νεφέων ἐρεβεννῶν Ἐσσυμένως, εἴπου τι ἕλωρ καὶ κύρμα κιχείη.
"Εἴποτ' ἐρέω, Ὀλίγον πὲρ ἐμῆς ἐπιλήσομαι ἄτης, Παυόμενος κλαυθμοῖο, καὶ ἐς φρένα θυμὸν ἀγείρων, (Οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο)
Τόφρ' αἰνῶς δείδοικα μὴ φρεσὶν ἄλγεα λυγρὰ Μυρία· ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ· Ὡσί τε νωλεμέως περί τ' ἀμφί τε θυμὸν ἀτύχθην. Καὶ τόδ' ἐγὼ σάφα οἶδ', ὅτι οὐ με ἀθῶον ἀφήσεις.
Εἰ δέ γ' ἀλείτης εἰμὶ καὶ εἰσέτι, τίπτε νύ μοι κῆρ Μὰψ αὔτως ἐμόγησεν ἀνηνύστῳ ἐπὶ ἔργῳ;
"Εἴ γε λοεσσάμενος χρό' ἐνὶ νιφόεντι λοετρῷ, Χεῖρας νιψάμενός τε καθήρω μὲν ῥύπα πάντα·
Ἀλλὰ σύ μ' ἐς βόθρον ῥίψεις, μιαρὸν δέ τε θήσεις, Ἰλύϊ καὶ πηλῷ μεμορυγμένον ἀμφὶ μέλεσσιν Ἐκ ποδὸς ἐς κεφαλήν, χρωτὸς δέ κε πικρὸν ἀεντὸς Ὀδμὴ ἀποστάζοιε, φίλον τείρουσα χιτῶνα.
Οὐ γὰρ ὅγ', οἷος ἐγὼ, δειλὸς βροτὸς, ὄφρα πεποίθω· Οὐδέ τις ἀνθρώπων οἳ ἀρέρης καρπὸν ἔδουσιν, "Ὄφρ' ἀπαμειψαίμην, καί οἱ ἐν δίκῃ ἀντασαίμην.
Οὐδέ τις ἀμφοτέροισι μεσέγγυος ἄμμιν ὀπηδεῖ, "Ὅς κε λύῃσι δίκην, κὰδ δ' ἀλλάσσῃσι καὶ ἡμέας, "Οἷς ἀγαθοῖς ἐπέεσσιν ἔριν καὶ νείκεα παύων.
Πληγέων μὲν παυσάσθω, ἐμεῦ δ' ἀπο ῥάβδον ἐρύκων, Μηδ' ἔτι θεσπεσίοισι φόβοις ἐμὲ δειδισσέσθω.
Καὶ τότε θαρσήσας μάλα εἰπέμεν, ὅ, ττι πὲρ οἶδα, Βούλομ' ἀπηλεγέως, φρεσὶ πινυτάλιμῃσι πιθήσας. Ἀλλ' οὐ μοι τοιοῦτον ἐπέκλωσεν Θεὸς ὄλβον Πένθεσι τειρομένῳ· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
Ὦμοι ἐγὼ δειλός· τί νύ μοι μήκιστα γένηται; Ὡς ἐμοὶ ἀσπασίη εἴη βιότοιο τελευτή· Ὡς ὄφελον θανέειν· ζωὴν δ' ἐμὸν ἔσχεθεν ἦτορ. Φθέγξομαι ὅσσα ἅ με πένθος ἐνὶ στήθεσσι κελεύει, Οὐ νέμεσις γὰρ πικρὸν ἐνὶ φρεσὶ θυμὸν ἔχον- ταἮν ἄτιον κλαίειν, καὶ ὀδυρόμενον μινυρίζειν, Κήδεά τ' ὅσσ' ἔπαθεν, βαρέα στενάχοντ' ἀγορεύειν.
Ἀλλ' ἐρέω γε Θεῷ, Οὐ μὴ κατ' ἐμεῖο δικάζῃς, Δείκνυθί μοι, τί νυ τόσσον ὀδυρομένῳ χαλεπαίνεις;
Ἦ ἄρα τοι φίλον ἐστὶ κατατρύχειν τὰ σὰ ἔργα; Ἦ τοι ἀπόβλητ' ἐστὶ τεῶν δαιδάλματα χειρῶν; Ἦ ἐπ' ἀμαρτινόων ὀλοόφρονα διώκεαι φωτῶν Ἀντέλλειν ἐθέλεις γλυκερὸν σέο φέγγος ὀπωπαῖς;
Ποῖοί γαρ τεοὶ ὀφθαλμοὶ, ἐπεὶ ἔααι πανόπτης; Ἦ ἄρα σάρκινοί εἰσι καὶ ἀνδρομέοισιν ὁμοῖοι; Ὄμματα καὶ κεφαλῇμι δειλῷ βροτῷ ἴκελός ἐσσι; Δέρκεαι ὡς ἄνθρωπος, ὅῳ φάος ἐστὶν ἀμαυρόν;
Ἤματά σοι βεβάασιν ὁμῶς μερόπεσσι βροτοῖσιν; Ἦ τοι παρμέμβλωκε βίος, περὶ δ' ἔτραπον ὧραι Μηνῶν φθινόντων, περιτελλομένων τ' ἐνιαυτῶν, Οἷά περ ἀνθρώπῳ, μινυώριον ὃν τέκε μήτηρ;
Ἀμπλακίας ὅτ' ἐμεῖο διηνεκέως ἐρεείνεις, Ἴχνια μαστεύων, καὶ ἀμαρτάδα πᾶσαν ἐραννῶν.
Εὖ μὲν γὰρ τόδε οἶσθ', ὅτι οὐκ ἀθεμίστιός εἰμι. Ῥύσασθαι δ' τεῶν οὔτις δυνάτ' ἐκ παλαμάων.
Χειρὸς ἔγωγε τεῆς τέχνημα μέγ' εὔχομαι εἶναι, Ἤ με κάμψε τάχιστα, τὸ πρὶν καὶ μηδὲν ἐόντα, Εὖ καὶ ἐπισταμένως, ἅμα τε πρόσσω καὶ ὀπίσσω· Ἔπλασεν· ἀλλ' ἔμπης ἐμέθεν φείσασθαι ἔμελλες.
Φράζεο νῦν τεὸν ἔργον, ἰδ' ἐν φρεσὶ βάλλεο σῇσι, Γεννητά σε, Ἄναξ, μιμνήσκεο, μηδέ σε λήθη Αἱρείτω, τὸ πάλαι ὅτι μ' ἔπλασας, ἠΰτε πηλὸν, Τόν τ' ἔκαμε πλάστης πολυϊδρείῃσι νόοιο· Καὶ πάλιν ἐς κονίην καὶ μητέρα γαῖαν ἀνάξεις;
Ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν Ὑγρὸν ἐὸν, μάλα δ' ὦκα περιτρέφεται, κυκόωντι· Ὡς ἄρα μ' ἐξέχεάς τε καὶ ἠΰτε τυρὸν ἔπηξας.
Ἀμφὶ περὶ χρόα μοι βάλες, ἄρραφον εὖτε χιτῶνα, Δημῷ καὶ σάρκεσσιν ἐμὸν δέμας ἀμφεκάλυψας, Γόμφοισιν πυκινοῖσι, καὶ ἁρμονίῃσιν ἄρηρας, Ὀστέοισιν πίοισιν ἰδὲ νεύροισιν ἔδησας·
Προφρονέως ζωήν τε χάριν τέ μοι ἐγγυάλιξας· Ψυχήν μου ἐσάωσε τεὸν πανεπίσκοπον ὄμμα, Θρέψε τε τὴν πρῶτον ζωαρκέα δῶκεν ἀϋτμήν.
Καὶ τὰ μὲν ἔνδον ἔχεις, καὶ ἐνὶ φρεσὶ βυσσοδομεύεις· Εὖ δ' ἄρα γινώσκω, ὅτι σοι πάρα ταῦτα τέτυκται.
Εἴποτ' ἀλιτραίνω, σὺ μάλ' ἔκδικον ὄμμα τιταίνων Ἐμματέως νοέεις με, καὶ οὐ νήποινον ἀφήσεις.
Ὤμοι ἐγὼ δύστηνος, ἀτάσθαλος εἴποτ' ἐτύχθην· Εἰ δ᾽ ἆ δίκαιος ἔω, καὶ ἐνὶ φρεσὶν ἄρτια εἰδώς, Οὐδ᾽ ὣς μοι θέμις εἴη ἔχειν ὑψαύχενα θυμόν· Πίμπλαμαι αἰσχύνης, σὺ δέ μοι ἐπιδέρκεαι οἰζύν.
Λίην γὰρ χαλεπή, καὶ ἀέξεται αἰὲν ἐφ᾽ ὥρης. Ὡς δ᾽ ὅτε λέων σίντης ὀρεσίτροφος, ἀλκὶ πεποιθώς, Ὅς τ᾽ ἐπεὶ ἐν ἔλαφον κεραόν, ἢ ἄγριον αἶγα Εὗρεν ἐνὶ βήσσῃσι, κακὰ φρονέων ἐπόρουσεν· Ὡς σύ με νῦν δειλὸν καὶ ἀνάλκιδα φῶτα διώκεις Ἐσσυμένως· τάχα δ᾽ αὖ καὶ ἐμοὶ ἔπι μέρμερα ῥέξεις·
Μάστιγας κατ᾽ ἐμεῖο, χόλου μάλα μάρτυρας αἰνῆς Ἴλαδον ὀτρύνεις, καὶ ἐπήτριμοι ἄλλος ἐπ᾽ ἄλλον Ἀντίβιοί μοι ἔασι μόθοι, πόλεμοί τε, μάχαι τε.
Τίπτέ με μητρείης ἐῤῥύσαο γαστέρος ἔξω Σχέτλιους; ὡς θανέειν ὄφελον, καὶ πότμον ἐπισπεῖν, Ὄφρ᾽ ἔτι ἡμιτέλεστος ἔω ἐνὶ γαστρὶ τεκούσης· Ὡς οὐδεὶς ὄφελέν μέ ποτ᾽ ὀφθαλμοῖσιν ἰδέσθαι.
Τοῖος ἔω, δῖος, τόνδ᾽ ὅππως ἐγείνατο μήτηρ, Οὐδὲ φάος ποτ᾽ ὄπωπε, καὶ ὅππως ἐόντι ἐῴκειν· Αὐτίκα δ᾽ ἐκ νηδύος πεφορημένος ἐς τάφον ἦλθον, Ἔνθά κε νῦν κείμην μαλακῷ δεδμημένος ὕπνῳ.
Ἦ ῥ᾽ οὐκ ἤματα παῦρα, μινυνθάδιός τέ μοι αἰών; Τῷ μ᾽ ἔα, ὄφρ᾽ ὀλίγον πρὸ ἀναπνείσω κακότητος,
Πρίν με μολεῖν, ὅθεν οὐ μέλλω πάλιν ἀπονέεσθαι, Γαῖαν ἐς ἀχλυόεσσαν, ὅθι κὴρ ἀμφιμέλαινα, Καὶ σκιὴ ὀλομὴ ναίει, καὶ νὺξ ἐρεβεννή·
Χῶρον ἐς ὀρφναῖον, σκότεός τε μελάντερον αὐτοῦ, Ἦ, μόρος ὄβριμογυῖος ἔχει σκιόεντα μέλαθρα; Ἦ, κόσμος χάος ἐστὶν ὅλος, καὶ φέγγος ὁμίχλη.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Σωφὰρ Νααμίτης· Ἦ ῥ᾽ ὃς μέγ᾽ ὀχθήσας χαλεπῷ ἠνίπαπε μύθῳ·
Οὐ χρὴ ἀκριτόμυθον ἀναιδέα γλῶσσαν ἐλέγξαι; Ἔσται ἀμετροεπὴς μάλα ὑπέρτερος εἰνὶ θέμισσι; Ἠὲ δίκην νικήσει ἐπεσβόλος, ὅς τε κολῳᾷ, Καί ῥ᾽ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδῃ;
Ἦ ῥα τεοῖς ψεύδεσσιν ἀκὴν γίγνοιντο σιωπῇ Οἷῳ ῥ᾽ ἀγκαζωνται, ἐπεὶ ἀνεμώλια βάζεις; Ἀτρεκές, ποῖον γὰρ ἔφης; ἐπεὶ οὐδέ τι σε χρὴ Λαβραγόρην ἔμβλυαν· ληρεῦντα δέ σ' ἔτις ἐλέγξει; Οὔτις τοι τὸν μῦθον ὀνόσσεται, ὅσσοι ἑταῖροι, Οὐδὲ πάλιν ἐρέει, ὅτε κερτομίας ἀγορεύεις;
Ὦ, μοι ἀναιδείην ἐπιμέμφεαι, ποῖον ἔειπες; Ἁγνὸς ἔμοιγε βίος, καὶ ἀκηρασίη παλαμάων, Φημὶ δ' ἀμύμων εἶναι ἑῆς προπάροιθεν ὀπωπῆς.
Ὡς ὄφελ' Ἀθάνατός σοι ἀριφραδὲς ἀντίον εἰπεῖν, Ἱερὸν ἐκ λαιμοῖο χέων νημερτέα φωνήν,
Καί σοι ἀναγγέλλων σοφίης μυστήρια θείης· Διπλόα γὰρ πέλεται· περὶ τῶν δυνάμεσθα δαῆναι. Ἄλλο δέ τοί γε ἔτ' ἐξερέω, σὺ δὲ σύνθεο θυμῷ· Τιμὴν ἥν τι Θεῷ τίνεις, ὅσον ἄξιός ἐστι, Οὐδ' ἀπὸ πάγχυ διδεῖς, ὅσσης οἱ μέγα χρεῖος ὀφέλλεις· Ἀλλ' ὃ κακορραφίης ποινὴν πολὺ μεῖον ἀπαιτεῖ.
Ἦ ποτ' ἐρευνῶν δῖα Θεοῖο μετ' ἴχνια βαίνειν, Ἀθάνατόν τε ἀριφραδέως διζήμενος εὑρεῖν; Εὑρεῖν τε γνῶναί τε (δοκέεις δέ τοι οὐκ ἀπηύστειν) Οἷος καὶ ὅσσος ἔστ' ἀρετήν, τιμήν τε, βίην τε;
Τὸν δ' ἐξιχνιάσαι χαλεπώτατόν ἐστιν, ὑπέρ τε Οὐρανὸν ἀστερόεντα, καὶ ἐμβυθιώτερον αὐτοῦ Ἄϊδος, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον. Τῷ κε τί σὺ πρήξαι δύνασαι; τί δ' ἂν σὺ δαείης;
Μακρότερον χθονός ἐστιν ἀπείρονος, ἧτε μάλιστα Ἐς μῆκος τετάνυσται ὑπ' αἰγλήεντος Ὀλύμπου· Οὐδὲ πλάτος τόσον ἐστὶν ἀθεσφάτου Ὠκεανοῖο Δεινοῦ, ὃς περὶ γαῖαν ἀπείριτον ἐστεφάνωται.
Εἰ μὲν ὑποτμήσει, καὶ ἐρητύει ἄνδρας ἀλιτρούς, Εἴτε δ' ἐὲς θεράποντας ἀολλέας εἰς ἓν ἀγείρει Πανσυδίῃ, τίς οἱ ἔργον ὀνόσσεται, ὅσσον ἔοργεν;
Ἄνδρας γὰρ σάφα οἶδεν, ὅσοι τ' ἀποφώλιοί εἰσιν, Οἷά τε μιπτώσσει χαλιφροσύνησι νόοιο· Εἶδεν ἀτασθαλίην, καὶ σχέτλια ἔργ' ἀνθρώπων, Οὐδ' εὖ φραζόμενός τάδ' ἐνὶ φρεσὶν ᾗσι νοήσει;
Δειλὸς ἀνήρ, γεγαὼς ὥσπερ ἀνὴρ ὡς πῶλος ὀνάγρου Νήπιος, ἠλίθιός τε, τῷ οὐ νόος οὐδ' ἠβαιὸν Πεπνῦσθαι δ' ἐθέλει, περί τε φρένας ἔμμεναι ἄλλων.
Εἰ ἄρα τοι πρόφρων κραδίη, καὶ θυμὸς ἐπίλπος, Ἵετο δ' εὐχωλῇσι, λιτῇσί τε μειλιχίῃσι, Χερσί τ' ὀρεκτῇσι μεμαὼς Θεὸν ἱλάσκεσθαι·
Εἰ κακότητα δ' ἀπέρριψας σέθεν ἐκ παλαμάων Τῆλε μάλ', οὐδέ τ' ἀλιτροσύνη τεὸν οἶκον ἔναιεν·
Τόφρα σοὶ ἀγλαΐη λάμψει ἀμίαντος ὀπωπή, Κάλλεϊ καὶ χαρίτεσσι μέγα στίλβουσα, καὶ ἥβῃ. Στήσεαι ἀσφαλέως, τρόμος ἔθ' ὑπὸ γῦα δονήσει·
Ἀλλὰ τεῆς ἐπιλήσε' ὀϊζύος, ἠδ' ὀδυνάων Πασεάων, αἵ σ' ἐρέθουσι· τεὴ παρελεύσετ' ἀνίη Ῥεῖα μάλ', ἠΰτε κῦμα πολυπλάκτοιο θαλάσσης.
Αἰών σοι μετέπειτα φαεινοτέρη ἔσσετ' αὐγῆς Ἠελίου, ὅτε καὶ μέσον οὐρανὸν ἀμφιβέβηκεν· Ἡδύ τι μειδιόων, γάνυται δέ τε ἄσπετος αἰθήρ· Πανταχόθεν, λευκή τε πόλον περιδέδρομεν αἴγλη. Φαίδιμος ἐκλάμψεις, καλῇ ἐναλίγκιος ἠοῖ.
Καὶ τότε γ' ἀσκηθὴς καταλέξεαι, ἀτρέμας εὕδων. Καί σοι ἐπὶ στήθεσσιν ἀτάρβητος νόος ἔσται, Οὕνεκ' ἔτ' ἐλπωρή· περί τ' ἀμφί τε τάφρον ὀρύξεις Εὔκηλος, κτεάνων τε καὶ αὐτὸς ἕλαρ ἔσεσθαι·
Κείσεαι εἰν εὐνῇσι, φόβον δέ σοι ἔτις ἐνόρσει· Πολλοί σε λιτανεύσουσιν τεὰ γοῦνα λαβόντες.
Ὄμματα δ' ἀνθρώπων οἷς σχέτλια ἔργα μέμηλεν, Τήξετ' ἐκ κεφαλῆς, ἵνα μηκέτι φυκτὰ πέλωνται· Ἐλπὶς δέ σφιν ὄλωλεν, ὃ καὶ ποτιδέγμενοι ἦσαν Ἔστ' ἀτελεύτητον, ῥέα δ' οἴχεται, ὡς ὅτε τις φὼς Θυμὸν ἀποπνείει, χειλέων δ' ἐξέπτατ' ἀϋτμή.
Τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἴωβος, Αἰὲν ἐνὶ στήθεσσι νόον ταλαπειρέα νωμῶν·
Ὦ φίλοι, ἦ ῥ' ὔμμες μόνοι ἀνέρες· ἤ νυ παρ' ὔμμιν Ἔστιν ἐχεφροσύνη, μένοισι καὶ ὔμμιν ὀπηδεῖ, Δύσετ' δ' εἰς Ἀΐδεω, ὑμέων κατατεθνηώτων.
Καί μοι μὲν νόος ἔστ'· ὑμέων δ' ἐκ εἰμὶ χερείων· Ἀλλὰ τίς οὐ σάφα οἶδεν ὅπως τοιαῦτα πέληται;
Εἰμ' ἐγὼ δῖος ἀνὴρ χαλεπῇ δεδμημένος ἄτῃ, Ὅς ποτ' ἑοῖς πηοῖσιν ἔτησί τε παίγνιον ὄζιν, (Οἳ δ' καὶ ἀχνυμένῳ τῷ ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.) Καὶ Θεὸν ἐλλιτάνευσε, Θεὸς δ' μάλα ἔκλυεν αὐτοῦ. Ἀλλ' ὅμως ἀνδρὶ δικαίῳ ἀμύμονι, ὃς μάλα ἐόντι Πολλοὶ ἐφεψιώωντο, ὃ δέ σφιν ἄθυρμα τέτυκται.
Ὅς τ' ἄρ' ἀλίνδετ' ἐπήσειν, ὀϊόμενος πεσέεσθαι, Ἤδη γνὺξ ἐριπὼν, μεγάλῳ τ' ἐπὶ πήματι κύρσας, Ὡς δειλὸς πνεείκυστος, ἀτυζόμενος περὶ καπνῷ, Οὐτιδανὸς καὶ ἀμαυρὸς, ἐνὶ φρεσὶν εἴδεται εἶναι) Ἀνδρὶ μάλ' εὐκήλῳ, ὅς τ' οὐ τόσα κήδε' ἀνέτλη.
Ληϊστάων δ' αὖτε κλισίαι καὶ δώματα καλὰ Πολλῇ ἐνὶ θαλίῃσι διαμπερὲς εὐθενέουσιν· Οἵ τ' ἐρέθουσι Θεὸν, τοῖσιν μέγαν ὄλβον ὄρεξε, Καί σφιν θεσπέσιον πλοῦτον κατέχευεν ἐπ' ἦμαρ. Ἀσκεθέες ζώουσι, Θεοῦ ὄπιν οὐκ ἀλέγοντες.
Θηεῖα νῦν ἐρέεινε, διδάξουσιν δέ σε θῆρες· Καὶ πετεινὰ μετάλλα, ἀπαγγελέει δέ τοι ὄρνις·
Ἠὲ λέξεο γαῖαν, ὑπομνήσει δέ τέ σε χθών· Σοί τ' ἰχθῦς ἐρέουσιν, ὅσους τρέφει οἶδμα θαλάσσης.
Πᾶσι γὰρ ἐν τοῖσδεσι τίς ἓν τόδε μὴ δεδάηκεν, Ὡς τάδε πάντα Θεοῦ παλάμη εἰργάσατο μούνη;
Τοῦ καὶ ἐν χείρεσσι φερέσβιος ἔστιν ἀϋτμὴ Πάντων ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει, Πνεῦμά τε καὶ ζωὴ χαμαὶ ἐρχομένων ἀνθρώπων.
Οὐκ ἐπέων φθόγγος κείνει ἀεήκοον οὖας; Οὐ μάσαξ εὖ οἶδεν ἐδητύος ἠδὲ ποτῆτος Τεῦξιν, ἣ ἀνδρὸς ἄδε φρεσὶν, ἠὲ καὶ ἠχί;
Οὕτω πρεσβυτέροις πολυϊδρείη τε νόοιο, Ἤμασι καὶ πολλοῖσιν ἐχεφροσύνη ἅμ' ὀπηδεῖ. Ἦ γὰρ μακρόβιοι πολυΐστορες, οἵ τε γεραροὶ Μῆτιν ὀφέλλουσι ζωῇ ἅμ' ἀεξομένῃφι.
Τοὔνεκα Παμβασιλῆϊ πάρα φρένες εἰσὶ καὶ ἀλκή· Ὅς περί μὲν βουλῇ ἀνδρῶν, περί δ' ἔστι νοῆσαι Συμπάντων, ἐπεί οἱ ἀτέρμονος ἵσταται αἰών.
Κάββαλε καὶ κατέλυσε· τίς ἂν πάλιν οἰκοδομήσῃ; Κλῄξέ τε καὶ συνέερξεν ὁμῶς· τίς ἂν αὖτις ἀνοίξῃ;
Ἰσχανάᾳ μὲν ὕδωρ, ἀπὸ δ' ἄρ χθονὸς ἄρδμον ὄλεσσεν· Ἀμ δ' ὄμβρους καθέηκε βαρωιομένων νεφελάων, Ἡ δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθών.
Πὰρ δέ οἱ ἔστι βίη, καὶ ἐχεφροσύνη ἐρατεινή· Ἀμφότεροι δ' ἄρα τοί γε Θεοῦ μεγάλοιο ἔκητι, Ὅς τε κακὴν ἀπάτην βαλέεται, ὅς τ' ἀπατᾶται, Ὅς τ' ὀλοοῖσι δόλοις ἀγρεύεται, ὅς τ' ἀπαφίσκει.
Ἄλλοτε μέν τ' ἀρχὰς πυκινὰ φρεσὶ μήδε' ἔχοντας Συλήσας ζώγρησε, νόον δ' ἀπόλεσσε δικαστέων·
Ἄλλοτε δ' αὖ ἔρραισεν ὑπερβιέας βασιλῆας, Λῦσε δὲ καρτερὰ δεσμὰ τυραννίδος, εἶρξε δ’ ἄρα σφέας Δήσας ἐν φυλακῇ, περὶ δὲ ζώνῃσι βάλετ’ ἰξύϊ.
Δημοβόρους λαῶν ἡγήτορας ἠδὲ μέδοντας Ἠνορέῃ πίσυνος, τῶν τε σθένος ἐκ ἀλαπαδνὸν, Τάγχα συλήσας ἄγαγεν, καὶ χρήματ’ ἀπούρας.
Πολλάκι κεδνοτάτων μύθους ἁλίωσεν ἑταίρων· Εἴ τι μετ’ ἀλλήλοισιν ἔπος θυμαρὲς ἔειπον· Ἐσθλὸν, ἄφαρ τὸ φέρουσιν ἀναρπάξασαι ἄελλαι· Ἀνδράσι πρεσβυτέροις γυιῶν νηκερδέα βουλὴν Ἐν στήθεσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς.
Ἀρχοῖσιν δ’ ἐπέχευε κατηφείην καὶ ὄνειδος· Τοὶ δέ τ’ ἄφαρ τελέθευσιν ἐλέγξιστοι ζωόντων. Κάρτεϊ δ’ οἳ σθένεΐ τε διακριδὸν ἦσαν ἄριστοι Τὸ πρὶν, τῶν δ’ ἀλάπαξε μένος μέγα, λῦσε δὲ μίτρην· Αἶψα δὲ τῶν οὐκ ἔστιν ἀφαυρότερος βροτὸς ἄλλος.
Ὅσσα δὲ κεκρύφαται μυχάτοις ὑπὸ κεύθεσι γαίης, Βυσσόθεν ἐξέρυσεν· μέσσης δ’ ἔκτοσθεν ὁμίχλης Ἐξάγαγε προφόως δὲ σκιὴν θανάτοιο μέλαιναν.
Ἔθνεα πολλὰ τ’ ἄεξε, πάλιν τ’ ἀπὸ δῆμον ὄλεσσε· Οἱ δέ τε μυρίοι εἰσὶ θεοῦ μεγάλοιο ἕκητι Ἆψ ὑπολίζοντές εἰσι θεῷ ὑπομινύσαντος· Φῦλα διατρύνεσκε, πάλιν μινύθεσκε δὲ λαούς.
Ῥηϊδίως ἐφόβησεν ἐπιχθονίους βασιλῆας, Τῶν δὲ βίῳ ἔκπαρσε καὶ ἰφθίμων περ ἐόντων· Ἀχνυμένοις ἄρα τοῖσι κατεκλάσθη φίλον ἦτορ, Ἐν δ’ ἀβάτῳ πλαγχθέντες ἀλητεύουσιν ἐρήμῳ·
Ψηλαφόωσι δὲ χερσὶν ἐνὶ ζόφῳ ἠερόεντι, Οὐδ’ ὁρόωσι φόως, ἀλαλήμενοι ὡς μεθύοντες, Τοῖς αἴσιον μένος φρένας ὤπασε, λῦσέ τε γυῖα.
Ὦ φίλοι, οὐκ ἀδαεῖ παρ’ ἐμοὶ τάδε πάντα βέβηκται· Οἶδα δὲ, καὶ δεδάηκα, καὶ ὀφθαλμοῖσιν ὄπωπα, Πυνθανόμην ἄρα τῶν γε, καὶ ἔκλυον ὔασι φήμης.
Οἶδα δ’ ἐγὼ τόσα ὔμμες· ἐπεὶ οὐκ εἰμὶ χερείων Οὐ φρένας οὔτε φυὴν ὑμέων πύκα πὲρ φρονεόντων.
Ὡς ὄφελον Θεῷ εἰπέμμεναι· κέλεται δέ με θυμὸς Ἀθανάτῳ Βασιλῆϊ δίκης ἔριδα προφέρεσθαι, Δεικνύμεναί τε λόγους, κρατερὸν δ’ ὑποδύμεν’ ἀγῶνα.
Ὑμεῖς δ' ψεῦσταί, καὶ ἀτάσθαλοι ἠπεροπῆες, Τυκτοῖσι ψεύδεσι κεκασμένοι ἐν μερέεσσιν. Ἰητρὸς μὲν ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων, Ὑμεῖς δ' ἰητροὶ ἀποφώλιοι, ἠπεδανοί τε, Σχέτλιοι, οὐδέ πω οἴδατ' ἐμὸν ἄχος ἐξακέσασθαι.
Μή νύ μοι ἓν τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. Εἴθε σιωπήσαιτε πάνυ, λήξαιτε δ' μύθων· Καὶ τότε κεν πινυτοῖσιν ἐοικότες ἀνδράσιν εἶτε.
Κέκλυτέ μοι μύθων κακὰ πρὸ βάζοντες ἑταῖροι, Καὶ ξύνεθ' ἡμετέρων διαλεπτικὰ ῥήματα χειλέων.
Λαβραγόραι ἔσεσθε, Θεῷ ἐπίηρα φέροντες; Ἦμιν δ' τἆδ' ἕνεκεν φίλον ἐστ' ἀνεμώλια βάζειν;
Ἦ ῥά ποτ' εἰνὶ θέμιστι συνήγοροι ἔσσεθε Θεοῖο; Ἠέ οἱ εἰνὶ δίκῃ χάριν οἴσετε; καὶ ὑπὲρ αὐτοῦ Ἀντιβίοις ἐρίσαντες, ἐπεὶ νῦν νεῖκος ὄρωρεν, Ἔσσεσθ' οἱ ἐπαρωγοί; ὅδ' ὑμέων ἔστ' ἐπιδευής;
Ὡς ὄφελ' ὑμέτερόν τε νόον (τόδε λώϊον εἴη) Δήνεά τ' εἴρυσθαι, ὑμέων δέ τε πειρητίζειν. Τὸν μυκτηρίξεσθ' ὥσπερ ἀνὴρ ἐγελοίασεν ἄνδρας;
Εἴ περ ὑπερβασίῃ σκολιὰς κείνητε θέμιστας, Ἄλλους σινόμενοί τε, χάριν τ' ἄλλοισι φέροντες Λάθρῃ, ὅδ' αὖ ὑμέας μάλα νεικέσει, ἠδέ τ' ἐλέγξει.
Οὐχ' ὑμέας ἕο κῦδος ὑπείροχον αἰνὰ ταράξει; Δεῖμα δ' θεσπέσιον, τάρβος τ' ἔκπαγλα φοβήσει;
Μνῆμαι δ' ὑμέτεραι τέφρῃ τελέθουσι ὁμοῖαι, Σώματα δ' ἠπεδανῇ ἐναλίγκια σώμασι πηλοῦ.
Σιγᾶτ', ἔστ' δ' ἀκεὼ, καὶ ἐᾶτέ με νῦν ὀλίγον κῆρ Ὄφρ' ὑμῖν μάλα πᾶσαν ἀληθείην καταλέξω. Ἀθάνατός με κολάζοι ὅπως ἀντάξιον ἔστι, Ἔρδοι ὅπως ἐθέλει, καί οἱ φίλον ἔπλετο θυμῷ.
Τίπτε δ' ἀεικέλιον χρόα μὲν κακὰ δ' ἕλκεα σαρκὸς Λάζομ' ὀδάξ, κόνιος δεδραγμένος ὡματέουσης; Τίπτε δ' ἐμὴν ψυχὴν παραβαλλόμενος προΐάπτω Νωλεμέως, ἡ δ' αἰὲν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς;
Ἦν με κατακλείνῃ, πίσυνος δέ οἱ ἔσσομαι ἔμπης, Τῷ τ' ἐπιδαρσήσω, καὶ ἐνὶ μέσσῳ πρὸ ὀλέθρῳ· Ἀλλὰ καὶ ὣς ἔθεν ἄντα δικαιοσύνην μὲν ἐλέγξω.
Ὅς δέ τ' ἐμοῖσε φόως μέγα καὶ ἐπιτάρροθος ἔσται· Οὐ γὰρ ἕο προπάροιθεν ἐλεύσεται ἠπεροπευτής.
Οὔατά μοι προσερείσατ', ἐμῆς δ' ἐπικέκλυτε φωνῆς· Ὅφρ' εἴπω τί με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
Νῦν γὰρ ἔταξα δίκην, καί μοι θώρηχθεν ἔλεγχοι Πανσυδίῃ, πυκινὰς ἦ λόγων ἤρτυσα φάλαγγας Ἄγριον ἐς πόλεμον, μέμασαν δέ τε ἶφι μάχεσθαι. Οἶδ' ὅτι νικήσω, καὶ ἀναίτιος αἶψα φανεῦμαι.
Τίς μοι νῦν ἐείσει τε, καὶ ἐν δίκῃ ἀντιβολήσει; Εἰ δ' ἔτως ἀκέων ἦμαι τετιημένος ἦτορ, Αὐτίκ' ἀποπνεύσω, σιγῆς δέ με δέσματ' ἀπάγξει.
Ἀλλ' ἐλέαιρε Ἄναξ, καὶ ἵλαον ἔνθεο θυμὸν, Καὶ κακὰ νῦν ἀπ' ἐμεῖο δύω τάδε νόσφιν ἐρύκοις, Τολμήσω δ' ἄρ' ἔπειτα σέο προπάροιθεν ἱκέσθαι·
Πρῶτα μὲν ὦν ἀπ' ἐμεῖο βαρείας χεῖρας ἀπόσχειν, Καὶ τότε θεσπεσίοις σέο δείμασι μή με ταράσσειν.
Τόφρα σὺ μέν με κάλεσσον, ἐγὼ δ' ἀπαμείβομαι αὖτις· Ἦ καὶ ἐγὼ προφιλῶς ἐρέω, σὺ δ' ἀμείβεο μύθῳ.
Πόσσαι ἀτασθαλίαι, πόσα μοι ἀλιτήματα; δεῖξον Ἀμπλακίην μοι ἐμὴν καὶ ἁμαρτάδα, ὄφρα δαείω.
Τίπτε δὲ μοι ἀπάτερθε τεὴν ἔκρυψας ὀπωπήν; Καὶ ὡς ἐχθρῷ ἐόντι ὀδυσαμένος χολώθης;
Φύλλον ἀποθραύσεις δεδονημένον ἔνθα καὶ ἔνθα; Ἠέ τε καρφαλέῳ καλάμῳ μάστιγι διώξεις;
Καθδ' ἐμέθεν μάλα πολλὰ κακ' ἔγραψας, ὡς ἐνὶ βίβλῳ, Πικρά τε καὶ στονόεντα, τά τ' οὐκ ὄφελ' ἐς φάος ἐλθεῖν. Ἠδέ μοι ἀμπλακίας σφαλερῆς περιέστεφες ἥβης· Ὅσσά τ' ἔρεξα πάλαι ἐνὶ νηπιέῃ ἀλεγεινῇ, Τῶν νῦν μ' ἔμνησας, τά τε νῦν δύσηνος ἐπαυρῶ.
Ἀμφὶ δὲ ποσσὶν ἐμοῖς, ἵνα μήποτε φυκτὰ πέλωνται, Χοίνικάς τε πέδας τ' ἔβαλες, καὶ ἀεικέα δεσμά. Ἴχνιά μοι ἐπὶ πάντα μάλ' ἀκριβὲς ὄμμα τιταίνεις, Καὶ σφρηγῖδ' ἐπέθηκας ἐμοῖν περὶ ταρσὰ ποδοῖιν.
Ὧδε δέ τις εἴποι κεν ἰδὼν ἐς πλησίον ἄλλον, Οὐχ ὁράῃς, ὅδ' ἀνὴρ ὡς ἀφραδίῃσιν ἔῃσι Πρόχνυ κακῶς ἀπόλωλε, καὶ ὡς σαπερόν τι τέτηκεν, Εἵματά θ' ὥς, ἅ τε σὴς ἕλωρ καὶ κύρμα γένηται;
Ὅσφιν θνητός τ' ἔστι, γυναῖκά τε θήσατο μαζὸν, Ἦματ' ἐπὶ χθονὶ παῦρα, μινυνθαδιός τέ οἱ αἰὼν Γίνεται, ἀνέρα δ' ὦκα τέλος θανάτοιο κιχάνει, Ἐξ ὀλιγηπελίης ζώων πέλει κάμμορος ἄλλων. Οὐ μὲν γάρ τί πω ἔστιν ὀϊζυρώτερον ἀνδρὸς Πάντων ὅσσά τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει.
Γίγνεται ὡς ἄνθος, καὶ ἀνέδραμεν ἔρνεϊ ἶσος, Μήτηρ μέν μιν ἔθρεψε φυτὸν ὡς κηπῷ ἀλωῆς, Ἀλλ' ἅμα τ' ὠκύμορος, καὶ ὀϊζυρὸς πέλει πάντων Ἔπλετο, τῷ ἔ κακὴ αἶση τέκε θρέψέ τε μήτηρ· Ταμνόμενος γὰρ ὄλωλε διαμπερὲς, ἐκ τ' ἐμαράνθη· Οἴχετ' ἀποπτάμενος σκιῇ ἴκελος, ἠὲ καὶ ὀνείρῳ, Μίμνει δ' ἐν ζωοῖσι μίνυνθά περ, οὔ τι μάλα δήν.
Ἦ ῥα σὺ μὲν τοιόνδ' ἐπιδέρκεαι ὀφθαλμοῖσιν Ὀξὺ μάλ' ἀμπλακίας καὶ σφάλματα πάντα νοήσας; Ἠδὲ δικαζομένῳ μοι ἐπαντιάας ἐν ἀγῶνι;
Τίς δύναιτ' ἐκ μιαροῦ καθαρὸν δόμον; (οὐδεπότ' οὐδείς.) Ἠὲ τίς ἁγνὸς ἀνὴρ ἐκ γαστέρος ἤλυθε γυναικός;
ᬬματα πέπρωται ἔκ, πὰρ δὲ σοί ἐστιν ἀριθμὸς Μηνῶν, ὧν τελέειν οἱ ἐπὶ χθόνα θέσφατόν ἐστι. Τέρματά δ' οἷ ἔστησας, ἃ οὐκ ὀλίγον περ ὑπερβῇ.
Τῷ μιν ἔα, ἵνα τυτθὸν ἀναπαύσῃ κακότητος, Ἕως ὃν τολύπευσε βίον δρόμον, ἠΰτ' ἔειθος Ὅν πόνον ἐκτελέσας, ἵν' ἀεικέα μισθὸν ἄρηται.
Ἐλπὶς μὲν δενδρέῳ πέλεται, ταναηκέϊ χαλκῷ Εἴ περ τεμνόμενον τέρενα χθονὶ φύλλα πελάσσῃ· Ἄψ δ' ἀναθηλήσει τε, πάλιν δέ τε φύλλα καὶ ὄζους φύσει, ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν.
Εἴ περ ῥίζα τε γηράσκῃ ἐνὶ δίψαδι γαίῃ, Ξηρόν τε στέλεχος πολλῷ θανέῃσιν ὑπ' αὐχμῷ·
Ἀλλά γε καὶ μετόπισθε φιλοζώῳ τινὶ φύσει Βλαστήσει, ὅταν ἀρδμοὶ ἐπηετανοὶ παρέωσι· Τοῖς δ' νεόθρεπτον γάνυται φυτὸν, ὡς τὸ πάρος περ, Καὶ βρύει ἄνθεσιν αὖτις, ἐπεὶ ἅλις ἰκμάδα πῖνεν. Εἴ περ γάρ τε μαρανθῇ ἐπὶ χρόνον, ἀλλὰ τόδ' αὖτις Ζώγρει ἐπιπνείειτ' ὕδατων φυσίζοος ὀδμή.
Αὐτὰρ ἀνὴρ, ἀλαπαδνὸς ἀνὴρ, ταχύποτμος ἀφέρπει, Θυμὸν ἀποπνείει δειλὸς βροτὸς, ἠδὲ πῆ ἔστιν;
Ὡς δ' ὕδωρ φθίνει πολιῆς ἁλὸς, ὑψόσε δ' ἀτμὶς Ἕλκεται ἠελίοιο βίῃ, μινύθει δέ τε πόντος· Ὡς τ' ἀπόλωλε ῥόος ξηραινομένου ποταμοῖο·
Ὡς βροτὸς ἐν κονίῃ κοιμώμενος οὔποτε μέλλει Αὖτις ἀναστήσεσθ' ὑπὸ ζόφου ἠερόεντος, Οὐδ᾽ ὑπονοσήσειν πρὶν ἢ οὐρανὸν ἀστερόεντα Μηκέτι τῆς γαίης ὑπερέμβλεπαι, ἀλλὰ μάλ᾽ αἰεὶ Κείσεται ἀσφαλέως, κρατερῷ δεδμημένος ὕπνῳ.
” Αἴθέ με εἰνὶ τάφῳ γαίης ὑπένερθε καλύψας Ἐνδόμυχον θείης, χόλον εἰσόκε σὸν καταπέμψῃς. ” Αἴθέ τέ μοι ὥρην τάξαις, μνήσαιό τ᾽ ἐμεῖο.
” Εἰ τις ἀνὴρ τέθνηκε, πάλιν ζωοῖσι μετέσται; Τῷ κῂ ἔγωγε βίου πεπρωμένα ἤματα πάντα Νωλεμέως μίμνω ποτιδέγμενος, εἰσόκε ζωῆς Μοῖραν ἀναπλήσαντα τέλος θανάτοιο κιχείη.
Τόφρα σὺ μὲν καλέσεις με, ἐγὼ δ᾽ ἀπαμείβομαι αὖτις· Ἱμερόεντα. Σέ τοι, καὶ σῶν κεχαρισμένα θυμῷ Ἔσσεται σέθεν ἔργα, τεῶν δαιδάλματα χειρῶν.
Πάντα μάλ᾽ ἰχνιά μοι πεμπάζεαι ὀξὺ νοήσας, Ταρσὰ δ᾽ ὀπιπεύεις ἢ ἔνθ᾽ ἢ ἔνθα κιόντος· Ἔστὶ δ᾽ ἐμῶν ἔφορος καὶ ἐπίσκοπος ἀμπλακιάων.
” Ἦ μὰλ ἀτασθαλίη σφρηγίζεται, ὡς ἐνὶ πήρῃ, Τὰς δ᾽ κακορραφίας ἐμέθεν σύρραψας ἁπάσας.
” Οὔρεα μὲν σκιόεντα κατήειπεν ἐν κονίῃσιν, Ὑψηλῶν ὀρέων κορυφαὶ καὶ πρώονες ἄκροι Ἔφθιατ᾽ αὐτῇσι ῥίζῃς, τετάρακτο δ᾽ ἔνερθε Γαῖα, καὶ ἠλιβάτων πετρέων δεδόνητο θέμεθλα.
Λᾶα λέλειεν ὕδωρ, λιοσὴ δ᾽ ἀναδέδρομε πέτρη, Καὶ χαμόθεν γεγαῶτα κατέκλυσεν ἄσπετος ὄμβρος· Δυστήνων δέ τε πᾶσαν ἀπώλεσας ἐλπίδα φωτῶν.
” Ὧστας χέτλιον ἄνδρα διαμπερές, ἔρρε δ᾽ ἐκεῖνος· Σεῦ κινέοντος ἑὸς τρέπεται χρὼς ἄλλυδις ἄλλῃ· Τὸν δ᾽ κακῶς ἀφίεις πυκινὰ φρεσὶν ἄλγε᾽ ἔχοντα.
” Ὑἱέες οἱ ἐς τιμὴν προβεβᾶσιν, ὁ δ᾽ οὐκ ἴδετ᾽ αὐτούς· Καὶ τάχα δ᾽ αὖ μινύθουσιν ἀρίζηλοί περ ἐόντες· Αὐτὰρ ὅγ᾽ οὐκ ἤδη ἔτ᾽ ἄρ κλέος, οὐδέ τι πένθος.
” Ἀλλά μιν αἰνὸν ἄχος πυκάσει φρένας ἀμφιμελαίνας, Ὀξείῃς ὀδύνῃσι πεπαρμένον ἀμφὶ μέλεσσι· Κλαυθμῷ δ᾽ στοναχῇ τε φίλον τετιημένος ἦτορ Ἕξει πένθεα λυγρὰ, καὶ ἔνδοθι θυμὸν ἀμύξει.
ΤὊν δ᾽ ἀπαμειβόμενος προσέφη Ἐλιφᾶς Θαμανίτης, Καὶ ἐπικερτομέων χαλεπῷ ἠνίπαπε μύθῳ·
Ἦ ῥά νυ λαβραγόρης ἔσται πεπνυμένος ἀνήρ, Μαψιδίως φρεσὶν ᾗσιν ἄκοσμά τε κεινά τε εἰδώς; Ἀσκός δ’ ὡς εὔεργος βεβυσμένος; ἦ ῥ’ ἀνέμοιο Γαστέρ’ ἐνιπλήσει, ἵνα δ’ ὡς ἀνεμώλια βάζοι, Οἷά τε πολλὰ φέρουσιν ἀνιρπάξασαι ἄελλαι;
Ἐν ᾧ δίκη ἐείσει ἀκερδάντοισι λόγοισιν; Ἦ ἁλίοις ἐπέεσσι τά τ’ ἀνέρας οὐκ ὀνίνησι;
Ἀσθεέες, ὅ π’ θεὸν φρεσὶν ἅζεαι, ἔτ’ αἰδεῖαι, Οὐδέ θ’ ἑὸν μάλα θυμὸν ὀπίζεαι, οὐδ’ ἐθέλεις περ Θελγέμεν, οὐδὲ λιτῇσι καθάπτεαι ἀγανῇσι. Θάρσησας δ’ ἔτι ἄντα, ἔπος θ’ ὑπέροπλον ἔειπες.
Σεῦ γὰρ ἀτασθαλίην στόμά τ’ ἀμφαδὰ σὸν κατέλεξεν, Γλῶσσα ὅ σεῖο δόλοισι κεκασμένη, ὃϊ’ ἀγορεύεις, Ἠΰτε κερδαλέος καὶ ἐπίκλοπος ἠπεροπεύς· Οὕτω τοι φίλον ἐστ’ ἀπατήλια μυθήσασθαι.
Οὔτι ἔγωγ’ ἀλλὰ στόμα σὸν κατὰ σεῖο δικάζει, Χείλεά σ’ αὖ ληρεῦντα σέθεν καταμαρτυρέουσιν.
Ἦ ῥα σὺ πρωτότοκος βροτός εἰς; προγενέστατος ἀνδρῶν; Ἠὲ πάλαι γέγαας πρὶν ἢ ὄρεα μακρὰ τετύχθαι;
Ἦ ῥά σοι οὐρανόθεν μυστήρια θεῖα πέφανται; Τῷ καὶ ἐπὶ θνητοῖσι μόνος σοφὸς ἔμμεν’ ἔφανθι; Οἷος πέπνυται, τοὶ δ’ σκιαὶ ἀΐσσουσιν;
Ἀλλὰ τίη σύ τί ποτ’ οἶσθα, τὸ μὴ σάφα οἴδαμεν αὐτοί; Ἡμεῖς; ἤ τί σὺ γινώσκεις, ὃ κὲν ἐκ ἀείδηλον Ἄμμι πέλει; ἐπεὶ οὔ τι φρενῶν ἐπιδεέες εἰμέν.
Ἐν δ’ ἦ παλαιγενέες πολυΐδριες ἄμμιν ἔασι, Καὶ πολυσεβλότατοι πολιοκρόταφοί τε γέροντες, Οἵ τε πρεσβύτεροι ἡμεῖς σέθεν εἰσὶ τοκῆος.
Ἦ τοι ἀπόβλητ’ ὅτι Θεοῦ παραμύθια καλά, Ὅσσά κεν αὐτὸς δῶσι φιλοφροσύνῃσι πιθήσας Ἦπος; ἦ γὰρ πᾶσιν ἐπίστατο μείλιχος εἶναι. Ἦ ῥά τοι ἐνδυμύχῃσε τεῷ τινὰ θέσφατα θυμῷ, Κρυπτάδια φρονέοντι, τά τ’ ἀγνώαστοι καὶ ἄλλοις;
Τίπτε σοι οἰδάνεται κραδίη φρεσὶν ὁρμαίνοντι, Δαιμόνι’; ἤ τί σε τόσσον ἀγλωσσίῃσιν ἐνῆκε; Τίπτε δ’ ἐπιλλίζεις αὔτως, καὶ ἐπ’ ὀφρύσι νεύεις; Τίφθ’ οὕτω μύσαν ὄσσε ὑπὸ βλεφάροισι τεοῖσι;
Τίπτε κατ’ Ἀθανάτοιο μέγα φρονέων ἐνὶ θυμῷ Μαίνεαι ἐκπάγλως, κρατερὴ δέ σε λύσσα δέδυκεν; Σχέτλιε, ποῖον γάρ σε ἔπος φύγεν ἕρκος ὀδόντων;
Ἄνθρωπος τί ποτ' ἐστὶν, ἀκήρατος ὄφρα πέλοιτο; Ἦ τί γυναικεῖον δειλὸν τέκος, ὄφρα δίκαιος;
Οὐδὲ γάρ οἱ θεράποντες ἀμύμονες ἀξιόπιστοι, Οἳ δ' οἱ κεδνότατοι καὶ φίλτατοί εἰσιν ἁπάντων· Οὐδέ πω οἱ καθαρὸς πέλει ὀφθαλμοῖσιν ὁρᾷσθαι Οὐρανὸς ἀστερόεις, τῷ καὶ χαριεστάτη αἴγλη.
Πῶς ἂν ὃς πολλῷ μᾶλλον ἀνὴρ στυγερός τε καὶ αἰσχρός; Δυσνομίης ἀκόρητος ἀνὴρ, ἔθεν ἄντα φανείης; Ὅς καὶ διψαλέῳ κατέπινεν ἁμαρτάδα θυμῷ, Ὡς ὅτε τις χανδὸν ῥοφέων πίεν ἀγλαὸν ὕδωρ Δίψῃ καρχαλέος, πιέειν δέ ἑ θυμὸς ἀνώγει· Ὡς ὅγ' ἀτασθαλίῃσι λαύρως πίε διψάδι λύσσῃ.
Ἐκ γάρ τι ἐρέω, σὺ δ' σύνθεο καί μοι ἄκουσον, Ἀγγελέω, τόδ' ἐγὼ πάλαι ὀφθαλμοῖσιν ὄπωπα·
Καὶ πινυτοὶ τὸ πάροιθεν ἑῶν πεπύθοντο τοκήων; Ἄμμι δ' ἀφηγήσαντο διαμπερὲς, ἠδ' ἐπέκευσαν.
Γαῖαν ὅλην αὑτοῖσι πόρεν Θεὸς ὤρεξε φῦλα· Οὐδέ τις ἀλλοδαπῶν γε μὴ σφίσιν οὐκέτ' ἐναίειν.
Ὠδίνει ὀδύνῃσιν ἀτάσθαλος ἤματα πάντα, Δάκρυσί τε, στοναχῇ τε, καὶ ἄλγεσι θυμὸν ἐρέχθων· Τῷδ' ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει, Παμπόλλους οὐκ εἶδε περιπλομένους ἐνιαυτούς· Ὤλετο δ' εἰν ἥβῃ, ἠδ' ἵκετο γήραος οὐδόν.
Σμερδαλέη βόμβησεν ἑοῖς ἀμφ' ὤασιν ἠχή, Τόν τ' ὀλετὴρ ἀδόκητον ἐϋῤῥέοντα κιχήσας, Αἰφνιδίως κατέμαρψε, καὶ οὐ νοέοντα κατέκτα.
Οὐ μὲν γε ζόφου ἐκτὸς ὀΐεται ἀπονέεσθαι, Καί μιν ἄορ μίμνει πολυδίψιον, αἵματι θῦον.
Πλαγκτοσύνῃ δέδμητο, καὶ ὡς ἀσύφηλος ἀλήτης Ἄκμηνος, καὶ ἄπαστος, ἐελδόμενός που ἐδωδῆς Πλάζετ' ἐπ' ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε, Ἔλπεταί οἱ στυγερόν τε μόρον, καὶ νηλεὲς ἦμαρ Ἄγχι παρεστάμεναι, ὅτε μιν σκότος ἀμφικαλύψῃ
Ταρβοσύνῃ καὶ πένθος ἔοι μέγα δεῖος ἐνόρσει, Κὰδ δ' ἕλεν ἰσχύσει, ὡς ὄρχαμος ἀλκὶ πεποιθὼς Ἄχριον ἐς πόλεμον κεκορυθμένος αἴθοπι χαλκῷ.
Χεῖρα κατ' Ἀθανάτοιο ὑπερφιάλως ἐτάνυσσεν, Κάρτυνεν δ' καθ' αὑτοῦ ἑὸν μεγαλήτορα θυμόν.
Ἀλλ' ἐπί οἱ μεμαὼς, καὶ ἀναιδέϊ θῦεν ἐρωῇ Αὐτὸς ἐπὶ δειρῆς, ἐπί τ' ἀσπίδος ὀμφαλοέσσης Ἥλοισιν πυκινοῖσιν διαμπερὲς εὖ ἀραρυίης.
Δημῷ καὶ σαρκέσσιν ἑὸν ἐνέβυσεν ὄπωπα Πιαλέῳ, λιπαρῷ, πολλὸς δ' ἀναδέδρομε κόλπος Ἀμφί τε βουβῶνα στιβαρόν, καὶ γούνατα μακρόν.
Ἄστ' ἐρημωθέντα, καὶ οὐδενόσωρα μέλαθρα Ναιετάει, σωροὺς ἤδη μέλλοντα γενέσθαι.
Οὔ οἱ χρήματα πολλά, μινυνθάδιον δέ τε ὄλβος, Οὐδέ μάλ' ἔμπεδος ἔσται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
Οὐδέ ποτ' ἐκ σκότεος παρελεύσεται ἀχλυόεντος, Οὐδέ ποτ' ἐξ ἄτης καὶ ὀϊζυρῆς κακότητος. Ὡς δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ Οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, Πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει· Ὡς τοῦ μέν τ' ὄζους καταδάπτει θεσπιδαὲς πῦρ, Θεοῦ δὲ στόματος πνοιὴ φλόγα εἰλυφάζει.
Ἦ ῥά νύ οἱ μεγάλων δώρων ἐπεμαίετο θυμὸς Πλαγκτός, ἀτασθαλίῃ πίσυνος μάτην τ' ἀλεγεινῇ· Τούνεκα δ' οἱ μισθὸς κενὸς ἀντάξιος ἔσται.
Ὄλβος οἱ οὔπω χλωρὸς ἐών, ταχυπότμος ὀλεῖται Ῥιζόθεν, ἀζαλέος, παναώριος, αἶψα μαρανθείς.
Ὄμφακα ὃς τρυγόων τε, καὶ ἔτ' ὑποσαρκάζουσαν, Ἄμπελος ὡς τρισάωρος, ἀνήμερος ἐξαποδύσει· Ὧκα δ' ἀπανθήσει ὡς ὠλεσίκαρπος ἐλαίη.
Ὡς κλισίη κεν ἐρήμη ἀτασθάλοιο ἠπεροπῆος, Οἰοπόλος τε γένοιτο, Θεὸς δέ ἑ σφλώσειεν. Οἱ δὲ φιλοκτέανοι, τοῖσιν τ' ἐπιηδάνα δῶρα, Τῶν νύ κεν οἰκία καλὰ πυρὶ σμύχοιτο κατ' ἄκρης.
Οἳ μόχθον κύουσι καὶ ἀμπλακίην ἀλεγεινήν, Τίκτουσιν κακότητα, δόλους δ' ἐν γαστέρ' ἔχουσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ἴωβος, Πυκνὰ μάλα στενάχων, καὶ ὀδύρετο κηρόθι μᾶλλον·
Ἦ μὲν ἐγὼ τὸ πάροιθεν ἀκήκοα πολλὰ τοιαῦτα. Ὦ ἕταροι δυσέταροι, ἀπηνέα θυμὸν ἔχοντες, Σχέτλιοί ἐστε φίλοι, ζηλήμονες ἔξοχον ἄλλων, Δειλοί τ' ἐπιδανοί τε ἐμῆς παρακλήτορες ἄτης.
Ὦ Ἐλιφᾶ, μάλα πως με καθίκεο θυμὸν ἐνιπῇ· Ἀλλὰ σὺ μήποτ' ἀπολλήξεις μεταμώνια βάζων, Τίπτέ με λωβάεις κρατερῇ φρεσὶν ἄλγε' ἔχοντα; Τίπτέ σ' ἐποτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ; "Οὕτω λαβραγόρῳ ἐμβαῖν'; ἐπεὶ οὐδέ τι σε χρή. Ἦ τίνι θαρσήσας συγερῷ μ' ἠμείψαο μύθῳ;
Καί κεν ἐγὼν εἴποιμι, τά θ' ὑμεῖς, εἴ νύ περ ὔμμε "Ἴση μοῖρα δάμασσε, καὶ εἰ κακὰ τόσσα πέποσθε, "Ὄσσ' ἐγὼ ἀλλήκτῳ κραδίῃ πάθον, ἠδ' ἐμόγησα· Καί κ' ἐγὼ ἠδυναίμην γ' καθ' ὑμέων, αἴκ' ἐθέλοιμι, Κινῆσαί τε κάρη, καὶ ὀνείδεα μυθήσασθαι.
Στηρίξαιμι δὲ μᾶλλον ἀκεισιπόνῳ τινὶ μύθῳ Τειρομένους ἑτάρους, καὶ ἄκος γλυκυμείλιχον εἴη Ὑμετέρῃς στοναχῇσι καὶ ἄλγεσιν, ὅ, τι κεν εἴπω "Ὑμμιν ἀκηχεμένοις, παυσώδινα χείλεα λύσας.
Ἀλλὰ τίη νῦν ταῦτα μεθ' ὑμῖν μὰψ ἀγορεύω; "Οὐ γάρ μοι φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι "Οὐτέ ποτ' ἐν ἐπέεσσιν ὀΐομαι, ἔτ' ἐνὶ σιγῇ· Ἀλλ' αἰεὶ στενάχω, καὶ κήδεα μυρία πέσσω Ἠμάτιος νύχιός τε, κακοῦ δ' οὐ γίνετ' ἐρωή.
"Ὅτι με δύστηνον χαλεπῷ ἐδαμάσσατο μόχθῳ Οὐράνιος Βασιλεύς, ἄτῃ τ' ἐνέδησε βαρείῃ· Οἰοπόλον δ' ἔμ' ἔθηκε, φίλους τ' ἐκέδασσεν ἑταίρους.
Κοίλησι ῥυτίδεσσιν ἐμὴν ἐχάραξεν ὀπωπήν, Κάρψε δέ μοι χρόα καλὸν ἐπὶ γναμπτοῖσι μέλεσσι, Καί μοι ἀεικέλιαι ῥυτίδες καταμαρτυρέουσι· Σῶμα δὲ λεπταλέον μοι καὶ σφηκῶδες ἐτύχθη.
"Ὅς με μάλα συγχεῖ, διά τ' ἔστασε νηλέϊ θυμῷ, Ῥινὸν ἀπεδρύψας, ἐπεὶ ἀσπερχὲς μενεαίνει, Ἐχθρὸς ἐμὸς κατ' ἔμεδ' ὀλοὺς ἐβρυξεν ὀδόντας, Καί με ὑπόδρα ἰδὼν φλογὶ ἴκελον ὄμμα τίταινεν.
Οἳ δέ τ' ἀνάρσιοι ἄνδρες ἔμ' εἰσορόωντο χανοντες, Σχέτλιοι, ἠδ' ἔπληξαν ἀεικέσι πληγῇσιν, Ἠδέ τ' ἐμὴν βειαρῇσι παρήϊδα χραὶ πατάξαν, Καὶ κατ' ἐμεῦ ἤγερθεν, ὁμηγερέες τ' ἐγένοντο.
Χωόμενός με Θεὸς παλάμῃς ἐπέτρεψεν ἀλειτέων, Ἀνδράσι δυσσεβέεσσιν ἕλωρ καὶ κύρμα γένεσθαι.
Ἀρτεμέϊ πρὶν ἐόντι κατέκλασέ μοι φίλον ἦτορ, Καί με λαβὼν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, Ῥῆξε διαμελεϊστί, καὶ οἱ σκοπὸν ἔμμεν' ἔθηκε·
Τῷ δ' ἰοσυντῆρες ἐκυκλώσαντό με δεινοῖς, Καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες· Νεφροὺς µου ξυνέαξεν ἀφειδέϊ δεξιτερῆφι, Τριχθά τε καὶ τετραχθὰ διέτµισεν, οὐδ' ἐλέησεν· Ἔγκατα πάντα λάτυξε, χολὴν δέ τε χεῦεν ἔραζε.
Χρῶτα δέ µοι πληγῇσιν ἐπασσυτέρῃσιν ἄραξεν, Ὥς τε γίγας µοι ἐπᾶλτο πελώριος, ὅ τε µάλιστα Θυµὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεµεαίνει.
Σάκκον ἐπὶ χροῒ ῥάψ', ἐµὲ δ' ῥάκε' ἀµφεκάλυψε Ῥωγαλέα, ῥυπόωντα, κακῷ µεµορυγµένα καπνῷ· Καὶ κονίῃ πεπάλακτο χάρις, καὶ κῦδος ὄλωλεν.
Δάκρυά µοι ἀλεγεινὰ φίλας ἐχάραξε παρειὰς, Κνύζωσεν δέ µοι ὄσσε πάρος περικαλλέ' ἐόντε· Καὶ θανάτου σκιὴ ἷζεν ἐπὶ βλεφάροισιν ἐµοῖσιν.
Οὐδ' ἕνεκ' ἡµετέρης ἄτης πρηκτῆρ' ἄλγεα πάσχω· Οὐ γὰρ ἀτάσθαλός εἰµ', οὐδὲ φρεσὶν αἴσυλα εἰδώς· Οὔτε γὰρ εὐχωλῆς ἐπιµέµφοµ', ἠδ' ἑκατόµβης, Ἥν αὐτῷ ποτ' ἔρεξα· λιτὴ δέ µοί ἐστιν ἀµύµων.
Μὴ κρύψῃς ἐµὸν αἷµα τεοῖς ὑπὸ κεύθεσι, γαῖα, Μηδὲ βοῇ ποτ' ἐµεῖο πόρῃς µυχὸν, ἧχι λάθῃσιν.
Ὕψι µάλ' ἐν νεφέλῃς ἐµὸς ἐγγύος οἰκία ναίει, Καί µοι µάρτυρός ἐστιν ἐν οὐρανῷ ἀστερόεντι.
Κερτοµέοντ' ἑταῖροί µε, φίλοισι δὲ παίγνιόν εἰµι, Ἀλλὰ Θεῷ ἐλεεινὰ ὑπ' ὀφρύσι δάκρυα λείβω, Μυρί' ἀπ' ὀφθαλµῶν, τάδε µοι ῥέει, ἀχνυµένῳ κῆρ.
Ὡς ὄφελ' ἀνθρώπῳ θέµις ἔµµεναι ἀντ' ἀνθρώπου Ἀθανάτῳ ξυµβλητῶς, ἐπαντιάαν τ' ἐν ἀγῶνι, Ὡς ὅτ' ἐρισµαίνῃσι δίκῃ φίλος ἀντὶ φίλοιο.
Αὐτὰρ ἐγὼ παύρων περιτελλοµένων ἐνιαυτῶν Βαιὸν ἐπεὶ ζωοῖσιν ὁµίλεον, οὐδ' ἔτι δηρὸν, Αὐτίκ' ἰὼν (µάλα γὰρ βίος ἄνεται, ἐγγύθι δ' αἴσα, Ἤµατα δ' προὔθηκε, παρώχηκεν δέ µοι αἰὼν Πλάνων µοιρεάων, ὀλίγη δ' ἔτι µοῖρα λέλειπται Δυστήνῳ, πλέει γάρ µε κατωθαδίον τέκε µήτηρ) Δύσοµαι εἰς Ἀΐδαο, καὶ ἐν νεκύεσσι φαείνω, Εἰς ἀπίτην γαῖαν ἀµετάτροπον ἴχνος ἐπείγων, Ἔνθ' ὅθεν οὐκέτ' ἄνειµι· Θεὸς δ' ἀποαίνυτο νόστον.
Κἕζµ' ὀλιγηπελέων, ὀλίγος δ' ἔτι θυµὸς ἔνεστιν, Ἤδη µοι ἀδρανέοντι φερέσβιον ἆσθµα σβέστην· Ἤματά μοι ἔσβεστο, μινυνθάδιός τέ μοι αἰών· Νῦν δ’ στεροπλῆξ εἶμι, τάφοι δέ μοι εἰσὶν ἑτοῖμοι.
Ἦ οὐ μοι λωβητῆρες ἐπεσβόλοι ὧδε πάρεισι; Τὰς δ’ ἐκ ἄντα ἴδον, ὅτε κερτομίας ἀγόρευον; Τῶν δ’ οὐχ ὕβρειας οἶδα, καὶ ὀφθαλμοῖσιν ὀρῶμαι Νωλεμέως, αἵ μ’ ἐρέθωσι κατὰ φρένας; οὐκ ἀνὰ νυκτὰ Τέρψομ’ ὀϊόμενος κάκ’ ἀνείλεα, τοῖσιν ἀπήχθω Ὄμματα καὶ κραδίην, καὶ μοὶ γλυκὺς ὕπνος ὄλωλεν;
Ἀλλά σε λίσσομ’, Ἄναξ, σὺ δὲ σύνθεο καὶ μέο ἄκουσον, Εἴδ’ ἄγε, παρστατάδες, δὸς δ’ ἔγγυον ἐγγυάασθαι, Ἄμμιν ὃς ἀμφοτέρῃσι δίκην ἰθύντατα εἴποι· Τίς δέ μοι ὅρκια πιστὰ τάμῃ, καὶ χεῖρα λάβῃσιν;
Τοῖσι γὰρ ἄφρονα θυμὸν ἐνὶ στήθεσσιν ἔθηκας, Τῶνδε καὶ ὠνοσάμην πάγχυ φρένας, οἳ ἔειπον· Τῷ οὔ τι σφίσι κῦδος ὑπέρτερον ἐγγυαλίξεις.
Ὅς φίλον ἠδρόπισσε δόλοις, ἀπατήλια βάζων, Ἐσθλὰ μὲν ἀγγέλλων, κακὰ δὲ φρεσὶ βυσσοδομεύων, Τέλλε τέκεσσι φίλοισι μέσης κατατήξεται ὄσσε Ἐκ κεφαλῆς, ἵνα τίς τε καὶ ὀψιγόνων ἀνθρώπων Ὀφθαλμοῖσι πεπύθηται ἀεικελίῳ ἀλαωτύν.
Θῆκε δέ με λώβην τ’ ἔμβιαι καὶ ἐπόψιον ἄλλοις, Ἐν δ’ ἄρα τοῖσι γελοιὸς ἔω, ὡς τυμπάνου ἠχή, Παισὶν ὃ νηπιάχοισιν ἄθυρμά τε χάρμά τ’ ἔθηκα.
Φθινέθω δέ μοι ὄσσε δι’ ἀλλήκτων ὀδυράων, Πολλῆ τε κλαυθμοῖο, χοῇ τε δακρυόεντι· Πάντα δέ μοι μέλεα σκιῇ ἴκελ’ ἴασιν ἀμαυρῇ.
Τῷ δ’ ἄρ’ ἐπ’ εὐσεβέας κεν ἔχοι τάφος, ὡς ἐνόησαν· Ὅς δέ τ’ ἀμύμων αὐτὸς ἔῃ, καὶ ἀμύμονα ἤδη, Ὥστε θύελλ’ ἐπορούσει ἀτασθάλῳ ἠπεροπῇϊ.
Ἀστεμφέως δὲ δίκαιος ἑῆς ἔχετ’ ἀτραπιτοῖο, Οὔτοι ἀποκλίνων, ὅτ’ ἀκηρασίῃ παλαμάων Ἰθυνόοις ἄνδρεσσιν ἀεὶ μέγα κάρτος ὀφέλλει.
Ἀλλ’ ἄγε, δεῦτε φίλοι (τρεπταὶ μέν τε φρένες ἐσθλῶν) Νῦν ἀπονοσήσαιτε παλίντροποι· οὐ γὰρ ἐν ὔμμιν Ἄνδρα πύκα φρονέοντα ἕως ἑνός ἐστιν ἐλέσθαι.
Ὦ, μοι, ἐπεὶ ἀβέβαιος ἐμὴ μελανείσεται αἰών· Ἤματά μοι βεβάασι περιπλομένων λυκαβάντων, Δέδρομέ μοι βίοτος τροχὸς ἅρματος ὅια κυλισθείς. Βουλαὶ ἀποσκίδνανται, ἐμεῦ μελεδήματα θυμοῦ.
Ἀλλάσσει δὲ νύκτας ἐς ἤματα δακρυόεντα, Δείλετο δ’ ἠέλιος, τάχα δ’ αὖ μέλας ἕσπερος ἦλθεν. Ἦ ῥα τὰ μὲν καὶ ἀνεικτὸν ἔχει κακόν, ὁππότε κέν τις Ἤματα μὲν κλαίῃ πυκινῶς ἀκαχήμενος ἦτορ, Νύκτας δ’ ὕπνος ἔχῃσιν· (Ὁ γάρ τ’ ἐπέλησεν ἁπάντων Ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ’ ἀμφικαλύψῃ) Ἀλλὰ καὶ ὧδ’ ἀνὰ νύκτα κακῆς μοι γίνετ’ ἐρωή.
Ἕως ποτιδέγμενος ἦμαρ ἔχων ἄχε’ ἄκεστα θυμῷ, Τύμβος ἐμοίγε τέτυκτο καταχθόνιον σκιόεν δῶ, Ἔνθά κ’ ἐγὼν εὕδω, καὶ χάλκεον ὕπνον ἰαύω, Δέμνια στορνύς, καὶ ῥήγεα σιγαλόεντα, Ἀχλύϊ τε σκότεΐ τ’ εἰλυμένος ἠΰτε χλαίνῃ.
Σῆψιν ἐρέω, Σύ μοι ἐσσὶ πατήρ· σκώληκι δὲ, Μήτηρ, Μήτηρ μὲν σύ μοι εἶς, καὶ ἀδελφεὴ ἱμερόεσσα· Ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
Νῦν δέ μοι ἐλπωρὴ πόθεν, ἢ πόθεν ἔπλετο θάρσος; Τίς τάδε πολλὰ καὶ ἐσθλὰ μέτ’ ὄψεται ὀφθαλμοῖσιν; Ἄσσα κ’ ἐελποίμην, ὅτι μοι μετόπισθε γένωνται;
Πάντ’ ἐφομαρτήσουσιν ἐμοὶ, δύσις τε βόθρου· Κεισόμεθ’ ἐν κονίῃσιν ὁμῶς ὑπὸ κόλπεσι γαίης.
Τὸν δ’ μέγ’ ὀχθήσας Σαυχαῖος ἀμείβετο Βελδάδ·
Ἕως πότε δὴ τοιαῦτα μεθ’ ἡμῖν μάψ ἀγορεύσεις; Οὐδ’ ἐπέων λήξεις, ἵνα δ’ ἡμέων μῦθον ἀκούσῃς; Ἄλλο δέ τι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι.
Τίφθ’ ἡμέας ἀλόγοισιν τόσον ζώοισιν ἐΐσκεις; Τίπτε καὶ ὑπιδανοῖσιν ὁμῶς ἀνδρέσσιν ἀτίζεις, Ἠδ’ ἀσυφήλοισιν, καὶ ἐλεγχίστοις ζωόντων;
Ἐκπάγλως κεχόλωσο, καὶ ἔνδοθι θυμὸν ἀμύσσεις· Ἀλλ’ ἔσθ’ ὡς πότε γαῖά σευ εἵνεκεν ἔσσετ’ ἐρήμη, Καὶ μάλα, περ κοτέοντος ἐνὶ φρεσὶν, οὐδ’ ἔτι πέτρη Κινηθῇ σέθεν εἵνεχ’ ἑοῖς τρομέουσα θεμέθλοις Ὕψι μάλα θρώσκουσα δ’ αἰθέρος ἵζετ’ ὄλυμπον.
Ἔσται ἦμαρ, ὅταν περ’ ὀλώλῃ φέγγος ἀλιτροῦ, Λύχνος σβεννυμένοιο, καὶ ὀλλυμένοιό τε κείνου· Οὐ οἱ ἐπ’ ἐσχαρόφιν σπινθὴρ, ὃς φλόγιος ἔσται Σπέρμα πυρὸς σώζων, ἐπεὶ μάλα φλὸξ ἐμαράνθη.
Ἀλλ’ οἱ ἀμαυρότατος δόμος ἔσσεται, οὐδέ τις αὐγὴ Αὐτῷ ἐνὶ κλισίῃ Ἀΐδων ὕπο λαμπομενάων, Λύχνος ἐπεὶ κατασβέσετ' ἐὸς, κατασβέσεθ' αὐτός.
Πλαγκτοσύνῃ δ' οἱ πόδες δεδμήατο, γυῖά τ' ἔνερθε, Καὶ κρατερῇ ἄρ' ἐόντος ἐπὶ στεινωπὸν ἀταρπὸν Ἴχνια πάντ' ἔκλινε παρέξ ὁδοῦ εὐρυχόροιο. Ἦ, οἱ κακορραφίῃσιν ἄφαρ νώνυμος ὀλεῖται.
Ἐς παγίδα στονόεσσαν ἑοῖς ὑπὸ ποσσὶ πλανηθεὶς Ἔμπεσεν ἀφραδίῃσι, καὶ ἐν βρόχῳ ἴχνος ἔθηκε.
Μάρψε δέ οἱ πτέρνῳ δολερὴ παγὶς, ἀμφὶ δὲ ποσσὶ Πλέκτο περιπροχυθεῖσα, κακὸς δέ ἑ δεσμὸς ἐδάμνα. Τοῖο δ' ληΐστωρ ἀλιτήριος ὄβριμοεργὸς Πάντα τ' ἀφαρπάζει βίοτον, καὶ κλήματα κείρει.
Ἦ, ἄρ' ὅγ' ἂν μέλλῃ θήσειν πόδας, ἀμφὶ κελεύθους Οὔδει ἐνισκίμφθεν πυκινοὶ βρόχοι ἔνθα καὶ ἔνθα Λάθριοι, ἀτρεπτοειδεῖς, ἵνα μήποτε φυκτὰ πέλωνται.
Δεῖμά μιν ἠδὲ τρόμος περί τ' ἀμφί τε θυμὸν ἀτύξει, Ῥιγεδανὰ βλοσυροῖσι προσώπασι μορμολύκειαι Σμερδαλέον δέρκοντα δεδίξεται· ὡς ἄρ' ἐκεῖνον Εἷλε φόβος, καὶ φύζα φόβου κρυόεντος ἑταίρη.
Τοῦ δ' βίη καὶ κάρτος ἀνιηρῷ ὑπὸ λιμῷ Φθίσετ', ἑτοιμότατος καί οἱ ἄγχι παρέστη ὄλεθρος·
Πρωτότοκος θανάτοιο ἑὸν σθένος ἐξαλαπάξει, Νεῦρα κατατρώγων στερρῷ χροὸς ἐν συνεοχμῷ.
Ἐλπωρὴ δ' οἱ πᾶσα δόμων ἄπο καὶ κλισιάων Ὤλετο, καὶ θάρσος· στυγερὴ δέ μιν ἤγαγεν αἶσα Ἐς βασιλῆα φόβων, ταμίην δέ τε ταρβοσυνάων.
Ὅωεκ' ἀπ' ἀλλοτρίου βιότου ἑὸν οἶκον ἔδειμε, Τὤνεκ' ἔη τρόμος αἰνὸς ἐπὶ κλισίῃσιν ἔμιμνεν· Ἦ δ' ἐλελίχθη πᾶσα Θεοῦ πληγεῖσα κεραυνῷ, Δεινὴ ἦ φλὸξ ὦρτο θεείου κηλουμένοιο.
Ἀζαλέη οἱ ῥίζα καὶ ἰκμάδος ἄμμορος ἔσται, Αὔη ῥίζα τ' ἔνερθεν, ὕπερθε δὲ πρέμνον ἀεικές, Ὄζος ταμνομένοιο, μαραινομένοιο τε καρπός.
Μνήμη οἱ ἐκ γαίης ἀπό τε κλέος ἐσθλὸν ὀλεῖται· Πᾶσιν ἄϊστος, ἄπυστος, ἀνώνυμος ἤματα πάντα Ἔσται ἐν ἀνθρώποις, τοί κεν μετόπισθε γένωνται.
Τῆλε δέ μιν ῥίψουσι ἀπ' αὐγῆς ἠελίοιο Ἐς ζόφον ἐκ γαίηθεν ἀποπλάζοντες ἐνιπῇ, Ἔρρε κακὴ γλήνη, κακὸν θηρίον, ἔρρε, λέγοντες·
Ἔρρ' ἐκ κόσμου θᾶσσον, ἐλέγχεα ζῳόντων. Οὐδέ τι μὴν παῖδες ποτὶ γούνασι παππάζουσιν, υἱός οἱ οὐκ ἔσται, οὐδ' ἔκγονος ᾧ ἐνὶ δήμῳ, Οὐδ' ἄρα τις περίλοιπος ἑοῖς ἐνὶ δώμασι ναίων.
Ἔσται ὁμῶς μέγα θαῦμα καὶ ἐσσομένοισι πυθέσθαι, Ὡς καὶ τοὺς πρό τ' ἐόντας ἔχεν τάφος ὡς ὁρόωντο. Ἧμαρ ἀναγκαῖον καὶ ὀϊζυὸν, ἥ μιν ἵκανεν.
Τοῖος μὲν πέλεν οἶκος ἁμαρτηνῶν ἀνθρώπων, Ἠδέ τε μοῖρ' αὐτῶν, οἷς σχέτλια ἔργα μεμήλει, Οἳ Θεὸν οὐκ ἀλέγουσι, καὶ οὐχ ἅζοντ' ἐνὶ θυμῷ.
Τὸν δ' αὖ βαρυστενάχων ἠμείβετο δῖος Ἴωβος· Ὤμωξεν δ' ἐλεεινὸν, ἔπος τ' ὀλοφυδνὸν ἔειπεν·
Ὦ μοι ἐγὼ, ὅτ' ἔειπον ἑτάρων ὕπο τόσσα πέπονθα. Ἕως πότε με κρατερῆς στυφελίζετε θυμὸν ἐνιπῆς; Ἕως πότε κερτομίοισιν ἐμὲ ξυναράσσετε μύθοις;
Τῇ δ' ἄρα νῦν δεκάκις χαλεπῇ μ' ὑβρίζετ' λώβῃ, Οὐδέ τις αἰδώς ἐστιν, ἐπεὶ νόος ὔμμιν ἀπειθής· Οἷα δέ μ' ἀλλοδαπόν τιν' όΐετε καὶ μετανάστην.
Πολλάκις ἀφραδίῃσιν ἑκὼν ἀλιτήμενος ἦα, Ἤμβροτον, ἀασάμην, φρεσὶν ἀλγαλέῃσι πιθήσας· Οὐ γὰρ ἀναίνομ' ἐγώ· (τίς κεν βροτὸς οὐκ ἂν ἁμάρτῃ;) Ἀλλὰ τί τοῖσι καὶ ὔμμι; ἐμοὶ τάδε πάντα μελόντων· Ἄτη ἐμὴ παρ' ἐμοὶ, τῆς μηδ' ἀλεγιζέτω ἄλλος.
Εἰ δ' ὑμῖν φίλον ἐστὶν ἐρίζοντεσσιν ἑταίρῳ Μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ὀνείδεα μυθήσασθαι, Καί μοι ἐπεγχετύασθαι ὀϊζύος εἵνεκα λυγρῆς, Ἠδέ τ' ἐλεγχείην καταχεῦαι, ὅτ' ἐμόγησα·
Ἴσθ', ὅτι Παμβασιλεὺς ἄτῃ μ' ἐπέδησε βαρείῃ, Χειρί τέ με συρέλιξεν, ἐγὼ δ' ὑπέπεσον εἶθαρ Πρηπορηνής· θεσμὸς περί μοι βάλεν, ἀμφὶ δ' ἔγωγε Ἐμπελεκόμενος, ἰχθὺς ὣς δικτύῳ ἐν πολυωπῷ·
Ἔιποτ' ἐγὼ βοάασκον ὑφ' ὕβριος, ἔπος ἄκρητον· Τειρόμενος· τε γέγωνα, δίκην δέ μοι οὔτις ὀφέλλει.
Πάντοθεν ἐμφράξας ἀβάτους μοι ἔθηκε κελεύθους· Ἀχλύϊ καὶ νεφέλῃσιν ἐμὴν ὁδὸν ἀμφεκάλυψεν.
Δεινός τ' αἰδοῖός τε μετ' ἀνθρώποισιν τετύγμην Τὸ πρὶν ἐνὶ θαλίῃφι, χάρις δ' ἀπελάμπετο πολλή· Νῦν δ' αὖ κῦδος ὄλωλε, Θεὸς δ' ἀποαίνυτο πᾶσαν Ἀγλαΐην, καὶ στέμματ' ἀπὸ κρατόσφιν ἔδυσε.
Πανταχόθεν μ' ἔρραισε, καὶ οἴχομαι, ὡς ὅτε τις δρῦς Χαλκῷ τεμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ Αὐτῇσι ῥίζῃσι διηνεκέως ἐρειποῦσα· Ὧς κῂ ἐγὼ πίπτω, κῂ πᾶσά μοι ἐλπὶς ὄλωλε.
Λίην μοι κεχόλωται, ἔχει δέ με ἐχθρὸν ἐν αἴσῃ.
Τῷ ἐπὶ μοὶ πυργηδὸν ἀολλίζοντο φάλαγγες, Κυκλώσαντο δέ με, κλισίην τ' ἐπὶ τάφρον ὄρυξαν, Ἠύτ' ἐναντίβιον φρικταὶ στίχες ἀσπιστάων.
Αὐτοκασίγνητοί μευ ἀπόπροθι νοσφίζονται, Ξεῖνοι νῦν μοι ἔασιν, ὀπάονες οἳ πρὶν ἔτυχθεν.
Οἵ μοι κεδνότατοι κῂ φίλτατοι ἦσαν ἁπάντων, Πηοὶ ὁμῶς ἕταροί τε ἐμεῦ ἄπο νόσφι λίαθεν· Τῆλε μάλ', ὡς εἰ πάγχυ λελασμένοι ἦσαν ἐμεῖο.
Δμωοὶ κῂ ἀμφιπόλοισιν ἐμῇς ὡς ξεῖνος ἔοικα, Ὥστε κῂ ἀλλοδαπός τις ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι.
Δῶλον ἐμὸν καλέεσκον, ὁ δ' οὐκ ἠμείβετο μύθῳ· Μειλιχίοις ἱκέτευον, ὁ δ' οὐκ ἄϊεσκε λιτάων.
Οὐδ' ἄλοχος ζωώηκεν ἐμεῦ ὄπα φωνησάντος, Ἀλλ' ἐμ' ἀπέχθηρε, στυγερὴ δέ οἱ ἔστιν ἀϋτμὴ, Ἥ μευ ἀπὸ στόματος ῥέει αἰνῶς φθεγγομένοιο, Καὶ ἀχάριστον ἑοῖς πέλει ἔασιν ὅ, τι κεν εἴπω, Εἰ κῂ ὑπὲρ τεκέων τε φίλων γλυκέων θ' ὑμεναίων Λίσσομαι, ἀλλ' ἐπὶ ὡς μιν ἐγὼ πείσεσθαι ὀΐω.
Νηπίαχοί μ' ἀθέριζον ἀτάσθαλοι· ὡς γὰρ ἀνέστην, Οἵ μ' ἐπεκερτομέεσκον ὀνειδίοις ἐπέεσσιν.
Ὅσσοι ἔσαν τὸ πάροιθεν ἐμοὶ ἑείηρες ἑταῖροι, Οὐτέ ποτ' εἰν ἀγορῇ δίχ' ἐβάζομεν, οὔτ' ἐνὶ βουλῇ, Ἀλλ' ἕνα θυμὸν ἔχοντες ἀεὶ συμφράδμονες ἦμεν, Οἵδ' ἐπεὶ εἶδον πανάποτμον ὀϊζυρόν τε νόησαν, ᬬδη με στυγέοντες ἀπέῤῥιψαν φιλότητα.
Ὤμοι, ὅτι χροῒ μέν λιποσαρκέϊ ἀμφὶ μέλεσσιν Ὀστέα συμπεφύασι, κατεσκλήκασι δὲ γῦα· Τήκομαι ὠτειλῇσι, κῂ ἐκ ἕλον μέρος ὄζι Σώματος, εἰ μὴ ἆλον ὑπὸ ῥίζῃσιν ὀδόντων.
Ὦ φίλοι, ἐστὲ φίλοι, ἐλεήσατέ με, οἷα μόγησα, Δύστηνόν μ' ἐλεεῖτε, κῂ οἶκτον θέσθ' ἐνὶ θυμῷ, Ὅττι Θεός μ' ἔπληξε, κῂ ἔστασε χειρὶ βατείῃ.
Τίφθ' ὕτω, Θεὸς ὥς, με διώκετε τειρόμενόν περ; Ἦ οὐχ' ἅλις, ὅττι δέμας βρύει ἕλκεσι μυδαλέοισιν; Τίπτ' ἔτι δ' ὑμέας χρεὼ, σαρκῶν μευ ἀποφθιμενάων; Ἢν δὴν βεβρώθοιτε, τάχ' ἂν κόρος ὔμμιν ὀπηδοῖ.
Ὡς ὄφελον μῦθοί μοι ἐνὶ πολυΐστει βίβλῳ Γεγράφαται, γενεῇσι καὶ ἐσσομένῃσι πυθέσθαι·
Εἴθε χαρακτήρεσσιν ἀνηλείπτοισι τυποῖντο· Εἴθε σιδηρείῳ κοπέϊ κεχαραγμένοι εἶεν, Ἠὲ μολυβδαίνῃ, ἐνὶ μαρμάρῳ, ἠὲ ἐπὶ πέτρῃ.
Οἶδα γὰρ ὡς ζώει, τῷ ἐγὼ ζωάγρι' ὀφέλλω, Ὅς τ' ἐμὲ μὲν λῦσεν, δῶκεν δ' ἀπερείσι' ἄποινα· Ὡς ζώει σάφα οἶδα, καὶ ὡς μετόπισθεν ἔτ' αὔης Στήσετ', ὅταν κόσμοιο πανύστατον ἦμαρ ἱκάνῃ.
Εἰ ἄρα σκωλήκεσσιν ἕλωρ τόδε σῶμα γένηται, Καὶ χρέα μοι εὐλαί τε καὶ ἑρπετὰ τετριώωσιν, Ἀλλ' ἔμπης ἅμα σαρκὶ Θεὸν πάλιν ὄψομ' ἀναστάς·
Αὐτὸς ἐγὼ, οὐκ ἄλλος ἐμεῦ χάριν, ὄμμασι τούτοις Ὄψομαι, οὐδ' ἄλλοις, οὐδ' ἀλλοτερίοις ὀφθαλμοῖς· Εἰ καὶ σπλάγχνα σέσηπε, νεφροὶ δ' ὑπὸ πάντες ὄλοντο.
Ὑμέας οὖν χρὴ ὧδε λέγειν, Τί νυ τείρομεν αὐτόν; Τίφθ' οὕτω χαλεποῖσιν ὀνείδεσι θυμὸν ἑταίρου Τρύχομεν; ᾗ γὰρ ἔμοιγε παρεστήκασι θέμιστες, Εὐδικίῃ, δρυὸς ὣς πυκινῆς ῥίζῃς, ἀραρυῖαι.
Δείδιτε νῦν ξίφος ὀξὺ, τὸ γὰρ ξίφος ἄνδρας ἀλιτροὺς Τίννυται, ὄφρ' εἰδῆτε δίκην νέμεσίν τε γενέσθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη Σωφὰρ Ναματίτης·
Τούνεκά μ' ὀτρύνεσκεν ἐμοῦ μελεδήματα θυμοῦ, Τούνεκα καὶ σπεύδω, μεμαὼς κατεναντίον εἰπεῖν.
Αἶσχος ἐμὸν, λώβην τε κακὴν, καὶ ἔλεγχος ἄκουσα, Καί τι ἔπος μ' ἐκφᾶναι ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
Ἦ ῥα τό γ' ἐκ πάλαι οἶδα, τῷ δ' ἐγκάτθεο θυμῷ; Ἐξ οὗ δὴ τὰ πρῶτον ἐπὶ χθονὸς ἄνδρες ἔναιον·
Ὅτι κακοὶ μάλα βαιὸν ἐπὶ χρόνον εὐχετόωνται, Ἀνδρός θ' ὑπερφιάλοιο μινυνθάδιον πέλε χάρμα;
Εἰ καὶ ὑπειρεχὴ αὐτοῦ ἐς οὐρανὸν εὐρὺν ἱκάνοι, Εἰ δὲ καὶ ὑψικάρηνος ἐνὶ νεφέλῃσι μιγείη, Ἀγλαΐῃ τε μέγα φρονέων, καὶ κύδεϊ γαίων·
Αὐτὰρ ὅμως ἀπόλωλε διαμπερὲς, ἠΰτε κόπρος Παμμίαρος, στυγερὴ, τῆς καὶ ὀλοώτατος ὀδμή. Καί νύ κέ τις τότε εἴποι ἰδὼν ἐς πλησίον ἄλλον, Ποῦ ὅγ' ἀνὴρ νῦν ἐστιν, ὅτ' οὐκέτι που μιν ὁρῶμαι; Ἀλλ' αἰεὶ τὸ πάρος γε μετ' πρώτοισι φάνεσκεν.
Ὤιχετ' ἀποπτάμενος σκιοειδέϊ ἶσος ὀνείρῳ· Οὔλῳ, ὃς τάχ' ὄλωλεν, ἐπεὶ βλέφαρ' ὕπνος ἀνῆκε· Καί νύ κέ τις αὐτὸν διζήμενος εἴ μιν ἐφεύροι, Εἰδώλοις γε ὁμοῖος ἀπῴχετο νυκτερινοῖσιν.
Οὐδέ μιν ὀφθαλμὸς πάλιν ὄψεται, ὃς πρὶν ὄπωπει, Οὐδέ τι μιν χῶρος, τίν τε προπάροιθεν ἔχεσκεν.
Υἱέες οἱ ἱέμενοι καὶ συρφετὸν ἱλάσκεσθαι, Μειλιχίοισι λόγοισι νόον θέλξουσι πενιχρῶν, Καὶ πτωχοῖς ἐπέεσσι καθάψονται μαλακοῖσιν· Κτήματα δ' ὅσσα βίῃ σφιν ἀφείλετο νηλέϊ θυμῷ, Ἄψ ἐθέλων ἀρέσαι, χείρεσσιν ἑῇσιν ἀποίσει.
Ὀστέα δ' ῆς ἄτης ἐμπίμπλαται, ὃς ἔοργε· Τὸ πρὶν, ἔτ' ἠβώων, ὅτε οἱ βίη ἔμπεδος ῆεν, Νῦν δ' ἄρα τηκεδόνι στυγερῇ ἔχεται ἀμφὶ μέλεσσιν· Ἦν διὰ μαχλοσύνην, χαλεπὴ δ' οἱ νῆσος ὀπηδεῖ, Ἥδε τέ οἱ ἔσται ὁμοδέμνιος ἐν κονίῃσιν.
Εἰ καὶ ἐπὶ στόματι γλυκίων μέλιτος πέλεν αὐτῷ, Ἦ οἱ ὑπὸ γλώσσησιν ἀτασθαλίη κεκάλυπτο·
Εἰ δὴ καὶ ἐνδυκέως περιδύσεται, οὐδὲ μεθῆκεν, Ἀλλ' ἔχετ' ἀστεμφέως, μέσσω δ' ἐπόρουσε λάρυγγι·
Ἀλλὰ μετηλλάχθη οἱ ἐνὶ σπλάγχνοισιν ἐδωδὴ, Οἷά τε πευκεδανοῦ χόλος ἀσπίδος ἔνδον ἐτύχθη.
Ὅσσον δ' ἁρπαλέως ἄφενος καὶ πλοῦτον ἄφυξεν, Ἐξεμέσει πάλιν, ὡς ὅτ' ἐράζετο οἰνοβαρείων Ἀνὴρ κραιπαλόων, φάρυγος δ' ἐξέσσυτο οἶνος· Ὧς ὅγ' ἂν ἐξεμέσειεν ἑκὼν ἀέκοντί γε θυμῷ Χρήμαθ' ἅπερ κατέδαψε· Θεὸς δ' ἐκ γαστέρος ἔλξει.
Καὶ τότε μυζήσει θανατηφόρον ἀσπίδος ἰὸν, Καί μιν ἔῃ γλώσσῃ κτενέει λαοπλῆτις ἔχιδνα.
Οὐ μὴ ἴδοι ποταμοὺς, οὐ νάματα καλλιρέεθρα, Οὐ μέλιτος ποταμοὺς, οὐ νάματα βουτύροιο.
Οὔ ποθ' ἑοῦ καρπὸν βρώσει πόνου, ἀλλ' ἀποδώσει, Οὔπω γευσάμενος ὡς ἐὼν καμάτου παλαμάων· Χρήματά θ' ὅσσ' ἑτέρων ἀποαίνυτο, τόσσα μεθήσει, Οὐκέτ' ἀγαλλόμενος πλάτῳ κτεάτεσσί τε πολλοῖς.
Οὕνεκα τὶν πτωχὸν τρύχεσκεν ἀπηλέϊ θυμῷ, Ἠδὲ κακῶς ἀφίει κεχρημένον ἄνδρα προΐκτην· Οἶκον ἀπ' ἀλλότριον, τίν τ' οὐδέ ποτ' αὐτὸς ἔδειμεν, Εἵλετο, ἠνορέῃ πίσυνος καὶ κάρτεϊ χειρῶν·
Ἄμμορος ἡσυχίης γαστήρ οἱ ἔσσετ᾽ ἄναλτος, Νωλεμέως ὀδύνῃσι πεπαρμένη ὀξείῃσι· Τῶν δέ μιν ἵμερος αἱρεῖ, ἐς αὔριον ἔτι σαώσει.
Οὐδέ τι τυτθὸν ἑῆς ἔσται περίλοιπον ἐδωδῆς· Μαψιδίως τις ἄν εἴη ἑὸν ποτιδέγμενος ὄλβον, Ὅν κε λίπῃσι θανών· ἦ γάρ οἱ ὄλωλεν ἅπαντα.
Ὡς ἅλις οἱ φῆ ᾖ, ὀϊομένῳ κορέσασθαι, Ἐξαπίνης χρεώ μιν ἱκάνεται οὐκέτ᾽ ἀνεκτὸς, Μέσσῃ τ᾽ ἐν θαλίῃ κρατερή οἱ ἐπῆλθεν ἀνάγκη· Καί οἱ ἀλιτρῶν φῦλα βαρείας χεῖρας ἐπείσει.
Ὄφρα κὲ ἀσπασίως μέλλει σίτοιο πάσασθαι, Ὡς ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἰάλλει, Τῷ ἔπι αἶψα Θεὸς ῥίψει βαρυμήνιδα θυμὸν Καὶ μέσσῃ ἐνὶ δαιτὶ (κόρος δέ μιν οὔπω ἵκανεν) Ὡς ὅτε ταρφειὰς νιφάδας κατέχευεν ἔραζε.
Εἰ καὶ ἐνὶ πολέμῳ ἠλεύατο χάλκεον ἔγχος, Ἀλλ᾽ οὐδ᾽ ὧς μέλλει σόος ἔμμεναι· ὡς γὰρ ἔφαζες, Δεινὴ κλαγγὴ ὤρτο σιδηρείοιο βιοῖο, Λίγξε βιὸς, νευρὴ δὲ μέγ᾽ ἴαχεν, ἆλτο δ᾽ ὀϊστὸς Ὀξυβελὴς, θάνατόν τε φέρων καὶ κῆρα μέλαιναν, Τὸν δὲ μέσον τόρησε, φίλον δ᾽ εξαίνυτο θυμόν.
Ἕλκεται ἐκ κολεοῖο λιλαομένου χροὸς ἆσαι, Ἀντικρὺ δὲ ἁπαλοῖο διὰ χροὸς ἤλυθ᾽ ἀκωκὴ, Καὶ χόλον οἱ διέπειρεν ἀστράπτον ξίφος ὀξὺ, Πᾶν δ᾽ ὑπεθερμάνθη ἑῷ αἵματι, λῦσε δὲ γυῖα. Αἰεί μιν τρόμος αἰνὸς ἔχει, καὶ τάρβος ἄλατον.
Πᾶν δέ οἱ ἐνδόμυχον σκότος ἔσσεται εἰνὶ μελάθρῳ, Καὶ ἀχλὺς ἐρεβεννὴ ἑῷ ἐνὶ κεύθεσιν οἴκου· Θεσπιδαὴς δὲ φλὸξ, ἥ τ᾽ ἐκ φύσησιν ἐγέρθη, Πάγχυ μιν ἐκπορθήσει, καὶ εἴ νύ τις οἱ μετόπισθεν Ἐν κλισίῃφι λέλειπτο, κακῶς ἄρα ἔσσετ᾽ αὐτῷ.
Οὐρανὸς ἀμφάδιον θήσει κακὸν, ὅττι ἔοργε· Νήπιος· ἦ γὰρ ἔφη λήσειν Θεόν· ἂν δέ τε γαῖα Στήσεται εἰνὶ θέμιστι καθ᾽ αὐτοῦ ψῆφον ἐνεῖκαι.
Πᾶς δέ οἱ ὄλβος ὄλωλε, Θεοῦ ἀπομηνίσαντος, Χρήματα δ᾽ ἐξ οἴκου ῥέεν, ὡς ἀπατήλιον ὕδωρ.
Ἡ μοῖρ᾽ ἀνέρος ἐστὶν, ὃς οὐκ ὄθετ᾽ αἴσυλα ῥέζων, Ἥδ᾽ οἱ θέσφατίς ἐστι πάλαι τε πεπρωμένη αἶσα Δυσλώφ᾽· ὡς γάρ οἱ ἐπέκλωσεν τάγε Δαίμων.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ἴωβος Αἰὲν ἐνὶ στήθεσσι νόον ταλαπενθέα νωμῶν·
Κέκλυτέ μευ μύθων κακά περ πάσχοντος, ἑταῖροι, Καὶ τόδε γ' ὔμμι πέλοι παραμύθιον, ὅ,τι κεν εἴπω.
Πρῶτά με τυτθὸν ἐάσατ' ἀμοιβαίως ἀγορεύειν, (Οὕτω γὰρ θέμις ἐστίν) ἔπειτα δὲ λωβήσαισθε.
Ἦ ῥα παρ' ἀνθρώποις ἐπιμέμφομαι; εἰ δὲ καὶ οὕτως, Ὡς κέ μοι ἐν στήθεσσιν ὀρινθείη φίλον ἦτορ;
Ἀλλ' ἐμέθεν ξυνίετ'· ὦκα καὶ ὐμέας θάμβος ἱκάνοι, Ὑμέας θάμβος ἱκάνοι· ἐπὶ στόμα χεῖρα τιθέντας.
Ταῦθ' ὡς οὖν ἐνόησα, τάφος δέ μ' ἔλεν, ἐν δ' ἄρα θυμῷ Βαλλόμενος ταρβῶ, ὑπὸ δὲ τρόμος ἔλλαβε γῦα.
Τίφθ' οὕτω ζώουσι κακοὶ θαλίῃ ἐνὶ πολλῇ; Τίπτε καὶ ἐν κακότητι βροτοὶ καταγηράσκουσι; Τίπτε καὶ εὐθενέουσ' οἳ ἀτάσθαλα μηχανόωνται, Ὄλβῳ τε πλούτῳ τε κεκοσμένοι ἐν μερόπεσσιν;
Ἀσκεθέα σφίσι τέκνα, καὶ ἔκγονοι ἄντα πάρεισι, Παῖδας ἅμ' ἀμφιθαλεῖς, παίδων δέ τε παῖδας ὁρῶντι.
Δώματ' ἐπ' εἰρηνώφιν ἐύκλιτα ναιετάουσι Παντὸς ἄνευθε φόβου, πάσης ἀπάτερθεν ἀνίης, Οὔποτε τυπτόμενοι λιγυρῇ μάστιγι Θεοῖο.
Γενναῖός σφισι ταῦρος, ὃ δ' οὐκ ἀφάμαρτεν ὀχεύων· Αἱ δὲ βόες γείναντο, καὶ οὐδὲ ποθ' ὠμοτόκησαν.
Τυτθὸν ἐκπέμπουσι καὶ ἰλαδὸν ἠύτε πῶϋ Παῖδες δ' ὀρχηθμῷ τε χοριστυπίῃσί τ' ἄεισοι, Παρθενικαί τε καὶ ἠίθεοι ἀταλὰ φρονέοντες Ὠρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
Τοῖσιν δ' ἐν μέσσοισι παῖς φόρμιγγι λιγείῃ Ἱμερόεν κιθάριζε, λίνον δ' ὑπὸ καλὸν ἄειδεν· Οἱ δ' ἐπεὶ ἂν κιθάρης ἄϊον μελιηδέα φωνήν, Τήθυσαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη, Μολπῇ τ' εὐφμῷ τε ποσὶ σκαίροντες ἕποντο.
Ὡς οἱ μὲν χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, Αἰεί τε λιπαροὶ κεφαλάς, καὶ καλὰ πρόσωπα, Πίνοντες καὶ ἔδοντες (ἐπηετανὸν γὰρ ἔχεσκον) Ἀφνειοὶ βιότοιο ἐπεὶ μόρον ἐξετέλεσσαν, Αἰφνίδιοι θανάτοιο ἔβαν δόμον ἄϊδος εἴσω.
Οἱ δὲ Θεὸν συφέλιξαν ἀγλωσσίῃσι νόοιο, Καὶ μάλ' ὑπερφίαλον ἔπος ἔκβαλον· ὡς γὰρ ἔφαντο, Βάσκ' ἴθι ὀπιτάχιστ' ἡμέων ἀπο τηλόθι μᾶλλον, Ἄμμι γὰρ οὐ φίλον ἐστὶ δαήμεναι σεῖο κελεύθους.
Ἀθάνατος δ' τίς ἔστ', αὐτῷ ἵνα λατρεύσαιμεν; Ἢ τί τόσον πέλε κέρδος, ἐπεὶ ἱκετεύσαμεν αὐτὸν Πολλὰ μάλ', ὅς δ' ἀνένευσε, κακῷ δ' οὐ γίνετ' ἐρωή;
Ἀλλ' οὐ δὴν μέλλεσσιν ὑπέρβιοι εὐχετάασθαι, Οὐδὲ γὰρ ἔμπεδος ὄλβος ἔπι σφίσιν, οὐδὲ πέπηγε. Τῷ καὶ ἐγὼ δολόεσσαν ἀπέπτυσα μῆτιν ἀλιτρῶν, Οὐδέ τι μοι σκολιὴ κείνων ἐπιώσατο βουλή, Οἳ ὕβρει εἴκοντες ἀτάσθαλα μηχανόωνται.
Ποσσάκι δυσσεβέας στυγερὴ κατέμαρψεν ὁμίχλη; Ποσσάκι τε σφίσι λύχνον ἀπέσβεσε πικρὸς ἀήτης, Ἐλθὼν ἐξαπίνης, δαΐδων δ' σβεννυμενάων Αὐτὸς πανσυδίῃ ἐδαμάσσατο λυγρὸς ὄλεθρος; Χωόμενος δ' ἀνδρεσσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ Ἄλγε' ἔδωκε Θεός· ταμίης γὰρ ὅγ' ἔστ' ὀδυνάων.
Οἱ δέ τε καρφαλέῃ καλάμῃ τελέθουσιν ὁμοῖοι, Ἢν τάχ' ἀφαρπάξωσι πολυστροφάλιγγες ἄελλαι, Ἢ ἄχνῃ, ὴν στρομβηδὸν εὐτροχάλως κατ' ἀλωὰς Λαίλαπι μαστίζωσι λιγυπνείοντες ἀῆται.
Ἄλλοτε μὲν γὰρ πατρὸς ὑπερβασίην ἀλεγεινὴν Παίδεσσιν ταμίας ὅδε Θεὸς κειμήλιον εἷεν, Οἱ δ' αὐτῶν τίσαντες ἐπαυρίσκοντο τοκῆος· Ἄλλοτε δ' αὐτὸς ἑῆς ἄτης τίνεσκεν ἀμοιβὴν Σχέτλιος, οὐδέ τις ἔστιν ἀνάβλησις κακότητος.
Ὀφθαλμοῖσιν ἑοῖσιν ἑὸν πανάποτμος ὄλεθρον Ὄψεται, ἀργαλέον πίεται χόλον Ἀθανάτοιο.
Τίπτε γ' ἑῷ οἴκῳ ἔτι τέρπεται, ὅν κε λίπῃσιν, Ὄφρα οἱ ἡμιτελὴς μεσσηγὺ κολύεται αἰών;
Τίς Θεῷ ὑψείῳ ὑποθήσεται, ὄφρα δαείη; Καὶ γὰρ ὅγ' ὑψηλοῖσι δίκας ἄνδρεσσι δικάζει.
Ὃς μὲν ἀποθνήσκει μέσσῃ νεότητος ἐν ἀκμῇ, Καὶ δ' ἔχει ἥβης ἄνθος, ὅτε κράτος ἐστὶ μέγιστον· Ὄλβιος, ἀμφιθαλής τε, καὶ ἥσυχος, οὐδέ τι ταρβεῖ· Ψυχὴ δ' ἐκ ῥεθέων πταμένη ἀϊδόσδε βεβήκει, Ὃν πότμον γόωσα, λιποῦσ' ἀδροτῆτα, καὶ ἥβην.
Ὥρῃ ἐν ἡλικίης, ὅτε μυελὸς ὀστέα τέγγει, Ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δαίει·
Ὃς δέ τ᾽ ἀδευκέα θυμὸν ἔχων τετιημένος ἔρρει Ἐκ βίου, οὐδέ ποτε ψωμὸν ἡδυειδέ᾽ ἐδηδώς.
Ἶσοι δ᾽ ἐν κονίῃ πάντες κατακοιμήσονται, Ἐν δ᾽ ἰῇ τιμῇ ἠμὲν κακὸς, ἠδὲ καὶ ἐσθλὸς, Ὄφρα σκωλήκεσσιν ἕλωρ καὶ κύρμα γίνονται.
Ἀλλ᾽ ἐγὼ εὖ οἶδα σφετέρου μελεδήματα θυμοῦ, Ὅσσά τ᾽ ἐμ᾽ ὑβρίζοντες ἀμήχανα μητιάασθε·
Ὡς γὰρ ἐξερέειτε, Ποῦ ὀρχάμου ἔστι μέλαθρον; Ποῦ δόμος ὑψικάρηνος ἀγακλειτοῦ βασιλῆος; Ποῦ μέγαρ᾽ ἄρχοντος; πόθι δ᾽ οἱ δῆμός τε πόλις τε; Ποίῳ δ᾽ ἐν κόλπῳ χθονὸς ἕσταεν (εἰ δέ ποθί ζῇ) Δώματα δυσσεβέων; πόθι ναιετάουσιν ἀλῆται;
Οὐκ ἂν τῶνδε πεπύθεσθε, οἳ ἐν τριόδοισι τυχόντες Ὑμμιν ἀπαντιόωσι, καὶ αὐτῶν οἴδατε τέκμωρ;
Ὡς ὃ μὲν οὔτι σόοι εἰσὶν ἀτάσθαλοι ἀλλὰ μίνυνθα, Ἔκ τε κακῶν ἐσάωθεν ἀμειλίκτῳ τινὶ φειδοῖ, Εἰσόκε μοῖρ᾽ ὀλοὴ, καὶ νηλεὲς ἦμαρ ἱκάνῃ· Καὶ τάχα δ᾽ αὖ θανάτονδε καλεόμενοι ἑρπύζουσιν, Οἷά περ ἐκ φυλακῆς, καί σφιν σῶς αἰπὺς ὄλεθρος, Ἤματι τῷ ὅτ᾽ ὄπις τε Θεοῦ νέμεσίς τε γένηται.
Τίς δ᾽ ἄρα τοῦ ἀνδρὸς ὑπέρβιον ὕβριν ἐλέγξει Ἀμφαδὸν, ἢ εἰς ὦπα ἰδὼν ἐπιμέμψεται ἔργοις; Ἦ τίς οἱ ἀντικρύ γ᾽ ἀποτίσεται, ὅσσα ἔοργεν;
Ἀλλὰ καὶ ὧς, τοῖός περ ἐὼν, κρατερός καὶ ἀγέλωρος Δύσεται εἰς ἀΐδαο, καὶ ἐν νεκύεσσι φαεινεὶ Μίμνων εἰνὶ τάφῳ, τύμβῳ ἔνι οἰκία ναίων, Ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἕται τε.
Ἔνθ᾽ ὃ μὲν ἐν μαλακὸν καὶ νήδυμον ὕπνον ἀωτεῖ Κείσεται ἀσπασίως, γλυκεραὶ δ᾽ οἱ ἐν ἄγκεσι βῶλοι· Ἡμεῖς δ᾽ αὖ δειλοὶ αὐτὸν μέτα φῦλ᾽ ἀνθρώπων Πάντες ἐπιπασσόμεθα, πρὸ μέν τ᾽ ἄλλ᾽, αὐτὰρ ἔπ᾽ ἄλλοι· Ὡς τε περὶ αὐτῷ ἔσταν νεκύων ἀμενηνὰ κάρηνα Μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.
Ἀλλὰ τίη μοι ταῦτα παρηγορέεσθε ματαίως; Ὡς ἁλίη ὑμέων γε παραίφασίς ἐστιν, ἑταῖροι, Ἔσκεπται δ᾽ ὑμετέροις ἀεσισφροσύνη ἐνὶ μύθοις.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Ἐλιφᾶς Θαιμανίτης Ὀχθήσας· δὴ γάρ μιν ἔχεν χόλος ἤλιθα πολλός·
Ἦ ῥα Θεόν τις ὀνήσει ἰδῇῃσι πραπίδεσσιν, Ὡς ἀνὴρ, ὃς ἐνὶ φρεσὶ πεπνυμένῃσι κέκαστος; Αὐτὸς ἔῃ πνυτῇ μέγ᾽ ὀφέλλεται ἠδ᾽ ὀνίνηται;
Ποῖον ἔω τόδε χάρμα Θεῷ, εἰ ἦσθα δίκαιος; Ἠὲ τί οἱ μέγ᾽ ὄνειαρ ἀκήρατα σεῖο κέλευθα, Εἴπερ ἀμύμων αὐτὸς ἔης, καὶ ἀμύμονα εἰδῇς,
Ἦ ὅτι σὴν ἀτίτην τρομέει, καὶ λοίγια ἔργα, Μή τι μιν ὑβρίζῃς, ἢ ἄλλό τι κύντερον ἔρδῃς, Τούνεκα νῦν σε ἔλεγξε, καὶ ἐν δίκῃ ἀντίος ἔστη;
Νηπύτι᾽, οὐκ ἄρα σοὶ ἀλιτήματα μυρί᾽ ἔασιν, Ἄσπετος ἀμπλακίη, κακοεργίη δ᾽ ἀπέραντος; Ὀυχ ὕβρις τε βίη τε σιδήρεον ὐρανὸν ἵκει;
Καὶ γὰρ ἀγλωσσείῃ κρατερῇσί τε χερσὶ πεποιθὼς Μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἀδελφεὸν ἠνεχύρασσας, Νηλεὲς, οὐδέ τι οἱ μυδόεντα δῶκες ἀμοιβήν· Γυμνῷ εἵματ᾽ ἀφεῖλες, ὁ δ᾽ οὐκ ἔχεν ἀμφιβαλέσθαι.
Ἀνδρὶ ᾗ κεκμηῶτι πιεῖν οὐκ ὤπασας ὕδωρ, Ὀυ βρωτοῦ νῆστιν· τὸ δ᾽ ἔτι πολὺ ῥίγιον ἔστιν, Ἐσέρεσας διψῶντα ποτοῦ, πεινῶντα δὲ σίτου.
Ἀλλ᾽ ὁ μὲν ἔλλαβε γαῖαν, ὅυ κράτος ἦε μέγιστον, Ὠκέες δ᾽, ὃς πλείστης πόσει πάντων ἔμμορε τιμῆς· Τῶν δ᾽ ἄλλων σὺ μὲν οὐκ ἄθεο φρεσὶν, οὐδ᾽ ἀλέγιζες·
Ὀυδέ τι χηρώων ποτὲ κήδεο, οὐδ᾽ ἐλέαιρες Ὀρφανικούς, τοῖσίν τε φίλοι τεθνᾶσι τοκῆες· Τὰς δὲ κενὰς ἀφίεις, καὶ σύ γε βραχίονα ῥῆξας.
Τούνεκά σε πλεκταὶ παγίδες περιεκυκλώσαντο Πάντοθεν, ἀμφὶ δὲ ποσσὶ λίνα στενόεντα κέχυνται, Καὶ τρόμος αἰφνίδιος καὶ δείματα θυμὸν ἀτύζει·
Καὶ σκότος ἀμφιχυθεὶς, ἵνα μὴ φάος ἠελίοιο Ὀφθαλμοῖσιν ἴδῃς, γλυκερὸν φάος ἠελίοιο· Καὶ ποταμοὶ πλήθοντες, ὑποβρύχιον δέ σε θῆκε Πλημμυρὶς οἰδαλέη, κατά τ᾽ ἔκλυσεν ἄσπετον ὕδωρ.
Ὀυ Θεὸς (ὡς γὰρ ἔειπες) ὑπέρτατα δώματα ναίει Ἀκροτάτῃ κορυφῇ πολυχανδέος Ὀυλύμποιο Τῆλε μάλ᾽, ᾗ ὕψιστος ὑπὲρ χθονὸς ὐρανός ἐστιν; Ἀστέρας εἰσάνιδε, σφίσιν ὡς αἰπεινὰ κάρηνα Γαῖαν ὑπερβεβαῶτ'· Θεὸς δέ θ' ὑπέρτερος ἄστρων.
Πῶς ἔν διδε Θεός; πῶς ἔγνως; πῶς ἐνόησεν; Ἦ νύ κεν ἀθρήσειε διὰ νεφέων ἐρεβεννῶν; Ἦ τι διακρίνειε δι' ἠέρος ἀχλυόεσσης;
Ἦ μάλα που νεφέλῃ πεπυκασμένος, οὐδὲν ὄπωπε, Τῆλε δ' ἀπὸ χθονός ἐστι βιβὰς ἐπὶ κύκλον ὀλύμπου.
Ἀλλ' ἐκ ἐφράσθης, κᾀὶ σῷ ἐγκάτθεο θυμῷ, Oἶμον ἀείγνωπον, τὸν ἀτάσθαλοι ἄνδρες ἔβησαν, Καὶ ὁδὸν εὐρύχωρον, πάλαι ἣν ἐπάτησαν ἀλεῖται;
Oἳ τάχ' ἀμαλδύνοντ', ὡς ἄνθεα πάμπαν ἄωρα· Τοῖς ἐπεὶ ἐν ποταμὸς πλήθων ἐκέδασσε θέμεθλα Χειμάῤῥος κατ' ὄρεσφι, καὶ ἄσπετος ὄμβρος ὄρωρεν, Αὐτῇσι ῥίζῃσι κατήρειπον, ἠδ' ὀλέκοντο.
Oὕνεκα τετλήκασι Θεῷ ἐειδανέμεν ἄντην, Καί μιν ἀποσυρβίζαι ὀνειδείοις ἐπέεσσιν, Ἔῤῥ' ἡμέων ἀπο τῆλον, Ὀλύμπιε, τίς δε σέ χρεώ; Βάσκ' ἴθι, χάζεο νῦν, ἀναχώρει, πολλὸν ὀπίσσω· Ἀλλά γε τί πλέον ἄν σφι Θεὸς καταθύμιον ἕρξῃ, Εἰ δύναιτό τελέσαι γε, κᾀὶ εἰ τετελεσμένον ὀξὺς
Τοῖσι γὰρ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔδωκε Θεσπεσίην τε πλοῦτον· ἅλις δέ σφ'· αἱ δέ τ' ἀλωαὶ Καρπῶν βεβρίθασι, δόμοι δ' ἔμπλειτο ἑάων. Τῆλε δέ μοι βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν Δυσσεβέων, ἐπεὶ οὔ μοι ἅδε φρεσὶ μῆτις ἀλειτῶν.
Ἦ κεν γηθήσαι ἀγαθός τ' ἀγαθοῖό τε παῖδες, Ὅσσοι τ' εὐσεβέες μέγα κεν κεχαροίατο θυμῷ, Ἄσβεστός τ' ἄρ' ἐνῶρτο γέλως ἀνδράσι δικαίοις, Ὡς ἴδον ἀφραδίαις διὰ γαῖαν ὀϊζύοντας, Σφῇσί τ' ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχοντας.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον, Ἡμέων ὔπω χρήματ' ἐκείρετο, λείψανα δ' αὐτῶν Βρῶσις ἅπαντα χυθεῖσα πυρὸς δηΐοιο ἐρωή.
Ἀλλ' ἄγε, λῆγ' ἔριδος, δάμασον μεγαλήτορα θυμὸν, Μήτε σὺ, Ἴωβ, ἤθελ' ἐριζέμεναι βασιλῆϊ Oὐρανοῦ, ἀλλ' ἐπίηρα φέρειν, ἵνα μείλιχος εἴη· Νῦν δ' οἱ ὁμίλησον φίλως ὡς, πείθ' ὅρκια τάμνων, Ὀφρ' ἀγαθή σοι μοῖρα, κᾀὶ αἴσιμα πάντα γένοιτο.
Τῦ δὴ ἀπὸ στόματος δέξαι ζωαρκέα θεσμὸν, Ἠδ' ἔπεα ζωῆς ὦκα, κᾀὶ ἐν φρεσὶ βάλλεο σῇσιν, Ἦ ὅι ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέει αὐδή.
Εἰ δὲ πρὸς Ἀθάνατόν γε παλίντροπον ἴχνος ἐπείγῃς, Στήσεαι ἀσφαλέως, δεδμημένος ὡς τὸ πάρος περ, Τῆλε δ᾽ ἀτασθαλίην ῥίψεις σέθεν ἐκ κλισιάων.
Χρυσὸν ἀπειρέσιον ταμιεύσεις, ὥς τε κονίην, Ἠ̈ τε θέρευς ὥρῃ πλείστη κεῖτ᾽ ἀμφὶ κελεύθους· Νηήσεις τ᾽ ὄβρυζον ἄδδιν χαλίκεσσιν ἶσον·
Οἱδέ θ᾽ ἄλις κέαται ποταμοῖς ἐνὶ καλλιῤῥόοισιν. Ἀθάνατος σέθεν ἕρμα καὶ ἄσπετον ἔσσεται ἀλκάρ, Χρυσός θ᾽, ὅς μέγ᾽ ἔρεισμα πέλει μερόπεσσι βροτοῖσιν· Ἔσται σοι χρυσός τε καὶ ἄργυρος ἤλιθα πολλός.
Ἔνθά κε ἀγλαΐῃ φρένα τέρψεαι, Ἠλυμπόνδε Ὄμματ᾽ ἀειρόμενος, καί σε γλυκὺς ἵμερος ἕξει Ἀθανάτου, ὅ δέ σοι μέλλει μέγα χάρμα γενέσθαι.
Λισσόμενος καλέσεις μιν, ὁ δ᾽ ἐμμαπέως ἐπακούσει Φωνῆς εὐχομένοιο, σὺ δ᾽ εὐχωλὰς ἀποτίσεις.
Ἔμπεδον, οὐδ᾽ ἅλιον ἔπος ἔσσεται, ὅ,ττι κεν εἴπῃς· Εἰ φρεσί τι κείνῃς, τόδε σοι τετελεσμένον ἔσται. Ἀμφὶ δὲ σῆς λάμψει γλυκερὸν φάος ἀτραπιτοῖσιν.
Ὁππότε μνεία φῦλα βροτῶν ὑπερηνορέοντων Κάππεσον ἐν κονίῃσι, Θεοῦ ὑπὸ χερσὶ δαμέντες, Φήσεις, ὥς σε φίλα φρονέων Θεὸς ὑψόσ᾽ ἄειρε, Δῶκε δ᾽ ἀείζηλον καὶ ὑπείροχον ἔμμεναι ἄλλων, Ἔκπρεπέ᾽ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν· Ὅς γ᾽ ἀγλωσσίῃσι πεποιθότα ῥεῖα χαλέπτει, Αἰδοῖ μειλιχίῃ τε κεκασμένον ἄνδρα σαώσει.
Πολλάκι πατρίδα γαῖαν ἀμύμονες ἐνναετῆρες Ἐκ μοίρης ἐρύσαντο δίκῃσί τε καὶ μύεϊ σφῷ· Καί νύ κε σὺ στυγερὸν νήσῳ ἀπὸ λοιγὸν ἀμύνῃς Σῇ τ᾽ εὐεργεσίῃ καὶ ἀκηρασίῃ παλαμάων.
Τὸν δ᾽ μέγ᾽ οἰμώξας ἀπαμείβετο δῖος Ἴωβος,
Ὦ, μοι ἐγὼ, ὅττι νῦν μοι ἀδικὴς ἔπλετο μορφὴ Πικρὸν ὀδυρομένῳ ὑπὲρ ἀλλήκτων ὀδυνάων. Εἴ γ᾽ ἀδινὸν στενάχω, καὶ δάκρυα μυρία λείβω, Αὐτὰρ ἐμὸν στεναχῆς ἀδινώτερον ἕλκος ἐτύχθη· Οὐ τόσα δάκρυα λείβω, ὅσων ἄχος ἄξιον ἔστιν.
Εἴθ᾽ εὕροιμι Θεὸν, καὶ ἑὸν θρόνον εἰσαφικοίμην, Ὡς ὄφελον στῆναι βηλοῦ ἔπι θεσπεσίοιο· Ἀντίος εἰνὶ δίκῃ, ὄφρ' ἐντωίαιμι θέμιστος.
Τῷ οἱ ἐειξέμμεναι τλαίην, καὶ νεικέεσσι ἀντίω, Ἰθυϊνὰς τε λόγους, ἐπέων θ' ὑπολήμψομ' ἀγῶνα, Γλῶσσαν ἐλέγχοισιν πεπυκασμένην ἐμπεδομύθοις.
Εὖ ἄρα κε γνοίην ἔπεα φρεσὶν, ὅσσ' ἀγορεύοι, Φραζοίμην τό γε θυμῷ, ὅ μοι κατεναντίον εἴποι.
Ἦ ῥά νύ μοι ἐείσειε Θεὸς δειλῷ ἀνθρώπῳ, Κάρτεϊ ᾧ πίσυνος, χερσίν τε καὶ ἀλκὶ πεποιθώς; (Ὦ μοι ἐγὼ, ἐπεὶ οὔ κε τις οἱ σθένος ἰσοφαρίζοι) Οὐ μὲν· ἀτὰρ ἔμοιγε μένος πολυθαρσὲς ἐνήσει Ἄτρομον ἐν στήθεσσι, βίην ἀμέγαρτον ὀφέλλων.
Ἔνθά κέν οἱ κατὰ κόσμον ἐειδμαίνωσι δίκαιοι Ἀμφαδὸν, ἱέμενοι ὅππ' ἵστορι πεῖραρ ἑλέσθαι. Καί κεν ἐελποίμην νίκην καὶ κῦδος ἀρέσθαι Ἐκ Θεοῦ, ὅς μετὰ πᾶσι δίκην ἰθύντατα εἶπεν.
Ἀλλ' ὤμοι δύστηνος, ἐπεὶ Θεός ἐστιν ἄφαντος· Πρόσσω ἔβην, ἀτὰρ οὔ μιν ἐσέδρακον· ἠδέ τ' ὀπίσσω, Ἀλλ' οὐδ' ὣς δυνάμαί μιν ἐν ὀφθαλμοῖσιν ὀρῆσθαι.
Εἴτ' ἐπὶ δεξιὰ εἶμι πρὸς ἠῶ τ' ἠέλιόν τε, Εἴτ' ἐπ' ἀριστέρ' ἔγωγε ποτὶ ζόφον ἠερόεντα· Οὐ μιν ἐπὶ σκαιῇ, ὅθι μέρμερα ῥέξεν, ὄπωπα· Οὐδ' ἐπὶ δεξιτερῇ, τόθι γὰρ κεκρυμμένος ἐστίν.
Ἀλλ' ἔμπης σάφα κεῖνος ἐμὰς δεδάηκεν ἀταρπούς· Πάντα τ' ἀκηχεμένος ἴδεν ἤθεα, καὶ νόον ἔγνω, Ὡς ἐμὲ γὰρ δοκίμαζεν ὀϊζύος εἰνὶ καμίνῳ, Ἐκ δ' εἶμι χρυσῷ ἴκελος πολὺ λαμπετόωντι, Ὅς τ' εὖ παμφαίνῃ κεκαθαρμένος ἐν πυρὸς αὐγῇ.
Ἀστεμφέως ἑὸν ἴχνος ἐμοῖς ἐδίωξα πόδεσσιν, Ἴχνεσιν ἰθυπόροισιν ἑῶν ἐφύλαξα κελεύθων, Καὶ ποσὶν ἀκλινέεσσι, καὶ ἐκ ἀφόμαρτον ὁδοῖο.
Οὐδέ μοι ἄμμορρος κραδίη ἀπεχάζετ' ἐφετμέων Ἄς ἐπέτελλε Πατὴρ, ζάθεον δ' ἀπὸ θεσμὸν ἔθηκε· Οἷά τε ἐν κόλπῳ κειμήλιον, ὅττι παρ' αὐτοῦ Ἦλθε διὰ στόματος, τόδε μοι προφερέστερόν ἐστιν Ἠὲ μέρος σίτοιο, τό μοι ἐπέοικε νέμεσθαι, Ἠῢ μέρος σίτοιο, καὶ ἄλφιτα, μυελὸς ἀνδρῶν.
Ἀλλ' οὐκ ἔστιν ἀνὴρ θείων μινύων ἀραρώς· Οὐδέ τις ἄρρηκτον, τὸ Θεὸς φρεσὶν ᾗσι μενοινᾷ, Οὐδ' ἅλιον θήσει· ὁμὸς οἱ νόος, ἠδ' ἵα βουλή· Ἔρξεν ὅπως ἐθέλει καὶ οἱ φίλον ἔπλετο θυμῷ.
Τοῦτο δ’ ἐξετέλεσσε, τό μοι πεπρωμένον ἦεν· Ἦτοι πολλὰ τοιαῦτα παρ’ ἑῷ ἔστ’ ἠδὲ καὶ ἄλλα.
Τούνεκά με τρόμος εἷλεν, ἑὸν λεύσσοντα πρόσωπον· Ὡς ἴδον, ὡς ῥίγησα, φόβος μ’ ἔχεν εἰσορόωντα.
Ἦ γάρ μοι κραδίην Θεὸς ἐν στήθεσσιν ἔλυσεν, Δάκρυσί τε στοναχῇ τε καὶ ἄλγεσι θυμὸν ἔτηξεν· Ἀθάνατός μ’ ἐτάραξεν, ὃς κράτος ἐστὶ μέγιστον.
Οὕνεκ’ ἄρ’ οὐκ ἀπόλωλα, πάρος τάδε ἔργα γενέσθαι, Αὐτίκα, πρὶν νεφέλη μοι ὀϊζύος ἦλθε μέλαινα, Ἄτης τε στυγερὼ ἴδον ὀφθαλμοῖσιν ὁμίχλην.
Τίπτ’, ἐπεὶ Ἀθάνατος καιροὺς εὖ δῖδεν ἅπαντας, Μοῖράν τ’ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων, Ἀλλ’ ἔμπης κακὸν ἦμαρ ἐν ᾧ πίστεως ἀλείτας Μέλλει, ἀνὴρ οὐκ ἔγνω ἐνὶ φρεσὶν, ἠδ’ ἐνόησεν, Οὐδ’ εἴ τις θεὸν οἶδε, καὶ ἅζεται ᾧ ἐνὶ θυμῷ;
Ὅς μὲν ὅρους κινεῖ πολυλήϊος ἀνδρὸς ἐν ἀγρῷ, Ὅς δὲ βίῃ ἐλάσας ἀλλότρια πώεα βόσκει.
Ἄλλοι δ’ ὀρφανικῶν ὄνον ἤλασαν, οὐδ’ ἔτι φειδώ, Καὶ βόα χηράων ἀμυμόνων ἠνεχύρασαν.
Ἠδ’ ὕβρει εἴκοντες ὑπερβασίῃ τ’ ἀλεγεινῇ, Τειρομένους πενίηφιν ἀπεστυφέλιξαν ὁδίτας. Κεκρύφαται δὲ πτωχοὶ ὁμῶς ὑπὸ κεύθεσι γαίης Τοῖσι βιαζομένοις· μάλα γὰρ χλωρὸν δέος ᾕρει.
Ἐκ δ’ ἴσαν ἐμμεμαῶτες ἐπὶ σφέτερ’ αἴσυλα ἔργα, Νηλεὲς ἐν στήθεσσι καὶ ἄγριον ἦτορ ἔχοντες, Ἀγροτέρῃσιν ὄνοισιν ἀλίγκιοι, οἵ τ’ ἐν ἐρήμῳ Ἐξ ἄντρων θορέουσιν ἅμ’ ἠοῖ φαινομένῃσιν, Εἴπως κύρμα κιχείεν, ὅ σφιν καταθύμιον εἴη· Καί σφιν ἔρημος ἔδεσμα πόρεν καὶ σφοῖσι τέκεσσι. Τοῖοι ὑπερφίαλοι καὶ ὑπέρβιοι ὑβριστῆρες Καππεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα Πλάζοντ’, ἀλλότριον βίοτον νήποινον ἔδοντες· Κτήματα μὲν κέρσαν, πολλὴν δ’ ἀπὸ ληΐδ’ ἔλασσαν.
Ἔς τ’ ἦλθον τέμενος βαθυλήϊον ἀλλότριον ἄρ, Ἦμαν τ’ ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες· Ἔς τ’ ἦλθον σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν Καλήν, οὐ σφετέρην· μέλανες δ’ ἀνὰ βότρυες ἦσαν· Τὴν δὲ βίῃ τρυγόωντες ἔχον μεληιδέα καρπόν.
Ὅς τις γυμνὸς ἔη, οὐδ' οἱ ῥάκος ἀμφιβαλέσθαι, Παννύχιον μιν ἀφῆκαν ἀνείμονα χείματος ὥρῃ.
Τὸν δ' ὄμβρος κατέδευσεν, ὅταν λάβρον ῥέῃ ὕδωρ Ῥοιζηδὸν καθ' ὄρεσφι κελαινῇ λαίλαπι θῦον, Ὅς τ' ἐπεὶ ἐκ ἄλλων εὖρε ψύχεος ἀλεωρήν, Πέτρῃ ὑπὸ γλαφυρῇ εὕδει βορέω ὑπ' ἰωγῇ, Τῆς δ' ἔχετ' ἐμπεφυώς, ἵνα οἱ σκέπας ᾖ ἀνέμοιο.
Ὀρφανικὸν δέ τε παῖδα, φίλας ὅτε χεῖρας ὀρέξῃ, Ἡδύ τι μειδιόων ἐνὶ νηπιέῃ ἀλεγεινῇ, Μαζῷ ἀπεσπάσσαντο καὶ ἐκ κόλποιο τιθήνης, Νηλεὲς ἦτορ ἔχοντες· ἐπηχύρησαν δὲ πενιχρόν·
Οὐδ' αὐτῷ τι διδῶσι ῥάκος, τό μιν ἀμφικαλύψῃ, Γυμνὸν δ' ἐκπέμπουσι, γυμνόν τ' εἰῶσι νέεσθαι. Οἷσί δ' ὑπ' ἀργαλέῳ λιμῷ φίλα γυῖα λέλυντο, Καὶ καμάτῳ, οὐδέ ζωαρκέα δράγματ' ἀπήυρων Σίνται, ἀμαλλάων ἵνα μηδ' ἀποναίατ' ἐεδνοί.
Οἱ δ' ἐν ἀλωῇσι λιπαρὰς τρυγόωσιν ἐλαίας, Καὶ σταφυλὰς τραπέουσι φιλακρήτοις ἐπὶ ληνοῖς, Ἀρνύμενοι μισθὸν σφίσι τ' αὐτοῖς καὶ τέκεϊ σφῷ, Οὔποτε πίνοντες πολυκαγκέα δίψαν ἄφεντο.
Ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν Ὀλλυμένων τε καὶ ὀλλυμβίων· ῥέε δ' αἵματι γαῖα· Τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκεν Ἄορι θεινόντων, οὐδ' ἦν σόν γ' ἄρευν' ἀεικὴς Καππόλιν ἐταμβύων· ὅμαδος δ' ἀλίαστος ὀρώρει. Ἀλλ' ἐκ αἶψα Θεός γ' ἀτίῳ τίννυσθαι ἔμελλεν, Οὐδ' ἀεσφρεσύνῃσιν, ἐᾴοι τάδε ἔργα νοῆσαι.
Σχέτλιοι ἐκ ἴσασιν ὅπη φάος, οὐδ' ὅπη ἠώς, Οὐδ' ὅπη ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὲρ αἶαν, Ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ' αὐτοὺς Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν, Οὐδ' ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, Οὐδ' ὅταν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται· Ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσιν.
Ἀνέρ, ἄνερ, βροτολοιγὲ, μιαφόνε, τειχεσιπλῆτα, Καὶ σὺ πρὸ ἠελίοιο, πρὶν ἂν φανῇ ἄφθιτος ἠώς, Ὄρνυσαι ἐκ λεχέων, κεχρημένον ἄνδρα φονεύσων, Ἠΰτε δ' κλέπτης ἀλάλησαι νυκτὸς ἀμολγῷ.
Μοιχὸς ὁ νυκτιπλανὴς δολερῆς ἐλέλιξεν ὀπωπᾶς, Ἧστο δ' ἐνὶ μεγάροις ποτιδέγμενος, εἰσόκε δύῃ Οὐρανοῦ ἀγλαὸν ὄμμα, φίλος δ' ἐπὶ ἕσπερος ἔλθῃ, Ἕλκων νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. Ἦμος δ' ὅτε κνέφας ἱκῇ, σκίδναντό τε πᾶσαι ἀγυιαὶ, Φῆ ῥ' ὡς ὅττι μιν ὄμμα διαδρέκοι ὀξύτατόν περ, Τοίη γὰρ νεφέλῃ κεκαλυμμένος εὔχετο εἶναι.
Ἄλλοι μὲν (Τέχναι δὲ κακῶν πολυμήχανοί εἰσιν· Πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω, Οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν) Ὀρφναίην ἀνὰ νύκτα διωρύξαντο μέλαθρα, Ἅσσα πάρος σφι καὶ ἦμαρ ἕλωρ προέλοντο μινύθειν. Οὐ φιλέουσι φάος, σκότεος δέ τε ἵμερος αἱρεῖ. Ἅπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
Ἦ τ' ἄλλοισι φάος τερψίμβροτον ἤγαγεν ἠώς, Ἐχθρὴ τοῖσι πέλει, σκιὴ ὡς θανάτοιο μέλαινα. Εἰ δέ τις ὀφθαλμοῖσιν ἴδοι, ἢ ἔργα πύθοιτο, Πορφύρεον δ' ἄρα τώς γε νέφος θανάτοιο κάλυψεν, Ἀχλυόεις τε φόβος δῶκε φρένας ἀμφιμελαίνας· Ἔδεισαν μὲν ἐπιζαφελῶς, χάζοντο δ' ὀπίσω· Ὡς ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη Οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα· Ὡς οἱ μὲν ῥίγησαν, ἐπεί κέ τις ἀθρήσειεν.
Αἰνά τε δειδιότες φύγαδ' ἐμνώοντο ἕκαστος, Λαιψηρεῖς ὑδάτεσσιν ἐοικότες ὦκα ῥέουσι. Τῶν δέ τε μοῖραν ὄλβου καὶ κτήματα πάντ' ἐπὶ γαῖαν, Ὅσσά σφιν πάρος ἔσκε, κακὴ ἀπόλεσσεν ἐπαφή, Ἔιλές τε, καὶ ἐσκέδασεν ἄφαρ διασπλῆγϊς ἐριννύς. Οἰοπόλοι δ' ἄρα τίγ' ἀλόωνται νόσφιν ἀπ' ἄλλων, Οὐ χρεὼν εἰσοίχνεσι βροτῶν, οὐδ' πίωνα ἔργα Ἀμφαδίην, ἔτ' ἄδιμον ἀλωάων ἐριθηλέων.
Ὡς χιόνα ψυχρήν, ἣ ἐξ ὕδατος κρύσταλλον Αὐχμὸς καὶ θέρμη, τάφος ὣς κατέμαρψεν ἀλείτην·
Γαστήρ, ἥ μιν ἔτικτε, λελασμένη ἔσσεται αὐτοῦ, Τοῦ καὶ τεθνειῶτος ἰδ' ἐν κονίῃσι τεθέντος Τεύξουσι σκώληκες ἐν ἔγκασι δαῖτα θάλειαν, Δημὸν ἐρεπτόμενοι, ἐπινεφείδιον κείροντες. Ὤλεθ' ἵν' οὐδ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται, Οὐδέ οἱ ὀψιγόνοισι πάρα μνημεῖον ἔσται. Ῥήγνυθ' ὑπερβασίη, δρυῒν ἰκέλη, ὄφρ' ἐν ὄρεσσι Σὺν τ' Εὖρός τε, Νότος τ' ἔπεσε, Ζέφυρός τε δυσαής· Αἳ δ' πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους Ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων.
Ἡ δ' γυνὴ στεῖρ' ἔσκε, καὶ οὐκ εἰδυῖα τόκοιο, Τὴν ῥα βίῃ ἤϊξας, τρύχεσκεν ἀπλωέϊ θυμῷ Σχέτλιος, αἰὲν ἀλιτρός, ἐφυβρίζεσκε δὲ χήρῳ, Καὶ κακὰ πόλλ' ἔρδεσκεν ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι.
Ῥυσάζει βριαρὸς ᾧ κάρτεϊ· ὥς ὅγ' ἀνέστη, Οὔτις δηθὰ πέποιθεν ἔτι ζῳοῖσι μετεῖναι, Ἔλπετο δ' ὥς τότε οἱ θανάτῳ εἵμαρτο ἁλῶναι Λευγαλέῳ, ἐπειὴ ὅγε μαίνετ' οὐκέτ' ἀνεκτῶς.
Εἰ δ' οἱ δῶκε Θεὸς σόον ἔμμεναι, οὐδ' ἀπολέσθαι, Εὔκηλόν τε μίνυνθα καὶ ἀρτεμέα ζώοντα, Ἀλλά γε καὶ μετόπισθ' ἀτίω καὶ σχέτλια ἔργα Τίννυθ' ὑπόδρα ἰδών, μάλα τ' ἔκδικον ὄμμα τιταίνων.
Τυτθὸν ἀείρονται, πάντων δ' ἔτ' ὑπέρτεροί εἰσι Δυσσεβέες, τάχα δ' αὖ κατερήρειπον ἐν κονίῃσιν· Οἴχονθ' ὥς τε καὶ ἄλλοι ὅσοι βροτοί εἰσ' ἐπὶ γαίῃ, Πανσυδίῃ, νώνυμοι ἐν ἀνθρώποισιν ἐόντες, Ἀκλειεῖς τεθνᾶσι, Θεὸς δ' ἀφέλετο κῦδος, Ὡς ὅτε τις σταχύων ἀποκόψῃ ἄκρα κάρηνα.
Ἀλλ' εἰ τοῦτ' οὐκ ἔστιν ἐτήτυμον, ὡς ἀγορεύω, Τίς θήν μοι τὸν μῦθον ὀνόσεται, ὅσσοι ἑταῖροι; Ἠὲ πάλιν ἐρέει; τίς ἐν ὕμμι ψεῦδος ἐλέγξει, Δείξει τ' εὐφραδέως, ὡς οὐ πεπνυμένα βάζω;
Τὸν δ' μέγ' ὀχθήσας Σαυχαῖος ἀμείβετο Βαλδάδ·
Ὀλύμπου βασιλεύς, ὃς ὑπέρτατα δώματα ναίει, Πάντων μὲν κρατέει μένος, πάντεσσι δ' ἀνάσσει, Κοίρανος ὑψιμέδων τε πέλει, μήστωρ τε φόβοιο, Οἷος δ' ἄτρεμας ἧσται ἐφ' ὑψηλοῖσι θρόνοισι, Πάντα δ' ὑπ' εἰρήνῃ διέπει στρατὸν οὐρανιώνων.
Ἢ ῥα τις ἔστιν ἀριθμὸς ἐπουρανίων στρατιάων; Ἠὲ τίς ἔστ' ἐπὶ γαῖαν, ἐφ' ὃν Θεὸς οὐκ ἀνέτειλεν Οὐρανόθεν γλυκερόν τε φάος καὶ ἐπήρατον αὐγήν;
Πῶς ἂν δειλὸς ἀνὴρ ὅσιος Θεοῦ ἄντα φανείη, Ὅς τε θνητὸς ἔη, θνητὴ δέ ἑ γείνατο μήτηρ; Αἴκε Θεῷ εἴσῃ, πῶς ἐν δίκῃ ἔστ' ἀμύμων;
Ἀλλ' ἴδε τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται· Ἀστέρες ὡς λαμπροὶ, ὡς αἰγλήεσσα σελήνη· Ἄμμι βροτοῖσι δοκεῖ· ἐν δ' ὀφθαλμοῖσι Θεοῖο Ἀστέρες οὐ λαμπροὶ, οὐδ' αἰγλήεσσα σελήνη· Πολλὰ γάρ οἱ, ὦ Ἴωβε, τὰ κάλλ' οὐ καλὰ πέφανται.
Πῶς ἓν ἄνθρωπος, σκώληξ ὃς δειλὸς ἐτύχθη; Ἦ παῖς ἀνθρώπου, σκώληξ ὃς δειλὸς ἐτύχθη;
Τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ἴωβος·
Ὦ πόποι, ἦ μάλα δεινὸς ἀνήρ τε λιγύς τ' ἀγορητής· Ὡς σύ γ' ἀκικὺν ἄνδρα τεοῖς ἐπέεσσιν ὄνησας, Καὶ ὀλιγοδρανέοντι τῷ οὐ σθένος, οὐδέ τις ἀλκή· Σῆς ὑποθημοσύνησι βίην καὶ κάρτος ἐνῆκας;
Ὡς σύ γ' ἐν ἀφραδέεσσι πέλοις βουληφόρος ἀνήρ, Τοῖσί τ' ἀλεξίκακον καὶ ἀμύμονα μῆτιν ὑφαίνοις; Ὡς ἤδη μάλα πᾶσαν ἀληθείην κατέλεξας.
Καὶ τίνι ταῦτα λέγεις; τίνος αὖ κεκαφηότα θυμὸν Ζωγρεῖς; τίς δ' ἀμπνύνθη, ἐπεὶ σὸν μῦθον ἄκουσε;
Καὶ γὰρ ἐγὼ σάφα οἶδα, ὅ οἱ δέος ἐκ ἐπεικτόν· Οὐδ' ἄρα μῦνον ὕπερθεν, ἐν αἰθέρι καὶ νεφέλῃσιν, Ἀλλά γε καὶ ὑπένερθεν, ἐν ὕδασιν ἠδὲ θαλάσσῃ, Πάντων κοιρανέει· νέκυες κατατεθνηῶτες, Ὅι τ' ἁλὸς ἀτρυγέτοιο μυχοίτατα βένθεα ναῖον, Αὖτις ἀνεπλάγχθησαν ὑφ' ὕδασι τοῖο ἕκητι.
Τῷ ῥα μυχοὶ Ἀΐδαο, καὶ οἰκία δεινὰ πέφανται, Σμερδαλέ', εὐρώεντα, τά τε στυγέουσί περ ἄλλοι. Ῥεῖα δ' ἀείζηλοί οἱ ἐριννύες ἐν νεκύεσσι Φαίνοντ' ἐξ ἐρέβεσφι, χάνεν δέ τε τάρταρος εὐρύς· Αὐτίκα δ' αἳ πύλαι μύκον ὀλοοῖο βερέθρου, Ἔδδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, Δείσας δ' ἐκ θρόνου ἆλτο, καὶ ἴαχε, μή οἱ ὕπερθε Γαῖαν ἀναρρήξειε Πατὴρ ἀνδρῶν τε θεῶν τε.
Ὅς βορέην ἐπέτασσεν ὑπὲρ κενὸν, ὑψόθι γαῖαν Οὐδενὶ ἐκκρεμάσας, ᾗ δ' ἵστατο αὐτοθέμεθλος, Ἦ, σι βριθοσύνῃσι διαμπερὲς εὖ ἀραρυῖα.
Ὕδατα δ' ἐν πυκινοῖσιν ἑοῖς νεφέεσσιν ἔδησεν, Οὐδέ ποτ' ἐρράγη νεφέλη βρίθουσά περ ἔμπης, Τοσσῆτόν τε βάρος φορέουσ' ἐγκύμονι κόλπῳ.
Βυθῷ̃ θεσπεσίοιο φαεινὸν κάγχεθεν ὄμμα, Ὃν θρόνον οὐκ ἀνέφλως, νέφεϊ δ’ ἐπέτασσεν ἐπ’ αὐτῷ· Ἠέρα κάγχευεν πολλὴν, ἤχλυσε δ’ ὄλυμπος.
Ὅς τε καὶ αἰγιαλὸν μεγάλη περιέδραμε θαλάσσῃ, Κύμασι δ’ ἕρκος ἔθηκε, τό τ’ οὐ θέμις ἐστὶ παρῆσαι, Εἰσόκεν ἦμαρ νυκτὶ, καὶ ἤματι νὺξ ὑποείκῃ, Φωτός τε σκότεός τε φέρῃ χαρίεσσαν ἀμοιβήν.
Ἀστερόεις δεδόνητο πόλος, καὶ κίονες ἄκροι Οὐρανοῦ ἐκθάμβησαν, ἑῷ̃ τρομέοντες ὁμοκλήν.
Πόντον δ’ ἦφι βίηφι διέκλασεν ἔνθα καὶ ἔνθα, Οὖτα δ’ ὑπερφιάλως φρεσὶ πανκαλίμῃσι πιθήσας.
Αἰθέρα δαίδαλλεν πολυϊδρείῃσι νόοιο, Οὐρανὸν εὐπρεπέων ἔασσιν ποικίλμασιν ἄστρων· Δεινὸν ὄφιν, μέγα σῆμα, πέλωρον, θαῦμα ἰδέσθαι, Στρεβλὸν, πολυέλικτον, ἑῆς τεκτήνατο χερσί.
Καὶ τὰ μὲν ἔργα Θεοῦ· ὁ δ’ ὑπέρτερος ἔπλετο φήμης· Ὡς ὀλίγης μοίρας αὐτοῦ πέρι πυνθανόμεσθα. Δεινὴ ᾖ βροντὴ ὅτ’ ἀπ’ οὐρανόθεν σμαραγήσῃ, Τίς σάφα γινώσκοι τί νύ οἱ μίνυθος ἤθελε θεῖον;
Ἦ ῥα βαρυστενάχων, Ἴωβ δέ τε λῆξ’ ἀγοράων, Ἄψ δ’ ὅγε λάζετο μῦθον, ἔπος τ’ ἔφατ’, ὤμοσέ θ’ ὅρκον·
Οὐ μὰ Θεοῦ ζωὴν, ὃς ἀκήρατος ἄφθιτος αἰεὶ Κάρτος αἰὲν ἔχει, δύναται δέ τε πάντα τελέσσαι, Ὅς βίοτον μοι ὄλεσσε, καὶ ἐξέλετο φρένας ἐσθλὰς, Ἠδὲ νόον μοι πικρὸν ἐνὶ στήθεσσιν ἔθηκεν,
Οὔποθ’, ἕως ζώω, καὶ ἔχω ζωαρκέα πνοιὴν, Καί μοι θεσπεσίη μίμνει ἐν ῥίνεσσιν ἀϋτμὴ,
Οὔ τις ἀκούσει ἐμεῖο κακὸν ἔπος, οὐδ’ ἀσύφηλον, Οὐδέ τ’ ἀτασθαλίη μοι ἀμείψεται ἕρκος ὀδόντων, Οὔτινα κλεψινόοισι παραπλάγξω φρένα μύθοις, Οὐδέ ποτε γλώσσης μειλίγμασιν ἠπεροπεύσω.
Οὐδὲ δικαιώσω ὑμέας· τόδε μηδὲ γένοιτο· Οὐδέ τ’ ἀπορρίψω μοι ἀκηρασίην παλαμάων, Εἰσόκε τεθναίην, καὶ μόρσιμον ἦμαρ ἐπέλθοι·
Ἀλλὰ δικαιοσύνης μὰλ’ ἀπεὶξ ἔχομ’, οὐδὲ μεθήσω· Οὐ με κρυπταδίοις στυφελίξει ὀνείδεσιν ἦτορ· Ἕως ποτ' ἔτι ζώω καὶ ὁρῶ φάος ἠελίοιο.
Ὅς δέ μ' ἀπεχθήρῃ, καὶ οὐ φίλα διώεα εἰδῇ, Καί μοι ἐναντίβιον, κακά τε φρονέων, ἐπορούσῃ, Ἴση μοῖρ' αὐτῷ καὶ ἀτασθάλῳ ἀνδρὶ γένοιτο.
Τίς γὰρ ἔπ' ἐλπωρὴ σκολιόφρονος ἠπεροπευτέως; Εἰ καὶ οἱ δεκάκις τε καὶ εἰκοσάκις τόσα εἴη, Ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, Ἦ νύ τι οἱ χραίσμῃ πλοῦτος πολὺς ἤματι κείνῳ, Ὁππότ' Ἄναξ τ' ἀπὸ οἱ μελιηδέα θυμὸν ἕληται;
Ἦ ῥ' ἔο λισσομένου Θεὸς πρόφρων ἐπακούσει; Εὐχωλῇσιν ἐῇσι μάλ' ἵλαον ὖας ἐρείσει, Ἄτη ὅτε στυγερὴ χαλεπός τέ μιν δῖος ἱκάνῃ;
Ἦ ῥά νυ χάρμα Θεὸς μέγ' οἱ ἔσσεται, ᾧ τε πεποιθὼς Τῷ δ' ἐπαγαλλόμενος φρένα τέρψεται ἤματα πάντα; Φωνῇ τ' ἀλλήκτῳ ἱκέτης γε οἱ εὔξεται αἰεί;
Ὕμμι δ' ἐγὼ πρόφρων ὑποθήσομαι, οὐδ' ἐπικεύσω, Ὅσσα Θεοῦ κλυτὰ ἔργα, πάλαι τά τε χερσὶν ἔρεξε Θαύματα, θεσπεσίης δείξω κειμήλια βουλῆς.
Εἰ δ' ὔμμες σάφα ἴστε, καὶ ὀφθαλμοῖσιν ἴδεσθε Πάντα μάλ' ὡς ἐγένοντ' (ἐπεὶ οὐκ ἀδαήμονές ἐστε) Τίπτ' ἔτι μαψιδίοισι φίλῳ ἐριδαίνεθ' ἑταίρῳ;
Αὕτη μὲν πέλε μοῖρα κακῶν, καὶ θέσφατος αἶσα, Καὶ τόδ' ἀπ' οὐρανόθεν λέλαχον γέρας ἄνδρες ἀγαυοὶ, Οἵ τ' ἄλλους τρύχουσιν ὑπέρβιον ὕβριν ἔχοντες.
Τῶν εἴ τις λέκτροιο φίλοις δώροισι κέκαστο, Καὶ πολύτεκνος ἔην, ἀλλ' ἔμπης γείνατο παῖδας Αἰνομόρους, καὶ τύσδε μινυνθαδίους τέκε μήτηρ· Ἦ γὰρ ἐνὶ πτολέμῳ δηΐων ὑπὸ χερσὶ δαμέντες Φασγάνῳ ἀμφήκει βεβλήαται, ἠδ' ὀλέκοντο, Ἦ καὶ (ὃς οἴκτιστος θάνατος δειλοῖσι βροτοῖσι) Λιμῷ τεθνήκασιν, ἐπεὶ σίτοιο χάτιζον.
Ἦν δέ τις οἱ πρόλοιπος ἐν ὀλιγόνοισι γένηται, Ἐς τάφον ἄκλαυτος καταβήσεται, οὐδέ τι χῆραι Ἀμφ' αὐτῷ χήρωσι λίγα κωκύσουσι γυναῖκες; Ὧδε δέ τις εἰποῦσα, καὶ ἐξάρχουσα γόοιο, Ὦ μοι ἐγὼ δειλὴ, ὦ μοι δυσαριστοτόκεια.
Ἄργυρον εἰ συναγείρῃ ἀθέσφατον ὥστε κονίην, Χλαίνας τ' ἠδὲ χιτῶνας, ἐϋνήτους τε τάπητας, Καὶ πληθὺν ἐσθῆτος ἀπείριτον, ἠΰτε πηλὸν, Ὅς πάσης ἐν ὁδοῖσιν ἀεὶ κέχυτ' ἤλιθα πολλός.
Ὅς κεν ἑτοιμάσαιτο, πόνος δέ τ' ἀληΐϊος ἔσται· Οὐδ' οἱ χραισμήσει τόσα ἀργυρίοιο τάλαντα, Οὐδὲ τόσ' εἵματα καλά· Θεὸς γάρ οἱ ὄλβον ἀπηύρας Ἀνδράσιν ἰθυνόοις δώσει τάδε πάντα δάσασθαι.
Ὅσσα δ' οἱ ἀγλαΐῃσι τετεύχατο δώματα καλά, Χρύσεα, μαρμαίροντα, δοκεῖ δέ οἱ ἄφθιτα εἶναι, Ἀλλὰ τὰ μέν τ' ἀβληχρὰ πέλει, ὡς οἰκία σητὸς, Ἠΰτε τε σταθμὸς ποιμνήϊος, ἠδ' ἐνόσωρος, Ὅς τάχα που ἔειπε σμικρῆς ἀνέμῳ ὑπ' ἰωῆς.
Εὐκτήμων κατέλεκτο, πολὺς δέ οἱ ὄλβος ὀπήδει· Ἔγρετο δ' ἐξ ὕπνοιο, καὶ οὐδέ τι οἱ προέειπεν, Ὀφθαλμοὺς ἀνέῳξε, καὶ οὐδέ τι λοιπὸν ὄπωπεν. Ἔσπερος ἀφνειὸν λίπεν, ἠὼς εὗρε πενιχρόν.
Δείματά μιν κατέμαρψεν ἐπήτριμα, ἄλλο μετ' ἄλλο, Ἠΰτε κύματα μακρὰ πολυφλοίσβοιο θαλάσσης, Ἠδὲ κακαὶ διὰ νυκτὸς ἀνηρείψαντο θύελλαι.
Εὖρος ἐπισπέρχων μιν ἀφήρπασεν (ὤχετο δ' αὐτός) Τῆλέ τ' ἀπεσφεδόνιξεν ἐρεμνῇ λαίλαπι θύων.
Λυγρά δ̈ πολλά τ' ἐπὶ οἷ ῥίψει Θεὸς, οὐδ' ἐλεήσει, Ἀσπαστόν κέν οἱ εἴη ἑὰς ὑπὸ χεῖρας ἀλύξαι.
Ἀνδρῶν εἰν ἀγορῇ χειρῶν κρότος αἰὲν ἐπ' αὐτῷ Ὤρνυτ' ἀεικέλιος, πολλῶν δ' ἐπισυριζόντων Ἐξ ἑδρέων μιν ἔκλεψε κατηφείη τε καὶ αἰδώς.
Ἀργύρῳ ἔστι μέταλλον ὑπὸ χθονὸς, ᾗ ἀνορύχθη, Καὶ χρυσῷ ἕδος ἔστιν, ὃν ὕστερον ἐν χρόνοισι Τέκτων ἀμφιπονεῖται ἰδυίῃσι πραπίδεσσι.
Μητέρος ἐκ γαίης ὀλοὸν τέκος ἤλυθε σίδηρος, Ἐκ λίθου ἑλκομένου χωνεύεται ἐν πυρὶ χαλκός.
Ἧ γὰρ θνητὸς ἀνὴρ πολυϊδρείῃσι νόοιο Βῆ ῥ' ἐς ὑποχθονίους τε μυχούς, δῦ δ' ἔγκατα γαίης Σμερδαλέ', ἀχλυόεντα, φάος τ' ἐνὶ κάδθεσιν ἧκε, Χρήματα μαστεύων, καὶ πᾶν πολύτιμον ἐραννῶν, Ἢ χάλυβ', ἢ χαλκοῖο γονὴν, ἢ σπέρματα χρυσοῦ· Τιμιῶτας δ' ὑπένερθε λίθους, καὶ πάντα μέταλλα Δεινῆς ἐκ κόλποιο, καὶ ἐκ ψαμάθοιο βαθείης (Τῶνπερ κεν φαίης σκιῇ ἐν θανάτοιο μελαίνῃ Ἔμμεναι, ὅστις ὄρυξε· τόσον χάνεν εὐρεῖα χθών) Ἐξάγαγε προφόωσδε, τὰ δ' ἠελίῳ ἴδεν αὐγάς.
Εἰ δέ ποτ' ἐξαπίνης ὕδωρ ῥέεν ἔνδοθι βόθρου Ὑψόσ' ἀναβλύζον, (σφαραγεῦντο δὲ ὕδατα γαίης) Εἰ τ' ἄλλως καὶ ὄρεσφιν ὀπαζόμενος Θεοῦ ὄμβρῳ Χειμάῤῥυος ἐπόρουσε, καὶ ἔπως ὅτι πόδεσσι Στήριγμα ἀμφοτέροις, μινύθει δέ τε ἔργ' ἀνθρώπων· Ἔνθ' ὀχητηγὸς ἀνὴρ ποταμῶν στόματ' ἄλλυδις ἄλλο Τράπεεν ἐπισταμένως ὕδατος ῥόον ἡγεμονεύων, Χερσὶ μάκελλαν ἔχων, ἀμάρης δ' ἐξ ἔγματα βάλλων, Ἢ διὰ σωλήνων· τὸ δέ τ' ὦκα ῥέον κελαρύζει, Κῦμα παλιῤῥόθιον, φθάνει δέ τε καὶ τὸν ἄγοντα.
Γαῖα φίλη ἡμέτειρα πέλει θρεψίνοος ἄρτου, Τῆς δ' ὑπὸ νηδύϊοις ἀνεραίγεται ἐνδόμυχον πῦρ.
Σαπφείρων ἕδος εἰσὶ λίθοι ὑπὸ κόλπεσι γαίης Μητέρος, ἣ πολύχρυσον ἔχει ἐνὶ γαστρὶ κονίην.
Ἔστι μὲν ἀτραπιτὸς τὴν οὔ ποτ' ὄρνεον ἴδεν, Οὐδέ ἑ αἰγυπιὸς ἴδεν ὄμμασιν, ὅν ῥά τε φασὶν Ὀξύτατον δέρκεσθαι ὑπερανίων πετεηνῶν.
Τὴν ὁδὸν οὔτ' ἄρ' ἴσαν σκύμνοι χαροποῖο λέοντος, Οὔτε λέων βλοσυρὸς σείει δεινοῖσι πόδεσσι· Τὴν δ' ἐπάτησεν ἀνὴρ γαίης κειμήλια διψῶν.
Ὅς τ' ἐπεὶ οὖν θησαυρὸν ἐέλπετο νέρθεν ἐόντα, Πέτρας ἐδνοπάλιξε, βίῃ καὶ χερσὶ πεποιθώς, Πέτρας ἐστυφέλιξε, κατέστρεψεν δ' κάρηνα Ἠλιβάτων ὀρέων, τὰ δ' ῥιζόθεν ἐξεείποντο Κάσπεσε ῥοιζηδὸν, βυθοὶ δ' ἀνεκυμβαλίαζον.
Ἐν σκοπέλοισι μέσσοις ποταμὸς βαθυδινήεντας Ὤρυξε, πᾶν πολύτιμον ἑός τ' ὀφθαλμὸς ὄπωπεν.
Εἴργει πληθύντων ποταμῶν ἀλεγεινὰ ῥέεθρα· Ἰχανάᾳ μέγα κῦμα, τὸ δ' ἐκ ὑπεράλλεται ὄχθης. Εἴ τι καλακρυφθῇ, τάχα δ' ἤγαγεν αὐτὸ φόωσδε.
Πῆ δ' ἄρα τις δύναται σοφίην διζήμενος εὑρεῖν; Ἢ κὴ τίς πέλε χῶρος ἐχεφροσύνης ἐρατεινῆς;
Οὐ γάρ τις ποτὲ ἴδεν ἐπιχθονίων ἀνθρώπων Ὡς ἐείτιμος ἔη, πάντων τ' ἀντάξιος ἄλλων. Οὐ βροτῷ εὑρετός ἐστι, κᾀ ὐ ζωοῖσιν ὀπηδεῖ.
Οὐκ ἐν ἐμοί, φάμενος, στερεῶς ἀπανήνατο βυσσός, Οὐ παρ' ἐμοί, φαμένη, κρατερῶς ἀπέειπε θάλασσα. Οὔ τις μιν χρυσῷ πρίαται κᾀν μνεῖα δοίη, Οὐδέ ποτ' ἀργυρίῳ, κᾀν ἄσπετον ὦνον ἐνείκοι.
Οὐδὲ γὰρ ἐξ ἄμφω σοφίῃ ἀτάλαντα γένοιντο, Οὐδ' εἴ τις τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε, Οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτα δῶρα.
Χρυσὸς ὁ ὄβρυζος μέγ' ἀνάξιος ἔστιν ἐκείνης, Οὐδὲ τόση τιμὴ ὄνυχος καὶ σαπφείρου.
Τῇ ἔτε χρυσὸς πολυδαίδαλος ἰσοφαρίζοι, Οὔτε κρύσταλλος καθαρός· τὴν δ' ἔτις ἀμείβοι Καλῶν ἀντὶ λίθων ἐριτίμοιο χρυσοῖο.
Οὐδέ τις ἔσται μνήμη ἐρυθρῷ κεραλλίου, Μάργαρα τηλεφανῆ· οὐδ' ἐν λόγῳ, οὐδ' ἐν ἀριθμῷ· Τοῦτο δὲ λωΐτερον πάντων πέλε μαργαριτέων, Δῖα φρένις, πινυτός τε νόος, καὶ θυμὸς ἐχέφρων.
Ἀξίη οὐ τόση πέλεται ξανθοῖο τοπάζου, Ὃς καὶ ἀπ' Αἰθιόπων μετενείσατο τηλόθ' ἐόντων· Οὐ χρυσὸς καθαρὸς πρὸ ἐὼν καὶ πολλὸν ἄπεφθος Ἰσοπαλὴς, ἐπεὶ οὔποθ' ὁμοίης ἔμμορε τιμῆς.
Τούνεκα ἡ σοφίη πόθεν ἤλυθε πότνια μήτηρ; Ἦ καὶ τίς πέλε χῶρος ἐχεφροσύνης ἐρατεινῆς;
Παντὸς ὅτι ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο Ῥηϊδίως λάθεν ὄμμα, καὶ ἐκ ἤντησεν ὀπωπῆς· Οὐδέπω ἔστ' ἀείδηλος ὑπερουρανίοις πετεινοῖς, Οἷσι καὶ ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε.
Πότμος καὶ θάνατος διδυμάονες ἠρνήσαντο, Καὶ ἕνα θυμὸν ἔχοντες ὁμόθροον ἴαχον αὐδήν, Ἡμεῖς μὲν κλέος οἷον ἀκούομεν, οὐδέ τι ἴδμεν.
Ἀλλὰ Θεὸς καὶ ὁδὸν νοέει, χῶρόν τε γινώσκει, Πῇ σοφίη μίμνει σάφα οἶδε, καὶ ὁππόθι ναίει.
Πάντοσε γὰρ παπταίνει ἑῶν ἐπ' ἔσχατα πείρατα γαίης, Τῆλε δ' ἀπ' οὐρανόθεν πανεπίσκοπον ὄμμα τιταίνει.
Ὁππότε βυκτάων ἀνέμων λαιψηρὰ κέλευθα Θῆκεν, ὅπως βομβηδὸν ὑπὸ νέφεσι κλονέωνται, Στῆσε δ' ἐνὶ πλάστιγγι βαρυπνείοντας ἀήτας, Τοὺς δὲ ταλαντάεσκε, καὶ ὕδασι μέτρον ἔδωκεν Εὖ καὶ ἐπισταμένως, στάθμῃ δ' ἴθυνε θάλασσαν, Καῤῥόον ὄφρα φέροιτο, καὶ μὴ ἐπὶ χέρσον ὀρούσαι· (Πείρατα γὰρ τούτων εἰ μὴ κατὰ κόσμον ἄρηρεν, Αὐτίκα σύγχυτο πάντα, καὶ αἰθέρι μίσγετο πόντος)
Καί τ' ὄμβροιο ῥοῇσιν ἀτέρμονα θεσμὸν ἔθηκεν, Ὄφρ' ἀδινῆς ψεκάδεσσιν ἄλις δευοίατ' ἄρουραι· Βροντῇ τε στεροπῇ τε δίηξε δῖαν ἀταρπὸν, Ὄφρα σμερδαλέῳ πάταγος καθ’ Ὄλυμπον ὀρώρῃ, Ἀλλουδίοιο πυρὸς νέφεϊ διὰ ῥηιστεμβόλοιο.
Ταῦθ’ ὅτε μὲν τὰ πρῶτα Θεὸς κοσμήσατο πάντα, Δὴ τότε μιν θηεῖτο, καὶ ᾧ πεμπάζετο θυμῷ Εὖ διαγνώσκων, καὶ ἐρευνήσας μιν ἔτετμυ.
Ἀνέρι δ’ εἶπεν· Ἰδὲ, σοφίη πέλε δεῖμα Θεοῖο, Ἢ δὲ φυγὴ κακότητος, ἐχεφροσύνη ἐρατεινή.
Ὡς φάτο· τὸν δ’ ἔπις προσεφώνεεν εἶν ἑτάροισιν, Ἀλλ’ ἄνεῳ ἐγένοντο· πάλιν δ’ ὅγε μῦθον ἔειπεν·
Εἴθ’ ὡς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη, Ὡς προτέροις μήνεσσι καὶ ἤμασιν, ὄφρα Θεός μοι Ἐν πάντεσσι πόνοισι παρίστατο, καί μ’ ἐφύλασσε.
Τοῦ καὶ ἐμῇ κεφαλῇ δαΐδων πέρι λαμπομενάων Θεσπέσιόν μοι φέγγος ἀνὰ ζόφον ἴχνος ὁδήγει, Ἀσφαλέως δὲ βέβηκα διὰ κνέφας ἱππόθ’ ὁλιχθόν.
Ὡς ὅτε μοι ἥβης χαρίεστατον ἄνθος ἔχοντι Βουλὴ Ἀθανάτοιο περὶ κλισίῃσιν ἔμιμνεν.
Ὡς πάρος, ὄφρ’ ἔτι μοι σὺν μὲν Θεὸς, ἀμφὶ δὲ τέκνα.
Ὡς ὅτε βουτύρῳ πάντ’ ἴχνιά μοι ἐλόεσσα Πιδήεν, γλυκερῷ, λιαρὴ δ’ ἀναδέδρομε πέτρη, Βλύασέ δέ μοι λιπαρῷ μελιηδέα νάματ’ ἐλαίῳ.
Εἴποτ’ ἐγὼν ἀνόρουσα, πύληνδ’ ἴμεν, ἢ κατ’ ἄστυ Ἤλυθον, ἢ ἐν ἀγυιῇ ἐμὴν ἔντυια καθέδρην·
Ὡς ἴδον, ὡς ἔκρυφθεν ὁμοῦ θαλεροὶ αἰζηοὶ, Μίμνειν δ’ οὐ τόλμησαν, ἐμὸν δ’ ἄζοντο πρόσωπον, Αἰδώς τέ σφεας εἷλεν· ἀνέσταν δ’ αἶψα γέροντες, Ἔσταν δ’ ὡς μ’ ὁρόωντο, σέβας τ’ ἔχεν ἄνδρα ἕκαστον.
Ἴφθιμοι βασιλῆες ἀκὴν ἐγένοντο σιωπῇ, Αἰδοῖ εἴξαντες, δεῖσαν δέ τέ μοι παρεόντος Ἀντίον εἰπέμεναι, ἐπὶ μάσακα χεῖρα τιθέντες.
Διὼ δ’ ἄνεῳ ἔστησαν ἀγακλυτοὶ ἡγεμονῆες, Τῶν καὶ σιγαλέῳ κολλήθη γλῶσσα λάρυγγι.
Οὖας ἐμὴν φωνὴν ὡς ἔκλυεν, ὡς μακάριζεν, Ὧδε δέ τις εἴπεσκεν, ὅτ’ αὐδήσαντος ἄκουσεν, Ὦ μάκαρ Ἰῶβε, μοιρηγενὲς, ὀλβιόδαιμον, Τρισμάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, Γαστὴρ δ’ ἥ σ’ ἐλόχευσε μακαρτάτη· ὥς τις ἔειπε Μῦθον ἀγασσάμενος μάλ' ὅτ' ἔκλυε φωνήσαντος. Καί μ' ὀφθαλμὸς ὄπωπεν, ἐμοί τ' ἐπιμάρτυρος ἔσκεν:
Ὡς πτωχῷ ἐσάωσα δίκην, καὶ ἄκουσα λιτάων, Αὐτίκα πνιγομένῳ, καὶ ὑπερβίων ὕβριν ἀλάλκων· Ὡς τε πατὴρ γηρόμυθον, καὶ ἐπίτροπον ὀρφανικοῖο, Πρόφρων δ' οἱ ἐπάμυνα, τῷ ἐκ ἐπιτάρροθος ἦεν.
Ὅς τ' ὀλιγηπελέε, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος, Εὔχετο χεῖρ' ὀρέγων, καί μοι μάλα πόλλ' ἱκετεύων, Γουνούμαί σε, ἄναξ, ἱκέτης δέ τοι εὔχομαι εἶναι· Σοὶ δὲ Θεὸς τόσα δοίη, ὅσα φρεσὶ σῇσι μενοινᾷς. Ὡς ἔφατ' εὐχόμενος, τῷ καὶ Θεὸς ἔκλυεν αὐδῆς· Δηθὰ τρυζομένης χήρης ἐγέλασσε φίλον κῆρ Γηθοσύνῃ, τοῖος γὰρ ἐγώ οἱ ἐπίρροθος ἦα.
Ἧν δὲ δικαιοσύνην ἐπιειμένος ἠΰτε χλαῖναν, Ἢ δέ μοι εὐνομίη ὡς διάδημα καὶ ἐσθής.
Ὄμματα μὲν τυφλοῖσιν ἔην, χωλοῖσι δὲ ταρσός.
Αἰεὶ δ' πτωχοῖσι, πατὴρ ὥς, ἤπιος ἦα, Ἠράννησα δίκας, ὅτ' ἐν ἀνδράσι νεῖκος ὄρωρεν, Ὄφρα διαγνοίην ἠμὲν κακὸν ἠδὲ καὶ ἐσθλόν.
Γαμφηλὰς συνέαξα πελωρίου ὕβριστῆρος, Ληΐδα δ' οἱ γλυκερὴν μέσσων ἐξήρπασ' ὀδόντων.
Ἔνθα δ' ἔφην θαλίῃφι καὶ εἰρήνῃφι πεποιθὼς, Ἄτρομος, ἥσυχος τεθνήξομαι εἰνὶ καλιῇ, Οἴκῳ ἐν ἡμετέρῳ ἐπὶ γήραος ἵζομαι ἕδρην, Ἤματα μοι μάλα μυρί' ὅσα ψάμαθός τε κόνις τε:
Ῥίζα δέ μοι καλοῖσιν ἐπίλνατο ἀμφὶ ῥεέθροις, Παννυχίην τ' ἐμὸν ἔρνος ἔχεν τεθαλυῖαν ἐέρσην.
Αἰεί μοι κλέος ἐσθλὸν ἐν ἀνθρώποισι τεθήλει· Κυκλοτερὲς μέγα τόξον, ὅ μοι παλάμηφιν ἀρήρει, Ἔμπεδον, ὡς νεότευκτον, ἀεὶ πέλεν, ἀλλ' ἐτάνυστο, Ἀμφοτέρην, πίσυνος τε βιῷ, πίσυνος τε βίηφι.
Φθεγγομένου δ' ἄρα μευ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο Ἄνθρωποι, σιγῇ ποτιδέγμενοι, εἰσόκεν αὐτὸς Φαίνω, ἱέμενοι μευ ἀμύμονα μῆτιν ἀκοῦσαι.
Ὡς τ' εἶπον τά με θυμὸς ἐνὶ στήθεσσι κέλευεν, Οὐδ' ἄνευ ἐγένοντο, καὶ οὔ μέ τις ἀντίον ἤυδα, (Αἰδὼς γάρ σφιν ἐπῆλθε) καὶ οὐ προσεπτύξατο μύθῳ· Τοῖσιν δ' ἡμέτερος στάζεν λόγος ὥσπερ ἐέρση, Καί μοι ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.
Ὡς δ' ὅτε διψὰς ἀλωὴ ὀπωρινὸν ὄμβρον ἔμιμνε, Γαῖά τε καρχαλέη χάνεν ὕετῳ ὀψὲ ῥέοντι, Ὡς οἵ γ' ἑστήκεσιν κεχηνότες, εἰσόκ' ἐπ' αὐτοῦ Λαιμῷ ἀπ' εὐκελάδοιο μελίφρονα γῆρυν ἔχευα.
Εἴ ποτ' ἐγὼ μείδησα, γέλως δ' ἐχάραξεν ὀπωπὰς, Ἀλλ' οἵ γ' οὐ πείθοντο, πάρος νυ γὰρ ἔτι θάμιζον, Δεινὸς ἐὼν καὶ σεμνὸς ἐν ἀνθρώποισιν ὁρᾶσθαι. Ἀλλ' ὡς οὐδέ μοι ὄσσε κατηφείῃ σκιόωντο. Οὐδέ τ' ἐλεγχείη ἐπεπίλνατο, ἀλλὰ μάλ' αἴθρη Πέπτατο ἀννέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη.
Ὡς βασιλεὺς στρατῆφι μέγ' ἔξοχος ἔπλετο πάντων, Ἀρχὸς, (ὃ γάρ τ' ἄνδρεσσι μεταπρέπει αἰχμομάχοισι) Μυρομένων δέ τ' ἔθελγε νόον, καὶ θυμὸν ἔγειρεν· Ὡς ἔμ' ἀείζηλον θῆκεν Θεὸς ἤματι κείνῳ, Ἔκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν, Αἰὲν ἀειδόμενον, μέγαν σημάντορα λαῶν.
Τοῖος ἔην τὸ πρόσθεν, ἅμ' αἰδοῖός τε φίλος τε, Καὶ θεὸς ὣς πάντεσσι τετιμένος ἐν μερόπεσσιν. Ὦμοι ἐγὼ, νῦν αὖτε μετάτροπα πάντα γίνονται· Νῦν δὲ μάλ' ὁπλοτέροισι γέλως καὶ παίγνιόν εἰμι, Τῶν κεν ἐγὼ πατέρας θέσθην μετ' ἐμοῖσι κύνεσσιν Τὸ πρὶν ἀντιαίμην καλλίτριχα μῆλα φυλάσσειν.
Οὐ γὰρ πώποτέ με κρατεροί περ ἐόντες ὄνησαν· Ἦ ἔπει, ἠὲ ἔργῳ, ἠὲ χείρεσσιν, ἠὲ βίηφιν, Αἰὼν δέ σφιν ὄλωλε περιπλομένων λυκαβάντων Αὔτως, ἀκλειῶς, τείροντο δὲ γήραϊ λυγρῷ.
Οἳ πενίῃ λιμῷ τε φίλον τετιημένοι ἦτορ, Οἰοπόλοι ἐφέβοντο διὰ χθονὸς ἀτρυγέτοιο, Καππεδίον δέ τ' ἔρημον ἀλώμενοι ἔνθα καὶ ἔνθα· Ἦ, τ' αἰεὶ κραναὴ, λυγρή δέ τ' ἐφαίνετο γαῖα. (Πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν.) Οἱ δ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχοντες Πλάγχθεν, ἐπεί σφεας ἵκετ' ἄλη, καὶ πῆμα, καὶ ἄλγος·
Τίλλον δ' ἐν θάμνοις μαλάχην (λιμὸς γὰρ ἄνωγε Σχέτλιος) ἐκ μέσσων ποίῳ τρυγόωντες ἀκανθέων, Ἁρμαλιῆς τε ῥίζαν, ἵνα σφισιν ἔδεσμα γένοιτο. Ἐξ ἀνδρῶν κλοπέας ἀσύφηλοι ὡς μετανάσται Τῆλε μάλ' ἐσσυφέλιχθεν, ἀποπλαγχθέντες ὁμίλου·
Τοῖσι δ' ἔπ' ἰύζοντες ἴσαν βροτοὶ, ὡς ἐπὶ λῃστῇ.
Κρύβδην δὲ τότ' ἔναιον ἐν ἄγκεσι, καὶ ἐνὶ βήσσης Γαίης ἐν ῥωχμοῖσι, μυχαίτατος ᾗ πέλε κόλπος, Ἐν σπέεσι γλαφυροῖσι, καὶ ἐν πέτρῃσι βαθείῃς.
Λόχμῃσ' ἐν πυκινῇσιν ὄνοι ὣς βρωμήσαντο Λιμῷ τειρόμενοι, ὑπὸ δὲ κνίδῃσιν ἄγερθεν.
Ἀφραδέων πατέρων αὐτοὶ πανομοῖα τέκνα, Καί σφιν ἔσαν νώνυμοι ἐν ἀνθρώποισι γονῆες, Μᾶλλον ἀεικέλιοί τε καὶ ἠπεδανοὶ χθονὸς αὐτῆς, Ἧτ' αἰεὶ ὑπὸ ποσσὶ πιεζομένη στεναχίζει.
Νῦν δέ με κερτομέουσι πάρος περ τοῖον ἐόντα, Καὶ τοῖοί περ ἐόντες, ὀνειδείοις ἐπέεσσιν Οἱ μὲν ἐπεμβιόωνται, ἐγὼ δέ τ' ἐπύμνιός εἰμι.
Αἰνῶς με στυγέουσιν, ἐμεῦ τ' ἄπο νόσφι λίαθεν, Ἀλλ' (ὅπερ αἰσχρόν γ' ἐστὶ καὶ ἀνθρώποισι πυθέσθαι) Οὐδέ τ' ἐμὴν αἰδέονται ἐπιπτύοντες ὀπωπήν.
Ὅυνεκ' ἐμοῖο Θεὸς νευρὴν ἀνέλυσε βιοῖο, Καί με λίνοις θανάτου, ἄτῃ τ' ἐνέδησε βαρείῃ, Τούνεκ' ἀναιδείῃσιν ἐπειγόμενοι, οἷά περ ἵπποι Δέσματ' ἀπερρήξαντο, καὶ ἐκσείσαντο λέπαδνα.
Κῦροι περιστῆναι ἐπὶ δεξιὰ μοι ἀνόρουσαν, Παῖδες νηπίαχοι, οἳ ἔτι πνείουσι τιθήνης, Ταρσά τε μοι ἔκρυσαν, ἵν' ἐν κονίῃσι πέσοιμι, Καὶ ὀλοάς μοι ἔχωσαν ὁδὸς, ὡς πήματι κύρω.
Ἰχνιά μοι σφήλαντες ἀπεστυφέλιξαν ἀταρπόν, Δηλήσαντο δ' ὁδοὺς, στῆναι δ' οὐκ ἔμπεδον ἔστιν. Οἶτον ἐμὸν σπέρχουσιν ἐπειγόμενοι κακότητος, Καὶ πιστοὶ περ ἐόντες, ἀρωγὸς δ' οὔ σφιν ὀπηδεῖ.
Πανσυδίῃ ὥρμησαν ἐμοὶ ἔπι θύρετρα λύσῃ, Ὡς ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι Χειμάρρους, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας. Ἀμφὶ μοὶ ὡς τρέφι κῦμα κυλινδόμενοι βεβάασιν Ἤματι λυγαλέῳ, χαλεπὴ ὅτ' ἐπῆλθεν ὀϊζύς.
Δείματα πανταχόθεν μοι ἐπέχραεν ἄλλο μετ' ἄλλο, Καὶ ψυχὴν ἐδίωξε, τίναξε δέ μοι φίλον ἦτορ, Ὡς ἄνεμος ζαὴς ἠϊών θημῶνα τίναξε· Καρφαλέων· ταχύποτμος ἐμοὶ μετανείσεται ὄλβος Ὡς νεφέλη, τὴν ῥεῖα διεσκέδασ' ἲς ἀνέμοιο.
Νῦν δέ μοι ἐκκέχυται ψυχὴ ὑδάτεσσιν ὁμοίη, Ἄτη με στυγερὴ καὶ νηλεὲς ἦμαρ ἔμαρψεν.
Ὀστέα μοι ὀδύνῃσι πεπαρμένα νυκτερινῇσιν Ἀλγεῖ, νεῦρα σέσηπε, κακῷ δ᾽ οὐ γίνετ᾽ ἐρωή.
Νῦσος δ᾽ κρατερὴ καὶ σμῶδιξ αἱματόεσσα Εἵματ᾽ ἀαικίσαντο, χιτὼν δέ μοι ἀμφὶ μέλεσσι Λύθρω ἅπας πεπάλακτο, καὶ αἵματι, καὶ κονίῃσι. Παντοσέ με σφίγξεν μᾶλλον νόσος, ἠὲ πρὸ ἐδῆς.
Ἐς πηλόν μ᾽ ἔρριψεν Ἀκήρατος, ὃς δ᾽ ἐμιάνθην, Αἰσχροῖσιν δ᾽ μέλεασι μέλαιν᾽ ἀμφίζανε τέφρη, Χρώς δέ τέ μοι κεκόνιτο· τέφρη ὅλος εἰμὶ, κόνις τε.
Πρὸς σὲ, Ἄναξ, ἐβόησα, σὺ δ᾽ οὐ βοόωντος ἀκούεις· Ἐς σὲ ἰδὼν ἔστηκα, σὺ δ᾽ οὐκ ὄθ᾽ ἰσαμείβοιο.
Δεινὸς ἐμοὶ ἐτέτυξο καὶ ἄγριος, οὐδ᾽ ἀγανόφρων· Ἀντίβιον δ᾽ ἄρ ἔμοιγε τεῶν κράτος ἔπλετο χειρῶν.
Λαίλαπι θεσπεσίῃ με ἀνήρπασας, ὕψι δ᾽ ἀέρθω, Ἐμβεβαὼς ὀχέεσσι ταχυστροφάλιγγος ἀέλλης. Γῖα δέ μοι λῦσας, διά τ᾽ ἔχλασας ἅψεα πάντα.
Εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμὸν, Ὡς με τάχ᾽ ἐς θανάτου πανδήμιον οἶκον ὀχήσεις, Πᾶσιν ὅθι ζωοῖσι πεπρωμένον ἐστὶ καθεύδειν. Μοῖραν δ᾽ ἑπινά φημι πεφυξέμεν ἀνθρώπων.
Ἀλλὰ μὲν οὐδὲ Πατὴρ ἐπὶ τύμβῳ χεῖρας ὀρέξει, Ὡς νέκυας θανάτοιο δυσηχέος ἐξαναλύσῃ, Εἴ καί οἱ ἐν βιότῃσι δύῃ ἀρημένοι αἰνῇ Χερσὶν ὀρεκτῇσιν μεγάλ᾽ εὐχετόωντο ἕκαστος.
Οὐκ ἀνδρὸς δυσῆνος ὀδύρετό μοι φίλον ἦτορ Ὅν πότμον γόωνθ᾽, ὅτε μιν μόρος αἰπὺς ἵκανεν; Οὐ πτωχῷ ὀλοφυρόμενος πάθον ἄλγεα θυμῷ; Οὐχ, ὅτε περ τιν᾽ ὄπωπα κακὰ χροῒ εἵματ᾽ ἔχοντα, Τειρόμενον λιμῷ, οἰκτός μ᾽ ἔλεν εἰσορόωντα;
Ἀλλ᾽ ἤτως ἀγανός περ ἐὼν καὶ μείλιχος αἰεὶ, Ὄφρ᾽ ἀγαθόν μοι ἔελπα παρέσται, κακὸν ἦλθεν, Ὄφρα φάος δ᾽ ἤμιν ποτιδέγμενος, ἦλθεν ὀμίχλη.
Σπλάγχνα δέ μοι ζέεν ἔνδον, ἅ τε φλέγεν ἐνδόμυχον πῦρ· Οὐδέ τι ἦν κατάπαυμα μελαινάων ὀδυινάων· Προφθασίδιον δέ με λυγρὸν ὀϊζύος ἦμαρ ἵκανεν.
Αἰεὶ δ᾽ ἐν στήθεσσι φίλον τετιημένος ἦτορ Ἑρπύζων ἀλάλημαι ἀνὰ ζόφον ἠερόεντα, Οὐδέ τί πω δ᾽ ὁρόω γλυκερὸν φάος ἠελίοιο· Στὰς δ᾽ ἀνδρῶν ἐν ὁμίλῳ ἀγάστονον ἤρυγεν αὐδήν.
Οἷα κασίγνητος γενόμην ὄφιεσσιν, ἑταῖρος Στρουθοκαμήλοισιν, γλαύκεσσί τε νυκτερινῇσι.
Χρὼς δέ μοι ἀμφὶ μέλεσσι μελάντερος, ἠΰτε πίσσης. Ὀστέα τε φλέγεται πυρόεντος καύματι νούσου.
Πένθος νῦν ἐμὸν ὅτι μέλος, καὶ θρῆνος ἀοιδὴ Ἡδεῖα πρὶν ἔσκε· τὰ δὴ νῦν πάντα λέλοιπεν, Ἄσμά τε καὶ κιθάρη· φόρμιγγος δ' ἀντὶ λιγείης Τέρπομ' ἀεὶ κλαυθμοῖο, γόοιό τε δακρυόεντος.
Συνθεσίην ποίησα μετ' ὀφθαλμοῖσιν ἐμοῖσιν Αἰδοῖός τ' ἔμεναι, καὶ μήποτε παρθενοπίπτης· Τίπτε μοι ἐν ἑλικῶπις ἐνὶ φρεσὶ μέμβλετο κούρης;
Τίς γὰρ ἀπ' οὐρανόθεν μόρος; ἢ τίς θέσφατος αἶσα; Ἠὲ τίς ἵκετο μοῖρα Θεοῦ μεγάλοιο ἕκητι; Ἠὲ τίς ἔπλετο κλῆρος ἀπ' αἰθέρος ὑψόθεν ἐλθών;
Οὐκ ἄρ' ἀτασθάλλοντας ἐπ' ἀνέρας αἰπὺς ὄλεθρος; Οὐ πότμος παράδοξος ἐπ' αἴσυλα μηχανόωντας;
Οὐκ ἄρ' ἐμὰς ἄθρησεν ὁδοὺς Θεὸς, ἔργα τε πάντα, Ἴχνιά τ' εὖ ἐνόησε, καὶ ᾧ πεμπάζατο θυμῷ;
Εἰ σφαλερὴν ἔστειβον ὁδὸν ματίης ἀλεγεινῆς, Ἐς δὲ κακὴν ἀπάτην ἤϊξα προφρονὶ θυμῷ, Κραιπνοῖσίν τε πόδεσσ', ὀλοφώϊα δήνεα εἰδώς·
Εὖ με ταλαντίζοι τις ἐνὶ πλάστιγγι δικαίῃ, Τῷ καὶ ἀκηρασίην Θεὸς εἴσεται, ἥ μοι ὀπηδεῖ.
Εἰ δ' ἐμὸν ἴχνος ἔκλινα παρέξ ὁδοῦ ἰθυπορείου, Ἐς δὲ μετ' ὀφθαλμοῖο βολὰς ἐμὸν ἦτορ ἔβαινεν, Εἴ τίς ἐμοὶ ἐνὶ μῶμος ἔην, ἐμίηνε δὲ χεῖρας·
Δὴ τότ' ἐγὼ σπείροιμι, καὶ ἄλλος καρπὸν ἔδοιτο, Ῥιζόθεν ἐξαπόλοιτο καὶ ἔκγονος, ὅν κε φυτεύσω.
Εἴποτε θελξινόου κάλλος μ' ἀπάτησε γυναικὸς, Εἴποθ' ἐρωτοτόκοισιν ἀπεπλάγχθην φρένα μύθοις, Εἰ δολερὸν λόχον εἶσα πύλῃς ἔπι γείτονος ἀνδρός·
Δὴ τότ' ἐμὴ ἄλοχος, λέχος αἰσχύνουσα καὶ εὐνὴν, Ἄλλῳ ἀλετρεύοι, λάθρῃ φιλότητι μιγεῖσα· Ἄλλοι τ' ἀγκὰς ἔχοιεν ἐμὴν μάρψαντες ἄκοιτιν.
Ἦ γὰρ σχέτλια ἔργα τάδ' ἔσσεται, ὅσσά τε πολλὰ Τίννυνθ', ὡς ἐπέοικε, δικασπόλοι, οἵ τε θέμιστας Πρὸς Θεοῦ εἰρύαται· ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται.
Ὡς δ' ὅτε πῦρ αἴδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, Πάντη τ' εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι Πρέῤῥιζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· Ὡς νύ κε τοῦτ' ἀλίτημα πάλαι μοι χρήματ' ἔκερε, Πρέῤῥιζόν τ' ἐμὸν ὄλβον ἐπισμυγερῶς ἀμάθυνεν.
Εἰ γε δίκην ἀθέτησα, καὶ ἐκ ὀδόμην ποτὲ μομφῆς Δμωός τε δμωῆς θ', ὅτε μοι ἔριδα προφέροντο·
Ἀλλὰ τί ποιήσω, ὅτ' Ἀκήρατος ἄμμιν ἀναστῇ, Κείνη θ' ὃς μάλα πᾶσι θεμισπόλοισιν ἀνάσσει, Ὅς πασέων τ' ἔφορος καὶ ἐπίσκοπος ἀμπλακιῶν; Τί πρῶτον, τί δ' ἔπειτα, τί δ' ὑστάτιον καταλέξω;
Οὐχ ὃ με ποιήσας ἐνὶ γαστέρι, τεῦξε καὶ αὐτόν; Οὐκ ἴσον δέμας ἀμφοτέροις εἷς ἔπλασε τέκτων Μητέρος ἐκ γαίης ὁμογάστριον, ἔκ τε κονίης;
Εἰ δέ ποτ' ἀκράαντον ἔλω πτωχοῖσιν ἐέλδωρ, Οὔτι διδόντος ἐμεῦ, ἀγανὸς δέ μοι οἶκτος ὄλωλεν· Εἰ χήρῃ ἀλεγεινῇ, ἐφυβρίζοντος ἐμεῖο, Ἔφθιατ' ὀφθαλμοί τε, δεδάκρυνταί τε παρειαί·
Εἰ καὶ μονοφάγησα, καὶ ἀξείνοιο τραπέζης Οἶος σῖτον ἔδηδα, καὶ ὀρφανὸν ἐκ ἐκάλεσσα Δαῖτα πρὸς ἡμετέρην, ἵνα μοι ὁμοδόρπιος εἴη·
(Κηδόμενος δ' ἀμφοῖν, χήρης τε καὶ ὀρφανικοῖο, Τὸν μὲν ἐγὼ ἀπὸ παιδὸς εὔτρεφον ἠδ' ἀτίταλλον, Ἀμφαγαπαζόμενος ὡσεί τ' ἐμὸν υἱὸν ἐόντα, Τῇ δ' ἐπίκουρος ἔην ἐξ οὗ ἐμὲ γείνατο μήτηρ·)
Εἰ πτωχὸν ψύχει ὀλιγοδρανέοντα νόησα Ἤματι τῷ ὅτε πέρ τε χιὼν ἐπάθυνεν ἀρούρας, Δευόμενον χλαίνης καὶ ἀλεξανέμοιο χιτῶνος, Οὐδέ πω οἱ ῥάκος ἰῷ ἀνέμῳ σκέπας, οὐδ' ἀλεωρὴ Χείματος ἀργαλέου· ὁ δέ μοι τρομέεσκε παραστὰς Βαμβαίνων, ἄραβος δὲ διὰ στόμα γίνετ' ὀδόντων, Χλωρὸς ὑπαὶ ῥίγεος, τὸ δ' καὶ οἴκτιστον ἰδέσθαι· Εἰ τοῖον ἴδον ποτὲ χειμοθνῆτα γενέθλῃ·
Μᾶλλον δ' ὅς μιν ἔθαλπον ἐμῶν ὑπὸ κώεσι μήλων, Ὅς δ' ἐπαλθαίνετ' ἐμῆς κεκαλυμμένος οἰὸς ἀώτῳ, Ἰξὺς δ' οἱ θερμάνθη, ὁ δ' εὔχετο χεῖρας ἀνασχὼν, Χαῖρε, ἄναξ, ὅτι σοι μένῳ ζωάγρι' ὀφέλλω·
Εἰ παῖδ' ὀρφανικὸν κρατερῇ ποτε χεὶρ ἐπίεζον, Θαρσήσας, ὅτι μοι φίλος ἦεν δικασπόλος ἀνὴρ Ἤμενος εἰνὶ πύλῃσιν, ὁ δ' σχεδὸν ἦλθεν ἀρωγὸς, Ὅς κε τάχ' εἵνεκ' ἐμεῦ σκολιὰς κρίνειε θέμιστας·
Τόφρα μοι ἀμφ' ὤμοιο διαχλιάοιτο νεῦρα. Πάντα, καὶ ἐκ κοτύλης πέσοι ἐν κονίῃσι βραχίων Πρυμνὸς ἀπ' ὀστέοφιν, κληῗδων ἀγνυμενάων.
Ἀργαλέος γὰρ ἐμοὶ καὶ φρικτὸς ἐείσατο πότμος, "Ὅν Θεὸς ὑβριστῇσιν ὑπερφιάλοισιν ἐφῆκε, Τλῆναι δ' οὐκ ἔνι μοι, ἐπειὴ πανυπέρτατος ἦεν.
Εἰ πότ' ἔδω πλούτῳ πίσυνος καὶ χρήμασι πολλοῖς, "Εἰ χρυσῷ πιλητῷ καὶ ὀβρύζῳ ἐπεποίθεα, Φῆν δὲ οἱ, Ἐλπωρὴ σύ μοι εἶς, καὶ ἔρεισμα, καὶ ἄλκαρ·
Εἰ ἐχάρην, καὶ θυμὸς ἐνὶ στήθεσσι γεγήθει, "Οὔνεκ' ἔην ἀφνειὸς, ἄλις δέ μοι ὄλβος ὀπήδει·
Εἰ φάος ἠελίοιο μέγα στίλβοντος ὄπωπα, "Ἢ αἰγλήεσσαν νυκτιδρόμον ὄμμα σελήνης·
Καί με κρυπταδίοισι παρέκ νόον ἤγαγε δαίμων, Χεῖρα δέ μοι στόμ' ἔκυσσε, θεὸν δ' ὡς ἀστέρ' ἔτισα·
Σχέτλια καὶ τάδε ἔργα, καὶ οὐκέτ' ἀνεκτὰ δικαστῇ, "Οὕτω γάρ κεν ἀνηνάιμην Θεὸν ὑψιμέδοντα.
Εἰ δέ μοι ἦτορ ἰάνθη ἐπ' ἀνέρος ὀλλυμένοιο, "Ὧς με μάλ' ἤχθηρεν, καὶ ὀϊζύσαντος ἐπήρθην· (Οὐχ ὁσίη γὰρ δειλῷ ἐπὶ βροτῷ εὐχετάασθαι.
Οὐδὲ θ' ἀμβλοεπὲς στόμα μοι θυμοφθόρῳ κείνῳ Πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετ' Ἐριννῦς)
Εἰ δ' οὐχ ἡμέτεροί περ ἐφέστιοι ὣς ἀγόρευον, "Αἴθ' ἄρ' ἔ μάρψαντες σάρκας καὶ πίονα δημὸν "Ὦμον βεβρώθοιμεν, ὅτ' οὐ κόρος ἄμμι τέτυκται.
Οὐκ ἐν ἀγυιῇσι ξεῖνος ἴσκον αἰθριοκοιτεῖν, Ἀλλ' ἀνέῳξα θύρας, ἵν' ὁδοιπόρον ἄνδρα δεχοίμην.
Εἰ δὲ θ' ὑπερβασίας μὰ ἔσκεπον, ὥσπερ Ἄδαμος, "Ἐνδομύχως, κακότητα δ' ἐνὶ στήθεσφιν ἔκευθα.
Ἦ ῥά με παμπληθὴς λαῶν ἐτάραξεν ὅμιλος; "Ἦ ῥέ νυ φῦλα βροτῶν μοι ὀνείδεσι θυμὸν ἄτυξεν, "Ὥστ' ἀνεῴ μ' ἦσθαι ἐνὶ δώμασιν ἀχαλέοντα, "Οὐδ' ἕρποντα θύραζε φόβῳ βεβολημένον αἰνῷ;
Ὡς ὄφελέν τις ἐμοὶ ἀεήκοον οὖας ἐρείδειν, "Εἴθ' ἀπαμειβόμενός με Θεὸς κατεναντίον εἴποι, Καί κε τὸ βουλοίμην, τόδε μευ πάλαι ἔστιν ἐέλδωρ· Ὡς ὄφελ' ἀντίδικος γράψαι νημερτέα βίβλον.
Τὴν ἂν καταλοφάδια φέρων κεν ἐπήρατον ἄχθος Βαίην, ἢ στεφανηδὸν ἐπὶ κροτάφοισι τιθείην.
Πάντα δ' εὐκρίνας ἐμά τ' ἴχνια πεμπασαίμην, Τῷδε καὶ ἄασον ἰὼν ὡς ὄρχαμος ἀντιβολοίω.
"Ὕβρις εἰ ἐπεμέμφετ' ἐμεῦ ἐρίβωλος ἄρουρα, Ἦ, πώοντο δ' ἀνάκτα πολύστονοι αὔλακες αἴης, Οἷά περ ἀλλότριον βίῃ ἁρπάξαντα πέλεθρον·
Εἰ φάγον ἀπριάτης μελιηδέα καρπὸν ἀρούρης, Ὥσπερ ἀκάπνια θύων, οὐδ' ἄξιον ὦνον ἔδωκα, Μηστιάων δ' ὅς σφιν ὄλεθρον, ὅσοι πάρος ἐκτήσαντο·
Γαῖα φύοι τριβόλους, κὴ' ζωάρκεα πυρὸν, Ἀντὶ δὲ σίτοιο θρεψήνορος αἶρα γένοιτο. Ὥς ἄρα φωνήσας ἐπέων ἀπεπαύσατ' Ἴωβος.
Οἳ δ' ἄρα τρεῖς σύμπαντες ἀκὴν ἐγένοντο σιωπῇ, Μῦθον ἀγασσάμενοι, μάλα γὰρ κρατερῶς ἀπέειπεν, "Οὕνεκά τε φρεσὶν ᾗσι δόασσατο πάγχυ δίκαιος "Ἔμμεναι, εὐσεβίῃ τε κεκασμένος, οὐδ' ἀλιτήμων.
Βεζαῖος δ' Ἥλιος Βαραχήλου υἱὸς ἀμύμων, Ῥαμιάδης γενεῆφιν, ἐνὶ φρεσὶ χώσατο λίην, Ἦ ῥα μάλισ' ἐπέων κεχολωμένος, ὧν φάτ' Ἴωβος· "Εὔχετο γὰρ καθαρός τε καὶ ἀναίτιος ἔμμεναι ἄντην, "Οἷα δικαιότερός περ ὀϊόμενος Θεοῦ εἶναι.
Τρισσὶ δ' ὁμῶς ἑτάροισιν ἐπιζαφελῶς χαλέπαινον, Ὡς ἄνεῳ ἔστησαν, ἀτὰρ κατέκριναν Ἴωβον, Οὐδέ τι μιν νίκησαν ἐναντίοις ἐρέεσσιν.
Ἧστο δὲ δὴν ἀκέων ποτιδέγμενος εἰσόκ' Ἴωβος Σιγήσῃ, καὶ ἑταῖροι, ὅτι προγενέστεροι ἦσαν.
Ἀλλ' ἐπεὶ ἓν ἐνόησ' ἅμα τρεῖς ἀκέοντας ἑταίρους, Οὐ γάρ σφιν πάρα μῦθος, ἰδ' ἔπος ἀμείβετ' Ἴωβον, Ἀσπερχὲς μενέαινε, χόλος δέ μιν ἄγριος ἥρει.
Καὶ τότε δὴ θάρσησεν, ἀμειβόμενός τ' ἔπος ἤυδα, Κλῦτε φίλοι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος, "Οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν· Ὁπλότερος γενεῇ μὲν ἐγὼ, ὑμεῖς δὲ γέροντες, Τῷ αἰνῶς δείδοικα, καὶ οὐ τόλμησ' ἀγορεύειν· "Αἰδὼς γὰρ νέον ἄνδρα γεραιτέρῳ ἀντίον εἰπεῖν.
Ἦ ῥ' ἐφάμην, Πολιοκρόταφοι πεπνυμένοι εἰσί· Πολυετεῖς φθέγγοιντο καὶ ἤματα πολλὰ διδάσκοι, "Ὅππως κέρδος ἔῃ, ὅτι γήραϊ μῆτις ὀπηδεῖ, "Ὅστις ἄρα πρότερος γέγονεν, ὅγε πλείονα ἤδη.
Ψυχὴ δ' ἐν βροτῷ ἐστι, καὶ ἔνθεος ἐν φρεσὶ δαίμων, Θέσπις ἐπιπνοίῃ, νόον ἐν στήθεσσι διδᾶσα.
Οὐκ αἰεί γε πολυχρόνιοι πολυΐδριες ἄνδρες· Πρεσβύτερος γεγεὼς τάχ' ἂν φρεσὶ νήπιος εἴη· Πολλάκι δ' ὁπλότερός κεν ἀνὴρ πεπνυμένα βάζοι.
Τἕνεκ' ἔφην, Καὶ ἐμεῦ νῦν κέκλυτε πρεστέρου ἆρω, Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· Ἦ ῥ' ἐγὼ καὶ ἐμὸν δείξω νόον, οὐδ' ἐπικεύσω.
Νωλεμέως ὑμέων μύθους ποτιδέγμενος ἡμέων, Ὑμετέροισι λόγοις ἀειήκοον οὖας ἔκλινα, Ὡς ἀπεειπῇ ῥίζεσθε μετὰ φρεσὶν ὁρμαίνοντες Τί πρῶτον, τί δ' ἔπειτα, τί δ' ὑστάτιον καταλέξω·
Ὑμέων δ' ξυνέηκα, καὶ εὖ μάλα πάντ' ἐνόησα, Οὐδέ τις ἔσκεν ἐν ὔμμιν ὃς εὖ νείκεσσεν Ἴωβον Ἀντιβίοις ἐπέεσσι, καὶ αὐτοῦ μῦθον ἔλεγξε.
Οὐκ ἔστ', οὐδ' ἐπέοιχ' ὑμέας τάδε μυθήσασθαι, Ἡμεῖς μὲν σάφα ἴδμεν ὅπως τάδε ἔργα γένηται· Ἄλλοις ἱδρείῃ οὐχ εὑρετὸς, ἄμμι δ' μούνοις. Κεῖνος γάρ τε Θεοῦ πληγῇ καὶ χειρὶ δαμασθεὶς Ἤειπεν, οὐδέ τι μιν δειλὸς βροτὸς ἐσυφέλιξεν.
Οὐδὲ γὰρ οὐδ' ἐμέθεν κατεναντίον εἶπεν Ἴωβος, Οὐδέ τι μιν μύθοισιν ἀμείψομαι ὑμετέροισιν, Ἀλλ' ἐρέω, ὅ, τι ἔμοιγε δοάσσατο κέρδιον εἶναι.
Διὸ δ' ἄνεῳ ἔστασαν τεθηπότες, ἦ μάλα ἕκαστον Εἷλε τάφος, σιγή τε τάφου κρυόεντος ἐτύχθη.
Αὐτὰρ ἐπεὶ μίμνεσκον, ἰδ' οὔτις ἀμείβετ' Ἴωβον Ἀλλ' ἀκέων διὸ ἧστο, καὶ οὐ προσπτύξατο μύθῳ·
Ἦ ῥ' ἐφάμην, Καὶ ἐγὼν ἀπαμείψομαι, ᾗ θέμις ἐστίν· Οὐδ' ἀκέων ἔσσομ', ἀλλ' ἐρέω, κέλεται δέ με θυμὸς, Ἐξείπω, καὶ πάντα διΐξομαι, ὥσπερ ὀΐω.
Μύθων ἔμπλεός εἰμι, φέρω δ' ἐγκύμονα θυμὸν, Ὠδίνω μεμαὼς ἔπεα προφόρωσδε τεκέσθαι.
Ὡς δ' ἀσκοὶ σφιγγῶσι βεβυσμένοι ἡδέος οἴνου, Ὅς δ' ἔνδον παφλάζει ἐμβριθύος ὄμματι λυγρῷ, Στεινόμενος δ' ἀφεῖται, ἐελδόμενός περ ὁδοῖο, Ὕψι δ' ἀναβλύζων θορέει, τάχα δ' ἔρραγεν αὐτοῦ Βριθοσύνῃ, ὁ δέ τ' ὦκα κατειβόμενος κελαρύζει· Ὡς τέ μοι οἰδάνεται κραδίη φρεσὶν ὁρμαίνοντι, Ζεῖ νόος ἐν στήθεσσι, περιπνείεται δέ τε, χειλέων Πῶμα διαρρήξαι μεμαὼς, καὶ ἕρκος ὀδόντων.
Τούνεκά τ' ἐξερέω, ἵν' ἀναπνεύσω ὀλίγον περ, Νημερτὲς στόμ' ἀνοίξω, ἀπηλεγέως τ' ἀγορεύσω.
Μή νύ τις ἀζοίμην ἀνδρῶν χαρίεντα πρόσωπα, Μηδέ τινι ψεύδεσσι χαριζοίμην μαλακοῖσιν· Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, Ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ βάζει.
Εἰ δὲ πολυπλανέων ἐδάην μειλίγματα μύθων, Αἱμυλίοισι λόγοις φρένας ἀμφὶ καὶ ἧταρ θέλγων, Τῷ, ὃς πρίν μοι ἔδωκε, τάχ' ἂν καὶ θυμὸν ἀπηύρα. Οὐ γὰρ ἐπὶ ψεύδεσσι πατὴρ Θεὸς ἔσσετ' ἀρωγός.
ΚἘκλυθι γοῦν μοι, Ἴωβε, καὶ ἀμὸν μῦθον ἄκουε, Ὅ, τι κε νῦν εἴποιμι τεῷ ἐγκάτθεο θυμῷ.
Μάσακος ὤιγνυντο πύλαι, ἐκ δ' ἔσσυτο φωνὴ, Γλῶσσά μοι ἀργαλέης ῥῆξε σφρηγῖδα σιωπῆς.
Φθέγξομαι ἰθυνοὺς κραδίης ὑποφήτορα μῦθον, Χείλεά μοι πνυτὼ μάλ' ἀειφραδέως καταλέξει.
Καὶ γὰρ ἐγὼ βροτός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί· Τῷ τε σὺ μὴ τάρβει, θνητὸς δέ τ' ἔγωγε τέτυγμαι, Πνεύματι ἀθανάτου ἔργον, θεόπλαστον ἄγαλμα, Οἷος καὶ σὺ πέλεις, ζωὴν δέ τε ἆσθμα Θεοῖο Στάξε μοι ἐν ῥίνεσσι, καὶ ἐμφύσησεν ἀϋτμήν.
Εἰπέ μοι, εἰ δύνασαι, καί τοι φίλον ἔπλετο θυμῷ, Ὄρσεο πέπον, καὶ ἀμείβου εὐκινέεσσι λόγοισιν.
Ὡς ἐθέλειν μ' ἔφης, τὸ δέ σοι πάλαι ἦεν ἐέλδωρ. Εἴθ' ὄφελ' αὐτὸς Ἄναξ ἐπέων ὑποδύμεν' ἀγῶνα, Σοί τ' ἔειδε προφέρεσθ' ἰδὲ ἐγὼ ἀντὶ Θεοῖο· Μηδ' ἔμ' ὑποδδείσης, ἐπειὴ μία τ' ἄμμι γενέθλη, Ὅς τ' ἄλλους ποίησεν, ὅδ' εὖ τεχνήσατο καὶ μέ. Καὶ γὰρ ἐγὼ κονίῃσι πεφυρμένον ἔργον ἐτύχθην, Ὡς ἄλλοι βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες, Καί τέ μοι ἐκ πηλοῖο δέμας πεπλασμένον ἐστί.
Τῷ σ' ἐγὼ οὔ τι δεδίζομ' ἀγνωμοσύνῃσι πιθήσας, Οὐδέ τοι ἐν φόβον ὄρσω ἀταρτηροῖς ἐπέεσιν, Οὐδέ τοι, οὐ γὰρ ἔοικε, βαρείας χεῖρας ἐποίσω· Θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην.
Οὖας ἐμόν σοι ἔκλινα, σέθεν δ' εἰπόντος ἄκουσα, Ἦ μάλ' ὑπερφίαλον ἔπος ἔκβαλες· ὡς γὰρ ἔφησθα,
Ἦ μὲν ἐγὼ καθαρὸς, καὶ ἀμύμων, αἴσιμά τ' εἰδὼς, Οὐ δέ γ' ἀλείτης εἴμ'· ἄτη δέ μοι οὐκ ἔνι πάμπαν, Οὐδέ θ' ὑπερβασίη, ἐπεὶὴ νόος ἐστὶ θευδής.
Ῥεῖα Θεός γ' ἐθέλων καὶ ἀναίτιον ἄνδρα δαμάζοι, Εὗρε δ' ἐπηρεσίῳ μομφῆς, ἵνα μ' αἰτιόῳτο, Θῆκέ με δυσμενέος καὶ ἀναρσίου ἀνδρὸς ἐν αἴσῃ.
Ταρσὰ μὲν ἀστεμφέως ἐνὶ χοινίκεσσιν ἔπηξεν, Ἴχνια πάντ' ἐνόησε, καὶ ἐφράσαθ' ὅππῃ βαίνω.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Τοῦτ' οὐ καλὸν ἔειπες, ἀτασθάλῳ ἀνδρὶ ἔοικας· Οὐδὲ κατ' αἶσαν ἔφησθα, Θεὸς γὰρ φέρτερος ἀνδρῶν, Τόσσῳ καὶ μείζων ἀρετῇ, τιμῇ τε, βίῃ τε.
Τίφθ' οἱ ἐριζέμεναι ἐθέλεις; ἐπεὶ οὐδέ τι σε χρή. Μὴ γὰρ πάντας, Ἴωβε, Θεοῦ ὑπέλεπεο μύθους· Εἰδήσειν· χαλεποί τοι ἔσοντ' ἀγαθῷ περ ἐόντι. Οὐ γὰρ ὅγ' ἀμφαδὰ θῆκεν ἑὰ μελεδήματα θυμῷ, Οὐδέ τις ὄιω σάφα οἶδε, τεῦ εἵνεκα τοιάδ' ἔρεξεν·
Ἀθάνατος μὲν ἅπαξ, καὶ δεύτερον αὖθις ἔειπεν, Ἀνὴρ δ' οὔπω ἔγνω ἐνὶ φρεσὶν, οὐδ' ἐνόησε, Νήπιος, οὐδ' αὐτοῦ ξυνίει ὄπα φωνήσαντος.
Ἐν δ' ἄρα νυσταγμοῖς, καὶ φάσμασι, νυκτὸς ἀμολγῷ, Ὁππότε φῦλα βροτῶν μαλακῷ δεδμημένοι ὕπνῳ Ἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείῃσι πύλῃσιν·
Ἔνθά περ καὶ ἀνῶγε Θεὸς μερόπεσσι βροτοῖσι, Καὶ μάλα πόλλ' ἐπέτελλε, καὶ ὡς σφρηγῖδι χάραξεν Ἣν ὑποθημοσύνην, ἵνα μὴ ληθοίατ' ἐφελκέων.
Ὄφρ' ἀνδρὸς μεμαῶτος ἀπ' ἔργων θυμὸν ἐρύξῃ, Καὶ δή μιν καταπαύσῃ ἀγλωσσίης ἀλεγεινῆς.
Ἄλλοτε μὲν πρόφρων οἱ ἐπήρκεσε λυγρὸν ὄλεθρον, Ζωήν τε ξίφεος, ψυχὴν ῥύετ' ἐξ ἀΐδαο.
Ἄλλοτε δ' αὖ κἀκῷ ἔδωκε Πατὴρ, ἕο πειρητίζων· Ὡς ὁ μὲν ἐν λέκτρῳ κεῖται κρατέρ' ἄλγεα πάσχων, Ὀξείης ὀδύνῃσι πεπαρμένος ὀστέα πάντα·
Ἀκμήνῳ πόσιος καὶ ἐδητύος, οὐδέ μιν ἄρτου Σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, Ἐξ ὀλιγηπελίης, στυγέει δέ τε δαῖτα θάλειαν.
Σάρκες δ' οἱ φινύθουσιν ἐνὶ γναμπτοῖσι μέλεσσιν, Αἳ πάρος ἐξώδησαν, ἀτὰρ νῦν οὐχ ὁρόωνται· Ὀστέα δ' ἠράχθη, τὰ καὶ πάρος οὐκ ἐφάανθεν.
Ὡς ὃ συνεσταλὴς ὅτι, τάφον φρεσὶν ᾗσιν ὀϊστεῖς, φῆ ῥ’ ἐς δινὴ ζωοῖσι μετέμμεναι, αὐτὰρ οἱ ἤδη Ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
Εἰ δέ τις οἱ γε πάρεστι μετάγγελος, ἠὲ προφήτης, Κῆρυξ εὐδικίης, ἐπιμάρτυρος εὐνομιάων, ”Εἷς ἀπὸ χιλιάδων, πολλῶν τ’ ἀντάξιος ἄλλων, ”Ὅστις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν, ”Ὅς κέν οἱ εὐσεβίης δείξῃ ὁδὸν, ὄφρα πίθῃσι·
Αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται αὐτῷ, Καὶ φήσει μιν πότμον ἀδακέος ἐξαναλύσειν, Οὕνεκα λύτρον ἔτετμε, καὶ ἀγλαὰ δέξατ’ ἄποινα.
Ὧς ὅγε λωφήσει τε κακοῦ, καὶ νοῦσον ἀλύξει, Χρὼς δέ οἱ ἀκμηνὸς γελόων παλιναυξέϊ δημῷ, Ὧς πρὶν, ἐπ’ ἀγλαΐῃσι γανύσσεται ἀμφὶ μέλεσσι. Ἶξά τε καὶ σάρκες λιπαρώτεραι, ἢ ἀπαλοῖο Παιδὸς, τὸν δ’ ἀπίταλλε πατὴρ θαλίῃ ἐνὶ πολλῇ. ”Ἄψ δ’ ἀναθηλήσει ἥβης χαριέστατον ἄνθος. ”Ὧς γάρ ἑ θεῖος Ἄναξ, ἐσθλῶν ἕνεχ’ ὅσσα ἔοργε, ”Γῆρας ἀποξύσας θήσει νέον ἡβώοντα.
Ἀθάνατον λιτανεύσει, ὁ δ’ ἤπια δῶρα εἰδὼς Εὐχωλῇσιν ἔης ἀειήκοον οὖας ἐρείσει· Χάρμῃ γηθόσυνος θείῳ εἰσόψετ’ ὀπωπήν· Ὧς ὁ μὲν ἧς ἀρετῆς Θεοῦ εὐνομίῃσιν ἐπαυρεῖ, Ὅς τε δίκην τίεσκε, καὶ αἴσιμα ἔργ’ ἀνθρώπων Εὐσεβέων, μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης.
Ἀνέρας ὀπιπεύει, τῶν δ’ εἴτις ἔειπεν, “Ἥμαρτον, ”Ἔκ τε δίκην ἔλασα, σκολιάς τ’ ἔκεινα θέμιστας, ”Οὐδέ τι μοι χραίσμησεν, ἀτὰρ καὶ μᾶλλον ἀάσθην·
Ῥύσεται ἣν ψυχήν, ἣ δ’ ἐκ ἀΐδόσδε βέβηκεν, Ἀλλ’ ὅγ’ ἔτι ζώει, καὶ ὁρᾷ φάος ἠελίοιο.
Πολλάκι τοι τάδε πάντα Θεὸς βροτὸν ἄνδρα ἔοργε· Φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά Αὐτὸς ἔχει, τοῖσίν τε βροτῶν φρένας ἐξακέσοιτο.
Ὄφρ’ ἀνέρος ψυχὴν πάλιν ἐλθεῖν, ἠδὲ λεῖσαν Δοίη, καὶ παλίνορσον ἀπὸ στυγεροῦ ἀΐδαο Ἐξαγάγοι προφόωσδε, ὃ δ’ ἠελίου ἴδοι αὐγὰς Τυμβόθεν ἐξαναβάς, καὶ ἔτι ζωοῖσι μετείη.
Τούνεκά τοι ἐρέω, σὺ δ’ σύνθεο, καί μευ ἄκουον, Σιγῇ ἀτρέμας ἧσο, τεῒν δ’ ἐγὼ ἄρτια λέξω.
”Εἰ δέ τι σοι ἔπος ἐστίν, ἀμείβεο, μηδ’ ἐπικεύσῃς, ”Αὔδα ὅ, τι φρονέεις, ἐθέλω δ’ συνήγορος εἶ. Σῆς τε δικαιοσύνης ἐπιμάρτυρα μῦθον ἐνισπεῖν.
Εἰ δέ τι οὐ πάρεα μῦθος, ἐμῆς ἐπίκλυθι φωνῆς, Σιγῇ νῦν ξυνίει, καὶ ἐγὼ πνυτώ σε διδάξω.
Ἦτοι ὅγ' ὡς εἶπεν Βαραχήϊος υἱὸς ἀμύμων· Οὐδ' ἐπέων ἔτι λῆξεν, ἰδὼν δ' ἀκέοντας ἑταίρους Κύκλῳ ἐξομύσας, ἔπεα πτερόεντα προσηύδα·
Κέκλυτέ μευ μύθων μάλα περ πεπνυμένοι ἄνδρες, Κλίνατέ δ' κατὰ μοι πυκινὰ φρεσὶ μήδε' ἔχοντες.
Δεῖπνα γὰρ ἠΰτε γλῶσσα πολύστροπα καὶ μάλα πολλά Κεῖνεν ἐπισταμένως, (ὴ γὰρ στόματος δίκη ἐστί) Παντοίων δ' ἑλῶν λάβε γεύματα, καὶ φύσιν ἔγνω· Ὡς ἑάς τ' ἐπέων ἴστωρ καὶ μάρτυρός ἐστιν, Ἀσσ' ἐτεά τε καὶ οὐκὶ, τά θ' ἡδέα πικρά τε, ἤδη.
Ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· Μῆτιν ὑφαίνωμεν, καὶ ἐπιφρασσώμεθα βουλήν, Ὄφρ' εὖ εἰδῶμεν τί νυ φέρτατόν ἐστιν ἑλέσθαι.
Κυδιόων γὰρ Ἴωβος ἔφη, Ἐγώ εἰμι δίκαιος, Ἐκ δ' δίκην μοι ἔλασσε Θεός, καὶ ἔκλεψε θέμιστας·
Ἦ ῥά νύ τι ψεῦδός γ' ἐρέω κατ' ἐμεῖο δικάζων; Ἀλλ' οὐ χρὴ ψεύδεσθ' ἐπιστάμενον σάφα εἰπεῖν. Ἕλκος μοι ἄμοτον, καὶ ἀνήκεστον πέλεν ἄλγος, Τῷ δ' οὐκ αἰτίη ἐστὶν ὑπερβασίη ἀλεγεινή. Ὡς ἔφαθ' ὑψαγόρης, καὶ ἀγλωσσίῃσι πιθήσας.
Ὦ πόποι, οἷός δή νυ Θεὸν βροτοὶ αἰτιόωνται; Ἐκ κεῖνο γάρ φατι κάκ' ἔμμεναι· ἀλλὰ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν. Ὡς οὐκ ἔστιν Ἴωβος ὀνειρότερος βροτὸς ἄλλος, Ὅσπερ ἐλεγχείην καὶ μυκτηρισμὸν ἔπινεν, Ὡς ὅτε διψαλέος τις λαμυρώτατον πίεν ὕδωρ.
Ὅς ῥ' ὁδὸν αὐτὴν βαῖνε μετ' ἀνδράσιν αἰὲν ἀλιτροῖς, Καί σφιν ὁμάρτησεν, τοῖς σχέτλια ἔργα μεμήλει. (Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει Θεὸς ὡς τὸν ὁμοῖον.)
αὖ πάλιν αὐτὸς ἔφη ὑπεροπλίῃσι νόοιο, Οὐδὲ γὰρ ὧδ' ἔτω μέγ' ὀφέλλεται, οὐδ' ἐνίνηται Ἀνήρ, ὅς τε Θεοῖο τετάρπηται φίλον ἦτορ.
Ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον, Κέκλυτέ μευ μύθων, ὅσοι πυκινόφρονές ἐστε. Οὐ μὲν πω κάκ' ἔοργεν Ἄναξ, τόδε μηδὲ γένοιτο, Οὐδέ τις Ἀθανάτῳ πάρ' ἀτασθαλίη ἀλεγεινή.
Ἀνδρὶ γὰρ ὧν ἔργων ἀντάξιον ὤπασε μισθὸν, Δῶκεν δ', ᾗ θέμις ἐστὶν, ἑκάστῳ οἷ' ἔρεξεν.
Οὐ νύ κεν ἔθ' ὕβρει εἴκων Θεὸς αἴσυλα ῥέξοι, Οὔτε ποτ' Ἀθάνατος σκολιὰς κείνειε θέμιστας.
Τίς μὲν οἱ οἴηκα σαθερῆς ἐπετείλατο γαίης; Τίς χθονὸς εὐρυχόροιο μέδων, ᾧ κόσμος ἀπείρων, ᾯ, λαοί τ' ἐπιτετράφαται, καὶ πάντα μέμηλεν;
Εἰ βροτὸν ὀξὺ νοήσῃ, ἑὸν δ' ἀπὸ θυμὸν ἕληται, Πνεῦμά τε καὶ ζωὴν πάλιν εἰς ἑέ τ' αὐτὸν ἀγείρῃ,
Πᾶσ' ἅμα σὰρξ ἀπολεῖται ἐπήτριμος, ἐς δ' κονίην Ἀνέρες ἂψ λύσονται, ὅθεν πάρος ἐκγεγάασιν.
Εἰ τοι ἐχέφρων θυμὸς ἐνὶ στήθεσσιν, Ἴωβ, Σώζεο, καί μευ ἄκουσον, ἰδ' ἐν φρεσὶ βάλλεο μῦθον.
Ἦ ὅγε κοίρανος ἔσται, ᾧ οὐ φίλαι εἰσὶ θέμιστες, Ὅς τε δίκην ἐχθαίρει, ἰδ' οὐκ ὄλετ' αἴσυλα ῥέζων; Ὅς δὲ δικαιότατος περὶ πάντων ἔξοχον ἄλλων Ἔπλετο, καὶ μὴ φᾶσι δίκην ἰθύντατα εἶπε, Καδδὲ σὺ τῷδ' ἔτλης δικάσαι, καί ἑ νεικέσαι ἀντίην;
Ἦ ῥά νύ τις κατὰ μοῖραν, ἐπισβόλος, Ὦ ἄνα, φησὶ, Σχέτλιος εἶς, καὶ ἀλιτρός· Ἀτάσθαλοί ἐστε, μέδοντες; Τίς γὰρ ἂν ὧς τόλμησε λιγύς περ ἐὼν ἀγορητὴς Νεικείειν βασιλῆας ὀνειδίοις ἐπέεσσιν;
Πῶς ἓν ἔτ' οὐκ ἀπέοικε Θεῷ τάδε μυθήσασθαι; Ὅς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει, Ὅς τ' οὐκ αἰδέεται βασιλήων σεμνὰ πρόσωπα, Οὐδ' ὄλετ' ἀφνειῶν· πτωχὸς γὰρ ἐναντίον αὐτοῦ Πλουσίῳ ἐσ' ἀτάλαντος, ὁμοίης τ' ἔμμορε τιμῆς· Ἶσον γὰρ σύμπαντες ἑῶν ἔργον παλαμάων.
Ἐμμαπέως ἅμα τοῖσδε τέλος θανάτοιο κάλυψε, Τάρβησαν δ' ἄρα φῦλα βροτῶν ἐνὶ νυκτὸς ἀμολγῷ, Αὐτίκα δὲ φθινύθουσιν ἀκήριοι, οἱ δέ τ' ἄνακτες Ἐξ ἑδρέων ἐριπόντες, ὀδὰξ ἕλον ἄσπετον οὖδας, Οὐ βροτοῦ, ἀλλὰ Θεοῦ πληγῇ καὶ χειρὶ δαμέντες.
Τῷ μὲν γὰρ τ' ὀφθαλμοὶ ἐπ' ἀνδρῶν εἰσι κελεύθους, Πανδερκεῖς δέ τ' ἐόντες, ἐπιστρωφῶσι πύληκας, Ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες· Παπταίνων ἐς ἕκαστον ἴδεν πάντ' ἴχνια φωτῶν.
Οὐ τόσον σκότος ἐστὶν ἐνὶ σκιόεσσι μελάθροις Νέρθεν, ἅτερ κῆρες μέλανος θανάτοιο νέμονται, Ὅσσον δυσσεβέας δύναιτ' ἀνέρας ἀμφικαλύψαι, Εἴπερ τις ἐθέλωσ' ἕρδειν τι κρύβδα Θεοῖο.
Εἴτις ὀϊζύσειε κακῶν ἕνεχ' ὅσσα ἔοργεν, Ἦν δ' ἀτίως τίσῃς, Θεὸς δέ ἑ σιφλώσειεν, Ἀλλὰ μὲν οὐδ' ἔτω πλέον, ἢ θέμις ἐστὶ, πέπονθεν, Ὄφρα Θεῷ ἐρίσῃ, ἕο τ' ἐν δίκῃ ἀντίος ἔλθῃ Ὕβριος εἵνεκα τῆσδε· δικαιοτάτη γὰρ Ἐριννύς.
Ῥαῖσε δὲ μυρία φῦλα μεγαθενέων βασιλήων, Οὐτιδανός τε καθεῖσεν ἐφ' ὑψηλοῖσι θρόνοισιν. Οὕτω γὰρ νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, Ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
Τῶν δ' εὖ γινώσκει ὕβριν καὶ ἀτάσθαλα ἔργα, Καδδ' αὐτοὺς ἀνὰ νύκτα μέσην βάλε χειρὶ βαρείῃ, Οὐτάμενοι δ' ἄρα τοίγε κατήλειπον ἐν κονίῃσι, Πρηνέες ἐν κονίῃσι κατήλειπον, ἠδ' ὀλέκοντο·
Πλῆξε δὲ τοὺς ἀναφανδὸν, ὅθι πλεῖστος πέλε λαὸς, Πάντες ἵν' ἀθρήσωσι, Θεοῦ τ' ὄπιδα τρομέωσι, Ὧδε δέ τις τότε εἴπῃ ἰδὼν ἐς πλησίον ἄλλον, Οὐκ ἀρετᾷ κακὰ ἔργα, κιχάνει πότμος ἀλείτῳ, Ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅς τις τοιαῦτά γε ῥέζοι.
Ὅττι Θεοῦ ἀπονόσφι μετάστρεπον ἴχνος ἔθηκαν, Ἄψ τ' ἀνεχώρησαν, χάζοντό τε πολλὸν ὀπίσω, Καί σφισιν οὔ τι μέμηλεν ἐνὶ φρεσὶν ὅσσα τ' ἔρεξεν, Ὅσσα τ' ἐπί σφιν ἔτειλε, καὶ οὐκ ἀλέγιζον ἐφετμέων.
Οἱ μὲν ἐφυβρίζουσι, βοὴ δ' ἄσβεστος ὀρώρει Πτωχῶν λευγαλέων, τούς τε τρύχουσι βίηφι, Ἡ δέ τις οὐρανὸν ἷκε, καὶ κάτα βάλλε Θεοῖο· Πτωχὸς μὲν βοάασκε, Θεὸς δ' αΐεσκε λιτάων.
Ὅς ῥ' ὁπόταν κατάπαυμα διδῷ, τίς τάρβος ἐνόρσει; Τίς δέ μιν ἀθρήσει, ὅθ' ἑὸν ἐκάλυψεν ὀπωπὴν, Ἠμὲν ὅταν ξυών τε κακὸν πολέεσσι πιθῇσιν, Ἀνδράσι καὶ δήμῳ κεχολωμένος, ἠδ' ἐνὶ μούνῳ;
Κοιρανέειν οὐκ εἴα ἐν ἀνδράσιν ἠπεροπῆα, (Σκῆπτρον τ' ἠδὲ θέμιστας ὃ γὰρ βασιλεῦσιν ἔδωκε) Μή τι κακορραφίῃσι κατατρύχῃ πολιάτας Δημοβόρος, τῷ τ' αἰὲν ἀήσυλα ἔργα μεμήλῃ, Μὴ λαοὶ παγίδεσσιν ἐνιπλεχθῶσι βατείῃς, Μήπως ὡς ἀνῆλι λίνῳ ἁλόντε πανάγρῳ Ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένωνται.
Τῷ σε χρὴ, ὦ Ἴωβε, Θεῷ τοιαῦτ' ἀγορεύειν, ˮἽλαθί μοι, Βασιλεῦ, καὶ μείλιχον ἔνθεο θυμόν· ˮὮ, μοι ἐγὼ, ὅτι πόλλ' ἔπαθον, καὶ πόλλ' ἐμόγησα· ˮΟὐκέθ' ἁμαρτήσω, μὴ ῥίγιον ἄλλο τι πάχω. ˮΕἰδ' ἄγε δεῖξον ἐμοίδε, τό, τ' οὐ δύναμ' αὐτὸς ἰδέσθαι·
ˮΕἰ δέ ποτ' ἀασάμην φρεσὶν ἠλεῇῃσι πιθήσας, Οὐκ ἂν ἔτ' αὖ ἀλίτοιμι, κακοῦ δέ μοι ἔσσετ' ἐρωή.
ˮἮ τάδε ἔργ' ἔσται, ὡς σοι φίλον ἔπλετο θυμῷ; Ἀλλ' ἤτοι μὲν ταῦτα Θεοῦ ἐν γένασι κεῖται· Καὶ γὰρ δή, εἴτ' ἐθέλῃς, ἀποτίσεις, εἴτ' ἀνανεύεις, ˮΟὐτι ἐγώ· τῷ καὶ σὺ πιφαύσκεο ὅ, τι ἄρ οἶσθα.
Μᾶλλον δ' αὖ πινυτοὶ καὶ ἐχέφρονες οἵπερ ἔασιν, Οἱ φρεσὶ πευκαλίμῃσι κεκασμένοι ἐν μερόπεσσιν, ˮΕἴποιεν, καὶ ἐμῷ νῷ ἐμπαζοίατο μύθων.
Νήπιος ἔστιν Ἴωβος, ἐπεὶ ἀνεμώλια βάζει, Πολλά τ' ἐν ἔμμιγ' ἔειπεν, ὅσ' οὐ πεπνυμένος ἀνήρ· ˮὩς ἄρ' οὐ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν.
ˮὮ Πάτερ ἡμέτερε, ὦ Βασιλεῦ, ὕπατε κρειόντων, ˮΕἴθε καὶ ἄχρι τέλους δοκιμάζοις τοῦτον Ἴωβον, Καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη, ˮΟὕνεκ' ἐοῖς ἐπέεσσι συνήγορός ἐστιν ἀλιτρῶν.
Θῆκε δ' ἀποστασίην ἐπ' ἀτασθαλίῃ ἀλεγεινῇ, Σχέτλια δήνεα εἰδώς, Θεῷ δ' οὐ πείθετο βουλῇ· Χερσί τε συμπλατάγησεν, ὀνείδειά τ' ἄμμιν ἔθηκε, Καί τ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ηὔδα, Μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι Θεῷ αὐτῷ.
ˮὩΣ ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Ὑσβάλλειν, χαλεπὸν γὰρ ἐπισταμένους ἄρ' ἐόντας· Σιγῇ τοίγ' ἔχοντο, πάλιν δ' ὅγε μῦθον ἔνισπεν·
ˮὮ πόποι, ἦ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπες; Καὶ μάλ' ὑπερφίαλον ἔπος ἔκβαλες, ὡς ἀγορεύων, ˮἮ μὲν ἔγωγε δικαιότερος Θεοῦ εὔχομαι εἶναι· ˮἮ δίεις, ὅτι τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες;
ˮἈλλ' ἔτω κᾂν ἔφησθα, Τί γὰρ μέγα ἔσσετ' ὄνειαρ, Ἦ τί νύ μοι ὄφελος κεκαθαρμένῳ ἀμπλακιάων; Ἠὲ τί μοι κεῖται, ἐπεὶ μάθον ἔμμεναι ἐσθλός;
Τούνεκ' ἀμειβόμενος χάσω νημερτέα φωνὴν, Ἄντικρυ δ’ ἐρέω ἅμα σοὶ καὶ σοῖς ἑτάροισιν. Χρὴ μὲν γὰρ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
Ἧ, ἄρ δὴ φρονέω τε, καὶ ὡς τελέεσθαι ὀΐω. Οὐρανὸν εἰσανιδών, ὃ μετήορος ὑψόθι γαίης Πέπταται ἀστερόεις, νεφέλας τ’ φράζεο θυμῷ, Αἵ σέο πολλὸν ὕπερθε φορεύμεναι ἠερέθονται· Τάων ἓν ὕψος ἐστὶ Θεοῦ ἕδος ἀσφαλὲς αἰεί, Τόσσον ὕπερθε πέλει, ὅσσον ὐρανός ἐστ’ ἀπὸ γαίης.
Καδ δ’ αὐτῷ τί πω ἔρξας ἀμήχανον, ὅππόθ’ ἁμάρτῃς Ἠὲ τί μιν πολλῇσιν ὑπερβασίῃσιν ἔοργας; Ἦ τί καὶ αὐτός, Ἴωβε, τεῆς κακότητος ἐπαυρεῖς;
Ἀλλὰ καὶ εἴ τί σύ γ’ αὖτε διδῷς, τί ἑοῖσι δίκαιος; Ἠὲ τί οἱ ὄφελος; τί δ’ ὅγ’ ἔλλαβε σῆς ἀπὸ χειρός; Τὸν δ’ ἀγαθός τε κακός τ’ οὐ σίνειαι ἠδ’ ὀνίνησι.
Σεῖο γ’ ἀτασθαλίη τάχα ἵψεται υἷας Ἀδάμου, Οἷος καὶ σύ περ ἔσσι, κακόν τ’ ἄνδρεσσι φυτεύσεις· Σεῖό κεν εὐνομίη χραίσμῃ μερόπεσσι βροτοῖσιν, Ἦ ἔπει, ἠὲ ἔργῳ χάριν ἀνθρώποισι φέρουσα.
Πολλοὶ ὑπερφίαλοι καὶ ἀτάσθαλοι ἄνδρες ἔασιν, Οἳ δ’ ὕβρει εἴξαντες, ἐπιστάμενοι μνύει σφῶν Τείρουσι πτωχὸν ῥηξιλωρείῃ τε βίῃ τε, Τῶν ἦ βιαζομένων στοναχὴ ἀλίαστος ὄρωρε, Καὶ ῥυσταζόμενοι· ἔτι δ’ ὑβρίζοντος βραχίων Μαίνεται ὀβριμοεργός, ὃς Θεὸν οὐκ ὀπιπεύει.
Οὐδέ τις ἐν τοῖσδεσσι διέρχεται, οὐδὲ μεταλλᾷ, Εἰπών, Πῆ Θεός ἐσθ’ ὅς μ’ ἔπλασεν οὐδὲν ἐόντα, Ἠδ’ ἔκαμεν τάχ’ ὧν, τῷ γὰρ πόνος εἰμὶ καὶ ἔργον, Ὅς τ’ ἀβρεχτέῳ ἀνὰ νύκτα διδοῖ ἡδεῖαν ἀοιδήν·
Ὅς φρένιν ἀνθρώποις δίδαεν, καὶ μήδεα πυκνά, Ζώων τ’ ἄμμιν ἔδωκε πλέει φρένας ἔμμεναι ἄλλων, Θηρῶν τ’ ἀγρονόμων, καὶ ὑπερανίων πετεινῶν;
Ἔνθα δ’ ἄμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν Ὕβριος ὀλλυμένης, καὶ ὑπερφιάλων ἕνεκ’ ἄτης, Διὸ δ’ ἀκέων Θεὸς ἧστο, καὶ ἐκ ἀΐοντι ἐοικώς.
Οὐδὲ γὰρ οὐράνιος προφρονέων ἐὸν ὄαρ ἐρείδει Μαψιδίοις ἐπέεσσι Πατήρ, ματίῃ τ’ ἀλεγεινῇ· Οὐδέ ποτ’ Ἀθάνατος κενεόφρονος ἔκλυεν αὐδῆς, Ἀνέρος ὅτ’ ἀλέγιζεν, ὅς τις τ’ ἀνεμώλια βάζοι.
Εἰ καὶ ἔφης, Οὔπω μιν ἐγὼ δυνάμ’ ἄντα ἰδέσθαι· Ῥεῖα δ’ ἀείγνωτος πέλεται Θεὸς ὃς ἐνὶ ἔργοις, Ἴχνια παμφανόωντα, ἀείζηλοι δέ οἱ αὐγαί. Πὰρ δέ οἱ ἐστὶ δίκη, πὰρ δ' κρίσις, ἠδὲ θέμιστες· Τῷ τε σὺ θαρσήσας μάλα πείθεο, καί σ' ἐπίστρεφον·
Νῦν δ' ἐπεὶ οὐχ ἕτω πίσυνος Θεῷ ἐστιν Ἴωβος, Ὅς μιν ὀδυσταλέῳ χαλεπῷ οἱ ἔθηκεν ὀϊζυῷ· Ἀλλ' ὅγ' ἀνὴρ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ Οὐκ οἶδ', οὐδ' ἐνόησε τί οἱ τόσον δῖτον ὀφέλλει, Σχέτλιος, ὅν τε κατ' αἶσαν ἔχει ἰότητι Θεοῖο.
Τούνεκα λαβραγόρης τε ἀμετροεπής τε Ἴωβος, Τοῦ καὶ ἀπὸ γλώσσης μάλα τηϋσίη ῥέεν αὐδή· Πολλὰ μὲν ἐκπάγλως, ἀτὰρ οὐ πεπνυμένα βάζει.
ὩΣ Ἔλιυς μὲν ἔφη· τὸν δ' ἔπεσ' ἀμείβετο μύθῳ· Τούνεκα δ' αὖτις ἔνισπε, καὶ οὐκέτι λῆξ' ἀγορεύων·
Νωΐ μ' ὀλίγον ἄαρ ἔα, σιγῇ ποτιδέγμενος ἧσο, Καί τοι ἐγὼ μάλα πᾶσαν ἀληθείην καταλέξω, Ὡς ἔτι μοι πλέον ἐστὶ Θεοῦ ἕνεκ' ἀντίον εἰπεῖν.
Τηλόθεν ἀρξάμενος πεπνυμένα μήδε' ἐραννῶν Φθέγξομαι ὧν πυθόμεσθα παλαίφατα θέσφατα φαίνων· Ἐξαρέω δ' θέμιστας ἐπουρανίου Βασιλῆος Τοῦ δ' δικαιοσύνην τε καὶ εὐνομίην καταλέξω, Ὅς μ' ἄραρε φραδέως, εὖ εἰδὼς τεκτοσυνάων.
Ψεύσομαι, ἠὲ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός· Αἰσχρὸν γὰρ ψεύδεσσιν ἐπιστάμενον σάφα εἰπεῖν. Νημερτέως ἔν τοι μυθήσομαι, οὐδ' ἐπικλώσω. Πὰρ δέ τοι ἱδρύνθη, ὃς γνώσιος ἄκρον ἵκανεν, Ὅς τ' ἤδη τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα.
Καρτερός ἐστι Θεὸς, τοῦ τε σθένος οὐκ ἀλαπαδνὸν, Ἀλλ' οὐκ ἠπεδανῆς ἀνδρῶν ἀμέλησε γενέθλης, Οὐδὲ βροτοὺς ἀθέριζεν ἀκιδνοτάτους πὲρ ἐόντας. Ἦ μάλα καρτερός ἐστι, τίς οἱ μένος ἰσοφαρίζοι; Ὡς πάντων πέρι τ' ἐστὶ βίῳ, πέρι τε φρένας ἐσθλὰς, Ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς, κρατερός τ' αἰχμητής.
Τῶν δ' δ' ἁμαρτηνῶν, οἷς σχέτλια ἔργα μέμηλε, Ζωὴν οὐκ ἐφύλαξε, καὶ οὐκ ἐσάωσεν ἀλιτροὺς, Αὐτοὶ δ' σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. Πτωχῷ λευγαλέῳ μάλα κήδεται, ἠδ' ἐλεαίρει, Εὖ τε δίκην παρέχων, θυμαλγέα δ' ὕβριν ἀμύνων.
Οὔποτ᾽ ἀπ᾽ εὐσεβέων ἀγανὴν ἔτρεψεν ὀπωπὴν, Ὀφθαλμοὶ δ᾽ ἑοὶ αἰὲν ἐπ᾽ ἀνέρας εἰσὶ δικαίους, Ἰθυντάς τε καθῖσεν ἐφ᾽ ὑψηλοῖσι θρόνοισι, Τιμὴν ὄφρα λάχωσι μετ᾽ ἰφθίμων βασιλήων, Ἔνθά σφεας ἵδρυσε διαμπερὲς, οἱ δέ τ᾽ ἄερθεν.
Εἰ δέ ποτ᾽ ἐν κλοιοῖς καὶ ἀλυκτοπέδῃσι δέδεντο, Μόχθου τ᾽ ἀργαλέοιο περί σφίσι δεσμὰ κέχυντο·
Τόφρα δ᾽ ὅγε σφ᾽ ἀνέφηνεν, ἀειφραδέως τ᾽ ἀπέδειξεν, Ὅσσα κακὰ ῥέξεσκον ἀτασθαλίῃσι νόειο, Ἄτην τε σφετέρην, καὶ ὑπερβασίην ἀλεγεινήν.
Οὔατα δέ σφ᾽ ἀνέῳξε, καὶ ἐν φρεσὶ μήδεα πυκνὰ Θῆκεν ἐπισταμένως, ἵνα μὴ ληθοῖατ᾽ ἐφετμέων, Ἀλλὰ κακοῦ ἀπάτερθε παλίντροπον ἴχνος ἔχοιεν.
Εἰ μετόπισθε πίθωνται (ἐπεὶ πείθεσθαι ἄμεινον) Ἁζόμενοι φρεσὶν ᾗσιν ἐφημοσύνας τε καὶ αὐτόν· Δὴ τότ᾽ ἀναπλήσουσι βίον, θαλίῃ ἔνι πολλῇ, Χάρμασί τε γλυκεροῖσι κυλινδομένων ἐνιαυτῶν·
Εἰ δ᾽ ἔμπης ἀπίθησαν ἐφ᾽ μυσοεικέϊ θεσμῷ, Φθίσει σφεας ἄορ ὀξὺ, φίλης τ᾽ αἰῶνος ἀμέρσει, Ἀκλειῶς τ᾽ ἀπολεῦνται ἀϊδρείῃσι νόοιο.
Οἱ δ᾽ δολοφρονέοντες ἀμήχανοι ἠπεδανοί τε Μῆνιν νήσαντο κακοῦ ἐς μόρσιμον ἦμαρ· Οὐδὲ γὰρ εὐχωλὰς εἰς οὐρανὸν εὐρὺν ἱεῖσιν, Εἴ γέ ποτ᾽ Ἀθάνατος χαλεπόν σφισι δεσμὸν ἔθηκε.
Τῷ ἔπι προφθῖσθαι, πρὶν γήραος οὐδὸν ἱκέσθαι, Αἰνόμοροι θνήσκουσι, μινυνθαδίως σφισι δ᾽ αἰὼν Τήκεται ἐν μάχλοισι, μέσῳ πόρνων τ᾽ ἐν ὁμίλῳ.
Πτωχὸς αὖτε λύης καὶ ὀϊζύος ἐξανέλυσε, Ἐν πάντεσσι πόνοισι παρεισάμενός τε φύλαξεν· Οὔατα δέ σφιν ἀνῷγε, βίῃ ὅτ᾽ ἐπῆλθε καὶ ὕβρις.
Οὕτω καί κέ σε ῥεῖα μετήγαγεν ἐκ στενωποῦ Χῶρον ἐς εὐρύτερον, τῷ οὐ στείνειας ἔμελλες· Καὶ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλες Ἔδων αἰγήης μυσοεκέα δαῖτα τραπέζης.
Τὼν δ᾽ πρόφρων ὀλοφώϊα δώε᾽ ἀλειτέων Μήδεά τ᾽ ἐκτέλεσας, τῷ σ᾽ οὐ σόον ἔμμεναι ὀΐω, Ἀλλά σε νῦν νέμεσίς τε κακὴ καὶ μοῖρα κιχάνει.
Αἰνὸς δὴ χόλος ἐστὶ, Θεοῦ δ᾽ ἐποπίζεο μῆνιν, Μή σε βάλῃ, ἀπὸ δ᾽ γ᾽ μελιηδέα θυμὸν ἕληται·
Τόφρά μιν οὐ πείσεις γε φέρων ἀπερείσι᾽ ἄποινα· Οὐδ’ εἰ οἱ δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίης, Ὅσσά τέ σοι πάρος ἔσκε, καὶ εἰ πόθεν ἄλλα γένοιτο, Ἀλλ’ οὐδ’ ὣς ἔτι θυμὸς ἑὸς πείσεσθαι ἔμελλε, Ψυχήν τοι λῦσαί τε φίλην, τά τ’ ἄποινα δέχεσθαι. Πάντα δ’ ἀπόβλητ’ ἐστὶ Θεῷ ἐρικυδέα δῶρα, Ὅσσά κό τις δώῃ μεμαὼς ψυχὴν ἐρύσασθαι, Μάψ’· ὃ γὰρ οὐκ ἀλέγει, ἐπεὶ οὐ πλούτοιο μεμηλώς, Οὐδ’ ἄρα οἱ φίλα εἰσὶ τόσα χρυσοῖο τάλαντα· Ἀλκή οἱ ἠδὲ βίη οὐδ’ ἐν λόγῳ οὐδ’ ἐν ἀριθμῷ· Λίην γὰρ κρατερὸς πέλει πάντων ἔστ’ ἀνθρώπων.
Μήπω ἱμείρεο νυκτὸς, ὅτ’ αἰφνιδίῳ τινὶ πότμῳ Λαοὶ ἀποφθινύθουσιν ἅμα σφετέρῳ ἐνὶ χώρῳ· Οὐ γάρ τις θεόθεν φυγέειν κακὸν, οὐδ’ ἀνὰ νύκτα.
Φράζεο, μὴ ματίης ὄθεο φρεσὶ, μηδ’ ἀλίτημα Σοὶ μελέτω περὶ κῆρι, τὸ γάρ ῥ’ ὄϊτυς προβεβούλῃ.
Ῥεῖα δ’ ἀείγνωτος Θεῷ ἀνδράσι γίνεται ἀλκὴ, Οἷσίν τ’ ἤθελε κῦδος ὑπέρτερον ἐγγυαλίξαι. Τίς κεν ἀλεξίκακον βουλὴν, ὡς αὐτὸς, ὑφαίνοι; Τίς κέν οἱ ἰδρείῃ τε διδάσκαλος ἰσοφαρίζοι;
Τίς μὲν οἱ, ἠΰτε πομπὸς, ἑὴν ὁδὸν ἡγεμόνευσε; Τίς δέ μιν εὖ ἐδίδαξεν, ὅπως ὄχ’ ἄριστα γένηται; Ἠὲ τίς οἱ ποτὲ ἔργον ὀνόσσεται, ὅσσ’ ἔοργεν, Ἀντία νεικείων, Ὡς οὐ τόδε καλὸν ἔρεξας;
Ἀλλὰ σὺ μήποτε λήθου ἀγάσσασθαι τὰ ἃ ἔργα, Καὶ μεγαλίζεσθαι, τά περ ἀνέρες αἰὲν ὁρῶνται·
Πᾶσι γὰρ ἐστ’ ἀρίδηλα· τίς ἂν βροτὸς ἀγνώσσοι; Ῥεῖα δ’ ἀνὴρ ἐθέλων κε διασκοπιὴν ἀθρήσειεν, Οὔ τε κῃ ἀμβλύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε.
Παμμεγέθης ὁ μέν ἐστι, καὶ ἡμεῖς ἔτι μιν ἴδμεν· Οἷός καὶ ὅσσος ἔπλεθ’, ὁμῶς ἠΰς τε μέγας τε· Ἀργαλέος γάρ τ’ ἐστὶ Θεὸς βροτῷ ἀνδρὶ δαῆναι· Ἄφθιτος οἱ ζωή, ἐτέων δ’ τίς οἶδεν ἀριθμόν;
Λεπτοτάτας μὲν προΐκας ἐϋρραθάμιγγος ἐέρσης, Ὑδατοέσσας τε ψακάδας κατέχευεν ἔραζε· Αἰθὴρ δ’ ἐκ ἀχάριστος, ἐπεὶ πέσεν ἰκμάδα γαίης, Αὖθις ἀναῤῥοιβδεῖ, πίων ἐπεικὲς ἀμοιβὴν, Ὑετὸν ἄλλ’ ὅτε διδῷ, περιόγιον ἀντάξιον ἀτμοῦ, Ὑγρὸν ἀποβλύζων, τό,τε πρὶν χθονὸς ἐκμύζησε·
Τήκεται ἠελίῳ νέφος ὄγκιον, αἶψα δ’ ἐπ’ ἄνδρας Ταρφειὰς ῥανίδας, καὶ λαβρότατον χέει ὕδωρ.
Τίς κ᾽ ἔργον ξυνιῇ νεφεληγερέταο ἄνακτος, Οἵοισι νεφέεσσι περιστρέφει οὐρανὸν εὐρύν, Ὡς νεφέλην ἐπέτασεν ἐπ᾽ αἰθέρος δῖα τάπητα Αὐτοῦ ἐνὶ κλισίῃ, μέγα δ᾽ ἐσμαράγησεν Ὄλυμπος;
Ἄλλοτε μὲν σκιόεις πέλεν οὐρανὸς, ἄλλοτε δ᾽ αἴθρη Πέπταται ἀκνέφελος, λακὴ δ᾽ ἐπιδέδρομεν αἴγλη· Ἄλλοτε κυανέῃ νεφέλῃ ἐκάλυψε θαλάσσης Βένθεα καὶ ῥίζας, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
Πολλάκι γάρ τ᾽ εἴωθε Πατὴρ πυκινοῖσι νέφεσσιν Ἀνθρώπους τίσασθαι ὑπερβασίης ἀλεγεινῆς, Ἤματ᾽ ὀπωρινῷ, ὅτ᾽ ἐπιβείσῃ μέγας ὄμβρος Λαίλαπι θεσπεσίῃ, μινύθει δέ τε ἔργ᾽ ἀνθρώπων· Πολλάκι δ᾽ αὖ νέφεσι τρεφίμνορα σῖτον ὀφέλλει· Ὄφρα γε ἀρδμοὶ εἰσὶ διὰ ψακάδων ἁδινάων Κοίλης ἐκ νεφέλης αἰεὶ νέον ἐρχομενάων, Οὐρανόθεν δὲ πέτονται ἐπ᾽ ἄνθεσιν εἰαρινοῖσιν, Αἱ μὲν τ᾽ ἔνθα ἅλις πεποτήαται, αἱ δέ τε ἔνθα, Τόφρα μάλ᾽ εὐθενίη μέλλει μετόπισθε γενέσθαι Καρπῶν παντοίων, μέγα δ᾽ βρίθουσιν ἀλωαί.
Πορφυρέῃς νεφέλῃσιν Ὄλυμπον ἀμφεκάλυψεν Ἠελίοιο δέμας, περί τε σκιόεσσαν ὀμίχλην Ἔσσε μιν, ἠΰτε λεπτόν ἐϋννητόν τε χιτῶνα, Καί τ᾽ ἀνέδυσε φάειν νέφεος δ᾽ ἐξερχομένοιο·
Τῷ καὶ ῥηγνυμένοιο καὶ ἀλλυμένοιο κεραυνοῦ Σμερδαλέος κτύπος ὦρτο, μέμυκεν δ᾽ οὐρανὸς εὐρύς· Κτήνεα δ᾽ ἀγγέλλουσι ὁμοφθόγγῳ τινὶ φωνῇ Ἀτμὸν, τὸν νοέουσιν ἀπὸ χθονὸς ὕψοσ᾽ ἰόντα.
Τῶν δ᾽ ἔτι καὶ κραδίη μοι ἐνὶ στήθεσσι πατάσσει Αἰνῶς δειδιότι, τρομέουσι δέ μοι φρένες ἐντός· Ὡς δ᾽ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν Λάβρος ἐπαιγίζων, ἐπὶ τ᾽ ἠμύει ἀσταχύεσσιν· Ὡς μοι ἐκινήθη κραδίη φρεσὶν ὁρμαίνοντι.
Ἀλλ᾽ ἄγετε, ξυνίετ᾽ ὦκα Θεοῦ ὄπα φωνήσαντος, Ὑμέων ἄντα βάλλοι ἐὴ παταγεῦσ᾽ ἐρίμυκτος ἠχή, Ἥ τέ οἱ ἐκ λαιμοῖο πολυσμάραγος ῥέεν αὐδή.
Τὴν μὲν ὅγε ἴθυνεν ὑπ᾽ οὐρανὸν, ἀστεροπὴν δὲ Χειρὶ λαβὼν ἐτίναξεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου, Ἡ δ’ ἄρ’ ἀκοντισθεῖσα Θεοῦ ταχυδινέϊ παλμῷ Φρικτῆς μαρμαρυγῇσιν ἀεὶ στίλβουσα ποτᾶτ’· Ῥίμφα μάλ’ αἰΐσσουσα δι’ αἰθέρος, αἶψα δ’ ἱκάνει Γαῖαν ἀπειρεσίην, τρομέει δέ τε φῦλ’ ἀνθρώπων.
Τόφρα τις οὐρανόθεν φωνὴ βρέμει, αὐτὰρ ὑπ’ αὐτῆς Κόσμος ὅλος σμαράγησε, βοὴ δ’ ἄσβεστος ὀρώρει. Ἔνθ’ Ὑψιβρεμέτης μεγάλ’ ἔκτυπεν, ἀμφὶ δ’ Ὄλυμπος Σμερδαλέον κονάβιζε, μέμυκεν δ’ ἄσπετος αἰθήρ, Σάλπιγξεν δ’ ἕδος οὐράνιον, βράχε δ’ εὐρεῖα χθών, Ἔδδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς.
Δεινὸν δ’ ἐβρόντησε Πατὴρ ῥηξήνορι φωνῇ, Βροντήσας δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν, Δεινὸς δὲ κτύπος ὦρτο κεραυνοῦ παλλομένοιο. Ὡς μεγάλ’ αὐτὸς ἔρεξε, τά τ’ οὐ δυνάμεσθα νοῆσαι.
Ὅς τ’ εἶπεν νιφετῷ, Χαμάδις ῥέε, δεῦε δὲ γαῖαν, Βάσκ’ ἴθι, μηκέτι μίμν’ ἀνεμώλιος ἐν νεφέλῃσιν. Ὡς ἔφατ’· ἔδδεισεν δὲ χθών, καὶ ἐπείθετο μύθῳ· Αὐτίκα ταρφειαὶ νιφάδες πίπτουσιν ἔραζε, Εἰρός θ’ οἷα κέχυνται ἐπὶ ζείδωρον ἄρουραν, Ἧι δ’ ἄρ’ ἰάνθη γῆ λαρινῷ γανόωσα χιτῶνι. Ὡς δ’ αὔτως ἐπέτελλε Πατὴρ ὑετῷ τε καὶ ὄμβρῳ, Οἱ δ’ αἶψα προρέουσιν ἑλὼ τρομέοντες ὁμοκλήν.
Ἔνθα πόνον κατέπαυσε, καὶ ἐσσυμένοισί περ ἔργων Χεῖρας ἐρυκακέειν, καμάτοιο δὲ γίνετ’ ἐρωή· Ὄφρ’ εὖ εἰδῶσιν δειλοὶ βροτοὶ οἷ’ ἔορξεν.
Ἤματι τῷ χθονίοις ὑπὸ κεύθεσιν εὐνάζονται Θῆρες, καὶ αἰΐσσουσιν ἐνὶ γλαφυροῖσι κέονται.
Ἐκ νότου ἀργέσταο πολύστροφος ὤρνυτ’ ἀέλλη, Πνοιῇ ἅμα λιγυρῇ θεοδινέα βόμβον ἱεῖσα, Λαίλαπι μαστίζουσα κονίσαλον ἀμφὶ κελεύθους· Ἣ τε καταλλομένη ἰοειδέα πόντον ὀρίνει, Πολλὸν ὅ τ’ τρέφι κῦμα κυλίνδετ’, ὑψόσε δ’ ἄχνη Σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς. Ψῦχος ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο Γίνεθ’, ὅ, τε κρυεροῖσιν ἀεὶ χθόνα τύψεν ἀήταις.
Πάχνη ὀκρυόεσσα δι’ ἄσθματος ἷκε Θεοῖο, Αἶψα δὲ κῦμα πέπηγεν ἐϋρρεῖος ποταμοῖο Στεινόμενον, λιαρὸς δὲ ϑ’ ὑπερκέχυτο κρύσταλλος.
Τρύχει δ’ ἀρδμοῖσιν πυκινὸν νέφος, ἤχθετο δ’ αὐτὸ Τρεφόμενον, βεβίηται δ’ ὑδάτων ἐγκύμονι κόλπῳ. Ἄλλοτε δ᾽ αὖ ἐσκέδασεν ἐπὶ χθόνα πουλυβότειραν Μαρμαρυγὰς νεφέων, ἠδὲ ψολόεντα βέλεμνα.
Δινήθῃ τάδε πάντα Θεοῦ μεγάλοιο ἕκητι, Ἀμφί τε γῆν ἐλέλικτο διηνεκέϊ στροφάλιγγι, Βουλὴν δ᾽, ἥν σφ᾽ ἐπέτελλε, κατὰ χθόνα καὶ κατὰ κόσμον Ἐμμαπέως ἐτέλεσσεν, ἑῷ τ᾽ ἐπεπείθετο μύθῳ·
Εἴτ᾽ ἄρα δυσεβέας κρατερῇ μάστιγι διώξῃ, Εἴτ᾽ ὄμβροισι διώῃ ἑὴν πολυκαγκέα γαῖαν Ἵλαος, εὐσεβέεσσί τ᾽ ἐνὶ φρεσὶ θυμὸν ἰαίνῃ.
Κέκλυθι γῆν μά, Ἴωβε, καὶ ἀτρέμας ἧσο μίνυνθα Θάμβῳ καὶ σιγῇ, τά τε θαύματα σιγαλόεντα Μέρμερά τ᾽ ἔργα Θεοῖο τεῷ ἐγκάτθεο θυμῷ.
Οἶσθά γ᾽ ὅπως ἔστησε Θεὸς νέφεα σκιόεντα, Ἄψ δ᾽ φόως ἀνέφηνε κεδασεισέων νεφελάων;
Οἶσθά γ᾽ ὅπως ἄρα τὶ ἰσόρροποι ὕψι κρέμανται, Ὄμβροις ᾧ βαρύεσι καὶ ὕδασι βεβριθῦαι; Οἷά τε θαύματα ῥέζει, οὐ φρένες ἄρτιαι εἰσιν, Ἀκρότατός τε νόος πάντων πέρι μήδεα εἰδώς;
Πῶς ὑπερεθερμάνθη τὰ σὰ εἵματα, θάλπετο δ᾽ χθὼν, Ἀτρέμας ὄφρ᾽ εὔδεσκε μινὺθ βορέαο καὶ ἄλλων Ζαχρειῶν ἀνέμων, ὅτε μὴ λιαροῖο νότοιο, Τῷ δ᾽ Θεὸς πνοιῇ μαλακῇ προέηκεν ἀῆναι;
Ἦ ῥα σὺ αἰθέρα δῖον ἅμ᾽ αὐτῷ ἐξετάνυσσας; Οὐρανὸν ἢ πολύχαλκον ὑπὲρ χθονὸς ἐξεπέτασσας, Στιλπνὸς ὅ, τε στιβαρός τε πέλει χυτὸν οἷα κάτοπτρον;
Ἀλλὰ σὺ νῦν ἡμῖν ὑπόθευ, καὶ μῦθον ὄπαζε, Οὐ γάρ πω σάφα ἴδμεν ὅπως ἀπαμειψόμεθ᾽ αὐτόν· Τόση ἡμετέροισιν ἐνὶ στήθεσσιν ὁμίχλη.
Τίς νύ κέν οἱ δείξειεν ἐμὸν λόγον; αἴκέ τις εἴπῃ, Οἷά τε μαρμαρυγὴ θείης ἐλαφύξεϊ ὀπωπῆς.
Φέγγος ὑπαὶ νεφέων ἐκ ἄν βροτὸς αἰθρήσειεν, Οὔ τε κεν ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· Ἀλλ᾽ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας Θῦεν μάστιγι λιγυρῇ, ἐκάθηρε δ᾽ ὄλυμπον, Αὐτίκα δ᾽ ἠέρα μὲν σκέδασεν, καὶ ἀπῶσεν ὁμίχλην· Ἔκ τ᾽ ἔφανον πᾶσαι σκοπιαὶ, καὶ πρώονες ἄκροι, Καὶ νάπαι, οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ·
Αἴθρῃ ἐκ βορέαο φαεινοτέρη χρυσοῖο Πέπλαται ἀννέφελος, λευκὴ δ᾽ ἅλαδ᾽ ἦλθε γαλήνη· Τῷ καὶ ὑπὸ ῥιπῇ μείδησεν ἀθέσφατος αἰθὴρ Στίλβων ἀγλαΐῃσι, γέλασσε δὲ πᾶσα περὶ χθὼν Αἴγλῃ λαμπετόωσα, γέγηθε δέ τε φρένα ποιμνίῳ. Ὡς ἓν σμερδαλέον Πανυπερτάτου ἔπλετο κῦδος, Τῷ καὶ λαμπρότατόν τε φάος, καὶ δεινὰ πρόσωπα;
Εὑρεῖν οὐ δυνάμεσθα Θεοῦ φύσιν αἰὲν ἐόντος, Καὶ μάλα πὲρ σπουδῇ διζήμενοι εἰρόμενοί τε· Ὅς τ' ἐκέκαστο βίηφι, καί οἱ κράτος οὐκ ἐπεικτόν, Ὅς πάντων περί τ' εὐνομίῃ, περί τ' ἐστὶ θέμισσι, Εὐδικίῃ τε νόοιο, καὶ οὐδέ ποτ' ἄνδρα χαλέπτειν Ἤθελ' ὑπερφιάλως, ὡς ὑβριστῆρες ἀγαυοί, Οἵ τ' ἄλλους τρύχουσι βίῃ ὑπερωρεόντες.
Τὔνεκά μιν τρομέεσιν ἐπιχθόνιοι ἄνθρωποι, Ἁζόμενοι Βασιλῆα, τῷ οὐ φρένας ἔυαδεν ἀνδρῶν, Οὐδέ τιν' αἰδέεται πυκινὰ φρεσὶ μήδε' ἔχοντα.
ὩΣ φάτ' ἀπηλεγέως· ἄνεῳ δ' ἔστησαν ἑταῖροι Μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν. Ἀλλὰ καὶ αὐτὸς ἔπειτα Θεὸς προσέειπεν Ἴωβον Μεσσόθεν ἐκ στροβίλοιο, μέγαν δ' ἐλέλιξεν Ὄλυμπον·
Τίς ῥ' ὅγε κλέψας μῆτιν ἀϊδρείῃσι νόοιο, Νήπιος, οὐδέ τ' ἐπιστάμενος φρεσὶν ἄρτια βάζειν; Οὐ γὰρ καλὸν ἔειπε· δοκεῖ ἄρα μοι ἀπνύσειν. Δαιμόνι', ἦ χαλεπόν σε Θεοῦ αἰειγενέταο Δήνεα εἴρυσεαι, μάλα πὲρ πολύϊδριν ἐόντα.
Ἀλλ' ἄγε νῦν, θάρσει, περὶ δὲ ζώνην βαλέ' ἰξυῖ, Ἀνὴρ ἴσθι, φίλε, μνήσαιο δὲ θούριδος ἀλκῆς. Εἰπέ μοι εἰρομένῳ νημερτέα, μηδ' ἐπικεύσῃς, Θυμὸς ἐπεί σε ἀνῆκε Θεῷ ἔριδα προφέρεσθαι.
Εἰπέ μοι, εἰ ξυνίεις, Πῇ ἔπλεο, ὁππότ' ἔγωγε Καββαλλόμην στυφελῆς ἀτίνακτα θεμείλια γαίης;
Τίς δ' ἄρα θῆκεν ὅρους; τίς σχοίνῳ (εἰ τόγε οἶσθα) Αὐτὴν μέτρησεν, καὶ ἐπὶ στάθμην ἴθυνεν Εὖ καὶ ἐπισταμένως; ἦ ᾗ κρέματ' ἰσοτάλαντος Βριθοσύνῃσιν ἔησι, καὶ οὐ ῥέπει ἔνθα καὶ ἔνθα.
Πῶς οἱ ἐρηρέδαται τὰ θεμείλια; τίς τε κατ' ἀρχὰς Πρῶτον λᾶαν ἔθηκε, καὶ ἐρρίζωσεν ἔνερθεν;
Ὁππότε θεσπεσίῃσιν ὁμοῦ κελάδησαν ἀοιδῇς Φωσφόροι, οἱ κάλλιστοι ἐν οὐρανῷ ἀστέρες εἰσί; Καὶ πάντες Θεοῦ υἷες ἅμ' ἐκπάγλως ἀλάλαξαν, Χάρμῃ γηθόσυνοι, σφέτερον πατέρ' ὑμνείοντες, Ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανὸς, οἱ δ' ἐπάεισαν.
"Ἦ τίς ἀμαιμάκετον πέλαγος περιεῖρξε θύρῃσιν, "Ὄφρ' ἔτι γ' ἔμβρυον ἦεν, ὑποχθονίων δ' ἀπὸ κόλπων "Ἀμβολάδην ἀνέβλυζε, καὶ ὡς ἐκ γαστρὸς ὄρουσε· Δεινὸς δὲ φλοῖσβος πόντοιο βρεμομένοιο Σμερδαλέος τ' ὤρωρε νεηγενέος προέοντος;
"Ἀμφί μιν, ὡς χλαῖναν, νεφέλην βάλον, ἠδὲ χιτῶνα· Σπάργανον ὡς αὐτῷ ἦν κυανόπεπλος ὁμίχλη.
"Ἔνθα μιν, ὡς πρὶν ἔταξα, πύλαι καὶ ὀχῆες ἔδησαν, "Ἀκταί τε προβλῆτες ἐρυμνίαι, ἀμφὶ δὲ κῦμα Βέβρυχεν ῥόθιον, λιαρὴ δ' ἀναδέδρομε πέτρη· "Καὶ μάλα προπάφλαζεν ὕδωρ, μόρμυρε δὲ πόντος· "Αἰγιαλῷ μεγάλῳ πεπεδημένος, ὅς ῥα καὶ αὐτὸν "Ἰχανάᾳ, τῷ ῥ' ἐν πρώτῳ ῥέεν ἱέμενός περ.
"Ὡς γὰρ ἐγὼ ἐπέτελλον, ὁμοκλήσας τε προσηύδων, "Ὠκεανὲ, ἴσχε μένος, τί δὲ μαίνεαι ὐκέτ' ἀνεκτῶς; Δεῦρ' ἄγ' ἰὼν, πολύφλοισβ', ἰδὲ μὴ τάδε τέρματα πεῖρε; "Ἔνθα μάλ' ἴσχε ῥοὴν, ὑπερόπλικα δὲ κύματα παῦε· "Εἰ δέ σ' ἐγὼ τόνδ' ἕρκος ὑπερβαίνοντα κιχήσω Κύματι θαρσαλέῳ, τό δέ τοι καὶ ῥίγιον ἔσται. "Ὡς ἐφάμην· ὁ δὲ παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα.
"Ἦ σύ ποτ' ἀντολίῳ τάξας, λυκόφως τε κέλευσας Γινώσκειν ὃν χῶρον ὁμῶς ὡρίῳ τε φυλάσσειν; "Ἠῶ τε κροκόπεπλον ἀπ' οὐρανόθεν προέηκας,
"Ὄφρά κε τηλεδαποῖς ἐπιφώσκῃ πείρασι γαίης, "Ὡς ἂν φραδμοσύνῃσι τεῇς ἀποφαινομενάων "Ἀμπλακιῶν, νώνυμνοι ἀτάσθαλοι ἀνέρες αἶψα Πρόχνυ κακῶς ἀπολοίατ' ἀπὸ χθονὸς εὐρυοδείης;
"Ἦ τ' ἐπεὶ ἓν νυκτὸς νεφέλην ἀπέδυσε μέλαιναν, "Αὐτίκα παντοίη πέλεται, μέγα θαῦμα ἰδέσθαι, Παντοδαπῆς χροιῇσι καὶ εἴδεσι μειδιόωσα· "Ἀγλαομόρφοισιν, πολυποίκιλος, ἠΰτε πηλὸς, "Ὅν κεραμεὺς δαίδαλλεν ἐϋϊήσει προπρόσω· Καλοὶ δὲ λειμῶνες ἄδην γελόωσι, φορεῦντες Χλαῖναν πορφυρέην τε καὶ ἀνθεμόεντα χιτῶνα.
"Ἔνθ' ἀνδρῶν ὕβρις καὶ λόιγια ἔργα πέφανται. "Ὡς γὰρ ἐμεῦ ἰότητι φάος τ' ἀπὸ πάμπαν ὄλωλε Δυσσεβέσι, στιβαρός τ' ἄγη ἐξ ὤμοιο βραχίων.
Ἦ σύ ποτ' ἐς πηγὰς κατελήλυθας ὠκεανοῖο; Βένθεά τ' ἀσήϊκτα καὶ ὑγρὰ θέμεθλα θαλάσσης; Ἠὲ βυθὸν πόντοιο καὶ ἄχριον οἶδμα πάτησας;
Ἦ ῥά τοι ὤϊγνυντο πύλαι σκιόεντος ὀλέθρου; Κηρός τε στυγερῆς ἴδες ἀχλυόεντα θύρετρα; Ἦ, σκιὴ ὀλομένη ναίει μέλαθρος θανάτοιο;
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ, κᾀτρεκέως κατάλεξον, Εἰ κόσμου πλάτος οἶσθα, καὶ εἴ σοι τοῦτο μέμηλεν, Εἰς ὅσον εὐρείης κύκλος περιδέδρομε γαίης;
Πῆ δ' φάος ναίει; πόθι οἱ δῆμός τε πόλις τε; Πῆ ζόφος οἶκον ἔχει; πόθι δ' ἀχλύος ἐστὶ μέλαθρον;
Ὄφρά μιν οἴκαδ' ἄγῃς δεδαημένος ἧχι κέλευθος, Εἴποτ' ἀποπλαγχθεῖσαν ἴδοις ἀπὸ πατρίδος αἴης.
Ἦ ῥά νυ ταῦτ' εὖ οἶδας, ἐπεὶ πολυήμερός ἐσσι, Πάντων τε πρῶτος γέγονας, καὶ πλεῖστα γινώσκεις;
Θησαυροὺς νιφετοῖό ποτ' ἔδρακες ὀφθαλμοῖσιν; Ἢ κειμήλια τόσσα πολυσμαράγοιο χαλάζης;
Δήϊον ἐς πόλεμον τά γέ μοι στονόεντα βέλεμνα Κεῖται αἰὲν ἑτοῖμ', οἷς ἀνδρῶν κράατα βάλλω Ἀντιβίων, τοῖσίν τε κοτέσσομαι ἤματι λυγρῷ.
Πῆ δ' φάος μεμέρισται ὑπ' οὐρανοῦ ἀστερόεντος, Πῆ τανυσίπτερος εὖρος ἐπείγεται; ἢ πόθεν ἐλθὼν Σκίδναται ἠελίοιο βίη, ὅτε λαίλαπι θύων Θεσπεσίῃ μέγ' ὄρωρε δ' αἰθέρος ἀτρυγέτοιο;
Τίς δ' ὀχετοὺς ὄμβροισι καὶ ὑετῷ δρόμον ἔδωκεν, Δεινῇ τε βροντῇ, ὅτ' ἀπ' οὐρανόθεν παταγήσῃ, Βροντῇ τε στερεῇ τε διέγλασε δῖαν ἀταρπόν;
Ὄφρ' ἄβατον πεδίον, λυπρήν τε καὶ ἐρημάδια γαῖαν, Δεύσῃ πολυή τε ῥανὶς, τεθαλυῖά τ' ἔερση.
Γῆ ἵνα διψαλέη πρότερόν περ ἄοιμος ἐοῦσα, Ἤδη καρποτόκοιο κόρεσται ἁδρὸν ὄμβρου Ὥρῃ ἐν εἰαρινῇ βλαστήματα καλὰ φυτεύσῃ Ἄνθεσι παντοίοισιν ἐπισταδὸν γανόωσα.
Τίς δ' ὄμβροιο πατήρ; τίνα δ' ὑετὸς οἶδε γενῆα; Ποίης τοι χυσῆς τε καὶ αἵματος εὔχεται εἶναι;
Ἠὲ τίς ἀμβροσίης ἔτεκεν ῥαθάμιγγας ἐέρσης; Κρύσταλλον τίς ἔτικτε καὶ ἔτρεφε τοῖον ἐόντα; Τίς δέ τέ οἱ μήτηρ; τέο δ' αὖτ' ἐκ γαστέρος ἦλθεν Νὺξ ὅτε πηγυλὶς ἦν, ψυχρὴν τίς ἐγείνατο πάχνην;
Ὥστε λίθῳ ἐβέβυστο καὶ ἔστη λάϊνα ῥέεθρα Ψύχεϊ παχνωθέντα, πέπηγε δ' στέρεον ὄμμα, Καὶ τότε δ' ὕδωρ ἔτι κυλίνδεται ἐϋσύμβυλον ὥρῃ.
Πληϊάδας δ', Ὑάδας τε, κᾐ ὀψὲ δύοντα Βοώτην, Ἄρκτον θ', ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέεσκον, Ἤ τ' αὐτὴ φέρεται, καὶ τ' Ὠρίωνα δοκεύει, Ἀλλά τε τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται, Ὥρῃ ἐνὶ σφετέρῃ ἀνατελλέμεναι σάφα οἶσθα; Πληϊάδων δ' μειλιχαγέων ἐπιτελλομενάων Σφίγξαι ἐπιρροίβδῳ δύνασαι, ἢ δυσομβριάων Στάξαι ὡς γλυκὺ νᾶμα, τό, τε σθένος Ὠρίωνος Λῦσαι, καὶ στιβαρῆς δυςχείμερα δεσμὰ Βοώτεω;
Ζώδιά τ' εὖ ἰθῦναι ἐν ἀστεροφεγγέϊ κύκλῳ, Ἀρκτοῦρόν τε γέροντα σὺν υἱάσιν, ὥστε καθ' αἶσαν Οὐρανὸν εἰσανιόντας ἑὸν δρόμον ἐκτολυπεῦσαι;
Αἰθέρος ἀκαμάτοιο διηνεκέα τροχὸν ἔγνως, Ὡς σφαῖραι πόλον ἀμφὶ κυλινδόμεναι φορέονται; Ἐν δέ τ' ἐπιχθονίοις ἔργων χαρίεσσαν ἀμοιβὴν Νωλεμέως ἀνύσει περιπλομένων λυκαβάντων;
Ἦ ῥα σὺ χαλκεόφωνος; ἐς αἰθέρα δ' ἄγχεϊ αὔσεις, Ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι, Σμερδαλέα βοόων, ἵνα σ' ὕδατα πολλὰ καλύψῃ Πεπλεότ' οὐρανόθεν νεφελέων κατατηκομενάων;
Ἄγγελον ἐς γαῖαν πέμψεις ψολόεντα κεραυνὸν, Βάσκ' ἴθι ἔλε, λέγων; σὺ δ' ἀκόντισας ἐκ νεφελάων Θούριδά τε στεροπὴν ἠδὲ φλογόεντα βέλεμνα;
Τίς νόον ἐν πραπίδεσσι, τίς ἣ φρένας ἐντὸς ἔθηκεν; Ἠὲ τίς ἰδυίῃ ἔδωκε δρυῶν φύσιν, ἔργά τε ζώων;
Ὀμβροτόκων νεφέων τίς ἀθέσφατον οἶδεν ἀριθμόν; Ἦ τίς ἐπουρανίους ὑδάτων ἐγκύμονας ἀσκοὺς Ἔγχανδα, ἵνα μή τι καταβρέξωσιν ἀρούρας Στάγμασιν ἀμβροσίοισι, κίων ὅτε λάμψε πυραυγής;
Εὖτε πέπηγε χθὼν, θρομβεῦντο δὲ βώλακες αἴης, Ἤματι τῷ, ὅτε τε πλείστη κόνις ἀμφὶ κεκάλυψεν;
Ἀγρεύσεις κρατεροῖσιν ἕλωρ καὶ κύρμα λέουσιν; Αὐτοῖς καὶ τέκεσιν τάξεις λιμοικτέα δαῖτα; Καὶ σκύμνων πόσιος καὶ ἐδητύος ἔξ ἔρον ἥσεις,
Ὄφρα κατὰ κρύβδην κέαται πυκινῇ ἐνὶ λόχμῃ Σίνται, ὑποχθονίοις ἄντροις ἔνι φωλεύοντες;
Τίς δ' ὡπλίσσατο δόρπον ἀπάστοισιν κοράκεσσιν, Ὁππότ' ἀνὰ λειμῶνα νεοσσοὶ, νήπια τέκνα, Χητεί τε βρώμης ἀλαλήαται ἔνθα καὶ ἔνθα, Καὶ Θεὸν ἱλάσκονται ὄπα τρηχεῖαν ἱέντες;
Οἶσθας ὅταν τίκτωσιν ἰονθάδες ἄγριοι αἶγες; Ἦ ὅτε νεβροτόκων ἐλάφων γένος ὠδίνωσι;
Μηνῶν οἶσθας ἀριθμὸν, ὃν ἔγκυοι ἐκτελέουσι, Ποσσῆμαρ κυέουσι, καὶ ὥρην οἶσθα τόκοιο;
Ὀκλαδὸν ὠδίνουσι λοχευόμεναι φίλα τέκνα, Τὰς δέ τ᾽ ἔχει βέλεος ὀξὺ μογοστόκος εἰλειθύης, Δειμό τε καὶ κρατερὴν, πικρὰς ὠδῖνας ὀφέλλον.
Ζατρεφέα σφίσι τέκνα, καὶ εὖ κεκορεσμέν᾽ ἐδωδῆς, Ῥεῖά τ᾽ ἀεξόμενα λιπαροῖς στίλβουσι μέλεσσιν, Ἠρέμα δ᾽ ἐκ κοίτης τυτθοῖς ἕρποντα πόδεσσιν, Νηπιέη τ᾽ ἀλεγεινῇ ἀποπλαγχθέντα γονήων Οὐκέτι μιμνήσκονται ὑπότροπον ἴχνος ἐπείγειν.
Τίς τὸν ὄναγρον ἀφῆκεν ἀδέσποτον, ἅμματα λύσας, Κραιπνὸν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον;
Τῷ μὲν ἐγὼ ποίησα δόμους ἐν ἐρημάδι γαίῃ, Οἰοπόλος δ᾽ ἄρ᾽ ἔναιεν ἐπὶ χθονὸς ἀτρυγέτοιο·
Τῆλε δ᾽ ἀπὸ πληθῦος μισόπτολις αἶψ᾽ ἀλᾶται, Δῆμον ἀλυσκάζων, κτῦπον δ᾽ ἔφυγε πολὺν ὁμίλου, Οὐδέ ποθ᾽ ὑβριστέω κρατερῆς αἴεσκεν ὁμοκλῆς, Ποιμένος· οὔτε βοῆς ἐμπαάζεται, οὔτ᾽ ἐλατῆρος.
Οὔρεος ἐν βήσσῃσιν ἀεὶ νεοθηλέα ποίην Μαστεύων ἀλάληται, ἀπὸ χλοεροῦ τε χόρτου Εἶχε νομήν, φέρβει μιν ἅδην πασίτροφος αἶα.
Νηπύτι᾽, ἦ ὄιεις ὅτι μονοκέρωτα δαμάσσαι Ἀγρότερον δυνάσαι, ἵνα τοι περιώσιος εἴη, Καὶ σῇῃ, κρῖ λευκὸν ἔδων ὡς βοῦς ἐπὶ φάτνῃ;
Ἦ, βοῒ ὥς, οἱ ἄν᾽ ὄγμον ὑπὸ ζυγὸν αὐχένα θήσεις, Ἑλκέμεναι, ἵνα τ᾽ ὦλκα διηνεκέα προτάμοιτο Νειῷ ἐν εὐρείῃ, εἴκοι δ᾽ ὑπὸ βῶλος ἀρότρῳ;
Τῷ ῥ᾽ βίηφι πέποιθας, ὅτι κράτεϊ προβέβηκεν; Οὕνεκά τ᾽ ἄλκιμός ἐσθ᾽, οἱ ἐπιτρέψεις τὰ σὰ ἔργα;
Φῄς ῥά μιν ἐκ τελείους σέο μήλοπα καρπὸν ἀποίσειν; Οἴκαδέ τ᾽ ἀξέμεναι, φέρεται περιτελλομένοιο, (Ἦ δμώων δίκην ἐστὶ, βοῶν τ᾽ ὀρθοκραιράων) Εὖ τ᾽ ἀποθησεύμεναι μιν ἐϋκτιμένῃ ἐν ἀλωῇ;
Σὺ πτερὰ καλλιπέτηλα καὶ ἀγλαὰ εἵματ' ἔδωκας Ὀρθοπυγιστίοισι τανυπτερύγεσσι ταῶσιν; Ὧι δέ τ' ἀγαλλόμενοι πτερύγεσσί τε κάλλεΐ τε σφῷ Κύκλῳ ἐπισκιόωσιν ὅλον δέμας αἰολομόρφῳ, Πυκνοῖς ὀφθαλμοῖσι πεπασμένῳ ἔνθα καὶ ἔνθα, Θαῦμα ἰδεῖν· πτερὰ σὺ πτέρυγάς τε στρουθοκαμήλῳ;
Ἦδ' ἐπεὶ ἓν τέκεν ὠὸν, χαμαὶ λίπεν, οὐδέ τι θάλπει Ὅν τόκον ἀμφικαλυψαμένη πτερύγεσσι φίλῃσιν, Ὡς ἔθος ὀρνίθεσσι· τὰ δ' ἐν λιαρῇσι κονίῃς Θάλπεται ἀκτίνεσσι καὶ ἐκλέπετ' ἠελίοιο.
Νηπίη, οὐδὲ τό γ' οἶδεν ἐνὶ φρεσὶν, οὐδ' ἐνόησε Θῆρες ὅτ' ἐγκύρσαντες ἑλὼ ἀποφώλιον εὐνὴν Τειψέμεναί που ἔμελλον ὑπαὶ ποσὶ, ῥαισέμεναί τε.
Μήτηρ δυσμήτηρ, καὶ ἀπηνέα θυμὸν ἔχουσα, Ἧ ὥστε τεκέων νοσφίζετ', διὰ ὄφ' αὑτῇ Ὀυκ εἰδυῖα τόκοιο· σιδήρειόν νύ οἱ ἦτορ· Ἧ ὅτε μὰψ αὔτως κρατερὰς ὠδῖνας ἄλυξε Δυσπονέος τοκετοῖο, ἐῶν ἀμέλησε νεοσσῶν Σχετλίη, οὐδέ σφιν φειδείδετο μή τι πάθωσιν·
Ὀυ γάρ οἱ οὐδὲ Θεὸς νόον ἐν στήθεσσιν ἔδωκεν, Ἰδρείην δ' ἀνένωσε, καὶ ἐκ ὄπασσε φρένας ἐσθλάς.
Ἦ δ' ὅτε ἀμφιποτᾶται ἐν αἰθέρι καὶ νεφέλῃσιν, Ἧτ' ἄλλων θέμις ἐστὶν ὑπερανίων πετεινῶν, Ὑψι δ' λαχνῆέν τε κάρη καὶ στήθε' ἄειρεν Ἴσον ὅπως, πτέρυγας λαῖφ' ἱστία δ' ὡς πετάσασα Ῥίμφα θέει διὰ γαῖαν ἅμα πνοιῇς ἀνέμοιο, Ὁίᾴ τις αὐτομάτη πεζὴ νηῦς, τῇ ἄρα μοῦνοι Ἔκκλυτοι ἔργων ὄπισθε κυβερνητῆρες ἔασιν· Πὰρ δ' ἐλάσασα γελοῖάσ' ὁμῶς ἱππῆα καὶ ἵππον, Ἀμφοτέρων, θάσσων τε θέειν, μείζων δ' ὀρεγούσης.
Ἦ ῥα σὺ κάρτος ἔδωκας ἀρηΐῳ ἀλκίμῳ ἵππῳ, Ὠκέϊ, χαλκόποδι, κρατερώνυχι, κυανοχαίτῃ; Ἀμφὶ δέ οἱ φρικτὴν ἔσαται παχὺν αὐχένα βροντώης Πολλὺ δέ οἱ στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα, Γυραλέην σειρὴν, διὰ δ' αΐσσει πεδίοιο Κυδιόων, ὕψι τε κάρη ἔχει, ἀμφὶ δ' χαῖται Ὤμοις αΐσσονται, ὁ δ' ἀγλαΐῃφι πεποιθὼς, Ῥίμφα ἓ γῦνα φέρει, νόσφιν τε δεινὸν ἔθειραι.
Ἦ ῥά μιν ὡς τέττιγα δεδίξεαι, ὅς τε καθ' ὕλην Δενδρέῳ ἐφεζόμενος ὄπα λειριόεσσαν ἵησιν, Ἧν δέ τιν' ἢ ἐλθόντα ἴδῃ, ἢ δῦπον ἀκούσῃ, Δεῖσεν ὀπιζαφελῶς, μάλα τε χλωρὸν δέος εἷλεν. Μνήσατο μὲν φύζης, θαλερῆς δέ τε λήσατ' ἀοιδῆς· Ὡς σύ γ' οἱ ἐν στήθεσι φόβον καὶ τάρβος ἐνόρσεις; Ἀλλ' ὅγε φυσιώων ἀναροιβδεῖ πωλὺν ἀυτμὴν
Πλιῶσιν ἄγκεα ποσσὶν ὀρώρυχεν ἀλκὶ πεποιθώς, Καππεδίον στιχόων πυκινῆς ἤντησε φάλαγγος, Δεινὸν τῷ σάκεσίν τε καὶ ἔγχεσι πεφρικυίης, Ἀρξεῖται δ' τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ.
Οὐτ' ἄρα μιν δέος ἴσχει ἀκήριον, οὐδέ τι λίην Ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν. Οὐδὲ γάρ οἱ γυμναῖον ἀλυσκάζοντι μάχεσθαι, Οὐ πλιώσσειν, καὶ ὀπιπτεύειν πολέμοιο γεφύρας Χαλκοῦ ὑπὸ στεροπῆς, ξίφεός θ' ὑπὸ μαρμαρυγάων.
Αἰνὰ μάλ' ἄντα δέδορκεν ἀσκαρδαμύκτοισιν ὀπωπῆς Αἰζηοῖσι λόχον πεπυκασμένον αἰχμητῇσι, Καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον. Βῆ δὲ διὰ προμάχων, τότε δὴ κατεναντίον αὐτοῦ Λίγξε βιὸς, κανάχησε φαρέτρη, κλάγξε δ' ὀϊστὸς, Ἀμφὶ δ' ἄρ' ὤμοισι βράχε τεύχεα παμφανόωντα, Αἴγλη δ' οὐρανὸν ἵκεν, ἐκίνηθεν δὲ φάλαγγες, Στὰν δ' αὐτοῦ κατέναντι ἀολλέες ἀγχεμαχηταὶ Φράξαντες δόρυ δρί, σάκος σάκεϊ προθελύμνῳ·
Ἀλλ' ὅ μὲν ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων, Ὄσσε δέ οἱ βλοσυροῖσιν ἐπισκυνίοισι δαφοινὼ Λαμπέτην ὡσεὶ τε πυρὸς σέλας αἰθομένοιο, Ἀφλοισμὸς δὲ περὶ στόμα γίνετο μαρναμένοιο. Ποσσὶν ὀρώρεκται πολεμιζέμεν, ἔνθα κονίῳ Ῥοιβδεῖ πνυείων, χθόνα τε ῥώθωσι λαφύσσει. Ἄφρεε δὲ στήθεα, ῥώοντ' ἐφύπερθε δὲ χαῖται, Ὁπλάων δ' ὑπένερθε κονίασαλος ὤρνυτ' ἀελλής. Αὐτὰρ ὅτε πτολέμοιο προάγγελος ἴαχε σάλπιγξ, Φωνήν τ' ἐγρεκύδοιμον ἀρήϊος αὐλὸς ἔηκε, Δή τότε κατ' ὄρεξεν, ἐελδόμενος πολέμοιο, Ἔχρετο δ' ὀρθωθεὶς, οὐδ' ἔσταεν οἷσι πόδεσσιν, Σάλπιγγος δ' ἔπω λιγέα ψόφον ἱεμένοιο ἄρ Φησὶν ἀκουάζειν, κρατερὴ γάρ ἑ λύσσα δέδυκεν.
Ἐν σάλπιγξι μέσησι μάλα μεγάλως χρεμετίζει, Δεινὸς, καγχαλόων· γάνυται δ' ἄρα τε φρένα χάρμῃ, Τηλόθεν ὀσφρόμενος κλαγγῆς καὶ δηϊοτῆτος, Βροντῆς θ' ἡγεμόνων καὶ μαρναμένων ἀλαλητοῦ.
Σεῖο ἕκηθ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι Κίρκος, ὅτε σμικρῇσι φόνον φέρει ὀρνίθεσσι, Καὶ νότον ἀμφιποτᾶται ἀγαλλόμενος πτερύγεσσι;
Σεῖο δ' ἐφημοσύνῃ μέγας αἰετὸς αἰθέρα τέμνει Ὑψιπέτης, ὃς πᾶσι μεταπρέπει οἰωνοῖσιν, Ὑψοῦ δ' ἐν νεφέλῃσιν ἀναιδέα πῆξε καλίην;
Ναίει ἐπὶ προβλῆτι καὶ ἠεροειδέϊ πέτρῃ, Ἠλιβάτῳ, μεγάλῃ, μίμνει δ' ἐπὶ ῥωγάδι πέτρῃ, Αἰγίλιπι, στιβαρῇ, ὅθι οἱ δόμος ἐστὶ καὶ εἶλαρ.
Ἔνθα μὲν οὐχ ἅλιος σκοπὸς ἵζεται, οὐδ' ἀπὸ δόξης, Πάντοσε παπταίνει, εἴπερ μέγα κύρμα κιχείη, Τῆλε δ' ἀπὸ σκοπιῆς εἶδεν νέκυν ὄμματι γοργῷ, Ὀξύτατον γὰρ δέρκεθ' ὑπερανίων πετεεινῶν.
Ὠμηστέας ἔθρεψε νεοσσοὺς ἀργέτι δημῷ Σαρκοφάγους, τῷ αἰὲν ὁμίλησαν νεκύεσσιν.
Ὡς φάτ' ἀπηλεγέως ἱερὴ ἲς Ἀθανάτοιο, Οὐδ' ἐπέων ἔτι λῆξε, πάλιν δέ τε μῦθον ἔειπεν, Ἄψ τ' ἀπαμείβετ' Ἴωβον, ὁμοκλήσας τε προσήυδα,
Τίς νύ κε τολμήσειε Θεῷ, ἐριδαινέμεν ἄντην, Μῆτίν δ' οἱ ὑποθεῖναι, ἐπιφροσύνην τε νόοιο; Τριπλῇ τετραπλῇ τ' ἀποτίσει, ὅς μιν ἐλέγξαι Τλαίη· ἀργαλέῳ γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι. Δυστήνων δέ τε παῖδες ἐμῷ μύθῳ ἀντόωσιν.
Ὡς φάτο· ῥίγησεν δὲ πολύτλας δῖος Ἴωβος, Διὼ δ' ἀκέων ἔστηκε, δέος δέ μιν αἰνὸν ἵκανεν. Ὀψὲ δέ μιν προσέφη, θεοπειθέα δ' ἔννεπε μῦθον·
Ὦ μοι ἐγὼ δειλὸς, καὶ ἐλέγξιστος ζωόντων· Ἦ ῥα κατ' Ἀθανάτου στόμα νήπιον αὐτὸς ἀνοίξω; Οὐκ ἔστ', οὐδὲ ἔοικε τεῖν, Πάτερ, ἀντίον εἰπεῖν· Τῷνεκ' ἐγὼν ἐθέλω ἐπὶ μάστακα χεῖρα πιέζειν.
Ἦ μὲν ἅπαξ ἐφάμην, καὶ δεύτερον αὖθις ἔειπον· Ἀλλά μοι οὐκέτι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα Ἀντίον εἰπέμεναι τρίτατον πάλιν, ἀλλά μ' ἄνωγε Σιγῇ ἀτρέμας ἧσθαι, ἐπεὶ πολὺ λώϊον ὕτω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη Θεὸς ἠδέϊ φωνῇ Λαίλαπος ἐκ μέσσης, τρέμε δ' οὐρανὸς εὐρὺς ὑπ' αὐτοῦ, Σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν ὄλυμπον.
Ὦ πέπον, ἀνὴρ ἴσθι, περὶ ζώνῃσι βαλὲ ἰξῦϊ, Θάρσει, μηδέ τι πάγχυ μετ' φρεσὶ δείδιθι λίην, Εἰπέ μοι εἰρομένῳ νημερτέα, μηδ' ἐπικεύσῃς.
Δαιμόνι', ἦ ῥά νύ μοι ἀνεμώλια κείματα θήσεις; Ἀλλὰ μάλ' ἔμπως ὀξὺν ἐμὸν νόον ἠδὲ μενοινὴν Οὔτε παρεξελθεῖν δειλὸν βροτὸν, ὔθ' ἁλιῶσαι. Ἦ σε δικαιώσεις αὐτὸν κατ' ἐμεῖο δικάζων;
Ἦ ῥά τοι, ὥς τε Θεῷ, μέγας ἐκτετάνυστο βραχίων; Ὅς τε καὶ ἀμπεπαλὼν περὶ φλογόεντα κεραυνόν; Δεινὸν δ' ἐβρόντησας ἀπ' αἰθέρος, ἠΰτ' ἐκεῖνος, Φωνῇ ἐριγδύπῳ; στεροπὴν δ' ἅμα χερὶ τίναξας;
Ἀλλ' ἄγε νῦν, εἴ μοι δύνασαι σθένος ἰσοφαρίζειν, Λάμπε δ' ἀγλαΐῃς θεῖον ἐπειμένος ἀλκήν, Κάλλεϊ καὶ χάρισι στίλβων καὶ μαρμαρυγῇσι, Μειδιόων βλοσυροῖσι προσώπασιν, ἀμφὶ δὲ κῦδος Βάλλεο, θεσπεσίῳ περὶ δ' ἕννυσο φέγγος ὀπωπῇ.
Μῆνιν τε, δριμύν τε χόλον, νέμεσίν τε, καὶ ἄττην Κίδναθι πᾶσαν ἐπ' αἶαν· ὅπου τ' ἴδες ἄνδρας ἀγανούς, Ῥίπτε, καὶ ἔνθα μάλιστα σὸν ἔκδικον ὄμμα τίταινε·
Βάλλε δ' ὑπόδρα ἰδών, ἵν' ἔραζε πέσωσιν ἕκαστος, Ἄνδρας ὑπερφιάλους καὶ ἀγλώσσους, οἵτινές εἰσιν· Ἐξ ἑδέων συφέλιξον ἀλιτρούς, ὄφρα καὶ αὐτοὶ Πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
Λὰξ ἐν στήθεσι βαῖνε, ποδῶν δ' ὑπένερθε κονίῃ Κρύψον ὁμοῦ κακὰ φῦλα βροτῶν ὑπερωρεόντων· Δήσας κακκεφαλῆς, τοὺς δὲ σκότος ὄσσε καλύψαι.
Τόφρα δ' ἐγὼ πρόφρων ὑποείξομαι, οὐδ' ἀνανεύσω, Ὡς σέο δεξιτερή τοι ὑπέρτερον εὖχος ὄρεξεν.
Ἀλλ' ἴδε νῦν ἐλέφαντα πελώριον, ὀβριμόγυιον, Ἦ μάλα θαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἔῳκει Θηρί γ' ὀρεσκῴῳ, ἀλλὰ ῥίῳ ὑλήεντι Ὑψηλῶν ὀρέων, ἢ καὶ νέφεϊ σκιόεντι. Τὸν δ' ἅμα σοι ποίησ', ἵν' ἀρούρης καρπὸν ἔδοιτο. Οὐδὲ γάρ ἐσθ' ἅρπαξ ἐνὶ θήρεσιν, οὐδέ τι σίντης, Τοῖός περ καὶ τόσσος ἐὼν δέμας, ἀλλὰ μάλ' αἰεὶ Βόσκετ' ἐν χλοερῇσι πολυκτήμοισί τε βήσῃς, Ἠΰτε βοῦς ἀγελαῖος ἐν ἀσφοδελῷ λειμῶνι.
Ἄσχετός οἱ λαγόνεσσι βίη καὶ κάρτος ὀπηδεῖ, Νειάτῳ ἐν κενεῶνι καὶ ὀμφαλῷ ἔπλετο κίκυς.
Οὐρὴ δὴ ὡς κέδρος, τὴν δ' ἆρ μάλα ῥίμφα δίνησεν· Ὄρχιες ἁρμονίῃσιν ἐϋπλέκτοισι δέδεντο, Νεύροισίν τ' ἐλίκεσσι καὶ ἴνεσιν ἐσφήκωνται.
Χαλκῷ μὲν χρό' ἔοικε, δέμας δ' αἴθωνι σιδήρῳ, Ἄμφια καὶ γυῖα στιβαροῖς ὀστέοισιν ἀρήρει, Ὡς γόμφοις χαλκέοισι, σιδηρείοισί τε μοχλοῖς.
Ἐν δ' ἔργοισι Θεοῖο μάλ' ἔξοχος εὔχεται εἶναι, Θηρσί τ' ἐν ἀγροτέροις μέγα φέρτατος· ὅς ῥά οἱ αὐτὸν Ἔπλασεν, ὡς ἄορι, μεγάλῃ ὡπλίσσατο ῥινὶ, Στρεπτῇ τε, σκολιῇ τε· προβοσκίδα μιν καλέεσκον.
Ἀλλ' οὐκ ὠμηστὴς, οὔτ' ἄγριος, οὔτε δαφοινὸς, Οὔρεα δ' οἱ βοτάνην ἄλις ὤπασεν, ἔνθά τε θῆρες Πάντες ἅμα σκαίρουσιν ἐναντίοι, οὐδέ τις αὐτῷ Ταρβεῖ, οὐδὲ φοβεῖται, ἐπεί κεν ἴδῃ ἐλέφαντα.
Δένδρεα ὑψικόμους σκέπας οἱ πέλε, δάσκιoς ὕλη, Ἀμ δόνακας καὶ ἕλος κεῖται πυκινῇ ἐνὶ λόχμῃ Κρύβδην, ἠδέ τ' ἐν εἰαμενῇ ἕλεος μεγάλοιο·
Πὰρ ποταμὸν κελάδοντα, περὶ ῥοδανὸν δονακῆα, Ἔνθά μιν ἀμφιέπουσι βαθύσκια δένδρεα μακρὰ, Αἴγειροι πτελέαι τε καὶ ἰτέαι ὠλεσίκαρποι, Αἳ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο φύονται.
Πολλάκις ἐξέπιεν ποταμὸς ἀπλήστῳ ῥοφήσας, Καὶ ῥόον ἐξαλάπαξεν, Ἰορδάνου αἰπὰ ῥέεθρα Στεῦται ῥεῖα μάλα στιβαρῇς γένυεσσι λαφύξειν.
Τοῦτον τίς κε λίνοισιν ἐϋπλέκτοισι δαμάσσαι, Ζωγρήσαι τ' ἀναφανδὰ, διατορώ τε ῥῖνα τερέσαι; Ἄλλο δέ τοι ἐρέω τέρας ἄγριον, ἱερὸν ἰχθυῦν, Ὄβριμον εἰνάλιον κῆτος, μέγα θαῦμα θαλάσσης· (Οὐ γὰρ γαῖα μόνη τέρατα τρέφει, ἀλλὰ θάλασσα)
Ἦ σύ μιν ἐκ πόντοιο λίνῳ, καὶ ἤνοπι χαλκῷ Ἑλκύσσαι δύνασαι, κάθετόν τε βαλεῖν περὶ γλώσσῃ;
Γναμπτοῖς τ' ἀγκίστροισιν ἐλὺν πολυχανδέα ῥῖνα Τετρῆναι, πῆξαί τε μέγαν σκύλοπ' ἀμφὶ γένυσσιν;
Αὐτὰρ ὅγ' εὐχωλῇσι λιτῇσί τε μειλιχίῃσι Θέλξει ἱλασκόμενος σ'; ἱκέτης δέ τοι εὔξεται εἶναι, Παρφάμενος μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν;
Ἦ ῥά νυ τοι ἐπίηρα φέρων μειλίγματα θυμῷ Δώσει; συνθεσίας ποιήσεται, ὅρκια τάμνων,
Ὄφρα ζωγρήσας μιν ἔχοις θεράποντος ἐν αἴσῃ; Ἦ ῥά νυ ποιήσεις μιν ἀθύρματα νηπιέῃσιν; Ὄρνιθ' ὥς λιγυρῶς δήσεις μέρμιθι φαεινῇ, Καὶ δώσεις κόρῃσιν, ἵνα σφίσι παίγνιον εἴης;
Ἦ μιν ἐν εἰλαπίνῃ βρώσουσ' ἐρίηρες ἑταῖροι, Τοῖό τ' ἀπὸ χρειῶν τάμξουσ' ἐρικυδέα δαῖτα; Ἦ, ἐπεὶ ἢ μέγας ἐστὶ, διαμελεϊστὶ ταμόντες Ἰχθυοπώλῃσιν πέμψουσί μιν ἄλλυδις ἄλλῃ, Οἵ τ' αὖθις πράσωσι, καὶ ἄσπετον ὦνον ἕλωνται;
Ἀμφιπεριξέψεις ῥινὸν δεινοῖο πελώρου Ὀξέσ' ἀκόντεσσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν; Ἦ χροῒ καρχαρόδοντι πολυγλώχινι σιδήρῳ Οὐτήσεις, κεφαλήν τε τανυγλώχισι τριαίνῃς;
Ἀλλ' ἄγε, χερσὶ φίλῃς λίγδῳ ἐπιμαίεο νῶτα Μειλιχίῃς, ἐπεί κε βίῃ σε δαμασσέμεν οἴων· Χάζεο, μηδὲ μάχης μιμνήσκεο, παῦε δ' ἐρωήν·
Ἔι τις μιν κλίνειν ἐθέλει δόλῳ ἠὲ βίηφι, Ἀλλ' ἄκ ἐξανύει, ἄχρης δὲ οἱ ἐλπὶς ὄλωλεν, Ἀργαλέος γάρ τ' ἐστὶ πέλωρ κακὸς ἀνδρὶ δαμῆναι, Σμερδαλέος, βλοσυρωπός, ἀμείλιχος, οὐδέ κέ τις μιν Γηθήσειεν ἰδὼν, τόσσος πέλεν εἰσοράασθαι.
Ἦ μήτις ἔς τινι τόσσον ἐνὶ στήθεσσι φίλοισιν, Ὥστέ μιν ὀρσέμεναι, ὅς' ἰὼ θρασυκάρδιος ᾖσι; Τολμήεις τε μάλιστα· τίς ἂν ἐμεῦ, ὅς μιν ἐταύξαι Ἀντίον ἑστάμεναι τλαίη μεγαλήτορι θυμῷ;
Τίς φθάμενος μοι ἔδωκεν ἐνάισιμον, ὄφρα καὶ αὐτῷ, ( Ἦ, θέμις ) οἷ' ἔοργε, διπλῆις, χαρίεσσαν ἀμοιβὴν Τίσω, ὅ, τ' ἐξ ἐμέθεν θυμήρεα μισθὸν ἄρηται; Πάντ' ἐμὰ πάντα γάρ ἐστιν, ὅσ' οὐρανὸς ἀμφιβέβηκεν.
Ἀλλ' ἔτι τοι ἐρέω κῆτος μέγα, θαῦμα θαλάσσης, Οὐδ' ἄρα μιν κλείσω, ἔτ' ἄρ μῦθον, ὄτε τι γυῖα, Οὐ κρατερὸν δέμας, ὄτε φυὴν, ὄτ' εἶδος ἀγητόν.
Τίς μιν ποντόθεν εἷλκε ποτὶ ξερὸν ἠπείροιο, Ῥιγεδανόν τ' εἶδος λεπιδωτῷ δεῖξε χιτῶνι; Τίς δέ οἱ ἐγχειρισθεὶς περὶ διχθάδα βάλλε χαλινόν;
Τίς σκόλοπας κατέπηξεν ἐνὶ γναμπτῇσι γένυσι, Καὶ ἐνὶ γαμφηλῇς; αἵ δ' ὤιγνυντο πύλαι ὥς Δικλίδες, ὑψηλαί τε, μύκον δ' ἄρα χάσματι δεινῷ Γναθμοὶ σμερδαλέοι, φρικτοὶ σὰν δ' ἀμφὶς ὀδόντες Πυκνοὶ καὶ θαμέες, πλέιοι μέλανος θανάτοιο.
Χαλκείῃσιν λεπίδεσσιν ἀγάλλεται ἐμπεδοκύκλοις, Ἠΰτε σημαντήροιο χαράγμασιν εὖ ἀραρυίης·
Αἱ μέν τ' ἀγχιτῖναι ἐπ' ἀλλήλῃσι κέχυνται, Ὥστε παρεσδῦναι μήτ' ἠέρα λεπτότατον πρός.
Ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀρέρῃ πυκινοῖσι λίθοισι Δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων· Ὡς τ' ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι, Ὄφρά τ' ἐνὶ πτολέμῳ πυκιναὶ κλονέοντο φάλαγγες, Ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἠὲ χελώνη Ἄρθην· ὡς τῷ μὲν λεπίδες περὶ χάλκεα νῶτα Ἔπλιντ' ἀλλήλῃσιν, ἔρεισε δὲ γείτονα γείτων, Ὡς πύκα συμπεφύασι διηνεκέϊ ξυνοκωχῇ.
Εὖτε δ' ἀπὸ ῥινῶν βαρυηχέα ῥόγχον ἐράγῃ, Λάμπετο πῦρ, δεινὸν δὲ σέλας φλογμοῖο φαάνθη, Ὅσε δ' οἱ ἀστράπτοντ' ἠὓς βλεφάροιν ἐΐκτην.
Ἐκ στόματος δαΐδές τε καὶ ἀσβέστη κέχυτο φλόξ Ἠλίθα, τῷ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ὄρουσαν.
Ὡς δ' ὅτ' ἀπὸ τρίποδος καπνὸς ῥέεν, ἠὲ λέβητος, Ὅς τε μάλα ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ κηλέῳ, Κνίσηι μελδόμενος, τάχα δ' οὐρανὸν ἵκεν ἀϋτμή· Ὡς οἱ ἀπὸ ῥινῶν καπνὸς ῥέε δεινὸν ἀέντι.
Ἀν στόμα τε ῥῖνάς τε πυριπνόος ἆλτο κάμινος, Ἀμφὶ δὲ κήκιε φλόξ, δαλὸς δέ τε ὠκὺς ἀνῆπται.
Ἲς δέ οἱ ἐν δειρῇ, ἠδὲ σθένος οὐκ ἀλαπαδνόν, Αὐχένι τε στιβαρῷ ἀμφ' ἄσπετος ἱζάνει ἀλκή. Χάρμα μέγ' οἱ ἄμυδις πέλεται, ναύτῃσι δὲ πένθος· Τέρπετ' ἐπεμβεβαὼς νώτοις ἁλός, ἔνθα περ ἀέλλῃ Λυγρῇ ἀταλλέμεναι μεμαώς, θρώσκει δ' ἀνὰ κῦμα Πορφύρεον, σκιρτᾷ δὲ μέσῳ ἐνὶ οἴνοπι πόντῳ, Αὔτως κυδιόων, εἰ καὶ δυσπέμφελος ἐστίν.
Ἄρρηκτοι ἄλυτοι σαρκῶν πτύχες ἀμφὶ μέλεσσι, Καὶ δέμας εὖ ἄραρε, στιφαρὸς δ' ἀναδέδρομε κόλπος Στέρνον ἐπὶ κρατερόν, παγχάλκεον, ἀσφαλὲς αἰεί.
Αὐτοῦ δὲ κραδίη στερεωτέρη ἐστὶ λίθοιο, Ὡς τε μύλαξ ἀτέραμνος, ἐπὶ φρένες ἀμφιμέλαιναι.
Εἴσατο δ' ἠΰτε πύργος ὑπὲρ ἁλός· ὄφρα δ' ἀνέστῃ, Σμερδαλέος τ' ἐφάνη, τρομέεσσιν ἄφαρ φρένα ναῦται, Δειδιότες, τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται, Ἴφθιμοί περ ἐόντες, ἐπεὶ ἴδον ὄμβριμον ἰχθῦν, Σφέας τ' αὐτοὺς ἐκάθηραν, ἐπεὶ τάμψεν ἁλμυρὸν ὕδωρ, Κύματά τε τροφόεντα διέχλισε κῆτος ἄλαστον.
Ἤν τις μιν ξίφεϊ πλήξεν δέμας, οὐ φρόνησεν, Οὐδ' ἔρρηξεν ῥινόν· ἀνεγνάμφθη δέ τ' ἀκωκή· Ἤι ἢ βέλος προέηκεν, ἐτώσιον ἔκφυγε χειρός· Αἰχμαὶ χαλκεῖαι, δολίχ' ἔγχεα, δούρατ', ἄκοντες Ἐν χροῒ ἐρραίσθη, πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκίς.
Ὡς ἴκελον καλάμῃ ὄϊεται αἴθωνα σίδηρον Ἔμμεναι, ὡς ξύλον αὖον ὅϊς ἔπλετο χαλκὸς ἀτειρής.
Οὐ τρεῖ, οὐδὲ φοβεῖται ἀπὸ πτερόεντος ὀϊστοῦ· Οἷαι δ' ἄχναι εἰσὶν εὐτροχάλους κατ' ἀλωὰς, Ἅς τ' ἄνεμος φορέει καὶ λικμητῆρος ἐρωή. Ὡς λίθοι οἳ δοκέουσ' ἔμμεναι, οὓς σφενδόνῃ ἀνὴρ Ἧκεν ἀκοντίζων, μελέη δέ οἱ εἴσατο ὁρμή.
Ὡς ὃ μὲν ἐπ' ἰῶν ἐμπάζεται, οὐδέ τ' ἀκόντων, Τοὺς δ' ἴσους ἄχνῃσιν ὀΐεται, ἢ αἰθέρεσσιν Ἔμμεναι, ὥς δέ τ' ἀπὸ πλυόφιν σκέδασ' ἲς ἀνέμοιο. Εἰ δέ τις ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, Αὐτὰρ ὃ καγχαλάων ἐγελοίασεν ἀνδρὸς ἐρωὴ, Οὐκ ἀλέγων, ὡς εἰ ἓ γυνὴ βάλοι, ἢ παῖς ἄφρων.
Νέρθεν ἐρήρεισται πάγοι ὀξέες, ἀμφὶ δὲ πέτραι Καὶ σκόπελοι καὶ λᾶες ἀκαχμένοι ὀκριόεντες, Τοὺς ὑπὲρ ἰλυόφιν τόρεσεν, λέχος ὣς ἐνὶ πόντῳ Εὐρέϊ, τοῖς ἔπι λέκτο μέγας μεγαλωστὶ τανυσθείς.
Ὡς δ' ὅτε ζέσειεν ὕδωρ μέσσω ἐνὶ ἤνοπι χαλκῷ Πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγχανα κεῖται· Τάρφιν δὲ τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ· Ὡς τε λέβης· ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ, Ἀμβλύζων τε μύρῳ καὶ ἀλείφατος ἐννεώρειο· Ὡς τοῦ νηχομένοιο κυκώμενον ὑψόσε θῦε Κῦμα πολυφλοίσβοιο ἁλός, πάφλαζε δὲ πόντος Ἀφρῷ μορμύρων, ἀνὰ δ' ἔφλυεν ἁλμυρὸν ὕδωρ, Ὑψὶ δὲ κορθύετο, ζέε δ' ἄγριον οἶδμα θαλάσσης.
Ὃς δ' ἴεν, αὐτὰρ ὄπισθε φαεινείῃ μέγα λαῖτμα, Τῷ καὶ ῥηγνυμένῳ μεγάλα βρέμει, ἀμφὶ δὲ κῦμα Κυρτὸν ἑὸν κορυφῇ, ἀποπτύει δ' ἁλὸς ἄχνην, Ἀφειδέατι δὲ φαίνεθ' ἁλὸς πολιοῖο κέλευθος, Φαίης κέν σε κάρη πολιοκροτάφοιο γέροντος Λεύσσειν, ἠὲ γαλακτίχροον καὶ ἐν ὕδασι κύκλον.
Oὔτι κνώδαλον ἦτελ' ἐπὶ χθονὶ πολυβοτείρῃ "Οὐδ' ἁλὸς ἐν βένθεσσιν ὁμοιωθήμεναι αὐτῷ, "Οὐ δέμας, ὔτε φυὴν, ὔτ' ἄρ μένος, ὔτέ τι εἶδος· "Ὡς οἱ θαρσαλέον πέλε τ' ἄτρομον ἐν φρεσὶν ἦτορ.
Κάρτεΐ τε σθένεΐ τε μέγα φρονέων ἀνόρουσε, Πάντα δ' ὀπιπεύεσκε μετήορα, ἐν δ' ἀγερώχοις "Εὔχετ' ἄναξ ἐμμέναι, μέγα τ' ἔξοχος εἰνὶ πελώροις.
Τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ἴωβος, "Ἦτορ ἀναγνάμψας, θεοπειθέα δ' ἔννεπε μῦθον·
"Οἶδ' ὅτι καρτερὸς εἶ, δύνασαι δέ τε πάντα τελέσσαι, (Πάντη γὰρ σέο θαύματ' ἀνὰ τραφερήν τε καὶ ὑγρήν') "Οὐδέ τις ἐν θνητοῖσι τεὴν ἁλίωσε μενοινήν.
Τίς ῥ' ὅγε κλέψας μῆτιν ἀϊδρείῃσι νόοιο, Νήπιος (ὡς γὰρ ἔφησθα) καὶ οὐ φρεσὶν ἄρτια εἰδώς; 'Αασάμην μὲν ἔγωγε, καὶ οὐ κατὰ μοῖραν ἔειπον Πόλλ' ἔτεά τε καὶ ἐκὶ, νόσος δέ τε καὶ τὰ κέλευε, Νηπιέη τ' ἀλεγεινὴ, ἅτ' οὐκ ἴδον, οὐδ' ἐνόησα, Θαύματα πόλλ' ἄρρητα· σὺ γὰρ Θεὸς ἀγκυλομήτης, "Οὐδέ κέ τις θνητῶν σέο δώσεα εἰρύσαιτο. "Αὐτὰρ, Ἄναξ, ἐλέαιρε, ἔπος δ' εἴ πέρ τι βέβακται Δεινὸν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
Γυνῦμαί σε, Πάτερ, σὺ δ' σύνθεο, καί μευ ἄκουον, Καὶ νῦν μοι μάλα πᾶσαν ἀληθείην κατάλεξον, Σεῖο δ' μήδεα πυκνὰ δίδασκέ με, ὄφρα δαείω, Μύθων τε ῥητὴρ πέλε μοι, φρητὴρ δέ τε ἔργων.
Πυνθανόμην τὸ πάρος γε, καὶ ἔκλυον ὄασι φήμης, Νῦν δέ σέ γ' ἀντικρὺ καὶ ἐν ὀφθαλμοῖσιν ὄπωπα. "Οἶδ' ἀρετὴν δῖός ἐσσι· σέβας μ' ἔχει εἰσορόωντα.
Τῷ μ' ἐγὼ ἀφραδέοντα κατέστυγον, οἷον ἔοργα Νήπιος, ὡς αἴσχιστον ἐν ἀνθρώποισιν ἐόντα. Ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, Τὔνεκά τ' ἐν κονίῃ εἰλυμένος ἠδ' ἐνὶ τέφρῃ Προπροκυλινδόμενός σέ τε νῦν σά τε γούναθ' ἱκάνω, "Ἀτίω μὲν κλαίων, μέγα δ' ἄχνυμαι, οἷον ἀάσθην· "Ὦμοι ἐγὼ δειλός· σὺ δ' ἵλαον ἔνθεο θυμόν.
Ὡς φάτο δακρυχέων· δινὸς δ' ἕλε Παμβασιλῆα. "Οἱ δ' ἐπεὶ ἐν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Ὀχθήσας ὁ Θεὸς προσέφη Ἐλιφᾶ Θαιμανίτην, ( Δίῳ γὰρ νεμεσίζεθ' ) ὁμοκλήσασκέ τε μύθῳ, Ὦ πόποι, ἦ μάλ' ἐγὼ ἅμα σοὶ καὶ σοῖς ἑτάροισι Μηνίω ἐκπάγλως, καί μοι χόλος ἔμπεσε θυμῷ· Σχέτλιοι, ὡς παίδεσσιν ἐοικότες ἠγοράασθε Νηπιάχοις, οἷς ἔστι νόος φρεσίν· οὐδὲ κατ' αἶσαν, Ὡς θεράπων μὸς Ἴωβος, ἐμεῦ πέρι μυθήσασθε. Ὁππότ' ἀνὴρ ἐθέλει πρὸς Δαίμονα φωτὶ μάχεσθαι, Ὧν τε Θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
Ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον, Καὶ λάβετ' ἐξ ἀγέλης ἑφθ' εἰλίποδας ἕλικας βῦς Ὀππιτάχιστα, καὶ ἑπτ' ἀρνειὸς πηγεσιμάλλους· Καὶ ἴτε δὴ πρὸς Ἴωβον, ἵν' ὑμετέρης ἕνεκ' ἄτης Ἔρδοιθ' ἱερὰ καλὰ πολυκλαύστων ἐπὶ βωμῶν, Καὶ θεράπων μὸς Ἴωβος ἐναίσιμον εὐχετόῳτο, Εἴ πω ἵλαος ὔμμιν ἑῷ κεχαρισμένα δ' αὐτὸς Αἰεὶ δῶρα δίδωσιν ἐμοί, νῦν τ' οἶδ' ὅτι δώσει. Τὸν περὶ κῆρι φίλησα, τίει δέ με ἔξοχος ἄλλων· Ὅς γὰρ ἐμοὶ ἐπιπείθεται, μάλα τ' ἔκλυον αὐτοῦ. Ἄλλως γ' αὖ ὑμέας τάχ' ἐπαυρήσεσθαι όΐω, Οὕνεκ' ἄρ οὐκ εἰσὶ φρένες ἔμπεδοι, οὐδὲ κατ' αἶσαν, Ὡς θεράπων μὸς Ἴωβος, ἐμεῦ πέρι μυθήσασθε.
Ὡς ἔφατ'· οὐδ' ἀπίθησε Θεῷ Ἐλιφᾶς Θαμανίτης, Οὐδέ τε Σαυχαῖος Βελδάδ, Σωφάρ τε Μιναῖος· Ἀλλ' οἱ μὲν θύεον καὶ ὐχωλῆς ἀγανῇσι Λοιβῇ τε κνίσῃ τε παρατρωπῶντες ἔθελγον Ἀθανάτοιο χόλον· τότε δὴ Θεῷ εὔχετ' Ἴωβος, Θεῷ μὲν τ' εὔχετ' Ἴωβος, ὁ δ' ἔκλυεν εὐχωλῇσιν, Μᾶλλόν μιν τ' ἐφίλησε, καί οἱ χάριν ἐγγυάλιξεν.
Ὡς ὁ μὲν ἀμφὶ φίλων ἠρᾶτο· Θεὸς δέ οἱ αἰνῆς Δέσματ' ἔλυσε δύης, καὶ δὶς τόσον ὄλβον ὄπασσεν, Ὅσσον τὸ πρὶν ἔχεσκε, πόρεν δέ οἱ ἄλλοθεν ἄλλα.
Αὐτόματοι δ' οἱ πάντες ὁμιλαδὸν ἦλθον ἀδελφεοί, Πᾶσαί τ' αὐτοκασίγνηται, πηοί τε, ἔται τε, Οἳ δ' ἄρ ὃι κεδνότατοι τὸ πρὶν καὶ φίλτατοι ἦσαν, Αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσταν Αὐτοῦ ἐνὶ μεγάροισι, παραφασίῃσι δ' ἔθελγον Οὐ νόον, αἱμυλίοις τε λόγοις ἄχος ἐξακέσαντο, Καὶ παραμυθήσαντο, καὶ ἔστενον οἷα πέπονθεν, Οἷά τ' οϊζύσασκε Θεοῦ ἰότητι μογήσας, (Ἔτλη δ' ὃι ἔπω τις ἐπιχθόνιος βροτὸς ἄλλος) Ἀργύρειον δ' αὐτῷ καὶ χρύσεον ὅρμον ἔδωκαν Ἀνθρακὰς, ἀγλαὰ δῶρα, κακῆς παραμύθιον ἄτης.
Ὡς μὲν Ἴωβος ἔπειτα μακάρτερος ἦ τὸ πάρος περ, Δὶς τόσον ἀφνειὸς, καὶ δὶς τόσον ὀλβιοδαίμων, "Ὅσση ἔλεν τὰ πρῶτα, Θεοῦ μεγάλοιο ἕκητι. "Ἦ γάρ οἱ ἦν μετόπισθε δὶς ἑπτηχίλια μῆλα Πίονα καὶ δασύμαλλα, καὶ ὑψίλοφοί τε κάμηλοι Δὶς τετραχίλιαι αὐτῷ ἐν οὔρεσι βουκολέοντο Θήλειαι τοκάδες, (τὰ δ' διπλόα πάντα τέτυκτο) Ζεύγεα δὶς δ' βοῶν πεντήκοσ' εὐρυμετώπων, Καὶ δὶς ὄνοι πεντηκόσιαι, καὶ πάμπαλα πλείω.
Ἀλλὰ καὶ οἱ δέκα παῖδες ἐνὶ μεγάροις γεγάασιν· Ἑπτὰ μὲν υἷες ἔσαν, τρεῖς ἠύκομοι δ' θύγατρες.
Τάων μέν ῥ' ἐκαλεῖτο περικλυτὶς Ἰεμιμαῖα Πρώτη, ἐπεὶ νὺξ ᾤχετ' ὀϊζύος, ἤλυθε δ' ἦμαρ· Τὴν δὲ μέθ' ὁπλοτέρη ἦν Κασίη ἱμερόεσσα, Κασίη, ὄνομα καλὸν, ὅυ χαριεστάτη ὀδμή· Τὴν δὲ τρίτην ἐκάλεσσαν ἐυπλόκαμον Κερεναππὼκ, "Οὕνεκά οἱ στίβεως κέρας ἀγλαὸν ἔνομ' ἔδωκε.
Κάλλεϊ δ' αὖ χάρισίν τε κεκασμέναι εἰνὶ γυναιξὶν Ἔστιλβον, καὶ ῥεῖα μετέπρεπον ἀγρομολῇσιν. Οὐδὲ περικτιόνων τις ἂν ἤθελε παρθενικάων Θυγατέρεσσιν Ἰῶβος ἐπήρατον εἶδος ἐρίζειν· Τῇσι πατὴρ ἅμ' ὄπασσε μετ' σφετέροισιν ἀδελφεοῖς Μοῖραν δασσάμενος, καὶ μυρία δῶκεν ἔεδνα.
Αὐτὰρ Ἰῶβος ἔπειθ' ἑκατὸν καὶ τεσσαράκοντα Ζωὸς καὶ σόος εἶδε περιπλομένους ἐνιαυτοὺς Πολλῇ ἐν ἀγλαΐῃσι, καὶ ἀμφιθαλεῖς ἔτι παῖδας Καὶ παῖδας παίδων ἐς τέσσαρας ἄχρι γενέθλας.
"Ὡς ἄρ ὅγ' ἀσπασίως ἵκεν βιότοιο τελευτήν, "Ὀψέ τ' ἀποθνήσκων, καὶ ἐν ἄκρῳ γήραος ἑλῷ.