# EXTRACTION SET — verbatim Greek, with provenance All passages pulled with `toolkit/extract_context.py` (diacritic-blind search, accented output) from: - **Philo:** OpenGreekAndLatin/First1KGreek `tlg0018`, 31 works, 2,808k normalized chars (Cohn–Wendland). - **Longinus:** *Peri Hypsous* TEI (Perseus tlg2001.tlg001). Nothing here was retyped from memory. Section numbers are editorial identifications of the extracted window, not machine-derived; verify against the edition before print. --- ## PART A — PHILO ### Her. §§3–4 — THE HERES OPENING — tongue fails when God begins to speak *Quis rerum divinarum heres sit · `tlg015.txt`* > ῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ“, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1—3). καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί. διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι (Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα. θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ, πονηρὸς ἔσται· μεταδίδου παρρησίας. πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην; ἆρ’ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν συνειδῇ, πάντα δ’ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι; πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευθεροστομεῖν πρὸς τὸν ἑαυτοῦ τε καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρᾷ χρώμενος ἐπὶ τῷ θεράπων θεοῦ γενέσθαι, ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε τὸ γῆς ὁμοῦ καὶ θαλάττης ἀναψάμενος ἀκονιτὶ κράτος; τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ### Her. 69–70 — Corybantic flight; abandon the father's house = ὁ λόγος *Quis rerum divinarum heres sit · `tlg015.txt`* > ἰπεῖν, αὐτὸς ἑαυτόν. „ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ“ φησίν, „οὗτος κληρονομήσει σε (Gen. 15, 4)“. πόθος οὖν εἴ τις εἰσέρχεταί σε, ψυχή, τῶν θείων ἀγαθῶν κληρονομῆσαι, μὴ μόνον „γῆν,“ τὸ σῶμα, καὶ „συγγένειαν“, τὴν αἴσθησιν, καὶ "οἶκον πατρός" (Gen. 12, 1), τὸν λόγον, καταλίπῃς, ἀλλὰ καὶ σαυτὴν ἀπόδραθι καὶ ἔκστηθι σεαυτῆς, ὥσπερ οἱ κατεχόμενοι καὶ κορυβαντιῶντες βακχευθεῖσα καὶ θεοφορηθεῖσα κατά τινα προφητικὸν ἐπιθειασμόν· ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι τῆς ὁδοῦ, κλῆρος οὗτος. πῶς οὖν μετανίστασο τῶν προτέρων ἐκείνων, λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν ### Her. 251–257 — Isaac, Sinai, Lev 9:24 πτόησιν; the sleep/waking seesaw *Quis rerum divinarum heres sit · `tlg015.txt`* > ς, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28,28.29) —, τῆς δὲ δευτέρας πολλαχοῦ — „ἐξέστη“ γάρ φησιν „Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω“ (Gen. 27,33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι „ζῇ Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου“· „ἐξέστη“ γάρ φησι „τῇ διανοίᾳ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς“ (Gen. 45,26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν ἐκκλησίαν· „τὸ γὰρ ὄρος“ φησί „τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα“ (Exod. 19,18), καὶ ἐν τῷ Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε „ἐξῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα“· λέγεται γὰρ εὐθύς· „καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον“ (Lev. 9,24)· ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ — (ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ, ὅτι εἰδὼς κυνηγεῖν ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ, ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται (Gen. 27,33)· πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ἡ ἐξαδιαφόρησις τῶν ἀδιαφόρων. ἀπὸ πάντων δὲ τὰς ἀπαρχὰς δήπουθεν ἔφαγεν, ἀλλ’ οὐ πάντα· ἔδει γὰρ ὑπολείπεσθαι καὶ τῷ ἀσκητῇ τροφὰς οἰκείας ὡς ἆθλα. „πρὸ τοῦ σὲ ἐλθεῖν“ φυσικῶς· ἐὰν γὰρ ἔλθῃ τὸ πάθος εἰς τὴν ψυχήν, οὐκ ἀπολαύσομεν ἐγκρατείας· ἐλέγχει δὲ καὶ τὸν φαῦλον ὡς βραδὺν καὶ ὀκνηρὸν καὶ μελλητὴν πρὸς τὰ παιδείας ἔργα, ἀλλ’ οὐ πρὸς τὰ ἀκολασίας. ἐργοδιώκτας οὖν Αἴγυπτος ἔχει πρὸς τὴν τῶν παθῶν ἐπισπεύδοντας ἀπόλαυσιν, Μωυσῆς δ’ ἔμπαλιν μετὰ σπουδῆς παραγγέλλει τὸ Πάσχα ἐσθίειν, τὴν ἀπὸ τούτων διάβασιν εὐωχεῖθαι. καὶ ὁ Ἰούδας φησίν· „εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς“ (Gen. 43,10), οὔ φησι κατέβημεν εἰς Αἴγυπτον, ἀλλ’ ἐκεῖθεν ἐπανεσώθημεν. εἰκότως καὶ Ἰακὼβ τεθαύμακεν, εἰ ἔτι ὁ ἐν σώματι νοῦς, Ἰωσήφ, ζῇ πρὸς ἀρετὴν καὶ ἄρχει (Gen. 45,26) τοῦ σώματος, ἀλλ’ οὐκ ἄρχεται πρὸς αὐτοῦ. καὶ τἄλλα ἐπιὼν ἄν τις ὑποδείγματα τἀληθὲς ἰχνεύειν δυνηθείη. πρόκειται δ’ οὐ περὶ τούτων νῦν ἀκριβολογεῖσθαι, διὸ ἐπὶ τὰ ἑξῆς τρεπτέον), τῆς δὲ τρίτης ἐν οἷς τὰ περὶ τὴν τῆς γυναικὸς γένεσιν φιλοσοφεῖ — „ἐπέβαλε γὰρ ὁ θεὸς“ φησίν „ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ (Gen. 2,21), ἔκστασιν τὴν ἡσυχίαν καὶ ἠρεμίαν τοῦ νοῦ παραλαμβάνων· ὕπνος γὰρ νοῦ ἐγρήγορσίς ἐστιν α ### Her. 258–259 — γράμμα ἐστηλιτευμένον; ἴδιον οὐδὲν/ἀλλότρια πάντα; ἠχεῖον *Quis rerum divinarum heres sit · `tlg015.txt`* > ων· ὕπνος γὰρ νοῦ ἐγρήγορσίς ἐστιν αἰσθήσεως, καὶ γὰρ ἐγρήγορσις διανοίας αἰσθήσεως ἀπραξία —, τῆς δὲ τετάρτης ὃ νῦν σκοποῦμεν· „περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ“· ἐνθουσιῶντος καὶ θεοφορήτου τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτο μόνον διασυνίστησιν αὐτὸν προφήτην, ἀλλὰ καὶ γράμμα ῥητὸν ἐστηλιτευμένον ἐν ἱεραῖς βίβλοις, ἡνίκα τις ἐπεχείρησε τὴν ἐκ φύσεως ἄρχουσαν ἀρετήν, Σάρραν, αὐτοῦ διοικίζειν, ὡς οὐκ ἴδιον σοφοῦ καὶ μόνου κτῆμα, ἀλλὰ παντὸς τοῦ φρόνησιν ἐπιμορφάζοντος. „ἀπόδος“ γάρ φησι „τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσεις“ (Gen. 20,7). παντὶ δὲ ἀστείῳ προφητείαν ὁ ἱερὸς λόγος μαρτυρεῖ· προφήτης γὰρ ἴδιον μὲν οὐδὲν ἀποφθέγγεται, ἀλλότρια δὲ πάντα ὑπηχοῦντος ἑτέρου· φαύλῳ δ’ οὐ θέμις ἑρμηνεῖ γενέσθαι θεοῦ, ὥστε κυρίως μοχθηρὸς οὐδεὶς ἐνθουσιᾷ, μόνῳ δὲ σοφῷ ταῦτ’ ἐφαρμόττει, ἐπεὶ καὶ μόνος ὄργανον θεοῦ ἐστιν ἠχεῖον, κρουόμενον καὶ πληττόμενον ἀοράτως ὑπ’ αὐτοῦ. πάντας γοῦν ὁπόσους ἀνέγραψε δικαίους κατεχομένους καὶ προφητεύοντας εἰσήγαγεν. ὁ Νῶε δίκαιος· ἆρ’ οὐ καὶ εὐθὺς προφήτης; ἢ τὰς εὐχὰς καὶ κατάρας ἃς ἐπὶ ταῖς αὖθις γενεαῖς ἐποιήσατο (Gen. 9,25 ss.) ἔργων ἀληθείᾳ βεβαιωθείσας οὐ κατεχόμενος ἐθέσπισε; τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν“ (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. τί δὲ Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ; λέγει γάρ· „ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι αὐτῷ ### Her. 264–266 — The displacement law; ἐξοικίζεται/εἰσοικίζεται; ἐρρέθη; the played lyre *Quis rerum divinarum heres sit · `tlg015.txt`* > μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς. ἕως μὲν οὖν ἔτι περιλάμπει καὶ περιπολεῖ ἡμῶν ὁ νοῦς μεσημβρινὸν οἷα φέγγος εἰς πᾶσαν τὴν ψυχὴν ἀναχέων, ἐν ἑαυτοῖς ὄντες οὐ κατεχόμεθα· ἐπειδὰν δὲ πρὸς δυσμὰς γένηται, κατὰ τὸ εἰκὸς ἔκστασις καὶ ἡ ἔνθεος ἐπιπίπτει κατοκωχή τε καὶ μανία. ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ ἀνθρώπινον, ὅταν δ’ ἐκεῖνο δύηται, τοῦτ’ ἀνίσχει καὶ ἀνατέλλει. τῷ δὲ προφητικῷ γένει φιλεῖ τοῦτο συμβαίνειν· ἐξοικίζεται μὲν γὰρ ἐν ἡμῖν ὁ νοῦς κατὰ τὴν τοῦ θείου πνεύματος ἄφιξιν, κατὰ δὲ τὴν μετανάστασιν αὐτοῦ πάλιν εἰσοικίζεται· θέμις γὰρ οὐκ ἔστι θνητὸν ἀθανάτῳ συνοικῆσαι. διὰ τοῦτο ἡ δύσις τοῦ λογισμοῦ καὶ τὸ περὶ αὐτὸν σκότος ἔκστασιν καὶ θεοφόρητον μανίαν ἐγέννησε. τὸ δὲ ἀκόλουθον προσυφαίνει τῇ γραφῇ φάσκων „ἐρρέθη πρὸς Ἀβραάμ“ (Gen. 15, 13)· ὄντως γὰρ ὁ προφήτης, καὶ ὁπότε λέγειν δοκεῖ, πρὸς ἀλήθειαν ἡσυχάζει, καταχρῆται δὲ ἕτερος αὐτοῦ τοῖς φωνητηρίοις ὀργάνοις, στόματι καὶ γλώττῃ, πρὸς μήνυσιν ὧν ἂν θέλῃ· τέχνῃ δὲ ἀοράτῳ καὶ παμμούσῳ ταῦτα κρούων εὔηχα καὶ παναρμόνια καὶ γέμοντα συμφωνίας τῆς πάσης ἀποτελεῖ. Τίνα δ’ ἐστὶν ἃ ἐρρέθη προθεσπισθέντα, καλὸν ἀκοῦσαι· πρῶτον μέν, ὅτι τῷ φιλαρέτῳ κατοικεῖν οὐ δίδωσιν ὁ θεὸς ὡς ἐν οἰκείᾳ γῇ τῷ σώματι, ἀλλὰ παροικεῖν ὡς ἐν ἀλλοδαπῇ μόνον ἐπιτρέπει χώρᾳ. „γινώσκων“ γάρ φησι „γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ“ (Gen. 15,13). παντὸς δὲ φαύλου συγγενὲς τὸ σώματος χωρίον, ἐν ᾧ μελετᾷ κατοικεῖν, οὐ παροικεῖν. ἓν μὲν δὴ παίδευμα τοῦτο· ἕτερον δέ, ὅτι τὰ δουλείαν καὶ κάκωσιν καὶ δεινήν, ὡς αὐτὸς ἔφη, ταπείνωσιν ἐπάγοντα τῇ ψυχῇ τὰ κατὰ γῆν ἐστιν οἰκίδια· νόθα γὰρ καὶ ξένα διανοίας τὰ σώματος ὡς ἀλη ### Migr. 47–48 — ἑώρα τὴν φωνήν — the voice SEEN, not heard *De migratione Abrahami · `tlg014.txt`* > σει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει, ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται δωρεάν. θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν. ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς δοκιμάζεται —, τὴν δὲ μὴ ῥημάτων μηδ’ ὀνομάτων ἀλλὰ θεοῦ φωνήν, ὁρωμένην τῷ τῆς ψυχῆς ὄμματι, ὁρατὴν δεόντως εἰσάγει. προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε — τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι. καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν, τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ μὲν γὰρ κατὰ τὰς ἄλλας αἰσθήσεις πάνθ’ ὁρατά, τὰ χρώματα, οἱ χυλοί, οἱ ἀτμοί, τὰ θερμά, τὰ ψυχρά, τὰ λεῖα, τὰ τραχέα, τὰ μαλακὰ καὶ σκληρά, ᾗ σώματα. τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ ### Spec. 1.65 — The prophet: οἰκεῖον οὐδέν, ὑποβάλλοντος ἑτέρου, ἐνηχεῖται *De specialibus legibus (lib. i‑iv) · `tlg024.txt`* > ἀπαγορεύει, φησὶ δ’ ὅτι, ἐὰν ἀκλινῶς εὐσεβῶσιν, οὐκ ἀμοιρήσουσι τῆς τῶν μελλόντων ἐπιγνώσεως, ἀλλά τις ἐπιφανεὶς ἐξαπιναίως προφήτης θεοφόρητος θεσπιεῖ καὶ προφητεύσει, λέγων μὲν οἰκεῖον οὐδέν — οὐδὲ γάρ, εἰ λέγει, δύναται καταλαβεῖν ὅ γε κατεχόμενος ὄντως καὶ ἐνθουσιῶν —, ὅσα δ’ ἐνηχεῖται, διελεύσεται καθάπερ ὑποβάλλοντος ἑτέρου· ἑρμηνεῖς γάρ εἰσιν οἱ προφῆται θεοῦ καταχρωμένου τοῖς ἐκείνων ὀργάνοις πρὸς δήλωσιν ὧν ἂν ἐθελήσῃ. ταῦτα καὶ τὰ τούτοις παραπλήσια περὶ τῆς τοῦ ἑνὸς θεοῦ καὶ ὄντως ὄντος ἐννοίας ὑπειπών, ὃν χρὴ τρόπον ἀπονέμειν αὐτῷ τὰς τιμὰς ἑξῆς ὑπογράφει. Περὶ ἱεροῦ. Τὸ μὲν ἀνωτάτω καὶ πρὸς ἀλήθειαν ἱερὸν θεοῦ νομίζειν τὸν σύμπαντα χρὴ κόσμον εἶναι, νεὼ μὲν ἔχοντα τὸ ἁγιώτατον τῆς τῶν ὄντων οὐσίας μέρος, οὐρανόν, ἀναθήματα δὲ τοὺς ἀστέρας, ἱερέας δὲ τοὺς ὑποδιακόνους αὐτοῦ τῶν δυνάμεων ἀγγέλους, ἀσωμάτους ψυχάς, οὐ κράματα ἐκ λογικῆς καὶ ἀλόγου φύσεως, οἵας τὰς ἡμετέρας εἶναι συμβέβηκεν, ἀλλ’ ἐκτετμημένας τὸ ἄλογον, ὅλας δι’ ὅλων νοεράς, λογισμοὺς ἀ ### Spec. 1.106 — δυσεξάλειπτοι — THE HARD LEXICAL BRIDGE to Longinus 7.3 *De specialibus legibus (lib. i‑iv) · `tlg024.txt`* > ἱερὸς σπόρος χωρῇ καὶ μηδεμίαν κρᾶσιν αἱ γοναὶ πρὸς ἑτέραν οἰκίαν λαμβάνωσιν, εἶτα δ’ ὅπως ἀκακωτάταις καὶ ἀδιαστρόφοις ταῖς ψυχαῖς συνερχόμενοι ῥᾳδίως διαπλάττωσι τὰ ἤθη καὶ τοὺς τρόπους αὐτῶν· ὁλκοὶ γὰρ καὶ εὐάγωγοι διάνοιαι παρθένων πρὸς ἀρετήν, εἰς διδασκαλίαν ἑτοιμόταται· ἡ δ’ ἑτέρου πεῖραν ἀνδρὸς λαβοῦσα κατὰ τὸ εἰκὸς ἀπειθεστέρα πρὸς μάθησιν, ἅτε τὴν ψυχὴν ἀκραιφνεστάτην οὐκ ἔχουσα καθάπερ τινὰ λελειασμένον κηρὸν εἰς τρανότητα τῶν ἐγγραφησομένων δογμάτων, ἀλλὰ τραχεῖαν ὑπὸ τῶν προεγχαραχθέντων τύπων, οἳ δυσεξάλειπτοι παραμένοντες ἢ οὐ παραδέχονται σφραγῖδας ἑτέρας ἢ παραδεξάμενοι συγχέουσι ταῖς ἑαυτῶν ἀνωμαλίαις. παρθένον οὖν ὁ ἀρχιερεὺς ἀγέσθω γάμων ἁγνήν· λέγω δὲ παρθένον οὐ μόνον ᾗ μὴ ἕτερος ὡμίλησεν, ἀλλὰ καὶ ἐφ’ ᾗ μηδεὶς ἄλλος ἀνὴρ ὠνομάσθη διά τινων ὁμολογιῶν, κἂν ἁγνεύῃ τὸ σῶμα. Τοῖς δὲ κατὰ μέρος ἱερεῦσι τὰ μὲν ἄλλα περὶ γάμων διατέτακται ταὐτὰ ἃ καὶ τοῖς τὴν μεγίστην ἔχουσιν ἱερωσύνην, ἐφεῖται δ’ οὐ μόνον παρθένους ἀλλὰ καὶ χήρας, οὐ πάσας ἀλλ’ ὧν τετελευτήκασιν ἄνδρες, μετ’ ἀδείας ἄγεσθαι. φιλονεικίας γὰρ καὶ στάσεις ἐκ τοῦ βίου τῶν ἱερέων οἴεται δεῖν ὁ νόμος ἀναιρεῖν· πρὸς μὲν οὖν τοὺς ζῶντας γένοιντ’ ἂν ἴσως ἔριδες ἐκ πάθους γυναικείου, ζηλοτυπίας, τοῖς δ’ ἀποθανοῦσι συναποθνῄσκει καὶ τὰ τῆς πρὸς τοὺς δευτέρους ἄνδρας ἔχθρας. ἄλ ### Opif. 70–71 — Sober intoxication; σκοτοδινιᾶν; ἀκριβοῦς ἐκμαγείου τρανὸν τύπον *De opificio mundi · `tlg001.txt`* > τὸν ἀέρα καὶ τὰ τούτου παθήματα κατασκεψάμενος ἀνωτέρω φέρεται πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, πλανήτων τε καὶ ἀπλανῶν χορείαις συμπεριποληθεὶς κατὰ τοὺς μουσικῆς τελείας νόμους, ἑπόμενος ἔρωτι σοφίας ποδηγετοῦντι, πᾶσαν τὴν αἰσθητὴν οὐσίαν ὑπερκύψας, ἐνταῦθα ἐφίεται τῆς νοητῆς· καὶ ὧν εἶδεν ἐνταῦθα αἰσθητῶν ἐν ἐκείνῃ τὰ παραδείγματα καὶ τὰς ἰδέας θεασάμενος, ὑπερβάλλοντα κάλλη, μέθῃ νηφαλίῳ κατασχεθεὶς ὥσπερ οἱ κορυβαντιῶντες ἐνθουσιᾷ, ἑτέρου γεμισθεὶς ἱμέρου καὶ πόθου βελτίονος, ὑφ’ οὗ πρὸς τὴν ἄκραν ἁψῖδα παραπεμφθεὶς τῶν νοητῶν ἐπ’ αὐτὸν ἰέναι δοκεῖ τὸν μέγαν βασιλέα· γλιχομένου δ’ ἰδεῖν, ἀθρόου φωτὸς ἄκρατοι καὶ ἀμιγεῖς αὐγαὶ χειμάρρου τρόπον ἐκχέονται, ὡς ταῖς μαρμαρυγαῖς τὸ τῆς διανοίας ὄμμα σκοτοδινιᾶν. ἐπεὶ δ’ οὐ σύμπασα εἰκὼν ἐμφερὴς ἀρχετύπῳ παραδείγματι, πολλαὶ δ’ εἰσὶν ἀνόμοιοι, προσεπεσημήνατο εἰπὼν τῷ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν εἰς ἔμφασιν ἀκριβοῦς ἐκμαγείου τρανὸν τύπον ἔχοντος. Ἀπορήσειε δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ, τί δήποτε τὴν ἀνθρώπου μόνου γένεσιν οὐχ ἑνὶ δημιουργῷ καθάπερ τἆλλα ἀνέθηκεν, ἀλλ’ ὡσανεὶ πλείοσιν· εἰσάγει γὰρ τὸν πατέρα τῶν ὅλων ταυτὶ λέγοντα· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“. μὴ γὰρ χρεῖός ἐστιν, εἴποιμ’ ἄν, οὑτινοσοῦν, ᾧ πάντα ὑπήκοα; ἢ τὸν μὲν οὐρανὸν ἡνίκα ἐποίει καὶ τὴν γῆν καὶ τὴν θάλατταν, οὐδενὸς ἐδεήθη τοῦ συνεργήσοντος, ἄνθρωπον δὲ βραχὺ ζῷον οὕτως καὶ ἐπίκηρον οὐχ οἷός τε ἦν δίχα συμπράξεως ἑτέρων αὐτὸς ἀφ’ ἑαυτοῦ κατασκευάσασθαι; τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν θεὸν ἀνάγκη μόνον εἰδέναι, τὴν δ’ εἰκότι στοχασμῷ πιθανὴν καὶ εὔλογον εἶναι δοκοῦσαν οὐκ ἀποκρυπτέον. ἔστι δὲ ἥδε. ### Opif. 145–146 — Human mind as ἐκμαγεῖον / ἀπόσπασμα / ἀπαύγασμα of the Logos *De opificio mundi · `tlg001.txt`* > έμις προσέρχεσθαι τέλος ἡγουμέναις τὴν πρὸς τὸν γεννήσαντα θεὸν ἐξομοίωσιν. Τοῦ μὲν οὖν πρώτου φύντος ἀνθρώπου τὸ καθ’ ἑκάτερον ψυχήν τε καὶ σῶμα κάλλος, εἰ καὶ πολλῷ τῆς ἀληθείας ἔλαττον, ἀλλ’ οὖν κατὰ τὴν ἡμετέραν δύναμιν ὡς οἷόν τε ἦν εἴρηται. τοὺς δ’ ἀπογόνους τῆς ἐκείνου μετέχοντας ἰδέας ἀναγκαῖον εἰ καὶ ἀμυδροὺς ἀλλ’ οὖν ἔτι σῴζειν τοὺς τύπους τῆς πρὸς τὸν προπάτορα συγγενείας. ἡ δὲ συγγένεια τίς; πᾶς ἄνθρωπος κατὰ μὲν τὴν διάνοιαν ᾠκείωται λόγῳ θείῳ, τῆς μακαρίας φύσεως ἐκμαγεῖον ἢ ἀπόσπασμα ἢ ἀπαύγασμα γεγονώς, κατὰ δὲ τὴν τοῦ σώματος κατασκευὴν ἅπαντι τῷ κόσμῳ· συγκέκραται γὰρ ἐκ τῶν αὐτῶν, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἑκάστου τῶν στοιχείων εἰσενεγκόντος τὸ ἐπιβάλλον μέρος πρὸς ἐκπλήρωσιν αὐταρκεστάτης ὕλης, ἣν ἔδει λαβεῖν τὸν δημιουργόν, ἵνα τεχνιτεύσῃ τὴν ὁρατὴν ταύτην εἰκόνα· καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον— ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ### Conf. 96 — σάπφειρος COLLISION — the sapphire pavement (not the name) *De confusione linguarum · `tlg013.txt`* > η μήτε διαπλάττειν μήτε συντιθέναι σώματα πλίνθου τρόπον, ἀναβαίνειν δὲ τοῖς λογισμοῖς πρὸς αἰθέριον ὕψος, Μωυσῆν, τὸ θεοφιλὲς γένος, προστησαμένους ἡγεμόνα τῆς ὁδοῦ. τότε γὰρ τὸν μὲν τόπον, ὃς δῆλός ἐστι, θεάσονται, ᾧ ὁ ἀκλινὴς καὶ ἄτρεπτος θεὸς ἐφέστηκε, „τά θ’ ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὡς ἂν εἶδος στερεώματος τοῦ οὐρανοῦ", τὸν αἰσθητὸν κόσμον, ὃν αἰνίττεται διὰ τούτων (Exod. 24,10). εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν, εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ, τὸν ἱερώτατον λόγον, μεθ’ ὃν καὶ τὸ ἐν αἰσθητοῖς τελειότατον ἔργον, τόνδε τὸν κόσμον· τὸ γὰρ φιλοσοφεῖν οὐδὲν ἦν ἄλλο ἢ ταῦτα σπουδάζειν ἀκριβῶς ἰδεῖν. τὸν δὲ αἰσθητὸν κόσμον ὡς ἂν ὑποπόδιον θεοῦ φησιν εἶναι διὰ τάδε· πρῶτον μὲν ἵν’ ἐπιδ ### Leg. All. I — σάπφειρος COLLISION — green stone, ENGRAVED with a tribe's name *Legum allegoriarum libri i‑iii · `tlg002.txt`* > οδοτούμενος. ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς“ — Ῥουβὴν Συμεὼν Λευί—· „καὶ ὁ στίχος“ φησίν "ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„ (Exod. 28,17. 18) · ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ. διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι ### Her. 249–250 — The fourfold ἔκστασις taxonomy; Gen 15:12; the Ἐπινομίς citation *Quis rerum divinarum heres sit · `tlg015.txt`* > ὸν πιθανὸν καὶ στοχαστικὸν νοῦν τῆς ἀληθείας ἀποδιδρασκούσης· τὸ γὰρ δυσεύρετον καὶ δυσθήρατον αὐτῆς τὰς λογικάς, ὡς οἶμαι, στάσεις ἐγέννησε. „Περὶ δὲ ἡλίου“ φησί „δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ“ (Gen. 15, 12). ἔκστασις ἡ μέν ἐστι λύττα μανιώδης παράνοιαν ἐμποιοῦσα κατὰ γῆρας ἢ μελαγχολίαν ἤ τινα ὁμοιότροπον ἄλλην αἰτίαν, ἡ δὲ σφοδρὰ κατάπληξις ἐπὶ τοῖς ἐξαπιναίως καὶ ἀπροσδοκήτως συμβαίνειν εἰωθόσιν, ἡ δὲ ἠρεμία διανοίας, εἰ δὴ πέφυκέ ποτε ἡσυχάζειν, ἡ δὲ πασῶν ἀρίστη ἔνθεος κατοκωχή τε καὶ μανία, ᾗ τὸ προφητικὸν γένος χρῆται. τῆς μὲν οὖν πρώτης ἐν ταῖς ἐν Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται — παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28,28.29) —, τῆς δὲ δευτέρας πολλαχοῦ — „ἐξέστη“ γάρ φησιν „Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω“ (Gen. 27,33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι „ζῇ Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου“· „ἐξέστη“ γάρ φησι „τῇ διανοίᾳ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς“ (Gen. 45,26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν ἐκκλησίαν· „τὸ γὰρ ὄρος“ φησί „τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα“ (Exod. 19,18), καὶ ἐν τῷ Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε „ἐξῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα“· λέγεται γὰρ εὐθύς· „καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον“ (Lev. 9,24)· ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ — (ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ, ὅτι εἰδὼς κυνηγεῖν ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ, ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται (Gen. 27,33)· πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ### Her. 263 — ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν νοῦν — the photism *Quis rerum divinarum heres sit · `tlg015.txt`* > θέσπισε; τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν“ (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. τί δὲ Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ; λέγει γάρ· „ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, Μωυσῇ δὲ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12,6.8), καὶ πάλιν „οὐκ ἀνέστη ἔτι προφήτης ὡς Μωυσῆς, ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον πρὸς πρόσωπον“ (Deut. 34, 10). παγκάλως οὖν τὸν ἐνθουσιῶντα μηνύει φάσκων „περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν“ (Gen. 15, 12), ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν νοῦν· ὅπερ γὰρ ἐν ἡμῖν λογισμός, τοῦτο ἐν κόσμῳ ἥλιος, ἐπειδὴ φωσφορεῖ ἑκάτερος, ὁ μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς. ἕως μὲν οὖν ἔτι περιλάμπει καὶ περιπολεῖ ἡμῶν ὁ νοῦς μεσημβρινὸν οἷα φέγγος εἰς πᾶσαν τὴν ψυχὴν ἀναχέων, ἐν ἑαυτοῖς ὄντες οὐ κατεχόμεθα· ἐπειδὰν δὲ πρὸς δυσμὰς γένηται, κατὰ τὸ εἰκὸς ἔκστασις καὶ ἡ ἔνθεος ἐπιπίπτει κατοκωχή τε καὶ μανία. ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύετα ### Mut. 54–57 — The written covenant; ἔπεσεν ἐπὶ πρόσωπον parsed as channel catalogue; ἑκούσιον πτῶμα *De mutatione nominum · `tlg018.txt`* > αι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ. φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ“ (Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος. ὑπερβολὴ δὲ εὐεργεσίας τοῦτό ἐστι, μὴ εἶναι θεοῦ καὶ ψυχῆς μέσον, ὅτι μὴ τὴν παρθένον χάριτα. τὸν δὲ περὶ διαθηκῶν σύμπαντα λόγον ἐν δυσὶν ἀναγέγραφα συντάξεσι καὶ ὑπὲρ τοῦ μὴ παλινῳδεῖν ἑκὼν ὑπερβαίνω καὶ ἅμα μὴ βουλόμενος ἀπαρτᾶν τὸ συμφυὲς τῆς πραγματείας. Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον“ (ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν — οὐ γὰρ ἀνθρωπόμορφος —, ἀλλὰ τὴν ἄτρεπτον καὶ ἀμετάβλητον ἐμφαίνουσαν, ὁ δ’ οὐδέποτε ἐν ταὐτῷ βεβαίως ἱδρυμένος ἄλλοτε ἀλλοίας δέχεται μεταβολὰς καὶ ὑποσκελιζόμενος, ὁ δυστυχής, — ὄλισθος γὰρ σύμπας ὁ βίος ἐστὶν αὐτῷ — μέγα πτῶμα πίπτει; ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις, ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε μὲν αἴσθησις ἐξ αὑτῆς ἀδυνατοῦσα αἰσθάνεσθαι, εἰ μὴ προμηθείᾳ τοῦ σωτῆρος ἀνεγερθείη πρὸς τὴν τῶν ὑποκειμένων σωμάτων ἀντίληψιν, πέπτωκε δὲ καὶ ὁ λόγος ἑρμηνεῦσαί τι τῶν ὄντων ἀδυνατῶν, εἰ μὴ διανοίξας τὸ στόμα καὶ τὴν γλῶτταν ἀρθρώσας ὁ τὸ φωνητήριον ὄργανον κατεσκευακὼς καὶ ἁρμοσάμενος πλήξειε τοὺς φθόγγους μουσικῶς, πέπτωκε δὲ καὶ ὁ βασιλεὺς νοῦς τὰς καταλήψεις ἀφῃρημένος, εἰ μὴ πάλιν αὐτὸν ἐγείρας ὁ ζῳοπλάστης ἱδρύσαιτο καὶ ἐνομματώσας ὀξυδερκέσι κόραις ἀγάγοι πρὸς τὴν τῶν ἀσωμάτων θέαν πραγμάτων. Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ, ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ“ (Gen. 17,4). τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι. δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι „κἀγὼ“ ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου“· ἡ πασῶν χαρίτων ἀρχή τε καὶ πηγὴ αὐτός εἰμι ἐγώ. τοῖς μὲν γὰρ δι’ ἑτέρων τὰς εὐεργεσίας εἴωθε π ### Det. 79 — ὑψηγορία exemplified by Abel’s blood-voice; μὴ λόγων ἀμυήτοις *Quod deterius potiori insidiari soleat · `tlg005.txt`* > εται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον; οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας ἀνελών. Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· „φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε περὶ τοῦ αἵματος. πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· „ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει τὸν ἄνθρωπον ὁ ζῳοπλάστης, φησὶν ὅτι „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς, ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία. καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων ἄ ### Contempl. 12–13 — ἔρως οὐράνιος; τετελευτηκέναι νομίζοντες as entry rite *De vita contemplativa · `tlg028.txt`* > επηρωμένοι· λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται. τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν. οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν. εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις· ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν. Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας· ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας. ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων --- ## PART B — LONGINUS ### Long. 1.4 — ὕψος is ἔκστασις, not persuasion > ὰ ὕψη, καὶ ποιητῶν τε οἱ μέγιστοι καὶ συγγραφέων οὐκ ἄλλοθεν ἢ ἐνθένδε ποθὲν ἐπρώτευσαν καὶ ταῖς ἑαυτῶν περιέβαλον εὐκλείαις τὸν αἰῶνα.

οὐ γὰρ εἰς πειθὼ τοὺς ἀκροωμένους ἀλλ’ εἰς ἔκστασιν ἄγει τὰ ὑπερφυᾶ· πάντη δέ γε σὺν ἐκπλήξει τοῦ πιθανοῦ καὶ τοῦ πρὸς χάριν ἀεὶ κρατεῖ τὸ θαυμάσιον, εἴγε τὸ μὲν πιθανὸν ὡς τὰ πολλὰ ἐφ’ ἡμῖν, ταῦτα δὲ δυναστείαν καὶ βίαν ἄμαχον προσφέροντα παντὸς ἐπάνω τοῦ ἀκροωμένου καθίσταται. καὶ τὴν μὲν ἐμπειρίαν τῆς εὑρέσεως καὶ τὴν τῶν πραγμάτων τάξιν καὶ οἰκονομίαν οὐκ ἐξ ἑνὸς οὐδ’ ἐκ δυεῖν, ἐκ δὲ τοῦ ὅλου τῶν λόγων ὕφους μόλις ἐκφαινομένην ὁρῶμεν, ὕψος δέ που καιρίως ἐξενεχθὲν τά τε πράγματα δίκην σκηπτοῦ πάντα διεφόρησεν καὶ τὴν τοῦ ῥήτορος εὐθὺς ἀθρόαν ἐνεδείξατο δύναμιν. ταῦτα γὰρ οἶμαι καὶ τὰ παραπλήσια, Τερεντιανὲ ἥδισ ### Long. 7.2–3 — ὡς αὐτὴ γεννήσασα — PARTURITION; δυσεξάλειπτος criterion >

φύσει γάρ πως ὑπὸ τἀληθοῦς ὕψους ἐπαίρεταί τε ἡμῶν ἡ ψυχὴ καὶ γαῦρόν τι ἀνάστημα λαμβάνουσα πληροῦται χαρᾶς καὶ μεγαλαυχίας, ὡς αὐτὴ γεννήσασα ὅπερ ἤκουσεν.

ὅταν οὖν ὑπ’ ἀνδρὸς ἔμφρονος καὶ ἐμπείρου λόγων πολλάκις ἀκουόμενόν τι πρὸς μεγαλοφροσύνην τὴν ψυχὴν μὴ συνδιατιθῇ, μηδ᾽ ἐγκαταλείπῃ τῇ διανοίᾳ πλεῖον τοῦ λεγομένου τὸ ἀναθεωρούμενον, πίπτῃ δ᾽, ἂν εὖ τὸ συνεχὲς ἐπισκοπῇς, εἰς ἀπαύξησιν, οὐκ ἂν ἔτ’ ἀληθὲς ὕψος εἴη μέχρι μόνης τῆς ἀκοῆς σῳζόμενον. τοῦτο γὰρ τῷ ὄντι μέγα, οὗ πολλὴ μὲν ἡ ἀναθεώρησις, δύσκολος δέ, μᾶλλον δ’ ἀδύνατος ἡ κατεξανάστασις, ἰσχυρὰ δὲ ἡ μνήμη καὶ δυσεξάλειπτος.

ὅλως δὲ καλὰ νόμιζε ὕψη καὶ ἀληθινὰ τὰ διὰ παντὸς ἀρέσκοντα καὶ πᾶσιν. ὅταν γὰρ τοῖς ἀπὸ διαφόρων ἐπιτηδευμάτων βίων ζήλων ἡλικιῶν λόγων ἕν τι καὶ ταὐτὸν ἅμα περὶ τῶν αὐτῶν ἅπασι δοκῇ, τόθ’ ἡ ἐξ ἀσ ### Long. 9.2 — ἀπήχημα μεγαλοφροσύνης; φωνῆς δίχα > ἀεὶ ποιεῖν γενναίου παραστήματος.

τίνα, φήσεις, τρόπον; γέγραφά που καὶ ἑτέρωθι τὸ τοιοῦτον· ὕψος μεγαλοφροσύνης ἀπήχημα. ὅθεν καὶ φωνῆς δίχα θαυμάζεταί ποτε ψιλὴ καθ’ ἑαυτὴν ἡ ἔννοια δι’ αὐτὸ τὸ μεγαλόφρον, ὡς ἡ τοῦ Αἴαντος ἐν Νεκυίᾳ σιωπὴ μέγα καὶ παντὸς ὑψηλότερον λόγου.

πρῶτον οὖν τὸ ἐξ οὗ γίνεται προϋποτίθεσθαι πάντως ἀναγκαῖον, ὡς ἔχειν δεῖ τὸν ἀληθῆ ῥήτορα μὴ ταπεινὸν φρόνημα καὶ ἀγεννές. οὐδὲ γὰρ οἷόν τε μικρὰ καὶ δουλοπρεπῆ φρονοῦντας καὶ ἐπιτηδεύοντας παρ’ ὅλον τὸν βίον θαυμαστόν τι καὶ τοῦ παντὸς αἰῶνος ἐξενεγκεῖν ### Long. 10.1–3 — σύνθεσις = ἓν σῶμα; Sappho 31 quoted; ἐκλέξαι καὶ συνδῆσαι > έρε νῦν, εἴ τι καὶ ἕτερον ἔχοιμεν ὑψηλοὺς ποιεῖν τοὺς λόγους δυνάμενον, ἐπισκεψώμεθα. οὐκοῦν ἐπειδὴ πᾶσι τοῖς πράγμασι φύσει συνεδρεύει τινὰ μόρια ταῖς ὕλαις συνυπάρχοντα, ἐξ ἀνάγκης γένοιτ’ ἂν ἡμῖν ὕψους αἴτιον τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι. ὃ μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, ὃ δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται. οἷον ἡ Σαπφὼ τὰ συμβαίνοντα ταῖς ἐρωτικαῖς μανίαις παθήματα ἐκ τῶν παρεπομένων καὶ ἐκ τῆς ἀληθείας αὐτῆς ἑκάστοτε λαμβάνει. ποῦ δὲ τὴν ἀρετὴν ἀποδείκνυται; ὅτε τὰ ἄκρα αὐτῶν καὶ ὑπερτεταμένα δεινὴ καὶ ἐκλέξαι καὶ εἰς ἄλληλα συνδῆσαι.

φαίνεταί μοι κῆνος ἴσος θεοῖσιν ἔμμεν ὡνήρ, ὅστις ἐναντίος τοι ἱζάνει, καὶ πλησίον ἁδὺ φωνεύ- σας ὑπακούει καὶ γελαίσας ἱμερόεν, τό μοι μὰν καρδίαν ἐν στήθεσιν ἐπτόασεν. ὥς σε γὰρ ἴδω βροχέως με φωνᾶς οὐδὲν ἔτ’ εἴκει· ἀλλὰ ### Long. 13.2 — Pythia; ἐγκύμονα — IMPREGNATION; ἀπόρροιαι ἀπὸ ἱερῶν στομίων > να ὁδὸς ἐπὶ τὰ ὑψηλὰ τείνει. ποία δὲ καὶ τίς αὕτη; ἡ τῶν ἔμπροσθεν μεγάλων συγγραφέων καὶ ποιητῶν μίμησίς τε καὶ ζήλωσις. καί γε τούτου, φίλτατε, ἀπρὶξ ἐχώμεθα τοῦ σκοποῦ· πολλοὶ γὰρ ἀλλοτρίῳ θεοφοροῦνται πνεύματι τὸν αὐτὸν τρόπον, ὃν καὶ τὴν Πυθίαν λόγος ἔχει τρίποδι πλησιάζουσαν, ἔνθα ῥῆγμά ἐστι γῆς ἀναπνεῖν ὥς φασιν ἀτμὸν ἔνθεον, αὐτόθεν ἐγκύμονα τῆς δαιμονίου καθισταμένην δυνάμεως παραυτίκα χρησμῳδεῖν κατ’ ἐπίπνοιαν. οὕτως ἀπὸ τῆς τῶν ἀρχαίων μεγαλοφυΐας εἰς τὰς τῶν ζηλούντων ἐκείνους ψυχὰς ὡς ἀπὸ ἱερῶν στομίων ἀπόρροιαί τινες φέρονται, ὑφ’ ὧν ἐπιπνεόμενοι καὶ οἱ μὴ λίαν φοιβαστικοὶ τῷ ἑτέρων συνενθουσιῶσι μεγέθει.

μόνος Ἡρόδοτος Ὁμηρικώτατος ἐγένετο; Στησίχορος ἔτι πρότερον ὅ τε Ἀρχίλοχος, πάντων δὲ τούτων μάλιστα ὁ Πλάτων ἀπὸ τοῦ Ὁμηρικοῦ κείνου νάματος εἰς αὑτὸν μυρίας ὅσας παρατροπὰς ἀποχετευσάμενος. καὶ ἴσως ἡμῖν ἀποδείξεων ἔδει, εἰ μὴ τὰ ἐπ’ εἴδους καὶ οἱ περὶ Ἀμμώνιον ἐκλέξαντες ἀνέγραψαν.

### Long. 21 — Connectives as bindings on running bodies; ὡς ἀπ᾽ ὀργάνου > ὶ εἴσῃ κατὰ τὸ ἑξῆς οὕτως παραγράφων, ὡς τοῦ πάθους τὸ συνδεδιωγμένον καὶ ἀποτραχυνόμενον, ἐὰν τοῖς συνδέσμοις ἐξομαλίσῃς εἰς λειότητα, ἄκεντρόν τε προσπίπτει καὶ εὐθὺς ἔσβεσται.

ὥσπερ γὰρ εἴ τις συνδήσειε τῶν θεόντων τὰ σώματα τὴν φορὰν αὐτῶν ἀφῄρηται, οὕτως καὶ τὸ πάθος ὑπὸ τῶν συνδέσμων καὶ τῶν ἄλλων προσθηκῶν ἐμποδιζόμενον ἀγανακτεῖ· τὴν γὰρ ἐλευθερίαν ἀπολλύει τοῦ δρόμου καὶ τὸ ὡς ἀπ’ ὀργάνου τινὸς ἀφίεσθαι.

Τῆς δὲ αὐτῆς ἰδέας καὶ τὰ ὑπερβατὰ θετέον. ἔστι δὲ λέξεων ἢ νοήσεων ἐκ τοῦ κατ’ ἀκολουθίαν κεκινημένη τάξις καὶ οἱονεὶ χαρακτὴρ ἐναγωνίου πάθους ἀληθέστατος. ὡς γὰρ οἱ τῷ ὄντι ὀργιζόμενοι ἢ φοβούμενοι ἢ ἀγανακτοῦντες ἢ ὑπὸ ζηλοτυ ### Long. 8.1 — The five sources of ὑψηγορία >

Ἐπεὶ δὲ πέντε, ὡς ἂν εἴποι τις, πηγαί τινές εἰσιν αἱ τῆς ὑψηγορίας γονιμώταται, προϋποκειμένης ὥσπερ ἐδάφους τινὸς κοινοῦ ταῖς πέντε ταύταις ἰδέαις τῆς ἐν τῷ λέγειν δυνάμεως, ἧς ὅλως χωρὶς οὐδέν, πρῶτον μὲν καὶ κράτιστον τὸ περὶ τὰς νοήσεις ἁδρεπήβολον, ὡς κἀν τοῖς περὶ Ξενοφῶντος ὡρισάμεθα· δεύτερον δὲ τὸ σφοδρὸν καὶ ἐνθουσιαστικὸν πάθος· ἀλλ’ αἱ μὲν δύο αὗται τοῦ ὕψους κατὰ τὸ πλέον αὐθιγενεῖς συστάσεις, αἱ λοιπαὶ δ’ ἤδη καὶ διὰ τέχνης, ἥ τε ποιὰ τῶν σχημάτων πλάσις (δισσὰ δέ που ταῦτα τὰ μὲν νοήσεως, θάτερα δὲ λέξεως), ἐπὶ δὲ τούτοις ἡ γενναία φράσις, ἧς μέρη πάλιν ὀνομάτων τε ἐκλογὴ καὶ ἡ τροπικὴ καὶ πεποιημένη λέξις· πέμπτη δὲ μεγέθους αἰτία καὶ συγκλείουσα τὰ πρὸ ἑαυτῆς ἅπαντα, ἡ ἐν ἀξιώματι κ ### Long. 22 — Hyperbaton = χαρακτὴρ ἐναγωνίου πάθους; ὑπ’ ἀστάτου πνεύματος > e="textpart" subtype="chapter" n="22">

Τῆς δὲ αὐτῆς ἰδέας καὶ τὰ ὑπερβατὰ θετέον. ἔστι δὲ λέξεων ἢ νοήσεων ἐκ τοῦ κατ’ ἀκολουθίαν κεκινημένη τάξις καὶ οἱονεὶ χαρακτὴρ ἐναγωνίου πάθους ἀληθέστατος. ὡς γὰρ οἱ τῷ ὄντι ὀργιζόμενοι ἢ φοβούμενοι ἢ ἀγανακτοῦντες ἢ ὑπὸ ζηλοτυπίας ἢ ὑπὸ ἄλλου τινὸς (πολλὰ γὰρ καὶ ἀναρίθμητα πάθη καὶ οὐδ’ ἂν εἰπεῖν τις ὁπόσα δύναιτο), ἑκάστοτε παραπίπτοντες ἄλλα προθέμενοι πολλάκις ἐπ’ ἄλλα μεταπηδῶσι, μέσα τινὰ παρεμβαλόντες ἀλόγως, εἶτ’ αὖθις ἐπὶ τὰ πρῶτα ἀνακυκλοῦντες καὶ πάντη πρὸς τῆς ἀγωνίας, ὡς ὑπ’ ἀστάτου πνεύματος, τῇδε κἀκεῖσε ἀγχιστρόφως ἀντισπώμενοι τὰς λέξεις τὰς νοήσεις τὴν ἐκ τοῦ κατὰ φύσιν εἱρμοῦ παντοίως πρὸς μυρίας τροπὰς ἐναλλάττουσι τάξιν· οὕτω παρὰ τοῖς ἀρίστοις συγγραφεῦσι διὰ τῶν ὑπερβατῶν ἡ μίμησις ἐπὶ τὰ τῆς φύσεως ἔργα φέρεται. τότε γὰρ ἡ τέχνη τέλειος, ἡνίκ’ ἂν φύσις εἶναι δοκῇ, ἡ δ’ αὖ φύσις ἐπιτυχής, ὅταν λανθάνουσαν περιέχῃ τὴν τέχνην· ὥσπερ λέγει ὁ Φωκαεὺς Διονύσιος παρὰ τῷ Ἡροδότῳ· ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πράγματα, ἄνδρες Ἴωνες, εἶναι ἐλευθέροις ἢ δούλοις, καὶ τούτοις --- ## PART C — THE COLLATION (Sappho 31 → *Heres* 249–266) Ten operations. Greek both sides. This is P2's core and was produced 2026-08-15. | # | Sappho 31 | Philo, Her. 249–266 | operation | |---|---|---|---| | 1 | κῆνος… ἐνάντιός τοι ἰσδάνει… **ἴσος θέοισιν** | **θέμις γὰρ οὐκ ἔστι θνητὸν ἀθανάτῳ συνοικῆσαι** (265) | simultaneity → alternation (the seat becomes a timeshare) | | 2 | ὠς γὰρ ἔς σ᾽ ἴδω… reception *causes* occlusion | ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ ἀνθρώπινον (264) | **causal arrow flip**: occlusion becomes the gate | | 3 | τό μ᾽ ἦ μὰν καρδίαν… **ἐπτόαισεν** (31.6) | ἡ τοιαύτη ἔκστασις **πτόησιν** καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ (251) | same lexeme, same slot | | 4 | the itemized channel catalogue | **ἥλιον διὰ συμβόλου** τὸν ἡμέτερον καλῶν νοῦν (263) | catalogue → photism (cf. Catullus, *gemina teguntur lumina nocte*) | | 5 | Long. 10.3 of this poem: **πάνθ᾽ ὡς ἀλλότρια** | **ἴδιον μὲν οὐδὲν** ἀποφθέγγεται, **ἀλλότρια δὲ πάντα** ὑπηχοῦντος ἑτέρου (259) | the formula describing the poem becomes the definition of the office | | 6 | **γλῶσσα ἔαγε** — the instrument breaks | ὄργανον θεοῦ ἐστιν **ἠχεῖον, κρουόμενον καὶ πληττόμενον ἀοράτως** (259) | broken lyre → played lyre | | 7 | terminus: **τόλματον** — act with no doer | **ἐρρέθη** πρὸς Ἀβραάμ (266), glossed as displaced agency | anonymous socket → theonymous socket | | 8 | τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης **φαίνομ᾽** | ἐξοικίζεται… **πάλιν** εἰσοικίζεται (265) | the almost → the guaranteed round trip | | 9 | **φαίνομ᾽** ἔμ᾽ αὔτᾳ (at near-death) | ὁπότε **λέγειν δοκεῖ**, πρὸς ἀλήθειαν **ἡσυχάζει** (266) | seeming migrates from existence-joint to agency-joint | | 10 | ἆδυ **φωνείσας**… **γελαίσας** ἰμέροεν (input) | **εὔηχα καὶ παναρμόνια** καὶ γέμοντα συμφωνίας (266) | music: input port → output port | **Transform signature vs Catullus.** Catullus occupies the **reader-seat** (line 1) and flips exit polarity (*otium*). Philo occupies the **voice-seat** (line 17) and flips entrance causality. The poem cut two open positions; the first century filled each exactly once, from opposite sides. **Defence.** *Phaedrus* 244–245 supplies the fourfold-mania scaffold only. It contains no somatic catalogue, no agentless terminus doing doctrinal work, no seeming-frame at the agency joint, no reader-socket, no input-music, no πτόησις. Those are the residue the scaffold does not explain. (See WORK-PLAN A1.4, R-3.) --- ## PART D — CENSUS RESULTS **Corpus B (First1KGreek tlg0018, 31 works, 2,808k normalized chars):** | stem | count | note | |---|---|---| | **Σαπφ-** | **4** | **all four are σάπφειρος** — Leg. All. I (Exod 28:17–18, "the sapphire is a GREEN stone, ENGRAVED" with a tribe's name) ×3, Conf. 96 (Exod 24:10, the pavement under God's feet) ×1. **The name is absent. Documented null.** | | ἀποτυπ- | 0 | Longinus's stamp-noun absent from Philo | | **δυσεξάλειπτ-** | **1** | **Spec. 1.106 — the hard bridge to Long. 7.3** | | ὑψηγορ- | 4 | Her. §4; Det. 79; Cher.; Ebr. | | ἀπηχ- | 4 | — | | ἐνηχ- | 6 | incl. Spec. 1.65 | **Corpus A (Greek Wikisource, 12 treatises, ~530k Greek chars) — independent confirmation of the Σαπφ- null.** LABOR (ChatGPT) ran a third independent census on the same corpus family: also null. **Three censuses, two non-identical corpora, one result.** Transmission-vocabulary families (Corpus A): σφραγ- 28 · χαρακτηρ- 29 · ἐκμαγει- 9 · ἀπαυγασμ- 1 · ἀποσπασμ- 5 · ἐνθουσι- 12 · θεοφορ- 13 · κατοκωχ- 5 · κορυβαντ- 3 · ὄργανον 18. --- ## PART E — FINGERPRINT SCAN Eleven Sappho-31 feature families, ±700-char windows around inspiration anchors, 150 random baseline windows per work, seed 31. Reproduced from the saved toolkit this session. **Corpus-wide: anchor windows 1.44 families vs random 0.97.** ***Quis Heres* dominates: 40 anchors, μ 2.8 vs its own random baseline 1.01.** **The decomposition is the finding** (274 anchor windows, full corpus): | family | fires | class | |---|---|---| | mania-ecstasy | 142/274 | operator | | hearing | 126/274 | operator | | alienation | 56/274 | operator | | near-death | 39/274 | operator | | sight-fail | 35/274 | operator | | voice-fail | 16/274 | operator | | tongue | 15/274 | operator | | fire-heat | 9/274 | **FLESH** | | tremble | 3/274 | **FLESH** | | **sweat** | **0/274** | **FLESH** | | **pallor-green** | **0/274** | **FLESH** | **The decay law.** Operator families travel; flesh families die. Catullus (hop 1) keeps the flesh nearly whole; *Phaedrus* 251 (hop 1) keeps sweat/heat/shudder; Philo (hop 2) keeps none. The somatic catalogue decays per hop; the mechanism does not. This is the transform's dissipation rule (D) measured historically. **Limit, stated:** the Armenian-only *Quaestiones* fall outside every census above and must be declared as a scope limit wherever the null is asserted.