{"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0065.1", "text": "ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0065.2", "text": "ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0065.3", "text": "ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΙΝΑΙ ΤΡΕΙΣ ΘΕΟΥΣ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0065.4", "text": "ΠΡΟΣ ΑΒΛΑΒΙΟΝ."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0065.5", "text": "ὑμᾶς μὲν δικαίων ἐστι τοὺς ἀχμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι, καὶ μὴ κατοκνεῖν πρὸς τοὺς πόνους, ὅπως ἂν ἡμεῖς οἱ πατέρες τοῖς γενναίοις ἰδρώσι τῶν τέκνων ἐπευφραινώμεθα (τοῦτο γὰρ ὁ τῆς φύσεως ὑποτίθεται νόμος): ἐπεὶδὲ δὲ ἀναστρέψας τὴν τάξιν ἐφ’ ἡμᾶς πέμπεις τὰς προσβολὰς τῶν ἀκίδων, αἷς οἱ ἀντικείμενοι τῇ ἀληθείᾳ βάλλουσι, καὶ κελεύεις τῷ θυρεῷ τῆς πίστεως παρ’ ἡμῶν τῶν γερόντων κατασβέννυσθαι τοὺς ἐρημικοὺς ἄνθρακας, καὶ τὰ ἠκονημένα διὰ τῆς ψευδωνύμου γνώσεως βέλη, δεχόμεθα τὸ ἐπίταγμα, σοὶ τύπος τῆς εὐπειθείας γινώμενοι, ὡς ἂν καὶ αὐτὸς ἡμῖν ἀντιπαρέχῃς τὴν ἰσὴν ἐπὶ τῶν ὁμοίων ἐπιταγμάτων ἀντίδοσιν, εἴποτε σε πρὸς τοὺς τοιούτους ἀθλοὺς διαναστήσαιμεν, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιώτα Ἀβλάβιε. Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν, οὐδὲ τοιούτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσήκουσας ἐξετάσεως τύχοι. Ἀνάγκη γὰρ ἐκ τῆς βίας τοῦ θεωρήματος, ἐν πάντως τῶν ἀπεμφαινόντων συνενεχθῆναι κατὰ τὸν πρόχειρον νοῦν, καὶ ἢ τρεῖς λέγειν θεοὺς (ὅπερ ἀθέμιτον), ἢ μὴ προσαρτυρεῖν τῷ Ὑἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὴν θεότητα ὅπερ ἀπεθεὶς τα"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0066.1", "text": "καὶ ἀτοπον. Τὸ δὲ λεγόμενον παρὰ σοῦ τοιούτῳ ἐστὶ· Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἐν μιᾷ ὄντες τῇ ἀνθρωπότητι, τρεῖς ἄνθρωποι λέγονται. Καὶ οὐδὲν ἄτοπον τοὺς συνημμένους κατὰ τὴν φύσιν, εἰ πλείους εἰσιν, ἐκ τοῦ τῆς φύσεως ὀνόματος πληθυντικῶς ἀριθμεῖσθαι. Εἰ οὖν ἔχει τοῦτο διδόναι ἡ συνθεσία, καὶ ὁ ἀπαγορεύειν οὐκ ἔστι δύο λέγειν τοὺς δύο, καὶ τρεῖς τοὺς ὑπὲρ δύο· πῶς ἐπὶ τῶν μυστικῶν δογμάτων τὰς τρεῖς ὑποστάσεις ὁμολογοῦντες, καὶ οὐδεμίαν ἐπ’ αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν ἐννοοῦντες, μαχόμεθα τρόπον τινὰ τῇ ὁμολογίᾳ, μίαν μὲν τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος λέγοντες, τρεῖς δὲ θεοὺς λέγειν ἀπαγορεύοντες; Ὁ μὲν οὖν λόγος, καθὼς προέφη, πολὺ τὸ δυσμεταχειρίστων· ἡμεῖς δὲ εἰ μὲν τι τοιούτων εὑροῖμεν δι’ οὗ τὸ ἀμφιζῆσον τῆς διανοίας ἡμῶν ἐρευσθείη, μαχέτη- B πρός τὸ διάλημμα τὸ τῆς ἀτοπίας ἐπιδοτάζω καὶ κραδαίνωμεν, εἰ δὲν ἔχοι· εἰ δὲ καὶ ἀτονώτερος ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν μὲν παράδοσιν τὴν παρὰ τῶν πατέρων διεσέξαμεθα, φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον· τὸν δὲ συνηγόρον τῆς πίστεως λόγον, παρὰ τοῦ Κυρίου ζητήσωμεν· ὃς εἰ μὲν εὑρεθείη παρὰ τινὸς τῶν ἄρχοντων τὴν χάριν, εὐχαριστήσωμεν τῷ δεδωκότι τὴν χάριν· εἰ δὲ μή, οὐδὲν ἤττον ἐπὶ τῶν ἐγνωσμένων τὴν πίστιν ἀμετάθετον ἔξομεν."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0066.2", "text": "Τί δήποτε τοίνυν ἐν τῇ καθ’ ἡμᾶς συνθείᾳ καθ’ ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεῖκνυμένους ἀπαριθμησάμενοι πληθυντικῶς ὀνομάζομεν, τόσους λέγοντες τοὺς ἀνθρώπους, καὶ οὐχὶ ἕνα τοὺς πάντας, ἐπὶ δὲ τῆς θείας φύσεως ἐκβάλλει τὸ πλῆθος τῶν θεῶν ὁ τοῦ C δογματος λόγος, καὶ ἀριθμῶν τὰς ὑποστάσεις, καὶ τὴν πληθυντικὴν σημασίαν οὐ προσδεχόμενος; Ἔστι μὲν οὖν κατὰ τὸ πρόχειρον, τοῦτο τοῖς ἀπλουστέροις εἰπόντα, δόξει τι λέγειν, ὅτι φεύγων ὁ λόγος τῆς Ἑλληνικῆς πολυθείας τὴν ὁμοιότητα, θεοὺς ἐν πλήθει ἀριθμεῖν παρήρησατο, ὡς ἂν μὴ τις καὶ τῶν δογμάτων νομισθείη κοινωνεῖν, εἰ μὴ μοναδικῶς, ἀλλὰ πληθυντικῶς καὶ παρ’ ἡμῶν ἀριθμοῖτο τὸ θεῖον, καθ’ ὁμοιότητα τῆς παρ’ αὐτῶν συνθείας· τοῦτο δὲ τοῖς μὲν ἀχραιμοτέροις λεγομένου, ἴσως ἂν τι δόξειε λέγεσθαι, ἐπὶ δὲ γε τῶν ἄλλων τὸ ἕτερον αὐτοῖς τῆς προτάσεως στήναι ζητοῦντων, ἢ μὴ ὁμολογεῖν ἐπὶ τῶν τριῶν τὴν θεότητα, ἢ τρεῖς πάντως ὀνομάζειν τοὺς τῆς αὐτῆς κοινωνοῦντας θεότητος, ὅπως τοιούτῳν ἐστι τὸ εἰρημένον, οἷον ἐμποιήσαι τινὰ λύσιν τοῦ ζητήματος."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0066.3", "text": "Οὐκοῦν ἐπάνανγες διὰ πλειόνων ποιήσασθαι τὴν ἀπόκρισιν, ὅπως ἂν οἴων τε ἦ, τὴν ἀληθῆ ἀνιχνεύοντας. Οὐ γὰρ περὶ τῶν τυγχάνων ὁ λόγος. Φαμὲν τοίνυν πρῶτον καταχρήσιν τινὰ συνθείας εἶναι τὸ τοὺς μὴ διηρημένους τῇ φύσει κατ’ αὐτὸ τὸ τῆς φύσεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν, ὅτι Πολλοὶ ἄνθρωποι· ὅπερ ὁμοίων ἐστὶ τὸ λέγειν, ὅτι πολλαὶ φύσεις ἀνθρωπίναι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δῆλον"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0067.1", "text": "A ἂν ἡμῖν ἐντεύδεν γένοιτο. Προσκαλούμενοι γὰρ τινὰ, οὐκ ἐκ τῆς φύσεως αὐτὸν ὀνομάζομεν, ὡς ἂν μὴ τινὰ πλάνην ἡ κοινότης τοῦ ὀνόματος ἐμποιήσειεν, ἐκάστου τῶν ἀκούοντων ἑαυτὸν εἶναι τὸν προσκληθέντα νομίζοντος, ὅτι μὴ τῇ ἰδιαίτῃ προσῳγίᾳ, ἀλλ' ἐκ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις γίνεται, ἀλλὰ τὴν ἰδίαν ἐπικειμένην αὐτῷ (τὴν σημαντικὴν λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν τῶν πολλῶν ἀποκρίνομεν. Ὡστε πολλοὺς μὲν εἶναι τοὺς μετεσχηκότας τῆς φύσεως, φέρε εἰπεῖν μαθητάς, ἢ ἀποστόλους, ἢ μάρτυρας, ἕνα δὲ ἐν πᾶσι τὸν ἄνθρωπον. Ἐπεὶπερ, καθὼς εἴρηται, οὐχὶ τοῦ καθ' ἕκαστον, ἀλλὰ τοῦ κοινοῦ τῆς φύσεως ἐστιν ὁ ἄνθρωπος. Ἄνθρωπος γὰρ ὁ Λουκᾶς, ἢ ὁ Στέφανος· οὐ μὴν εἰ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς ἐστιν ἢ Στέφανος. Ἀλλ' ὁ μὲν τῶν ὑποστάσεων λόγος διὰ τὰς ἐνθεωρουμένας ἰδιότητας ἐκάστῳ τῶν διαμερισμῶν ἐπιδέχεται, καὶ κατὰ σύνθεσιν ἐν ἀριθμῷ θεωρεῖται. Ἡ δὲ φύσις μία ἐστίν, αὐτὴ πρὸς ἑαυτὴν ἡνωμένη, καὶ ἀδιάτμητος ἀκριβῶς μονάς, οὐχ ἀυξανομένη διὰ προσθήκης, οὐ μειωμένη δι' ἀφαιρέσεως, ἀλλ' ὅπερ ἐστὶν ἐν οὖσα, κἂν ἐν πλήθει φαίνηται ἀσκιζος, καὶ συνεχὴς, καὶ ὁλόκληρος, καὶ τοῖς μετέχουσι αὐτῆς τοῖς καθ' ἕκαστον οὐ συνδιαιρουμένη. Καὶ ὡσπερ λέγεται, λαός, καὶ δῆμος, καὶ στράτευμα, καὶ ἐκκλησία, μοναχῶς πάντα, ἕκαστον δὲ τούτων ἐν πλήθει νοεῖται· οὕτω κατὰ τὸν ἀκριβέστερον λόγον καὶ ἄνθρωπος εἰς κυρίως ἂν ῥηθείη, κἂν οἱ ἐν τῇ φύσει τῇ αὐτῇ δεικνύμενοι πλήθος ὦσιν, ὡς πολὺ μᾶλλον καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ' ἡμῶν ἐπανορθοῦσθαι συνήθειαν εἰς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα πρὸς πλῆθος ἐκτείνειν, ἢ ταύτῃ δουλεύοντας τὴν ὀδὲ πλάνην καὶ ἐπὶ τὸ θεῖον δόγμα μὴ μετατιθέναι. Ἀλλ' ἐπειδὴ ἀμήχανος τῆς συνήθειας ἡ ἐπανόρθωσις (πῶς γὰρ ἂν τις πεισθείη, εἰ μὴ πολλοὺς λέγει ἀνθρώπους τοὺς ἐν φύσει τῇ αὐτῇ δεικνυμένους; δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν τῆς κάτω φύσεως τῇ κρατοῦσῃ συνήθειᾳ μὴ ἀντιβαίνοντες, οὐδὲ ἂν τοσοῦτον ἀμάρτοιμεν, μηδεμιᾶς ὄνσης ζημίας ἐκ τῆς ἡμαρτημένης τῶν ὀνομάτων χρήσεως. Ἐπὶ δὲ τοῦ θείου δόγματος, οὐκέτι ὁμοίως ἀκίνδυνος ἡ διάφορος χρήσις τῶν ὀνομάτων. Οὐ γὰρ μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν.", "corrections": ["confusion"]} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0067.2", "text": "D Οὐκοῦν εἰς ἡμῖν ὁμολογητέος Θεὸς κατὰ τὴν γραφικὴν μαρτυρίαν· Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς σου Κύριος εἷς ἐστι· κἂν ἡ φωνὴ τῆς θεότητος διήκει διὰ τῆς ἁγίας Τριάδος. Ταῦτα δὲ λέγω κατὰ τὸν ἀποδοθέντα ἡμῖν ἐπὶ τῆς ἀνθρωπίνης φύσεως λόγον· ἐν ᾧ μεμάθηκαμεν μὴ δεῖν πληθυντικῷ χαρακτήρι τὴν προσῳγίαν πλατύνειν τῆς φύσεως. Ἀκριβέστερον δὲ ἡμῖν αὐτὸ τὸ ὄνομα τῆς θεότητος ἐξεταστέον, ὅπως ἐν διὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας, γένοιτο τις συνεργία πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν. Δοκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0068.1", "text": "κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι, καὶ ὡσπερ ἡ ὁ οὐρανός, ἡ ὁ ἥλιος, ἡ ἄλλο τ. τῶν τοῦ κόσμου στοιχείων ἰδίαις φωναῖς διασημαίνεται ταῖς τῶν ὑποκειμένων σημαντικαῖς· οὕτω φασι καὶ ἐπὶ τῆς ἀνωτάτω καὶ θείας φύσεως, ὥσπερ τι χύριον ὄνομα προσφώνς ἐφημολογέων τῇ δηλουμένῃ τῇ φωνῇ τῆς θεότητος. Ἡμεῖς δὲ ταῖς τῆς Γραφῆς ὑποθήκαις ἐπόμενοι, ἀκατωνόμαστον τε καὶ ἀπραστον αὐτὴν μεμαθήκαμεν· καὶ πᾶν ὄνομα εἴτε παρὰ τῆς ἀνθρωπίνης ὕσεως ἐξεύρηται, εἴτε παρὰ τῶν Γραφῶν παραδεδοται, τῶν τι περὶ τὴν θείαν φύσιν νοουμένῳ ἐρμηνευτικὸν εἶναι λέγομεν, οὐχ αὐτῆς δὲ τῆς φύσεως περιέχον τὴν σημασίαν. Καὶ οὐ πολλῆς ἄν τις δεθείη πραγματείας πρὸς τὴν ἀπόδειξιν τοῦ τὰ οὕτως ἔχειν. Τὰ μὲν γὰρ λοιπὰ τῶν ὀνομάτων, ὅσα ἐπὶ τῆς κτίσεως κεῖται, καὶ δίχα τινὸς ἐτυμολογίας εὑροῖ τις ἂν κατὰ τὸ συμβὰν ἐφηρμοσμένα τοῖς ὑποκειμένοις, ἀγαπώντων ἡμῶν ὁπωσοῦν τὰ πράγματα διὰ τῆς ἐπ’ αὐτῶν φωνῆς σημειώσασθαι, πρὸς τὸ ἀσύγχυτον ἡμῖν γίνεσθαι τῶν ἀεσημειωμένων τὴν γνώσιν. Ὅσα δὲ πρὸς ὁδηγίαν τῆς θείας κατανοήσεως ἐστιν ὀνόματα, ἰδίαν ἔχει ἕκαστον ἐμπεριελιμμένην διάνοιαν, καὶ οὐχ ἂν χωρὶς νοήματος τινὸς οὐδεμιᾶς εὐροῖς φωνὴν ἐν τοῖς θεοπρεπεστέροις τῶν ὀνομάτων. Ἵς ἐκ τούτου δεῖκνυσθαι μὴ αὐτὴν τὴν θείαν φύσιν ὑπὸ τινὸς τῶν ὀνομάτων ἀεσημειώσθαι, ἀλλὰ τὲ τῶν περὶ αὐτὴν διὰ τῶν λεγομένων γνωρίζεσθαι. Λέγομεν γὰρ εἶναι τὸ θεῖον ἀφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν, ἢ ὅσα ἄλλα σύνθετά ἐστι λέγειν. Ἄλλ’ εὕρισκομεν ἕκαστον τῶν ὀνομάτων ἰδιαζούσαν ἔμφασιν, πρέπουσαν περὶ τῆς θείας φύσεως νοεῖσθαι καὶ λέγεσθαι· οὐ μὴν ἐκεῖνο σημαίνουσαν, ὅ ἐστι κατ’ οὐσίαν ἡ φύσις. Αὐτὸ γὰρ ὅ τι ποτὲ ἐστιν, ἀφθαρτὸν ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου ἔννοια αὐτῇ, τὸ μὴ εἰς φθορὰν τὸ ὅν διαλύεσθαι. Οὐκοῦν ἀφθαρτον εἰπόντες, ὅ μὴ πάσχῃ ἡ φύσις εἴπομεν. Τί δὲ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ παρεστήσαμεν."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0068.2", "text": "Οὕτω κἂν ζωοποιὸν εἴπωμεν, ὅ ποιεῖ διὰ τῆς προστορίας σημαίναντες, τὸ ποιούν τῷ λόγῳ οὐχ ἐγνώρισμεν. Καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν λόγον ἐκ τῆς ἐγχειμένης ταῖς θεοπρεπεστέραις φωναῖς σημασίας εὕρισκομεν, ἡ τὸ μὴ δέον ἐπὶ τῆς θείας φύσεως γινώσκειν ἀπαγορεύοντα, ἡ τὸ δέον διδάσκοντα, αὐτῆς δὲ τῆς φύσεως ἐρμηνείαν οὐ περιέχοντα. Ἐπεὶ τοίνυν τὰς ποικιλίας τῆς ὑπερχείμου δυνάμεως ἐνεργείας κατανοοῦντες ἀφ’ ἑκάστης τῶν ἡμῖν γνωρίμων ἐνεργειῶν τὰς προστορίας ἀρμόζομεν· μίαν δὲ καὶ ταύτην εἶναι τὴν ἐνέργειαν τὴν ἐποπτικὴν καὶ δρατικήν, καὶ ὡς ἂν τις εἴποι θεατικήν, καθ’ ἣν τὰ πάντα ἐφορᾷ καὶ πάντα ἐπισκοπεῖ, τὰς ἐνθυμήσεις βλέπων καὶ ἐπὶ τὰ ἀθέατα τῇ θεωρητικῇ δυνάμει διαδιδόμενος, ὑπελήφαμεν, ἐκ τῆς θέας, τὴν θεότητα παρανομοῦσθαι, καὶ τὸν θεατὴν ἡμῶν Θεόν, ὑπὸ τῆς τῆς συνήθειας καὶ τῆς τῶν Γραφῶν διδασκαλίας προσαγορεύεσθαι. Εἰ δὲ συγχωρεῖ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0069.1", "text": "τὸ θεάσασθαι, καὶ τὸ βλέπειν, καὶ τὸν ἐφορώντα πάντα Θεόν, ἔφορον τοῦ παντὸς καὶ εἶναι καὶ λέγεσθαι, λογισάμεν τὴν ἐνέργειαν ταύτην, πότερον ἐνὶ πρόσωπῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πεπιστευμένων προστάτων, ἢ διὰ τῶν τριῶν προσώπων ἡ δύναμις. Εἰ γὰρ ἀληθὴς ἡ τῆς θεότητος ἐρμηνεία, καὶ τὰ ὁρώμενα θεατά, καὶ τὸ θεώμενον Θεὸς λέγεται, οὐχὲς ἂν εὐλόγως ἀποκριθεῖ τι τῶν ἐν τῇ Τριάδι προσώπων τῆς τοιαύτης προσῳγορίας διὰ τὴν ἐγχεμένην τῇ φωνῇ σημασίαν. Τὸ γὰρ βλέπειν ἐπίσης μαρτυρεῖ ἡ Γραφὴ καὶ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. « Ὑπερασπίστα ἡμῶν, Ἰδε, ὁ Θεός, » φησιν ὁ Δαβὶδ. Ἐκ δὲ τούτου μαθόντες, ἰδεῖν Θεοῦ, καθὼς Θεὸς νοεῖται, ἰδίαν ἐνέργειαν τὸ ὁρᾶν, ἐκ τοῦ εἰπεῖν, « Ἰδε, ὁ Θεός. » Ἀλλὰ καὶ ὁ Ἰησοῦς ὁρᾷ τὰς ἐνθυμήσεις τῶν καταγνωσκότων διότι συγχωρεῖ τὰς ἁμαρτίας ἐξ αὐθεντίας τῶν ἀνθρώπων. « Ἰδὼν γὰρ, φησίν, ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν. » Καὶ περὶ τοῦ Πνεύματος λέγει πρὸς τὸν Ἀνανίαν ὁ Πέτρος· ἵνα πὶ ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαι σε τὸ Πνεῦμα τὸ ἅγιον : Δεικνὺς, ὅτι τῶν ἐν κρυπτῷ τετολμημένων παρὰ τοῦ Ἀνανίου, μάρτυς ἦν ἀψευδὴς ἐπιόρασις τὸ Πνεῦμα τὸ ἅγιον, δι’ οὗ καὶ τῷ Πέτρῳ τῶν λανθανόντων ἡ φανέρωσις ἦν. Ὁ μὲν γὰρ ἐγένετο κλέπτης αὐτὸς ἑαυτοῦ λανθάνων, ὡς ἔφει, πάντας, καὶ τὴν ἀμορίαν ἐπικρυπτόμενος. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὁμοῦ τε ἐν Πέτρῳ ἦν, καὶ τὴν ἐκεῖνοῦ διάνοιαν πρὸς τὴν φιλοχρημασίαν κατασπείσαν ἐφώρασε, καὶ δι’ ἑαυτοῦ δίδωσι τῷ Πέτρῳ ἰδεῖν τὰ λανθάνοντα· οὐχ ἂν ἠδυνεῖτο τοῦτο ποιῶν, εἰπερ ἦν τῶν κρυφίων ἀθέατον."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0069.2", "text": "Ἄλλ’ οὕπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατασκευὴν τοῦ λόγου. Οὐδὲ γὰρ εἰ δοθεῖ κοινὴ τῆς φύσεως ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖν λέγειν θεοὺς διὰ τοῦτο κατασκευασθή· τοῦναντίων μὲν οὖν ἐκ τούτων ἀναγκαζόμεθα μᾶλλον λέγειν θεούς. Εὑρίσκομεν γὰρ ἐπὶ τῆς ἀνθρωπίνης συνήθειας, οὐ μόνον τοὺς τῆς αὐτῆς φύσεως κοινωνίας, ἀλλὰ καὶ τινὰς τοῦ αὐτοῦ ὁστοῦ ἐπιχειρήματος, οὐχ ἐνιχῶς τοὺς πολλοὺς μνημονευομένους. Καθὼς φαμεν ῥητορὰς δε πολλοὺς καὶ γεωμέτρας, γεωργούς τε καὶ σχυτοπόμους, καὶ τὰ ἄλλα πάντα ὁσαύτως. Καὶ εἰ μὲν φύσεως ἦν ἡ θεότης προσῳγορία, μᾶλλον ἂν εἴχε καιρὸν κατὰ τὸν προαποδεῖν λόγον ἐνιχῶς τὰς τρεῖς ὑποστάσεις περιλαμβάνειν, καὶ ἕνα Θεὸν λέγειν, διὰ τὸ τῆς φύσεως ἀτμητὸν τε καὶ ἀδιαίρετον. Ἐπειδὴ δὲ κατεσκευάσθη διὰ τῶν εἰρημένων ἐνέργειαν σημαίνειν, καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα, περιτρέπεται πῶς πρὸς τοὐναντίον ἐκ τῶν κατασκευασμένων ὁ λόγος, ὡς δεῖν ταύτῃ μᾶλλον λέγειν τρεῖς θεούς, τοὺς ἐν τῇ αὐτῇ ἐνεργεία θεωρουμένους· ὡς φασὶ λέγεσθαι τρεῖς φιλοσόφους, ἢ ῥήτορας, ἢ εἰ τὶ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0070.1", "text": "δστιν ἕτερον ἐξ ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους ὦσιν οἱ τοῦ αὐτοῦ μετέχοντες. Ταῦτα δὲ φιλοπονητῶν ἐξεργασάμενη, τὸν τῶν ὑπεναντιῶν ἀνθιποφέρον λόγον, ὡς ἂν βεβαιότερον ἡμῖν παγείη τὸ δόγμα ταῖς εὐπυνουστῆσι τῶν ἀντιθέσεων κρατυνμένον. Οὐκοῦν ἐπαναληπτὸς πάλιν ὁ λόγος. Ἐπειδὴ μετριῶς ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη, οὐ φύσως, ἀλλ’ ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος λέγων, τάχα ταύτην ἂν τις αἰτίαν εὐλόγως ἐποι, τοῦ πληθυντικῶς μὲν ἐπ’ ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπιτηδεύματων κοινωνοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ ὀνομάζεσθαι · μοναδικῶς δὲ τὸ θεῖον ὡς ἕνα Θεὸν καὶ μίαν θεότητα λέγεσθαι, κἂν αἱ τρεῖς ὑποστάσεις τῆς ἐμφανιζομένης τῇ θεότητι σημασίας μὴ ἀποχρίνοιαντο. Ὅτι ἀνθρώποι μὲν, κἂν μιᾶς ὦσιν ἐνεργείας οἱ πλείονες, καθ’ ἑαυτὸν ἕκαστος ἀποτεταγμένος ἐνεργεῖ τὸ προκειμένον, οὐδὲν ἐπικοινωνιῶν ἐν τῇ καθ’ ἑαυτὸν ἐνεργείᾳ πρὸς τοὺς τὸ ἴσον ἐπιτηδεύοντας. Εἰ γὰρ καὶ πλείονες εἰεν οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα ἕν ἔν, τὸ αὐτὸ δὲ τοῖς πλείοσιν ὄνομα ἔχει · οἱ δὲ μετιόντες καθ’ ἑαυτὸν ἕκαστος ἐνεργοῦσιν · ἴδιως ῥητορευόντων δὲ δεινὰ, καὶ ἴδιως ὁ ἕτερος."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0070.2", "text": "Οὐκοῦν ἐν μὲν τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκριμένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς ἐπιτηδεύμασι ἕκαστου ἐνέργεια, χωρὶς πολλοὶ ὀνομάζονται, ἕκαστον αὐτῶν εἰς ἰδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον τῆς ἐνεργείας ἀποτετευομένου τῶν ἄλλων. Ἐπὶ δὲ τῆς θείας ἐνεργείας, οὐχ οὕτως ἐφ’ ἡμῶν, ὅτι ὁ Πατὴρ ποιεῖ τι καθ’ ἑαυτόν, οὐ μὴ συνεργάτῃ τῷ Υἱῷ. Ἡ πάλιν ὁ Υἱὸς ἰδιαζόντως ἐνεργεῖ τι χωρὶς τοῦ Πνεύματος. Ἄλλὰ πᾶσα ἐνέργεια ἡ θεῖον ἐπὶ τῶν κτισίων διήκουσα, καὶ κατὰ τὰς πολυτρόπους ἐνοίας ὀνομαζομένη, ἐκ Πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ Υἱοῦ πρόεισι, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ τελειοῦται. Διὰ τοῦτο εἰς πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας οὐ διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἕκαστου καὶ ἰδιαζοῦσα ἐστὶν ἡ περὶ τι σπουδή· ἀλλ’ ὅπερ ἂν γίνεται τῶν εἴτε εἰς τὴν ἡμετέραν πρόνοιαν φθανόντων, εἴτε πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καὶ σύστασιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν τρία ἐστὶ τὰ γινόμενα. Νοήσωμεν δὲ τὸ λεγόμενον, ἐφ’ ἑνὸς τινος πράγματος · ἀπ’ αὐτοῦ λέγω τῷ κεφαλαίῳ τῶν χαρισμάτων ζωῆς τετύχηκεν, ὅσα μετελήφθη τῆς χάριτος ταύτης. Ἐξετάζοντες οὖν πᾶθεν ἡμῖν γέγονε τὸ τοιοῦτον ἀγαθόν, εὑρίσκομεν διὰ τῆς τῶν Γραφῶν διήγησις, ὅτι ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου. Ἄλλ’ οὐχ ἐπειδὴ τρία ὑποκείμενα πρόσωπα τε καὶ ὀνόματα, τρεῖς καὶ ζωὰς ἰδίως μίαν παρ’ ἑκάστου αὐτῶν δεδωρημέναι ἡμῖν λογίζομεθα · ἀλλ’ ἡ αὐτὴ ζωὴ καὶ παρὰ τοῦ Πατρὸς ἐνεργεῖται, καὶ παρὰ τοῦ Υἱοῦ ἐτοιμάζεται, καὶ τῆς τοῦ Πνεύματος ἐξήπται βουλήσεως."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0070.3", "text": "Ἐπειδὴ τοίνυν καθ’ ὁμοιότητα τοῦ εἰρημένου πᾶσαν ἐνέργειαν οὐ διηρημένως ἐνεργεῖ κατὰ τὸν τῶν"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0071.1", "text": "ὑποστάσεων ἀριθμῶν ἡ ἁγία Τριάς, ἀλλὰ μία τις γίνεται τοῦ ἀγαθοῦ θελήματος κίνησις τε καὶ διακόσμησις, ἐκ Πατρὸς διὰ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα διεξαγομένη : ὡς γὰρ οὐ λέγομεν τρεῖς ζωοποιούς τούς τὴν μίαν ἐνεργοῦντας ζωήν, οὐδὲ τρεῖς ἀγαθούς τούς ἐν αὐτῇ τῇ ἀγαθότητι θεωρουμένους, οὐδὲ τὰ ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν : οὕτως οὐδὲ τρεῖς θεοὺς ὀνομάζειν δυνάμεθα, τοὺς τὴν θεϊχὴν ταύτην, ἥτοι ἐποπτικὴν δύναμιν τε καὶ ἐνέργειαν συννημέμως καὶ ἀδιακρίτως δι’ ἀλλήλων ἐφ’ ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας. Ὦσπερ γὰρ μαθόντες περὶ τοῦ θεοῦ τῶν ὅλων τῆς Γραφῆς λεγοῦσης, κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν, κριτὴν τοῦ παντὸς αὐτὸν εἶναι διὰ τοῦ Υἱοῦ φάμεν. Καὶ πάλιν ἀκούσαντες, ὅτι ὁ Πατὴρ κρίνει οὐδένα, οὐχ ὑπομένου μάχεσθαι πρὸς ἑαυτὴν τὴν Γραφήν. Ὁ γὰρ κρίνων πᾶσαν τὴν γῆν διὰ τοῦ Υἱοῦ, ᾧ πᾶσαν δέδωκε τὴν κρίσιν, τοῦτο ποιεῖ : καὶ πᾶν τὸ παρὰ τοῦ Μονογενοῦς γινόμενον, εἰς τὸν Πατέρα τὴν ἀναφορὰν ἔχει, ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι, καὶ κρίνειν μηδένα διὰ τὸ πᾶσαν, ὡς εἴρηται, τὴν κρίσιν τῷ Υἱῷ δεδωκέναι, καὶ πᾶσαν τὴν τοῦ Υἱοῦ κρίσιν τοῦ πατρικοῦ μὴ ἀπηλλοτριωθῆναι βουλήματος : καὶ οὐχ ἄν τις εὐλόγως, ἢ δύο κριτὰς εἴποι, ἢ τὸν ἕτερον ἠλλοτριωθῆναι τῆς κατὰ τὴν κρίσιν ἐξουσίας τε καὶ δυνάμεως : οὕτως καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου, Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία : καὶ τὴν ἐποπτικὴν τε καὶ θεατικὴν δύναμιν, ἣνπερ δὴ θεότητα λέγομεν, διὰ τοῦ Μονογενοῦς ὁ Πατὴρ ἐνεργεῖ, τοῦ δὲ Υἱοῦ πᾶσαν δύναμιν ἐν τῷ ἁγίῳ Πνεύματι τελειοῦντος, καὶ κρινοῦντος μὲν, καθὼς Ἠσαΐας φησιν, ἐν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως : ἐνεργοῦντος δὲ κατὰ τὴν Εὐαγγελίου φωνήν, ἣν πρὸς τοὺς Ἰουδαίους πεποίηται. Λέγει γὰρ· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια : ἀπὸ μέρους πᾶν εἶδος εὐεργεσίας περιλαμβάνων, διὰ τῆς κατὰ τὴν ἐνέργειαν ἐνότητος : οἷς γὰρ δι’ ἀλλήλων ἐνεργεῖται τὸ ἐν, εἰς πολλοὺς καταμερισθῆναι τὸ ὄνομα τῆς ἐνεργείας οὐ δύναται. Ἐπειδή γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνάμεως λόγος ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἐμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ Πατρὸς, ὡς ἐκ πηγῆς τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ Υἱοῦ ἐνεργοῦμενος, ἐν δὲ τῇ δυνάμει τοῦ Πνεύματος τελιοῦν τὴν χάριν, καὶ οὐ διαχρίνεται πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια, ἰδιαζούσης παρ’ ἑκάστης καὶ ἀποτεταγμένης δίχα τῆς συνθεωρουμένης ἐπιτελουμένη· ἄλλὰ πᾶσα πρόνοια καὶ κηδεμονία, καὶ τοῦ παντὸς ἐπιστάσις, τῶν τε κατὰ τὴν αἰσθητὴν κτίσιν, καὶ τῶν κατὰ τὴν ὑπερχόσμιον φύσιν, ἣτε συντηρητικὴ τῶν δυναν, καὶ διορθωτικὴ τῶν πλημμελουμένων, καὶ διδακτικὴ τῶν κατορθουμένων, μία ἐστὶ καὶ οὐχὶ τρεῖς, παρὰ μὲν τῆς ἁγίας Τριάδος κατορθουμένη, οὐ μὴν κατὰ τὸν ἀριθμὸν τῶν ἐν τῇ πίστει θεωρουμένων προσώπων ἀρχὴ τεμνομένη, ὡς ἕκαστον τῶν ἐνεργημάτων ἀφ’ ἑαυτοῦ θεωρουμένου, ἢ τοῦ Πατρὸς εἶναι μόνου, ἢ τοῦ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0072.1", "text": "Μονογενεὸς ἰδιαζόντος, ἡ διὰ τοῦ ἁγίου Πνεύματος A χεχωρισμένος· ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἕκαστον τὰ ἀγαθά, καθὼς φησιν ὁ Ἀπόστολος, τὸ ἐν καὶ τὸ αὐτὸ Πνεῦμα · οὐκ ἀναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ Πνεύματος· ἀλλ’ εὐρίσκομεν ὅτι ἡ προεπινοουμένη ταύτης δύναμις, ἡ τις ἐστὶν ὁ μονογενὴς Θεός, πάντα ποιεῖ, οὐ χωρὶς οὐδὲν εἰς γένεσιν τῶν ὄντων ἐργεται· ἀλλὰ καὶ αὐτὴ πάλιν τῶν ἀγαθῶν ἡ πηγὴ, ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμάται."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0072.2", "text": "Εἰ δὲ πᾶν ἀγαθὸν πρᾶγμα καὶ δνομα, τῆς ἀνάρχου ἐνδυνάμεως τε καὶ βουλῆς· ἐξημμένον ἐν τῇ δυνάμει τοῦ Πνεύματος διὰ τοῦ μονογενοῦς Θεοῦ ἀρχόντος καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμίας παρατάσεως ἐν τῇ τοῦ θελοῦ βουλῆσεως κινήσει ἀπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ, ἐπὶ τὸ Πνεῦμα γινομένης· ἢ νοουμένης· ἐν δὲ τῶν ἀγαθῶν ὀνομάτων τε καὶ νοημάτων καὶ ἡ θεότης· οὐκ ἂν εἰκῶς εἰς πλῆθος τὸ ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἐνότητος κυλλούσης τὴν πληθυντικὴν ἀρίθμησιν. Καὶ ὅσπερ εἰς ὁ Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, ὑπὸ τοῦ Ἀποστόλου ὀνόμασται, καὶ οὐδὲς ἐκ τῆς φωνῆς ταύτης ἢ τὸν Υἱὸν λέγει μὴ σώζειν τοὺς πιστεύοντας, ἢ διὰ τοῦ Πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι· ἀλλὰ γίνεται πάντων Σωτὴρ ὁ ἐπὶ πάντων Θεός, ἐνεργοῦντος τοῦ Υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ Πνεύματος χάριτι, καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς Γραφῆς ὀνομάζονται, εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας Τριάδος ἡ σωτηρία· οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδοθεμένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζει ἡ τοιαύτη κλῆσις τῇ ἁγίᾳ Τριάδι. Μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας, μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα, οὐ πᾶν τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. Ἡμεῖς μὲν γὰρ ἀόριστον· καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες, οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. Τὸ δὲ καθόλου ἀπειρον, οὐ τινὶ μὲν ὁριζεται, τινὶ δὲ οὔχί· ἀλλὰ κατὰ πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. Οὐκοῦν τὸ ἐκτὸς ὅρου, οὐδὲ ὀνόματι πάντως ὁρίζεται. Ὡς ἂν οὖν διαμένωι, ἐπὶ τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια, ὑπὲρ πᾶν ὄνομά φαμεν εἶναι τὸ θεῖον, ἡ δὲ θεότης ἐν τῶν ὀνομάτων ἐστίν. Οὐκοῦν οὐ δύναται τὸ αὐτὸ καὶ ὄνομα εἶναι, καὶ ὑπὲρ πᾶν ὄνομα νομίζεσθαι."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0072.3", "text": "Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμοῦμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συνήθεια εἰς πλῆθος σημασίαν ἄγει, οὔτε μειώσεως, οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0073.1", "text": "θεωρήται. Μόνα γὰρ κατὰ σύνδεσιν ἀριθμεῖται, ὅσα κατ' ἰδίαν περιγραφήν θεωρεῖται : ἡ δὲ περιγραφή, ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρώμα καταλαμβάνεται. Τὸ δὲ ἔξω τούτων θεωρούμενον, ἐκφεύγει τὴν διὰ τῶν τοιούτων περιγραφήν. Ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται, τὸ δὲ μὴ ἀριθμούμενον, ἐν πλήθει θεωρηθῆναι οὐ δύναται. Ἐπεὶ καὶ τὸν χρυσὸν φαμεν, κἂν εἰς πολλοὺς διαχερματίζεται τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι · πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατῆρων εὑρίσκοντες. Διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ὀγκῷ πλείονι, ἢ σκεύεσιν, ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται · εἰ μὴ τις οὕτω λέγοι, χρυσούς πολλούς, ὡς τοὺς Δαρεϊκοὺς ἢ τοὺς στατῆρας, ἐφ' ὧν οὐχ ἡ ὕλη, ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν ἐδέξαντο. Κυρίως γὰρ ἐστιν οὐχὶ χρυσοὺς, ἀλλὰ χρυσέους τούτους εἰπεῖν. Ὃπερ τοίνυν πολλοὶ μὲν οἱ χρυσοὶ στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ' ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεῖκνυμενοί, οἷον Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, εἷς δὲ ἐν τούτοις ἄνθρωπος. Κἂν ἡ Γραφὴ πλατύνῃ τὸ ὄνομα κατὰ τὴν πληθυντικὴν σημασίαν ἐν τῷ λέγειν, « Ἄνθρωποι κατὰ τοῦ μειζόνους ὀμνύουσιν, » καὶ, « Υἱοὶ ἀνθρώπων, » καὶ δσα τοιαῦτα, γνωστὸν ὅτι τῇ συνθείᾳ τῆς ἐπικρατοῦσης διαλέκτου κεχρημένη, οὐχὶ νομοθετεῖ τὸ δεῖν οὕτως ἢ ὡς ἕτερος κεχρῆσθαι τοῖς ῥήμασιν · οὐδὲ τινὰ τεχνικὴν περὶ ῥημάτων διδασκαλίαν ποιουμένη ταῦτα διεξέρχεται, ἀλλὰ κατὰ τὴν ἐπικρατοῦσαν συνθείαν χρῆται τῷ λόγῳ, πρὸς τοῦτο βλέπουσα μόνον, ὅπως ἂν ἐπωφελὴς γένοιτο τοῖς δεχομένοις ὁ λόγος, οὐδὲν ἀκριβολογουμένη κατὰ τὴν λέξιν, ἐν οἷς οὐδεμία βλάβη κατὰ διάνοιαν ἐκ τῶν ῥημάτων συνίσταται."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0073.2", "text": "Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συντάξεις ἐκ τῆς Γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν · ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι τῆς ἀληθείας, οὐχὲς τὸ ἀδιακρίστως τε καὶ ἀδιάφορον ἐν τοῖς γραφικοῖς εὑρίσκεται ῥήμασι. Διὰ τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυντικῶς ὀνομάζειν, διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς φωνῆς εἰς πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν, μὴ νομίζειν πολλὰς ἀνθρωπείας φύσεις σημαίνεσθαι, διὰ τὸ πληθυντικῶς ἐξαγγελθῆναι τὸ τῆς φύσεως ὄνομα. Τὸ δὲ Θεὸς φωνὴν παρατετηρημένως κατὰ τὸν ἐνικὸν ἐξαγγέλλει· τόπον, τοῦτο προμηθουμένη, τὸ μὴ διαφόρους φύσεις ἐπὶ τῆς θείας οὐσίας ἐν τῇ πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισάγεσθαι. Διὸ, φησί, « Κύριος ὁ Θεός, Κύριος εἷς ἐστιν »· ἀλλὰ καὶ τὸν μονογενῆ Θεὸν τῇ τῆς θεότητος ἀνακρησώσει φωνή, καὶ οὐ διαλύει τὸ ἕν εἰς δυϊκὴν σημασίαν, ὥστε δύο θεοὺς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὀνομάσαι · κἂν ἐκάτερος", "corrections": ["dehyphenation"]} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0074.1", "text": "Θεὸς παρὰ τῶν ἁγίων χρησῶσται. Ἄλλα Θεὸς μὲν ὁ Πατὴρ Θεὸς δὲ ὁ Υἱός· εἰς δὲ ἐν τῷ αὐτῷ πηρύχῳ ὁ Θεός· διὰ τὴν μὴ φύσεως, μητὲ ἐνεργείας ἐνδιευρεῖσθαι τινὰ διαφοράν τῇ θεότητι. Εἰ γὰρ παρήλλακτο κατὰ τὴν τῶν ἱπταμμένων ὑπόνοιαν ἐπὶ τῆς ἁγίας Τριάδος ἡ φύσις, ἀκολουθῶς εἰς πλῆθος θεῶν ὁ ἀριθμὸς ἐλατύνετο, τῇ ἐτερότητι τῆς οὐσίας τῶν ὑποκειμένων συνδιαρούμενος. Ἐπεὶ δὲ πᾶσαν ἀποθεῖται τὴν κατ’ οὐσίαν ἐτερότητα ἡ θεία τε καὶ ἀπλὴ καὶ ἀναλλοίωτος φύσις, ὡς ἂν μία ἦ, πλῆθος σημασίαν ἐφ’ ἑαυτῆς οὐ προστίθεται. Ἄλλ’ ὡσπερ μία λέγεται φύσις, οὕτω καὶ τὰ ἄλλα πάντα ἐνικῶς ὀνομάζεται, Θεός, ἁγνός, ἅγιος, σωτήρ, δίκαιος, κριτής, καὶ εἰ τὸ ἄλλο τῶν θεοπροπτῶν ὀνομάτων νοεῖται, εἴτε πρὸς φύσιν, εἴτε πρὸς ἐνέργειαν βλέπειν τις λέγῃ, οὐ διοισόμεθα.", "corrections": ["dehyphenation"]} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0074.2", "text": "Εἰ δὲ τις συκοφαντοῖ τὸν λόγον, ὡς ἐκ τοῦ μὴ δεχθαι τὴν κατὰ φύσιν διαφοράν, μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύλησιν κατασκευάζοντα· τοῦτο περὶ τῆς τοιαύτης ἀπολογησόμεθα μέμψεως, ὅτι τὸ ἀπαράλογον τῆς φύσεως ὁμολογόντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφοράν οὐκ ἀρνοῦμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος, πάλιν ἄλλην διαφοράν ἐννοοῦμεν. Τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχοῦς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ Μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ Υἱοῦ μένειν, καὶ ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ αὐτῷ τὸ Μονογενὲς φυλαττούσης, καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπεργοῦσης. Αἴτιον δὲ καὶ τὸ ἐξ αἰτίου λέγοντες, οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν. Οὐδὲ γὰρ τὸν αὐτὸν ἂν τις αἰτίας καὶ φύσεως ἀποδοῖ λόγον, ἀλλὰ τὴν κατὰ τὸ πῶς εἶναι διαφοράν ἐνδεικνύμεθα. Εἰπόντες γὰρ τὸν μὲν αἰτιατὸν, τὸν δὲ ἄνευ αἰτίας, οὐχὶ τὴν φύσιν τῷ κατὰ τὸ λόγῳ διεχωρίσαμεν· ἀλλὰ μόνον τὸ μήτε τὸν Υἱὸν ἀγεννητὸς εἶναι, μήτε τὸν Πατέρα διὰ γεννήσεως ἐνδειξάμεθα. Πρῶτον δὲ ἡμᾶς εἶναι πιστεύειν τι ἐπάνω γὰρ· καὶ τότε πῶς ἐστὶ τὸ πεπιστευμένον περιεργάσασθαι. Ἄλλος οὖν ὁ τοῦ τί ἐστι, καὶ ἄλλος ὁ τοῦ πῶς ἐστι λόγος· τὸ οὖν ἀγεννητὸς εἶναι τὸ λέγειν, πῶς μὲν ἐστὶν ὑποτίθεται· Τί δὲ ἐστὶ τῇ φωνῇ ταύτῃ οὐ συνεπιδείκνυται. Καὶ εἰ περὶ δένδρου τινὸς ἠρώτησας τὸν γεωργόν, εἰτε φυτευτὸν εἰτε αὐτομάτως ἐστίν· ὁ δὲ ἀπεκρίνατο, ἢ ἀφυτεύτον εἶναι τὸ δένδρον, ἢ ἐκ φυτείας· ἄρα τὴν φύσιν διὰ τῆς ἀποκρίσεως ἐνδείξατο; οὐ μὲν οὖν. Ἄλλὰ πῶς ἐστὶν εἰπὼν, δῆλον καὶ ἀνεργὸν εἶναι τὸν τῆς φύσεως ἀπέλιπε λόγον. Οὕτως καὶ ἐνταῦθα ἀγεννητὸν μαθόντες, ὅπως μὲν αὐτὸν εἶναι καὶ προσήκει νοεῖν ἐδιδάχθην· τὸ δὲ τί διὰ τῆς φωνῆς οὐκ ἠρώσαμεν. Τὴν οὖν τοιαύτην διαφοράν ἐπὶ τῆς ἁγίας Τριάδος λέγοντες, ὡς τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αἰτίου εἶναι πιστεύειν, οὐχὲς ἂν ἐν τῷ κοινῷ τῆς φύσεως τῶν τῶν ὑποστάσεων λόγῳ συντιθεῖναι αἰτιαθεῖμεν. Ἐπεὶ τοίνυν τὰς μὲν ὑποστάσεις τῆς ἁγίας Τριάδος ὁ τοῦ αἰτίου"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0075.1", "text": "διακρίνει λόγος, τὸ μὲν ἀναίτιως εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου προσιδεῦν · ἡ δὲ θεία φύσις ἀπαράλλακτός τε καὶ ἀδιάφρετος διὰ πάσης ἔννοιᾶς καταλαμβάνεται · διὰ τοῦτο κυρίως μία θεότης, καὶ εἰς Θεός, καὶ τὰ ἄλλα πάντα τῶν θεοπρεπῶν ὀνομάτων μοναδικῶς ἐξαγγέλλεται."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0075.2", "text": "ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0075.3", "text": "ΠΕΡΙ ΠΙΣΤΕΩΣ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0075.4", "text": "ΠΡΟΣ ΣΥΜΠΛΙΚΙΟΝ."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0075.5", "text": "Κελεύει ὁ Θεὸς διὰ τοῦ Προφήτου μηδένα πρόσφατον θεὸν θεὸν εἶναι νομίζειν, μηδὲ προσκυνεῖν ἄλλοτριὸν θεῷ. Οὐκοῦν δῆλόν ἐστιν, ὅτι πρόσφατον λέγεται ὁ μὴ ἐξ ἀϊδίου εἶναι · καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἀϊδίον λέγεται ὁ μὴ πρόσφατόν εἶναι. Ὁ τοίνυν μὴ ἐξ ἀϊδίου τὸν Μονογενῆ Θεὸν ἐκ τοῦ Πατρὸς εἶναι πιστεύων, πρόσφατον αὐτὸν εἶναι οὐκ ἀρνεῖται · τὸ γὰρ μὴ ἀϊδίον, πρόσφατόν πάντως · πᾶν δὲ τὸ πρόσφατον, Θεὸς οὐκ ἔστιν, καθὼς εἶπεν ἡ Γραφή, ὅτι « Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος. » Ἄρα ὁ λέγων, ὅτι ποτὲ οὐκ ἦν, οὗτος ἀρνεῖται αὐτοῦ τὴν θεότητα. Πάλιν ἄλλοτριον Θεὸν προσκυνεῖν κωλύει ὁ λέγων, « Οὐδέποτε προσκυνήσεις θεῷ ἄλλοτριῳ · » Ὁ δὲ ἄλλοτριος τῇ πρὸς τὸν ἴδιον ἡμῶν Θεὸν ἀντιδιαστολῇ θεωρεῖται."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0076.1", "text": "A Τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι Θεός; Δῆλον ὅτι ὁ ἀληθινὸς Θεός. Τίς δὲ ὁ ἀλλότριος; Πάντως ὁ τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ἀλλοτρίως ἔχων. Εἰ οὖν ἴδιος ἡμῶν ἐστὶν ὁ ἀληθινὸς Θεός, ἂν μὴ ἡ τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ὁ Μονογενὴς Θεός, καθὼς λέγουσιν οἱ αἱρετικοί, ἀλλότριος Θεός ἐστι, καὶ οὐχ ἡμέτερος. Λέγει δὲ τὸ Εὐαγγέλιον ὅτι τὰ πρόβατα ἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. Ὁ λέγων κτιστὸν αὐτὸν εἶναι, ἀλλότριον τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως εἶναι κατασκευάσει. Τί οὖν ποιοῦσιν οἱ λέγοντες, ὅτι κτιστὸς ἐστι; Προσκυνοῦσι τὸν κτιστὸν αὐτόν, ἢ οὔχί; Εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν, Ἰουδαίζουσιν, ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν· εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦ ἀληθινοῦ Θεοῦ προσκυνοῦσιν. Ἄλλὰ μὴν ἐπίσης ἀσεβὲς καὶ μὴ προσκυνεῖν τὸν Υἱόν, καὶ προσκυνεῖν τὸν ἀλλότριον Θεόν. Χρὴ δρα τοῦ ἀληθινοῦ Πατρὸς, ἀληθινὸν τὸν Υἱὸν λέγειν, ἵνα προσκυνώμεν αὐτόν, καὶ μὴ κατακριθῶμεν ὡς ἀλλοτρίῳ προσκυνούντες θεῷ. Πρὸς δὲ τοῦς λέγοντας τὸ ἐκ τῆς Παροιμίας ὅτι « Κύριος ἐκτίσέ με », καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρὸν τι λέγειν περὶ τοῦ κτιστοῦ εἶναι τὸν πάντων κτίστην καὶ δημιουργόν, ταῦτα προστίχει λέγειν, ὅτι πολλὰ δι’ ἡμᾶς ἐγένετο ὁ Μονογενὴς Θεός. Καὶ γὰρ καὶ λόγος ὢν, σάρξ ἐγένετο· καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο· καὶ ἀσώματος ὢν, σῶμα ἐγένετο· καὶ ἐπὶ πρὸς τούτοις καὶ ἁμαρτία, καὶ κατάρα, καὶ λῖθος, καὶ ἄζυμη, καὶ ἄρτος, καὶ πρόβατον, καὶ ὄδους, καὶ θύρα, καὶ πέτρα, καὶ πολλὰ τοιαῦτα ἐγένετο, οὐδὲν τοῦτον τῇ φύσει ὢν, ἀλλὰ δι’ ἡμᾶς κατ’ οἰκονομίαν γενόμενος."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0076.2", "text": "B Ὡςπερ οὖν Λόγος ὢν, δι’ ἡμᾶς ἐγένετο σάρξ· καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο· οὕτω καὶ κτίστης ὢν, δι’ ἡμᾶς κτίσμα ἐγένετο, κτιστὴ γὰρ ἡ σάρξ. Ὡς οὖν εἶπεν διὰ τοῦ προφήτου, ὅτι « Οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ, » οὕτως εἶπεν καὶ διὰ τοῦ Σολομῶντος, τὸ « Κύριος ἐκτίσέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ· » Οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένου πλάσθείς κατὰ τὸν λόγον τοῦ προφήτου, ὁ δοῦλός ἐστιν, οὐχ ὁ Κύριος· τοὔστιν, ὁ κατὰ σάρκα ἄνθρωπος ἐν ᾧ ὁ Θεὸς ἐφανερώθη, καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, οὐχ ὁ Θεὸς ἐστιν, ἀλλ’ ὁ ἄνθρωπος· ἐν ᾧ ἡμῖν ὁ Θεὸς ἐφανερώθη, ἐπὶ τὸ τὴν καταβαραίνεσιν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίας πάλιν ἀνανεῦσαι. Ὡστε ἐπειδὴ"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0078.1", "text": "λιπὴς τοῦ Υἱοῦ ὡς πρὸς τὸν Πατέρα ἐστήμηνεν, ὅλῳ γὰρ τῷ Θεῷ ὅλως συνθεωρεῖται ὁ Λόγος. Εἰ γὰρ ἐλλιπὴς ἦν ἐν τῷ ἰδίῳ μεγέθει ὁ Λόγος, ὥστε μὴ δύνασθαι πρὸς ὅλον τὸν Θεὸν εἶναι, ἀνάγκη πᾶσα ἔχοιεν εἶναι τοῦ Θεοῦ νομίζειν τὸ ὑπερτίπτον τοῦ Λόγου. Ἄλλὰ μὴν πᾶση τοῦ Θεοῦ μεγαλειότητι ἡ τοῦ Λόγου μεγαλειότης συνθεωρεῖται. Ἄρα οὐκ ἔχει χῶραν ἐπὶ τῶν θείων δογμάτων τὸ μείζον λέγειν καὶ τὸ μικρότερον. Οἱ δὲ λέγοντες τὸν γέννητον τῷ ἀγέννητῳ εἶναι κατὰ τὴν φύσιν ἀνόμοιον, διδάξθωσαν μὴ μωραίνειν ἐκ τοῦ κατὰ τὸν Ἄβελ καὶ τὸν Ἄδαν ὑποδείγματος. Καὶ γὰρ καὶ ὁ Ἄδαν κατὰ τὴν φυσικήν τῶν ἀνθρώπων γέννησιν οὐκ ἐγεννήθη· ὁ δὲ Ἄβελ ἐκ τοῦ Ἄδαν ἐγεννήθη. Ἄλλὰ μὴν ὁ μὴ γεννηθεὶς ἀγέννητος λέγεται· οὐδὲν δὲ ἐκώλυσε τὸν Ἄδαν τὸ μὴ γεννηθῆναι πρὸς τὸ ἄνθρωπον εἶναι· οὐδὲ ἡ γέννησις τὸν Ἄβελ ἄλλο τι παρὰ τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν, ἀλλὰ καὶ οὗτος ἄνθρωπος κακείνος, εἰ καὶ ὁ μὲν γεννηθεὶς ἦν, ὁ δὲ δίχα γεννήσεως."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0078.2", "text": "Ἄρα καὶ ἐπὶ τῶν θείων δογμάτων τὸ μὴ γεννηθῆναι καὶ τὸ γεννηθῆναι διαφορὰν οὐκ ἐξεργάζεται φύσεως, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ Ἄδαν καὶ τοῦ Ἄβελ ἀνθρωπότης μία, οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ θεότης μία. Περὶ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ οἱ βλασφημοῦντες ταῦτά τε λέγουσι δ καὶ περὶ τοῦ Κυρίου, ὅτι ἐστὶ καὶ τοῦτο κτιστόν. Ἡ δὲ Ἐκκλησία ἐπίσης, ὡς περὶ τοῦ Υἱοῦ, οὕτως καὶ περὶ τοῦ ἁγίου Πνεύματος πιστεύει, ὅτι ἐστὶν ἀκτιστον, καὶ ὅτι πᾶσα ἡ κτίσις ἐκ τῆς τοῦ ὑπερκειμένου ἀγαθοῦ μετουσίας γίνεται ἀγαθὴ (τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ἀπροσδέες ἐστι τοῦ ἀγαθύνοντος, ἀγαθὸν γὰρ τῇ φύσει ἐστι, καθὼς ἡ Γραφὴ μαρτυρεῖ), καὶ τὴν ἡ κτίσις ὁδηγεῖται παρὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα τὴν ὁδηγίαν χαρίζεται· ἡ κτίσις ἡγεμονεύεται, τὸ δὲ Πνεῦμα ἡγε-"} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0079.1", "text": "A μονεύει · ἡ κτίσις παρακαλεῖται, τὸ δὲ Πνεῦμα παρακαλεῖ · ἡ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ · ἡ κτίσις σοφίζεται, τὸ δὲ πνεῦμα τὴν τῆς σοφίας δίδωσι χάριν · ἡ κτίσις μεταλαμβάνει τῶν χαρισμάτων,τὸ δὲ Πνεῦμα κατεξουσίαν χαρίζεται. Πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἐν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἴδια ἑκάστῳ καθὼς βούλεται · καὶ μυρίας ἄλλας ἐκ τῶν Γραφῶν ἔστιν ἀποδείξεις εὑρεῖν, ὅτι πάντα τὰ ὑψηλὰ καὶ θεοπρεπῆ ὀνόματα, δσα τῷ Πατρὶ καὶ τῷ Υἱῷ παρὰ τῆς Γραφῆς ἐφαρμόζεται, ταῦτα καὶ περὶ τὸ ἅγιον θεωρεῖται Πνεῦμα · ἡ ἀφθαρσία, ἡ μακαριότης, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δυνατόν, τὸ δίκαιον, ἡ ἀγιότης · πᾶν τίμιον ὄνομα οὕτως λέγεται ἐπὶ τοῦ ἁγίου Πνεύματος, ὡς καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ λέγεται, πλὴν τούτων δι’ ὧν αἱ ὑποστάσεις τρανῶς τε καὶ ἀσυγχύτως ἀπ’ ἀλλήλων διαχωρίζονται. Λέγω δὲ ὅτι οὔτε Πατὴρ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε Υἱός · τὰ δὲ ἄλλαδσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὀνομάζεται, ταῦτα καὶ τῷ ἁγίῳ Πνεύματι παρὰ τῆς Γραφῆς ἐφαρμόζεται."} {"urn": "gregorius-nyssenus.ad-ablabium-quod-non-sint-tres-dei", "source": "ocr", "license": "PD", "edition": "migne-ocr-qwen36", "locus": "pg045_0079.2", "text": "B διὰ τοῦτο οὖν καταλαμβάνομεν ὅτι ἄνω τῆς κτίσεως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον· οὐκοῦν ὅπου Πατὴρ καὶ ὅπου Υἱὸς νοεῖται, ἐκεῖ νοεῖται καὶ τὸ Πνεῦμα τὸ ἅγιον · ἄνω γὰρ τῆς κτίσεως ὁ Πατὴρ καὶΥἱός, ὅπερ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ ἀκολουθία τοῦ λόγου προσεμαρτύρησεν. Ὁ τοίνυν ὑπερθεῖς τῆς κτίσεως τὸ Πνεῦμα τὸ ἅγιον, ἀκολούθως τὸν ὀρθὸν τε καὶ ὑγιῆ παρέδεξάτο λόγον. Μίαν γὰρ ὁμολογεῖται τὴν ἀκτιστὸν φύσιν, τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ θεωρουμένην. Ἐπεὶ δὲ εἰς ἀπόδειξιν, ὡς οἴονται, τοῦ κτιστοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, τὴν τοῦ προφήτου φωνὴν ἡμῖν προφέρουσι τὴν λέγουσαν · Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, » τοῦτο προσήκει νοῆσαι, ὅτι ἄλλο κτίζεσθαι πνεῦμα ἐν τῇ στερεότητι τῆς βροντῆς, ὁ προφήτης λέγει, καὶ οὐχὶ τὸ ἅγιον Πνεῦμα · Βροντὴν γὰρ ὁ μυστικὸς λόγος τὸ Εὐαγγέλιον ὀνομάζει. Ἐν οἷς οὖν γίνεται βεβαία καὶ ἀμετάθετος ἡ εἰς τὸ Εὐαγγέλιον πίστις, οὗτοι διὰ τῆς πίστεως μεταβαίνουσιν ἀπὸ τοῦ εἶναι σάρκες, εἰς τὸ γίνεσθαι πνεῦμα, καθὼς λέγει ὁ Κύριος, ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι · καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. » Θεὸς οὖν ὁ διὰ τοῦ στερεοποιεῖν"}