p.stras.2.85 Duke Collaboratory for Classics Computing (DC3) 103 0205;2;85 p.stras;2;85 103 103

© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

English Greek Finalized - Ready. Vote - Accept-Straight-to-Finalization - Fine. Submit - col2 lin17: Ἀρμώνθου -> Ἁρμώνθου (typo) Commit - col2 lin17: Ἀρμώνθου -> Ἁρμώνθου (typo) rationalized languages in langUsage changed editor names to URIs changed type=inWord to break=no Automatically updated revision description Automated transfer of accents across reg-orig pairs updated markup for fractions (rend=tick) batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg changed schema; added xml:space=preserve; indented; changed sic to surplus; moved title/@n to idno Added language la-Grek; tagged num rend=fraction Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema) Automated split from transcoder files SB 1 52261915; P.Stras. 2 851920

1rp βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ, ἐφʼ ἱερέωςἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπά τορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανη φόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς μηνὸς Μεχεὶρ κζ.
1 ἐν Παθύρει, ἐφʼ Ἡλιοδώρου ἀγορανόμου, ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε ἐλάσσω μελίχρως τετανὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν διῃρῆσθαιδιειρῆσθαι τὰ ὑπάρχοντα αὐτῷ ἔγγαια τοῖς ἑαυτοῦ υἱοῖς ἀπὸ μὲν τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἐν τῷ περὶ Παθῦριν πεδίωι δωδεκάτην μερίδα ἀδιαίρετον ἀρουρῶν π, γείτονες τῆς ὅλης· νότου διῶρυξ, βορρᾶ καὶ ἀπηλιώτου ὁδός, λιβὸς διῶρυξ καλουμένη Τέλωνος, καὶ ἀπʼ ἄλλης σφραγῖδος λεγομένης
2 Πατήφιος ἀρουρῶν λϛ τὸ ἐπιβάλλον αὐτῷ μέρος ἀρουρῶν γ, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων, Πανοβχούνει μὲν τῷ ἑαυτοῦ πρεσβυτέρῳ υἱῶι μερίδα α, Πατῆτι τῶι νεωτέρῳ αὐτοῦ υἱῶι μερίδα μίαν , Ταελολοῦτι καὶ Σιεπμοῦτι ταῖς θυγατράσιν μερίδα μίαν , γίνονται μερίδεςμερίδας γ τῶν σφραγίδων δύο γῆς, καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεως πηχῶν στερεῶνστερεου β 𐅵, οὗ γείτονες· νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσιος, ἀπηλιώτου οἰκία Πατῆτος Θοτορταίου, λιβὸς πλατεία ὁδὸς τῶν θεῶν, Πατῆτι τὸν ἀπὸ βορρᾶ ὅ ἐστιν πηχῶν στερεῶν α δ, Πανοβχούνει τὸν ἀπὸ νότου ἄλλο α δ, γίνονται β 𐅵, καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκίας ὠικοδομημένης καὶ ἐστεγασμένης Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ 𐅵, ἧς μέτεστι Πανοβχούνει τὸ ἄλλο ἥμισυ , ἣν ἐωνήσατο παρὰ Ὥρου τοῦ Πελαίου, καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τοῦ μεμερισμένου ἑκάστῳ αὐτοῖς τρόπῳ μηδενί, εἰ δὲ μή, ἄκυρος ἔστω, καὶ προσαποτεισάτω ὁ μὴ ἐνμένων τῶι ἐνμένοντι ἐπιτίμου παραχρῆμα χαλκοῦ τάλαντα κε καὶ τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς φ, καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. Ἀμμώνιος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.