p.adl.G11 Duke Collaboratory for Classics Computing (DC3) 11 0054;;G11 p.adl;;G11 11 11

© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

English Greek rationalized languages in langUsage changed editor names to URIs Automatically updated revision description Automated transfer of accents across reg-orig pairs batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg changed schema; added xml:space=preserve; indented; moved title/@n to idno Added language la-Grek Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema) Automated split from transcoder files P.Adl. 111939

1 ἔτους ιζ Θῶυθ κη ἀπέδοτο Πετεσοῦχος Φίβιος καὶ οἱ ἀδελφοὶ τὸτον ὕπαρχον αὐτοῖς ἥμισυ περιστερῶνος τοῦ ὄντος ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως χαλκοῦ Γ. ἐπρίατο Ὧρος Νεχούτου.
seal
2 βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιζ Θωυθ κη ἐν Παθύρει ἐπʼ Ἀμμωνίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας. ἀπέδοτο Πετεσοῦχος Φίβιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν καὶ Πανεβχοῦνις ἀδελφὸς καὶ Ὧρος ἀδελφὸς ὡς ἐτῶν κ μετὰ κυρίου τοῦ ἑαυτῶν ἀδελφοῦ Πετεσούχου τοῦ προγεγραμμένου καὶ συμπωλουμένου καὶ Θαῖβις ἀδελφὴ καὶ Σεννῆσις ἀδελφὴ αἱ δύο τῶν Φίβιος Περσῖναι, συνεπικελευούσηςσυνεπικελευουσα τῆς τούτων μητρὸς Θαυσίριος Περσίνης μετὰ κυρίου Πανεβχούνιος, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς περιστερῶνος τοῦ ὄντος ἐν τῶι ἀπὸ βορρᾶβορραῖ μέρει Παθύρεως τὸ ἥμισυ· γείτονες τοῦ ὅλου περιστερῶνος νότου οἰκία Ὥρου τοῦ Νεχούτου, βορρᾶ καὶ λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου οἰκία Φίβιος τοῦ Νεχούτου, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μγ μέσος μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ δραχμῶν τρισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεσοῦχος καὶ οἱ ἀδελφοὶ οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἀμμώνιος ὁ παρὰ Πανίσκου κεχρημάτικα.